De temperamentis Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg009.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 1 509-694 1821 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek English Latin
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

Ὅτι μὲν οὖν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα κέκραται, καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι’ ἑτέρου γράμματος, ἐν ᾧ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δὲ, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, τῶν κράσεων ἁπάσας ἐξευρεῖν τὰς διαφορὰς, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι, κατ’ εἴδη τε καὶ γένη διαιρούμενος, ἐν τῷδε τῷ γράμματι δίειμι, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τοῦτ’ ἔστι τῶν στοιχείων αὐτῶν, ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ γῆς. ἐπειδὰν δὲ ζῶον, ἢ φυτὸν, ἢ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῶον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν, ὡς πῦρ, οὔτ’ ἄκροις ὑγρὸν, ὡς ὕδωρ· ὡσαύτως δὲ οὐδὲ ψυχρὸν ἢ ξηρὸν ἐσχάτως· ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν ᾧ πλείονος ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δὲ, ἐν ᾧ ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μὲν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δὲ, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν τῶν ὀνομάτων χρῆσις.

Ὥρα δ’ ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶν τε καὶ φιλοσόφων, ὑγρὰν εἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηρὰν καὶ ψυχρὰν, ἑτέραν τῆς ξηρᾶς τε ἅμα καὶ θερμῆς. ἔνιοι δ’ ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ, θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν· οὐ μὴν οὔτε τὴν ὑγρὰν ἅμα καὶ θερμὴν, οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐ γὰρ ἐγχωρεῖν οὔθ’ ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν, οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα, καὶ οὕτως θερμὸν ἅμα καὶ ξηρὸν γίνεσθαι τὸ σῶμα, μένειν δὲ ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἶς ἂν σώμασιν ἀῤῥωστῇ τὸ θερμὸν, ὥστ’ ἀναγκαῖον εἶναι, θερμότητος μὲν ἐπικρατούσης, ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης, ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν οὖν κατὰ τάδε πεπείκασι σφᾶς αὐτοὺς, ὡς δύο εἰσὶ πᾶσαι τῶν κράσεων αἱ διαφοραί. ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν· ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν· ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν, ὥσπερ καὶ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ’ αὖ τὸ ξηραίνειν, ὥσπερ καὶ τοῦ ὑγροῦ τὸ ὑγραίνειν. καὶ διὰ τοῦτο, ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ, καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμὰ, θερμαίνει, ᾗ δὲ ξηρὰ, ξηραίνει. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ, καθάπερ ὕδωρ θερμὸν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν πέφυκεν ἀεὶ, ἓν ἑκατέρας κᾀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὐκ οὖν συγχωροῦσιν, εἴ τι θερμαῖνόν ἐστιν, εὐθὺς τοῦτο καὶ ξηραίνειν· ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν, ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων· εἰ δ’, ὥσπερ θερμὸν, οὕτω καὶ ξηρὸν εἴη, καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθὺς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβὸν, ἀλλ’ ἐκ τῆς συνούσης αὐτῇ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπιπλέον, εἶθ’, ὡς εἰκὸς, αὐανθέντων, ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων, καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλὰ εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι καὶ γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος, εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς δρᾷν δυναμένης, ὑγραίνειν γὰρ τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βοῤῥᾶν, ξηρὸν καὶ ψυχρὸν ἄνεμον τυγχάνοντα, ξηραίνειν ἅπαντα καὶ ψύχειν. καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον,

Ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης νεοαρδέ’ ἀλωὴν Αἶψα ξηραίνει.

Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τοῦ μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’ οὐκ ἀναγκαῖον, οὔτ’ εἴ τι ψυχρὸν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμὸν, εὐθὺς καὶ ξηρόν· οὔκουν  οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηρὰν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζώου, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν, καὶ τὴν ἀλλοίωσιν, καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίνεσθαι. τίς γὰρ οὖν εἰπὼν, ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμὸν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος, οὐ τὴν κατὰ ψυχρὸν καὶ θερμὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα μεταβολήν· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ καὶ τὸ μέλαν εἰς τὸ λευκὸν, καὶ τὸ θερμὸν αὖ εἰς τὸ ψυχρὸν, ὥσπερ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν. οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρὸν, τὸ δ’ αὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκει τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι νῦν λευκὸν, ἢ τῷ τέως ξηρὸν ὂν τὸ νῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν τὸ νῦν ξηρὸν φαίη γενέσθαι, ἢ τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν, ἢ ἐκ θερμοῦ ψυχρὸν, ἢ ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν ἂν δόξειεν ὁ τοιοῦτος, καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται μουσικὸς ὅδε, φαμὲν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ, καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ· τὸ δ’ ἐκ μουσικοῦ γραμματικὸν, ἢ ἐκ γραμματικοῦ μουσικὸν, ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίνεσθαί τι λέγειν ἄτοπον. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν γεγονέναι, προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικὴν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι, μένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον. ὥστ’ οὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ’ ἐξ ἀμούσου μουσικός· οὐ γὰρ ἔτ’ ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον, μουσικόν γε ἤδη γεγονότα. πασῶν γοῦν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίων τε κᾀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων, δηλονότι καὶ τὸ ὑγρὸν, εἰ μεταβάλλει ποτὲ, καθ’ ὅσον ὑγρὸν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. μὴ τοίνυν λεγόντων, φασὶν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν, ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ’ ἓν καὶ ταὐτὸ σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ’ ὑγρόν τι καὶ θερμὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατὸν, ὡς ὅ τε λόγος ἀπέδειξε καὶ τὰ σμικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν οὖν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν, ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ὅταν ἐς ταὐτὸ ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου. ὁ δὲ λόγος ἐκείνων οὐχ, ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ ἓν καὶ ταὐτὸ σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ, δείκνυσιν, ἀλλ’ ὡς οὐκ ἂν διαμείναι τοιοῦτο ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα· καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρὸν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δ’ οὖν πάλιν τοῦτο, τὸ θερμὸν καὶ ξηρὸν, ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρὸν ἔσται καὶ ψυχρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμὸν, ἄρχεται τοὐντεῦθεν ἤδη, φασὶ, καὶ αὐτὸ μαραίνεσθαι, μηκέτ’ εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι, καὶ κατ’ ἀρχὰς μὲν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου συνδραμεῖν εἰς ταὐτὸ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον, ἢ τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κᾀν τῷ χρόνῳ προϊόντι γίνεσθαι τὴν τέως θερμὴν καὶ ὑγρὰν κρᾶσιν αὖθις θερμὴν καὶ ξηρὰν, ὥσπερ γε καὶ αὖθις πάλιν τὴν ξηρὰν καὶ θερμὴν, ἀποσβεννυμένου τοῦ θερμοῦ, ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. ὅτι μὲν οὖν ἐγχωρεῖ καὶ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα, καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἀποδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γὰρ, φασὶ, τεττάρων ποιοτήτων, εἰς ἀλλήλας τε τὸ δρᾷν καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος, καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’ ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν, οὔτε ψυχρὸν ἅμα καὶ θερμὸν δύναται γενέσθαι σῶμα. λείπεται γοῦν τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς μὲν δύο, ξηρὰς δὲ δύο, θερμότητι καὶ ψυχρότητι διῃρημένας. ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτά ἐστιν. ἃ δ’ ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός.

Ἕν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον φύσιν, ὥσπερ οὐκ ἀρετῇ τε ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ μηδ’ ὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν, ἢ ἐν τῇ ψυχρᾷ τὸ ψυχρὸν, οὐδ’ ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ πρότερον ἐπιθέσθαι τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν, ἢ τὴν εὔκρατον ἐκείνην φύσιν· τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ’ αὖ ψυχρότερον θερμαίνειν· ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσιν, καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρῶτον λέγεσθαι πρὸς αὐτῶν. οἳ δ’ ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι ταύτης, ὥσθ’ ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’ οὐ παραλέλειπται, φασὶν ἐξ αὐτῶν ἔνιοι, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, ἢ τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν, ἢ τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας, ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν, καὶ ψυχρὰν καὶ ὑγρὰν, ἤ τινα ἄλλην λέγωσι κρᾶσιν, οὐ τῶν ἄκρων ἀκούειν ἡμᾶς χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίνεσθαι προσηγορίαν. εἰ δ’ οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμὴν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα σαφῶς τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν ᾗ τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’ αὐτὴ, φασὶν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα τὸ θερμὸν καὶ μὴ πλεονεκτεῖν, καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ’ αὐτὸ τοῦτο, φασὶν, ἴδιόν ἐστι τῆς εὐκράτου, τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ· κρατήσαντος γὰρ τοῦ ψυχροῦ, μετρίως μὲν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον· οὕτω δὲ κᾀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος, θάνατον· ὥσπερ οὐχὶ κᾀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ ἂν οὐχ ὁμολογήσειεν, ὡς, ἐπειδὰν μὲν ἐπ’ ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχοι πλεονεκτῆσαν, ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτως γιγνομένην· ἐπειδὰν δ’ ἐπὶ πλέον, νόσον· ἐπειδὰν δ’ ἐπὶ πλεῖστον, θάνατον. ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. ἢ μηδὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα, μηδ’ ὅσα μεθ’ ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμὰ, μηδὲ ταῦτ’ ὁμολογῶμεν εἶναι νοσήματα. πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν, οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες, οὔθ’ εὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμὸν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὡς τὸν πυρετὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ὡς τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν, ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος, καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν καλοῦσι τὸ ἔαρ· οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατόν τε καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασι. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κᾀκ τῶν ἐνεργειῶν τῆς φύσεως, ἐῤῥωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψύξιν ἄγειν τὰ τῶν ζώων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς, ὡς ἂν μηκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας ἅμα διὰ τὴν ἀποχώρησιν τοῦ θερμοῦ, καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ’ εἴπερ ὁ θάνατος, φασὶ, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωὴν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωὴ, φασὶ, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα, καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν, ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου, καὶ Θεοφράστου γε μετ’ αὐτὸν, καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἂν, εἰ δεηθείη, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.

Τὸ δέ γε νῦν εἶναι, πειράσομαι πρῶτον  ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῆ ποτε σοφίζονται σφᾶς αὐτοὺς, εἶτ’ ἐφεξῆς ἐπιδεῖξαι τὸν ἅπαντα λόγον, εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐντεῦθεν σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς χειμὼν, οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’ οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων, καὶ κατ’ αὐτοὺς ἐκείνους, δηλωτικόν. διχῶς δ’ ἐσφάλησαν, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ ἐκ τοῦ καὶ θερμότερον ἢ κατὰ τὸν χειμῶνα, καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπάρχειν αὐτό. ἀλλ’ οὔτ’ ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ψυχρὸν ἀποδείξει καὶ ξηρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ ὑγρὸν καὶ τὸ θερμὸν, οὐκ ἀληθεύεται κατ’ αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δ’, ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμὸν, οὐδὲν ἦττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δὲ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέραις γὰρ ἀμφοτέρων διαφέρον, οὐκ ἐξ ἡμίσεως ὀφείλει τὴν παραβολὴν, ἀλλ’ ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτως γίνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτῷ. θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρὸν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’ αὖ καὶ ὑγρὸν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’ οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γινομένην ὑγρὸν καὶ θερμὸν ἔσται. εἰ δ’ ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμὸν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσιν ξηρὸν καὶ ψυχρὸν ἀποφῇναι, ξηρὸν μὲν ὡς πρὸς, τὸν χειμῶνα, ψυχρὸν δὲ ὡς πρὸς τὸ θέρος. ἅπαντα οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν, ξηρὸν, θερμὸν, ψυχρόν. ἀλλ’ οὐδὲ κατ’ αὐτοὺς ἐκείνους οἶόν τέ ἐστιν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας· οὔκουν οὔτε θέρει παραβαλεῖν· οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρὸν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατος καὶ ψυχρότατος. ἀλλὰ τοῦτο μὲν καὶ ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦτο ψυχρὸς εἶναι καὶ ὑγρὸς λέγεται. κατὰ ταὐτὸ δὲ καὶ τὸ θέρος, ὅτι κᾀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῠ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ δίκαιον, ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, οὐ πρὸς ἄλλην τινὰ παραβαλλομένην, ἢ θερμὴν, ἢ ψυχρὰν, ἢ ξηρὰν, ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσων ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ, οὔθ’ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ, μήθ’ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ, μήθ’ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ. διὰ τοῦτο ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους, ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες. ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμὸν, ἧττον δὲ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς, οὔτε ψυχρὸν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακὸν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν ἀφορισμοῖς λέγων· ὁκόταν τῆς αὐτῆς ἡμέρης, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψύχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. καὶ τοῦτό ἐστι τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρὸν, οὐ γάρ ἐστι ψυχρὸν αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὥσπερ ὁ χειμὼν, ἀλλὰ τῷ θέρει παραβαλλόμενον, ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ’ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ ὅτι μάλιστα τούτῳ διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν, ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητι δὲ καὶ ξηρότητι μέσον μὲν οὐκ ἔστιν ἀκριβῶς, ὡς τὸ ἔαρ, ἀλλ’ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κᾀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γε, ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτως ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόν τε εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ. καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρὸν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. ὥστ’ εἴπερ τὰς τέσσαρας συζυγίας τῶν κράσεων εἰς τὰς τέσσαρας ὥρας διανεῖμαι σπεύδουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα.  καίτοι γε, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρὸν, οὐκ ἦν ἀναγκαῖον εὐθέως, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ, εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι τῶν ἀμέτρων κράσεων εἰσὶν, ἤδη πάσας ἀναγκαῖον εἰς τὰς τέσσαρας ὥρας νενεμῆσθαι. ἀλλ’ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ, καὶ κατὰ τὸ βέλτιον, οὐ κατὰ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γεγενῆσθαι, μίαν δὲ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον. οἱ δέ γε τοὐναντίον ἀποδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ θερμὸν, αὖθις δὲ τὸ ψυχρὸν, καὶ νῦν μὲν, εἰ τύχῃ, τὸ ξηρὸν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω τοῦ ὑγρὸν καὶ θερμὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ, ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι, χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἀέρος τὴν θερμὴν καὶ ὑγρὰν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσί τε καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ ὁ Ἱπποκράτης ἐμνημόνευσε, λέγων· ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. τοῦτο γάρ ἐστιν ἴδιον ὑγρᾶς καὶ θερμῆς καταστάσεως, ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕει μὲν, ἀλλ’ ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἶόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’ οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησὶν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου; καὶ μὴν ἄνθρακας ἐν αὐτῷ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων, καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δὲ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν. ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον Νότῳ· καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο, καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. ἀλλ’ ἐνταῦθα μὲν, ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης, ἧττον τὸ κακόν· εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν, ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμὸν, οἶον ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτον μὲν ἅ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγινομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’ αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι, πρῶτον μὲν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δὲ, ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς διηγήσεως ὧδε. ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’ αὖθις τὸν σύμπαντα λόγον εἰς ἕν ἐπὶ τέλει κεφάλαιον ἀγαγὼν οὕτως. γενομένου δὲ τοῦ ἔτεος ὅλου, φησὶ, νοτίου, καὶ ὑγροῦ, καὶ μαλακοῦ, τάδε καὶ τάδε συνέπεσεν, ἃ ξύμπαντα μὲν ἀναγράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν· ἔνεστι δὲ τῷ βουλομένῳ, λαβόντι τὸ τρίτον τῶν ἐπιδημιῶν, ἀναγινώσκειν τὰ κατὰ μέρος, εἰς ἕν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδί πως λέγων· ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πολὺ καὶ ποικίλον· ὁτὲ δὲ πάλιν ὡδί· καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος, καὶ ἄλλα, ἃ σῆψις καλέεται, καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖσι μὲν βραχίων καὶ πῆχυς ὅλως ἀπεῤῥύη, πολλοῖσι δὲ μηρὸς ἢ τὰ περὶ τὴν κνήμην ἀπεψιλοῦτο, καὶ ποῦς ὅλος. ἀλλὰ καὶ ὀστῶν, καὶ σαρκῶν, καὶ νεύρων, καὶ ἄρθρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδέν ἐστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔγγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ τοῦ ξηροῦ τι σήπεσθαι πέφυκεν, οὔθ’ ὑπὸ τοῦ ψυχροῦ. μάθοις δ’ ἂν, εἰ θεάσαιο τά τε κρέα καὶ τὰ ἄλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσὶ, τὰ δ’ ἅλμῃ, τὰ δ’ ὄξει, τὰ δ’ ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δὲ καὶ ὡς ἐν τῷ βοῤῥᾷ, ξηρῷ καὶ ψυχρῷ τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλεῖστον διαμένει πάντα· σήπεται δ’ ἑτοίμως ταῖς νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός. ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτό ἐστιν, οὔθ’ ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτο. οἱ δὲ καὶ τοιοῦτο εἶναί φασιν αὐτὸ, καὶ διὰ τοῦθ’ ὑγιεινὸν ὑπάρχειν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι, καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτὸ, τῷ λόγῳ δ’ ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἔστιν ὑγιεινὸν, διότι μηδὲν ἐν αὐτῷ τῶν τεττάρων ἐπικρατεῖ. εἰ δέ γ’ ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ, ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τε ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν  νοσωδέστατον. ἀλλ’ ἡ τῆς τῶν τεττάρων κράσεων ἰσομοιρία τῆς τε εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφῄνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’ αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων, καὶ φαρμάκων, ἁπάντων τε τῶν ὄντων, εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.

Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως ἀνθρώπου λογισμοὶ, σφαλέντες τῆς ἀληθείας, εἰς τὰς ἰάσεις βλάπτουσι, καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν, ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμὸν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτὴν, ἀσκῆσαι πρεπόντως, ἀναγκαῖον ἀπάγειν εἰς τὰ τοιαῦτα σοφίσματα, καὶ περί γε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι, μάρτυρά τε καλεῖν Ἀριστοτέλη, παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς, ἀλλ’ ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτό ἐστιν, ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν, ἢ ἐπικτήτῳ καὶ ἀλλοτρίῳ, διῆλθεν Ἀριστοτέλης· οἱ δέ γε καὶ τούτου παρακούουσιν. ἔτι τε πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, ἐς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν. οἱ δ’ οὐδὲ τοῦτο γινώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσι λεγόντων αὐτῶν, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῶον, ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμὴν, οὔθ’ ὅπως εἴρηται ταῦτα συνίασιν, ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας, ὥσπερ ταὐτὸ ὂν, ἀλλ’ οὐ μακρῷ διαφέρον, ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν, ἢ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτό ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ καὶ θερμὴ ζώου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. τί δ’ ἦν τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι, καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς. ἀλλ’ οἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δὲ ὡς ἐν τῇ πρὸς τὸ ἐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν, ἐπιλανθάνονται καὶ τοῦδε. καὶ μὴν οὕτω τὰ ζῶα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς γε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων ζῶα καὶ τῶν φυτῶν ἐστι θερμότερα καὶ ὑγρότερα. καὶ μὲν δὴ καὶ τῶν ζώων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων, ξηρότερον μὲν ὁ κύων, ὑγρότερον δὲ ὁ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸ ζῶον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχειν, ὑγρὸν δ’ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν, ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’, ὡς πρὸς λέοντα. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὸ πρὸς ἕτερόν τι λεγόμενον τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸ σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρὸν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτό. οὐ γὰρ, ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον· εἰ δέ γε πρὸς ἄλλον μὲν δεξιὸς, πρὸς ἄλλον δὲ ἀριστερὸς, οὐδὲν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς, καὶ θερμὸς ἅμα καὶ ψυχρὸς ἀλλ’ οὐ πρὸς ταὐτό· πρὸς μὲν γὰρ ἄνθρωπον ξηρὸς, ὑγρὸς δ’ ὡς πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμὸς, ψυχρὸς δ’ ὡς πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν, ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζώων γένει καθ’ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ κατ’ εἶδος ζώου. κύων γὰρ, ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν, ὑγρὸς, ὡς δ’ ἐν ζώων γένει, ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος, ὁδὶ μὲν ξηρὸς, ὁδὶ δὲ ὑγρὸς, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν. ἀνάγκη δὲ, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρὸν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ· καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ  καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν. οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν, ἀλλ’ ἢ τὰ στοιχεῖα μόνον. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται, καὶ διὰ τοῦτο τὸ δεύτερον σημαινόμενον οὐκ ἔθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν, ὡς ἄμικτόν τε καὶ εἰλικρινὲς, ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον, ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ· τὸ μὲν, ἁπλῶς λεγόντων ἡμῶν, ἄμικτόν τε καὶ εἰλικρινές· ἕτερον δὲ, μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτως μὲν οὖν ὑγρὸν αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ οἶνος, ἔλαιόν τε καὶ μέλι, καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ κέρατα, καὶ τρίχες, καὶ λίθοι, καὶ ξύλα, καὶ ψάμμος, καὶ κέραμος, ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἕχει, πλείονα δὲ ξηροῦ, καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν, καὶ σκώληξ ὑγρὸν, ὡς ζῶα. καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δὲ ὑγρότερος, ἢ ἁπλῶς ὡς σκώληξ, ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. αὐτὸ δὲ τοῦτο τί δή ποτέ ἐστιν, ὅταν οὕτως λέγωμεν, ὡς σκώληξ ξηρὸς, ὡς ἄνθρωπος θερμὸς, ὡς κύων ψυχρὸς, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειε πρότερον, ἀνάγκη συγκεχύσθαι τὸν λόγον ἅπαντα. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται, τὸ κατὰ γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον, οὐ θερμὸν μόνον, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἀλλὰ καὶ μέγα, καὶ μικρὸν, καὶ βραδὺ, καὶ ταχὺ, καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, ἢ ζῶον θερμὸν, ὅταν ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῶον, ἢ ἵππος θερμὸς, ὅταν ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ δ’ ἐν ἑκάστῳ γένει τε καὶ εἴδει μέσα τὰ σύμμετρά ἐστιν. ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῶον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζώων ὁ ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς ἐν ἀνθρώποις κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος. οὗτος δ’ ἐστὶν, ὃν οὔτε λεπτὸν, οὔτε παχὺν ἔχομεν εἰπεῖν, οὔτε θερμὸν, οὔτε ψυχρὸν, οὔτ’ ἄλλῳ τινὶ τῶν τὴν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν, ἢ ψυχρότερος, ἢ ξηρότερος, ἢ ὑγρότερος. ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ ἁπλῶς. ἁπλῶς μὲν, ὅτι θερμὸς ἢ ψυχρὸς, ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῶον ξηρὸν ἁπλῶς μὲν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχῃ, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει παντὸς τοῦ εἴδους τῶν ζώων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται. πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἢ ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν πρὸς ἐκεῖνο λέγομεν, ἢ τῷ μέσῳ, καθ’ ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον· οἷον εἶδος μὲν ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ πλάτανον, καὶ κυπάριττον, καὶ συκῆν, γένος δὲ ζῶον, ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας, ὀνομάζεσθαί τε στοιχεῖα. καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν, ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων, ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν, ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας, ἄνευ τοῦ προσθεῖναι λέοντος, ἢ κυνὸς, ἢ ἀνθρώπου. δῆλον γὰρ, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων αὐτὸ ξηρὸν εἶναί φησι. ἂν δέ γε τὸ τοῦ λέοντος, ἢ τὸ τοῦ κυνὸς, ἢ τὸ τοῦ ἀνθρώπου ὀστοῦν εἴπῃ ξηρὸν εἶναι, δῆλον ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζώων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κᾀνταῦθά τι νοῆσαι πάντων τῶν ζώων, τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον ἐχόντων ὀστᾶ ξηρὰ, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζώων, οἷον ἀνθρώπου, εἰ τύχοι, καὶ τούτῳ τἄλλα παραβαλλόμενα, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κᾀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρὸν, ὁ δ’ ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστὶ τὸ σύμμετρον καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος  εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κᾂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτῇ. καὶ μὲν δὴ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν, ἢ θερμὴν, ἐρωτᾷν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνὶ, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν, ἢ εἶδος. ἢ γὰρ ὡς ἄνθρωπον, ἢ ὡς ζῶον, ἢ ὡς οὐσίαν ἁπλῶς. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστῳ τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν. ὥστε, τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου, τῶν δύο μόνων ἡμᾶς χρήζειν εἰς τὴν περὶ κράσεων πραγματείαν, ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας, ἢ πρὸς τὸ σύμμετρον ὁμογενές. ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸ σῶμα καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτὸν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον, ὁμογενὲς ἢ ὁμοειδὲς, ἐνταῦθ’ ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπός ὑγρὸς ἅμα καὶ θερμὸς εἷναι δύναται, καὶ ξηρὸς καὶ ψυχρός· ξηρὸς μὲν καὶ ψυχρὸς, ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς, ὡς πρὸς ἄλλο τι ζῶον, ἢ φυτὸν, ἢ οὐσίαν ἡντιναοῦν· οἷον ὡς πρὸς μὲν ζῶον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν, ἐλαίαν, ἢ συκῆν, ἢ δάφνην, πρὸς οὐσίαν δὲ τινα ἑτέραν, ἣ μήτε ζῶόν ἐστι, μήτε φυτὸν, οἷον λίθον, ἢ σίδηρον, ἢ χαλκόν ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν, πρὸς ὁμοειδές ἐστιν ἡ παραβολὴ, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενὲς, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζώου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη σύμπασα παραβολή· τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὴ μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέλεκται, καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα, καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ’ ἤτοι φυτὸν ἢ ζῶον εὔκρατον ὁτιοῦν εἴπωμεν, οὐκ ἔθ’ ἁπλῶς ἐν τῇ τοιαύτῃ τάξει τἀναντία παραβάλλομεν ἀλλήλοις, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν ἢ τὴν τοῦ ζώου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον, εἰ τύχοι, λέγοντες, ὅταν, οἵαν μάλιστα πρέπει τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ’ αὖ, καὶ σῦν, καὶ ἵππον, καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὴ τοῦτο, τὸ τῆς οἰκείας φύσεως ἔχειν ἄριστα, ταῖς ἐνεργείαις κρίνεται, καὶ γὰρ καὶ φυτὸν καὶ ζῶον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά φαμεν, ὅταν ἐνεργῇ κάλλιστα. συκῆς μὲν γὰρ ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου, τὸ πλείστας τε καὶ καλλίστας εὐφορεῖν σταφυλὰς, ἵππου δὲ, τὸ θεῖν ὠκύτατα, καὶ κυνὸς, πρὸς μὲν θήρας καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς οἰκείους πραότατον. ἅπαντα οὖν ταῦτα, τά τε ζῶα λέγω καὶ τὰ φυτὰ, τὴν ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβῶς ᾖ τῶν ἐναντίων, ἀλλ’ ὅταν ἡ κατὰ δύναμιν αὐτῆς ὑπάρχῃ συμμετρία. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατὰ τὴν ἀξίαν ἐξετάζοντες. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζώοις τε καὶ φυτοῖς ἐστιν, οὐχ ἡ κατὰ τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ’ ἡ τῇ φύσει τοῦ τε ζώου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει δ’ ἔσθ’ ὅτε, τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον, καὶ λέοντα, καὶ μέλιτταν, καὶ κύνα. πρὸς δὲ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς, ἢ κύων, ἢ ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά τε καὶ κρινόμενα, καθ’ ἕνα τρόπον ἀποκρινάμενον, ἀνέγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπεξέρχεσθαι τὰς διαφορὰς, ἢ, περὶ τίνος ἤρετο, πυθόμενον, ἐκείνην μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζώοις ἐπυνθάνετο, τίνος εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων ζώων τῇ κράσει βλέποντα, τὴν ἀπόκρισιν αὐτὴν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τὰ ἐναντία τῶν ἐν αὐτῷ πρὸς ἄλληλα, καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων  ἤρετο, πρὸς ἐκεῖνο μόνον παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος, ἢ τοῦδέ τινος τοῦ κυνὸς, ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν, οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις, θερμῆς καὶ ξηρᾶς κράσεως εἶναι τὸν Δίων, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ τῶν ξηροτέρων καὶ θερμοτέρων ἐκείνου τὴν κρᾶσιν ἄνθρωπον ὁντιναοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς ἐκεῖνον ἀποφῇναι τὸν Δίωνα· τοῦτο δ’ ἄλλο τι ζῶον ἢ φυτὸν, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν τινα καὶ ξηρότερον ἀποδεῖξαι τὸν Δίωνα. χρὴ τοίνυν, ὃς μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται, μήθ’ ὑπ’ ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον, οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι, καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτο ἐπ’ αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἅ δὴ καὶ πρῶτά τέ εἰσι πάντων καὶ στοιχεῖα. ἴσον δ’ ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν, ἢ ἐλλείπουσαν τῆσδε, θερμὴν, ἢ ψυχρὰν, ἢ ξηρὰν, ἢ ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’ αὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν ἢ θερμὴν, ἢ ξηρὰν, ἢ ψυχρὰν, ἢ ὑγράν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δ’ ἦν αὐτῶν ἡ οὐσία. πάντα γὰρ ὑπ’ αὐτὴν πέπτωκεν, ὡς ἀνώτατον τὸ γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε, καὶ ἀνθρώπου, καὶ κυνὸς, καὶ πλατάνου, καὶ συκῆς, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ’ αὐτῇ δ’ ἐστὶν ἕτερα γένη πολλά· τὸ μὲν ζῶον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης· ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φωκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος· ἡ βοτάνη δὲ ἀναγαλλίδος τε καὶ παιονίας. ἔσχατα δ’ ἤδη γένη ταῦτα· καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ, καὶ φωκὶς, καὶ συκῆ, καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος, καὶ βοῦς, καὶ κύων. ἄνωθεν μὲν οὖν κατιόντων, ἔσχατα γένη ταῦτα, καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται· κάτωθεν δ’ ἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν, πρῶτα. καὶ δέδεικται πρὸς ἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα ξύμπαντα τὰ μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη τε ἅμα καὶ γένη προσαγορεύουσιν.

Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα, καὶ ὡς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τε καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἀποδέδεικται, ζητητέον ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κᾷνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν ἐξ ἀνάγκης μελλόντων εἰς τὸν ἐφεξῆς λόγον, ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἐντυγχάνουσι τῷδε τῷ γράμματι νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπὼν, οὕτως ἐπάνειμι ἐπὶ τὸ πρᾶγμα. τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ὅτι μὲν οὐχ ἕν τι σημαίνει, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας, ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν, οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ, λευκὸν, ὄνομα, κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ, θερμὸν, ὄνομα, κατά τε τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον, ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὅ τὴν θερμότητα δέδεκται. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα ἑτέραν χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς περὶ τῶν στοιχείων λόγοις δείκνυται. θερμότης μὲν οὖν ποιότης· ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται, τὸ θερμὸν, ὥσπερ τὸ λευκόν· οὐ μὴν οὔτε θερμότης, οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ξηρὸν, καὶ ψυχρὸν, καὶ ὑγρὸν ὀνομάζεται αὐτό τε τὸ σῶμα καὶ ἡ ποιότης. οὐ μὴν ἡ ψυχρότης, ἢ ξηρότης, ἢ ὑγρότης ἔτι τὸ σῶμα καλεῖται, καθάπερ ἡ ἐν αὐτῷ ποιότης. τούτων δ’ οὕτως ἐχόντων, εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος, ἢ ψυχρὸν, ἐπειδὴ καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον  αὐτὴν ὀνομάζεται, πρόχειρον γίνεσθαι τῷ κακουργεῖν ἐθέλοντι, τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ σοφίζεσθαι. τοιοῦτο γάρ τοι δρῶσι καὶ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. οὐ γὰρ σῶμά τι θερμὸν τὸ ἔμφυτον τῷ ζώῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες, οὐδὲ ζητήσαντες, ὅ τί ποτέ ἐστι τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι, τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καίτοι φαίνεται σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας, ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, ὑγρότητός τε καὶ ξηρότητος, καὶ θερμότητος καὶ ψυχρότητος, ὅσα ταύτας διεδέξαντο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἔσται. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γινομένων τε καὶ φθειρομένων στοιχεῖα· τὰ δ’ ἄλλα σώματα, τά τε τῶν ζώων, καὶ τὰ τῶν φυτῶν, καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ, καὶ σιδήρου, καὶ λίθων, καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ’ ἄκρως θερμὸν, οὔτ’ ἄκρως ψυχρὸν, οὔτ’ ἄκρως ὑγρὸν, οὔτ’ ἄκρως ξηρόν ἐστιν. ἀλλ’ ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν, ἢ μᾶλλον ὑγρὸν ἢ ξηρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν ἐναντιώσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται. θατέρου δὲ πλεονεκτήσαντος, ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἢ κατ’ ἀμφοτέραν, οὐκ ἔτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον, ἢ ψυχρὸν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται· ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν· κατὰ ταὐτὰ δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν, ἢ θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν, ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν, ὀνομασθήσεται τὸ σῶμα κατὰ τὸ ἐπικρατοῦν. ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γινώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι. τὰς δ’ ἄλλας τέτταρας ἐξ ἡμίσεως τούτων γιγνομένας οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν, ἐπικρατοῦντος τοῦ θερμοῦ, μηδὲν μᾶλλον ὑγρὰν καὶ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κᾀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δὲ, κᾂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γε ἅπαξ αὐτῶν, ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμὴν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτὴν, ἐγχωρήσει δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση τῆς ξηρᾶς κράσεως, ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν, οὔτε ξηρὰν ὑπάρχειν αὐτὴν ἀνάγκη, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κᾀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχρὰν, ἀλλ’ , χωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει, ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς, ἤπερ ἡ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά· κατὰ τὸν αὐτὸν τρόπον ἕτεραι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ μὲν ξηρὰ μόνον, ἡ δ’ ὑγρὰ, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κᾀνταῦθα φήσομεν, ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον, ἥ τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμὴν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα, μήτε θερμὴν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν, οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. εἰ τοίνυν οὐκ ἀναγκαῖον, οὔτε τῇ κατὰ τὸ ψυχρὸν καὶ θερμὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι, οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ ὑγρὰν γενέσθαι, καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου τῆσδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ ἐστὶν ἡ κατὰ μὲν τὴν ἑτέραν εὔκρατος, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος ὑπάρχουσα, ἥτις ἐξ ἡμίσεως μὲν εὔκρατος, ἐξ  ἡμίσεως δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, ὥσπερ οὖν καὶ ἔχει, θαῤῥούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφορὰς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτὼ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν, καὶ ξηρὰν, καὶ θερμὴν, καὶ ψυχρὰν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν, καὶ ξηρὰν ἅμα καὶ θερμὴν, καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν, καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ τὸ ἦττον πάμπολυ, κατά τε τὰς ἁπλᾶς λεγομένας κράσεις, ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ’ ἕν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ’ ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων, ῥᾳδίως ἐξευρήσει τὸ πλεονάζον ἢ τὸ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἅς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζώων μόνον, ἢ φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κᾀνταῦθα τό γε τοσοῦτο χρὴ διαστείλασθαι περὶ ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ ἄλλη, καὶ ὡς δυνάμει ταῦτ’ εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ὃ λέγεται, ῥᾷστον δ’ αὐτοῖς γενέσθαι, φυσικήν τινα ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι, κᾄπειτα μεταβῶμεν ἐπί τε τὰ ζῶα καὶ τὰ φυτά. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει, καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας, ἐκ τῆς τῶν ἄκρων μίξεως γίνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾶστον. ἀπὸ γὰρ τοῦ θερμοτάτου πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς, ἤ τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον κατελθόντες ἁπάντων ὧν ἴσμεν, οἶον κρύσταλλον, ἢ χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα, τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει, τοῦ τε καίοντος καὶ τοῦ ναρκοῦντος διὰ ψύξιν. οὔκουν οὐδὲν ἔτι χαλεπόν ἐστι, τοῦ κραθέντος οὕτως ἁψαμένους, ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει, καὶ μεμνῆσθαι τούτου, καὶ κρίνειν ἅπαντα τἄλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν, ἢ τέφραν, ἤ τι τοιοῦτο ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ, τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸν ξηρόν τε καὶ ὑγρὸν ἀντιθέσεως. οὔκουν οὐδὲ ἐνταῦθα χαλεπὸν οὐδὲν, ὄψει τε ἅμα καὶ ἁφῇ τὸ τοιοῦτο σῶμα διαγνόντας, παραθέσθαι τῇ μνήμῃ, καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων ἢ πλεοναζόντων ὑγρῶν καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο, τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα φαντασίαν ἐνίοτε παρέξει ψευδῆ, καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον, ἢ δεῖ, τηκόμενόν τε καὶ ῥέον, ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει. ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος, ἵσταταί τε καὶ πήγνυται, καὶ ἀκίνητον γίνεται, καὶ σκληρὸν ἁπτομένοις φαίνεται, κᾀκ τούτου φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ’, ὥσπερ ὑγροῦ καὶ ξηροῦ μετέσχεν ἴσον, οὕτω καὶ θερμότητός τε καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν, οὔτε μαλακὸν ἁπτομένῳ φαίνεται τὸ τοιοῦτο σῶμα. τὸ μὲν οὖν ὅλα δι’ ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ φυραθεῖσα μέμικται μὲν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντὶ, παράθεσις μήν ἐστι τὸ τοιοῦτο κατὰ σμικρὰ, καὶ οὐ δι’ ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον. ἔτι δὲ μᾶλλον, εἰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης ἢ θεοῦ τὸ ἔργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲ γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως· ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ. καί σοι φανεῖται τὸ τοιοῦτο σῶμα καὶ τῇ θερμότητι μὲν καὶ τῇ ψυχρότητι εὔκρατον, ἀλλὰ καὶ σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ. τοιοῦτο δ’ ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ, καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον  ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζώων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας, οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκ ἔτ’ οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τὸ ἔργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ, καὶ χόνδροι, καὶ κέρατα, καὶ τρίχες, ὄνυχές τε καὶ σύνδεσμοι, καὶ ὁπλαὶ, καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ στέαρ, καὶ μυελὸς, ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν, ἢ ξηροῦ. καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει ξηρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι, καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐχὶ ζώων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν ὁ ἄνθρωπος, ἅμα δ’ ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα πάντων κέκραται ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας, θερμοὺς καὶ ψυχροὺς, καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον φαίνεσθαι χρὴ τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῶα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας γνωρίσματα κοινὰ προείρηται· τὰ δ’ ὡς ἐν ζώων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ’ ἀνθρώπῳ μὲν εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ τε ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δὲ ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτω. καὶ μέν με καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι χρὴ τῷ τῆς ψυχῆς ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζώων μορίων· λέλεκται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἦττον. ἡ μὲν δὴ μέθοδος ἥδε. τὸ δ’ ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζώου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον, οὐ τοῦ τυχόντος ἀνδρὸς, ἀλλ’ ἐσχάτως ἐστὶ φιλοπόνου, καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται, καὶ γραφεῖς, ἀνδριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσί τε καὶ πλάττουσι καθ’ ἕκαστον εἶδος, οἶον ἄνθρωπον εὐμορφότατον, ἵππον, ἢ βοῦν, ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται, Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἔστι μὲν οὖν ἐπιπλέον, ὃν νῦν ἡμεῖς ἐζητοῦμεν, ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεσσάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔγγονον. εὐθὺς δ’ ὑπάρχει τῷ τοιούτῳ σώματι, καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι, καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως, θερμότητός τε καὶ ψυχρότητος· καὶ ταῦθ’ ὑπάρχειν ἅπαντα τῷ δέρματι, καὶ τούτῳ μάλιστα τῷ τῆς χειρὸς ἐντὸς, ὅταν μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷον τοῖς ἐρέττουσί τε καὶ σκάπτουσι γίνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δὲ εἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων ἀνθρωπίνων μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας, καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων, οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητος καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε καὶ σαρκὸς, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν· σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δ’ ἀμφοῖν τὸ δέρμα, μήτ’ ἄναιμον τὸ πάμπαν, ὡς νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον, ὡς ἡ σὰρξ, γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζώου μορίων προστησάμενος ἐξετάζεις τε καὶ παραβάλλεις αὐτῷ τἄλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῆς δυσκρασίας ἐν αὐτοῖς. καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἑξῆς. φλέγμα μὲν οὖν ὑγρότατόν ἐστι καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’ οὐχ οὕτως  ὑγρὸν, ὡς τὸ φλέγμα. θρὶξ δὲ ξηροτάτη τε καὶ ψυχροτάτη· ἧττον δὲ αὐτῆς ὀστοῦν ψυχρόν ἐστι καὶ ξηρὸν, καὶ τοῦδε χόνδρος ἧττον ξηρός. ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, καὶ ὃν χονδροσύνδεσμον ὀνομάζουσιν, ἔπειτα τένων, εἶθ’ ὑμὴν, καὶ ἀρτηρία, καὶ φλὲψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ’ ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔτι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον μαλακὸν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος, ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβὸς, ἄναιμοί τέ εἰσι καὶ ψυχροὶ τῇ φύσει· τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονται, καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δὲ αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζώου μορίων ἐναιμότατόν τε ἅμα καὶ θερμότατον· ἐφεξῆς δ’ αὐτῷ τὸ ἧπαρ. ἀλλ’ ἡ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δ’ ἧπαρ πολύ. καὶ τοίνυν ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν, ὅσῳ μαλακωτέρα. καὶ μὴν δὴ καὶ σὰρξ ὑγροτέρα δέρματος· ἀλλ’ αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δὲ ὑγρότερος μὲν, ἀλλὰ καὶ ψυχρότερος· καὶ τοῦδε μᾶλλον ἐγκέφαλος υγρότερος, ἔτι δὲ τούτου μᾶλλον πιμελή, καὶ ἡ πῆξις αὐτῆς, διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε παχεῖ, καὶ διὰ τοῦτο πήγνυται, ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ’ ἥπατι περιπήγνυσθαι πιμελὴν, οὔτ’ ἀρτηρίαις καὶ φλεψὶν, οὔτε καρδίᾳ δυνατὸν, ἀλλ’ οὐδ’ ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε πάνυ ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται, καὶ διὰ τοῦτο ἦττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σὰρξ, οὐδὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός τε καὶ τῶν νεφρῶν ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μεταξὺ λόγῳ διέξειμι· καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε καὶ ξηρὸν σῶμα, καὶ θερμὸν καὶ ψυχρὸν, ἐν τῷ πρὸ τοῦδε λόγῳ διῄρηται. δέδεικται δὲ, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος, ἤτοι θερμότητος, ἢ ψυχρότητος, ἢ ξηρότητος, ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’ ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες, ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ, καὶ δυνάμει, καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’ εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο· περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δὲ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται. καὶ διὰ τοῦτο ταὐτὸ σῶμα ζώου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι δύναται τῶν ὁμογενῶν ἁπάντων, τοῦτ’ ἔστιν εὔκρατόν τε καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ’ ἑτέρῳ τινὶ παραβαλλόμενον ἢ φυτῶν ἢ ζώων ἢ ἀψύχων γένει. τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα, τῷ τοῦ νεκροῦ παραβαλλόμενον, ὑγρότερόν ἐστι καὶ θερμότερον. οἷον, εἰ τύχοι, λέων ζῶν λέοντος τεθνεῶτος, ἢ αὐτὸς ἑαυτοῦ τις, ἢ ἕτερος ἑτέρου θερμότερός ἐστι καὶ ὑγρότερος. καὶ διὰ τοῦτ’ εἴρηται πρὸς τῶν παλαιῶν, ὑγρόν τε εἶναι καὶ θερμὸν τὸ ζῶον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς, ἢ τῆς θερμότητος. οὕτως μὲν γὰρ εὑρεθήσεται πάμπολλα ζῶα ψυχρὰ καὶ ξηρὰ, καθάπερ ἐμπίδες τε καὶ κώνωπες, καὶ μυῖαι, καὶ μέλιτται, καὶ μύρμηκες, ἀλλ’ ὡς τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα τέ ἐστι καὶ θερμοτέρα, καὶ μύρμηξ μύρμηκος. ἀνθρώπῳ μέντοι παραβαλλόμενα, καὶ ἵππῳ, καὶ βοῒ, καὶ τοῖς ἄλλοις ζώοις τοῖς ἐναίμοις, ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστιν. καὶ μὲν δὴ κᾂν εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως ἐκπέπτωκε τοῦ ξηρά τε εἶναι ταῦτα καὶ ψυχρά. ὥσπερ γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος, ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τῷ μέσῳ, οὐκέτι εὔκρατον, ἀλλ’ ἤτοι ψυχρὸν, ἢ ξηρὸν, ἢ θερμὸν, ἢ ὑγρὸν ὀνομασθήσεται. δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν ζώων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δὲ ἐκ πολλῶν καὶ διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει, τοῦτο καὶ ἁπλῶς ἐστιν εὐκρατότατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει ζώου μέσον μόριον ἁπάντων ἐστὶν ἁπλῶς εὐκρατότατον. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα, καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντὸς, ἐὰν, οἶον ὑπὸ τῆς φύσεως ἀπεργασθῇ, τοιοῦτο φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐλέχθη πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν. εὐκρατότατος δ’ ἐστὶν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν, ἢ πυρώδη καὶ δριμεῖαν, ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψύξιν. ἀκούειν δὲ χρὴ ψύξιν ἐπικρατοῦσαν, ὡς ἐν ζώου σώματι, καὶ ταῦτα ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν οὖν δὴ σώματι τοιοῦτος ὁ εὔκρατος ἄνθρωπος. ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέους τε καὶ φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός. ἐκ τούτων μὲν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα. προσέρχεται δ’ αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων. καὶ γὰρ ἐσθίει καὶ πίνει σύμμετρα, καὶ πέττει καλῶς τὰς τροφὰς, οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ, καὶ καθ’ ὅλην τὴν ἕξιν τοῦ σώματος, ἁπάσας τε, συνελόντι φάναι, τάς τε καλουμένας φυσικὰς ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται, καὶ ταῖς τῶν κώλων κινήσεσιν, εὔχρους τ’ ἐστὶ καὶ εὔπνους ἀεὶ, καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου, καὶ ψιλοῦ τριχῶν καὶ δασέος, καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ· καὶ τρίχας ἔχει, παῖς μὲν ὢν, πυῤῥοτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.

Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ’ ἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις, εὐπορωτάτους τε ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, ταύτην νῦν ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν τικτουσῶν τὸ ζῶον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν ἐστι καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γινομένων, ὑμένες μὲν πρῶτον διαπλάττονται, καὶ χιτῶνες, καὶ σπλάγχνα, καὶ ἀγγεῖα, τελευταῖα δὲ ὀστᾶ, καὶ ὄνυχες, καὶ χόνδροι πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν, ἢ πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν, καὶ ὑμένες, ἀρτηρίαι τε, καὶ νεῦρα, καὶ φλέβες, τεινομένης αὐτῆς, ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ σπλάγχνα πηγνυμένης ἀποτελοῦνται. τελειωθέντων δ’ οὕτω, τίκτεται μὲν ἐφεξῆς ἐν τῇ κυήσει. ἔτι δ’ ὑγρὸν ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον, καὶ σπλάγχνοις, καὶ σαρξὶν, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀστοῖς, ἃ δὴ ξηρότατα τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ’ ὅμως καὶ ταῦτα καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν βρεφῶν, ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν ἅπαντι τῷ σώματι τῶν παιδίων. ἀλλὰ καὶ εἰ νέον ἱερεῖον εἴτ’ ἐσθίειν ἐθέλοις, εἴτ’ ἀνατεμὼν σκοπεῖσθαι, μυξώδη μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δὲ ὀστῶδες γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερὲς, ὥστε μηδὲ φαγεῖν ἡδέα δι’ ὑπερβάλλουσαν ὑγρότητα τῶν νεογνῶν ζώων εἶναι τὰ σώματα. καὶ μάλιστά γε τοῦτο πέπονθε τὰ ὕεια καὶ τὰ πρόβατα, διότι καὶ μάλιστ’ ἐστὶν ὑγρότερα. τὰ δ’ αἴγεια, διότι ξηρότερα, βελτίω τέ ἐστι καὶ ἡδίω φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα ξηρὰ μὲν ἱκανῶς, καὶ ἄνικμα, καὶ ἄχυμα, τά τ’ ὀστᾶ σύμπαντα, καὶ τοὺς σύμπαντας συνδέσμους αὐτῶν ἔχει, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα, καὶ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας, καὶ τὰ νεῦρα διὰ τὴν ἡλικίαν, δίκην ἱμάντων ἀηδῆ καὶ ἄχυμα. τὰ δ’ ἐν τῷ μέσῳ τούτων, καὶ τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προβέβηκε ταῖς ἡλικίαις, ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος· ὅσα δὲ νεώτερα, καὶ ἔτ’ αὐξανόμενα, τοσοῦτον καὶ ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀπεχώρησεν, ὅσον καὶ ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ’ ἀκμὴ μάλιστα πάντων τῶν ζώων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων, οὔτ’ εἰς ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ’ ἐν ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν ἡλικία. τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν ἀπεφήναντο τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων ἀπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς, αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης, ἔν τε τῷ στόματι σιέλου πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι, καὶ ἀναπτύουσι φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δὲ αὐτοῖς πεπλήρωται φλέγματος, ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ’ οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τὰ τῶν γηρώντων εἶναι σώματα. τὰ μὲν γὰρ νεῦρα, καὶ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας, καὶ τοὺς ὑμένας, καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα μὲν εὑρήσεις τῶν πρόσθεν πολὺ, περιπεπλασμένον δ’ αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν, ἢ ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν μοι δοκεῖ τῇ ξηρότητι. δι’ αὐτὸ γάρ τοι τοῦθ’ ἕκαστον τῶν μορίων ξηρότερον γίνεται, ὅτι μηκέθ’ ὁμοίως τρέφεται νῦν ὑπ’ ἀῤῥωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ ἔξωθεν αὐτοῦ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δ’ αὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι, μήθ’ ἕλκειν εἴσω τὴν τροφὴν δυναμένου, μήτ’ ἀπολαύειν ἱκανῶς. ὑγρὸς οὖν ὁ γέρων ἐστὶν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρὸς, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς, ὥστ’ ἄλλῳ μὲν ξηρὸς, ἄλλῳ δ’ ὑγρός. ἀλλ’ οὐ περὶ τῶν περιττωμάτων αὐτῶν νῦν ὁ λόγος, ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν· ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν ὁ γέρων, οἷς ὁ παῖς ἦν ὑγρὸς, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος, ὀστοῖς καὶ ὑμέσι, καὶ συνδέσμοις, καὶ ἀρτηρίαις, καὶ φλεψὶ, καὶ νεύροις, καὶ χιτῶσι, καὶ σαρξί. καὶ δικαίως Ἀριστοτέλης εἰκάζει τὸ γῆρας αὐαινομένῳ φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ  φυτὰ, νέα μὲν ὄντα, μαλακά τ’ ἐστὶ καὶ ὑγρά· γηρῶντα δὲ, ἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα· τελευτῶντα δὲ, τελέως ἀποξηραίνεται, καὶ τοῦτ’ ἔστιν αὐτοῖς ὁ θάνατος. ὅτι μὲν οὖν ξηρόταταν ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτ’ ἐναργέστερον, ὥστ’ οὐδ’ ἀμφισβητήσειεν οὐδεὶς ὑπέρ γε τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται, καὶ ῥᾳδίως ἀποψύχονται, καὶ μελαίνονται, καὶ πελιδνοῦνται, καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις, παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις, βρόγχοις. ἀπόλωλε δ’ αὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα, καὶ διὰ τοῦτο συναπόλωλε καὶ ἡ τῆς χρόας ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς, καὶ ἀνάδοσις, ἐξαιμάτωσίς τε, καὶ πρόσθεσις, καὶ θρέψις, ὄρεξίς τε, καὶ αἴσθησις, καὶ κίνησις, ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλο ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας; ὥστ’, εἴπερ ὁ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς. οὐ μὴν περί γε τῆς τῶν παίδων ἡλικίας καὶ τῶν ἀκμαζόντων οὔθ’ ὁμολογεῖται τοῖς ἰατροῖς, οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι, τῶν τε τοὺς παῖδας ἀποφῃνάντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων, καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ, ὅτι θερμότατον ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζώῳ κατὰ φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός· εἶθ’ ὅτι καὶ τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστὶν, ὕστερον δὲ, διαπλαττομένων ἤδη τῶν μορίων, τὸ μὲν ὀστοῦν γίνεται, τὸ δὲ ἀρτηρία, τὸ δὲ φλὲψ, τὸ δ’ ἄλλο τι, πάντα μὲν ἐρυθρὰ, καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας, ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα, καὶ πλέον ἢ ἐν τοῖς παισὶν, ὥστε συνεχῶς διὰ τοῦθ’ αἱμοῤῥαγεῖν , ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς, αἵματος πολὺ θερμότερος ὑπάρχων, πλεῖστος αὐτοῖς ἐστι, καὶ διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας. αὖθις δ’ ἀπὸ τῶν ἐνεργειῶν, οἱ μὲν, ὅτι καὶ αὐξάνονται, καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν, ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίνεσθαι τῶν σιτίων, καὶ διαχωρήσεις ὑγρῶν, καὶ τραχέων, καὶ ἀχυμώτων αὐτῶν. εἰ δ’ ὀρέγονται πλειόνων, οὐδὲν εἶναι τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῶα, τοὐναντίον δ’ ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα δὲ, διότι μὴ μόνον εἰς θρέψιν, ἀλλὰ καὶ εἰς αὔξησιν αὐτοῖς ἡ τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων προσδεῖσθαι. καὶ μέντοι ταῖς ἄλλαις ἐνεργείαις ἁπάσαις καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν, οὔτε θεῖν, οὔτε βαστάζειν, οὔθ’ ὅλως τι τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς· ὅλως δὲ τὸ μὲν ἀτελὲς ἔτι, τὸ δ’ ἤδη τέλειον εἶναι ζῶον. ἐν δὲ τοῖς τελείοις εὔλογον τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον τῶν στοιχείων φασὶν ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἐστι γιγνομένους, ἐλαχίστους δὲ τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασὶν, οὐδὲ μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι, ἢ τοῦ θερμοῦ νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος, ὡς ἔκ τε τῶν οἰνωθέντων ἐστὶν ἰδεῖν, ἔτι τε τῶν πλείω λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι, καὶ μανδραγόρας, καὶ θριδακίνη, καὶ πάνθ’ ὅσα τὴν κρᾶσιν ὑγρότερα καὶ ψυχρότερα. τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις εἰσὶ περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κράσεως. ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι δοκεῖ, τοῦ τύπου τῶν ἐπιχειρημάτων σαφῶς ἤδη κᾀξ ὧν εἰρήκαμεν ἐγνωσμένου. πόῤῥωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται, καὶ ὥσπερ εἰδότων ἤδη τῶν ἀκροατῶν, ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δ’ ὑπὲρ αἰσθήσεως, καὶ κινήσεως, καὶ πρακτικῶν, καὶ φυσικῶν ἐνεργειῶν διέρχονται, καὶ γενέσεως ὕπνου μνημονεύουσι, καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνώριμον, ἀλλὰ παμπόλλης μὲν ζητήσεως δεόμενον, ἴσως δ’ οὐδ’ εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν καὶ ψυχρὰν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γινώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε δι’ ἀλλήλων τε καὶ ἐξ ἀλλήλων αὐτοῖς γίνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γινωσκομένων,  ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται, καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν, ὕπνου τε καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δὲ αὖ τὰ νῦν ἐνεστῶτα δι’ ἐκείνων, ὡς ἤδη προεγνωσμένων, ἀποδεικνύουσιν. ἐγὼ δὲ οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ’ ἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον δι’ ἑτέρων ἐδήλωσα. καὶ βέλτιον εἶναί φημι, κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων. εἴπερ οὖν ἀρχὴ μέν ἐστι ἁπάσης τῆς περὶ κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτε ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν, εἴτ’ ἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβάνειν αὐτῶν τὰς πίστεις ἐκ τῶν μήπω γινωσκομένων, ἀλλ’ ὥσπερ ὀρθόν τέ ἐστι καὶ δίκαιον, ἤ τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν, ἤ τι τῶν προαποδεδειγμένων. οὔτ’ οὖν ὕπνου γενέσεως μνημονευτέον, οὔτε πέψεως, οὔτ’ αὐξήσεως, οὐδ’ ἄλλου τῶν τοιούτων μηδενὸς, ἀλλ’ ἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. διελόμενοι γὰρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ’ ἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ’ ἐνέργειαν ὄντος ἤδη θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον· ἔπειτα οὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δ’ ἐστὶ πᾶσι καὶ γνώριμος ἡ τῶν κατ’ ἐνέργειαν ἤδη θερμῶν, καὶ ψυχρῶν, ὑγρῶν τε καὶ ξηρῶν διάγνωσις. ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν, ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα, καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δ’ ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν· ἀμήχανυν γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν, εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν, καὶ γερόντων, καὶ μειρακίων, καὶ παίδων, καὶ βρεφῶν· οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ’ αἰσθητῶν πραγμάτων λογικὰς ἀποδείξεις ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκὴν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν, εἴτε καὶ μὴ λευκὴν, ὡς Ἀναξαγόρας ἀπεφῄνατο· καὶ μέντοι καὶ περὶ πίττης ὡσαύτως ἀνασκοπεῖν τε καὶ κόρακος, ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ’ ἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντα οὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι, μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὸν τίτανον, ἢ τὴν ἡμέραν, ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ, καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ, καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτα οὐ Πυῤῥώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν καὶ δίκαιόν γε ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ, τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτο ἀποπλανηθῆναι ἀπὸ τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γινώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν ἐστιν ἐναργῆ, καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδ’, ὁπόθεν ἄρξηται, καταλελοιπὼς ἑαυτῷ. πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐτράποντο, καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδ’ ἐπινοῆσαι δύναμαι. καὶ διὰ τοῦτο ἁφῇ μὲν κρίνω τὸ κατ’ ἐνέργειαν θερμόν· εἴ τι δ’ οὔπω μέν ἐστι θερμὸν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτο, ὃ δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτ’ ἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δ’ οὐκ οἷδ’ ὅπως ἀνατέτραπται πάντα, καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες ἡμᾶς αὐτοὺς τό γε τοσοῦτο καὶ νῦν, ὡς ἀρχὴ δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλ’ ἅμα τὰ πράγματα ζητεῖν, καὶ ὡς εἰδότας, ὅ τί ποτέ ἐστιν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύειν. ἐπανελθόντες οὖν αὖθις ἐπὶ τὸ προκείμενον, ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ’ ἡμῶν ἡ κρίσις ἀρίστη καθ’ ἓν καὶ ταὐτὸ σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον, ὁποία τέ τις ἡ θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προϋπῆρχεν αὐτῷ, μεμνῆσθαι, καὶ ὁποία νῦν ἐστι, δυοῖν ἢ τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ θερμὸν ἢ ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δ’ εὐσάρκοις, καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως ἔχοντα, καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν, ἐπὶ τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δ’ ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμὸν,  οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων σωμάτων διαφορᾶς, ἀλλὰ διὰ φυσικὴν ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ, καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας, ἢ λελουμένον ἀλούτῳ, μηδ’ ἄσιτον ἐδηδοκότι, καὶ διψῶντα μεμεθυσμένῳ, μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος, ἢ τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ, μήθ’ ὅλως τοῖς ἐξ ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων ἡστινοσοῦν, ἀλλ’ ὡς οἷόν τε πάνθ’ ὡσαύτως ὑπαρχέτω τἄλλα, πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν ἕνα παῖδα παραβάλλων ἑαυτῷ, τὰς ἔξωθεν ἁπάσας αὐτοῦ περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα τούτων ἐν θάλψει τε καὶ ψύξει διαφέρον εἰς τὴν τῆς ἡλικίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν τὴν ἐξέτασιν, ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον, ἐξ αὐτῆς τε τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ ἀποδείξεως ἐλέγομεν. σὺ δὲ ἴσως αἱρήσῃ τὴν ἐπίτομον, οὐδὲν φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ βαδίσων, ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδ’ εὔλογον ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα, τό γε κατ’ ἐνέργειαν ἤδη τοιοῦτο, καὶ μηκέτι δυνάμει, παρέντες τήν τε κρίσιν πρώτην, τά τ’ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ μὲν ὡς εὖ κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’ ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος σωμάτων ἐπιμελῶς, οὐ παίδων μόνων, ἢ βρεφῶν, ἀλλὰ καὶ μειρακίων καὶ ἀκμαζόντων, εὕρισκον οὐδετέρους ἀληθεύοντας, οὔτε τοὺς θερμότερον ἁπλῶς, οὔτε τοὺς ψυχρότερον εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις, τὰς ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφορὰς, οὐδέτερός σοι φαίνεται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ σοφιζόμενοί τινες, ἢ τοὺς πέλας, ἢ σφᾶς αὐτοὺς, οἱ μὲν τὴν τοῦ παιδὸς, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα τε καὶ πολλὴ, καὶ ἡδίων τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμαζόντων ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται. τοῦτ’ οὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει τοὺς πλείους ἀποφαίνεσθαι, θερμότερον εἶναι τῶν ἀκμαζόντων τὸ σῶμα. τὸ δ’ οὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης, εὖ οἶδ’ ὅτι καὶ ἡ τῶν παίδων αὐτῷ ἤτοι γ’ ἴση φανεῖται τὴν ἰσχὺν τῇ τῶν ἀκμαζόντων, ἢ πλείων. ἡ δ’ ἄσκησις ἥδε· χρὴ γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξασθαι. τῶν βαλανείων ἐνίοτε θερμὸς οὕτως ἐστὶν ὁ ἀὴρ, ὡς μηδένα φέρειν αὐτὸν, ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δ’ οὕτω ψυχρὸς, ὡς ἱδροῦν μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, ἡ εὔκρατος, οὐδὲν δέομαι λέγειν. αἱ δ’ αὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρὸν, ὡς μηδὲ θερμαίνεσθαι, καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον; ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον, ἢ ὁ ἀὴρ ὁ εὔκρατος; οὐκ ἂν ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε καὶ συμμέτρων τῷ σώματι, τὸ μὲν θερμότερον λέγειν αὐτῶν, τὸ δὲ ψυχρότερον, οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος ἀφικνούμενον, ὡς ζεῖν, ἢ τὸν ἀέρα τελέως ἐκφλογούμενον, ὅτι πρὸς ἀμφοῖν ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ καὶ νοήσαις αὖθις ἢ τὸ ὕδωρ οὕτω ψυχρὸν, ὡς ἐγγὺς ἤδη πήξεως εἶναι, ἢ τὸν ἀέρα τελέως ἐψυγμένον, ὡς ἐν τοῖς νιφετοῖς γίγνεται, δῆλον ὡς καὶ πρὸς τούτων ἑκατέρων ὁμοίως ψυγήσῃ τε καὶ ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ ψύξιν ἄκραν ὡσαύτως ἀέρι νοήσεις ἐγγινομένην, ὡσαύτως καὶ ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν ἐγγινόμενον· ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει. καὶ τοσούτῳ ποτὲ φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα. καίτοι τό γε τῆς προσβολῆς ἴδιον οὐ ταὐτὸ ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος, προσπίπτει. καὶ τί δεῖ λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δὲ οἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ διαφερούσαις ἰσότης γίνεται  θερμότητος, ἐξαπατῶσα τοὺς ἀσκέπτους ὡς ἄνισος, ὅτι γε κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν ἀνδρὸς τοὺς λογισμοὺς, οὓς εἴρηκα, καὶ γεγυμνασμένου τὴν αἴσθησιν ἐν πολλῇ τῇ κατὰ μέρος ἐμπειρίᾳ, τὴν ἰσότητα τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι, καὶ μὴ τῷ τὴν μὲν ἐφ’ ὑγρᾶς οὐσίας φαίνεσθαι, τὴν δ’ ἐπὶ ξηρᾶς, ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον, εἰ ξηρὸς μὲν ὁ λίθος ἐστὶν, ὑγρὸν δὲ τὸ ὕδωρ. οὕτως οὖν ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους πολλοὺς, καὶ μειράκια, καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε παιδὸς ἀκμάζων, οὔτ’ ἀκμάζοντος παῖς. ἀλλ’, ὡς εἴρηται, μόνον ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων οὐσίας, ὑγρᾶς οὔσης, ἐκτὸς ἀποῤῥεῖ, βραχὺ δὲ τῆς τῶν ἀκμαζόντων, ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ’ ὁ μὲν τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι. τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει πλέον, εἴ γ’ ἐξ αἵματος καὶ σπέρματος ἡ γένεσις αὐτῷ, καὶ ἥδιον· ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή.

Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ μόνη γνώμων ἐστίν· ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ λογισμός. τὸ μὲν γὰρ ξηρὸν σκληρὸν πάντως· ἀλλὰ τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν, εἴ τι καὶ σκληρὸν, εὐθὺς ἤδη καὶ ξηρόν. ἀχώριστον μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης, οὐ μὴν ἴδιόν γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ ψύξεως σκληρὸν, ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ’ εὐθὺς ἐπιχειρεῖν δεῖ τῇ τοῦ ξηροῦ τε καὶ ὑγροῦ διαγνώσει, πρὶν ἐπισκέψασθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος. οὔτε γὰρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρὸν, ἤδη τοῦτο ξηρὸν, οὔτ’, εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακὸν, εὐθέως ὑγρόν. ἀλλ’ ὅταν μετρίως ᾖ θερμὸν, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακὸν, ὑγρὸν, εἰ δὲ σκληρὸν, ξηρόν. ἀλλ’ εἴπερ ταῦθ’ οὕτως ἔχοι, τῶν ἐν ἀνθρώπου σώματι μορίων σκληρῶν οὐδὲν ἂν εἴη ὑγρόν. οὐ γὰρ ἐγχωρεῖ τοσαύτην ἐν αὐτῷ γενέσθαι ψύξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι, ῥυτὸν ὂν καὶ λιπαρὸν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται. δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγροτάτη μὲν ἡ πιμελὴ, δεύτερον δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’ αὐτοῦ πλείω. πρώτη μὲν ἡ κυρίως ὀνομαζομένη σὰρξ, ἣν οὐκ ἂν εὕροις καθ’ αὑτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’ ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δὲ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα, καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος, οὐκ εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός. ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι τεκμαίρεσθαι πάρεστιν. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων καὶ ὁ μυελὸς τὴν φύσιν ἐστὶν, οὐ μὴν ὁμοιογενὴς ὁ καθ’ ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’ ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους· οἱ δ’ ἄλλοι ξύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου, καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ ψυχρότερα, καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον. ἐγγυτάτω δ’ ἐστὶ δέρματος καὶ ἡ τῶν μαλακῶν νεύρων φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόν περ αὐτὸ τὸ δέρμα, καθ’ ὑγρότητα δηλονότι καὶ ξηρότητα. θερμότητι γὰρ ἀπολείπεται τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος. ἡ δὲ τοῦ σπληνὸς, καὶ ἡ τῶν νεφρῶν, καὶ ἡ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δὲ, ὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσον καὶ σκληροτέρα· θερμοτέρα δὲ οὐ τούτων μόνον, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζώων ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις, εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ’ ἡ μὲν τοῦ ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν ἐστὶ, ταῖς καθ’ ἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας δ’ οὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ οἷαί πέρ εἰσιν αἱ ἐν τοῖς μυσὶν ἶνες, αἷς ἡ σὰρξ περιπέπηγε, τοιαῦται  κᾀν τῇ καρδίᾳ. πλὴν οὐ ταὐτὸ γένος τῶν ἰνῶν, ἀλλ’ αἱ μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον, ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας καὶ φλεβὸς χιτῶνος, ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κᾀν τούτοις ἅπασι τοῖς ὀργάνοις τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν. αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δ’ ἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον, βραχὺ δέρματος ψυχρότεραί τέ εἰσι καὶ ξηρότεραι, τινὲς δ’ ὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ’ ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς τοσοῦτο καὶ ξηρότεροι. καὶ οἱ τένοντες δὲ, κᾂν τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσί. καί τι μέσον ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων ξηρότατον, ὃ καλύπτει τὸ δέρμα. καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηροτάτη μὲν ἡ θρὶξ, ἐφεξῆς δὲ κέρας, εἶτ’ ὄνυχές τε καὶ ὁπλαὶ, καὶ πλῆκτρα, καὶ ῥάμφη, καὶ ὅσα τοιαῦτα καθ’ ἕκαστον τῶν ἀλόγων ζώων ἐστὶ μόρια. τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δὲ οἷον ὑπόστασίς τε καὶ ἰλὺς χολὴ ἡ μέλαινα. ταῦτ’ ἄρα καὶ ψυχροτέρα τέ ἐστι καὶ παχυτέρα τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ. ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζώῳ τὸ φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφὴ, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου πεποίηται λόγῳ. ἀλλ’ ὅτι μὲν ψυχρὸν, ἡ ἁφὴ μόνη γιγνώσκει· τὸ δ’, ὅτι καὶ ὑγρὸν, ἁφή τε ἅμα καὶ ὄψις καὶ λογισμός. ἁφὴ μὲν καὶ ὄψις, ὅτι τοιοῦτο ἑκατέρῳ φαίνεται· ὁ λογισμὸς δὲ, διορισάμενος, ὡς οὐ πλήθει θερμότητος, ἀλλ’ ὑγρότητι συμφύτῳ τοιοῦτο ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων τε καὶ χυμῶν ᾧδε ἔχει.

Περὶ δὲ τῶν ἑπομένων ταῖς κράσεσιν ἐφεξῆς χρὴ διελθεῖν. ἕπεται μὲν γὰρ καὶ τὰ προειρημένα, μᾶλλον δ’ ἀχώριστα τελέως ἐστὶ, ξηρῷ μὲν σκληρότης, ὑγρῷ δὲ μαλακότης, ὅταν γε μετὰ χλιαρᾶς ᾖ θερμότητος. ἀλλὰ καὶ παχύτητες ἕξεως καὶ λεπτότητες ἕπονται κράσεσιν, οὐ ταῖς συμφύτοις μόνον, ἀλλὰ κᾂν ἐξ ἔθους μακροῦ τις ἐπίκτητος γένηται. πολλοὺς γὰρ καὶ τῶν φύσει λεπτῶν ἐθεασάμην παχυνθέντας, καὶ τῶν παχέων λεπτυνθέντας, τοὺς μὲν ἀργίᾳ τε καὶ ἁβρᾷ διαίτῃ τὴν ὅλην κρᾶσιν ὑπαλλάξαντας ἐπὶ τὸ ὑγρότερον, τοὺς δὲ ἐν ταλαιπωρίαις πλείοσι καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ καταξηρανθέντας. εἰρήσεται δὲ καὶ τούτων τὰ γνωρίσματα. κάλλιον γὰρ ἡμᾶς αὐτοὺς ἔκ τινων σημείων ὁρμωμένους, πρὶν παρ’ ἑτέρου πυθέσθαι, δύνασθαι γνωρίζειν, εἰ φύσει τοιοῦτος ἦν ὁ ἄνθρωπος, ἢ ἐξ ἔθους ἐγένετο. διδάσκαλος δὲ καὶ τούτων τῶν γνωρισμάτων, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ὁ θαυμάσιος Ἱπποκράτης. ὅσοι μὲν γὰρ εὐρυτέρας ἔχουσι τὰς φλέβας, θερμότεροι φύσει· ὅσοι δὲ στενοτέρας, ψυχρότεροι. τοῦ θερμοῦ γὰρ ἔργον ἀνευρῦναί τε καὶ διαφυσῆσαι ταύτας. ὥστ’ εὐλόγως εἰς ταὐτὸ. ὡς τὸ πολὺ, συντρέχει στενότης μὲν φλεβῶν ἕξει πιμελώδει τε καὶ παχυτέρᾳ, λεπτότης δ’ ἕξεως εὐρύτητι φλεβῶν. εἰ δ’ ἅμα τις εἴη πιμελώδης τε καὶ παχὺς, καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’ ἔθος οὗτος, οὐ φύσει, πιμελώδης ἐγένετο· ὥσπερ εἰ καὶ στενὰς μὲν ἔχοι τὰς φλέβας, εἴη δὲ ἰσχνὸς, οὐδ’ οὗτος ἐξ ἀνάγκης φύσει τοιοῦτος. κᾀν τοῖσι λιμαγχονικοῖσι, φησὶ, τὰς μετριότητας ἀπὸ τούτων σκεπτέον, τῆς τῶν ἀγγείων εὐρύτητος δηλονότι καὶ στενότητος, οὐ τῆς ἄλλης ἕξεως ὅλου τοῦ σώματος. οἱ μὲν γὰρ στενὰς ἔχοντες τὰς φλέβας ὀλίγαιμοί τέ εἰσι καὶ μακρὰς ἀσιτίας οὐ φέρουσιν ὅσοις δ’ εὐρεῖαι, καὶ πλῆθος αἵματος, τούτοις ἔνεστι καὶ χωρὶς βλάβης ἀσιτοῦσιν. αἱ δ’ αἰτίαι τῶν εἰρημένων ἤδη μὲν δῆλαι, κᾂν ἐγὼ μὴ λέγω, τοῖς γε προσέχουσι τὸν νοῦν. ἐπεὶ δ’ οὐ πάντες προσέχουσιν, ἀναγκαῖον ἴσως ἐστί τι καὶ δι’ ἐκείνους εἰπεῖν. ὅσον ἐν αἵματι πῖόν τέ ἐστι καὶ κοῦφον καὶ λεπτὸν, ἐν μὲν τοῖς θερμοτέροις σώμασι τροφὴ γίνεται τοῦτο τῷ θερμῷ, κατὰ δὲ τὰ ψυχρότερα διασώζεται. καὶ τῶν φλεβῶν ἔξω διηθούμενον, ἐπειδὰν μὲν ψυχροῖς περιπέσῃ μορίοις, οἷοί περ οἱ ὑμένες εἰσὶν, ἐκείνοις περιπήγνυται· κατὰ δὲ τὰ φύσει θερμότερα μόρια, (τοιαῦτα δ’ ἐστὶ δηλονότι τὰ σαρκώδη,) δαπανᾶταί τε πρὸς τοῦ θερμοῦ, καὶ διαφορεῖται, πλὴν εἴ ποτε πρὸς τῷ ψυχροτέρῳ τῆς κράσεως ἔτι καὶ τὸ τῆς διαίτης ἀταλαίπωρον ἐπιθρέψει ἔτι καὶ αὐτοῖς τοῖς σαρκώδεσι μορίοις πιμελήν. οὕτω τοι καὶ τὰ φωλεύοντα ζῶα πολλάκις εὑρίσκεται πιμελωδέστερα. καὶ γυναῖκες ἀνδρῶν, ὅτι καὶ τῇ κράσει ψυχρότερον ἄῤῥενος τὸ θῆλυ, καὶ οἰκουρεῖ τὰ πολλά. ὅσαι μὲν οὖν ἕξεις σωμάτων εὔκρατοί τέ εἰσι φύσει καὶ πονοῦσι τὰ μέτρια, ταύτας ἀναγκαῖον εὐσάρκους γίνεσθαι,  τοῦτ’ ἔστι πάντῃ συμμέτρους. ὅσαις δὲ τὸ μὲν ὑγρὸν αὔταρκες, ἀπολείπεται δ’ οὐ πολλῷ τῆς ἄκρας συμμετρίας τὸ θερμὸν, αὗται πολύσαρκοι γίνονται. πολύσαρκοι δὲ καὶ ὅσαι φύσει μὲν εὔκρατοι, ῥᾳθύμως δὲ καὶ ἀπόνως βιοῦσιν. εἴρηται γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς τῶν παλαιῶν, ὡς ἐπίκτητοι φύσεις εἰσὶ τὰ ἔθη. καὶ οὐδὲν ἴσως διοίσει τοῦθ’ ἅπαξ εἰρηκότας νῦν μηκέτι διορίζεσθαι καθ’ ἕκαστον κεφάλαιον, εἴτε φύσει ψυχρότερος, εἴτ’ ἐξ ἔθους ὅδε τις ἐγένετο, ἀλλὰ τοῦτο μὲν ἀπολείπειν τοῖς ἀναγινώσκουσιν, αὐτὸν δὲ βραχυλογίας ἕνεκα τὰς οἰκείας ἑκάστῃ τῶν κράσεων ἕξεις τοῦ σώματος ἐπελθεῖν. εἰσὶ δή τινες ἰσχνοί τε ἅμα καὶ φλέβας ἔχοντες μικρὰς, ἀλλ’ εἰ τέμοις ἐξ αὐτῶν ἡντιναοῦν, προσπίπτει πιμελὴ, δῆλον ὡς ὑποπεφυκυῖα τῷ δέρματι κατὰ τὸν ἔνδον ὑμένα. σπάνιον μὲν οὖν ἐπ’ ἀνδρῶν τὸ τοιοῦτο, ἐπὶ δὲ γυναικῶν καὶ πάνυ πολλάκις εὑρισκόμενον. ἔστι γὰρ καὶ φύσεως ψυχροτέρας καὶ ἀργοτέρου βίου. τὸ τοιοῦτο γνώρισμα. πιμελὴ μὲν γὰρ ἀεὶ διὰ ψύξιν ἕξεως γίνεται· πολυσαρκία δὲ πλήθους αἵματος ἔγγονος· εὐσαρκία δὲ φύσεως εὐκράτου γνώρισμα. πάντως μὲν οὖν οἱ πολύσαρκοι καὶ τὴν πιμελὴν εὐθέως ἔχουσι πλείονα τῶν εὐκράτων· οὐ μὴν ἀνάλογος ἀεὶ ταῖς σαρξὶν ἡ πιμελὴ συναύξεται, ἀλλ’ ἔστιν ἰδεῖν τῶν παχέων τοὺς μὲν τὴν σάρκα πλείονα, τοὺς δὲ τὴν πιμελὴν ἔχοντας, ἐνίοις δὲ ὁμοίως ἄμφω συνηύξηται. τούτοις μὲν οὖν, οἷς ὁμοίως ἄμφω συνηύξηται, τοσούτῳ πλέον ὑγρόν ἐστιν ὑπὲρ τὴν εὔκρατον φύσιν, ὅσον καὶ ψυχρόν. οἷς δ’ ἡ πιμελὴ πλείων, τὸ ψυχρὸν ἐπὶ τούτων πλέον ἐστὶν, ἤπερ τὸ ὑγρόν· ὥσπερ οἷς ἡ σὰρξ πλείων, ὑγρότης μέν ἐστι τοῦ δέοντος πλείων, οὐ μὴν καὶ ψύξις. ὅταν γὰρ, ἐν τοῖς οἰκείοις ὅροις μένοντος τοῦ θερμοῦ, προσγένηταί τις αἵματος χρηστοῦ πλεονεξία, πολυσαρκίαν ἀναγκαῖον ἀκολουθῆσαι. τὸ δὲ, ὅσῳ χρὴ πλέον εἶναι τοῦ συμμέτρου τὸ αἷμα, μέτρῳ μὲν οὐχ οἶόν τε μηνῦσαι καὶ σταθμῷ, λόγῳ δ’ ἐγχωρεῖ διελθεῖν. ὡς ἐπειδὰν μήπω νοσῶδες μηδὲν γένηται τῷ τοῦ ζώου σώματι σύμπτωμα παχυνομένῳ, τὸ πλῆθος τῆς ὑγρότητος τηνικαῦτα τῶν τῆς ὑγείας ὅρων ἐντός ἐστιν. ἐπιδέδεικται γὰρ ἡμῖν καὶ δι’ ἄλλων, ὡς ἀναγκαῖόν ἐστιν, οὐ σμικρὸν ὑποθέσθαι πλάτος τῆς ὑγιεινῆς καταστάσεως. ἀλλὰ καὶ νῦν φαίνεται σχεδὸν ἐν ὅλῳ τῷ λόγῳ, τὴν μὲν εὔκρατόν τε καὶ μέσην φύσιν οἶον κανόνα τῶν ἄλλων ἀεὶ τιθεμένοις, ὅσαι δ’ ἐφ’ ἑκάτερα τῆσδε, δυσκράτους ἀποφαίνουσιν· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ τὸ μᾶλλόν τε καὶ ἧττον ἡ ὑγιεινὴ κατάστασις ἐδέχετο. ἄλλη μὲν γάρ ἐστιν ὑγιεινὴ, ἄλλη δὲ νοσώδης δυσκρασία· νοσώδης μὲν, ἡ ἐπὶ πλεῖστον ἀποκεχωρηκυῖα τῆς εὐκράτου, ὑγιεινὴ δὲ, ἡ ἐπὶ ὀλίγον. ὁρίσαι δὲ οὐδ’ ἐνταῦθα μέτρῳ καὶ σταθμῷ τὸ ποσὸν ἐγχωρεῖ· ἀλλ’ ἱκανὸν γνώρισμα τῆς ὑγιεινῆς δυσκρασίας τὸ μηδέπω μηδεμίαν ἐνέργειαν τοῦ ζώου βεβλάφθαι σαφῶς. ὅσον δ’ οὖν μεταξὺ τοῦ τε ἄκρως ἐνεργεῖν καὶ τοῦ βεβλάφθαι σαφῶς ἐνέργειαν ὑπάρχει, τοσοῦτο καὶ τῆς ὑγιείας τὸ πλάτος ἐστὶ καὶ τῆς κατ’ αὐτὴν δυσκρασίας. τούτῳ δ’ ἐφεξῆς ἐστιν ἡ νοσώδης δυσκρασία, ὅταν γε διὰ δυσκρασίαν νοσῇ τὸ ζῶον. οὐ γὰρ δὴ διὰ ταύτην γε μόνην, ἀλλὰ καὶ κατ’ ἄλλας διαθέσεις οὐκ ὀλίγας, ὑπὲρ ὧν ἐν τοῖς περὶ τῆς τῶν νοσημάτων διαφορᾶς λογισμοῖς ἐπὶ πλέον εἰρήσεται· νυνὶ δὲ πάλιν ἀναληπτέον τὸν ἐξ ἀρχῆς λόγον. ὡς γὰρ, τοῦ συμφύτου θερμοῦ τὴν ἀρίστην εὐκρασίαν φυλάττοντος, αὐξηθὲν τὸ ὑγρὸν ἐν ὅροις ὑγιεινοῖς οὐ πιμελώδη τὸν ἄνθρωπον, ἀλλὰ πολύσαρκον ἀποδείκνυσι, συναυξομένης μὲν ἐπ’ ὀλίγον καὶ τῆς πιμελῆς, ἀλλὰ πολλῷ πλείονι μέτρῳ τῆς σαρκός· οὕτως αὖ πάλιν, εἰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀκριβῆ τὴν πρὸς ἄλληλα φυλάττοι συμμετρίαν, ἧττον δ’ εἴη θερμὸς ὁ ἄνθρωπος, ἀνάγκη πιμελῶδες μᾶλλον ἢ πολύσαρκον γενέσθαι τοῦτο τὸ σῶμα. εἰ δ’ αὖ πάλιν αὐξηθείη τὸ θερμὸν, ἐν συμμετρίᾳ μενούσης τῆς ἑτέρας ἀντιθέσεως, πλέον ἀπολείπεται τούτου τὸ ζῶον πιμελῆς ἢ σαρκός· ὥσπερ, εἰ καὶ κρατήσει ποτὲ τὸ ξηρὸν, ἐν συμμετρίᾳ μενούσης τῆς τέρας ἀντιθέσεως, ἰσχνότερόν τε ἅμα καὶ σκληρότερον ἔσται τὸ σῶμα. ταῦτ’ εἴρηταί μοι, καὶ δῆλον ἤδη, ὡς οὐ λόγῳ μόνῳ ἐδείχθησαν αἱ ἁπλαῖ δυσκρασίαι τοῖς τῶν ζώων ὑπάρχουσαι σώμασιν, ἀλλὰ καὶ τὰ γνωρίσματα σαφῆ πασῶν ἐστιν· οὔκουν ἐν θερμότητι καὶ ψυχρότητι, καὶ μαλακότητι καὶ σκληρότητι μόνον, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις τῆς ἕξεως τοῦ ὅλου σώματος διαφοραῖς, ὧν ὑπὲρ μὲν τῆς κατὰ λεπτότητα καὶ πάχος εἴρηται νῦν, ὑπὲρ δὲ τῶν ἄλλων ἤδη λεγέσθω.

