De placitis Hippocratis et Platonis Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg032.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 5 181-805 1823 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek Latin
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΙ ΠΛΑΤΩΝΟΣ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΑ ΕΝΝΕΑ. ΠΡΩΤΟΝ ΑΚΕΦΑΛΟΝ.

Ἀλλὰ κᾀκείνου τὸ συνεχὲς τῷ στέρνῳ διεσεσήπει, καὶ ἦν οὕτω σαφῶς θεάσασθαι τὴν καρδίαν, ὡς κᾀν ταῖς τῶν ζώων ἀνατομαῖς, ἐπειδὰν ἑκόντες ἀναγυμνῶμεν. τὸ μὲν οὖν παιδάριον ἐσώθη, σαρκωθέντων τε τῶν περὶ τὸ στέρνον καὶ συμφύντων ἀλλήλοις, καὶ τοιοῦτον ἐπίθεμα γενομένων τῆς καρδίας, οἷόν περ ἡ ἔμπροσθεν ἦν κορυφὴ τοῦ χιτῶνος. καὶ οὐ χρὴ θαυμάζειν, εἰ, γυμνωθείσης τῆς καρδίας, ἐσώθη τὸ παιδάριον. οὐδὲν γὰρ περιττότερον ἡ διάθεσις εἶχε τῶν ὁσημέραι γινομένων εἰς τὸν θώρακα συντρήσεων. οὐ μὴν οὐδὲ ὁ περικάρδιος ἴδιον ἐξαίρετον ἐπιφέρει τινὰ κίνδυνον, ὥσπερ που καὶ Ἡρόφιλος εἴρηκε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν. οὔτε οὖν τὸ παιδάριον ἐκεῖνο παρ’ ὅλην τὴν θεραπείαν ἐβέβλαπτο τὴν ἐνέργειαν, οὔτε ἄν τι ζῶον ὁμοίως ἀνατέμνωμεν. τίνος οὖν ἕνεκα ταῦτ’ εἴρηταί μοι; τοῦ τὴν καρδίαν αἵματος εἶναι μεστὴν τηνικαῦτα κατ’ ἀμφοτέρας τὰς κοιλίας. τῷ τοῦτο δῆλον; εἰ τρώσαις αὐτὴν, εὐθὺς ἐκχεῖται τὸ αἷμα. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι, κᾄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν. ἀλλ’ ἐπειδὰν ἐκκόψαντες τὸ κρανίον ἀφέλωμεν τὴν παχεῖαν μήνιγγα, καὶ γυμνώσαντες ἅπαντα τὸν ἐγκέφαλον ἐπιχειρῶμεν τιτρώσκειν ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὔτε ἐν τῷ παραχρῆμα φαίνεται κατ’ αὐτὰς αἷμα περιεχόμενον, οὔτε ὕστερον ἑπόμενον. οὕτως δὲ κᾀπὶ τοῦ τεθνεῶτος ἤδη ζώου κατὰ μὲν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας οὐκ ἔσθ’ ὅπου οὐκ ἂν εὕροις αἵματος θρόμβους, ἐν δὲ ταῖς κατὰ τὸν ἐγκέφαλον οὐχ εὑρήσεις, πλὴν εἰ θλασθέντος αὐτοῦ σὺν τῷ κρανίῳ τῶν ἐν αὐτῷ τινες ἀρτηριῶν ἢ φλεβῶν διασπασθεῖεν. οὕτω δὲ κᾀπὶ τῶν τιτρωσκομένων κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου βοῶν εὑρίσκεταί ποτε διαδιδόμενον εἴς τινα τῶν προσθίων κοιλιῶν αἷμα. καὶ οὐδὲν οὐδ’ ἐνταῦθα θαυμαστὸν, αὐτῆς τῆς ὀπισθίου κοιλίας τιτρωσκομένης, καὶ πολλῶν καὶ μεγάλων αὐτῇ συντιτρωσκομένων ἀγγείων, ἀφικνεῖσθαί ποτε καὶ μέχρι τῶν προσθίων τὸ αἷμα. δύναιτο δ’ ἂν ἐνίοτε καὶ βρόχῳ πνιγέντος τοῦ ζώου διὰ τὴν ὑπερβάλλουσαν βίαν ῥαγῆναί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἀγγείων, οἷα δὴ πολλάκις ὁρᾶται γιγνόμενα καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος ὑπὸ πλήθους αἵματος ἢ χύσεως ἀναῤῥαγέντος ἀγγείου. εἰ δ’ ἐν ὕδατι πνιγείη τὸ ζῶον, οὐκ ἂν ὁμοίως ἀγγεῖον ῥαγείη. κατὰ μέντοι τοὺς ἄλλους ἅπαντας θανάτους τῶν ζώων οὐκ ἂν εὕροις ἐν ἐγκεφάλου κοιλίᾳ περιεχόμενον θρόμβον, ὥσπερ ἐν τῇ καρδίᾳ διαπαντός. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν τεθνεώτων ἐκ περιουσίας εἰρῆσθαί μοι δοκῶ. ἐπάνειμι δ’ αὖθις ἐπὶ ζῶντα ζῶα, καὶ δείκνυμί σοι, γυμνωθείσης τῆς καρδίας, οὐ μόνον εἰ σμίλην καθείης εἰς τὴν ἀριστερὰν κοιλίαν, αἷμα προχεόμενον εὐθέως, ἀλλὰ κᾂν γραφεῖον, ἢ βελόνην, ἤ τι τοιοῦτον ἕτερον. καίτοι γε, εἴπερ ἀναγκαῖον ἦν, ἐχρῆν ἐκκενωθῆναι τὸ πνεῦμα πρότερον, ἵνα ἀκολουθήσῃ τὸ αἷμα· τὸ γὰρ στεγνὸν τῆς ὀπῆς ἂν εἰς χρόνου μῆκος οὐ σμικρὰ συνετέλεσεν. ἀλλὰ οὐχ ᾧδ’ ἔχει τἀληθές· ἕπεται γὰρ αὐτίκα μάλα τῷ τρώσαντι τὸ αἷμα, ὥστε οὐκ ἂν, οὐδ’ εἰ πάνυ σφόδρα ταχύνῃς ἐν τῇ χειρουργίᾳ, δυνήσῃ ποτὲ ἀναίμακτον ἐξαρπάσαι τὸ τρῶσαν. ᾧ δῆλον, ὡς πλήρης ἐστὶν αἵματος ἡ ἀριστερὰ κοιλία.

Τὸ γὰρ ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον λεγόμενον, ὡς πρὶν μὲν τοῦ γυμνωθῆναι πνεῦμα μόνον ἐν αὐτῇ περιείχετο, γυμνωθείσης δὲ παρεμπίπτει τὸ αἷμα, οὐδὲν ἄλλ’ ἐστὶν ἢ ἀνθρώπων λόγος ἀναισχύντων πρὸς τὸν ἔλεγχον. ἀλλὰ καὶ τοῦτ’ αὐτῶν ἐλέγξαι τὸ ἀναισχύντημα ῥᾷστόν ἐστιν. εἰ γὰρ δὴ παρὰ φύσιν εἰς τὴν πνευματικὴν κοιλίαν τῆς καρδίας ἐκπέπτωκε τὸ αἷμα, πάντ’ ἐχρῆν, οἶμαι, συγκεχύσθαι τὰ κατὰ φύσιν αὐτῆς ἔργα, καὶ μήτε τὰς ἀρτηρίας ἔθ’ ὁμοίως σφύζειν, ὡς ὅτ’ ἐκ τοῦ παρ’ αὐτῆς ἐπληροῦτο πνεύματος, ἀπολωλέναι τε παμπόλλας ἐνεργείας, ὡς ἂν τῆς πηγῆς αὐτῶν οὐκέτι οὔσης. Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φασὶν εἶναι τὴν κοιλίαν ταύτην. ἀλλ’ οὐδὲν ὅλως τὸ ζῶον καταλαμβάνει σύμπτωμα. καὶ τοῦτ’ ἔνεστι τῷ βουλομένῳ μαθεῖν παρ’ ἡμῶν, ὥσπερ ἀμέλει πολλάκις ἐδείξαμεν οὐκ ὀλίγοις τῶν ἀπιστούντων, εὐθὺς ἀντιπαραβάλλοντες αὐτοῖς ἐφ’ ἑτέρου ζώου, πολλάκις δὲ καὶ καθ’ ἒν ὁτιοῦν ταὐτὸν, ὁπόσα τε καὶ ὁποῖα καταλαμβάνει τὸ σύμπαν σῶμα παθήματα, κοιλίας ἐγκεφάλου τρωθείσης. καίτοι τί λέγω τρωθείσης; εἰ γὰρ καὶ πρὶν τρῶσαι θλίψῃς ἡντινοῦν αὐτῶν, ἀκίνητόν τε καὶ ἀναίσθητον, ἄπνουν τε καὶ ἄφωνον εὐθὺς ἔσται τὸ ζῶον. οὕτω δὲ κᾀπὶ τῶν ἀνθρώπων αὐτῶν ἀνατιτραμένων φαίνεται συμπίπτον.  ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν, ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφαλείας ἕνεκα τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ ἀκίνητος ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ὁ ἄνθρωπος ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν θλιβόντων. ἀλλ’ ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν αὐτὴν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη. ἀλλ’ οὐδὲν οὐδὲ τότε τὸ ζῶον ἔπασχεν, οὔτε εἰς αἴσθησιν, οὔτε εἰς κίνησιν τὴν καθ’ ὁρμὴν, ἀλλ’ ἐκεκράγει τε μεγάλα, καὶ ἀκωλύτως ἀνέπνει, καὶ πάντα ἐκίνει σφοδρῶς τὰ κῶλα. μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλάπτεται κίνησις, οὕτω διαληφθείσης τῆς καρδίας, ἄλλο δὲ οὐδὲν πάσχει τὸ ζῶον, ἀλλ’, ἄχρι περ ἂν ζῇ, καὶ κινεῖ πάντα τὰ μέλη, καὶ ἀναπνεῖ. ἐγκεφάλου δὲ οὕτω θλιφθέντος, ἔμπαλιν ἅπαντα συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ καρδίᾳ, κινεῖται δ’ οὐδὲν μέλος, οὐδὲ ἀναπνεῖ τὸ ζῶον, οὐδὲ ἐκφωνεῖ. ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τινὸς δεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν, μήτε τὸν ἐγκέφαλον τῆς καρδίας. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ’ ὅπως ἐπιδείξαιμι τὸ ψυχικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, ὡς μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατομῶν. Ἀριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ, παρὰ τὸ φαινόμενον ἀποφαινομένοις, ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρδίαν, ἐγκαλέσειεν ἄν τις δικαίως. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς οὐχ ἑωράκασιν, ἐξ ὧν ὑπελείποντο συνταγμάτων ἔνεστι καταμαθεῖν· ὅτι δὲ ἤτοι παντάπασιν αὐτοὶ τυφλώττοντες, ἢ τυφλοῖς διαλεγόμενοι, περὶ τῆς τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις χρὴ μακροῖς κατασκευάζειν, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν ἰέναι. φαίνεται γὰρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν τῶν νεύρων ἐξ ἐγκεφάλου ἄντικρυς ἐκπεφυκότα, τὰ δ’ ἐκ τοῦ νωτιαίου μυελοῦ, νωτιαῖος δ’ αὐτὸς ἐξ ἐγκεφάλου. βέλτιον οὖν ἦν οὔθ’ ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι τὴν καρδίαν, ὅπερ Ἀριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ Πραξαγόρας. οὗτος γὰρ ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας, ἐφιλοτιμεῖτο δὲ πρὸς Ἱπποκράτην, καὶ πάντως ἐβούλετο τὸν ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύρων ἀρχῆς, οὐ σμικρὸν ἀπετόλμησε ψεύσασθαι, τὰς ἀρτηρίας φάμενος ἐν τῷ προϊέναι καὶ κατασχίζεσθαι στενὰς γιγνομένας εἰς νεῦρα μεταβάλλειν· τοῦ γὰρ δὴ σώματος αὐτῶν ὑπάρχοντος νευρώδους μὲν, ἀλλὰ κοίλου, κατὰ τὴν ἐπὶ πλέον ἐν τῷ ζώῳ σχίσιν οὕτως γιγνομένων μικρῶν τῶν κοιλοτήτων, ὡς ἐπιπίπτειν ἀλλήλοις τοὺς χιτῶνας, ὁπόταν τοῦτο πρῶτον γένηται, νεῦρον ἤδη φαίνεσθαι τὸ ἀγγεῖον. Ἐρασίστρατος μὲν οὖν οὐδὲ ἀντιλογίας ἠξίωσε τὸν λόγον, ὡς ἀναισχύντως ἀποτετολμημένον.

Ἐγὼ δὲ, ἐπειδή περ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι, καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρὸς, ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. ὅτι γὰρ οὕτως ἐχρῆν ἔχειν τὸ φαινόμενον ἐκ τῶν ἀνατομῶν, ὡς ὁ Πραξαγόρας εἴρηκεν, εἰ μελλήσει τις εὐλόγως ἀρχὴν τῶν νεύρων ὑπολήψεσθαι τὴν καρδίαν, οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν. ὅτι δ’ οὐχ οὕτως ἔχει, μυριάκις μὲν ἤδη τοῖς βουληθεῖσι γνῶναι τἀληθὲς ἐπὶ τῶν ζώων ἐδείξαμεν, οὐκ ὀκνήσομεν δὲ κᾀνταῦθα τὴν ἀνατομὴν ἑρμηνεῦσαι τῶν ἀρτηριῶν, ὥσπερ ἔμπροσθεν τῶν νεύρων. ἐκφύεται μὲν γὰρ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία μεγίστη, καθάπερ τι πρέμνον ἁπασῶν τῶν κατὰ τὸ ζῶον ἀρτηριῶν. ἀποβλαστάνει δὲ ἀπ’ αὐτῆς πρῶτον μὲν ἡ τὴν καρδίαν περιστέφουσα· καὶ δὴ καὶ ὀνομάζουσιν οὕτως αὐτὴν, οἷς μέλει τῶν ἀνατομῶν. ἀλλ’ οὐκ ἂν εἴποις, ὦ γενναιότατε Πραξαγόρα, μειουμένην ἐν τῷ κατασχίζεσθαι τὴν ἀρτηρίαν ταύτην εἰς νεῦρα τελευτᾷν. ἐφεξῆς δὲ τῆσδε δίχα σχισθείσης τῆς μεγάλης ἀρτηρίας, ἡ μὲν μείζων μοῖρα κατακαμφθεῖσα πρὸς τὴν ῥάχιν, ἐπὶ μέσων στηρίζεται τῶν σπονδύλων· ἡ δ’ ἑτέρα μετέωρος εὐθὺ τῶν σφαγῶν ἀναφέρεται. πρώτας οὖν ἐπίσκεψαί μοι τὰς εἰς τὸν θώρακα φερομένας ἀπ’ αὐτῶν, καὶ τόλμησον εἰπεῖν τινα μεταβάλλειν εἰς νεῦρον. εἰσὶ μὲν γὰρ δύο καὶ εἴκοσι τὸν ἀριθμὸν, ἐν ἑκάστῳ μεσοπλευρίῳ μία. συναποφύεται δ’ αὐταῖς ἀπὸ τοῦ νωτιαίου νεῦρα. καὶ φαίνεταί γε καθ’ ὅλον τὸν θώρακα συναποτεινόμενά τε καὶ συγκατασχιζόμενα ταυτὶ τὰ δύο γένη τῶν ἀγγείων εἴς τε τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα καὶ τοὺς μεσοπλευρίους μῦς, τρίτου τινὸς αὐτοῖς συναποφυομένου τε καὶ συναποτεινομένου καὶ συγκατασχιζομένου φλεβώδους ἀγγείου. ἀλλ’ οὐδὲν τό γε νῦν εἶναι δέομαι διεξέρχεσθαι περὶ φλεβῶν· ἀναμένει γὰρ οὖν κᾀκείνας  ἑτέρωθι οὐ σμικρὸς λόγος. ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι. καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα, μηδ’ αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν ἀρτηρίαν εἰς νεῦρον μεταβάλλειν. καίτοι, εἴπερ ἐν θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δ’ οὐδὲ μία κατ’ αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ τῶν ἀρτηριῶν ἡ γένεσις τοῖς νεύροις. ἀλλὰ γὰρ ἐπὶ τὰς ἔξω τοῦ θώρακος ἴωμεν. ὧν πρώτη μέν ἐστι συζυγία τῶν ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ’ ὧν οὐκ ὀλίγη μοῖρα καὶ πρὸς τὸν νωτιαῖον εἴσω καταδύεται, καὶ τοῖς ἐν τραχήλῳ μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας φερομένων ἀρτηριῶν, ἅς μοι καὶ μάλισθ’ ὡς ἀπονευρουμένας ὁ Πραξαγόρας αἰνίττεσθαι δοκεῖ. καίτοι φανερώτερόν γε τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳ περ καὶ μείζους εἰσὶν, εἰς ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν δακτύλων. ἀλλ’ οὐδὲ τούτων οὐδὲ μία φαίνεται νεῦρον γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν, ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα, καὶ αἱ μεταξὺ τῶν δακτύλων λιχανοῦ τε καὶ μεγάλου μικραὶ μὲν ὑπάρχουσι παντάπασιν, ἀλλ’ οὔτε εἰς νεῦρον ἤδη μεταβεβλήκασιν, ἐναργῶς τε φαίνονται σφύζουσαι καὶ πρὸ τῆς ἀνατομῆς. ἀλλ’ ἐν ταύταις μὲν ἴσως οὐ χρὴ πικρῶς διελέγχειν τὸν Πραξαγόραν, ἀλλά τι καὶ συγγνώμης νέμειν, εἰ μικρὰς ἀρτηρίας οὐκ ἐθεάσατο. καίτοι γ’, ὅταν εἰς νεῦρα μεταβάλλειν αὐτὰς φάσκῃ τὰς σμικροτέρας, οὐκ ἀμβλυωπίαν ὑποτιμᾶται δήπουθεν, ἀλλ’ ὀξὺ βλέπειν ἐπαγγέλλεται. τῶν δὲ κατὰ τὰς μασχάλας ἀρτηριῶν, (ἔστι δὲ καθ’ ἑκατέραν χεῖρα μία,) μεγάλων τε οὐσῶν ἅμα καὶ τέτταρα ζεύγη νεύρων μεγάλων ἀμφ’ αὑτὰς ἐχουσῶν, ἀναμνῆσαι βούλομαι τοὺς τὰ τοῦ Πραξαγόρου πρεσβεύοντας. οὐδέπω μὲν γὰρ οὐδ’ ὑπήρξατο σχίζεσθαι κατὰ ταῦτα τὰ μόρια τῶν ἀρτηριῶν οὐδετέρα· μεγάλα δέ ἐστιν οὕτως ἤδη τὰ νεῦρα, ὥστ’, εἰ καὶ τυφλὸς εἴη τις, οὐκ ἂν λάθοιεν αὐτοῦ τὴν ἁφήν. πόθεν οὖν ἐγεννήθη ταῦτα, καὶ τίνων ἀρτηριῶν ἀπεβλάστησε, δίκαιος λέγειν ὁ Πραξαγόρας ἐστί. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον, ἐνὸν ἡμᾶς εἰπεῖν ἤδη τἀληθές; ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει, καθὰ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ, μεταξὺ τοῦ πέμπτου τε καὶ ἕκτου, καὶ δὴ καὶ ἡ τρίτη μὲν, ἵνα συμβέβληκεν ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δ’ ἐπ’ αὐτῇ. τὸ δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ τοῦ πρώτου τῶν ἐν τῷ θώρακι· καὶ τοῦτό ἐστι τὸ εἰς ἄκρας ἰὸν τὰς χεῖρας. οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν πρὸ ἡμῶν ἔγραψαν, ὧν κᾀν τοῖς πρώτοις λόγοις κᾀν τοῖς νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν, πληθυντικῶς εἴ τί που παρεῖδον, ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών· ἐν ἑτέρᾳ γάρ μοι πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται. οὐκ οὖν ἀρτηρίας χρὴ ζητεῖν, ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες, ἢ τοὺς δακτύλους κινήσομεν, ἤ τι τῶν κατὰ τὰς χεῖρας ἕτερον. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω τῶν ἀρτηριῶν, οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως, ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ γεγενημένα. τὰ μὲν δὴ τοῦ Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη, καὶ οὐδὲν ἔτι Πραξαγόρου γ’ ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ λόγῳ. ἀλλ’ ἐπειδήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζώου τὰ μόρια νομὴν, οὕτω καὶ νῦν ἐκδιδάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους αὖθις αὐτῶν τρέψωμεν. καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς φερομένας προσθήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς ἄνω τοῦ θώρακος, καὶ τρίτας τὰς κάτω, καὶ τετάρτας, ὅσαι τοῖς σκέλεσι διανέμονται. αἱ μὲν δὴ τῶν μασθῶν ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰς ἀναφερομένης ἀποφύονται, ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως, ὑποφέρονται διὰ παντὸς αὐτῷ, καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς τοῦ θώρακος ὑπὸ τοῦ στήθους. οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται· φαίνεται γάρ τις αὐτῶν μοῖρα δι’ ἐπιγαστρίου κατιοῦσα, κἀνταῦθ’ εἰς πλείω σχιζομένη, ταῖς ἀπὸ τῶν βουβώνων ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα. λελέξεται δὲ ὑπὲρ ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑποβάλλῃ. νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς, ἀρχὴν τῷ λόγῳ τήνδε θεμένους. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ μέσην γένηται τὴν σφαγὴν ἡ ὄρθιος ἀρτηρία, δίχα σχίζεται. τοὐντεῦθεν δὲ τὸ γεννηθὲν ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομάζονται καρωτίδες, ἀλλ’ ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄνοιαν ἁπάντων μεθ’ Ἱπποκράτην φιλοσόφων τε καὶ ἰατρῶν. ἀλλ’ ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων ἀρτηριῶν εἶναι τὸν κάρον, οὔθ’ Ἱπποκράτης οὕτως ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ γε ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ’ ὀνομαζέσθωσαν ἔτι καὶ νῦν καρωτίδες. ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι θέσεώς τε ἅμα καὶ σχίσεως, ἁπάσης τε τῆς εἰς τὰ τῶν κλειδῶν ἄνω μόρια νομῆς, ἐγὼ διηγήσομαι. φέρονται μὲν ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ’ οἷον πρέμνον αὐτῶν εὐθὺ τῆς κεφαλῆς. ἀποβλαστήματα δὲ  κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν. ἐπειδὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα σχίζεται. καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γενηθεῖσαι, δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον, ὅσον τε τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου, κατασχίζονται, δύο δὲ λοιπὸν διεξερχόμεναι τὸ κράνιον εἰς τὸν ἐγκέφαλον ἔρχονται. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν. οὐ σμικρὸς γὰρ οὐδ’ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδ’ ἁπλῶς, μηδ’ ὡς ἔτυχεν ἐπὶ τὸν ἐγκέφαλον ἀνιᾶσιν, ἀλλ’ ὑπὸ τῇ παχείᾳ μήνιγγι τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλήσιον ἐργάζονται. νυνὶ δ’ οὔτε τούτων τῶν ἀρτηριῶν οὔτ ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός ἐστιν οἰκειοτέρα. κατὰ δὲ τὸ παρὸν, ὅσον ὑπογράψαι χρήσιμον, ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφὺν ἅπασαν. ἀποφύσεις δὲ πρώτας μὲν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα, κᾄπειτ’, ἐπειδὰν ἤδη διεκπίπτῃ τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ, καὶ γαστρὶ, καὶ ἥπατι, καὶ τοῖς ἐντέροις ἅπασι, καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη. ἐξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ’ ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον σπόνδυλον ἓν ζεῦγος, ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν κατέρχονται, καί τις ἀζυγὴς εἰς μεσεντέριον. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραὶ, δύο καθ’ ἕκαστον σπόνδυλον. ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται τοὐντεῦθεν ἤδη εἰς μεγάλα μέρη. καὶ κατέρχεταί τις εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα, κύστει τε καὶ τῆς μήτρας τοῖς κάτω, καὶ ξυνελόντι φάναι, τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς διανομῆς. ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ’ ἑκάτερον ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου. κατασχιζόμεναι δ’ ἐνταῦθα, ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰ τέτταρα τάδε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ. λοιπαί δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα βουβῶνα, τοῖς ἐντὸς τοῦ μηροῦ παρατέταται μέρεσιν ἄχρι τοῦ γόνατος. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δ’ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται. καὶ οὐδὲν οὐδ’ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς, ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζώῳ πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τινος πρέμνον, ἐλέγομεν φύεσθαι. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δ’ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζώοις ἅπασιν, οἷς πνεύμων ἐστίν· οἷς δ’ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βρογχία. ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόν περ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῶον ἀρτηρίας, ἃς ὀλίγον ἔμπροσθεν εἶπον. οὕτως γὰρ οἶμαι καὶ τὸν Ἱπποκράτην προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε καὶ φλεβῶν ὁ λόγος περαίνηται. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι, καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον.

Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον, αὖθις ἐπὶ τὸν Ἀριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησιν τὰ νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς τῶν νεύρων ἀρχῆς. ἐχρῆν γὰρ, οἶμαι, τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι, πῶς εἰς ἕκαστον τοῦ ζώου μόριον ἀπ’ αὐτῆς ἔρχεται τὸ νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν. ὅθεν, ὃ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζώοις μορίων ἔγραψεν, οὐδαμῶς ἦν πρέπον Ἀριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν. Ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ  ταύτης γὰρ αἱ κινήσεις. περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν καὶ ἀνιέναι. δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος. ὅτι μὲν γὰρ δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος ἐκείνῳ τῷ μέλει τοῦ σώματος, ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’ εἶναι τὸ μέλος, οὐ μόνον οὐκ ἀπέδειξεν ὁ Ἀριστοτέλης, ἀλλ’ οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν. ἀλλ’ οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν, ἔνθα ᾖ νεῦρα πολλὰ, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα. ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ σῶμα τοῦ ζώου νεύρων. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλὰ, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ Ἀριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαφύσεις, οὐ μὴν ἤδη γέ πω καὶ νεῦρα. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν τὸν Ἀριστοτέλη. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευὴν, ἐπειδὰν, ὅ τί ποτέ ἐστιν αὐτὸ τὸ εἶναι, σκοπώμεθα. τῷ γοῦν ὀφθαλμῷ ἵνα ᾖ, τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθα ὀργάνῳ ὀπτικῷ. οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ Ἀριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται. νυνὶ δ’ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ Ἀριστοτέλους δοξάζοντος οὕτως. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν, ὡς ταῖς ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ σώματος ἰδέᾳ, κρίνεται. ἐπειδὴ δὲ πρὸς Ἀριστοτέλη διαλέγομαι, τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν, ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς κᾀν τῷ περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ ἕτερον ὄργανον ἐκ τῶν ἐνεργειῶν, οὐκ ἐκ τῆς τοῦ σώματος ἰδέας, κρίνεσθαι βουλόμενος. εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ ὄργανον, ὀφθαλμός ἐστι, κᾂν ἑτέρως ἔχῃ κατεσκευασμένον ἄνθρωπός τε καὶ καρκῖνος· εἰ δὲ βαδιστικὸν, σκέλος, ἄν τ’ ἐλέφαντος, ἄν τ’ αἰγὸς, ἄν τ’ οἰὸς, ἄν τ’ ἀνθρώπου τύχῃ. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον, Ἀριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ τοῖς πολλοῖς καὶ ἀγυμνάστοις περὶ λόγον, ἀλλ’ ἐνεργείᾳ τε καὶ χρείᾳ.

Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δ’ ἐνεργείαις τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δ’ αὐτῶν τὸ μὲν νεῦρον, τὸ δὲ σύνδεσμος, τὸ δὲ τένων. τὸ μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν, αἴσθησιν, ἢ κίνησιν, ἢ τὸ συναμφότερον οἷς ἂν ἐμφύηται παράγον. ὁ σύνδεσμος δ’ ἀναίσθητος μέν ἐστιν, ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας ἐστὶ νευρῶδες μυὸς, ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος, ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέδεικται κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι. νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς ἐστι στρογγύλον, οἱ τένοντες δ’ οὐχ ἅπαντες, ἔτι δὲ μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους αὐτῶν εἰς ὑμένος ἰδέαν. ἀλλ’ ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς καὶ μαλακὸς, σύνδεσμος δὲ καὶ σκληρὸς, καὶ παχὺς τοὐπίπαν. ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε καί εἰσιν· οὔτε δὲ ὑμὴν, οὔτε νεῦρον, οὔτε τένων εἰς τοσαύτην ποθ’ ἥκει σκληρότητα. ἀλλὰ τῶν μὲν νεύρων ἔνια καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστὶν, εἰς αἴσθησιν ἐπιτήδεια μόνην, ἔνια δ’, εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται συνδέσμου σκληρότητος. οὕτω δὲ καὶ οἱ ὑμένες, εἰ καὶ διαφέρουσι ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται πάμπολυ. οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ μέσῳ δὲ εἰκότως ἀμφοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι τὴν οὐσίαν ὑπάρχοντες, ὅσῳ συνδέσμου μαλακώτεροι. ἅπαντα δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ, καὶ ἄναιμα, καὶ ἀκοίλια, καὶ εἰς ἶνας εὐθείας λυόμενα, πλὴν τῶν πάνυ σκληρῶν συνδέσμων· οὐ γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς ἶνας. εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις, ὡς Ἱπποκράτης ὠνόμασε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι νεῦρον, ἢ τόνον, (ἄμφω γὰρ αὐτὸ προσαγορεύει,) τὸ δὲ ἀναίσθητον σύνδεσμον, εἰς ὃν δὲ ὁ μῦς τελευτᾷ, τένοντα, δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆθος νεύρων τὴν καρδίαν. εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας, ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς δ’ ἐν αὐτοῖς λέγε τριττὰς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ  τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πεφυκότα, συνδετικὰ δὲ τὰ ἀναίσθητα, καὶ τρίτα ἔτι πρὸς τούτοις τὰ ἐκ τῶν μυῶν ἀπονευρουμένων φυόμενα.

Καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ’, ὡς ἔμπροσθεν εἴρηται, σμικρὸν ἀπ’ ἐγκεφάλου κατιὸν εἰς αὐτὴν ἐμφύεται. τί ποτε οὖν ἐστι τὸ πρὸς Ἀριστοτέλους εἰρημένον, ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία; οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ, οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις, ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον, ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ Ἡροφίλου νευρώδεις διαφύσεις ὠνομασμένας, αὐτὰς οὐ νευρώδεις, ἀλλ’ ἄντικρυς εἰρηκέναι νεῦρα. πέρατα δ’ ἐστὶ ταῦτα τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν Ἐρασίστρατος μὲν ἀκριβῶς ἔγραψεν, Ἡρόφιλος δ’ ἀμελῶς. συμφύονται δὲ καὶ συνδοῦνται δι’ αὐτῶν πρὸς τὴν καρδίαν οἱ ὑμένες οὗτοι, καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους αὐτοῖς, οὐ κατὰ τὰ νεῦρα. ἀλλ’ εἰ καὶ νεῦρά τις εἶναι συγχωρήσειεν αὐτὰ, καὶ μὴ νευρώδη σώματα, τό γε τὴν καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται, μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον τοῦ σώματος ἀπ’ αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν ἀπ’ ἐγκεφάλου τε καὶ νωτιαίου. δοκεῖ δή μοι δύο μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ Ἀριστοτέλης, ἓν μὲν, ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἕτερον δ’, ὡς οὐδὲ μιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ μέτεστιν, ἐπ’ αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν, τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων, οὐκ ἔθ’ ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι καὶ ζητῆσαι, πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον ἐκ καρδίας ἀφικνεῖται νεῦρον, ἀλλ’ ὡς ἄντικρυς ἑπόμενον ἐν οἷς εἶπον ἀποφήνασθαι. πολλὰ γὰρ δὴ τοιαῦτα καὶ παρὰ τοῖς ἰατροῖς ἔστιν εὑρεῖν ἀνατομικὰ θεωρήματα μοχθηρῶς γεγραμμένα, μὴ βουληθέντων αὐτῶν ἀναμεῖναι τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἀλλ’ ἐξ ἀκολουθίας μέν τινος ἐλπισάντων ὡς ἑωρακότων. οὕτω δή μοι καὶ ὁ Ἀριστοτέλης ἐσφάλθαι φαίνεται, δύο μὲν ἀληθῆ θέμενος λήμματα, τὸ δὲ τρίτον ἐγγὺς ἀληθείας πιθανόν. ἀληθῆ μὲν οὖν εἶναί φημι τό τε δεῖν ἰσχύος τινὸς τοῖς κινήσουσιν ὀργάνοις τὰ τοῦ ζώου μέλη, καὶ τὸ μηδὲν ἀπ’ ἐγκεφάλου φαίνεσθαι τοιοῦτον, πιθανὸν δὲ, οὐκ ἀληθὲς, ὡς ἐν τῇ καρδίᾳ πλῆθος εἴη νεύρων. ἀλλ’ ἡμεῖς γε δεῖξαι δυνάμεθα τὸ καλῶς μὲν ὑπ’ αὐτοῦ τῷ λόγῳ γνωσθὲν ὄργανον, ὑφ’ οὗ χρὴ κινεῖσθαι τὰ τοῦ ζώου μέλη, διότι δ’ ἠμέλησε ζητῆσαι κατὰ τὰς ἀνατομὰς αὐτὸ, διὰ τοῦτ’ ἐκφεύγοντος τὴν διὰ τῶν αἰσθήσεων εὕρεσιν, ἄγνωστόν τε μεῖναν τἀνδρί. τῶν μὲν γὰρ νεύρων οὐδέν ἐστι τοιοῦτον, οἱ δὲ ὀνομαζόμενοι μύες ὑποδεχόμενοι ταῦτα κινοῦσι τὰ μέλη. καὶ δόξειεν ἂν οἷον μοχλοῦ τινος ἔχειν δύναμιν ὁ μῦς ὡς πρὸς τὸ νεῦρον. ὥσπερ γὰρ, ὅσα ταῖς χερσὶν οὐχ οἷοί τ’ ἐσμὲν κινῆσαι βάρη, διὰ τῶν μοχλῶν αὐτὰ κινοῦμεν, οὕτω καὶ τὰ τοῦ σώματος μέλη τοῖς νεύροις ἀδυνατοῦντες κινεῖν τοὺς μῦς προσεκτησάμεθα. λυόμενον γὰρ εἰς ἶνας ἐν ἑκάστῳ μυῒ τὸ νεῦρον ἀναμίγνυταί τε καὶ διαπλέκεται ταῖς ἐκ τῶν συνδεσμῶν ἰσὶν, εἶτ’ ἐξ ἀμφοῖν ἕν τι νευρῶδες σῶμα γεννηθὲν ἐκφύεται τοῦ σώματος τοῦ μυὸς ὁ προσαγορευόμενος τένων· οὕτως γὰρ οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ Ὅμηρος αὐτὸν ὀνομάζουσιν. ὅστις τένων ὀργάνων ἐκφυόμενος ἀνάλογον ἕξει τῷ τοῦ μοχλοῦ πέρατι τῷ ψαύοντι τῶν βαρῶν. οὐδ’ ἔστιν οὐδὲν εὑρεῖν ἐν τῷ σώματι μέλος, ὃ κατὰ μὲν τὴν ἡμετέραν κινεῖται προαίρεσιν, οὐ προτέτακται δ’ αὐτοῦ τις μῦς ἀπ’ ἐγκεφάλου δεχόμενος νεῦρον. ὅστις δὲ καὶ περὶ τοῦδε πεισθῆναι ἐθέλοι βεβαίως, τούτῳ γέγραπται πρὸς ἡμῶν ὑπομνήματα δύο, κατὰ μόνας ἑκάτερον, ἓν μὲν, ἅπαντας τοὺς μῦς, ὁποία τ’ ἐστὶν ἐνέργεια καθ’ ἕκαστον, ἀκριβῶς διδάσκον, ἕτερον δὲ, τὴν τῶν νεύρων εἰς αὐτοὺς νομὴν διηγούμενον. οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων διέξιμεν. ὥστ’ οὐδενὸς ἔτι προσδεῖν ἡμῖν ἔοικεν, ἀλλ’ ὁμολογουμένως ἑαυτῷ τε καὶ τοῖς ἐναργῶς φαινομένοις ὑπάρχει πᾶσιν ἀρχὴν τῶν νεύρων ἐγκέφαλον τιθέμενος. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐπεδείξαμεν ἀρχὴν ὑπάρχουσαν τὴν καρδίαν. ὅτι δὲ καὶ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπάρ ἐστιν, ἐν τοῖς ἐφεξῆς ἀποδειχθήσεται. ἐνταῦθ’ οὖν ἤδη καταπαύσας τὸ πρῶτον βιβλίον, ἐπὶ τὰ συνεχῆ τοῖς ἀποδεδειγμένοις ἐν αὐτῷ κατὰ τὸ δεύτερον τρέψομαι.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ κατὰ μέρος ἀκολουθεῖν ἔδειξα. τοῦτο δέ ἐστι τὰ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν, ὁποία τέ τις ἑκάστη, καὶ τόπον ὅντιν’ ἐν τῷ ζώῳ κατείληφεν. ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον, ὡς τὸ τοῖς ἐναργῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ οἵ τε μηδὲν ἄλογον ζῶον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες, οἵ τε τὴν ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ. ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων ἀνατρέψαι φιλονεικούντων, ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς, ὑπὲρ τοῦ νεωτέραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν τοιαῦτα τῶν ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα· νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς ἐπιδεῖξαι σαφῶς, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πῇ ποτε σφάλλονται.

Διελέσθαι δὲ ἴσως ἄμεινον ἕνεκα σαφηνείας εὐθὺς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἥτις ἐστὶν ἡ διαφορὰ τῶν λόγων, οἷς χρῶνται πάντες οἱ κακῶς ὁτιοῦν μεταχειριζόμενοι πρόβλημα. φημὶ δὴ τῶν λημμάτων, ἃ ἕνεκα τοῦ συμπεράσματος λαμβάνουσιν, τὰ μὲν ἄντικρυς εἶναι ψευδῆ, τὰ δ’ οὐκ οἰκεῖα τοῦ προκειμένου σκέμματος. ἄντικρυς μὲν ψευδῆ τὰ τοιαῦτα, περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ διῆλθον ἐπὶ πλέον, ὅταν ἤτοι μηδὲν τῶν ἀλόγων ζώων ἐπιθυμεῖν τις ἢ θυμοῦσθαι φάσκῃ, καθάπερ οἱ ἀπὸ τῆς στοᾶς, ἢ πάλιν ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα. τὰ δὲ οὖν οἰκεῖα τῶν λημμάτων ὁπόσα τὴν φύσιν ἐστὶν, εἴρηται μὲν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπομνήμασιν, ἐν οἷς ἅπασαν ἐδήλωσα τὴν ἀποδεικτικὴν μέθοδον ὁποία τίς ἐστιν, παρεκάλουν τε διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων, ἐν ἐκείνῃ γυμνάσασθαι πρότερον, ὅστις ὁτιοῦν ἀποδεικνύειν ἐπιχειρεῖ. γεγράφθαι δὲ λέγω ὑπὲρ αὐτῆς ἄριστα τοῖς παλαιοῖς φιλοσόφοις τοῖς περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην κατὰ τῶν δευτέρων ἀναλυτικῶν βιβλίων. καὶ διὰ τοῦτο πρὸς ἐκείνους μὲν οὐδὲ μακρὸν ἔσεσθαι τὸν λόγον ἐλπίζω περὶ τῶν τριῶν ἀρχῶν τοῦ ζώου. τὰ γὰρ ἰδιωτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικὰς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία, ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δὲ ὅτε ποιητὰς, ἢ τὴν βελτίστην ἐτυμολογίαν, ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδὲν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. οὕτω δὲ καὶ τὴν ἐτυμολογίαν, ἐπειδὰν ἄγωμεν μακροτέραν σχολὴν, ἐπιδείκνυμεν αὐτοῖς οὐδὲν μᾶλλον ἐκείνοις ἤπερ ἡμῖν μαρτυροῦσαν. ἀλλ’ ὅτι μὲν ἀλαζών ἐστι μάρτυρ ἡ ἐτυμολογία, πολλάκις μὲν ὁμοίως μαρτυροῦσα τοῖς τἀναντία λέγουσι τῶν ἀληθῶν, οὐκ ὀλιγάκις δὲ τοῖς ψευδομένοις μᾶλλον, ἤπερ τοῖς ἀληθεύουσιν, ἐν ἑτέρᾳ πραγματείᾳ δέδεικταί μοι τῆς περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον ἐτυμολογοῦντα ψευδῶς. τί μὲν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρὶς, ἀλλὰ καὶ τετράκις ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δὲ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων. ἅ δ’ οὖν ὑπὲρ τῆς ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἕνεκα. Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ ἀποφαίνεσθαι τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης, καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης, καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει. καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε. διὰ ταύτης οὖν ἁπάσης τῆς ῥήσεως ὁ Χρύσιππος οὐδὲν μὲν ἐπιστημονικὸν λῆμμα τοῦ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐν τῇ καρδίᾳ παραλαμβάνει, δύο δ’ ἐς ταὐτὸν οὐκ οἰκεῖα τῷ προκειμένῳ συμπλέκει, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐτυμολογίας, ὅτι τὴν ἐγὼ φωνὴν φθεγγόμενοι κατὰ τὴν πρώτην συλλαβὴν τὴν ε  λεγομένην τὸ στόμα κάτω που καὶ τὴν γένυν ἀπάγομεν ὡς ἐπὶ τὰ στέρνα, τὸ δὲ ἕτερον, ὅτι καὶ τὴν χεῖρα συνεπιφέρομεν ἐνίοτε τοῖς στέρνοις, ἡμᾶς αὐτοὺς δεικνύντες, ἐν τῷ λέγειν, ἐμοὶ τοῦτο προσῆκεν, τοῦτο ἐγώ σοι λέγω. ὅτι δὲ καὶ τῆς ῥινὸς ἅπτονται πολλάκις οἱ ἄνθρωποι λέγοντες, ἐμοὶ τοῦτο δὸς, ἐμοὶ τοῦτο προσήκει, τοῦτο ἐγώ σοι λέγω, παντελῶς ἐπιλέλησται. καίτοι κατά γε τὴν ἐγὼ φωνὴν οὐκ ἐπελάθετο τῆς ἐκεῖνος, οὐκ ἀπὸ παραπλησίας δέ τινος, ἀλλ’ ἀπὸ τῆς αὐτῆς ἀκριβῶς συλλαβῆς ἀρχομένης τῆς ε΄. ἐχρῆν δ’, οἶμαι, καθάπερ ἐπὶ ταύτης ἐμνημόνευσε μὲν, οὐκ ἔλυσε δὲ τὸ ἄτοπον, οὕτω κᾀπὶ τῆς ἐπὶ τοῦ στέρνου δείξεως ἐπιμνησθῆναι μὲν τῆς ἐπὶ τὴν ῥῖνα φορᾶς τοῦ δακτύλου, μὴ μέντοι μηδὲ ἐνταῦθα διαλύεσθαι τὸ προβληθὲν, εἰ μὴ ἄρα τις οἴεται, τὴν ἀπόφασιν τοῦ Χρυσίππου, ψιλὴν αὐτὴν μόνην ῥηθεῖσαν, ἀπόδειξιν ὑπάρχειν. τί γὰρ δὴ καί φησιν; ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει, καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὥσπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν. ἐννοήσας γὰρ, ὅτι ἡ ἐκεῖνος φωνὴ τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς ποιεῖται συλλαβῆς, ὥσπερ καὶ ἡ ἐγὼ, καὶ δεήσει καὶ ταύτην ἐνδείκνυσθαι ταὐτὸν σημαινόμενον, εἰς τὴν τῶν ἐπιφερομένων συλλαβῶν διαφορὰν ἀναφέρει τὴν τοῦ ζητουμένου λύσιν. ἔστι δὲ τοιάδε· εἰπὼν, τῆς ἐγὼ φωνῆς τὴν δευτέραν συλλαβὴν τὴν γώ μηδὲν ἀποστηματικὸν ἐμφαίνειν, ἐπήγαγεν, ἐπὶ δὲ τῆς ἐκεῖνος ἐμφαίνειν τὴν κεί. τοῦτο δ’ ἀπόφασίς ἐστι ψιλὴ, μηδεμίαν ἀπόδειξιν ἔχουσα, μὴ ὅτι βεβαίαν τε καὶ ἐπιστημονικὴν, ἀλλὰ μηδ’ ἄχρι πιθανότητος ἢ ῥητορικῆς ἢ σοφιστικῆς προϊοῦσαν. διὰ τί γὰρ ἡ μὲν κεί συλλαβὴ ἀποστηματικόν τι δηλώσει, ἡ δὲ γώ μὴ, οὐ προσθεῖναι δίκαιον ἦν αὐτὸν ἀπόδειξίν τινα; διὰ τί δὲ τοῖς μὲν στέρνοις ἐπιφέροντες τὸν δάκτυλον ἐπιδεικνύμεθα, τὴν ἀρχὴν τῆς ψυχῆς ἐνταῦθα εἶναι, τῇ ῥινὶ δὲ ἐπιφέροντες οὐκ ἐνδεικνύμεθα; δίκαιον γὰρ, εἴπερ ἡ δεῖξις ἱκανὴ πίστις εἰς εὕρεσιν ἡγεμονικοῦ μορίου ψυχῆς, οὐκ ἐπὶ μὲν τῶν στέρνων αὐτὴν ἱκανὴν ὑπάρχειν, ἀσθενῆ δὲ ἐπὶ τῆς ῥινὸς, ἀλλὰ κᾀπὶ ταύτης ἰσχύειν ὁμοίως, ἢ εἴπερ οὐδὲ ἐπὶ ταύτης, οὐδὲ ἐπὶ τῶν στέρνων. διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλὴν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα μᾶλλον, καὶ οὐκ αὐτῷ κινουμένῳ; τὸ γάρ τοι πρῶτον κινούμενον ἐν ἡμῖν μόριον ἐπινευόντων, αὐτὸ δήπου πιθανώτερον ἔχειν ἐστὶ τὴν ἀρχὴν τῆς ψυχῆς, ἤπερ τι τῶν ἄλλων, πρὸς ὃ φέρεται κινούμενον· ἵνα μὴ νῦν ἐκείνων μνημονεύω τῶν ἀνθρώπων, οἳ ταῖς κεφαλαῖς ἀνανεύουσιν, ἐπειδὰν συγκατατίθωνται. τάχα γὰρ φήσει, τοὺς βαρβάρους, ὥσπερ τἄλλα χείρους εἰσὶ καὶ ἀλογώτεροι τῶν Ἑλλήνων, οὕτω κᾀν τῷδε σφάλλεσθαι. πάντ’ οὖν, ὅσα περιττὰ τῶν ἐπιχειρημάτων, ἐν τοῖς περὶ ἀποδείξεως ἐδείξαμεν οὐκ οἰκεῖα τῷ ζητουμένῳ πράγματι· καὶ διὰ τοῦτο νῦν οὐ χρὴ μηκύνειν περὶ αὐτῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐκ τῆς ἐτυμολογίας ὁρμωμένων, εἴρηται γὰρ καὶ περὶ ἐκείνων αὐτάρκως ἐν τοῖς περὶ ὀνομάτων ὀρθότητος.

Ἀλλὰ τίνα χρὴ ζητεῖν λήμματα τῷ προκειμένῳ προβλήματι προσήκοντά τε καὶ οἰκεῖα; γέγραπται μὲν δήπου καὶ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπό τε τῶν παλαιῶν εἰρημένοις ἀσφαλέστερόν τε καὶ συντομώτερον, ὑπό τε ἡμῶν ἐξηγουμένων ἐκεῖνα σαφῶς τε ἅμα καὶ διὰ πολλῶν. ἀρκέσει δὲ νῦν ἐξ αὐτῶν τὸ κεφάλαιον ἀναμνήσασι μόνον ἐκείνῳ χρήσασθαι σκοπῷ εἰς τὴν τῶν κατὰ μέρος εὕρεσιν. ἦν δὲ τὸ κεφάλαιον, ὡς ἀπ’ αὐτῆς χρὴ τῆς οὐσίας τοῦ ζητουμένου πράγματος ἐξευρίσκειν τὰ προσήκοντά τε καὶ οἰκεῖα λήμματα, καθάπερ ἐν τούτοις, ἐν οἷς Χρύσιππος ἐπισκοπεῖται περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ, τόν τε τῆς οὐσίας λόγον εἰπόντας, ὑπὲρ οὗ ζητοῦμεν πράγματος, ἐκείνῳ χρῆσθαι κανόνι τε καὶ σκοπῷ τῶν κατὰ μέρος ἁπάντων. ἔστι δὲ τὸ ἡγεμονικὸν, ὡς αὐτοὶ βούλονται, τὸ κατάρχον αἰσθήσεώς τε καὶ ὁρμῆς. οὐκ οὖν ἄλλοθεν χρὴ δεικνύναι τὴν καρδίαν ἐν αὑτῇ τὸ ἡγεμονικὸν ἔχουσαν, ἢ ἐκ τοῦ πάσης μὲν τῆς καθ’ ὁρμὴν κινήσεως ἐξηγεῖσθαι τοῖς ἄλλοις τοῦ ζώου μορίοις, ἅπασαν δὲ αἴσθησιν εἰς αὐτὴν ἀναφέρεσθαι. πόθεν οὖν τοῦτο δειχθήσεται; πόθεν δὲ ἄλλοθεν, ἢ ἐκ τῶν ἀνατομῶν; εἰ γὰρ αὕτη τοῖς κατὰ μέρος ἅπασιν ἐπιπέμπει δύναμιν αἰσθήσεώς τε ἅμα καὶ κινήσεως, ἀποπεφυκέναι τι πάντως ἀπ’ αὐτῆς ἀγγεῖον ἀναγκαῖόν ἐστιν εἰς τὴν αὐτῶν ὑπηρεσίαν. ὥστε ἐκ τῆς ἀποδεικτικῆς μεθόδου πέφῃνεν, ὅτι τε χρησιμώτερον ἀνατέμνοντας τὰ ζῶα κατασκέπτεσθαι, τίνα καὶ πόσα γένη σωμάτων ἐκ τῆς καρδίας ἐκφυόμενα διανέμεται τοῖς ἄλλοις τοῦ ζώου μορίοις, ὅτι τε, τούτων αὐτῶν ὄντων τοιούτων καὶ τοσῶνδε, τοῦτο μὲν αἴσθησιν ἢ κίνησιν ἢ ἄμφω παράγει, τοῦτο δ’ ἄλλο τι. καὶ οὕτως ἐστὶν ἤδη τινῶν ἐν τοῖς ζώοις δυνάμεων ἡ καρδία πηγή. ταύτης τῆς ὁδοῦ πᾶν ὅτι περ ἂν ἔξω πίπτῃ, περιττόν τ’ ἐστὶ καὶ ἀλλότριον, καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν δείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵ γε περὶ τὸν Ζήνωνα καὶ τὸν Χρύσιππον. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς  βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα. καὶ πολλάκις ἡγεῖται μὲν, εἰ οὕτως ἔχει, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’ ἕπεται γυμναστικόν τε καὶ διαλεκτικὸν, εἶθ’ ἑξῆς ἐπιστημονικὸν, εἶθ’, οὕτως εἰ ἔτυχε, σοφιστικὸν, οὐκ εἰδότων, ὡς τὰ μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου, καὶ τοῦτον ἔχει τὸν σκοπὸν, τῶν δ’ ἄλλων ἁπάντων ἔξωθεν ὄντων, ὅσοις μὲν ὁ διαλεκτικὸς εἰς τὸ γυμνάσασθαι χρῆται, καὶ σοφιστὰς ἐξελέγξαι, καὶ πεῖραν λαβεῖν μυήσεως μειρακίου, καὶ μαιεύσασθαι, καὶ προσαγαγεῖν ἐπί τινος εὕρεσιν, ἀπορῆσαί τε ποιῆσαι. ταυτὶ μὲν ἅπαντα διαλεκτικά τε κάλει, εἰ βούλοιο, καὶ γυμναστικὰ, καὶ τοπικὰ, (τῶν γὰρ ὀνομάτων οὐ φροντίζω,) διορίζειν δὲ ταῦτα πειρῶ τῶν ἐπιστημονικῶν. ὅσα δ’ ἔτι τούτων ἀποκεχώρηκε ἐξωτέρω, καὶ μάλιστα διὰ παραδειγμάτων ἐνδόξων τε καὶ πολιτικῶν ἐπαγωγῶν τέ τινων τοιούτων ἢ μαρτύρων εἰς σύστασιν ἀφικνεῖται, ταῦτ’ εἰ βούλοιο πιθανὰ τε καὶ ῥητορικὰ προσαγορεύειν, οὔ μοι μέλει τῆς κλήσεως, γνωρίζειν δὲ αὐτῶν χρὴ πειρᾶσθαι τὴν φύσιν. ἔτι δὲ μᾶλλον ἀποκεχώρηκε τῆς οὐσίας τοῦ ζητουμένου τὰ σοφιστικὰ, καὶ γέγραπται περὶ τούτων ἁπάντων τοῖς παλαιοῖς, ἐν μὲν τοῖς σοφιστικοῖς ἐλέγχοις περὶ τῶν σοφιστικῶν εἴτε προτάσεων ἐθέλεις ὀνομάζειν, εἴτε ἀξιωμάτων, εἴτε λόγων, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, κατὰ δὲ τὰς ῥητορικὰς τέχνας ὑπὲρ τῶν ῥητορικῶν, ἐν δὲ τοῖς τοπικοῖς ὑπὲρ τῶν διαλεκτικῶν, ἐν δὲ τοῖς περὶ ἀποδείξεως, ἃ δὴ καὶ δεύτερα ἀναλυτικὰ ἐπιγράφουσιν, ὑπὲρ τῶν ἐπιστημονικῶν. ὥστε, ὅστις ὁτιοῦν ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτ’ ἐγνωκέναι, τὴν διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθ’ ἑξῆς χρόνῳ πολλῷ γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου, γνωρίζειν αὐτὰ ποίου γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου, ταχέως ἔστιν εὑρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβληθέντων. ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τῷ λογίζεσθαι ποιοῦμεν, οὕτω κᾀνταῦθα πράττειν. ὅστις ἐθέλει γίγνεσθαι λογιστικὸς, οὗτος μὲν ἐκμανθάνει πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφεξῆς δὲ γυμνάζεται χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ μερίζειν, εἶθ’ ἑξῆς μαθὼν ὀλιγίστας μεθόδους, οὕτως ἤδη περὶ παντὸς τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι. καί μοι θαυμάζειν ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος μὲν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατοστὸς Ἀττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τριακονταεπτὰ, μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέπουσιν, εἰδότες, οἶμαι, σαφῶς, ὡς ἑαυτῷ οὐ μέτεστιν ἐπιστήμη οὐδεμία τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτ’ ἤσκησαν αὐτὰ μήθ’ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν, εὖ εἰδότες, ὡς οὔτε παρ’ ἑτέρων ἔμαθον ὅλως οὐδὲν, οὔτε αὐτοὶ καθ’ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν, ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικὴν, οὐκ ἦν ἱκανὸν, ἀλλ’ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατ’ αὐτήν. οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν, ὡς χρὴ διαιρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλ’ ἐπὶ τῇ γνώσει τῆς μεθόδου καὶ τὴν ἄσκησιν ἐπάγουσιν. ἠβουλόμην ἂν οὖν μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθ’, ὅπως ἤσκηται κατ’ αὐτὴν, ἐπιδείξασθαι. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ, καὶ πῶς οἱ ἀδιαφόρως περαίνονται, ἤ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι. καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν συμπλοκὴν, ὡς αὐτὸς ὁ Χρυσίππως ἔργῳ μαρτυρεῖ, μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν, οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον, οὔτε φαίνονται χρώμενοι. ἀλλ’ ὅτι τὰς χεῖρας ἐπιφέρομεν τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς, ἢ τῇ κεφαλῇ κάτω νεύομεν, εἰ τὴν ἐγὼ φθεγγόμεθα φωνὴν, εἰς ἔνδειξιν τοῦ τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς οὐκ αἰδοῦνται γράφοντες, ὧν ἡ δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ, ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ, (καὶ γὰρ καὶ ταῦτα δείκνυται πολλάκις ὑπὸ τῶν ἀνθρώπων,) ἐμφαίνει τὸ ἡγεμονοῦν εἶναι τῆς ψυχῆς. ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον ἐν τοῖς κατὰ τὴν κεφαλὴν, ἢ ἐν τοῖς κατὰ τὸν θώρακα. ἡ δὲ ε΄ φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέδειξα τῶν ὑπὲρ ὀνομάτων ὀρθότητος. εἴ τις οὖν καλῶς ἤσκηται τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, ὥσπερ οὐδὲ πρὸς τοὺς ἐκ τοῦ περιπάτου. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι, τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δ’ ἐπιθυμητικῆς ἐν ἥπατι. πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς  λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον διδάσκειν αὐτοὺς, ὅσον χρηστὸν, ἀλλὰ πολὺ πρότερον ἀποστῆσαι τοῦ μοχθηροῦ. τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως, ἀνύσειν δ’ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί τε καὶ λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις. ἐπεὶ δὲ οὐχ ὑπομένουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι, πρὶν, ὅπως χρὴ ζητεῖν, καταστήσασθαι, τίς ἂν ἡμῖν ἐλπὶς ἔτι λείποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφ’ ὧν ψευδῶς ὑπειλήφασιν;

