De atra bile Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg030.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 5 104-148 1823 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek Latin
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΕΛΑΙΝΗΣ ΧΟΛΗΣ.

Περὶ μελαίνης χολῆς ἔνιοι μὲν ἐπὶ πλέον, ἢ ὡς τοῖς ἔργοις τῆς ἰατρικῆς τέχνης ἐστὶ χρήσιμον, ἐξέτειναν τὸν λόγον, ἔνιοι δὲ καὶ τοῦ δικαίου μέτρου καθεῖλόν τι, καθάπερ ἔνιοι παντάπασιν οὐδὲν εἶπον, οἷς ἄν τις μᾶλλον μέμψαιτο τῶν προσθέντων ἄχρηστόν τι. ῥᾷον γὰρ ἀφελεῖν τὸ περιττὸν τοῦ τὸ μηδόλως εἰρημένον αὐτὸ ἅπαν ἐξευρεῖν. Ἱπποκράτης μὲν οὖν μοι δοκεῖ τὸ χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα πρῶτος εἰπεῖν, ὥσπερ αὖ πάλιν Ἐρασίστρατος ὅλον παραλιπεῖν. οἱ γὰρ περὶ Πλειστόνικόν τε καὶ Πραξαγόραν καὶ Φιλότιμον, ἐπιπλεῖστον ἐργασάμενοι τὸν περὶ τῶν χυμῶν λόγον, ἔνια μέν μοι δοκοῦσι χρησίμως διορίσασθαι τῶν ἀδιορίστως Ἱπποκράτει γεγραμμένων, ἔνια δὲ καὶ ψευδῶς ἀποφήνασθαι. τῶν δὲ νεωτέρων ἄριστα γέγραπται περὶ μελαγχολίας τῷ Ἐφεσίῳ Ῥούφῳ. καί τις εὐλόγως ἂν φαίη, μηδὲν ἐνδεῖν τοῖς κατὰ φύσιν ἀκούουσιν, οὐκ ἐριστικῶς ἀντιλέγειν προαιρουμένοις, ὅπερ ἐπιπλεῖστον οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν ἐζήλωσαν, καὶ μάλιστα οἱ καλοῦντες ἑαυτοὺς Ἐρασιστρατείους καὶ Ἀσκληπιαδείους καὶ μεθοδικούς· ὧν ἔνιοι καὶ σοφίσματα συνέθεσαν, ἐπιδεικνύναι πειρώμενοι, τὸν περὶ τῶν χυμῶν λόγον ἄχρηστον εἶναι πρὸς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. πρῶτον μὲν οὖν ἡμεῖς, ὡς εἰθίσμεθα, τὸ χρήσιμον εἰπόντες, ἔπειτα εἰς τὰ κατ’ ἀκολουθίαν τοῦδε ζητούμενα μεταβάντες, οὐκ ἀποκνήσομεν ὕστερον οὐδὲ τὸ διαλύσασθαι τοὺς ἠρωτημένους λόγους τοῖς ἄχρηστον ἡγουμένοις εἶναι τὴν περὶ τοὺς χυμοὺς τέχνην. ὅπως δὲ μή τις ἀσάφεια περὶ τὸν λόγον γίγνοιτο, καθ’ ἑκάστου χυμοῦ φύσεως ἕν ὄνομα θέμενοι οὕτω πειρασόμεθα διὰ παντὸς ἑρμηνεύειν αὐτόν. οὐκ ἐνδέχεται δὲ πρᾶξαι καλῶς τοῦτο χωρὶς τοῦ διελθεῖν αὐτῶν τὰς ἰδέας. τοῦτ’ οὖν ἤδη πράξωμεν, ἀπὸ τοῦ γνωριμωτάτου πᾶσιν ἀνθρώποις ἀρξάμενοι χυμοῦ.

Φαίνεται δ’ οὗτος, ἐάν τε ἀρτηρία τις ἢ φλὲψ τρωθῇ, παραχρῆμα τῶν περιεχόντων αὐτὸν ἀγγείων ἐκχεόμενος, ἐρυθρότερος μὲν ἐκ τῶν φλεβῶν, ξανθότερος δὲ τοὐπίπαν ἐκ τῶν ἀρτηριῶν. ἀλλὰ πήγνυταί γε ἑκάτερος εὐθέως, οὐ μόνον ἐκπίπτων τοῦ σώματος, ἀλλὰ καὶ κατ’ αὐτὸ περιεχόμενος ἔτι, καθ’ ὅντιν’ οὖν τρόπον. καὶ τήν γε πῆξιν αὐτοῦ τελευτῶσαν εἰς θρόμβον ὁρῶμεν· οὕτω γὰρ ἔθος ὀνομάζειν τοῖς Ἕλλησι τὸ πεπηγὸς αἷμα. φαίνεται δὲ πηγνύμενον οὐ μόνον ἐν τοῖς κατὰ τὴν κοιλίαν τε καὶ τὰ ἔντερα χωρίοις, ἀλλὰ καὶ κατὰ τὴν κύστιν, ἐν ᾗ τὸ οὖρον ἀθροίζεται, καὶ κατὰ πνεύμονά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὥσπερ γε κᾀν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ἔν τε ταῖς μήτραις ἐπὶ γυναικῶν. ἐπικρατεῖ μὲν οὖν ὡς τὸ πολὺ κατὰ τὸν χυμὸν τοῦτον ἡ ἐρυθρὰ χρόα, καὶ τό γε κάλλιστον αἷμα τοιοῦτο ἀκριβῶς ἐστι. φαίνεται δ’ ἐνίοτε καὶ ξανθότερον τοῦδε καὶ μελάντερον, ὥσπερ γε τῇ συστάσει παχύτερον καὶ λεπτότερον. εὑρίσκεται δ’ ἐνίοτε καὶ τὸ τῶν φλεβοτομηθέντων αἷμα λεπτὴν ὑγρότητα περιέχον, ἥτις ἐν τῷ πήγνυσθαι διακρινομένη τὴν ἐπιπολῆς αὐτοῦ καταλαμβάνει χώραν. εὔλογον γὰρ δήπου κᾀκ τοῦ ποτοῦ συναναφέρεσθαί τι τῷ γεννηθέντι κατὰ τὸ ἧπαρ αἵματι, τὴν ἔκκρισιν λαμβάνον ὕστερον, οὐ μόνον διὰ τῶν οὔρων, ἀλλὰ καὶ διὰ τῶν ἱδρώτων, καὶ κατὰ τὴν καλουμένην ἄδηλον αἰσθήσει διαπνοήν. φαίνεται δ’ ἐνίοτε καὶ φλεγματώδης χυμὸς ἐποχούμενος τῷ αἵματι, καθάπερ γε καὶ σύμπαν ἱκανῶς παχύτερον καὶ μελάντερον, ὡς ἐοικέναι πολλάκις ὑγρᾷ πίττῃ. καλεῖται μὲν οὖν τὸ ἐκ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν ἐκχεόμενον, ὁποῖον ἂν ᾖ, μιᾷ προσηγορίᾳ τῇ τοῦ αἵματος, οὐδεμιᾶς τῶν εἰρημένων αὐτοῦ διαφορῶν ἴδιον ἐχούσης ὄνομα. καὶ πήγνυται πᾶν αὐτίκα, κᾂν εἰς σαρκῶδες μόριον ἄχρι βάθους διαιρεθὲν ἐκχυθῇ. παραπλήσιος δέ τις αἵματι παχεῖ καὶ μέλανι χυμὸς ἕτερος ὁρᾶται πολλάκις ἐκκρινόμενος, ἐμούντων τε καὶ διαχωρούντων, οὐ μὴν πηγνύμενός γε, κᾂν ἐπὶ πλεῖον ὁμιλεῖ τῷ πέριξ ἀέρι. καὶ τούτου γ’ αὐτοῦ ποτὲ μὲν αἴσθησις γίνεται τοῖς ἐμοῦσιν ὀξέος τε ἅμα καὶ στρυφνοῦ, ποτὲ δὲ οὐδεμίαν ἔχοντος ἐμφανῆ ποιότητα, μήτ’ οὖν γλυκύτητα, καθάπερ τὸ αἷμα, μήθ’ ἁλυκότητα, καθάπερ ἐνίοτε τὸ αἷμα καὶ τὸ φλέγμα, μήτε πικρότητα, καθάπερ ἡ ξανθὴ χολή. πρόδηλον οὖν ἐστι, νοσῶδες μὲν εἶναι τὸ ἁλυκὸν αἷμα καὶ τὸ φλέγμα. τοὐπίπαν δὲ τὸ μὲν αἷμα γλυκὺ φαίνεται, τὸ δὲ φλέγμα ἄποιον, καθάπερ ὕδωρ. ἀλλ’ ἐκτρεπόμενόν γε τῆς κατὰ φύσιν ποιότητος οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ ὀξὺ γίνεται, μεταλαμβάνει δέ ποτε καὶ γλυκείας ποιότητος. ἀλλὰ καὶ τοῦτον τὸν χυμὸν, ὁποῖος ἂν ᾖ, φλέγμα καλοῦσιν, εἰ μόνον εἴη λευκός. ἔχει δὲ τὸ κοινὸν ἁπάντων χυμῶν  γνώρισμα, τὸ μὴ πήγνυσθαι. πρόδηλον δ’ ὅτι διαφέρει μηδὲν ἁλμυρὸν ἢ ἁλυκὸν ὀνομάζειν ὅντινα χυμὸν, ἄμφω γὰρ τὰ ὀνόματα ταὐτὸ σημαίνει πρᾶγμα. ἔστι δὲ καὶ ἕτερός τις χυμὸς, ἀεὶ μὲν πικρὸς τοῖς ἐμοῦσιν αὐτὸν φαινόμενος, οὐκ ἀεὶ δὲ ξανθὸς, ἀλλ’ ὠχρὸς ἔστιν ὅτε· καὶ παχύτερος διαπαντὸς ὁ ξανθὸς τοῦ ὠχροῦ φαίνεται. ὥστ’ ἐκ τούτων τεκμαίρονται προσηκόντως οἱ περὶ χυμῶν ἄριστα γνόντες, ὑγρότητος ἐπιμιξίᾳ λεπτῆς καὶ ὑδατώδους τῇ συστάσει τὴν ξανθὴν χολὴν ὠχρὰν φαίνεσθαι. καλοῦσι δ’ ἔνιοι μὲν ὑδατώδη τὴν ὑγρότητα ταύτην, ἔνιοι δ’ ὀῤῥώδη, τούτου τοῦ γένους οὖσαν, ἐξ οὗ τό τε οὖρόν ἐστι καὶ ὁ ἱδρώς. ὥσπερ δὲ μιγνυμένης τῆς λεπτῆς ὑγρότητος ἡ ξανθὴ χολὴ κατά τε τὴν χρόαν ὠχροτέρα καὶ τὴν σύστασιν ὑγροτέρα γίνεται, οὕτως, ὅταν ἐπὶ πλέον αὐτὴ διαφορηθῇ, τῇ τῶν ὠμῶν ὠῶν λεκίθῳ παραπλησία φαίνεται, καὶ διὰ τοῦτο καλεῖται λεκιθώδης. αὕτη μὲν οὖν ἡ χολὴ, κᾂν ὠχρὰ, κἂν ξανθὴ, κᾂν λεκιθώδης φαίνηται, τὴν γένεσιν ἐν τοῖς ἀγγείοις ἴσχει. κατὰ δὲ τὴν γαστέρα πρασοειδής τις ἑτέρα γεννᾶται. καλοῦσι γὰρ οὕτως αὐτὴν ἀπὸ τῆς χρόας τῶν πράσων παρονομάσαντες, ὥσπερ γε καὶ τὴν ἰώδη παρὰ τὸ τῷ ἰῷ ὁμοιοῦσθαι. ὠνόμασται δὲ καὶ ἰσατώδης τις χολὴ παρὰ τὴν τῆς ἰσάτιδος χρόαν τῆς γλαυκῆς. αὗται πᾶσαι κοινὸν ἔχουσι τὸ διαμένειν. οὕτως οὖν καὶ τὴν ἐρυθρὰν ἔνιοι χολὴν ὠνόμασαν, ἐγγὺς οὖσαν αἵματι λεπτῷ κατὰ τὴν σύστασιν, ἀλλ’ ὅτι μὴ πήγνυται, διὰ τοῦτο χολὴν αὐτὴν προσαγορεύουσι. ταῦτα μὲν οὖν ἴσως ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην εἴρηται πραγματείαν τῇ τε κοινωνίᾳ τοῦ λόγου καὶ τῷ χρησίμῳ τῆς γνώσεως, ἔτι τε τῷ συντόμῳ τῆς διδασκαλίας προτρεψαμένης με διελθεῖν ὑπὲρ αὐτῶν. ἐπὶ δὲ τὸν περὶ τῆς μελαίνης χολῆς λόγον ἐπανέλθωμεν.