Δασεῖα μὲν ἡ θερμὴ καὶ ξηρὰ κρᾶσίς ἐστιν, ἀλλ’ αὕτη μὲν ἐσχάτως· μετρίως δ’ ἡ θερμὴ μὲν, σύμμετρος δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν· ὥσπερ γε καὶ ἡ ξηρὰ μὲν, εὔκρατος δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν· ἔστι γὰρ καὶ ἥδε μετρίως δασεῖα. ψιλαὶ δὲ τριχῶν αἱ ψυχραὶ πᾶσαι κράσεις, εἴτ’ οὖν ἀμέτρως ἔχοιεν ὑγρότητος, εἴτε μετρίως. ἀλλ’ ἐσχάτως μὲν ἄτριχος ἡ ψυχρὰ καὶ ὑγρὰ κρᾶσίς ἐστιν· ἔλαττον δὲ ταύτης ἡ ψυχρά τε ἅμα καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος· ἔτι δ’ ἔλαττον ἡ ψυχρὰ καὶ ξηρά. καίτοι δόξει τις, ὡς ἐν γῇ ξηρᾷ ταῖς πόαις ἀδύνατόν ἐστι καὶ φυῆναι, καὶ τραφῆναι, καὶ αὐξηθῆναι, τὸν αὐτὸν λόγον  κᾀν τῷ δέρματι ταῖς θριξίν· ἔχει δ’ οὐχ οὕτως. γῆ μὲν γὰρ ὡς γῆ ξηρὰ λέγεται, δέρμα δὲ ὡς δέρμα. καὶ τοίνυν τὸ μὲν ἐν γῇ ξηρὸν ἄνικμον ἐσχάτως ἐστί· τὸ δ’ ἐν ἀνθρώπου σώματι, καὶ τῶν ὁμοίων ἀνθρώπῳ ζώων, οὐκ ἄνικμον, ἐπιτήδειόν τε καὶ μάλιστα πάντων εἰς γένεσιν τριχῶν. ἐκ μὲν γὰρ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων, οἷον ὀστρέων, καὶ καράβων, καὶ καρκίνων, ὅσα τε φολιδωτὰ τῶν ζώων ἐστὶν, ὥσπερ οἱ ὄφεις, ἢ λεπιδωτὰ, καθάπερ οἱ ἰχθύες, οὐκ ἂν δύναιτο φύεσθαι θρίξ· ὄντως γάρ ἐστι τὰ τούτων δέρματα τελέως ξηρὰ δίκην ὀστράκου τινὸς ἢ πέτρας. ἐκ μέντοι τῶν μαλακοδέρμων, οἷον καὶ ἄνθρωπός ἐστιν, ὅσον περ ἂν ξηρότερόν τε καὶ θερμότερον ᾖ τὸ δέρμα, τοσόνδε μᾶλλον ἐγχωρεῖ φύεσθαι τρίχας. ἵνα γὰρ, ὡς ἐκεῖνοι προκαλοῦνται, τῷ τῆς γῆς ἑπώμεθα παραδείγματι, τὰς πόας οὔτ’ ἐν ξηρᾷ καὶ αὐχμώδει πάνυ γῇ φύεσθαι δυνατὸν, οὔτ’ ἐν ὑγρᾷ καὶ τελματώδει, ἀλλ’ ἐπειδὰν μὲν ἄρχηται δαπανᾶσθαι τὸ περιττὸν τῆς ὑγρότητος, ἐκφύονται τῆς γῆς· αὐξάνονται δ’ ἐπὶ πλέον, ὅταν καὶ ἥδε ξηραίνηται, μετρίως μὲν ἐν τῷ ἦρι, τάχιστα δὲ καὶ μέχρι πλείστου κατὰ τὴν ἀρχὴν τοῦ θέρους· ἀποξηραίνονται δὲ, τελέως αὐανθείσης τῆς γῆς, ἐν μέσῳ τῷ θέρει. καί σοι πάρεστιν, εἰ βούλει, καὶ νῦν, ὥσπερ που κᾀν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὸ μὲν ἔαρ, ὅτι τῶν ὡρῶν εὐκρατότατόν ἐστιν, εἰκάζειν εὐκράτου δέρματος φύσει, καὶ μάλιστά γε τὰ μέσα τῆς ὥρας τῆσδε· τηνικαῦτα γὰρ οὖν καὶ ἡ γῆ μέση πως ὑγρότητός τε καὶ ξηρότητός ἐστιν. ὅσα δὲ τῷ θέρει συνάπτει τῆς ἠρινῆς ὥρας, ταῦτ’ ἤδη ξηροτέραν ἔχει τοῦ συμμέτρου τὴν γῆν, ἔτι δὲ μᾶλλον ἀρχομένου θέρους. ὃ τοίνυν λέγω δέρμα θερμὸν καὶ ξηρὸν, εἰκάζοις ἂν μάλιστα τῇ τῆς γῆς διαθέσει τῇ γινομένῃ τελευτῶντος ἦρος ἢ ἀρχομένου θέρους. μεσοῦντος γὰρ θέρους ἄκρως ξηρὰ γίνεται τοῖς τῶν ὀστρακοδέρμων ζώων ὁμοίως, οὐ μὴν ἀνθρώπων, ἢ συῶν, ἢ ὄνων, ἢ ἵππων, ἢ ἄλλου τινὸς τῶν τριχωτῶν ζώων. ὥστ’, εἴπερ τῇ γῇ βούλονται παραβάλλειν τὸ δέρμα, καὶ κατὰ τοῦτο τὸν λόγον ὁμολογοῦντα τοῖς πρὸς ἡμῶν ἔμπροσθεν εἰρημένοις εὑρήσουσιν. αὐτοὶ δὲ σφᾶς αὐτοὺς ὑπὸ τῆς ὁμωνυμίας σοφισθέντες παραλογίζονται. ἐν γὰρ τῷ ξηρῷ καὶ θερμῷ δέρματι πολλὰς καὶ μεγάλας ἐλέγομεν φύεσθαι τρίχας, ὡς ὑπὲρ ἀνθρώπου δηλονότι ἢ ζώου τριχωτοῦ τὸν λόγον, οὐχ ὑπὲρ ὀστρέων τε καὶ καρκίνων ποιούμενοι. διαπνεῖται μὲν γὰρ ἀεί τι καθ’ ἕκαστον δέρμα ὑπὸ τοῦ θερμοῦ συναπάγοντος ἑαυτῷ τῆς ἔνδοθεν ὑγρότητος οὐκ ὀλίγον. ἀλλ’ ἐν οἷς μὲν ὑγρόν ἐστι τὸ δέρμα καὶ ἀκριβῶς μαλακὸν, οἷος ὁ νεωστὶ πηγνύμενος τυρὸς, οὐχ ὑπομένουσιν αἱ τῶν διεκπεσόντων ὁδοὶ, τῶν τέως διεστηκότων αὐτοῦ μορίων αὖθις ἀλλήλοις ἑνουμένων· ἐν οἷς δ’ ἤδη σκληρὸν ὑπάρχει, πεπηγότι παραπλήσιον τυρῷ, κατατίτραται μὲν ὑπὸ τῆς ῥύμης τῶν ἐξιόντων, ἑνωθῆναι δ’ ὑπὸ ξηρότητος μὴ δυνάμενον, ὑπομένοντας ἴσχει τοὺς πόρους ἀεὶ, καὶ μᾶλλον συριγγουμένους ταῖς συνεχέσι πληγαῖς τῶν διαῤῥεόντων. ἐὰν μὲν οὖν τὸ διαῤῥέον ἢ ἀτμὸς ἢ ὑγρὸν εἰλικρινὲς ᾖ, τῷ μὲν ἀτμῷ ταχεῖά τέ ἐστι καὶ ἀκώλυτος ἡ φορά· τὸ δ’ ὑγρὸν ἴσχεται πολλάκις ἐν τοῖς μικροτέροις πόροις, καὶ τι παλινδρομεῖν εἴσω εἰς τὸ βάθος ἀναγκάζεται. εἰ δ’ οἷον αἰθαλώδης τε καὶ παχεῖα καὶ γεώδης ἡ ἀναθυμίασις ᾖ, κίνδυνος αὐτῇ πολλάκις ἐν ταῖς στεναῖς τῶν διεξόδων σφηνωθείσῃ, μήτ’ εἴσω ῥᾳδίως ὑπονοστεῖν ἔτι, μήτε κενοῦσθαι δύνασθαι. ταύτην οὖν ἑτέρα τοιαύτη πάλιν ἐκ τοῦ βάθους ἀναφερομένη πλήττει τε καὶ ὠθεῖ πρόσω, καὶ ταύτην αὖθις ἑτέρα, κᾀκείνην ἄλλη. καὶ πολλὰς αἰθαλώδεις οὕτω μοι νόει σφηνουμένας ἐπ’ ἀλλήλαις ἀναθυμιάσεις ἐν τῷ χρόνῳ περιπλέκεσθαί τε καὶ συνάπτεσθαι, καί τι ποιεῖν ἕν σῶμα τοιοῦτο, οἷον ἐκτὸς ἡ λιγνύς ἐστι, πλὴν, ὅσῳ πεπύκνωται, τοσούτῳ καὶ ἀκριβῶς ἔσφιγκται τῇ τῆς διεξόδου στενότητι πιληθέν. ἐπειδὰν δὲ τὸν πόρον ἀποφράξῃ πάντα, τὸ τοιοῦτο σῶμα τοὐντεῦθεν ἤδη βιαίως πληττόμενον ὑπὸ τῶν ὁμοίων ἑαυτῷ περιττωμάτων, οὐκ ἐχόντων διέξοδον, ὠθεῖται πρόσω σύμπαν ἐν τῷδε, ὥστε καὶ προκύπτειν ἀναγκάζεται τοῦ δέρματος, ἱμαντῶδες ἤδη γεγονός. ἔοικε δ’ αὐτοῦ τὸ μὲν ἐν τῷ πόρῳ σφηνωθὲν οἷον ῥίζῃ τινὶ πόας ἢ φυτοῦ, τὸ δ’ ἐξέχον ἤδη τοῦ δέρματος, οἷόν περ αὐτὸ τὸ φυτόν. ἡ θρὶξ δ’ ἐστὶ μέλαινα μὲν, ὅταν, ὑπὸ ῥώμης τοῦ θερμοῦ συγκαυθείσης τῆς ἀναθυμιάσεως, ἀκριβὴς λιγνὺς γένηται τὸ περίττωμα, ξανθὴ δὲ, ὅταν ἧττον κατοπτηθῇ. ξανθῆς γὰρ χολῆς τηνικαῦτά ἐστιν ἰλυῶδες περίττωμα τὸ σφηνωθὲν, οὐ μελαίνης. ἡ δὲ λευκὴ. θρὶξ ἔκγονος φλέγματος. ἡ πυῤῥὰ δὲ, ὥσπερ τῇ χρόᾳ μεταξὺ ξανθῆς ἐστι καὶ λευκῆς, οὕτω καὶ γενέσει μεταξὺ φλεγματώδους τε καὶ χολώδους ἰλύος. οὖλαι δὲ τρίχες ἢ διὰ τὴν ξηρότητα τῆς κράσεως, ἢ διὰ τὸν πόρον, ἐν ᾧ κατεῤῥίζωνται, γίνονται· διὰ μὲν τὴν ξηρότητα παραπλησίως ἱμᾶσι τοῖς ἐπὶ πλέον ὑπὸ πυρὸς ξηρανθεῖσι. καίτοι τί δεῖ τῶν ἱμάντων μνημονεύειν, αὐτὰς τὰς τρίχας ὁρῶντας, εἰ πλησιάσειαν πυρὶ, παραχρῆμα διαστρεφομένας; οὕτως μὲν οὖν Αἰθίοπες ἅπαντες οὖλοι. τῇ δὲ τῶν πόρων, ἐν οἷς ἐῤῥίζωνται, φύσει κατὰ τάδε. πολλάκις μὲν ἡ ἀναθυμίασις  εὐθυπορεῖν ὑπ’ ἀῤῥωστίας ἀδυνατοῦσα, καθ’ ὃν ἂν αὕτη τρόπον ἑλίττηται, καὶ τὸν πόρον οὕτως ἐτύπωσεν. ἐνίοτε δὲ ἡ μὲν ἀναθυμίασις εὔρωστός ἐστιν, ὑπὸ δὲ τῆς τοῦ δέρματος φύσεως, σκληροτέρας τοῦ προσήκοντος οὔσης, εἰργομένη φέρεσθαι κατ’ εὐθὺ, πρὸς τὸ πλάγιον ἐπιστρέφεται, καθάπερ γε κᾀκτὸς ἰδεῖν ἐστιν, οὐ μόνον ἀτμὸν, ἢ καπνὸν, ἀλλὰ καὶ τὰς φλόγας αὐτὰς, ὅταν ἀποκλεισθῶσι τῆς ἄνω φορᾶς, λοξὰς ἐφ’ ἑκάτερα μέρη σχιζομένας. οὕτως οὖν καὶ ἡ ἐκ τοῦ σώματος ἀναθυμίασις, ὅταν εἰρχθῇ κατὰ τι, καὶ κωλυθῇ φέρεσθαι πρὸς τοὐκτὸς, λοξὴν ὑπὸ τὸ δέρμα διέξοδον ὁδοποιεῖται, μέχρι περ ἂν ἀθροισθεῖσα χρόνῳ πλείονι βιάσηταί τε καὶ ἀναπνεύσῃ πρὸς τοὐκτός. ἐνίοτε δ’ ἅμ’ ἀμφοῖν συνδραμόντων, ἀῤῥώστου τε τῆς πρώτης ἀναθυμιάσεως, ἥτις τὸν πόρον ἐδημιούργησε, καὶ ξηροῦ τοῦ δέρματος, ἡ λοξότης γίνεται ταῖς ῥίζαις τῶν τριχῶν. οἷαι δ’ ἂν ἐν τῇ ῥιζώσει διαπλάττωνται, τοιαύτας εἰκὸς ὑπάρχειν αὐτὰς ἕως παντός. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τῶν σκληρῶν καὶ ξηρῶν σωμάτων εὐθῦναι δυνατὸν ἄνευ τοῦ μαλάξαι πρότερον. αὕτη μὲν οὖν ἡ γένεσις τῶν τριχῶν. ἐφεξῆς δ’ ἂν εἴη λέγειν τὰς αἰτίας ἁπάντων τῶν συμβεβηκότων ταῖς κράσεσιν ἐν ταῖς τῶν τριχῶν διαφοραῖς καθ’ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος. Αἰγύπτιοι μὲν οὖν, καὶ Ἄραβες, καὶ Ἰνδοὶ, καὶ πᾶν τὸ θερμὴν καὶ ξηρὰν ἐποικοῦν ἔθνος, μελαίνας τε καὶ δυσαυξεῖς καὶ ξηρὰς καὶ οὔλας καὶ κραύρας ἔχουσι τὰς τρίχας. ὅσοι δ’ ἔμπαλιν τούτοις ὑγρὰν καὶ ψυχρὰν χώραν οἰκοῦσιν, Ἰλλύριοί τε καὶ Γερμανοὶ, καὶ Δαλματαὶ, καὶ Σαυρόμαται, καὶ σύμπαν τὸ Σκυθικὸν, εὐαυξεῖς μετρίως καὶ λεπτὰς καὶ εὐθείας καὶ πυῤῥάς. ὅσοι δ’ ἐν τῷ μεταξὺ τούτων, εὔκρατον νεμόμενοι γῆν, εὐαυξεστάτας τε καὶ ἰσχυροτάτας, καὶ μελαίνας μετρίως, καὶ παχείας συμμέτρως, καὶ οὔτ’ ἀκριβῶς οὔλας, οὔτ’ ἀκριβῶς εὐθείας. οὕτω δὲ κᾀν ταῖς ἡλικίαις, βρέφεσι μὲν, οἷαί περ τῶν Γερμανῶν, ἀκμάζουσι δὲ, οἷαί περ τοῖς Αἰθίοψιν, ἐφήβοις δὲ καὶ παισὶ, οἷαί περ τοῖς εὔκρατον ἐποικοῦσι γῆν ἔθνεσιν, ἀνάλογον αἱ τρίχες ἔχουσιν, ἰσχύος τε πέρι, καὶ πάχους, καὶ μεγέθους, καὶ χρόας. οὕτω δὲ καὶ κατ’ αὐτὰς τῶν σωμάτων τὰς φύσεις ἀνάλογον ἡλικίαις τε καὶ χώραις αἱ τρίχες διάκεινται. παῖδες μὲν γὰρ οἱ πάνυ σμικροὶ ψιλοὶ τριχῶν, ὅτι μήπω μήτε πόρος αὐτοῖς ἐστι μηδεὶς κατὰ τὸ δέρμα, μήτε λιγνυώδη περιττώματα· προσάγοντες δὲ τῷ ἡβάσκειν ὑποφύουσι σμικρὰς καὶ ἀσθενεῖς· ἀκμάζοντες δὲ ἰσχυροτέρας, καὶ πολλὰς, καὶ μεγάλας, καὶ μελαίνας ἴσχουσιν, ὅτι τε πλῆθος ἤδη πόρων ἐν αὐτοῖς ἐγένετο, καὶ ὅτι μεστοὶ τῶν αἰθαλωδῶν εἰσι περιττωμάτων ὑπὸ ξηρότητος καὶ θερμότητος. αἱ δ’ ἐν τῇ κεφαλῇ τε καὶ ταῖς ὀφρύσι καὶ κατὰ τὰ βλέφαρα καὶ παισὶν οὖσιν ἡμῖν ὑπάρχουσιν ἤδη. γένεσις γὰρ δὴ ταύταις, οὐχ οἵα ταῖς πόαις, ἀλλ’ οἵα τοῖς φυτοῖς, κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως ἀπειργασμέναις, καὶ οὐκ ἐξ ἀνάγκης ἑπομέναις ταῖς κράσεσιν, ὡς κᾀν τοῖς περὶ χρείας μορίων δείκνυται. ἀλλὰ τοι καὶ ταῖσδε τὸ μὲν εἶναι διὰ τὴν τῆς φύσεως τέχνην, τὸ δ’ ἤτοι μελαίναις, ἢ πυῤῥαῖς, ἤ τινα ἄλλην ἐχούσαις διαφορὰν, ἐξ ἀνάγκης ἕπεται τῇ κράσει τῆς ἡλικίας. ὑπόπυῤῥοι μὲν γὰρ εἰσιν τοὐπίπαν, ὅτι καὶ τὸ σφηνούμενον ἐν τοῖς πόροις οὐδέπω μέλαν ἐστὶν ὅλον. ἥ τε γὰρ ὑγρότης πολλὴ, καὶ ἡ διέξοδος ῥᾳδία, καὶ ἡ σύγκαυσις ἀσθενής. εὐαυξεῖς δὲ καὶ παχεῖαι συμμέτρως τῇ τῶν τρεφόντων αὐτὰς περιττωμάτων ἀφθονίᾳ. τὸ μὲν γὰρ μόριον αὐτὸ τοῦ σώματος, ἐν ᾧ γίγνονται, ξηρόν· ὅλον γὰρ τὸ κρανίον ὀστέϊνόν ἐστι· τὸ δὲ περικείμενον αὐτῷ δέρμα τοσούτῳ ξηρότερον τοῦ κατὰ τὸ λοιπὸν σῶμα δέρματος ἅπαντος, ὅσῳ περ καὶ σκληρότερον. ἀναφέρεται μέντοι πλῆθος οὐκ ὀλίγον ἔκ τε τῶν κατὰ τὸν ἐγκέφαλον, ἤδη δὲ κᾀξ ὅλου τοῦ σώματος αἰθαλωδῶν περιττωμάτων. ὥσθ’, οἶον τοῖς ἀκμάζουσιν ὅλον γίνεται τὸ σῶμα, τοιοῦτο ἤδη τὸ δέρμα τῆς κεφαλῆς ἐστι τοῖς βρέφεσι. εὐλόγως οὖν ἔνιοι φαλακροῦνται, τοῦ χρόνου προϊόντος, οἷς ἐξ ἀρχῆς ἦν σκληρότερον τὸ δέρμα. δέδεικται γὰρ ἔμπροσθεν, ὡς τῶν γηρασκόντων ἅπαντα ξηραίνεται τὰ μόρια. γίνεται δὴ πολλοῖς ὀστρακῶδες τὸ δέρμα, ἐπὶ πλέον, ἢ δεῖ, ξηρανθέν. ἐν τοιούτῳ δ’ οὐδὲν φύεσθαι δύναται, καθ’ ὅ τι καὶ διὰ τῶν ἔμπροσθεν ὡμολόγηται. καὶ γὰρ δὴ καὶ τῶν χειρῶν τὰ ἔνδον, ὥσπερ καὶ τὰ κάτω τῶν ποδῶν, ἀεὶ ἄτριχα καὶ ψιλὰ, ξηροτάτου καὶ πυκνοτάτου τοῦ κατ’ αὐτὰ τένοντος ὄντος, ὃς ὑποτέτακται τῷ δέρματι. ὅσοις δ’ εἰς τέλος ξηρότητος οὐκ ἀφικνεῖται τὸ δέρμα τῆς κεφαλῆς, ἄῤῥωστοι τούτοις γίνονται καὶ λευκαὶ πάντως αἱ τρίχες, ἃς ὀνομάζουσιν οἱ ἄνθρωποι πολιάς· ἄῤῥωστοι μὲν ἐνδείᾳ τῆς οἰκείας τροφῆς, λευκαὶ δὲ, διότι καὶ τὸ τρέφον αὐτὰς τοιοῦτο, οἷον εὐρώς τις φλέγματος ἐν χρόνῳ διασαπέντος. ὅταν γὰρ ὁ μὲν πόρος ἔτι μένῃ, τὸ περίττωμα δ’ ὀλίγον ᾖ καὶ γλίσχρον, ἀῤῥώστως δ’ ὑπὸ τῆς θερμασίας ὠθῆται πρόσω, πάσχει τι παραπλήσιον ἐν τῷδε σηπεδόνι. καὶ δὴ φαλακροῦνται μὲν μᾶλλον τὸ βρέγμα γηρῶντες οἱ ἄνθρωποι, πολιοῦνται δὲ τοὺς κροτάφους μᾶλλον, ὅτι τὸ μὲν ξηρότατόν ἐστι τῶν μορίων ἁπάντων τῆς κεφαλῆς· ἐπὶ γὰρ ὀστῷ τὸ δέρμα ταύτῃ ψιλῷ· οἱ κρόταφοι δ’ ὑγρότεροι· μύες γὰρ ἐνταῦθ’ εἰσιν ὑπὸ τῷ δέρματι μεγάλοι, σαρκώδης δὲ πᾶς μῦς, ἡ δὲ σὰρξ ὀστοῦ καὶ δέρματος ὑγροτέρα. 