Ἀλλ’ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ ψυχῇ διαστροφὴν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον σκέμμα δεικνύναι, πῶς ἄν τις ἐπιστημονικὰ λαμβάνοι λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων. ἔτι τε πρὸς τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν, οὐκ οὖσαν δὲ συνιστάντων λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν προκειμένου σκέμματος. ἥτις δὲ τούτων αὐτῶν ἐστι πρὸς ἄλληλα διαφορὰ, καθ’ ὅσον οἷός τ’ εἰμὶ, σαφέστατα περὶ πάντων ἐρῶ. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ, ὃ κατάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις αἰσθήσεώς τε ἅμα καὶ τῆς καθ’ ὁρμὴν κινήσεως, ἰστέον ὡς, ὅσα μὲν ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν· ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ’ αὐτὸ τὸ προκείμενόν τε καὶ ζητούμενον ἐπιστημονικὰ, τὰ δ’ ἄλλα πάντα γένους ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς· ὅσα δὲ ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν, εἴτ’ οὖν ἰδιωτῶν, εἴτε ποιητῶν, εἴτε φιλοσόφων, εἴτ’ ἐξ ἐτυμολογίας τινὸς, εἴτε ἐκ νευμάτων, εἴτε ἐξ ἐπινευμάτων, εἴτε ἐξ ὅτου δή τινος ἑτέρου τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν. οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σοφιστικῶν, ἅπερ ἐν ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα συνίσταται. ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ καρδίᾳ, καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ’ οὕτως καὶ κατὰ μέρος τε καὶ κατ’ εἶδος. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις, καὶ πηλικότης, καὶ πλοκὴ, καὶ διάπλασις, καὶ διάθεσις, καὶ κίνησις. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον, ἐπιδεικνύντας, ὅσαι προτάσεις ἀπ’ αὐτῆς συνίστανται. κεῖται δὲ ὡς πρὸς μὲν τὸν θώρακα μέση πως μᾶλλον. ἡ μὲν γὰρ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ μέγεθος τῆς καρδίας. ὡς δὲ πρὸς ὅλον τὸ ζῶον ἀνωτέρω τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον, ὅσον ἀπέχει τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ μέσα. ἀλλὰ καὶ πρὸς τὸν λάρυγγα, δι’ οὗ ἀναπνέομεν, οὕτω πως ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται. κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα μόρια σχιζομένη, ὅσοι περ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί· μετὰ ταῦτα δὲ ἤδη καθ’ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται, εἰς πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα. τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον μερισθείσης, ὅν περ ἡ φλεβώδης ἀρτηρία. καὶ μὲν δὴ καὶ πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην, ὥστ’ ἔξωθεν ὑπ’ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι. τὰ μὲν οὖν τῆς θέσεως ᾧδε ἔχει τῇ καρδίᾳ, καὶ δύναιτ’ ἄν τις ἀπ’ αὐτῆς ἐπιχειρήματα ποιεῖσθαι, τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα, διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει δυνάμεων αὐτοῦ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει. καὶ μὲν δὴ καὶ τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων αὐτῇ δύναιτ’ ἄν τινα κᾀντεῦθεν ἐπιχειρήματα λαμβάνειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος, ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν ὁ βουλόμενος ἐκ πάντων ἐπιχειρεῖν. ἀλλ’ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν, οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανὸν, ἔστ’ ἂν μηδέπω περαίνηται δι’ αὐτῶν, ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζώοις ἐστὶν ἡ καρδία. οὐ γὰρ ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζώῳ κεῖσθαι τὸ πάντων ἀρχὴν ὑπάρχειν αὐτήν. καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές ἐστι, τὸ μέσον ἐν τοῖς ζώοις εἶναι τὴν καρδίαν. εἰ γὰρ ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ, ὅτι μέση τοῦ θώρακος ἡ καρδία, διὰ τοῦτ’ ἀρχὴ τοῦ ζώου παντός. οὐδὲ γὰρ, ὅτι καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὔτ’ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν, καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ λογισμοῦ. καὶ γὰρ τὰ τοιαῦτα πάντα, καίπερ ὄντα πολὺ  μὲν πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ, καθάπερ οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν. εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μοχθηρόν. οὕτω γὰρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’ ἐστι τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν. εἰ γοῦν κατώτερον τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζώου, καίτοι γ’ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθὲν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί τι. προθυμηθήσεται μὲν γὰρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοὰς, οὐ μὴν σὺν ψόφῳ γέ τινι καὶ ἀθρόως. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῶον, ἐκτεινομένους σφοδρῶς. τούτους μέν γε καὶ πρὸ τοῦ τρωθῆναι τὴν τραχεῖαν ἀρτηρίαν σαφῶς ἔστιν ἰδεῖν τεινομένους, ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ’ ἐπί γε τετρωμένῃ τῇ ἀρτηρίᾳ πονοῦσι μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται τὸ πνεῦμα. διττὸν οὖν ἁμαρτάνεται κᾀνταῦθα ἁμάρτημα τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν, ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ οὐδὲ ἀπὸ ταύτης, ὡς χρή. τείνονται μὲν γὰρ οἵ τε κατὰ τὸν θώρακα μύες ἅπαντες, οἵ τε κατ’ ἐπιγάστριον, ἐπειδὰν θελήσῃ φωνῆσαι τὸ ζῶον, εἰς τάσιν δή τινα καὶ κίνησιν ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης ἐνέργειαν, οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον πνεῦμα, πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι, φωνῆς ἔχει ἰδέαν, ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ περὶ φωνῆς πραγματείᾳ. πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων, οἷον ὑπὸ πλήκτρων τινῶν, ἡ ἐκφύσησις αὕτη φωνὴ γίνεται. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως, ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ τούτων οἰκείαις πραγματείαις ἀκριβῶς εἴρηται. τοῖς δὲ ἀπὸ τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται. κᾄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες, ἐξ ἐγκεφάλου γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν, ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς, ἅπερ ἐπαγγελλόμεθα λόγῳ, ταῦτα ἐπὶ ταῖς τῶν ζώων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ’ οὐδὲν ἄλλο ἔχουσι λέγειν, ἢ, διότι πλησίον ἐστὶν ἡ καρδία τοῦ λάρυγγος, διὰ τοῦτ’ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν. αἱροῦνται γὰρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κᾂν αὕτη μὲν ἀπάγει πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ βραχεῖα σφάλλει τἀληθοῦς. οὐδ’ ἐστὶν ὅστις ἐμοί ποθ’ ὑπέμεινε δεικνύντι τοὺς μῦς ἅπαντας, ὑφ’ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή. καίτοι γ’ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως, ἀλλ’ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ μύες ὄργανά τινα κινοῦσιν, ὑφ’ ὧν ἀναπνοή τε καὶ φωνὴ γίγνεται, δέονται δ’ αὐτοὶ πάλιν, ὅπως κινηθῶσι, τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις, εἴτε τέμοις, ἀκίνητον αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζώου τὸ μέλος, ὃ πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον. ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω, μαθησόμενος ἐναργῶς ἐπ’ αὐτῶν τῶν ζώων, εἰ μόνον ἔχοι τὰς αἰσθήσεις ἀπηρώτους, ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ’ ἑτέρων δὲ τὴν μετὰ βίας· ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν, βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις ἐπιτελουμένην, ἐφ’ ἧς εὐθέως ὄψει συνεξαιρόμενα καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ καὶ τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς, ὑφ’ ἑτέρων μὲν ὀργάνων καὶ μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικρὰν, ὑφ’ ἑτέρων δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν. ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ἐπιδείξομέν σοι τὸ τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας αὐτὸν μῦς, καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου καθήκοντα. καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον, οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως ἂν ὀνομάζειν ἐθελήσαις, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου. καὶ δὴ καὶ ζῶα πλείω παρασκευάσαντες, ἄλλην κατ’ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν ἐπιδείξομεν ἀπολλυμένην ἐφ’ ἑκάστου τῶν ἀπ’ ἐγκεφάλου νεύρων τεμνομένου. τάχ’ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον, καὶ τοὺς κινοῦντας μῦς, οἵτινές τέ εἰσι, καὶ πόσοι τὸν ἀριθμὸν, ἥντινά τε θέσιν ἔχουσι, καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι,  καὶ τίνα δέχονται νεῦρα, καὶ πόσα, καὶ πηλίκα, καὶ κατὰ τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνονται, τίς τε τοῖς ὑπ’ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως. ἐγὼ δὲ καὶ πρόσθεν εἶπον, ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν γράφειν οὐκ ἐπαινῶ, ἀλλ’ εἴπερ ὄντως ἐστί τις φιλομαθὴς, ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας. πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα, καὶ κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν ἀέρα, καὶ τοῦτ’ εἶναι τὴν εἰσπνοὴν, κατὰ δὲ τὰς συστολὰς συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε τὸν λάρυγγα καὶ τὸ στόμα, καὶ διὰ τούτων ἐκπέμπειν ἔξω, καὶ τοῦτ’ εἶναι τὴν ἐκπνοήν. ἑτέραν δὲ ἔχει πραγματείαν ἐφεξῆς τῇδε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς μῦς ἅπαντας ἐδήλωσα, καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα, καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ τὴν ἐξ ἐγκεφάλου παρέχοντα δύναμιν τὴν ψυχικήν. εἶτ’ αὖθις ἄλλην ἑξῆς ταῖσδε περὶ τῆς φωνῆς ἔχει πραγματείαν, ὑπέρ τε τῶν ταῦτα κινούντων μυῶν, ἔτι τε τῶν εἰς τούτους καθηκόντων ἐξ ἐγκεφάλου νεύρων. εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ’ ἀρκεῖ μοι μόνον εἰπεῖν, ὡς, εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο, κᾄπειθ’ ἑαυτῷ τὸ κατὰ τὸν λάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλὴν, ἔτι δὲ μᾶλλον οὐκ ἂν ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον, ἢ τρωσάντων ἄχρι κοιλίας, ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν. τὸ μὲν γὰρ τῆς τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ λάρυγγα προσαγορεύομεν, ἢ τοῦ πνεύμονος, ἢ τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι τὴν φωνὴν οὐδὲν ἂν οἶμαι θαυμαστὸν, εἴπερ ἐκ τῆς καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιβέντος, ἤ τινος τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων, ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται. καὶ μὴν ἔμπαλιν ἔχει τὸ φαινόμενον, ἢ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ γυμνωθείσης, ὡς κᾀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι, καὶ κρατῶν, καὶ θλίβων, καὶ θλῶν, οὔτε ἄπνουν, οὔτε ἄφωνον, οὔτε ἄλλην τινὰ τῶν καθ’ ὁρμὴν ἐνεργειῶν ἐμποδιζόμενον ὄψει τὸ ζῶον· ἐγκέφαλον δὲ γυμνώσας τῶν ὀστῶν, ἢ θλίψας ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὐκ ἄφωνον μόνον οὐδ’ ἄπνουν εὐθὺς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ἐργάσῃ τὸ ζῶον. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς οὐ χρὴ συντιτράναι τοῦ θώρακος οὐδετέραν κοιλότητα, γυμνοῦντας τὴν καρδίαν. εἰ γὰρ δὴ τούτου τύχῃ τις, οὐ μόνον εἰ θλίβειν ἢ θλᾷν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθῇ, δυνήσεται κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν οὐκ ἀτυχήσει τῆς χειρουργίας. γίνεται μὲν τοῦτο καὶ κατὰ πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας, καὶ φαίνεται τὰ ζῶα, τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης, οὐκ ἀναπνέοντα μόνον, ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα, μέχρι περ ἂν ὑπὸ τῆς αἱμοῤῥαγίας ἀποθάνῃ. τάχιστα δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα, τεττάρων μεγίστων ἀγγείων διασπωμένων, ἀλλ’ ἄχρι περ ἂν ἔτι ζῇ, καὶ ἀναπνεῖ, καὶ φωνεῖ, καὶ τρέχει. τοὺς δέ γε κατὰ τὸν πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ’ ἐπ’ ἐλάχιστον προβῆναι, συναπόλλυται δ’ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἡ ἀναπνοὴ καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἡ ἀρχή. τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις· οὐ γὰρ δὴ καὶ ταύταις γε παρ’ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν, ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ. ὡς γὰρ αἱ κινήσεις ἑτέρου γένους εἰσὶν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς ἑτέρας, ἀλλ’ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς σφυγμοὺς κινήσεως, ὅ τ’ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν, οὐδ’ ἐστὶν οὐδεὶς λόγος, ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν εἶναι τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων εἶναι πολλῶν, οὔθ’ ὡς μὴ οὕτως φαινομένων ἐπιδείξει. ἀλλὰ περὶ μὲν τούτου κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον αὐτοῖς διαλέξομαι. νυνὶ δ’ ἐφ’ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι, πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως, μήτε τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν. δι’ ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ’ ἐκείνης γε τὴν ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ’ ἐστὶν ὑπό του γίνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον ἰδίᾳ καθ’ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.

Οἱ δ’ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ τῆς καρδίας ἐπιτελεῖσθαι, πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος ἠπατήθησαν, οὐκ εἰδότες, ὡς οὐ πάντως, εἴ τι πλησίον ἐστὶ μόριον ἐνεργείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ τῆς ἐνεργείας ἐστίν. οὐδὲ γὰρ, ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν ἀρχὴν εἶναι τῆς κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας αἰσθήσεως, ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλλε, μᾶλλον δὲ οὐχ ἡ θέσις, ἀλλ’ ἡ περὶ τῆς αἰσθήσεως δόξα. πάντως γὰρ δήπου τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι· πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίων ἐστὶν ἡ ἀρχή. τούτου γὰρ ὑποτεθέντος ὡς ἀληθοῦς, εἶτ’ ἐκ τοῦ φαίνεσθαι προληφθέντος, ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτ’ ἂν ἤδη τὸ καὶ τὴν ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν.  ἀλλ’ οὔτε πρὸς αἴσθησιν, οὔτε πρὸς νόησιν ἐναργές ἐστιν, ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν εἰρημένον ἀξίωμα, τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον εἶναι τὴν ἀρχήν· οὔθ’, ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνητικά τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτ’ ἐκ καρδίας αὐτοῖς ἡ ἀρχή. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι, πλὴν οὗ νῦν εἶπον ἀξιώματος ἤδη. εἴσῃ δ’ ἐναργέστερον, εἰ παραγράψαιμεν αὐτὸν, ἔχει γὰρ ᾧδε. φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ᾧδε. ὅθεν ἐκπέμπεται ἡ φωνὴ, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν. τοῦτο δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται, ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐμφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. ἀλλὰ μὴν κᾀκεῖνο ἀληθὲς, τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν φασιν εἷναι φωνὴν σημαίνουσαν, ἀπὸ διανοίας ἐκπεμπομένην. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον, καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανοεῖσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν. τοιοῦτος μέντοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ. βούλομαι δὲ, πρὶν ἐλέγχειν αὐτοὺς, ἔτι καὶ τὸν τοῦ Χρυσίππου παραθέσθαι, τόνδε τὸν τρόπον ἔχοντα. εὔλογον δὲ, εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι, καὶ ἐξ οὗ λόγος, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν ἡ πηγὴ λόγου ἐστὶν, ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγὴ, ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν, ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος. τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν, αὐτὴν πηγὴν εἶναι λόγου. τὸ γὰρ ὅλον, ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐμφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν, καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν προειρημένον τρόπον. ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μῆκος ἐμπεσεῖται τὸ γράμμα. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρημένων ἐμνημόνευσα λόγων, ἀλλ’ ἠρκέσθην ἐξετάσας τὸν τοῦ Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Σιωϊκῶν ἐγεγόνει μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ ῥήματος, ὅπερ ἔλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας ὡδί· φωνὴ διὰ φάρυγγος χωρεῖ. τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται, ἢ ἐκπέμπεται. ὁ δὲ, τούτων μὲν μηδέτερον, ἔφη, σημαίνεται πρὸς αὐτοῦ. καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν ἄλλων Στωϊκῶν παραναγινώσκειν βιβλία, μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται, ἢ εἰς τὸ ἐκπέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην, μεθ’ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγράφειν ῥήσεις, ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν ἤδη τρέψομαι, τὴν ἀρχὴν ἀπὸ τοῦ Ζήνωνος ποιησάμενος, ὅσπερ δὴ καὶ πατήρ ἐστι τοῦ περὶ τῆς φωνῆς λόγου τοῦδε καὶ ἁπάσης τῆς τῶν Στωϊκῶν αἱρέσεως. τὸ μὲν οὖν πρῶτον λῆμμα τῆς χωρεῖ φωνῆς μεταληφθείσης ἐπὶ τὸ σαφέστερον ἔσται τοιόνδε· φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. τὸ δὲ ἐφεξῆς τούτῳ τὸ δεύτερον τοιοῦτον· εἰ δὲ ἦν ἀπ’ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. τοῦτό φημι τὸ λῆμμα, μὴ ὅτι τοῦ πρώτου γένους ἐκπεπτωκέναι τῶν εἰς τὰς ἀποδείξεις ἐπιτηδείων, ἀλλὰ καὶ τοῦ δευτέρου τε καὶ τρίτου, περιέχεσθαι δὲ ἐν τῷ τετάρτῳ γένει τῶν σοφιστικῶν λημμάτων, εἴ γε δὴ σχῆμά τι λέξεως ὑποδύεται πεπανουργημένον τε καὶ σεσοφισμένον πρὸς ἀμφιβολίαν, ἐκ ταύτης τὸν ἔλεγχον ἐλπίζων ἀποδράσεσθαι. τὸ γὰρ, εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει, μοχθηρῶς ἔχει τὴν ἀπὸ πρόθεσιν ἐγκειμένην τῇ ῥήσει. δύο γάρ εἰσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις σαφεῖς προθέσεις, ἥ τε ὑπὸ καὶ ἡ ἐξ, ὧν οὐδεμίαν παρέλαβεν, καίτοι δυνάμενος εἰπεῖν· εἰ δ’ ἦν ἐκ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει· ἢ εἰ μὴ ἐκ τοῦ ἐγκεφάλου, ὑπὸ τοῦ ἐγκεφάλου γε πάντως ἐχρῆν εἰπεῖν αὐτόν. ἡ γὰρ διὰ τῆς φάρυγγος ἐκπεμπομένη φωνὴ ἔκ τινός τε καὶ ὑπό τινος ἐκπέμπεται· ἔκ τινος μὲν, ὡς ἀγγείου περιέχοντος, ὑπό τινος δ’, ὡς δυνάμεως κινούσης τὸ περιέχον· ὥσπερ ἀμέλει καὶ τὸ οὖρον ἐξέρχεται μὲν διὰ τοῦ αἰδοίου, ἐκπέμπεται δ’  ἐξ ἀγγείου μὲν, τῆς ὑπερκειμένης κύστεως, ὑπὸ δυνάμεως δὲ τῆς τὴν κύστιν συστελλούσης εἰς ἑαυτὴν, ἵν’ ἐκθλίψῃ τὸ οὖρον. ἡ δ’ ἀπὸ πρόθεσις ἄδηλός ἐστιν, εἴτε ἀντὶ τῆς ἐξ, εἴτε ἀντὶ τῆς ὑπὸ παρείληπται. εἰ μὲν οὖν ἀντὶ τῆς ἐξ, ἀληθής ἐστιν ὁ λόγος, ἔσται γὰρ τοιοῦτος· εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη ἡ φωνὴ, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξεπέμπετο. εἰ δὲ ἀντὶ τῆς ὑπὸ, ψευδὴς, ἔσται γὰρ αὖ πάλιν τοιοῦτος· εἰ δὲ ἦν ὑπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξῄει. ὅτι δ’ οὐκ ἀληθής ἐστιν ὁ τοιοῦτος λόγος, οὐκ ἐμὲ χρὴ κατασκευάζειν, ἀλλ’ ἐκείνους αὐτοὺς ἀξιοῦν ἀποφήνασθαι προτέρους ὑπὲρ τοῦ τοιούτου λόγου, τὸ οὖρον διὰ τοῦ αἰδοίου χωρεῖ· εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξῄει. καὶ μὴν ὑπὸ προαιρέσεώς γε τῆς ἡμετέρας ἐκπέμπεται. οὐκ ἄρα ἐν τῇ καρδίᾳ ἐστὶν ἡ προαίρεσις. οὕτω δὲ καὶ περὶ διαχωρήματος ἐρωτᾷν ἐγχωρεῖ. καὶ γὰρ καὶ τοῦτο διὰ μὲν τῆς ἔδρας ὑπὸ τῆς ἡμετέρας προαιρέσεως πρώτης κινούσης ἐκπέμπεται, ἥτις, οἶμαι, καὶ τῶν ποῤῥωτάτω κειμένων ἑαυτῆς δάκτυλον ὁντιναοῦν τῶν ἐν ποδὶ κινεῖ παραχρῆμα, μηδὲν ἐκ τοῦ διαστήματος ἐμποδιζομένη πρὸς τὸ τάχος. εἴτε γὰρ ἐν ἐγκεφάλῳ θείης, εἴτ’ ἐν καρδίᾳ τὴν προαίρεσιν, ἢ διάνοιαν, ἢ ὅ τί ποτε καὶ βούλει καλεῖν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, χρόνος οὐδεὶς εὑρεθήσεται μεταξὺ γιγνόμενος τοῦ τε βουληθῆναι κινῆσαι τὸν δάκτυλον καὶ τῆς ἐνεργείας αὐτοῦ, καθάπερ, οἶμαι, κᾀπὶ τῆς αἰσθήσεως ἔχει. οὐ γὰρ οὖν οὐδ’ ἐπὶ ταύτης ἀναμεῖναι δεῖ χρόνον τινὰ τοῦ νύξαντος ἢ τρώσαντος, ἵν’ αἴσθηται τὸ ζῶον, ἀλλ’ ἅμα τε τὸ τέμνον τέμνει καὶ τὸ ζῶον αἰσθάνεται. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντὶ, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγενομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς, ἵν’ αἴσθηται τὸ ζῶον. ὡς οὖν οὐδείς ἐστι χρόνος αἰσθητὸς ἐν τῷ μεταξὺ τοῦ τρωθῆναί τε τὸ μόριον αἰσθέσθαι τε τὸ ζῶον, ὡσαύτως οὐδὲ τοῦ βουληθῆναι κάμψαι τὸν ἄνθρωπον δάκτυλον ἢ τὸν πόδα καὶ αὐτῆς τῆς ἐνεργείας· οὕτως οὐδὲ τοῦ βουληθῆναι τὸ οὖρον ἐκκρῖναι καὶ αὐτῆς τῆς ἐκκρίσεως, ἀλλ’ ἅμα τε τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐβουλήθη καὶ τὰ τῆς αἰσθήσεως ἐνήργησεν ὄργανα. πῶς οὖν λύσομεν ἐκεῖνον τὸν λόγον, ὧ σοφώτατοι, εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον τὸ οὖρον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξεκρίνετο; ἣν γὰρ ἂν εἴπητε λύσιν, ἐξέσται δήπου καὶ ἡμᾶς αὐτῇ χρήσασθαι. κατὰ μὲν δὴ τοὺς διαλόγους ἐκείνους ἀναγκάζειν χρὴ λύειν τὸν λόγον. ἐνταῦθα δὲ οὐκ ἐγχωρεῖ ποιεῖν οὕτως, ἀλλὰ χρὴ τὴν λύσιν αὐτοὺς εἰπεῖν, οὐδὲν ἔχουσαν ἀποκεκρυμμένον ἢ μακρὸν ἢ χαλεπὸν, ἀλλ’ ἐκ προχείρου φαινομένην. οὐδὲν γὰρ κωλύει, φήσομεν, ἐκ τῆς κύστεως ἐκκρίνεσθαι διὰ τοῦ αἰδοίου τὸ οὖρον, ἀρχὴν κινήσεως ἐπιπέμψαντος τοῦ ἡγεμονικοῦ, ἵνα συσταλῇ τὸ περιέχον ἀγγεῖον. λοιπὸν, εἴτ’ ἐγκέφαλός ἐστιν, εἴτε καρδία τὸ τῆς ψυχῆς ἡγεμονοῦν, οὐδὲν οἶμαι διαφέρειν εἴς γε τὴν τοῦ προκειμένου λόγου διάλυσιν. ἄν τε γὰρ ἐγκέφαλος ᾖ, τὴν ἀρχὴν τῆς κινήσεως αὐτὸς ἐπιπέμψει καὶ τοῖς τὸ οὖρον ἐκκρίνουσιν ὀργάνοις, καὶ τοῖς τὸ περίττωμα τῆς τροφῆς, καὶ τοῖς τὸ σκέλος κινοῦσι, καὶ τοῖς τὸν πόδα καὶ τοὺς δακτύλους, ἄν θ’ ἡ καρδία, κατὰ τὸν αὐτὸν τρόπον. οὕτως, οἶμαι, καὶ τῆς φωνῆς ἐκπεμπομένης διὰ φάρυγγος, οὐδὲν κωλύει τὸν ἐγκέφαλον αἴτιον ὑπάρχειν τῆς πρὸ τῆς φάρυγγος κινήσεως. ὥστ’ ἴσον ἔτι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς, οὐδὲν ἔκ γε τοῦ φαινομένου πρὸς οὐδέτερον τῶν δογμάτων ἐπικλίνειν. ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν κύστιν καὶ τὴν ἕδραν κινήσεως ἄδηλον ὑπῆρχε, πότερον ἐγκέφαλος ἢ καρδία τὴν ἀρχὴν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε φωνῆς καὶ ἀναπνοῆς ὁμοίως ἔτ’ ἄδηλον, ὁπότερον τῶν σπλάγχνων ἔχει τὴν ἡγεμονίαν. ἀλλ’, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἡ τῆς θέσεως ἐγγύτης, ἑκατέρους ἐξαπατῶσα, φαντασίαν ἀποτελεῖ τῶν λημμάτων, ὡς ἐπιστημονικῶν τε καὶ πρὸς ἀπόδειξιν ἐπιτηδείων. οὐ μὴν οὕτως γ’ ἔχει τἀληθές. ὅ τε γὰρ ἁπάντων ἀρχὴν ὑποτιθέμενος εἷναι τὴν καρδίαν οὐκ εὐλαβηθήσεται τὴν τῶν ὀφθαλμῶν ἐγγύτητα, ὡς μὴ καὶ τούτους ἀπ’ ἐκείνης ὥσπερ πηγῆς τινος ἀρύεσθαι φάναι τὴν αἴσθησίν τε καὶ κίνησιν, ὅ τε τὸν ἐγκέφαλον οὐκ ἄλλο τι μόριόν φησιν ἀρχὴν εἶναι τῆς τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων κινήσεως, ἀλλ’ ἐκεῖνον, ὥσπερ τοῖς ἄλλοις ἅπασιν ἐξηγεῖσθαι τῆς κατὰ προαίρεσιν κινήσεως, οὕτως καὶ τοῖσδε. ἅπερ οὖν ἐν ταῖς περὶ τῆς ἀποδείξεως μεθόδοις ἐδιδάχθημεν καθόλου, ταῦθ’ εὑρίσκεται κατὰ μέρος ἐπὶ πάσης ὕλης πραγμάτων ἀληθεύοντα. χρὴ γὰρ οὐκ ἀπὸ πάντων τῶν ὑπαρχόντων τῷ προκειμένῳ πράγματι τἀληθὲς λαμβάνειν, ἀλλ’ ἀπὸ μόνου τοῦ συνημμένου τῷ προβλήματι. Ζήνων δὲ καὶ Χρύσιππος καὶ Διογένης οἵ τ’ ἄλλοι Στωϊκοὶ, κᾂν μυριάκις ἐπὶ τῷ λόγῳ θαῤῥῶσιν, οὐχ εὕρωσιν ἀπολογήσασθαι περὶ τῶν ἁμαρτημάτων αὐτοῦ. τὸ γάρ τοι δεύτερον λῆμμα τὸ κατ’ αὐτὸν, εἰ μὲν ἀκριβῶς τε ἅμα καὶ σαφῶς καὶ διωρισμένως εἴρητο, τῶν ἐκ δευτέρου γένους ἓν ἂν ἐφωράθη πάντως ὑπάρχον· ἐπεὶ δὲ κατὰ τὸ τῆς λέξεως σχῆμα πεπανουργημένην ἀμφιβολίαν ἐπεσπάσατο, τοῦ τετάρτου γένους ἐν τούτῳ μετέσχεν. εἰ μὲν οὖν γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ Ζήνων ἑκὼν παρεχρήσατο, σοφιστὴς ἂν εἴη τις μᾶλλον ἢ φιλόσοφος· εἰ δὲ ἀγνοήσας ἄκων ἐχρήσατο, λογικῆς θεωρίας ἀγύμναστος. ἀλλ’ ἡμεῖς γε μήθ’ ἑκόντες ποτὲ τοιούτοις  χρησαίμεθα λόγοις, ἐχθροῦ γὰρ ἀληθείας ἀνδρὸς τὸ πανούργημα, μήτ’ ἄκοντες ὑπὸ ἀμαθίας τε ἅμα καὶ ἀγυμνασίας ἐμπίπτοιμεν εἰς αὐτούς. ὁμοίαν δὲ ἔχει τῷ δευτέρῳ λήμματι καὶ τὸ τέταρτον ἀτοπίαν, ἐν ᾧ φησιν, ὁ λόγος ἀπὸ διανοίας χωρεῖ. ὁ γάρ τοι λόγος οὗτος, ἡ σημαίνουσα φωνὴ ὑπὸ μὲν τῆς διανοίας ἐκπέμπεται, καθάπερ καὶ τἄλλα πάντα τὰ κατὰ προαίρεσιν ἐνεργούμενα, οὐ μὴν ἐκ τῆς διανοίας γε, ἀλλὰ ἐκ τοῦ λάρυγγος. ἔμπροσθεν δὲ οὐδέπω φωνὴ τὸ ἀναφερόμενόν ἐστιν, ἀλλ’, ὡς ἔφαμεν, ὕλη τις οἰκεία φωνῆς, ἣν ὀνομάζομεν ἐκφύσησιν. ἐκπέμπεται δὲ ἐκ τῶν κατὰ πνεύμονα τραχειῶν ἀρτηριῶν, ὧν οὐδεμία τῆς καρδίας ἅπτεται. ὁ μὲν οὖν Ζήνων, εἴτε ἄκων εἴτε ἑκὼν ἀσαφεῖ τῇ λέξει χρησάμενος, εἰς τὸ τέταρτον εἶδος ἐκπέπτωκε τῶν λημμάτων, ὁ Διογένης δὲ τὰ πολλὰ μὲν εἰς τὸ δεύτερον, ἅπαξ δέ που καὶ αὐτὸς εἰς τὸ τέταρτον. ὅταν μὲν γὰρ λέγῃ, ὅθεν ἡ φωνὴ ἐκπέμπεται, καὶ ὅταν, ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτω μᾶλλον, ἐκ τοῦ δευτέρου γένους τῶν ἐπιχειρημάτων χρῆται τοῖς λήμμασιν. ὅταν δὲ φῇ, τὸν λόγον ἀπὸ διανοίας ἐκπέμπεσθαι, δέον ὑπὸ διανοίας φάναι, τῷ τετάρτῳ χρῆται γένει τῶν ἐπιχειρημάτων. ὁ δὲ ἔλεγχος καὶ τῶν τούτου σφαλμάτων ὁ αὐτὸς τῷ προγεγραμμένῳ κατὰ τὸν τοῦ Ζήνωνος λόγον. οὕτω δὲ καὶ ὁ Χρύσιππος ἐπειδὰν μὲν λέγῃ καὶ ἐξ οὗ ὁ λόγος ἐκπέμπεται, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος, ἀντιληψόμεθα τοῦ λόγου καὶ φήσομεν, ὑφ’ οὗ μὲν ὁ λόγος ἐκπέμπεται, τὸ κυριεῦον ὑπάρχειν, οὐ μὴν ἐξ οὗ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον, κᾀπειδὰν εἴπῃ, τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίνεσθαι, οὐχ ὅθεν φήσομεν, ἀλλ’ ὑφ’ οὗ μέρους ὁ λόγος ἐκπέμπεται, καὶ τὸ λογίζεσθαι κατ’ ἐκεῖνό τε καὶ ἐν ἐκείνῳ γίγνεσθαι. δῆλον γὰρ δὴ, ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον αὐτὸν βούλεσθαι δηλοῦν ἐν τῷ λέγειν ἐκεῖσε, κᾂν ὅτι μάλιστα τὸ μὲν ἐκεῖσε εἰς τόπον ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν τόπῳ. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν Χρύσιππον, ἤπερ οὕτω προφανῶς ἀδιανόητα λέγειν. τὸ μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθ’ ἑκάστην ῥῆσιν γινόμενον, τὸ δ’ ἀδιανόητα λέγειν οὐδαμῶς. ἐνίοτε γάρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ οὐκ ἀδιανόητά γε. διαφέρει γὰρ πάμπολυ τὸ ψεῦδος τοῦ ἀδιανοήτου. ἐπεὶ τοίνυν τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐν ἐκείνῳ πιθανώτερόν ἐστιν εἰρῆσθαι πρὸς τοῦ Χρυσίππου, γένοιτ’ ἂν ἡ ῥῆσις εἰς τὴν τῶν Ἑλλήνων διάλεκτον μεταληφθεῖσα τοιάδε· ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖ δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι, τουτέστιν ἐν ἐκείνῳ τῷ μορίῳ. τοῦτο δὲ φήσομεν ἄντικρυς εἶναι ψεῦδος. οὐ γὰρ, εἴ τι κατὰ προαίρεσιν ἔκ τινος ἐκπέμπεται, κατ’ ἐκεῖνο τὸ μόριον δείκνυται τὴν διάνοιαν ὑπάρχειν, καθάπερ οὐδὲ τὸ οὖρον, οὐδὲ τὸ πτύελον, οὐδὲ ἡ κόρυζα, οὐδὲ τὸ ἀποπάτημα. φαίνεται τοίνυν τοῦτο σφῆλαν τόν τε Ζήνωνα πρῶτον καὶ μάλιστα, καὶ μετ’ αὐτὸν ἤδη τοὺς ἄλλους Στωϊκοὺς, οὐχ ἥκιστα δὲ καὶ τὸν Χρύσιππον ὅσον γε ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει. κατὰ μὲν γὰρ ἄλλην τινὰ μετ’ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγκασθῆναι δὲ εἶπον, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ, κᾄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέφον καὶ καθ’ ἑαυτοῦ, συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων. ἐχρῆν δ’ αὖ ἢ μὴ ταῦτα γράφειν, ἢ μὴ ἐκεῖνα, καὶ μάλιστα πλησίον οὕτως ἀλλήλων. εἰ μὲν γὰρ ἀληθὴς οὗτος ὁ λόγος, οὐκ ἀληθὴς ἐκεῖνος, εἰ δ’ ἐκεῖνος ὑγιὴς, κίβδηλος οὗτος. ἡμεῖς μὲν οὖν ἐπιστημονικαῖς μεθόδοις γυμνασάμενοι γνωρίζειν τε καὶ διακρίνειν δυνάμεθα τόν τε ἀληθῆ καὶ τὸν ψευδῆ· τοῖς δ’ ἀγυμνάστοις οὐ σμικρὸν ἂν εἴη ζήτημα, πότερον αὐτῶν ἕλωνται. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν, ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος, ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος ἀποδεικτικός. ἔστι δὲ τοιάδε. ἔχει δ’, ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μή ποτ’ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη ἐπιζητήσομεν. σχεδὸν γὰρ, οἷα ἄν τινα λέγῃ περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης. ὃ δὴ γὰρ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν. εἰ καὶ συγχωρήσειέ τις, ἀρχὴν εἶναι νεύρων τὴν κεφαλὴν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι, τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων. ὥσθ’, ὅτι δυνατόν ἐστιν ἐκ τοῦ στήθους τε καὶ διὰ τῆς φάρυγγος ἐκπέμπεσθαι τὴν φωνὴν, ἀρχὴν τῆς κινήσεως τοῖς ἐνταῦθα μορίοις παρεχούσης τῆς κεφαλῆς, αὐτὸς ὁ Χρύσιππος ὡμολόγησεν. οὔκουν χρηστέον ἐστὶν ὡς ἀποδεικτικῷ τῷ λόγῳ, καθάπερ οἱ πλεῖστοι  τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ, ὡς εἶπον, ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι. δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο, τῶν λημμάτων μεταληφθέντων ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε· φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ διανοίας ἐκπέμπεται. ὥστ’ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διάνοια. τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναργῶν ἐστιν, ὥστ’ οὐδ’ ἀποδείξεως αὐτὸ δεῖται. πιστὰ γὰρ ἐξ αὐτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ δεύτερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν ἐναργῶν ἐστι. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων ὑπάρχει. ἀλλ’ ἐχρῆν ᾧδέ πως ἐρωτηθῆναι τὸν λόγον, εἴπερ ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν ἄρχεσθαι. φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. οὐκ ἔστι δὲ ἐγκέφαλος τῇ φάρυγγι συνεχής· οὐκ ἄρα ἐξ ἐγκεφάλου ἐκπέμπεται. μετὰ δὲ τοῦτον τὸν λόγον αὖθις ἕτερον ἐχρῆν ἐρωτᾶσθαι, τὸ συμπέρασμα λῆμμα ποιησάμενον, ὡς εἶναι τοιόνδε. τὸ ὅθεν ἡ φωνὴ ἐκπέμπεται, ἐκεῖθεν καὶ ἡ σημαίνουσα φωνὴ, τουτέστιν ὁ λόγος. ἐκ δὲ διανοίας ὁ λόγος ἐκπέμπεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἐγκεφάλου· οὐκ ἄρα ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. οὕτω μὲν ἐχρῆν ἠρωτῆσθαι τοὺς λόγους ὑπὸ τοῦ Ζήνωνος, εἰ μηδὲν τῶν λημμάτων ἤμελλεν μήτε παραλειφθήσεσθαι, μήτε ἐκ περιττοῦ παραληφθήσεσθαι. ἔνεστι δὲ καὶ συντομώτερον ἔτι κατὰ τόνδε τὸν λόγον ἐρωτῆσαι, συνθέντα τοὺς λόγους ἀμφοτέρους ἐς ταὐτόν. ὁ λόγος διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. ὥστε καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται. ἐγκέφαλος δὲ οὐκ ἔστι συνεχὴς τῇ φάρυγγι· οὐκ ἄρα ἐξ ἐγκεφάλου ὁ λόγος ἐκπέμπεται. ἀλλὰ ἐκ τῆς διανοίας ἐκπέμπεται· οὐκ ἄρα ἐν ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. ἔξεστι δὲ δηλονότι καὶ τὸ κυριεῦον εἰπεῖν ἀντὶ τοῦ τῆς διανοίας ὀνόματος. ὡσαύτως δὲ καὶ τὸ ἡγεμονικὸν, καὶ τὸ ἡγεμονοῦν, καὶ τὸ ἡγούμενον, καὶ τὸ δεσπόζον, καὶ τὸ ἄρχον, καὶ τὸ λογιζόμενον, καὶ τὸ νοοῦν, καὶ τὸ φρονοῦν. οὐδὲν γὰρ διαφέρειν ἡγητέον, ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, ταὐτὸ φυλάττων τὸ ὑποκείμενον πρᾶγμα. εἰ οὕτως ἅπαντες ἠρωτήκεσαν τὸν λόγον, καὶ μὴ τὸ ἀναγκαιότατον τῶν λημμάτων παρελελοίπεσαν, ἐν ᾧ δηλοῦται τὸ πᾶν, τὸ διά τινος ἐκπεμπόμενον, ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεσθαι, τὰ δὲ οὐκ ἀναγκαῖα μὴ μάτην προσετεθείκεσαν, εὐφώρατος ἂν ἦν ὁ λόγος, ἀπό τε τῆς θέσεως ἐπιχειρεῖν ὡρμημένος, οὐκ ἀποδεικνύς τε τὸ προκείμενον. εἰ μὲν γὰρ ἡ ἐξ πρόθεσις ἐγκέοιτο κατὰ τὸ λῆμμα τὸ λέγον, ἐκ τῆς διανοίας ἐκπέμπεσθαι τὸν λόγον, ψευδὲς εἶναι φήσομεν αὐτό· μὴ γὰρ ἐκ τῆς διανοίας, ἀλλ’ ὑπὸ τῆς διανοίας αὐτὸν ἐκπέμπεσθαι. εἰ δὲ τὴν ὑπὸ πρόθεσιν ἐκ τῆς ἀπὸ δηλουμένην νομίζομεν, ὡς εἶναι τὸ λῆμμα τοιοῦτον, ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται, τὸ μὲν λῆμμα φήσομεν ἀληθὲς ὑπάρχειν, ἀπέραντον δὲ εἶναι τὸν λόγον, ὡς ἂν μηκέτι πάντων τῶν λημμάτων ὁμοίως ἠρωτημένων, ἀλλὰ τῶν μὲν τὴν ἐξ, τῶν δὲ τὴν ὑπὸ πρόθεσιν ἐχόντων. εἰ δέ γε πάνθ’ ὁμοίως ἐρωτηθείη, κατὰ μὲν τὴν ἐξ πρόθεσιν ἐν τῷ προτέρῳ λήμματι γενήσεται τὸ ψεῦδος, κατὰ δὲ τὴν ὑπὸ τοῦτο μὲν ἀληθὲς ἔσται, τὸ καθόλου δὲ τὸ παραλελειμμένον ὑπ’ αὐτῶν, ὡσαύτως δὲ τὸ κατὰ μέρος ἄμφω ψευδῆ. τὸ μὲν γὰρ καθόλου γενήσεται τοιοῦτον. ἅπαν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται, τὸ δὲ κατὰ μέρος, ὁ λόγος, ὑπὸ τῶν τῇ φάρυγγι συνεχῶν μορίων ἐκπέμπεται. οὐ γὰρ ὑπὸ τῶν συνεχῶν, ἀλλ’ ἐκ τῶν συνεχῶν ἀληθῶς ἂν λέγοιτο. δέδεικται τοίνυν ἤδη σαφῶς τὸ κυριώτατον τῶν λημμάτων παραλελειμμένον αὐτοῖς, ἢ ἑκοῦσι σοφιστικῶς, ἢ ἄκουσιν ὑπὸ ἀγυμνασίας τῆς μεθόδου. διὸ καὶ παρακρούονται τὸν ἀκροατὴν, οὐ δυνάμενον ἀκριβῶς διελέσθαι, πότερον τῶν λημμάτων ἐστὶν ἀληθὲς, εἴτε τὸ κατὰ τὴν ἐξ πρόθεσιν ἠρωτημένον, εἴτε τὸ κατὰ τὴν ὑπό· τὴν ἀρχὴν μὲν γὰρ οὐδὲ λέγουσιν αὐτὸ κατά γε τὴν λέξιν, εἰς δέ γε τὴν σύστασιν τοῦ λόγου παντὸς, ὡς εἰρηκότες, προσχρῶνται· τὸ γὰρ, εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο, κατὰ τὴν τοῦ παραλελειμμένου λήμματος δύναμιν ἀληθὲς εἶναι φαντάζεται. πᾶσιν οὖν τοῖς ἁμαρτήμασιν ὁ τοῦ Ζήνωνος λόγος ὑπεύθυνός ἐστι κατὰ τὸ δεύτερον τῶν λημμάτων τὸ νυνί μοι λελεγμένον· πρῶτον μὲν, ὅτι τὴν ἀπὸ πρόθεσιν ἐν αὐτῷ παρέλαβε, δέον ἤτοι τὴν ἐξ, ἢ τὴν ὑπό· δεύτερον δ’, ὅτι τὰ κυριώτατα παρέλιπε, τό τε καθόλου, τὸ πᾶν δὲ τὸ διά τινος πεμπόμενον ἐκ τῶν συνεχῶν μορίων αὐτῷ ἐκπέμπεται, τό τε κατὰ μέρος, ὅτι ἡ φωνὴ καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπεμφθήσεται. τούτων γὰρ οὕτω διορισθέντων, εἰ μὲν κατὰ τὴν ἐξ πρόθεσιν ἅπαντα ἐρωτηθείη τὰ λήμματα, ψεῦδος ἔσται τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι· εἰ δὲ κατὰ τὴν ὑπὸ, τό τε καθόλου τὸ νυνὶ λεγόμενον, τὸ πᾶν διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν ἐκπέμπεσθαι, καὶ τὸ κατὰ μέρος, τὸ τὸν λόγον ὑπὸ τῶν ἐν τῇ λάρυγγι μορίων ἐκπέμπεσθαι. εἰ δὲ μικτῶς ἐρωτηθείη, κατά τινα μὲν λήμματα τῆς ἐξ προθέσεως  ἀκριβῶς παραλαμβανομένης, καθ’ ἑκάτερα δὲ τῆς ὑπὸ, καθάπερ κᾀν τῷ τὸν λόγον ὑπὸ τῆς διανοίας ἐκπέμπεσθαι, τῶν μὲν λημμάτων οὐδὲν μεμψόμεθα, τὸν ὅλον δὲ λόγον ἀπέραντον ὑπάρχειν ἐροῦμεν. οὐ γὰρ ἔτι συναφθήσονται πρὸς ἀλλήλας αἱ κύριαι τοῦ συμπεράσματος προτάσεις. ἔστι γὰρ αὐτῶν ἡ μὲν ἑτέρα τοιαύτη, ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται· ἡ δὲ ἑτέρα, ὁ λόγος ἐκ τοῦ ἐγκεφάλου οὐκ ἐκπέμπεται. ἐχρῆν δέ γ’ ἀμφότερα ἤτοι κατὰ τὴν ὑπὸ πρόθεσιν, ἢ κατὰ τὴν ἐξ ἠρωτῆσθαι, ἵν’ ἐπιφέρηταί τι κοινὸν αὐταῖς συμπέρασμα. τάχ’ ἂν ἔτι πλείω λέγειν ὑπὲρ τῆς τοῦ λόγου μοχθηρίας ἐπειρώμην, εἰ μὴ καὶ ὁ Χρύσιππος ἐγνώκει τε τὴν ἀτοπίαν αὐτοῦ καὶ τὸν τρόπον τῆς ἀπολήψεως αὐτὸς ἐγεγράφει δι’ ἧς ὀλίγον ἔμπροσθεν παρεθέμην ῥήσεως, ἐγχωρεῖν φάσκων ἐκ τῶν κατὰ στήθη μερῶν ἐκπέμπεσθαι τὸν λόγον, τὴν ἀρχὴν τῆς κινήσεως ἐπιπεμπούσης τῆς κεφαλῆς, ὥσπερ γε καὶ τὰ νεῦρα πάντα τὴν ἔκφυσιν ἐκ τῆς κεφαλῆς ἔχοντα τὴν ἀρχὴν τῆς δυνάμεως ἀπὸ τῆς καρδίας λαμβάνειν. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ, καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα, καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν, ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἢ ἐτυμολογία τις, ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. κάλλιον γὰρ ἦν ἐπιμείναντα τοῖς κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπολαμβανομένοις λήμμασιν ἐξετάσαι τε καὶ κρῖναι διὰ τῆς αἰσθήσεως. αὐτὸς δὲ, ὥσπερ οὐ κατ’ ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθὲς, ἀπεχώρησέ τε τῆς ζητήσεως αὐτοῦ καὶ ποιητὰς ἐπάγεται μάρτυρας.

Ὅπερ οὖν ὁ Χρύσιππος ἐθεάσατο μὲν, οὐκ ἐπεξῆλθε δὲ τῷ λόγῳ, τοῦτ’ ἐγώ μοι δοκῶ προσθήσειν. ἐπειδὴ γὰρ ἐγχωρεῖ, κᾂν ὅτι μάλιστα πάντων τῶν νεύρων ἐγκέφαλος ἀρχὴ φαίνεται, τὴν καρδίαν ἐπιπέμπειν αὐτῷ δύναμιν αἰσθητικήν τε καὶ προαιρετικὴν, ὡσαύτως δὲ, κᾂν ἐκ τῶν κατὰ τὸν θώρακα μορίων ὁ λόγος ἐκπέμπεται, τὴν ἀρχὴν τῆς κινήσεως αὐτοῦ ἀπ’ ἐγκεφάλου καταφέρεσθαι, ζητητέον ἐφεξῆς ἐστι, πότερον οὐδέτερον οὐδετέρῳ μεταδίδωσιν οὐδεμιᾶς δυνάμεως, ἢ τὸ ἕτερον τῷ ἑτέρῳ. γένοιτο δ’ ἂν ἡ ζήτησις ᾧδε. τὰ συνάπτοντα τὴν καρδίαν ἐγκεφάλῳ διασκέψασθαι χρὴ κατὰ τὰς τῶν ζώων ἀνατομὰς, ὁπόσα τ’ ἐστὶ καὶ ὁποῖα, κᾄπειτα κατὰ τὸν τράχηλον ἕκαστον αὐτὸ ἢ τέμνειν, ἢ θλᾷν, ἢ βρόχοις διαλαμβάνειν, εἶτ’ ἐπισκέπτεσθαι, τίνα καταλαμβάνει τὸ ζῶον παθήματα. συνάπτει δὲ καρδίαν ἐγκεφάλῳ τὰ τρία γένη τῶν ἀγγείων, ἅπερ δὴ καὶ παντὸς τοῦ σώματος ὑπάρχει κοινὰ, φλέβες καὶ ἀρτηρίαι καὶ νεῦρα, φλέβες μὲν αἱ σφαγίτιδες ὀνομαζόμεναι, ἀρτηρίαι δὲ αἱ καρωτίδες, νεῦρα δὲ τὰ ταύταις ταῖς ἀρτηρίαις παραπεφυκότα. τὰς μὲν δὴ σφαγίτιδας φλέβας ἢ τὰς καρωτίδας ἀρτηρίας οὐχ ἁπλῶς χρὴ τέμνειν, ὥσπερ τὰ νεῦρα, τεθνήξεται γὰρ εὐθέως τὸ ζῶον αἱμοῤῥαγίᾳ λάβρῳ συσχεθὲν, ἀλλ’ ἄμεινον βρόχοις ἰσχυροῖς διαλαβόντα πρῶτον ἔν τε τοῖς ἄνω καὶ κάτω μέρεσι τοῦ τραχήλου τὸ μέσον τῶν βρόχων διατέμνειν, ὡς μηδεμίαν αἱμοῤῥαγίαν ἀκολουθῆσαι. τὰ νεῦρα δὲ εἴτε θλᾷν, εἴτε διαλαμβάνειν ἐθέλοις βρόχοις τισὶν ἢ τοῖς σαυτοῦ δακτύλοις, εἴτε τέμνειν, ἐφ’ ἅπασι τούτοις τοῖς παθήμασιν ἓν καὶ ταὐτὸν ἀκολουθήσει σύμπτωμα τῷ ζώῳ· ἄφωνον ἔσται παραχρῆμα, τῶν δὲ ἄλλων ἐνεργειῶν οὐδεμία οὔτ’ ἐν τῷ παραυτίκα βεβλαμμένη, οὔτ’ ἐξ ὑστέρου φανεῖται. τῶν ἀρτηριῶν δέ γε βρόχοις διαληφθεισῶν ἢ, ὡς εἴρηται, τμηθεισῶν, ἄφωνον μὲν ἢ καρῶδες, ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκράτην κακῶς ἀνατεμόντων ἔγραψαν, οὐκ ἔσται τὸ ζῶον, αἱ δὲ ἀνωτέρω τῶν τρωθεισῶν ἀρτηριῶν ἅπασαι τελέως ἄσφυκτοι γενήσονται. τὰς δὲ φλέβας οὔτε βρόχοις διαλαμβάνων οὔθ’, ὡς εἴρηται, τέμνων ὄψει τινὰ σαφῶς ἐνέργειαν ἀπολλυμένην. ἐκ τούτων τῶν φαινομένων ἕτοιμόν ἐστι συλλογίσασθαι, μήτε τὴν καρδίαν εἰς τὴν τῶν σφυγμῶν κίνησιν ἐγκεφάλου τι προσδεῖσθαι, μήτε τὸν ἐγκέφαλον καρδίας, ἵν’ αἰσθάνηταί τε καὶ κατὰ προαίρεσιν ἐνεργῇ τὸ ζῶον. ὅτι μὲν γὰρ οὐδὲν ἡ καρδία πρὸς τὴν οἰκείαν κίνησιν ἐγκεφάλου δεῖται, δῆλόν ἐστιν ἐκ τοῦ, καὶ τῶν φλεβῶν, καὶ τῶν ἀρτηριῶν καὶ τῶν νεύρων τῶν προειρημένων βρόχοις διαληφθέντων, ὁμοίως ἔτι σφύζειν αὐτὴν καὶ τὰς καθ’ ὅλον τὸ ζῶον ἀρτηρίας· αἱ γὰρ ἀνωτέρω τῶν βρόχων μόναι παντάπασιν ἄσφυκτοι γίγνονται, τοῦ συνεχοῦς αὐτῶν μέρους τοῦ μέχρι καρδίας ὡσαύτως ταῖς ἄλλαις σφύζοντος. ὅτι δὲ οὐκ ἔτι τῶν ἐγκεφάλου δυνάμεων ἡ καρδία τὴν πρώτην ἀρχὴν ἔχει, μάθοις ἂν ἐκ τοῦ, πάντων τῶν εἰρημένων νεύρων ἤτοι τμηθέντων, ἢ βρόχοις διαληφθέντων, ἄφωνον μόνον γίγνεσθαι τὸ ζῶον, εἰσπνεῖν μέντοι καὶ ἐκπνεῖν ἀκωλύτως κατ’ ἀμφοτέρας τὰς διαφορὰς τῶν ἔμπροσθεν εἰρημένων εἰσπνοῶν τε καὶ ἐκπνοῶν, οὕτω δὲ κᾀν τοῖς τέσσαρσιν κώλοις ἔτι καὶ νῦν ἐνεργεῖν, καθάπερ καὶ πρόσθεν, ἀκούειν τε καὶ βλέπειν καὶ πᾶσαν αἴσθησιν αἰσθάνεσθαι. μόνη γὰρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται τοῦ ζώου, τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις νεύρων. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις, ἢ, ὡς εἴρηται, διαληφθείσαις ᾤοντο καροῦσθαι τὸ ζῶον, εἶτ’ ἐκ τούτου συνελογίζοντο τὴν καρδίαν ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ δ’ ἐξ ὑποθέσεως ἀκολουθοῦν  ἀκριβῶς ἑωρακέναι· εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ ζῶον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώματι διὰ νεύρων χορηγεῖ, ὥστ’ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτὸν, οὐκ ἀκριβῶς πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασιλέως. ἀποδεδειγμένον γὰρ ἐν τοῖς ἔμπροσθεν, ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν, ὁ δ’ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχὴ, περαίνοιτ’ ἂν, εἴπερ ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν. οὐ μὴν ἀληθές ἐστιν, ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. καρῶδες μὲν γὰρ οὐδ’ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται τὸ ζῶον, μήτοι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δ’ οὐ γίγνεται, καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν. ἀλλ’ οἱ πλεῖστοι τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ ζῶον γιγνόμενον, ἀρτηριῶν τὸ πάθος ᾠήθησαν ὑπάρχειν, καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μήτι ἄρα τὴν ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ ἂν ὀνόματι μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν ἄφωνον γίγνεσθαι τὸ ζῶον.

Ἐγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας, εἴτ’ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις, εἴτ’ ἀπ’ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται. Χρύσιππος δ’ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν, ἰδὼν μὲν τὴν ὁδὸν, ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, μὴ χρησάμενος δὲ αὐτῇ. μέμφομαι δ’ αὐτῷ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν, οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν. εὑρίσκω δ’ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπὼν, ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζώου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται, διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ, μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται. ἔχουσι δ’ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδ’ ἐπὶ τοσοῦτον ἀντιλογίας προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις. ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν, ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν καρδίαν. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ᾧδε. κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ. κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν, οὐ τολμήσας ἄντικρυς εἰπεῖν, αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων. ὡσανεὶ γὰρ ἔφη συναισθανόμενοι, μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν. εἶτ’ ἐφεξῆς· τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι. καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος, καὶ τὰ τῶν ὀργιζομένων πάθη, φησὶ, φαίνεται περὶ τὸν θώρακα γιγνόμενα, καὶ τὰ τῶν ἐρώντων. καὶ λοιπὸν οὐκ ἔτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος, ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν καρδίαν μάλιστα συνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρὸς, ὅτι τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν, οὔτ’ αἴσθησιν οὐδεμίαν ἐμφανῆ γίγνεσθαι, ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· οὐ γὰρ ἐπὶ τοσοῦτον διενεχθῆναι ἂν πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους. ἢ, εἴπερ ἀρέσκηται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ὲν τοῖς ἑξῆς αἰσθήσει γε κρίνων τὸ δόγμα, καὶ φαίνεται λέγων; ἐγὼ δέ μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον, ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ νῦν ποιήσειν. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχομένου, καὶ διὰ τοῦτ’ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, δι’ ὧν ὁμολογεῖ τὸ ἀληθὲς, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύδεται τῆς αἰσθήσεως. οὐ γὰρ ἓν ἔτ’ ἐνταῦθα δοκεῖ μοι σφάλλεσθαι κατὰ τὸν λόγον, ἀλλὰ δύο μεγάλα· πρῶτον μὲν, ὅτι, παντὸς τοῦ σώματος ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ἐναργῶς ἀλλοιουμένου, καὶ ποτὲ μὲν ὠχριῶντός τε καὶ καταψυχομένου καὶ τρέμοντος, ὡς ἐν τοῖς φόβοις φαίνεται γιγνόμενον, ἔστιν ὅτε δ’ ἐρυθριῶντός τε καὶ θερμαινομένου καὶ σφοδρῶς ἐντεινομένου, καθάπερ ἐν τοῖς θυμοῖς, οὐδενὸς μὲν ἄλλου μέμνηται μορίου, μόνων δὲ τῶν κατὰ τὸν θώρακα· ἔπειτα δ’, ὅτι, κᾂν συγχωρηθῇ μειζόνως ἡ καρδία τῶν ἄλλων τοῦ ζώου μορίων ἐξισταμένη τοῦ κατὰ φύσιν ἐν φόβοις τε καὶ λύπαις, ἀγωνίαις τε καὶ θυμοῖς, ἅπασί τε τοῖς ἄλλοις πάθεσιν, οὐ τὸ λογιζόμενον τῆς ψυχῆς,  ἀλλὰ τὸ θυμούμενον ἢ ἐπιθυμοῦν ἐνταῦθα ὑπάρχειν ἐνδείξεται· ὥστε πλέον θάτερον, ἢ ὅπερ αὐτὸς βούλεται, περαίνεσθαι διὰ τοῦ λόγου. εἰ γὰρ ἐν μὲν τῷ διανοεῖσθαί τε καὶ μανθάνειν ἢ διδάσκειν οὐδεμία κίνησις ἐξαίρετος ἐμφαίνεται κατὰ τὴν καρδίαν, ἐν ἅπασι δὲ τοῖς πάθεσιν ἐναργῶς φαίνεται, δῆλον, οἶμαι, γίγνεται, τὸ μὲν λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν, τὸ δ’ ἀλόγιστόν τε καὶ παθητικὸν ὀνομαζόμενον ἐν αὐτῇ περιέχεσθαι· εἰ δ’, ἔνθα τὸ πάσχον, ἐνταῦθά φησι καὶ τὸ λογιζόμενον ὑπάρχειν, αὐτὸ τὸ ζητούμενον ἀπ’ ἀρχῆς ἐξ ἑτοίμου λήψεται. πολλῷ δ’ ἦν ἄμεινον ἀπόδειξίν τινα ἡμᾶς διδάξαι τοῦ λαβεῖν ἐκ προχείρου τὸ ζητούμενον, ἀλλ’ οὔτ’ ἐν τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς, οὔτ’ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθα τὸ ἄλογόν ἐστιν, ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει, καίτοι Πλάτωνος ἐνίας μὲν ἀποδείξεις ἐν τῷ τετάρτῳ τῆς πολιτείας γράψαντος, ἐνίας δ’ αὖθις ἐρεῖν ἀναβαλομένου, περὶ ὧν ἐνδείκνυται κατὰ τὸν Τίμαιον, ἃς κᾀγὼ διὰ τῶν ἑξῆς ὑπομνημάτων ἁπάσας γράψω. νυνὶ δ’ οὔπω μοι πρόκειται τοῦτο δεικνύειν, ἀλλ’ ὅτι τὸ λογιζόμενον τῆς ψυχῆς, ὃ δὴ καὶ ἡγεμονικόν τε καὶ διάνοιαν καὶ κύριον αὐτὸς ὁ Χρύσιππος ὀνομάζει, κατὰ τὸν ἐγκέφαλόν ἐστι. τούτου γὰρ ἀποδειχθέντος, ἐάν τις ἑτέρα δύναμις ἐν τῇ καρδίᾳ φαίνηται περιεχομένη, μηδαμόθεν ἑτέρωθεν ὁρμωμένη, τὰς δύο μὲν ἀρχὰς ἤδη σαφῶς ἕξομεν, ἐφεξῆς δὲ καὶ τὴν τρίτην ὁμοίως ἐξευρήσομεν. ἀλλὰ τοῦτο μὲν εἰς τὸν μέλλοντα λόγον ἀναβεβλήσθω. νυνὶ δ’ ἐπανέλθωμεν αὖθις ἐπ’ ἐκεῖνον τὸν λόγον, ὅθεν εἰς τοῦτον ἐξέβημεν, ὡς ἄρα ὁ Χρύσιππος ἐναντιολογούμενος ἑαυτῷ παρὰ πόδας οὐκ αἰσθάνεται, καθάπερ ἐπεδείξαμεν, διά τε τοῦ περὶ τῆς φωνῆς λόγου καὶ τοῦ φάσκειν, ἐνίοτε μὲν οὐδεμίαν αἴσθησιν ἡμῖν γίγνεσθαι τοῦ περιέχοντος τόπου τὸ ἡγεμονικὸν, ἐνίοτε δὲ φαίνεσθαι λέγειν αὐτόν. ἀλλὰ γὰρ οὐδὲ τοῦτ’ αὐτὸ πρόκειταί μοι νῦν ἀποδεικνύειν, ὅτι μὴ πάρεργον.

Ἀλλ’ ἦν ἐξ ἀρχῆς τὸ προκείμενον ἐν τούτῳ τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι τῶν λημμάτων. ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν τε καὶ ἀποδεικτικὸν, τὸ δὲ δεύτερον γυμναστικόν τε καὶ, ὡς Ἀριστοτέλης ὀνομάσειε, διαλεκτικὸν, τὸ δὲ τρίτον πιθανόν τε καὶ ῥητορικὸν, τὸ δὲ τέταρτον σοφιστικὸν, ἐπεδείκνυόν τε, τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ μόνον αὐτὸ τὸ ζητούμενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων, τὰ δ’ ἄλλα σύμπαντα διαλεκτικὰ, τὰ δ’ ἀπὸ τῶν ἔξωθεν μαρτύρων ῥητορικὰ, τὰ δ’ ὁμωνυμίαις τισὶν ἢ τοῖς τῆς λέξεως σχήμασι πεπανουργημένα σοφιστικά. τὰ μὲν οὖν ἐπιστημονικὰ καθ’ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε καὶ εὐαρίθμητ’ ἐστὶ, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ’ ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς. ὡσαύτως δ’ ἔχοντα εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως. ἐναργῶς μὲν γὰρ ἡ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρὸς, οἱ δ’ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν. οἳ μὲν οὖν, ὅτι πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρὸς, διὰ τοῦτ’ ἀπ’ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν. οἳ δ’ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν δάκνεσθαι, πάμπολυ σφάλλονται. κάτω μὲν γὰρ τοῦ θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ, ἡ καρδία δ’ ἐν μέσῳ τέτακται τῷ θώρακι, καὶ οὐδεὶς ᾔσθετο πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ’ ἐν λύπαις οὔτ’ ἐν ἄλλῳ πάθει ψυχῆς ἢ σώματος. οὐ μὴν οὐδ’ ἡ καρδιαλγία τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν ὀδυνᾶσθαι δηλοῖ, ἀλλ’ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα τῶν ὡμιληκότων ἀρχαίων γράμμασι. ὥσπερ γὰρ τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ, καὶ πάμπολύ γε τοὔνομά ἐστι παρ’ αὐτοῖς. ἀλλ’ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι τὸ σημαινόμενον ἐκ τῆς λέξεως. ὁ μὲν δὴ Νίκανδρος ᾧδέ πως φησίν·

— — ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην Κλείουσι στομάχοιο.