Ὅτι μὲν οὖν οὐ πήγνυται, διώρισται μὲν ἀπὸ τοῦ μέλανος αἵματος, οὐ μὴν ἤδη γε καὶ ἀπὸ τῶν μελάνων ἰδίως ὀνομαζομένων. ἐμεῖταί τε γὰρ καὶ διαχωρεῖται πολλάκις τοιαῦτα, πάμπολυ διαφέροντα τῆς μελαίνης, οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ ταῖς αἰσθηταῖς ποιότησιν. οὔτε γὰρ στρυφνότητος, οὔτε ὀξύτητος μετέχει σαφῶς ταῦτα, τῆς μελαίνης χολῆς κατά τε τὴν γεῦσιν ἐμφαινούσης τοῖς ἐμοῦσιν αὐτὴν καὶ κατὰ τὴν ὄσφρησιν, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις. οὐ μὴν οὐδὲ ζυμοῖ τὴν γῆν, ὡς ἐκείνη. ἀλλ’ εἰ καὶ κατὰ τοῦτ’ ἔοικεν ὄξει δριμυτάτῳ, τῷ παχυμερεῖ τῆς οὐσίας ἐναντιώτατα διάκειται, καὶ διὰ τοῦθ’, οἷς ὁμιλήσειεν ἂν τοῦ σώματος μέρεσιν ἄκρατος, ἑλκοῖ πάντως αὐτὰ διαβιβρώσκουσα. τὸ μὲν γὰρ ὄξος, ἅτε λεπτομερὲς ὂν, διεξέρχεται, τὸ δὲ τῆς μελαίνης χολῆς πάχος, ἕδραν μόνιμον αὐτῇ παρέχον, αἴτιον τῆς ἀναβρώσεως γίνεται. ὥσπερ δὲ τοῖς εἰρημένοις γνωρίσμασι σαφῶς διορίζεται τῶν μελάνων, εἴτε χυμῶν ἐθέλεις λέγειν, εἴτε διαχωρημάτων, εἴτ’ ἐδεσμάτων, ἡ μέλαινα χολὴ, οὕτω κᾀν τῷ μήτε μυῖαν μήτ’ ἄλλο τι ζῶον ἐθέλειν αὐτῆς γεύσασθαι, καθάπερ οὐδὲ τῆς κατακοροῦς ἅλμης. οὐδὲ γὰρ ἐν ἐκείνῃ διαζῇ ζῶον, ὡς ἡ καλουμένη νεκρὰ θάλασσα τεκμήριον. καὶ διὰ τοῦτ’ ἔοικεν ἡ γένεσις αὐτῆς ὀλέθριος ὑπάρχειν, ὑπεροπτηθέντος τοῦ μέλανος χυμοῦ συμβαίνουσα. πολὺ δὲ δήπου τῆσδε τὴν ἐκ τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης γινομένην μέλαιναν ὀλεθριώτερον εἶναι νομιστέον, ὅσῳ περ καὶ ὁ χυμὸς τοῦ χυμοῦ δραστικώτερος, ἡ ξανθὴ χολὴ τῆς οἷον ὑποστάθμης τοῦ αἵματος, ἣν ἀμόργῃ καὶ τρυγὶ παραπλησίαν ἔφασαν ἔχειν τὴν γένεσιν οἱ περὶ τὰ τῆς τέχνης ἔργα σπουδάσαντες. ἀλλ’ ὥσπερ ἐπ’ ἄλλων πολλῶν πραγμάτων, ὁμωνύμων μὲν ἀλλήλοις, ἐναντίας δὲ φύσεως ὄντων, ἡ τῆς προσηγορίας κοινότης ἔσφηλέ τινας, οὕτω κᾀπὶ τῶν εἰρημένων δυοῖν χυμῶν ἔνιοι σφαλέντες ᾠήθησαν ἐπ’ ἀγαθῷ πολλάκις ἐμεῖσθαί τι καὶ διαχωρεῖσθαι μελαίνης χολῆς. ἐγὼ δ’ ἐκ μειρακίου παρὰ Πέλοπι τῷ διδασκάλῳ μαθὼν ἑκατέρου τῶν χυμῶν τὰ γνωρίσματα, κᾄπειτα παραφυλάξας αὐτὰ δι’ ὅλου τοῦ ἐμοῦ βίου μέχρι δεῦρο, τὸν μὲν τῆς ἀκριβοῦς μελαίνης χολῆς χυμὸν ὀλεθρίως ἐκκρινόμενον ἐθεασάμην ἀεὶ, τὴν δὲ τῶν μελάνων κένωσιν οὐκ ὀλιγάκις ἐπ’ ἀγαθῷ γενομένην. ἀρκεῖ μὲν οὖν καὶ τοῦτο γινώσκεσθαι μόνον εἰς τὰ τῆς τέχνης ἔργα, καὶ μάλιστα ἐάν γε μετὰ διορισμοῦ τῶν καιρῶν, ἐν οἷς ἐκκρίνεται, μάθῃ τις τὸν λόγον, ὃν ἐν τοῖς ἑξῆς ἐγὼ διηγήσομαι. τῷ δὲ μήπω διὰ μακρᾶς πείρας ἐγνωκότι τὸ γινόμενον ἐφ’ ἑκατέρᾳ τῇ κενώσει, θαυμάζειν ἴσως ἢ ἀπιστεῖν εἰκός ἐστιν, εἰ τοῦ μοχθηροτάτου χυμοῦ κενουμένου βλάπτεται τὸ σῶμα· τοὐναντίον γὰρ εὔλογον εἶναι δόξει, τῶν βλαπτόντον ἐκκενουμένων, ὑγιεινότατον αὐτὸ γίνεσθαι. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ἡ τῶν μελάνων κένωσις. ἀλλ’ ὁ διὰ μακρᾶς πείρας πεισθεὶς, ὅτι, ὡς ἄρτι μοι λέλεκται, γίνεται, ῥᾳδίως εὑρήσει τὴν αἰτίαν τοῦ συμβαίνοντος, καὶ μάλισθ’ ὅταν ἐθελήσῃ τὰ γεννῶντα τὴν μέλαιναν χολὴν εὑρεῖν, ὧν ἤδη μὲν ἡ ἀρχὴ τῆς εὑρέσεως εἴρηται, βέλτιον δὲ καὶ τὸ σύμπαν τοῦ λόγου προσθεῖναι. τοῦ γὰρ ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων εἰς ἧπαρ ἀναδιδομένου χυλοῦ  τὸ μέν τι λεπτομερέστερόν ἐστι τῇ συστάσει, τὸ δὲ παχυμερέστερον, ὥσπερ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ οὐσίαι διαφέρουσι. γινωσκόντων δ’ ἡμῶν, ἅπαντα τὴν διοικοῦσαν τὸ σῶμα φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζώου πράττειν, ὁρώντων τε καὶ τοὺς ἐκκριτικοὺς πόρους τῶν ἀχρηστοτέρων μορίων τῆς τροφῆς τε καὶ τοῦ ποτοῦ, θαυμαστὸν οὐδὲν εἶναι δοκεῖ, καὶ τῆς ὑποστάθμης τοῦ αἵματος ἐπιτεχνήσασθαί τινα κένωσιν αὐτὴν, ἥτις ὁποία μέν ἐστι καὶ διὰ τίνων γίνεται μορίων, αὖθις ἐπισκεψόμεθα.