Ἀκριβῶς δὲ χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, ὅπως μὴ λάθωμεν ἡμᾶς αὐτοὺς παρακούσαντές τι καὶ σφαλέντες, οἶα δὴ πολλοὶ τῶν πάνυ δοκούντων ἀρίστων ἰατρῶν εἶναι σφάλλονται, εἴ τίς ἐστι φαλακρὸς, εὐθὺς τοῦτον οἰόμενοι ξηρὰν ἔχειν ἅπαντος τοῦ σώματος τὴν κρᾶσιν. οὐ γὰρ δὴ οὕτως ἁπλῶς εἰκάζειν ἐχρῆν, ἀλλὰ διορίζεσθαι πρότερον ἄμεινον ἦν, ὡς τῶν ἀνθρώπων τὸ σῶμα, τῶν μὲν ὁμαλῶς κέκραται σύμπαν, ἐνίων δὲ, καὶ οὐκ ὀλίγων τούτων, ἀνωμάλως διάκειται. τὰ μὲν γὰρ τῶν μορίων αὐτοῖς ὑγρότερα τοῦ συμμέτρου τε καὶ προσήκοντός ἐστι, τὰ δὲ ψυχρότερα, τὰ δὲ ξηρότερα, τὰ δὲ θερμότερα, τὰ δὲ καὶ παντελῶς εὔκρατά τε καὶ σύμμετρα. δεῖ δὲ προσέχειν μάλιστα τούτῳ τὸν νοῦν, ἐπειδὰν ἐπισκέπτῃ σώματος κρᾶσιν. εἰ μὲν γὰρ ὁμαλῶς εὔρυθμον ὅλον ἐστὶ καὶ πάσας τῶν μορίων ἀποσῶζον τὰς πρὸς ἄλληλα συμμετρίας ἐν μήκει καὶ πλάτει καὶ βάθει, δύναιτ’ ἂν ὅλως ὁμοίως κεκρᾶσθαι τὸ. τοιοῦτο. εἰ δέ τι σῶμα θώρακα μὲν ἔχει καὶ τράχηλον καὶ ὤμους μεγίστους, ἰσχνὰ δὲ καὶ μικρὰ τὰ κατ’ ὀσφὺν, καὶ σκέλη λεπτὰ καὶ ξηρὰ, πῶς ἂν ὁμοίως εἴη τοῦτο διακείμενον ἅπασι τοῖς μορίοις. οὐ μὴν οὐδ’, εἰ τὰ μὲν σκέλη παχέα καὶ τὰ κατ’ ὀσφὺν εὐρέα, τὸν θώρακα δ’ ἔχοι στενὸν, οὐδὲ τοῦτ’ ἂν εἴη κεκραμένον ὁμαλῶς τοῖς μορίοις. ἕτερα δὲ σώματα μεγίστην ἔχει τὴν κεφαλὴν, ἕτερα δὲ σμικρὰν, οἵαν οἱ στρουθοί. καὶ τοῖς σκέλεσι τὰ μὲν βλαισὰ, τὰ δὲ ῥαιβὰ, καὶ ἄκροις τοῖς κώλοις τὰ μὲν ἰσχνὰ, τὰ δὲ παχέα. καὶ θώραξ τοῖς μὲν, ὡς εἴρηται πρόσθεν, εὐθὺς, ἐνίοις δὲ στενὸς οὕτως, ὡς σανὶς, οὓς δὴ καὶ σανιδώδεις ὀνομάζουσιν. ὅταν δὲ καὶ τὰ κατ’ ὠμοπλάτας αὐτοῖς ἄσαρκα τελέως ᾖ, καὶ γυμνὰ, καὶ προπετῆ δίκην πτερύγων, ὀνομάζονται μὲν αἱ τοιαῦται φύσεις ὑπὸ τῶν ἰατρῶν πτερυγώδεις· εἰς ὅσον δ’ ἥκουσι κακίας, ἀπολωλεκότος τοῦ θώρακος ὀλίγου δεῖν ἅπασαν τὴν ἐντὸς εὐρυχωρίαν, ἐν ᾗ πνεύμων τε καὶ καρδία τέτακται, πρόδηλον παντί. μυρίαι δ’ ἄλλαι τῶν τοῦ σώματος μορίων εἰσὶ προδήλως διαθέσεις, ὅταν ἐκτραπόμενον τῆς φυσικῆς ἀναλογίας εἰς ἀνώμαλόν τινα δυσκρασίαν εὐθὺς ἐν τῷ κυΐσκεσθαι μεταπέσῃ. οὔκουν ἐπὶ τῶν τοιούτων ἐξ ἑνὸς χρὴ μορίου τεκμαίρεσθαι περὶ τοῦ παντός. οὐδὲ γὰρ οἱ φυσιογνωμονεῖν ἐπιχειροῦντες ἁπλῶς ἀποφαίνονται περὶ πάντων, ἀλλ’ ἐκ τῆς πείρας καὶ οἵδε διδαχθέντες. εἰ μὲν γάρ τις ἱκανῶς εἴη δασὺς τὰ στέρνα, θυμικὸν ἀποφαίνονται· μηροὺς δ’ εἴπερ εἴη τοιοῦτος, ἀφροδισιαστικόν· οὐ μὴν τήν γ’ αἰτίαν προστιθέασιν ἔτι. οὐδὲ γὰρ, ὅτι λέοντι μὲν ἐμφερῆ τὰ στέρνα, τράγῳ δὲ τὰ κατὰ μηροὺς ἐπειδὰν φῶσι, τὴν πρώτην αἰτίαν ἐξευρήκασι. διὰ τί γὰρ ὁ μὲν λέων θυμικὸς, ὁ δὲ τράγος ἀφροδισιαστικὸς, ὁ λόγος ἐξευρεῖν ἐπιζητεῖ. μέχρι γὰρ τοῦδε τὸ μὲν γινόμενον εἰρήκασι, τὴν δ’ αἰτίαν αὐτοῦ παραλελοίπασιν. ἀλλ’ ὁ φυσικὸς ἀνὴρ, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τὰς τούτων αἰτίας ἐξευρίσκειν ἐπιχειρεῖ. διότι γὰρ ἀνωμάλως διάκεινται κατὰ τὰς τῶν μορίων κράσεις, οὐ λέων μόνον καὶ τράγος, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πάμπολλα, διὰ τοῦτ’ ἄλλα πρὸς ἄλλας ἐνεργείας ἑτοίμως ἔχει. περὶ μὲν δὴ τούτων Ἀριστοτέλει καλῶς ἐπὶ πλεῖστον εἴρηται. τὸ δ’ οὖν εἰς τὰ παρόντα χρηστὸν ἤδη φαίνεται, διότι χρὴ σκοπεῖσθαι τῶν ἀνθρώπων τὰς κράσεις, ἕκαστον τῶν μορίων ἐξετάζοντα καθ’ ἑαυτὸ, καὶ μὴ νομίζειν. εἴ τῳ δασὺς ὁ θώραξ, ὅλον ἐξ ἀνάγκης τούτῳ τὸ σῶμα θερμότερόν τε καὶ ξηρότερον ὑπάρχειν, ἀλλ’ ἐν τῇ καρδίᾳ τὸ θερμὸν εἶναι πλεῖστον, διὸ καὶ θυμικόν· δύνασθαι δ’ ἐνίοτε δι’ αὐτὸ τοῦτο μὴ ὁμοίως ἅπαν αὐτοῖς τὸ σῶμα θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὅτι πλεῖστον ἀνέπνευσεν ἐνταῦθα, καὶ πρὸς τὸ περιέχον ἐξεκενώθη τὸ θερμόν. εἰ μὲν γὰρ ὅλη τοῦ σώματος κρᾶσίς ἐστιν ὁμαλὴ, εὐθὺς ἂν εἴη τούτοις αὐτὸς σύμπας ὁ θώραξ εὐρύτατος, αἵ τε φλέβες εὐρεῖαι, καὶ αἱ ἀρτηρίαι μεγάλαι τε ἅμα καὶ μέγιστον καὶ σφοδρότατον σφύζουσαι, καὶ τρίχες πολλαὶ καθ’ ὅλον τὸ σῶμα, καὶ αἱ τῆς κεφαλῆς εὐαυξέσταται μὲν καὶ μέλαιναι καὶ οὖλαι κατὰ τὴν πρώτην ἡλικίαν, ἐπὶ δὲ προήκοντι τῷ χρόνῳ φαλάκρωσις ἀκολουθήσει. καὶ μὲν δὴ καὶ σύντονον, καὶ διηρθρωμένον, καὶ μυῶδες, ἐπειδὰν ὁμαλῶς τῆς κράσεως ἔχωσιν, ὅλον ἔσται τοῖς τοιούτοις ἀνθρώποις τὸ σῶμα, καὶ τὸ δέρμα σκληρότερόν τε καὶ μελάντερον, ὥσπερ καὶ δασύτερον. οὕτω δὲ κᾂν εἰ τἀναντία περὶ τὸν θώρακα συμπέσῃ, τῆς κράσεως ὁμαλῆς ὑπαρχούσης ἐν ὅλῳ τῷ σώματι, τοῦτ’ ἔστιν ὑγροτέρων τε καὶ ψυχροτέρων ἁπάντων τῶν μορίων γενομένων, ὁ μὲν θώραξ αὐτοῖς στενὸς καὶ ἄτριχος ἔσται, καθάπερ οὖν καὶ σύμπαν τὸ σῶμα ψιλὸν τριχῶν, ἁπαλόν τε καὶ λευκὸν τὸ δέρμα, καὶ ὑπόπυῤῥον ταῖς θριξὶ, καὶ μάλιστ’ ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρῶντες, εὐθὺς δὲ καὶ δειλοὶ, καὶ ἄτολμοι, καὶ ὀκνηροὶ, καὶ μικρὰς καὶ ἀδήλους ἔχοντες τὰς φλέβας, καὶ πιμελώδεις, καὶ νεύροις τε καὶ μυσὶν ἄῤῥωστοι, καὶ ἀδιάρθρωτοι τὰ κῶλα, καὶ βλαισοὶ γίνονται. διαφόρου μέντοι τῆς κράσεως τῶν μορίων ἀπεργασθείσης, οὐκ ἔτ’ ἐξ ἑνὸς αὐτῶν οἶόν τε περὶ τοῦ σύμπαντος ἀποφαίνεσθαι σώματος, ἀλλ’ ἄμεινον ἐφ’ ἕκαστον ἰέναι, καὶ σκοπεῖσθαι, ὅπως μὲν ἡ γαστὴρ ἔχει κράσεως, ὅπως δ’ ὁ πνεύμων, ὅπως δὲ ὁ ἐγκέφαλος, ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ’ ἑαυτό. ταυτὶ μὲν  οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γάρ ἐστιν οὔθ’ ἁψάμενον ἁφῇ, οὔτ’ ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν αὐτῶν. προσεπισκέψασθαι δὲ καὶ τὰς τῶν περιεχόντων αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα, κατὰ τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν, ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν, οὐδ’ ἐν αὐτῇ πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται τὸ θερμὸν, ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον, τῶν δὲ εἰς τὸ δέρμα προσελήλυθεν, ὑπὸ τοῦ περιέχοντος θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς ἔνδον τῶν μορίων κράσεως. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις χώραις, οὐχ ὡσαύτως ἐχόντων τῶν τ’ ἔξωθεν μορίων καὶ τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα, καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν. ὅσοις δ’ ἔμφυτον θερμὸν εἰς τὰ σπλάγχνα καταπέφευγεν ἄμα τῷ αἵματι, κᾀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου καὶ ζέοντος αὐτοῦ, θυμικοὶ, καὶ θρασεῖς, καὶ ὀξύῤῥοποι ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους, καὶ τῆς ἐμφύτου θερμασίας ἔξω φερομένης, διακεκαυμένη καὶ σκληρὰ καὶ ξηρὰ καὶ μέλαινα. τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ. καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τινὶ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα, πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν, ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ. καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δὲ οἰκείῳ. καὶ παρ’ ἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλεῖον, τὸ δ’ ἐπίκτητόν ἐστιν ἧττον. ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντα γοῦν ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνῶναι κρᾶσιν. οὐ γὰρ δὴ ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον ἤδη, θερμότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ’ εἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπιπλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ δέρμα, τῷ δὲ λευκότερον. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ μὲν γὰρ τὸ δέρμα ξηρότερον ἡλιούμενον, ὑγρότερον δ’ ἔσται σκιατραφούμενον. ἡ φυσικὴ δ’ οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθ’ ἥπατος, οὔτε καρδίας, οὔτε τῶν ἄλλων σπλάγχνων. ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα. οἶον τῆς μὲν γαστρὸς, εἰ πέττει καλῶς, εὔκρατος, εἰ δ’ οὐ πέττει καλῶς, δύσκρατος. ἀλλ’ εἰ μὲν κνισσώδεις τινὰς ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγὰς, ἄμετρον αὐτῆς καὶ πυρῶδες ὑπάρχει τὸ θερμόν· εἰ δ’ ὀξείας, ἄῤῥωστόν τε καὶ ἀσθενές. οὕτω δὲ καὶ βόεια κρέα καὶ πάντα τὰ δυσκατέργαστα καλῶς πεπτόντων, ἄμετρον τὸ θερμόν· ἀσθενὲς δὲ τῶν ταῦτα μὲν οὐ πεπτόντων, ἰχθύας δὲ πετραίους ἤ τι τοιοῦτο πεπτόντων. ἐπισκέπτεσθαι δὲ χρὴ πάλιν ἐνταῦθα, εἰ μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιῤῥέοντα τὸ σύμπτωμα γίνεται τῇ γαστρί. φλέγμα μὲν γὰρ ἐνίοις ἐκ τῆς κεφαλῆς, ξανθὴ δ’ ἄλλοις ἐξ ἥπατος ἐς τὴν γαστέρα καταῤῥεῖ χολὴ, σπάνιον δὲ τοῦτο, καὶ ὀλιγίστοις συμβαίνει. παμπόλλοις δὲ ἐκ τῆς κεφαλῆς κατέρχεται φλέγμα, καὶ μάλιστα ἐν Ῥώμη τε καὶ τοῖς ὑγροῖς οὕτω χωρίοις. ἀλλά τοι καὶ τὸ σπάνιον ἐπιβλέπειν χρὴ, καὶ μηδὲν ἐν παρέργῳ τίθεσθαι, μηδ’ ἀμελεῖν. οἶδα γὰρ ἐγώ τισιν ἱκανῶς φλεγματώδεσιν ἀνθρώποις ἀθροιζομένην ἐν τῇ γαστρὶ χολὴν παμπόλλην ξανθὴν, ἣν ἐδέοντο πρὸ τῶν σιτίων ὕδωρ πίνοντες ἢ οἶνον ἐξεμεῖν. εἰ δ’ ἥψαντό ποτε σιτίων, πρὶν ἐμέσαι, διέφθειράν τε ταῦτα καὶ τὴν κεφαλὴν ὠδυνῶντο, καὶ τούτους ᾤοντό τινες χολώδεις εἷναι φύσει. καίτοι μαλακοί τε ἦσαν ὅλον τὸ σῶμα, καὶ λευκοὶ, καὶ ἄτριχοι, καὶ πιμελώδεις, καὶ ἄφλεβοι, καὶ ἄμυοι, καὶ ἄναιμοι, καὶ ἁπτομένοις οὐ λίαν θερμοί. ἄλλους δέ τινας οἶδα μηδέποτε μὲν ἐμέσαντας χολὴν ξανθὴν, ἰσχνοὺς δὲ καὶ δασεῖς καὶ μυώδεις καὶ μέλανας καὶ φλεβώδεις καὶ θερμοὺς ἱκανῶς, εἴ τις ἅψαιτο, φαινομένους, οἷος καὶ ὁ φιλόσοφος Εὔδημος. ἀλλ’ ἐνταῦθα μὲν ἐμπέπτωκε καὶ ἀνατομικόν τι θεώρημα, ὃ μὴ γνόντες ἔνιοι τῶν ἰατρῶν ἀποροῦνται δεινῶς ἐπὶ τῇ διαφωνίᾳ τῶν συμπτωμάτων, ἀγνοοῦντες, ὡς ὁ πόρος, ᾧ τὴν χολὴν εἰς τὴν γαστέρα τὸ ἧπαρ ἐξερεύγεται, τοῖς μὲν διπλοῦς ἐστι, τοῖς δὲ ἁπλοῦς, ὡς κᾀν ταῖς τῶν τετραπόδων ζώων ἀνατομαῖς ἐστι θεάσασθαι. τὰ πολλὰ μὲν οὖν ἢ ἁπλοῦς ἐστιν, εἰς τὰ μεταξὺ πυλωροῦ τε καὶ νήστεως ἐκφυόμενος, ὃ δὴ γαστρὸς ἔκφυσιν ὀνομάζουσιν, ἢ διπλοῦς γενόμενος εἰς μὲν τὴν ἔκφυσιν ἐμβάλλει θατέρῳ στόματι τῷ μείζονι, θατέρῳ δὲ τῷ μικροτέρῳ κατὰ τὸν πυθμένα, μικρὸν ἀνωτέρω τοῦ πυλωροῦ. σπανιώτατα δὲ τὸ μὲν ἄνω μέρος αὐτοῦ ποτὲ μεῖζον εὑρίσκεται, τὸ κάτω δ’ ἔλαττον.  ἀλλ’ ἐφ’ ὧν γε μεῖζόν ἐστιν, ἐπὶ τούτων ἡ γαστὴρ ἐφ’ ἡμέραν ἐμπίπλαται χολῆς οὐκ ὀλίγης, ἣν ἐμεῖν τε δέονται πρὸ τῶν σιτίων, καὶ βλάπτονται κατασχόντες. οἷς δὲ παντελῶς ἁπλοῦς ἐστιν ὁ πόρος, εἰς τὴν νῆστιν ἡ χολὴ τούτοις σύμπασα καταῤῥεῖ. πῶς οὗν χρὴ διαγινώσκειν αὐτούς; οὐ γὰρ δὴ ἀνατεμεῖν γε ζῶντας τοὺς ἀνθρώπους ἀξιῶ. πρῶτον μὲν ὅλῃ τοῦ σώματος τῇ κράσει, καθ’ ὅ τι καὶ μικρὸν ἔμπροσθεν ἐλέγετο, δεύτερον δὲ τοῖς ὑπιοῦσι κάτω. χολώδη μὲν γὰρ ἄκρατα διὰ τῆς γαστρὸς ἐξεκενοῦτο συνεχῶς Εὐδήμῳ, διότι καὶ πολλὴν ἤθροιζε χολὴν, καὶ οὐδὲν αὐτῆς εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖτο. τοῖς δὲ ἄλλοις, οἷς ἡ μὲν ἕξις φλεγματώδης, ἐμοῦσι δὲ χολὴν, ἥκιστα διαχωρεῖται χολῶδες· καὶ γὰρ ὀλίγον γεννᾶται τῆς ξανθῆς χολῆς αὐτοῖς, καὶ πλεῖστον εἰς τὴν ἄνω κοιλίαν ἀφικνεῖται. τρίτον ἐπὶ τοῖς εἰρημένοις εἶδος γνωρισμάτων ἐν αὐτοῖς τοῖς κενουμένοις ἐστίν. οἷς μὲν γὰρ ἐν τῇ γαστρὶ τὸ χολῶδες γεννᾶται περίττωμα, πρασοειδὲς φαίνεται· ξανθὸν δ’ ἀκριβῶς ἐστιν, ἢ ὠχρόν γε πάντως, οἷς ἐξ ἥπατος ὑπέρχεται. καὶ οἷς μὲν ἐν γαστρὶ τὸ πρασοειδὲς τοῦτο γεννᾶται, χρὴ πάντως αὐτοῖς τὸ ἐδηδεσμένον σιτίον οὐκ ἄρτον οὐδὲ κρέας εἶναι χοίρειον, ἤ τι τοιοῦτο παραπλήσιον, ἀλλὰ θερμότερόν γε, τῶν δ’ ἐξ ἀνάγκης, καὶ οὐκ εὔχυμον. οἷς δ’ ἐξ ἥπατος εἰς αὐτὴν ἀφικνεῖται, ξανθὸν ἢ ὠχρὸν ἐμεῖται, κᾂν εὐχυμώτατον ᾖ τὸ ληφθὲν σιτίον, κᾂν ἄκρως πεφθῇ. καὶ μᾶλλον τοῖς ἀκριβῶς πέψασιν ἐμεῖται τὰ ξανθὰ, καὶ πολλῷ μᾶλλον ἔτι τοῖς ἐπὶ πλέον αὐτῶν ἀσιτήσασι. τὰ δὲ πρασοειδῆ μόνοις τοῖς κακῶς πέψασιν ἐν τῇ κοιλίᾳ γεννᾶται. καὶ μὲν δὴ καὶ φροντίδες, καὶ θυμοὶ, καὶ λῦπαι, καὶ πόνοι, καὶ γυμνάσια, καὶ ἀγρυπνίαι, καὶ ἀσιτίαι, καὶ ἔνδειαι πλείονα τὸν τῆς ξανθῆς χολῆς τούτοις ἀθροίζουσι χυμὸν, ὅτι καὶ πλείονα γεννῶσιν ἐν ἥπατι. ταῦτά τε οὖν ἀκριβῆ τὰ γνωρίσματα, καὶ πρὸς τούτοις ἔτι, τῷ μὲν αὐχμηρῷ καὶ πυρώδει τοῦ κατὰ τὴν γαστέρα θερμοῦ τῆς εἰς τὸ χολῶδες τροπῆς ἑπομένης, ἄρτοι καὶ κρέα χοίρεια καὶ βόεια κάλλιον πεφθήσονται τῶν πετραίων ἰχθύων. εἰ δ’ ἐξ ἥπατος καταῤῥέοι, παρὰ τὴν τῶν ἐδεσμάτων ὑπάλλαξιν οὐδὲ μία τῆς πέψεως ἔσται διαφορά. ἐν τούτοις μὲν δὴ διώρισται τὸ δι’ ἄλλο τι καὶ μὴ διὰ τὴν κρᾶσιν γενόμενον. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀκ τῆς κεφαλῆς ἐπὶ τὴν γαστέρα φλέγμα καταῤῥέον ὀξυρεγμίας αἴτιον γίγνοιτο, χρὴ κᾀνταῦθα κατὰ τὰς ὁμοίας μεθόδους ἀποχωρίζειν αὐτὸ τοῦ τῆς γαστρὸς ἰδίου παθήματος. οὕτω δὲ καὶ τὰς τῆς κεφαλῆς ὀδύνας, ἢ διὰ τὴν οἰκείαν αὐτῆς δυσκρασίαν, ἢ διὰ τὰ τῆς γαστρὸς περιττώματα. καὶ μὲν δὴ καὶ τὸν ἐγκέφαλον ἐπισκέπτεσθαι καθ’ ἑαυτὸν, ὁποίας ἐστὶ κράσεως, ἄμεινον, οὖκ ἐκ τῆς τοῦ παντὸς σώματος διαθέσεως. αὐτοῦ δὲ κατ’ αὐτὸν, ὁποίας ἐστὶ κράσεως, ἐπίσκεψις ἥ τε πολίωσίς ἐστιν, οἵ τε κάταῤῥοι, καὶ βῆχες, καὶ κόρυζαι, καὶ σιέλου πλῆθος. ἅπαντα γὰρ ταῦτα ψυχρότερον αὐτὸν ἐμφαίνει καὶ ὑγρότερον ὑπάρχειν. ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν εἰς τοιαύτας ἔρχεται διαθέσεις. ἡ δέ γε φαλάκρωσις ἐπὶ ξηρότητι, καὶ ἡ τῶν μελαινῶν τε καὶ πολλῶν τριχῶν γένεσις εὐκρασίας ἐγκεφάλου γνώρισμα. κατὰ τοῦτον οὖν τὸν τρόπον ἀεὶ χρὴ σκοπεῖσθαι περὶ κράσεως, ἕκαστον ἰδίᾳ μόριον ἐξετάζοντα, καὶ μὴ περὶ πάντων ἀποφαίνεσθαι τολμᾷν ἐξ ἑνὸς, ὥσπερ ἐποίησαν ἔνιοι, τοὺς μὲν σιμοὺς ὑγροὺς εἶναι φάμενοι, τοὺς δὲ γρυποὺς ξηροὺς, καὶ οἶς μὲν οἱ ὀφθαλμοὶ μικροὶ, ξηροὺς, οἷς δὲ μεγάλοι, ὑγρούς. τοῦτο μὲν οὖν καὶ διαπεφώνηται πρὸς αὐτῶν. οἱ μὲν γάρ τινες ὑποθέμενοι, τῶν ὑγρῶν εἶναι μορίων τοὺς ὀφθαλμοὺς, ἐν οἷς ἂν μείζους εὑρίσκωσιν, ὑγρότητα κράσεως ἐν τούτοις κρατεῖν ὑπολαμβάνουσιν. ἔνιοι δὲ, τῇ ῥώμῃ τοῦ θερμοῦ κατὰ τὴν πρώτην διάπλασιν ἀναπνεύσαντος ἀθροώτερόν τε καὶ πλεῖον, οὐκ ὀφθαλμοὺς μόνον, ἀλλὰ καὶ τὸ στόμα καὶ τοὺς ἄλλους ἅπαντας πόρους γενέσθαι φασὶ μείζονας, ὅθεν οὐχ ὑγρότητος, ἀλλὰ θερμότητος εἶναι γνώρισμα. ἀμφότεροι δὲ διαμαρτάνουσι τῆς ἀληθείας, ἑνὶ μὲν καὶ κοινῷ λόγῳ, διότι περὶ παντὸς τοῦ σώματος ἐξ ἑνὸς ἀποφαίνεσθαι τολμῶσι μορίου· κατὰ δὲ δεύτερον τρόπον, ὅτι τῆς διαπλαστικῆς ἐν τῇ φύσει δυνάμεως οὐ μέμνηνται, τεχνικῆς οὔσης καὶ τοῖς τῆς ψυχῆς ἤθεσιν ἀκολούθως διαπλαττούσης τὰ μόρια. περὶ ταύτης γάρ τοι καὶ Ἀριστοτέλης ἠπόρησε, μήποτ’ ἄρα θειοτέρας τινὸς ἀρχῆς εἴη, καὶ οὐ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρόν. οὔκουν ὀρθῶς μοι δοκοῦσι ποιεῖν οἱ προπετῶς οὕτως ὑπὲρ τῶν μεγίστων ἀποφαινόμενοι, καὶ ταῖς ποιότησι μόναις ἀναφέροντες τὴν διάπλασιν. εὔλογον γὰρ, ὄργανα μὲν εἶναι ταύτας, τὸ διαπλάττον δ’ ἕτερον. ἀλλὰ καὶ χωρὶς τῶν τηλικούτων ζητημάτων ἐνδέχεται ἐξευρίσκειν, ὡς ἔμπροσθεν ἐδείξαμεν, ὑγρὰν καὶ ξηρὰν, καὶ θερμὴν καὶ ψυχρὰν κρᾶσιν. ἁμαρτάνουσιν οὖν οἱ τῶν οἰκείων μὲν ἀμελοῦντες γνωρισμάτων, ἐπὶ δὲ τὰ πόῤῥω τε καὶ ζητήσεως ἱκανῆς τετυχηκότα καὶ μέχρι τοῦ δεῦρο καὶ παρ’ αὐτοῖς τοῖς ἀρίστοις φιλοσόφοις ἀπορούμενα μεταβαίνοντες. οὐδὲ γὰρ οὐδ’ ὅτι τὰ μὲν παιδία σιμώτερα, γρυπώτεροι δ’ οἱ παρακμάζοντες, εὔλογον, ὑγροὺς μὲν νομίζειν τοὺς σιμοὺς ἅπαντας, ξηροὺς δὲ τοὺς γρυπούς. ἀλλ’ ἐνδέχεται μὲν, καὶ τῆς διαπλαστικῆς δυνάμεως ἔργον εἶναι τὸ τοιοῦτο μᾶλλον, ἢ τῆς κράσεως. εἰ δ’ ἄρα καὶ  τῆς κράσεως εἴη γνώρισμα, τῆς ἐν τῇ ῥινὶ μόνης εἴη ἄν, οὐ τῆς ἐν ὅλῳ τῷ σώματι. μάτην οὖν ὑπ’ αὐτῶν κᾀκεῖνο λέγεται, τὸ ῥῖνά τε ὀξεῖαν γίνεσθαι καὶ ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἐν ταῖς ξηραῖς φύσει κράσεσιν, ὅτι κᾀν τοῖς πάθεσιν οὕτω συμπίπτει τοῖς συντήκουσί τε καὶ κενοῦσι πέρα τοῦ μετρίου τὰ σώματα. πολλάκις μὲν γὰρ οὕτω συμπίπτει, πολλάκις δ’ οὐχ οὕτως. ἀλλ’ ἔστιν ἰδεῖν καὶ μαλακὴν καὶ πιμελώδη καὶ λευκὴν καὶ πολύσαρκον ὅλου τοῦ σώματος τὴν ἕξιν ἐπὶ μικροῖς ὀφθαλμοῖς ἢ ὀξείᾳ ῥινὶ, καὶ ξηρὰν καὶ ἄσαρκον καὶ μέλαιναν καὶ δασεῖαν ἐπί τε τοῖς μεγάλοις ὀφθαλμοῖς σιμῇ τε τῇ ῥινί. βέλτιον οὖν, εἴπερ ἄρα τῆς ῥινὸς μόνης, ὑγρότητα μὲν τῇ σιμότητι, ξηρότητα δὲ τῇ γρυπότητι τεκμαίρεσθαι, καὶ μὴ περὶ τῆς ἅπαντος τοῦ ζώου κράσεως ἐντεῦθεν ἀποφαίνεσθαι. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ὀφθαλμῶν καὶ παντὸς οὗτινος οὖν ἑτέρου μορίου τὴν ἰδίαν κρᾶσιν ἐκ τῶν οἰκείων ἐπισκοπεῖσθαι γνωρισμάτων ἄμεινον, οὐ περὶ τῆς ὅλης τοῦ σώματος κράσεως ἀφ’ ἑνὸς μέρους ἐπίδειξιν λαμβάνειν. εἴτε γὰρ ὑγρότητος, εἴτε θερμότητος ἐπικρατούσης, εἴτε καὶ ἀμφοτέρων, ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι χρὴ, γνώρισμα τῆς οἰκείας ἂν εἶεν οὕτω γε, καὶ οὐ τῆς ἁπάντων τῶν μορίων τοῦ σώματος ἐνδεικτικοὶ κράσεως. οὐδὲ γὰρ, εἰ σκληρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ μαλακοὶ καὶ λευκοὶ γίνονται μετὰ τοιούτων σκελῶν. ἀλλ’ εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἶς μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσὶν, ὑγροὶ δ’, οἷς παχέα. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα ἢ γρυπὴ, οὗτοι ξηροὶ, σιμῆς δ’ οὔσης, ὑγροί. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ὀφθαλμῶν, καὶ τῶν κροτάφων, ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δ’ ἀνώμαλος ἡ κρᾶσις, καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μορίων, ἄτοπόν ἐστιν ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων ἀποφαίνεσθαι. τοιοῦτο δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν, οὐχ ὑπὲρ ἀνθρώπων μόνων, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ζώων ἀποφῄνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὐδὲ γὰρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῶον, ἀλλ’ ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ’ εἰ μέλαν, οὔτ’ εἰ δασύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’ εἰ μαλακὸν ἢ ψιλὸν τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῶον. ἀλλ’ εἰ μὲν ὁμαλῶς κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόν περ τὸ δέρμα, τοιοῦτο εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων· εἰ δ’ ἀνωμάλως, οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα, ξηρότατον δὲ τὸ δέρμα. τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς, οἷόν περ ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ’ ἐντεῦθεν, ὀστρακοδέρμων ἁπάντων τῶν τοιούτων ζώων ὀνομασθέντων, ἐκ τοῦ τὸ δέρμα παραπλήσιον αὐτοῖς εἶναι τῷ ὀστράκῳ. καὶ τὰ μαλακόστρακα δὲ, καθάπερ ἀστακοὶ, καὶ κάραβοι, καὶ καρκῖνοι, ξηρὸν μὲν ἔχει τὸ δέρμα, τὴν δ’ ἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ αὐτὸ δὴ τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζώοις τῆς ἐν ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθ’, ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομιστέον ὑπάρχειν ξηρὰν, μήθ’, ὅτι πλαδαρὰ καὶ μυξώδης, ἤδη τοιοῦτο ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ, ἕκαστον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι. ταῦτά τε οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν ὑπομνήματα καταλελοιπότες· ἔτι δὲ πρὸς τούτοις, ὅτι μηδὲ μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου, τοῦ δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς, ἐξ οἵων εἰς οἶα γίγνεται. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ, εἴ τις ἐτῶν γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι νῦν ἐστι θερμὸς καὶ ξηρὸς, ἀλλ’ ὅτι πρόσθεν μὲν τοιοῦτος ἐγένετο, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ καὶ κατὰ βραχὺ συνέβη τῆς ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος, ἐκπιπτουσῶν ἐκ τῆς ἄκρας ξηρότητος τῶν τριχῶν· ἐνίοις δὲ ἄχρι πλείστου παραμένουσιν, οἶς ἂν μήτ’ ἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι τῷ χρόνῳ, καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνεῤῥιζωμένων τῇ γῇ. μὴ τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα μελαγχολικὸν ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον· εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκ ἔτι. γίνονται γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως αἵματος. οὐ μὴν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς καὶ κατοπτᾶται τελέως. ἀλλ’ ἐν τάχει μὲν ἱκανῶς ἔσται δασὺς ὁ θερμὸς καὶ ξηρὸς, εἴ γε μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. ἡ γὰρ τοῦ δέρματος πύκνωσις, εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν διέξοδον, ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κράσεις, ὥστε τοιοῦτο αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει, προελθόντος τοῦ χρόνου. καὶ ταῦτ’ οὖν ἠμέληται τοῖς ἔμπροσθεν, ἔτι τε πρὸς τούτοις, ἐπειδὰν ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως περὶ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων. τὸ δὲ οὐχ ὅλον ἀληθές ἐστιν, ἀλλ’ ἐγχωρεῖ ποτε περιττώματα μὲν ἀθροίζεσθαι φλεγματώδη, ὑγρὸν δὲ οὐκ εἶναι τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης· ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ’ ἀπατῆσαν αὐτοὺς εὐφώρατον. οὐ γὰρ ἐνόησαν, ὡς ἐκ τῶν σιτίων, καὶ οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν οὖν οὐδὲν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν, ὥσπερ τὸ σῶμα ξηρὸν, οὕτω καὶ τὸ περίττωμα δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ κράσει ξηρότερός τε καὶ ψυχρότερος, οὐ μελαγχολικός ἐστιν ὁ τοιοῦτος, ἀλλὰ φλεγματικὸς τοῖς περιττώμασιν. εἰ δ’ ἐκ μεταπτώσεως ἐγένετο ξηρὸς καὶ ψυχρὸς, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη καὶ μελαγχολικός ἐστιν· οἷον εἴ τις ἔμπροσθεν θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ αἵματος ἐγέννησε πλείστην τὴν μέλαιναν χολήν. οὗτος γοῦν ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἷναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς ὑπάρχων. εἰ δ’ ἀπ’ ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρὸς, ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις ψυχρὰ, καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα. ταῦτά γε οὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ τὰ συμβεβηκότα μὴ διὰ παντὸς, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ, μεταβῆναι. διὰ ταῦτα γὰρ καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἶον κορωνίδα τε καὶ κεφαλὴν τῷ λόγῳ παντὶ, καταπαύειν ἤδη τὸ δεύτερον γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε τοῖς φλεγμαίνουσι μορίοις, εἶθ’ ὁρῶντες αὐτῶν ἐκκενουμένην τὴν ὑγρότητα, προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι πάντῃ πρὸς θερμασίας, οὐκ εἰ μετὰ ξηρότητος μόνον, ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη. ἔστι δ’ οὐ ταὐτὸ, ἢ κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις, ἢ ξηροτέραν ἀπεργάζεσθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίνεται δυσκρασία, τῶν μὲν ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως, ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπάντων τῶν μεταξὺ χώρων. ἅπαντα οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσίν ἐστιν, προσαγόμενα τοῖς οὕτω διακειμένοις, ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο, τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσούτου ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδίδωσιν αὐτοῖς ὑγρότητα. τὸ μὲν οὖν ἀληθὲς ὧδ’ ἔχει. δεῖ δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τε εἶναι νομίζων, ἢ ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον, ἔτι δὲ ἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν διελθεῖν. ἀλλ’ ἐπειδὰν τὸν τρίτον τοῦτον λόγον τὸν περὶ κράσεων ἅπαντα διέλθω, καὶ δείξω περὶ τῶν κατὰ δύναμιν ὑγρῶν καὶ ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ἕτερον ὅλον ὑπὲρ τῆς ἀνωμάλου δυσκρασίας ἔγνωκα γράψασθαι. τελειωθήσεται γὰρ ἅπας ἡμῖν ὁ περὶ κράσεων λόγος, εἴς τε τὴν θεραπευτικὴν μέθοδον οὐ σμικρὰς ἀφορμὰς παρέξει.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτο εἶναί φαμεν, ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν, ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες, ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καὶ ὡς ἄν τις μάλιστα δύναιτο διαγινώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων ἐπελθεῖν, αὐτὸ πρότερον ἐξηγησαμένοις τοὔνομα, τί ποτε σημαίνει, δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν ὑπάρχῃ μὲν μηδέπω τοιοῦτο, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι, δυνάμει φαμὲν ὑπάρχειν αὐτό· λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιθα, καὶ θηρατικὸν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον· ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει, μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τουθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν, οἶμαι, καὶ δυνάμει πάντα ταῦτά φαμεν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δὲ ἀτελές τι καὶ μέλλον ἔτι, καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μηδέπω δὲ ὑπάρχον, ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος λογικὸν ἤδη, ἀλλ’ ἔσεσθαι μέλλει, οὔθ’ ὁ γεγενημένος ἄρτι κύων ἤδη θηρατικὸς, ὅ γε μὴ βλέπων μηδέπω, τῷ δύνασθαι δ’, εἰ τελειωθείη, θηρᾷν οὕτως ὀνομάζεται. κυριώτατα μὲν οὖν ἐκεῖνα μόνα δυνάμει λέγομεν, ἐφ’ ὧν ἡ φύσις αὐτὴ πρὸς τὸ τέλειον ἀφικνεῖται, μηδέ τινος τῶν ἔξωθεν ἐμποδὼν αὐτῇ γενομένου. ἤδη δὲ καὶ ὅσαι προσεχεῖς ὕλαι τῶν γινομένων εἰσίν. οὐδὲν δὲ διοίσει προσεχῆ λέγειν, ἢ οἰκείαν, ἢ ἰδίαν, ἐξ ἁπάντων γὰρ αὐτῶν δηλοῦται τὸ πλησίον, καὶ μὴ διὰ μέσης ἄλλης μεταβολῆς, οἷον εἰ τὸ αἷμα δυνάμει σάρκα προσαγορεύοις, ἐλαχίστης μεταβολῆς δεόμενον εἰς σαρκὸς γένεσιν. οὐ μὴν τό γ’ ἐν τῇ γαστρὶ πεπεμμένον σιτίον ὕλη προσεχὴς σαρκὸς, ἀλλὰ διὰ μέσου τοῦ αἵματος· ἔτι δὲ μᾶλλον ἡ μάζα, καὶ ὁ ἄρτος ἐπιπλέον ἀποκεχώρηκε. τριῶν γὰρ δεῖται μεταβολῶν εἰς σαρκὸς γένεσιν. ἀλλ’ ὅμως καὶ ταῦτα πάντα δυνάμει λέγεται σὰρξ. καὶ πρὸ τούτων πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ καὶ ἡ τούτων αὐτῶν ὕλη κοινή. ταῦτα μὲν οὖν ἅπαντα καταχρωμένων ἢ μᾶλλον ἢ ἧττον λέγεται. ὁ δὲ πρῶτος τρόπος ὁ κυριώτατός ἐστι τῶν δυνάμει τόδε τι λεγομένων ὑπάρχειν. ἐφεξῆς δὲ ὁ κατὰ τὴν οἰκείαν ὕλην, οἷον εἰ τὴν ἀναθυμίασιν τὴν καπνώδη φλόγα λέγεις ὑπάρχειν, ἢ τὸν ἀτμὸν ἀέρα δυνάμει. λέγεται δέ ποτε τὸ δυνάμει καὶ τῷ κατὰ συμβεβηκὸς ἀντιδιαιρούμενον, οἷον εἰ τὴν ψυχρολουσίαν ἐπ’ εὐσάρκου νέου θερμαίνειν τις φαίη τὸ σῶμα, κατὰ συμβεβηκὸς οὖν οἰκείᾳ δυνάμει. κατὰ τοσούτους δὴ τρόπους καὶ τὰ δυνάμει ψυχρὰ καὶ ξηρὰ, καὶ ὑγρὰ καὶ θερμὰ λεχθήσεται καὶ ζητήσεται δεόντως, τί δήποτε καστόριον, ἢ εὐφόρβιον, ἢ πύρεθρον, ἢ στρουθίον, ἢ νίτρον, ἢ μίσυ θερμὰ λέγομεν, ἢ θριδακίνην, ἢ κώνειον, ἢ μανδραγόραν, ἢ σαλαμάνδραν, ἢ μήκωνα ψυχρά· πότερον τοῖς εἰρημένοις τρόποις ὑποπέπτωκεν, ἢ κατ’ ἄλλον τινὰ λέγεται, μηδέπω δ’ εἰρημένον. ἄσφαλτος μὲν γὰρ καὶ ῥητίνη καὶ στέαρ, ἔλαιόν τε καὶ πίττα, δυνάμει θερμὰ, διότι ῥᾳδίως ἐνεργείᾳ γίνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα, καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα. χαλκῖτις δὲ καὶ μίσυ καὶ νάπυ καὶ νίτρον, ἄκορόν τε καὶ μαῖον, καὶ κόστος, καὶ πύρεθρον, ἡμῖν μὲν προσαγόμενα θερμὰ φαίνεται, τὰ μὲν αὐτῶν μᾶλλον, τὰ δ’ ἧττον, οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ οὖν παραλογίζονται σφᾶς αὐτοὺς οἱ τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται; ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μὴ διανθρακοῦνται σκοπεῖν, ὡς οὐδὲν ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος, ἤ τινος ἀερώδους σώματος, ὁ δ’ ἄνθραξ γῆς, ἤ τινος γεώδους γίνεται. καὶ δὴ μέχρι μὲν τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντῃ, φαίνεται γὰρ, ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι, διὰ τὸ παχυμερὲς εἶναι, μὴ παραδέξεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα μέντοι σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’ ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασὶν, ἁπτομένοις οὐ φαίνεται θερμά; τοῦτο δὲ οὐκ οἶδα τίνος ἕνεκα λέγουσιν. εἰ μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστὸν, ὅπως ἁπτομένων οὐ φαίνεται θερμά. νυνὶ δὲ, τῷ δύνασθαι γενέσθαι ῥᾳδίως θερμὰ, δυνάμει τὰ τοιαῦτα προσαγορεύομεν.  θαυμαστὸν οὖν οὐδὲν πέπονθεν, εἰ μήπω θερμαίνει τοὺς ψαύοντας αὐτῶν. ὡς γὰρ οὐδὲ τὸ πῦρ αὔξεται, πρὶν ὑπ’ αὐτοῦ νικηθέντα τὰ ξύλα μεταβληθῆναι, καὶ τοῦτο πάντως ἔν τινι χρόνῳ γίνεται· κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν ἐν τοῖς ζώοις θερμασίαν, εἰ μὴ πρότερον ἀπ’ αὐτῆς ἐκείνης τὰ φάρμακα μεταβληθῇ. καθ’ ἕτερον μὲν γὰρ τρόπον ὁ παρὰ πυρὶ θαλπόμενος ἢ ἐν ἡλίῳ θερμαίνεται, καθ’ ἕτερον δὲ ὁ ὑφ’ ἑκάστου τῶν εἰρημένων φαρμάκων. ἐκεῖνα μὲν γὰρ ἐνεργείᾳ θερμὰ, τῶν φαρμάκων δὲ οὐδέν. οὔκουν οὐδὲ θερμαίνειν ἡμᾶς δύναται, πρὶν ἐνεργείᾳ γενέσθαι τοιαῦτα, τὸ δ’ ἐνεργείᾳ παρ’ ἡμῶν αὐτῶν λαμβάνει, καθάπερ γε οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρός. οὕτω καὶ ξύλα ψυχρὰ μὲν ἅπαντα κατά γε τὴν αὐτῶν φύσιν, ἀλλὰ τὰ μὲν ξηρότερά τε καὶ σμικρὰ ῥᾳδίως εἰς πῦρ μεταβάλλει, τὰ δ’ ὑγρότερά τε καὶ μεγάλα χρόνου δεῖται πλείονος. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ τὰ φάρμακα πρῶτον μὲν εἰς μικρὰ καὶ λεπτὰ καταθραυσθῆναι δεῖται, δεύτερον δὲ χρόνῳ τινὶ, κᾂν ἐλαχίστῳ, τοῖς σώμασιν ἡμῶν ὁμιλῆσαι, πρὸς τὸ γενέσθαι θερμά. σὺ δ’, εἰ μήτε καταθραύσας αὐτὰ, μήτε θερμήνας πρότερον, ἀξιοῖς ἤδη γενέσθαι θερμὰ, τί ποτε σημαίνει τὸ δυνάμει θερμὸν, ἐπιλελῆσθαί μοι δοκεῖς. ὡς οὖν ἐνεργείᾳ θερμὰ βασανίζεις αὐτά. καὶ μὴν οὐδ’ ἐκεῖνο θαυμαστὸν, εἰ θερμανθῆναι δεῖται πρότερον, ἵν’ ἀντιθερμάνῃ. γίνεται γὰρ δὴ τοῦτο καὶ κατὰ τὴν τῶν ξύλων εἰκόνα. τὴν γοῦν ἀποσβεννυμένην φλόγα διασώζει τε ἅμα καὶ αὔξει, θερμαινόμενα πρότερον ὑπ’ ἐκείνης αὐτῆς. οὔκουν οὐδὲν ἀπεικός ἐστιν, οὐδὲ τὴν ἐν τοῖς ζώοις θερμασίαν οἷον τροφῇ τινι χρῆσθαι τοῖς τοιούτοις φαρμάκοις, ὡς τὸ πῦρ τοῖς ξύλοις. οὕτω γὰρ δὴ καὶ φαίνεται γινόμενον. εἰ δὲ κατεψυγμένῳ σώματι περιπάττοις ὁτιοῦν αὐτῶν, ἀκριβῶς λεπτὸν ἐργασάμενος, οὐδ’ ὅλως θερμαίνεται. καὶ διὰ τοῦτο τρίβομεν ἐπὶ πλεῖστον τὰ κατεψυγμένα μόρια τοῖς τοιούτοις φαρμάκοις, ἅμα μὲν ἀνάπτοντες τῇ τρίψει θερμασίαν, ἅμα δ’ ἀραιὸν ἐργασάμενοι τὸ τέως ὑπὸ τῆς ψύξεως πεπυκνωμένον, ἵνα τε εἴσω δύῃ τὸ φάρμακον, καὶ ὁμιλοῦν τῷ συμφύτῳ τοῦ ζώου θερμῷ μεταβάλληταί τε καὶ θερμαίνηται. καὶ γὰρ εἰ μόριον αὐτοῦ τι σμικρότατον ἐνεργείᾳ κτήσαιτο τὴν θερμασίαν, εἰς ἅπαν οὕτω διαδίδωσι κατὰ τὸ συνεχὲς, ὡς εἰ καὶ τῆς δᾳδὸς ἅψαις τὸ ἄκρον ἀπὸ σμικροῦ σπινθῆρος· ἅπασαν γὰρ καὶ ταύτην ἐπινέμεται ῥᾳδίως τὸ πῦρ, οὐδὲν ἔτι τοῦ σπινθῆρος δεόμενον. ἕκαστον μὲν οὖν τῶν δυνάμει θερμῶν οὔπω μὲν ἐν τῇ φύσει πλεονεκτοῦν ἔχει τὸ θερμὸν τοῦ ψυχροῦ, πλησίον δὲ ἤδη τοῦ πλεονεκτεῖν ἐστιν, ὥστε βραχείας τῆς ἔξωθεν ἐπικουρίας δεῖσθαι πρὸς τὸ κρατῆσαι. καὶ ταύτην αὐτῷ ποτὲ μὲν ἡ τρίψις ἱκανὴ παρέχειν ἐστὶ, ποτὲ δ’ ἤτοι τὸ πῦρ, ἤ τι τῶν φύσει θερμῶν σωμάτων ἁπτόμενον. οὔκουν οὐδὲν θαυμαστὸν εἰπεῖν, διὰ τί τὰ μὲν εὐθὺς ἅμα τῷ ψαῦσαι τοῦ σώματος ἡμῶν ἀντιθερμαίνειν αὐτὸ πέφυκε, τὰ δὲ ἐν πλείονι χρόνῳ δρᾷν τοῦτο. καὶ γὰρ καὶ τῶν πλησιαζόντων τῷ πυρὶ τὰ μὲν εὐθὺς ἐξάπτεται, καθάπερ ἡ θρυαλλὶς, καὶ ἡ δᾲς ἡ λεπτὴ, καὶ ἡ πίττα, καὶ ὁ κάλαμος ὁ ξηρὸς, τὰ δ’, εἰ μὴ πολλῷ χρόνῳ πλησιάσειεν, οὐ νικᾶται, καθάπερ τὸ ξύλον τὸ χλωρόν. ἀλλὰ μᾶλλον ἐκεῖνο διελέσθαι δικαιότερον, οὗ τὴν μὲν ἀπόδειξιν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ἐροῦμεν· ἐξ ὑποθέσεως δ’ αὖ, ἕνεκα τῶν παρόντων, καὶ νῦν αὐτῷ χρησόμεθα, τέσσαρας εἰπόντες εἷναι παντὸς σώματος δυνάμεις οἰκείας, ἑλκτικὴν μὲν τῶν οἰκείων μίαν, ἑτέραν δὲ τὴν τῶν αὐτῶν καθεκτικὴν, καὶ τρίτην ἀλλοιωτικὴν, καὶ τετάρτην ἐπ’ αὐταῖς τῶν ἀλλοτρίων ἀποκριτικὴν, εἶναί τε τὰς αὐτὰς δυνάμεις ὅλης τῆς οὐσίας ἑκάστου τῶν σωμάτων, ἣν ἐκ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι φαμέν. ἐπειδὰν δὲ κατὰ μίαν ἡντιναοῦν τῶν ἐν αὐτῇ ποιοτήτων τὸ σῶμα μεταβάλλῃ τὸ πλησιάζον, οὔτε καθ’ ὅλην ἐνεργεῖν αὐτοῦ τηνικαῦτα τὴν οὐσίαν ὑποληπτέον, οὔτ’ ἐξομοιωθῆναι δύνασθαι τὸ μεταβαλλόμενον· ὥστ’ οὐδὲ θρέψειεν ἄν ποτε τὸ οὕτω μεταβληθὲν οὐδὲν τῶν μεταβαλλόντων. εἰ δ’ ἐκεῖνο μεταβάλλοι, τοῦτ’ ἔστι καθ’ ὅλην ἑαυτοῦ τὴν οὐσίαν ἐνεργήσαι, ἐξομοιώσειεν ἂν οὕτως ἑαυτῷ, καὶ τραφείη πρὸς τοῦ μεταβληθέντος. οὐδὲ γὰρ ἄλλο τι θρέψις ἐστὶ παρὰ τὴν τελείαν ὁμοίωσιν.