Θουκυδίδης δ’ ᾧδε· καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν, ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι, ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι, ἐπῄεσαν. ὁ δ’ Ἱπποκράτης· γυνὴ ἐκαρδιήλγεε, καὶ οὐδὲν καθίστη πλὴν ἐς ῥοιῆς χυλὸν ἄλφιτον ἐπιπάσσουσα, καὶ μονοσιτεῖν ἤρκεσε, καὶ ἀνεῖλκεν οἷα τὰ κηρίωνος. ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς, τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δ’, ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέποτε γίγνεται. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται. τοῦτο δ’ αὐτὸ συμβαίνει ὲν ταῖς λύπαις· διὸ  καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐνίοις δ’ ὑπέρχεται κάτω, καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρα τὰ χολώδη διαχωρεῖ. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν, ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα, καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συῤῥεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι καρδιαλγοῦσιν. οὐδ’ ἐστὶν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι, δι’ ἣν τοῦτο συμβαίνει. μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν, ὡς οὐκ ἔστι τῆς καρδίας, τοῦ σπλάγχνου, τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρὸς, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ Ἱπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ κατὰ τὴν καρδίαν. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστήμην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν λόγον, ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ, οἶμαι, καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζώου διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν, ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζώου μορίων αὐτὴν, ὑστάτην δὲ παύεσθαι, τῶν ἀποδεικτικῶν ἐστι λημμάτων. ἐνδείκνυται γὰρ, ἀρχὴν εἶναι κινήσεως αὐτὴν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμοὺς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην, οὔθ’ ὑστάτην παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι. περαίνοιτ’ ἂν οὖν κᾀκ τούτου τοῦ λήμματος, οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ Ἱπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου τὴν καρδίαν. ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον. ἐπ’ αὐτοῖς δέ ἐστι καὶ τὸ τοῦ Ἀριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δ’ ὑφ’ ἡμῶν, ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ. κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν. ὥστ’ οὐδὲν ἔτι περὶ τῶν αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζώοις ὑπείληπται. λέγουσι γὰρ, ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴ, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ψεύδονται δ’ ἐν ἀμφοτέροις τοῖς λήμμασιν. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζώοις εἶναι συγχωροῦμεν, ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, (οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν,) οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κᾀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσι οὐδεμίαν ἀπόδειξιν προτιθέντες. ὅμοιον δὲ τι ποιοῦσι κᾀπειδὰν, ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν, ἐνταῦθ’ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικὸν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν, ὡς ἐν τῇ καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή. οὔτε γὰρ τοῦτ’ ἀληθὲς, ἀρχὴ γὰρ τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος, κοιλίη, φησὶν Ἱπποκράτης, οὔτ’, εἰ καὶ παντὸς μᾶλλον, ἂν ἠκολούθει ἐξ ἀνάγκης, καθ’ ὃ μόριον ἡ ἀρχὴ τῆς τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο γὰρ ἕν τι τῶν ζητουμένων ἐστὶ, τὸ δ’ ἕτερον τῶν ζητουμένων ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ στόμα, στόμαχος, κοιλίη, ἡ δευτέρα δ’ αἱ ἐξ ἥπατος εἰς κοιλίην καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη δὲ τὸ ἧπαρ αὐτὸ, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη φλὲψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα, παρὰ ταύτης δ’ ἤδη τῆς φλεβὸς, ὥσπερ τἄλλα τοῦ ζώου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον ἡ καρδία λαμβάνει τὴν τροφήν. οὐ μὴν οὐδ’, ὅταν εἴπωσιν, ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κᾀνταῦθα πάλιν, εἰ μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι,  τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικὸν, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν. Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικὸν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα. εἰ δ’ οὐδέτερον μὲν τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι, τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον ὑλικὸν, ἀκούσονται καὶ περὶ τοῦδε παρ’ Ἱπποκράτους· ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων καὶ ἡ ἄλλη διαπνοή. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδεὶς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικὸν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία. τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν στόμα, στόμαχος, κοιλίη, πνεύματος δὲ στόμα, ῥῖνες, βρόγχος, πνεύμων· εἰ δ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ δευτέρου δ’ ἀντιληψόμεθα, φάσκοντες αὐτὸ τὸ ζητούμενον ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως, ἐπειδὰν ἐσθίειν, ἢ πίνειν, ἢ ἀναπνεῖν βουλώμεθα. ὁ Διογένης δὲ τοῦτο λαβών χωρὶς ἀποδείξεως ἀμφισβήτησιν πεποίηκεν ἰδίαν. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. τὸ, φησὶ, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν οὖν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς, εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα, περὶ δὲ τοῦ, ταὐτὸν εἷναι τὸ κινοῦν πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον, ἀντιληψόμεθα. τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες *** καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχὴν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει, καὶ Χρυσίππῳ, καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσας τὴν ψυχὴν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα; ὥστε πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ ἀνάγκης ἕπεται. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι, τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων, ὧν δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἡ ἀρχὴ τῆς συστάσεώς ἐστιν;

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

Ὅτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις μόνον, ἀλλὰ καὶ ἰατροῖς, ὅσοι γε μὴ ἀλογίστως ἅπτονται τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι κατὰ γένος, ὁποία τέ τις ἑκάστη κατ’ εἶδος, ἐν τίνι τε μάλιστα τοῦ ζώου μορίῳ καθίδρυται, διὰ τοῦ πρώτου δέδεικται λόγου. ὅτι δ’ οἱ κάλλιστα περὶ αὐτῶν ἀποφήναμενοι Πλάτων τε καὶ Ἱπποκράτης εἰσὶν, ἐῤῥέθη μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώτου βιβλίου, τελεώτατα δὲ ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτερον γράμμα, τὰς διαφορὰς ἁπάντων τῶν λημμάτων ἐκθέμενος, οἷς ἐχρήσαντο περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπιφανέστατοι τῶν φιλοσόφων. ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπόλοιπον λόγον. τέτταρας ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων· ἔνια μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν ὑπαρχόντων μὲν, οὐ μὴν κατὰ τὸ προβεβλημένον τε καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς τούτοις δὲ καὶ τὸ τέταρτον ἀπὸ τῶν σοφιστικῶν λημμάτων, τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπανουργημένον. οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα, ἀφ’ ὧν ἕκαστον τῶν λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα τῶν χρωμένων αὐτοῖς προτιθέμενος. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι τόν τ’ ἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν ἀρετῶν μνημονεύσαντι τὸ λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς τῶν συμβεβηκότων. καί τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι φήσας, ὡς οὐ δυνατὸν ἀνατρέπειν, ὅσαπερ ὁ Χρύσιππος ἔγραψε περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ ζώου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον ὑπόμνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γ’ ἐλλείποντα παρεβίασεν. ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον ὧν ὁ Χρύσιππος εἶπεν ἀνατρέποντας, ἐάσαντάς τε τὰ ἀσθενέστατα, ἐπιδεικνύειν αὐτοῦ τὰ σφάλματα. λέγω δὴ, ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι, οὑτωσὶ λέγει· ἡ ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς συμμετρία παρῇ ἐν τῷ σώματι. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένον μορίῳ, τὸ διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνὴν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὰ δὲ εἰς ὦτα ἀκοὴν, τὰ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὅλην τὴν σάρκα ἁφὴν, καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον σπερματικὸν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν. οὕτω δὲ ἐχόντων αὐτῶν, τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτὸ, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι, τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο. οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ. καὶ γὰρ, ὅτι Πλάτων τρία μέρη τῆς ψυχῆς ἐτίθετο, καὶ ἅ τινα ταῦτα, εἴρηκε, καὶ καθ’ οὕς τινας τόπους ἐν τοῖς ζώοις καθιδρυμένα, καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι περὶ τοῦ δόγματος ἐκφυγόντος τὰς αἰσθήσεις. τὰ δ’ ἐφεξῆς οὐκ ἔθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν, ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτὰ, κᾀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων, οἵοις ἔθος ἐστὶ χρῆσθαι σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀποδεικτικῶν, ἃ δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν. ἆρ’ οὖν οὕτως ὁ Χρύσιππος ἔπραξεν, ἢ πᾶν τοὐναντίον; ἐπελάθετο μὲν, ὡς μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης, ἄρχεται δ’ ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων, ὃ κατὰ μαρτύρων δόξαν ἢ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν ἄξιον πιστεύεσθαι. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ᾧδέ πως ἔχουσαν· περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων. κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ’ ἐπιφέρων φησί· καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ. εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν προχειρημάτων αὐτῶν ᾧδέ πως γράφει κατὰ λέξιν· κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο, ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων, καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ, ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ Χρύσιππου πάνθ’ ἅμα συγχέοντός τε καὶ ταράττοντος. εἰρηκώς τε γὰρ ὀλίγον ἔμπροσθεν, ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ’ ἀφ’ ὧν κινηθεὶς ἐπὶ τοῦθ’ ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν αὐτὰ, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δοκοῦντα αὐτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων, δι’ ὧν δείκνυται τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον. οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων, ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος νῦν, ἐναργέστερον ἄν τις ἀποδείξειεν, ἐκ θώρακός τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν. ὡσανεὶ γὰρ, φησὶν, ἀναθυμιωμένου τοῦ θυμοῦ ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπόν τε καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται, καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα, καὶ σφοδρῶς πηδᾷν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῶον ἁπάσαις ἀρτηρίαις. ἆρ’ οὖν ὁ Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ· τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμουμένου τοῦ λόγου παραγγείλαντος, ὅταν ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν, ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι, τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον, γίγνηται ἐπήκοον. ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγινώσκοντες, ὅτι οἷα διάπυρός γε ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴκησις γίγνεσθαι τοῦ θυμουμένου, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν. ὥστε, ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾷν λέγῃς τὸν θυμόν.

Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν, ὧν ἐφεξῆς γράφεις ὡδί.

Ὅς γε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρὸς ἐνὶ στήθεσσιν ἀέξεται ἠΰτε καπνός.

καὶ πάλιν·

Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρεν ἄνω.

καὶ πάλιν·

Πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.

καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα, κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειρασθῆναι γοῦν ἐπιχειρῆσαι δεῖξαι, καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει. τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ νὴ Δία τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον. οὐδὲν γὰρ ἀναγκαῖον, ἔνθα τὰ πάθη, καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψεται. Πλάτωνος μὲν γὰρ λέγοντος, οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν, προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν τινα. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ ὁ Χρύσιππος ἐποίησεν, ὡς, ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν· τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν, ὥστ’ οὐδ’ οἱ ῥήτορες, οὐδ’ οἱ σοφισταὶ πράττουσιν αὐτό· πειρῶνται γοῦν κᾀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς, οὔτε ῥήτορσιν, οὔτε διαλεκτικοῖς, οὔτ’ ἀποδεικτικοῖς, οὐδ’ ὅλως οὐδενὶ τῶν πάντων προσήκει. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειρασθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι, καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν, καὶ θυμὸν, καὶ φόβον, καὶ δειλίαν, καὶ θράσος, καὶ θάρσος, καὶ καρτερίαν, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς εἶναι, τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;

Κραδίη δέ οἱ ἔνδον ὑλάκτει.

καί·

Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλό ποτ’ ἔτλης.

καί·

Ὣς πυκιναῖς στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δὴ ἐν νηυσὶν Ἀχαιῶν.

καί·

Ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.

καί·

Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

καί·

Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, Ἐν στήθεσσιν ἑοῖσιν.

ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν, ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι, κᾀν τοῖσδε.

Χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.

καί·

Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός.

καί·

Κραδίῃ ἄληκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι.

καὶ πρὸς τούτοις ἔτι·

Οἱ γύοισι θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.

καί·

Δῦε δ’ ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.

καί·

Ἐν δ’ ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε.

καὶ

— — Αὐτὰρ Ἀχιλλεὺς Δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν.

καί·

— — Σοὶ δ’ ἄληκτόν τε κακόν τε Θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης.

καί·

Ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.

καί·

Πρῆσεν ἐνὶ στήθεσσιν ἐρισθενέος Διὸς ἀλκὴν Γνώμεναι.

καὶ πρὸς τούτοις ἔτι·

Καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.

καί·

Ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν Ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσατο Ἕκτωρ.

καί·

Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ.

καί·

Οἱ περὶ μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ.

καί·

Ὦ γέρον, εἴθ’, ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισι, Ὥς τοι γούναθ’ ἕποιτο.

καί·

Οἶσθα γὰρ, οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός.

καί·

— — Σὸν δὲ φίλον κῆρ Τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμοῖο.

καί·

Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.

καί·

Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν.

καί·

Ὣς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ.

καί·

Τῷδε μάλ’ ἐν ἐπίσῃ κραδία σημαίνεται τληυῖα.

πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν. ἀλλ’ ἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ’ ἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμάτων ἕνεκα.

Τοῦδε γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.

καί·

Οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέ’ ἔχουσα.

καί·

Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.

ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον. δέον γὰρ, ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς, καὶ γινώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοῦ μαρτυροῦντας ἄλλοτε κατ’ ἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα, καὶ πᾶν ἐνίοτε κατασκευάζοντα τοὐναντίον, ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’ ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα.

Τότε δὴ στηθέων θ’ ἅμα φρένας ἐξέλετο Ζεύς.

καί·

Ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν.

καί·

Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.

καί·

— — Οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.

ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, δι’ ὧν ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θατέρου ὀλίγα, ἐν οἷς τὸ λογιζόμενον ἐν καρδίᾳ τις ὅσον ἐπὶ τοῖς ποιηταῖς ἐπιδεῖξαι δυνήσεται.

Ταῦτ’ οὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι, τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς ἂν γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τὸ δ’, ὅπερ ὁ Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε.

Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.

ταυτὶ γὰρ Ὅμηρος· ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς ἑαυτὸν, ἡνίκ’ ἐφ’ οἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν, ἔμελλέ τε νικήσας ὁ θυμὸς τὸν λογισμὸν ἐπ’ ἄκαιρον κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον, ἢ κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον ὁ λογισμὸς πρὸς θυμόν. ἄρχειν μὲν γὰρ ἐν ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνὸς, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δ’ οὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλ’ ἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀῤῥωστίᾳ δυνάμεως ἢ ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς καὶ ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄῤῥωστον ἢ ἀμαθῆ. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς |τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου· εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις. Ὅμηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ δουλεύοντας ὑποτίθεται νεανίσκους· Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἰσχυρῶς, ὡς μηδ’ ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμὸν, ἔστιν ὅτε δ’ ὁρμῶντα μὲν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κᾀν τοῖσδε τοῖς ἔπεσιν Ὀδυσσέα πεποίηκεν. ἅπαντα δ’ ἐφεξῆς αὐτὰ παραγράψω.

Ἔνθ’ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ Κεῖτ’ ἐγρηγορέων· ταὶ δ’ ἐκ μεγάροιο γυναῖκες Ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάροιθεν, Ἀλλήλοισι γέλωτα καὶ εὐφροσύνην παρέχουσαι. Τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι. Πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμὸν, Ἠὲ μεταΐξας θάνατον τεύξειν ἑκάστῃ, Ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι Ὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει. Ὡς δὲ κύων ἁπαλοῖσι περὶ σκυλάκεσσι βεβῶσα Ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι, Ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαζομένου κακὰ ἔργα. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης, Ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ Ἰφθίμους ἑτάρους, σὺ δὲ ἔτλης, ὄφρα σε μῆτις Ἐξάγαγ’ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι. Ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φόλον ἦτορ.

εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἀνδρὶ φρονίμῳ, καἰ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτὸν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειεν ἐκμανθάνειν τοῦ ποιητοῦ. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων, οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρὸν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς ἑαυτὸν, καρτέρει κατὰ τὸ παρὸν΄, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπα, ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν. ᾔδει μὲν γὰρ, ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο, καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον. αὖθις δ’ αὐτὴν ὁ θυμὸς, ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον, ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ. καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ θυμὸς, εἶτ’ αὖθις ὁ λογισμός. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν·

Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ, Θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.

μανθάνει μὲν δή πού τι τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν, ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναι φησι αὐτοῦ τὸν θυμὸν, καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως, ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων, οἷον περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν Ὀδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ. πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστὶν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι. καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον, ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός. ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις, καὶ ἀνθρώπων τοῖς θηριώδεσιν. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν, ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται, καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ Ὀδυσσέως μὲν ὁ λογισμὸς, ἐπὶ Μηδείας δ’ ὁ θυμὸς, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς, ἢ, εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων, οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι μαρτυρούντων, ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν. ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτω ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα·

Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.

ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμὸν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γὰρ, ὡς οἴεται, τῶν ἀλόγων ζώων οὔτε τὸ θυμοειδὲς, οὔτε τὸ ἐπιθυμητικὸν, οὔτε τὸ λογιστικὸν ἔχει, ἀλλ’, ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνέργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος, καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἵ ποιηταὶ σφοδρότατον ἔχειν φασὶ τοὺς λέοντας τὸν θυμὸν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι, καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν. οὕτως οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι· καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε, καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾷν θέμενος, ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται προπαραδίδοται.

Καὶ γὰρ οὖν, ὅταν εἴπῃ, διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρὸς, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις, ὡς γνωρίζειν, ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας, ἐπειδὰν σκώπτωσιν, οὐκ ἔχειν ἐγκέφαλόν φασιν, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν. ἐξελέγχεται τοίνυν κᾀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων, ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον, ἢ τίνι διανοίᾳ λέγουσιν οἱ πολλοὶ, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸ ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ᾧδε. παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου, ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. ἡ μὲν ῥῆσις αὕτη. χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτω γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τὸ, ΛΑΒΕ ΜΗΔΕΝ, ΚΑΙ ΚΡΑΤΕΙ ΚΑΛΩΣ. ἔγωγ’ οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις, ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθεν τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως, ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν. αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον. καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ. τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ, οἶμαι, παρατρέχειν αὐτὸ διὰ ταχέων, ἄλλο ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας, ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα, καὶ μὴ παρεληλυθέναι τελέως αὐτὸ, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μανθάνομεν. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ τὸ ἄσπλαγχνον καὶ ταὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν. ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον. οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν, ἀλλ’ ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτὸ, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς ἀντιλέγουσι, πρὶν γνῶναι τὸ λεγόμενον. οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν, οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους. καίτοι τά γ΄ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς. ἀλλ’ ὅταν, ὡς εἶπον, ἐπί τι τοιοῦτον ἀφίκωνται, μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θ’ ἅμα καὶ σαφῶς παρατρέχουσιν, οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται, προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς, ἤπερ ὁμολογοῦντες νενικῆσθαι. ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δ’ ἀπελίπομεν, ἐκεῖσε πάλιν ἐπανέλθωμεν. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων, καὶ Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας, καὶ παρὰ Τυρταίου, καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα μὴ συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας, (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα,) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. καλῶς εἶπες, ὦ Χρύσιππε, ταῦτα, κάλλιον δ’ ἦν, εἰ μὴ μόνον εἶπες, ἀλλὰ καὶ παντάπασιν ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί γὰρ ἂν εἴη γραωδέστερον, ἢ ἀδολεσχότερον, ἢ γραμματιστῇ πρεπωδέστερον, ἢ πόῤῥω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ, τοῦ μνημονεύσαντα κατ’ ἀρχὰς εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀποῤῥῖψαι παντάπασιν, οὐδ’ ὡς ὑπὸ τῶν μετ’ αὐτὸν κατεσκεύασται προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ’ ᾗ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι, καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον, καὶ τί λέγουσιν αἱ γυναῖκες, γράφειν, οὐδ’ οὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα; καὶ γὰρ οἱ ποιηταὶ καὶ κατ’ αὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς, ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ τῶν ζώων ἀνθρώπου σφοδρότερον; τίς δ’ ἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν, ὡς τὸ Πλάτωνος βούλεται δόγμα, τὸ μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος, ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς ἀνόητον εἰποῦσιν, ἀνεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων αὐτοὺς, ἑτέρους δ’ ἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα, μήτε φιλοῦντας, μήθ’ ὅλως φροντίζοντας ἢ ἐπαινούντων ἢ ψεγόντων, ἢ ἀδικούντων ἢ ὠφελούντων, ἀλλ’ ὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας; οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους δὲ τοὺς ἄφρονας. ἐπεὶ δ’ ἐστὶν καὶ τρίτον τι σπλάγχνον, τὸ ἧπαρ, ἐν ᾧ τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων, εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ὁ ἄνθρωπος, εἴη ἂν καὶ ὁ κατὰ τοῦτ’ ἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος. ὁ δ’ ἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ ὁ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται τὴν γυναῖκα, καὶ θυμικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν. ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς, εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφ’ οὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος, οἷά περ τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα· τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, (ὑποτίθεται γὰρ κᾀν τούτοις αὐτὴν ὁ Εὐριπίδης οὐ τὴν τυχοῦσαν,) οὐ σμικρὰ σημεῖα τὰ πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα, καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται, καὶ στέλλουσα καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων. ὥστ’ εὐλόγως ἐπ’ αὐτῆς ὁ Εὐριπίδης εἶπε·

Τί ποτ’ ἐργάσεται Μεγαλόσπλαγχνος, δυσκατάπαυστος Ψυχὴ δηχθεῖσα κακοῖσι;

αὕτη μὲν οὖν μεγαλόσπλαγχνος, ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος, ᾧ φαῦλα, καὶ μικρὰ, καὶ βραδυκίνητα, καὶ δυσκίνητα τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ τοῦ Χρυσίππου προσχυθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνὰς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. οὐχ ὅπως γὰρ Εὐριπίδης, ἢ Τυρταῖος, ἤ τις ἄλλος ποιητὴς, ἢ καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρὶς, ἀλλ’ οὐδ’ αὐτὸς ἁπάντων ἰατρῶν ὁμολογουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ ὁ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων. οὐδὲ γὰρ ἂν ῥαγεῖεν ὑπὸ φθόνου σύμπαντες οἱ μετ’ αὐτὸν, οὐδ’ ἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, ἢ τὴν δόξαν ὑπερβάλλεσθαί ποτε δυνήσονται τοῦ Πλάτωνος, ἢ τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον. ἀλλ’ ὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν, ἀλλ’ ἀναμένει τὴν ἀπόδειξιν. ὁ δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς, οὔτ’ ἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας, οὓς εἰ καὶ ζῶντας ἤρετό τις περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδ’ ὅτι μηδὲν ἐπαΐειν αὐτῶν, αὐτοὶ δὲ μᾶλλον ἂν, οἶμαι, παρὰ Χρυσίππου τι μαθεῖν, ἢ παρ’ αὐτῶν ἀποδεικνύειν ἠξίωσαν. εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτοὺς, ὁ σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, ὁ σώφρων ἐπὶ τοὺς μαινομένους, ὁ λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλ’ εἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν, οἶμαι, σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ’ ἃ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν. ἡ δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γὰρ μάρτυρας, ὑφ’ ὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κᾀγὼ νῦν ἀδολεσχεῖν, ἵν’ ἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων, οὔτε ἀντεῖπεν, οὔτ’ αὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν, οὔτε οἶδεν, οὓς χρὴ καλεῖν μάρτυρας. ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἡ ἀναισθησία τἀνδρὸς, ἃ χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτ’ οὐ μόνον ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.

Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ᾧδε. τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ, ἵνα πάντες ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινὲς τὸν θυμὸν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα, καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν. οὕτω δὲ λέγεσθαι, καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν, ἀπῆλθεν ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρειν ἔφησεν, ἀλλ’ οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ |ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν. ἀναβαίνειν δ’ ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων, καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλὴν, ἀλλοτριώτερον. ἐν τούτοις πάλιν ὁ Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφ’ ἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν, ἢ καταβαίνειν τὴν χολὴν, ὅσα τ’ ἄλλα τοιαῦτα λέγεται, μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι, μηδὲ μανθάνωσι τῶν λεγομένων, ἐπειδὰν λέγηται μὲν τινα ὡς ὀργὴν, ἢ λύπην, ἢ θυμὸν, ἤ τι τοιοῦτον πάθος ἐγκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ὁ ἀκούων, μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ’ ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται. αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ᾧδε τὰ εἰρημένα. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστιν, δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ, καὶ μὴ, ὥσπερ τὰ πρόσθεν, τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας, ἅπερ ὁ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κᾀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως, οὐδ’ ὀρχοῦνται ταῖς χερσὶν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας, ἢ ἀπειλῆς, ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι, μήτε θυμοῦσθαι, μήθ’ ὅλως ἀγανακτεῖν· ὅπερ οὐδ’ αὐτὸν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κᾀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει. ἀφ’ ἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς, εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν, καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν ἀπὸ τῆς φορᾶς ταύτης, καὶ βαθείας τινάς φαμεν εἶναι, τὸ διὰ μηδὲν τῶν τοιούτων ἐφικέσθαι καταβῆναι αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων ἢ λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς ὁ Χρύσιππος μαρτυρεῖ. προσέῤῥιψε δὲ τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ. τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα, καὶ τὸ μαχόμενον ἢ ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον· τὸ δὲ ἐπὶ λοιδορίαις ἢ ἀπειλαῖς μήτ’ ὀργισθῆναι μήτε θυμωθῆναι τῆς θυμοειδοῦς ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει. μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν δοκεῖν· ἔχει δὲ ᾧδε. τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς, καὶ ἔτι τὸν βαθὺν λέγομεν πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις, καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστὶ, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι, καὶ ἐκπτύσαι, καὶ ἐκβαλεῖν, καὶ ἀποῤῥῖψαι, καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι μοχθηρῶν. εἰ δ’ ἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι, καὶ ἀποῤῥῖψαι, καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως ἔχον. ὅτι δ’ οὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλ’ οὐδὲ ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων, ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν, ἃς ἐκεῖνοι γράφουσι, διδάσκοντες ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν. οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν, οἴων ὁ Χρύσιππος ἐνέπλησε τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ βιβλίον. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων, ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν ᾧ βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους, οἳ τὸ πιθανὸν ἔχουσι, καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν, οὐδὲ γυναῖκας, οὐδὲ ἰδιώτας, οὐδὲ ἐτυμολογίας, ἢ φορὰς χειρῶν, ἢ ἐπινεύσεις, ἢ ἀνανεύσεις κεφαλῆς, ἢ ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφ’ ὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι, μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι, μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, ἐπιδεῖξαί τε πρὸς τὸ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον. περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε, σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅτε ἐφαπτόμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνὴν, ἃ δὴ κᾀντοῖς ἐτυμολογικοῖς εἶπεν ἔχειν τι φάσκων αὐτὰ δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν, ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κᾀν τοῖς περὶ ὀνομάτων ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ᾧδέ πως ἔχοντα. τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν, ὦ γενναιότατε Χρύσιππε, οὐ μὴν ἀπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν. οὐ γὰρ ἄρχειν αὐτὸ καὶ δεσπόζειν τῶν ἄλλων ἡ φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικήσαι τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλ’ ἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις, ὁ Χρύσιππος τάδε γράφει. ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος, καὶ συγκατατιθέμεθα τούτῳ, καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα. ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι, καὶ εἴπερ ἀπέδειξεν ὁ Χρύσιππος αὐτὰ, τότ’ ἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν. ἐπεὶ δ’ ἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν, ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται, καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχὴ, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκ ἔτ’ ἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ τοῖς Ἱπποκράτους καὶ Πλάτωνος. ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιππος παρέδραμεν, ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ, μηκύνει περιττῶς. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιον ἐξηγεῖται προσηγορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ᾧδε. κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί τοι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς ὁ Χρύσιππος ἐμαρτύρησεν ἡμῖν, ὡς οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ’ ὁ ἀκάρδιος τὸν ἄψυχον, ὡς οἴεται ὁ Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παρ’ αὐτοῖς. οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦτ’ αὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν ᾗ φησιν· ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. οὕτως ἐν ἅπασι τοῖς λόγοις ὁ Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον, ἢ ἐπιστήμην δεχόμενον, ἢ ἀλήθειαν σπουδάζον. οὕτω δὲ κᾀπειδὰν ἐπιφέρων εἴπῃ, τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι, μαρτυρεῖ κᾀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθ’ ὅ καὶ συνιζάνουσιν εἰς αὑτοὺς, συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικὸν, καὶ κατὰ τὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται, οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδείς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα. ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι, καὶ παρακαλέσομέν γε τοὺς ἀπ’ αὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους, καὶ τὰς λύπας, καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι, ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν. ἐκεῖνο δ’ ἐπισκέπτεσθαι χρὴ μόνον, ἐν ᾧ τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα. εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς, ἐναργῶς ἐπιδείκνυται δι’ ὧν ὁ Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ. ἡμεῖς δὲ εἰ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις ἢ καὶ σφοδροτέρας ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτὸ, τί ἄλλο ἢ τὸ Πλάτωνός τε καὶ Ἱπποκράτους ἀποδειχθήσεται δόγμα, τὰς ἀποδείξεις ἀμφοτέρας ἡμῶν συνθέντων;

Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμματα δεικνὺς, ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον. ἦν δ’ αὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι. καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ συμβαίνοντα καθ’ ἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν. ἦν δὲ καὶ τούτων κεφάλαια ταῦτα· πρῶτον μὲν, ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζώου μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν· ἔπειτα δ’, ὅτι, θλιφθεισῶν μὲν ἢ τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, ὅλον τὸ ζῶον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε ἡ κατὰ τὰς ἀρτηρίας, οὔτε ἡ κατὰ τὴν καρδίαν κίνησις, ὥσπερ γε κᾀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δὲ ὅλον ζῶον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον. ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ’ ἡ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς, οὔθ’ ὁ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλ’ ἔστιν ἑκάτερον τῶν μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις. ἐνδείκνυται δ’ ὁ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος, ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι τὸ ζῶον, καρδίας δὲ, συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, τῶν προειρημένων δ’ οὐδὲ ἓν παθεῖν. εἴπερ οὖν οὕτως ταῦτ’ ἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες, ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα, λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν ζώων ἐναργῶς δεικνύναι. τὴν μὲν γὰρ λεγομένην ἀρχὴν, ἀφ’ ἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δὲ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι, καὶ τὸ φοβεῖσθαι, καὶ τὸ λυπεῖσθαι, καὶ πάνθ’ ὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.

Ὅπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι ὁ Χρύσιππος ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μόνου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν, ἢ παραμυθίαν, ἢ πιθανότητα τῷ λόγῳ προστιθεὶς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ τόνδε τὸν τρόπον ἐχούσης. ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας, ἐν ἄλλῳ γίνεσθαι τόπῳ ἢ τῷ ἡγεμονικῷ. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γὰρ, ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλὴν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης. πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρίνασθαι τῷ Χρυσίππῳ καθ’ ἕκαστον ὧν ἐρωτῶ κεφαλαίων, εὐθέως ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ, τὴν λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας ὑπάρχειν. εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύσιππος εἴρηκεν, εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον, καὶ φήσομεν, ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγηδόνας εἶναι τῷ γένει, μᾶλλον δ’, εἰ χρὴ τοῖς ὀνόμασι κατὰ τὴν τῶν Ἑλλήνων χρήσασθαι συνήθειαν, ὀδύνας τε καὶ ἀλγηδόνας οὐδέτερον ἀλλήλων διαφέρειν, ὥσπερ οὐδὲ κίονα οὐδὲ στύλον, οὐδ’ ὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι καὶ λύπης οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα. τὸ δ’ ἐν τῷ ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτ’ οὐκ ἔτι τῷ Χρυσίππῳ συγχωρήσομεν αὐτῷ τὴν ἀλγηδόνα κατά γε τὸ ἡγεμονικὸν συνίστασθαι. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθ’ ἓν καὶ ταὐτὸν σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις. καίτοι τί λέγω καθ’ ἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς Ἀριστοτέλην, συγχωροῦντα μὲν, εἶναι πλείους δυνάμεις ἡμῶν ἐν τῇ ψυχῇ τῷ γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε καὶ ἄλλῳ σπλάγχνῳ καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι βούλεται καρδίαν. ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσθαι τὸ ζῶον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι. οὔκουν οὐδ’ ἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτὸ, καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας, ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζώου καὶ τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικόν. τὸ τοίνυν πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν ἢ Χρύσιππον ἤ τινα τῶν ἀπ’ αὐτοῦ καταστήσασθαί τε καὶ ἀποδεῖξαι. τοῦτο δ’ ἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ βρωμάτων τε καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυμεῖν. ἡμεῖς μὲν γὰρ ἐπί τε τῶν ἄλλων ζώων ἐναργῶς ἐπιδείκνυμεν αὐτὰ κεχωρισμένα, καὶ προσέτι τῶν παίδων οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται, θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυροτάταις ὥσπερ τὰ θηρία δουλεύουσι. καὶ ἡμῶν γ’ αὐτῶν ὁ μὲν τῷ λογισμῷ μάλιστα χρώμενος ἥκιστ’ ἐπιθυμητικός τ’ ἐστὶ καὶ θυμικὸς, ὁ δ’ ὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς μορίων ἀρχόμενος ἥκιστα χρῆται λογισμῷ. καὶ τῆς Μηδείας δ’ ἀναμνηστέον ἐν τούτῳ τῆς Εὐριπίδου, καὶ τοῦ Ὁμηρικοῦ Ὀδυσσέως, ἐν οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια, δηλοῦντα σαφῶς, ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε δὲ ἐπὶ τοῦ σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε καὶ βαρβάρου τὸ χεῖρον. καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτ’ ἐστι γινόμενα κατὰ τὴν ψυχὴν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ θυμοειδεῖ μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ. ὁ δὲ Χρύσιππος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων ζώων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα, μηδ’ ἐπιθυμεῖν φάσκων· καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν εἴρηται· ἐπὶ δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν, οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ φαινόμενον ἀποφαινόμενοι πάντες. εἰρήσεται δέ μοι καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον οὔτε τοῖς ἐναργέσιν οὔτ’ ἀλλήλοις λέγουσιν, οὔθ’ ἕκαστος ἑαυτῷ. περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς λόγον τὸν δ΄ διελθεῖν· οὑτοσὶ γὰρ ὁ τρίτος οὐκ οἶδ’ ὅπως παρενέπεσε διὰ τὰς τῶν Στωϊκῶν ἔρεις ἀξιούντων, μὴ ὅσα τῶν ὑπὸ Χρυσίππου γεγραμμένων, ἀλλὰ πρὸς ἅπαντα τὴν ἀντιλογίαν ποιεῖσθαι. ἐγὼ δ’ ὧν μὲν καὶ αὐτὸς ὁ Χρύσιππος ᾔσθετο περιττῶς εἰρημένων ὑφ’ ἑαυτοῦ, καὶ τάχ’ ἄν τῳ δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος ἢ γραὸς ἀδολεσχούσης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδ’ ὅλως μνημονεύειν. τὰ δ’ ἄλλα σύμπαντα δίχα τέμνων, ἐν μὲν τῷ πρὸ τούτου διῆλθον, ἅπερ ἦν ἁπάντων ἰσχυρότατα, τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις ἐγνώκειν ἀναθεῖναι κατὰ τόδε τὸ γ΄ τῶν ὑπομνημάτων. τοῦτο μὲν οὖν, ἐὰν ὁ θεὸς ἡμᾶς σώζῃ, πάντως πράξομεν. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι, καθ’ ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα. ἡψάμην σου τῆς καρδίας ὥσπερ τῆς ψυχῆς, καὶ ἅπτομαι τῆς καρδίας λέγομεν, οὐχ ὡς ἀντιπαρέλθοιέν τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι, ὡς ἄν τις ἔφη, τῶν ἐντός σου ἅπτομαι διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον, ὅτι καὶ ταῦτα πρὸς τῷ μηδὲν ἀποδεικνύειν, ἀλλ’ ἰδιώτας ἐπικαλεῖσθαι μάρτυρας, οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον ἐνδείκνυται κατὰ τὴν καρδίαν ὑπάρχειν, ἄντικρυς δῆλον· ὅθεν οὐδ’ ἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν, ὁμοίαν ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις ἔδειξα. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν εἴρηται. μετὰ δὲ ταῦτα τοιάνδε τινα γράφει ῥῆσιν· κατὰ τοιάνδε μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾷν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται. ἐνταῦθα πάλιν ὁ Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμματος. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς ὀφθαλμοὺς αὐτῶν ἐνίοτε λέγουσιν, ἢ κατάξαι τὴν κεφαλὴν, ἢ συντρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε καὶ τὴν καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι. ἀλλὰ τί τοῦτο πρὸς τὰ παρόντα; τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἄλλους ἀπειλοῦσιν οἱ ἄνθρωποι. καί πού τις εὐχομένη παρὰ τῷ ποιητῇ γυνὴ τάδε λέγει·

— — τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι Ἐσθέμεναι προσφῦσα — —

τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα, φίλτατε Χρύσιππε, καὶ ταῦθ’ Ὅμηρον ἔχοντες μαρτυροῦντα, τηλικοῦτον ποιητὴν, ᾧ μᾶλλον ἦν σε πιστεύειν δίκαιον, ἢ τοῖς ἰδιώταις; οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ ταῦθ’ ὑπὲρ ἥπατος ἔγραψε·

Καὶ Τιτυὸν εἶδον γαίης ἐρικυδέος υἱὸν Κείμενον ἐν δαπέδῳ, ὃ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα. Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον Δέρτρον ἔσω δύνοντες, ὃ δ’ οὐκ ἀπαμύνετο χερσί. Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.

ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται, τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. διότι γὰρ, φησὶν, ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητὼ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι τὸ κατάρξαν τῆς ὕβρεως. ἀλλ’ ἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον, ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν δόξαν. ἐν οἷς δ’ ἤτοι περαίνει μηδὲν, ἢ καθ’ ἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσαντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κᾀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι· καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους. ἐφ’ ἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει· τί οὖν, ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικὸν, ὑπὲρ οὗ ζητοῦμεν; οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ’ εἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά ἐστιν. ἐφεξῆς δὲ τούτων τάδε γράφει· εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὐτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι, καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο. ἀληθῆ ταῦτα γράφεις, ὦ Χρύσιππε. καθ’ ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν, ἢ |καὶ μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτό ἐστι τὸ λογιζόμενον. ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν ἐστιν, ὃ ἀπ’ ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι παρ’ αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν. οὐδεὶς γοῦν ἐστιν, ὃς οὐχ ὁμολογήσει, καθ’ ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα, κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἀλλ’ οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ καρδία τοῦθ’ ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή πω ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένου. ἀλλ’ ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ᾧδε. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχε, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο, οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. ὁ ταῦθ’ εἰπὼν Χρύσιππος, εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι, τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθ’ ἑαυτοῦ δόξει μεμνῆσθαι, καὶ καταψεύδεσθαι τῶν ἐναργῶν. οὐ μὴν τοιοῦτός γ’ ὁ ἀνὴρ, ὥστ’ οὐκ ἂν εἴποι δι’ αἰσθήσεώς τινος ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι’ αἰσθήσεως, ἀλλὰ δι’ ἀποδείξεώς τινος ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαί δὲ καὶ ἐκ τῶν ἐπιφερομένων. ἀπὸ γὰρ τῆς διανοίας, φησὶ, δεῖ λέγειν, καὶ ἐν ἑαυτῷ λέγειν ἢ φωνὴν διεξιέναι, καὶ καρδίαν νοεῖσθαι, καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι, καὶ ἐκτὸς ἐκπέμπειν. ὁμολογούμενον γάρ τι λαμβάνων, ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων, αὐτὸ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον, ἐν τῇ καρδίᾳ γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν. ἀλλ’ ἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φωνὴν ὑπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα ἐκείνῳ συνανῄρηται. ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς. οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται. καὶ τοὺς στεναγμοὺς, ὦ Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν οὐδ’ ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς, οὐδ’ ὥσπερ ὑπὸ σοῦ νῦν, οὐδεμίαν ἀπόδειξιν προσθέντος. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτὸν, ἣν ὲν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ, καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον ἐχουσῶν ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτὰ, καθάπερ καὶ δεῖ ποιῆσαι. φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν, ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησὶν, ὅπερ Ἀριστοτέλους ἐστὶν, οὐ τῶν Στωϊκῶν δόγμα. καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν, ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων ἐμφαίνει·

Οὐ γὰρ πώποτέ μ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.

εἶτ’ ἐφεξῆς· ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τά τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

Ἥρης δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

καί·

Χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.

ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ, δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων, ὡς ἔφην, ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι. τὰ δ’ ὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν, ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις συνέζευκται, διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν, ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα.

Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ’ ἔδοξε προσθεῖναι, τά τ’ ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεᾶς μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει· παραγράψω γὰρ ἅπασαν τὴν ῥῆσιν αὐτοῦ, εἰ καὶ μακροτέρα πώς ἐστιν. ἀκούω δή τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν ἐν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις, τινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διὸς, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ, γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν. διαφέρουσι δ’ ἐν τῷ, πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον, ὅθεν ὡς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα. λέγεται δ’ ἐν μὲν τῇ θεογονίᾳ οὕτω·

Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν, Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. Ἀλλ’ ὅτε δή ῥ’ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην Τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν· Ὡς δ’ οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.

εἶτα προελθών φησιν οὕτως·

Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην, Δεινὴν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην, Πότνιαν, ᾗ κέλαδοί τ’ ἄδον, πόλεμοί τε μάχαι τε.

στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα·

Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν Ἥφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο, Ἐν πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων. Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο Κούρῃ νόσφ’ Ἥρης παρελέξατο καλλιπαρῄου, Ἐξαπατῶν Μῆτιν, καί περ πολύϊδριν ἐοῦσαν. Συμμάρψας δ’ ὅγε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν, Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων Κᾄππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ Ἀθήνην Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσι ποταμοῖο. Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα Ἧστο Ἀθηναίης μήτηρ τέκτῃνα δικαίων, Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων. Ἔνθα θεὰ παρέλεκτο Θέμις παλάμαις, περὶ πάντων Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἐχόντων. Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθήνῃ, Σὺν τῇ ἐγείνατό μιν πολεμήϊα τεύχε’ ἔχουσαν.

ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει. τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν. διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται, καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν’ εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημονικῶν τικτόμενα ἐν αὐτοῖς. πῶς δ’ ἂν ἐκπορεύοιτο, καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλὴν ἐξ ἴσου, οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρόπον προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων, καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν, τὰ παραπλήσιά τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ, γινομένην δ’ ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’ ἐστὶ πάνυ μακρὰ, καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν, ἃ βούλεται δηλοῦν. οὐ μάχεταί μοι, φησὶν, ὁ μῦθος λέγων, ἐκ τῆς Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, φρόνησιν ὑπάρχουσαν. οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ’ αὐτὸν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν ὁ Ζεὺς, καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος, τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξίασιν. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον, ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλὴν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διὸς, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου, προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυριώτατον τοῦ λόγου παντὸς, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν, ὡς κᾀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος, ὅπερ οἱ πολλοὶ λέγουσι, τοὺς μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον. ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν, ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κᾀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν, διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ μύθου, μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπασαν ἐξελθεῖν, καὶ εἰ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι. βουλόμενος δ’ ἄν τις, οἶμαι, καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι, πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν, ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίνηται, διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι. ὥσπερ γὰρ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος, ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’ ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει. γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαινομένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται. ὥστ’, εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τοῦτ’ ἔστι τὸ πνεῦμα τὸ ψυχικὸν, ἐν τῇ κεφαλῇ φασι τελειοῦσθαι, καὶ μάλιστά γε κατὰ τὴν κορυφὴν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ κυριωτάτη τῶν ἐγκεφάλου κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ Πλάτων αὐτὸς εἶπε, τὰ τοιαῦτα πάντα μυθολογήματα ἄλλως μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρὸς, κατ’ ἄλλο μὲν οὐδὲν, ὅτι δ’ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιῤῥεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων, καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπώτερα λόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύθων, καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ’ ἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιῤῥεῖ μυθολογημάτων, ὥσθ’ ὅλον ἀπολέσει τὸν βίον, εἴ τις ἐπεξέρχοιτο πάντα. ἄμεινον δ’ ἦν, οἶμαι, τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα, μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον, ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν, ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γεγυμνάσθαι κατὰ ταύτην, ὅταν δ’ ἱκανῶς ἴδῃ τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκειν, τηνικαῦτα ἀφικόμενον ἐφ’ ἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δ’ ἐξ ἐμπειρίας, ἤτοι τῆς κατὰ τὸν βίον, ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον. εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο, παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας, ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς, καὶ χειρῶν κινήσεις, καὶ χειλῶν σχήματα, καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς, ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν, ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται μάρτυσι, μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι. καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι, καὶ οἱ μῦθοι, καὶ οἱ ἰδιῶται, καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε. ταῦτ’ ἐστὶν, ἃ παρελελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων, εἰ κᾀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς, ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας. ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶ ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τ’ οὖν ἐμοὶ μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ πραγματείᾳ προτιθεὶς οὐκ ὀλίγα.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

Τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον, ἀλλὰ τοὺς ἐμπλήσαντας ἃ συνέγραψαν βιβλία μοχθηρῶν ἐπιχειρημάτων. ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο, τάχ’ ἂν ὑποπτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ μᾶλλον, οὐ τῷ καταφρονεῖν, αἱρεῖσθαι τὴν βραχυλογίαν· εἰ δ’ ἀκολουθῶν ἐξελέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην ἐμπεσεῖν μακρολογίαν, ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κᾀγὼ βουληθεὶς ἑκάτερον τῶν ἐγκλημάτων ἐκφυγεῖν, εὑρηκέναι μοι δοκῶ μέσην τινὰ καὶ σύμμετρον ὁδὸν, ἴσον ἀφεστῶσαν ἐλλιποῦς τε βραχυλογίας καὶ περιττῆς μακρολογίας. ἐάσας γὰρ ἅπαντας τοὺς ἄλλους Στωϊκοὺς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ’ ἔγνων χρῆναι προχειρισάμενος μόνα παραβάλλειν αὐτὰ τοῖς ὑφ’ Ἱπποκράτους τε καὶ Πλάτωνος εἰρημένοις. παμπόλλων δ’ ἐπιχειρημάτων γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ τὸ λογιζόμενον ἐνταῦθ’ ὑπάρχειν οὐδὲ μιᾶς ἀποδείξεως εἰρημένης, ἀλλ’ ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρὸς, ἔνθα τὰ πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διάνοιαν ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπόλοιπον. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁ Χρύσιππος ἔγραψε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν εὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρὸς, οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπὼν, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶται τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις ᾧδε. ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικὸν, καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί· ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·

Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων. Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

εἶτ’ ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει·

Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.

καὶ μετ’ ὀλίγα πάλιν· ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·

Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

καὶ ἔτι·

Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι· Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.

ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος, ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι, δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμὸν, τήν τ’ ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ’ ἕτερον μόνον τοῦτο διαφερόμενος αὐτοῖς, καθ’ ὅσον ἐν τῇ καρδίᾳ πᾶσαν εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ, καὶ ἥπατι, καὶ καρδία. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργα τε καὶ τὰ πάθη διὰ τῶν ἐπῶν ὡς ἔγραψεν, αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ φάναι·

Οὐ γὰρ πώποτ’ ἔμ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,

ὡς ὁ ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως· ἐν δὲ τῷ λέγειν·

Ἥρη δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα,

ὡς ὁ χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ’ ἔν γε τῷ παρόντι μηδὲν, εἴτε ἔργα τῶν δυνάμεων, εἴτε πάθη τὰ τοιαῦτα πάντα λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς ἐπισκεψόμεθα. κατὰ μὲν τὸ πρότερον περὶ ψυχῆς βιβλίον ὁ Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἢ ἐπιθυμητικὴν ἢ θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’ αὐτῶν ἐκδιδάσκει, καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα· κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα τά τε τρία, δι’ ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα, καὶ προσέτι τὸ θεραπευτικὸν, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφουσί τινες, οὐκ ἔθ’ ὁμοίως εὑρίσκεται γιγνώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ. κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ· ἐν δὲ τοῖς ἐφεξῆς, ἔνθα ζητεῖ, πότερα κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὅς γ’ οὐδὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ὁ ἔρως, ἤτοι κρίσις τίς ἐστι, ἢ κρίσεσιν ἐπιγιγνόμενον, ἢ κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ ὁ χόλος ἤτοι κρίσις, ἢ ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον, ἢ κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. ὁ δέ γ’ οὐδ’ οὕτως ἐγχωρῶν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται τὸν λόγον ἐπιδεικνύναι πειρώμενος, ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ, καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῷ περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς.

Ὥσπερ δ’ ἐν τούτοις ἐπελάθετό τε ἅμα τῶν ἑαυτῷ γεγραμμένων, οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν, οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται, παραλείπων τό τ’ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές· καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογικῷ μόνῳ συνίστασθαι νομίζει. κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν, ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κᾀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ἡ ὄρεξις, ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε, τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι ὅσον χρὴ ἧδον. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι μᾶλλον, ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τήν τε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν, τὴν δ’ ἡδονὴν ἔπαρσιν ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις, καὶ αἱ ἐπάρσεις, καὶ αἱ συστολαὶ, καὶ αἱ διαχύσεις, (καὶ γὰρ τούτων ἐνίοτε μέμνηται,) τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. ὃ καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς, ἐν ἐπαγγελίᾳ λογικῆς τε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος. καὶ γὰρ οὐκ αὐτὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς, ἀλλὰ κᾀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ, καὶ πλεονάζουσαν ὁρμὴν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκει, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνει· ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη. εἰσόμεθα δ’ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες. ἔχει δ’ ἡ μὲν ἑτέρα τόνδε τὸν τρόπον. δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι, ὅτι τὸ λογικὸν ζῶον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, ὡς ἂν ἡγεμόνα πρακτικόν. πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα, καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης, καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ, καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι, καὶ ἀλόγως φέρεσθαι ἄνευ λόγου κρίσεως, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ ἣν ὑπογράφει φορὰν οὐ πεφυκότος τοῦ λογικοῦ ζώου κινεῖσθαι, οὕτως κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ τὸν λόγον. ἡ μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ. τὴν δ’ ὑπόλοιπον, ἐν ᾗ τὸν ἕτερον ὅρον ἐξηγεῖται, γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι. κατὰ τοῦτο δὲ καὶ ὁ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ’ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαίνειν. γένοιτο δ’ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ ὁρμὴν οὐ πλεονάζει ἡ τῶν σκελῶν κίνησις, ἀλλὰ συναπαρτίζει τι τῆς ὁρμῆς, ὥστε καὶ στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. ἐπὶ δὲ τῶν τρεχόντων καθ’ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν ἡ τῶν σκελῶν κίνησις, ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων, αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’, ὅταν ὁρμᾷ, μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτὸν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμὴν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς ἡ κατὰ τὸν λόγον, καὶ ἕως τοσούτου, καὶ ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος κίνησις ψυχῆς. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ’ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ’ ἣν ἐξηγεῖται, πῶς εἴρηται τὸ πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς, ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς. ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν, ἀλλ’ αὐτὸς δηλώσας, ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι, καθ’ ὅσον ἀπέστραπται τὸν λόγον, καὶ ἀπειθεῖ τῷ λόγῳ, καὶ χωρὶς κρίσεως γίνεται. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν ἀλόγων ζώων. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνίοτε, καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’ οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον, οὔθ’ ὡς ἀπειθοῦν. ᾧ γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἢ ἀπειθεῖν, ἢ ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ’ ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαί τε καὶ πείθεσθαί, παρὰ φύσιν δέ ποθ’ ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’ ἀψύχῳ τινὶ μήτ’ ἀλόγῳ ζώῳ πάθος ἐγγίνεσθαι ψυχικόν. ἐπειδὰν δὲ γράφῃ, χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ τὸ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, διορίζει τῶν ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ, καὶ ὁ λόγος ἐψευσμένος τῆς ἀληθείας καὶ διημαρτημένος. τὸ δὲ πάθος ἔμπαλιν οὐδὲν μὲν ἡμαρτημένον, οὐδὲ παρορώμενον κατὰ τὸν λογισμὸν, ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. ὁ μὲν γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς καὶ τῶν τέκνων καταφρονήσας, καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν, ἢ αὐτὸς ὑπομείνας σφάξαι, τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο δρᾷ καὶ λογισμῷ τινι χρησάμενος. ἡ Μήδεια δ’ ἔμπαλιν οὐ μόνον ὑπ’ οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν φησὶ, οἷα δρᾷν μέλλει κακὰ, τὸν θυμὸν δὲ εἶναι κρείττονα τῶν βουλευμάτων, τοὐτέστιν οὐχ ὑποτετάχθαι καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ λόγῳ τὸ πάθος, ἀλλ’ ἀφηνιάζειν, καὶ ἀποχωρεῖν, καὶ ἀπειθεῖν τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον ἢ πάθημα δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἢ ἀπειθεῖν ἑαυτῷ τι δύναιτο, ἢ ἀποστρέφεσθαι ἑαυτὸ, ἢ μὴ ἕπεσθαι ἑαυτῷ; ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην. παραπλησίως δὲ καὶ τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ’ αὐτοῦ γεγραμμένα, δι’ ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως, οἳ μηδ’ εἰ στῆναι βούλοιντο, παραχρῆμα δύναιντο πράττειν αὐτό. σαφῶς γὰρ κᾀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως ἑτέρας παρὰ τὸν λόγον, ὑφ’ ἧς ἀποτελεῖται τὰ παθήματα. γνοίημεν δ’ ἂν ἐναργέστερον, εἰ τὴν αἰτίαν ἐξεύροιμεν, ὑφ’ ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς τῶν θεόντων. ἡ δ’ εὕρεσις ἐξ αὐτοῦ γένοιτ’ ἂν ἡμῖν τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν, ἀλλ’ ὅσοι δι’ ὁμαλοῦς τινος ἢ κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων οὐκ ἔτι οὕτω τοῦτο συμπίπτει· παραχρῆμα γοῦν ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ φερούσης αὐτοὺς βιαίως κάτω, καθάπερ ἐκείνους ἔφερε. σύνθετος γὰρ αὐτῶν ἔνεστιν ἡ τῆς φορᾶς αἰτία, ἡ μέν τις ὡς ζώων ὑφ’ ὁρμῆς κινουμένων, ἡ δ’ ὡς ἀψύχων σωμάτων τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι, πρὶν ἐξικέσθαι πρός τι χωρίον ὁμαλὸν ἢ κοῖλον. ὥστε καὶ κατὰ τοῦτο τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν λογισμὸν, ἀλόγου τὴν φύσιν, οἵα πέρ ἐστιν ἐν τοῖς τῶν ζώων σώμασι τὸ βάρος. ὅτι δ’ οὐ δύνανται διὰ τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶν τε καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ καὶ ἐκ τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. ὁ μὲν γὰρ εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, ὁ δ’ εἰς τὸ ἔμπροσθεν ὑπ’ ἐκείνης κωλύεται. καὶ δι’ αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες, ὑπ’ αὐτῆς τοῦ πράγματος· τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, ὦ γενναιότατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκ ἔθ’ ἡ βούλησις ἱκανὴ, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν ὁ λογισμὸς μόνος ἔχη τὴν αἰτίαν, ἐπ’ αὐτῷ παῦσαι τὴν ὁρμήν· ὅταν δ’ ἤτοι θυμὸς ἢ ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ’ ἂν ἴσως γένοιτο καὶ τοῦτο, καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ’ ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων, ὅσα τε κινεῖ τὴν ὁρμὴν, ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ, καὶ ἐπιθυμία, καὶ θυμὸς, ἡ μὲν ὑφ’ ἑνὸς αὐτῶν συστᾶσα, τῶν ἄλλων ἡσυχαζόντων, ὑπ’ ἐκείνου μόνου δεσπόζεται. ὥστ’, εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ’ ὑπὸ θυμοῦ τινος ἢ ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ, εἰ δ’ ὑφ’ ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦ θ’ ἅμα καί τινος ἀλόγου δυνάμεως. εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται. λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν, ὅταν, ἅπερ ἐκεῖνο πράττει, καὶ ὁ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων, ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει, μὴ δοξάζοντος μὲν τἀνθρώπου, καλὸν ἢ ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ’ αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν. ἀλλ’ εἰ μὲν ὁ λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ τῶν ἑαυτοῦ παθῶν ὁ τοιοῦτος ἄνθρωπός ἐστι τε καὶ λέγεται, εἰ δ’ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν ἀκρατὴς ὀνομάζεται. ὅταν δ’ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, ὁ τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν, ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος ὁ πρὸς τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου, καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων ἡ λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ’ ἀκουσίως ἐπὶ κρημνὸν φερομένων ἡ ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν ὑπάρχειν, τῶν δ’ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. οὕτω δὲ καὶ τῶν ἐφ’ ὁμαλοῦς, εἰ πρόσω ῥέποιεν, ὡς, εἴγε ἀνανεύοιεν ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ’ ἂν, ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς τῶν ὅρων ἐξηγήσεως ὁ Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς παλαιοῖς.

Ὁπόταν δ’ ἐφεξῆς ἐπισκέπτηται, πότερον κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο, καὶ ἑαυτῷ, καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς, ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς, καὶ ταπεινώσεις, καὶ δείξεις, ἐπάρσεις τε καὶ διαχύσεις ὑπολαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν, οὔτε γὰρ κρίσεις, οὔτε ἐπιγινόμενα κρίσεσιν, ἀλλ’ ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη, κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τοὺς περὶ τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα. πρόδηλον οὖν, ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ βάρος τοῦ σώματος. ἀλλ’ οὐ τοῦτο θαυμαστὸν, εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐδ’ ὅτι τῆς ἀληθείας ἀπέσφαλται, (συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι ὡραῖόν τι,) ἀλλ’ ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς τῶν παλαιῶν εἰρημένα διαλύσασθαι, καὶ πρὸς αὑτὸν διαφέρεται, νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δ’ οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλ’ αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι. τὸ γὰρ μηδ’ ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη, πλείω σημαίνειν τὸ τῆς κρίσεως ὄνομα, καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον τῷ ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις εἶναί φησι τὰ πάθη, τὰς ὁρμάς τε καὶ τὰς συγκαταθέσεις ὀνομάζεσθαι κρίσεις. ἀλλ’ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν, ὑφ’ ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι, κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσὶν, ὁ δ’ οὐδὲ καθ’ ἓν τῶν τεττάρων βιβλίων, ἃ περὶ τῶν παθῶν ἔγραψεν, ἐποίησεν αὐτὸ, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; τάχα μὲν γὰρ οὐδὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ’ οὖν μᾶλλον, ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ ὁ Χρύσιππος. ἀλλὰ περὶ μὲν τούτων καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.

Περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, ἃ τάχ’ ἂν καὶ ὕστερον, εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς, εἰς μίαν ἀθροίσαιμι πραγματείαν ἅπαντα, παραλιπὼν τἄλλα μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι, ὅσον χρὴ, ἧδον αὐτῷ. οὕτω δὲ αὐτὴν ὁρίζεται κᾀν τοῖς περὶ τῆς ὁρμῆς. ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι τοιοῦτον· ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι, ὅσον χρὴ, ἧδον αὐτῷ, ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι βιβλίοις ἢ χωρίοις βίβλων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας ἧττον δεινόν· ὅταν δ’ ἐν αὐτοῖς οἷς φθέγγεταί τις ἐναντία τε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ οὕτω τις εἴποι γε, καταβὰς ἄνω, καὶ διαλεχθεὶς τῷ λίθῳ, καὶ πλεύσας διὰ μέσης τῆς πέτρας, ἀνελθεῖν εἰς τὸν βυθὸν τῆς λίμνης. ἄν τε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς, φάσκων αὐτὸν ἄνω μεμενηκέναι καταβάντα, τοῦτ’ αὐτὸ δήπου φήσει καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι τὸ ἄνω, ἄν θ’, ὡς οὐδενὶ διελέχθη, καὶ τοῦτ’ εἰρῆσθαι φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μηδὲ λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται. καὶ τἄλλα οὕτως ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις. ὥστε κατ’ ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων, ἐν ᾧ χρὴ τοὺς ἀκούοντας οὐχ ἃ σημαίνεται συνήθως ὑφ’ ἑκάστου τῶν ὀνομάτων μανθάνειν, ἀλλ’ ἕτερ’ ἄττα. τοιοῦτον γάρ τι καὶ ὁ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ τις γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν, ὅτι μετὰ κρίσεώς τε γίνεται καὶ κρίσεις εἰσίν· ἐπειδὰν δ’ ἄνευ λόγου καὶ ἄλογα, τὸ μήτ’ ἄλογα, μήτ’ ἐν ἀλόγῳ τινὶ δυνάμει τῆς ψυχῆς, ἀλλ’ ἐν τῇ λογιζομένῃ καὶ λογικά· τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν· ἐπειδὰν δ’ ἀπειθῶς τε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν, ἧς κινουμένης ἀπειθῶς τῷ λόγῳ γίγνεσθαι τὰ πάθη· μηδὲν γὰρ εἶναί τινα τοιαύτην, ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά τις ἀπὸ στόματος ἐπικαίρου λέγοι, κάλλιον μὲν καὶ τούτῳ διωρισμένως τε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει δ’ οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα. τὸ δ’ ἐπιστημονικὴν καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ’ ἡμᾶς ἀκούεν αὐτὴν λογικὴν, ἢ ἀπεστράφθαι μὲν τὸν λόγον, εἶναι δ’ οὐδὲν ἄλλο ἢ λόγον τε καὶ κρίσιν αὐτὴν, οὐκ οἶδ’ εἰ μὴ τῆς μεγίστης μέμψεως ἄξιος ὑπάρχει ἄνθρωπος, μὴ συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι, μηδ’ ἥδεσθαι καὶ χαίρειν, ἀλλ’ ἀκριβοῦν ἅπαντα καὶ μέχρι τῶν ὀνομάτων ἀξιῶν αὐτὸν ἐν τοῖς συγγράμμασιν, ὃ μικρὸν ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι, προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν μὲν ἁπάσας τὰς οὕτως ἀκαίρους τε ἅμα καὶ παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ἀναπιμπλαμένας ὁμωνυμίας, ἀκριβῶσαι δὲ καὶ διαρθρῶσαι τὸν λόγον Ἑλληνικοῖς τε καὶ σαφέσιν ὀνόμασιν. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳ τε καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσιν, καὶ τρίτον οὐδέν ἐστιν ἐπ’ αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς νῦν Ἕλλησιν, οὔτε παρὰ τοῖς παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι τοῖς βιβλίοις αὐτῶν. ἄφωνον δὲ δή πως λέγουσι καὶ ἀτράχηλον· ἀναγκάζει γὰρ ἡμᾶς τὰ ῥήματα ἡ Χρυσίππειος ἑρμηνεία καὶ ταῦτ’ ἐξηγεῖσθαι· τὸ μὲν, οἶμαι, στερήσει φωνῆς ἢ τραχήλου, τὸ δὲ κακώσει, εἰ μὲν γάρ τις φάσκει, τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν, ἢ τὰ φυτὰ, τῷ μηδ’ ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει· εἰ δέ τις ἄφωνον εἶναι λέγοι τὸν κιθαρῳδὸν ἢ τὸν κήρυκα, κάκωσίν τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου, ἢ γὰρ μικρόφωνον, ἢ τραχύφωνον, ἢ μελάμφωνον, ἤ τι τοιοῦτον ἕτερον εἶναί φησιν αὐτὸν, οὐ μὴν παντελῶς γ’ ἐστερῆσθαι φωνῆς. οὕτω δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ Δία ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μηδ’ ὅλως αὐτοῖς ὑπάρχει τράχηλος. οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου, ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες οὕτως. καὶ μένει κᾀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα, καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ ἄπους, καὶ ἀσκελὴς, καὶ ἀκοίλιος, καὶ ἄπλευρος, καὶ ἄχειρ, καὶ πάνθ’ ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς α΄ φωνῆς τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων, οὗ προτάττεται, ποτὲ δ’ οὐκ ἀναιρούσης. οὕτως εὑρίσκω καὶ τὸ ἄλογον ὄνομα παρὰ τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπό τε τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ ἢ τὸν ἰχθῦν τις ἢ τὸν καρκῖνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν ἀναιρεῖ τὸ σημαινόμενον ἐκ τῆς ἄλογος φωνῆς· ἐπειδὰν δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον, ἀλλ’ ὡς μεμπτέον καὶ πονηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον ἢ καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ὃ ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει. διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσεις τε καὶ καταστάσεις ἀπειθεῖς τε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι· καθ’ ὃ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν. ἐναργῶς ἐν τούτοις ὁ Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον, ᾧ τὸ εὔλογον ἐναντίον ἐστὶ, τὸ δ’ ἕτερον, ᾧ μηδὲν μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά ἐστι καὶ κρίσις μοχθηρά· τὸ δ’ ἕτερον, ὃ χωρὶς λόγου γίγνεται παντὸς, ἡ κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος, οὐκ ἂν ὤκνησεν οὐδὲ περὶ ἐκείνων εἰπεῖν, ἐπιδεικνὺς, ὡς οὐδὲ καθ’ ἓν αὐτῶν ἄλογον εἰρῆσθαι τὸ τῆς ψυχῆς πάθος, ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν τοῦ λόγου γινόμενον. ὅσα μὲν γάρ τις ἔκρινε κακῶς, οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ’ ἔσφαλται κατ’ αὐτόν· ὅσαι δ’ ὁρμαὶ κατὰ θυμὸν ἢ ἐπιθυμίαν ἀποτελοῦνται, μὴ προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ ἕτερον τῶν σημαινομένων, ἐν ᾧ τὴν α΄ φωνὴν ἀποφάσκειν τε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον τῆς μετ’ αὐτοῦ τεταγμένης. ἡ γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον, ἐν ᾧ τὸ μηδὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται. ὡς εἴγε χρώμεθα λόγῳ, καὶ κατ’ αὐτὴν οὐκ ὀρθῶς ὁ Χρύσιππος εἶπεν, ἔν τε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν, αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως, ἐν ᾗ τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι, θάτερον δὲ τὸ ἀπειθές τε καὶ ἀπεστραμμένον τὸν λόγον. ἐπιφέρων γοῦν φησιν· οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσὶν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ ἐκφερομένων, καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται, οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κᾂν ὁποιοσοῦν ᾖ, κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’ αὐτὴν ὁρμῶν. ἐνταῦθα γὰρ πάλιν τὸ κᾂν ὁποιοσοῦν ᾖ προκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους. εἴτε γὰρ ὑγιὴς εἴη καὶ ἀληθὴς ὁ λόγος, εἴτε μοχθηρός τε καὶ ψευδὴς, ὁ κινούμενος κατ’ αὐτὸν οὐκ ἄν ποτε γένοιτ’ ἐν πάθει. κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντως τε καὶ κατωρθωμένως κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶς τε καὶ διημαρτημένως. ἵνα γὰρ ὁ λόγος ἡγεμών ἐστιν, ἢ ἀρετὴ ἕπεται, ἢ ἁμάρτημα, πάθος οὐδέποτε. τὸ γοῦν οἰηθῆναι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ ὁ Ἐπίκουρος, ἡμαρτημένος τε λόγος ἐστὶ καὶ ψευδὴς, ἁπάσας τε τὰς ἐνεργείας καὶ κατὰ μέρος κινήσεις ἐκ τῆς ψυχῆς, ὅσαι τῆς ἡδονῆς ὡς τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη· τὸ γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ ἔστι τὸ χωρὶς λόγου κινεῖσθαι τὴν ψυχήν. ὅθεν καὶ δεόντως ὁ Χρύσιππος ἔγραψεν· οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς κρατοῦσι τῶν κατ’ αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν, ἀλλ’ οὐχ ὑπ’ αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἳ κατὰ πρανοῦς θέοντες. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγράφει· οἱ δέ γε κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, καὶ ἐὰν ὁποιοσοῦν ᾖ, κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’ αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάν περ ἐνδείκνυται αὐτὸς παραπλησίως τοῖς περιπατοῦσιν. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει· διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθη τε λέγονται καὶ παρὰ φύσιν εἶναι, ἅτ’ ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν. πῶς οὕτως; ἢ δηλονότι χωρὶς λόγου παντὸς, καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν ἡ φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ’ ἐν τοῖς πάθεσιν· ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων. εἰ γὰρ ἡ μὲν λογικὴ τοῦ ζώου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ’ οὗτος οὐδ’ ἡγεῖται τῶν κατὰ τὸ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν ὁ κατὰ πάθος κινούμενος. καὶ μὴν, εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον, ὅ τί ποτέ ἐστι τὸ ἡγούμενον. οὐ γὰρ δή γε ἀποχρήσει αὐτοῖς εἰπεῖν, ὡς οὔτε λόγος, οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν, ὃ παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι, καὶ μέμφονταί γε τὸν Ἐπίκουρον, ἐπειδάν τινα τοιαύτην ὑποτίθηται. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται, καὶ τοῦτ’ ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων ὁμολόγημα κοινὸν, οὐ Χρυσίππου μόνον, ἢ Ἀριστοτέλους, ἢ Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, ἥ τίς ποτ’ ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ ὁ λόγος γε νῦν ἡγεμὼν οὐδ’ αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔν τε τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν. ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἂν, οἶμαι, τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτὴν πρὸς αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου, καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δ’ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν, ἢ τἀληθὲς αἱρεῖσθαι.

Καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι, πυνθανομένων ἡμῶν ἑκάστοτε, τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ’ οὐδὲν, ἀλλ’ ἐνίοτε μὲν τὸν ἡμαρτημένον λόγον φασὶν καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’ αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσί τε τούτων, καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται, καὶ μένουσιν οὐδέποτ’ ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ’ Εὐρίπου δίκην ἑκάστοτε μεταῤῥέουσιν, ἀπὸ μὲν τοῦ τὸν λόγον τε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί πως κινουμένην τὴν ψυχὴν ἐμπίπτειν τοῖς πάθεσιν, ἀπὸ δ’ αὖ τῆς εἰκαίας τε καὶ ἀναιτίου κινήσεως ἐπὶ τὸ λογικὰς εἶναι τὰς κινήσεις τῶν παθῶν. ὁ γὰρ ἔλεγχος ἑκατέρων τῶν ἀποκρίσεων ἐκ προχείρου παρακείμενος οὐκ ἐᾷ καταμένειν ἐπ’ οὐδετέρας αὐτῶν, ἐν μὲν τῷ τὰς κατὰ τὰ πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν οὐκ ἐχόντων αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ τῷ καὶ τοῦτον ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα, χωρίζοντας τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας, ὁμολογήσαντας, ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ τῶν κατ’ αὐτὴν παθῶν αἰτίας. οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ ὁ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ’ οὐδεμιᾶς ὁρίζει βεβαίως δόξης, ἀλλ’ ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μηδὲ ἐν τοῖς ἀλόγοις ζώοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν, ἢ ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφε ῥήσεσιν ἐφεξῆς φησιν· οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ ἡ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῆ. ἀλλ’ εἰ μὲν τὸ ἀναιτίως εἰκῆ λέγεις, ὦ Χρύσιππε, καὶ σεαυτῷ μάχῃ, καὶ Ἀριστοτέλει, καὶ Πλάτωνι, καὶ ταῖς ἁπάντων ἀνθρώπων ἐννοίαις, καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει, μηδενὸς ἀναιτίως γίγνεσθαι δυναμένου. εἰ δὲ τὸ χωρὶς λόγου σημαίνει σοι τὸ εἰκῆ, τὸ μὲν ἄλογον οὕτω γε μετειλημμένον ἂν εἴη, τὸ δ’ ἐξ ἀρχῆς ζητούμενον ἔτι μένει. τὴν παράλογον ταύτην κίνησιν, ὑπὸ λόγου μὲν μὴ γινομένην, ὑπ’ αἰτίας δέ τινος γινομένην, ἐρωτῶμέν σε, τίς ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπιθυμητικήν. σὺ δὲ οὔτε ταῦτα ὁμολογεῖς, οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ’ εἰκῆ γίνεσθαι φήσας ἀπηλλάχθαι νομίζεις τοῦ ζητήματος, οὐκ εἰδὼς, ὅτι πᾶν, ὅ τί περ ἂν εἰκῆ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι λέγηται, κατὰ τὴν ὡς πρὸς ἡμᾶς γνῶσιν οὕτω προσαγορεύεται, ταῖς δ’ ἀληθείαις οὐδὲν αὐτῶν οὕτω γίγνεται, καθάπερ καὶ ὁ θειότατος Ἱπποκράτης εἶπεν· ἡμῖν μὲν αὐτόματον, αἰτίᾳ δ’ οὐκ αὐτόματον. οὕτω δὲ καὶ τὸ πλεονάζουσαν ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος ὁ Χρύσιππος ἔν τε τῷ περὶ παθῶν ἠθικῷ κᾀν τῷ πρώτῳ τῶν λογικῶν ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν ὑπερβολὴν τῆς κινήσεως, οὐ μὴν τήν γ’ αἰτίαν αὐτῆς προστίθησιν. ἐχρῆν δέ γε κᾀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι. ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ὅ τί ποτ’ ἄλλο τῇ λογικῇ δυνάμει προσιὸν αἴτιον γίνεται τῆς ἀμέτρου καὶ, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν. ἡ δ’ οὖν ῥῆσις ἡ κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ᾧδ’ ἔχει· οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείως τ’ ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν. ὑπερβαίνουσα, φησὶ, τὸν λόγον ἡ ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν. οὔκουν ὁ λόγος αἴτιος, ὦ Χρύσιππε, τῆς ἐκφόρου τε καὶ ἀμέτρου κινήσεως. αὐτὸς γὰρ ὁμολογεῖς, αὐτὴν γίνεσθαι παρὰ τὸν λόγον, οὐκ ἐγχωρεῖ δ’ ἅμα τε παρὰ τὸν λόγον γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου, πάντως δ’ ὑπό τινος αἰτίας. οὐκ ἔστι δ’ ἐκείνη λογικὴ, ἄλογος ἄρα τις ἡ τὸ πάθος ἐργαζομένη δύναμις. καὶ τάχ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα, καίτοι γ’ ἐνὸν ἡμῖν λέγειν, ὦ γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ἢ ὡς οὐδὲν διαφέρει πάθος ἁμαρτήματος, ἢ ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι τὰ πάθη. τούτων γὰρ ὁποτερονοῦν εἰπόντες οὐκ ἀναγκαζόμεθα τὴν αἰτίαν οὐκ ἀποκρίνεσθαι τῆς παρὰ τὸν λόγον ἀμέτρου κινήσεως. ἀλλὰ τούτων μὲν οὐδέτερον ὑπέμεινας εἰπεῖν, αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, αὐτὸς δὲ πρὸς αὑτὸν ἐναντιολογούμενος οὐκ αἰσθάνῃ παρὰ τὸν λόγον γίνεσθαι φάσκων τινὰς κινήσεις, καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν, κᾄπειτα μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογικῆς γίνεσθαι δυνάμεως φάσκων. ἡ δ’ αὐτὴ μάχη κᾂν ἐν τῷ κρίσεις τε φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρίσεως γίνεσθαι. τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶν χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὑτοῦ βιβλίον, ὃ δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται, μαθεῖν ἔστιν ἐκ τῆσδε τῆς ῥήσεως. οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀῤῥωστήματα ταῦτα, ἀλλὰ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν. ἴσως δ’ ἄν τινος ἐν τῇδε τῇ ῥήσει λέξαντος, οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀῤῥώστημα, οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον, ἐκ τῶν ἐπιφερομένων ἡ γνώμη τοῦ Χρυσίππου καταφανήσεται, ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς. εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα τῷ τοῦ ἀῤῥωστήματος προσαρτήματι, μανία δ’ ὑπὸ τῆς ἀλόγου κατὰ τὸ σῶμα γίνεται δυνάμεως, οὐδὲν ἧττον τὸ ἀῤῥώστημα τῶν λογικῶν. ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε, τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀῤῥωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν, οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων, ὡς ἀγαθῶν ἢ κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀῤῥώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν, ὡς ἀγαθῶν, ἀλλ’ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῇν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων· ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀῤῥωστήματα οὔσας. ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ᾧδέ πώς φησι· τοιούτων δ’ ὑπὸ τοῦ Χρυσίππου λεγομένων, διαπορήσειεν ἄν τις, πρῶτον μὲν, πῶς οἱ σοφοὶ, μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ πάντα, οὐκ ἐμπαθῶς κινοῦνται ὑπ’ αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινόμενοι ἐπὶ τοῖς αὐτοῖς, ὅταν τύχωσιν αὐτῶν. εἰ γὰρ τὸ μέγεθος τῶν φαινομένων ἀγαθῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν καθῆκον καὶ κατ’ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ παραγινομένων, καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπ’ αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας ἢ μεγάλας βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι, ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις, καὶ λύπαις περιπίπτειν μὴ μετρίαις, ὅπερ οὐδ’ αὐτὸ συμβαίνει. τούτοις δ’ ἐφεξῆς ὁ Ποσειδώνιος καὶ τάδε γράφει· εἴτε πρὸς τῷ μεγέθει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο, καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅτε ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν, ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον ἐῤῥυκυῖαν, οὐδ’ οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι· πῶς μέντοι γε κινηθείσης, καὶ πῶς κινούσης, ζητεῖται μὲν, οὐχ ὑποδείκνυται δέ. εἶτ’ ἐφεξῆς καὶ τάδε γράφει· οὐ μόνον δ’ οἱ ἐπὶ πλέον ἐῤῥυκυῖαν ἔχοντες τὴν κακίαν καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη, ἀλλὰ πάντας οἱ ἄφρονες, ἕως ἂν ἔχωσι τὴν κακίαν, καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι. καὶ τούτων ἑξῆς τάδε· τὸ δ’ ὑπολαμβάνειν, κατ’ ἀξίαν εἶναι τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον, μέγα πάθος ἐμφαίνει, οὐ καλῶς ὑπολαμβάνειν ἐστί. γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν. ἐχόμενα δὲ τούτων ὁ Ποσειδώνιος καὶ τάδε γράφει· δυοῖν τε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν λαμβανόντων φαντασίαν ἀγαθοῦ ἢ κακοῦ ὁ μὲν ἐν πάθει γίνεται, ὁ δὲ οὒ, καὶ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον. καὶ ἐνίοτε ὁ ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς οὐ κινεῖται, καὶ ὁ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθεσι γίνεται, ἔστιν ὅτε δ’ οὒ, καὶ ὁτὲ μὲν μᾶλλον, ὁτὲ δ’ ἧττον. οἱ οὖν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις, ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς, καὶ οἱ κακώτεροι συναρπάζονται ταχέως ὑπὸ τῶν παθῶν. ἐφεξῆς δὲ τούτων ὁ Ποσειδώνιος ῥήσεις τε ποιητικὰς παρατίθεται καὶ ἱστορίας παλαιῶν πράξεων μαρτυρούσας οἷς λέγει. καὶ μετὰ ταῦτα ἐπιφέρων φησί· τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ συναρπάζεται, τὸ δ’ ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον· ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ τῆς ἀσθενείας, τὰ πάθη δ’ οὔτ’ ἐπ’ ἴσης οὔτ’ ἴσα γίγνεται. καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κᾂν μακρότεραί πως αἱ ῥήσεις ὦσι. διὰ τί δέ τινες τῶν μεγάλων νομιζόντων, καί περ ἀσθενεῖς ὄντες ταῖς γνώμαις, βουλεύονταί τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς ὁ διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀῤῥήτῳ τινὶ πένθει βέβλητο κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους, καί περ τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα καὶ τῆς τῶν λογισμῶν ἀσθενείας διαμενούσης, οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν.

Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ, Νέστορ’ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτῄναιτο, Ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.

ἐπεὶ δὲ καὶ αὐτὸς ὁ Νέστωρ θεασάμενος διὰ τῆς ὁρμῆς πόῤῥωθεν προσιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος σχετλιασμοῦ φησί·

Πλάζομαι ᾧδ’, ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος Ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν. Αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ Ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω Στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.

εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου πάρεστι συμβουλευσόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες, οὐ κατ’ ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα λόγον προσίεσθαι, κινοῦνται κατὰ τὰ πάθη· εἰ δὲ μηκέτι φοβούμενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι, διὰ τί ποτε, τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης, οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται, διαπορήσειεν ἄν τις εὐλόγως. τὸ δ’ αἴτιον τοῦ πάθους παντὸς οὐκ εἴρηκεν. ἑξῆς τούτοις ὁ Ποσειδώνιος καὶ τάδε φησί· τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς ἐπιθυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν, ὅτι, εἰ καὶ μὴ συμφέρον ἐστὶ, καὶ οὕτως ἑκτέον, μάχην περιέχει φέρεσθαί τε, ὡς ἐπὶ μέγα συμφέρον, καὶ διὰ τὸ μέγεθος αὐτοῦ, εἰ καὶ ἀσύμφορόν ἐστιν, ἄξιον ἡγεῖσθαι τοῦ μεγέθους αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει μέγεθος, ἀλλὰ καὶ τοὐναντίον, ὅμως ἀντέχεσθαι οὕτως αὐτοῦ. ἔστω γὰρ τοὺς λέγοντας, ὅτι οὐκ ἔστι συμφέρον ἀποστρέφεσθαι, καὶ τοὺς ἐπαγγελλομένους δείξειν, ὅτι ἀσύμφορόν ἐστι, λήρους ἡγεῖσθαι, καὶ διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον. ἀλλ’ ἐκεῖνό γε ἀπίθανον, διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμβάνειν οἴεσθαι δεῖν, κᾂν ᾖ μέγιστον κακὸν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφωνοῦντας, ἐὰν ἀπολέσθαι τοῦτό μοι νῦν συμφέρῃ. τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν, ἐφ’ ὃ ὠθοῦνται. ζητητέον δέ. ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐ δὴ ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μηδ’ ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγονότων, οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις ἐροῦμεν.

Ὅτι δ’ ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ, δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν, ἐν οἷς αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαν τε καὶ ἀσθένειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία, τὸ μὲν εὐτονίαν, τὸ δ’ ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ’ εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας. ἀλλὰ τοιούτων ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικὴν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαί τέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν, ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς, καὶ μὴ παραμείναντος ἕως παντὸς, μήτ’ ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος, οἷόν τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν· ἔστι δ’ ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ. ἔτι δὲ καὶ κατὰ τοῦτ’ ἴσως οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες, τῷ δύνασθαι ἡμᾶς ἢ ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις. καὶ ὁ ἐν τῇ ψυχῇ λέγεται τόνος, ὡς εὐτονία καὶ ἀτονία. καὶ ἐφεξῆς· ὥσπερ γὰρ ἐν τρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τῶν παραπλησίων ἤδη, ἃ διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτικὴ, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον νευρῶδες, καθ’ ὃ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν, καὶ νεῦρα ἔχειν. εἶθ’ ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει· ὁ μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, ὁ δὲ κέρδους ἢ ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, ὁ δὲ καθ’ ἕτερα τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταί τε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς, καὶ φίλους, καὶ πόλεις προδιδόναι, καὶ αὐτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι, τῆς πρὸς θέατρα φορᾶς ἐκλυθείσης. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ ὁ Μενέλαος· σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς εἰς τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐδὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἡ ἐπίπληξις αὐτῆς εἴρηκεν αὐτῷ· σὺ δ’ ὡς ἐσεῖδες μαστὸν ἐκείνης, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω προδότιν αἰκάλλων κύνα. ἅπαντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις εἶναι τὰ πάθη. κρίνας γοῦν ὁ Μενέλαος ἀποκτεῖναι τὴν Ἑλένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς (τοῦτο γάρ ἐστιν, ὃ κατασκευάζει παρ’ ὅλον τὸν λόγον ὁ Χρύσιππος) οὐ μόνον ἀπέῤῥιψε τὸ ξίφος, ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα, καὶ, ὥσπερ ἂν εἴποι τις, αὑτὸν δοῦλον ἐγχειρίζει, οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινὸς, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’ ἀκρίτως τε καὶ ἀλόγως ὁρμήσας ἐπὶ τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις. ὅθεν καὶ αὐτὸς ὁ Χρύσιππος ἐπιφέρων ἐρεῖ· διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς καὶ κακῶς ἔκαστα πράττειν ἂν λέγοιτο. τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ’ ἐνδοτικῶς ἁπάντων τῶν φαύλων πραττόντων, ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται. τὸ δὲ κατὰ πολλὰς αἰτίας, ὃ δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ ἦν, εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας, αἵτινές ποτ’ εἰσὶν, ἐφεξῆς αὐτὸς διεληλύθει. εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν, καὶ μάλιστα τὴν θεραπευτικὴν, ἐν ᾗ ταῦτ’ ἔγραψεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας, ὑφ’ ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ κατὰ πάθος τι πράττοντες. ὁ δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν, ὥστ’ οὐδ’ αὐτὴν ταύτην, ἧς μέμνηται νῦν, ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ’ ἡμῖν εἰπεῖν, ὡς ἡ τῆς ψυχῆς ἐστιν ἀσθένεια· κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία. Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς Ἑλένης, ἐπὶ δὲ τῆς Ἐριφύλης τὸν χρυσὸν, ἐπ’ ἄλλου δέ τινος ἄλλο. μυρία γάρ ἐστι τὰ κατὰ μέρος, ὑφ’ ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ πάθος ζῶντες. ἀλλ’ οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν, ἀλλ’ εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς ὁ Πλάτων ἐποίησε, βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν ἐπιστήμην, καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν, ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας, ἢ ἐπιλαθομένους αὐτῶν, ἢ βιασθέντας, ἢ δελεασθέντας, ἐξαμαρτάνειν ἄλλον ἐν ἄλλῃ πράξει. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐδὲ τὸ μηδὲ ὅλως ἔχειν ἐπιστήμην· ἀμαθία γὰρ τοῦτο καὶ ἄγνοιά ἐστιν, οὐ πάθος. εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς ἢ δελεασθεὶς ὑφ’ ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ἡ ψυχὴ τούτῳ καὶ ἄτονος, ἡ κίνησις δ’ αὐτῆς τὸ πάθος ἐστὶν, ὥσπερ που καὶ ἡ τοῦ κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, ἡ δέ γε Μήδεια βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος οὐκ αἰσθάνεται καθ’ ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν·

Καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ, Θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.

οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’ αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖν τε καὶ μὴ μανθάνειν, οἷα δρᾷν μέλλει κακά. τὸ δὲ γινώσκειν μὲν αὐτὸ, νικᾶσθαι δ’ ὑπὸ τοῦ θυμοῦ, τί ἄλλο ἐστὶν, ἢ δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μηδείας ὁρμῶν; ἑτέραν μὲν, ᾗ γιγνώσκομέν τε τὰ πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν ἡ λογικὴ δύναμις, ἑτέραν δ’ ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι. αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν· ἡ δὲ ἑτέρα ἡ ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκολουθεῖν οἷς αὐτὴ προσέταττε. Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται, καὶ μυρία ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ· ἔστι δ’, ὡς οἶμαι, κοινότατον ἡ ἄλογος αὐτὴ φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθ’ ὃ καὶ θυμῷ φαμέν τινας φέρεσθαι. καὶ πάλιν· διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν, καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον, καὶ οὐ παρ’ ἑαυτοῖς, οὐδ’ ἐν ἑαυτοῖς ὄντας. καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα· ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὑτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφὴν, ὡς προείπομεν. τῷ τε γὰρ θυμῷ φέρεσθαι, καὶ ἐξεστηκέναι, καὶ οὐ παρ’ ἑαυτοῖς, οὐδ’ ἐν ἑαυτοῖς εἶναι, καὶ πάνθ’ ὅσα τοιαῦτα φανερῶς μαρτυρεῖ τῷ κρίσεις εἶναι τὰ πάθη, κᾀν τῇ |λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα. διὸ καὶ τοιαύτας ἔστιν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων, καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι, καὶ ἐᾷν αὐτοὺς, εἴτ’ ἄμεινον, εἴτε μὴ, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι, καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς. καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται, καὶ τὴν ὁρμὴν τοῦ ζώου ποτὲ μὲν ὑπ’ ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ ἐν πάθει καθεστήκῃ, καθάπερ, ὅταν ἔξω πάθους, ὑπὸ τῆς λογικῆς. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, καθάπερ ἔχει καὶ τάδε· οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστὰς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους, καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου. καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε. οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχειν γ’ αὐτοῖς λέγεσθαι·

Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ. Ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ. Νουθετούμενος δ’ ἔρως μᾶλλον πιέζει.

καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως. ὅτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾷν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν. καὶ ἔτι τὰ τούτων ἑξῆς. ἔτι μᾶλλον ἐξείη, φησὶν, αὐτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ. ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ, καθάπερ ἔμπροσθεν ἔφην τῷ θυμῷ. λόγῳ δ’ οὔτ’ ἐν τούτοις οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκολουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας, ἀλλ’ ἀπεστράφθαι διὰ παντὸς αὐτὸν, καὶ φεύγειν, καὶ μὴ προσίεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν ᾧ φησι, τὸν νοῦν ὑποχείριον ἔχων εἰς τὸν πίθον δέδωκα, φανερῶς κᾀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κᾀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ ἑαυτοῖς εἶναι μηδ’ ἐν ἑαυτοῖς λέγῃ ταυτί· οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον, τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμὴν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν. ὁμολογεῖ κᾀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς πάθεσιν ὁρμὰς ὀρθότατα γινώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν. οὐ γὰρ δι’ αὐτὸ λέγομεν αὐτοὺς ἑαυτοῖς ἔξω καθεστηκέναι, καὶ μὴ ἐν ἑαυτοῖς εἶναι, διότι τὸ βιαζόμενον αὐτοὺς ὁρμᾷν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ’ ὅτι παρὰ φύσιν ἔχουσιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς, ᾧ κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν, ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων· ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων ὁ Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς Ἄδμητον διάλογον. ἔχει δ’ ᾧδε·

Τί δ’ ἂν προκόπτοις, εἰ θέλοις στένειν ἀεί;

ταυτὶ μὲν Ἡρακλῆς λέγει, ὁ δ’ Ἄδμητος ἀποκρίνεται·

Ἔγνωκα κ’ αὐτὸς, ἀλλ’ ἔρως τις ἐξάγει.

δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς ὁ ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν, καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα·

Ἄνσχεο μηδ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· Οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, Οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.

ταῦτα μέν φησι λέγειν αὐτὸν παρ’ αὐτῷ διαλεγόμενον, οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’ οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν. καὶ γὰρ οὖν κᾀνταῦθα τό τε τῶν κρίσεων ἐξίστασθαι, καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ, καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ ἑαυτῷ, ποτὲ δ’ οὒ, καὶ πάνθ’ ὅσα τοιαῦτα, τοῖς τε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶν τε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’ εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον· τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται. καὶ πάλιν· οὕτω γὰρ ἐξιστάμεθα, καὶ ἔξω γινόμεθα ἑαυτῶν, καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ ἔστιν ὅτε σπόγγον ἔχοντες ἢ ἔριον ἐν ταῖς χερσὶν τοῦτον διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι’ αὐτῶν. εἰ δ’ ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἢ ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως. καὶ ἐφεξῆς· πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρός τε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες καθ’ ἕκαστα τούτων ἀτοπώτατα. ὡσαύτως δὲ κᾀν τοῖς ἑξῆς φησιν· ἐννοήσεις δ’ ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων. ὅλως δ’, εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα δὲ τοῖς τε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν γάρ ἐστιν αὐτῷ τὸ γραμμάτων τε καὶ κρίσεων ἐξίστασθαι λέγοντι, καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν, ἢ τὴν ἐπιθυμίαν, ἢ τὴν ἡδονὴν, ἤ τι τοιοῦτον μανιωδῶς τε κινεῖσθαι, καὶ οὐκ ἐν ἑαυτῷ, οὐδὲ παρ’ ἑαυτῷ εἶναι, τετυφλῶσθαί τε τὴν διάνοιαν, ἀλογίστως τε φέρεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινὶ κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω.

Δεδειγμένου δὲ ἤδη σαφῶς αὐτῶν τοῦ τύπου, μεταβήσομαι δὴ ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων. ὁ γοῦν ὅρος οὗτος, φησὶν, ὁ τῆς ἄσης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν, ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι, πρόσφατον τὸ κακὸν αὐτῷ παρεῖναι, φησὶ τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ᾧδέ πως προφέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας. εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ τὴν αἰτίαν αὐτῶν ῥηθῆναι, δι’ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ’ ἢ οὐδ’ ὅλως, ἢ οὐκ ἔθ’ ὁμοίως συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον τοῦ μεγάλου κακοῦ, ἢ ἀνυπομονήτου, ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν τὴν λύπην, εἰρῆσθαι [ἔδει] δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ’ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι, ὅμως οὐ γίνονται διὰ τοῦτ’ ἐν πάθει· κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, δι’ ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ ἡ πρόσφατος ἐργάζεται μόνη, καί φησι, διότι πᾶν τὸ ἀμέτρητον καὶ ξένον ἀθρόως προσπίπτον ἐκπλήττει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδ’ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ, διὸ καὶ προενδημεῖν [δεῖν] φησι τοῖς πράγμασι, καὶ μήπω παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι, καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα, τινὸς ἀπαγγείλαντος αὐτῷ, τεθνάναι τὸν υἱὸν, εὖ μάλα καθεστηκότως εἶπεν, ᾔδειν θνητὸν γεννήσας, καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα·

Ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼν Εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, Φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς Θανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδοὺς, Ὥστ’, εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε, Μή μοι νεαραῖς προσπεσὸν ψυχὴν δάκοι.

οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα·

Εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ, Καὶ μὴ μακρὰ δὴ διὰ πόνων ἐναυστόλουν, Εἰκὸς σφαδάζειν ἦν ἂν ὡς νεόζυγα Πῶλον, χαλινὸν ἀρτίως δεδεγμένον· Νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν. Ἔσθ’ ὅτε τὰ τοιαῦτα μακρὸς Χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.

ὅτι δ’ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κᾂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ γράφων ᾧδε· ζητήσαι δ’ ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινος μετακινουμένης, ἢ πασῶν διαμενουσῶν, καὶ διὰ τί τοῦτ’ ἔσται. εἶτ’ ἐπιφέρων φησί· δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτὸ, ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δ’ ἀνίεσθαι ἡ συστολὴ καὶ, ὡς οἶμαι, ἡ ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν δυσλόγιστον τούτων γινομένων. οὕτω γὰρ καὶ κλαίοντες παύονται, καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ, καὶ ἐνίστηταί τι ἢ μηθέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται, καὶ κλαυθμοὶ, τοιαῦτα εὔλογον καὶ ἐπ’ ἐκείνων συντυγχάνειν, ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια τούτοις. ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη, καίτοι τῆς δόξης διαμενούσης, αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί φησιν. εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει, περὶ ὧν οὐδ’ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γινώσκειν. ἀλλ’ οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιούτων ἀγνοεῖν φησιν, ἀλλ’ ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν παλαιῶν εἰρημένα, ἃ ἐφεξῆς ἐρῶ. σὺ δ’ οὔτ’ ἐκείνων μνημονεύσας, οὔτ’ ἄλλην αὐτὸς εἰπὼν, οἴει λελῦσθαι τὸ ζητούμενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν, ὑφ’ ὧν γίνεταί τε καὶ παύεται τὰ πάθη. οὕτω γὰρ ἄν τις, οἶμαι, καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε, καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τὰς τε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι καὶ τοῦ Πλάτωνος θαυμαστῶς γράψαντος, ὡς καὶ ὁ Ποσειδώνιος ἐπισημαίνεται θαυμάζων τὸν ἄνδρα, καὶ θεῖον ἀποκαλεῖ, ὡς καὶ πρεσβεύων αὐτοῦ τά τε περὶ τῶν παθῶν δόγματα, καὶ τὰ περὶ τῶν τῆς ψυχῆς δυνάμεων, ὅσα τε περὶ τοῦ μὴ γίνεσθαι τὴν ἀρχὴν ἢ γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς τὰ πάθη γέγραπται πρὸς αὐτοῦ. συνῆφθαι δὲ καὶ τὴν περὶ τῶν ἀρετῶν διδασκαλίαν τούτοις φησὶ, καὶ τὴν περὶ τοῦ τέλους, καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν κατὰ τὴν ψυχὴν δυνάμεων, αὐτός τε δείκνυσιν, ὡς ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεται τὰ πάθη, καὶ διὰ τίνα τὴν αἰτίαν ἐν τῷ χρόνῳ καθίσταται, κᾂν αἱ δόξαι τε καὶ αἱ κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐτοῖς ἢ γεγονέναι. προσχρῆται δ’ εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ᾧδέ πως γράφοντι· περὶ δὲ τῆς λύπης, καὶ ὡς ἂν ἐμπλησθέντες τινὲς, ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον·

Ἀλλ’ ὅτε δὴ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθη,

καὶ,

Οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,

ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης ἀλογίαν αὐτῷ παριστάς. εἶτ’ ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα· καθ’ ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων, καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης, τὸν λόγον παρεισδυόμενον, καὶ οἱονεὶ χώραν λαμβάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν. ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ, τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους, καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ ἡσυχάσαντος, τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν, εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ, καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε τὸν τρόπον ἔχοντα. λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν·

— — λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο.

καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν·

— — τοῖς δὲ δυστυχοῦσί πως Τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας.

καὶ ἔτι τούτων ἐφεξῆς·

Ὡς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο.

καί·

Τὸν αὐτὸν ἀνέγειρε γόον, ἄναγε πολύδακρυν ἁδονάν.

ἔτι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης, καὶ δακρύων, καὶ κλαυθμῶν, καὶ θρήνου, καὶ νίκης, καὶ τιμῆς, καὶ πάντων τε τῶν τοιούτων ἐμπίπλασθαι τούς ἀνθρώπους, ἐφ’ οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν, δι’ ἢν ἐν τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτικῶν, οὕτως καὶ τυγχανόντων αὐτῶν ἐμπίπλαται, κᾀν τούτῳ τὴν ἑαυτῶν κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζώου, καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅ τι παρήγετο. οὔκουν ἀσυλλόγιστοι τῆς παύλας τῶν παθῶν εἰσιν αἱ αἰτίαι, καθάπερ ὁ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς τῷ γε μὴ βουλομένῳ φιλονεικεῖν τοῖς παλαιοῖς. οὐδὲν γὰρ οὕτως ἐναργές ἐστιν, ὡς τὸ δυνάμεις τινάς ἐν ταῖς ἡμετέραις εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς, τὴν δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κᾀν τοῖς ἄλλοις ζώοις ὁ Ποσειδώνιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου γράμματος. ἐπιμέμφεται δ’ ὀρθῶς τοῦ Χρυσίππου κᾀν τῷ φάναι· τυχὸν δὲ, τῆς ὁρμῆς διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν. ἀμήχανον γὰρ εἶναί φησι, παρεῖναι μὲν τὴν ὁρμὴν, ὑπ’ ἄλλης δέ τινος αἰτίας κωλύεσθαι τὴν κατ’ αὐτὴν ἐνέργειαν. ὅθεν κᾀπειδὰν λέγῃ, οὕτω γὰρ καὶ κλαίοντες παύονται, καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ, τὴν αἰτίαν ἐρωτᾷ κᾀνταῦθα ὁ Ποσειδώνιος, δι’ ἣν καὶ οἱ πολλοὶ μὴ βουλόμενοι πολλάκις κλαίουσιν, ἐπισχεῖν μὴ δυνάμενοι τὰ δάκρυα, καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσιν ἔτι παυόμενοι ἤτοι διὰ τὰς παθητικὰς κινήσεις σφόδρα ἐγκειμένας, ὡς μὴ κρατεῖσθαι πρὸς τῆς βουλήσεως, ἢ παντελῶς πεπαυμένας, ὡς μηκέτ’ ἐπεγείρεσθαι δύνασθαι πρὸς αὐτῶν. οὕτω γὰρ ἥ τε τοῦ λόγου μάχη τε καὶ διαφορὰ πρὸς τὸ πάθος εὑρεθήσεται, καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς σωθήσονται, οὐ μὰ Δία, ὡς Χρύσιππός φησι, διά τινας αἰτίας ἀσυλλογίστους τούτων γινομένων, ἀλλὰ διὰ τὰς ὑπὸ τῶν παλαιῶν εἰρημένας. οὐ γὰρ Ἀριστοτέλης μόνον ἢ Πλάτων ἐδόξαζον οὕτως, ἀλλ’ ἔτι πρόσθεν ἄλλοι τέ τινες καὶ ὁ Πυθαγόρας, ὡς καὶ ὁ Ποσειδώνιός φησιν, ἐκείνου πρώτου τε εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δ’ ἐξεργάσασθαι καὶ κατασκευάσαι τελεώτερον αὐτό. διὰ τοῦτο τοίνυν καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ ὅλος ὁ χρόνος εἰς τὰς παθητικὰς κινήσεις. ἐν μὲν γὰρ τοῖς ἔθεσιν οἰκειοῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον, οἷς ἂν ἐντρέφηται, κατὰ δὲ τὸν χρόνον, ὡς προείρηται, παῦλα γίνεται τῶν παθῶν ἐμπιπλαμένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων, ὧν ἐπεθύμουν ἔμπροσθεν. αἱ δὲ λογικαὶ γνώσεις τε καὶ κρίσεις καὶ ὅλως ἐπιστῆμαι πᾶσαι καὶ τέχναι διὰ τὸν χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται γίγνεσθαι, καθάπερ οἱ κατὰ πάθος ἐθισμοὶ, οὔτε μετατίθεσθαί τε καὶ παύεσθαι, καθάπερ ἡ λύπη καὶ ἄλλα πάθη τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; ἢ τίς τοῦ μὴ πάσας εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου; καθ’ ἕκαστόν τε τῶν ἄλλων θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται τὸ κλαίειν τε καὶ λυπεῖσθαι, καὶ στένειν, οἰμώζειν τε καὶ θρηνεῖν, ὅσα τε ἄλλα τοιαῦτα, κᾂν αἱ περὶ τῶν γεγενημένων ὡς κακῶν ὁμοίαι διαμένωσιν ὑπολήψεις. ἱκανὰ μὲν οἶν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς ἔγραψεν ὁ Χρύσιππος ὑπέρ τε τῶν τῆς ψυχῆς παθῶν, καὶ πολὺ πρότερον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων. οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα περὶ τῶν αὐτῶν ἔτι διαλεχθῆναι, παραλείπων μὲν τὰ πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων μνημονεύων, ἐν οἷς ἐναντιολογεῖται πρὸς ἑαυτὸν, ἐναντία τε τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις. ἐπιμνησθήσομαι δ’ ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.

Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν· ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι. δείξαντες γὰρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστάμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμὸν, ἔπειτα προσλαβόντες, ὡς, ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν, ἐν τῇ καρδίᾳ τὸ λογιστικὸν ὑπάρχειν. ἡμεῖς δὲ, ὅτι μὲν ἐντεῦθεν ὁρμᾶται τὰ κατὰ τὸν θυμὸν, ἀληθεύειν αὐτούς φαμεν, οὐ μὴν οὔθ’ ὅτι καθ’ ἕνα τόπον ἀναγκαῖόν ἐστι τό τε θυμούμενον εἶναι καὶ τὸ λογιζόμενον, οὔθ’ ὅτι μιᾶς δυνάμεώς ἐστον ἔργα συγχωροῦμεν, ἀλλ’ ἀποδεικνύειν αὐτοὺς ἀξιοῦμεν, ὥσπερ τἄλλα τὰ κατὰ τὸν λόγον, οὕτω καὶ ὅτι τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖόν ἐστιν εἶναι τῶν τε παθῶν καὶ τοῦ λογισμοῦ. Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ περὶ παθῶν ἀποδεικνύναι πειρᾶται, κρίσεις τινὰς εἶναι τοῦ λογιστικοῦ τὰ πάθη, Ζήνων δ’ οὐ τὰς κρίσεις αὐτὰς, ἀλλὰ τὰς ἐπιγιγνομένας αὐταῖς συστολὰς καὶ λύσεις, ἐπάρσεις τε καὶ τὰς πτώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη. ὁ Ποσειδώνιος δ’ ἀμφοτέροις διενεχθεὶς ἐπαινεῖ τε ἅμα καὶ προσίεται τὸ Πλάτωνος δόγμα, καὶ ἀντιλέγει τοῖς περὶ τὸν Χρύσιππον, οὔτε κρίσεις εἶναι τὰ πάθη δεικνύων, οὔτε ἐπιγιγνόμενα κρίσεσι, ἀλλὰ κινήσεις τινὰς ἑτέρων δυνάμεων ἀλόγων, ἃς ὁ Πλάτων ὠνόμασεν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ. πολλῶν δ’ εἰρημένων αὐτῷ πρὸς ἀπόδειξιν τοῦ παλαιοῦ δόγματος, ἃ μέν ἐστιν ἐπίκαιρα, ταῦτ’ ἐν τῷ πρὸ τούτου λόγῳ, τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας, ἐπειράθην εἰπεῖν διὰ βραχέων ἐπὶ τῇ τελευτῇ τοῦ γράμματος. ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν αὐτὸς ἀπ’ ἐμαυτοῦ διῆλθον, ὅσα τε μάχεται τῶν ἐναργῶς φαινομένων τῷ Χρυσίππου δόγματι, καὶ ὅσα πρὸς ἑαυτὸν ἐναντιολογούμενος εἴρηκεν, οὐκ ἀναμείνας τὸν ἔξωθεν κατήγορον. ἱκανὰ μὲν οὖν ἦν καὶ ἐκεῖνα πρὸς ἀπόδειξιν τοῦ πλείους εἶναι δυνάμεις, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ μὴ μίαν, ὡς ὁ Χρύσιππος οἴεται. προσκείσεται δ’ οὐκ ὀλίγα καὶ κατὰ τοῦτον ἔτι τὸν λόγον, ὅσα ὁ Χρύσιππος αὐτὸς ἐναντιολογούμενος αὑτῷ μαρτυρεῖ τοῖς τ’ ἀληθέσιν ἅμα καὶ τῷ παλαιῷ δόγματι. τὰ μὲν γὰρ ἄλλα τὰ κακῶς εἰρημένα παρ’ αὐτοῦ, καίτοι πάμπολλα τὸν ἀριθμὸν ὄντα, παρελθεῖν ἔκρινα, πολύβιβλόν τε ἅμα τὴν πραγματείαν ἔσεσθαί μοι νομίζων, εἰ πάντ’ ἐξελέγχοιμι καλῶς, πεπεισμένος τε ὑπὸ φιλονεικίας τῆς πρὸς τοὺς παλαιοὺς ἐριστικώτερον ὑπὲρ αὐτῶν ἀντεροῦντάς μοι τοὺς ἐπαινοῦντας τὰ Χρυσίππου δόγματα. ἐν οἷς δὲ αὐτὸς ἑαυτὸν καταβάλλει μετὰ τοῦ καὶ μάχεσθαι τοῖς ἐναργῶς φαινομένοις, ἐν τούτοις ἡγοῦμαι τάχα ἂν αἰδεσθῆναί τέ τινα καὶ μεταστῆναι πρὸς τὰ βελτίω, καθάπερ καὶ ὁ Ποσειδώνιος ἐποίησεν, αἰδεσθεὶς συναγορεῦσαι ψευδεῖ φανερῶς δόγματι τῷ τῶν ἄλλων Στωϊκῶν, οἵ γε μέχρι τοσούτου φιλονεικίας ἥκουσιν, ὥστ’, ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζώοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, οἱ πλεῖστοι δ’ οὐδὲ τοῖς παιδίοις, ὅτι δηλαδὴ καὶ ταῦτ’ οὐδέπω λογικά. τὸ μὲν οὖν οὕτως ἀναισχυντεῖν πρὸς τὰ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινόμενα σοφιστῶν ἔργον ἐστὶ, τὸ δὲ μηδὲ ἅπερ ὑπέθεντο δύνασθαι διαφυλάττειν, ἀλλ’ ἐναντία γράφειν αὐτῶν, ἀγυμνάστων περὶ λόγον ἀνθρώπων, οἷός περ καὶ ὁ θαυμασιώτατος Χρύσιππος ἐν παμπόλλαις εὑρίσκεται πραγματείαις. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἑτέρωθι.

Περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν, ὡς οὐκ ἔστι τῆς λογικῆς δυνάμεως, ἤδη μέν μοι καὶ τὸ πρὸ τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἀκούων ὁμολογεῖ, πληρωθήσεται δ’ οὐδὲν ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε ποιησαμένῳ. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’ ἀμφοῖν. ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει. καὶ μέμφεταί γε ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα· χρῆναι γάρ φησιν οὐ τούτοις, ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ μεγάλοις αἰτίοις, εἴτ’ ἐπὶ μικροῖς πυρέττοιεν, οὐδὲν διαφέρειν ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος ἄγεσθαι καθ’ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι, τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων. οὔκουν ὀρθῶς εἰκάζεσθαί φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα δ’ οὐδὲν ὑπάρχειν ἀπαθὲς, ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν τὰς τῶν φαύλων ψυχὰς ἤτοι τῇ σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον, (οὕτω γὰρ ὠνόμασεν ὁ Ποσειδώνιος,) ἢ αὐτῇ τῇ νόσῳ, εἶναι γὰρ μᾶλλον νοσώδη τινὰ ἕξιν, ἢ ἤδη νοσοῦσαν. συμφέρεται μέντοι τῷ Χρυσίππῳ καὶ αὐτὸς, ὡς νοσεῖν τε καὶ λέγειν τὴν ψυχὴν ἅπαντας τοὺς φαύλους, ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς εἰρημέναις τοῦ σώματος καταστάσεσι. λέγει γοῦν ᾧδε κατὰ λέξιν· διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν, οὐχ, ὡς ὁ Χρύσιππος ὑπείληφε, τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ’ ἣν ὑποφέρεται ῥομβώδεσιν, οὐχὶ περιοδικοῖς, οἷς τ’ ἐμπίπτε ἰπυρετοῖς, ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον, ἢ αὐτῇ τῇ νόσῳ. ἔστι γὰρ ἡ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα, ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλλον ἔοικεν εἰς πυρετούς. ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαινῶ μὲν, ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς τῶν φαύλων ψυχὰς, ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν. ἐχρῆν γὰρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ’ οὗν ἐστιν, εἴτ’ οὐκ ἔστι τινὰ τοιαῦτα, (περιττὸν γὰρ ὡς πρὸς τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο,) τὰς δὲ τῶν προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν ὀργιζομένων, ἢ θυμουμένων, ἢ ὅλως ἐν πάθει τινὶ καθεστώτων τοῖς ἤδη νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωραθῆναι Χρυσίππῳ. τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς ὁμοιοῦν αὐτὸν τῇ καταστάσει τῶν θ’ ὑγιαινόντων σωμάτων, τῶν τ’ ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις, ἀλλὰ μόνοις τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα, τὴν νόσον τῆς ψυχῆς, δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, ὑγιείᾳ τε ἅμα καὶ νόσῳ. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ καὶ τῇ τῆς ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παραπλήσια. Χρύσιππος δ’ ἀτοπώτερος ἔτι, μηδ’ ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστώσαις, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς. γράφει γοῦν ᾧδε· ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ’ ἣν οὐ περιοδικῶς, ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρίκαι γίνονται, καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως, καὶ μικρῶν ἐπιγινομένων αἰτίων. οὐκ οἶδα, τί ποτε δόξαν αὐτῷ, τοὺς μὲν ἑτοίμως ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησὶ, τοὺς δ’ ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. οἱ γὰρ ἐν τεταρταίαις καὶ τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττωσιν, ἐν πάθει καθεστήκασι, κινουμένης δ’ αὐτῶν τῆς νοσώδους κατασκευῆς, ἐπειδὰν μηδὲν τούτων πάσχωσιν, ἀλλ’ ἐν τοῖς καλουμένοις διαλείμμασιν ὦσιν, ἔξω τῶν παθῶν εἰσι. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοιτό τις ἂν, οἶμαι, τοῖς ἤτοι πενθοῦσιν, ἢ ἐρῶσιν, ἢ φθονοῦσιν, ἤ τι τοιοῦτον ἕτερον πάσχουσιν. καὶ γὰρ οὗτοι, καθ’ ὃν μὲν ἂν χρόνον ἢ ὑπνώττωσιν, ἢ πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ’ ὀλίγον δὲ ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατάστασιν ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν. ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε, μήτ’ ἐπιθυμία τις ὑπόγυιος, ἢ θυμὸς, οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὒ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις, οἱ δ’ ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν τὰς ψυχὰς, εἴπερ μηδ’ ἐκεῖνοι τὰ σώματα. ἀλλὰ νὴ Δία φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν. τί ποτ’ οὖν, ὦ βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτοὺς, εἰκάζετε τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς πάθη; τί δὲ Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει ταυτί; οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη, ἣν προσαγορεύομεν ἰατρικὴν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν ψυχήν ἐστί τις τέχνη, οὔτ’ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνοις. διὸ καὶ, καθάπερ τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ ἐπιβάλλει ἀμφοτέρων τούτων ἐντὸς εἶναι, ὡς ἔνι ἄριστα. καὶ ὅτι οὕτως ἔχει, μάθοι ἄν τις τῆς πρὸς ταῦτα ἀναλογίας παρατεθείσης ἀπ’ ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν τῶν θεραπειῶν ὁμοιότητα, καὶ ἔτι τὴν ἀμφοτέρων τῶν ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν. ὅτι μὲν οὖν ἀναλογίαν τινὲς βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, δῆλον οἶμαι γεγονέναι, καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης ῥήσεως, ἀλλὰ καὶ δι’ ὧν ἐφεξῆς γράφει τόνδε τὸν τρόπον ἐχόντων· καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία καὶ τόνος, πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, εὐεξία τε καὶ καχεξία, καὶ τἄλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ ἀῤῥωστήματα καὶ νοσήματα, κατὰ τὸν αὐτὸν, φησὶ, τρόπον ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε καὶ ὀνομάζεται. εἶθ’ ἑξῆς ἐπιφέρων φησὶν, ὡς οἴομαι, ἀπὸ τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν, καὶ εὐτόνους καὶ ἀτόνους εἶναι, καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ τοῦ κατ’ αὐτὴν ἀῤῥωστήματος λεγομένου, καὶ τῶν τούτοις παραπλησίων. ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ἀναλογίαν τινὰ βούλεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, καὶ παθῶν πρὸς πάθη, καὶ ἀῤῥωστημάτων πρὸς ἀῤῥωστήματα, καὶ νοσημάτων πρὸς νοσήματα, καὶ ὑγιείας πρὸς ὑγίειαν, καὶ εὐεξίας πρὸς εὐεξίαν, καὶ ἰσχύος πρὸς ἰσχὺν, καὶ ἀσθενείας πρὸς ἀσθένειαν, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν συνωνύμως λεγομένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα, καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν, εἴ γε δὴ συνώνυμά φησιν ὑπάρχειν αὐτά. ὥστε, ὅπως ἄν τις ὁρίζηται καθόλου τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ, καὶ τὴν ἐν ψυχῇ κατὰ τὸν αὐτὸν τρόπον ὁρίζεσθαι. ὅτι μὲν οὖν πρόκειται τῷ Χρυσίππῳ ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε καὶ φυλάττειν, ἐκ τούτων δῆλον. εἰ δὲ ἐπιχειρήσας αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον ἐστὶ τῆς ὁμοιότητος, ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον, ὡς οὐκ ἀληθεῖ. τοῦτο δ’ οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν ἐν τῷ περὶ παθῶν ἠθικῷ. γράφει γοῦν ᾧδε· διὸ καὶ κατὰ τρόπον προῆκται Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ εἶναι σώματος νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ. καὶ μετ’ ὀλίγα· ἡ δ’ ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διῃρημένων. καὶ πάλιν ἐφεξῆς· οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην τῶν ῥηθέντων εὐκρασίαν. καὶ πάλιν ἐφεξῆς· λέγεται δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν θερμοῖς, καὶ ψυχροῖς, καὶ ὑγροῖς, καὶ ξηροῖς γενομένη συμμετρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δὲ ἐν νεύροις συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια, καὶ εὐτονία ἢ ἀτονία, ἡ δ’ ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία κάλλος ἢ αἶσχος. ἀλλὰ ταῦτα μὲν, ὦ γενναιότατε Χρύσιππε, καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ’ ἡμῖν, ὡς ἐπηγγείλω, τὴν ἀναλογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς ὠνομασμένων, ἀρξάμενος ἀπὸ τῆς ὑγιείας τε καὶ νόσου. ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν ἡ συμμετρία τῶν ἁπλουστάτων αὐτοῦ μορίων, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ θερμοῦ λέγω, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, κατὰ τὸν αὐτὸν τρόπον εἴη ἂν, οἶμαι, καὶ ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία τις τῶν ἁπλῶν αὐτῆς μορίων· ἃ τίνα ποτ’ ἐστὶ, καὶ ὁπόσα, καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον ἔσται σοι, μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω. καὶ δὴ καὶ ἡ νόσος ἡ τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων, ὧν ἡ συμμετρία τῆς ψυχῆς ἦν ὑγίεια. τὰ δὲ μόρια ταῦτα κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι, καὶ τὸ λογιστικὸν, ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικὸν, ὥστε σώζεσθαι τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν ὁμοιότητα τῆς ψυχῆς πρὸς τὸ σῶμα. συμφωνοῦντα μὲν γὰρ ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα τὴν νόσον. ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον. ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφορά· οὕτω γὰρ ἐν Σοφιστῇ Πλάτων ὡρίσατο. ὅτι δ’ ἀνωτάτω τ’ ἐστὶν ἡ ἀπόδειξις ἥδε, καὶ πάσας τὰς κατὰ μέρος νόσους ἀκριβῶς περιλαμβάνει, τάς τε τῆς ψυχῆς ἡμῶν, καὶ τὰς τοῦ σώματος, καὶ τὰς ἐν τοῖς ἄλλοις ζώοις τε καὶ φυτοῖς, ἤδη δὲ κᾀν ταῖς πόλεσιν ὅλαις, οὐ χαλεπὸν καταμαθεῖν. οὕτω γὰρ, οἶμαι, καὶ τὰς στασιαζούσας πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς φύσει συγγενῶν. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ’ ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης ἐστὶ γενικὴ, καὶ ταύτης ἔθ’ ἧττον, ἐπειδὰν θερμῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν ἀμετρία τις εἶναι λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος. ὁ δὲ Χρύσιππος ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν· πρῶτον μὲν, ὅτι διαφέρεται πρὸς αὑτὸν, ἐν μὲν τῷ περὶ παθῶν ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ νόσον τῇ κατὰ τὸ σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ· ἔπειθ’ ὅτι μηδ’, ὅπερ ἀληθῶς ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν καὶ ἠθικὸν ἐπιγραφόμενον βιβλίον, ἠδυνήθη δεῖξαι. τί δ’ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα συμμετρία, καθ’ ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν. πάντα γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ’ ἓν ὑποθέμενος γίγνεσθαι· τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι, τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως ἀπορεῖ δεικνύναι, ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία κάλλος ἐστὶ, ποίων δὲ ἀμετρία αἶσχος. καίτοι γράφει γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί· διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν. ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν, ἢ αἰσχρὰν αὐτὴν εἶναι λεκτέον ἐστὶ, καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ. τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια, μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ καὶ τὴν ὑγίειαν αὐτῆς, καὶ τὴν νόσον, καὶ τὸ κάλλος, καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· ἔστι δὲ τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε, καὶ ἡ ἐν αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον ἔχον οὕτως ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς. ποίους οἰκείους μερισμοὺς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων; ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας, οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρήσεις τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ, καὶ μηκυνεῖς τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι, τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς. ἐπειδὴ τοίνυν σὺ παρέδραμες εἴθ’ ἑκὼν εἴτ’ ἄκων τὸν λόγον, (οὐ γὰρ ἔχω συμβαλεῖν,) ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς ἀληθείας αὐτοῦ, τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως ποιησάμενος ἐχούσης ᾧδε.