Νυνὶ δὲ πρότερον, ἃ διὰ τῆς πείρας ἔγνωμεν, ἀρχὴν ποιησάμενοι τῆς διὰ τοῦ λόγου γενησομένης σκέψεως, ὅσα πεπείσμεθα χρόνῳ πολλῷ βασανίσαντες, ευρηκέναι ταῦτα ἐροῦμεν. ὁρᾶται δὴ τὸ κατὰ τὰς φλεβοτομίας αἷμα παχύτερον καὶ μελάντερον ἐν ταῖς τῶν ξηρῶν καὶ θερμῶν σωμάτων φύσεσι, ὥσπερ γε καὶ κατὰ τὰς τοιαύτας ὥρας, καὶ χώρας, καὶ καταστάσεις, ἐπιτηδεύματά τε καὶ δίαιταν ἐν ἐδέσμασι παχυχύμοις τε καὶ αὐχμώδεσιν, ὁποῖόν ἐστι φακὴ, καὶ κοχλίαι, καὶ κρέα ταύρεια καὶ τράγεια, καὶ μᾶλλον εἰ ταριχευθείη. τῆς τοιαύτης ὕλης ἐστὶ καὶ μέλας οἶνος παχύς τε καὶ αὐστηρός. οὕτω δὲ καὶ τῶν νοσημάτων ὅσα κατὰ θερμὴν καὶ ξηρὰν δυσκρασίαν γίνεται, καθάπερ οἱ καῦσοι, παχὺ καὶ μέλαν ἀποφαίνουσι τὸ αἷμα. τοιοῦτον δ’ αὐτοῖς καὶ ὁ μακρὸς οὗτος λοιμὸς, ὁ ἐπὶ τοῦ μακροῦ θέρους γενόμενος, εἰργάζετο, καὶ τῶν γε διασωθέντων οὐκ ὀλίγοις ἔκκρισις διὰ τῆς κάτω γαστρὸς ἐγίγνετο τῶν καλουμένων μελάνων ἐπὶ τῆς ἐννάτης ἡμέρας τοὐπίπαν, ἢ ἑβδόμης, ἢ ἑνδεκάτης. ὧν καὶ αὐτῶν ἐφαίνοντο διαφοραὶ πλείους, ἐνίων μὲν ἐγγυτάτω τῆς μελαίνης ἡκόντων, ἐνίων δ’ οὔτε δῆξιν ἐν ταῖς διαχωρήσεσιν ἐχόντων, οὔτε ὀσμὴν δυσώδη, πολλῶν δ’ ἐν τῷ μεταξὺ τούτων καθεστηκότων. ὅσοις δὲ τῶν νοσούντων ἡ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις οὐκ ἐγένετο τοιαύτη, τὸ σῶμα πᾶν περιεξήνθησε μέλασιν ἐξανθήμασιν ὁμοίοις. ἐνίοτε δὲ καὶ οἷον λεπὶς ἀπέπιπτε, ξηραινομένων τε καὶ διαφορουμένων αὐτῶν, κατὰ βραχὺ δὲ ἐπὶ πλείοσιν ἡμέραις μετὰ τὴν κρίσιν. ὅσοι δὲ διεχώρησαν ἀκριβῆ τὴν μέλαιναν, ἀπέθανον ἅπαντες· ἐνδείκνυται γὰρ ἡ τοιαύτη κατωπτῆσθαι τὸ αἷμα. φαίνεται δὲ καὶ ἄλλα χωρὶς τοῦ πυρέξαι πολλοῖς ἐξανθήματα γινόμενα κατὰ τὸ δέρμα, παχυνόμενόν τε καὶ ξηραινόμενον τὸ πλεονάζον τοῦ μελαγχολικοῦ χυμοῦ τῆς φύσεως ὠθούσης αὐτοῦ ἐκτός· ἐξ οὗ γένους ἐστὶ καὶ ὁ καλούμενος ἐλέφας. ὅταν δ’ ἅμα πυρετῷ γένηταί τι τοιοῦτο, τὸν ὀνομαζόμενον ἄνθρακα γεννᾷ τὸ κατασκῆψαν εἰς τὸ δέρμα τοῦ μελαγχολικοῦ χυμοῦ. χωρὶς δὲ πυρετοῦ κατασκῆπτον, ὅταν μὲν αἵματι μεμιγμένον ᾖ, τὸν ἐλέφαντα γεννᾷν πέφυκεν, ὅταν δὲ μόνον, ἐν ἀρχῇ μὲν ὄγκον ἐργάζεται μέλανα, τῷ χρόνῳ δ’ εἰς τὸν καλούμενον καρκῖνον τελευτᾷ, ἐπειδὰν μὲν δριμύτερον καὶ κακοηθέστερον ᾖ, διαβιβρωσκομένου τοῦ δέρματος, ὅταν δ’ ἐπιεικέστερον, ἕλκους χωρὶς ἐργάζεται τὸν ὀνομαζόμενον κρυπτὸν καρκῖνον. ἐναργῶς γὰρ ἅπαντα τὰ τοιαῦτα πάθη καὶ μάλισθ’ ὁ καρκῖνος ὑπὸ μελαγχολικοῦ γίνεται χυμοῦ, σαφῶς φαινομένων τῶν εἰς τὸ πεπονθὸς μόριον ἡκουσῶν φλεβῶν παχὺν καὶ μέλανα περιεχουσῶν χυμόν. ἐκκαθαίρειν μὲν γὰρ τὸ αἷμα διὰ παντὸς ἡ φύσις πειρᾶται, διακρίνουσά τε τὸν μοχθηρὸν ἐξ αὐτοῦ κᾀκ τῶν κυρίων μορίων ὠθοῦσα, ποτὲ μὲν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα, ποτὲ δὲ εἰς τὴν ἐκτὸς ἐπιφάνειαν. ἀλλ’ ὅσα μὲν τῶν τοιούτων λεπτομερεστέρας οὐσίας ἐστὶ, διεξέρχεται τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον τῇ αἰσθήσει διαπνοὴν, ἔνια δ’ αἰσθητικῶς, καθάπερ οἱ ἱδρῶτες, ὅσα δὲ παχύτερα, διεξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ δέρματος, ἐγκαταλαμβανόμενα δὲ, τὰ μὲν θερμὰ τοὺς ἄνθρακας ἐργάζεται, τὰ δὲ μὴ τοιαῦτα τοὺς καρκίνους. ὅταν δ’ ἐπιεικὴς κατὰ τὰς ποιότητας ὁ μέλας εἴη χυμὸς αἵματί τε συμμιγεὶς, τοὺς ὑπερύθρους ἐλέφαντας ἐργάζεται· χρονίζοντες δὲ καὶ οὗτοι γίνονται μελάντεροι. πολλάκις δ’ ἡ φύσις ἀναστομώσασα φλέβα τῶν κατὰ τὴν ἕδραν ἀγγείων ἐξέκρινε τὸν τοιοῦτον χυμὸν αἵματι μεμιγμένον, ἀφ’ οὗ δὴ καὶ τοὔνομα τῷ συμπτώματι τίθενται τὴν αἱμοῤῥοΐδα. καὶ χρὴ καταμανθάνειν ἀπ’ αὐτῆς, ὁποῖόν ἐστι τὸ ἐκκρινόμενον αἷμα, πότερον οἷον ἔχουσιν οἵ τε γυμναστικοὶ καὶ οἱ ἀθληταὶ, καὶ τῶν ἰδιωτῶν οἱ τελέως ὑγιεινοὶ καὶ εὔχυμοι, ἢ μελάντερόν τε καὶ παχύτερον τοῦδε. καὶ μέντοι καὶ ἡ φύσις ἀποτίθεται τὸ τοιοῦτο αἷμα πολλάκις εἰς τὰς κατὰ τὰ σκέλη φλέβας, ὑφ’ οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρσώδεις ἀποτελοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ τὸ δέρμα τὸ κατὰ τὰς τοιαύτας φλέβας. ἐφ’ ὧν δ’ αἵματος πλῆθος μόνον εἰσρέοι ἄνευ τοῦ μελαγχολικὸν ὑπάρχειν, ἀσθενεστέρας οὔσας φύσει τὰς τῇδε φλέβας ἀνευρύνει κατασκῆπτον, οὐδενὸς τοιούτου συμβαίνοντος, ὡς ἐφ’ ὧν γε ἂν τὸ μελαγχολικὸν αἷμα τοὺς κιρσοὺς ἐργάσηται. κίνδυνος γὰρ ἐπὶ τούτων ἐστὶν, ἐὰν ἐκτέμνῃ τις τὰς πεπονθυίας φλέβας, ἁλῶναι μελαγχολίᾳ. καὶ τοῦτο πολλάκις ἑωρᾶτο γινόμενον, οὐ μόνον κατὰ τοὺς κιρσοὺς, ἀλλὰ καὶ κατὰ τὰς  ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομένας αἱμοῤῥοΐδας. ἕλκος δέ τις ἔχων ἐν κνήμῃ χρόνου πολλοῦ τὴν ὑπερκειμένην φλέβα κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς, αὐτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκος, ὃ δὲ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρουμένης τῆς φλεβὸς, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετ’ ἐνιαυτὸν εἷς τῶν ἐν Περγάμῳ διδασκάλων ἡμῶν Στρατόνικος τοὔνομα, μαθητὴς Σαβίνου τοῦ Ἱπποκρατείου, φλέβα τεμὼν ἐν ἀγκῶνι ἀνθρώπου, καὶ θεασάμενος αἷμα παχὺ καὶ μέλαν ἐκκρινόμενον, ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, εἶτα κατὰ τὴν τρίτην τε καὶ τετάρτην ὁμοίως ὀλίγον, καθήρας τε μετὰ ταύτας τὰς τρεῖς φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι, καὶ τὴν δίαιταν αὐτῷ εὔχυμον παρασκευάσας, ἐπὶ τὴν θεραπείαν τοῦ ἕλκους ἐτράπετο.