Ἐπειδὴ δὲ τοῦτο διώρισται, πάλιν ἐκεῖθεν ἀρκτέον τοῦ λόγου. τῶν ζώων ἕκαστον οἰκείαις τρέφεται τροφαῖς· οἰκεία δ’ ἐστὶν ἑκάστῳ τροφὴ, πᾶν ὅ τι ἂν ἐξομοιωθῆναι δύνηται τῷ τρεφομένῳ σώματι. χρὴ τοίνυν ὅλην τὴν οὐσίαν τοῦ τρέφοντος ὅλῃ τῇ τοῦ τρεφομένου φύσει κοινωνίαν τέ τινα καὶ ὁμοιότητα κεκτῆσθαι, πάντως οὐκ ὀλίγης οὐδ’ ἐνταῦθα τῆς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπαρχούσης ἐν αὐτοῖς διαφορᾶς. τὰ μὲν γὰρ μᾶλλον οἰκεῖά τέ ἐστι καὶ ὅμοια, τὰ δ’ ἧττον, ὥστε καὶ τῆς κατεργασίας τὰ μὲν ἰσχυροτέρας τε καὶ πολυχρονιωτέρας, τὰ δ’ ἀσθενεστέρας τε ἅμα καὶ ὀλιγοχρονιωτέρας προσδεῖται. τὸ μὲν οὖν ὀρνίθειον κρέας ἐλάττονος, τὸ δὲ χοίρειον πλείονος, τὸ δὲ βόειον ἔτι πλείονος. ἐλαχίστης δὲ δεῖται μεταβολῆς εἰς ἐξομοίωσιν οἶνος, ὅθεν καὶ τρέφει, καὶ ῥώννυσι τάχιστα. πάντως μὲν οὖν καὶ τοῦτον ὁμιλῆσαι χρὴ τοῖς πεπτικοῖς ὀργάνοις, γαστρί τε καὶ ἥπατι καὶ φλεψὶν, ἐν οἶς προκατεργασθεὶς  τρέφειν ἤδη δύναται τὸ σῶμα· πρὶν δὲ τῆς ἐν τούτοις μεταβολῆς ἐπιτυχεῖν, οὐχ οἷόν τ’ αὐτὸν τροφὴν ζώου γενέσθαι, κᾂν εἰ δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐπικείμενος ἔξωθεν εἴη τῷ σώματι. πολὺ δέ τι μᾶλλον ἄρτος ἔξωθεν ἐπικείμενος, ἢ τεῦτλον, ἢ μάζα, τρέφειν ἀδύνατον. τὰ μὲν οὖν ὁμοιούμενα πάντῃ τροφαί· τὰ δ’ ἄλλα σύμπαντα φάρμακα καλεῖται. διττὴ δὲ καὶ τούτων ἡ φύσις. ἢ γὰρ οἷα προσελήφθη διαμένοντα, νικᾷ καὶ μεταβάλλει τὸ σῶμα, καθ’ ὃν τρόπον ἐκεῖνο τὰ σιτία, καὶ ταῦτα πάντως φάρμακα δηλητήριά τε καὶ φθαρτικὰ τῆς τοῦ ζώου φύσεώς ἐστιν· ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαβόντα, σήπεται τοὐντεῦθεν ἤδη καὶ διαφθείρεται, κἄπειτα συνδιαφθείρει τε καὶ σήπει τὸ σῶμα. δηλητήρια δέ ἐστιν ἔτι καὶ ταῦτα. τρίτον δ’ ἐστὶν ἐπ’ αὐτοῖς εἶδος φαρμάκων, τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δ’ οὐδὲν ἐργαζομένων. καὶ τέταρτον, ὅσα καὶ ποιοῦντά τι, καὶ πάσχοντα, νικᾶται τῷ χρόνῳ, καὶ τελέως ἐξομοιοῦται. συμπέπτωκε δὲ καὶ τούτοις, ἅμα τε φαρμάκοις εἷναι καὶ τροφαῖς. θαυμαστὸν δ’ οὐδὲν, εἰ βραχείας ἀφορμῆς ἔνια λαβόμενα μεγίστην ἐκτροπὴν ἴσχει τῆς ἀρχαίας φύσεως. ὁρᾶται γοῦν καὶ τῶν ἔξω πολλὰ τοιαῦτα. κατὰ μὲν γὰρ τὴν ἐπὶ τῆς Ἀσίας Μυσίαν οἰκία ποτὲ κατεκαύθη τρόπῳ τοιῷδε. κόπρος ἀπέκειτο περιστερῶν, ἤδη σεσηπυῖα, καὶ τεθερμασμένη, καὶ ἀτμὸν ἀναπέμπουσα, καὶ ἁπτομένοις ἱκανῶς θερμή. ταύτης δὲ πλησίον ἦν, ὡς καὶ ψαύειν ἤδη, θυρὶς ἔχουσα ξύλα νεωστὶ καταληλιμμένα ῥητίνῃ πολλῇ. θέρους οὖν μέσου λάβρος ἥλιος προσβαλὼν, ἐξῆψε τὴν ῥητίνην τε καὶ τὰ ξύλα. κᾀντεῦθεν ἤδη θύραι τινὲς ἕτεραι πλησίον ὑπάρχουσαι καὶ θυρίδες ἔναγχος ἐξαληλιμμέναι ῥητίνῃ ῥᾳδίως διεδέξαντο τὸ πῦρ, καὶ μέχρι τῆς ὀροφῆς ἐξέτειναν. ἐπεὶ δ’ ἅπαξ ἡ φλὸξ ἐκείνης ἐλάβετο, ταχέως ἐπὶ πᾶσαν ἐνεμήθη τὴν οἰκίαν. οὕτω δή πως, οἶμαι, καὶ τὸν Ἀρχιμήδην φασὶ διὰ τῶν πυρίων ἐμπρῆσαι τὰς τῶν πολεμίων τριήρεις. ἀνάπτεται δ’ ἑτοίμως ὑπὸ πυρείου καὶ ἔριον, καὶ στυππεῖον, καὶ θρυαλλὶς, καὶ νάρθηξ, καὶ πᾶν ὅ τι ἂν ὁμοίως ᾖ ξηρὸν καὶ χαῦνον. ἐξάπτουσι δὲ φλόγα καὶ λίθοι παρατριβόμενοι, καὶ μᾶλλον ἂν θείου τις αὐτοῖς ἐπιπάσσῃ. καὶ τὸ τῆς Μηδείας δὲ φάρμακον τοιοῦτο ἦν. πάντα γοῦν ἀνάπτεται προσβαλλούσης θερμασίας, οἶς ἂν ἐπαλειφθῇ. σκευάζεται δὲ κᾀκεῖνο διά τε θείου καὶ τῆς, ὑγρᾶς ἀσφάλτου. καὶ μὲν δὴ καὶ ὡς θαυμαστόν τις ἐδείκνυ· ἀποσβεννὺς λύχνον, αὖθις ἧπτε, τοίχῳ προσφέρων· ἕτερος δὲ λίθῳ προσέφερεν· ἐτεθείωτο δὲ ἄρα καὶ ὁ τοῖχος καὶ ὁ λίθος. καὶ ὡς ἐγνώσθη τοῦτο, θαυμαστὸν οὐκέτ’ ἦν τὸ γινόμενον. πάντα οὖν ταῦτα τὰ φάρμακα, θερμὰ μὲν οὔπω τελέως ἐστὶν, ἐπιτηδειότατα μέντοι πρὸς τὸ γενέσθαι θερμά· καὶ διὰ τοῦτο δυνάμει θερμὰ λέγεται. περὶ μὲν δὴ τούτων οὐδὲν ἄπορον. ἀλλ’ οὐδὲ διὰ τί πινόμενος μὲν ὁ οἶνος ἱκανῶς θερμαίνει τὸ σῶμα, κατὰ δὲ τοῦ δέρματος ἐπιτιθέμενος οὐ θερμαίνει. δέδεικται γὰρ ὀλίγῳ πρότερον, οὐχ ἁπλῶς ὥσπερ θερμὸν φάρμακον, ἀλλ’ ὡς οἰκεία τροφὴ, θερμαῖνον τὸ ζῶον. ὡς γὰρ αἱ τοῦ πυρὸς ἐπιτήδειοι τροφαὶ τὸ πῦρ αὔξουσιν, οὕτω καὶ τῶν φύσει θερμῶν σωμάτων ὅ τί περ ἂν οἰκεία τε καὶ σύμφυτος ὑπάρχῃ τροφὴ, ῥώσει τε διὰ παντὸς αὐτὰ, καὶ τὴν ἔμφυτον αὐξήσει θερμασίαν. καὶ τοῦτο μὲν ἁπάσης τροφῆς κοινόν. οἴνῳ δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ τάχος τῆς μεταβολῆς, ὡς δᾳδὶ, καὶ θρυαλλίδι, καὶ στυππείῳ, καὶ πίττῃ. καὶ δὴ καὶ τῆς εἰκόνος ἐχόμενοι τοῦ πυρὸς, ἀναμνήσομεν αὖθις ξύλων ὑγρῶν, ἃ τροφὴ μέν ἐστι καὶ αὐτὰ τοῦ πυρὸς, ἀλλ’ οὐκ εὐθὺς, οὐδ’ ἐκ τοῦ παραχρῆμα. καὶ διὰ τοῦτο ἐπιβληθέντα πολλὰ τῷ πυρὶ κατακρύπτει τε τὴν φλόγα, καὶ μάλιστ’, ἂν ἀσθενὴς ὑπάρχῃ καὶ σμικρὰ, κίνδυνον ἐπάγει φθορᾶς. οὕτως οὖν κᾀν τοῖς ζώοις, ὅσα τῶν ἐδεσμάτων, ἵν’ ἐξομοιωθῇ τελέως καὶ θρέψῃ τὸ σῶμα, χρόνου δεῖται, ψύχος μᾶλλον ἐπάγειν ἢ θάλπος ἐν τῷ παραχρῆμα φαίνεται. θερμαίνει μὴν ἐν τῷ χρόνῳ καὶ ταῦτα, παραπλησίως τοῖς ἄλλοις ἐδέσμασιν, εἰ μόνον αὐτοῖς προσγένηται τὸ θρέψαι τὸ σῶμα. τροφὴ γὰρ ἅπασα κατὰ τὸν ἑαυτῆς λόγον αὔξει τὸ τοῦ ζώου θερμόν. εἰ δὲ καταποθείη μὲν ὡς τροφὴ, μὴ μέντοι δὲ κρατηθείη, τοῦτ’ ἐκεῖνο τὸ πρὸς Ἱπποκράτους εἰρημένον, εἴη ἂν ὄνομα τροφῆς, ἔργον δ’ οὐχί. τριχῶς γὰρ τῆς τροφῆς λεγομένης, ὥς γε αὐτὸς ἐδίδαξε τοῦτ’ εἰπών· Τροφὴ δὲ τὸ τρέφον, τροφὴ τὸ οἷον τροφὴ, καὶ τὸ μέλλον· ἡ μὲν ἤδη τρέφουσα, καὶ προστιθεμένη, καὶ μηκέτι μέλλουσα, κυρίως ὀνομάζεται τροφὴ καὶ δὴ καὶ θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα· τῶν δ’ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφαὶ κυρίως εἰσὶν, ἀλλὰ τὸ μὲν οἷον τροφὴ, τὸ δ’, ὅτι μέλλει τοιοῦτο γενήσεσθαι. ταῦτ’ ἄρα καὶ αὐτὸς ὁ οἶνος οὐκ ἀεὶ θερμαίνει τὸ ζῶον, ὥσπερ οὐδὲ τοὔλαιον ἀνάπτει τὴν φλόγα, καίτοι γ’ οἰκειοτάτη τροφὴ πυρὸς ὑπάρχον. ἀλλ’ ἐὰν ἀσθενεῖ καὶ σμικρᾷ φλογὶ καταχέῃς ἔλαιον ἀθρόον καὶ πολὺ, καταπνίξεις, καὶ τελέως ἀποσβέσεις αὐτὴν μᾶλλον  ἢ αὐξήσεις. οὕτως οὖν καὶ ὁ οἶνος, ἐπειδὰν πολὺς, ὡς μὴ κρατεῖσθαι, πίνηται, τοσοῦτον ἀποδεῖ τοῦ θερμαίνειν τὸ ζῶων, ὥστε καὶ πάθη ψυχρότερα γεννᾷ. ἀποπληξίαι γοῦν καὶ παραπληξίαι καὶ κάροι καὶ κώματα καὶ παραλύσεις ἐπιληψίαι τε καὶ σπασμοὶ καὶ τέτανοι ταῖς ἀμέτροις οἴνου πόσεσιν ἕπονται, ψυχρὰ σύμπαντα πάθη. καθόλου γὰρ, ὅσα τῶν εἰς τὸ σῶμα λαμβανομένων ὡς τροφὴ θερμαίνει, ταῦθ’ εὕροις ἄν ποτε ψύχοντα, καθ’ ὅ τι καὶ τὴν φλόγα πρὸς τῆς αὐτῆς ὕλης οὐκ αὐξανομένην μόνον, ἀλλὰ καὶ σβεννυμένην ἐνίοτε. ταυτὶ μὲν οὖν ἔοικεν ὁμολογεῖν ἅπαντα τοῖς τε περὶ στοιχείων καὶ τοῖς περὶ κράσεων λογισμοῖς.