Ἔστι δέ γε τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν. ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα. ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν, ἀλλά λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ. οὐ γὰρ δή που ταὐτόν ἐστι ψυχὴ καὶ λόγος· ἄλλως τε καὶ διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων, ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν. οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ ἐν αὐτῇ συνιστάμενον. ἔπειτα δ’, εἰ καὶ τοῦτό τις ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ’ ἐννοίας καὶ προλήψεις οὐ μόρια τῆς ψυχῆς εἶναι λεκτέον, ἀλλ’ ἐνεργείας τινάς. οὐδὲν δ’ ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ ὀφθαλμὸς, οὔτε τὸ οὖς, οὔτε χεὶρ, οὔτε σκέλος, οὔτ’ ἄλλο τῶν πάντων οὐδέν. ἀλλ’ εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ τῶν χρωμάτων ἑκάστου διαγνώσεις, λευκοῦ, καὶ μέλανος, καὶ ξανθοῦ, καὶ φαιοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας, καὶ βαρείας, καὶ μεγάλης, καὶ μικρᾶς, καὶ λείας, καὶ τραχείας. οὐ μὴν τά γε μόρια ταῦτ’ ἐστὶν οὔτ’ ὠτὸς, οὔτ’ ὀφθαλμοῦ. ἀλλ’ οἶσθα δήπου καὶ σὺ σαφῶς, ὡς κερατοειδής τέ τίς ἐστι χιτὼν, καὶ ῥαγοειδὴς ἕτερος, καὶ ἔτι κρυσταλλοειδές τε καὶ ὑαλοειδὲς ὑγρὸν, ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν, ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ, καὶ χόνδροι, καὶ νεῦρα, καὶ ὑμένες, ὅσα τε ἄλλα τοιαῦτα. μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προλήψεις ἐνέργειαι τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα, καὶ τὸ ὀπτικὸν, ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν, καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικὸν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης συνίστασθαι, καθ’ ὃ δὴ καὶ μάλιστα μόριον τῆς ψυχῆς αἶσχος καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ. τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα, καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ θερμόν. εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ, οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων, ἐν οἷς διαιτᾶται. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἰ τὴν τούτων συμμετρίαν ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι προσῆκεν, ὡς ἡγεμονικοῦ δὲ ψυχῆς οὐκ ἔτ’ ἐν τούτοις οὐδὲ κατ’ αὐτὸν σέ. διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ παράδειγμα, καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν οἴχεται, μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ τῆς ψυχῆς ἡγεμονικῷ νόσον, ἢ ὑγίειαν, ἢ κάλλος, ἢ αἶσχος συνιστάμενα, καθάπερ ἐν ὅλῳ τῷ σώματι. καίτοι τοῦτό γ’ ὑπέσχου πρότερον ὀρθῶς γιγνώσκων καὶ φυλάττων τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκολουθῆσαι μέχρι παντὸς ἠδυνήθης, οὐδ’ ἐξηγήσω τὴν ἀναλογίαν τε καὶ ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων τοῖς κατὰ τὸ σῶμα. αὖθις οὖν ἀναλήψομαι τὸν λόγον, ἵνα δή τι πέρας ἱκανὸν νῦν ἀπολάβῃ. τῆς νόσου τὴν ἔννοιαν ἐν μὲν τῷ πρώτῳ περὶ παθῶν συνέχεεν ὁ Χρύσιππος, ἀνάλογον ἔχειν φάμενος τὴν ἐν τῇ ψυχῇ νόσον τῇ τοῦ σώματος καταστάσει, καθ’ ἣν εὐεμπτώτως εἰς πυρετοὺς, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἔχει· κατὰ μέντοι τὸ θεραπευτικὸν ἐφυλάξατο μὲν τὴν ἔννοιαν τῆς νόσου, τῆς πρὸς ἑαυτὸν οὐδὲν φροντίσας ἐναντιολογίας, ἐξηγήσασθαι δ’, ὡς ὑπέσχετο, τὴν ἐν τῇ ψυχῇ νόσον ἅμα τοῖς ἄλλοις, οἷς ἀνάλογον ὑπάρχειν αὐτῇ φησι πρὸς τὸ σῶμα, παντάπασιν ἠδυνάτησε μετὰ τοῦ καὶ συγχεῖν εἰς ταὐτὸν τήν θ’ ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος. ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο, τὴν μὲν ὑγίειαν τῶν στοιχείων ἐν συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος ἐν τῇ τῶν μορίων. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς προγεγραμμένης ὀλίγον ἔμπροσθεν ῥήσεως, ἐν ᾗ τὴν μὲν ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς, καὶ ψυχροῖς, καὶ ξηροῖς, καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι τῶν σωμάτων ἐστὶν, τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων, ἀλλ’ ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει, δακτύλου πρὸς δάκτυλον δηλονότι, καὶ συμπάντων αὐτῶν πρός τε μετακάρπιον καὶ καρπὸν, καὶ τούτων πρὸς πῆχυν, καὶ πήχεως πρὸς βραχίονα, καὶ πάντων πρὸς πάντα, καθάπερ ἐν τῷ Πολυκλείτου κανόνι γέγραπται. πάσας γὰρ ἐκδιδάξας ἡμᾶς ἐν ἐκείνῳ τῷ συγγράμματι τὰς συμμετρίας τοῦ σώματος ὁ Πολύκλειτος ἔργῳ τὸν λόγον ἐβεβαίωσε, δημιουργήσας ἀνδριάντα κατὰ τὰ τοῦ λόγου προστάγματα, καὶ καλέσας δὴ καὶ αὐτὸν τὸν ἀνδριάντα, καθάπερ καὶ τὸ σύγγραμμα, κανόνα. τὸ μὲν δὴ κάλλος τοῦ σώματος ἐν τῇ τῶν μορίων συμμετρίᾳ κατὰ πάντας ἰατροὺς καὶ φιλοσόφους ἐστὶν, ἡ δ’ ὑγίεια τῶν στοιχείων αὖ πάλιν, ἅττα ποτ’ ἂν ᾖ, πρὸς ἄλληλά ἐστι συμμετρία. εἴτε γὰρ ἐξ ὄγκων καὶ πόρων, ὡς Ἀσκληπιάδης ὑπέθετο, τὰ τῶν ζώων σύγκειται σώματα, συμμετρία τούτων ἐστὶν ἡ ὑγίεια· εἴτ’ ἐξ ἀτόμων, ὡς Ἐπίκουρος, εἴτ’ ἐξ ὁμοιομερῶν, ὡς Ἀναξαγόρας, εἴτ’ ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, καθάπερ ὅ τε Χρύσιππος δοξάζει καὶ πάντες οἱ Στωϊκοὶ, καὶ πρὸ αὐτῶν Ἀριστοτέλης, καὶ Θεόφραστος, καὶ πρὸ τούτων ἔτι Πλάτων καὶ Ἱπποκράτης, ἡ τῶν στοιχείων κατὰ πάντα συμμετρία τὴν ὑγίειαν ἐργάζεται. εἰ τοίνυν ἐθέλοι τις ἅπασαν τὴν ἀναλογίαν αὐτῶν κατὰ τὸ σῶμα τοῖς κατὰ τὴν ψυχὴν διασώζειν, ὡς ὑπέσχετο Χρύσιππος, ἐπιδεῖξαι χρὴ τοῦτον ἔκ τινων ἁπλῶς ὡσανεὶ στοιχείων συγκειμένην τὴν ὅλην ψυχὴν, ἵνα ἐν τῇ τούτων πρὸς ἄλληλα συμμετρίᾳ τὴν ὑγίειαν καὶ τὴν νόσον αὐτῆς εὕρῃ γιγνομένην, ὅπερ ὁ Πλάτων ἐποίησε. Χρύσιππος δ’ οὔτε ταύτην ἠδυνήθη τὴν ὁμοιότητα διδάξαι, καίτοι ὑποσχόμενος, οὔτε τὴν τοῦ κάλλους τῆς ψυχῆς, ἀλλὰ εἰς ταὐτὸν συνέχεεν τῇ ὑγιείᾳ τὸ κάλλος. κατὰ γὰρ τοὺς οἰκείους τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι ψυχήν. ὑγιαίνουσα δ’ ἢ νοσοῦσα πῶς ἂν γένοιτο, παρέλιπεν, εἰς ταὐτὸν, οἶμαι, συγχέων ἄμφω, καὶ μὴ δυνάμενος ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφήνασθαι, καθάπερ ὁ Πλάτων ἐποίησεν ἐν ἄλλοις τέ τισι καὶ τῷ Σοφιστῇ, τὴν μὲν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα στάσιν ἀποφηνάμενος εἶναι νόσον ψυχῆς, τὰς δὲ παραφόρους τε καὶ ἀμέτρους κινήσεις αὐτῆς, τουτέστι τὰς ἐνεργείας τὰς καθ’ ὁρμὴν, αἶσχος, ὥσπερ γε τὴν μὲν συμφωνίαν τε καὶ συμμετρίαν πρὸς ἄλληλα τῶν μορίων αὐτῆς ὑγίειαν, τὴν δὲ συμμετρίαν τῶν κινήσεων τὸ κάλλος. ὥσπερ γὰρ τὸ σῶμα τὸ καλὸν ἐν τῇ συμμετρίᾳ τῶν μορίων τὴν γένεσιν ἴσχει, κατὰ τὸν αὐτὸν τρόπον ἐνέργεια΄ καλὴ διὰ τὴν τῶν κατὰ μέρος κινήσεων γίγνεται συμμετρίαν. οὕτω γοῦν καὶ ὀρχεῖσθαι, καὶ παγκρατιάζειν, καὶ παλαίειν, καὶ βαδίζειν εὐσχημόνως καὶ καλῶς λέγονταί τινες, ἕτεροι δ’ ἀσχημόνως τε καὶ αἰσχρῶς. ἐν μὲν τῇ συμμετρίᾳ τῶν κατὰ μέρος κινήσεων τὸ κάλλος τῶν ἐνεργειῶν ἐστι γνώριμον, κατὰ δὲ τὰς ἀμετρίας τὸ αἶσχος. ἔχουσι δὲ καὶ αἱ τοῦ Πλάτωνος ῥήσεις ἐκ τοῦ Σοφιστοῦ τόνδε τὸν τρόπον· ΞΕ. δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον. ΘΕ. ποῖα; ΞΕ. τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἶσχος ἐγγιγνόμενον. ΘΕ. οὐκ ἔμαθον. ΞΕ. νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας. ΘΕ. οὐδ’ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι. ΞΕ. πότερον ἄλλο τι στάσιν ἡγούμενος, ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν; ΘΕ. οὐδέν. ΞΕ. ἀλλ’ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς τῶν ἓν ὄντων γένος; ΘΕ. οὐδαμῶς ἄλλο. οὕτως μὲν ἐν τῷ καθόλου περὶ νόσου τε καὶ αἴσχους, ὁποῖόν τι τὴν φύσιν ἑκάτερον αὐτῶν ἐστιν, ἐδίδαξεν ἡμᾶς ὁ Πλάτων. καὶ ὅπως ἐγγίγνονται ταῖς ψυχαῖς ἐφεξῆς διδάσκων, περὶ μὲν τῆς νόσου ταῦτα γράφει. ΞΕ. τί δαί; ἐν ψυχῇ δόξας ἐπιθυμίαις, καὶ θυμὸν ἡδοναῖς, καὶ λόγον λύπαις, καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα; ΘΕ. καὶ σφόδρα γε. ΞΕ. ξυγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα γέγονε. ΘΕ. πῶς γὰρ οὔ; ΞΕ. στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν. ΘΕ. ὀρθότατα μὲν οὖν. εἶτ’ ἐφεξῆς, ὅπως αἶσχος ἐγγίνεται ψυχαῖς, διεξιών φησι· ΞΕ. τί δή; ὅσα κινήσεως μετασχόντα, καὶ σκοπόν τινα θέμενα, πειρώμενα τούτου τυγχάνειν, καθ’ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα, ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; ΘΕ. δῆλον ὡς ὑπὸ ἀμετρίας. ΞΕ. ἀλλὰ τὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. ΘΕ. σφόδρα γε. ΞΕ. τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης ψυχῆς παραφόρου ξυνέσεως γιγνομένης οὐδὲν ἄλλο πλὴν παραφροσύνη. ΘΕ. πάνυ μὲν οὖν. ΞΕ. ψυχὴν ἄρ’ ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον. οὕτω μὲν ἐν τῷ Σοφιστῇ Πλάτων ἀπεφήνατο, καὶ καθόλου καὶ κατὰ μέρος ὑπὸ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ, ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας. τὰς δ’ ἄλλας αὐτοῦ ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων, ἐν οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου διῆλθεν, οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός· ἀλλ’ ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται, δεικνύουσιν ὡσαύτως Ἱπποκράτην καὶ τὸν Πλάτωνα γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν τοιούτων μνημονεύσω ῥήσεων.

Νυνὶ δ’, οὔτε γὰρ ἁπλῶς περὶ κάλλους, ἢ ὑγιείας, ἢ αἴσχους, ἢ νοσημάτων ὁ λόγος, οὔτε περὶ μόνων τῶν τοῦ σώματος, ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ἡμῖν προὔκειτο, παραλείψω μὲν τἄλλα, τὸ προκείμενον δ’ αὐτὸ μόνον ἀναλήψομαι. πρόκειται δὲ δεικνύειν, ὡς οὔτε καθ’ ἓν μόριον τῆς ψυχῆς, οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίγνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύσιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτερογενεῖς, καὶ μόρια πλείω. τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς εἶναι τὸν ἀριθμὸν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ, καὶ Ἀριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων κεχωρίσθαι, καὶ τὴν ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνάμεις πολλὰς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ διαφερόντων ταῖς οὐσίαις, Ἱπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα. καί μοι πολλὰ μὲν ἤδη περὶ νῆς ἀληθείας αὐτοῦ διὰ τῶν ἔμπροσθεν εἴρηται, πολλὰ δ’ ἐν τοῖς ἐφεξῆς εἰρήσεται. νυνὶ δ’ ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι, μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι φάσκοντα, μήθ’ ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα, μήθ’ ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα. διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτὸν, ὥσπερ καὶ περὶ παμπόλλων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ περὶ ψυχῆς τιθέμενος, εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς, ἃς ἐν τῷ πρὸ τούτου γράμματι παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστικοῦ τῆς ψυχῆς ἀποφηνάμενος. ἀλλ’ ἡμεῖς, ἃ μὲν ἀληθῶς εἷπε, μαρτύρια τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα τε πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον, ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ παλαιὸν δόγμα διαβάλλειν. ἡ γὰρ περὶ τῶν τοιούτων μαρτυρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι. μεταβάντες δὲ πάλιν ἐφ’ ἕτερα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν, ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ’ αὖ τοῖς ἐναργέσι μάχεται, τινὰ δὲ κατ’ ἄμφω πεπλημμέληται. καὶ πρῶτόν γε πάλιν ἀναλάβωμεν εἰς ὅπερ ἐτελεύτησεν ὁ προγεγραμμένος μοι λόγος, ὡς ὑγίεια καὶ νόσος, αἶσχός τε καὶ κάλλος ψυχῆς ἐν τοῖς μέρεσι γίγνεται αὐτῆς, καὶ ὡς τὰ μέρη ταῦτα ἔννοιαί τε καὶ προλήψεις εἰσὶ, συγχωρήσωμεν αὐτῷ τήν γε πρώτην. ὅτι μὲν γὰρ ὅλως οὐ χρὴ κατὰ τὰς ἐνεργείας τίθεσθαι νόσον ἢ ὑγίειαν, ἀλλ’ αἶσχος ἢ κάλλος μόνον, εἴρηταί μοι πρόσθεν· ὅτι δ’ οὐδ’ εἴτις οὕτω συγχωρήσειε, τὰ γοῦν ἑξῆς ὀρθῶς εἴρηται, νῦν ἐπιδεῖξαι πειράσομαι. εἴπερ γὰρ ἐν τῷ μάχεσθαι δύο κρίσεις ἀλλήλαις ἡ τῶν παθῶν ἐστι γένεσις, ἀνάγκη τῶν δύο τούτων κρίσεων ἤτοι τὴν ἑτέραν μὲν ὑπάρχειν ἀληθῆ, τὴν ἑτέραν δὲ ψευδῆ, ἢ ἀμφοτέρας ψευδεῖς, εἴ τις καὶ τοῦτο συγχωρήσειεν, ἔχει γάρ τινα ζήτησιν λογιστικήν. εἴτε δὲ ἀμφοτέρας ψευδεῖς, εἴτε τὴν ἑτέραν αὐτῶν ἀληθῆ φαίημεν ὑπάρχειν, οὐδαμῶς ἡ μάχη τῶν κρίσεων ἔσται τὸ πάθος. ἀλλ’ εἰ μὲν ἰσάζοιέν πως ἀλλήλαις αἱ κρίσεις ὡς πρὸς πίστιν, ἐπέχειν ἀναγκαῖον ἡμᾶς ἔσται περὶ τῆς τοῦ πράγματος ὑπάρξεως, εἰ δ’ ἡ ἑτέρα φαίνοιτο μακρῷ πιστοτέρα, συγκατατίθεσθαι μὲν καὶ πράττειν γέ τι κατὰ τὴν συγκατάθεσιν, οὐκ ἀπερισκέπτως δὲ, καθάπερ εἰ καί τις τὴν ἡδονὴν ἀγαθὸν οἰόμενος ὑπάρχειν ἔχοι τι βραχὺ περιέλκον εἰς τοὐναντίον, ἢ εἰ μόνον τὸ καλὸν ἀγαθὸν ὑπολαμβάνων ὅμως ἔτι καὶ αὐτὸς ἀντισπῶσαν ἑτέραν ὑπόληψιν ἔχοι πρὸς τὸ μὴ διατεταμένως πιστεύειν, ἢ εἰ, καθάπερ ὁ Πύῤῥων, ἀμφοτέρας ὁμοτίμως τιθέμενος ἐπέχοι περὶ τῆς ἀποφάσεώς τε καὶ συγκαταθέσεως. ὲν οὐδενὶ γὰρ τῶν τοιούτων συνίσταται τὸ πάθος, ὥσπερ καὶ αὐτὸς ὁ Χρύσιππος ἐναργῶς ἐδήλωσε δι’ ὧν ἐν τῷ πρὸ τούτου γράμματι παρεθέμην ῥήσεων, ἐν αἷς φησιν, οὐχὶ διημαρτημένος φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ὅσα τ’ ἄλλα τοιαῦτα προσέγραψε συνίστασθαι τὸ πάθος, ἀλλ’ ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κᾀνταῦθα πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίππου πρὸς ἑαυτὸν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρτημένων κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας ἐναντιολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη συνίστασθαι λέγει. μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ’ ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ’ ὁ Χρύσιππος. ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλ’ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι, μήτ’ ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος οὐκ ἂν, οἶμαι, δύναιτο τὴν θεραπείαν αὐτῶν ποιήσασθαι κατὰ τρόπον. ἀλλ’, ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις ἐξελέγχοι τὰ τέσσαρα τοῦ Χρυσίππου βιβλία, πολὺ πλεόνων αὐτῷ δεήσει συγγραμμάτων.

Ὅσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστὶ, ταῦτα ἐπέλθωμεν μόνα, καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παίδων διοικήσεως. οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι δυνατὸν εἰπεῖν, (οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον,) οὔθ’ ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται, καὶ ἥδεται, καὶ γελᾷ, καὶ κλαίει, καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις. οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὔτε τὸ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονὰς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς πόνους. ὁρῶμεν δ’ αὐτὰ καὶ θυμούμενα, καὶ λακτίζοντα, καὶ δάκνοντα, καὶ νικᾷν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζώων, οὐδενὸς ἄθλου προβαλλομένου παρὰ τὸ νικᾷν αὐτό. φαίνεται δ’ ἐναργῶς τὸ τοιοῦτον ἐπ’ ὀρτύγων, καὶ ἀλεκτρυόνων, καὶ περδίκων, ἰχνεύμονός τε καὶ ἀσπίδος, καὶ κροκοδείλου, καὶ μυρίων ἑτέρων. οὕτως οὖν οἰκειοῦσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν, καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν. αἰδεῖται γοῦν ἁμαρτάνοντα, προϊούσης αὐτοῖς τῆς ἡλικίας, καὶ χαίρει τοῖς καλοῖς ἔργοις, καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀντιποιεῖται, καὶ πράττει πολλὰ κατὰ τὰς τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρὰ, κατὰ πάθος ζῶντα, καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων οὐδεμίαν φροντίδα ποιούμενα. τριῶν οὖν τούτων ὑμῖν οἰκειώσεων ὑπαρχουσῶν φύσει καθ’ ἕκαστον τῶν μορίων τῆς ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικὸν, πρὸς δὲ τὴν νίκην διὰ τὸ θυμοειδὲς, πρὸς δὲ τὸ καλὸν διὰ τὸ λογιστικὸν, Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιππος τὴν τοῦ βελτίστου, φάμενος ἡμᾶς οἰκειοῦσθαι πρὸς μόνον τὸ καλὸν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς τρεῖς οἰκειώσεις θεάσασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε φιλοσόφοις. ἐάσας οὖν τὰς δύο ὁ Χρύσιππος εἰκότως ἀπορεῖν ἐρεῖ τῆς κατὰ τὴν κακίαν γενέσεως, οὔτ’ αἰτίαν ἔχων εἰπεῖν αὐτῆς, οὔτε τρόπους τῆς συστάσεως, οὔθ’ ὅπως ἁμαρτάνει τὰ παιδία δυνάμενος ἐξευρεῖν, ἅπερ εὐλόγως, οἶμαι, πάντα καὶ ὁ Ποσειδώνιος αὐτοῦ καταμέμφεται καὶ ἐλέγχει. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδ’ ἐξ ἑαυτῶν, ἀλλ’ ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς ἐγγίγνεσθαι. ἀλλὰ μὴν ὁρᾶταί γε, κᾂν χρηστοῖς ἔθεσιν ἐντρέφηται καὶ προσηκόντως παιδεύηται, πάντως ἐξαμαρτάνοντά τι, καὶ τοῦτ’ αὐτὸ καὶ ὁ Χρύσιππος ὁμολογεῖ. καίτοι γ’ ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας γενήσεσθαι τοῦ χρόνου προϊόντος. ἀλλ’ οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν φαινομένων, ἀλλὰ κᾂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ, καὶ μηδὲν μήτε θεάσηται μήτ’ ἀκούσῃ πώποτε παράδειγμα κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλοσοφήσειν· διττὴν γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέραν μὲν ἐκ κατηχήσεως τῶν πολλῶν ἀνθρώπων ἐγγιγνομένην, ἑτέραν δ’ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας αὐτῶν ἀπορῶ, καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας γιγνομένης. καὶ γὰρ διὰ τί θεασάμενά τε καὶ ἀκούσαντα παράδειγμα κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν ἔχειν πρὸς αὐτὸ, θαυμάζειν ἐπέρχεταί μοι, καὶ πολὺ δὴ μᾶλλον, ἐπειδὰν μήτε θεασάμενα μήτ’ ἀκούσαντα πρὸς αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ. τίς γὰρ ἀνάγκη, τοὺς παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι, μηδεμίαν οἰκείωσιν ἔχοντας πρὸς αὐτὴν, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν τὸν πόνον, εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίωται φύσει; τίς δ’ ἀνάγκη, πρὸς μὲν τοὺς ἐπαίνους καὶ τὰς τιμὰς ἥδεσθαί τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ φεύγειν τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα φύσει τινὰ ἔχουσιν οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν; εἰ γὰρ μὴ ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν ἔοικεν ὁ Χρύσιππος, ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ ἀλλοτρίωσις φύσει πρὸς ἕκαστον τῶν εἰρημένων. ἐπειδὰν γὰρ λέγῃ, τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς φαύλοις διαστροφὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν καὶ τὴν κατήχησιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν, δι’ ἣν ἡδονὴ μὲν ὡς ἀγαθὸν, ἀλγηδὼν δ’ ὡς κακὸν πιθανὴν προβάλλουσι φαντασίαν· οὕτως δὲ καὶ διὰ τί τὴν μὲν νίκην τὴν ἐν Ὀλυμπιάσιν καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν ἐπαινούμενά τε καὶ μακαριζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες ὡς ἀγαθὰ, περὶ δὲ τῆς ἥττης τε καὶ τῆς ἀτιμίας ὡς κακὰ ἑτοίμως πειθόμεθα. καὶ γὰρ καὶ ταῦθ’ ὁ Ποσειδώνιος μέμφεται καὶ δεικνύναι πειρᾶται πασῶν τῶν ψευδῶν ὑπολήψεων τὰς αἰτίας ἐν μὲν τῷ θεωρητικῷ διὰ τῆς παθητικῆς ὁλκῆς, προηγεῖσθαι δ’ αὐτῆς τὰς ψευδεῖς |δόξας, ἀσθενήσαντος περὶ τὴν κρίσιν τοῦ λογιστικοῦ· γεννᾶσθαι γὰρ τῷ ζώῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ κρίσει, πολλάκις δ’ ἐπὶ τῇ κινήσει τοῦ παθητικοῦ. συνάπτει δ’ εἰκότως τοῖς λόγοις ταύτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὸν φυσιογνώμονα φαινόμενα. καὶ γὰρ τῶν ζώων καὶ τῶν ἀνθρώπων, ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα, θυμικώτερα πάνθ’ ὑπάρχειν φύσει, ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα, δειλότερα. καὶ κατὰ τὰς χώρας οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν, ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζώοις φησὶ θερμότητι, καὶ ψυχρότητι, καὶ πάχει, καὶ λεπτότητι, καὶ ἄλλαις φησὶ διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν. ἡμεῖς δὲ κατὰ τινα οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι, μήτ’ ἄλλο γιγνώσκοντας τῶν κατὰ τὰ πάθη, μήθ’ ὡς αἱ τοῦ σώματος κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις· οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν. Ἀριστοτέλης δ’ ἄντικρυς ἤδη καλεῖ τῶν ζώων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις, ἐξηγεῖταί τε, καθ’ ὅντινα τρόπον ἐπὶ ταῖς διαφερούσαις κράσε σισυνίσταται. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ’ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία, διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν, μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον, ἀλλὰ δι’ ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι ζῇν τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος, ὅταν κινήσεις αἱ κατὰ πάθος, αἱ διὰ τὴν τοῦ σώματος κατασκευὴν ἀναγκαίως γιγνόμεναι, μεγάλαι δή τινες οὖσαι τύχωσι καὶ σφοδραὶ, τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει. χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν, καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθεῖσαν, εἴ τις μέλλοι βελτίονα τὸ ἦθος ἀποδείξειν τὸν ἄνθρωπον. οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον, ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς ἐφεξῆς τῆς διαίτης, ἣν ἡ κύουσα διαιτήσεται, κατὰ τε τὰς τροφὰς καὶ τὰ πόματα, καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας, καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις, ἐπιθυμίας τε καὶ θυμοὺς, ὅσα τ’ ἄλλα τοιαῦτα, περὶ ὧν ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν, ὁ δὲ Χρύσιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ’ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως, μοχθηρὰν ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα. ταῦτά τοι καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν, ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως, ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν εὐπειθές. αὕτη γὰρ ἀρίστη παίδων παιδείας παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν ἀρχὴν τοῦ λογιστικοῦ. μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ ἀσθενὲς ὑπάρχειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδεκαετῆ ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συμφύτων ἵππων, ἐπιθυμίας τε καὶ θυμοῦ, μήτ’ ἰσχυρῶν ὑπαρχόντων ἄγαν, μήτ’ ἀσθενῶν, μήτ’ ὀκνηρῶν, μήτ’ ἐκφόρων, μήτε δυσπειθῶν ὅλως, ἢ ἀκόσμων, ἢ ὑβριστῶν, ἀλλ’ εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ, τούτου δ’ αὐτοῦ τὴν παιδείαν τε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρημάτων. ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίνεσθαι, τοῖς δ’ ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς. ἕπεται δ’ αὖθις τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος αὐτὸς ἔχων τὸ σφάλμα διττὸν, εἴτ’ ἐπιστήμας τις ἁπάσας αὐτὰς, εἴτε δυνάμεις ὑπολάβοι. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσὶν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται, οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν, (οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστὶν, οὐδὲ διαφερόμεθα πρὸς αὐτὸ,) ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλὰς, εἴ γε μηδὲ τελειοτάτας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος, οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν, ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.

Ἀλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν, ᾧδέ πως γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ τῆς ἀρχῆς τοῦ βιβλίου· νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν, καὶ τὴν περὶ τελῶν, καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι. ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα. τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζωώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι. οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν, οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν. οὐ γὰρ βλέπουσιν, ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς. ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε, πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον, οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους. οὐ γὰρ, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ’ ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν. ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους, τοῦ δὲ χείρους, ὁ μὲν τῷ βελτίονι συνεπόμενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῇν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δ’ οὗτος μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον. οὐκ ἀρκεσθεὶς δὲ τούτοῖς ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον, ὡς οὐκ ὀρθῶς ἐξηγουμένων τὸ τέλος. ἔχει δὲ ἡ ῥῆσις ᾧδε· ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῇν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτὸ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν, ἢ τὴν ἀοχλησίαν, ἢ ἄλλο τι τοιοῦτον. ἔστι δὲ μάχην ἐμφαῖνον κατ’ αὐτὴν τὴν ἐκφορὰν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν. παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ οὐκ ἔστιν, ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας, ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τὸ κατ’ ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῇν, ὅπερ ἰσοδυναμεῖ τῷ ὁμολογουμένως εἰπεῖν ζῇν, ἡνίκα μὴ τοῦτο μικροπρεπῶς συντείνειν εἴς τι τῶν διαφόρων τυγχάνει. ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος, ὅπως ἂν τις τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῇν. ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα. ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα, καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστροφῆς, καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε. καὶ τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφῃνεν. οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ, τῆς αἰτίας τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς, οἷόν τι τὸ ὁμολογουμένως τῇ φύσει ζῇν ἐστιν, ἐκ τῆς τῶν παθῶν αἰτίας εὑρεθείσης ὠφελήθημεν. ὁ μὲν γὰρ κατὰ πάθος οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ πάθος ὁμολογουμένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ ἀλόγῳ καὶ ἐμπλήκτῳ τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ θείῳ. καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς διαστροφῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα. τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν, οὐκ εἰδότες, ὡς τὸ μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζωώδους τῆς ψυχῆς ἐστιν ὀρεκτὰ, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν τε καὶ καλὸν ἅμα τοῦ λογικοῦ τε καὶ θείου. καὶ τοὺς τρόπους δὲ, φησὶ, τῆς ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα διωρίσατο. τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα καὶ ἁρμονίαις καὶ ἐπιτηδεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ ἀθύμους ἔν τε τοῖς ὀρθίοις ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους καὶ μανικώτερον ᾄττοντας ἐν ταῖς ἐναντίαις. ἐπεὶ διὰ τί πρὸς θεῶν (ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ Χρυσίππου) Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσῃ τὸ Φρύγιον νεανίαις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον, οἱ δ’ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς; οὐ γὰρ δήπου τὰς δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων, ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον, ἐπεγείρονταί τε καὶ πραΰνονται διὰ κινήσεων ἀλόγων. τῷ μὲν γὰρ ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ ἡ βλάβη, τῷ λογικῷ δὲ δι’ ἐπιστήμης τε καὶ εὐμαθίας. καὶ ταῦτ’ οὖν ἐν τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφελεῖσθαί φησιν ἡμᾶς ὁ Ποσειδώνιος, καὶ προσέτι τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν. εἶτ’ αὐτὸς, ἅττα ποτ’ αὐτά ἐστιν, ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον. οἶμαι γὰρ, ὅτι πάλαι βλέπετε, πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦνται, φαντασίας δ’ ἐκείνων αὐτῶν λαμβάνονται. πῶς γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφησιν προσβάληται αἰσθητῇ παραπλησίαν; οὕτως οὖν ἐκ διηγήσεώς τινες εἰς ἐπιθυμίαν ἐκπίπτουσιν, καὶ ἐναργῶς ἐγκελευσαμένου του φεύγειν τὸν ἐπιφερόμενον λέοντα, οὐκ ἰδόντες φοβοῦνται. ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδωνίῳ καὶ τὰ τούτων ἐφεξῆς ἔτι, συμπάσας τὰς αἰτίας ἐξηγουμένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς, ὅθεν μοι δοκῶ καὶ νῦν ἐνταῦθα καταπαῦσαι τὸν λόγον, μίαν ἔτι τὴν ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ᾧδε. καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον τῆς ψυχῆς οὕτως ἀλλὰ κατὰ τὸ λογικόν. εἶτ’ ἐφεξῆς οὗτος, διὰ τί τὰ χρονίζοντα τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέστερα γίγνεται, τὴν αἰτίαν ἀποδίδωσιν, ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν. εἴρηται δὲ περὶ αὐτῆς ὑφ’ ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου, καὶ νῦν εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσειδωνίου ῥήσεως μακρᾶς ὑπαρχούσης. τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν, τοῦτο δὲ κάμνει ταῖς πολυχρονίαις κινήσεσιν, ὥστε διὰ ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινουμένου κρατεῖν ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ καὶ ἵππου τινὸς ἐκφόρου τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε ἅμα τῷ δρόμῳ καὶ προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμησεν, αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη. φαίνεται γὰρ τοῦτο πολλάκις γιγνόμενον, καὶ οἵ γε παιδεύοντες τὰ νέα τῶν ζώων, ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι κατὰ τὰς ἐκφόρους κινήσεις, ὕστερον ἐπιτίθενται. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος, ὡς ἂν οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς ἀναφέρεσθαι αὐτῶν τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἑξῆς ὁ Ποσειδώνιος, οὐ τοῖς φαινομένοις μόνοις, ἀλλὰ καὶ Ζήνωνι καὶ Κλεάνθει διαφέρεται. τὴν μὲν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν. ΛΟΓ. Τί ποτ’ ἔσθ’ ὅ τι βούλει, θυμέ; τοῦτό μοι φράσον, Θ. Ἔχω, λογισμὲ, πᾶν ὃ βούλομαι ποιεῖν. ΛΟΓ. Βασιλικόν γε πλὴν ὅμως εἰπὸν πάλιν. Θ. Ὅσ’ ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται. ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος, ἐναργῶς ἐνδεικνύμενος τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν λογισμὸν τῷ θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ. ὁ δὲ Χρύσιππος οὔθ’ ἕτερον. εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ, καὶ τῶν ἀλόγων ζώων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυμίᾳ τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ Ποσειδώνιος ὑπὲρ αὐτῶν. ἐπιπλέον διεξέρχεται. ὅσα μὲν οὖν τῶν ζώων δυσκίνητ’ ἐστὶ καὶ προσπεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει αὐτὰ, τὰ δ’ ἄλλα τὰ ἄλογα σύμπαντα ταῖς δυνάμεσιν ἀμφοτέραις χρῆσθαι, τῇ τ’ ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον δὲ μόνον ταῖς τρισὶ, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν ἀρχήν. ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ ἄλλα πάμπολλα καθ’ ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν. ὥσπερ οὖν ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς, ὡς ἄν τις εἴποι, τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας ἐξ ἀνάγκης πάμπολλα κακῶς εἶπεν, οὕτως ἀνάγκη τὸν ἀληθέσι ταῖς ἀρχαῖς χρησάμενον, εἰ μὲν ἀκριβῶς φυλάξειε τὸ πρὸς αὐτὰς ἀκόλουθον, ἅπαν εἰπεῖν ὀρθῶς, εἰ δ’ οὐκ ἀκριβῶς, ἀλλὰ τά γε πλεῖστα κατορθῶσαι. δοκῶ μοι καταπαύσειν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε. τὸ γὰρ ἐπισκέπτεσθαι νῦν, ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων, οὐ κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι προστεθέντα γίγνοιτο σκοπόν. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν ἔφην τῶν ἄλλων Στωϊκῶν, ἐξετάζειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς, ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν, ἀλλ’ ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ Ἱπποκράτους δόγματα διασκέψασθαι. ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα μοι παρὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καταστήσεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλοσοφίας, εἰ δ’, ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίγνεσθαι τὰ πάθη νομίζει, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης, ἣν Ἱπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετεχειρίσαντο. Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησὶν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου, τεκμαιρόμενος δ’ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. ἀλλ’, ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο, μόνα δὲ τὰ πρὸς Ἱπποκράτους καὶ Πλάτωνος εἰρημένα διασκέψεσθαι. καί μοι τοῦτο, καθ’ ὅσον οἷόν τ’ ἦν, περαίνεται διὰ βραχυτάτων. οὐ γὰρ, ὅτι πολύβιβλος ἡ πραγματεία, χρὴ σκοπεῖν, ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ μέγεθος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν τε καὶ σκοπεῖν, εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν. τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων, ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτῷ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες. ἡ μὲν δὴ πρὸς Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ, εἰ μέν τις προσέσχε τὸν νοῦν τοῖς εἰρημένοις, οὐκ ἂν χαλεπῶς αὐτὸν ἐξευρεῖν, ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται, εἰ δέ τις οὐ προσέσχε τούτοις, οὐδ’ ἂν ἔτι πλείω γράφηται προσέξει.

Μεταβήσομαι δ’ ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὲρ τοῦ τρία τῆς ψυχῆς εἶναι μόρια τὰ καθ’ ὁρμὴν ἡμᾶς κινοῦντα. γινώσκειν δὲ χρὴ κᾀνταῦθα τὸ μὲν, ὅτι μόρια διαφέροντ’ ἀλλήλων ἐστὶν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον· οὐδὲν γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν ὁ λόγος· ὅτι μέν γε τρία μόνα σύμπαντ’ ἐστὶν, εἴτε μόρια ψυχῆς, εἴτε δυνάμεις, ὑφ’ ὧν ὁ βίος ἡμῶν διοικεῖται, βιαστικῶς τε καὶ ἀναντιῤῥήτως ἀποδείκνυται. ὥστε καὶ ἐκ τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα, κατασκευασθήσεται δὲ τὸ κοινὸν Ἀριστοτέλους καὶ Πλάτωνος καὶ Ποσειδωνίου δόγμα, τὸ καθ’ ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, καθ’ ἑτέραν δὲ θυμοῦσθαι, κατ’ ἄλλην δ’ ἐπιθυμεῖν. ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων ταῦτα διαφέρει, καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας ἵδρυται τόπους, ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν, ἐν δὲ τῷ μετὰ ταῦθ’ ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ γενήσεσθαι μέλλοντι, δι’ ἐναργῶν λημμάτων ἀποδειχθήσεται κατὰ τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος μεθόδους. ἰστέον δ’, ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπίσταται τὴν δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι γοῦν αὐτῶν μέλλων τάδε προὔγραψε. καὶ εὖ ἴσθι, ὦ Γλαύκων, ὡς ἡ ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων, οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν. ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός ἐστι, δι’ ἧς ἀποδείκνυται, τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη, οὐ μόνον τοῖς τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις, καὶ ταῖς δυνάμεσι, καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς λόγον ἐπιδείξω, καθ’ ὃν καὶ τὴν μέθοδον αὐτὴν, ἣν ἐνταῦθ’ αἰνίττεται, μέλλω διεξέρχεσθαι. διὰ τί δὲ, καίτοι μὴ θαῤῥῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν. οἷς δὲ ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσι δυνάμεις διοικοῦσαι τὸν βίον ἡμῶν, ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι τὸ, ὅτι διαφέρουσι ταῖς οὐσίαις. πρὸς δὲ τὴν προκειμένην αὐτῶν πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης τε καὶ τῶν ἄλλων ἀρετῶν, (ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον,) ἤρκει τὸ δειχθῆναι, τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς. οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν Ἀριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον, ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, κατὰ δὲ τὸ συμπέρασμα ὁμολογοῦσιν ἀλλήλοις. ἐπιδείξω δὲ καὶ αὐτὸ τοῦτο σαφῶς, ἡνίκ’ ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν διεξέρχωμαι λόγον. ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀποδείξεων ἤδη μνημονεύσω, προγράψας τὴν ῥῆσιν, ἀφ’ ἧς ἄρχεται τοῦ λόγου· ἔχει δὲ ᾧδε. Ταὐτὸν δῆλον ὅτι τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα. εἶθ’ ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων μάχεσθαι διελθὼν ἐπιφέρει· Ἆρ’ οὖν, ἦν δ’ ἐγὼ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν, καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι, καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων, εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ’, ἦ δ’ ὃς, τῶν ἐναντίων. τί οὖν, ἦν δ’ ἐγὼ, διψῇν καὶ πεινῇν, καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν, καὶ τὸ βούλεσθαι, οὐ ταῦτα πάντα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι; ἢ αὖ οὐ, καθ’ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένου αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν, μηδ’ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; πῶς γὰρ οὔ; ἐν ταύτῃ τῇ ῥήσει καὶ ταῖς ἑξῆς ἁπάσαις δείκνυσιν ἕτερον εἶναι μέρος τῆς ψυχῆς τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου, πῶς καὶ τίνα τρόπον ἐν μὲν τῷ πεινῇν ἐφιέμεθα πληρωθῆναι σιτίων, ἐν δὲ τῷ διψῇν πόματος. ἀλλὰ παῖδες μὲν ὄντες ὁμοίως τοῖς ἀλόγοις ζώοις ἑτοίμως ἐπὶ τὸ πληρωθῆναι ἐχόμεθα, μήτ’ εἰ συνοίσει τοῦτο, μήτ’ εἰ βλάψει σκοπούμενοι, κατὰ δὲ τὴν ἡλικίαν καὶ τὸν λογισμὸν γενόμενοι, πολλάκις μὲν οὐδ’ ὅλως πίνομεν, ἐπειδὰν πεισθῶμεν ἀπὸ τοῦ πόματος βλάβην ἔσεσθαι, πολλάκις δὲ ὀλιγώτερον, ἢ ὅσον ἐπιθυμοῦμεν, εἰ κᾀνταῦθα μέλλοι βλάψειν τὸ πλέον, ἐνίοτε δ’ ὕδωρ πίνομεν, οἶνον ἐπιθυμοῦντες πιεῖν, ἢ σφοδρῶς ὀρεγόμενοι ψυχροῦ θερμὸν προσφερόμεθα. οἱ δέ γε ἀλόγιστοι τῶν ἀνθρώπων ὡσαύτως τοῖς βρέφεσι καὶ θηρίοις οὔτε τὸν καιρὸν ἀναμένουσιν, οὔτε ποσότητα καὶ ποιότητα τοῦ σώματος ἐπισκέπτονται. τὸ μὲν δὴ μὴ χρῆσθαι λογισμῷ μήτε τὰ θηρία μήτε τὰ βρέφη, καὶ πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὡμολόγηται· τὸ δὲ ὑπὸ δυνάμεώς τινος ἑτέρας παρὰ τὸν λογισμὸν ἐπὶ τὴν ἀπόλαυσιν ὧν ἐπιθυμοῦσιν ἔρχεσθαι ποτὲ μὲν ὁμολογοῦσιν, ἔστιν ὅτε δ’ ἀρνοῦνται, περιπλέκοντες ἄνω καὶ κάτω τοὺς λόγους, ἐνὸν ὡς ἄνδρας ἐραστὰς ἀληθείας ἐκ προχείρου συλλογίζεσθαι, δύναμίν τινα ὑπάρχειν ἄλογον, ἐπὶ τὴν τοῦ σώματος ἀπόλαυσιν ἄγουσαν οὐ τὰ βοσκήματα μόνα καὶ τοὺς παῖδας, ἀλλὰ καὶ τοὺς βοσκήμασιν ὁμοίους ἀνθρώπους. εἰς μὲν οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ λόγος ἡμᾶς ἤγαγεν προτέραν ὁ ἐξ ἀκολουθίας τινὸς, οὐ σμικρὰ συντελοῦσαν οὐδ’ αὐτὴν ταῖς ὑπὸ τοῦ Πλάτωνος λεγομέναις. ἐπὶ δὲ τοὺς ἤδη τελείους ἄνδρας οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ κατὰ τὸν λογισμὸν ἀφικόμενοι τῷ λόγῳ θεασώμεθα ἤδη τὴν ἐν αὐτοῖς μάχην τῆς λογιστικῆς δυνάμεως πρὸς τὴν ἐπιθυμητικὴν ἔν τε νόσοις καὶ ἄλλαις πολλαῖς περιστάσεσιν, ἐν αἷς οὔπω δοκεῖ καιρὸς εἶναι προσφέρεσθαι πόμα τὸν διψῶντα, καὶ σιτία τὸν πεινῶντα, καὶ θάλπεσθαι τὸν ῥιγοῦντα, καὶ ψύχεσθαι τὸν θαλπόμενον, ἀφροδισίοις τε χρῆσθαι τὸν ἐπὶ ταῦτ’ ὀργῶντα. ἡ μὲν γὰρ ἄλογος ἐν ἡμῖν δύναμις ἐφ’ ἕκαστον τῶν ἐπιθυμουμένων ἕλκει τὸν δεόμενον, ὁ δὲ λογισμὸς ἀντισπᾷ καὶ κατέχει τὴν οὐκ ἐν καιρῷ φοράν. καὶ μάχη γε πολλάκις ἑκατέρων ἰσχυρὰ γίγνεται πρὸς ἄλληλα, φανερῶς ἐνδεικνυμένη, διττὴν εἶναι φύσιν ἐν ἡμῖν τῶν στασιαζουσῶν ἀλλήλαις δυνάμεων. εἴπερ γὰρ ἦν μία μόνη, καθάπερ ἐν τοῖς παισὶν, οὐδὲν ἂν ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν τῶν ἐπιθυμουμένων, ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς ἦν, πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθισμένος, οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν, ἢ πεινῶντα μὴ ἐσθίειν, οὐδ’ ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ πίνων ὠνομάζετο, καθάπερ οὐδ’ ὁ μὴ βαδίζων, εἰ μὴ βούλοιτο. νυνὶ δ’, ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον ἐπισπώμεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα, ἡ δὲ κατέχουσα ταύτην λογικὴ, ἀφροσύνης ἐν τῷ τοιούτῳ καὶ ἐγκρατείας γένεσις. ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον μνημονευέσθω, μήτ’ ἐγκράτειαν εἶναί τι, μήτε σωφροσύνην, ἀναιρεθείσης τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος μὲν, μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν ἑαυτῆς δυνάμεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ’ ἕτερον δέ τι φεύγει καὶ ἀποτρέπεται. ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί τι καὶ φεύγειν οὐκ ἐνδέχεται. εἴτε δὲ προσίεσθαι καὶ φεύγειν λέγεις. εἴτε διώκειν, εἴτ’ ἐφίεσθαι, διαφέρει οὐδὲν, ὥσπερ οὐδὲ εἰ βούλεσθαι, ἢ ὀρέγεσθαι, ἢ ἀντιποιεῖσθαι, ἢ ἀσπάζεσθαι, ἢ ἐπιθυμεῖν, ἡ γὰρ τῶν τοιούτων ὀνομάτων διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν, ἀλλ’ αὐτὸ τοὐναντίον ἄκαιρός τ’ ἐστὶ καὶ τὴν περὶ τῶν πραγμάτων ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν ἀπάγει. διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ τοῦ μηδὲν περανθῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι, εἰ μὲν ὀρέγεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ συγχωροῦντες ὀρέγεσθαι λέγειν, αἴτιον γάρ τι τὴν ὄρεξιν εἶναι καὶ μόνου τοῦ σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν λογιστικὴν ἐπί τι ὅσον χρὴ ἥδοντος, ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ οὕτως ὀνομάζειν συγχωροῦντες· τὸ μὲν γὰρ διψῇν οὐκ ἐν τοῖς φαύλοις μόνον, ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν δ’ ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις ἐγγίνεσθαι, εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς τὸ τυγχάνειν. εἰ δὲ μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν, ἀλλ’ ὄρεξίν τε ἄλογον ὑπάρχειν εἰπὼν, ἐπιτιμήσει μάλα σεμνῶς ἀνδρὶ, πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων ἐπιστήμῃ μόνον, ἀλλὰ κᾀν τῇ τῶν ὀνομάτων χρήσει μυρίων διαφέροντι. τοιοῦτοι δ’ ἀμέλει καὶ τῶν παλαιῶν ἦσαν οὐκ ὀλίγοι, καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησὶν, ὀνόμασι χρώμενοι καινῶς μετωνομασμένοις. δι’ οὕς μοι δοκεῖ καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι κατὰ τὸν προκείμενον λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτηδες ἅπασιν, οἷς ἐγχωρεῖ ταὐτὸν δηλῶσαι πρᾶγμα. τῷ τε γὰρ ὀρέγεσθαι, καὶ τῷ ἐπιθυμεῖν, καὶ τῷ ἐφίεσθαι, καὶ τῷ νεύειν, ἐπορέγεσθαί τε καὶ θέλειν, καὶ βούλεσθαι, καὶ προσάγεσθαι, καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ ἑνὸς πράγματος φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν. ἐνδείξασθαι γὰρ αὐτῷ πρόκειται καὶ δηλῶσαι σαφῶς, ὃ βούλεται, περὶ τὴν ἀπόδειξιν ἐσπουδακότι, καὶ δουλεύοντι διὰ τῆς λέξεως τῇ μηνύσει τοῦ πράγματος, οὐ τερθρευομένῳ περὶ τὰς συλλαβάς. ἐκ μὲν δὴ τῶν προειρημένων ἕτερον ἐπέδειξε τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου. παραγράφειν γὰρ ἁπάσας αὐτοῦ τὰς ῥήσεις μακρὸν ἔδοξέ μοι, δυναμένῳ γε παντὶ τῷ βουλομένῳ τὸ ἐφεξῆς ἅπαν ἀναγνῶναι τοῦ βιβλίου χωρίον. εἰ δὲ καὶ τὴν ἐπὶ τῆς τελευτῆς ὁμοῦ τοῦ λόγου δέοι παραγράψαι ῥῆσιν, ὡς ἔμοιγε δοκεῖ χάριν τοῦ σαφεστέραν γενέσθαι τὴν ἐπὶ τὸ δεύτερον κεφάλαιον μετάβασιν, οὐδὲ ταύτην παρήσω· ἔχει δὲ ᾧδε. Ἆρα τοῦ διψῶντος ἡ ψυχὴ, καθόσον διψῇ, οὐκ ἄλλό τι βούλεται ἢ πιεῖν, καὶ τούτου ὀρέγεται, καὶ ἐπὶ τοῦτο ὁρμᾷ; δῆλον δή. οὐκοῦν, εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ τὸ πιεῖν· οὐ γὰρ δὴ, φαμὲν, τῷ γε αὐτῷ, τὸ αὐτὸ, τῷ ἑαυτοῦ, περὶ τὸ αὐτὸ, ἅμα τἀναντία πράττοι. οὐ γὰρ οὖν. ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν, ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλ’ ὅτι μὲν ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δ’ ἡ προσαγομένη. παντάπασι μὲν οὖν, ἔφη. πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; καὶ μάλα γ’, ἔφη, πολλοὺς καὶ πολλάκις. τί οὖν, ἔφην ἐγὼ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν τοῦ κελεύοντος; ἔμοιγ’, ἔφη, δοκεῖ. ἆρ’ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; φαίνεται. οὐ δὴ ἀλόγως, ἦν δ’ ἐγὼ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν, ᾧ λογίζεται, λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ’, ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται, ἀλόγιστόν τε καὶ ἐπιθυμητικὸν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον. διὰ τούτων ἔδειξεν, ἕτερον εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ. ἀλλ’, ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν, ὡς ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ’ εἴς γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφισβητήτως, ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν. ἀλλὰ τὸ μὲν ἀγνοῆσαί τι συγγνωστὸν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν λόγον, ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς εἰρημένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν, ἀνθρώπων οὐδ’ ἐπιχειρούντων ἀποδεικνύειν οὐδὲν, ἀλλὰ μόνον, οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ κατὰ τὸ δρᾶμα, κοσμούντων διὰ τῆς ἑρμηνείας, τῶν δ’ ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν αὐτοῦ μήτε μνημονεῦσαι μήτ’ ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ’ ἐξ ἑτοίμου τε καὶ προχείρου λαμβάνειν, ὡς, ἔνθ’ ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον. Χρύσιππος μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων, ἐπειδὴ διώρισται ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ, μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν. ἔχει δ’ ἡ ἀρχὴ τῆς ῥήσεως ᾧδε. ταῦτα μὲν τοίνυν, ἦν δ’ ἐγὼ, δύο μοι ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα. αὐτοῦ δὲ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; ἴσως, ἔφη, τῷ ἑτέρῳ τῷ ἐπιθυμητικῷ. ἀλλ’, ἦν δ’ ἐγὼ, ποτὲ ἀκούσας τι, πιστεύω τοῦτο, ὡς |ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος, ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος, ἐκτὸς αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν, καὶ τέως μάν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ’ οὖν ὑπὸ τῆς ἐπιθυμίας, διελκύσας τοὺς ὀφθαλμοὺς, προσδραμὼν πρὸς τοὺς νεκροὺς, ἰδοὺ ὑμῖν, ἔφη, ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ κακοῦ θεάματος. ἤκουσα, ἔφη, καὶ αὐτός. οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν χαλεπαίνειν καὶ πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις, ὡς ἄλλο ὂν ἄλλῳ. σημαίνει γὰρ, ἔφη. πάλιν κᾀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν, ὡς ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος δηλονότι τῷ κατ’ ἀρχὰς ὑποκειμένῳ ἀξιώματι, ὡς οὐκ ἐνδέχεται τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν καὶ ἀσύνθετον ὀρέγεσθαί τινος καὶ ἀποτρέπεσθαι, καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν, ἀλλ’ ἀναγκαῖον, ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκροὺς, ἕτερον δὲ τὸ κωλῦον θεάσασθαι, καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι πάντως πού τις ἡδονὴ κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ κωλύοντι δυσχέρειά τε καὶ ἀνία. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι καὶ δυσχεραίνειν αὐτοῦ ταῖς ὁρμαῖς, καὶ κωλύειν, ἐθέλειν τε ταῖς ἐπιθυμίαις ἐπιτιμᾷν τε καὶ μέμφεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα, μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστὶν, οὐκ αὐτοῦ τοῦ ἐπιθυμοῦντος· εἰ δὲ καὶ μὴ μέρους, ἀλλὰ δυνάμεώς γε πάντως ἑτέρας. εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις, ὡς οὐδέποτε κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς Ἀριστοτέλην καὶ Ποσειδώνιον, ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς, ἀλλὰ δυνάμεσιν. ἐν γὰρ τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν, ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ καὶ μέρεσι τῆς ψυχῆς ἑτέροις ἀλλήλων κατ’ εἶδος. ἐν δὲ τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ’ ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς, ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν τοῦ νῦν ἡμῖν ζητουμένου δόγματος, οὔτ’ ἐμνήσθη τινὸς αὐτῶν, οὔτ’ ἀντειπεῖν ἐπεχείρησεν, καίτοι πληρώσας λόγων μακρῶν καὶ ποιητικῶν ἐπῶν ὅλον τὸ πρῶτον βιβλίον περὶ ψυχῆς, ἐν ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν. οὐ μόνον δὲ κατὰ τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους, ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὰ χωρὶς αἰτιῶν ἰδίᾳ γεγραμμένα ὑπ’ αὐτοῦ, τὸ θεραπευτικόν τε καὶ ἠθικὸν ἐπιγραφόμενον. ἐπὶ τὰς ὑπολοίπους οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ᾧδε. οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλάκις αἰσθανόμεθα, ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὐτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν ἑαυτῷ, καὶ ὥσπερ δυοῖν στασιαζόντοιν ξύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου, ταῖς δ’ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα αἱροῦντος λόγου μηδὲν ἀντιπράττειν. οἶμαι δέ σε οὐκ ἂν φάναι γενομένου ποτ’ ἐν σεαυτῷ τοιούτου αἰσθέσθαι, οἶμαι δ’ οὐδ’ ἐν ἄλλῳ. οὐ μὰ τὸν Δία, ἔφη. κατὰ μὲν οὖν τὴν προτέραν ῥῆσιν ὁ Πλάτων, ἐν ᾗ τοῦ ποθοῦντος θεάσασθαι τοὺς νεκροὺς ἐμνημόνευσεν, ἐναργῶς μὲν ἀπέδειξεν, ἕτερον ὑπάρχειν τὸ θυμούμενον τοῦ ἐπιθυμοῦντος, οὐ μὴν, ὅτι τὸ λογιζόμενον ἕτερον ἀμφοῖν ἐστιν, ἐναργῶς εἶπεν, ἀλλ’ ἐνεδείξατο καὶ κατ’ ἐκεῖνον μέν πως τὸν λόγον, ἐνταῦθα δ’ ἱκανῶς ἐπεξέρχεται. ὅταν γάρ τινα βιάζηταί τις ἐπιθυμία παρὰ τὸν λογισμὸν, ὥσπερ τὸν ἔμπροσθεν εἰρημένον Λεόντιον, ὁ θυμὸς ἐνταῦθα κινεῖται συμμαχῶν τῷ λογισμῷ, καὶ πολλάκις μὲν ἐκράτησεν ἅμα τῷ λογισμῷ τῆς ἀμέτρου κινήσεως τοῦ ἀκολάστου τῆς ψυχῆς εἴδους, καὶ κατέσχε τε καὶ διεκώλυσεν αὐτὸ, καὶ τῆς ὁρμῆς ἐπέσχεν, ὥσπερ οὖν καὶ ὁ Λεόντιος ἐδυνήθη λοιδορηθεὶς ἑαυτῷ τῆς περὶ τὸ θεάσασθαι τοὺς νεκροὺς ἀκρασίας προελθεῖν μὴ θεασάμενος αὐτοὺς, ἐνίοτε δ’, ἀμφοτέρων τῶν μερῶν τῆς ψυχῆς ἀγχόντων τε καὶ λοιδορουμένων, ἀντιπραττόντων τε καὶ ἀνθελκόντων, ἐκράτησε τὸ ἐπιθυμητικὸν, ὥσπερ ἐπ’ αὐτοῦ τοῦδε τοῦ θεασαμένου τοὺς νεκροὺς ὁ Πλάτων διηγεῖται γενέσθαι, συνενδεικνύμενος ἐν τῷ λόγῳ πολλά. καὶ γὰρ, ὅτι τὸ θυμαινόμενον ἕτερόν ἐστι τοῦ ἐπιθυμοῦντος, καὶ ὅτι τὸ λογιζόμενον ἀμφοῖν ἄλλο, καὶ ὡς τὸ θυμαινόμενον οὐδέποτε συμμαχεῖ τῷ ἐπιθυμητικῷ, δι’ ἑνὸς ἐνεδείξατο τοῦδε τοῦ προειρημένου παραδείγματος. οὐδεὶς γὰρ ἐπετίμησεν ἑαυτῷ ποτε καὶ ὠργίσθη, διότι τῶν ἀκαίρως ἐπιθυμιῶν ἀφίστασθαι προαιρεῖται. εἴπερ τις γὰρ ἐν νόσῳ τῶν ἀμέτρως συγκαιομένων ὀρεγόμενος πόμα τὸ ψυχρὸν ὁρμὴν πλεονάζουσαν, ἐντεῦθεν περὶ πόματος ψυχροῦ λογισάμενος, ὄλεθρον οἴσειν αὐτῷ τὸ πόμα, ἐσχάτην εἶτ’ ἐπισχὼν τὴν ὁρμὴν, καὶ κατὰ τὰς ψυχὰς ἃς ἐπετίμησεν αὐτῷ καὶ ὠργίσθη, διότι καλῶς ἐλογίσατο; οὐδεὶς, ὡς οἶμαι, τῶν πάντων. ἀλλ’ ἔνθα μὲν ἂν ἑκὼν ὁ λογισμὸς ἕπηται τῷ ἐπιθυμητικῷ, συνέπεται καὶ τὸ θυμοειδὲς τῷ λογισμῷ· τούτῳ γὰρ ὑπηρετεῖν καὶ συμπράττειν ὥσπερ τις κύων κυνηγέτῃ κατὰ τοῦ τρίτου τῆς ψυχῆς εἴδους ὑπὸ τῆς φύσεως ἐδόθη· ἔνθα δὲ ἐναντιοῦται καὶ στασιάζει καὶ μάχεται, μετὰ τοῦ λογισμοῦ γίγνεται, καὶ τούτῳ συμμαχεῖ. ὅτι δὲ τῷ λογιστικῷ τὸ θυμοειδὲς ἀεὶ κατὰ τοῦ ἐπιθυμητικοῦ συμμαχεῖ, καὶ διὰ τῆς ἐπιφερομένης ῥήσεως δῆλον ποιεῖται γράφων ᾧδε. τί δέ; ἦν δ’ ἐγὼ, ὅταν τις οἴηται ἀδικεῖν, οὐχ, ὅσῳ ἂν γενναιότερος ᾖ, τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι, καὶ πεινῶν καὶ ῥιγῶν, καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπ’ ἐκείνου, ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾷν; καὶ ὃ λέγω, οὐκ ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός; ἀληθῆ, ἔφη. τί δέ; ὅταν ἀδικεῖσθαί τις ἡγῆται, οὐκ ἐν τούτῳ ζεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ; καὶ διὰ τὸ πεινῇν, καὶ διὰ τὸ ῥιγοῦν, καὶ πάντα τὰ τοιαῦτα πάσχειν, καὶ ὑπομένων νικᾷ καὶ οὐ λήγει τῶν γενναίων, πρὶν ἂν ἢ διαπράξηται, ἢ τελευτήσῃ, ἢ ὥσπερ κύων ὑπὸ νομέως, ὑπὸ τοῦ λόγου τοῦ παῤ αὐτῷ ἀνακλιθεὶς πραϋνθῇ; ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ Πλάτων ἐμνημόνευσεν δυοῖν ἀνθρώπων, ἀμφοῖν μὲν ταὐτὰ πασχόντων ὑπό τινος ἄρχοντός τε καὶ κρατοῦντος, ὡς καὶ πεινῇν, καὶ διψῇν, καὶ ῥιγοῦν, ἀλλὰ τοῦ μὲν ἑτέρου δικαίως πεπεισμένου πάσχειν αὐτὰ, τοῦ δὲ ἑτέρου ἀδίκως. εἶτά φησιν, ὡς ὁ μὲν ἕτερος, ὅστις οἴεται δικαίως πάσχειν ταῦτα διὰ τὸ πρότερον αὐτὸς ἀδικεῖν τι, φέρει πρᾴως αὐτὰ καὶ οὐκ ὀργίζεται τῷ δικαίως κολάζοντι, καὶ τοσούτῳ γε μᾶλλον, φησὶ, ὅσω περ ἂν ᾖ γενναιότερος. εἴρηκε δὲ τοῦτο περὶ αὐτοῦ τοῦ κολαζομένου. οὗτος γὰρ, ὅσῳ περ ἂν εὐγενέστερος ὑπάρχῃ φύσει, τοσούτῳ μᾶλλον ὑπομένει γενναίως τὰς κολάσεις. ὁ δ’ ἕτερος, ὅστις ἂν ἀδικεῖσθαι νομίζῃ, θυμοῦται καὶ χαλεπαίνει, καὶ συμμαχεῖ τῷ δοκοῦντι δίκαια. ταῦθ’ ὁσημέραι γενόμενα κᾀπὶ τῶν οἰκετῶν ἔστι θεάσασθαι. ὅσοι μὲν γὰρ ἂν αὐτῶν ἢ κλέπτοντες ἤ τι τοιοῦτον ἕτερον δρῶντες ἁλῶσι, καὶ μαστιγούμενοι, καὶ λιμαγχονούμενοι, καὶ ἀτιμαζόμενοι πρὸς τῶν δεσποτῶν οὐκ ὀργίζονται· ὅσοι δ’ ἂν οἰηθῶσιν ἀδίκως τι τούτων ἢ πάσχειν, ἢ πεπονθέναι, ἀεὶ τούτων ἔνδον ὁ θυμὸς ἀγριούμενός ἐστι καὶ ποθῶν ἀντιτιμωρήσασθαι τὸν ἀδικοῦντα. δηλοῦται δ’ ἐξ ἀμφοτέρων τῶν παραδειγμάτων, ὡς τὸ θυμοειδὲς ὑπὸ τῆς φύσεως ἡμῖν ἐδόθη σύμμαχον τῷ λογιστικῷ. τούτῳ γοῦν δὴ φαίνεται συμμαχοῦν, ὅταν ὑπό τινος ἢ ἔνδοθεν ἢ ἔξωθεν ἀδικεῖσθαί τε καὶ βιάζεσθαι δοξάζῃ. τὸ μὲν οὖν δοξάζειν ἀδικεῖσθαι τοῦ λογιστικοῦ, τὸ δ’ ἐπαμύνειν αὐτῷ κατὰ τοῦ βιαζομένου τοῦ θυμοειδοῦς ἴδιον. ἐπειδὰν μὲν οὖν ἀμέτρως ἐπί τι φερόμενον τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἄκοντα τὸν λογισμὸν ἕλκῃ βιαίως, κατ’ ἐκείνου σύμμαχον τῷ λογιστικῷ τὸ θυμοειδὲς γίγνεται· ὅταν δὲ ἔξωθεν ᾖ τις ἀδικῶν ἐκεῖνον, ἀντιτιμωρεῖσθαι σπεύδει. ἐπειδὰν δ’ ὑπὸ μηδενὸς ἀδικεῖσθαι δοξάζῃ τὸ λογιστικὸν, οὐδ’ ὁ θυμὸς ἀναζεῖ τηνικαῦτα, κᾂν ὅτι μάλιστα κολάζηται τὸ σῶμα δικαίως ὑπό τινος, ἢ ῥιγοῦν, ἢ πεινῇν, ἢ διψῇν ἀναγκαζόμενον. ᾧ δῆλον, ὡς ταῖς δόξαις ἕπεται τοῦ λογιστικοῦ κατὰ φύσιν ἔχον τὸ θυμοειδές. ἐνδέχεται γάρ ποτε καὶ τοῦτο μοχθηρῶς διακείμενον ἀπειθῶς κινεῖσθαι τῷ λογισμῷ. μετ’ ὀλίγα γοῦν καὶ αὐτὸς ὁ Πλάτων ἐνδεικνύμενος τοῦτό φησιν. εἰ, καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικὸν, ἐπικουρητικὸν, βουλευτικὸν, οὕτω καὶ ἐν ψυχῇ τοῦτο τρίτον ἐστὶ τὸ θυμοειδὲς, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ. τίνες μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ θυμοειδοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν. ἐν γὰρ τῷ μετὰ τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει Πλάτωνι, καὶ περὶ νοσημάτων καὶ ἁμαρτημάτων κατ’ αὐτὴν ἁπασῶν, τῆς κακίας ὅπως γίγνεταί τε καὶ θεραπεύεται μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα, καὶ δὴ καὶ περὶ κάλλους τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ γὰρ οὐδ’ ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται. νυνὶ δὲ ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος, ἐν ᾗ δείκνυσιν, ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ. γέγραπται δ’ ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς Πολιτείας τόνδε τὸν τρόπον. καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ’ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν, εὐθὺς γενόμενα, μεστά ἐστι· λογισμοῦ δ’ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δί’, ἦν δ’ ἐγὼ, καλῶς γε εἶπες. ἔτι δ’ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι, ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τό,

Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.

ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος, τὸ ἀναλογισάμενον περὶ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ. ἐν τούτοις ἐναργῶς ὁ Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ λογιζομένου. οἱ γοῦν παῖδες, ὥσπερ καὶ τὰ θηρία, θυμοῦ μὲν πλήρεις εἰσὶ, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν. ἐπὶ μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν, οὔτε θυμὸν, οὔτ’ ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν παίδων οὐκ οἶδ’ ὅ τι φήσουσιν. οὐ γὰρ δή γε καὶ τὰ τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ’ ἀναμνησθῆναι μόνον αὔταρκες, ὡς οὐκ ἄλλως μὲν νῦν, ἄλλως δὲ παῖδες ὄντες θυμούμεθα. καὶ γὰρ δύναμις ἡ αὐτὴ, καὶ ὁ τρόπος τῆς τοῦ πάθους γενέσεως ὅμοιος. ἓν δὲ μόνον ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ πάθος ὦσιν, ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ βίου, κατέχουσιν ἐν πολλαῖς πράξεσι τὸν θυμὸν, ὥσπερ τις νομεὺς κύνα γενναῖον ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς πέλας. ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω, τοῖς δὲ οὐδέποτε λογισμὸς ἄρχει τῶν ὁρμῶν. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Πλάτωνι, καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως γεγραμμένον, ἔνθα τὸν Ὅμηρον ἐπάγεται μάρτυρα ταυτὶ λέγοντα·

Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.

ἐνταῦθα γάρ φησιν, ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον, τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστῳ θυμουμένῳ. ἠβουλόμην δ’ ἂν καὶ τὸν Χρύσιππον ἀνεγνωκέναι τε τὴν ῥῆσιν αὐτοῦ, προσεσχηκέναι τε τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν, ὁπηνίκα τε προσήκει καλεῖν Ὅμηρον μάρτυρα καὶ περὶ τίνων πραγμάτων. οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ’ ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον, ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας, οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν, ἀλλ’ ἤτοι περὶ φαινομένων ἐναργῶς, ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, οἷά πέρ ἐστι τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδ’ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν. ὅτι μὲν γὰρ ἐν ἐγκεφάλῳ τὸ λογιζόμενόν ἐστιν, ἢ ἐν καρδίᾳ τὸ θυμούμενον, οὐ μεγάλην μοῖραν πρὸς πίστιν ἐκ τῶν μαρτύρων, ἀλλ’ ἀποδείξει χρὴ τὸ πᾶν ἐπιτρέπειν ἐνταῦθα. τὸ δὲ πρότερον εἶναι τοῦ θυμουμένου τὸ λογιζόμενον, οὔτ’ ἀποδείξεως δεῖται μακρᾶς, οὔτε σοφῶν τῶν μαρτυρησόντων, ἀλλ’ ἀρκεῖ μὲν καὶ Ὅμηρος ἐπὶ τοῖς ἀρτίως ῥηθεῖσι μαρτυρῶν, ἀρκεῖ δὲ καὶ Θουκυδίδης λέγων· καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα εἰς ἔργον καθίστανται, ἀρκεῖ δὲ καὶ Δημοσθένης εἰπών· ἀλλὰ μὴν, ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ, πράξεις ὑβριστικὰς ποιήσει. δι’ ὀργὴν δ’ ὁ Πλάτων ἔφησε πεποιηκέναι, πρὸς τούτοις οἱ λοιποὶ πάντες, καὶ ῥήτορες, καὶ ποιηταὶ, καὶ μυθολόγοι· διὰ γὰρ τὴν ἐνάργειαν τοῦ πράγματος οὐδείς ἐστιν, ὃς οὐχ οὕτω γιγνώσκει. προσεκτέον οὖν ἐστι τῇ προγεγραμμένῃ τοῦ Πλάτωνος ῥήσει, τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως ἀσφαλῶς οὐ περὶ μὲν τοῦ κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμούμενον, ἐπεκαλέσατο μαρτυρήσοντα τὸν Ὅμηρον, ἀλλὰ περὶ μόνου τοῦ διαφέρειν τὸ θυμούμενον τῆς ψυχῆς τοῦ λογιζομένου. τοῦτο μὲν γὰρ ἅπαντες ἄνθρωποι γιγνώσκουσι δι’ ἐνάργειαν, ἐκεῖνο δ’ οὐκ ἔθ’ ὁμοίως ἅπαντες, ἀλλ’ ἀποδείξεως αὐτὸ δεῖ. διό μοι δοκῶ κᾀγὼ καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον, ἐν δὲ τῷ μετ’ αὐτὸν ἐπὶ τὴν ἀπόδειξιν τρέπεσθαι τοῦ καὶ τοῖς τόποις διωρίσθαι τὰ τρία μόρια τῆς ψυχῆς.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.

Προὔκειτο μὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ τῶν διοικουσῶν ἡμᾶς· δυνάμεων, εἴτ’ ἐκ τῆς καρδίας μόνης ὁρμῶνται σύμπασαι, καθάπερ Ἀριστοτέλης τε καὶ Θεόφραστος ὑπελάμβανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι βέλτιον, ὡς Ἱπποκράτης τε καὶ Πλάτων ἐδόξαζον. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν μόνον ἠμφισβήτησε πρὸς τοὺς παλαιοὺς, ἀλλὰ καὶ περὶ τῶν δυνάμεων αὐτῶν, οὔτε τὴν θυμοειδῆ συγχωρήσας ὑπάρχειν, οὔτε τὴν ἐπιθυμητικὴν, ἔδοξε χρῆναι τὴν τούτου προτέραν δόξαν ἐπισκεψαμένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ ἀρχαὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεών εἰσιν. ἀφῖκται οὖν ὁ λόγος ἤδη πρὸς τοῦτο, καὶ ἀρχὴν ἕξει τὴν τῶν ὀνομάτων ἐξήγησιν, οἷς ἔμπροσθέν τε ἤδη κεχρήμεθα, κᾀν τῷ μεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόμεθα. πρὸς γὰρ τὸ μηδενὸς τῶν εἰρημένων παρακούειν, ἀλλ’ ἐν ἅπασι τὸ διωρισμένον τε ἅμα καὶ σαφὲς ἕτοιμον ὑπάρχειν, ἀναγκαιότατόν ἐστιν ἕκαστον τῶν ὀνομάτων ἐφ’ ὅτου λέγεται πράγματος ἀκριβῶς ἀφωρίσθαι. καὶ γάρ τοι καὶ λύεσθαί τινα τῶν ἔμπροσθεν ἀναβληθέντων ζητημάτων ἐκ τούτου τοῦ τρόπου συμβέβηκεν, ὥσπερ, οἶμαι, καὶ τόδε, πότερον ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυμίαν, καὶ τὸν θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. ἡ μὲν οὖν ἐνέργεια κίνησίς ἐστιν δραστικὴ, (δραστικὴν δ’ ὀνομάζω τὴν ἐξ ἑαυτοῦ,) τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε ἀναγκαῖον μὲν πολλάκις εἰς ἓν ὑποκείμενον τῷ πάθει τὴν ἐνέργειαν συνέρχεσθαι, καὶ κατὰ τοῦτο διαφέρειν μηδὲν, τῷ λόγῳ μέντοι διαφέρειν. ἡ γὰρ ὑπὸ τοῦ τέμνοντος ἐν τῷ τεμνομένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγμα, τοῦ μὲν τέμνοντος ἐνέργεια, τοῦ δὲ τεμνομένου πάθος ἐστίν. οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθημα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο μερῶν, καὶ προσέτι τοῦ σώματος ἡμῶν παντὸς, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἓν μὲν δὴ τοῦτο τὸ σημαινόμενον ἑκατέρων τῶν ὀνομάτων, ἕτερον δὲ, τὴν μὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡμῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχοῦ δὲ τοῦ κατὰ φύσιν λεγομένου, τοῦτ’ ἀκούειν χρὴ νῦν, ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γίγνεται. κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαμεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται, καὶ μὴ δι’ ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο τὸ κινούμενον, εἴθ’ ὑφ’ ἑτέρου. ἤδη μὲν οὖν οἶμαι σαφὲς εἶναι τὸ λεγόμενον, ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγμάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις, ἡ μὲν κατὰ τοὺς σφυγμοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς πάθος. ἐξ αὐτῆς μὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλμοὺς, ἀλλ’ οὐ κατὰ φύσιν· ἐξ αὐτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. δεῖ δὲ τοῦ σφυγμὸς ὀνόματος ἀκούειν οὕτως νῦν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος ἅπαντές τε σχεδὸν οἱ μετ’ αὐτοὺς ἐχρήσαντο μέχρι καὶ ἡμῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κᾀν τοῖς Ἐρασιστράτου τε καὶ Ἱπποκράτους εὑρίσκεται γράμμασιν, ἑτέρα τίς ἐστι, καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς μετὰ ταῦτα. τὴν μέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνομαζόντων ἡμῶν σφυγμὸν, ὁ παλμὸς μὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σημαινόμενον, ὁ σφυγμὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γὰρ μείζονα τοῦ κατὰ φύσιν, ἢ μικρότερον, ἢ ὠκύτερον, ἢ βραδύτερον, ἢ πυκνότερον, ἢ ἀραιότερον, ἤ πως ἄλλως ἐξιστάμενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σημαινόμενον. ἐξ ἑαυτῆς μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ κινεῖται· ὥστ’, εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυμαστὸν ἓν πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν μικρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, οὐ μὴν κατά γε ταὐτὸν σημαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, (ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγμὸν κίνησις δραστικὴ) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν, ἀλλὰ πάθος, ὅτι μὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις. οὕτως οὖν ἔχει κᾀπὶ τοῦ θυμοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σημαινόμενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄμετροι κινήσεις εἰσὶ, καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σημαινόμενον. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ μέγας σφυγμός ἐστι, τοιοῦτος κατὰ τὴν τοῦ θυμοειδοῦς ὁ θυμὸς, οἷον δ’ αὖ πάλιν ὁ μικρὸς σφυγμὸς, τοιοῦτον ἡ ἀθυμία. αὕτη μὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυμοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυμούς. ταύτῃ γοῦν ἐνέργειαί τε ἅμα καὶ πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σημαινόμενον ἥ τε ὀργὴ καὶ ἡ λύπη, καὶ ὁ φόβος, καὶ ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς, ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶμα μετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζώου πάθος ἔσται κατ’ ἄμφω τὰ σημαινόμενα. πολλάκις μὲν γὰρ ἕπεται τῷ θυμοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυμητικῷ, καθάπερ ἑλκόμενά τε καὶ συρόμενα παραπλήσιον τρόπον, ὡσεὶ καὶ ξυνωρίδες ἵππων, ὁ μὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅμ’ ἑαυτῷ μετὰ τοῦ σύμπαντος ἅρματός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχὼς, αὐτὸς δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ. τηνικαῦτα γὰρ ἡ μὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἐνέργεια, (κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ,) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ, ἀλλ’ ἤδη πάθος. ἡ μέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σημαινομένων ἐνέργειά ἐστιν, ἀλλὰ κατὰ ἄμφω πάθος, εἴ γε μήτ’ ἐξ ἑαυτοῦ, μήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ μὴ δραστικαί τινές εἰσι, μήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους, ἢ ὅλης τῆς χειρός. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν, ὥσπερ ἡ καρδία, ἀλλ’ ὅμως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστι, καὶ λέγεται κατὰ τὸ δεύτερον σημαινόμενον, εἰ καί τινες ὑπ’ ἀγυμνασίας τῆς περὶ τὰ σημαινόμενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν, ἀληθὲς μέν τι λέγοντες, (ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σημαινόμενον,) ὅτι μέντοι μόνον οὕτως λέγειν ἀξιοῦσιν, καὶ μὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρμηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν. οὕτως οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ πάθος καὶ ἐνέργεια λεχθήσονται. τῶν γὰρ τῆς ψυχῆς συμφύτων δυνάμεων κινήσεις τινὲς ἄμετροί τε καὶ οὐ κατὰ φύσιν οὖσαι, διότι μὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάμεών εἰσιν, διότι δ’ ἀμέτρως, διὰ τοῦτο πάθη. καὶ τῆς ὅλης μὲν ψυχῆς, καὶ αὐτῶν δὲ τῶν κινουμένων δυνάμεων ἀμφοτέρων αἱ κινήσεις αὐτῶν παρὰ φύσιν εἰσίν· ταῖς μὲν ἀλόγοις δυνάμεσιν διὰ τὴν ἀμετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ, διότι παρὰ φύσιν, ἐπεὶ οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαμεν τὸν βίον ἡμῶν. ὅταν οὖν ἔμπαλιν διοικώμεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται. διὰ ταύτας μὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις, ἄν τε πάθος εἴπῃ τὸν θυμὸν, ἢ τὴν ἐπιθυμίαν, ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ μέμφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σημαινόμενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόμασεν. εὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε μὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῇν καὶ τὸ πεινῇν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ τοὺς θυμούς. καὶ μὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνομάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ᾧδε γράφει. ἆρ’ οὖν, ἦν δ’ ἐγὼ, τὸ ἐπινεύειν, τὸ ἀνανεύειν, καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν, τὸ ἀπαρνεῖσθαι, καὶ τὸ προσάγεσθαι, τὸ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων, εἴτε παθημάτων; διὰ παραδειγμάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόμενος, ἐπιφέρων φησί· τί οὖν; ἦν δ’ ἐγὼ, διψῇν, καὶ πεινῇν, καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν, καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι; ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν, μηδ’ ἐπιθυμεῖν, οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς, καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ μόνον ὅπερ ἐλέγομεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῇν, καὶ τὸ διψῇν, καὶ ὅλως τὸ ἐπιθυμεῖν τινος, ἢ ἐφίεσθαί τε καὶ φεύγειν, εἴτε ποιήματά τις, εἴτε παθήματα, τοὐτέστιν εἴτε ἐνεργείας, εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν μερῶν τῆς ψυχῆς διδάσκουσαι.

Διὸ καὶ καλῶς ἂν ἔχοι μὴ παραδραμεῖν αὐτὰς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον, ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν, ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡμῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κᾀνταῦθα τῷ λεγομένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαμένους αὖθις τῶν ὀνομάτων, καὶ μὴ νομίζειν, ἐπιλανθάνεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγομένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡμῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία μέρη διαιρεῖσθαι φάσκῃ. καὶ γὰρ εἴδη καὶ μέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνομάζοι τὸ λογιστικὸν, καὶ τὸ θυμοειδὲς, καὶ τὸ ἐπιθυμητικὸν, ὥσπερ εἰ καὶ σώματος εἴδη τις εἰπὼν εἴη φλέβα, καὶ ἀρτηρίαν, καὶ νεῦρον, ὀστοῦν τε καὶ χόνδρον, καὶ σάρκα, καὶ τἄλλ’ ὅσα τοιαῦτα, μετὰ ταῦθ’ ὡς περὶ μερῶν αὐτῶν διαλέγοιτο. καὶ γὰρ καὶ μέρη τοῦ σώματος ἡμῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, (συμπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν,) καὶ μέντοι καὶ εἴδη τοῦ σώματος οὐδὲν ἧττον, ἐν μόνοις γὰρ τοῖς ὁμοιομερέσι τὸ διαφέρειν εἶδος οὐκ ἔστιν, ἢ τὸ τῆς σαρκὸς μέρος, ἢ τὸ τῆς φλεβὸς, ἢ τὸ τῆς πιμελῆς. οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων, ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον. ἐν δὲ τοῖς ἀνομοιομερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθμὸν ὁρίζει τοῖς μορίοις. τοιοῦτον δέ τι χρῆμα καὶ ἡμῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν, ἐκ τριῶν μερῶν συγκειμένην. εἰκάζει δ’ οὕτω τὸ μὲν ἐπιθυμητικὸν θηρίῳ ποικίλῳ τε καὶ πολυκεφάλῳ τὸ δὲ θυμοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱππομόρφω μέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐννάτῳ τῆς προτέρας εἰκόνος ἐμνημόνευσεν, ὡς σαφέστερον ἐνδεικνυμένης, ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς. ὁ μὲν οὖν Πλάτων, καὶ τοῖς τόποις τοῦ σώματος κεχωρίσθαι νομίζων αὐτὰ, καὶ ταῖς οὐσίαις πάμπολυ διαλλάττειν, εὐλόγως εἴδη τε καὶ μέρη προσαγορεύει. ὁ δ’ Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς οὐκ ὀνομάζουσιν, δυνάμεις δ’ εἶναί φασι μιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρμωμένης. ὁ δὲ Χρύσιππος, ὥσπερ εἰς μίαν οὐσίαν, οὕτω καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν θυμὸν, καὶ τὴν ἐπιθυμίαν. ἀλλ’ ὅτι μὲν οὐκ ὀλίγον ἁμαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡμῖν ἐπιδέδεικται. ὅτι δὲ οἱ περὶ τὸν Ἀριστοτέλην σφάλλονται, μιᾶς οὐσίας τὰς τρεῖς δυνάμεις εἶναι νομίζοντες, ἔν τε τοῖς ἔμπροσθεν ἱκανῶς ἐπιδέδεικται, καὶ οὐδὲν ἧττον ὁ μετὰ τοῦτον λόγος ἀποδείξει. πρότερον δ’, ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει τό τε λογιστικὸν, καὶ τὸ θυμικὸν, καὶ τὸ ἐπιθυμητικὸν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόμεθα. ἐν μὲν οὖν τῷ Τιμαίῳ περὶ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ μετέχει φύσει, διαλεγόμενος ᾧδέ πως γράφει. μετέχει γε μὴν τοῦτο, ὃ νῦν λέγομεν, τοῦ τρίτου τῆς ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἵδρυται. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόμενος ᾧδέ πώς φησι. τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. συμαμφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόμασεν. ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον. ὁμοῦ δ’ αἶ πάλιν τὰ τρία μέρη τῆς ψυχῆς ἡμῶν εἴδη προσαγορεύει τῆς ψυχῆς ἐν ταὐτῷ βιβλίῳ, τῷ Τιμαίῳ, κατὰ τήνδε τὴν διήγησιν. ἔστι γὰρ, καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τῆς ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται. ὡσαύτως δ’ κᾀν τῇ Πολιτείᾳ κατὰ μὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυμοειδοῦς προειρηκὼς, ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυμητικοῦ, κᾄπειθ’ ἐφεξῆς ζητῶν, εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυμητικόν; οὕτω δὲ καὶ κατὰ τὸ ἔννατον ἔγραψεν ἔν γε τῇδε τῇ ῥήσει. ἀλλ’ ἡσυχάσας μὲν τὼ δύω εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται. καὶ προσέτι τῇδε. ὅτι δὴ οὖν εἶπον, ἀμφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ, καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῇν, μηδὲ τὸ χεῖρον καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον. πῶς ἂν ἤδη μέν τις αὐτῶν ἀληθέστατα λέγοι; τί ἂν ἔτι δέοιμεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώμην τἀνδρὸς, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτὶ, λογιστικὸν, ἐπιθυμητικὸν καὶ θυμοειδές. ἀμέλει μόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων, ἐν μὲν τοῖς φυτοῖς τὴν ἐπιθυμητικὴν, ἐν δὲ τοῖς θεοῖς τὴν λογιστικήν. τὴν μέντοι θυμοειδῆ διὰ τί μόνην οὐχ οἷόν τε κατ’ οὐδὲν τῶν σωμάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεμένων ἡμῶν τὴν ἐκ τοῦ Τιμαίου ῥῆσιν, ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυμητικῆς γεγονέναι φησὶ βοηθὸν τῇ λογικῇ ψυχῇ, καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέμματος, τῆς ἐπιθυμίας. εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραμμένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη μνημονεύειν, ἐναργῶς ἤδη διὰ τούτων τῆς γνώμης τἀνδρὸς ἐγνωσμένης. εἰ δὲ καὶ μέρη ψυχῆς ἕκαστον αὐτῶν ὀνομάζει, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὡς, ὅ τι περ ἂν εἶδος ᾖ, τοῦτο καὶ μέρος ὀνομάζειν ἐγχωρεῖ, μὴ μέντοι τό γε μέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ, ὅτι μηδ’ ἐγχωρεῖ λέγειν μηδὲν σύνθετον ὁμοιομερὲς, ἑαυτῷ γε συνεχὲς ὅλον ὑπάρχον. ἐξ ὡρισμένων γὰρ τὸν ἀριθμὸν σύγκειται μορίων· οὐδενὸς γὰρ ὁμοιομεροῦς ἀριθμῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν μορίων. ὅτι μὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ μέρη τῆς ψυχῆς ὀνομάζει ταῦτα, μακροτέρων οὐ δέομαι λόγων.

Ὅτι δὲ τὸ μὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο, καὶ δέδεικται διὰ τῶν ἔμπροσθεν ὑπὲρ τῶν δύο μερῶν. ὑπόλοιπον δὲ ἔτι τὸ ἐπιθυμητικὸν ἰδίας ἀποδείξεως δεόμενον, ἣν ἐν τῷδε διέξιμεν, ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προειπόντες, ὡς οὐκ ἐξ ὁμοίως ἐναργῶν, οὐδ’ ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουμένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’ ἐκ τῶν τούτῳ συμβεβηκότων ἰδίᾳ. τῶν μὲν γὰρ νεύρων βρόχῳ διαλαμβανομένων ἢ τεμνομένων, ἐφαίνετο τὰ μὲν ἐγκεφάλῳ συνεχῆ μόρια διασώζοντα τὰς ἀρχαίας δυνάμεις, τὰ δ’ ἐπέκεινα τοῦ βρόχου παραχρῆμα καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ μὲν τῇ καρδίᾳ συνεχεῖς τὰς ἀρχαίας ἐνεργείας ἐργάζονται, αἱ δ’ ὑπὸ τοῦ βρόχου διειργόμεναι τελέως ἄσφυκτοι γιγνόμεναι. καὶ μέντοι καὶ τὰ παθήματα τῆς ψυχῆς, ὅσα κατὰ τοὺς θυμούς τε καὶ τοὺς φόβους συμπίπτει, προφανῶς ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐμνημονεύσαμεν δὲ καὶ ὅσα θλιβόμενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόμενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶμα, καὶ ὡς καὶ ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν ὑπάρχειν αὐτόν. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχομεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυμνώσαντες αὐτὸ θλίβομεν, οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαμβάνομεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως ἡ ἀρχὴ, καθάπερ ἡ μὲν καρδία τῆς σφυγμικῆς, ὁ δ’ ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῶον εἰς ἀτροφίαν τε καὶ ἄχροιαν, ἥπατος ἀτονήσαντος. ὡσαύτως δὲ καὶ τὸ μέρος, εἰς ὅπερ ἂν ἐμβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς, ἢ καὶ παντάπασιν ἐκκόψῃς, ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόμενον, οὐ μὴν ἔν γε τῷ παραυτίκα βλαπτόμενον οὐδὲν, ὅ τι ἄξιον λόγου. τοιαύτης γὰρ δυνάμεως ἀρχὴ τὸ ἧπαρ, οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει. καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναμις, ὕστερον ἐπιδειξόντων ἡμῶν ἀκριβέστερον, ὡς πολλῶν ἐστι δυνάμεων ἀρχὴ τὸ ἧπαρ, καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνομάζειν, οὐ δύναμιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχομένην, ἐν ἐγκεφάλῳ μὲν λογιστικὴν, ἐν καρδίᾳ δὲ θυμοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυμητικὴν, ἢ φυτικὴν, ἢ γεννητικὴν, ἢ, ὡς οἱ περὶ τὸν Ἀριστοτέλην, θρεπτικὴν, ἀφ’ ἑνὸς ἑκάστου τοὔνομα θέμενοι, ἀπὸ μὲν τοῦ φύειν φυτικὴν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικὴν, ἀπὸ δὲ τοῦ γεννᾷν γεννητικήν· ὁ δὲ Πλάτων ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυμιῶν ἐπιθυμητικήν. οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος, ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐναργῶς τοῖς πράγμασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡμεῖς ἐπὶ μὲν ἐγκεφάλου καὶ καρδίας ἔμπροσθεν ἐποιήσαμεν, ἐφ’ ἥπατος δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρμώμεθα διελθεῖν. ἀρξόμεθα δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ὥσπερ γυμνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωμέν τι τῶν ἀμυδροτέρων, ἅμα τε προτάσεων εὐπορήσωμεν εἰς αὐτά. ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι, πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν μὲν ἡ καρδία, τῶν νεύρων δ’ ὁ ἐγκέφαλος, ἢ, καθάπερ ἔνιοι νομίζουσιν, οὐ ταῖς ἀρτηρίαις μόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέμπει τὰς φυσικὰς δυνάμεις ἡ καρδία. κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅμα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που, μόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουμένην δύναμιν ἐναργέστερα τεκμήρια τοῦ μέρους, ὅθεν ὁρμᾶται, παρασχέσθαι. καταβληθέντος εἰς τὴν γῆν σπέρματος οὑτινοσοῦν, εἰ μὲν αὐχμώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρμα, πᾶσαν αὐτοῦ τὴν ἔμφυτον ἰκμάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· μετρίως δ’ ὑπαρχούσης ὑγρᾶς, μαλακὸν γίνεται τὸ σπέρμα, διοιδίσκεται δὲ κατὰ τὸ περιέχον αὐτὸ σύμφυτον σκέπασμα τὸ οἷον δέρμα, καὶ ῥήγνυται μὲν πρῶτον, ἀερωθείσης τῆς κατὰ τὸ σπέρμα νοτίδος· εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστημά τι λεπτὸν καὶ μαλακὸν εἰς ἄμφω τὰ μέρη, τό τε ἄνω τοῦ σπέρματος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ κατὰ βάθους τῆς γῆς. καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούμενα καὶ φερόμενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρμησε. καὶ τοῦ χρόνου προϊόντος εἰ τὸ σπέρμα δένδρου τινὸς εἴη μεγάλου σπέρμα, τὸ μὲν εἰς τὸν ἀέρα φερόμενον αὐτοῦ πρέμνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς εἴη δένδρου τὸ σπέρμα. μία μὲν οὖν ἀρχὴ τῆς γενέσεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς μέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω μὲν τὸ πρέμνον, ἡ δ’ ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας ἡ διοικοῦσα τὸ δένδρον δύναμις ἐκεῖθεν ὁρμωμένη. κινεῖται μὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς μὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν τὸν βλαστὸν πολυμερῶς εἰς πολλὰς τὰς πρώτας ῥίζας αὐξάνειν ἀρχομένας· εἰς δὲ τὸ ἄνω κλάδους μέν τινας ἀποφύουσιν τοῦ στελέχους, ἐκείνους δ’ αὖθις εἰς ἑτέρους σχίζουσιν μέχρι τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν. καὶ ἔοικε τὸ μὲν ἄνω μέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τοῦ καρποῦ διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τροφὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζώοις ἐστὶ τὸ στόμα, τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ, στοματίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ τῆς φύσεως δεδημιουργημένην. ἄγε δή μοι τὴν εἰκόνα κᾀπὶ τὰ ζῶα. καὶ πρῶτον μὲν ἐπίσκεψαι τὴν μεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέμνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφερομένη, θατέρῳ δὲ τῷ μείζονι κατὰ τῆς ῥάχεως ἐκτεταμένη. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήματα πάντοσε τοῦ σώματος φερόμενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράμματι λέλεκται τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφερομένην, τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην ἀνάλογον τῷ καθήκοντι μέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν. ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφὴν, οὕτως ἐκ τοῦ πνεύμονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρημένων ἀρτηριῶν. αὗται δύο μὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι, μέγισται τῶν οἰκείων ἀποβλαστημάτων ἑκάτεραι. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ μὲν ἐξέχον τῆς γῆς τὸ πρέμνον ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ’ εἰς τὰς ῥίζας σχιζόμενον ἁπάντων καὶ τοῦτ’ εὐρύτατον τῶν κάτω, τὸ μέσον δ’ ἀμφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν οἷον στέλεχος ἀρτηρία μεγίστη τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῶον, ἡ δ’ εἰς τὸν πνεύμονα τὴν ἔμφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία μέση τ’ ἀμφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρημένων εὔδηλον, ὡς τὰ μείζω τῶν ἐλαττόνων ἀρχαὶ, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν, εἰς οὕς διανέμεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας, ὡς τῆς ἀρχῆς τὰ μετ’ αὐτὴν μείζω νομίζειν, ἐξαπατώμενοι πρὸς τῶν ποταμῶν, οἵ μικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ γιγνομένου. τινὲς μὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόμενοι ποταμοὺς εἰκότως αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζομένων σμικρύνονται. ποταμὸς δὲ οὐδεὶς ἐκ μιᾶς ὁρμώμενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον δήπου τὸ ὅλον ἑκάστης αὐτῶν γενέσθαι μείζονα. καὶ χωρὶς δὲ τοῦ παραδείγματος, εἰ τὰ κατὰ τὸ σῶμα τῶν ζώων ἀγγεῖα τὰ μικρότερα τῶν μειζόνων ἀρχὰς θησόμεθα, μαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι μορίῳ τοῦ σώματος ἀναγκαζόμενος ὁμολογεῖν ἀρχὴν εἶναι τῶν ἄλλων τριῶν ὀργάνων, ἀρτηρίας, καὶ νεύρου, καὶ φλεβός. ὥστ’, εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς μεγίστης ἀρτηρίας, καὶ τῆς κοίλης φλεβὸς, καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέμνα, τὸ μὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων. ὥστ’ ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούμενος οὐδὲ τὰ βλαστήματα τῶν δένδρων, οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς τοῦ φυτοῦ. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ τροφῆς τοῦ δένδρου δύναιτ’ ἂν λέγεσθαι παραπλησίως ταῖς εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύμονα κατασχιζομέναις ἀρτηρίαις. ἁπλῶς δ’ ἅπαντα τῶν φλεβῶν τὰ πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον. οὔτε γὰρ τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρημένων, οὔτε τῆς διοικούσης δυνάμεως· οὕτως γὰρ ἅπαν ἔσται μόριον ἀρχή. εἰ δέ τινα μὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ δ’ οὐκ ἀρχὰς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ μᾶλλον τάδε τῶνδε νομιστέον ἀρχὰς, οἷον τὰ κατ’ ἐγκέφαλον τῶν κατὰ πνεύμονα, καὶ τούτων τὰ κατὰ τὸ ἧπαρ, ἢ τὸν σπλῆνα, κᾀκείνων τὰ κατ’ ἄλλο τι μόριον ἢ σπλάγχνον; ἐγὼ τοῦτον τὸν λόγον οὐδ’ ὅτε μειράκιον ὂν ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος, ἐπιδεικνύναι πειρωμένου τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν, οὔτ’ ἐν τῷ παραχρῆμα προσηκάμην, οὔθ’ ὕστερον ἀνασκεπτόμενος ἐπῄνεσα. τὰ δ’ ἀπὸ τῆς κεφαλῆς καταφέρεσθαι λεγόμενα τέτταρα ζεύγη φλεβῶν ἐμβεβλῆσθαί τέ μοι δοκεῖ τοῖς ἐπιγραφομένοις Ἱπποκράτους συγγράμμασι καὶ διεσκευάσθαι φανερῶς. οὐδὲν γοῦν αὐτῶν δείκνυται, καίτοι τἄλλα τὰ περὶ φλεβῶν εἰρημένα πρὸς Ἱπποκράτους, ἅπερ ἔγραψεν πάντα κατὰ τὴν περὶ τῆς Ἱπποκράτους ἀνατομῆς πραγματείαν, ὡμολόγηται τοῖς ἀνατομικοῖς ἀνδράσι, καὶ δείκνυται καὶ πρὸς ἡμῶν. τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη, πρὸς τῷ μηδ’ ὑφ’ ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατομικῶν, οὐδὲ δείκνυται πρός τινος. ἀλλ’ ἔνιοι μὲν τῶν τιθεμένων αὐτὰ πιστεύειν Ἱπποκράτει φασὶ, κᾂν οὗτοι μὴ δύνωνται δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγματος, οὐκ αἰσθητοῦ, διαλεγόμενοι, τινὲς δ’ ἐπαγγέλλονται μὲν δείξειν, ἔδειξαν δ’ οὐδέποτε. τὸ μὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν οὐδὲν θαυμαστόν· εὑρίσκεται δὲ καὶ κατὰ τὴν τελευτὴν τοῦ περὶ φύσεως ἀνθρώπου, δευτέρου δὲ τοῦ περὶ διαίτης, ᾧ τὴν ἀνατομὴν τῶν βιβλίων ἐμβεβλήκασιν, οὐδένα λόγον ἔχουσαν τῇ διαίτῃ συνῆφθαι. πολὺ γὰρ ἦν πιθανώτερον, οὐ τούτῳ τῷ μέρει τοῦ γράμματος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι μᾶλλον, ἢ εἰ τῷ τέλει παρέγραψεν. ὅτι δ’ οὐδὲ τῷ προτέρῳ μέρει προσαρμόττεσθαι λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ σύγγραμμα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴν ὡς ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατομῆς φαινομένην. ἀλλ’ ὅτι μὲν οὐκ ἔστι γνήσιος οὔθ’ Ἱπποκράτους οὔτε Πολύβου τῶν εἰρημένων φλεβῶν ἡ ἀνατομὴ, καὶ πρὸ ἡμῶν μὲν ἑτέροις ἀποδέδεικται, καὶ ἡμεῖς δ’ ἂν, εἰ θεὸς δοίη ποτὲ περὶ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων πραγματεύσασθαι, διὰ πλειόνων ἐπιδείξομεν, ἥτις ἐστὶν Ἱπποκράτους γνώμη περὶ φλεβῶν ἀρχῆς, ἣν ἐκ τε τοῦ περὶ τροφῆς ἔνεστι λαβεῖν καὶ ἐκ τοῦ δευτέρου τῶν ἐπιδημίων. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἀναβεβλήσθω. δεῖξαι γὰρ πρότερον ὃ λέγων ἀπέλιπον ἔγνωκα, ὅτι κᾀν τοῖς φυτοῖς μὲν ἀρχὴ καὶ γενέσεως καὶ διοικήσεως τὰ μείζω σώματα τῶν μικροτέρων ὑπάρχει, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ζώοις. ἐπάνειμι γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁμολογεῖ γοῦν καὶ αὐτὸς, ἀπ’ ἐγκεφάλου φυόμενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’ ὀφθαλμοὺς μυσὶν ἐκ μιᾶς καὶ παχείας ἐκφύσεως εἰς μικρὰ καὶ πολλὰ σχιζόμενα. τούτων δ’ ἔτι μᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη μέν ἐστιν ἐκφυομένη, τέμνεται δ’ εἰς πάμπολλα μικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόμα διανεμομένη μορίοις, ὥσπερ γε καὶ ἡ μετ’ αὐτήν. ἵνα δὲ μὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἐξ ἐγκεφάλου ἐκφυόμενος βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέμνον ἀριθμοῦ παμπόλλου νεύρων οἷον κλάδων ἀποφυομένων αὐτοῦ. ταῦτα μὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωμένοις ὁμολογούμενα, τὸ δὲ τὰ μικρὰ τῶν μεγάλων ἀρχὰς εἶναι μάχεται μὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινομένοις, (ἀεὶ γὰρ ἐν τούτοις τὰ μείζω τῶν μικροτέρων ἀρχαὶ,) μάχεται δὲ, ὡς εἴρηται, καὶ τοῖς κατὰ τὰ φυτὰ, καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γὰρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι. φαίνονται γοῦν αἱ μὲν ἀρτηρίαι, πρὶν ἐκτμηθῆναι τοῦ ζώου, τὴν κίνησιν ἀπολλύουσαι σαφῶς, ἐπειδὰν βρόχῳ διαληφθῶσι, μήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόμεναι, μόνη δ’ ἡ καρδία πάντων τῶν ἐν τῷ ζώῳ μορίων ἐξαιρουμένη μέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς· αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τομαῖς ἅμα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ μέγιστα μόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν μικροτέρων γενήσονται. εὐρύταται οὖν ἁπασῶν εἰσι τοῦ ζώου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόμεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαὶ, καθάπερ ἐν τοῖς φυτοῖς παχύτατον μὲν τὸ πρέμνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν. ὀνομάζω δὲ ῥίζωσιν, ὅπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυον τὸ κάτωθεν μέρος ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης, ἐντεῦθεν ἐπὶ τὰ ζῶα μεταφέρων τοὔνομα, ῥίζωσιν εἰρηκέναι τῶν μὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν αἱ ῥίζαι μὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ μὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύμονα καὶ ἡ εἰς ὅλον τὸ ζῶον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὴν κατὰ τὴν γαστέρα καὶ εἰς τὸ σύμπαν σῶμα. ῥίζαι μὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ’ αὐτὸς Ἱπποκράτης ἔδειξε, φάμενος· ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζώοις ἡ γαστὴρ, τὸ δ’ οἷον πρέμνον ἡ κοίλη φλέψ ἐστιν, ἐκ μὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φερομένη δ’ ἐκ τοῦ ἥπατος εὐθεῖα πρὸς ἑκάτερα τοῦ ζώου τὰ μέρη, τό τε ἄων καὶ τὸ κάτω. εὐρύτατον μὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ἀνατεταμένον, ἔλαττον δὲ ἀμφοτέρων τὸ τῇ καρδίᾳ ἐμφυόμενον. καίτοι, εἴπερ εἴη ἡ καρδία τῆς κοίλης φλεβὸς, ὡς καὶ τῆς μεγάλης ἀρτηρίας, ἀρχὴ, μέγιστον ἂν ἦν, οἶμαι, τὸ συνεχὲς αὐτῆς μέρος.

Εἰ δέ τις οἴεται τῆς μὲν δυνάμεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρμᾶσθαι τὸ αἷμα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω μόρια τὰ κάτω τοῦ ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφὴν, οὗτός μοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ μὴ βούλεται. τὸ γὰρ ἐξ ἥπατος ὁρμᾶσθαι τὸ αἷμα τί ἄλλο ἐστὶν, ἢ τὴν γεννῶσαν αἷμα δύναμιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα μὲν τοῦ τρέφεσθαι τὸ ζῶον ἡ τοῦ αἵματός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷμα, τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία. τὸ γὰρ προνοούμενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώματι, τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάμεως, ὥσπερ, οἶμαι, κᾀν τοῖς φυτοῖς ἐκεῖνο τὸ μέρος, ὃ ῥίζωσιν ἐκαλοῦμεν. ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παμπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν, ἐπιπέμπει τε προκατεργασάμενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους. εἰ γὰρ καὶ τῆς αὐτῆς δυνάμεως, ὥσπερ καὶ τῆς σφυγμικῆς, ἀρχὴν θησόμεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ μηδὲν μάτην ἐργαζομένη φύσις ἐποίησεν· ἦν γὰρ δή που κατὰ τὴν καρδίαν αἱματοῦσθαι τὴν τροφήν. ἀλλ’ ὡς εἰς μέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς μὲν ὁ λόγος, οὐ μὴν ἀληθής γε. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουμένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούμενος ἐξουσίαν ἔχων τοῦ διανέμειν αὐτήν. ἐναργῆ δὲ παραδείγματα κατ’ αὐτὸ τοῦ ζώου τὸ σῶμα πάρεστι θεάσασθαι. πάντα γοῦν, ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει, καὶ οὔτ’ ἐκ πνεύμονος ἄλλη τις ὁδὸς ἑτέρωσε τέτμηται, πλὴν μιᾶς τῆς εἰς τὴν καρδίαν, οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε, πλὴν εἰς ἧπαρ, οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγματος ἑτέρωσε, πλὴν εἰς ἐγκέφαλον, οὔτ’ ἐκ τῶν τὸ σπέρμα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι, πλὴν τῶν ὄρχεων. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν συνημμένην δηλονότι ἥπατι κύστιν, ἐντεῦθέν τε εἰς τὴν νῆστιν ἐκπέμπουσιν, καθάπερ οἱ νεφροὶ τὸ οὖρον, εἰς τὴν μίαν δηλονότι κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷμα προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέμειν αὐτὸ τῇ παρασκευῇ ἡμίεργον ἐπιστεύθη ἄν. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεμόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασμένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν μόνον, ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ μὴ διανέμεσθαι. καὶ μὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ τὸ αἷμα διανέμειν πεπίστευται. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγματός ἐστι τοῦ ζώου μόρια παρ’ ἥπατος ἀναμφισβητήτως ἔχει τὸ αἷμα, καίτοι πλείω τῶν ἡμίσεών ἐστι. μᾶλλον δ’ ὅτι καὶ αὐτὸ τὸ διάφραγμα, καὶ ὁ περικάρδιος ὑμὴν ἅμα τοῖς ἄλλοις ὑμέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα, καὶ ὅσοι περιαλείφουσι τὸν πνεύμονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, διδαχθῶμεν, ὑπὸ τῆς ἀνατομῆς εἰσόμεθα τὰ πλείω τῶν τοῦ ζώου μορίων ἐξ ἥπατος τρεφόμενα προφανῶς τε καὶ ἀναμφισβητήτως. ἐπιδειχθήσεται μὲν γὰρ ὀλίγον ὕστερον, ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’ ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, ἀλλὰ καὶ αὐτοῦ τοῦ θώρακος ὅλα τὰ κάτω μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμπαντα τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, καὶ πρῶτόν γε καὶ μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος. ὡς γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν. οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττωμα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης, ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι. τουτὶ γὰρ δέδεικταί μοι δι’ ἑτέρων ἤδη πραγματειῶν, αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγματείαν. νυνὶ δ’ εἴρηται μὲν, ὡς μηδὲν τῶν ἀληθῶν παραλείποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁμολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχου κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν, οὔτ’ ἄλλον ἐργάζεται χυμόν. ὅμοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷμα καὶ τὸ κατὰ πάσας τὰς φλέβας ὅλῳ τῷ ζώῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅμοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν. τουτὶ μὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναντία, παχύτερόν τε καὶ μελάντερον, ἀεὶ μέντοι θερμότερον αὐτό ἐστι. τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷμα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώμενον ἐν τῇ δεξιᾷ κοιλίᾳ. μεγίστη δὲ πίστις, ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυμὸν εἰς τροφὴν τῶν τοῦ ζώου μορίων, ἀλλ’ αὐτὸ συμπληροῖ τὴν σύμπασαν ἰδέαν αὐτοῦ, τὸ μίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυομένην, ἑτέραν δὲ μηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο μέρος αὐτῶν, εἰς ὅλον ἅπαξ φέρουσαν τὸ σῶμα τὸν κατεργασθέντα χυμὸν, καίτοι γ’ ἄλλης μὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦμα. φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖς ἀγγείοις χρωμένη πρός τε τὰς ἡμιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασμένας, οὐδὲ ταῖς αὐταῖς ὁδοῖς. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅμα τε τὸ ἡμίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέμπεσθαι τροφὴν, ἅμα δὲ τὴν ἤδη κατειργασμένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα μὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡμίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασμένην ἐξάγουσα. νυνὶ δ’ εἰσάγει μέν τις, ἐξάγει δ’ οὐδεμία πλὴν τῆς εἰς πνεύμονα, περὶ ἧς αὖ ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων ἐπισκεψόμεθα, τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας, οὐκ ἐκ τῆς κοίλης, ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύμονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.

Δεῖται δὲ μάλιστα, εἴπερ τις ἄλλος λόγος, καὶ ὁ νῦν ἡμῖν προκείμενος αὐτοῦ τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. οὐ μόνον γὰρ οὐδεμία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω μόρια φερομένη, πλὴν τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷμα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεμία. φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφερομένη; καὶ ταύτης ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισμα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ μὲν ἀρτηρίαν τὴν μεγάλην τὸ θεωρούμενον, ἄν τινα βουλοίμην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα. μία γὰρ ἀρτηρία μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφύσασα, σαφῆ σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν, ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶμεν καταφερομένην. οὕτως δ’ οὖν ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην φλέβα σαφῆ τὴν νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη. φαίνεται δ’ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφερομένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχὴν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν; ἐπὶ γὰρ ἀνομοίοις γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα, καίτοι γ’ οὐκ ὄντος μικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σμικρὸν εἶναί φησι, τὸ πολλὰ τῶν ζώων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα τῆς κοιλίας ταύτης ἐκφύεσθαι νομίζειν, ὅταν ἐν παμπόλλοις γένεσι ζώων ἧπαρ μὲν ὑπάρχῃ καὶ κοίλη φλὲψ, ἡ κοιλία δ’ ἡ δεξιὰ μηδ’ ὅλως ᾖ. τίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζώων, ἐν οἷς φημι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθμῷ μὲν οὐκ ἔχω διελθεῖν αὐτὰ, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεμών. πολλὰ ἀσύμβατα μὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ μήτ’ ἀναπνεῖν ἐξ ἀέρος, μήτ’ ἔχειν πνεύμονα. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζώων παρεφυλάξατο, συναπόλλυσθαί τε καὶ συγγεννᾶσθαι τῷ πνεύμονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παμπόλλῳ καὶ τὴν αἰτίαν αὐτῶν, καὶ γέγραπται τὰ φανένθ’ ἡμῖν εὔλογα κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐμπίδας μὲν οὖν καὶ μυίας, καὶ σκώληκας, καὶ μελίττας, καὶ μύρμηκας οὔτ’ ἀνέτεμον οὔτ’ ἀνατεμεῖν ἐπιχειρήσαιμι ἄν. ὅπου γὰρ κᾀν τοῖς μεγάλοις ζώοις εὑρίσκω πολλὰ σφαλλομένους τοὺς ἀνατεμόντας, εὔλογον δήπου κατὰ τὰ σμικρότερα μᾶλλον σφαλῆναι. τῶν γοῦν ἀνατμηθέντων ὑπ’ ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχεδὸν οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει, καὶ κοίλη φλὲψ, καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται, καθάπερ ἡ ἀρτηρία τῆς καρδίας, οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη διὰ παντὸς, κᾂν μηδ’ ὅλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν. καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρένας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅταν ἐγγὺς ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζώοις οὐκ ὀλίγοις ἐστὶ μὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς μεγάλα δύο σχιζομένη, πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι, καὶ τῶν βαδιζόντων οὐκ ὀλίγοις. ὥστε τὰ πλεῖστα τῶν ζώων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχομένην. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων, ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζώου φαίνοιτο θατέρου τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς ἐστιν ἴσα, μονονοὺ μετὰ φωνῆς ἑρμηνεύοντα, τὴν μὲν οἷόν τι πρέμνον ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας. οὐ μόνον δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιμῶν ἑτέρα φλὲψ, ἣν οἱ μὲν ὀνομάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ καὶ πάντων εὐρύτατόν ἐστιν. ἀπ’ αὐτοῦ γὰρ εἰς ἄμφω τὰ μέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούμενον ἐπίπλοον. τῶν γὰρ ἐν τούτοις ἅπασι φλεβῶν παμπόλλων οὐσῶν οὐδεμία συνεχής ἐστι τῇ καρδίᾳ. καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιμώντων ἀπεθαύμαζέ τε καὶ ἠπίστει τῷ λόγῳ, καὶ δειχθῆναί οἱ τὸ λεγόμενον ἠξίου, καὶ ὡς εἶδε, μεγάλως κατεγίνωσκε τῶν ἀποφηναμένων, ἀρχὴν εἶναι φλεβῶν τὴν καρδίαν. ὥσπερ γὰρ, εἰ μίαν ἡντιναοῦν ἐν ὅλῳ τῷ ζώῳ φλέβα κεχωρισμένην εἰς τοσοῦτον εὑρίσκομεν, ὡς μήτ’ αὐτῷ συνάπτειν τῷ ἥπατι μήτε τινὶ τῶν ἀπ’ αὐτοῦ φλεβῶν, οὐκ ἂν ἀπεφηνάμεθα, τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως, ἐπειδὴ νῦν οὐ μίαν οὐδὲ δύο μόνας, ἀλλ’ ἀνάριθμόν τι πλῆθος εὑρίσκομεν, οὐδεμίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν, οἶμαι, φαίημεν, ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι τὴν καρδίαν. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ δένδρου ὃ καὶ χώρα τοῦ καταβληθέντος σπέρματος. ἐν ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ παντός ἐστιν, οὐ τῆς ἐξ ἀρχῆς γενέσεως μόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως. ὅτι δὲ τὸ φαινόμενον αὐτὸ διὰ τῆς ἀνατομῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁμολογεῖν τἀληθὲς, ἐκ τοῦδε ἂν μάλιστα μάθοις. οὐδεὶς τῶν ἀνατομικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόμενος ἀνατομὴν φλεβῶν ἑτέραν ἀρχὴν διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ. ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς Ἡρόφιλος΄, εἴτ’ εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡμέτερος Πέλοψ, ὅμως τήν γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἐφ’ ἥπατος ἐποιήσαντο. καὶ τό γε θαυμασιώτατόν τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν. ἐν μιᾷ πραγματείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον, ἀνατομήν τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον σύγγραμμα τῶν Ἱπποκρατείων εἰσαγωγῶν εὖ μάλα γενναίως ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχὴν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάμενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατομικοὶ εἶναι γράφουσι, πρὸς γὰρ τὴν διδασκαλίαν ἐπίτηδες τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ. θαυμάζω δ’ αὐτῶν, εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ’ ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς, οὐδ’ ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν, οὔθ’ ὅμως ἀνατεμοῦσιν. εἰ δὲ λόγον ἔχειν φασὶν, ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρώτου οὗ λέγουσιν ἐπεσκέψαντο τὴν αἰτίαν, ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλεβῶν ἀνατομῆς ἀρχὴ τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ ἀναιτίως, ὦ σοφώτατοι; ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι, τίς ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς οὐδὲ ῥᾳθύμως ὑπερβῆναι. τὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶμαι παρέξειν, ὃ πρὸς ἁπάντων ὡμολόγηται τῶν ἀνατομικῶν ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν. εἰ γὰρ καὶ μηδενὸς ἄλλου τούτου αὐτοῦ τὸν λόγον ἡμῖν ἀποδοῦναι δυνήσονται τοῦ φάσκειν, ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστὶν, οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν, οὔθ’ ὅτι διείληπται λοβοῖς, οὔθ’ ὅτι καθ’ ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον, οὔτε δι’ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν αὐτῷ. καὶ μὴν οὔτ’ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ γνώρισμα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύρων ἀνατομῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας ἐγκέφαλον ὑπερβάντα, ἢ ὅτι ἀρχὴ τούτων ἐστί. τούτου γὰρ μὴ διδομένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ’ ἑαυτῆς ἀναγκάζει ποιήσασθαι. οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανομὴν ἐπεισάκτου πόλει, τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως, οὗ εἴσω πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην μὲν ἀρχὴν τῆς τοῦ πράγματος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ. κατὰ γὰρ τὴν τοῦ πράγματος φύσιν ἡ διδασκαλία γιγνομένη τὴν αὐτὴν ἔχει τῷ διδασκομένῳ τὴν ἀρχὴν, οὐδ’ ἔστιν ὀρθῶς διηγήσασθαι βουλομένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουμένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν εὑρεῖν τῆς ἀληθοῦς. ἡ μὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει πρῶτον μνημονεῦσαι τῶν θεμελίων, ἡ δὲ τῆς νεὼς τῆς τρόπεως. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως, ἢ ἔθνους, ἢ στρατοπέδου διοίκησιν, ἂν ἀναγκασθείης τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ μνημονεῦσαι. θαυμάζειν οὖν ἄξιον, ὅσοι διδάξαι μὲν ὀρθῶς ἑτέρωθεν ἀρξάμενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν φλεβῶν. ἀλλήλοις γὰρ ἄμφω συνῆπται ταῦτα, καὶ οὐχ οἷόν ἐστι χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγματος. ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρχεται, εἴτε δὲ τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας οὐκ ἀγνοεῖ.

