The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
Τῆς Ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ ταπεινότερον: τῇ δὲ
κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προσθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν οὔτε
μεῖζον οὔτε δυνατώτερον ἡ μνήμη τῶν ἀνθρώπων φέρει: ταύτης τὴν πρώτην κρηπῖδα
κατεβάλετο Ῥωμύλος: ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρθένου, τῷ Ἄρει
συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύμου γονῆς σὺν ἀδελφῷ Ῥέμῳ προῆλθεν εἰς
φῶς:
Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν
περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους
ἐπέστησε τοῖς λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν
φωνήν: ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας: σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ
συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν
τε αὐτοὺς ἐπὶ τὰς βουλὰς
Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεκλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντός, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον ἢ Ῥωμύλος ἐγένετο χρήσιμος. νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδωκεν, ἀφ̓ ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.
Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπὸ τούτῳ πάλιν ἡ περὶ τοὺς
πολέμους ἐπανῆλθε σπουδή. νικῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες
σημείοις ʽμίλια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις
βήμασι συμμετρούμενοι τὸ σημεῖον̓, εἶτ̓ ἐφεξῆς ἡττῶνται Βἕ??ʼιοι καὶ οἱ ἀπὸ Φιδήνης,
οἱ μὲν ἓξ χωριζόμενοι σημείοις; οἱ δὲ ὀκτωκαίδεκα.
Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. οὗτος ἤρατο πόλεμον πρὸς Λατίνους καὶ τῇ πόλει συνῆψε τὴν Ἀβάντινον λόφον Ἰανίκουλόν τε: πολίχνην ἐδείματο ἐπὶ θαλάσσης πρὸς ταῖς τοῦ θύμβριδος ἐκβολαῖς, αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. τετάρτῳ τε καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.
Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος: οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σωμάτων ἀριθμῷ καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε: θεάτρων τε ἐνεστήσατο τέρψιν Ῥωμάνην καλέσας τὴν θέαν: ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχῃ, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῇ Ῥώμῃ. πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε. τείχη τε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας: καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παῤ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.
Ἕκτος ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισήμου γεγονὼς μητρός: ἣ καὶ
αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ. οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις
ηὔξησε τὴν πόλιν, τῷ Κυριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ: τάφρους τε ὤρυξε πρὸ
τοῦ τείχους κύκλῳ: καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν οὔπω παῤ οὐδενὶ τῶν
ἐθνῶν ἐγνωσμέναις. ἀπογραφέντες οὗν οἱ τὴν Ῥώμην οἰκοῦντες ὑπ̓ αὐτῷ συνήχθησαν εἰς
ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιάδων, μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. τελευτὴν μέντοι
τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου: δηλοῖ δὲ τοῦτο ἐπώνυμον
ὑπερήφανον: παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παῤ οὗ τὴν βασιλείαν ὁ σφαγεὶς
οὗτος ἐδέξατο.
Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομός τε ὣν τῶν
βασιλέων καὶ ὕστατος: καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω
τῆς Ῥώμης: αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις: ἔθετό τε μετὰ
Τούσκων σπονδάς: ναόν τε ᾠκοδόμησε ἐν τῷ καλουμένῳ Καπιτωλίῳ. μετὰ ταῦτα
πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς Ῥώμης, τὴν
ἀρχὴν ἀπέλαβεν.
Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ
ἦσαν οὗτοι καὶ ἐτήσιοι: ὥστε κἂν ἕτερον φαῦλον συμβαίη εἷναι, καταφεύγειν
ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ
ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων.
Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν ὁ τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ
Ῥώμῃ πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δἰ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν
βασιλείαν. ὡς δὲ τὸ πρῶτον συνέμιξαν, ὁ μὲν βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους
ἀνεῖλον: οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ̓ οἴκου. αἱ τοίνυν
γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει
καθάπερ πατέρα κοινὸν ἐτίμησαν.
Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκίνησεν ὅπλα κατὰ τῆς Ῥώμης
ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν: οὗτος δὲ ἦν Τούσκων
βασιλεύς: καὶ μικροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν: ἡττηθεὶς δὲ ὅμως καῒαπλαγεὶς τὸν
Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰς εἰκόνα τε γενόμενον ἀνδρείας τε καὶ
καρτερίας τῶν Ῥωμαίων, μεταστὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις
τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε.
Ἐνάτῳ μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύσαντος Ταρκυνίου Σουπέρβου γαμβρὸς
τιμωρῆσαι τῷ κηδεστῇ βουληθεὶς παμμεγέθη στρατιὰν συνέλεξε. τότε τοίνυν προσεπενοήθη
τε καὶ ᾑρέθη κατὰ τὴν Ῥώμην ἀρχή: δικτατούραν αὐτὴν ἐκάλουν ἐπιχωρίως: σημαίνει δὲ
ἀναγόρευσιν ἡ φωνή φωνή ἤ διὰ τὸ λέγειν μετὰ τὸν δῆμον, οὐ ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν
ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης
ὑπατείας ἦν, ἓξ μησὶ δὲ παρετείνετο μόνον. τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ
τὸν χρόνον, ὅσον ὑπερέβαινε τῷ μεγέθει. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ἄρχων
ἱππέων ἀνεδείχθη: ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός.
Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν αἰτιωμένῳ καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ
κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους
ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ ὁ δῆμος διὰ τούτων
ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βουλοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριόλους ἀπώλεσαν τῶν νικησάντων γενομένην.
Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος ὁ τοῦ πολέμου τοῦ κατὰ
Βουλούσκων στρατηγός, ὁ καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην
προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν
καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους.
Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων τριακόσιοι τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς ἐκ
τῆς Φαβίου καταγόμενοι συγγενείας αὐτοὶ καθ̓ἑαυτοὺς κατὰ τῶν Βεειέντων ἐξεστράτευσαν,
ὑποσχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα καθορθώσειν πόλεμον.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτῳ τῆς πόλεως σημείῳ ἐνεδρευθεὶς ὁ
Ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος
Κικιννάτος: ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ
ἔχων ὁ Κικιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν ἐφεστηκώς τε ἀρότρῳ παρέλαβε τὴν
ἐξουσίαν: καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα, τραβέαν τόγαν
αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς
πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.
Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων των μετεβάλετο εἰς ἑτέραν ἀρχὴν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τό πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν: ἀλλ̓ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.
Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Φιδηνάται πρὸς τὴν Ῥώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Τουλουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις: Βέειοι δὲ ὀκτωκαίδεκα. συνεπῆλθον δὲ καὶ Βολούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούκιον Κυΐντιον Κικιννάτον τόν τε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε: Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη.
Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ
χειροτονεῖται κατ̓ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς
κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς
Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς
προτέρας. ἀλλ̓ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐημερίας, αἰτίαν τ̓ ἔσχεν, ὡς οὐ
προσηκόντως διέλοι τῇ στρατιᾷ τὰ τοῦ πολέμου λάφυρα; κατεκρίθη τε καὶ ἀπεώσθη τῆς
Ῥώμης.
Ἔτει τριακοσιοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης συνοικισμόν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἅλωσιν, ἐνηλλάγησαν αἰ δυναστεῖαι. ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς Ῥώμης πολέμου αὐτήν τε εἷλε καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην. πάσας τε αὐτὰς ὑφ̓ ἑαυτὸν ποιησάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔθνεσιν ἐπετέλεσε θριάμβους.
Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκην τε ᾔρατο κατ̓ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προσένειμε: καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.
Ἀλλ̓οὐκ ἐπὶ πολὺ διεγένετο τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία: μικρῷ
γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν. εἶτα τῶν
στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ
κῦρος ἔχειν:
Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσθησαν.
Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων στρατοπεδευσαμένων δὲ ἀντιπέρα τοῦ
Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος δικτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. ἀλλ̓
ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ̓ ἀνὴρ νεανίας Μανίλιος: ὑφ̓ ἑνὸς
γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖνόν τε καθεῖλεν καὶ τῷ πολέμῳ τέλος
ἔδωκε: τὸν στρεπτόν τε, ᾦ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς ἐκ τούτου
Τορκουάτος αὐτός τε προσηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν
ἀπὸ τοῦ λαφύρου κόσμον.
Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφή. καὶ τῶν Λατίνων τῶν ὑπὸ Ῥωμαίοις ἤδη
γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη
τὸ στράτευμα. καὶ δέκα ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ τὴν αὐτῶν καλούμεναι
φωνὴν ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς: λέγερε γὰρ παῤ αὐτοῖς τὸ ἐπιλέξασθαι
λέγεται. αἱ δέκα δὲ αὗται λεγεῶνες ἐξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς
ἑξακισχιλίους τελεῖν: καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς οὔπω τῶν Ῥωμαϊκῶν πραγμάτων
εἰς τὸ πᾶν ἐπιδεδωκότων: τοσαύτη τῶν στρατιωτικῶν ἦν ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία.
ἀπὸ τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζομένου φωνήν: καὶ οὐδὲ
μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη: ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν
ὑπατείαν ἐκλήθη.
Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον
ἐχώρησαν: ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι.
Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας.
Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου
Ποστουμίου μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης: καὶ κύριοι καταστάντες αὐτῶν ἔθεντο
σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς:
Πολλοῖς δὲ ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον Τούσκοις τε καὶ Σαμνίταις κατὰ τῆς Ῥώμης ἐκοινώνησαν: καὶ τὸν δρόμον ἐπ̓ αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.
Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης κειμένοις ἐπήχθη
παρὰ Ῥωμαίων πόλεμος. αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ
Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. ἀκμαζόντων δὲ τῶν κατὰ τὴν
μάχην Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ̓ Ἀχιλλέως, βασιλεύοντα
δὲ τῶν Ἠπείρων. καταλαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος: καὶ τοῦτον πρῶτον πόλεμον
ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν.
Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούττιοι καὶ
γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώμην: πᾶν τε τὸ προστυχὸν ἤ πυρὸς ἦν ἔργον ἢ σιδήρου
καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν: ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον τῆς πόλεως
ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν.
Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι, ἀπεκρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς
οὐδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε: μέγα τε μηδὲν
ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους:
Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ
μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ
τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην: μιᾷ δὲ
Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν Ῥώμην αἰτούμενοι παῤ αὐτῶν εἰρήνην τε καὶ φιλίαν.
Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καἰ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν Ἀρίμινός τε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ.
Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ
Σαλεντίνων ἐδογματίσθη πόλεμος: ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν
Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν
τὸ τῆς Ῥώμης ὄνομα: οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος.
Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κράσος ὕπατοι μεγάλα κατὰ τὴν
Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ καὶ Κατάνην καὶ πεντήκοντα πρὸς ταύταις ἑτέρας
πόλεις τῇ Ῥωμαϊκῇ συνῆψαν ἀρχῇ.
Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου
Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες:
ναυσί τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν
ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη: λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν
ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος: κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ
τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς
ἀπήχθη.
Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥηγούλου τὴν ἀρχὴν ὑποδεξαμένων ἐκ
τῆς Ἰταλίας τε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη: καὶ γίνεται ναυμαχία
καρτερὰ πρὸς Ἀμιλκάρην τὸν τῶν πολεμίων στρατηγόν. καθ̓ ἣν τέσσαρας καὶ ἑξήκοντα ναῦς
οἱ Ῥωμαῖοι καταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρεψαν εἰς φυγήν, ἀπέβαλον δὲ καὶ αὐτοὶ
δύο καὶ εἴκοσι ναῦς.
Ἀλλ̓ οἱ μετὰ τούτους ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ
τὸν πόλεμον δυσπραγίαν ἐπηνώρθωσαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν: τριακοσίαις
γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥστε τέσσαρας μὲν καὶ ἑκατὸν νῆας
καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε
χιλιάδας τὰς μὲν διαφθεῖραι τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον
πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι.
Οἱ οὖν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κηπίων καὶ Γάϊος Σεμπρώνιος Βλαῖσος ἑξήκοντα καὶ διακοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τινὰς μὲν τῶν πόλεων ἑ??ʼλον, λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν. ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρεν τὴν εὐπραγίαν ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων: δόγμα τε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα, φυλακῆς ἕνεκα τῶν Ἰταλῶν ὁρίων πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.
Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακίδου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος: ἐν ταύτῃ νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαντας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην: καὶ πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ ἐζωγρήθησαν παῤ αὐτὸν μὲν τὸν πόλεμον ἓξ καὶ εἴκοσι, τοὺς λοιποὺς δὲ οἱ συμμαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλαβόν τε καὶ παρεστήσαντο τῷ ὑπάτῳ. μετὰ θαυμαστῆς οὗν πομπείας εἰς τὴν Ῥώμην εἰσῆλθε, τῶν ἐλεφάντων μεγέθει τε καὶ πλήθει τὰς ὁδοὺς πληροῦντων. οὗτος ὁ πόλεμος ἠνάγκασε τοὺς Ἄφρους καταφυγεῖν ἐπὶ τὸν Ῥηγοῦλον, ὃν ἐν δεσμοῖς εἶχον, παρεκάλουν τε αὐτὸν συμπρεσβεῦσαι τοῖς ὑπ̓ αὐτῶν πρὸς Ῥωμαίους ἐκπεμπομένοις, ὥστε αὐτοῖς γενέσθαι σπονδὰς καὶ τοὺς ἑκατέρων αἰχμαλώτους ἀντιδοθῆναι τοῖς οἰκείοις. τὸ μὲν οὗν πρῶτον ἀντιβολοῦντας αὐτοὺς ὁ Ῥηγοῦλος καίτοι δέσμιος ὢν ἀπεωθεῖτο,
νικηθεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν Ῥώμην. δοθέντος δὲ αὐτῷ λόγου οὐδὲν
ἠνέσχετο κατὰ Ῥωμαῖον καὶ ὑπατικὸν ἄνδρα πρᾶξαι φάσκων, ἀφ̓ ἧς ἡμέρας ὑπὸ τοῖς
πολεμίοις ἐγένετο, τῆς Ῥωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας: οὔτε οὖν τὴν
Ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπ̓ ἴσης
ἐδυσημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος, ἐνεανιεύσατο κατὰ τῶν
συμβόλων ʽαὐσπίκεια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς
ἐπὶ πόλεμον ἐξιοῦσἰ καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ κατὰ τῶν Ἄφρων μάχῃ,
ὥστε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει, τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ̓
αὐτῶν φυγεῖν: τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν
ἐμπλεόντων πολεμιστῶν γενέσθαι:
Μετὰ τούτους ὕπατὁ??ʼ γίνονται Γάϊος Λουτάτιος Κατοῦλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος.
τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κατοῦλος τοίνυν τὰς πρὸς
Ἄφρους ἐκλεξάμενος τριακοσίαις ναυσὶν ἐπ̓ αὐτοὺς ἐχώρησεν, ἐκεῖνοι δὲ τετρακοσίαις
ἀντεπαρετάξαντο. τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι οἱ δῆμοι
συνέμιξαν. ἀλλὰ καὶ αὐτὸς ὁ Κατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν: τέτρωτο γὰρ ἐν τῇ
προτέρᾳ μάχῃ. συμμιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας
Μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον καὶ Αὖλον Μάλλιον ἐπηνέχθη Φαλίσκοις πόλεμος ʽπόλις δὲ ἦν αὕτη τῆς Ἰταλίας δυνατωτάτἠ: καὶ τούτων ἑκάτεροι κατώρθωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις, μυρίων μὲν καὶ πεντασχιλίων πεσόντων ἐκ τοῦ στρατεύματος τῶν πολεμίων, τοῖς δὲ λοιποῖς εἰρήνης, δοθείσης, ἐφ̓ ἡμίσει τῆς γῆς, ὃ Ῥωμαίοις ἔδοξε γενέσθαι.
Οὕτω μὲν οὗν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς.
Ῥωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν
Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων
βασιλεύοντος Ἀντιόχου. ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς
συμμαχίας, ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος.
Ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν Ῥώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος
Ὑπάτων τε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀτιλίου Βούσκλου θρίαμβος μὲν γίνεται κατὰ Σάρδων μάχῃ κρατηθέντων. μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος καρτερά τε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου, ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε.
Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους Ῥωμαίοις: καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.
Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη ʽὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον̓ ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ̓οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.
Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον
ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους: ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ
Γνέος Κορνήλιος Σκηπίων: ἀλλ̓οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν
ἄγων νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ
μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον
Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους
ἐγένετο πόλεμος, ἐπειδὴ τὸν Ῥωμαϊκὸν ἐλῄστευον στόλον: καὶ πάντες ὑπὸ Ῥωμαίοις
ἐγένοντο.
Καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας:
εἰς τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα
χιλιάδες ἐλέφαντές τε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις
ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο.
Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκηπίων: καὶ συμμίξας ἧττόν τε ἔσχε τραπέντος
αὐτῷ τοῦ στρατοῦ καὶ τιτρώσκεται καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ
συνεπλάκη μὲν καὶ αὐτὸς ἐπὶ τὸν Τέβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκηπίωνι τύχης:
Πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰμίλιος Παῦλος καὶ Πούβλιος
Τερέντιος Βάρρων ὕπατοι χειροτονηθέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν: ὃς
χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ τὴν
μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντας μὲν ἐπιφερομένους, συμμίξαι δὲ
παραιτουμένους. τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ̓ἐκείνου τὸν τρόπον.
δὲ ἄλλως τριακόσιοι: τοῦ δὲ
λοιποῦ τῶν μαχομένων πλήθους πεζῶν
Συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμμεταστῆναι τῇ τύχῃ καὶ τὰς
ὑπὸ Ῥωμαίοις ὁ??ʼσας Ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ γαυριῶν τοῖς
κατωρθωμένοις ἐξουσίαν ἔδωκε τοῖς Ῥωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. οἱ δὲ ἔφασαν
οὐχ ἡγεῖσθαι πολίτας, οἳ μεθ̓ ὅπλων ὄντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.
Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν Ἰταλίᾳ Μάρκελλος ὕπατος χειροτονηθεὶς
περὶ τὴν Νώλαν ʽπόλις δὲ ἐστιν αὕτη τῆς Καμπανίασ̓ συνεκρότησε πρὸς τὸν συμμαχικὸν ὑποσχέσθαι κατὰ Ῥωμαίων: ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε:
καθαιρεθέντων εἰς ἅπαν Ῥωμαίων σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν
Ἑλλήνων πόλεμον.
Τέσσαρας τοίνυν ἐνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ Ῥωμαῖοι: ἐν Ἰταλίᾳ
πρὸς Ἀννίβαν, ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρός τε τοὺς ἐκ τῆς χώρας ἐκείνης
καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρων στρατηγόν. τοῦτον Μάλλιος Τορκούατος ἐζώγρησε μάχῃ,
Δεκάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰσόδου τῶν Ἄφρων Σουλπίκιος μὲν καὶ Φούλβιος ἦσαν
ὕπατοι. Ἀννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρατοπεδεύσατο σημείῳ
τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεκπέμψας τῶν πυλῶν. τῶν δὲ ὑπάτων μετὰ τῆς στρατιᾶς,
ἐπειδὴ τὸν τῆς πόλεως ἤκουσαν κίνδυνον, ἐπιστάντων φοβηθεὶς ἐπὶ τὴν Καμπανίαν
ἐχώρησεν.
Ἐν δὲ ταῖς Ἱσπανίαις μετὰ τὴν τῶν Σκηπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ
στρατεύματι πέμπεται Σκηπίων ἕτερος, ὁ καλούμενος Πούβλιος, παῖς Σκηπίωνος τοῦ
πρότερον ἐκεῖ πεπολεμηκότος,
Οὕτω τῶν Ῥωμαϊκῶν διακειμένων Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, μεταστᾶσαι τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς Ῥωμαίους, τῶν
οἰκούντων αὐτὰς κἀνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σκηπίων
ἐν Ἱσπανοῖς αὐτός τε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκηπίωνα συνεργὸν ἔχων
ἑβδομήκοντα πόλεις
Σκηπίων δὲ τρίτον ἔτος ἤδη τὰ κατὰ τοὺς Ἱσπανοὺς διοικῶν προσέθηκε μεγάλοις μείζονα. τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν μεγάλῃ νικήσας μάχῃ μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο. καὶ πρῶτος οὗτος ὁμήρων οὐκ ἐδεήθη: τοσοῦτον ἐθάρρει τοῖς ἔργοις.
Ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν ὡς οὐδενὸς ἀνθέξοντος Σκηπίωνι:
Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.
Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. ἐν τούτῳ δὲ ὁ Σκηπίων
ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος: καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν
ἐκπλεῖ πείσας Ῥωμαίους, ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μάχης εἰς τὴν πολεμίαν.
ὡς ἐπεπίστευτο,
τοσαῦτα κατώρθου,
αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη τῆς πολιορκίας αὐτοὺς πιεζούσης: ἑπτακαιδεκάτῳ
τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπεχώρησε.
Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας, καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι
διεπράττοντο: ὥστε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς Ῥώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ
Σκηπίωνος στρατιᾶς συλληφθῆναι.
Ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἧν ἄξια θαυμάσαι, δύο στρατηγοῖν
ἀρίστοιν τὰ στρατεύματα ταττόντοιν: ὡς δὲ τὸ ἔργον ἤρξαντο, νικᾷ τε ὁ Σκηπίων
Τὰ μὲν οὗν Ἄφρων ὑπὸ Ῥωμαίοις ἦν: ἠκολούθησε δὲ ὁ Μακεδονικὸς πόλεμος ὁ πρὸς τὸν βασιλέα Φίλιππον πρώτῳ καὶ πεντηκοστῷ καὶ πεντακοσιοστῷ τῆς πόλεως ἔτει.
Πρὸς ὃν Τίτος Κύντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷ τε αὐτὸν καὶ τίθεται σπονδάς:
υἱὸν Δημήτριον ὅμηρον παραδοῦναι.
Οὕτω καὶ τῶν Μακεδονικῶν καὶ τῶν Λακωνικῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα
Συρίας ἀνεφύη πόλεμος. ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων καὶ Μάρκος Ἀκίλιος
Γλαβρίων: βασιλεὺς Φίλιππος.
γίνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαῒαν ὑφ̓ ἡγεμόνι τῷ Γλαβρίωνι καὶ τῆς μὲν παρεμβολῆς
τοῦ βασιλέως οἱ Ῥωμαῖοι γίγνονται κύριοι: φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς
βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόθη: τῆς συμμαχίας χάριν.
Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων ʽἀδελφὸς ὢν τοῦ κληθέντος
Ἀφρικανοῦ καὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτοσ̓ καὶ Γάϊος Λαίλιος: καὶ φέρεται
κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς
βασιλικῆς ἐκράτησε στρατιᾶς: ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος:
Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων
Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν:
Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. ὁ δὲ
τούτου παῖς ʽΠερσεὺς ἦν ὄνομα αὐτᾦ ἐτυράννησε κατὰ Ῥωμαίων πολλὴν συλλέξας στρατιὰν
συμμαχικόν τε οὐ μικρόν: ἅμα τῇ μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ:
καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον ἐν ἡμέραις τριάκοντα: ἔφθασέ
τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.
Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ
χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑκατὸν ἀποβαλὼν
τῶν μαχομένων: αἱ μὲν ὁ??ʼν πόλεις εὐθὺς προσεχώρησαν Ῥωμαίοις: ὁ Περσεὺς δὲ ὑπὸ τῶν
συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε Ῥωμαίοις:
Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαίοις εἷλε πολιορκίᾳ καὶ
τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ. σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανῆκε
πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς
δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον
Μάρκελλος.
Κἀντεῦθεν ὁ τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος ἑξακοσιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως
ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν.
Μασινίσσας γοῦν ὁ τῶν Νουμίδων βασιλεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἔτεσιν ἑξήκοντα τετηρηκώς, ἡνίκα ἀπέθνησκεν ἐνενηκοστὸν καὶ ἕβδομον τῆς ἡλικίας πεπληρωκὼς ἔτος, Σκηπίωνα ἱκέτευσε τοῖς παισὶ τοῖς αὐτοῦ ʽτέσσαρες δὲ οὗτοι ἦσαν καὶ τετταράκοντἀ τὴν βασιλείαν διελεῖν.
Αὕτη τοῦ Σκηπίωνος ἡ δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ̓ αὐτὸν ἐπαγαγεῖν τῆς
νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης: καὶ θᾶττον ἐλπίδος αἱρεῖ τὴν Καρχηδόνα καὶ
κατασκάπτει:
Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας Ῥωμαίοις καὶ τὸν πραίτωρα Ἰουβέντιον ἐπ̓ αὐτὸν χωρήσαντα μετὰ τοῦ στρατεύματος ἐνίκησε τῇ μάχῃ καὶ πανωλεθρίᾳ διέφθειρεν. ἀλλὰ Μέτελλος δεύτερος ἐπελθὼν ἐνίκησέ τε αὐτὸν καὶ πεντακισχιλίους ἀνελὼν ἀνεκτήσατο τὴν Μακεδονίαν ὑφ̓ ἑαυτῷ τε τὸν Ψευδοφίλιππον ἐποίησε.
Τότε καὶ Κορίνθῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχθη Ῥωμαϊκός, ἐπειδὴ
κατὰ τῶν ἐκ Ῥώμης πρεσβευτῶν πεπαρῳνήκεσαν: καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ
κατέσκαψε.
Οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν. ἀλλ̓ αὖθις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰκετικὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν, ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξακισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις. ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας Τρεμέλλιος.
Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως:
καὶ Πομπήϊος καὶ Κύντος Καιπίων ἐπὶ τὸν
Πουρίανθον ἐξεπέμφθησαν. ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ Ῥωμαίων ἤρξατο πολέμου καὶ τοὺς
Ἱσπανοὺς ἀνηρέθισε τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. ἦν δὲ ὁ Πουρίαθος
ποιμήν, εἶτα ληστρικὸν: μετῆλθε βίον, τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας ὡς ἐν νῷ
λαβεῖν
Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο: καὶ
Ὁστίλιος δὲ Μαγκῖνος ὁ μετ̓ αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χαλεπώτερόν τε ἡττηθεὶς ἢ
Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν Ῥωμαίων μήτε
δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον ὅ τι ἂν
αὐτοῖς δοκῇ. ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκηπίων
ὁ καλούμενος Ἀφρικανὸς μετὰ τῆς ὑπατικῆς ἐξουσίας.
Ἐν τούτῳ τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελφὸς κληρονόμῳ
χρησάμενος τῷ δήμῳ Ῥωμαίων: καὶ γίγνεται κύριος τῆς Ἀσίας ὁ δῆμος τῷ τῆς
διαδοχῆς δικαίῳ.
Καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε:
Κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνικος, ἐκ παλλακῆς παῖς Εὐμενοῦς ὃς ἦν ἀδελφὸς Ἀττάλου,
πόλεμον ἤρατο πρὸς Ῥωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς. καὶ πεμφθεὶς ἐπ̓ αὐτὸν Λικίννιος
Κράσσος μετὰ πολλοῦ συμμαχικοῦ. Νικομήδης τε γὰρ ὁ Βιθυνίας βασιλεὺς καὶ
Μιθριδάτης ὁ Πόντου, πρὸς ὅν μικρὸν ὕστερον μέγιστος καὶ πολυχρόνιος συνέστη πόλεμος,
καὶ Ἀριαράθης ὁ Καππαδοκίας καὶ Πυλαιμένης ὁ Παφλαγονίας ἐπίκουροι παρῆσαν. ἡττήθη δὲ
ὁ Κράσσος καὶ ἔπεσεν ἐν τῇ παρατάξει: καὶ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι
προσεκόμισαν Ἀριστονίκῳ, τὸ σῶμα δὲ ἐκεῖνος προσέταξε ταφῆναι καὶ ἡ Σμύρνα τὸν τάφον
ἐδέξατο.
Μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Καικίλιον Μέτελλον καὶ Τίτον Κύντιον
Φλαμίνιον. κατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυτὸν προσέταξαν οἰκοδομηθῆναι
Ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ καὶ ἑβδόμῳ τῇς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεκαθέσθησαν. ἡγεῖτο δὲ Γάλλων Βιτούϊτος. μαχεσάμενοι τοίνυν περὶ τὸν Ῥοδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐκ τῶν στρεπτῶν, οὕς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰσπέμψαι Ῥωμαίοις. Βιτούϊτος δὲ ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου: καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθριάμβευσεν.
Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ
τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι
πόλιν.
Εἶτα οὐ πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων κατὰ Σκορδίσκων κινήσας
πόλεμον ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε.
Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι
κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος.
Καὶ κατὰ τὸν αὐτὸν χρόνον ἤδη Πουβλίου Σκηπίωνος τοῦ Νασίκου καὶ Πουβλίου Καλπουρνίου
Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων ὁ πρὸς Ἰουγούρθαν τὸν Νουμίδην
Τρίτος ἐξαποστέλλεται Κύντος Καικίλιος Μέτελλος:
Ὅτε δὲ ὁ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι
διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Καιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ
Ἄμβρονας ʽἔθνη δέ ἐστι ταῦτα Γερμανῶν τε καὶ Γάλλων̓ κατεπολέμησαν.
Οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ̓ ἔτι τῷ πλήθει κρατοῦντες ʽοὐχ ἧττον γὰρ ἦν
τοῦ διεφθαρμένου τὸ λειπόμενον̓ τὰ σφέτερα αὐτῶν ἀφέντες παρῆλθον ἐπὶ τὴν Ἰταλίαν: ὑπὸ
τῶν αὐτῶν δὲ αὗθις, Μαρίου τε καὶ Κατούλου, κατεπολεμήθησαν. ἔνθα δὴ καὶ λαμπρότερον
ἐγένετο τὸ ἔργον Κατούλου: καὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν
μυριάδες, ἕξ δὲ αἰχμαλώτων ἄγονται τριακοσίων μόνον ἐκ τοῦ Ῥωμαϊκοῦ πεσόντων στρατοῦ.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον
ἀρχὴν Σέξτος Ἰούλιος Καίσαρ καὶ Λούκιος Μάρκιος Φίλιππος, σχεδὸν δὲ ἅπας ἡσύχαζε
πόλεμος. ἀλλ̓ ἐξαίφνης Πικένται Μάρσοι τε καὶ Πελίγνοι ἀστασιάστως τὸν
παρελθόντα ἅπαντα χρόνον ὑπακούσαντες Ῥωμαίοις ἀπεθρασύναντο καὶ τὸ ἴσον αὐτοῖς
ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δῆμον. τε ἐνιαυτοῖς ἀεὶ καὶ συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται
μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ
πόλεμος τοῦ Σύλλου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ: τὰ γὰρ πρότερα
πραίτωρ ἐτύγχανεν εἰργασμένος.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη
πόλεμος, καὶ κατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν ὁ πρὸς Μιθριδάτην μέγιστος, εἴπερ τις
ἕτερος. ὁ μὲν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε: Μάριος ἐπὶ τὴν ἕκτην ὑπατείαν κληθεὶς
συνύπατον ἔσχε τὸν Σύλλαν, ᾧ τὰ πρὸς Μιθριδάτην ἀπεκληρώθη. καὶ Σύλλου δὲ περὶ τὴν
Καμπανίαν διατρίβοντος ʽἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασθαι τὴν τῶν Ἰταλικῶν
ἐπανόρθωσιν πραγμάτων καὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεωσ̓ ὁ Μάριος πείθει τὸν
δῆμον ἐπ̓ αὐτὸν μεταθεῖναι τὴν Μιθριδατικὴν μάχην. καὶ συνήργησεν αὐτῷ πολὺς ὢν ἤδη
λοιπὸν ὁ περὶ Μιθριδάτου
Μεταξὺ γὰρ ὁ Μιθριδάτης τοῦ τε Πόντου κρατῶν καὶ τῆς μικρᾶς καλουμένης Ἀρμενίας καὶ
πάσης τῆς Ποντικῆς θαλάσσης τῆς κύκλῳ τοῦ Βοσπόρου Νικομήδην ἐπειρᾶτο φίλον ὄντα καὶ
σύμμαχον Ῥωμαίων τῆς Βιθυνίας ἐκβάλλειν τῷ τε δήμῳ προηγόρευσε τῷ Ῥωμαίων ὑβρισμένος
ἀμύνεσθαι τὸν Νικομήδην, οὐκ αὐτοῖς ἀντιταττόμενος. ὁ μὲν οὖν δῆμος ἀπεκρίνατο πόλεμον
αὐτὸν ἐφ̓ ἑαυτῷ κινήσειν Ῥωμαϊκόν,
Προσετέθη δὲ αὐτῷ καὶ ἡ τῶν Ἀθηνῶν πόλις Ἀρίστωνος αὐτὴν τοῦ Ἀθηναίου προπιόντος.
ἐπραγματεύετο γὰρ ἤδη τῆς Ἀχαΐας τὴν κτῆσιν Ἀρχέλαον ἐκπέμψας σὺν ἑκατὸν καὶ εἴκοσι
χιλιάσι πεζῶν τε καὶ ἱππέων καὶ ὃς ἅπασαν αὐτῷ προσηγάγετο τὴν Ἑλλάδα.
Σκορδίσκους γὰρ καὶ Δαλμάτας καὶ Δαρδάνους τοὺς μὲν χερσὶ τοὺς δὲ φόβῳ συνῆψε
Ῥωμαίοις: ἔνθα δὴ καὶ οἱ τοῦ Μιθριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως
ἀπήγγειλαν.
Γενομένων δὲ ἑτέρων κατὰ τὴν Ῥώμην ὑπάτων, Μαρίου τε τοῦ Μαρίου παιδὸς καὶ Παπιρίου
Κάρβωνος, τὸν Μάριον καταπολεμήσας καὶ πεντεκαίδεκα χιλιάδας αὐτοῦ διαχρησάμενος
κατέλαβε τὴν πόλιν ἐπακολουθῆσαί τινας φεύγοντι τῷ Μαρίῳ κελεύσας ἐκ τοῦ στρατεύματος,
οὓς δείσας ἐκεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν. ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις, τῇ μὲν
πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας καὶ εἴκοσι μόνους ἐκ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν
ὁ Σύλλας, τῇ δὲ πρὸς τοὺς ἑτέρους τεσσαράκοντα. μετὰ ταῦτα γίγνεται καὶ ἑτέρα μάχη τῷ
Σύλλᾳ πρὸς Λαμπώνιον καὶ Καρινάτην στρατηγοὺς τοῦ Μαρίου κατ̓ αὐτῆς τῆς Ῥώμης τὰ
προπύλαια, ὅθιπερ ἡ Κολλίνη καλουμένη πύλη: ἀντετάττοντο δὲ αὐτῷ χιλιάδες ἑβδομήκοντα,
τούτων δώδεκα μὲν εὐθὺς προσεχώρησαν τῷ Σύλλᾳ: οἱ λοιποὶ δὲ οἱ μὲν κατ̓ αὐτὴν
παράταξιν, οἱ δὲ φεύγοντες, οἱ δὲ πρὸς τὰς παρεμβολὰς καταφεύγοντες ἀνῃρέθησαν:
Καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. δεύτερος οὗν ἐπεκαλεῖτο
Σύλλας. ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομητίῳ ʽΜαρίου καὶ
οὗτος ἦν στρατηγόσ̓ καὶ αὐτόν τε ἀναιρεῖ καὶ τὸν Ἰέρδαν
Μάρκου Αἰμιλίου Λεπίδου καὶ Κύντου Κατούλου γενομένων ὑπάτων καὶ τῆς πολιτείας ὑπὸ
τοῦ Σύλλου πεφυλαγμένης καινοὶ πόλεμοι πανταχόθεν ἐξανέστησαν
Τὸν ἐν Μακεδονίᾳ δὲ πόλεμον Ἄππιος Κλαύδιος κατώρθωσε πολλοῖς ἔθνεσι μαχεσάμενος τοῖς
τὴν Ῥοδόπην οἰκοῦσιν. νικήσαντα δὲ αὐτὸν ἀπήγαγε τοῦ βίου νόσος.
Εἰς δὲ τὴν Παμφυλίαν Πούβλιος Σερβίλλιος ἀφικόμενος Κιλικίαν τε ὑπηγάγετο καὶ Λυκίας τὸ πλεῖστον. Φασήλιδα γὰρ καὶ Ὄλυμπον καὶ Κώρυκον προσένειμε Ῥωμαίοις: Ἰσαύροις τε ἐπελθὼν ἠνάγκασε τὴν Ῥωμαίων δέξασθαι δεσποτείαν: πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον διῆλθε: καὶ ὁδεύσας τὴν ὑπώρειαν ἐπεκλήθη διὰ τὴν νίκην Ἰσαυρικὸς ὡς δυσμαχώτατον ἔθνος νενινηκώς.
Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσκώνιος ἀνθυπατικὴν ἐξουσίαν ἔχων κατεστήσατο Σάλωνας μὲν μητρόπολιν τῆς Δαλματίας κτησάμενος, τῷ πολέμῳ δὲ ἐπιθεὶς ἔτει δευτέρῳ τέλος.
Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τοῦ Κατούλου συνύπατος τὴν
ἐμφύλιον ἐπεχείρησεν ἀνακινῆσαι στάσιν: ἀλλὰ τοῦ προσιόντος θέρους καθῃρέθη.
Καὶ Ῥώμη δὲ ἕκτον καὶ ἑβδομηκοστὸν ἐπὶ τοῖς ἑξακοσίοις ἔτος ἦν. κατὰ δὴ τοῦτον τὸν
καιρὸν ἐκτὸς μὲν Λούκιος Λούκουλλος καὶ Μάρκος Αὺρήλιος Κόττας ἦσαν ὕπατοι. Νικομήδης
δὴ ὁ Βιθυνῶν τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις. Μιθριδάτης δὲ μικρὰ τῶν
σπονδῶν φροντίσας κατὰ τῆς Βιθυνίας καὶ Ἀσίας ἔφοδον ἐμελέτησεν.
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ ὀγδόῳ τῆς πόλεως ἔτει τὰ Μακεδονικὰ μὲν
ἐπετράπη Λικιννίῳ Λουκούλλῳ ʽἀνεψιὸς δὲ ἦν Λουκούλλου τοῦ πρὸς Μιθριδάτην
πολεμοῦντοσ̓.
Ἑξακοσιοστῷ δὲ καὶ ὀγδοηκοστῷ καὶ πρώτῳ τῆς πόλεως ἔτει Κορνηλίου Λεντούλου καὶ
Γναίου Αὐφιδίου Ὀρέστου τὴν ἀρχὴν δεξαμένων οἱ δύο πόλεμοι τὴν Ῥώμην ἐνώχλουν μόνοι, ὅ
τε πρὸς Μιθριδάτην καὶ ὁ πρὸς Μακεδόνας, οἷς ἐπεστάτουν Λούκιός τε Λούκουλλος καὶ
Μάρκος Λούκουλλος:
Λούκουλλος δ̓ ἐπεξελθὼν καὶ τῆς Τιγράνου βασιλείας κατεφρόνησε καὶ τὴν μεγίστην αἱρεῖ
πόλιν
Οὕτω τῶν πραγμάτων κατὰ γῆν ἐχόντων ἐκ θαλάττης ἐκινήθη πόλεμος λῃστῶν αὐτὴν
πανταχόθεν ὡς μήτε τοῖς ἐμπόροις μήτ̓ ἄλλοις αὐτὴν εἶναι πλεῖν.
Τιγράνης δὲ παρέδωκεν ἑαυτὸν Πομπηΐω δεκάτῳ καὶ ἕκτῳ σημείῳ τοῦ στρατοπέδου ἀπέχοντος τοῦ Πομπηΐου τοῦ Ἀρταξάτου φρουρίου: καὶ τὸ διάδημα τὸ βασιλικὸν αὐτῷ προσεκόμισε καὶ προσέπεσε πρὸς τὰ γόνατα. ἀλλ̓ ἐκ μεγαλοφροσύνης ὁ Πομπήϊος τόν τε στέφανον αὖθις ἐπέθηκεν αὐτοῦ τῇ %5κεφαλῇ καὶ πάσης μετέδωκε τιμῆς μέρος τῆς βασιλείας ἀφελόμενος καὶ χρήμασι σωφρονίσας: Συρίαν μὲν γὰρ καὶ Φοινίκην %5καὶ Σωφανήνην περιέκοψεν αὐτοῦ τῆς ἀρχῆς. ἑξακισχίλια δὲ τάλαντα ἀργυρίου καταβαλεῖν ἠνάγκασε τιμωρίαν τοῦ κατὰ Ῥωμαίων ἐγχειρήματος.
Ἐκεῖθεν ὁ Πομπήϊος ἔδραμεν ἐπὶ τοὺς Ἀλβανούς: καὶ τὸν βασιλεύοντα τοῦ ἔθνους Ὀρόδην
μάχῃ νικήσας, ἔπειτα γράμμασιν ἱκετηρίοις ἐπικλασθεὶς καὶ τάξας φόρους ἐσπείσατο πρὸς
αὐτόν. καὶ μεταστὰς ἐπὶ τὸν Ἰβήρων βασιλέα τὸν Ἀρτάκην ἐκράτησε τοῖς ὅπλοις καὶ αὐτοῦ
κατέστη κύριος ἐκδόντος ἑαυτὸν τῷ νενικηκότι. τότε τὴν δευτέραν Ἀρμενίαν Δηϊοτέρῳ τῷ
βασιλεῖ τῆς Γαλατίας ἔδωκε δῶρον ὁ Πομπήϊος συμμάχῳ κατὰ τοῦ Μιθριδάτου γεγενημένῳ καὶ
Πυλαιμένῃ δὲ καὶ Ἀττάλῳ τὴν Παφλαγονίαν ἀπέδωκε τῆς αὺτῆς αἰτίας χάριν: Ἀρίσταρχον δὲ
ἔταξε βασιλεύειν Κόλχων. καὶ μετὰ ταῦτα προσπεσὼν Πετραίοις τε καὶ Ἀραβίοις καὶ
νικήσας μάχῃ
Κατὰ τοῦτον τὸν χρόνον Μάρκος Τούλλιος Κικέρων ὁ ῥήτωρ καὶ Γάϊος Ἀντώνιος ὕπατοι χειροτονηθέντες ἑξακοσιοστῷ καὶ ὀγδοηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὸν ἐμφύλιον ἔσχον πόλεμον, ὃν Σέργιος Κατιλίνας ἐξ ἐπιφανεστάτου κατιὼν γένους ἐπήγειρε φαυλότητι τρόπων χρώμενος καὶ δυσσεβῆ λαβὼν ἐπιθυμίαν τὸν τῆς πατρίδος ἀφανισμόν. τούτῳ πρὸς ταύτην τὴν ἀθέμιτον πρᾶξιν συνωμόσαντό τινες ὁμοίως μὲν ἐκείνῳ τὸ ἦθος διεφθαρμένοι, λαμπροὶ δὲ ἄλλως. τὸν μὲν οὖν Κατιλίναν ὁ Κικέρων ἐξέβαλε τῆς πόλεως, τοὺς δὲ ὁ κοινωνοὺς τοῦ τολμήματος δεσμωτηρίῳ κατακλείσας διέφθειρεν. Ἀντώνιος δὲ ὁ συνύπατος ἐπεξελθὼν ἤδη στρατοπεδευομένῳ τῷ Κατιλίνᾳ, μάχῃ ἐκράτησεν αὐτοῦ καὶ ἀνεῖλεν.
Ἑξακοσιοστῷ δὲ καὶ ἐννενηκοστῷ τῆς πόλεως ἔτει τὴν μὲν ἀρχὴν εἶχον Ἰούλιος Σιλβανὸς καὶ Λούκιος Μουρήνας. θρίαμβοι δὲ ἐψηφίσθησαν Μετέλλῳ μὲν ὑπὲρ τοῦ Κρητικοῦ πολέμου: Πομπηΐῳ δὲ τῶν πειρατῶν τε ἕνεκα καὶ Μιθριδάτου. ἐγένετο δὲ οὗτος ἐπιφανέστατος τῶν πώποτε θρίαμβος πρὸ τοῦ ἅρματος ἀγομένων τῶν τοῦ Μιθριδάτου παίδων καὶ τοῦ Τιγράνου παιδὸς καὶ Ἀριστοβούλου τοῦ βασιλέως τῆς Ἰουδαίας, χρυσοῦ τε καὶ ἀργύρου ὅσον μέγιστον εἰπεῖν προπομπεύοντος: ἅπας τότε ἡσύχαζε πόλεμος.
Τρίτῳ δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καίσαρ ὁ μετὰ ταῦτα τὴν πολιτείαν μεταστήσας
μετὰ Λουκίου Βιβούλου παρελθὼν εἰς τὴν ὑπατείαν Γάλλοις τε καὶ Ἰλλυριοῖς ἐκ
ψηφίσματος ἐπεπέμφθη μετὰ δέκα ταγμάτων, ἅπερ αὐτοὶ καλοῦσι λεγεῶνας:
Τέσσαρσι δὲ ὕστερον ἐνιαυτοῖς ʽτῆς πόλεως δὲ ἦν τοῦτο ἕβδομον καὶ ἑπτακοσιοστὸν̓
Μάρκος Λικίννιος Κράσσος ὁ τῷ Πομπηΐῳ συνύπατος γεγενημένος δεύτερον ἐπὶ τὴν ἀρχὴν
κληθεὶς ἐμαχέσατο πρὸς Πάρθους: καὶ περὶ Κάρραν τὴν πόλιν καὶ μετὰ φαυλοτέρων συμμίξας
τῶν συμβόλων παρὰ Σουρήνου ʽστρατηγὸς δὲ ἦν οὗτος Ὀρόδου τοῦ βασιλέωσ̓ ἡττᾶται: καὶ
μικρὸν ὕστερον ἐπὶ τῆς παρατάξεως πίπτει μετὰ τοῦ παιδὸς πάντα ἀρίστου καὶ
μαχιμωτάτου.
Ἐντεῦθεν ὁ ἐπάρατος καὶ πολλῶν ἄξιος ὀδυρμῶν ὁ ἐμφύλιος συνέστη πόλεμος, ὃς πρὸς τῷ
μεγέθει τῶν συμφορῶν, αἷς περιέβαλε Ῥωμαίους, καὶ τὴν πολιτείαν αὐτοῖς ἐνήλλαξεν.
Ἀλλ̓ ὁ Καίσαρ ἔρημον τὴν πόλιν εὑρὼν δικτάτωρά τε ἑαυτὸν ἐχειροτόνησε καὶ πρὸς τὰς
Ἱσπανίας ἐχώρησε καὶ νικᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηΐου.
Καὶ εἴ τις συναριθμήσειε τὰς Ῥωμαϊκὰς στρατιάς, οὐδεπώποτε εὑρήσειε τοσοῦτον πλῆθος
ἐκ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις. ὡς ὤφειλέν γε ἡ
χεὶρ αὕτη μετὰ τούτων τῶν ἡγεμόνων καθ̓ ἑτέρων χωρεῖν: ῥᾷστα γὰρ ἂν τῆς γῆς ἁπάσης
ἐβασίλευσαν.
Καταλαμβάνει τοίνυν τὴν Ἀλεξάνδρειαν ὁ Καίσαρ. ῥάπτοντος δὲ καὶ ἐπ̓ αὐτῷ τοῦ
Πτολεμαίου τινὰς ἐπιβουλάς τε καὶ ἐνέδρας ἐκινήθη πρὸς πόλεμον Καίσαρ:
Ἐπὶ τούτοις ἐπανῆκεν εἰς τὴν Ῥώμην καὶ τρίτην ἐπήγγειλεν ὑπατείαν, μᾶλλον δὲ αὐτὸς
ἑαυτὸν ἐχειροτόνησε καὶ σὺν αὐτῷ Μάρκον Αἰμίλιον Λέπιδον, ὃς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων
γεγενημένος, ὅτε αὐτὸς ἑαυτὸν δικτάτωρα κατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς συγκλήτου
φυγήν. ταῦτα πράξας ἐπὶ τῆς πόλεως τὴν Ἀφρικὴν καταλαμβάνει. ἔνθα δὴ πολλοὶ τῶν
ἐπιφανῶν ἀνδρῶν τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες
κατ̓ αὐτοῦ παρετάττοντο.
Ἐνιαυτῷ δὲ ὕστερον πάλιν εἰς τὴν Ῥώμην ὁ Καίσαρ ἐπανελθὼν τέταρτον ἑαυτῷ
πραγματεύεται τὴν ἀρχήν: καὶ πρὸς τὰς Ἱσπανίας ὁρμηθεὶς μεγίστην εὗρε παρασκευὴν
πολέμου: Πομπήϊοι γάρ, οἱ Πομπηΐου παῖδες ὅ τε Γναίος καὶ Σέξτος, πολλῇ στρατιᾷ
συμμίξαντες παρὰ μικρὸν μὲν ἦλθον νίκης, ὥστε φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν αὐτὸν
βουλεύσασθαι περὶ τῆς ἑαυτοῦ σφαγῆς: οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίκας ὑπὸ νέοις
γενέσθαι καὶ τῆς ἐκείνων χειρὸς ἕκτον καὶ πεντηκοστὸν ἔτος γεγενημένος. μεταγνοὺς δὲ
καὶ ἑαυτὸν ἀναλαβὼν κρατεῖ τῶν Πομπηϊαδῶν μάχῃ καὶ τὸν μὲν πρεσβύτερον ἀνεῖλε, τὸν δὲ
ἄλλον εἰς φυγὴν ἔτρεψεν.
Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου περιόντος πρὸς τὴν Ῥώμην ἧκε
μεγαλοφρονῶν ὡς εἰκὸς καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν
διεπράττετο: τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδούς, ὦν ὁ δῆμος ἦν ποτε κύριος,
τῇ συγκλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐκίνησεν οὖν ἐφ̓ ἑαυτὸν
συνωμοσίαν: καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα
ἐβουλεύσαντο αὐτῷ φόνον. ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο
Βροῦτοι, τὴν διαδοχὴν ἕλκοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς
ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κάσκας: σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν: ἧκε δὲ
ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ: ἐπελθόντων δὲ ἐκείνων σφάττεται: τρισὶ δὲ καὶ εἴκοσι
πληγαῖς τελευτᾷ τὸν βίον.
Ἔννατον οὗν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγήν. ἐμφύλιος
δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δέ, ὃς ἦν
συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως
πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ.
στρατεύουσι τοίνυν ἐπ̓ αὐτὸν οἵ τε ὕπατοι
Ἀντώνιος μὲν οὗν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον.
ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν,
δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ
τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείως τε
ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν: εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν
στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων: καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν
εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος:
Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες
Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.
Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα:
Οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπήϊος: ἀλλὰ κατὰ θάλασσαν ἐπελθὼν ἡττήθη τῇ
ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου γαμετὴν αὐτῷ γεγενημένην κατὰ
τὰς Καίσαρος διαλλαγὰς ἀποπέμψας εἰσηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν
Αἰγύπτου:
ἐπανελθόντα δὲ αὐτὸν ἐκ Περσῶν ὦσεν εἰς ἐμφύλιον ἡ Κλεοπάτρα μάχην ἐπιθυμίᾳ τοῦ
βασιλεῦσαι τῆς Ῥώμης. καὶ συμπλακεὶς Αὐγούστῳ κατὰ θάλατταν πρὸς τῷ Ἀκτίῳ τῆς Ἠπείρου
χωρίῳ ἧττόν τε ἔσχε καὶ καταφεύγει πρὸς τὴν Αἴγυπτον. ἀπογνοὺς δὲ τῶν πραγμάτων,
ἐπειδὴ καὶ τὴν στρατιὰν εἶδεν ἅπασαν Αὐγούστῳ προσνεμηθεῖσαν, ἑαυτὸν διεχρήσατο: καὶ ἡ
Κλεοπάτρα θάνατον ἐβούλευσε καθ̓ ἑαυτῆς ἀσπίδας προσαγαγοῦσα καὶ ταύτην ἐδέξατο τοῦ
βίου τελευτήν. οὕτω δὴ καὶ τῶν Αἰγυπτιακῶν ἐγένετο πραγμάτων Αὔγουστος κύριος ἐπέστησέ
τε ἄρχοντα τῇ χώρᾳ Γάϊον Κορνήλιον Γάλλον: ὑπὸ τοῦτον δὲ πρῶτον ἄρχοντα Ῥωμαίων οἱ
Αἰγύπτιοι ἐτέλεσαν.
Παύσας δὴ πάντα πανταχοῦ πόλεμον Αὔγουστος εἰς τὴν Ῥώμην ἐπανῆκε δωδεκάτῳ μὲν ἐκ τῆς
ὑπατείας ἔτει, δευτέρῳ δὲ καὶ τριακοστῷ τῆς ἡλικίας. τέσσαρσι καὶ
τεσσαράκοντα, οἷς μόνος οὗτος ἔσχε τὴν ἀρχὴν χρόνοις. δημαγωγός τε γὰρ πάντων
ἄριστος ἦν καὶ μεγαλόδωρος εἰς ἅπαντας καὶ πιστότατος τοῖς φίλοις: τὰς τιμάς τε
ἀφθονώτατα παρεῖχεν ὡς ἐξισοῦν ἐθέλειν ἑαυτῷ τοὺς τούτων ἀξίους.
Ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ̓ αὐτὸν ὑπὸ τῶν ἐμφυλίων καθαρθέντα
πολέμων. καὶ προσετέθη τοῖς ὑπακούουσιν Αἴγυπτός τε καὶ Κανταβρία, Δαλματία τε ἐπὶ
τούτοις: ἡττηθέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ̓ αὐτοῦ μόνον: Ἰλλυριοί
τε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Σάλασσος πρὸς τοῖς ὄρεσι
τοῖς Ἀλπείοις ἡ Ποντική τε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόσπορός τε καὶ
Παντικάπαιον: καὶ μὴν Δάκες τε καὶ Γερμανοὶ μάχαις νικηθέντες πολλαῖς ἀπῳκίσθησαν ὑπὲρ
τὸν Ἄλβιν ποταμόν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω τοῦ Ῥήνου. κατώρθωσε δὲ
τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου
ʽπρόγονος δὲ αὐτῷ καὶ οὗτος ἦν̓, ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων
ἤχθησαν, ἀπῴκισέ τε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας
ἀφελόμενος
πρὸς αὐτὸν καὶ Ἰνδοὶ πρεσβείαν ἔστειλαν, οὔπω πρότερον τὴν Ῥωμαϊκὴν βασιλείαν οὐδὲ
ἀκοῇ δεδεγμένοι.
Ἀλλ̓ ὁ Τιβέριος ῥαθυμίᾳ τε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ: ἡδοναῖς τε
ἐξέδωκεν ἑαυτὸν πολέμου μὲν οὐδεγὸς μετασχών, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους
ληγάτους ἐκπέμπων.
Καὶ δέχεται τὴν βασιλείαν Γάϊος Καίσαρ, ᾧπερ ἦν ἐπώνυμον Καλιγούλας, Δρούσου τε
ἀδελφιδοῦς καὶ αὐτοῦ Τιβερίου, παμμίαρος καὶ πάσης πέρα συμφορᾶς,
Μετὰ τοῦτον βασιλεύει Κλαύδιος: ὃς ἦν μὲν θεῖος τοῦ Καλιγούλου, Δρούσου δὲ
παῖς, οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε μετριότητι μὲν
πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα. ἔζησεν ἔτη τέσσαρα καὶ ἑξήκοντα βασιλεύσας τέσσαρας ἐνιαυτοὺς καὶ δέκα,
καθιερώθη τε μετὰ τελευτὴν καὶ προσηγορεύθη θεός.
Καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονώς, παριὼν
δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον: τήν τε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν Ῥωμαϊκῶν
ἐμείωσε δικαίων. οὕτω δὲ ἐδούλευεν ἡδοναῖς ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδεσθαι δαπάνης:
ἐνελούετο μὲν γὰρ μύροις θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν
δίκτυά τε κατασκευάσας ἐκ χρυσοῦ τε καὶ ἀλουργίδος τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο.
ἐγένετο. κατεστήσατό
γε μὴν ἐπαρχίας τόν τε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν
συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος,
ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.
Ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ
πολέμιος ἀπεφάνθη καὶ καταλειφθεὶς ὑπὸ τῶν δορυφόρων τε
Μετὰ τοῦτον βασιλεύει Σέρβιος Γάλβας ἐκ τῶν πορρωτάτω προγόνων ἐπιφανὴς καὶ τῆς
συγκλήτου τῆς Ῥωμαϊκῆς ἐπισημότατος, ἔτη γεγονὼς τρία καὶ ἑβδομήκοντα. ἤγαγον δὲ αὐτὸν
ἐπὶ τὴν ἀρχὴν οἱ Ἱσπανοί τε καὶ Γάλλοι: καὶ μετὰ τὴν ἐκείνων ἀνάρρησιν ὁ πᾶς
κατηκολούθησε στρατὸς θαῦμα ἔχων αὐτοῦ τῆς ἀρετῆς ἁπάσης,
Βασιλεύει δὲ μετ̓ αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ
τοῦ μητρώου,
Βιτέλλιος οὗν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς
τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων: ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ
κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος.
Διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς ἐπὶ τῆς Παλαιστίνης ἀναρρηθείς, γένει μὲν οὐ
λαμπρός, ἀρετὴν δὲ οἷος τοῖς σφόδρα ἀρίστοις συμφέρεσθαι: καὶ δόξαν ἀεὶ δήποτε
μεγίστην ἐπὶ μεγίστοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατηγῶν,
ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τριάκοντα μάχαις τήν τε Γερμανῶν καὶ Βρεττανῶν
ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλεις τε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν
μεγίστην τῶν Βρεττανικῶν νήσων τὴν Βέκτην.
Πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρός τε τοὺς κατηγοροῦντας
ῥήτοράς τε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν: τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς
ἦν ἀκριβὴς πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστροφαῖς: καὶ τοιοῦτος ἦν ἐπὶ τῆς
βασιλείας. θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδός.
Μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς ὁμώνυμος μετὰ τὴν τοῦ πατρὸς
τελευτὴν γενόμενος τῷ πατρί, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. τὸ πλῆθος γοῦν
αὐτὸν Κοινὸν Ἔρωτα προσηγόρευεν. ἦν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ
τὴν χεῖρα πρὸς μάχας, ἐν οὐδενὶ δὲ τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. ἠγώνιστο δὲ καὶ
τοὺς ἐν δικαστηρίοις ἀγῶνας καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι
φωνῇ συνθεῖναι:
Ἐτελεύτησε δὲ ὑπ̓ ἀρρωστίᾳ ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ
μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύσας, προβὰς εἰς ἡλικίαν
Συνηριθμήθη δὲ τοῖς θεοῖς τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας
Δομετιανόν. ὃν Νερωνα ἤ Καλιγούλαν ἤ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι, τοσοῦτον ἔσχε
πρὸς αὐτοὺς τὸν ζῆλον οὔτε τοῦ πατρὸς οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. ἀλλ̓ ἐν
προοιμίοις μὲν τῆς βασιλείας μετριότητός τινος ἐπεμελήθη, κατὰ μέρος δὲ αὔξων τὴν
πονηρίαν εἰς πᾶν προῆλθεν ἡδονῶν τε καὶ θυμοῦ καὶ ὠμότητος καὶ ταῦτα ἐνίκα τῇ
πλεονεξίᾳ: μίσος οὖν ὡς εἰκὸς ἠκολούθει μέγιστον ὥστε τῶν πατρῴων τε καὶ ἀδελφικῶν
ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν.
Τῆς μὲν οὖν πόλεως ἦν ὀκτακοσιοστὸν καὶ πεντηκοστὸν ἔτος, τὴν ὑπάτων δὲ εἶχον ἀρχὴν
Βετέριός τε καὶ Οὐάλης. τότε τοίνυν ἀνέθηλε τὰ τῆς Ῥώμης πράγματα θαυμαστῶν ἐπιτυχόντα
βασιλέων. Δομετιανοῦ γὰρ ἀπελθόντος ἐξ ἀνθρώπων τοῦ πονηρίᾳ πάντας ὑπερβαλλομένου
διεδέξατο τὴν ἀρχὴν ἀνὴρ ἰδιώτης, ἄριστος δὲ καὶ τῶν πολεμικῶν ἐπιστήμων Νέρβας, εἰ
καὶ ἧττον περιφανῶν πατέρων, πρεσβύτης ἤδη, παρελθὼν εἰς αὐτὴν σπουδῇ Πετρωνίου
Σεκούνδου καὶ Παρθενίου:
Φέρουσι τοίνυν τὴν βασιλείαν ἐπὶ τὸν πεποιημένον αὐτῷ Τραϊανόν, Ἰταλικοῦ μὲν γένους,
τεχθέντα δὲ ἐν Σπανίαις. πρόγονοι δὲ αὐτῷ λαμπρὰν μὲν οὐ κατῆγον τὴν διαδοχήν, τιμὰς
δὲ ὧν διετύγχανον ἐξ ἀρετῆς ἐσχηκότες: ὁ γοῦν πατὴρ αὐτῷ τῶν ὑπατικῶν ἦν. οὗτος
στρατηγὸς μὲν ἐγένετο τοῦ πρὸς Γάλλους πολέμου στάντος ἐν Ἀγριππίνῃ. βασιλεύων δὲ ὁ
Τραϊανὸς οὕτω προέστη τῶν πραγμάτων ὡς εἰκότως ἃν πάντων προτιμηθῆναι τῶν
βασιλευσάντων. δημαγωγὸς γὰρ ἦν ἄριστος κἂν ταῖς μάχαις ἀνδρειότατος.
Τὴν Ἀρμενίαν τε ἀνεκτήσατο παρὰ Πάρθων Ἀλμάτας τε ὑφ̓ ἑαυτῷ κατέστησε τὸν
Φατόσιριν ἀνελών, ὃς ἐτυράννει τοῦ ἔθνους Ἀλβανοῖς τε αὐτὸς ἔδωκε βασιλέα: Ἰβήρων τε
καὶ Σαυροματῶν καὶ τῶν ἐν Βοσπόρῳ, ἔτι δὲ Ἀραβίων καὶ Ὀσδροηνῶν τοὺς βασιλεύοντας
ὑποσπόνδους ἐποιήσατο. καὶ μὴν καὶ Καρδουηνῶν καὶ Μαρκομήδων καὶ τὴν Ἀνθεμουσίαν,
χωρίον Περσῶν εὐρύ τε καὶ εὔγαιον, Σελεύκειάν τε καὶ Κτησιφῶντα καὶ Βαβυλῶνα
προσεκτήσατο. Μεσσηνίους τε μάχῃ
Τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν: οὔτε
γὰρ πλέον οὔτε ἔλαττον εἶχεν ἕτερος ἑτέρου: οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους
καθηκόντων, ὥστε συνήθως παῤ αὐτοὺς φοιτᾶν ἢ νόσῳ κατακεκλιμένους ἢ καὶ προσηγορίας
μόνης χάριν. ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο
ἀμοιβαίοις τε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν: ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων
τὸν βασιλικὸν ἀπολιπὼν δίφρον. οὐδενί τε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην οὐδὲ
ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προσθήκης. φιλοδωρότατός τε ἦν δημοσίᾳ τε καὶ ἰδίᾳ καὶ
περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώτατος. πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις:
οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν ὁ λόγος. καὶ τὰς πόλεις
ἀτελείας ἠξίου. κεφάλαιόν τε τῆς ἡμερότητός τε αὐτοῦ καὶ φιλανθρωπίας, παρὰ πάντα τὸν
τῆς βασιλείας χρόνον εἷς βουλευτὴς ὑπέμεινε θάνατον τῆς συγκλήτου τὴν ψῆφον
ἐπαγαγούσης ἀγνοοῦντος τοῦ βασιλέως. τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος
ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.
Καὶ γὰρ δὴ κἀκεῖνο περὶ αὐτοῦ φασιν, ὅτι δή τινων αὐτοῦ τὴν πολλὴν κοινότητα
καταμεμφομένων ἀπεκρίνατο χρῆναι τὸν βασιλέα τοιοῦτον εἶναι πρὸς τοὺς ἰδιώτας, οἷον
ἰδιώτης ἄν τις εὔξαιτο τὸν βασιλέα περὶ αὑτὸν εἷναι. Εὐτυχέστερος Αὐγούστου, τοῦ
Τραϊανοῦ βελτίων.
καὶ τὴν εἰκόνα ταύτην ποιοῦνται κόσμον οἱ κολακεύοντες ἢ κατὰ
ἀλήθειαν ἐπαινοῦντες.
Παρὰ τούτου τῆν βασιλείαν Ἀδριανὸς ἐδέξατο Τραϊανοῦ μὲν οὔτε βουληθέντος οὔτε
ἐντειλαμένου, τῆς δὲ ἐκείνου γαμετῆς Πλωτίνης καταπραξαμένης: οὐδὲ γὰρ ἀνεψιδοῦν ὄντα
αὐτὸν εἰσεποιήσατο Τραϊανός. προγόνων δὲ ἦν καὶ οὗτος Ἰταλῶν,
Εἰρήνης γε. μὴν καὶ ἡσυχίας πολλὴν ἐποιήσατο πρόνοιαν πλὴν μιᾶς μικρᾶς τε καὶ ἀσήμου
μάχης, ἣν δἰ ἑνὸς τῶν ἀρχόντων συνεκρότησε. περιῆλθε δὲ τὴν βασιλευομένην ἅπασαν: καὶ
τοῖς οἰκοδομήμασι πολλὴν εἰσήνεγκε σπουδήν. γλώττῃ τε τῇ Ἰταλῶν καὶ Ἑλλήνων ἐπίσης
ἐξέλαμψε.
Ἐβασίλευσε τοίνυν αὐτὸς οὗτος Ἀντωνῖνος Φούλβιος, ὃς καὶ Βοϊώνιος ἐπεκλήθη καὶ Πίος,
ἐκ γένους τε κατιὼν λαμπροῦ, τόγε εἰς τοὺς ἐγγὺς προγόνους, παλαιότητα γὰρ οὐκ εἶχε
διεγνωσμένην. δικαίως τ̓ ἂν ἐξισωθεὶς τῷ Νουμᾷ Πομπιλίῳ, ὥσπερ οὖν καὶ Τραϊανὸς
Ῥωμύλῳ.
Μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφανῶν καὶ οὗτος πατέρων: τὸ γὰρ
δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ
βασιλικοῦ σπέρματος κατιούσης: Σολεντῖνος γὰρ ἦν βασιλεύς τις, ὁ ταύτης προπάτωρ. καὶ
συνεβασίλευσεν αὐτῷ Λουκίος Ἀντωνῖνος Οὔηρος.
Συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια ἄλλη τε καὶ ἡ ἀπὸ τοῦ γάμου. ὁ γὰρ Ἄννιος Ἀντωνῖνος
Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρί. ἐκείνος δὲ ἐπ̓ ἀνεψιᾷ
κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ.
Μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρκος, οὖ θαῦμα μόνον ἄξιον
ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. ἐκ πρώτης γὰρ ἡλικίας ἥμερός τε ἐγένετο καὶ γαληνὸς
ἰδεῖν ὥστε μηδὲ παιδὸς ὄντος ἡδονὴν ἢ λύπην κατακρατῆσαι μηδ̓ ἐξ ἑτέρου τούτων αὐτοῦ
τὸ πρόσωπον ἀλλοιότερον φανῆναι. φιλοσοφίας τε ἦν ἐραστὴς ὑπὸ τοῖς Στωϊκοῖς
πεπαιδευμένος ὥστε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν
γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον
Διδασκάλῳ δὲ ἐχρῆτο τῆς φιλοσοφίας μὲν Ἀπολλωνίῳ τῷ Χαλκηδονίῳ, ῥητορείας δὲ
Ἑλληνικῆς μὲν Χαιρωνεῖ τῷ Πλουτάρχου συγγενεῖ, τῆς Ἰταλῶν δὲ Φρόντωνι τῷ τότε ἀρίστῳ
ῥητόρων. ἐγένετο δὲ πάντων μάλιστα τῶν βασιλευσάντων τῆς ἰσότητος ἐραστὴς πρὸς
οὐδεμίαν ὑπεροψίαν ἀρθείς: καὶ μεγαλόδωρος δὲ ἦν καὶ τὰ τῶν ὑπηκόων ἐκ φιλαγαθίας
διῳκεῖτο.
Καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων ὅμως προσεκαθέσθη τε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ
συνηττηθέντων Μαρκομάννοις Κουάδων τε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σουήβων καὶ
πάντων τῶν αὐτόθι βαρβάρων: πανστρατιᾷ τε γὰρ αὐτοὺς ἀνεῖλε καὶ τοὺς Παίονας
ἠλευθέρωσε δουλείας. ἐθριάμβευσέ τε ἐπὶ τῆς Ῥώμης μετὰ Κομόδου τοῦ παιδὸς Καίσαρα
χειροτονήσας αὐτὸν Κόμοδόν τε Ἀντωνῖνον προσειπών. τοῖς
ἐπιφανεστέροις κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας
ὁμοίᾳ περιβάλλειν στολῇ μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντα.
Ἐπεὶ οὕτως ἦν ἀφθονώτατος, μεγαλοψυχίαν ἐπεδείξατο τοσαύτην, ὥστε νικητηρίους ἄγων
ἑορτὰς ἐν ταῖς πρὸς τὰ θηρία τῶν ἀνδρῶν μάχαις ἑκατὸν ἅμα λέοντας ὑπὸ τοῖς θεαταῖς
ἀνεῖλεν.
Παραπέμψας τῷ παιδὶ τὴν βασιλείαν Λουκίῳ Ἀντωνίνῳ Κομόδῳ, μήτε κτησαμένῳ τι τῆς πατρῴας ἀρετῆς μήτε ἐπιδειξαμένῳ: πλὴν ὅτι πρὸς Γερμανοὺς καὶ οὗτος ἔσχεν εὐτυχῆ πόλεμον. ἐπεχείρησε μέντοι τὸν μῆνα τὸν κατὰ Ῥωμαίους Νοέμβριον ἐπώνυμον ἑαυτῷ ποιῆσαι Κόμοδον: οὐ μὴν ἐδυνήθη. τρυφαῖς δὲ καὶ ἀσελγείαις κατὰ μικρὸν διαφθειρόμενος εἰς τοῦτο προῆλθεν ἀτοπίας, ὥστε καὶ ἐν τῷ μονομαχικῷ σταδίῳ καὶ μετὰ ταῦτα ἐν δημοτελεῖ θέᾳ κατὰ τὸ καλούμενον ἀμφιθέατρον διαγωνίσασθαι πρὸς τοὺς αὐτόθι ἐπιδεικνυμένους. θάνατος δὲ ἐξαπίναιος ἐπελθὼν αὐτῷ δόξαν ἤνεγκε τοῖς πολλοῖς, ὡς ἀγχόνῃ τις αὐτὸν ἢ φαρμάκῳ καί τισι μαγγανείαις ὑπεξαγάγοι τοῦ βίου: δώδεκα δὲ ἐξεπλήρωσε βασιλεύων ἐνιαυτοὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον καὶ μῆνας ὀκτώ, παρὰ πάντων ὁμοίως κοινὸς ἐχθρὸς καὶ μετὰ τὸν θάνατον ὀνομαζόμενος.
Μετὰ τοῦτον ἐβασίλευσε Περτίναξ, ἀνὴρ εἰς γῆρας ἤδη προβεβηκὼς ἑβδομήκοστόν τε ἄγων τῆς ἡλικίας ἔτος. ὕπαρχος δὲ τῆς Ῥώμης ἦν, ὅτε παρῆλθεν εἰς τὴν βασιλείαν δόγματι τῆς συγκλήτου πάσης ἀναρρηθείς. ἀλλ̓ ὀγδοηκοστῇ τῆς βασιλείας ἡμέρᾳ στρατιωτῶν αὐτὸν ὑπεξήγαγε στάσις τῶν καλουμένων πραιτωριανῶν.
Ἰουλιανὸς δὲ ἦν ταύτην ἐγείρας τὴν στάσιν, ὃς καὶ τὴν βασιλείαν ἥρπασεν, ἐπιφανὴς μὲν καὶ νόμους ἐξησκημένος: Ἰουλιανοῦ γὰρ ἔκγονος ἦν, ὃς τὸ διηνεκὲς διάταγμα τοῖς Ἀδριανοῦ χρόνοις συνέταξεν, ὃ μέχρι νῦν Ἀδριάνιον καλεῖται κατὰ τὴν τῶν Ἰταλῶν φωνὴν ἤδικτον περπέτουον. ἀλλ̓ εὐθὺς ἀνῃρέθη πρὸς τῇ γεφύρᾳ τῇ καλουμένῃ Μουλβίᾳ σφαγὴν ἐν αὐταῖς δεξάμενος ταῖς βασιλείοις αὐλαῖς.
Καὶ δέχεται τὴν βασιλείαν Σεπτίμιος Σευῆρος Ἄφρος ἐκ τῆς Τριπολιτικῆς καλουμένης
ἐπαρχίας: πόλις δὲ ἦν αὐτῷ Λέπτις. μόνος δὲ οὗτος ἐξ Ἀφρικῆς ἐπὶ τὴν τῶν ὅλων παρῆλθεν
ἐπιτροπήν: καὶ οὔτε πρότερον ἡ μνήμη παραδέδωκεν οὔτε μετὰ ταῦτα ἑξῆς ἐκεῖθεν
βεβασιλευκότα.
Σευῆρος δὲ ἦν μὲν ἐν τούτοις λαμπρός, οὐχ ἧττον δὲ ἐν τοῖς πολιτικοῖς: φιλοσοφίας τε
γὰρ ἐξήσκητο πρὸς ἄκρον καὶ τῶν ῥητόρων ἁπάντων ὑπερεῖχεν. ὕστατόν τε πόλεμον πρὸς
Βρεττανοὺς συγκροτήσας τάς τε πόλεις ἀνεκτήσατο καὶ τὰς ἐπαρχίας ἀσφαλιζόμενος χάρακα
περιέβαλεν ἐπὶ δύο καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν σημείοις ἐκτείνας αὐτὸν πρὸς
θάλασσαν. ἐπὶ τούτοις τοῖς ἔργοις ἐτελεύτησεν ἐν Ἐβοράκῳ πρεσβύτης βασιλεύσας ἓξ καὶ
δέκα ἐνιαυτοὺς καὶ μῆνας τρεῖς
Ἀντωνῖνος τοίνυν προσλαβὼν καὶ τὴν τοῦ Καρακάλου προσωνυμίαν τῷ πατρὶ πρὸς ἅπαντα
κατηκολούθησε τὸ πρῶτον, προϊὼν δὲ ἐχώρησέ τε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς
ὑπερβολήν. τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρόν, ὅπερ εἰς τόδε Ἀντωνινιανὸν καλεῖται. ἄλλο
δὲ ἄξιον μνήμης οὔτε εἶπεν οὔτε ἔπραξεν οὐδέν, ἀλλ̓ ἡδοναῖς τε ἐδούλευσεν, ὥστε καὶ
τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γαμετήν.
Καὶ βασιλεύει μετ̓ αὐτὸν Ὀπίλιος Μακρῖνος ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς καὶ μετέσχεν ἁλουργίδος ὁ παῖς αὐτοῦ Διαδούμενος. ἔπραξε δὲ οὐδὲ οὗτος μνήμης ἄξιον οὐδὲν τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. ἀνεῖλε δὲ ἀμφοτέρους στρατιωτικὴ στάσις.
Δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος Ἀντωνῖνος Ἀντωνίνου Καρακάλου
παῖς ὢν, ὡς ὑπείληπτο, ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιογαβάλου. οὗτος ἐπὶ χρηστῇ τοῦ
δήμου προσδοκίᾳ τὴν Ῥώμην καταλαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. αἰσχρὸν γὰρ καὶ
ἐπονείδιστον μετελθὼν βίον μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη: καὶ ἡ
μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.
Ἐντεῦθεν ἦλθεν ἐπὶ βασιλείαν Ἀλέξανδρος, Καῖσαρ μὲν ὑπὸ τῆς στρατιᾶς ἀναρρηθείς,
Αὔγουστος δὲ ὑπὸ τῆς συγκλήτου κομιδῆ νέος. οὗτος εὐθὺς ἐπὶ Πέρσας ἐστράτευσε καὶ τὸν
βασιλέα Αρσὴν μετὰ πολλῆς ἐνίκησε τῆς εὐκλείας. φοβερός τε ἐγένετο τῷ στρατῷ, ὥστε
ἀτάραχον αὐτὸν ἐν πολλῷ διαμεῖναι χρόνῳ: ἐπειδὴ γοῦν τινα τῶν ταγμάτων ἐπήρθη πρὸς
στάσεις, ἐκόλασέ τε καὶ τοὺς ἐν
Μεταλλάξαντος τοίνυν Ἀλεξάνδρου τὸν βίον ἐβασίλευσε Μαξιμιανός, πρῶτος οὗτος αἱρεθεὶς καὶ μόνῃ τῇ τῶν στρατιωτῶν ψήφῳ τῆς συγκλήτου μὴ συμψηφισαμένης, ὅπουγε οὐ συνηριθμεῖτο τῇ γερουσίᾳ. ἐπαγαγὼν δὲ Γερμανοῖς πόλεμον καὶ κρατήσας αὐτῶν ἐκ πολλοῦ τοῦ περιόντος καὶ προσαγορευθεὶς Ἰμπεράτωρ ʽὃ νῦν μὲν τῶν βασιλέων ἐστὶν ὄνομα, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν̓ ἀνῃρέθη τῆς Ἰταλίας ἐντὸς ἐν Ἀκυληΐᾳ τῇ πόλει Πουπιήνου τὴν σφαγὴν ἐπαγαγόντος: συνανῃρέθη δὲ αὐτῷ καὶ ὁ παῖς νήπιος κομιδῆ κοινωνήσας τῷ πατρὶ τῆς βασιλείας τρισὶν ἔτεσι καὶ ἡμέραις ὀλίγαις.
Μετὰ τοῦτον τρεῖς ἅμα γίγνονται βασιλεῖς, Πουπίηνός τε ὁ τὸν φόνον ἐργασάμενος καὶ
Βαλβῖνος καὶ Γορδιανός, οἱ μὲν ἐξ ἀφανοῦς καὶ ἀσήμου γένους, Γορδιανὸς δὲ ἐξ ἐπιφανῶν
προγόνων: Γορδιανὸς γὰρ ἧν αὐτῷ πατὴρ οὕτω λαμπρὸς ὥστε Μαξιμιανοῦ βασιλεύοντος, ὃν ὁ
Πουπίηνος διεχρήσατο, ἐπὶ τῆς Ἀφρικῆς ἀνθυπατικὴν αὐτὸν ἔχοντα στρατιὰν κληθῆναι ἐπὶ
τὴν βασιλείαν.
Φίλιππος δὲ σὺν τῷ παιδὶ φιλίππῳ τῆς βασιλείας ἐπελάβετο καρπὸν τοῦτο ποιησάμενος τοῦ
φόνου. καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ
Καὶ παρῆλθεν εἰς τὴν ἐξουσίαν Δέκιος ἐκ Παιόνων κατάγων ἀπὸ Βουδαλίας τῆς πόλεως τὸ γένος. κινηθέντος δὲ ἐμφυλίου πολέμου τούτου μὲν ἐκράτησε μάχῃ, τὸν δὲ παῖδα τὸν ἑαυτοῦ Καίσαρα παρεσκεύασεν ἀναρρηθῆναι. λουτρόν τε κατὰ τὴν Ῥώμην κατεσκεύασεν ἐπώνυμον ἑαυτῷ. καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς ἅμα τῷ παιδὶ κατέλυσε τὸν βίον ἐν μέσοις τοῖς βαρβάροις ἀναιρεθέντες καὶ τῆς τῶν θεῶν ἔτυχον ἀμφότεροι τιμῆς.
Διαδέχεται δὲ τὴν βασιλείαν Γάλλος Ὁστιλιανὸς καὶ ὁ τούτου παῖς Βουλουσιανός. τυραννήσαντος δὲ ἐν Μυσοῖς Αἰμιλιανοῦ στρατεύουσιν ἀμφότεροι. καὶ ἀναιρεθέντες ἐν Ἰντεράμνοις τῆς ἀρχῆς οὐδεμίαν οὐδενὶ κατέλιπον μνήμην. τῆς δὲ ἐπ̓ αὐτῶν γενομένης συμφορᾶς πολὺ γέγονεν ὄνομα λοιμῶν καὶ νόσων ποικίλων τότε σχεδὸν ἅπαν τὸ βασιλευόμενον διαφθειράντων.
Μετὰ τούτους Αἰμιλιανὸς οὐκ ἔχων ἑαυτὸν ἀνενεγκεῖν ἐπὶ λαμπροὺς προγόνους, μᾶλλον δὲ ἐξ ἀσήμων πάντη γεγενημένος τρισὶ μησὶν ὅλοις βασιλεύσας ἐτελεύτησε.
Τότε τοίνυν Οὐαλεριανὸς μὲν περὶ τὰς Ῥητίας καὶ Νωρικὸν διατρίβων ὑπὸ τῆς στρατιᾶς
ᾑρέθη στρατηγὸς καὶ μετ̓ οὐ πολὺ βασιλεύς. Γαλλιῆνος δὲ ἐπὶ τῆς Ῥώμης ὑπὸ τῆς
συγκλήτου πρὸς τὴν ἀρχὴν ἐκλήθη. συνέβη δὲ τὴν τούτων βασιλείαν ὀλεθριωτάτην γενέσθαι
δυστυχίᾳ τῶν ἡγεμόνων ἢ ʽτὸ ἀληθέστερον̓ ἀσθενείᾳ. Γερμανοὶ μὲν γὰρ ἐν μέσαις ταῖς
Ἰταλίαις ἐστρατοπεδεύσαντο καὶ τῆς Ῥαβέννης αὐτῆς ἄχρι προῆλθον. Οὐαλεριανὸς δὲ ἐν τῇ
μέσῃ τῶν ποταμῶν Πέρσαις μαχόμενος ὑπὸ Σάπωρος τοῦ Περσῶν βασιλέως ἑάλω καὶ
κατεγήρασεν ἐν αἰχμαλωσίᾳ.
Γαλλιῆνος δὲ νέος ἐπὶ τὰ πράγματα παρελθὼν τὸν μὲν πρῶτον χρόνον ἀνδρείαν τε
ἐπεδείξατο καὶ τὴν τύχην εἶχε συλλαμβανομένην ἐν μάχαις Γάλλων τε καὶ Ἰλλυριῶν
κρατήσας Γέννυόν τε τυραννήσαντα ἀνελών, προβαινούσης δὲ αὐτῷ τῆς ἡλικίας μετέβαλε καὶ
τὴν γνώμην καὶ τὸν βίον ἐκ μὲν ἡμερότητος εἰς ὠμότητα μεταστάς, ἐκ σεμνότητος δὲ εἰς
ἅπασαν ἡδονῶν ἀτοπίαν:
Ἀπεγνωσμένων δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης
Ποστούμιος ἐν Γάλλοις ἀφανὴς τὸ ἐκ πατέρων περιθεὶς ἑαυτῷ τὴν ἁλουργίδα δέκα τῶν
πραγμάτων ἐνιαυτοὺς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο πολλὴν ἀρετὴν
ἐνδειξάμενος: πολλά τε κατώρθωσεν ἄν, εἰ μὴ τάραχος αὐτὸν στρατιωτικὸς ἀνεῖλεν
αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογοντιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίῳ
Αἰλιανῷ συνεπολέμησε, μετὰ τὴν νίκην οὐκ ἐπέτρεψε πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς
πόλεως γενέσθαι τῶν νενικηκότων. γάμοις ἐπιβουλεύων. τοῦτο γοῦν
αὐτὸν καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βίου δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος δούλου
τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος: τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.
Καὶ μετῆλθεν εἰς Τέτρικον ἡ βασιλεία τῆς Ακυτανίας ἔχοντα τὴν ἡγεμονίαν τοῦ στρατοῦ
τὴν ψῆφον ἐπ̓ αὐτὸν ἀγαγόντος. περιεβάλλετο μὲν οὖν ἐν Βουρδιγάλλοις τὴν ἁλουργίδα,
ταραχὰς δὲ ὑπέμεινε στρατιωτικὰς πολλάς τε καὶ μεγάλας. ταύτης οὔσης ἐν Γάλλοις τῆς
καταστάσεως ἐν τοῖς ἑῴοις Ὀδέναθος μετατιμηθεὶς
Καὶ οὕτως δὴ τοῦ Γαλλιήνου τὴν ἀρχὴν ἐκλιπόντος ἐν μὲν τοῖς ἑσπερίοις Ποστούμιος, ἐν
δὲ τοῖς ἑῴοις Ὀδέναθος τὰ πράγματα διεφύλαξεν. ἀλλ̓ ὁ μὲν Γαλλιῆνος ἀνῃρέθη καὶ
Οὐαλεριανὸς ὁ ἀδελφὸς ὁ τούτου τῆς τοιαύτης τελευτῆς ἐγένετο κοινωνὸς ἐννάτῳ τῆς
βασιλείας ἔτει.
Ἐψηφίσατό τε Κυντίλλῳ τῷ τοῦ τεθνηκότος ἀδελφῷ τὴν βασιλείαν
συμψηφισαμένης καὶ τῆς στρατιᾶς ἁπάσης: καὶ τῆς τε κρίσεως οὐ διήμαρτον οἱ ἑλόμενοι:
ταῖς γὰρ ἀρεταῖς ἁπάσαις οὐ μόνον εἰς ἴσον ἦλθεν, ἀλλὰ καὶ παρῆλθε τὸν ἀδελφόν:
στρατηγὸς δὲ πρότερον αἱρεθεὶς μετὰ ταῦτα καὶ βασιλεὺς ἀνερρήθη. ἀλλὰ καὶ οὗτος
ἑπτακαίδεκα ὕστερον τῆς βασιλείας ἡμέραις ἀνῃρέθη.
Τότε λοιπὸν Αὐρηλιανὸς ἐπὶ τὰ πράγματα παρῆλθεν ἐκ τῆς Δακίας τῆς καλουμένης
Ῥιπενσίας ἕλκων τὸ γένος, δυνατώτατος μὲν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις, μικρόψυχος
δὲ ἐν τοῖς πολιτικοῖς πράγμασιν. οὗτος τοὺς μὲν περὶ τὸν Ἴστρον βαρβάρους ἐνίκησε μάχῃ
καὶ τοὺς Ῥωμαϊκοὺς ὅρους ἐξέτεινε κατὰ τὸ σχῆμα τὸ πρότερον: ἐκράτησέ τε Τετρίκου μὲν
ἐν Γάλλοις αὐτοῦ προσαγαγόντος αὑτόν τε καὶ τὸ στρατόπεδον: ἐπειδὴ γὰρ οὐκ ἔφερε
συνεχῶς αὐτῷ ἐπανισταμένων, μεθ̓ ἡδονῆς ἐδέξατο τὴν Αὐρηλιανοῦ δεσποτείαν. φασὶ γοῦν
αὐτὸν γράμμασι λαθραίοις παρακεκληκέναι τὴν ἀρχὴν ὑποδέξασθαι καὶ τὸ ἔπος ἐνθεῖναι
τοῖς γράμμασιν, ὃ πεποίηκεν ὁ Βεργίλλιος ἐκ προσώπου Παλινούρου πρὸς τὸν Αἰνείαν
ἐξάρπασόν με τούτων ἀήττητε τῶν κακῶν
.
Κατὰ τούτους τοὺς χρόνους οἱ τὸ νόμισμα διοικοῦντες ἐξ ἀργύρου τε καὶ χρυσίου καὶ μὴν καὶ τὸν χαλκὸν μορφοῦντες εἰς δηνάριον ἐξανέστησαν εἰς στάσιν, ὥστε καὶ συγκροτῆσαι πόλεμον καὶ εἰς χεῖρας ἐλθεῖν: αἰτίαν δὲ ἔσχεν ὁ θόρυβος τὴν περὶ τὸ νόμισμα ῥᾳδιουργίαν. κρατήσας δὲ αὐτῶν Αὐρηλιανὸς πολλῇ μετὰ τὴν νίκην ὠμότητι κατεχρήσατο. πολλοὺς δὲ καὶ ἐκ τῶν τῆς γερουσίας ἀνεῖλε φονῶν ἀεί, ὥστε μῖσος μὲν αὐτῷ τεχθῆναι πολὺ μὴ μὴν ἄχρηστον πάντη γενέσθαι τὴν ὠμότητα, τῶν πολλῶν ἐκ τούτου πρὸς τὸ δέον ἀφικνουμένων, πλὴν ὅτι καθάπερ ἔκ τινος μελέτης οὐδὲ τῶν ἀδελφιδῶν ἐφείσατο.
Αὐτὸς καὶ τὴν πόλιν ὀχυρωτέροις περιέβαλε τείχεσι καὶ ναὸν ᾠκοδόμησεν Ἡλίῳ πλοῦτόν τε
ἐναπέθετο τῷ ναῷ πολὺν ἐκ χρυσοῦ τε καὶ λίθων τιμίων. ἃς μέντοι κατεστήσατο πόλεις
Τραϊανὸς ὑπὲρ τὸν Ἴστρον, οὐκ ἐβουλήθη μέρος εἶναι τῆς ἀρχῆς: οὐ γὰρ ἤλπισε δύνασθαι
μένειν αὐτὰς ὑπὸ τοῖς Ῥωμαίοις τῶν προβεβλημένων ἐθνῶν Ἰλλυριῶν τε καὶ Μυσῶν
ἐκπεπορθημένων. μετῴκισε γοῦν τοὺς κατοικισθέντας ἐκεῖ Ῥωμαίους εἰς μέσην τὴν Μυσῶν
γῆν προσαγορεύσας τὸν συνοικισμὸν Δακίαν, ἣ μέση νῦν τῶν δύο Μυσιῶν κεῖται καὶ ἔστιν
ἐν δεξιᾷ διαπλέουσι τὸν Ἴστρον ἐπὶ τὴν θάλασσαν.
Μετὰ τοῦτον Τάκιτος ὑπεδέξατο τὴν βασιλείαν τό τε ἧθος εἰς ἅπασαν ἀρετὴν
Πρόβος ἐντεῦθεν ἐκτήσατο τὴν βασιλείαν πολλὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἔχων, ἣν καὶ
μετὰ ταῦτα οὐχ ἧττον ηὔξησε: Γάλλους τε γὰρ ἠλευθέρωσε τῶν βαρβάρων πολλαῖς αὐτῶν
κρατήσας μάχαις: τούς τε ἐπιβουλεῦσαι τῇ βασιλείᾳ βουληθέντας, Σατορνῖνόν τε ἐν τοῖς
πρὸς ἕω, Πρόκλον τε καὶ τὸν Βόνωσον ἐν Ἀγριππίνῃ, πολέμῳ νικήσας ἀνεῖλε.
Δέχεται δὲ τὴν βασιλείαν Κάρος Ναρβωνήσιος ʽΓάλλων δὲ ἦν ἡ πόλισ̓ καὶ ποιεῖ κοινωνοὺς
εὐθὺς αὑτῷ τῆς βασιλείας Καρῖνον καὶ Νουμεριανὸν τοὺς παῖδας. μαχόμενος δὲ πρὸς
Σαρμάτας, ἐπειδή τις ἤγγειλεν αὐτῷ τοὺς Πέρσας τὰ πρὸς ἕω ταράττειν, δρόμον τε ὡς
αὐτοὺς ἐποιήσατο καὶ κατεκράτησεν αὐτῶν πολλαῖς συμπλοκαῖς. Κόγχην τε καὶ Κτησιφῶντα
τῶν Περσικῶν πόλεων ἐπιφανεστάτας εἷλε:
Ἐν τούτοις δὲ ὄντων τῶν ἐκ Περσίδος ἐπανιόντων Καρῖνος ὁ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς
Ἰλλυρίους τε καὶ Γάλλους φυλάττειν καὶ τὴν Ἰταλίαν πάσας ὑπερβὰς ἀτοπίας τοὺς μὲν
ἀνῄρει πλάττων ἐγκλήματα, τῶν δὲ τὰς εὐνὰς ὕβριζεν. ἤδη δὲ καὶ τῶν συμπεφοιτηκότων
αὐτῷ τινας ὑπὲρ τῶν γενομένων ἐν τῇ νεότητι προσκρουσμάτων ὠμότατα διεχρήσατο καὶ
ἀπεστυγεῖτο παρὰ πάντων ὁμοίως.
Βασιλεύσας δὲ καὶ συγκαλέσας τὴν στρατιὰν ὠμόσατο μὴ συνειδέναι τῷ Νουμεριανοῦ φόνῳ
καὶ μετὰ τοὺς ὅρκους πλησίον ἑστηκότα τὸν Ἄπρον αὐτοχειρὶ διεχρήσατο.
Κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος οὐδαμόθεν οὐδενὶ γνωριζόμενος πλὴν ἐκ πολεμικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τὴν Βονωνίαν ὥστε τὰ περὶ τὸ Βελγικὸν καὶ Ἀρμόριχον καταστῆσαι παρὰ τῶν προσοίκων ἐνοχλούμενα, βαρβάρων πολλαῖς κρατήσας μάχαις τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμψε: καὶ δἰ ὑποψίας ἐλθὼν ὡς ἐκ προνοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας προσετάχθη μὲν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδα τε ἐνέδυ καὶ καταλαμβάνει τὰς Βρεττανικὰς πόλεις.
Πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων ʽκαὶ γάρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας
ἐτύγχανεν ἐν Αἰγύπτῳ: καὶ Γειτιανοί, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς
Ἀφρικῆς δύναμιν συνεκρότουν̓ τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν Αὔγουστον ἀνηγόρευσε,
Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν Καίσαρας. ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ
βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ ὁ καὶ Γαλλέριος ἐπικληθεὶς ἐκ Δακῶν
τῶν περὶ Σαρδάκην ἔχων τὸ γένος. βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ
διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ
Κατὰ δὲ τούτους τοὺς χρόνους Κωνστάντιος ὁ Καῖσαρ ἐν Γάλλοις πολλὰς νικήσας μάχας ἦλθε παρὰ μικρὸν κινδύνου: κυκλωσάντων γὰρ αὐτὸν τῶν πολεμίων ἐν αὐτοῖς προπυλαίοις Λίγγωνος τῆς πόλεως κάλοις ἀνειλκύσθη πρὸς τὸ τεῖχος. ἀλλὰ κατὰ τὴν αὐτὴν ἡμέραν οὐδὲ πέντε διαγενομένων ὡρῶν ἐπεξελθὼν ἑξήκοντά τε ἀνεῖλεν χιλιάδας καὶ τοὺς Ἀλαμαννοὺς κατεδούλωσε. Μαξιμιανὸς δὲ τοὺς ἐν Ἀφρικῇ νεωτερίσαντας Γεντιανοὺς εἷλέ τε καὶ ὑποσπόνδους ἐποίησε. καὶ αὐτὸς Διοκλητιανὸς ἐν Αἰγύπτῳ τὸν Ἀχιλλέα νικήσας αὐτόν τε διεχρήσατο καὶ διὰ πάσης ὠμότητος ἐπεξῆλθε τῇ νίκῃ τοὺς μὲν κατασφάξας τῶν Αἰγυπτίων, τοῖς δὲ λοιποῖς φόρους τάξας ὡς μάλιστα βαρυτάτους. ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ πάσης τῆς βασιλευομένης τὰς εἰσφορὰς ἐπέθηκε διαμετρησάμενος τὴν γῆν καὶ εἰς ἀπογραφὴν ἀναγαγὼν ἃ πάντα εἰς τόδε ἐκράτησεν.
Ἀλλ̓ οὐδὲ Μαξιμιανὸς ὁ Γαλλέριος ἔξω μεγάλων ἔργων ἐγένετο: στρατεύσας γὰρ κατὰ Ναρσοῦ τοῦ Περσῶν βασιλεύοντος ʽπάππος δὲ ἦν οὗτος Σάπωρί τε καὶ Ὁρμίσδᾳ τοῖς εἰς τὴν ἡμετέραν ἡλικίαν ἀφικομένοισ̓ τὸ μὲν πρῶτον ἐναντίαν ἔσχε τὴν ἔκβασιν ἐξ ἀβουλίας μᾶλλον ἤπερ ἀσθενείας. οὐ γὰρ ἔχων ἀξιόμαχον στρατιὰν συνεπλάκη καὶ τοιαύτην ἔσχε δυσημερίαν, ὥστε ἐπειδήπερ ἧκεν πρὸς Διοκλητιανὸν συλλεξόμενος ἑτέραν δύναμιν, μηδὲ λόγου τινὸς ἀξιωθῆναι, συνδραμεῖν δὲ τῷ ἅρματι μετὰ τῆς ἁλουργίδος αὐτῆς.
Ἀλλ̓ ἀγείρας πλῆθος πρὸς τὴν Περσικὴν παρασκευὴν ἀξιόχρεων χωρεῖ πρὸς τὴν Ἀρμενίαν.
κἀκεῖ τῷ Ναρσῇ συμμίξας διαφθείρει μὲν αὐτοῦ τὸν στρατόν, αἱρεῖ δὲ τήν τε γαμετὴν
αὐτοῦ καὶ τὰς ἀδελφάς: αὐτόν τε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. γνοὺς δὲ ὡς
Διοκλητιανὸς διατρίβει περὶ τὴν μέσην τῶν ποταμῶν,
Ἀλλ̓ ὁ Διοκλητιανὸς μὲν ἀγχίνους τε ἦν φύσει μετά τινος κακουργίας πραγμάτων τε δεινὸς ἰχνευτὴς καὶ τὰς βουλὰς ἀποκρύπτων: τὴν τραχύτητά τε τὴν αὐτοῦ σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι: καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων ἐσοφίζετο φθόνον ἑτέρων εἶναι τὴν αὐτοῦ κακίαν. ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. αὐτός τε πρῶτος τὴν βασιλικὴν εἰσήγαγεν ὑπεροψίαν κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν Ῥωμαϊκὴν ὑποτεμνόμενος καὶ προσκυνεῖσθαι προσέταξεν ἑαυτὸν τῶν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προσηγορίᾳ τιμωμένων: καὶ τιμίους λίθους τοῖς τε ἐσθήμασι καὶ τοῖς ὑποδήμασιν ἐνήρμοσε: πρότερον δὲ τὸ διαφέρον τῆς βασιλικῆς περιβολῆς ἀπὸ τῆς ἁλουργίδος ἦν μόνης.
Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν καὶ πάσης μετριότητός τε καὶ κοινότητος
ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλέμμα καὶ τὴν πρόσοψιν ἔχων, ἐξ ὧν ἑκατέρων ἡ τῆς ψυχῆς
ἐσημαίνετο ποιότης. τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλὰς εὐθὺς εἰς ἔργον ἦγεν:
ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ
οἰκεῖον θεραπεύων πάθος. ἀλλ̓ ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα
ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρκεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥστε τὴν
ἀρχὴν ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ ἀκμάζουσι: καὶ
πείθεται μὲν εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἑρκούλιος, συναφίσταται δὲ τῆς
βασιλείας τῷ συμβουλεύσαντι:
Ἵδρυσαν οὖν ἑαυτοὺς ὁ μὲν Ἑρκούλιος περὶ τὴν Λουκανίαν, Διοκλητιανὸς δὲ ἐν ἀγρῷ
γειτνιῶντι Σάλωσι καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ τὸ καινὸν τοῦτο μόνος ἑλόμενος καὶ
μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥστε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆναι πολιτείαν.
καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν ὑπῆρξεν ἐξ ἀμοιβῆς γέρας: μόνος γὰρ
ἰδιωτῶν ἀνηγορεύθη θεός.
Οἱ μὲν οὖν ἐπαύσαντο τῆς ἀρχῆς, Κωνστάντιος δὲ καὶ Γαλλέριος τὴν τῶν Αὐγούστων
προσλαμβάνουσι προσηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν, ὥστε τὰς μὲν Γαλλίας καὶ τὴν
Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν Ἰλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ
τὴν Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλλερίῳ. καὶ χειροτονοῦνται παῤ αὐτῶν Καίσαρες δύο.
Γαλλέριος δὲ ἀνὴρ καὶ κατ̓ ἀρετὴν αὐτῷ προσφερὴς καὶ τὴν τῶν πολέμων ἐμπειρίαν ἔχων
ἀνδρείᾳ τε καὶ τοὺς πώποτε νενικηκὼς αἰσθόμενος ἔτι Κωνσταντίου περιόντος ἀναγκαίως
αὐτῷ προσήκειν τῶν τε Ἰταλικῶν καὶ Ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων ʽἐπειδήπερ αὐτῶν
ἀφειστήκει πρὸ τῆς τελευτῆς Κωνστάντιοσ̓ δύο Καίσαρας ἐχειροτόνησε:
Μαξιμιανὸν μὲν ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰταλίᾳ:
Ἑρκούλιος δὲ ὁ Μαξεντίου πατὴρ ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν ὡς καταφανὴς ἐγένετο τὸν
μὲν παῖδα παρωθούμενος, ἐφ̓ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων,
Ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον
ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης: τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ
ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε.
Οὐ μὴν ἡσύχασε Λικιννίῳ τὰ πράγματα. Κωνσταντῖνος γὰρ στρατηγεῖν τε ἀγαθὸς ὢν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις δυνατώτατός τε ἤδη ἐν ταῖς προσθήκαις γεγενημένος ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: κηδεστὴς γὰρ ἦν αὐτῷ Λικίννιος ἐπ̓ ἀδελφῇ Κωνσταντίᾳ. καὶ πρῶτον μὲν ἐν Κιβάλει πόλει Παιονικῇ πολλὴν συναγείραντα δύναμιν καὶ παρασκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθὼν διεσκέδασεν ἐκράτησέ τε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλῶν ἑτέρων ἐθνῶν, ὦν ὁ Λικίννιος ἐβασίλευσε.
Μετὰ δὲ ταῦτα πολλαῖς αὐτῷ συμπλακεὶς μάχαις σπονδάς τε θέμενος, ἑ??ʼτα καὶ ταύτας
ὑπερβάς, ἐπειδὴ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡττημένος ὁ Λικίννιος καὶ οὐδὲ ὑπὸ τῶν
ὅρκων ὠφελούμενος πρὸς τὴν θεσσαλονίκην κατέφυγεν, ἀνεῖλέ
Συνελόντι δὲ εἰπεῖν ἀρξάμενος μὲν τῆς βασιλείας τοῖς ἀρίστοις συνηριθμήθη τῶν
βασιλευσάντων, τελευτῶν δὲ μόλις ἐξισώθη τοῖς μέσοις. καίτοι καὶ ῥώμῃ σώματος καὶ
ἀρετῇ ψυχῆς οἷός τ̓ ἂν ἐγένετο διαλάμψαι: δόξης τε γὰρ ἐπεθύμει πολεμικῆς καὶ πρὸς
ἀριστείαν ἦν ἕτοιμος. τύχη δὲ ἠκολούθει μὲν αὐτοῦ τοῖς ἐγχειρήμασι δεξιά, τὰς ἀρετὰς
δὲ οὐκ ἔκρυπτεν, ἀλλ̓ ἐκείνων ἐνομίζετο καὶ ταύτης ἦν. Σκύθας τοι κατεπολέμησε σπονδάς
τε κατ̓ ἐξουσίαν ἐποιήσατο: πολύς τε ἦν αὐτοῦ παρὰ τοῖς βαρβάροις λόγος, ὥστε τοὺς
πλείστους ἀμοιβὰς ἐποφείλειν αὐτῷ νομίζειν. ἀντείχετο καὶ τοῦ παρὰ πάντων
φίλτρου μήτε δωρεᾶς ὑπὲρ τούτου μητ̓ ἄλλης σπουδῆς μετὰ τοῦ σεμνοῦ φειδόμενος. τῶν
φίλων δέ τισι μὲν ἠπίστει, τινὰς δὲ ἀναμφισβητήτως ἐθεράπευσεν οὐδεμίαν καταλιπὼν
ὑπερβολὴν ἀλλὰ πλουσίους τε αὐτοὺς καὶ δυνατοὺς ἀποφαίνων.
Νόμους δὲ τοὺς μὲν δἰ αὐτὸ τὸ κακὸν ἔθηκε μόνον, τοὺς δὲ ἐκ περιουσίας πρὸς οὐδὲν
χρήσιμον: ἔστι δὲ οὓς ἀπηνέστερον συνέγραψεν ὡς διὰ τούτου τάξιν ἐπιθήσων τῇ πολιτείᾳ.
Διαδέχονται δὲ τὴν βασιλείαν οἱ τρεῖς παῖδες καὶ Δαλμάτιος ἀδελφοῦ παῖς Καίσαρ
κεχειροτονημένος. ἀλλὰ Δαλμάτιος μὲν εὐθὺς ἀνῃρέθῃ ʽφύσεώς τε ἀρίστης νεανίσκος καὶ τῷ
θείῳ μᾶλλον ἐμφερὴσ̓ στρατιωτῶν αὐτὸν κελεύοντος Κωνσταντίου διαχρησαμένων ἢ τὴν
ἐπιβουλὴν οὐκ ἀγνοοῦντος.
Κωνσταντίῳ δὲ οὐ κατὰ τὸν ἀδελφὸν ἀπήντησε τὰ τῆς τύχης. Περσῶν γὰρ ἀεὶ καὶ μάχῃ
κρατηθέντων καὶ ληφθέντων αἰχμαλώτων καὶ πόλεις ἀποβαλόντων καὶ πολιορκίαις
καταδαπανηθέντων ἐν τοῖς ἔμπροσθεν οὐδέποτε Κωνστάντιος κατὰ Σαπώρου τοῦ τῶν Περσῶν
βασιλεύοντος εὐτυχῶς ἐπολέμησε πλὴν ἐν Σιγγάροις: ἔνθα δὴ νίκην αὐτὸν ἀνελέσθαι
παντελῆ τῶν τε ἱππέων καὶ τῶν ὁπλιτῶν ἡ προπέτεια οὐ συνειδότων τὸν καιρὸν διεκώλυσεν:
ἀρχομένης γὰρ ἑσπέρας προεκαλέσαντο τὴν μάχην.
Κωνστάντιος δὲ τιμωρῆσαι τἀδελφῷ προελόμενος Βετρανίωνα μὲν ἀφείλετο τῆς ἀρχῆς
συνθεμένου καὶ συνεργοῦντος τοῦ στρατοῦ. θέαμά τε ἐγένετο καινὸν εἰς ἰδιώτην ἐκ
βασιλέως μεθιστάμενος.
Ἀλλὰ καὶ Μαγνέντιος ἐν Μούρσῃ νικηθεὶς μικροῦ μὲν καὶ αὐτὸς ἑάλω. τοσοῦτος δὲ ἐγένετο
φόνος ἐξ ἑκατέρου στρατεύματος ὥστε μεγίστην ἐνεγκεῖν τοῖς κοινοῖς ζημίαν. πολὺν γὰρ
ἂν ἔτεκον τῇ πόλει θρίαμβον, εἰ πρὸς ἄλλο