Ὅτι μὲν οὖν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἱ χυμοὶ περιέχονται πάντες, ἐνδείκνυται ἡ μὲν ποικιλία τῆς χρόας τε καὶ συστάσεως αὐτοῦ, δηλοῖ δὲ καὶ τὰ νῦν εἰρημένα, καὶ πρὸς τούτοις ὅσα κατὰ τὸ περὶ φύσιος ἀνθρώπου γέγραπται τῷ Ἱπποκράτει, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῷ περὶ τῶν κατ’ αὐτὸν στοιχείων διῆλθον, ἀναγκαῖον δ’ ἐστὶ καὶ νῦν εἰπεῖν, ἀρξάμενον ἀπὸ τῆς ῥήσεως αὐτοῦ τῆσδε. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ τὸ φλέγμα καὶ χολὴν διττὴν, ξανθήν τε καὶ μέλαιναν. καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν, οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστ’ ἂν μεμιγμένα ᾖ. ἀλγέει δ’, ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ἤδη χωρισθῇ ἐν τῷ σώματι, καὶ μεμιγμένον ᾖ τοῖσιν πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωϋτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερπιμπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχει. καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις· ἤν τ’ αὖ πάλιν εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτὸ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. οὐκοῦν, ὅτι μὲν ὑγιαίνει τὸ ζῶον, ὅταν ἔχῃ ταῦτα συμμέτρως τῆς πρὸς ἄλληλα κράσεως, νοσεῖ δὲ, ὅταν ἤτοι καθ’ ὅλον τὸ σῶμα, τοῦτ’ ἔστιν ἐν ἅπασι τοῖς ἀγγείοις, πλεονεξία τις ἐξ αὐτῶν ᾖ, ἢ καθ’ ἕν τι γένηται μόριον, ὁ τοῖς ἔργοις τῆς τέχνης ὡμιληκὼς ἀληθεύειν φήσει τὸν Ἱπποκράτην. τὰ μὲν γὰρ ἐν ἑνὶ μέρει νοσήματα διὰ τὸν μελαγχολικὸν χυμὸν γινόμενα ὀλίγον ἔμπροσθεν διελθὼν ἐδήλωσα, ὅτι καὶ διὰ καιρῶν ἄρσιν ἢ αἱμοῤῥοΐδος ἐμελαγχόλησαν ἕτεροι. καὶ κατὰ τὰ μὴ φαινόμενα δὲ μόρια κατὰ τὸ βάθος τοῦ σώματος εὔλογον ὅμοια πάθη γίνεσθαι τοῖς κατὰ τὸ δέρμα συνισταμένοις. οὐ γὰρ δήπου χολῆς μὲν ξανθῆς εἰς ἕν τι μόριον κατασκηψάσης ἐρυσίπελας γενήσεται, μελαίνης δὲ, ἄνθραξ τε καὶ καρκῖνος, οὐ δήπου δὲ τὰ κατὰ βάθος τοῦ σώματος ἀδάμαντος ἔχει κατασκευὴν, ἀλλὰ κἀκεῖνά γε τοῖς αὐτοῖς ὑπόκειται πάθεσιν. ἐφ’ ὧν γοῦν οἷόν τέ ἐστι βεβαίως διαγνῶναι τὴν ἐργασαμένην αἰτίαν, ἐναργῶς ἐπὶ τούτων φαίνεται καὶ ξανθὴ καὶ μέλαινα χολὴ διαβιβρώσκουσαι τῶν ἐντέρων ἄλλοτ’ ἄλλο, καθ’ ὅ τί περ ἂν μάλιστα στηριχθῶσι, καί ποτε τελέως ἀνίατον ἐργαζόμεναι τὴν δυσεντερίαν. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν Ἀφορισμοῖς ἔγραψε· Δυσεντερίη, ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. ἐγὼ δὲ πρόσθεν εἶπον, ἀνίατα πάντ’ εἶναι τὰ διὰ μέλαιναν χολὴν ἑλκωθέντα, πλὴν εἴ τις ἴασιν ἐθέλει καλεῖν, ὅταν ἐκκόψῃ τὸ πεπονθὸς μόριον ὅλον ἐν κύκλῳ περιταμὼν ἄχρι. τῶν ἀπαθῶν. ὥσπερ οὖν ἔντερον ἀβοηθήτως μὲν ὑπὸ μελαίνης χολῆς ἑλκοῦται, δυσβοηθήτως δὲ ὑπὸ τῆς ξανθῆς χολῆς, δῆλον ὅτι καὶ τῶν ἄλλων μορίων ἕκαστον, ὅσα κατακέκρυπται μὲν ἐν τῷ βάθει, κυριώτερα δὲ μακρῷ τῶν ἐντέρων ἐστὶ, πρὸς τῷ καὶ τὴν θεραπείαν ἐπὶ μὲν τῶν ἐντέρων εὐκολωτέραν εἶναι, τῶν ἐνιεμένων διὰ τῆς ἕδρας φαρμάκων αὐτοῖς τοῖς πεπονθόσι προσπιπτόντων εὐθέως, ἐπὶ δὲ τῶν ἄλλων μορίων οὐδὲ τούτου γενέσθαι ῥᾳδίως δυναμένου. οὔκουν τὸ τυχὸν οὐδὲ μικρὸν τῆς τέχνης μέρος ἀθεώρητον εἴασαν οἱ μηδὲν ἐπισκεψάμενοι περὶ μελαίνης χολῆς, ἔτι δὲ μᾶλλον οἱ μηδὲ περὶ τῆς ξανθῆς. ὅσοι δὲ μὴ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδ’ ἀριθμῆσαι δυνατὸν, ὁπόσα παρέλιπον τῆς τέχνης ἀναγκαιότατα θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦθ’ ἅπαντ’ ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς· Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγινομένων παθῶν μάρτυρες· οἱ ἴκτεροι γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι. ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς.  οἱ ἀντιλέγοντες δ’ αὐτῷ φασὶν, ὡς, εἴπερ αὐτὸς ὁμολογεῖ, βλάβην ἐργάζεσθαι τὴν ξανθὴν χολὴν πλεονάσασαν, ἄμεινον μὲν ἦν αὐτὴν μηδ’ ὅλως γεννᾶσθαι, τοῦτο δ’ εἴπερ ἀδύνατον, ἀλλ’ ὡς ὀλιγίστην. καὶ μὴν οὔτε γεννᾶσθαι δυνατόν ἐστι κωλύειν ὁντιναοῦν, οὔτε, εἴπερ τοῦτό γε δυνατὸν, ἀλλὰ προνοεῖσθαί γε τοῦ βραχυτάτην αὐτὴν γεννᾶσθαι χωρὶς τοῦ τὴν αἰτίαν τῆς γενέσεως ἐπίστασθαι τοῦ πράγματος δυνατόν. ἡ μὲν οὖν οὐσία τοῦ χυμοῦ τούτου κατὰ γε τὰ σιτία καὶ τὰ ποτὰ περιέχεται. πάντως δὲ δήπου διαφορᾶς οὔσης ἐν αὐτοῖς, τὰ μὲν πλέον αὐτῆς, τὰ δ’ ἔλαττον ἔχει, τὰ δὲ ἴσως οὐδέν. εἰ δ’ ἐν τῷ σώματι γεννᾶται, κατὰ τίνα τε μάλιστα μόρια γίνεται τοῦτο, καὶ τίνος αἰτίας ἐργαζομένης αὐτὴν, ἀναγκαῖον ἐπίστασθαι τοὺς ἰατρούς. ἔζευκται δ’ ὁ λόγος οὗτος τῷ κοινῷ λόγῳ περὶ γενέσεως χυμῶν, ὑπὲρ ὧν οὐδ’ ὅλως Ἐρασίστρατος ἔγραψεν. ὥσθ’, ὅσον ἐστὶν ἐπ’ αὐτῷ, μήτε τῶν ἐδεσμάτων ἡμᾶς ἐπίστασθαι τίνα μὲν εὔχυμά ἐστι, τίνα δὲ κακόχυμα, μήτε τῶν ἐπιτηδευμάτων, ἔτι δὲ μᾶλλον μηδ’ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων. καίτοι γ’ ἐνίους ὁρῶμεν, ὅπως ἂν διαιτῶνται, πολὺν ἀθροίζοντας ἤτοι τὸν πικρόχολον, ἢ τὸν μελαγχολικὸν, ἢ τὸν τοῦ φλέγματος χυμόν. ὅτι γὰρ καὶ αὐτὸς αἴτιος γίνεται νοσημάτων οὐ σμικρῶν, ἐν ἑτέρῳ δέδεικται λόγῳ. ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς, ὑπὸ τοῦ χυμοῦ τοιούτου γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς. ἀλλὰ τούς γε γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους γενέσθαι, γράψας οὕτως· Τὸ μὲν οὖν πάθος συμβαίνει, παρεμπτώσεως ὑγρῶν γινομένης εἰς τὰ τοῦ πνεύμονος ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, δι’ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις συντελοῦνται. καὶ μετ’ ὀλίγα, Ἡ δὲ παρέμπτωσις, φησὶ, γίνεται τῆς τροφῆς, ἀφ’ ἧς τὰ νεῦρα τρέφεται· αὕτη δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτος. ὅτι δὲ καὶ ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτ’ εἶπεν.