Ἤρκει μὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν μὴν ἧττόν ἐστι καὶ μὰ μέλλοντα λεχθήσεσθαι βέβαια γνωρίσματα τοῦ μηδαμῶς εἶναι τὴν καρδίαν μήτε τοῦ τρέφοντος αἵματος ὅλον τὸ σῶμα γεννητικὴν ἀρχὴν, μήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ, καὶ πρότερον, ὡς οὐκ ἔστι τῷ ζώῳ τοῦ θρέψοντος αἵματος ἀρχή. διὰ τί δὲ τοῦ θρέψοντος πρόσκειται κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον, ὡς ἑτέρου τινὸς αἵματος, ἑτέραν χρείαν τοῖς ζώοις παρεχομένου, τῆς γενέσεως οὐκ ἀφαιροῦμεν τὴν καρδίαν, ἀλλὰ τό γε νῦν εἶναι προκείμενον, ὡς, ὑφ’ οὗ τρέφεται τὰ σύμπαντα μέλη τοῦ ζώου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων ἀρχὴν τῷ λόγῳ ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασιστρατείοις, οἳ νῦν ἡμῖν ἐροῦσιν, ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζουσιν. εἴρηται δὲ τὸ φαινόμενον ὑπὲρ Ἐρασιστράτου κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασι τοῖς στόμασι τῶν ἀγγείων, οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστράτου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δ’ ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν, οἶμαι, καὶ τριγλώχινας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς· ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους (οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην) ὁμοιότατοι μὲν τὸ εἶδος, ἀριθμῷ δ’ οὐκ ἴσοι· μόνῳ γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι, τῶν δ’ ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς. ἐξάγει δ’, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων αἷμα μὲν εἰς τὸν πνεύμονα ἕτερον αὐτῶν, πνεῦμα δ’ εἰς ὅλον τὸ ζῶον ἕτερον. τὸν τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνον, ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσιν τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους, ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς τὴν αὐτὴν ἑλκομένοις. οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσθεῖν φησιν, ὡς εἰς ἄψυχόν τινα δεξαμενὴν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελλομένην, ὥσπερ τὰς τῶν χαλκέων φύσας, ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ. ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας ἐλέγομεν ἐπικεῖσθαι, καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν. ἔσωθεν γὰρ ἔξω ῥέποντας, ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα, καθ’ ὃν ἂν ἡ καρδία λόγον ἐχορήγει τὰς ὕλας· ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα, μηδ’ ἐνίας τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. οὕτως δὲ καὶ τοῖς ἐπὶ τοῖς εἰσάγουσι, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόματα, μηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντας. εἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες Ἐρασιστράτειοι, τὰ μὲν ἄλλα τῶν ἀγγείων ἰάσωμεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀμφισβητούμενον ἐπισκεψώμεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷμα, ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑμένας. ἆρ’ ἔσωθεν ἔξω ῥέποντας, ἢ τοὐναντίον ἔξωθεν ἔσω φερομένους; ἀλλ’ ἴσως οὐδὲ τοῦτο μέγα πρὸς τὸ προπαρεσκευάσθαι μὲν ἐν ἥπατι τὸ αἷμα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν, ἀπολειψόμενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα. καὶ γὰρ καὶ λόγον ἔχει, μηδὲν τῶν τελέων τε καὶ μεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι, μηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσμον ἅπαντα κτήσασθαι. δείξατε οὖν ἡμῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσμηθὲν αἷμα καὶ διανεμόμενον εἰς ἅπαντα τὰ σώματα, καθάπερ ἡ ἀρτηρία τὸ πνεῦμα. καὶ μὴν τὰ σύμπαντα τέτταρά ἐστι στόματα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν μὲν ἐκ τοῦ πνεύμονος εἰσάγον τὸ πνεῦμα, τὸ δ’ ἕτερον ἐξάγον μὲν ἄμφω ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιὰν, εἰς μὲν τὸν πνεύμονα τὸ ἕτερον αἷμα φερόμενόν τε καὶ διανεμόμενον, εἰς δὲ τὴν δεξιὰν κοιλίαν ἐκ τοῦ ἥπατος εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ σύμπας ὁ λόγος ἐστίν. πέμπτον δ’ ἄλλο στόμα οὐκ ἔχει κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόμενον εἰς αὐτὴν αἷμα πρὸς ὅλον ἀποπέμψει τὸ σῶμα. μὴ τοίνυν ἐπιπέμπεσθαι λέγετε τῷ παντὶ σώματι παρὰ τῆς καρδίας αἷμα καὶ πνεῦμα, μηδ’ εἶναι τοῦτο τὸ σπλάγχνον, ὡς ἀρτηριῶν, οὕτω καὶ φλεβῶν ἀρχήν. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόμενον τῆς καρδίας, οὔτ’ ἄλλου τινὸς πλὴν τῶν ὑμένων, οὓς οὐκ ἂν ἡ μηδὲν εἰκῆ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο, μὴ μέγιστόν τι μέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ. καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου καθ’ ἓν βιβλίον τὸ πρῶτον περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφῃναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅμα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑμένας ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος. οὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ μὲν αἵματος ἀρχὴ τὸ ἧπάρ ἐστι, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάμεως ἡ καρδία. ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐμπέμπεσθαι διὰ τῶν χιτώνων ὁμολογεῖ τὴν δύναμιν, ἦπού γε ταῖς φλεψὶν ὁμολογήσει; εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον, ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν, ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναμιν μὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν Ἐρασίστρατον, ὅτι μηδὲ ταῖς ἀρτηρίαις, ἡ δ’ ὕλη τοῦ αἵματος ἐξ ἥπατος ὁρμᾶται σαφῶς. οὐ μὴν, ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι γὰρ, ὡς δέδεικται πρόσθεν. ἆρ’ οὖν, ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστιν, διὰ τοῦτ’ ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες; ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ πρώτῳ γράμματι κατ’ ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ μὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν Ἐρασίστρατος εἰπεῖν, ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ ἔμβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος. οὐ μὴν οὐδ’ ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχὴν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν, ἀλλὰ μόνης τῆς ἐπὶ τοῦ διαπεπλασμένου τελέως ζώου διοικήσεως ἀρχὰς ἀπεφῄνατο τῆς μὲν τῶν ἀρτηριῶν ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν. εἰκότως μὲν οὖν ἀσαφὴς ἡ γνώμη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν, οὐδὲν εἰπόντος ὑπὲρ αἵματος γενέσεως, ἀλλ’ ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν μακρῷ τοῖς ζώοις τῆς κατὰ τὴν γαστέρα. ζῇν μὲν γὰρ οἷόν τ’ ἐστὶν ἡμῖν, εἰ καὶ μηδὲ ὅλως ἡ γαστὴρ τρίβῃ τὰ σιτία. δυναμένοις γε προσφέρεσθαι χυλοὺς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον, εἰ ἡ τοῦ αἵματος ἀπόλοιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ, οὔθ’ αἱ φλέβες, οὔθ’ ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλμησεν ἀποφῄνασθαι· τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ. οὐ μόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁμοίως γιγνομένην ἐπιχειρήσας ἐξηγεῖσθαι μᾶλλον πάντων ἢ ἀλλοιώσεως ἐμνημόνευσεν. εἰ δὲ ταύτης ἐμνημόνευσεν, εὐθὺς ἂν, οἶμαι, καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουμένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ μεταβολὴ γίγνεται. καθάπερ γὰρ τὸ πῦρ ὁμοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ ἑαυτοῦ ἅμα γένεσίν τε καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῶα τὴν τροφὴν ἑαυτοῖς ὁμοιοῦντα. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡμιπέπτων περιττωμάτων, ὁμοίων ἀεὶ γιγνομένων τοῖς τρεφομένοις σώμασιν, ὧν ἐστι περιττώματα. φυσικώτερος μὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόμενος ἀκοῶν προγεγυμνασμένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς, οὓς ἰδίᾳ διήλθομεν ἑτέρωθι, λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον. ἐν δὲ τῷ παρόντι συντελέσαι βούλομαι τὸν ὑπὲρ τῆς Ἐρασιστράτου γνώμης ἅπαντα λόγον, ᾧ ἀποδέδεικται, ὡς κατὰ τὴν πρώτην ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν. ἅπασαι γὰρ αἱ κατὰ τὸ χορίον φλέβες, αἱ συνάπτουσαι τῇ μήτρᾳ τὸ κυούμενον, ἀποβλαστήματ’ εἰσὶ μιᾶς μεγίστης φλεβὸς ἐξ ἥπατος ὡρμημένης. αὕτη δ’ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παμπόλλων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χορίον, ἄχρι πλείστου μὲν ἄσχιστος καὶ μία μένουσα, διεξέρχεται μέγα διάστημα τὸ κατ’ αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’ ἤδη πρὸς τοὐκτὸς ἕτερον μέγιστον διάστημα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς, καὶ τοῦτο ὁριζόμενον ἑνὶ μὲν, ᾧ νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρματος, ἑτέρῳ δ’, ὅταν ὑπερκύψῃ τὸν ἀμνειόν. ἡ γὰρ διὰ τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀμφαλὸν ἐνηνεγμένην φλέβα περιέχει γενομένην εἰς δύο. τρίτη δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χορίον, οὐκέτι μενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παμπόλλας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειρομένας. αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτ’ ἀπ’ ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς μικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας φλέβας τὰς τοῦ φυτοῦ. οἰκειότερον δ’ ἦν ἄρα, μήτε τὴν ἐκ τοῦ ἥπατος ὁρμηθεῖσαν φλέβα πρέμνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζομένῳ, μήτε τὰς ἐσχάτας τελευτὰς βλαστήμασιν, ἀλλὰ ταύτας μὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐμπεφυκόσι, τὴν μεγίστην δὲ φλέβα τῇ συμπάσῃ τῆς ῥιζώσεως ἀρχῇ. φαίνονται γάρ πως εἰς τὴν μήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐῤῥιζωμέναι τροφὴν ἐξ αὐτῆς αἷμα ἀναφέρειν ἐπὶ τὸ ἧπαρ, ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ μὲν οὐδαμῶς ἂν ἔχοις ἔτι προσνέμειν τὴν ἀρχὴν, ἀναγκασθήσῃ δὲ πάντα τὰ εἰς τὴν μήτραν ἐμφυόμενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. ἀλλὰ εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς μήτρας καθήκοντα πέρατα θέσθαι τὴν καρδίαν ὑπερβάντι. δεῖξον οὖν ἡμῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρμωμένην. ἀλλ’ ὅμως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόμενον τῆς μήτρας εἰς χορίον, οὔτ’ ἐν τῷ χορίῳ φαινόμενον, οὔτε κατὰ τὸν ὀμφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν, ἢ ἔσωθεν ἔξω προερχόμενον. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωμένου συναφθῆναι τῇ μήτρᾳ, καθάπερ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται μὲν γὰρ δέονται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ δεῖται. δέδεικται δὲ κᾀν τοῖς ἔμπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ μέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυομένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χορίον ἁπάσαις ἐστὶν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας ἀρτηρία. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χορίον ἁπάσαις χορηγεῖ τῆς οἰκείας δυνάμεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ τοῦ σπέρματος ἡ ἀρχὴ τοῖς ἐμβρύοις ἐστὶ τῶν διοικουσῶν αὐτὰ δυνάμεων, οὐκ ἐκ τῆς μήτρας. ἀμέλει κᾂν βρόχῳ διαλάβῃς, ἢ τοῖς σαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀμφαλὸν ἀρτηρίας, ἀσφύκτους ὄψει παραχρῆμα τὰς κατὰ τὸ χορίον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἂν, εἰ τὴν ἀρχὴν τῆς κινήσεως αὐταῖς ἡ μήτρα παρεῖχεν. ἔοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγματι σαφεῖ τε ἅμα καὶ τοῖς ἀνατομικοῖς σχεδὸν ἅπασιν ὡμολογημένῳ. καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυούσης τὸ ἐπιγάστριον, καὶ ὅπως γυμνὸν ἐργάζεσθαι τὸ ἔμβρυον, ἔτι τῇ μήτρᾳ προσεχόμενον, οὐχ ἡμέτερον εὕρημά ἐστιν, ἀλλὰ πολλοῖς τοῖς ἔμπροσθεν εἴρηται. τοῖς δ’ αὐτοῖς τούτοις ὡμολόγηται καὶ ὅτι τὸ κυούμενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὰ δυνάμεων, ὥστε τούτου μὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν, εἴτε τὸ ἔμβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν, εἴθ’ ἡ μήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ’, ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν. ἑτοίμη δ’ εὕρεσις ἐκ τῶν ἐν ταῖς ἀνατομαῖς φαινομένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ κατὰ τὸ χορίον, ἐκεῖθεν πεφύκασιν. ἀλλὰ μὴν ἐναργῶς τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλμοὺς ἔχουσιν, εἰς μίαν ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι πρὸς τὴν μεγάλην ἀρτηρίαν τὴν κατὰ ῥάχιν. ἀλλ’ ἐνταῦθα μὲν ὥσπερ ἔξωθεν τοῦ ἐμβρύου δίεισιν ἡ ἀρτηρία καθ’ ὅλον τὸν ἀμνειὸν, οὕτω καὶ μέχρι τῆς κατὰ ῥάχιν ἀρτηρία δύο διαμένουσαι προέρχονται. συνέρχονται δ’ εἰς φλέβα μίαν αἱ κατὰ τὸν ὀμφαλὸν ὁρμώμεναι δύο φλέβες. αὕτη μὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος ἀφικνεῖται τὰς δύο ἀρτηρίας, οὔτ’ ἐπὶ τὴν καρδίαν αὐτὴν ἄντικρυς, οὔτ’ ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἡ φορά. περιλαβοῦσαι γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται, μέχρι περ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ σκέλη τοῦ κυουμένου φερομέναις ἀρτηρίαις. ἀλλ’ ἐπεὶ τῆς κατὰ τὴν ὀσφὺν ἀφώρμηνται τῆς μεγάλης ἀρτηρίας, διὰ τοῦτ’ ἔνιοι τῶν ἀνατομικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ μὲν ἀκριβολογεῖταί τις, οὐκ ἀληθεύοντες, εἰ δὲ, ὡς εἴρηται, νῦν ἀκούει τῶν λεγομένων, οὔτε ἀκριβοῦντες τοῦ φαινομένου τὴν διήγησιν, οὔτε μέγα τι σφαλλόμενοι. θαυμαστὸν οὖν εἶναί μοι δοκεῖ τῶν ἀνδρῶν ὅσοι τὰς μὲν ἀρτηρίας ἁπάσας τὰς κατὰ τὸ χορίον τε καὶ τὸν ὀμφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι φασὶν, καίτοι οὔτ’ ἐξ ἐκείνης ἐκφυομένας, οὔτ’ ἐκ τῆς μεγάλης τῆς κατ’ ὀσφὺν, ἀλλ’ ἐκ τῶν ἀπ’ ἐκείνης εἰς τὰ σκέλη πεφυκυιῶν ἕτερα. δίκαιον ἦν, οἶμαι, τὸ ἧπαρ ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀμφαλόν τε καὶ τὸ χορίον ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέμεθα τῶν ἀρτηριῶν. ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε, τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ μᾶλλον οὖν τὸ ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον, ἢ τὴν καρδίαν τῶν ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατομῆς φαινομένοις, ἐναργέστερα γὰρ αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσματα. μὴ τοίνυν μηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον αἱ φλέβες, εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεισαν.

Ὁ λόγος δ’ οὐκ ἔτι μοι πρὸς Ἐρασίστρατον ἢ τοὺς Ἐρασιστρατείους ἐστὶν, ἀλλὰ πρὸς τοὺς ἡγουμένους, οὐ, διότι πληροῦνται πνεύματος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί τε καὶ σφύζειν αὐτὰς, ἀλλὰ, διότι διαστέλλονταί τε καὶ σφύζουσι, διὰ τοῦτο πληροῦσθαι. κοινὸν μὲν οὖν τουτὶ τὸ δόγμα πολλῶν τ’ ἐστὶ καὶ δοκίμων ἀνδρῶν, ὥσπερ γε καὶ ὅτι τὴν δύναμιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν ἀρτηριῶν τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαμβάνουσιν. ἀπεσχίσθησαν δ’ οὖν οὐκ οἶδ’ ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας τε καὶ Φιλότιμος ὁμολογήσαντες τἄλλα, καὶ νομίζουσι τὸ πάμπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ σάρκα τις ἐκτεμὼν ζώου καταθείη παλλομένην ἐπὶ τῆς γῆς, ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν τῶν ἀρτηριῶν. οὔκουν ἐβουλόμην ἐς τοσόνδε διαμαρτεῖν τοῦ φαινομένου τηλικούτους ἄνδρας, ὡς μὴ δύνασθαι διορίσαι παλμὸν σφυγμοῦ. χρὴ δ’, οἶμαι, γιγνώσκεσθαι μὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι δὲ καὶ ὡς, εἰ μόνην ἐκτέμοις ἀρτηρίαν, οὐ κινεῖται, καθάπερ οὐδ’ εἰ βρόχῳ διαλάβοις ἔτι συνημμένην τῇ καρδίᾳ. καίτοι θαυμαστὸν, ἡνίκα μέν ἐστιν ἔξω τοῦ ζώου, μὴ μόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων μορίων ἀφῃρημένης συμπνοίας, ἀκωλύτως σφύζειν αὐτὴν, ἡνίκα δὲ συνῆπται πᾶσιν, ἄσφυκτον γίγνεσθαι βρόχῳ διαληφθεῖσαν. ἀλλ’ οὐδὲ γὰρ ἔξω, θαυμασιώτατε Πραξαγόρα, πάλλεται διὰ παντὸς ἐκτεμνομένη τοῦ ζώου. καίτοι τί περὶ τούτου φιλοτιμοῦμαι διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι μόνας τὰς ἀρτηρίας ἀκινήτους τε καὶ ἀσφύκτους ἀκριβῶς γενομένας, ὅταν ἐκτμηθῶσι τοῦ ζώου. παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ κινεῖσθαι. καὶ τοῦτ’ ὀρθῶς μὲν εἶπε καὶ ὁ Ἐρασίστρατος, οὐκ ὀρθῶς δ’ ἐξηγήσατο τῆς κινήσεως τὴν γένεσιν. οὐ γὰρ ὡς ἀσκὸς ἐμφυσώμενος ὑπὸ τῆς καρδίας ἐκθλιβούσης τὸ πνεῦμα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ’ αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ κεκοινώνηκε δυνάμεως. ὅτι δ’ ὅλον σφύζει τῆς καρδίας τὸ σῶμα, διαστελλόμενόν τε καὶ συστελλόμενον ἐξ ἑαυτοῦ, σχεδὸν ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατομῶν γνωρίσεις, τηνικαῦτα τὸ δεξιὸν αὐτοῦ μέρος ἀναπτύξας. γυμνοῦται δ’ ἡ καρδία χωρὶς τοῦ συντμηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος, ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασμα. τριττὴ δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ μέσα τὰ στέρνα, μηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν. ἐὰν οὖν ἅμα τε τοῦτο ποιήσῃς καὶ τέμῃς ὄρθιον, ὡς εἴρηται, τὸν δεξιὸν θώρακα, τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐναργῶς ὄψει τὸν σφυγμόν. οὐ λήσεταί σε οὐδὲ τὸ καταφυόμενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ ἐστὶν ἀποβλάστημα τῆς κοίλης, ὁμοίως ταῖς ἀρτηρίαις σφύζον. εἴτε δὲ τῷ δέχεσθαι δύναμιν ἐκ τῆς καρδίας ἄχρι τοῦ βράττεσθαι ἐπιῤῥέουσαν, εἴτε τοῦ αἵματος τῆς ἐπὶ τἀναντία φορᾶς τῇ κατὰ τὸ δεξιὸν οὖς, εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν κίνησιν ταύτην ἡ κοίλη φλὲψ λαμβάνει, περιττὸν ἐν τῷ παρόντι σκοπεῖν. ἱκανὸν γὰρ εἰς τὰ προκείμενα τὸ μηδ’ ὅλως σφύζειν αὐτὴν, ὥσπερ τὴν μεγάλην ἀρτηρίαν ἅμα ταῖς ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶμα. ὅτι μὲν οὖν οὔτε τῆς πρώτης γενέσεως τῶν φλεβῶν, οὔτε τῆς μετὰ ταῦτα διοικήσεώς ἐστιν ἀρχὴ ἡ καρδία, δέδεικται σαφῶς.

Ὑπόλοιπον δ’ ἐστὶν, ὑπὲρ οὗ ἐδόξασάν τινες ἄτοπον μὲν ἱκανῶς, ὅμως δὲ ἀρέσαν ἐνίοις τῶν ἐνδόξων ἰατρῶν, ἐξηγήσασθαι μὲν πρότερον, ἐπιδεῖξαι δ’ ἔτι, καθ’ ὅ τι διήμαρται. φασὶ γὰρ, ὥσπερ ὁδοῦ τις ἀρχὴ λέγεται, κατὰ τὸν αὐτὸν ἐγχωρεῖν τρόπον εἶναί τινα καὶ φλεβῶν ἀρχὴν, οὐδὲν κωλῦον, εἰ καὶ τελευτὴν ὀνομάζει τις αὐτήν· ἐν γὰρ τῷ πρός τι τὴν τοιαύτην ἀρχὴν εἶναι τὰς Ἀθήνας. ἀλλὰ κατὰ τοῦτόν γε τὸν τρόπον οὐχ ἡ καρδία μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο μόριον ἀρχή τε ἅμα δύναται καὶ τελευτὴ λέγεσθαι τῶν εἰς αὐτὸ καταφερομένων ἀγγείων. οὕτως οὖν καὶ ἡ καρδία τῆς κοίλης φλεβὸς οὐδὲν ἂν μᾶλλον ἀρχὴ ἢ τελευτὴ νομίζοιτο. τῆς δ’ ἐπὶ ταῖς πύλαις οὐδαμῶς ἂν ἀρχὴ ἢ τελευτὴ νομίζοιτο, μήτ’ αὐτῆς ἐκείνης τῆς φλεβὸς εἰς τὴν καρδίαν περαινούσης, μήτε τῶν ἀπ’ αὐτῆς ἀποσχιζομένων μηδεμιᾶς, οὐκοῦν οὐδὲ τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. ὥστε διαμαρτάνουσιν οἱ μηδὲν ὧν οἴδασι δέον ὁδῶν μνημονεύοντες· ἄχρηστος γὰρ ἡ τοιαύτη ζήτησις τοῖς ὑποθεμένοις γε, χρήσιμον ὑπάρχειν αὐτήν. τὸ μὲν δὴ ἧπαρ ἀρχή τε ἅμα καὶ τελευτὴ συναπασῶν ἔσται τῶν φλεβῶν, ἄλλο δ’ οὐδὲν οὔτε σπλάγχνον οὔτε μέρος, ὅτι μηδὲ συνεχεῖς εἰσιν αἱ καθ’ ὅλον τὸ σῶμα φλέβες ἑτέρῳ τινὶ μορίῳ. πάλιν οὖν ἄνωθεν ἐπὶ κεφαλαίων ἀναλάβωμεν τὸν λόγον. εἰ τὴν τῆς πρώτης γενέσεως ἀρχὴν τῶν φλεβῶν ζητεῖς, ἧπάρ ἐστιν· εἰ τῆς κατὰ τὴν ὕλην διοικήσεως, ᾗ τρέφεται τὸ σύμπαν σῶμα, καὶ δυνάμεως, οὐδ’ οὕτως ἄλλο τι σπλάγχνον εὑρήσεις ἐπιτηδειότατον ἀρχὴν νομισθῆναι. φημὶ γὰρ καὶ τὰς φύσει παρελθὼν ἀρχὰς, εἰ τὴν ὡς διδασκαλίας ἀρχὴν, ἢ τὴν ὡς ὁδὸν, ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις σκοπεῖσθαι, πᾶσαν ἐπίνοιαν ἀρχῆς ἐπιτήδειόν ἐστι δέξασθαι τὸ ἧπαρ. εἰ γὰρ ὄντως τε καὶ φύσει τῶν φλεβῶν ἐστιν ἀρχὴ, θαυμαστὸν τοῦτο κατὰ πάντα τρόπον ἀρχὴν αὐτῶν εὑρίσκεσθαι. ἆρ’ οὖν ἤδη καταπαύωμεν ἐνταυθοῖ τὸν λόγον, ἢ προστιθῶμεν αὐτῷ κεφάλαιον ἕν τι τῶν ἔμπροσθεν ἀναβληθέντων, ἡνίκ’ ἐλέγομεν, οὐκ ἄν τινα γεγυμνασμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς ἄλλο γενέσεως αἵματος ἀποφαίνεσθαι σπλάγχνον αἰτιώτερον ἥπατος; ἄμεινον ἴσως ἐστὶν ὑπὲρ τοῦ πάντ’ εἰρῆσθαι προσθεῖναι, κᾂν ὅτι μάλιστα τὸ προκείμενον ἐξ ἀρχῆς ἀποδεδειγμένον ὑπάρχει τελέως. ὅτι μὲν ἀλλοιοῦται τὸ τρέφον εἰς τὴν τοῦ τρεφομένου μεταβαλλόμενον οὐσίαν, ἡμῖν τε δι’ ἑτέρων ἀποδέδεικται καὶ σχεδὸν ὑπὸ τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων ἀποδέδεικται. ὅτι δ’, εἴπερ ὁ ἐκ τῆς γαστρὸς εἰς ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γιγνόμενος, ἀναγκαῖον ὑπὸ τῆς οἰκείας οὐσίας τοῦ ἥπατος ἐγγίγνεσθαι τὴν ἀλλοίωσιν αὐτὴν, τοῦτ’ οὐκέτι σύμπαντες ὁμολογοῦσιν, ἀλλ’ ἡγοῦνταί τινες, αὐτοὺς τῶν φλεβῶν τοὺς χιτῶνας ἐργάζεσθαι τὸ αἷμα. καίτοι γ’, εἰ ἐκκενώσαις αὐτοὺς, οὐδὲν ὑμενώδους ἢ νευρώδους οὐσίας θεάσῃ διαφέροντας. ὥσπερ οὖν, εἴ τις ὑπὸ νεύρων, ἢ ὑμένων, ἢ ὀστῶν, ἢ χόνδρων, ἢ πιμελῆς, ἢ ὅλως ἀναίμου σώματος ἔφασκε γίγνεσθαι τὸ αἷμα, κατέγνωμεν ἂν ἑτοίμως αὐτοῦ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, εἰ καὶ τοῖς τῶν φλεβῶν χιτῶσι κατὰ τὴν ἑαυτῶν φύσιν ἀναφέροι γένεσιν αἵματος. οὐ γὰρ ἐρυθρὸν ἐκεῖνοί γε χυμὸν, ἀλλὰ λευκὸν καὶ γλίσχρον ἐργάζεσθαι πεφύκασιν, ἐξ οὑ ἥ τε γένεσις αὐτοῖς ἐστιν, ἥ τ’ αὔξησίς τε καὶ θρέψις. ἀποδέδεικται δὲ περὶ τούτων ἐν τῷ προτέρῳ περὶ σπέρματος γράμματι. καὶ μὴν, εἵπερ εἰς ὁμοίαν ἰδέαν τῷ μεταβάλλοντι τὸ μεταβαλλόμενον ἀφικνεῖται, τῆς τοῦ ἥπατος αὐτοῦ σαρκὸς οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον εἰς αἵματος γένεσιν. εἰ γὰρ παχυνθείη τὸ αἷμα, σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται. πολλὰ δ’ ἀγνοήσαντες, οἶμαι, τῶν φυσικῶν οἱ πλεῖστοι πράγμαθ’ ἡμῖν παρέχουσιν, ὧν ἄλλα τέ τινά ἐστι καὶ τὰ διὰ τῆς περὶ τῶν φυσικῶν δυνάμεων πραγματείας ἀποδεδειγμένα. περιστέλλεται γὰρ ἡ γαστὴρ τοῖς σιτίοις, ἕλκουσα τὸν οἰκεῖον ἑαυτῇ χυμὸν ἐξ αὐτῶν, ἔστ’ ἂν ἀπολαύσασα καὶ τελέως ἐμπλησθεῖσα διώσηται τὸ περιττὸν ἅπαν εἰς τὴν νῆστιν. ἐντεῦθεν δ’ αὖθις ἕλκει τὸ ἧπαρ εἰς ἑαυτὸ προκατειργασμένον αὐτὸν ἐν τῇ γαστρὶ κατὰ τὸν ἔμπροσθεν χρόνον, οὐ μὰ Δία τῆς γαστρὸς ἕνεκα τοῦ ἥπατος ἀλλοιούσης αὐτὸν, ἀλλὰ ἀδύνατον εἰς ταὐτὸν ἀλλήλοις ἰόντα δύο σώματα μὴ δρᾷν καὶ πάσχειν εἰς ἄλληλα. δέδεικται γὰρ δὴ καὶ τοῦθ’ ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ, καὶ ὡς τὸ ἰσχυρότερον νικᾷ καὶ μεταβάλλει θάτερον. ὥσπερ οὖν τὸ τῆς γαστρὸς λείψανον ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον· τοῖς μεθ’ ἧπαρ ἅπασι τὸ τούτου πάλιν αὐτοῦ περιττὸν, οὐδ’ οὖν οὐδ’ αὐτοῦ τοῦ ἥπατος ἐκείνων ἕνεκεν ἀλλοιώσαντος τὴν τροφὴν, ἀλλὰ καθ’ ὃν εἴρηκα τρόπον, ἡνίκα μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος ἐπιτηδειότερα ἐν τῷδε γίγνεται τοῖς μεθ’ ἧπαρ μορίοις. ὡς γὰρ αὐτὸ διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν ἐντέρων τὴν τροφὴν, οὕτως, ὅσα μετ’ ἐκεῖνο τέτακται, δι’ ἄλλων ἕλκει φλεβῶν εἰς ἑαυτὰ, κᾄπειτ’ αὖθις ἕτερα, καὶ τοῦτο ὑπάρχει γιγνόμενον, ἄχρι περ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ ζώου μόριον ἡ τροφὴ, παρασκευάζει δ’ ἕκαστον ἀεὶ καὶ προπέττει τὸ μεθ’ αὑτὸ κατὰ τὸ συνεχὲς τῆς διαδόσεως. οὕτως οὖν καὶ τὸ ἧπαρ παρομοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα χυλὸν ἑαυτῷ, τοὐτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ τῇ ἑαυτοῦ, τῷ καλουμένῳ πρὸς ἐνίων ἰατρῶν παρεγχύματι. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζώου μορίων, σύνθετον ὑπάρχον ἐξ ἑτέρων ἁπλουστέρων μορίων, πάντως ἴδιόν τι τοιοῦτον ὑπάρχει κατὰ τὴν οὐσίαν, οἷον οὐκ ἄλλο καθ’ ὅλου τοῦ ζώου τὸ σῶμα. τὸ γοῦν τῆς γαστρὸς σῶμα τὸ ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ τὸ τοῦ σπληνὸς, ἐγκεφάλου τε καὶ νεφρῶν, καὶ γλώττης, καὶ ὀφθαλμῶν, καὶ κύστεων, καὶ μητρῶν. ἀρτηρίαι μὲν οὖν καὶ νεῦρα καὶ φλέβες ἐμφύονται τοῖς ὀργάνοις ἕνεκα χρείας κοινῆς, ὡσαύτως δ’ ἐνίοις αὐτῶν ὑμένες τε καὶ σύνδεσμοι. τὸ δ’ ἴδιον ἑκάστου σώματος χωρὶς τούτων ἐστὶ, διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἄλλα κέκτηται. κατὰ μὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι κοινήν. οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώματος ὑπαλλάττεσθαι φλεβὸς, ἢ ἀρτηρίας, ἢ νεύρου τὴν ἐνέργειαν, ἀλλ’ ἄν τε κατὰ τὴν πτέρναν, ἄν τε κατὰ τὸν ἐγκέφαλον ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῆς συνεπινοήσεις τὴν κοινὴν ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ, καὶ φλεβὶ, καὶ ὀστῷ, καὶ χόνδρῳ, καὶ ὑμένι, καὶ συνδέσμῳ, καὶ πιμελῇ. κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστης οὐσίας ἰδίαν ἀναγκαῖον εἶναι τὴν ἐνέργειαν. οἷον γὰρ ἐστι τὸ τοῦ πνεύμονος σῶμα κατὰ τὴν οὐσίαν, οὐκ ἂν εὕροις ἕτερον, οὐδ’. οἷον ἐγκεφάλου οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶμα κατὰ τὴν οὐσίαν ἐστὶν, οὐδὲν ἀκριβῶς ἄλλο τοιοῦτον ὑπάρχει. καὶ νεφροὶ δὲ καὶ σπλὴν ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο. καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ’ ἕκαστον ἴδιος ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ ἡ τοῖσδε σὰρξ ἰδιότητα πολλὴν ἔχει παρὰ τὰς ἄλλας σάρκας. ἐν ὀφθαλμῷ δὲ τί δεῖ καὶ λέγειν, ὡς ἴδιον ἐξαίρετον, καὶ οὐδ’ ἐγγὺς οὐδενὶ τῶν ἄλλων ἐοικός ἐστι τὸ κρυσταλλοειδὲς, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ μηδενὶ προσέοικεν; οὐδὲν οὖν θαυμαστόν ἐστιν, οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν αὑτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον μὲν γάρ ἐστιν, ὥστε τὸ αἷμα καὶ τῷ πεπῆχθαι μόνον αὐτοῦ διαφέρον· θρόμβου μὲν γὰρ ἡ πῆξις ὑπὸ τοῦ περιέχοντος γίγνεται, σβεννύουσα μὲν ἐξ αὐτοῦ τὴν θερμότητα, μελαίνουσα δὲ διὰ τὴν ψύξιν. οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ’ ὑπό γε τῆς ἐμφύτου θερμασίας, κοσμούσης αὐτὸ μᾶλλον ἢ φθειρούσης. ἀλλοιοῦται μὲν γὰρ ἑκατέρως τὸ αἷμα, κᾂν θρόμβος γένηται, κᾂν ἥπατος σάρξ. ἀλλ’ ἡ μὲν εἰς θρόμβον, ἀλλοίωσις ὁδὸς ἐπὶ φθοράν ἐστιν, ἡ δ’ εἰς τὴν ἥπατος οὐσίαν ἐνέργεια φύσεως. οὐδ’ ἔστιν οὐδὲν ὁμοιότερον εὑρεῖν αἵματι τῆς ἥπατος ἰδέας. εἴρηται μὲν οὐ καλῶς οὐδ’ ὑπὸ τῶν εἰπόντων, τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷμα· πολὺ δὲ δὴ μᾶλλον ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀκριβῆ περιτίθησιν αὐτῷ τὸν κόσμον. εἴπερ οὖν ἕκαστον μόριον ἐξ ὁμοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ, καὶ τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν, ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡ τοῦ αἵματος γένεσις, ἔργον τῆς ἥπατος σαρκός. αὕτη δ’ ἐστὶν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶμα. διὸ τῶν ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ μονογενές. μετέχει μὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώματος, ἀλλ’ οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο τῆς καρδίας, καὶ διὰ τοῦτ’ ἐρυθρότερόν τε καὶ μαλακώτερον, ἡ δὲ ξηροτέρα τε καὶ θερμοτέρα τοῦ ἥπατος ὑπάρχει. οὕτως γὰρ ἤμελλεν ἅμα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι διττὴν κίνησιν ὁμοίως ταῖς ἀρτηρίαις, ἵν’ ἐκ μὲν τῆς τοιαύτης κινήσεως ἡ συμμετρία φυλάττηται τῆς ἐμφύτου θερμασίας, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐπεδείξαμεν. ἡ σκληρότης δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχει συνεχέσι τε κινήσεσι καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασμέναις ὑπὸ τῆς φύσεως. ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοιοῦτόν ἐστιν, οἷόν περ τὸ τοῦ ἥπατος, ἀλλ’ ὅσῳ θερμότερον τὸ σπλάγχνον τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵματος ξηροτέρου, καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν. εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος μὲν ἐν Τιμαίῳ περὶ τῆς τῶνδε τῶν χρωμάτων γενέσεως, ἀτὰρ οὖν καὶ ἡμεῖς αὖθις ἐξηγησάμεθά τε καὶ ἀπεδείξαμεν, ὡς ἀληθῶς εἴρηται πάντα, γεγραφότες ὑπὲρ αὐτῶν ἰδίᾳ καθ’ ἕτερον λόγον. ἀλλὰ νῦν γε τὸ προκείμενον ἡμῖν περαίνωμεν. αἵματος ὑγροῦ μὲν τὴν κρᾶσιν, ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέμοντες αὐτὸ παντὶ τῷ σώματι φλέβες. αἵματος δὲ ξανθοῦ καὶ λεπτοῦ καὶ λεπτομεροῦς καὶ πνευματώδους ἡ μὲν πρώτη γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῶον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα. δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ὥσθ’ ἅμα μὲν, ὅπερ ἀνεβαλόμην ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν καρδίαν αἵματος, τὰ νῦν εἴρηται, ἅμα δὲ, ὡς ἐσφάλησαν οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν, ἐπιδέδεικται. εἴπερ γὰρ αἵματός τινος, εὐθὺς δήπου καὶ φλεβῶν ἐνόμισαν, ὥσπερ μὴ καὶ τῶν ἀρτηριῶν ἐχουσῶν αἷμα λεπτομερέστατον καὶ θερμότατον. ὡς οὖν ἀρτηριῶν, οὕτως καὶ τοῦ πνευματώδους τε καὶ τοῦ ζέοντος αἵματος ἀρχή τε καὶ πηγὴ τοῖς ζώοις ἐστὶν ἡ καρδία, καὶ διὰ τοῦτο καὶ τὸ θυμοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν αὐτῇ κατῳκῆσθαι. ταῦτ’ ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγεν πηγὴν τοῦ περιφερομένου κατὰ πάντα μέλη σφοδρῶς αἵματος. οὐ ταὐτὸν γάρ ἐστιν ἢ πηγὴν αἵματος ἁπλῶς εἰπεῖν, ἢ προσθεῖναι τοῦ περιφερομένου σφοδρῶς. τὸ μὲν γὰρ ἐξ ἥπατος ὁρμώμενον οὐ περιφέρεται σφοδρῶς, ὅτι μήτε πνευματῶδές ἐστι, μήθ’ ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ’ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον θερμότερόν τε τοῦδε καὶ πνευματῶδες ἱκανῶς ἐστιν, ὡς ἂν σφυζόντων αὐτοῦ τῶν ἀγγείων. καλεῖται δ’ ὑπὸ μὲν τῶν παλαιοτάτων ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν ἀγγείων ὡσαύτως θατέρῳ φλὲψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία μὲν τὸ σφύζον, τὸ δὲ ἄσφυκτον φλέψ. ὅτι δ’ οὕτως ὠνόμαζον οἱ παλαιοὶ, δέδεικται μὲν ἤδη πολλοῖς τῶν ἔμπροσθεν, ἐπιδέδεικται δὲ καὶ πρὸς ἡμῶν ἑτέρωθι. νυνὶ δὲ τοσοῦτον μόνον, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ὑπομνήσω. τῆς κατὰ τὸν ἀγκῶνα καὶ μάλιστα τὸν ἀριστερὸν ἀρτηρίας ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅμα καὶ μεγάλη καὶ εὔτονος, ἰσχυρὰν μὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ θυμοειδῆ δύναμιν, ἀκμαῖον δὲ καὶ ζέον τὸ κατ’ αὐτὴν θερμὸν, ὅπερ ὀνομάζειν μανιῶδές τε καὶ ὀξύθυμον ἔθος· ὁ τοίνυν Ἱπποκράτης ὀνομάζων φλέβα τὴν ἀρτηρίαν ταύτην ᾧδέ πως γράφει κατὰ τὸ δεύτερον τῶν Ἐπιδημίων· ᾧ δ’ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος, ᾧ δ’ ἂν ἀτρεμέῃ, τυφώδης. ὅτι δὲ καὶ τὸ σφύζειν ὄνομα καὶ ὁ σφυγμὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι’ ἄλλων μὲν ἀποδέδεικται, καὶ νῦν δ’ οὐχ ἥκιστα φαίνεται διὰ τῆς πρὸς τὸ ἀτρεμέειν ἀντιθέσεως, καὶ τὸν τυφώδη δὲ, δηλονότι τὸν ἐναντίον τῷ μανικῷ ἢ καὶ ὀξυθύμῳ καὶ ἀόργητον. ὥσθ’ οἷον ὁδοῦ τι πάρεργον ἡμῖν οὐ σμικρὸν ἤνυσται κατὰ τὴν ἐξήγησιν τοῦ τῆς φλεβὸς ὀνόματος ἐπιδείξασιν Ἱπποκράτην πρότερον Πλάτωνος ἐν καρδίᾳ τιθέμενον ἀρχὴν τῆς θυμοειδοῦς δυνάμεως. ἀλλὰ τούτου μὲν καὶ μετ’ ὀλίγον ἐπιμνησθήσομαι. πρὸς δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἐπάνειμι, καθ’ ἣν τὰς ἀρτηρίας ὀνομάζων φλέβας ἔλεγε, τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος. ἐπειδή γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον, ὥσπερ νῦν, ἀρτηρία προσηγόρευται, μόνας δὲ τὰς κατὰ τὸν πνεύμονα, τὰς ὑπὸ τῶν νεωτέρων τραχείας ὀνομασθείσας, οὕτως ἐκάλουν, εὐλόγως ὁ Πλάτων εἰς διορισμὸν, ὁποίων ἄν τινων βούληται φλεβῶν εἶναι τὴν καρδίαν ἀρχὴν, προσέθηκε καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος. εἰς τί μὲν οὖν ἐστι τοῦτο τὸ αἷμα τοῦ ζώου χρηστὸν, αὖθις εἰρήσεται. τὸ δὲ ἐξ ἥπατος ὁρμώμενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώματος ἅπασι μέρεσιν. ὅθεν, οἶμαι, καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγόμενος ἔφη· οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ σώματος τροφῆς τεκτηναμένου. καὶ μέντοι καὶ ἐκ τοῦ λέγειν, τουτὶ μὲν τὸ καθ’ ἧπαρ εἶδος τῆς ψυχῆς σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν ὑπάρχειν, οὐ μὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ μὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόμενος ἀναφέρεσθαι τὴν τροφὴν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι μέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵματος γένεσιν. ἀλλ’ ὅτι μὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, οὐδὲν ἔτι δέομαι νῦν ἐπεξέρχεσθαι, προσθεῖναι δ’ ἄμεινον τῷ λόγῳ τοσόνδε. θερμὸν μὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυμοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ θερμὸν ἱκανῶς τὸ ἐπιθυμητικὸν, ἀλλ’ ἐν φυτοῖς μὲν καὶ πάμπολυ τοῦ θυμοειδοῦς ἀπολειπόμενον, ἐν ζώοις δ’ οὐ τοσοῦτον μὲν, ὅμως δ’ οὐκ ὀλίγον. οὔτε γὰρ ἂν οὕτως θερμὸν εἰργάζετο χυμὸν, εἰ μὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερμασίας ἦν ἀρχή. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἐνδεικνύμενος ἔγραφε· ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷμα, καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ· αἷμα μὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι λέγων, πνεῦμα δ’ ἐκ καρδίας, θερμασίαν δ’ ἐξ ἀμφοῖν. ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ, ἢ αἵματος, ἢ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν πως ἰατρῷ μὲν ἐπὶ τοῖς σωματικοῖς ὀργάνοις, φιλοσόφῳ δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάμεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον. καὶ τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν Ἱπποκράτης καὶ Πλάτων, ὁ μὲν ὑπὲρ τῶν σωματικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάμενος, ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάμεων. διὰ τοῦτ’ οὖν ὁ μὲν Ἱπποκράτης ἐρεῖ, ῥίζωσις φλεβῶν ἧπαρ, ἀνατομήν τε γράφει φλεβῶν τήνδε· ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ ἐντεῦθεν μετέωρος δι’ ἥπατος, καὶ διὰ φρενῶν εἰς καρδίαν. καὶ ἡ μὲν ἰθεῖα ἐς κληῖδας, ἐντεῦθεν δ’ αἱ μὲν εἰς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτην, αἱ δ’ ἀποκαμφθεῖσαι κάτω περὶ παρασπονδύλου καὶ πλευρᾶς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι ταύτης χωρίον. ἄλλη δὲ σμικρὸν κατώτερον ἀποκαμφθεῖσα, ὁκόθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν. ἐπὰν δὲ τῆς ἐπ’ αὐτῆς καρδίας προστύχῃ ἀποκαμπτομένη εἰς τὰ ἀριστερὰ, ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις, καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα, μιᾶς δ’ οὖσα. ἀπὸ μὲν τῆς καρδίας ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσιν μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη, πρότερόν γε πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη, καὶ ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. ἡ δ’ εὐθεῖα ἀπὸ τῆς καρδίας πρὸς κληϊδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίας ἐστὶ, καὶ ἀπὸ ταύτης ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς καρδίας, καὶ ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δ’ ἐς τὸ ἄλλο ἑξῆς ἀφώρμηκε σμικρὸν κάτωθεν φρενῶν. φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. δισσαὶ δ’ ἀπὸ κληΐδων αἱ μὲν ἔνθεν, αἱ δ’ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον. ὅπῃ δ’ ἐντεῦθεν, οὔπω οἶδα. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω πλευρέων, ἢ νεφρὸς ἐξ ἀρτηρίας ταύτῃ ἀμφιβεβηκώς. ἀρτηρίαι δὲ ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη τόνον ἔχουσα. ταύτῃ δὲ παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας αἷς καὶ πεφύκασιν, ἄνω δὲ φρενῶν αὗται μᾶλλον ἐκφανέες. οὕτως μὲν ὁ Ἱπποκράτης ἔγραψεν τὴν ἀνατομὴν τῶν ἐξ ἥπατος ἐκφυομένων φλεβῶν, ἐνδεικνύμενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν αὐτήν. ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κᾀν τῷ δευτέρῳ τῆς Ἱπποκράτους ἀνατομῆς. ὁ δὲ Πλάτων οὐ κατὰ τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰς δύναμιν ἀφ’ ἥπατος ὁρμωμένην ἐν Τιμαίῳ διαλεγόμενος ᾧδὲ πως ποιεῖται τὴν τοῦ λόγου διέξοδον. τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς, καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν καὶ τοῦ εἰς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ κεκτημένοι, καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα, ὡς θρέμμα ἄγριον. τρέφειν δὲ δὴ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλει τὸ θνητὸν ἔσεσθαι γένος. καὶ μικρὸν προελθὼν τοῦτο δή φησιν· ὁ θεὸς ἐπιβουλεύσας αὐτοῦ τὴν ἥπατος ἰδέαν συνέστησεν. ἐπὶ μὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ νειμάμενοι τοὺς λόγους, ὁ μὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ ὑπὲρ τῆς διοικούσης αὐτὰ δυνάμεως διελέχθη. ἐπὶ δὲ τῆς καρδίας ἑκατέρως ἀμφότεροι μετεχειρίσαντο, Πλάτων μὲν ἐν Τιμαίῳ γράφων ᾧδε. τὴν δὲ δὴ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ τοῦ περιφερομένου κατὰ πάντα τὰ μέρη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’, ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος, εἴ τις ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν, ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο τὸ ἐπήκοον, καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεμονεῖν ἐῷ. Πλάτων μὲν οὖν οὕτως ἀμφοτέρους τοὺς λόγους ἔμιξεν εἰς ταὐτὸ, τούς τε περὶ θυμοειδοῦς ψυχῆς καὶ τοὺς περὶ τῆς καρδίας καὶ τῶν ἀπ’ αὐτῆς πεφυκότων ἀγγείων. Ἱπποκράτης δ’ αὖ πάλιν οὐδ’ αὐτὸς ἀπέχεται τοῦ περὶ τῆς τοιαύτης εἰπεῖν τι, μάλιστα μὲν ἐν ᾗ μικρὸν πρόσθεν ἔγραψα ῥήσει, καθ’ ἣν ἐκ τοῦ σφυγμοῦ τῆς κατ’ ἀγκῶνα φλεβὸς ἐτεκμαίρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη δὲ κᾀν τῷ θεραπεύειν ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγμέναις ἕξεσι σώματος. ἐπιτήδευσιν γάρ φησιν ὀξυθύμου ἐμποιεῖν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐκχυμώσιος. ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ τῆς καρδίας, ἵν’, ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος. οἱ δὲ μετ’ αὐτὸν φιλόσοφοι καὶ ὁρισμὸν τοῦτον ἐποιήσαντο τοῦ θυμοῦ, ζέσιν εἶναι φάσκοντες αὐτὸν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. καὶ μὲν δὴ καὶ ὁπότε περὶ γενέσεως πυρετοῦ διαλεγόμενος ὁ Ἱπποκράτης φησίν· αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας ἐξαπτόμενος ὑπὸ τοῦ θώρακος, καὶ εἰς τὴν κεφαλὴν ἀναπέμπων οἷα φλόγα· τῆς ἐμφύτου θερμασίας ἀρχὴν οἶδε τὴν καρδίαν. ἀλλὰ γὰρ οὐ πρόκειταί μοι κατὰ τήνδε τὴν πραγματείαν οὔτε ἀθροίζειν ἁπάσας τῶν ἀνδρῶν τὰς ῥήσεις, οὔτ’ ἐξηγεῖσθαι, μέλλοντί γε δι’ ἑτέρων ὑπομνημάτων ἰδίᾳ ποιεῖσθαι τὰς ἐξηγήσεις· ὅπερ δὲ ἐναρχόμενος εἶπον, ἐπισκέψασθαί τε καὶ κρῖναι τὰ δόγματα μόνον, εἴτε κατὰ πάντα ἀλλήλοις ὁμολογοῦσιν, εἴτε καὶ μή. καταπαύειν ἤδη καιρὸς ἐν τῷδε καὶ τόνδε τὸν λόγον, ἀρχῆς τοῦ ἥπατος ἀποδεδειγμένου καὶ φλεβῶν, καὶ αἵματος, καὶ τῆς ἐπιθυμητικῆς ψυχῆς. ἐπεὶ δ’ οὐ μόνον Ἱπποκράτης καὶ Πλάτων οὕτως ἐδόξαζον, ἀλλὰ καὶ τῶν ποιητῶν, οἷς ὡς μάρτυσι χρῆται Χρύσιππος, οὐχ οἱ φαυλότατοι, ἔγνωκα ἔτι καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ διὰ τὴν θαυμαστὴν αὐτοῦ σοφίαν, ὃς ἀποχωρῶν ἑκάστοτε τῶν ἐπιστημονικῶν ἀποδείξεων ποιηταῖς καὶ μυθολογήμασι καὶ γυναιξὶν εἰς πίστιν δογμάτων χρῆται, οὐ μὴν οὐδὲ αὐτὸ τοῦτ’ αἰσθανόμενος, ὡς ἀντιμαρτυροῦσιν αὐτῷ καὶ τἀναντία τίθενται σύμπαντες αὐτοὶ, καθάπερ ἔμπροσθεν ἔδειξα, τὸν μὲν θυμὸν ἐν τῇ καρδίᾳ, τὸν λογισμὸν δ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι πεπιστευκότες. ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐν ἥπατι κατοικίζουσιν, ἐνῆν μέν μοι καὶ τοῦτο διὰ πλειόνων πιστοῦσθαι μαρτύρων, ὅπως δὲ μὴ δόξαιμι |σπουδάζειν, ἃ φεύγειν παραινῶ, καὶ τρίβειν τὸν χρόνον ἀχρήστοις πράγμασιν, Ὁμήρου μνημονεύσω, τὸν Τιτυὸν εἰς Ἅιδου κολαζόμενον εἰσάγοντος, ἐφ’ οἷς ἀκολασταίνειν ἐπεχείρησεν εἰς τὴν Λητώ·

Καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱὸν, Κείμενον ἐν δαπέδῳ, ὁ δ’ ἔπ’ ἐννέα κεῖτο πέλεθρα, Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον Δέρτρον ἔσω δύνοντες, ὁ δ’ οὐκ ἀπαμύνετο χερσί. Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν, Πυθῶδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.

οὐ τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων ἐσθιόμενον ἐποίησε τοῦ Τιτυοῦ, δι’ ἐρωτικὴν ἐπιθυμίαν ἐξυβρίζειν ἐπιχειρήσαντος, ἀλλὰ τὸ ἧπαρ μόνον, εἰς τὸ τῆς ὕβρεως αἴτιον σπλάγχνον κολάζεσθαι φάμενος αὐτὸν, ὥσπερ ἦν εὔλογον. οὕτω γοῦν εἰώθασι καὶ νῦν ποιεῖν οἱ τοὺς ἁμαρτάνοντας οἰκέτας καταδικάζοντες, τῶν μὲν ἀποδιδρασκόντων τὰ σκέλη καίοντές τε καὶ κατασχάζοντες καὶ παίοντες, τῶν δὲ κλεπτόντων τὰς χεῖρας, ὥσπερ γε καὶ τῶν γαστριμάργων τὴν γαστέρα, καὶ τῶν φλυαρούντων τὴν γλῶτταν, ἁπλῶς δ’ εἰπεῖν ἐκεῖνα κολάζοντες τὰ μόρια, δι’ ὧν ἐνεργοῦσι τὰς μοχθηρὰς ἐνεργείας. εἰ δ’ ἄλλην τινὰ αἰτίαν ἔχει τις εἰπεῖν τῶν ἐπαινούντων τὰ Χρυσίππου, δι’ ἢν οὕτως Ὅμηρος ἐποίησε κολαζόμενον τὸν Τιτυὸν, ἡδέως ἂν ἀκούσαιμι. μὴ λεγόντων μέντοι μηδ’ εὑρισκόντων, εὔλογον οἶμαι πρὸ Ἱπποκράτους καὶ Πλάτωνος ἐπαινεῖν Ὅμηρον οὕτω δοξάζοντα, καὶ μάρτυρα τίθεσθαι καὶ αὐτὸν, ὧν ἡμεῖς δι’ ἀποδείξεως ἐπιστωσάμεθα.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.

Οὐκ ἐγώ τοῦ μήκους τῆς πραγματείας αἴτιος, ὡς καὶ πρόσθεν εἶπον, ἀλλ’ οἱ ψευδῶν λόγων ὧν ἠρώτησαν ὑπὲρ ἡγεμονικῆς ψυχῆς οὐκ ὀλίγας πληρώσαντες βίβλους, ἃς εἰ μὲν ἀνελέγκτους τις εἴασεν, ὥσπερ ἐγνώκειν ἐγὼ τότε κατ’ ἀρχὰς, οὐκ ἂν ἐδόκει βεβαίως ἀποδεδεῖχθαι τἀληθὲς, εἰ δὲ ἐξήλεγχε πάντας ἑξῆς ἐπιὼν, ὡς μηδένα παραλιπεῖν, εἰς μῆκος οὐκ ἀναγκαῖον ἐκτείνεσθαι συνέβαινε τὴν ὅλην πραγματείαν. ἐπειδὴ τοίνυν τῶν πρώτων ἤδη ὑπομνημάτων οὐκ ὤκνουν τινὲς ἐπαινεῖν, ὡς ἀληθεῖς, οὓς Χρύσιππός τε καὶ ἄλλοι τινὲς ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἠρώτησαν λόγους, ἔδοξε τοῖς ἑταίροις, οἷς μάλιστα χαριζόμενος ἔγραφον ταῦτα, προσθεῖναι τὰς λύσεις αὐτῶν. ἀναγκαῖον γὰρ ὂν ἢ μηκῦναι κατὰ τὴν πραγματείαν, ἢ μὴ δοκεῖν ἀποδεδειχέναι τελέως ὑπὸ τριῶν ἀρχῶν διοικούμενον τὸ ζῶον, αἱρετώτερον ἔδοξεν εἰς μῆκος ἐκτεῖναι. καὶ μέντοι καὶ τὸ τέλος αὐτὸ τοῦ γιγνομένου δείκνυσιν ὀρθῶς ἡμᾶς ἑλομένους ἅπαντας ἐλέγξαι τοὺς ἠρωτημένους λόγους. οὔτε Στωϊκὸς ἔτι φιλόσοφος, οὔτε Περιπατητικὸς, οὔτε ἰατρός τις ὁμοίως θρασὺς, ὡς πρόσθεν εἴρηται, ἔσται, ἀλλ’ ἔνιοί γε καὶ φανερῶς ἐπὶ τὸν ἀληθῆ μετέστησαν λόγον· ἰατροὶ μὲν ἐξ ἐγκεφάλου συγχωροῦντες ἐπιῤῥεῖν αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἅπασι τοῖς κατὰ τὸ ζῶον μέλεσι, φιλόσοφοι δὲ τὸ λογιζόμενον τῆς ψυχῆς ἐνταῦθ’ ὑπάρχειν. ᾐδέσθησαν γὰρ ἐναργῶς ὑπὸ τῆς ἀνατομῆς ἐλεγχθέντες θατέρου τῶν λημμάτων προηγουμένως, ᾧ χρώμενοι ψευδῶς συνελογίζοντο προστιθέντες αὐτῷ τὸ πρὸς ἁπάντων ὁμολογούμενον, καθ’ ὅ φασιν, ἔνθα τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν, ὅπερ καὶ ἀληθές ἐστιν. ἀλλ’ ἥ γε προσληφθεῖσα δεομένη μὲν ἐξ ἀνατομῆς εὑρεθῆναι, κατεψευσμένη δ’ ὑπ’ ἐκείνων, οἰομένων ἐκ τῆς καρδίας ὁρμᾶσθαι τὰ νεῦρα, ψευδὲς εἰκότως εἰργάζετο τοῦ παντὸς λόγου τὸ συμπέρασμα, καί τινές γε τῶν οὐκ ἀλήθειαν, ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ἔθεντο στεργόντων, ἐπιχειρήσαντες ἀνατρέπειν πᾶσιν ὁμολογούμενον ἔμπροσθεν λῆμμα, καταγέλαστοι τελέως ἐφάνησαν. ἐδείχθη γὰρ ἀπ’ αὐτῆς τοῦ ζητουμένου πράγματος τῆς οἰκείας φύσεως ἢ οὐσίας, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὴν πίστιν ἔχον ἡγεμονικὸν, ἁπάντων νοούντων καὶ λεγόντων τὸ κατάρχον αἰσθήσεώς τε καὶ τῆς καθ’ ὁρμὴν κινήσεως. ἐδείχθη δὲ καὶ ὡς αὐτὸς ὁ λόγος ἀρχαῖς μέν ἐστιν μόνον οὐκ ἐνδόξοις, οὐ μὴν ἀλλ’ ἐπιστημονικοῖς τοῖς λήμμασι κεχρημένος, ὅπερ ἴδιόν ἐστιν ἀποδεικτικῆς μεθόδου. οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους ὑπ’ αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισὶ, τοῦτο δ’ ὲν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον τὸν Χρύσιππον. ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον, ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν τῆς ψυχῆς αὐτῆς, μηδενὸς μήτ’ ἐπιθυμητικοῦ μήτε θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι. καίτοι κᾀνταῦθ’ εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ, τάς τε περὶ τῆς ψυχῆς διαφορὰς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένας βασανίζων, ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς, ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν, ἀλλὰ τριῶν ἢ τεττάρων ἂν δεηθείη βιβλίων. ἔστι μὲν γὰρ κᾀνταῦθα λόγος εἶς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς. ἀλλ’ οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ, μήθ’ ὅλως γνόντες, ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστα αὐτῶν ἀληθῆ, καὶ μάλιστά γε τὰ κατ’ ἐκεῖνο τὸ βιβλίον, ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς. ἀλλ’ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ, τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα ταυτὶ, μέμψαιτ’ ἄν τις αὐτῷ· τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος, μίαν οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλείοσιν ὀνομάζεσθαι κατὰ τὴν πρός τι σχέσιν. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γενόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλ’ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἠβούλετο λόγος· ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθε, ποιὰς εἶναι τὰς ἀρετὰς, τοῖς τ’ ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δ’ ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἐπιδεικνύειν, ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος δόξαν; οἱ γὰρ μήτε γνόντες, οἷόν τι πρᾶγμά ἐστι μέθοδος ἀποδεικτικὴ, μήτ’ ἀσκηθέντες ἐν αὐτῇ, μήτε ἀλήθειαν τιμῶντες, οὗτοι δικαιότεροι τοῦ μήκους τῶν λόγων ἔχειν τὴν αἰτίαν. οὗτοι γάρ εἰσι καὶ οἱ πρὸς ἅπασαν ἀπόδειξιν ἀεὶ λογιζόμενοι καὶ στροφὰς ἀσχήμονας στρεφόμενοι χάριν τοῦ δοκεῖν ἀτελῆ τὸν ὅλον ὑπάρχειν λόγον, ὅπου καὶ νῦν, ἐκ πολλοῦ γεγραμμένων τῶν πρὸ τούτου βιβλίων ἔτεσί τε πολλοῖς βεβασανισμένων ὑπὸ τῶν ἀρίστων ἀνδρῶν ἔκ τε τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, ἐξαίφνης τις ἀνεφάνη τῶν Περιπατητικῶν ὑμένας εἶναι λέγων τοὺς ἀπὸ τῆς καρδίας εἰς ἐγκέφαλόν τε καὶ μήνιγγας ἀναφερομένους, ὑφ’ ὧν ἡ ψυχικὴ δύναμις ἀνακομίζεται. καὶ ταῦτ’ ἐπιχειρεῖ λέγειν ἄνθρωπος οὐδ’ ὅλως ἀνατομῆς ἁψάμενος. ἐπεὶ δὲ πρὸς ἡμῶν ἐδέδεικτο καὶ διὰ τῶν ἔμπροσθεν, ὡς τοῖς νεύροις ἐγκέφαλος ἐπιπέμπει δυνάμεις, οἷον πηγή τις ὑπάρχων αὐτὸς, οὐκ ἐκ καρδίας λαμβάνων, ὡς μὲν ἔνιοι, δι’ αὐτῶν ὧν ἔφασαν νεύρων, ὡς δ’ ἄλλοι, διὰ τῶν καρωτίδων ἀρτηριῶν, ἠναγκάσθημεν οὖν αὖθις ἡμεῖς ἐπιδεικνύναι μήθ’ ὑμένας ἀναφερομένους ὅλως ἐκ καρδίας εἰς κεφαλὴν, εἰ δὲ καί τινες τῶν κατὰ τὸν τράχηλον ὑμένων ἐκ καρδίας μὴ εἶναι φάσκοιεν διατέμνοντές τε πάντας αὐτοὺς, ἐκκόπτοντές τε μηδὲν τοῦ ζώου βλαπτομένου. σκεπάσματα γάρ εἰσιν οἱ ὑμένες, ἔνθα περ ἂν ὑπάρχωσι, μορίων, μηδεμίαν ἐνέργειαν ἢ χρείαν ἑτέραν ἔχοντες, ὁποίαν ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες. ὥσπερ οὖν ἐν τούτοις οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ ὅσοι μήτ’ ἠσκήθησαν ἐν ἀποδεικτικῇ μεθόδῳ, μήτ’ ἀληθείας ἐρῶσιν, οὕτω κᾀπὶ τοῦ πλήθους τῶν ἀρετῶν ὁ μὲν ἐπιστημονικὸς λόγος ἐλάχιστος, οἱ δ’ ἐξ ἀμαθίας τε καὶ φιλονεικίας ὁρμώμενοι πολλοί. τίς οὖν ὁ ἐπιστημονικὸς λόγος; ὁ ἀπ’ αὐτῆς δηλονότι τῆς τοῦ πράγματος οὐσίας ὁρμώμενος, ὡς ἐν τῇ περὶ τῆς ἀποδείξεως ἐδείχθη πραγματείᾳ. χρὴ γὰρ ἄρξασθαι μὲν ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐννοίας, μεταβῆναι δ’ ἐντεῦθεν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐπισκοπούμενον, εἴτε μία τῆς κατὰ ψυχὴν ἀρετῆς, εἴτε πλείους εἰσὶν αἱ οὐσίαι κατὰ τὸ κοινότατον τῶν σημαινομένων, ὡς ἐν τοῖς περὶ τῆς ἀποδείξεως εἴρηται βιβλίοις, ἀκουόντων ἡμῶν τοῦ τῆς οὐσίας ὀνόματος, ὅπερ ἐστὶν οἷον ὕπαρξις, ὥς φασιν, ἡ βελτίστη τελειότης τῆς ἑκάστου φύσεως. ἀλλ’ εἴπερ τι τοιοῦτον πρᾶγμά ἐστιν, ἡ ἀρετὴ μία καθ’ ἕκαστον ὑπάρξει τῶν ὄντων. εἴπερ γὰρ τὸ βέλτιστον ἓν, καὶ ἡ τελειότης ἐστὶ μία, κατὰ μὲν τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐπιστήμην ἀναγκαῖον εἶναι τὴν ἀρετὴν, καὶ εἴπερ ἓν τοῦτό ἐστι μόνον ἐν ταῖς ψυχαῖς ἡμῶν τὸ λογιζόμενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς· εἰ δὲ καὶ τὸν θυμὸν, ἀναγκαῖον ἔσται κᾀκείνου γενέσθαι τὴν ἀρετήν. οὕτω δὲ εἰ καὶ τρίτον ἄλλο πρὸς τούτοις εἴη τὸ ἐπιθυμητικὸν, ἑξῆς μὲν αὗται τρεῖς, ἄλλη δ’ ἐκ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως γίγνεται τετάρτη. ἄρα μήτι μακρὸς ὁ λόγος οὐδαμῶς, ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς τῶν ἐπιστημονικῶν. ἀλλὰ μακρὰ λέγειν ἡμᾶς ἀναγκάζουσιν οἱ ληροῦντες μακρὰ, καθάπερ ἀμέλει καὶ νῦν ἀναγκαῖόν ἐστιν, εἰ καὶ μὴ τελέως μακρὰ, μέτρια γοῦν ἔτι διελθεῖν ὑπὲρ τῶν τῆς ψυχῆς ἀρετῶν. εἰ γὰρ, ὡς ἔμπροσθεν δέδεικται, ἕτερον μέν ἐστι τὸ λογιζόμενον, ἕτερον δὲ τὸ ἐπιθυμοῦν, ἄλλο δὲ τὸ θυμούμενον, ἔσται τις ἀρετὴ καθ’ ἕκαστον αὐτῶν μία. κάλει τοίνυν, εἰ βούλει, τὴν μὲν ἐν τῷ λογιζομένῳ σοφίαν, ἢ φρόνησιν, ἢ ἐπιστήμην, ἢ ὅ τι περ ἂν ἄλλο σοι δόξῃ, τὴν δ’ ἐν τῷ θυμουμένῳ πάλιν ἀνδρείαν, ἢ ὅ τι περ ἂν ἄλλο βουληθῇς· οὐ γάρ μοι μέλει τῶν ὀνομάτων, ἀλλ’ ὅτι μίαν αὐτὴν ἀναγκαῖον εἶναι. κάλει δ’, εἴπερ ἐθέλεις, καὶ τὴν ἐν τῷ λοιπῷ τῷ ἐπιθυμητικῷ γιγνομένην ἀρετὴν σωφροσύνην, αὖθις ἡμῶν ἐπισκεπτομένων περὶ τῆς κατ’ αὐτὴν Ἀριστοτέλει τε καὶ Πλάτωνι γεγενημένης διαφωνίας, οὐ μεγάλης ὑπαρχούσης. ἐπεὶ δ’ ἕκαστον μόριον τῆς ὅλης ψυχῆς τὸ κατὰ τὴν ἀξίαν ἑαυτοῦ κάλλος ἔχει, τὴν ψυχὴν ὅλην εἰκότως ἂν εἴποις δικαίαν. ἐν μὲν οὖν τοῖς ἀλόγοις μέρεσιν αὐτῆς ἕξεις τέ τινές εἰσι καὶ δυνάμεις μόνον αἱ ἀρεταὶ, κατὰ δὲ τὸ λογικὸν οὐχ ἕξις μόνον ἢ δύναμίς ἐστιν, ἀλλὰ καὶ ἐπιστήμη ἡ ἀρετή. μόνῳ γὰρ τούτῳ τῷ μέρει τῆς ψυχῆς ἐπιστήμης μέτεστι, τὰ δὲ ἄλλα δυνάμεις μέν τινας καὶ ἕξεις βελτίους τε καὶ χείρους κτᾶσθαι δύναται, μετασχεῖν δ’ ἐπιστήμης ἀμήχανον αὐτοῖς, ἄχρι περ ἂν μηδὲ λόγου. τὸ μὲν οὖν ἀληθὲς οὕτω βραχύ.

Μεταβῶμεν δ’ ἑξῆς ἐπὶ τὸ διημαρτημένον. ἔστι γὰρ οὐδ’ αὐτὸ μακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι. νομίσας γοῦν ὁ Ἀρίστων, μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέη τἀγαθὰ καὶ φεύγειν τὰ κακὰ, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθὰ, μὴ πράττειν δὲ τὰ κακὰ, φρόνησιν· ἀνδρείαν δ’, ὅταν τὰ μὲν θαῤῥῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ’ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην. ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ’ ἐστὶ καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ, τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι. καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂν ὁ βίος διοικοῖτο κατ’ ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς γιγνωσκόντων τε καὶ πραττόντων κατ’ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται. καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίγνοιτ’ ἂν ἡ ἐπιστήμη, μία δ’ ὡσαύτως καὶ ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δ’ ἀνεπιστημοσύνη. ἐὰν οὖν τις τὸν θάνατον, ἢ τὴν πενίαν, ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαῤῥεῖν, ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸν τίθενται ἀγνοεῖν τἀληθὲς, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ’ ἔχει ψυχῆς, ἢν ὀνομάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν ἐπιστήμην οὖσαν, ὧν χρὴ θαῤῥεῖν, ἢ μὴ θαῤῥεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειλημμένων, οἷά πέρ ἐστιν ὑγίεια, καὶ πλοῦτος, καὶ νόσος, καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτ’ ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ’ ἀδιάφορα πάντα. καὶ τοίνυν, εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθὸν, τὸ δ’ ἀνιαρὸν κακὸν, ἀκολουθῶν τῇ δόξῃ τῇδε, τοῦ μὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγὴν, ἀμαθής ἐστιν οὐσίας ἀγαθοῦ, καὶ διὰ ταῦτ’ ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθὸν, φευγόντων δὲ τὸ φαινόμενον κακὸν, ἐχόντων δὲ φύσει τὰς ὁρμὰς ταύτας ἐφ’ ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ’ ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν, ἀναμαρτήτους ἐργάζεται. Χρύσιππος δὲ οὐκ οἶδ’ ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐταῖς πράγμασι προσέχει τὸν νοῦν, ἕτερόν τι νομίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαῤῥητέον ἀγαθόν. ἔστι δ’ οὐχ ἕτερον, ἀλλ’ ἐν ἁπάσαις ταὐτὸν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι μόνον, ὅπερ ἂν ἕλοιτό τις, ἢ πράξειεν, ἢ θαῤῥήσειεν, ὥσπερ γε καὶ τὸ κακὸν, ὃ μήτε ἂν ἕλοιτο, μήτε πράξειε, μήτε θαῤῥήσειεν, ὡς οὖν ὁ λέγων, ἔχειν ἡμᾶς ὀφθαλμοὺς, οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος, ἔχειν ἡμᾶς ὦπας, ἢ ὄμματα, καθάπερ οὐδ’ εἰ τούτων ἀποχωρήσας τῶν ὀνομάτων ἡμᾶς ἔχειν φαίη μόριον ὀπτικὸν, ἢ μόριον ὁρατικὸν, ἢ ὄργανον ὁρατικὸν, οὕτως ὁ λέγων, ἔχειν ἡμᾶς ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν, οὐχ ἕτερόν τι λέγει φάσκοντος ἐπιστήμην αἱρετέων καὶ οὐχ αἱρετέων, ἢ ποιητέων καὶ οὐ ποιητέων, ἢ θαῤῥαλέων καὶ οὐ θαῤῥαλέων ἔχειν ἡμᾶς. ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ’ αὐτὸν τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶν αἱρετέον, καὶ ποιητέον, καὶ θαῤῥητέον. ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐργαζομένην ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον. ὥσπερ οὖν τὸν περὶ τῆς ψυχῆς ἡμῶν μερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ περιέλαβεν ἐπιστημονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας, οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς ἐφεξῆς ἐδίδαξε διὰ βραχέων. ἐν δέ γε τῷ Λάχητι παρέγραψεν· εἴ τις ἐπιστήμας εἶναι νομίζει τὰς ἀρετὰς, οὐ πολλαὶ γίνοιντ’ ἂν, ἀλλὰ καὶ μία γνῶσις ἀγαθῶν τε καὶ κακῶν. οὐκοῦν οὔτε Πλάτων οὔτ’ ἐγὼ πολυλογίας αἴτιος, καθάπερ οὐδ’ Ἀρίστων, ἀλλ’ ὁ μακροὺς μὲν ἀποτείνων λόγους ἐκ λημμάτων ἀρχομένους ἤτοι διαλεκτικῶν μόνον, οὐ μὴν ἐπιστημονικῶν, ἢ οὐδὲ τοιούτων, ἀλλ’ ἤτοι ῥητορικῶν, ἢ σοφιστικῶν. ἐπιδέδεικται δέ μοι τοῦτο κατὰ τὸ δεύτερον ὑπόμνημα τῆσδε τῆς πραγματείας, δεικνύντι τὴν διαφορὰν τῶν λημμάτων, ὅπερ οὐ τοῦ προκειμένου ἐστὶ σκέμματος. οὕτως οὖν κᾀν τοῖς περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται, καταβαλλόντων μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.

Διὰ τοὺς ἀγανακτοῦντας οὖν ἐπὶ τῷ μήκει τῆς ἐνεστώσης πραγματείας ἑτέρωθι μὲν ἰδίᾳ περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς αὖθις ἔγνωκα ποιήσασθαι τὸν λόγον, ἐν δὲ τῷ παρόντι διὰ τοὺς φιλομαθεῖς ἐπείγοντάς με τὰ λείποντα προσθεῖναι τοῖς ἐνεστῶσιν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις ἀφίξομαι. δέδεικται μὲν γὰρ, ὡς ἡ τοῦ γεγεννημένου ζώου διοίκησις ὑπὸ τριῶν ἀρχῶν γίνεται, μιᾶς μὲν τῆς ἐν τῇ κεφαλῇ κατῳκισμένης, ἧς ἔργα καθ’ ἑαυτὴν μὲν ἥ τε φαντασία, καὶ μνήμη, καὶ νόησις, καὶ διανόησις, ἐν δὲ τῷ πρός τι τῆς τ’ αἰσθήσεως ἡγεῖσθαι τοῖς αἰσθανομένοις τοῦ ζώου μέρεσι καὶ τῆς κινήσεως τοῖς κινουμένοις καθ’ ὁρμὴν, ἑτέρας δὲ τῆς ἐν τῇ καρδίᾳ καθιδρυμένης, ἧς ἔργα καθ’ ἑαυτὴν μὲν ὁ τόνος ἐστὶ τῆς ψυχῆς, καὶ τὸ μόνιμον ἐν οἷς ἂν ὁ λογισμὸς κελεύσῃ, καὶ τὸ ἀήττητον, κατὰ πάθος δὲ οἷον ζέσις τῆς ἐμφύτου θερμασίας΄, ποθούσης τιμωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυμὸς, ἐν δὲ τῷ πρός τι θερμασίας ἀρχὴ τῆς κατὰ μέρος εἶναι μορίοις ἀρτηρίαις τε κινήσεως σφυγμικῆς, τῆς δ’ ὑπολοίπου δυνάμεως ἐν ἥπατι καθιδρυμένης ἔργα τὰ περὶ τὴν θρέψιν ἅπαντα κατὰ τὸ ζῶον, ὧν μέγιστον μέρος ἡμῖν τε καὶ πᾶσι τοῖς ἐναίμοις ζώοις ἐστὶν ἡ τοῦ αἵματος γένεσις. τῆς δ’ αὐτῆς ταύτης δυνάμεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις, ἐν ᾗ σφοδρότερον τοῦ δέοντος κινουμένη τήν τ’ ἀκρασίαν καὶ τὴν ἀκολασίαν ἐργάζεται. ἡ μὲν οὖν ἀπόδειξις ἡ δεικνῦσα, τὴν τῶν νεύρων ἀρχὴν εἶναι κατὰ τὴν κεφαλὴν, εὐθὺς ἔχει καὶ τὸ μέρος αὐτῆς συνενδεικνύμενον. ὄντων γὰρ τοῦ λόγου δυοῖν λημμάτων, ἑνὸς μὲν κατὰ τὴν τοῦ προβλήματος ἔννοιαν, ἢ οὐσίαν, ἢ φύσιν, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἑτέρου δὲ φαινομένου διὰ τῆς ἀνατομῆς, τούτῳ τῷ φαινομένῳ μετ’ ἀκριβείας γιγνωσκομένῳ συνδιαγιγνώσκεται τῆς κεφαλῆς τὸ μέρος, ὅθεν ἡ ἀρχὴ τῶν νεύρων ἐστὶν, οὐχ αἱ μήνιγγες, ἀλλ’ ἐγκέφαλος. ἕκαστον γὰρ τῶν ἀποφυομένων νεύρων τριπλοῦν τὴν οὐσίαν ἐστὶ, τὸ μέσον μὲν τοῦ αὐτοῦ, καὶ διὰ βάθους, ὅπερ ἀνάλογόν ἐστι τῇ τῶν δένδρων ἐντεριώνῃ, τὴν ἀρχὴν τῆς γενέσεως ἔχον ἐξ ἐγκεφάλου, περιεχόμενον δ’ ἐν κύκλῳ πρώτῃ μὲν τῇ τῆς λεπτῆς μήνιγγος ἀποφύσει, δευτέρᾳ δὲ τῇ τῆς παχείας. Ἐρασίστρατος δ’, ἄχρι πολλοῦ τὴν ἔξωθεν μοῖραν ὁρῶν μόνην τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας μήνιγγος ὁρμωμένην, |ἀπ’ ἐκείνης ᾤετο πεφυκέναι σύμπαν τὸ νεῦρον, καὶ μεστά γε τὰ πλεῖστα τούτου τῶν συγγραμμάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης τὸν ἐγκέφαλον μήνιγγος πεφυκέναι φάσκοντος τὰ νεῦρα. ἀλλ’ ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων μόνοις τοῖς τῆς τέχνης θεωρήμασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατομὰς, ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ’ ἐγκεφάλου πεφυκυῖαν. ἔχει δὲ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον. ἐθεωροῦμεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου, καὶ ἦν ὁ μὲν ἐγκέφαλος διμερὴς, καθάπερ καὶ τῶν λοιπῶν ζώων, καὶ κοιλίαν παρὰ |τῷ μήκει τῷ εἴδει κειμένην, συντέτρηντο δ’ αὗται εἰς μίαν κατὰ τὴν συναφὴν τῶν μερῶν, ἐκ δὲ ταύτης ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουμένην, καὶ ἐκεῖ ἑτέρα ἦν μικρὰ κοιλία, διεπέφρακτο δὲ ταῖς μήνιγξιν ἕκαστον τῶν μερῶν. ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ’ ἑαυτὴν, καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος, πολὺ δ’ ἔτι μᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγμοῖς καὶ ποικίλοις κατεσκεύαστο. ὥστε μαθεῖν τούτων τὸν θεωροῦντα, ὅτι, ὥσπερ ἐπὶ τῶν λοιπῶν ζώων, ἐλάφου τε καὶ λαγωοῦ, καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν ζώων ὑπεραίρει τοῖς πρὸς ταῦτα χρησίμοις, εὖ κατεσκευασμένοις μυσί τε καὶ νεύροις, οὕτω καὶ ἄνθρωπος, ἐπειδὴ τῶν λοιπῶν ζώων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ’ ἔστι πολύπλοκον, ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων πᾶσαι ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ’ ὅλον εἰπεῖν ἀρχὴ φαίνεται εἶναι τῶν κατὰ τὸ σῶμα ὁ ἐγκέφαλος. ἥ τε γὰρ ἀπὸ τῶν ῥινῶν γιγνομένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ ἀπὸ τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀποφύσεις ἀπὸ τοὺ ἐγκεφάλου. ἐνταῦθα ὁ Ἐρασίστρατος ὁμολογεῖ καὶ πρότερον ἀγνοούμενον ἑαυτῷ σαφῶς ἑωρακέναι τηνικαῦτα, τῶν νεύρων ἕκαστον ἐξ ἐγκεφάλου φυόμενον. ἀκριβῶς δὲ καὶ περὶ τῶν τεττάρων αὐτοῦ κοιλιῶν ἔγραψεν, ἃς οὐδ’ αὐτὸς ἔτει τῷ πρότερον εἶδεν. εἰ δὲ κᾀπὶ τῶν ζώντων ζώων ἐπεποίητο τὴν πεῖραν, ἣν ἡμεῖς οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἐποιησάμεθα, βεβαίως ἂν ἔγνω τὴν μὲν σκληρὰν καὶ παχεῖαν μήνιγγα σκέπης ἕνεκεν γεγενημένην ἐγκεφάλου, τὴν δὲ μαλακὴν καὶ λεπτὴν καὶ τούτου μὲν αὐτοῦ χάριν, ἔτι δὲ μᾶλλον ὑπὲρ τοῦ συνδεῖν ἅπαντα τὰ κατὰ τὸν ἐγκέφαλον ἀγγεῖα, τὰς ἀρτηρίας καὶ τὰς φλέβας. τίνα δέ ἐστιν, ἃ χρῆναί φημι τεθεᾶσθαι κατὰ τὰς ἀνατομὰς εἰς τὴν τῶν τοιούτων δογμάτων εὕρεσιν, ἐπὶ πλέον μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται, μνημονεύσω δὲ καὶ νῦν αὐτῶν τοσούτου μέρους, ὅσον εἰς τὰ παρόντα μάλιστ’ ἐστὶ χρήσιμον. ἐκκοπέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ, ζῶντος ἔτι τοῦ ζώου, καὶ γυμνῆς τῆς παχείας μήνιγγος γενομένης, ἐὰν ἑκατέρωθεν τῆς μέσης εὐθείας, καθ’ ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλουμένη, δι’ ἀγκίστρων ἀνατείνας αὐτὴν, ἢ τέμῃς μόνην, ἢ ἐκτέμῃς ὅλην, οὔτ’ ἀναίσθητον, οὔτ’ ἀκίνητον γίγνεται τὸ ζῶον, ὥσπερ οὐδ’ εἰ τὸ σκέπον αὐτῆς μέρος ὅλον τὸν ὄπισθεν ἐγκέφαλον ἢ τέμνεις μόνον, ἢ ἐκτέμνεις. οὐ μὴν οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέμνοις, οὐδ’ οὕτως τὸ ζῶον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα τῶν κοιλιῶν αὐτοῦ τὴν τομὴν ἐξικέσθαι. μάλιστα μὲν οὖν ἡ ὀπίσω βλάπτει τὸ ζῶον, ἐφεξῆς δὲ ἡ μέση. τῶν προσθίων δὲ ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην, καὶ μᾶλλον μὲν ἐπὶ τῶν πρεσβυτέρων ζώων, ἧττον δ’ ἐπὶ τῶν νέων. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τομαῖς αἱ κατ’ αὐτῶν ἐργάζονται θλίψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ φυλαττομένων ὁρῶμεν ἐνίοτε γιγνομένας ἐπὶ τῶν ἀνατιτρωμένων ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν. ἐκ τούτων οὖν τῶν φαινομένων ἴσως ἄν τις ὑπονοήσειε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦμα δυοῖν θάτερον, εἰ μὲν ἀσώματός ἐστιν ἡ ψυχὴ, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶμα, τοῦτ’ αὐτὸ πνεῦμα τὴν ψυχὴν εἶναι. ἀλλ’ ὅταν γε, συναχθεισῶν τῶν κοιλιῶν, ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῶον, οὐκ ἔθ’ οἷόν τε φάναι, τῶν εἰρημένων ὑπάρχειν τουτὶ τὸ πνεῦμα. βέλτιον οὖν ὑπολαβεῖν, ἐν αὐτῷ μὲν τῷ σώματι|τοῦ ἐγκεφάλου τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν· οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει· τὸ πρῶτον δ’ αὐτῆς ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζώου καὶ προσέτι τὰς καθ’ ὁρμὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦμα, διὸ καὶ κενωθὲν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν μὲν ζωὴν οὐκ ἀφαιρεῖσθαι τὸ ζῶον, ἀναίσθητον δὲ καὶ ἀκίνητον ἐργάζεσθαι. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία, συνδιεφθείρετ’ ἂν αὐτῷ κενουμένῳ παραχρῆμα τὸ ζῶον. εὔλογον οὖν γεννᾶσθαι μὲν τουτὶ τὸ πνεῦμα κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾷν ἀρτηριῶν τε καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούμενα χοροειδῆ πλέγματα γέγονεν, ὄργανον δ’, ὡς ἔφην, εἶναι τὸ πρῶτον αὐτὸ τῆς ψυχῆς. ἔτι δ’ ἂν μᾶλλον ἐλπίσαις γίγνεσθαι τὸ πνεῦμα τοῦτο, τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ, καὶ μάλιστα τῶν ἀρτηριῶν, εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τό δικτυοειδὲς ἰδὼν πλέγμα γιγνόμενον ἐκ τῶν ἐρχομένων εἰς τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶσαι τὸ κρανίον ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουμένην ἐγκεφάλου βάσιν. ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάμην τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγματι περιεχομένην ὑπὸ τῆς παχείας μήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων ὀνομαζομένων ἀρτηριῶν οὐ σμικρά τις ἀφικνουμένη μοῖρα, καθ’ ἑκάτερον μέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόμεναι πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον, ἀλλ’ ἐπ’ ἀλλήλοις κείμενα πολλὰ μετὰ τοῦ συνῆφθαί τε καὶ συμπεφυκέναι πάντα. καὶ πάλιν γε κατὰ τοῦ πλέγματος τοῦδε τηλικούτου ζεύγους ἀρτηριῶν ἐκφυομένου, ἡλίκον ἐξ ἀρχῆς ἦν τὸ παρὰ τῶν καρωτίδων ἧκον, εἰς τὸν ἐγκέφαλον ἀναφέρεται τά τ’ ἄλλα μέρη διαπλέκον αὐτοῦ παμπόλλαις ἀπονεμήσεσι καὶ τὰ κατὰ τὰς κοιλίας ἐργαζόμενα πλέγματα. τὸ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦμα ζωτικόν ἐστί τε καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικὸν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν οὐσίαν. ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦμα κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν γεννᾶται, τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυμῶν ἀναθυμιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν γένεσιν. ἐχρῆν γὰρ δήπου μᾶλλον ἁπάντων αὐτὸ μεταβολῆς ἀκριβοῦς τυχεῖν. εἴπερ οὖν τό τε σπέρμα καὶ τὸ γάλα, καίτοι γ’ ἀπολειπόμενα τῇ δυνάμει τοῦ ψυχικοῦ πνεύματος, ὅμως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεομένη πολυχρόνιον αὐτοῖς ἐμηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις διατριβὴν, καὶ διὰ τοῦτο τῷ μὲν σπέρματι τὴν πρὸ τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ μῆκος τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν ἐγκέφαλον ἐκ τοῦ ζωτικοῦ πνεύματος ἐργαζομένη τὸ ψυχικὸν οἷον λαβύρινθόν τινα ποικίλον ἐδημιούργησε πλησίον ἐγκεφάλου τὸ δικτυοειδὲς πλέγμα. τοῦτό τε οὖν αὐτὸ, τῆς κατασκευῆς τῶν μορίων ἐνδειξαμένης, ἐδιδάχθημεν, ὅτι τε τὸ ψυχικὸν πνεῦμα μήτ’ οὐσία ψυχῆς ἐστι μήτε οἶκος αὐτῆς, ἀλλ’ ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ τὰς τρώσεις αὐτίκα μὲν οἷόν περ νεκρὸν γίγνεσθαι τὸ ζῶον, ἀθροισθέντος δὲ αὖθις ἀναβιώσκεσθαι. καὶ πάνθ’ ἁπλῶς, ὅσα περ εἴρηταί τε καὶ μέλλει λεχθήσεσθαι, τὰ μὲν ἐκ τῆς τῶν μορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑπομένων συμπτωμάτων ἐπὶ ταῖς τομαῖς ἢ θλίψεσιν ἔχει τὴν εὕρεσιν. αὐτίκα γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ μὲν διὰ τῆς καλουμένης χώνης εἰς ὑπερῴαν καθήκουσιν, οἱ δ’ εἰς τὴν ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ’ ἐν τοῖς ὀπτικοῖς φαίνονται νεύροις. καί τις ἄλλος εἰς γῆς ἐμβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ’ ὃ μέρος μάλιστα τῆς παχείας μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ οὐχ ἥκιστα τὸν Ἐρασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι, διὰ τὴν τῆς μήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῶον. ἑώρα γὰρ ἐπὶ τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκομένων βοῶν ἅμα τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῶον γινόμενον. ἀλλ’ οὐ τῷ πάθει τῆς μήνιγγος, ἀλλὰ τῷ γυμνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ’ ἐστὶν ἐκ τοῦ κατὰ πάντα τἄλλα μέρη τὴν μήνιγγα μηδὲν τοιοῦτον τιτρωσκομένην ἐργάζεσθαι. περὶ μὲν οὖν τῆς ὅλης φύσεως ἐγκεφάλου δι’ ἑτέρων λέγεται πραγματειῶν, τὰ μὲν ἐξ ἀνατομῆς φαινόμενα κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων, ἡ δὲ χρεία τῆς κατασκευῆς ἑκάστου τῶν μελῶν ἐν τῇ περὶ χρείας μορίων εἴρηται, οὐκ ὀλίγα δὲ κᾀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν. ἐν δὲ τῷ παρόντι τὰ χρήσιμα μόνα πρὸς τὰ προκείμενα διέρχομαι. τῶν γάρ τοι νεύρων ἐκπεφυκότων ἐγκεφάλου τε καὶ τῶν περικειμένων αὐτῷ μηνίγγων, διὰ μὲν τῆς κατὰ τὸν ἐγκέφαλον ἀποφύσεως ἥ τ’ αἴσθησις ἅπασι τοῖς μέλεσι καὶ ἡ κίνησις χορηγεῖται, ὃ δ’ ἑκατέρας τῶν μηνίγγων ἐστὶν ἀποβλάστημα, τὴν αὐτὴν χρείαν παρέχει τοῖς νεύροις, ἥν περ ἐγκεφάλῳ παρεῖχον ἐκεῖναι. διὸ, κᾂν ἄμφω περιέλῃς, οὐδὲν βλάπτεται τὸ μόριον, εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν μήνιγγας. οὐδὲν γὰρ οὐδ’ ἐπὶ ταύταις βλάπτεται τὸ ζῶον ἔν γε τῷ παραυτίκα χρόνῳ. ὕστερον δ’ εἰ κατὰ συμπάθειαν ἕπεται κίνδυνος, οὐδὲν τοῦτο ἐστὶ πρὸς τὸ ζητούμενον.

Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ ἐγκεφάλου κενωθέντος τοῦ πνεύματος ὅλον τὸ ζῶον ἀναίσθητον ἐγίνετο, καὶ διὰ τοῦτ’ ἔφαμεν αὐτὸ χρήσιμον ὑπάρχειν εἰς τὰς τῶν μορίων αἰσθήσεις τε καὶ κινήσεις, οὕτως ἡγητέον ἐστὶ, καὶ καθ’ ἕκαστον νεῦρον εἶναί τι πνεῦμα, καὶ πότερον ἐγχώριόν τέ τι καὶ σύμφυτον αὐτοῖς εἶναι τοῦτο τὸ πληττόμενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος ὥσπερ ἀγγέλου τινὸς, ἢ σύμφυτον μέν ἐστιν αὐτοῖς οὐδὲν, ἐπιῤῥεῖ δ’ ἐξ ἐγκεφάλου κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ κινῆσαι προαιρούμεθα τὸ μέρος, ἐγὼ μὲν οὐκ ἔχω προχείρως ἀποφῄνασθαι, προκείσθω δ’ ἐν κοινῷ σκοπεῖσθαι καὶ ταῦτα μὲν ἄμφω τὰ νῦν εἰρημένα, καὶ πρὸς τοῖσδε τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ αἰνίττεσθαί μοι δοκοῦσιν οἱ κατὰ δύναμιν ἐπιῤῥεῖν τινα χωρὶς οὐσίας φάσκοντες. αἱ γὰρ κατ’ ἀλλοίωσιν εἰς τὰ συνεχῆ σώματα διαδόσεις τῶν ποιοτήτων ἐπιῤῥοαὶ δυνάμεως ὑπ’ αὐτῶν λέγονται, καθάπερ, ὅταν ἐπὶ τοῦ περιέχοντος ἀέρος ἐκ τῆς ἡλιακῆς αὐγῆς ὁρμηθεῖσά τις ποιότης εἰς ἅπαν αὐτοῦ μέρος ἀφικνῆται, διάδοσις αὐτῆς τῆς οὐσίας τοῦ ἡλίου μενούσης κατὰ χώραν. ἐπιδέδεικται γὰρ ἡμῖν τοῦτο κατὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν. οὔκουν οἷόν τε προχείρως ἀποφῄνασθαι, πότερον οὕτως ἐξ ἐγκεφάλου δύναμις ἐπιῤῥεῖ τοῖς μέλεσι διὰ νεύρων, ἢ τῆς τοῦ πνεύματος οὐσίας παραγινομένης ἄχρι τῶν αἰσθανομένων καὶ κινουμένων μορίων, ἢ μέχρι τινὸς ἐμπιπτούσης τοῖς νεύροις, ὡς ἀλλοιῶσαι σφοδρῶς αὐτὰ, κᾄπειθ’ οὕτως τῆς ἀλλοιώσεως ἄχρι τῶν κινουμένων μελῶν διαδιδομένης. τοιοῦτον γοῦν τι καὶ κατὰ τὴν ὀπτικὴν αἴσθησιν ἐν τοῖς περὶ τῆς ἀποδείξεως ἐδείχθη γιγνόμενον. ὅτι γὰρ ἐπ’ ἐκείνων τῶν νεύρων αὐγοειδὲς φέρεται πνεῦμα, τρήματα ἐχόντων σαφῆ κατά τε τὴν ἄνωθεν ἀρχὴν καὶ τὴν εἰς τοὺς ὀφθαλμοὺς ἔμφυσιν, ἐν ταῖς τῶν μεγάλων ζώων ἀνατομαῖς ἔστι θεάσασθαι. τὸ μὲν οὖν κάτωθεν καὶ πρὸς τοῖς ὀφθαλμοῖς οἱ πλεῖστοι τῶν ἀνατομικῶν ἐγνώκασιν, ἡ δ’ ἄνωθεν ἀρχὴ τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσαν τῶν προσθίων κοιλιῶν, ἑκατέρας γε αὐτῶν στενὴν καὶ προμήκη τὴν κάτω τελευτὴν ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα. τὸ δὲ ἄνω πέρας, ὃ πρὸς τὴν μέσην ἀνήκει κοιλίαν εὐρυνόμενον, ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν. οὐ μὴν ἐξικνοῦνταί γ’ ἐπ’ ἐκείνην, ἀλλὰ κατ’ ὀλίγον στενωθεῖσαι παύονται κέρατος δίκην, οὐκ ἀκριβῶς εὐθέως, ἀλλ’ ἀτρέμα πως ἀποστρεφομένου. πρὸς τοῦτο οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ, τρῆμα δυσθεώρητον ἔχουσα. θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάμενος, ἑνὸς μὲν τοῦ μέγα τὸ ζῶον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆμα μετὰ τὸν θάνατον ἀνατέμνεσθαι, καὶ τρίτου τοῦ τὸν πέριξ ἀέρα φωτεινὸν εἶναι. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασμένοις γυμνώσῃς, ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν, ἅπαντα τὰ κατ’ αὐτῆς ἐπικείμενα σώματα χωρὶς τοῦ διασπάσαι τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ κατὰ τὴν ἀρχὴν αὐτοῦ τρῆμα. ὅτι μὲν οὖν φέρεταί τι πνεῦμα διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλμοὺς, ἥ τε κατασκευή σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος μὲν αὐτῶν ἑνὸς εὐρύνεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δὲ παραχρῆμα πάλιν εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι μέγεθος. ὅτι τε γὰρ ὑπό τινος οὐσίας διατεινομένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν εὐρύνεσθαι τῷ κατὰ τὴν κόρην τρήματι καὶ ἄλλως ἀμήχανον, ὅτι τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ ὑγροῦ τινος ἐπιῤῥέοντος, ἀλλὰ μόνης ἐστὶ πνευματικῆς ἔργον οὐσίας, οὐ χαλεπὸν συνιδεῖν. ἐπεὶ δ’ ἐς ταὐτὸ ἀμφότεροι οἱ πόροι παραγίγνονται, (καὶ γὰρ καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ τῆς ἀνατομῆς,) εἰκός ἐστι, τὴν κοινὴν χώραν ἐξ ἀμφοτέρων τῶν πόρων τὸ πνεῦμα δεχομένην ἐν τῷ μῦσαι τὸν ἕτερον ὀφθαλμὸν ἐπιπέμπειν τῷ λοιπῷ σύμπαν αὐτό. μέγιστον δὲ μαρτύριον τοῦ λεγομένου καὶ τὸ τῶν ὑποκεχυμένων, οἷς μὲν ἂν εὐρύνηται τὸ τρῆμα, κλεισθέντος θατέρου τῶν ὀφθαλμῶν, ἔτι σώζεσθαι τὴν ὀπτικὴν δύναμιν, οἷς δ’ ἂν μὴ γίγνηται τοῦτο, τελέως ἀπολωλέναι, καὶ διὰ τοῦτο, κᾂν καλῶς καταχθῇ τὸ ὑπόχυμα, μὴ βλέπειν αὐτούς. ἄλλοις δέ τισι συνέβη μὴ βλέπειν ὑποχύματος χωρὶς, ἐφ’ ὧν εἰ κλεισθείη θατέρου τὸ βλέφαρον, ἡ κόρη τὸν ἴσον ὁρᾶται κύκλον ἔχουσα τῷ πρόσθεν, ὡς ἂν μηκέτι πνευματικῆς οὐσίας ἀφικνουμένης εἰς τὸν ὀφθαλμὸν, ὑφ’ ἧς διατείνεται πληρούμενος ἔνδοθεν ὁ ῥαγοειδὴς χιτών. εἰκότως οὖν ἐπὶ τούτων ἐμπεφράχθαι τοὺς πόρους τῶν ὀπτικῶν νεύρων ὑπὸ πολλῶν εὐδοκίμων ἰατρῶν εἴρηται. καὶ οἶδά γέ τινα τῶν οὕτω παθόντων διηγούμενον ἡμῖν, ὡς, πρὶν μὲν παθεῖν, ἐπὶ τοῖς ὕπνοις, ἀνοιχθέντων τῶν βλεφάρων, ἑώρα φῶς πολὺ πρὸ τῶν ὀφθαλμῶν, ὅπερ ἀμέλει κᾀμοὶ καὶ πολλοῖς ἄλλοις ὑπάρχειν, κατὰ βραχὺ δ’ ἔφη μειωθῆναι τό τε φῶς αὐτοῦ μέχρι τοῦ μηδ’ ὅλως ἔτι φαίνεσθαι, καὶ τὴν ὀπτικὴν αἴσθησιν ἀμαυρουμένην ὁμοίως εἰς ἀπώλειαν ἀφικέσθαι παντελῶς. λέουσι δὲ καὶ παρδάλεσι, καὶ τῶν ἄλλων ζώων οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλμὸς, ἔνεστί σοι θεάσασθαι νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα, κύκλον αὐγῆς ἐπ’ αὐτῆς φαινόμενον, ὡς ἀναλογίσασθαι, τοσοῦτον ἀπὸ τῆς κόρης ἐν τῷ μεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήματος ὁ κύκλος αὐτῆς. τοῖς μὲν γὰρ μείζονα τοῦτον ἔχουσι φύσει καὶ ὁ τῆς αὐγῆς κύκλος μείζων φαίνεται, τοῖς δ’ ἐλάττονα τοσοῦτον ἀνάλογον ἐλάττων, ὅσον κᾀκεῖνος. πότερον οὖν, ὥσπερ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφικνεῖταί τι πνεῦμα διὰ τῶν ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἄλλα ἔχει σύμπαντα, καί τις ὁδός ἐστι καθ’ ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σμικρότητος, ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρχειν ἰνῶν;δεήσει γὰρ ἡμᾶς ἐπινοῆσαι τῷ πόρῳ περικείμενον ἐν κύκλῳ τι τοῦ νεύρου σῶμα, λεπτότερον καὶ τῶν ἀραχνίων, ὥστ’ αὐτό τε διασπασθήσεται τάχιστα, καὶ ὁ πόρος ἐμφραχθήσεται μόνον οὐ καθ’ ἑκάστην ῥοπήν. διὰ ταῦτα μὲν ἡγοῦμαι μὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους. ἴσως οὖν ἐρεῖ τις, εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ’ ἐστὶ διακομίζειν τοῖς κάτω μέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάμεις, ἀκοίλιον ὑπάρχον, ἐγχωρήσειν καὶ πάντα. τί δήποτ’ οὖν ὅγε κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως, ὡς ἐν τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ μὲν συνεχεῖ ἡ μετάδοσις ἀσθενὴς γίγνεται τῶν δυνάμεων, καὶ μάλισθ’ ὅταν ἤτοι μεῖζον ἢ σκληρότερον ᾖ τὸ δεχόμενον ἢ σφοδροτέρας ἀλλοιώσεως δεόμενον, εἰ δέ γε λεπτομεροῦς οὐσίας ἄχρι τινὸς ἔμπτωσις γίγνοιτο μετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ τῆς ἀλλοιώσεως; ἐλέχθη γὰρ, ὅτι τοῦτο δὴ τὸ καλούμενον ὑπὸ τῶν πολλῶν διάδοσις δυνάμεως ἀλλοιώσεώς ἐστι μετάδοσις, οἵα καὶ κατὰ τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς αὐγῆς. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόμενον εἰς ὀφθαλμοὺς πνεῦμα κατὰ μὲν τὴν πρώτην ἔμπτωσιν ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλλοιοῦν αὐτὸ πρὸς τὴν ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ μὴν ἐπὶ πλεῖστόν γ’ ἐκτείνεσθαι.

Μάλιστα δ’ ἂν πεισθείη τις τοῦτο γίνεσθαι μαθὼν, ὅπως εὔλογόν ἐστιν ὁρᾷν ἡμᾶς. ἀρχὴ δὲ καὶ τοῦδε τοῦ λόγου τοιάδε. τὸ βλεπόμενον σῶμα δυοῖν θάτερον ἢ πέμπον τι πρὸς ἡμᾶς ἀφ’ ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν ἐνδείκνυται διάγνωσιν, ἢ, εἴπερ αὐτὸ μηδὲν πέμπει, περιμένει τινὰ παρ’ ἡμῶν ἀφικέσθαι δύναμιν αἰσθητικὴν ἑαυτῷ. πότερον οὖν αὐτῶν ἐστιν ἀληθέστερον, ὧδ’ ἂν μάλιστα κριθείη. διὰ τοῦ κατὰ τὴν κόρην τρήματος ὁρῶμεν, ὅπερ εἰ περιέμενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ μοῖραν, ἢ δύναμιν, ἢ εἴδωλον, ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειμένων σωμάτων, οὐκ ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἐγνώκειμεν, οἷον ὄρους, εἰ τύχοι, μεγίστου. τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν ἂν ἀπ’ αὐτοῦ τοῖς ὀφθαλμοῖς ἡμῶν, ἡλίκον ἐστὶν αὐτὸ, ὅπερ παντάπασιν ἄλογον, ἅμα τῷ καὶ κατὰ μίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον τῶν ὁρώντων, εἰ καὶ μυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι. τῷ τε ὀπτικῷ οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινομένῳ λαμβάνειν, ὡς περιχεῖσθαι παντὶ τῷ βλεπομένῳ σώματι. τοῦτο γὰρ ὅμοιόν ἐστι τῷ τῶν Στωϊκῶν σταλαγμῷ κεραννυμένῳ τῇ πάσῃ θαλάττῃ. λείπεται οὖν ἔτι τὸν πέριξ ἀέρα τοιοῦτον ὄργανον ἡμῖν γίγνεσθαι, καθ’ ὃν ὁρῶμεν χρόνον, ὁποῖον ἐν τῶ σώματι τὸ νεῦρον ὑπάρχει διὰ παντός. τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡμᾶς ἀὴρ ὑπὸ τῆς τοῦ πνεύματος ἐκπτώσεως, ὁποῖόν τι καὶ πρὸς τῆς ἡλιακῆς αὐγῆς. ἐκείνη τε γὰρ ψαύουσα τοῦ ἄνω πέρατος αὐτοῦ δίδωσιν εἰς ὅλην τὴν δύναμιν, ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων ὄψις φαινομένη τὴν μὲν οὐσίαν ἔχει πνευματικὴν, ἐμπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη διαδίδωσιν ἄχρι πλείστου συνεχοῦς αὐτῷ, δηλονότι τοῦ πέριξ σώματος ὑπάρχοντος, ὡς ἐν ἀκαρεῖ χρόνῳ τὴν ἀλλοίωσιν εἰς ὅλον αὐτὸ διαπέμπειν. ἐναργῶς γὰρ τοιοῦτον φαίνεται κᾀπὶ τῆς κατὰ τὸν ἥλιον ὑπάρχον δυνάμεως. θέντες γοῦν τι στερεὸν σῶμα μεταξὺ τὸν ἐφεξῆς ἀέρα βλέπομεν εὐθέως ἀπολλύντα τὴν αὐγὴν, ὡς ἐν τῷ μεταβάλλειν φωτοειδῆ γιγνόμενον, οὐκ ἐν τῷ μεταβεβληκέναι διαμένοντα. μόνιμον γὰρ ἂν ἦν τὸ φῶς ἐν ἑαυτῷ μέχρι πολλοῦ, κᾂν ᾔρθη τὸ| φωτίζον. οὕτω δὲ καὶ νεύρου τμηθέντος, ὅσον ἂν ἡ τομὴ χωρήσῃ τῆς πρὸς τὸν ἐγκέφαλον συνεχείας, ἀναίσθητον εὐθέως γίγνεται. φαίνεται γοῦν ὅμοιόν τι πάθος ἀμφοτέροις συμβαῖνον, τῷ τε νεύρῳ καὶ τῷ πέριξ ἀέρι, κατὰ μὲν τὴν ἑαυτῶν φύσιν ἔχουσιν ἤδη τινὰ ὁμοιότητα, πρός τε τὸ μεταβάλλον ὁμοιουμένοις ἀκριβῶς ὡσαύτως τῇ συνεχείᾳ, καὶ τοῦ πάσχειν ἀεὶ δεομένοις, ὥσπερ ὁ πέριξ ἡμῶν ἀὴρ, ὁπότε φωτίζεται. σαφῶς γοῦν ἡ μὲν κατ’ αὐτὸν θερμασία μέχρι πολλοῦ διαμένει, κᾂν χωρισθῇ τὸ θερμαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψύξις, οὐκέτι παρόντος τοῦ ψύχοντος, ἡ δ’ αὐγὴ παραχρῆμα τῷ φωτίζοντι συναπέρχεται. φαίνεται δὲ καὶ κατὰ τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις. ὁμοίως γοῦν τοῖς νεύροις καὶ αὗται διατμηθεῖσαί τε καὶ βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνονται, στερηθεῖσαι οὐχ, ὡς Ἐρασίστρατος οἴεται, τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος, (δέδεικται γὰρ ἐν ἄλλοις ὑφ’ ἡμῶν ἀδύνατον τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς μηδὲν τῷ λόγῳ λείπειν,) ἀλλὰ τῷ τοὺς χιτῶνας αὐτῶν συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώματι παρ’ ἐκείνου τὴν δύναμιν ἐπιῤῥέουσαν ἴσχειν ἀεί. κοινὸν μὲν οὖν ἁπασῶν ἐστι τῶν αἰσθητικῶν δυνάμεων ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι τῶν οἰκείων ὀργάνων, ὁμοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦρον ὑπάρχειν τῷ ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν εὐθὺς ἐν αὐτῷ τούτῳ, τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως. ὅσον δὲ ἐσκληρύνθη πιληθὲν, εὐθὺς καὶ διὰ τοῦτ’ αὐτὸ δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς, εἴ γε τοιοῦτον ἔμεινεν, οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο τῆς ἐξ αὐτοῦ βοηθείας. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας ἑαυταῖς ἔχουσι καὶ τὰς τῶν δυνάμεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον τῶν αἰσθητικῶν ἰδίως ὀνομαζομένων νεύρων ἀποκεχώρηκε τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς δυνάμεως αὐτοῦ. καλεῖται δ’ ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιπεμπόμενα, μαλακώτερα τῶν ἄλλων ὑπάρχοντα τῶν κινούντων τὰ μόρια, προμηθῶς καὶ τοῦτο τῆς φύσεως ἐργασαμένης. ἐπειδὴ γὰρ ἡ μὲν αἴσθησις οὐκ ἄνευ τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾷν μόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον μὲν τὸ αἰσθητικὸν, σκληρότερον δὲ τὸ κινητικὸν νεῦρον ἐγένετο. μέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, ἐπειδὴ παχυμερές ἐστι τὸ ταύτης αἰσθητόν. ἔμπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι μόνον αἰσθητῷ τρήματι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάμεως, ἀλλὰ καὶ τῇ μαλακότητι, καὶ τῷ μεγέθει, καὶ τῷ δύεσθαι πάλιν ἐν ὀφθαλμοῖς γενόμενον ἐξομοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ. καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλμοῦ μεταξύ· τὸ μὲν ἔνδον ἑαυτοῦ μαλακώτερον ἔχει, τὸ δ’ ἔξω σκληρότερον, ἀμφοτέρων στοχασαμένου τοῦ δημιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν, εἰς ὅσον οἷόν τε, τὴν ἐγκεφάλου φύσιν. εἰκότως οὖν ἁπάντων νεύρων, οὐ μόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων, ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, μέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως. ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἄλλα ὑπάρχειν πολλὰ, τετρῆσθαί τε διὰ τοῦ βάθους, καὶ μαλακὰ μὲν εἶναι ταῦτα, σκληρὰ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι’ αὐτοῦ πολλὴν ἐξ ἐγκεφάλου πνευματικὴν οὐσίαν εἰς τὰς χώρας τῶν ὀφθαλμῶν. τό τ’ οὖν τρῆμα πάντως ἐχρῆν ὑπό τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν ἔχει ἰδέαν, μαλακοῦ μὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενομένου. ὅτι δὲ καὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας ἐγκεφάλου μετειληφέναι, πεισθείης ἂν σαφῶς ἀνατεμὼν αὐτόν. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ σφαιροειδῆ διττὰ, τὸ μὲν οὕτω μαλακὸν, οἵαπέρ ἐστιν ὕαλος ἡ μετρίως λυθεῖσα, τὸ δ’ οὕτω σκληρὸν, οἷος ὁ μετρίως παγεὶς κρύσταλλος. ὀνομάζεται δ’ ὑπὸ τῶν ἰατρῶν ὑαλοειδὲς μὲν τὸ μαλακώτερον, κρυσταλλοειδὲς δὲ τὸ σκληρότερον, ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλλον ὁμοιότητος, οἷς οὐ μόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς χροιαῖς ἔοικεν· ἀκριβῶς γάρ ἐστι καθαρὰ, καὶ διαυγὴς, καὶ λαμπρά. πρότερον μὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθήκοντα πόρον εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδὲς, ἐφεξῆς δ’ αὐτῷ τὸ κρυσταλλοειδὲς ἐοικὸς ἀτρέμα πεπλατυσμένῃ σφαίρᾳ. καὶ τοίνυν ὁ πόρος αὐτὸς ἅμα τῷ περιέχοντι νεύρῳ διεξελθὼν τὸν ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλμὸν ἄμφω ταῦτα πάσχει κατὰ τὴν πρώτην ἔκπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται, ἐκεῖ μὲν τὸ πνεῦμα κεραννύον τοῖς ὑγροῖς ὑγροῖς ἕνεκα τοῦ γενέσθαι τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν· περιλαμβάνει δ’ αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦρον οὐσίᾳ τὸ ὑαλοειδὲς ὑγρὸν ἐμφυόμενος κατὰ τὸ πέρας ἑαυτοῦ τῷ μεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς. ὥστε σοι τὸ σχῆμα δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀμφιβλήστρῳ γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀμφιβληστροειδῆ χιτῶνα τουτὶ τὸ σῶμα. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁμοῦ πᾶν ἀθροῖσαι μόριον, ἐγκέφαλός σοι φανεῖται, καὶ εἰ δείξαις γέ τινι μὴ τεθεαμένῳ, πόθεν ἠθροίσθη, φήσει μέρος ὑπάρχειν ἐγκεφάλου τὸ δεικνύμενον σῶμα, καὶ ἀπιστήσει κατὰ τοὺς ὀφθαλμοὺς αὐτὸ περιέχεσθαι. τοσαύτῃ μὲν ὑπεροχῇ τῆς κατασκευῆς ὀφθαλμὸς κέχρηται παρὰ τἄλλα τῶν αἰσθήσεων ὄργανα· καὶ θαυμαστὸν οὐδὲν, εἰς ὅσον αὐτοῦ τὸ πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ’ ἐστὶ καὶ λεπτομερέστερον, ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου φύσεως αὐτὸ ἐπὶ πλέον ἐκείνων μετειληφέναι. οὔτε γὰρ εὑρήσεις αὐτὴν ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων ὀργάνων, οὔτε κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, πνεύματος ψυχικοῦ τοσοῦτον πλῆθος. εἰκότως δ’, ὡς ἔφην, οὕτω κατεσκευάσθη, δεόμενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι. καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν οἰκείαν διάγνωσιν, οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ’, ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλμὸς ἔχει πρὸς τὸν ἀέρα. τὸ δ’ οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόμασα, τὸ τῶν χρωμάτων ἐστὶ γένος. ἐκείνου μὲν γὰρ πρώτου τε καὶ καθ’ αὑτὴν καὶ μόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυμῶν. συνδιαγιγνώσκει δ’ αὐτῷ τὸ κεχρωσμένον σῶμα, καθάπερ ἡ γεῦσις τὸ τοὺς χυμοὺς ἔχον. ἀλλ’ ἡ μὲν γεῦσις ὁμοίως ταῖς ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζώου σῶμα περιμένει παραγενέσθαι τὸ αἰσθητόν· ἡ δ’ ὄψις ἐκτείνεται διὰ μέσου τοῦ ἀέρος ἐπὶ τὸ κεχρωσμένον. ὅθεν αὐτῇ μόνῃ συνδιαγιγνώσκειν ὑπάρχει τῇ χροιᾷ τοῦ βλεπομένου τό τε μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα, μηδὲ τούτου δυναμένης αἰσθάνεσθαι αἰσθήσεως ἄλλης, ὅτι μὴ κατὰ συμβεβηκὸς ἐνίοτε τῆς ἁφῆς. ἐξείργασται γοῦν τοσοῦτον ὁ λόγος ἐν τῷ πέμπτῳ περὶ ἀποδείξεως. τῇ δ’ οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ διάστημα συνδιαγιγνώσκειν τοῦ κεχρωσμένου σώματος, οὐδενὸς τῶν ἄλλων αἰσθέσθαι δυναμένου ὅσοι δ’ ἐπιχειροῦσι καὶ ὀσφρήσει καὶ ἀκοῇ τὴν θέσιν τὸν ἀτμὸν ἀποπέμποντος σώματος, ἢ τοῦ πλήξαντος τὸν ἀέρα μεταδιδόναι τῆς διαγνώσεως, ὅπως ἁμαρτάνουσιν, οὐ νῦν καιρὸς ἐρεῖν. εἴρηται γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις φαινομένων ἐν τῷ πέμπτῳ περὶ τῆς ἀποδείξεως, ὥσπερ γ’ ἔφαμεν· ἐν ᾗ πραγματείᾳ γυμνασάμενός τις ἑτοιμότερον ἀκολουθήσει τοῖς νῦν λεγομένοις. ἐπιδέδεικται γὰρ ἐν ἐκείνοις ἅπαντα μαρτυροῦντα τῷ τὸ βλεπόμενον σῶμα καθ’ ὃν ἂν ὑπάρχῃ τόπον ὁρᾶσθαι. φαίνεται δὲ τοῦτ’ ἐναργῶς καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ’ οἱ γεωμετρικοὶ μετ’ ἀποδείξεως, ἀλλ’ αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι, καίτοι τοῦ γε κατ’ εὐθείας ὁρᾷν ἡμᾶς γραμμὰς, ἢ τοῦ τὴν ὄψιν, ἐπειδὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ, κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν, ἀποδείξεις φέρονταί τινες. εἴπερ οὖν ἡ ὄψις μόνη τῶν ἄλλων αἰσθήσεων αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ μέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινὸς, ἀλλ’ ὡς ὁμοειδοῦς τε καὶ συμφυοῦς ἑαυτῇ μορίου, καὶ μόνῃ τοῦτ’ ἐξαίρετον αὐτῇ δέδοται μετὰ τοῦ καὶ δι’ ἀνακλάσεως ὁρᾷν, εἰκότως ἐδεήθη πνεύματος ἄνωθεν ἐπιῤῥέοντος αὐγοειδοῦς, ὃ προσπίπτον τῷ πέριξ ἀέρι καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξομοιώσει. δεόντως οὖν ἐροῦμεν, αὐγοειδὲς μὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτμοειδὲς δὲ τὸ τῆς ὀδμῆς, καὶ τὸ μὲν τῆς γεύσεως ὑγρὸν, τὸ δὲ τῆς ἁφῆς γεῶδες. οὐδὲ γὰρ οἷόν τ’ ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁμοίων ἀλλοιώσεως χρῄζοντα, καὶ τοῦτ’ ἄρ’ ἦν, ὃ βούλεται δηλοῦν ὁ Ἐμπεδοκλῆς ἐν οἷς φησι·

Γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, Αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον.

αἰσθανόμεθα γὰρ ὄντως τῷ μὲν γεωδεστέρῳ τῶν αἰσθητηριῶν, ὅπερ ἐστὶν ἡ ἁφὴ, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθητοῖς, τῷ δ’ αὐγοειδεστάτῳ, τῷ τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνομένῳ τῶν ἰδίων ἀέρος παθημάτων ἡ διάγνωσις ἀποτελεῖται. καὶ μὲν δὴ καὶ τῷ κατὰ τὴν |γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν ὄντι τῶν χυμῶν ἡμῖν αἴσθησις γίγνεται. λοιπὸν δ’ ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλ’ ἐν τοῖς πέρασι τῶν ἐμπροσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ μόριον ἀτμοειδεστάτας εἶναι συμβέβηκε τὰς κοιλίας αὐτοῦ. γέγραπται δὲ τῷ βουλομένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡμέτερον, ᾧ καὶ τὸ ἐπίγραμμά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.

Πέμπτον γὰρ δὴ τοῦτ’ ἔστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσμῶν γένος ἐν τῷ μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιμαίῳ μετὰ τήνδε τὴν ῥῆσιν· μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα, ἀέρος τε εἰς ὕδωρ, ἐν τῷ μεταξὺ γεγόνασιν ὀδμαὶ σύμπασαι. λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως ὀργάνου, ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ αὐτὸς αὐγήν τε καὶ φῶς ὀνομάζει, διαφέρον ἄνθρακός τε καὶ φλογός. φησὶ γοῦν· μετὰ δὲ ταῦτα δεῖ νοεῖν, ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἶον φλὸξ τό τ’ ἀπὸ τῆς φλογὸς ἀπιὸν, ὃ καίει μὲν οὒ, φῶς δὲ τοῖς ὄμμασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ. τούτων οὖν τῶν τριῶν γενῶν τὸ μὴ καῖον μὲν, ὡς αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄμμασι παρέχον ἐν τῷ τῆς ὄψεως ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν ἐν ταὐτῷ βιβλίῳ τῷ Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν. τῶν δ’ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ· τοῦ πυρὸς ὅσον τὸ μὲν καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας σῶμα ἐμηχανήσαντο γίγνεσθαι. τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν, ὅλον μὲν, μάλιστα δὲ τὸ μέσον ξυμπιλήσαντες τῶν ὀμμάτων· ὥστε τὸ μὲν ἄλλο, ὅσον παχύτερον, στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν. ὁποῖον μὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον, ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶμεν, ἐν τοῖς ἐφεξῆς. συνάπτων γοῦν τοῖς προειρημένοις φησίν· ὅταν μὲν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τό τ’ ἐκπίπτον ὅμοιον πρὸς ὅμοιον ξυμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν ξυνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπηπερ ἂν ἀντερείδῃ τὸ προσπίπτον ἔνδοθεν, πρὸς ