Ars Medica Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg007.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 1 305-412 1821 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek Latin English
ΓΑΛΗΝΟΥ ΤΕΧΝΗ ΙΑΤΡΙΚΗ.

Τρεῖς εἰσὶν αἱ πᾶσαι διδασκαλίαι τάξεως ἐχόμεναι. πρώτη μὲν, ἡ ἐκ τῆς τοῦ τέλους ἐννοίας κατ’ ἀνάλυσιν γινομένη. δευτέρα δὲ, ἡ ἐκ συνθέσεως τῶν κατὰ τὴν ἀνάλυσιν εὑρεθέντων. τρίτη δὲ, ἡ ἐξ ὅρου διαλύσεως, ἣν νῦν ἐνιστάμεθα. καλεῖν δ’ ἔξεστι τὴν τοιαύτην διδασκαλίαν, οὐ μόνον ὅρου διάλυσιν, ἀλλὰ καὶ διάπτυξιν, ὥς τινες ὠνόμασαν, ἢ ἀνάλυσιν, ἢ διαίρεσιν, ἢ, ὡς ἕτεροί τινες, ἐξάπλωσιν, ἢ ἐξήγησιν, ὡς ἄλλοι. ἐπεχείρησαν μὲν οὖν ἔνιοι τῶν Ἡροφιλείων τοιαύτην ποιήσασθαι διδασκαλίαν, ὥσπερ καὶ Ἡρακλείδης ὁ Ἐρυθραῖος. ἐπεχείρησαν δὲ καὶ τὴν κατὰ σύνθεσιν, αὐτοί τε οἱ Ἡροφίλειοι, καὶ τινες τῶν Ἐρασιστρατείων τε, καὶ Ἀθηναῖος ὁ Ἀτταλεύς. οὐδεὶς μέντοι γε τῶν πρὸ ἡμῶν ἔγραψε τὴν ἐκ τῆς τοῦ τέλους ἐννοίας ἀρχομένην διδασκαλίαν, ἐξ ἧς αἱ τέχναι πᾶσαι συνίστανται κατὰ μέθοδον. ἀλλ’ ἐκείνην μὲν ἑτέρωθι διήλθομεν, ἐνταυθοῖ δὲ τὴν ὁρικὴν ποιησόμεθα διδασκαλίαν. ὅσον γὰρ ἀπολείπεται τῆς κατὰ ἀνάλυσιν ἀξιώματί τε καὶ μεθόδῳ, τοσοῦτον πλεονεκτοῦσαν εὑρήσομεν εἰς σύνοψίν τε τοῦ ὅλου καὶ μνήμην τῶν κατὰ μέρος. εὐμνημόνευτα γὰρ ἱκανῶς ἐστι τὰ ἐκ τῆς τοῦ ὅρου διαλύσεως ἅπαντα, διὰ τὸ περιέχειν ὅλης τῆς τέχνης ἐν ἑαυτῷ τὰ κεφάλαια τὸν ἄριστον ὅρον, ὅν πέρ τινες καὶ οὐσιώδη ὀνομάζουσιν, ἀντιδιαιρούμενοι τοῖς ἐννοηματικοῖς προσαγορευομένοις. ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων οἶς ὁρίζονται πράγμασιν, οὗτοι δὲ ἀπὸ τῆς οὐσίας αὐτῆς συνίστανται. ἡ δὲ κατὰ μέρος ἐξεργασία συμπάσης τῆς ἰατρικῆς θεωρίας ἐν πολλαῖς ἡμῖν ἑτέραις γέγραπται πραγματείαις, αἷς ἔξεστι χρῆσθαι πρὸς τὰς τρεῖς διδασκαλίας. ἀλλὰ νῦν γε τῆς ὁριστικῆς ὑπαρξόμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς μόνα τὰ κεφάλαια καὶ οἶον συμπεράσματα τῶν κατὰ διέξοδον ἀποδεδειγμένων εἰρήσεται νῦν.

Ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν, καὶ νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν τις εἴποι. τοῦ μὲν οὖν τῆς ἐπιστήμης ὀνόματος κοινῶς τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν ὡς σῶμα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σημεῖον. καὶ γὰρ τὸ ἐπιδεκτικὸν σῶμα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σημεῖον, ἅπαντα ταῦτα καλοῦσιν οἱ Ἕλληνες ὑγιεινά. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσώδη τὰ τε ἐπιδεκτικὰ νόσων σώματα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων αἴτια, καὶ τὰ δηλωτικὰ σημεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα κατὰ τὸν αὐτὸν λόγον σώματά τε καὶ αἴτια καὶ σημεῖα. καὶ ἐστι κατὰ πρῶτον μὲν λόγον ἐπιστήμη τῶν ὑγιεινῶν αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ μετὰ ταῦτα τῶν σωμάτων, πρῶτον μὲν κᾀνταῦθα τῶν ὑγιεινῶν, ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ τῶν σημείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν μέντοι ταῖς πράξεσι, πρότερον μὲν τῶν σωμάτων ἡ διάγνωσις, ἐκ τῶν σημείων δηλονότι, μετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀμφοῖν οὖσαν ἐπιστήμην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται, τό τε διὰ παντὸς, καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν ἀμφοτέρων τούτων ἐπιστήμη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον, αἴτιόν τε, καὶ σημεῖον, καὶ σῶμα, τό τε ἁπλῶς λεγόμενον καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν τῷ μηδ’ ἑτέρου τῶν ἐναντίων μετέχειν, τὸ δὲ τῷ τῶν ἀμφοτέρων, τὸ δὲ τῷ ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ μὲν τῷ μετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν ἀμφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ λέγειν τὴν ἰατρικὴν ἐπιστήμην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν, καὶ οὐδετέρων, σημαίνεται μὲν καὶ τὸ πάντων τῶν κατὰ μέρος, σημαίνεται δὲ καὶ τὸ ὁποίων, σημαίνεται δὲ καὶ τό τινων. ἀλλὰ τὸ μὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον, τὸ δέ τίνων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁμοίων τεχνικόν τε ἅμα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ μέρος, ὅπερ καὶ περιέχεσθαί φαμεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόμεθα οὖν ἀπὸ τῶν σωμάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ, καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. μετὰ δὲ ταῦτα τὸν περὶ τῶν σημείων τε καὶ αἰτίων διεξέλθωμεν λόγον.

Ὑγιεινόν ἐστιν ἁπλῶς σῶμα τὸ ἐκ γενετῆς εὔκρατον μὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις μορίοις· σύμμετρον δὲ τοῖς ἐκ τούτων συγκειμένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶμα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύμμετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συμμετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώματος, διὰ παντὸς μὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συμμετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόμενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶμα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον τοῖς ὀργανικοῖς, ἢ ἀμφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶμα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀμφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις μορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυμμετρότατον, ὁμοίως καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶμα. τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόμενον, οὔπω δ’ ἐν τῷ μέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶμα τριχῶς ἐλέγετο, τὸ μὲν μηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων μετέχον, τὸ δὲ τῷ ἀμφοτέρων, τὸ δὲ τῷ, ποτὲ μὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ μὲν τὸ πρῶτον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ μέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώματος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ μὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ μέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ μὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαμένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ μεταβολάς τινας λαμβάνον. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ ἐναντίων ἅμα διαθέσεων μετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν μόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν μὲν, εἰ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀμφοτέρας μὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν τῶν μορίων, ἢ τὴν θέσιν ἐσφαλμένον, ἢ ἔμπαλιν ἐν τούτοις μὲν κατωρθωμένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διημαρτημένον. ἐν διαφέρουσι δὲ μορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅμα μετέχειν. καὶ διὰ παντὸς μὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας μένον ὅμοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ μεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶμα, κατὰ τὸ δεύτερον σημαινόμενον, ἢ τῷ περὶ ἓν μόριον, τὰ μὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα μέρη. κατὰ δὲ τὸ τρίτον σημαινόμενον, οὐδέτερον ἔσται σῶμα τὸ ποτὲ μὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν μέρει γινόμενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ μὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενομένοις, νοσεροῖς, ἢ ἔμπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς μὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος δ’ ἐγχωρεῖ. ἴσμεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ μὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶμα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται.

Περὶ δὲ τῶν σημείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ μὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναμνηστικὰ, καὶ τὰ μηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ μηδὲν μᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι μὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ μὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη. καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁμοίως τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σημεῖα προγνωστικὰ, κᾂν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία μεγάλη μὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναμνηστικῶν.

Ὄντων οὖν σωμάτων ὑγιεινῶν, τῶν μὲν ἁπλῶς, τῶν δὲ ἐν τῷ νῦν, ἅπερ δὴ καὶ ὑγιαίνοντα λέγεται, τῶν ἁπλῶς ὑγιεινῶν σωμάτων διττὴν ἔφαμεν εἶναι τὴν διαφορὰν, τῷ τὰ μὲν διὰ παντὸς ὑπάρχειν τοιαῦτα, τὰ δὲ ὡς τὸ πολύ. διὰ παντὸς μὲν, ὅσα τὴν ἀρίστην ἔχει κατασκευήν· ὡς τὸ πολὺ δὲ, ὅσα μὴ πολλῷ ταύτης ἀπολείπεται. τὰς διαγνώσεις δὲ αὐτῶν ἀπό τε τῶν ὑπαρχόντων κατὰ τὸν τῆς οὐσίας αὐτῶν λόγον χρὴ ποιεῖσθαι, καὶ τῶν ἐξ ἀνάγκης τούτοις ἑπομένων ἐνεργειῶν τε καὶ συμπτωμάτων, ἃ δὴ καὶ συμβεβηκότα καλοῦμεν ἰδίως. ἀπὸ μὲν τῆς οὐσίας αὐτῆς, τῶν ἐν ἀρίστῃ κατασκευῇ συμμετρία τῶν ὁμοιομερῶν ἐν θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι· τῶν δ’ ὀργανικῶν ἐν ποσότητι, καὶ πηλικότητι τῶν συντιθέντων αὐτὰ, καὶ προσέτι διαπλάσει τε καὶ θέσει τῶν μορίων ἑκάστου καὶ ὅλου τοῦ ὀργάνου. ἀπὸ δὲ τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς ὁμοιομερέσιν, ὡς μὲν πρὸς τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι συμμετρία, πρὸς δὲ τὴν ὄψιν εὔχροιά τε καὶ ἡ κατὰ λειότητα καὶ δασύτητα συμμετρία. κατὰ δὲ τὰς ἐνεργείας ἡ τελειότης, ἣν δὴ καὶ ἀρετὴν αὐτῶν ὀνομάζομεν. ἀπὸ δὲ τῶν τοῖς ὀργανικοῖς ἑπομένων, ἐν συμμετρίᾳ τε καὶ κάλλει τῶν τοῦ παντὸς σώματος ὀργάνοιν, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν ἀρετῇ. τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος τὰ διαγνωστικὰ σημεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειπομένων μὲν αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ μὲν ἐν τῇ τῶν ὁμοιομερῶν ἔσφαλται κράσει μικρόν τι σφάλμα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν μικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλμάτων τὰ αὐτὰ τοῖς μὲν ἀρετὴν αὐτῶν συμπληροῦσι, κρᾶσις μὲν ἐν τοῖς ὁμοιομερέσιν, ἀριθμὸς δὲ, καὶ διάπλασις, καὶ μέγεθος, καὶ θέσις ἐν τοῖς ὀργανικοῖς. ἀμφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ καὶ συνέχειαν αὐτῶν ὀνομάζομεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις γένεσι καὶ ἡ τῶν νοσωδῶν σωμάτων ἐστὶ κακία, καθ’ ἑκάτερον τοῦ νοσώδους τὸ σημαινόμενον. ὅρος δ’ ἀμφοῖν ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ τῆς ἀρίστης ἀπολειπόμενα κατασκευῆς σώματα βραχύ τι βέβλαπται μὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν, οὐ μὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς νοσώδεσιν αἰτίοις ἀπομάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη σώματα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν ἀπολείπεσθαι. γίνεται γοῦν ἀμφοῖν ἐν μέσῳ τὰ οὐδέτερά τε καὶ ἁπλῶς λεγόμενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τμηθήσεται τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία μόρια, πλάτος ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ μὲν πρῶτον ἔσται τῶν ὑγιαινόντων σωμάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα σώματα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισμένα. τὰ μὲν οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πλημμελεῖς εἰσιν, ἢ ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους κέκτηται τὰς ἐνεργείας, ἐν μὲν ταῖς μεγίσταις ἀποστάσεσιν εὐδιάκριτα, κατὰ δὲ τὰς μικροτέρας ἀμφίβολα, καὶ διὰ τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ μηδετέρου τῶν ἐναντίων ἐνεργειῶν μετέχουσα συνίσταται διάθεσις. ἥν καὶ αὐτὴν ἔφαμεν οὐδετέραν ὀνομάζεσθαι, πάντων τούτων αἰσθήσει διακρινομένων, οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει· κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγμα. καὶ τοίνυν καὶ τὰ σημεῖα τῶν ὑγιαινόντων μὲν σωμάτων, ἀλλ’ ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς ἀποστάσεως διοίσει, θεμένων ἡμῶν ἄκρους μὲν ὅρους ἐναντίους ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτε γενομένην νόσον, ἐπισκοπουμένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν ἐγγυτέρω τὰ δοκιμαζόμενα σώματα. τὸ μὲν γὰρ ἐγγυτέρω τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης μὲν ποῤῥωτέρω, τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’ ἀμφοῖν μεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόμενον, οὐδέτερον ἔσται τοῦτο.

Τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος εἴρηται τὰ γνωρίσματα. τῶν δ’ ἀπολειπομένων αὐτῆς ἰσάριθμα μὲν τὰ γένη, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τέμνεσθαι δυναμένων. ἀφωρισμένων δὲ εἰς τρία μέρη, τὰ σημεῖα τοῦ νοσώδους σώματος ἁπλῶς ἐροῦμεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος μὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελομένων ἡμῶν πρότερον τὰ μόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ μὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται, συμφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάμεις. ἔνια δὲ συμφύτους τε ἅμα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ μὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα μὲν καὶ νωτιαῖος μυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερματικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσμος, ὑμὴν, ἀδὴν, πιμελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα μόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς τίς ἐστιν, ἀλλὰ γένεσις μόνη. αὗται μὲν οὖν αἱ τῶν μορίων διαφοραί.

Σημεῖα δ’ ἑκάστου τῆς κράσεως ἐφεξῆς εἰρήσεται, τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαμένων ἡμῶν. ἔστι δὲ πέντε τὰ σύμφυτα γένη τῶν γνωρισμάτων αὐτοῦ. ἓν μὲν ἡ τῆς συμπάσης κεφαλῆς διάθεσις, δεύτερον δὲ ἡ τῶν αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτον ἡ τῶν πρακτικῶν, καὶ τέταρτον ἡ τῶν ἡγεμονικῶν, καὶ πέμπτον ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν, ἡ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἀλλοίωσις. ἡ μὲν δὴ τῆς συμπάσης κεφαλῆς διάθεσις ἐκ μεγέθους τε καὶ σχήματος αὐτῆς λαμβάνεται καὶ τριχῶν. ἡ μὲν οὖν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον. ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς κατασκευῆς σημεῖον. ἀλλ’ εἰ μὲν διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως, ὕλην χρηστήν τε καὶ πολλὴν δημιουργούσης, ἀγαθὸν σημεῖον· εἰ δὲ διὰ μόνης τῆς ὕλης τὸ πλῆθος, οὐκ ἀγαθόν. διοριστέον οὖν ἐστιν αὐτὰ τῷ τε σχήματι καὶ τοῖς ἀπ’ αὐτοῦ πεφυκόσι. τῷ σχήματι μὲν, εἰ εὔρυθμος, ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον. τοῖς δ’ ἀπ’ αὐτοῦ πεφυκόσιν, εἰ κρατεραύχην τέ ἐστιν καὶ τοῖς ἄλλοις ὀστοῖς ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῇ σύμπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον. οἰκεῖον δὲ σχῆμα κεφαλῆς, ὥσπερ ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέμα πεπιλημένην. ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα μὲν, ἢ κατὰ σφαῖραν, γενέσθαι τά τε ὄπισθεν καὶ τὰ ἔμπροσθεν, εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. εἰ δ’ ἡ κατ’ ἰνίον ἐξοχὴ μειωθείη τινὶ, συνεπισκέπτου τά τε νεῦρα καὶ τὸν αὐχένα σὺν τοῖς ἄλλοις ὀστοῖς. κατὰ φύσιν μὲν γὰρ ἐχόντων, ἐνδείᾳ τῆς ὕλης, οὐ δυνάμεως ἀῤῥωστίᾳ τοιοῦτος ἐγένετο. φαυλοτέρων δὲ ὑπαρχόντων, ἀσθενὴς ἡ ἀρχή. τὰ πολλὰ δὲ ταῖς κατ’ ἰνίον ἐνδείαις ἀσθένεια τῶν εἰρημένων ἕπεται, καὶ σπάνιον πάνυ τὸ μὴ τοιοῦτον. καὶ τὴν φοξοτέραν δὲ κατ’ ἰνίον ἐπισκέπτου κεφαλὴν, ὡσαύτως τοῖς ἐφ’ ὅλης αὐτῆς μεγάλης γενομένης διορισμοῖς. ὡς τὰ πολλὰ δὲ κᾀνταῦθα σὺν εὐρύθμῳ τῷ σχήματι γενομένης τῆς παρεγκεφαλίδος, ἀγαθὸν σημεῖον, ἣν ἔνιοι τῶν ἰατρῶν ὀπίσθιον ἐγκέφαλον ὀνομάζουσιν, ὥσπερ οὖν καὶ ἔστιν ὀπίσθιος, ὁριζόμενος τῇ λαμβδοειδεῖ ῥαφῇ. τοῦ νωτιαίου δέ ἐστιν ἀρχὴ τὸ μόριον τοῦτο, καὶ δι’ ἐκεῖνον ἁπάντων τῶν καθ’ ὅλον τὸ ζῶον νεύρων πρακτικῶν. αὐτὸ δὲ τὸ ὄπισθεν μέρος καθ’ αὑτὸ παντάπασιν ὀλίγων αἰσθητικῶν μετέχει, παμπόλλων δὲ τῶν πρακτικῶν, ὥσπερ γε καὶ θάτερον τὸ πρόσθιον, αἰσθητικῶν μὲν παμπόλλων, ὀλίγων δὲ τῶν πρακτικῶν. ὥστε καὶ καλῶς διακείμενα ῥωμαλέας ἕξει τὰς ἀποφύσεις ἑκάτερον τὰς ἰδίας. οἱ αὐτοὶ δὲ κᾀπὶ τῶν ἔμπροσθεν τῆς κεφαλῆς τῶν κατὰ τὸ μέτωπον διορισμοὶ τοῖς ὄπισθεν, εἰς σμικρότητά τε καὶ μέγεθος αὐτοῦ βλεπόντων, καὶ σχῆμα, καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν. ἀλλήλων γάρ ἐστι γνωρίσματα, καὶ ἀλλήλοις μαρτυρεῖ, τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα, τῇ τῆς ἀρχῆς ἀρετῇ τε καὶ κακίᾳ, καὶ ἡ ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. ἡ μέντοι τῶν ἡγεμονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία τῆς ἀρχῆς μόνης ἐστὶν αὐτῆς καθ’ ἑαυτὴν γνώρισμα. καλῶ δὲ ἡγεμονικὰς ἐνεργείας τὰς ἀπὸ τῆς ἀρχῆς μόνης γινομένας. ἀγχίνοια μὲν οὖν λεπτομεροῦς οὐσίας ἐγκεφάλου γνώρισμα, βραδυτὴς δὲ διανοίας παχυμεροῦς· εὐμάθεια δ’ εὐτυπώτου, καὶ μνήμη μονίμου. οὕτω δὲ καὶ ἡ μὲν δυσμάθεια δυστυπώτου. ἡ δ’ ἐπιλησμοσύνη διαῤῥεούσης, καὶ τὸ μὲν εὐμετάβολον ἐν δόξαις θερμῆς, τὸ δὲ μόνιμον ψυχρᾶς. ἔτι δέ μοι δοκῶ λείπεσθαι δύο γένη γνωρισμάτων, ὧν ἐξ ἀρχῆς ὑπεσχόμην ἐρεῖν, ἓν μὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔσται δὲ κοινὸς ὑπὲρ ἀμφοῖν ὁ λόγος. εἰ μὲν εὔκρατος ὁ ἐγκέφαλος ὑπάρχει κατὰ τὰς τέσσαρας ποιότητας, ἁπάντων τῶν εἰρημένων ἕξει μετρίως, καὶ τῶν περιττωμάτων, ὅσα δι’ ὑπερώας, ἤ ὤτων, ἢ μυκτήρων ἐκκαθαίρεται, καὶ τούτων ἕξει μετρίως, ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν προσπιπτόντων, ὅσα θερμαίνει, καὶ ψύχει, καὶ ξηραίνει, καὶ ὑγραίνει. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς, βρέφεσι μὲν οὖσιν ὑπόπυῤῥοι, παισὶ δὲ ὑπόξανθοι, τελειουμένοις δὲ γίνονται ξανθαὶ, μεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ ἁπλῶν, οὐ μὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. ἀκούειν δὲ χρὴ τῶν εἰρημένων τε καὶ ῥηθησομένων γνωρισμάτων ὡς ἐπὶ εὐκράτων οἰκήσεων. ὅσα δὲ κατὰ τὰς τρίχας οὐκ ἐπὶ χωρίων μόνον, ἀλλὰ καὶ τῆς τῶν χυμῶν κράσεως, ἀνάλογον ἐχούσης τῇ κράσει τῶν κατὰ τὸν ἐγκέφαλον. εἰ δὲ θερμότερος εἴη τοῦ συμμέτρου, κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, εἰ μὲν ἐπὶ πλέον εἴη θερμότερος, ἰσχυρὰ πάντα τὰ ῥηθησόμενα γενήσεται γνωρίσματα, βραχείας δὲ τῆς ὑπερβολῆς ὑπαρχούσης, ἀμυδρά. κοινὸς δὲ οὗτος ὁ λόγος ἐπὶ πάντων εἰρήσθω μοι τῶν μορίων, τῶν ἐν πάσαις ταῖς κράσεσι μελλόντων λέγεσθαι γνωρισμάτων.

Ἑξῆς δ’ οὖν σημεῖα τῆς ἐν ἐγκεφάλῳ θερμότητος, ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν σύμπαντα, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες αἰσθηταὶ, αἱ τρίχες τούτοις γεννηθεῖσι, ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται. πολλῷ μὲν οὖσι θερμοτέροις τῶν εὐκράτων, μέλαιναι, καὶ ἰσχυραὶ, καὶ οὖλαι γίνονται· μὴ πολλῷ δὲ, ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαίνονται· προϊόντων δὲ ταῖς ἡλικίαις φαλακροῦνται, καὶ μᾶλλόν γε οἱ ἐπὶ πλέον θερμότεροι. περιττώματα δὲ καθ’ ὑπερώαν καὶ μυκτῆρας, ὀφθαλμούς τε καὶ ὦτα, βραχέα καὶ πέπονα τούτοις ἐστὶν, ὅταν ἀμέμπτως ὑγιαίνωσι. πεπλησμένης δὲ τῆς κεφαλῆς ἐνίοτε, συνεχῶς γὰρ καὶ μάλιστα αὐτοῖς, ὅταν ἀφυλάκτως διαιτῶνται, τὸ τοιοῦτον συμβαίνει, πλείω μὲν, ἀλλ’ οὐκ ἄπεπτα τὰ περιττώματα γίνεται. πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ θερμαινόντων ἐδεσμάτων τε καὶ πομάτων, καὶ ὀσμῶν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ἁπάντων, ἐν οἷς ἐστι καὶ ὁ περιέχων ἡμᾶς ἀήρ. ἔτι τε μᾶλλον, εἰ μὴ μόνον εἴη θερμὰ τὰ τοιαῦτα τὴν φύσιν, ἀλλὰ καὶ ὑγρὰ, βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται, πρὸς τῷ μηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι. ψυχροτέρου δὲ ἤ προσῆκεν ἐγκεφάλου γνωρίσματα, περιττώματα πλείω κατὰ τὰς οἰκείας. ἐκροὰς, καὶ αἱ τρίχες εὐθεῖαί τε καὶ πυῤῥαὶ, καὶ μόνιμοι, καὶ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόμεναι, λεπταὶ καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται, καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆς βλάβης κατάῤῥοις τε καὶ κορύζαις ἁλίσκονται. οὐ μὴν οὐδ’ ἁπτομένοις θερμὰ τὰ περὶ τὴν κεφαλὴν, οὐδ’ ὁρῶσιν ἐρυθρὰ, καὶ τῶν ὀφθαλμῶν αἱ φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί πώς εἰσι. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσματα, τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές. ἀγρυπνητικοὶ δὲ εἰσι, καὶ τρίχας ἰσχυροτάτας μὲν ἔχουσι, καὶ τάχιστα φύουσι γεννηθέντες, οὔλας μᾶλλον ἢ εὐθείας, φαλακροῦνται δ’ ἐν τάχει. ὑγροτέρου δὲ τρίχες ἁπλαῖ, καὶ οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσὶ, καὶ περιττωμάτων πλῆθος, ὕπνοι τε πολλοὶ καὶ βαθεῖς. αὗται μὲν αἱ ἁπλαῖ δυσκρασίαι.

Σύνθετοι δὲ, θερμὴ μὲν καὶ ξηρὰ πρώτη, καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι, καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη μέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, μελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερμοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε μέχρι τῶν τῆς ἀκμῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν ἀμφοτέρων τὸ σύμμετρον, εὔχροιά τε καὶ θερμότης, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι, καὶ περιττώματα πλείω, μετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που μᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωμάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερμότητος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωματικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων βλαπτομένη. νότος δ’ αὐτοῖς πολέμιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ μὴν οὐδ’ ἐγρηγορέναι δύνανται μέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅμα τε κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ μὲν εἴη τοῦ συμμέτρου θερμότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει μὲν τὰ τῆς θερμῆς κράσεως γνωρίσματα, μιχθήσονται δ’ αὐτοῖς ἀμυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ μὲν ὑγρότερος, ὀλίγῳ δὲ θερμότερος, ἐναργῆ μὲν ἔσται καὶ σφοδρὰ ὰ τοῦ ὑγρότητος, ἀμυδρὰ δὲ τὰ τῆς θερμότητος γνωρίσματα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισμοῦ, προσεπιλογιζόμενον, ὅσον ἐκ τῆς τῶν χυμῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τὲ τὰ κατὰ τοὺς ὀφθαλμούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλάπτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσι, ποτὲ μὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις· ἐπὶ σμικροῖς αἰτίοις ἑτοίμως ἁλισκόμενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι μὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄμεμπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀπομαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι μὲν ἀνέρχονται μόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης μὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔμπαλιν δὲ, εἰ συμβαίη τὴν ξηρότητα μὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερμότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωματώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωματικοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις. οὐ μὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ μὲν οὖν ἐστι τὰ σημεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’ ὁρμώμενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις μεταφέρων.

Ἀρκέσει δ’ ἐπ’ ὀφθαλμῶν μόνον εἰπεῖν. ὅσοι μὲν ἁπτομένοις ἐναργῶς εἰσι θερμοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερμοὶ σύμπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ μὲν οἱ μαλακοί τε ἅμα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχμηροί τε ἅμα καὶ σκληροί. καὶ βλάπτονται μὲν ὑπὸ τῶν ὁμοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐμμέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ πάσῃ διαγνώσει κράσεως ἅπαντος μορίου μεμνῆσθαι προσήκει. μέγεθος δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν μὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. μικρότης δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην μὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅμα δ’ ἀῤῥυθμίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅμα καὶ φαύλην εἶναι σημαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ μὲν ὀφθαλμοὶ λάμποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτός λαμπροῦ γίνονται περιουσίᾳ, μέλανες δ’ ἔμπαλιν. οἱ δ’ αὖ μεταξὺ κατὰ τὰς ἀνὰ μέσον αἰτίας. γλαυκὸς μὲν οὖν ὀφθαλμὸς ἤτοι διὰ μέγεθος, ἢ λαμπρότητα τοῦ κρυσταλλοειδοῦς, ἤ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων μὲν ἅμα συνελθόντων, ὁ γλαυκότατος· εἰ δὲ τὰ μὲν αὐτῶν παρῇ, τὰ δὲ μὴ, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται.· μέλας δ’ ὀφθαλμὸς ἢ διὰ τὴν σμικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαμπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔμπροσθεν εἴρηται. τὸ μὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόμενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλμόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ μὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ μαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ μὲν ὑπερβάλλοι τῆς συμμετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.

Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναμνησάντων ἡμῶν, ὡς ἕκαστον μέρος ἤτοι θερμότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαμὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερμοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερμοτάτου. τῆς μὲν οὖν θερμοτέρας ὡς πρὸς τὴν οἰκείαν συμμετρίαν καρδίας σημεῖα, τὰ μὲν ἀχώριστά τε καὶ οἰκεῖα, μέγεθος ἀναπνοῆς, καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολμία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερμότητος, ὀξυθυμία τε μανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν ἐπὶ θερμῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώματος τὰ γνωρίσματα. καὶ μέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ μὴ κᾀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ μὲν τοῦ νωτιαίου μέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι μὲν οἱ σπόνδυλοι τὸ μέγεθος, ἡλίκος ὁ νωτιαῖος μυελὸς· ὥστε καὶ ἡ ῥάχις ὅλη. συμπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ μετάφρενον αὐτῆς μέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ μὲν μῆκος ἴσον τῷ μεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν μὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύμπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερμότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερμότητι διὸ καὶ ὅταν μὲν ἐπὶ σμικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, μέγιστον γίνεται γνώρισμα τῆς κατὰ τὴν καρδίαν θερμότητος· ὅταν δ’ ἐπὶ μεγάλῃ σμικρὸς, ἰδικώτατον καὶ τοῦτο σημεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σημείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόμενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγμοὶ μικρότεροι τῶν συμμέτρων, οὐ μὴν βραδύτεροί γε ἐξ ἀνάγκης. ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ μὲν τοσοῦτον μικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγμοῖς ἀνάλογον· εἰ δὲ μείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σμικροτέρα μόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολμοί εἰσι καὶ μελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σμικρότητος αὐτῆς διοριστέον, ὡς ἔμπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώματος θερμότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυμὸν οὐχ ἕτοιμον μὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σημεῖα, σφυγμοὶ μαλακοὶ, καὶ ἦθος εὐκίνητον μὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύμπαν σῶμα ὑγρότερον, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.

Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερμῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ μᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιμοι καὶ θυμικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήμεροι, καὶ ἰταμοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυμοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώματος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔμπροσθεν εἰρημένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἄμα θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρημένων, ἕτοιμοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ μὴν ἄγριός γε ὁ θυμὸς, ἀλλ’ εἰς ὀργὴν μόνον ἕτοιμοι. οἱ σφυγμοὶ δὲ μαλακοί τε καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ μὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγμοῖς· μικροτέρου δὲ γενομένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρημένων, ὅσον καὶ ὁ θώραξ μικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινομένης, καὶ μάλιστα εἰ κατὰ τὴν ὑγρότητα συμπέσῃ τοῦτο, πρὸς τοῖς εἰρημένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήματα γίνεται, διαφθειρομένων τε καὶ σηπομένων αὐτοῖς τῶν χυμῶν συμπεσεῖται, καὶ αἱ ἐκπνοαὶ μείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγμοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ μὲν σφυγμοὶ μαλακοὶ, τὸ δὲ ἦθος ἄτολμόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα μηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιμοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύμπαν σῶμα τοῖς ἔμπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς μὲν σφυγμοὺς σκληροὺς ἐργάζεται καὶ μικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ μὲν ἀνάλογον τῇ ψυχρότητι μικρὸς ὁ θώραξ γένοιτο, σύμμετρον· εἰ δὲ μείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες μέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν μῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων μάλιστα. περὶ δὲ σμικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώματος ψυχρότητος ὁμοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐκεῖνο μεμνημένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ μοχθηρῶν ἠθῶν ἐγγιγνομένων, ἀλλ’ ὑπὲρ τῶν ἐμφύτων ἑκάστῳ λέλεκται.

Ἥπατος θερμοτέρου γνωρίσματα, φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων, ἐν δὲ τῷ χρόνῳ τῆς ἀκμῆς καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖς τὸ αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλεῖον, αἷμα ψυχρότερον, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ψυχροτέρα, εἰ μή τι πρὸς τῆς καρδίας θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ μὲν αἷμα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ μὲν αἷμα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ μαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερμοτέρου δὲ ἅμα καὶ ξηροτέρου ἥπατος γνωρίσματα, λασιώτατον ὑποχόνδριον, αἷμα παχύτερόν τε ἅμα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα, φλεβῶν εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα θερμότης μὲν γὰρ ἡ ἐκ καρδίας ὁρμωμένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερμότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενομένης ἀχθῆναι. μεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρημένων. μᾶλλον μὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερμότητος, ἔτι δὲ μᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρμωμένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράμωσιν αἱ τῶν ἀρχῶν ἀμφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶμα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσματα. τὸ δὲ ὑγρότερον ἅμα καὶ θερμότερον ἧπαρ ἧττον μὲν τοῦ θερμοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷμα, καὶ φλέβας μεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερμοτέραν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀμφοτέραις ταῖς ποιότησιν ἐκτραπείη τοῦ κατὰ φύσιν, ἑτοίμως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύμοις νοσήμασιν· ἔτι μᾶλλον, εἰ ἐπὶ πλεῖστον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερμόν. εἰ δ’ ἔμπαλιν ἐπ’ ὀλίγον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερμὸν, ἥκιστα κακόχυμοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον μὲν ἔχει τὸ ὑποχόνδριον, αἷμα δ’ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν στενότητι, καὶ τὸ σύμπαν σῶμα παραπλησίως ἔχον, εἰ μὴ πρὸς τῆς καρδίας ἐς τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιμόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶμα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν, εἰ μὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία.

Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερμὴ μὲν ἀφροδισιαστική τέ ἐστι, καὶ ἀῤῥενόγονος, καὶ γόνιμος, καὶ ταχέως δασύνει τὰ γεννητικὰ μόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ, ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ μὲν ὑγρὰ πολύσπερμός τέ ἐστι καὶ ὑγρόσπερμος, ἡ ξηρὰ δὲ ὀλιγόσπερμός τε καὶ μετρίως παχύσπερμος. ἡ θερμοτέρα δὲ καὶ ξηροτέρα παχυσπερμοτάτη τέ ἐστι καὶ γονιμωτάτη, καὶ τάχιστα πρὸς συνουσίαν ἐπεγείρει τὸ ζῶον εὐθέως ἐξ ἀρχῆς. ἀτὰρ οὖν οἱ τοιοῦτοι καὶ δασύνονται τάχιστα τὰ γεννητικὰ μόρια καὶ σύμπαντα τὰ πέριξ, ἄνω μὲν ἄχρι τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, κάτω δὲ μέχρι μέσων μηρῶν. ὁρμητικὴ μὲν οὖν ἡ τοιαύτη κρᾶσις ἱκανῶς ἐπ’ ἀφροδίσια, τάχιστα δὲ ἐμπιπλαμένη καὶ, εἰ βιάσαιτο, βλαπτομένη. συνελθούσης δὲ ὑγρότητος τῇ θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι, πολύσπερμοι δὲ μᾶλλον, οὐ μὴν ὀρέγονταί γε μᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦσι δ’ ἀβλαβέστερον ἀφροδισίοις πλείοσιν. εἰ δ’ ἱκανῶς ἄμφω συναυξηθείη τό θ’ ὑγρὸν καὶ θερμὸν, οὐδ’ ἀβλαβῶς ἀπέχονται τῶν ἀφροδισίων. εἰ δ’ ὑγρότεροι καὶ ψυχρότεροι τὴν κρᾶσιν οἱ ὄρχεις γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέως ἀφροδισιάζειν ἄρχονται, καὶ οὐδ’ ὁρμητικοὶ πρὸς τὴν ἐνέργειάν εἰσιν, ὑδατῶδες δὲ καὶ λεπτὸν αὐτοῖς τὸ σπέρμα καὶ ὀλίγον ἐστὶ, καὶ θηλύγονον, καὶ ἄγονον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα κρᾶσις ὁμοία μὲν τἄλλα τῇ προειρημένη κράσει, παχύτερον δ’ αὐτοῖς τὸ σπέρμα, καὶ παντάπασιν ὀλίγον.

Αἱ δ’ ὅλου τοῦ σώματος ἕξεις εἴρηνται μέν που καὶ πρόσθεν, ὡς ὁμοιοῦνται καρδίᾳ καὶ ἥπατι· κρατεῖ δὲ ἡ ὁμοιότης τοῦ σφοδροτέραν ἔχοντος ἡντιναοῦν τῶν πρώτων ποιοτήτων, ἃς δὴ καὶ δραστικὰς ὀνομάζουσιν. ὅλου δὲ τοῦ σώματος ἡ ἕξις ἐπ’ ἐκείνων λέγεται μάλιστα τῶν μορίων, ὅσα θεωμένοις ὑποπίπτει πρῶτα. μύες δέ εἰσιν οὗτοι, πᾶσι τοῖς ὀστοῖς περιβεβλημένοι, σύνθετοί τινες σάρκες ἔκ τε τῆς ἁπλῆς τῆς πρώτης σαρκὸς, ἔτι τε τῶν ἰνῶν, αἷς αὗται περιπεφύκασιν. ἡ γὰρ οἰκεία τῶν μυῶν οὐσία ταῦτ’ ἐστιν ἄμφω. τὰ δ’ εἰς αὐτοὺς ἥκοντα τῶν ἀγγείων οἷον ὀχετοί τινές εἰσιν, οὐ συμπληροῦντες αὐτῶν τὴν οὐσίαν, ἀλλ’ ὑπηρετοῦντες εἰς διαμονήν. εἰρήσεται γοῦν καὶ τὰ τῆς τούτων κράσεως γνωρίσματα κατὰ τὴν εὔκρατον οἴκησιν. ἐξαλλάττουσι γὰρ αἱ δύσκρατοι τὸ δέρμα, καθ’ ἑαυτὰς τυποῦσαι, καὶ διαφθείρουσιν ἔνια τῶν γνωρισμάτων. οὕτως δὲ καὶ εἰ κατὰ τὴν εὔκρατον χώραν ὥρᾳ θέρους ἑαυτὸν ἡλίῳ τὶς παραβάλλοι γυμνὸν, ἐξαλλάξει τῶν γνωρισμάτων ὅσα κατὰ χρόαν τέ ἐστι καὶ τὴν ἐν μαλακότητι καὶ σκληρότητι σύστασιν. εἰ δ’, ὥσπερ εὔκρατόν ἐστι τὸ χωρίον, οὕτως καὶ αὐτὸς εὐκράτως διαιτῷτο, μήτ’ ἐξοπτώμενος ἐν ἡλίῳ· γυμνὸς ἑκάστης ἡμέρας ἐπὶ πλεῖστον, ἀλλὰ μήθ’, ὥσπερ ἔνιοι, δίκην παρθένου σκιατραφούμενος, ἀκριβῆ τὰ τῆς κράσεως ἐνδείξεται γνωρίσματα. καἰ τοίνυν ὡς ἐπὶ τούτων τοῦ λόγου γενησομένου, προσέχωμεν ἤδη τὸν νοῦν αὐτῷ. συμμέτρου. κράσεως γνωρίσματα πρὸς ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ χροιὰ μὲν ἐξ ἐρυθροῦ καὶ λευκοῦ συμμιγής· αἱ τρίχες δὲ ξανθαὶ μετρίως καὶ οὖλαι τὰ πολλά· συμμετρία δὲ σαρκώσεως ἐν ποσότητί καὶ ποιότητι. μέσον γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶμα πασῶν τῶν ὑπερβολῶν, ὡς ἂν καὶ νοουμένων τε καὶ λεγομένων πρὸς αὐτό. καὶ γὰρ τὸ παχὺ σῶμα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ πιμελῶδες, καὶ σκληρὸν, καὶ μαλακὸν, καὶ λάσιον, καὶ ψιλόν. οὐδὲν οὖν τούτων· ἐστὶ τὸ σύμμετρον, ἀλλ’ οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συμμετρίας ἁπάσης, ὡς ψαυόντων μὲν μήτε, μαλακὸν φαίνεσθαι, μήτε σκληρὸν, μήτε θερμὸν, μήτε ψυχρὸν, ὁρώντων δὲ μήτε λάσιον, μήτε ψιλὸν, μήτε παχὺ, μήτε ἰσχνὸν, ἤ τινα ἑτέραν ἔχον ἀμετρίαν.

Ὅσα δὲ τοῦ συμμέτρου θερμότερα μέν ἐστιν, οὐ μὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται μὲν δήπου καὶ ἁπτομένοις θερμότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερμότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ μελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ἄτριχον, τὸ πιμελῶδες, τὸ ψυχρὸν ἁπτομένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅμα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἔστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους μολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ᾽ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ μὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ μαλακωτέρα.

Καὶ μὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόμεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισμάτων ἰδέαν. ἡ μὲν γὰρ θερμοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερμοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίμελός ἐστι, καὶ ἰσχνὴ, καὶ μελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερμότητος, καὶ μελάγχρους. ἡ θερμοτέρα καὶ ὑγροτέρα κρᾶσις μαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερμοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀμφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμασιν, ὅτι καὶ κακόχυμος ἑτοίμως γίγνεται. εἰ δ᾽ ὀλίγῳ μὲν ὑγροτέρα εἴη, παμπόλλῳ δὲ θερμοτέρα, καὶ μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι. μέλαιναι δ᾽ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίμελος. εἰ δ᾽ ὀλίγῳ μὲν εἴη θερμοτέρα, παμπόλλῳ δὲ ὑγροτέρα, μαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶμα συμμιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερμότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον μὲν ἀμφοῖν ηὐξημένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ μαλακὴ, καὶ παχεῖα, καὶ πιμελώδης. ἐπὶ πλεῖον δὲ τὰ μὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅμα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀμφοῖν ηὐξημένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον ηὐξημένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶμα, καὶ ἄτριχον, ἁπτομένοις δὲ ψυχρόν. ἡ πιμελὴ δὲ ὅμως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος. μεταπεσούσης δὲ τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ξηράν τε καὶ ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, μελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει μὲν τὰ τῆς ἐπικρατούσης, ἀμυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσματα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρημένοις τε καὶ μέλλουσι λέγεσθαι κοινὸν γνώρισμα κράσεως, εἰ μὲν εὔψυκτον εἴη τὸ μόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερμότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχμηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβλημένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς μυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόμενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη, σκληροτέρα τε καὶ μαλακωτέρα γενομένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ μόριον. ἡ μὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ μαλακὴ; τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν ὁμοιομερῶν σωμάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ μόριον· ὑγρότερον μὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅμα καὶ ἐλάττων. αὐτὰ μὲν γὰρ τὰ στερεὰ τοῦ σώματος μόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ μὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαμβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁμοιομερῶν ἐκ παραθέσεως; οὐ δι’ ἀγγείων ἑλκομένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν μορίων, καὶ ῥηθήσεται καὶ αὗθις ἐν τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα.

Γαστρὸς γνωρίσματα, τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ μήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσμασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερμοτέρα φύσει γαστὴρ πέττει μὲν ἄμεινον, ἢ ὀρέγεται, καὶ πολὺ μᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔμμετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι μὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ μάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίμως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγμιώδης ἐστὶν ἡ τοιαύτη γαστὴρ, καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀμετρότερον χρησαμένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁμιλίαν, ὥσπερ οὐδ’ ἡ θερμὴ τῶν θερμῶν. αἱ μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν ὁμοίων, ὥσπερ αἱ σύμφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρημένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησομένων. οὐ μόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερμοῦ πόματος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύμων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερμότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε μακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύματος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ μὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόμα ἵστησιν αὐτῶν μᾶλλον τὴν δίψαν, ἤπερ τὸ πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται.

Καὶ μέγιστόν ἐστι τοῦτο γνώρισμα τῆς ἐν πνεύμονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερμὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα χρεμπτόμενοι ἅμα καὶ μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγματι, καὶ λαμπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώματα, μεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελομένοις. οὐ μὴν αὐτό γε τὸ τῆς φωνῆς μέγεθος ὑπὸ τῆς θερμότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ σμικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ μὲν εὐρύτητι τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σμικρότης δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μόναις ταῖς συμφύτοις κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς μέγεθός τε καὶ ἡ σμικρότης. ὅτι μὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συμφύτου κράσεως συλλογίζεσθαι. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης μὲν οὖν ἀρτηρίας συμμετρίᾳ κράσεως ἕπεται, τραχύτης δὲ ξηρότητι. τραχύτης μὲν γὰρ ἐπὶ ἀνωμαλίᾳ, κατὰ ξηρὸν σῶμα. τὴν δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν μὲν ἡ τῶν ὁμοιομερῶν αὐτῆς μορίων ξηρότης, ἀνώμαλον δὲ ἡ τῆς παρεσπαρμένης τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης μὲν οὗν ἐμφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερμότητος. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσματα καὶ αὗται γινόμεναι τῶν ἐργαζομένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα μόρια τοῦ ζώου τὰ ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα. πειρατέον δὲ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάμεων ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάμεως ἀρετῇ τε καὶ κακίᾳ, ἡ προηγουμένη κρᾶσίς ἐστιν. τὰ μὲν οὖν τῶν κράσεων γνωρίσματα καὶ ἤδη λέλεκται.

Τὰ δὲ περὶ τὸ μέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν ἐσφαλμένα, ὅσα μὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ μὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ μὲν οὖν τῆς κεφαλῆς μέγεθός τε καὶ σχῆμα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠμοπλάτας, ἢ ὤμους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ μηρὸν, ἢ κνήμην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλμένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὺ μέγεθος, ἄν τε κατὰ τὸν ἀριθμὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώματος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα μὲν γάρ τινος οὕτω σμικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάμην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτομένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάμην ἐγκειμένην τε καὶ σμικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραμμένος ἐναργῶς. οὐ μὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε μοί ποτε. πειρᾶσθαι μέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ μὴ κατ’ ἐπιστήμην βεβαίαν, ἀλλ’ οὗν κατὰ στοχασμόν τινα τεχνικὸν, οἶον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς μὲν φλέβας ἔχοντας. ἄχρουν δὲ τὸ σύμπαν σῶμα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ μᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς μὲν ὥσπερ τινὸς βάρους ἐγκειμένου καὶ κρεμαμένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανομένους ἐν βάθει, τοὺς δὲ μετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ μικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάμην φλεγματικὸν μὲν ὅλην τὴν ἕξιν, ἐμοῦντα δὲ ἑκάστης ἡμέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήματα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκμηράμην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ μικρὰν ἑαυτοῦ μοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέμπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει μεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατομῆς φαινομένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλμένων σωμάτων, ἐν ταῖς ἀνατομαῖς αὑτὸν γυμναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδίᾳ καθ’ ἑτέρας πραγματείας, ὑπὲρ ὧν ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλομαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι μαθεῖν, ἐκ ποίας μάλιστα πραγματείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

Ὅσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώματα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς μὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ μεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν μεγέθει, καὶ χροιᾷ, καὶ σχήματι, καὶ ἀριθμῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ μαλακότητα, καὶ θερμότητα, καὶ ψυχρότητα διαφορᾷ· μὴ φαινόμενα δὲ, καθόλου μὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινομένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ μέρος δὲ, τὰς μὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινομένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλμῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγμῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυμίας τε καὶ ἀθυμίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώματι διαφορῶν, ἀλγημάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυμῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωμάτων ἔκκρισιν ὑπαλλαττομένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήμασιν, οὐ τοῖς ἐγχωρίοις μόνον, ἀλλὰ καὶ κατὰ συμπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωμάτων ἔκκρισιν ἁμαρτανομένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐμέτοις, αὐταῖς τῶν ἐμουμένων ταῖς ἰδέαις. καὶ μέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττομένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήματα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε ἀναπτυόμενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων μορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινομένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους μὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγμοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήμασιν ἐξεταστέον. ἄλγημα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ άλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται μὲν οὖν ἡ συνέχεια τομῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πλημμελῶς, ἢ μηδ’ ὅλως γιγνομένη. ὅσα δ’ ἐκκρίνεται, τὰ μὲν ὡς μόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώματα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόμενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ, μηδενὸς αὐτὴν ὑπὸ μέθοδον τῶν ἔμπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεμίαν ὧν ὑπήρξαντο μὲν οἱ παλαιοὶ, οὐ συνετέλεσαν δέ. τῶν μὲν δὴ νοσούντων σωμάτων ἐξ ἐκείνης τῆς πραγματείας μανθάνειν χρὴ τὰ γνωρίσματα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησομένων ἐκ τῆσδε τῆς μεθόδου.

Τὰ μὲν οὖν τῶν νοσησόντων ἐν τῷ μεταξὺ τὴν ἰδέαν ἐστὶ τῶν τε τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσι συμβαινόντων. κατὰ φύσιν μὲν γὰρ ἅπαντα τοῖς ὑγιαίνουσιν ὑπάρχει, παρὰ φύσιν δὲ τοῖς νοσοῦσιν, καθόσον νοσοῦσιν. ἐν μεθορίῳ δὲ τούτων ἐστὶ τὰ δηλωτικὰ σημεῖα τῶν νοσησόντων, ἔνια μὲν ἐκ τοῦ γένους ὑπάρχοντα τῶν κατὰ φύσιν, ἀλλὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ὑπηλλαγμένα, τινὰ δὲ ἐκ τῶν παρὰ φύσιν μὲν, ἀλλὰ μικρότερα τῶν ἐν ταῖς νόσοις, καὶ διὰ τοῦτο καὶ αἱ διαθέσεις μὲν αὗται τῶν σωμάτων, ὅσα νοσήσειν ὑπέδειξα, τῶν οὐδετέρων εἰσὶ, καὶ τὰ δηλοῦντα αὐτὰς σημεῖα. πρώτως μὲν γὰρ ταῦτα ὑγείαν δηλοῖ, δευτέρως δὲ τὰς νόσους. καὶ γίνεται τὰ αὐτὰ σημεῖα κατὰ τὴν πρός τι σχέσιν, οὐδέτερά τε καὶ νοσώδη· τὰ μὲν τὴν ἤδη διάθεσιν δηλοῦντα οὐδέτερα, τὰ δὲ τὴν ἐσομένην προδηλοῦντα νοσώδη. κατὰ δὲ τὸν αὐτὸν λόγον, καὶ ὅσα τοῖς νοσοῦσιν ἐπιφαίνεται σημεῖα σωτήρια, λεχθήσεται μὲν ὑγιεινὰ, διότι τὴν ἐσομένην ὑγείαν προδηλοῖ· λεχθήσεται δὲ καὶ νοσερὰ, καθόσον τὴν ὑπάρχουσαν νόσον ἐνδείκνυται. καὶ δῆλον ὡς, ὅσαπερ ἀμφοῖν ἐστι δηλωτικὰ, λεχθείη ἂν οὐδέτερα καθ’ ἔν τι τῶν σημαινομένων τῆς οὐδετέρου φωνῆς. οὐδὲν δὲ θαυμαστὸν, τὰ αὐτὰ σημεῖα τοὺς τρεῖς ἔχειν λόγους ἐν διαφερούσαις σχέσεσιν, ὑγιεινά τε καὶ νοσερὰ, καὶ οὐδέτερα λεγόμενα. καθ’ ἕτερον δὲ σημαινόμενον, ὅσα τοῖς ἀνακομιζομένοις ἐκ νόσων ὑπάρχει σημεῖα, λέγομεν οὐδέτερα, καθ’ ὃ, οἶμαι, καὶ τὰ τῶν ἐν γήρᾳ. ταῦτα μὲν οὖν ἅπαντα πλείοσιν ὑποπέπτωκεν ἐννοίαις τε καὶ λόγοις. ὅσα δὲ τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρχει, μόνῃ τῇ τῶν ὑγιεινῶν ἐννοίᾳ, καὶ ὅσα τοῖς νοσοῦσι μὴ προδηλοῦντα τὴν ἐσομένην ὑγείαν, μόνῃ καὶ ταῦτα τῇ τῶν νοσωδῶν ὑποπέπτωκεν ἐννοίᾳ. περὶ μὲν δὴ τούτων ἑξῆς εἰρήσεται. τὰ δὲ τῆς μελλούσης νόσου προγνωστικὰ διέλθωμεν πρότερον. διττῆς δὲ οὔσης τῆς αἰτῶν διαφορᾶς, προχειρισώμεθα πρότερον τὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς, οὐκ αὐταῖς ταῖς οἰκείαις ἰδέαις ἐξηλλαγμένα τῶν κατὰ φύσιν, οἷον ὄρεξιν σιτίων ἐπιτεταμένην, ἢ ἐκλελυμένην, ἢ μὴ κατὰ. τὸν συνήθη καιρὸν, ἢ οὐ συνήθων ἐδεσμάτων, ἥ ἀπόκρισιν τῶν περιττωμάτων τῆς τροφῆς ἐλαττόνων, ἢ πλειόνων, ἢ ὑγροτέρων, ἢ σκληροτέρων. οὕτως δὲ καὶ τῶν ὑγρῶν περιττωμάτων ἔνδεια, καὶ πλεονεξία παρὰ τὸ κατὰ φύσιν, ἢ χροιᾶς, ἢ συστάσεως ἐξάλλαξις, ἢ καιροῦ κενώσεως, ἀγρυπνία τε καὶ πλείων ὕπνος, ἢ οὐκ ἐν καιρῷ τῷ συνήθει κατὰ ταῦτα δὲ καὶ ἡ περὶ πόμα πλεῖον, ἢ ἔλαττον, ἢ θερμὸν, ἢ ψυχρὸν ἐπιθυμία παρὰ τὺ σύνηθες. ὥσπερ γε καὶ ἡ περὶ τὴν τῶν ἀφροδισίων χρῆσιν ἄμετρος ἢ ἄκαιρος ἐπιθυμία, ἱδρῶτες πλείους τοῦ δέοντος, ἢ ἐλάττους, ὄκνος εἰς τὰς κινήσεις, ἢ πειρωμένων κινεῖσθαι βαρύτης, ἢ ἔκλυσις ἰσχυρὰ, καταμηνίων κρύψις, ἢ πλείων, ἢ ἐλάττων κένωσις. οὕτω δὲ καὶ ἡ δι’ αἱμοῤῥοΐδων. ἀλλὰ καὶ ἡ κατ’ αὐτὴν τὴν ἐδωδὴν ἢ πόσιν οὐχ ὁμοία τῇ πρόσθεν ἡδονὴ γνώρισμά ἐστι μέλλοντος νοσήματος. οὕτως δὲ καὶ ἡ τῆς διανοίας ἀμβλύτης οὐ κατὰ φύσιν, ἢ ἐπιλησμοσύνη τις ἀήθης, ἢ φαντασιωδέστεροι τῶν ἔμπροσθεν ὕπνοι, καὶ μὲν δὴ καὶ ἀκοὴ, καὶ ὄσφρησις, καὶ ὄψις ἀμβλύτεραί τε καὶ ἀχλυωδέστεραι. καὶ ἁπλῶς εἰπεῖν, ὅσα κατὰ φύσιν ὑπῆρξε, τὰ μὲν αὐξανόμενα, τὰ δὲ μειούμενα, τὰ δὲ καιροῖς τισιν, ἢ ποσότησιν, ἢ ποιότησιν ἐξαλλαττόμενα. καὶ γὰρ οὖν καὶ τοῦ σώματος ὄγκος, ἐλάττων τε καὶ μείζων γινόμενος, ἐρυθρότερός τε καὶ λευκότερος, ἢ οἷον πελιδνότερος, καὶ μελάντερος, καὶ ἐρυγαί τε καὶ πταρμοὶ, καὶ φύσαι πλείους ἢ ἐλάττους τῶν κατὰ φύσιν. οὕτω δὲ καὶ ὅσα διὰ ῥινῶν, ἢ ὑπερώας, ἢ ὤτων, οἷς ὁ ἐγκέφαλος ἐκκαθαίρεται, ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ἐξαλλαττόμενα. ταῦτα μὲν ἅπαντα τοῦ γένους τῶν κατὰ φύσιν ἐστίν. δῆξις δὲ γαστρὸς, ἢ κατὰ στόμαχον, ἢ κατὰ τι τῶν ἐντέρων, ἢ ἐπὶ τοῖς διαχωρουμένοις, ἢ ἐμουμένοις, ἢ οὐρουμένοις, ἤ τις ἕτερος μέτριος πόνος, ἐκ τοῦ γένους μέν ἐστι τῶν παρὰ φύσιν, οὔπω δὲ νοσεῖν οἱ οὕτως ἔχοντες λέγονται, καθάπερ οὐδ’ οἱ βαρυνόμενοι τὴν κεφαλὴν, ἢ ἀλγοῦντες, ὅταν γε μηδέπω διὰ ταῦτα πρὸς τὰ συνήθη τῶν ἔργων ἐμποδίζωνται. καὶ ὅ γε τοῦ νοσεῖν ὅρος οὗτός ἐστιν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο ἐν τῷ πρός τι τὴν αὐτὴν διάθεσιν ἤδη τε νοσώδη καὶ οὐδετέραν ἐροῦμεν ἔτι. πρὸς γὰρ τὴν ῥώμην τῆς φερούσης ῥᾳδίως ἢ νικωμένης ἤδη δυνάμεως ἤτοι νόσος ἐστὶν, ἢ οὐδετέρα διάθεσις ἑκάστη τῶν εἰρημένων. οὕτω δὲ καὶ ὅσα κατὰ τὰς αἰσθήσεις, οὐκ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διενηνόχασιν, ἀλλ’ ὅσα τῷ γένει παρὰ φύσιν ἐστί. καὶ τοῦτ’ ἐστὶ νοσώδη σημεῖα, μέχρι περ ἂν ᾖ σμικρὰ, καὶ μηδέπω τῶν εἰθισμένων πράξεων ἀπάγειν ἱκανά. τοιαῦτα δ’ ἐστὶ κατὰ μὲν τὴν γεῦσιν, ὅταν ἁλμυρᾶς, ἢ πικρᾶς, ἤ τινος ἑτέρας ποιότητος ἔμφασις ᾖ τοῖς ἐσθιομένοις τε καὶ πινομένοις ἅπασιν, ἢ καὶ χωρὶς τοῦ προσάρασθαί τι τὸ σίαλον αὐτὸ φαίνηται τοιοῦτον. κατὰ δὲ τὴν ὄσφρησιν, ὅταν ἤτοι τινὸς αἰσθανώμεθα μιᾶς ποιότητος, οὐδενὸς ὀσφρητοῦ παρόντος, ἢ καὶ προσφέροντες πλείω τε καὶ διαφέροντα πάντων αὐτῶν ὡς ὁμοίων αἰσθανώμεθα. πολλάκις δὲ οὐδ’ ὅλως αἴσθησις ἡμῖν οὐδενὸς, ἢ δυσώδους τινὸς γίνεται, μηδενὸς παρόντος δυσώδους. κατὰ δὲ τὴν ἀκοὴν ἦχοι καὶ ψόφοι τοῦ παρὰ φύσιν εἰσίν. ὥσπερ γε καὶ κατὰ τὴν ὄψιν, ὅσα προφαίνεσθαι δοκεῖ, μέλανά τε καὶ ὀρφνώδη, καὶ κυανὰ, καὶ πυῤῥὰ, καὶ ξανθὰ, καὶ τὰ μὲν στρογγύλα, τὰ δὲ προμήκη· καὶ τὰ μὲν ἰσχνὰ, τὰ δὲ παχέα, παραπέτασθαι πάντα δοκοῦντα. κατὰ δὲ τὴν ἁπτικὴν αἴσθησιν, ὅταν ἀνωμαλία τις, ἢ πύκνωσις, ἢ βάρος, ἢ τάσις, ἢ ναρκώδης ἢ ἑλκώδης διάθεσις ἐμφαίνηται καθ’ ὅλην τὴν ἕξιν. οὕτως δὲ καὶ καθ’ ὁτιοῦν μέρος ἢ τάσις, ἢ θλίψις, ἢ δῆξις, ἢ βαρύτης, ὅταν σμικραί τινες ὦσι καὶ μὴ μόνιμοι, τὴν μὲν διάθεσιν οὐδετέραν εἶναι δηλοῦσι, προαγγέλλουσι δὲ νόσον.

Ὅσα δὲ ἐν τοῖς ἤδη νοσοῦσι γίνεται σημεῖα, τὰ μὲν ὑγείαν δηλοῦντα, τὰ δὲ θάνατον, ὑγιεινὰ μὲν τὰ πρότερα, τὰ δὲ ἕτερα τῷ γένει μὲν νοσερὰ, κατ’ εἶδος δὲ ὀλέθρια λέγεται. λαμβάνεται δὲ, καθόλου μὲν εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν ἀρετῆς τε καὶ κακίας, κατὰ μέρος δὲ ἐκ τῶν κατὰ μέρος ἐνεργειῶν, ὧν τὰ γένη πρόσθεν εἴρηται, πρῶτον μὲν τὸ τῶν ἀρχῶν, δεύτερον δὲ τὸ τῶν ἀπ’ ἐκείνων πεφυκότων, καὶ τρίτον τὸ τῶν ἰδίαν μὲν ἐχόντων διοίκησιν, ἀπὸ δὲ τῶν ἀρχῶν ἀποφύσεις τινὰς δεχομένων. τὸ γὰρ δὴ τέταρτον γένος τῶν τότε ῥηθέντων, ἐξ ἑαυτοῦ μὲν ἄχρηστον εἰς τὰς προγνώσεις, κατὰ συμβεβηκὸς δὲ, κᾀκ τούτων ἔσται ποτὲ πρόγνωσις, ὥσπερ γε κᾀκ τῶν περιττωμάτων διὰ παντός. ἐκ τούτων μὲν λόγῳ συμπαθείας, ἐκ δὲ τῶν περιττωμάτων, ὅτι πέψεως καὶ ἀπεψίας ἐν αὐτοῖς ἐστι σημεῖα. ὥστε οὐκ ἐνδέχεται μὴ δηλοῦν αὐτὰ διὰ παντὸς, ἤτοι τὴν φύσιν ἐπικρατεῖν τῆς ὕλης, ἢ τὴν ὕλην τῆς φύσεως, ἢ οὐδέτερον οὐδετέρου. ὑγιεινὰ μὲν οὖν σημεῖα λεχθήσεται, κρατούσης τῆς φύσεως, νοσώδη δὲ, κρατουμένης, οὐδέτερα δὲ τὰ ἐν ταῖς ἰσοσθενέσι μάχαις. τὰ μὲν δὴ τῆς ἐναργοῦς πέψεως σημεῖα τῶν ὑγιεινῶν ἐστι, καθάπερ καὶ τὰ τῆς ἀπεψίας νοσερὰ, τὰ δὲ οὕτε πέψιν, οὔτε ἀπεψίαν ἐναργῶς ἐνδεικνύμενα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. οὐδέτερα δὲ καὶ ὅσα νῦν μὲν τοῦτο, νῦν δὲ τοὐναντίον δηλοῖ, καθάπερ οἱ μελαινόμενοι δάκτυλοι. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ κριτικὰ συμπτώματα. λέλεκται δὲ ὑπὲρ ἁπάντων αὐτῶν ἐν τοῖς περὶ κρίσεως, ὥσπερ καὶ περὶ τῶν καθ’ ἑκάστην ἐνέργειαν ἐν τοῖς περὶ συμπτωμάτων αἰτίοις. ἐκ τούτων οὖν χρή τὴν κατὰ μέρος ἅπασαν αὐτῶν ὕλην ἀναλέγεσθαι. ἐγὼ δὲ μήκους φειδόμενος ἐνταυθοῖ μὲν ἤδη καταπαύσω τὸν περὶ τῶν σημείων λόγον, μεταβήσομαι δὲ ἐπὶ τὸν περὶ τῶν αἰτίων.

Ἐπεὶ δὲ καὶ τούτων ἐστὶ τὰ μὲν ὑγιεινὰ, τὰ δὲ νοσερὰ, τὰ δὲ οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ μὲν ἦν φυλακτικὰ, τὰ δὲ ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώματι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώματος, ἀλλὰ πλειόνων, ὡς ἔμπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ποιητέον, ἐπισκεπτομένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγματος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ μὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶμα, διὰ παντὸς ἂν ἔμενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, μὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρημένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ πρὸς τῶν ἰατρῶν κέκληται, ἀλλὰ φυλακτικὰ τῆς παρούσης κατασκευῆς. ἀλλοιοῦται τοίνυν τὸ σῶμα, πρὸς μέν τινων ἐξ ἀνάγκης, πρὸς δέ τινων οὐκ ἐξ ἀνάγκης. λέγω δὲ ἐξ ἀνάγκης μὲν, οἶς ἀδύνατον αὐτῷ ἐστι μὴ πλησιάζειν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά. τὸ μὲν γὰρ τῷ περιέχοντι διὰ παντὸς ὁμιλεῖν, ἐσθίειν τε καὶ πίνειν, καὶ ἐγρηγορέναι, καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θηρίοις οὐκ ἀναγκαῖον. ὅθεν ἐν μὲν τῷ προτέρῳ γένει τῶν αἰτίων ἡ περὶ τὸ σῶμα τέχνη καταγίνεται, κατὰ δὲ δεύτερον οὐκέτι. ὁπόσα τοίνυν ἐστὶ τὰ ἐξ ἀνάγκης ἀλλοιοῦντα τὸ σῶμα, διελόμενοι, καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι γένος αἰτίων ὑγιεινῶν εὑρήσομεν. ἔστιν οὗν ἓν μὲν ἐκ τῆς τοὺ περιέχοντος ἀέρος ὁμιλίας, ἕτερον δὲ ἐκ κινήσεως καὶ ἡσυχίας ὅλου τε τοῦ σώματος καὶ κατὰ τὰ μόρια. τρίτον, ἐξ ὕπνου καὶ ἐγρηγόρσεως. τέταρτον, ἐκ τῶν προσφερομένων. πέμπτον, ἐκ τῶν ἐκκρινομένων, ἢ ἐπεχομένων. ἕκτον, ἐκ τῶν ψυχικῶν παθῶν. ὑπὸ τούτων γὰρ ἁπάντων ἀνάγκη τὸ σῶμα διατίθεσθαί πως. ὑπὸ μὲν τοῦ περιέχοντος, ἤτοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τούτων τι πάσχον, ἢ καθ’ ὅλην. τὴν οὐσίαν ἀλλοιούμενον. ἐκ κινήσεως δὲ καὶ ἡσυχίας, ἀμέτρων ἀμφοῖν γινομένων, ἢ θερμαινόμενον, ἢ ξηραινόμενον, ἢ ψυχόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τι τούτων πάσχον. οὕτω δὲ καὶ ἐξ ὕπνου καὶ ἐγρηγόρσεως ἀνάγκη πως πάσχειν αὐτό. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῶν προσφερομένων, ἢ ἐκκρινομένων, ἢ ἐπεχομένων. ἅπαντα γὰρ ταῦτα, τὰ μὲν ἄντικρυς, τὰ δὲ διὰ μέσων ἑτέρων αἰτίων ἀλλοιοῖ τὸ σῶμα, καὶ διαφθείρει τὴν ὑγείαν. καὶ γέγραπται περὶ τούτων αὐτῶν ἰδίᾳ καθ’ ἕκαστον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. τὰ μὲν οὖν ἅπαντα τὰ νῦν εἰρημένα γένη τῶν ὑγιεινῶν αἰτίων ὕλαι τινὲς ὑπάρχουσι· μετὰ δὲ τῆς δεούσης χρήσεως αἴτια γίνεται φυλακτικά τε καὶ ὑγιεινά· διαμαρτανόμενα δὲ τῆς συμμετρίας, νοσώδη καθίσταται. ὥστε δῆλον ἤδη κᾀκ τούτων, ὡς οὐχ ἑτέρας μὲν οὐσίας τῶν ἐκτὸς τούτων πραγμάτων ὑγιεινὰς ἡμῖν, ἑτέρας δὲ νοσερὰς ὑποληπτέον, ἀλλὰ τὰς αὐτὰς ἐν τῷ πρός τι ποτὲ μὲν ὑγιεινὰς, ποτὲ δὲ νοσώδεις γινομένας. ἡνίκα μὲν γὰρ δεῖται κινήσεως τὸ σῶμα, τὸ μὲν γυμνάσιον ὑγιεινὸν, ἡ δὲ ἡσυχία νοσερόν· ἡνίκα δὲ ἀναπαύσεως, ὑγιεινὸν μὲν ἡ ἡσυχία, νοσερὸν δὲ τὸ γυμνάσιον. ὡσαύτως δὲ καὶ περὶ σιτίων καὶ πομάτων καὶ τῶν ἄλλων ἁπάντων. ἕκαστον γὰρ, ἐπειδὰν δεομένῳ τῷ σώματι προσάγηται μετὰ τῆς οἰκείας ποσότητος καὶ ποιότητος, ὑγιεινὸν γίνεται· τῷ δὲ ἤτοι μηδ’ ὅλως δεομένῳ προσφερόμενον, ἢ οὐκ ἐν τῷ προσήκοντι μέτρῳ, νοσῶδες καθίσταται. καὶ δύο εἰσὶν οὔτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφερομένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρημένοις περιεχόμενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶμα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφερομένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐμετάβλητον εἶναι τὺ θνητὸν σῶμα, καὶ δεῖσθαι κατὰ τὰς μεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούντων. ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρημένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώμεθα διὰ τὴν εἰρημένην αἰτίαν.

Ἐπεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡμῖν προκείμενόν ἐστι γένος, αὖθις ἀναλάβωμεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώματος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρμόσει συμμετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφερομένων τε καὶ ἐκκρινομένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συμμετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συμμετρίας, ἐπὶ μὲν τοῦ περιέχοντος, ὡς μήτε φρίττειν διὰ κρύος, μήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυμνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶμα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσμασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συμμετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει, ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφερομένων μετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ μετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν μηκέτι δέηται τὸ σῶμα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωμένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πλημμελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶμα. τὰς μὲν γὰρ ἡ συμμετρία τῶν προσφερομένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶμα διαπνοὴν ἡ τῶν γυμνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀμετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυμοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶμα τῆς κατὰ φύσιν συστάσεως. Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήθ’ ὑπερπεπληρωμένον, μήτ’ ἐνδεὲς, μήθ’ ὑπερεψυγμένον, μήθ’ ὑπερτεθερμασμένον, ἢ ἐξηρασμένον, ἢ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, σμικρὸν μὲν ἔσται τὸ διαμαρτανόμενον. ἄμεινον δὲ τεθερμασμένῳ μᾶλλον, ἢ ὑπερεψυγμένῳ, καὶ ὑπερπεπληρωμένω, ἢ ἐνδεεῖ, καὶ ὑγρασμένῳ, ἢ ἐξηρασμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. ποιότητα δὲ ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐκλέγεσθαι δεῖ. γυμνασίου μὲν γὰρ, ἐν ᾧ πάντα τὰ μόρια τοῦ σώματος ἀνάλογον κινεῖται, καὶ μὴ τὸ μὲν ὑπερπονεῖ, τὸ δὲ ἐνδεέστερον πονεῖ· τῶν δὲ ἐσθιομένων τε καὶ πινομένων τὸ εὐκρατότατον· ταῦτα γὰρ οἰκειότερα ταῖς εὐκράτοις φύσεσιν. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων.

Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶμα, μὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγμένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωμάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ μὲν οὖν τῇ κράσει τῶν ὁμοιομερῶν παραλλάττον, ἐν μέντοι τῇ συμμετρίᾳ τῶν ὀργανικῶν μορίων μὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν μὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ μὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώματος ἅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ μὲν γὰρ θερμότερα σώματα θερμοτέρων δεῖται διαιτημάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ μὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερμότερά τε καὶ ξηρότερα τῶν θερμοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συμφύτους αὐτῶν δυνάμεις ἐπιστάμενος· οἷον ὅτι κίνησις μὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶμα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερμαινόντων καὶ ψυχόντων ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶμα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάμεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁμοίας τοῖς ὁμοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώματος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ μετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον μὲν τοῖς προειρημένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ μέσων·, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρμόττειν ἐλέγομεν. τὴν γὰρ θερμοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερμὰ καὶ ξηρὰ διαιτήματα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερμοτέρα καὶ ξηροτέρα. τὸ μὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συμφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρημένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν μέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι μὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ μετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνομάζομεν; ἔπρεπε γὰρ αὐτὸ μᾶλλον ἴσως ἀλλοιωτικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συμφύτων ἁμαρτημάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα μὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαμεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν μὲν οὖν ὁμοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώματος μέρεσιν ὁμοία καὶ ἡ ἐπιμέλεια· τῶν δ’ οὐχ ὁμοίων οὐχ ὁμοία. δύναται γὰρ ἡ μὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερμοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συμμέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτημάτων. οὔτ’ οὖν ἐξ ἴσου γυμνάσομεν ἅπαντα τῶν τοιούτων τὰ μόρια τοῦ σώματος, οὔθ’ ὡσαύτως ὑγρανοῦμεν καὶ ξηρανοῦμεν, ἤ τι τῶν ἄλλων πράξομεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ.

Τὰ δὲ τῶν ὀργανικῶν μορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλμα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα μὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλμάτων, ἄλλα δὲ τῶν παρὰ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν. ἐν μὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλματα. καὶ γὰρ καὶ τὸ σχῆμα τοῦ μορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, στόμιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συμμετρίας, ἐπ’ ὀλίγον μὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωμάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθμῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁμοιομερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡμῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν μερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη μὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶμα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα μὲν οὖν ἡμάρτηται μόρια κατὰ τὸ σχῆμα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ μὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ μὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡμάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται μὲν ἔτι αὐξανόμενα, τελειωθέντα δὲ οὐ δύναται. μικρὰς μὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, μεγάλας δὲ ἐνέργειά τε τῶν μερῶν καὶ κατάληψις ἐργάζεται πνεύματος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόμια. καὶ μὲν δὴ καὶ ὅσα μείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. μείζω δ’ ἀποτελεῖται τὰ μόρια κινήσει τῇ κατὰ φύσιν ἅμα τρίψει συμμέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷμα. τῶν δὲ λειπόντων μορίων, ὅσα μὲν ἐξ αἵματος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρματος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅμως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ μὲν φύσις ἐστὶ δημιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθμὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, μετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡμαρτημένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁμαρτήματα δύναται συστῆναι περὶ μόριον ἕν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα μικράν τε ἅμα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγματος ἐπικειμένην ἔχοντος. ἡμάρτητο γὰρ ἐν αὐτῇ μέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ κράσει ψυχροτέρα. ταύτην εἰς μὲν τὸ κατὰ φύσιν ἄγειν ἀμήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιμα καὶ μὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡμέρας. ἄλλῳ δὲ, ἐμφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινομένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα.

Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις οὐ συγχωρήσει τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ· εἷναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁμοίαν ἀπορίαν ἐσομένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ μὴ γὰρ ἐνεργείας. αἰσθητὴ βλάβη διορίζοι τὸ νόσημα τῆς ὑγείας, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο μόνον, ἀναγκαῖον ἔσται τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγμα, μηδενὸς ἀρίστας ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο μὲν, ὡς ἂν λογικώτερον σκέμμα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω.

Τὰ δ’ ὡς πρὸς τοὺς ὁμολογουμένως νοσοῦντας ὑγιεινὰ τῶν αἰτίων ἑξῆς διέλθωμεν, ἀπὸ τοῦ τῆς δυσκρασίας ἀρξάμενοι γένους. διοριστέον οὖν ἐνταῦθα πρότερον, ἅπερ ὀλίγου δεῖν ἅπαντες οἱ ἰατροὶ παραλείπουσιν, ὡς ἀλλὰ μέν ἐστιν ὑγιεινὰ τῆς ἤδη γεγενημένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινομένης, ὥσπερ γε καὶ τῆς γενησομένης ἄλλα. ταύτης μέν γε τῆς ὑστάτης τὰ μὲν ἐν τῷ προφυλακτικῷ μέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ μόνῳ· τῆς δ’ ἀμφοῖν μέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν μὲν γὰρ ἤδη γεγενημένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω μὲν οὖσαν, ἐσομένην δὲ, ἐκ τῆς κατὰ τὶ σῶμα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινομένης δὲ, τὸ μὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόμεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνομάζεται δὲ ἡ τοιαύτῃ διάθεσις αἰτία προηγουμένη. ἡ γεγονυῖα δὲ νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἦς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαμὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα μὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ μέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δημιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ μέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ μὲν οὖν θερμῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερμὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄμετρον μὲν ἅπαν τὸ παρὰ φύσιν, σύμμετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄμετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐμμέτρου πρὸς τὸ σύμμετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ φαντασίαν θερμαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναμιν μὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ μὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόμενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴρηται πραγματείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα μὲν ὡς πρὸς τὴν ἤδη γεγενημένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ μεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναμιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινομένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσημάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις μὲν ἡ παύουσα τὴν σηπεδόνα, μενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώματος ἐξάγουσα τὴν· αἰτίαν. ἀλλὰ τὸ μὲν εἰρημένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιμεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτομίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρμα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ μετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταμήνια κινῆσαι καὶ αἱμοῤῥοΐδας ἀναστομῶσαι, καὶ διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφερομέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ μέρος τῆς τέχνης εὑρήσομεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευτικῇ πραγματείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελμα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσημα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόμεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλματα, κᾀνταῦθα ἐχόντων ἡμῶν ἀνάλογον φάρμακον τῷ μεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρμόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα μὲν ἀριθμοῖς ἐπὶ τὸ θερμότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἷναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα μὲν ἀριθμοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ μὲν οὖν αὐτῷ τῷ πεπονθότι μορίῳ προσάγοιτο τοιοῦτον φάρμακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καί ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειμένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς μὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ μὲν οὖν θερμότερον εἶναι δέοι τοῦ συμμέτρου, μὴ τοσοῦτον μόνον ἔστω θερμότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιμέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόμενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ μὲν γὰρ παχυμερές ἐστιν, οὐχ ὁδοιπορήσει μέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτομερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι μέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυμερὲς καὶ λεπτομερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ μὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρημένας εἰς ἕτερον, ἢ μηδεμίαν ἔχῃ. τὰς μὲν γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψομεν, ἐρεθίσομεν δὲ τὰς εἰς μὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν μόνον ἀλλοίωσις ἴασίς ἐστιν.

Λυθείσης δὲ τῆς συνεχείας, ὁ μὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ μὲν τῶν ὀργανικῶν μορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁμοιομερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύμφυσιν ὀνομάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν μεῖζον γένηται τὸ τραῦμα, προσαγωγὴ τῶν διεστώτων μορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γένηται μόνιμος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιμοι. κολλᾷ μὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡμέτερον δ’ ἔργον ἕν πρῶτον μὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς μηδὲν ἐμπέσῃ τῶν χειλῶν μεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ μέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ μὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν μὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ μηδὲν ἔξωθεν ἐμπίπτειν ἐάσομεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα μεταξὺ στᾶσα τῶν κολληθησομένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ μετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῥῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήματος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ μέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν μετρίως ξηραινόντων. αὕτη μὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει μορίῳ γεγενημένης αὐτῆς καθ’ ἑαυτὴν μόνης. εἰ δ’ ἑτέρῳ τινὶ μιχθείη νοσήματι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγμένων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦμεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.

Κάταγμα τοίνυν ἐστὶ μὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος μὲν οὖν σκοπὸς ἡ σύμφυσις οὐ δυναμένη διὰ σκληρότητα τοῦ μορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσμοῦντος ἐν κύκλῳ τὸ κάταγμα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον μὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. μαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συμφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συμπλοκῆς. ὡς τὰ πολλὰ γὰρ οἱ παρακείμενοι μύες ἅμα τοῖς ἄλλοις σώμασι πάσχουσι, ῥηγνυμένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος μὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀμφ’ αὐτὰ σώμασιν. ὁ μὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν μορίων ἐπιπεπλεγμέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγμάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωμα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωμα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύμμετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷμα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι λέλεκται.

Νεύρου δὲ καὶ τένοντος νύγμα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ μόριον, ἕτοιμον ἐπικαλέσασθαι σπασμοὺς, καὶ μάλισθ’ ὅταν μηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρματος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστομοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτομερεῖ, διϊκνεῖσθαι δυναμένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωμένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν μὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.

Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη μὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήματος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ μὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει λελεγμένοι δ’ εἰσὶν ὀλίγον ἔμπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ μὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὗν ἀναπληρωθῇ μὲν τὸ κοῖλον, ὁμαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συμβαίνει. μέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταμένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι μὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξομεν, ὃ περιποιῆσαι τῷ μέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρματι. τοῦτ’ οὖν ἡμῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅμοιόν τι δέρματι. τὴν γοῦν σάρκα δερματώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινομένη τε ἅμα καὶ τυλουμένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρμάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾀν ῥύπος ἐπιτραφῇ, σκοπὸς μὲν ἀποῤῥύψαι· φάρμακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρμάκων ἡ ὕλη. καὶ μὲν δὴ καὶ εἰ φλεγμονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδημα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρημένων μεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωμένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήματα. καὶ περὶ μὲν τούτων ἅλις.

Ἐπὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη γένος, εἰς πλείους διαφορὰς τεμνόμενον. ἀλλ’ ἀπὸ τοῦ σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ σχήματος ἐξάλλαξιν γίνεται. τῶν μὲν οὖν ἔτ’ αὐξανομένων οἷόν τε τὸ σχῆμα τῶν πλείστων μορίων ἐπανορθοῦσθαι, τῶν δ’ ηὐξημένων οὐκέτι. σκοπὸς δ’ ὧν οἶόν τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς. εἰ δὲ κατάγματος οὐκ ὀρθῶς διαπλασθέντος ἡμάρτηταί τινος κώλου σχῆμα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς, εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔμφραξις ἐκ ταὐτοῦ γένους τῶν νοσημάτων. ἡ μὲν ὑπὸ γλίσχρων καὶ παχέων γινομένη χυμῶν, ἕνα μὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει τὴν ἔμφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τμητικὰ τῶν φαρμάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐμφραχθείσης ἐντέρῳ, προτέραν μὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσμάτων, ἑξῆς δὲ τὴν κένωσιν ἐκ δριμέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν μὲν τῷ παραυτίκα τὴν μετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα τὴν διὰ τομῆς κομιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν μορίῳ περιεχομένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ ἐπὶ τῶν ἐμπύων. ἡ δὲ ἄμετρος πλήρωσις ἐν ἀμέτρῳ κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵματος. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν τραχεῖαν, ἢ πνεύμονα πύον ἢ αἷμα περιέχεται, παντελοῦς κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσματος, ἢ πόματος, ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις. ὅσα μὲν οὖν ἐν πνεύμονί τε καὶ θώρακι περιέχεται, μετὰ βηχῶν μὲν ἡ κένωσις, ὑπὸ δὲ φαρμάκων λεπτυντικῶν· ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς, ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων μὲν ὑπὸ τῶν λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν τε καὶ ἀναστομωτικῶν. ὅσα μὲν οὖν κατὰ τὴν ἄτω γαστέρα, δι’ ἐμέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα δὲ ὑπὸ τῷ δέρματι, διὰ τομῆς, ἢ καύσεως, ἢ φαρμάκων καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν μὲν ὅλῳ τῷ γένει παρὰ φύσιν ἔν τισι μέρεσι περιεχομένων σκοπὸς τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, μετάθεσις. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις τῶν ἰασομένων αὐτὰ μέρος μέν τι κᾀξ αὐτῆς λαμβάνεται τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων μορίων. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ μὲν οὖν ὀστοῦν ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον τραχύτητα διά τε φαρμάκων ἱκανῶς ῥυπτικῶν καὶ διὰ βραχείας στύψεως.

Ὅσαι δὲ ἐμφράξεις ἢ στενοχωρίαι νοσήμασιν ἑτέροις ἕπονται, θεραπευτέον ἐκεῖνα πρότερον. δέδεικται δ’ ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς φλεγμοναῖς, καὶ σκίῤῥοις, καὶ οἰδήμασι, καὶ ξηρότησιν ἐνίοτε ἀμέτροις, ἔτι τε μοχθηροῖς σχήμασιν αὐτῶν τῶν περιεχόντων σωμάτων ἕπεται πολλάκις τὰ εἰρημένα, καθάπερ καὶ ὄγκοις τισὶ τῶν πέριξ σωμάτων. εἰ δὲ καὶ πρὸς ἄλληλα τῶν εἰρημένων ἐπιπλέκοιτό τινα, τὰς ἐνδείξεις ἔχει ποικίλας. ἀρκέσει δ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ποιήσασθαι τὸν λόγον· ἐπὶ πλέον γὰρ ὑπὲρ ἁπάντων ἐν τοῖς θεραπευτικοῖς λέγεται γράμμασιν. ὑποκείσθω τοίνυν ἐπιῤῥεῖν τινι μέρει πλῆθος αἵματος, ὡς διατείνεσθαι τὰ κατὰ τὸ μόριον ἀγγεῖα, μὴ τὰ μεγάλα μόνον, ἀλλὰ καὶ τὰ σμικρὰ τὰ πρότερον ἐκφεύγοντα τὴν ὄψιν, ἐκ δὲ τοῦ πεπληρῶσθαι φαινόμενα νῦν, ὥσπερ γε ἐπ’ ὀφθαλμῶν ὁρᾶται σαφῶς ἐνίοτε διὰ τὴν λευκότητα τοῦ χιτῶνος. εἰκὸς δὲ δήπου, καὶ ἄλλα τῶν μὴ ὁρωμένων ἀγγείων διατετάσθαι μεμεστωμένα, μηδέπω μηδ’ αὐτὰ φαινόμενα διὰ τὴν σμικρότητα. καὶ δὴ κίνδυνος ἐκχυθῆναι τὸ διϊδρούμενον ἐκ τῶν ἀγγείων εἰς τὰς μεταξὺ χώρας τὰς κενὰς, ἢ καὶ παρεκχεῖσθαι μικρὸν ἤδη. τοῦ τοιούτου πάθους ἡ ἴασις ἕξει μὲν δήπου σκοπὸν τὴν κένωσιν, ἢ, ἵνα σαφέστερον εἴπωμεν, ἀποκένωσιν. ἐπειδὴ τὸ πάθος ἦν ἐν τῷ πεπληρῶσθαι τὸ μόριον ἀμέτρως, ἀναγκαῖον δὴ, ἤτοι παλινδρομῆσαν ἐκκενωθῆναι τὸ περιττὸν, ἢ δι’ αὐτοῦ τοῦ πεπονθότος μορίου. παλινδρομήσει μὲν οὖν, ἢ ὠσθὲν, ἢ ἑλχθὲν, ἢ παραπεμφθὲν, ἢ κατά τινα τούτων, ἢ κατὰ πάντα. δι’ αὐτοῦ δὲ τοῦ πεπονθότος ἐκκενωθήσεται, τὸ μέν τι φανερῶς τε καὶ αἰσθητῶς, τὸ δὲ εἰς ἀτμοὺς λεπτυνθέν. εἰ μὲν οὖν εἴη τὸ σύμπαν σῶμα πληθωρικώτερον, οὐ χρὴ διὰ τοῦ πεπονθότος τόπου ἐκκενοῦν. εἰ μὲν γὰρ ἀμυχαῖς καὶ τομαῖς αἰσθητῶς ἐκκενώσομεν ὀδυνήσαντες, ἐπισπασόμεθα πλέον διὰ τὴν ὀδύνην. εἰ δὲ τοῖς θερμαίνουσι διαφορεῖν ἐπιχειρήσομεν, ἕλξομεν διὰ τὴν θερμότερα πλέον εἰς τὸ μέρος, ἢ διαφορήσομεν. εἰ δ’ αὖ βουλοίμεθα παλινδρομεῖν ἀναγκάζειν τὸ ἐπιῤῥυὲν, οὐκ ἂν δέξαιτο μεστὸν ὑπάρχον τὸ σῶμα. πρὸς ἄμφω τοίνυν ταῦτα χρὴ κενῶσαι τὸ ὅλον, ἢ ἀντισπάσαι γε πάντως εἰς ἄλλα χωρία τὸ ἐπιῤῥέον τῷ πεπονθότι· τοῦτο δὲ ἐργασάμενον ἀπωθεῖσθαι τοῦ μέρους πρότερον, ἢ διαφορεῖν ἐπιχειρεῖν. ἑτοιμοτέρα γὰρ ἡ κένωσις, ὅσῳ διὰ μειζόνων. ἀποκρουσόμεθα δ’ ἐκ τοῦ πεπονθότος, εἰ στύφοιμέν τε καὶ ψύχοιμεν. ἀλλὰ καὶ τὰ κενωθέντα πρὸς ἑαυτὰ τὸ ἀποκρουόμενον ἕλξει· δέδεικται γὰρ καὶ τοῦτο διὰ τοῦ περὶ τῶν φυσικῶν δυνάμεων λόγου. καὶ δὴ καὶ παραπέμψει τὰ ἀγγεῖα, τονωθέντα τοῖς στύφουσι φαρμάκοις. εἰ μὲν οὖν ἅπαν οὕτω παλινδρομήσει, εὖ ἂν ἔχοι· καταλειφθέντος δέ τινος ἐν τῷ μορίῳ, ἐχρῆν, μὲν δήπου τεκμαίρεσθαι τοῦτο γλίσχρον ὑπάρχειν, ἢ παχὺ, καὶ διὰ τοῦτ’ ἐσφηνῶσθαι δυσλύτως. δύναται δὲ καὶ μὴ τοιοῦτον ὂν εἰς τὰς μεταξὺ χώρας ἐκκεχύσθαι. τότ’ οὖν ἥκειν ἤδη καιρὸς ἐπὶ τὸ κενοῦν αὐτὸ διὰ τοῦ πεπονθότος, ἐπιθέντα τοῖς ὑπερκειμένοις ἀποκρουστικὰς τῶν ἐπιῤῥεόντων δυνάμεις. ἐκκενώσεις δὲ μάλιστα, εἰ κατὰ τὰς μεταξὺ χώρας τεκμαίροιο περιέχεσθαί τι δι’ ἀμυχῶν τε ἅμα καὶ διὰ φαρμάκων διαφορητικῶν. ἀλλ’ ἐπεὶ τὰ διαφοροῦντα πάντα θερμὰ ταῖς δυνάμεσιν ὑπάρχει, τῆς δ’ αὐτῆς ἐστι κράσεως ἔργον τὸ δάκνειν, ὅταν ἀμετρότερον ἦ θερμὰ, φυλακτέον ἐν αὐτοῖς τὰ πάνυ θερμὰ, καὶ μάλιστα ἢν ἐπιπολῆς ἦ τὸ πεπονθός. ὀδυνήσεται γὰρ οὐ σμικρῶς, ἢν ἅμα τε πεπόνθῃ καὶ δάκνηται, ὀδύνη τε πᾶσα παροξύνει τὰ ῥεύματα. τὸ μετρίως οὖν θερμὸν ἐπὶ τούτων ἀνώδυνον, ἔτι δὲ μᾶλλον, ἐὰν ὑγρὸν ὑπάρχῃ. καὶ μέντοι καὶ ἱκανόν ἐστιν διαφορῆσαι τὸ ἐπιπολῆς, εἰ καὶ μὴ σφοδρὸν εἴη τὸ διαφορητικὸν φάρμακον. εἰ δὲ τὰ μὲν ἐπιπολῆς ἀπαθῆ παντάπασιν ὑπάρχει, διὰ βάθους δ’ εἴη τὸ κενώσεως δεόμενον, ἐπιτεῖναί τε καὶ αὐξῆσαι δεῖ τοῦ διαφορητικοῦ φαρμάκου τὴν θερμασίαν. κινδυνεύσει γὰρ ἐκλυθῆναι, πρὶν εἰς τὸ βάθος ἐξικέσθαι, οὐ μὴν οὐδ’ ἀνιάσει τι τὰ ἐπιπολῆς, ὧν ψαύσει, διότι μὴ πέπονθεν. ὥστε καὶ νῦν ἐς ταὐτὸν ἄμφω συμβαίνει πρὸς τὴν τῶν θερμοτέρων τε ἅμα καὶ δριμυτέρων φαρμάκων χρῆσιν, τά τ’ ἐπιπολῆς ἀνεχόμενα, καὶ τὰ διὰ βάθους δεόμενα. ταύτην μὲν οὖν τὴν ἔνδειξιν ἐκ τοῦ μορίου τῆς θέσεως ἐλάβομεν. ἑξῆς δὲ σκοπῶμεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γάρ λείπειν οὐ μικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ ῥεύματος, ἔνια μὲν ἀραιὰ καὶ χαῦνα καὶ μαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιλημένα καὶ σκληρά. τὰ μὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριμυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτομερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ μᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅμα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρημένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωμένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιμον ἐδέσμασί τε καὶ πόμασι λεπτυντικοῖς τὸ πάχος μὲν πρῶτον ἅμα τῇ γλισχρότητι λεπτομερὲς ἐργάζεσθαι· δεύτερον δὲ, μὴ διὰ τῶν ἀοράτων καὶ στενῶν μόνον, ἀλλὰ καὶ δι’ εὐρειῶν ὁδῶν ἐκκενῶσαι τὸ λυποῦν; εὐρύτεραι γάρ εἰσι κατὰ τὸ ἧπαρ αἱ φλέβες, ὥσπερ καὶ πλεῖσται· τελευτῶσι δ’ αἱ μὲν ἐν τοῖς κυρτοῖς εἰς τὴν κοίλην, αἱ δ’ ἐν τοῖς σιμοῖς ἐπὶ πύλας. ὥστ’ ἤδη σοι ῥᾷστον, ἐν ὁποτέραις ἂν ὦσιν αἱ σφηνώσεις, ἐκκενοῦν ἑτοίμως αὐτὰς, ἕλκοντα μὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν τε καὶ ἀναστομωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ τὰς ἐν τοῖς σιμοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ τῆς κοίλης φλεβὸς, ὅσα κατὰ τὰς ταύτης φλέβας. ἑτέρα δὲ ἐπὶ ταῖς προειρημέναις ἔνδειξις ἀφ’ ἥπατος, ὡς ἀρχῆς φλεβῶν. ἐπεὶ γὰρ οὐχ ἑαυτὸ μόνον, ὥσπερ τὰ πλεῖστα μόρια τοῦ ζώου, διοικεῖν πέφυκεν, ἀλλ’ ἐπιπέμπει δύναμιν ταῖς φλεψὶ, κίνδυνός ἐστιν, ἐὰν ἐκλύσωμεν αὐτοῦ τὸν τόνον ἐπιβροχαῖς τε καὶ καταπλάσμασι χαλαστικοῖς, αὐτό τε πρῶτον ἀτονῆσαι περὶ τὴν ἐνέργειαν, ἀτόνους τε συμπάσας ἐργάσασθαι τὰς φλέβας. ὅθεν ἐπιμιγνύναι χρὴ τῶν στυφόντων τι φαρμάκων ἐν ταῖς θεραπείαις αὐτοῦ. ἀλλ’ ἐπειδὴ διὰ βάθους ἐστὶ συχνοῦ, κίνδυνος ἐκλυθῆναι τὴν δύναμιν τοῦ στύφοντος, ἐὰν μὴ ποδηγῆται πρός τινος ἑτέρας οὐσίας λεπτομεροῦς, οἵα περ ἡ τῶν ἀρωμάτων ἐστί. κάλλιον δὲ, εἰ αὐτὸ τὸ στύφον φάρμακον εὐθὺς εἴη καὶ ἀρωματῶδες· συμφύτους γὰρ ἔχον δύο ποιότητάς τε καὶ δυνάμεις ἰσχυρότερον ἐνεργήσει. καὶ τοίνυν ἐκκενούσθω μὲν καὶ ἤδη τὸ παρὰ φύσιν εἰς τὸ μόριον ἐνεχθέν· ἐχέτω δὲ τὴν συμμετρίαν τῶν χυμῶν τὴν κατὰ φύσιν. ἐπισκεπτέον οὖν ἡμῖν ἐν τούτῳ, μήτι πρὸς τῆς τοῦ ῥεύματος ποιότητος ἠλλοιώθη τὴν κρᾶσιν, εἰ μὲν φλεγματικώτερον ἦν, ψυχθὲν, εἰ δὲ χολωδέστερον, θερμανθὲν, ἵνα καὶ ταύτην αὐτοῦ τὴν δυσκρασίαν ἰασάμενοι τελέως ὑγιὲς ἀποφάνωμεν. ἰασόμεθα δὲ τὴν ἐναντίαν ἀντεισάγοντες ποιότητα, καθάπερ ἐν ταῖς τῶν δυσκρασιῶν εἴρηται θεραπείαις, εἰς ὅσον ἕκαστον ἐγένετο θερμότερον, ψύχοντες εἰς τοσοῦτον. ὥστ’ ἐνταῦθα πάλιν ἀναγκαῖον ἐπίστασθαι τὴν κατὰ φύσιν εὐκρασίαν αὐτοῦ. πῶς γὰρ ἂν εἰδείημεν, ὁπόσῳ τοῦ κατὰ φύσιν ἐστὶ ψυχρότερον ἢ θερμότερον, ἢ πότε ψύχοντες παυσόμεθα, μὴ γινώσκοντες τὸ μέτρον τῆς κατὰ φύσιν θερμότητος; οὕτω δὲ καὶ εἰ τὸ ψυχρότερον γενόμενον θερμαίνομεν, μὴ γινώσκοντες τὸ μέτρον αὐτῆς τῆς κατὰ φύσιν ψυχρότητος, οὐχ οἶόν τε ἡμῖν οὔτ’ εὐπορῆσαι τοῦ θερμαίνοντος οἰκείως, οὔτε παύσασθαι θερμαίνοντας.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὰ κατὰ τὸν ἀριθμὸν οὐ κατὰ φύσιν ἔχοντα. διττῆς δὲ οὔσης αὐτῶν τῆς διαφορᾶς, οἷς μὲν ἐλλιπές τι μόριον, ἐργάζεσθαι τοῦτο σκοπὸς, ὑπηρετοῦντας δηλονότι τῇ φύσει, καθ’ ὃν ὀλίγον ἔμπροσθεν, εἴρηται τρόπον. οἷς δ’ αὖ περιττεύει, τοῦτ’ ἐκκόπτειν αὐτὸ, ἤτοι διὰ σμίλης, ἢ διὰ πυρὸς, ἢ διὰ φαρμάκου καυστικοῦ. ταυτὶ μὲν οὖν ἅπαντα σχεδὸν δυνατόν ἐστιν ἰάσασθαι, γεννῆσαι δ’ οὐχ ἅπαντα δυνατὸν, ὡς ἐν τῷ περὶ σπέρματος ἀποδέδεικται λόγῳ. τινὰ δὲ κᾂν αὐτὰ μὴ δυνατὸν ᾖ γεννῆσαι, ποιῆσαι γοῦν ἀντ’ αὐτῶν ἕτερόν τι δυνατὸν, ὡς ἐπὶ τοῦ ὀστοῦ τελέως ἐξαιρεθέντος οὐσίαν ἑτέραν ἐν τῇ κατ’ αὐτὸ χώρᾳ, διαφέρουσαν ὀστοῦ τε καὶ σαρκός. ἔστι γὰρ ἡ γινομένη κατὰ τὴν χώραν αὐτοῦ καθάπερ τις σὰρξ. πωροειδὴς, ἢ πῶρος σαρκοειδὴς, καὶ τοῦ χρόνου δὲ προϊόντος ἐπὶ τὸ πωρωδέστερον μεθίσταται, κατ’ ἀρχὰς σαρκοειδὴς μᾶλλον οὖσα. καθ’ ὅ τι δ’ αὖ μόριον ἀπολλύμενον οὔτε τὴν αὐτὴν οὐσίαν κατ’ εἶδος, οὔθ’ ὁμοίαν ἐργάσασθαι δυνάμεθα, τρίτος ἡμῖν σκοπὸς ἐξευρεῖν τινα κόσμον, ὡς ἐπὶ κολοβωμάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει παρὰ φύσιν ἀποκεχώρισται μόνον. ἐφ’ οὗ πρῶτος μὲν σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ μετάθεσις δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυμάτων. ὅσα δ’ οὐχ ὅλοις μορίοις, ἀλλ’ ἐν μέρεσι μορίων ἐλλείπει τε καὶ ὑπερβάλλει τοῦ κατὰ φύσιν, ἀνάθρεψις μὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων· ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρμάκων ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν παρὰ τὴν θέσιν ἐσφαλμένων σωμάτων, οἷον ἐξαρθρήματα καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ μὲν ἐκ βιαίας τάσεως ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος· ὥστε καὶ ἡ ἴασις τῷ μὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν ἐργάσασθαι τὸ περιέχον. ἐξ ὧν δ’ ἂν τις μεθόδων τὰ κατὰ μέρος ἐξευρίσκῃ, διὰ τῆς θεραπευτικῆς πραγματείας δεδήλωται.

Ἑξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔμπροσθεν λόγον ἀνεβαλλόμεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη μὲν ὑγιαίνοντος ἀμέμπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ μεμπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ μὲν οὖν πρῶτον γένος ἐκ τῆς ὑγιεινῆς ἐστι πραγματείας, διττὸν ὑπάρχον, ὡς ἔμπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς· τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυμοῖς δὲ μάλιστα τὴν σύστασιν ἔχει σύμπαν τοῦτο τὸ γένος, οὓς οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις, οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερμοὺς, ἢ ψυχροὺς, οὔτε δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες γὰρ αἴτιοι καθίστανται νοσημάτων. αὐξάνονται δὲ, ποτὲ μὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ σῶμα χυμούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται μὲν οὖν ἤτοι πεττόμενοι πρὸς αὐτοῦ τοῦ σώματος, ἢ ὑπό τινων φαρμακωδῶν δυνάμεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνομαζομένων ζώων, ἔτι τε τὰ δηλητήρια φάρμακα μεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν θερμῶν ἱκανῶς φαρμάκων, καὶ καθάρσεων, καὶ κλυστήρων, καὶ ἱδρώτων, καὶ ἐμέτων. αὗται μὲν αὐτῶν αἱ κοιναὶ κενώσεις. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι, λαμβάνονται, καθάπερ ἐν τοῖς ὑγιεινοῖς δεδήλωται, κατὰ τὸ τρίτον καὶ τέταρτον, καὶ μάλιστα περί τε κόπων ἡμῶν διεξιόντων, ὅσαι τε ἄλλαι τοιαῦται παράκεινται τοῖς κόποις διαθέσεις. ἐκκενοῦνται γὰρ ἑτοιμότερον, οἱ μὲν ἐν ταῖς πρώταις φλεψὶ διὰ γαστρός· οἱ δ’ ἐν ταῖς καθ’ ἧπαρ δι’ οὔρων· οἱ δὲ καθ’ ὅλην τὴν ἕξιν δι’ ἱδρώτων· ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι’ ὑπερώας, ἢ διὰ ῥινῶν, ἢ δι’ ἀμφοτέρων· οἱ δ’ ἐν ταῖς τοῦ θώρακος εὐρυχωρίαις διὰ φάρυγγος ἅμα καὶ βηχός· οἱ δὲ κατὰ νεφροὺς ἢ κύστιν δι’ οὔρων. ἀντισπάσεως δὲ κοινὴ συμπάντων τῶν μερῶν ἔνδειξις ἐπὶ τὰ ποῤῥωτάτω, παροχέτευσις δὲ ἐπὶ τὰ πλησίον. ἅπαντα δ’ οὖν, ὅσα θεραπεύει τὰς τοιαύτας διαθέσεις, ὑγιεινὰ προσαγορεύομεν αἴτια, καθάπερ νοσερὰ τὰ προσαύξοντα, καὶ οὐδέτερα τὰ μήτε βλάπτοντα, μήτε ὠφελοῦντα. δύναιτο δ’ ἄν τις αὐτὰ μηδ’ αἴτια προσαγορεύειν ὅλως, οἷοί πέρ εἰσιν οἱ πολλοὶ τῶν σοφιστῶν, ἀμελοῦντες μὲν αὐτῶν τῶν πραγμάτων ἐξευρίσκειν τὴν διαφορὰν, ἐν δὲ τοῖς ὀνόμασι τὸ πλεῖστον τοῦ χρόνου διατρίβοντες. εἴρηται δ’ ἐπὶ πλέον ἐν ἑτέροις πρὸς αὐτούς. τὸ μὲν δὴ προφυλακτικὸν τῆς τέχνης τοιόνδε.

Τὸ δ’ ἀναληπτικόν τε καὶ ἀναθρεπτικὸν ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου καὶ γερόντων. ὁποία δέ τίς ἐστι καὶ ἡ τούτων διάθεσις, ὑπὸ τίνων τε μάλιστα αἰτίων εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται, τελεώτατα μὲν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι δεδήλωται· διὰ κεφαλαίων δ’ ἂν ῥηθείη καὶ νῦν. ἡ μὲν οὖν διάθεσίς ἐστι τοιάδε. χρηστὸν μὲν, ἀλλ’ ὀλίγον τὸ αἷμα, καὶ σὺν αὐτῷ τό τε ζωτικὸν ὀνομαζόμενον πνεῦμα, καὶ τὸ ψυχικόν. αὐτὰ δὲ τὰ στερεὰ μύρια ξηρότερα, καὶ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν ἀῤῥωστότεραι, καὶ διὰ ταύτας ὅλον τὸ σῶμα ψυχρότερον. αἴτια δ’ ὑγιεινὰ, τὰ τὴν εἰρημένην ἐπανορθούμενα διάθεσιν ἑνὶ μὲν κεφαλαίῳ περιλαβεῖν, ὅσα ταχεῖαν μὲν καὶ ἀσφαλῆ θρέψιν ἐργάζεται· κατὰ μέρος δὲ, ἐν ταῖς συμμέτροις κινήσεσι, καὶ σιτίοις, καὶ πόμασι, καὶ ὕπνοις. εἰσὶ δὲ ὕλαι τῶν μὲν κινήσεων αἱ αἰῶραι, καὶ περίπατοι, καὶ τρίψεις, καὶ λουτρά. καὶ εἰ πολὺ βελτίους ἐπὶ τούτοις γίνοιντο, καὶ τῶν συνήθων ἔργων ἐπ’ ὀλίγον ἁπτέσθωσαν. τῶν δὲ σιτίων κατ’ ἀρχὰς μὲν ὑγραὶ, καὶ εὔπεπτοι, καὶ μὴ ψυχραὶ, προϊόντων δὲ καὶ αἱ τροφιμώτεραι. πόμα δὲ ἐπιτήδειον οἶνος, ἡλικίᾳ μὲν σύμμετρος, ἰδέᾳ δὲ καθαρός τε καὶ διαυγὴς, ἤτοι λευκὸς, ἢ ὑπόξανθος, ὀσμῇ ἡδὺς, μέτριος ἐν τῷ γεύεσθαι, μήθ’ ὑδατώδης τὸ πᾶν, μήτε τινὰ σφοδρὰν ἐνδεικνύμενος ποιότητα, μήτ’ οὖν στρυφνότητα, μήτε δριμύτητα, μήτε πικρότητα. λέγεται δ’, ὡς ἀρτίως εἶπον, ἐν τοῖς θεραπευτικοῖς ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν· νυνὶ γὰρ οὐ διελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἡμῖν πρόκειται, μόνον δ’ ἀναμνῆσαι τῶν κεφαλαίων, ὧν ἐν ἑτέραις πραγματείαις ἐποιησάμεθα τὴν διέξοδον, ἃς προσγράψας, ὁπόσαι τέ εἰσι καὶ ποῖαι, καταπαύσω τὸν λόγον ἐνταῦθα. [κατάλογος.] εἴρηται μὲν οὖν καὶ πρόσθεν, ὡς ἔστιν ἕν ἄλλο βιβλίον, ἐν ᾧ περὶ συστάσεως τῆς ἰατρικῆς τέχνης διερχόμεθα. προηγεῖται δ’ αὐτοῦ τὰ πρότερα δύο περὶ τεχνῶν συστάσεως. ἀλλὰ ταῦτα μὲν ἅμα τῷ νῦν περανθέντι χωρὶς τῶν κατὰ διέξοδόν ἐστι πραγματειῶν· ἐκεῖναι δὲ τήνδε τὴν τάξιν ἔχουσι. περὶ μὲν οὖν τῶν καθ’ Ἱπποκράτην στοιχείων ἓν βιβλίον ἐστίν. ἑξῆς δ’ αὐτῷ τρία περὶ κράσεων. ὧν τὰ μὲν δύο περὶ τῶν ἐν τοῖς ζώοις ἐστὶ κράσεων, τὸ τρίτον δὲ ὑπὲρ τῶν ἐν τοῖς φαρμάκοις. διὸ καὶ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείαν οὐχ οἶόν τε κατανοῆσαι καλῶς ἄνευ τοῦ τὸ τρίτον ἀκριβῶς ἀναγνῶναι περὶ κράσεων. ἔστι δὲ καὶ ἄλλο βιβλίον μικρὸν, ἑπόμενον τοῖς πρώτοις δύο περὶ κράσεων, τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιγραφόμενον· ὁμοίως δ’ αὐτῷ καὶ ἄλλα δύο μικρὰ, τὸ μὲν περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος, τὸ δὲ περὶ εὐεξίας. τρίβιβλος δ’ ἄλλη πραγματεία ἡ περὶ φυσικῶν δυνάμεών ἐστιν· ἣν εἴτε μετὰ τὰ δύο περὶ κράσεων, εἴτε μετὰ τὸ περὶ στοιχείων ἀναγινώσκειν τις ἐθέλοι, δύναιτ’ ἂν ἔσεσθαι. μετὰ δὲ ταύτην ἐν πλείοσι πραγματείαις ὑπὲρ τῶν ψυχικῶν ἐνεργειῶν διέξιμεν. ἐπεὶ δὲ εἰς τὰς ἀποδείξεις αὐτῶν οὐ σμικρὸν ὄφελός ἐστι τὰ διὰ τῶν ἀνατομῶν φαινόμενα, πρώταις ἐκείναις ἐγγυμνάσασθαι προσήκει. ἔστι δὲ χρησιμωτάτη μὲν αὐτῶν ἡ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἄλλαι δέ τινες ἐπ’ αὐταῖς πλείους, ἐν δυοῖν μὲν περὶ ἀνατομικῆς διαφωνίας, ἐν ἑνὶ δὲ περὶ τῆς τῶν τεθνεώτων ἀνατομῆς· οἷς ἐφεξῆς δύο περὶ τῆς ἐπὶ τῶν ζώντων. ἐν ἄλλοις δέ τισι κατὰ μέρος, ὅσα τοῖς εἰσαγομένοις ἐποιησάμεθα, τὰ περὶ ὀστῶν, καὶ ἡ τῶν μυῶν ἀνατομὴ, καὶ ἡ τῶν νεύρων, καὶ ἡ τῶν ἀρτηριῶν καὶ φλεβῶν, καί τινα τοιαῦτα ἕτερα. τῶν τοιούτων δ’ ἐστὶ, καὶ εἰ κατὰ φύσιν τὸ ἐν ἀρτηρίαις αἷμα. τὰ δὲ τὰς ἐνεργείας αὐτῶν ἀποδεικνύντα, δύο μέν εἰσι περὶ μυῶν κινήσεων, τρία δὲ περὶ θώρακος καὶ πνεύμονος κινήσεως, οἶς ἐφεξῆς ὑπὲρ τῶν τῆς ἀναπνοῆς αἰτίων, οἷς ἕπεται τὰ περὶ φωνῆς. ὑπὲρ ἡγεμονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγματείας ἐδηλώσαμεν, ἣν περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπιγράφομεν. ἐκ τούτου τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρματος ἰδίᾳ γεγραμμένα, καὶ προσέτι τῆς Ἱπποκράτους ἀνατομῆς, οἷς ἅπασιν ἡ περὶ χρείας μορίων ἕπεται πραγματεία. εἰς δὲ τὰς διαγνώσεις τῶν νοσημάτων ἥ τε περὶ τῶν πεπονθότων τόπων καὶ ἡ περὶ σφυγμῶν πραγματεία χρήσιμος ὑπάρχει, ακθ’ ἣν καὶ τὰς προγνώσεις διδάσκομεν. ἡγεῖται δὲ τῆς περὶ σφυγμῶν δύο βιβλία, τὸ περὶ χρείας ἀναπνοῆς, καὶ τὸ περὶ χρείας σφυγμῶν. αὕτη δὲ ἡ περὶ τῶν σφυγμῶν πραγματεία εἰς τέτταρα μέρη νενέμηται· πρῶτον μὲν τὸ περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ περὶ τῆς διαγνώσεως, καὶ τρίτον τὸ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, καὶ τέταρτον περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ τὸ τοῖς εἰσαγομένοις περὶ τῶν σφυγμῶν γεγραμμένον. ἐννοῶ δὲ καὶ ἄλλο τι ποιῆσαι βιβλίον ἓν οἷον ἐπιτομὴν ἁπάντων, ὅπερ ἤτοι τέχνην περὶ σφυγμῶν, ἢ σύνοψιν ἐπιγράψω. χρήσιμον δὲ εἰς τὴν τοιαύτην θεωρίαν ἐστὶ, καὶ δι’ ὧν ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον. εἰς δὲ τὰς προγνώσεις χρησιμωτάτη μάλιστά ἐστιν ἡ περὶ κρίσεων πραγματεία· προηγεῖται δ’ αὐτῆς ἡ περὶ τῶν κρισίμων. ἀλλὰ καὶ ἡ περὶ δυσπνοίας πρὸς διάγνωσίν τε τῆς παρούσης διαθέσεως καὶ πρόγνωσιν τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν περὶ τὸν κάμνοντα χρήσιμος ὑπάρχει. ταῦτά τε οὖν ἅπαντα, καὶ σὺν αὐτοῖς ἔνια μονόβιβλά ἐστι γινώσκεσθαι χρήσιμα, καθάπερ τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων, καὶ τὸ περὶ τῆς ἰατρικῆς ἐμπειρίας, καὶ τὸ περὶ τῆς λεπτυνούσης διαίτης, ἔτι τε τὸ περὶ τῆς φλεβοτομίας πρὸς Ἐρασίστρατον, καὶ τὸ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὡσαύτως δὲ καὶ τὸ περὶ πλήθους, ἕτερά τέ τινα τοιαῦτα. πάντων δὲ ἀναγκαιότερα πρὸς τὴν θεραπευτικὴν μέθοδόν ἐστιν τό τε περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, καὶ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐν ᾧ τὰς αἰτίας τῶν νόσων διέξιμεν, ἐφ’ οἶς ἄλλα τρία, ἐν οἶς τὰς ἐπὶ τοῖς συμπτώμασιν αἰτίας ἐξηγούμεθα, τά τε περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεώς ἐστιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, καὶ τὰ περὶ συνθέσεως φαρμάκων, οἷς τὰ τῆς θεραπευτικῆς ἕπεται μεθόδου γεγραμμένης ἡμῖν ἰδίᾳ, καὶ τῆς τῶν ὑγιεινῶν πραγματείας. ὅτι δὲ καὶ πρὸ ἁπάντων τούτων ἐγγεγυμνάσθαι χρὴ τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ τὸν μέλλοντα λογικῶς μεταχειρίζεσθαι τὴν τέχνην, ἐν τῷ περὶ τῆς ἀρίστης αἱρέσεως ἐπιδέδεικται γράμματι. περὶ δὲ τῶν ἄλλων συγγραμμάτων τε καὶ ὑπομνημάτων ὧν ἐγράψαμεν, οὐκ ἀναγκαῖόν ἐστι διεξέρχεσθαι νῦν, ὑπὲρ ἁπάντων γε μέλλοντας ἐρεῖν ἑτέρωθι, καθ’ ἕν ἴσως ἢ δύο βιβλία τὴν ἐπιγραφὴν ἕξοντα, Γαληνοῦ περὶ τῶν ἰδίων βιβλίων.