Ἐκεῖνο δ’ ἂν ἴσως δόξειε διαφέρεσθαι, τό τινα τῶν ἐσθιομένων ἐν τροφῆς χρείᾳ, κατὰ τοῦ δέρματος ἐπιτιθέμενα, διαβιβρώσκειν τε καὶ ἑλκοῦν αὐτὸ, καθάπερ νάπυ καὶ τάριχος, σκόροδά τε καὶ κρόμμυα. καίτοι τοῦτο συμφωνεῖ τοῖς ἐξ ἀρχῆς ὑποκειμένοις· ἅμα μὲν γὰρ, ὅτι μεταβάλλεται καὶ ἀλλοιοῦται κατά τε τὴν γαστέρα πεπτόμενα, κᾀν ταῖς φλεψὶν αἱματούμενα· πρὸς δὲ τούτοις, καὶ διότι μὴ μένει καθ’ ἕνα τόπον, ἀλλ’ εἰς πολλὰ μερίζεται πάντῃ φερόμενα· καὶ πρὸς τούτοις, διότι μίγνυται καὶ χυμοῖς πολλοῖς, καὶ τοῖς ἅμα αὐτοῖς λαμβανομένοις σιτίοις· ἔτι δὲ πρὸς τούτοις, ὅτι διὰ ταχέων ἥ τε πέψις αὐτῶν γίνεται, καὶ ἡ διάκρισις, ὡς τὸ μὲν οἰκεῖον ἐξομοιωθῆναι, τὸ δὲ περιττὸν ἐν αὐτοῖς καὶ δριμὺ διὰ γαστρός τε ἅμα καὶ οὔρων καὶ ἱδρώτων ἐκκριθῆναι, διὰ ταῦτα πάντα τὸ ἔξωθεν ἑλκοῦν, ἐσθιόμενον οὐχ ἑλκοῖ. καίτοι κᾂν τῶν εἰρημένων ἓν ὁτιοῦν ὑπῆρχεν αὐτοῖς, ἱκανὸν ἂν ἦν δήπουθεν ἀβλαβῆ φυλάξαι τὰ ἐκτὸς, οἶον, εἰ τύχοι, τὸ μεταβάλλειν πρῶτον. εἰ γὰρ οὐ μένει τὸ νάπυ τοιοῦτο, οἶον ἔξωθεν ἐλήφθη, δῆλον ὡς οὐδὲ τὴν δύναμιν αὐτοῦ μένειν ἀξιώσεις. εἰ δὲ καὶ διακρίνεται καὶ καθαίρεται, πολὺ δὴ καὶ μᾶλλον. ἤρκει δὲ καὶ τὸ μὴ χρονίζειν ἐν ἑνὶ χωρίῳ. φαίνεται γὰρ οὐδὲ περὶ τὸ δέρμα δρᾶσαί τι δυνάμενον ἄνευ χρόνου πλείονος. ἀλλὰ καὶ τὸ μίγνυσθαι πολλοῖς ἑτέροις σιτίοις οὐ σμικρὸν οὐδ’ αὐτό. γνοίης δ’ ἂν, εἰ μόνον αὐτὸ προσενέγκοις χωρὶς τῶν ἄλλων σιτίων, ὅσην ἀνίαν τε καὶ δῆξιν ἐπιφέρει τῇ γαστρί. καὶ μὲν δὴ, κᾂν εἰ πολλοῖς γλυκέσι χυμοῖς ἀναμίξας αὐτὸ κατὰ τοῦ δέρματος ἐπιθείης, οὐδὲν ἐργάσεται φαῦλον. ὁπότε οὖν ἕκαστον τῶν εἰρημένων ἱκανόν ἐστι καθ’ αὑτὸ κωλῦσαι τὸ νάπυ δρᾶσαί τι τοιοῦτο ἐντὸς, οἷον ἐκτὸς ἔδρα περὶ τὸ δέρμα, πολὺ δή που μᾶλλον, οἶμαι, πάντων ἅμα συνελθόντων. καὶ γὰρ ἀλλοιοῦται πεπτόμενον, καὶ διακρίνεται, καὶ καθαίρεται, καὶ πολλοῖς ἑτέροις ἀναμίγνυται, καὶ μερίζεται πολλαχῶς, καὶ πανταχῇ φέρεται, καὶ χρονίζει κατ’ οὐδὲν τῶν μορίων. ὅτι δ’, εἴπερ ἔμενε δριμὺ, πάντως ἂν ἥλκωσε καὶ τὰ ἐντὸς, ἐκ τῶν αὐτομάτων ἑλκῶν ἐπιγνώσῃ. γίνεται γὰρ πολλοῖς πολλάκις, τοῖς μὲν ἐξ ἐδεσμάτων μοχθηρῶν, τοῖς δ’ ἔκ τινος ἐν αὐτῷ τῷ σώματι διαφθορᾶς καὶ σηπεδόνος ἡ καλουμένη κακοχυμία. καὶ τούτοις ἐνίοτε μὲν ἑλκοῦταί τι καὶ τῶν ἐντός· ὡς τὰ πολλὰ δὲ καὶ τῷ τὴν φύσιν ἀποτρίβεσθαι τὰ κατὰ τὴν ἕξιν περιττώματα πρὸς τὸ δέρμα, τοῦθ’ ἑλκοῦται πολλοῖς καὶ συνεχέσιν ἕλκεσι. καρκῖνός τε γὰρ, καὶ φαγέδαινα, καὶ ἕρπης ὁ ἀναβιβρωσκόμενος, ἄνθρακές τε καὶ τὰ χειρώνεια καὶ τηλέφεια καλούμενα, καὶ ἄλλαι μυρίαι γενέσεις ἑλκῶν ἔκγονοι τῆς τοιαύτης εἰσὶ κακοχυμίας. οὔτ’ οὖν τῶν τοιούτων οὐδὲν ἄπορον, οὔτε διὰ τί τῶν φαρμάκων ἔνια μὲν ἡμᾶς οὐδὲν ἔξωθεν ἀδικοῦντα, μέγα τι κακὸν ἐργάζεται καταποθέντα· τινὰ δὲ πολλάκις ἔβλαψεν εἴσω ληφθέντα, πολλάκις δὲ ὠφέλησεν· ἔνια δὲ οὐ μόνον ἔσωθεν, ἀλλὰ καὶ ἔξωθεν ἀδικεῖ. συλλήβδην γοῦν εἰπεῖν, οὐδὲν ὁμοίως ἔσωθέν τε καὶ ἔξωθεν ἐνεργεῖν πέφυκεν. οὔτε γὰρ ὁ τοῦ λυττῶντος κυνὸς ἀφρὸς, οὔθ’ ὁ τῆς ἀσπίδος, οὔθ’ ὁ τῆς ἐχίδνης ἰὸς, οἳ δὴ καὶ χωρὶς ἕλκους ἔξωθεν προσπεσόντες ἀδικεῖν πεπίστευνται, τὴν ἴσην ἔχουσι δύναμιν, ἢ τῷ δέρματι μόνῳ προσομιλήσαντες, ἢ εἴσω μεταληφθέντες. οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμάζειν ἄξιον, εἴ τινων φαρμάκων οὐκ ἐξικνεῖται πρὸς τὸ βάθος ἡ δύναμις· οὐ γὰρ ἀναγκαῖον ἅπαντα τὴν αὐτὴν ἔχειν ἰσχύν. εἰ δὲ πολλὰ τῶν εἴσω λαμβανομένων ἐν μὲν τῷδε τῷ καιρῷ, καὶ μετὰ τοσῆσδε ποσότητος, καὶ τῆς πρὸς τάδε μίξεως, ὠφέλησεν, ἀκαίρως δὲ, καὶ πολλὰ, καὶ ἄμικτα ληφθέντα, βλάβην ἤνεγκεν, οὐδὲν ἐντεῦθεν ἀπόρημα τῷ λόγῳ. καὶ γὰρ καὶ τοῖς σιτίοις ὑπάρχει τοῦτό γε, καὶ τῷ πυρὶ, καὶ πᾶσιν ὡσαύτως φάναι τοῖς προσπίπτουσι τῷ σώματι. συμμέτρου γοῦν φλογὸς ἔστιν ὅτε δεόμεθα, καὶ χρώμενοι μεγάλα πρὸς αὐτῆς ὀνινάμεθα, καίτοι τῆς ἀμέτρου καιούσης ἡμᾶς. οὕτω δὲ καὶ ψυχροῦ πόσις ἡ μὲν σύμμετρος ὀνίνησιν, ἡ δὲ ἄμετρος ἐσχάτως βλάπτει. τί τοίνυν θαυμαστὸν, εἶναί τι φάρμακον οὕτω δυνάμει θερμὸν, ὡς, εἰ μὲν πολύ τε λαμβάνοιτο καὶ κενῷ τῷ σώματι προσφέροιτο, διαβιβρώσκειν τε καὶ καίειν αὐτὸ παντελῶς, εἰ δ’ ὀλίγον εἴη ἢ καὶ σὺν τοῖς κολάζουσιν τὴν ἰσχὺν αὐτοῦ, πρὸς τῷ μὴ βλάπτειν μηδὲν, ἔτι καὶ θερμαῖνον ὠφελεῖν; ὀπὸν γοῦν,  ἤτοι τὸν Κυρηναικὸν, ἢ τὸν Μηδικὸν, ἢ τὸν Παρθικὸν, αὐτὸν καθ’ αὑτὸν οὐκ ἔστιν ἀλύπως λαβεῖν· ἀλλ’ εἰ παντελῶς ὀλίγος, ἢ σὺν ἄλλοις ἐν καιρῷ τῷ προσήκοντι ληφθείη, μεγάλως ὠφελεῖ. ταύτῃ μὲν οὖν, ὅσα θερμαίνει τὸ σῶμα, μεταβολῆς ἀρχὴν ἐν αὐτῷ λαβόντα, καθότι πρόσθεν ἐῤῥέθη, πάλιν ἀντιθερμαίνειν αὐτὸ πέφυκεν· ὅσα δὲ ψύχει, καθάπερ ὀπὸς μήκωνος, οὐ μεταβάλλεται πρὸς τοῦ σώματος οὐδ’ ἐπ’ ὀλίγον, ἀλλ’ εὐθὺς αὐτὸ νικᾷ καὶ μεταβάλλει, κᾂν εἰ θερμῄνας αὐτὰ δοίης. ἔστι γὰρ ἡ σφῶν αὐτῶν φύσις ψυχρὰ, καθότι καὶ τὸ ὕδωρ. ὀρθῶς οὖν καὶ τοῦτο σὺν πολλοῖς ἄλλοις ὑπ’ Ἀριστοτέλους εἴρηται, τὸ τῶν θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν σωμάτων τὰ μὲν εἶναι καθ’ αὑτὰ τοιαῦτα, τὰ δὲ κατὰ συμβεβηκός. οἷον καὶ τὸ ὕδωρ καθ’ αὑτὸ μὲν ψυχρὸν, κατὰ συμβεβηκὸς δέ ποτε θερμόν. ἀλλ’ ἡ μὲν ἐπίκτητος αὐτοῦ θερμασία ταχέως ἀπόλλυται, μένει δ’ ἡ σύμφυτος ψυχρότης. ὡς οὖν ὕδωρ θερμὸν ἐπιβληθὲν φλογὶ, κατασβέννυσιν αὐτὴν, οὕτω καὶ τὸ μηκώνειον εἰ καὶ ὅτι μάλιστα θερμῄνας δοίης, ἀποψύξεις τε τὴν ἐν τοῖς ζώοις θερμασίαν, καὶ κίνδυνον ἐπάξεις θανάτου. πάντα οὖν τὰ τοιαῦτα φάρμακα, βραχέα τε διδόμενα καὶ σὺν τοῖς κολάζειν αὐτῶν τὸ σφοδρὸν τῆς ψύξεως δυναμένοις, ἔστιν ὅτε χρείαν τινὰ παρέχει τοῖς σώμασιν ἡμῶν, ὡς ἐν τοῖς περὶ φαρμάκων εἰρήσεται. καὶ γὰρ δὴ καὶ τὸ διὰ τῶν κανθαρίδων φάρμακον ἱκανῶς ὀνίνησι τοὺς ὑδερικοὺς, καίτοι τοὐπίπαν ἑλκοῖ τὴν κύστιν ἡ κανθαρίς· ἀλλ’ ἐπειδὰν ὑπό τε τῶν μιχθέντων αὐτῇ κολασθῇ, καὶ σώματι προσάγηται παμπόλλην ὑγρότητα περιέχοντι, κενοῖ διὰ τῶν οὔρων αὐτήν. μάλιστα οὖν χρὴ προσέχειν τὸν νοῦν ἐν ἅπασι τοῖς δυνάμει θερμοῖς ἢ ψυχροῖς εἶναι λεγομένοις, εἴτε τῆς φύσεώς ἐστι τῶν τρέφειν δυναμένων, εἴτε μόνην ἀφορμὴν ἀλλοιώσεως λαμβάνοντα, κᾄπειτα κατὰ τὴν οἰκείαν φύσιν ἀλλοιούμενα, διατίθησί πως τὸ σῶμα, καὶ τρίτον ἐπὶ τούτοις, εἰ μηδ’ ὅλως ἀλλοιοῦται πρὸς αὐτοῦ κατὰ μηδέν. εἰ μὲν γὰρ ἐκ τοῦ γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει, μὴ κρατηθέντα δὲ, ψύχει· εἰ δὲ τῶν ἐπ’ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει πάντως· εἰ δὲ τῶν μηδ’ ὅλως, ψύχει μάλιστα.

Προσέχειν δὲ, ὡς εἴρηται, μάλιστα καὶ διορίζεσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς, οὐκ ἐπὶ θερμῶν καὶ ψυχρῶν μόνον, ἀλλ’ οὐδὲν ἧττον αὐτῶν ἐφ’ ὑγρῶν τε καὶ ξηρῶν. ἔνια γὰρ τῶν τοιούτων, ξηρὰ ταῖς οὐσίαις ὑπάρχοντα, πολλῷ θερμῷ τακέντα, φαντασίαν ὑγρότητος ἔλαβεν, ὡς χαλκὸς καὶ σίδηρος· ἢ καθ’ ἑαυτὰ μέν ἐστιν ὑγρὰ, καθάπερ ὁ κρύσταλλος, ἀκράτῳ δὲ ψύξει πλησιάζοντα, ξηρὰ φαίνεται. χρὴ τοίνυν τούτων ἁπάντων τὴν κρίσιν οὐχ ἁπλῶς ποιεῖσθαι, καθότι κᾀν τοῖς ἔμπροσθεν ἐλέγομεν, ἀλλὰ μετὰ τοῦ συνεπισκέπτεσθαι, πῶς ἔχει θερμότητος ἢ ψυχρότητος. εἰ μὲν γὰρ, ὀλίγης μετέχοντα θερμότητος, ὅμως καὶ ὑγρὰ φαίνοιτο, διὰ τὴν οἰκείαν φύσιν ἐστὶ τοιαῦτα, κᾂν εἰ μετὰ δαψιλοῦς θερμασίας, ξηρά. τὰ δ’ ἤτοι ῥέοντα μετὰ θερμότητος ζεούσης, ἢ πεπηγότα διὰ ψύξιν ἄκρατον, οὐ καθ’ ἑαυτὰ νομίζειν εἶναι τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρά. ταύτῃ τε οὖν διαιρεῖσθαι τὰ καθ’ ἑαυτὰ τῶν κατὰ συμβεβηκὸς, ἀναφέροντά τε πρὸς. αὐτὰ ταῦτα τὴν κρίσιν οὕτω ποιεῖσθαι τῶν δυνάμει θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν. οὐ γὰρ πρὸς τὸ κατὰ συμβεβηκὸς, ἀλλὰ πρὸς τὸ καθ’ ἑαυτὸ χρὴ κρίνεσθαι τὸ δυνάμει. κοινὴ δ’ ἐπὶ πάντων ἡ κρίσις καὶ μία τὸ τάχος τῆς ἀλλοιώσεως. ὁμωνύμως δὲ λεγομένου τοῦ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ· τὰ μὲν γὰρ κατ’ ἐπικράτησιν οὕτως ὀνομάζεται, τὰ δ’ ὡς ἄκραν ἔχοντα ἧς παρονομάζεται ποιότητος· εἰς ὁπότερον αὐτῶν ἑτοίμως μεθίσταται τὸ κρινόμενον, ἔσται δυνάμει τοιοῦτο. ἔλαιον μὲν γάρ ἐστι δυνάμει θερμὸν, ὅτι ῥᾳδίως φλὸξ γίνεται. κατὰ ταὐτὰ δὲ καὶ ῥητίνη, καὶ ἄσφαλτος, καὶ πίττα. οἶνος δὲ, διότι ῥᾳδίως αἷμα γίνεται. κατὰ ταὐτὰ δὲ καὶ μέλι, καὶ κρέας, καὶ γάλα. ταυτὶ μὲν οὖν, ὅλαις ἀλλοιούμενα ταῖς οὐσίαις, τροφαὶ τῶν ἀλλοιούντων εἰσί. τὰ δὲ κατὰ μίαν ἡντιναοῦν ποιότητα τὴν ἀλλοίωσιν ἴσχοντά τε καὶ τρεπόμενα, φάρμακα μόνον, ὥσπερ γε καὶ ὅσα ταῖς ὅλαις ἑαυτῶν οὐσίαις ἄτρεπτα μένοντα διατίθησι τὸ σῶμα, φάρμακα μέν ἐστι καὶ ταῦτα· χαλεπὰ δὲ καὶ φθαρτικὰ τῆς τοῦ ζώου φύσεως· ὅθεν περ, οἶμαι, καὶ τὸ γένος αὐτῶν ἅπαν ὀνομάζεται δηλητήριον. οὐ γὰρ δὴ διὰ τοῦτό γε λεκτέον οὐκ εἶναι τῷ γένει δηλητήρια τὰ τοιαῦτα, διότι παντελῶς ἐλάχιστα προσαχθέντα βλάβην οὐδὲ μίαν αἰσθητὴν ἐπιφέρει. οὕτω γὰρ ἂν οὐδὲ τὸ πῦρ εἴη θερμὸν, οὐδ’ ἡ χιὼν ψυχρά· ὡς καὶ τούτων γε παντάπασι τὰ σμικρὰ σαφὲς οὐδὲν ἀποτελεῖ περὶ τοῖς σώμασιν ἡμῶν πάθος. σπινθῆρος γὰρ ἑνὸς ἑκατοστὸν μέρος ἔστι μὲν πάντως τῷ γένει πῦρ, ἀλλ’ οὐ μόνον οὐκ ἂν ἡμᾶς καύσειεν ἢ θερμῄνειεν, ἀλλ’ οὐδ’ ἄν αἴσθησίν τινα παράσχοι προσπεσόν. οὕτω δὲ καὶ τὸ τῆς ψυχρᾶς ῥανίδος ἑκατοστὸν μέρος οὐ μόνον οὐδὲν ἂν βλάψειεν ἢ ψύξειεν, ἀλλ’ οὐδ’ ἂν αἴσθησίν τινα παράσχοι.  μὴ τοίνυν οὕτως μηδὲ τὰ δηλητήρια κρίνειν, ἀλλὰ τῇ τῆς ὅλης φύσεως ἐναντιώσει, τὴν δ’ ἐναντίωσιν ἐκ τῆς ἐμμέσου κρίνειν μεταβολῆς. οἷον εὐθέως ἀπὸ τῶν στοιχείων οὔθ’ ὕδωρ εἰς πῦρ, οὔτε πῦρ εἰς ὕδωρ μεταβάλλειν πέφυκεν, ἀλλ’ εἰς ἀέρα μὲν ἄμφω, ἐκεῖνος δ’ εἰς ἑκάτερα, εἰς ἄλληλα δὲ ταῦτ’ οὐδαμῶς. ἄμεσος μὲν οὖν ἡ εἰς ἀέρα μεταβολὴ τοῦ ὕδατος· ὡσαύτως δὲ καὶ τοῦ πυρός. οὐκ ἄμεσον δὲ ἡ πυρὸς καὶ ὕδατος εἰς ἄλληλα ταῦτ’ οὖν ἀλλήλοις ἐναντία ἐστὶ καὶ πολέμια. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὀπὸς μήκωνος ἀνθρωπείῳ σώματι τελέως ἐστὶν ἐναντίος, οὐδὲν εἰς αὐτὸ οὔτε κατὰ μίαν ποιότητα δρᾶσαι δυνάμενον, οὔτε πολὺ δὴ μᾶλλον ἔτι καθ’ ὅλην τὴν οὐσίαν. ἓν μὲν δὴ τοῦτο γένος τῶν δηλητηρίων. ἕτερον δὲ τῶν ἀφορμὴν μέν τινα μεταβολῆς λαμβανόντων ἐκ τῆς ἐν ἡμῖν θερμασίας, εἰς πολυειδεῖς δ’ ἐντεῦθεν ἐκτρεπομένων ἀλλοιώσεις, ὑφ’ ὧν διαφθείρεσθαι τὴν φύσιν ἡμῶν συμβαίνει. πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κᾂν διὰ σμικρότητά ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά· τὰ δ’ αὖ ψύχοντα καὶ ναρκοῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον οὐδὲν οὔτε αὐτὰ πάσχειν, οὔτε τοῖς σώμασιν ἡμῶν ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα, καί τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα, τὰ μὲν εἰς ἐσχάτην ἀφικνεῖται θερμότητα, τὰ δ’ εἰς σηπεδόνα. διατίθησιν οὖν εἰκότως καὶ τὰ τῶν ζώων σώματα κατὰ τὴν ἑαυτῶν διάθεσιν. ὅσα δὲ ψύχει τὸ σῶμα, κᾂν θερμῄνας αὐτὰ προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει τὸ ζῶον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ’ αὑτὸ ψυχρὸν τοῦ κατὰ συμβεβηκὸς, ὡς Ἀριστοτέλης ἐδίδαξεν. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ ἐπίκτητος διάθεσις, ὥστ’ εἰς τὴν ἀρχαίαν αὐτὰ φύσιν ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει μὲν ψυχρὰ, κατὰ συμβεβηκὸς δὲ θερμὰ, δύο ταῦτ’ ἐξ ἀνάγκης γίνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμὸν, ἡ δ’ οἰκεία κρᾶσις, οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα, μένει ψυχρά, καὶ τί θαυμαστὸν, εἰ μήκωνος ὀπὸς, ἢ μανδραγόρας, ἢ κώνειον, ἤ τι τῶν τοιούτων, εἶ καὶ θερμανθέντα προσενεχθείης, μικρὸν ὕστερον γίνεται ψυχρά; πτισσάνης, καὶ γάλακτος, καὶ χόνδρου, καὶ ἄρτου, τὸ αὐτὸ τοῦτο πασχόντων, ἐπειδὰν εἰς ἄῤῥωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς αὐτῆς· ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε τούτων μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημῄνατο· καίτοι χυμὸς ὂν ἤδη τὸ φλέγμα, κᾀκ τῶν σιτίων τῶν μὴ πεφθέντων πολλάκις ἐν τῇ γαστρὶ γεννώμενος, ὅμως ψυχρὸν ἁπτομένοις φαίνεται, οὐ μόνον ἐν τῇ γαστρὶ συστὰν, ἀλλὰ κᾀκ τῶν φλεβῶν αὐτῶν ὑπό τινος τῶν καθαιρόντων φαρμάκων ἑλχθέν. καί τοί γε γλισχρότατόν ἐστι σφόδρα, καὶ βιαίως ἄγεται, ἀλλ’ ὅμως οὐδ’ ἡ βία τῆς ὁλκῆς ἐκθερμαίνειν αὐτὸ δύναται. τί οὖν θαυμαστὸν, εἰ καὶ τὸ μηκώνειον, οὕτως ἐναντίον ἡμῶν τῇ φύσει φάρμακον, ἀποψύχεται μὲν αὐτίκα μάλα, κᾂν θερμὸν ποθῇ, συγκαταψύχει δ’ ἑαυτῷ τὸ σῶμα. τὴν γὰρ ἐπίκτητον οὐ φυλάττει θερμασίαν, ὅτι φύσει ψυχρὸν ἦν· τῷ δὲ μηδ’ ἀλλοιοῦσθαι τὴν οὐσίαν αὐτοῦ πρὸς ἡμῶν, ἀλλὰ μᾶλλον ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡμᾶς, οὔτε θερμαίνεταί τι πρὸς ἡμῶν, αὐτό τε διατίθησιν ἡμᾶς καθ’ αὑτό· ψυχρὸν οὖν ὑπάρχον φύσει, ψύχει δήπου καὶ ἡμᾶς. οὐκοῦν οὐκέτ’ ἄπορον οὐδὲν ὑπόλοιπον ἐν τῷ λόγῳ. καὶ γὰρ δὴ καὶ ὅτι τούτων ἁπάντων τῶν φύσει ψυχρῶν ὅ τι ἂν ἐπὶ πλέον ἐκθερμῄνης, ἐξίσταται τῆς ἰδίας φύσεως, πρὸς τῷ μηδὲν ἄπορον ἔχειν, ἔτι καὶ μαρτυρεῖ τοῖς εἰρημένοις. ὡς γὰρ καὶ ἡ σαλαμάνδρα μέχρι μέν τινος ὑπὸ πυρὸς οὐδὲν πάσχει, κατακαίεται δ’, εἰ πλείονι χρόνῳ τῷ πυρὶ πλησιάσειεν, οὕτω καὶ ὁ μανδραγόρας, καὶ κώνειον, καὶ ψύλλιον, ἐπὶ βραχὺ μὲν ὁμιλήσαντα τῷ πυρὶ, τὴν οἰκείαν ἔτι διαφυλάττει κρᾶσιν, ἐπὶ πλέον δὲ θερμανθέντα, διαφθείρεται παραχρῆμα, καὶ δρᾷν οὐκέτι οὐδὲν ὧν πρότερον ἐπεφύκει δύναται. τῶν μὲν δὴ τοιούτων ἁπάντων ἡ φύσις ἐναντιωτάτη τοῖς ἀνθρώποις ἐστί· φύσιν δ’ ὅταν εἴπω, τὴν ὅλην οὐσίαν τε καὶ κρᾶσιν λέγω, τὴν ἐκ τῶν πρώτων στοιχείων, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ· τῶν δὲ τάχιστα τρεφόντων οἰκειοτάτη. τὰ δ’ ἄλλα πάντα μεταξὺ τούτων ἐστί· τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον δρᾷν καὶ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα. καστόριον μὲν γὰρ καὶ πέπερι δρᾷν μᾶλλον ἢ πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν δυνάμενα· οἶνος δὲ καὶ μέλι καὶ πτισσάνη πάσχειν μᾶλλον ἢ δρᾷν. ἅπαντα οὖν ταῦτα καὶ πάσχει τι καὶ δρᾷ περὶ τὸ σῶμα. καθ’ ὅλου γὰρ ἐπειδὰν εἰς ταὐτὸ ἀλλήλοις ἥκοντα διαμάχηταί τε καὶ στασιάζῃ πρὸς ἄλληλα περὶ τῆς ἀλλοιώσεως ἐν χρόνῳ πλείονι, δρᾷν καὶ πάσχειν ἑκάτερον αὐτῶν ἀναγκαῖόν ἐστιν. ἴσως δὲ, κᾂν μὴ πολλῷ πάνυ χρόνῳ γίγνηται τοῦτο, δρᾷ μὲν ἔτι καὶ τότε τὸ νικώμενον εἰς τὸ κρατοῦν, ἀλλ’ οὕτω  σμικρὸν, ὡς λανθάνειν τὴν αἴσθησιν. οὐδὲ γὰρ ὁ τμητικώτατος σίδηρος εἰ τὸν μαλακώτατον τέμνει κηρὸν δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, ἀδύνατον αὐτῷ μὴ οὐκ ἀμβλὺν γενέσθαι σαφῶς. οὕτω δή που κᾀκεῖνο καλῶς εἰρῆσθαι δοκεῖ,

Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ.

καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτως. ἀλλ’ ἐπὶ μὲν μιᾶς ἢ καὶ δευτέρας προσβολῆς οὐδὲν οὔπω σαφὲς ἐν τοῖς τοιούτοις ἰδεῖν ἐστιν. ὅθεν, οἶμαι, καὶ τὸ μηδ’ ὅλως πάσχειν ἔνια πρὸς τῶν ὁμιλούντων ἐδοξάσθη τισί· καὶ συγχωρητέον γε τοῖς οὕτω λέγουσι. πολλάκις δὲ καὶ αὐτοὺς ἡμᾶς ὁμοίως ἐκείνοις λεκτέον ἐστὶ τὰ πολλά· πλὴν εἴ ποτε μέχρι τῆς ἐσχάτης ἀκριβείας ἀνάγοιμεν τὸν λόγον, ὥσπερ ἐν τῷ παρόντι ποιοῦμεν. οὕτως οὖν καὶ τὸ τῆς ἀειπαθείας δόγμα, τῷ λόγῳ μὲν αὐτῷ μόνῳ σκοποῦσιν, ἰσχυρὰν ἔχει τὴν ἀπόδειξιν. οὐ μὴν χρεία γέ τίς ἐστιν αὐτοῦ πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω μικρά τινα περὶ ἡμᾶς ᾖ πάθη διὰ παντὸς, ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι, καὶ τῷ μηδὲν εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει κᾀπὶ τῶν τρεφόντων, ὀλίγου δεῖν, ἁπάντων. ἐργάζεται μὲν γάρ τι καὶ ταῦτα περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ’ οὐκ αἰσθητὸν, οὐδὲ σαφές τι καθάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίῳσιν, οἶον καὶ ἡ θριδακίνη, τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτουσα. συντελεῖ δ’ οὐ σμικρὰ καὶ τοῖς ὕπνοις, οὐ κατ’ ἄλλον τινὰ λόγον, ἀλλ’ ὅτι ψυχρά τέ ἐστι καὶ ὑγρὰ τὴν κρᾶσιν· ἀλλ’ οὕτως ὑγρὰ καὶ ψυχρὰ πρὸς ἄνθρωπόν τε καὶ τἄλλ’, ὅσα τρέφειν πέφυκεν, ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς τὸ πῦρ. ὥστ’ εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει, τό θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν, καὶ τὸ τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως, ὡς φαρμάκοις· ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’ οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα, τὴν ἔμφυτον αὔξει θερμασίαν, ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ ἤδη τῶν τρεφόντων ἁπάντων ἐστὶ, καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυχεν, ἐξομοιωθὲν δὲ καὶ θρέψαν, ἐθέρμῃνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι, καὶ ὡς σιτίων, καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν ἐπὶ τὸ θερμότερον. οὗτος, ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας. ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν, ἀγνοοῦντες, ὡς ἐνίοτε μὲν ἡ ποιότης ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας, ἐνίοτε δ’ ἡ οὐσία παραύξεται, καὶ ὡς ἑκατέρως οἱ παλαιοὶ θερμότερον γεγονέναι τὸ ζῶόν φασι. καὶ γὰρ καὶ γίνεται θερμότερον, ἄντ’ ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν, ἄντ’ αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζώου καθ’ αὑτὸ θερμὸν, ἢ, νὴ Δία, εἰ βούλει τὴν ξανθὴν χολὴν, ἅπαντα δὲ τἄλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων μετέχειν. ἆρ’ οὐκ ἀναγκαῖον ἔσται, διττῶς γίνεσθαι θερμότερον τὸ ζῶον, ἤτοι τῷ πλείονας ἐπικτήσασθαι χυμοὺς θερμοὺς, ἢ τῷ θερμοτέρους ἔχειν, ἢ πρότερον; ἐμοὶ μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ψυχρότερον ἔσται διττῶς, ἢ τῷ πλείους ὑποτραφῆναι τοὺς ψυχροὺς χυμοὺς, οἶον τὸ φλέγμα καὶ τὴν μέλαιναν χολὴν, ἢ τῷ, τῆς αὐτῶν ἁπάντων μενούσης συμμετρίας, ὑπαλλαχθῆναι μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστὸν, ἄχρι μὲν ἂν πέπτηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἶον ἀνδράχνη τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα, πεφθέντων δ’ ἀκριβῶς καὶ γενομένων αἷμα χρηστὸν, θερμότερον αὖθις ἑαυτοῦ γίνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν ἐστι, μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες, ἓν καὶ ταὐτὸ ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζώῳ παρέχειν. ὡς γὰρ, εἰ καὶ μηδ’ ὅλως ἐπέφθη, διὰ παντὸς ἂν ἐφυλάχθη φάρμακον, οὕτω πεφθὲν ἄμφω γίνεται. φέρε γὰρ μηδ’ ὅλως πεφθῆναι τὴν θριδακίνην, ἢ, νὴ Δία, τὸν χυλὸν αὐτῆς, ἐπειδὴ καὶ παραπλήσια τῷ τοῦ μήκωνος ὀπῷ δρᾷ εἰς τὸν ἄνθρωπον, εἰ πάμπολυς ληφθείη, ἆρ’ οὖν φάρμακον ἔσται τηνικαῦτα μόνον, ἄλλο δ’ οὐδέν; οὐκ οἶμαί τινα περί γε τούτου ἀμφισβητήσειν. ὥστ’ ἔχει πάντως καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἡ θριδακίνη. ἀλλὰ μὴν ἔσχε καὶ τὴν τῆς τροφῆς· ἔθρεψε γὰρ πολλάκις. ὥστ’ ἀμφοτέρας μὲν ἅμα τὰς δυνάμεις ἐν ἑαυτῇ περιέχει, δείκνυσι δ’ οὐχ ὁμοίως ἀμφοτέρας, ἀλλ’ ἐπειδὰν μὲν αὐτὴ πλέον ἐνεργῇ περὶ τὸν ἄνθρωπον ἢ πάσχῃ, τὴν ὡς φαρμάκου μᾶλλον  ἐπιδείκνυται δύναμιν· ἐπειδὰν δὲ πάσχῃ πλέον, ἢ ποιῇ, τὴν ὡς σιτίου. καὶ θαυμαστὸν οὐδὲν, εἰ τῇ θριδακίνῃ καὶ δρᾷν καὶ πάσχειν συμβέβηκεν, ὅπου γε καὶ τῷ ξίφει, καθότι καὶ μικρὸν ἔμπροσθεν ἐλέγομεν, μὴ μόνον δρᾶν εἰς τὸν κηρὸν, ἀλλὰ καὶ πάσχειν ὑπάρχει. τῷ δ’ εἶναι πολὺ πλέον ὃ πέφυκε δρᾷν, ἢ πάσχειν, λανθάνει θάτερον. ἀλλ’ εἰ σκληρότατον αὐτῷ παραβάλλοις σίδηρον, ἔμπαλίν σοι φανεῖται πάσχειν μᾶλλον, ἢ δρᾷν, καίτοι δρᾷ μέν τι καὶ τότε, παρορᾶται δ’ ἡ δύναμις αὐτοῦ διὰ σμικρότητα. θαῤῥοῦντες οὖν ἐπὶ πάντων μὲν ἁπλῶς ἀποφαινόμεθα τῶν σιτίων, ὡς οὐ μόνον πάσχειν ὑπὸ τοῦ σώματος ἡμῶν, ἀλλὰ καὶ δρᾷν εἰς αὐτὸ πέφυκεν· ἤδη δὲ καὶ περί τινων, οἷς ἐναργῶς καὶ σαφῶς ὑπάρχει τὸ δρᾷν, ὡς οὐ σιτία μόνον ἐστὶν, ἀλλὰ καὶ φάρμακα. θριδακίνη μὲν οὖν καὶ τροφὴ καὶ φάρμακον ψυχρόν· εὔζωμον δὲ καὶ τροφὴ καὶ φάρμακον θερμόν. εἰ δὲ καὶ καστόριον ἐν τῷ χρόνῳ πέττεται, εἴη ἂν καὶ τοῦτο τροφή τε ἅμα καὶ φάρμακον θερμόν. οὕτω δὲ καὶ νάπυ, καὶ πέπερι, καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ πήγανον, ὀρίγανόν τε καὶ γλήχων, καὶ καλαμίνθη; καὶ θύμβρα, καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα θερμά. πρὶν γὰρ εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα, φάρμακα· μεταβληθέντα δὲ, οὐκ ἔτι μὲν φάρμακα, τροφαὶ δ’ ἤδη, κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον, ὃ οὔπω μέν ἐστι τροφὴ, οἶον δὲ τροφή. ὡς οὖν ἔμπροσθεν ἐπὶ θριδακίνης ἐλέγομεν, μίαν μὲν κοιλίαν ψυχροτέραν τοῦ δέοντος, ἑτέραν δὲ θερμοτέραν, οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν αἱ δύο κοιλίαι. τὴν μὲν δὴ ψυχροτέραν τοῦ δέοντος, ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα σύμπαντα, θερμαίνει τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει καὶ ὠφελήσει λόγῳ φαρμάκων· τὴν δ’ ἑτέραν τὴν θερμὴν ἐκπυρώσει τε καὶ μεγάλως βλάψει. καὶ ταύτας μὲν τὰς ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ’ ἀκριβῶς, καὶ μεταβληθέντα, καὶ χρηστὸν αἷμα γενόμενα, κατ’ οὐσίαν αὐξήσει τὸ ἔμφυτον τῷ ζώῳ θερμὸν, οὐ κατὰ ποιότητα. καθόλου γὰρ, ἄντε ψυχρὸν, ἄντε θερμὸν ᾖ τῇ δυνάμει τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὐξήσει θερμασίαν· ἄχρι δ’ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω δὲ τελέως αἱμαχθῇ, ψύχει καὶ θερμαίνει τὸ σῶμα δίκην φαρμάκου. ἅπας δ’ οὗτος ὁ λόγος ἐκ μιᾶς ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ, καὶ μεμνῆσθαι διὰ παντὸς, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην δὲ τῇδέ τινι· καὶ ὡς, εἰ μὲν ἀλλοιώσειε τὸ οἰκεῖον εἰς τὴν ἑαυτοῦ φύσιν, αὐξήσει τὴν οὐσίαν οὕτω τῆς ἐν αὐτῷ θερμασίας· εἰ δ’ ἀλλοιωθείη, δυοῖν θάτερον αὐτῷ συμβήσεται, θερμαίνοντος μὲν τοῦ μεταβάλλοντος, ἐπικτήσασθαί τινα θερμασίαν, μὴ θερμαίνοντος δὲ, τὴν οἰκείαν ἀπολέσαι. δῆλον οὖν ἐκ τούτοιν, ὡς ἐν τῷ πρός τι σύμπαντά ἐστι τὰ τοιαῦτα. πρὸς γὰρ τὴν ἰδιότητα τῆς ἀλλοιούσης φύσεως ἕκαστον τῶν προσφερομένων ἢ τροφῆς, ἢ φαρμάκου, ἢ ἀμφοτέρων λόγον ὑφέξει. οἷον τὸ κώνειον τῷ ψαρὶ μὲν τροφὴ, φάρμακον δ’ ἀνθρώπῳ· καὶ τοῖς μὲν ὄρτυξιν ἑλλέβορος τροφὴ, τοῖς δ’ ἀνθρώποις φάρμακον. ἡ μὲν γὰρ τῶν ὀρτύγων κρᾶσις ἐξομοιοῦν ἑαυτῇ δύναται τὸν ἑλλέβορον, ἡ δὲ τῶν ἀνθρώπων οὐ δύναται.

Φανερὸν οὖν ἤδη γέγονεν, ὡς ἡ κρίσις τῶν πρὸς ἡμᾶς ὑγρῶν, ἢ ξηρῶν, ἢ ψυχρῶν, ἢ θερμῶν, οὐκ ἔξωθέν ποθεν, ἀλλ’ ἐξ ὧν ἡμεῖς αὐτοὶ πάσχομεν, ἀκριβῶς ἂν γίνοιτο, καὶ ὡς πρώτην μὲν καὶ μάλιστα ταύτην εἴη σκεπτέον, ἐφεξῆς δ’, εἴ τι δεήσειε, καὶ τὴν ἔξωθεν. εἰ μὲν γὰρ ἐναργὴς εἴη καὶ σαφὴς αἰσθήσει τοῦ προσαχθέντος ἡ ἐνέργεια φαρμάκου, ταύτῃ πιστευτέον, ἀμελοῦντας τῶν ἄλλων ἁπάντων γνωρισμάτων· εἰ δ’ ἀμυδρὰ, καὶ ἀσαφὴς, ἢ ἐπίμικτος, ἤ τινα ὅλως ἀμφισβήτησιν ἔχουσα, τηνικαῦτα καὶ πρὸς τὰ ἐκτὸς ἅπαντα κριτέον αὐτήν. οὐκ οὖν οὐδὲ πρὸς ταῦτα πόῤῥωθεν, ἀλλ’ ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ ζητουμένου, οἶον εἰ τὸ ἔλαιον θερμὸν, οὐχ ὅτι γλίσχρον, ἢ ὠχρὸν, ἢ κοῦφον, ἀλλ’ εἰ ῥᾳδίως ἐκφλογοῦται· τοῦτο γὰρ ἦν αὐτῷ τῇ δυνάμει θερμὸν εἶναι, τὸ ταχέως μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ θερμόν. κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀπὶ τῶν ἡμετέρων σωμάτων, οὐκ εἰ παχυμερὲς, ἢ λεπτομερὲς, ἢ ὑγρὸν, ἢ κοῦφον, ἢ γλίσχρον, ἢ ὠχρὸν, ἀλλ’ εἰ θερμαίνει προσαγόμενον. οὕτω δ’ οὐδ’ εἰ γλυκὺ, καὶ κοιλίαν ὑπάγον, ἢ εὔρουν ἐργαζόμενον ἐν ταῖς φλεβοτομίαις, εἰ ἐπισταχθείη τὸ αἷμα. καὶ γὰρ καὶ ταῦτα περιττὰ, παρόν γε σκοπεῖν, εἰ θερμαίνει προσαγόμενον. εἰ μὲν οὖν ἐπισήμως τε καὶ ἰσχυρῶς ἐποίει τοῦτο, καθάπερ τὸ πέπερι, πρόδηλον ἂν ἦν πᾶσι καὶ ἀναμφισβήτητον· ἐπεὶ δ’ οὐκ ἰσχυρῶς, εὐλόγως εἰς ζήτησιν ἀφικνεῖται. πολὺ δὲ μᾶλλον ἐπὶ ῥοδίνου τε καὶ ὄξους ἠπόρηται, καὶ ἠμφισβήτηται τοῖς ἰατροῖς, εἴτε δυνάμει θερμὰ πέφυκεν, εἴτε ψυχρά. χρὴ τοίνυν ἐξευρεῖν τινας ἐφ’ ἅπασι τοῖς δυνάμει λεγομένοις ὑπάρχειν ἢ θερμοῖς, ἢ ψυχροῖς, ἢ ξηροῖς, ἢ ὑγροῖς, ἀκριβεῖς καὶ σαφεῖς διορισμοὺς, ὡς ἔμπροσθεν ἐπὶ τῶν ἐνεργείᾳ  λεγομένων ἐποιησάμεθα. προσήκει δ’, οἶμαι, τὴν ἀρχὴν ἀπὸ τῶν ἐναργεστάτων ποιήσασθαι· γυμνασάμενος γάρ τις ἐν τούτοις, ῥᾷον ἀκολουθήσει τοῖς ἀσαφεστέροις. εὐθὺς οὖν ἐν τῷ προσφέρειν τῷ σώματι τόδε τι τὸ φάρμακον ἢ σιτίον, ἀπηλλάχθω τὸ προσαγόμενον ἁπάσης σφοδρᾶς ἐπικτήτου θερμότητός τε καὶ ψύξεως. ὃν μὲν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐποιησάμεθα διορισμὸν, ἡνίκα τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ σώματα διαγινώσκειν ἐπεχειροῦμεν, οὗτος οὐδὲν ἂν ἧττον εἴη καὶ νῦν χρήσιμος ἐπὶ τῶν δυνάμει θερμῶν καὶ ψυχρῶν. εἴτε γὰρ δυνάμει ψυχρὸν ὂν τὸ προσφερόμενον ἐκθερμήναις σαφῶς, εἴτε θερμὸν καταψύξαις, ἡ πρώτη τοῦ σώματος προσβολὴ τὴν αἴσθησιν ἀπὸ τῆς ἐπικτήτου διαθέσεως, οὐκ ἀπὸ τῆς οἰκείας τοῦ προσαχθέντος ἐργάσεται κράσεως. ἵν’ οὖν ἀκριβής τε καὶ εἰλικρινὴς ἡ φύσις ἐξετάζηται τοῦ προσαγομένου, χλιαρὸν ὡς οἷόν τε μάλιστα ὑπαρχέτω, μηδεμίαν ἐπίσημον ἔξωθεν ἀλλοίωσιν εἰληφὸς ἤτοι θερμότητος ἢ ψύξεως σφοδρᾶς. ἡ μὲν δὴ πρώτη παρασκευὴ τοῦ προσαγομένου φαρμάκου τοιαύτη γιγνέσθω. προσφερέσθω δὲ μὴ πάσῃ διαθέσει σώματος, ὅταν ἐξετάζῃς αὐτοῦ τὴν δύναμιν, ἀλλ’ ἁπλουστάταις ὡς ἔνι μάλιστα καὶ ἄκραις. εἰ μὲν οὖν ἐσχάτως θερμῇ διαθέσει προσαχθὲν αἴσθησιν ἐργάζοιτο ψύξεως, εἴη ἂν οὕτως γε ψυχρόν. ὡσαύτως δὲ καὶ εἰ τῇ ψυχρᾷ θερμὸν ἐν τῷ παραυτίκα φαίνοιτο, καὶ τοῦτ’ ἂν εἴη θερμόν. εἰ δ’ ἤτοι τῇ θερμῇ θερμὸν, ἢ τῇ ψυχρᾷ ψυχρὸν φαίνοιτο, μὴ πάντως ἀποφαίνεσθαι τὸ μὲν θερμὸν, τὸ δὲ ψυχρόν. ἐνίοτε γὰρ ἄκρως μέν ἐστιν ἡ διάθεσις θερμὴ, μετρίως δὲ ψυχρὸν ὑπάρχει τὸ φάρμακον, οὔτ’ ἠλλοίωσεν αὐτὴν, ἔτι τε πρὸς τούτῳ ψύξαν καὶ πυκνῶσαν ἅπασαν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀπέκλεισεν εἴσω καὶ διαπνεῖσθαι τὸ θερμὸν ἐκώλυσε, κᾀκ τούτου μειζόνως ἐξεπύρωσε τὴν διάθεσιν. οὕτω δὲ, κᾂν εἰ τῇ ψυχρᾷ διαθέσει τὸ προσφερόμενον μηδεμίαν ἐπιφέροι θερμότητα, σκέπτεσθαι, μή τι μετρίως ὑπάρχον θερμὸν οὐδὲν ἔδρασεν εἰς τὴν ἄκρου θερμοῦ δεομένην διάθεσιν. οὐκοῦν οὔθ’ οὕτω χρὴ βασανίζεσθαι τῶν προσφερομένων φαρμάκων τὰς δυνάμεις, οὔτ’ εἰ κατὰ συμβεβηκὸς ἐργάζοιτό τι καὶ μὴ καθ’ αὑτό. κρίσις δὲ τοῦ κατὰ συμβεβηκὸς ἥ τε διάθεσις καὶ ὁ χρόνος. ἡ μὲν διάθεσις, εἰ ἁπλῆ καὶ μία· τῷ χρόνῳ δ’ ἡ κρίσις διορίζεται κατὰ τάδε. τὸ μὲν ἅμα τῷ προσενεχθῆναι ψύχειν ἢ θερμαίνειν ἐναργῶς φαινόμενον εἴη ἂν δήπου καὶ καθ’ ἑαυτό γε καὶ δι’ ἑαυτὸ τοιοῦτο· τὸ δ’ ἐν τῷ χρόνῳ, τάχ’ ἂν ἔκ τινος συμβεβηκότος εἰς τοῦτ’ ἄγοιτο, καθάπερ ἐπὶ τετάνου, θέρεος μέσου, νέῳ εὐσάρκῳ, ὕδατος ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιεῖται. ἀλλ’ ὅτι γε μὴ καθ’ ἑαυτὸ θερμαίνει τὸ ψυχρὸν ὕδωρ, δῆλον ἐκ τῆς πρώτης προσβολῆς· αἴσθησιν γὰρ ἐργάζεται ψύξεως, καὶ μὲν δὴ καὶ ψύχει τὸ δέρμα, μέχρις ἂν ἐπιχέηται τούτῳ, καὶ τὴν θερμασίαν οὔτ’ ἐπὶ πάντων σωμάτων. οὔτ’ ἐν τῷ καταχεῖσθαι παρέχεται, ἀλλ’ ἐπὶ μόνων εὐσάρκων νέων, ἐν θέρει μέσῳ, μετὰ τὸ παύσασθαι καταχέοντας ὥσπερ οὖν οἷς προσπίπτει τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ παραχρῆμα ψύχει ταῦτα, κᾂν ἔμψυχα, κᾂν ἄψυχα σώματα ὑπάρχῃ, κᾂν θερμὰ, κᾂν ψυχρὰ, κατὰ τὸν αὐτὸν τρόπον, εἴ τις ἦν χρόνος, ἢ φύσις σώματος, ἢ διάθεσις, ἐφ’ ἧς αἴσθησιν ἔφερε τὸ ψυχρὸν ὕδωρ εὐθὺς ἅμα τῷ προσπίπτειν θερμότητος, εὐλόγως ἂν ἐζητεῖτο, πότερον θερμαίνειν ἢ ψύχειν πέφυκε καθ’ ἑαυτό. νυνὶ δ’ ἐπειδὴ τὰ μὲν ἔμψυχά τε καὶ ἄψυχα πάντα παραχρῆμα καὶ διὰ παντὸς ὁρᾶται ψυχόμενα, οἷς δ’ ἐστὶν ἔμφυτος θερμασία καὶ οἷον πηγή τις ἐν τοῖς σπλάγχνοις πυρὸς, εἰ τούτοις προσενεχθείη, ἐπανάκλησίν τινά ποτε ποιεῖται θερμότητος, εὔλογον οἶμαι, κατά τι συμβεβηκὸς, οὐ καθ’ ἑαυτὸ θερμαίνειν αὐτὸ τὰ τοιαῦτα. καὶ δὴ καὶ φαίνεται, κατὰ τί. πυκνώσει γὰρ τῆς ἐκτὸς ἐπιφανείας καὶ κατακλήσει τοῦ θερμοῦ τὴν ἐπάνοδον ποιεῖται τῆς ἐκ τοῦ βάθους θερμασίας, ἅμα μὲν ἀθροισθείσης τῷ μὴ διαπνεῖσθαι, ἅμα δ’ εἰς τὸ βάθος ἀποχωρούσης διὰ τὴν τοῦ περιέχοντος βίαν ψυχροῦ, ἅμα δὲ καὶ τρεφομένης ὑπὸ τῶν ἐνταῦθα χυμῶν. ὅταν γὰρ ἀθροισθεῖσά τε καὶ τραφεῖσα πρὸς τὴν ἐπιφάνειαν ὁρμήσῃ σφοδρότερον, ἐπανάκλησις μὲν γίνεται τῆς θέρμης, ἔνδειξις δὲ τοῦ μὴ καθ’ ἑαυτὸ τὴν θερμασίαν αὐξῆσαι τὸ ψυχρὸν ὕδωρ. καθ’ ἑαυτὸ μὲν γὰρ ἔψυξε τὸ δέρμα· τῇ ψύξει δ’ αὐτοῦ πύκνωσίς τε ἅμα καὶ εἰς τὸ βάθος ὑπονόστησις ἠκολούθησε τοῦ θερμοῦ· τούτων δ’ αὐτῶν τῇ μὲν πυκνώσει κώλυσις τῆς διαπνοῆς, τῇ δ’ εἰς τὸ βάθος ὑποχωρήσει κατεργασία τῶν ταύτῃ χυμῶν. ὧν ἡ μὲν κώλυσις τῆς διαπνοῆς τὴν ἄθροισιν τῆς θερμασίας, ἡ δὲ τῶν χυμῶν κατεργασία τὴν γένεσιν αὐτῇς ἐποιήσατο. τούτων δ’ ἑκατέρῳ πάλιν ἡ αὔξησις ἕπεται τῆς ἐμφύτου θερμασίας. διὰ μέσων οὖν ἑκατέρων τὸ μὲν ψυχρὸν αὔξησίν ποτε τῆς ἐν τῷ ζώῳ θερμασίας ἐργάζεται, καθ’ ἑαυτὸ δ’ οὐδέποτε. καὶ μὴν καὶ τὸ θερμὸν ἔστιν ὅτε κατὰ συμβεβηκὸς ψύχει διὰ μέσου τοῦ κενοῦ, ὡς τὸ κατάντλημα τὴν φλεγμονήν. ἐπειδὴ γὰρ ὑπὸ θερμοῦ ῥεύματος γίνεται φλεγμονὴ, τὸ μὲν ἴδιον αὐτῆς ἴαμα κένωσίς ἐστι τοῦ περιττοῦ, τὸ δὲ τῇ κενώσει πάντως ἑπόμενον ἡ ψύξις τοῦ διὰ τὴν φλεγμονὴν τεθερμασμένου μορίου. διττῆς μὲν οὖν οὔσης ἐν τοῖς φλεγμαίνουσι σώμασι διαθέσεως, ὅσον μὲν ἐπὶ τῇ πλεονεξίᾳ τοῦ περιττοῦ, κατὰ τὸ ποσὸν ἐξισταμένοις τοῦ κατὰ φύσιν, ὅσον δ’ ἐπὶ τῇ θερμασίᾳ, κατὰ τὸ ποιὸν, ἡ τῆς ἑτέρας τῶν διαθέσεων ἴασις ἑπομένην ἔχει καὶ τὴν ἑτέραν. καὶ γίνεται κατὰ συμβεβηκὸς τὰ κενωτικὰ τῆς θερμῆς ὕλης φάρμακα καὶ τῆς φλογώσεως τῶν μορίων  ἐμψυκτικά. ταῦτά τε οὖν διορίζεσθαι, καὶ πειρᾶσθαι κατὰ τὸ ποσὸν τῆς ἁπλῆς διαθέσεως ἐξευρίσκειν τὸ ποσὸν τῆς τοῦ φαρμάκου δυνάμεως· οἷον εἰ ἄκρως ᾖ ἡ διάθεσις θερμὴ, καὶ τὸ φάρμακον ἄκρως εἶναι ψυχρόν· εἰ δ’ ὀλίγον ἀπολίποιτο τῆς ἀκρότητος ἡ διάθεσις, ὀλίγον χρῆναι καὶ τὸ φάρμακον ἀπολείπεσθαι· κᾂν εἰ πλέον ἀπέχοιτο τῆς ἄκρας θερμασίας ἡ διάθεσις, ἀνάλογον ἀπέχειν τῆς ἄκρας ψυχρότητος τὸ φάρμακον. εἰ γὰρ ἀπὸ τοῦ τοιούτου στοχασμοῦ τὴν ἀρχὴν τῆς ἐξετάσεως αὐτῶν ποιοῖο, θᾶττον ἂν ἐξευρίσκοις τὴν οἰκείαν ἑκάστου δύναμιν. ὅλως γὰρ, εἰ καθ’ ἓν ὁτιοῦν πάθος ἁπλοῦν θερμὸν ὅ τι δήποτε τῶν φαρμάκων προσαχθὲν εὐθὺς ἅμα τῇ πρώτῃ προσφορᾷ ψύξεως αἴσθησιν ἤνεγκε, ψυχρόν ἐστιν ἐκεῖνο τῇ δυνάμει, καὶ πολὺ μᾶλλον, εἰ καὶ μετὰ τὴν πρώτην προσφορὰν ἕως παντὸς μένει τοιοῦτο. εἰ δὲ καὶ παντελῶς ἰῷτο τὴν θερμὴν διάθεσιν, ἐξ ἀνάγκης ψυχρόν ἐστι. προσφέρεσθαι δὲ χρὴ πάντως αὐτὸ χλιαρὸν, ἐπειδὰν δοκιμάζηται, καθότι καὶ πρόσθεν εἴρηται. γνωρισθὲν δ’, ὅτι τοιοῦτό ἐστιν, εἶτα θεραπείας ἕνεκα παραλαμβανόμενον, ἄμεινον ψυχρὸν λαμβάνειν, πλὴν εἰ τὸ μὲν φάρμακον ἄκρως εἴη ψυχρὸν, οὐκ ἄκρως δὲ θερμὸν εἴη τὸ νόσημα. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἔν τε τοῖς περὶ φαρμάκων εἰρήσεται κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ἐν δὲ τῷ παρόντι τό γε τοσοῦτον χρὴ γινώσκειν, ὡς, εἴ τι τῇ θερμῇ καὶ ἁπλῇ διαθέσει προσαχθὲν φάρμακον ἐκ τοῦ παραχρῆμα κᾀν τῷ μετὰ ταῦτα χρόνῳ παντὶ τήν τε τῆς ψύξεως αἴσθησιν ἤνεγκε τῷ κάμνοντι καὶ τὴν τῆς εὐφορίας τε καὶ ὠφελείας, ἐξ ἀνάγκης τοῦτο ψυχρόν ἐστι, κᾂν ἐπ’ ἄλλων ποτὲ φαίνηται θερμόν εὑρεθήσεται γὰρ ἐπ’ ἐκείνων ἐξεταζόμενον ἀκριβῶς οὐ καθ’ ἑαυτὸ θερμαῖνον, ἀλλὰ κατά τι συμβεβηκός. ὅταν δὲ καθ’ ἑαυτὸ λέγωμεν, ἢ πρώτως, ἢ διὰ μηδενὸς τῶν ἐν μέσῳ, ταὐτὸν, ἐξ ἁπάντων δηλοῦται δυνάμει τῶν ῥημάτων. καὶ τὴν γυμνασίαν ἁπάντων ἅμα τούτων τοῖς οἰκείοις παραδείγμασιν, ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασι ποιησόμεθα.

Νυνὶ δὲ πάλιν ἀναμνήσας, ὧν ἤδη καὶ πρόσθεν εἶπον, ἐπιθεῖναι πειράσομαι τῷ παρόντι λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπειδὴ γὰρ τὸ θερμὸν σῶμα πολλαχῶς ἐλέγετο, καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον αὐτὸ, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὀνομαζόμενον, ἔτι τε τὸ πρὸς ἕτερον λεγόμενον, ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ πρὸς ὁτιοῦν τὸ τυχὸν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν, ἐνεργείᾳ δ’ οὐδέπω, καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς. ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’ ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ εὔπεπτόν ἐστι, καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμὸν, εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’ ἕκαστον εἶδος ζώου τὸ δυνάμει θερμὸν, εἴθ’ ὡς φάρμακον, εἴθ’ ὡς τροφὴ, πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῶον. ἐν γὰρ τῷ πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο ταχέως γινόμενον τοιοῦτο, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει. πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν, ὅ τι ἂν ταχέως ἐκπυροῦται· δυνάμει δὲ ὡς πρὸς ἄνθρωπον θερμὸν, ὅπερ ἦν ἓν εἶδος τῶν κατ’ ἐπικράτησιν θερμῶν, ὅταν ἀνθρώπῳ προσφερόμενον ἢ τὴν ποιότητα τῆς ἐμφύτου θερμασίας, ἢ τὴν οὐσίαν αὐξάνῃ. τὰ δ’ αὐτὰ κᾀπὶ τῶν ἄλλων εἰρῆσθαι χρὴ νομίζειν, ὅσα δυνάμει λέγεται ψυχρὰ καὶ ξηρὰ, καὶ ὑγρὰ καὶ θερμά. καὶ γὰρ καὶ ταῦτα, τὰ μὲν ὡς πρὸς αὐτὰ τὰ στοιχεῖα, τὰ δὲ ὡς κατ’ ἐπικράτησιν ὠνομασμένα, καὶ νοεῖσθαι χρὴ, καὶ δοκιμάζεσθαι, καὶ διδάσκεσθαι. δῆλον δ’, ὡς καὶ τὴν κρίνουσαν ἁφὴν ἁπάσης ἐπικτήτου θερμασίας τε καὶ ψύξεως ἀπηλλάχθαι χρὴ, καθότι κᾀπὶ τῶν φαρμάκων αὐτῶν εἴρηται πρόσθεν.