Ἀλλ’ οὐ πρόκειταί μοι νῦν τὴν τῶν ἄλλων χυμῶν δύναμιν ἐξηγήσασθαι, περὶ μελαίνης χολῆς προθεμένῳ γράφειν, ἣν Ἱπποκράτης φησὶν ἀναγκαίαν μὲν ἔχειν τὴν γένεσιν, ὅπως δὲ μὴ γένηται πλείων, ἐδίδαξεν, ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων ἀρξάμενος. ἔν τε γὰρ τοῖς ζώοις, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσίν ἐστιν, ἐν τούτοις φαίνεται γεννᾶσθαι πλέον, ἔν τε ταῖς θερμοτέραις ἅμα καὶ ξηροτέραις ὥραις τε καὶ χώραις καὶ καταστάσεσιν, ἐπιτηδεύμασί τε τοῖς μετὰ κόπων, καὶ φροντίδων, καὶ ἀγρυπνιῶν, ἐδεσμάτων τε τῶν παχυμερῶν καὶ ξηροτάτων. ἀλλὰ καὶ τὸ χρῶμα τοῦ σώματος παντὸς μελάντερόν ἐστι τοῖς τὴν τοιαύτην πεφυκόσιν ἀθροίζειν χολὴν, ἔν τε τοῖς καυσώδεσι νοσήμασιν, ὅσα χωρὶς ὑγρότητος ἔχει τὴν γένεσιν, ἐφ’ ὧν καὶ εἰ αἱμοῤῥαγήσει ποτὲ, ἢ στάξει, μέλαν ῥεῖ. τὰ μὲν οὖν τοιαῦτα φαινόμενα τὰς αἰτίας, ὑφ’ ὧν ὁ μελαγχολικὸς γεννᾶται χυμὸς, ἐνδείκνυται. περὶ δὲ τῆς καθάρσεως αὐτῶν ταυτὶ τὰ φαινόμενα τὴν ὁδὸν τῆς εὑρέσεως ὑπαγορεύει. κακοπραγῶν ἐν χρόνῳ πλείονι σπλὴν, εἴτε διὰ φλεγμονὴν, εἴτε διὰ σκίῤῥον, εἴτε δι’ ἀτονίαν, ἀχροίας ἐργάζεται κατὰ πᾶν τὸ σῶμα, πρὸς τὸ μελάντερον ἐκτρεπόμενον. ἀλλὰ καὶ αὐτὸς ἀεὶ μελάντερός ἐστι τοῦ ἥπατος, καὶ μάλιστα τῶν τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ζώων, ὁποῖα τὰ καρχαρόδοντα πάντα ἐστὶν, ὥσπερ γε πάλιν, ὁπόσα κράσεως ψυχροτέρας καὶ ὑγροτέρας ἢ κατ’ ἐκεῖνα τετύχηκεν ὄντα, καθάπερ οἱ ὕες, οὐ πάνυ μέλας ὁ σπλὴν αὐτοῖς ἐστι. τοῖς δὲ βουσὶ, καὶ κατὰ φύσιν μὲν ἔχουσι, μελάντερος ὁ σπλήν ἐστιν, γηράσασι δὲ πολλαπλασίῳ δή τινι μελάντερος γίνεται. ἀλλὰ καὶ ἡ γεῦσις τοῦ σπλάχνου τούτου, καίτοι γε ἑψομένου, φαίνεται στρυφνὸν ἔχουσά τι καὶ οὐδαμῶς ὅμοιον ἥπατι. διὰ τούτων μὲν οὖν ὑπαχθέντες οἱ ἄριστοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀπεφήναντο, καθαίρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ σπληνὸς, ἕλκοντος εἰς ἑαυτὸν ὅσον ἰλυῶδες ἐν αἵματι. τοιοῦτο δὲ τοῦτό ἐστιν, ὡς ἔφην, ὁποῖον ἐν οἴνῳ μὲν ἡ τρὺξ, ἐν ἐλαίῳ δ’ ἡ ἀμόργη. τοῖς δὲ νεωτέροις αἱρέσεις προστήσασθαι προελομένοις, ὥσπερ ἄλλα λέλεκται πολλὰ ψευδῶς, οὕτω καὶ τὸ μηδὲν δεῖσθαι τὸν ἰατρὸν εἰς τὰ τῆς τέχνης ἔργα τῆς περὶ τοὺς χυμοὺς θεωρίας, καὶ πρό γε πάντων ἔτι, τὰ καθαίροντα φάρμακα μάτην ὠνομάσθαι καθαίροντα· κενωτικὰ γάρ ἐστιν ὁμοτίμως ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν, οὐ μόνον τῶν δοκούντων βλάπτειν. Ἱπποκράτης δὲ, ὡς ὁμολογουμένῳ τῷ καθαίρειν αὐτὰ χρησάμενος, ἀποδείκνυσι ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ περιέχεσθαι κατὰ τὸ σῶμα τἀνθρώπου τοὺς τέτταρας χυμούς· μήθ’ ἡλικίαν εἶναί τινα, μήθ’ ὥραν τοῦ ἔτους, μήτε σώματος φύσιν, ἐν ᾗ μὴ πάντες εἰσίν. ἐκ γὰρ τοῦ τὰ μὲν τῆς ξανθῆς χολῆς ἑλκτικὰ φάρμακα τοὺς ἰκτερικοὺς ὀνινάναι, τὰ δ’ ὑδραγωγὰ καλούμενα τοὺς ἀσκίτας ὑδέρους ἐκκενοῦν, κωλύειν δ’ αὐξάνεσθαι τοὺς ἐλέφαντάς τε καὶ καρκίνους τὰ τῶν μελάνων ἑλκτικὰ, δῆλον εἶναι τοῖς παλαιοῖς ἐφαίνετο, τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἕκαστον τῶν καθαρτικῶν φαρμάκων ἕλκειν. εἰ δ’ ἀληθὲς ἦν, ἅπαντας ἕλκεσθαι τοὺς ἐν τοῖς ἀγγείοις περιεχομένους  χυμοὺς, ἀλλοιουμένους ὑπὸ τοῦ φαρμάκου κατὰ τὴν ἐκείνου δύναμιν, ὅμοιον ἂν ἦν τὸ καθαρθῆναι διά τινος τῶν τοιούτων φαρμάκων τῷ φλεβοτομηθῆναι. τί ποτ’ οὖν τὸ ὑδραγωγὸν φάρμακον ἐπὶ τῶν ὑδέρων δίδομεν, ἐνὸν τοῦ αἵματος ἐκκενῶσαι, τέμνοντας φλέβα; διὰ τί δὲ πλεῖστον ἐπὶ τούτων ἐκκενοῦται τὸ ὑδατῶδες, ἐλάχιστον δὲ ὁ πικρόχολος χυμὸς, ἔμπαλιν δ’ ἐπὶ τῶν ἰκτεριώντων ὁ πικρόχολος χυμὸς πλεῖστος, ἐλάχιστος δ’ ὁ ὑδατώδης; διὰ τί δὲ ὠφελοῦνται μὲν ὑπὸ τῶν ὑδραγωγῶν φαρμάκων, ὅταν συμμέτρως κενωθῶσιν, οὐδεὶς δὲ τῶν ὁμοτίμως εἶναι πεπεισμένων τὰς διὰ τῶν καθαρτικῶν κενώσεις ταῖς φλεβοτομίαις ἐτόλμησεν ἀφελεῖν αὐτοῖς τοῦ αἵματος; ἀλλ’ ἔνιοι μὲν καὶ διὰ τῶν ὑδραγωγῶν φαρμάκων τὰς κενώσεις ποιοῦνται, πάντες δὲ τοῖς οὐρητικοῖς χρῶνται. καίτοι κᾀπὶ τούτων ἐχρῆν τοὺς φάσκοντας, ὑπὸ τῶν νεφρῶν ἀλλοιούμενον τὸ αἷμα τὴν τῶν οὔρων γένεσιν ἐργάζεσθαι, φλεβοτομεῖν τοὺς ὑδερικοὺς μᾶλλον, ἢ διὰ τῶν οὐρητικῶν φαρμάκων θεραπεύειν. ἄμεινον γὰρ ἅπαξ τὸ περιττὸν ἀποχεῖν τοῦ πολλάκις, ἐν πολλαῖς ἡμέραις, κατὰ βραχὺ πράττειν αὐτό. γέγραπται δὲ οὖν μοι καὶ πρὸς ταύτην τὴν δόξαν ἰδίᾳ καθ’ ἓν ὑπόμνημα, τὴν ἐπιγραφὴν ἔχον Πρὸς τὴν καινὴν δόξαν περὶ τῆς τῶν οὔρων διακρίσεως. εἶτ’ οὐχὶ καλῶς οἱ πολλοὶ τῶν ἀνθρώπων ἑαυτοὺς ἐπιτρέπουσι τοῖς ἀλόγῳ τριβῇ μᾶλλον ἢ λογικῇ διαστροφῇ τὴν τέχνην μεταχειριζομένοις; ὅπερ γὰρ εἰώθασι λέγειν ἔνιοι αὐτῶν, ἀληθέσταστόν ἐστιν, ὡς πολλῷ βέλτιον αὐτοὶ γινώσκουσι τά τε τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων διαιτήματα τῶν σοφιστικῶς ληρούντων· οἵγε πρὸς τοῖς ἄλλοις ἔτι καὶ κατατρίβουσιν ἡμῶν τὸν βίον, ἀναγινωσκόντων μὲν πρῶτον, ἃ γεγράφασιν οἱ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνες, εἶτ’ ἀκουόντων, ἃ συναγορεύοντες αὐτοῖς λέγουσιν, εἶτα ἀναγκαζομένων λύειν αὐτῶν τὰ σοφίσματα.

Ἱπποκράτης μὲν οὖν φαίνεται καλός τε καὶ ἀγαθός τις ἀνὴρ γεγονέναι, μὴ φιλοτιμίας ἢ φιλοδοξίας, ἀλλ’ ἀληθείας ἐραστής. εἰ δὲ καὶ δόξης ἢ τιμῆς αὐτὸν ἐπιθυμῆσαι φαίη τις, ἀλλὰ καὶ κτήσασθαί γε αὐτὴν ῥᾷστον ἦν ἐκείνῳ τῷ ἀνδρὶ, οὐ βουληθέντι τούτῳ φιλονεικεῖν ἐν λόγοις αἱρέσεσιν ἐνδόξοις ἑαυτοῦ πρεσβυτέραις· οὐδεμία γὰρ ἦν ἱκανῶς ἔνδοξος. οἱ δὲ μετ’ αὐτὸν ἀπλήστως ὀρεχθέντες ἀδίκου δόξης αἱρέσεις ἰδίας συνεστήσαντο μοχθηρὰς, ἀντιλογίας πρὸς τοὺς ἑαυτῶν πρεσβυτέρους ποιησάμενοι. καίτοι τινὲς ἐξ αὐτῶν ἤθους ἐπιεικοῦς οὐκ ἀμελῶς ἔχοντες, ἐν οἷς καὶ τὸν Ἐρασίστρατον ἄν τις οἰηθείη. ἀλλὰ καὶ τοῦτον ἡ πρὸς Ἱπποκράτην φιλονεικία μαχόμενα γράφειν ἑαυτῷ κατηνάγκασε. πῶς γὰρ οὐκ ἄν τις μαχόμενα φαίη, προνοητικῶς τοῦ ζώου τὴν φύσιν ἅπαντα διαπλάσασαν τὰ μόρια μάτην ἐν αὐτοῖς ὅλον τὸ τοῦ σπληνὸς σπλάγχνον πεποιηκέναι; πῶς δ’ οὐκ ἄν τις γνοίη, τινὰς τῶν ὁμοδοξούντων αὐτῷ κατεγνωκότας φαίνεσθαι τῶν εἰρημένων τἀνδρὶ περὶ σπληνὸς, καὶ διὰ τοῦτο τὸ σπλάχνον τοῦτο φάσκοντας προπαρασκευάζειν τῷ ἥπατι τὸν ἐκ τῶν σιτίων χυμὸν εἰς αἵματος χρηστοῦ γένεσιν, εἶθ’ οἷον ἄλλο τι μεσεντέριον ποιοῦντας τῷ λόγῳ τὸ ἐπίπλοον, οὐ μὴν ἐννοοῦντάς γε, ὡς ἐχρῆν τὰς φλέβας ἐξ ἁπάντων τῶν ἐντέρων εἰς τοῦτο ἀναφέρειν τὸν τρόφιμον χυμὸν, οὐκ ἐκ μόνης τῆς γαστρός; ὅτι δὲ φιλονεικῶν ὁ Ἐρασίστρατος, οὐ πεπεισμένος ἄχρηστον ἰατροῖς εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν, οὔτ’ ὲν ᾧ μέρει τοῦ ζώου γεννᾶται τὸ αἷμα διῆλθεν, οὔθ’ ὑπὸ τίνος αἰτίας, οὔτε κατὰ τίνα τρόπον, ἐναργὲς τεκμήριόν ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως τὸν μελαγχολικὸν χυμὸν γινομένων παθῶν μνημονεῦσαι, καίτοι μὴ μόνον τῶν πρὸ αὐτοῦ φιλοσόφων τε καὶ ἰατρῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων ὀνομαζόντων τι πάθος μελαγχολικὸν, ἐπιχειρούντων τε τῇ θεραπείᾳ δι’ ἐλλεβόρου τοῦ λευκοῦ καθάρσεως. οὐδεὶς γὰρ οὕτως ἀπαίδευτός ἐστι τῶν ἐν Ἕλλησι τεθραμμένων, ὡς μήτ’ ἀνεγνωκέναι μήτ’ ἀκηκοέναι τὰς Προίτου θυγατέρας μανείσας ὑπὸ Μελάμποδος ἰαθῆναι καθαρθείσας οὕτως. ὥστε οὐ πρὸ διακοσίων ἐτῶν ἢ τριακοσίων, ἀλλὰ πολὺ πλεόνων, ἐνδόξου τῆς καθάρσεως ταύτης οὔσης, καὶ πάντων τῶν ἐν τῷ μεταξὺ χρόνῳ κεχρημένων τῷ φαρμάκῳ. βέλτιον οὖν ἦν παρὰ ὁμόσε χωρήσαντας τὸν Ἐρασίστρατον ἐπιδεῖξαι σφαλερῶς φιλονεικοῦντα, μήτε μελαγχολίαν, μήτ’ ἄλλως μηδεμίαν μανίαν ἐπὶ μελαίνῃ χολῇ γίνεσθαι, καθάπερ γε μηδὲ καρκῖνον, μηδὲ ἐλέφαντα, μηδὲ τὰς θηριώδεις ἐν φρενίτισι παρακοπὰς, μηδὲ κιρσοὺς, μηδ’ αἱμοῤῥοΐδας, μηδ’ ὅτι πολλοὶ κατὰ τὰς ἀναιρέσεις αὐτῶν ἐμελαγχόλησαν. ἀλλ’ οὐκ ἐτόλμησεν οὐδὲν τοιοῦτο εἰπεῖν, αἰδούμενος, οἶμαι, καταγνωσθῆναι πρὸς τῶν ὁμιλούντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης, ἐν οἷς τὰς ἐπιδείξεις οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐκ ἐν λόγοις σοφιστικοῖς, ἐποιοῦντο. φρασάτω τις οὖν μοι τῶν ἀπ’ αὐτοῦ τὴν αἰτίαν τοῦ τὸν σπλῆνα μέλανα φαίνεσθαι τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει ζώοις, ὡς μηδὲ βρωθῆναι δύνασθαι. ἐπὶ μὲν γὰρ τῶν ὑῶν, εἰ καὶ μὴ παραπλήσιος ἥπατι κατὰ τὴν ἐδωδὴν, ἀλλ’ οὐκ  ἄβρωτός ἐστιν· ἐπὶ δέ γε λεόντων καὶ λεαινῶν, καὶ παρδάλεών τε καὶ λεοπάρδων, ἄρκτων τε καὶ λύκων οἱ τὰς σάρκας αὐτῶν ἡδέως ἐσθίοντες ἀφίστανται τοῦ σπληνὸς ὡς ἀβρώτου. καίτοι γ’, εἰ πρῶτος ἀπολαύει τῶν ἐσθιομένων τε καὶ πινομένων, ἐχρῆν αὐτὸν μάλιστα μὲν, εἰ οἷόν τε, καὶ αὐτοῦ τοῦ ἥπατος ἐπιτηδειότερον εἰς ἐδωδὴν ὑπάρχειν, εἰ δὲ μὴ, ἀλλὰ μὴ χείρω γε πάντως. εἰρηκότος οὖν αὐτοῦ τοῦ Ἐρασιστράτου, τοὺς περὶ τῶν τοιούτων λογισμοὺς ἀλλήλοις δεῖν ὁμολογεῖν πάντως, οὐκ οἶδ’ ὅπως ὑπομένουσί τινες ἀποδέχεσθαι λόγους ὑπὸ τῶν φαινομένων ἐλεγχομένους, οὓς οὐδὲ οἱ πατέρες αὐτῶν αὐτοὶ διαπαντὸς ἐδυνήθησαν φυλάξαι. σιωπῶν γοῦν Ἐρασίστρατος περὶ τῆς οὐσίας τοῦ τρέφοντος χυμοῦ τὰ νεῦρα γράφειν αὐτὴν ἠναγκάσθη διὰ τὸ χρήσιμον εἰς τὴν τῶν παραλελυμένων ἴασιν, γλίσχρον εἶναι λέγων καὶ ὅλκιμον καὶ δυσέκκριτον τὴν τροφὴν, ὑφ’ ἧς τὰ νεῦρα τρέφεται. καὶ μὴν τοῦτό γε οὐκ ἄλλοθεν ποθὲν ἢ ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα συνελογίσατο. καὶ γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν διάλυσιν εἰς τὸν τοιοῦτον ἔχει χυμὸν, ἔν τε τῷ κατὰ φύσιν ἔχειν ἄναιμα τελέως εἰσίν. ἀλλ’ εἰ μὴ συγχωρηθείη τῶν μορίων ἕκαστον οἰκείῳ τῆς ἰδίας οὐσίας τρέφεσθαι χυμῷ, τὸ πιστὸν οἰχήσεται τοῦ λόγου. καὶ μὴν εἴπερ οἰκεῖος ἕκαστον τῶν μορίων τρέφει χυμὸς, οὐκ ἐνδέχεται τὸν τῶν καρχαροδόντων ζώων σπλῆνα γλυκεῖαν ἔχειν τὴν τροφήν. εἴπερ οὖν ἐπὶ τούτων μάλιστα φαίνεται σαφὴς ἡ ἰδέα τοῦ σπληνὸς, ὡς ἂν τὴν στρυφνὴν καὶ ὀξεῖαν ἐναργῶς ἔχοντος ποιότητα, πρόδηλον ὅτι καὶ ὁ τρέφων αὐτὴν χυμὸς τοιοῦτός ἐστιν. οὐκ οὖν ἂν ἠμέλησεν ὁ δημιουργὸς τῶν τοιούτων ζώων ἐκκαθαίρειν τοῦ αἵματος ὅσον ἰλύς τις αὐτοῦ καὶ τρύξ ἐστι, καθάπερ οὐδὲ τὸ πικρόχολον καὶ ὀῤῥῶδες περίττωμα. εἴπερ οὖν φαίνονται κατὰ τὸ σῶμα πάντες οἱ χυμοὶ περιεχόμενοι, τοῦτο γὰρ Ἱπποκράτης ἀπέδειξεν, ἐκ τοῦ πάντας ἐκκρίνεσθαι τοῖς ὑγιαίνουσιν, ἑλκομένους ὑπὸ τῶν οἰκείων ἑκάστου φαρμάκων, οὐκ ἂν ἠμέλησεν ἡ διαπλάττουσα τὰ ζῶα τέχνη ποιῆσαί τι τοῦ μελαγχολικοῦ περιττώματος ἑλκτικὸν ὄργανον. οὐ μὴν οὐδ’ ἄλλο τι δυνατὸν ἐπινοῆσαι τοιαύτης ὑγρότητος οἰκεῖον μόριον ὑπερβάντα τὸν σπλῆνα. ἆρ’ οὖν ἔτι ζητήσεις, διὰ τίνος ἀγγείου τὸ παχὺ τοῦ αἵματος φέρεται πρὸς αὐτὸν, ἀπιστήσεις δὲ, διὰ μιᾶς φλεβὸς οὐ σπλῆνα μόνον ἕλκειν, ἀλλὰ καὶ τὴν γαστέρα τὸν οἰκεῖον χυμὸν ἐν ταῖς μακροτέραις ἀσιτίαις; εἰ μεμνημένος ὧν ἀπεδείξαμεν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν εἴης, οὔτε τούτων ζητήσεις οὐδὲν, οὔτε πῶς διὰ τῶν αὐτῶν φλεβῶν ἐκ κοιλίας εἰς ὅλον τὸ ζῶον ἡ τροφὴ φέρεται, καταφέρεται δὲ πάλιν ἐπ’ αὐτὴν διὰ τῶν αὐτῶν. ἔν τε γὰρ ταῖς ὑπὸ τῶν φαρμάκων καθάρσεσι, κᾀπειδὰν ἡ φύσις ἐκκαθαρῇ τὸ κατὰ τὰς ἐν ταῖς νόσοις κρίσεις, ὥσπερ γε κᾀπὶ τῶν ὑγιαινόντων πολλάκις, αὐτό τε τὸ χρηστότατον αἷμα φέρεται πρὸς τὴν γαστέρα, θρέψον αὐτὴν ἐν ταῖς μακροτέραις ἀσιτίαις, ἐκκρίνεταί τε διὰ τῶν αὐτῶν φλεβῶν ἐξ ὅλου τοῦ σώματος ἀθρόως ἐνίοτε πολλὰ τῶν περιττωμάτων. ἀποδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι. καὶ χρὴ τὸν ἀντιλέγοντα μὴ πρὸς τὰ συμπεράσματα τῶν ἀποδείξεων ἐρωτᾷν λόγους, οὓς ἐν ἐκείνοις τοῖς γράμμασιν ἐξηλέγξαμεν, ἀλλὰ τὰς ἡμετέρας ἀποδείξεις ἀποδεικνύναι ψευδεῖς, ἢ, εἰ μηδὲν τούτων πράξειε, σιωπᾷν αἰδούμενον, ὥσπερ Ἐρασίστρατος ἐποίησεν.

Οὐδὲν μὲν οὐδαμόθι περὶ τῆς τῶν χυμῶν γενέσεως καὶ δυνάμεως εἰπὼν, ἔνθα δὲ ἐπεχείρησε θεραπείαν γράψαι παραλύσεως, ἀναγκασθεὶς ἐμνημόνευσε τοῦ τρέφοντος τὰ νεῦρα χυμοῦ, καθάπερ γε κᾀν τῷ δευτέρῳ περὶ πυρετῶν ἐμαρτύρησε τοῖς παλαιοῖς, οὐ κένωσιν ἁπλῶς ὀνομάσας τὴν διὰ τῶν καταμηνίων ἔκκρισιν, ἀλλὰ κάθαρσιν, ὥσπερ γε καὶ τὴν διὰ τῶν καθαιρόντων γινομένην φαρμάκων. οὕτω γάρ τοι καὶ τὴν λοχείαν κάθαρσιν ὠνόμασαν οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐχ ἁπλῶς κένωσιν. ἐν γὰρ τῇ κυήσει τὸ χρηστότατον ἑλκούσης αἷμα τῆς διαπλαττούσης καὶ αὐξανούσης τὸ κύημα φύσεως, ὑπολείπεται τὸ μοχθηρότατον ἐν ταῖς φλεψὶν, ὃ μετὰ τὴν ἀποκύησιν ἀποκρίνεται, καθάπερ ἐν ἑκάστῳ μηνὶ τὸ περιττόν τε καὶ ἄχρηστον, οὐ κατὰ τὸ ποσὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸ ποιόν· ὅπερ ὡς τὸ πολὺ μελάντερόν ἐστι τοῦ κατὰ φύσιν ἔχοντος αἵματος. οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ δευτέρῳ περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· Καλῶς οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατ’ ἰατρικὴν γυμνάζεσθαι, καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων περὶ τὸ πάθος ἀζήτητον ἀφεῖναι, ἀλλ’ ἐπισκοπεῖσθαί τε καὶ πραγματεύεσθαι, κατὰ τίνα διάθεσιν ἕκαστον αὐτῶν γίνεται. συμβέβηκε γάρ ποτε, γυναίου ἐν πυρετοῖς ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. ζητουμένης τε τῆς ἐκκρίσεως, κατὰ τίνα διάθεσιν γεγένηται, ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῆς καθάρσεως, οὐ γινομένης δὲ ταύτης τῆς ἐκκρίσεως, ἐπὶ τὴν κύστιν ὁρμὴν λαβεῖν τὰ συνειλημμένα.  καὶ διὰ τὴν τούτου ἔκκρισιν κουφισμὸν μᾶλλον ἄν τις ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυσκολίαν γίνεσθαι· ὃ δὴ καὶ ἐπὶ τοῦ φαινομένου συνέβαινεν. οὐκοῦν, ὅτι τὰ μέλανα πολλάκις οὐρεῖται, τῆς ἐμμήνου καθάρσεως μὴ γενομένης, ὅτι τε κουφίζεσθαι μᾶλλον ὑπ’ αὐτῶν ἢ παροξύνεσθαι συμβαίνει τὰς οὕτω νοσούσας γυναῖκας, ὅτι τε κάθαρσίς ἐστιν ἡ διὰ τῆς μήτρας κένωσις, ἐδήλωσεν ὁ Ἐρασίστρατος, εἰς διάγνωσίν τε τῆς παρούσης διαθέσεως, εἰς πρόγνωσίν τε τῶν ἐσομένων χρήσιμον εἶναι τὸν λόγον, ὃν διῆλθεν, ὀρθῶς διηγούμενος. ἐπὶ πάντων οὖν τῶν εἰρημένων μαρτυρεῖται, τὸν μελαγχολικὸν χυμὸν ἐν ἀνθρωπίνῳ σώματι γεννᾶσθαι, καθάπερ γε καὶ τὸν πικρόχολον καὶ τὸ φλέγμα. δέδεικται δὲ ἡμῖν ὁ τοῦ φλέγματος χυμὸς ἐκ τῶν φλεγματικῶν ἐδεσμάτων κατὰ τὴν πρώτην ἐν τῇ γαστρὶ πέψιν γινόμενος, ὥσπερ ὁ πικρόχολός τε καὶ ὁ μελαγχολικὸς ἐν ἥπατι, μεταβάλλων τε καὶ κατὰ τὴν ἐν τούτῳ πέψιν ὁ φλεγματικὸς εἰς αἷμα, καὶ διὰ τοῦτο μηδὲν αὐτοῦ γεγονὸς ἴδιον ὄργανον εἰς κάθαρσιν τοῦ αἵματος, ὥσπερ αἵ τε κύστεις ἀμφότεραι καὶ ὁ σπλὴν, αἱ μὲν τοῦ τε πικροχόλου χυμοῦ καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων, ὁ δὲ σπλὴν τοῦ μελαγχολικοῦ χυμοῦ. τὸ μὲν γὰρ ἐν τῇ γαστρὶ γεννώμενον, ὃ συναναφέρεται τοῖς εἰς ἧπαρ ἀναδιδομένοις ἐκ τῶν ἐσθιομένων τε καὶ πινομένων χυμοῖς, ἅμα τούτοις πεπτόμενον αἷμα γίνεται· τὸ δ’ ὑπολειπόμενον ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις ὑπὸ τῆς καταῤῥεούσης ἐξ ἥπατος εἰς αὐτὰ χολῆς ἀποῤῥυπτόμενον ἐκκρίνεται διὰ τῆς κάτω γαστρός. Ἐρασίστρατος δ’, ὅτι μὲν ἐγίνωσκε ταῦτα, δῆλός ἐστιν ἐξ ὧν ἐν τοῖς τῆς θεραπευτικῆς λογισμοῖς ἠναγκάσθη διὰ τὴν χρείαν αὐτῆς μνημονεῦσαι· σιωπῶν δ’ ἐν τοῖς πλείστοις, κατάφωρος γίνεται συσκιάζειν τε καὶ κρύπτειν ἑκὼν προαιρούμενος, ὅσα περὶ τῶν χυμῶν ὀρθῶς εἴρηται τοῖς παλαιοῖς ἰατροῖς, πρὸ αὐτοῦ γὰρ ἵνα τά τ’ ἄλλα παραλιπόντες, οὐ κατὰ τὴν ἄρτι παραγεγραμμένην λέξιν ἐν παρέργῳ πῶς ἐμνημόνευσεν, ἑξῆς ἐπιμνησθῶμεν, οὐκ ἂν ἔχοι τις εὔλογον αἰτίαν εἰπεῖν τῆς σιωπῆς, γράφοντος αὐτοῦ· Συνέβαινε γάρ ποτε, γυναίου ἐν πυρετῷ ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. οὐκοῦν, ὅτι μὲν τοῖς ἔμπροσθεν ἰατροῖς ἐν τοῖς φαυλοτάτοις σημείοις ἐγέγραπτο μέλαν οὖρον, ἐπίστασθαί φησιν, ὡς ἀνεγνωκὼς δηλονότι τὰ περὶ οὔρων αὐτοῖς γεγραμμένα, μεγίστην ἔχοντα δύναμιν τῶν ἐπὶ τοῖς ὀξέσι πυρετοῖς νοσούντων. ἐχρῆν γοῦν αὐτὸν ἐν τῇ περὶ πυρετῶν πραγματείᾳ, καὶ μάλιστά γε κατ’ αὐτὸ τοῦτο τὸ δεύτερον, ἐν ᾧ ταῦτ’ ἔγραψεν, ἐπιπλέον ἐξειργάσθαι τὸν περὶ αὐτῶν λόγον. Ἱπποκράτης μὲν οὕτω κατὰ τὸ προγνωστικὸν ἔγραψεν· Οὖρον δὲ ἄριστόν ἐστιν, ὁκόταν ᾖ λευκή τε ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει τε γὰρ ἀσφάλειαν, καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ παραλίποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέει, ποτὲ δὲ ὑφίσταταί τε λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. εἰ δ’ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα. κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραί. τουτέων δ’ ἔτι κακίους αἱ πεταλώδεες. λευκαὶ δὲ καὶ λεπταὶ κάρτα φλαῦραι. τουτέων δ’ ἔτι κακίους αἱ πιτυρώδεες. νεφέλαι δ’ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. ἔστ’ ἂν δὲ πυῤῥόν τε ᾖ τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ νόσημα. καὶ εἰ πολὺν χρόνον εἴη τοιοῦτο ἐὸν, κίνδυνος, μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ ἡ νοῦσος. θανατωδέστατα δὲ τῶν οὔρων ἐστὶ τά θ’ ὑδατώδεα, καὶ δυσώδεα, καὶ μέλανα, καὶ παχέα. ἔστι δὲ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ τουτέοισιν, ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. καὶ τὰς λιπαρότητας δὲ τῶν ἄνω ἐφισταμένων ἀραχνοειδέας μέμφεσθαι, συντήξιος γὰρ σημεῖον. σκοπέειν δὲ χρὴ τῶν οὔρων ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε κάτω ἔωσιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα ὁκοῖα ἔχουσι. καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖσι χρώμασιν οἷσιν εἰρέαται, ἀγαθὰς εἶναι καὶ ἐπαινέειν, τὰς δ’ ἄνω σὺν τοῖσι χρώμασι οἷσιν εἰρέαται, πονηρὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε, ἤν τε αὐτέη ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῷ τουτέων· οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν. ταῦτα γράψαντος Ἱπποκράτους, καὶ μετ’ αὐτὸν Διοκλέους τε καὶ Πραξαγόρου παραπλήσια τούτοις, εὔλογον ἦν, εἴτ’ ἀληθεύουσιν, εἴτε ψεύδονται, τὸν Ἐρασίστρατον εἰρηκέναι, τὸν λογισμὸν προσθέντα τῆς ἰδίας ἀποφάσεως, ὥσπερ γε καὶ περὶ τῶν ἐμουμένων τε καὶ διαχωρουμένων, ἐν οἷς ἐστι καὶ τὰ μέλανα καλούμενα, καὶ πρὸς αὐτοῖς ἡ ἀκριβὴς μέλαινα χολή. καὶ γὰρ καὶ διορίσασθαί τι συγκεχυμένον ἐν τῇ τῆς φωνῆς κοινωνίᾳ τῶν  μελαγχολικῶν χυμῶν ἦν ἀναγκαῖον, ὅπερ ἐγὼ διειλόμην ἔμπροσθεν. Ἐρασίστρατος μὲν οὖν ὅλην τὴν περὶ τοὺς χυμοὺς τέχνην παρέλιπεν. ἐγὼ δὲ οὐ περὶ πάντων ἐνταῦθα προειλόμην εἰπεῖν, ἀλλὰ περὶ τῆς μελαίνης χολῆς μόνης. ὅσα μὲν τῇ κοινωνίᾳ τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἔγραψα, δι’ ἑτέρων ἐξείργασμαι.

Περὶ δὲ μελαίνης χολῆς τὰ διὰ μακρᾶς πείρας βεβαίως ἐγνωσμένα μοι προσθήσω νῦν, χρήσιμα ἐσόμενα ἐκείνοις, ὅσοι τῆς ἰατρικῆς τέχνης οὐ τοὺς σοφιστικοὺς λόγους, ἀλλὰ τὰ ἔργα σπουδάζουσι. πάντα γὰρ ὅσα διὰ μελαγχολικὸν χυμὸν γίνεται πάθη, κατ’ ἀρχὰς εὐθέως γενναίως καθαίρων τοῖς τὸν τοιοῦτον χυμὸν ἐκκενοῦσιν αὐξηθῆναι κωλύσεις μέχρι καὶ τῶν καρκίνων. ἄξιον δὲ θαυμάσαι τῶν ἤτοι γ’ ἀκόντων ἢ ἑκόντων σοφίσματα γραψάντων εἰς ἀναίρεσιν τοῦ μελαγχολικοῦ χυμοῦ. φασὶ γὰρ, ἐπὶ τῶν παρὰ φύσιν ἐχόντων μόνον αὐτὸν γεννᾶσθαι, μηδενὸς τῶν ἀκριβῶς εὐχύμων ἔχοντος ἐν τῷ σώματι μέλαιναν χολήν. εἰ γοῦν, φασὶν, ἀθλητῇ τινι ἄριστα διακειμένῳ δοίη τις φαρμάκου τοῦ νομιζομένου μέλαιναν χολὴν ἐκκενοῦν, ὄψεται κενουμένην αὐτὴν, ὥσπερ, εἰ καὶ τῶν τὴν ξανθὴν χολὴν ἐκκαθαίρειν πεπιστευμένων προσενέγκῃ τις, ἐκείνην ὄψεται κενουμένην. ᾧ καὶ δῆλον εἶναί φασιν, ὡς, ἀλλοιουμένου τοῦ αἵματος ὑπὸ τῆς τοῦ φαρμάκου δυνάμεως, εἰς τὰς χολὰς γίνεται μεταβολή· καθάπερ γε κᾂν εἰ φλέγματος ἀγωγὸν δοίης, ὄψει, φασὶ, καὶ τότε κενούμενον φλέγμα. παραπλησίως δὲ, κᾂν εἰ τὰ πεπεισμένα τὸν λεπτὸν ἰχῶρα κενοῦν, ἀναγκάσῃς προσενέγκασθαι τὸν εὐχυμότατον ἄνθρωπον, ὄψει καὶ τότε κενούμενον ὑδατώδη λεπτόν τινα ἰχῶρα. πρὶν μὲν οὖν ἀποδειχθῆναι τῶν καθαρτικῶν φαρμάκων ἕκαστον ἕλκειν ἕνα τινὰ χυμὸν, οὗ πέφυκεν ὑπάρχειν ἑλκτικὸν, ἔχει τι πιθανὸν ὁ λόγος αὐτῶν· ἀποδειχθέντος δὲ τούτου, τὸ ψεῦδος αὐτῶν κατάφωρον γίνεται. ἐδείχθη γὰρ, ὅτι τὸν οἰκεῖον ἕκαστον ἕλκει χυμὸν, ἐκ τοῦ τὰ μὲν τοῖς ὑδερικοῖς διδόμενα φάρμακα τοσαύτην ἐνίοτε ποιεῖσθαι κένωσιν, ὡς ὅλας λεκάνας πληροῦν, ἀνάλογον δὲ τῷ κενουμένῳ προστέλλεσθαί τε τὴν γαστέρα καὶ κουφίζεσθαι σαφῶς τοὺς κάμνοντας, εὐπνουστέρους τε γίνεσθαι, τὰ δὲ τοῖς ἰκτεριῶσι τὴν μὲν ξανθὴν χολὴν ἐκκενοῦν πλείστην, ὀνινάναι δὲ τοὺς πάσχοντας. εἰ δ’ ἔμπαλιν τὰ μὲν ὑδραγωγὰ φάρμακα δοίης τοῖς ἰκτεριώδεσι, τὰ δὲ χολαγωγὰ τοῖς ὑδεριώδεσιν, ἐλάχιστόν τε τὸν οἰκεῖον κενώσεις χυμὸν, οὐ μόνον δ’ οὐδὲν ὠφελήσεις τοὺς κάμνοντας, ἀλλὰ καὶ βλάψεις μεγάλως, ὥσπερ εἰ καὶ φλεβοτομήσεις αὐτούς. καίτοι κατὰ τοὺς ἡγουμένους, ὑπὸ τῶν καθαιρόντων φαρμάκων ἀλλοιοῦσθαι τοὺς ἐν σώματι χυμοὺς, ὡς ἂν ἕκαστον τῶν ἑλκόντων τὴν φύσιν ἔχῃ, τῷ· καθῇραι τὸ φλεβοτομῆσαι τὴν ἴσην ἕξει δύναμιν. ὥσπερ οὖν ἡμεῖς, ὑδρα γωγὸν δόντες φάρμακον οἷς ἐστιν ὕδερος ἀσκίτης, ἐκκενοῦμέν τε τὸ πλεονάζον ὑγρὸν, ὠφελοῦμέν τε τὸν κάμνοντα, οὕτω καὶ αὐτοὶ φλεβοτομίαν παραλαμβάνοντες ὁρῶσιν, εἰς ὅ τι τελευτᾷ τὸ βοήθημα. γελοῖοι δ’ εἰσὶ κᾀκ τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα περιεκτικὸν μελαίνης χολῆς ὄργανον, οἷον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐστὶ τῆς ξανθῆς χολῆς, ἡγούμενοι, τεκμήριον ὑπάρχειν τοῦτο τοῦ μηδ’ ὅλως ἐν τοῖς ἀκριβῶς ὑγιαίνουσι σώμασι τὸν μελαγχολικὸν εἶναι χυμόν. οὐδὲ γὰρ οὐδὲ τὸ φλέγμα συγχωρήσουσιν ἐν ἡμῖν εἶναι, καθάπερ οὐδ’ ἐν ταῖς περιστεραῖς τὴν ξανθὴν χολήν· οὐ γὰρ ἔχουσι τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ὥσπερ οὐδ’ ἄλλᾳ τινὰ ζῶα. καὶ μέντοι καὶ παρὰ τὴν ὁμωνυμίαν ἑαυτοὺς, οὐ γὰρ ἡμᾶς γε, σοφίζονται, τὸν μελαγχολικὸν χυμὸν, ὃν ἐν τοῖς ὑγιαίνουσι γεννᾶσθαί φαμεν, ἀκούοντες ἀεὶ κατὰ τῆς μελαίνης λέγεσθαι χολῆς, ἣν ἐν τῷ παρὰ φύσιν ἔχειν γεννᾶσθαί φαμεν. οὐ γὰρ ἡ αὐτὴ κατά γε τοὺς ἀκριβῶς ὑγιαίνοντάς ἐστι μέλαινα χολὴ, καί τινας τῶν παρὰ φύσιν ἐχόντων, ἀμφοτέρας δὲ μελαγχολικὸν χυμὸν ὀνομάζειν οὐδὲν κωλύει. εἴρηται δὲ περὶ τούτων ἤδη καὶ πρόσθεν. ἀλλὰ καὶ νῦν οὐδὲν χεῖρον μεμνῆσθαι περὶ αὐτῶν ἐν βραχέσι κεφαλαίοις ἕνεκα τῶν λόγοις ψευδέσιν ἑαυτούς τε καὶ τοὺς μεμαθηκότας ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην σοφιζομένων.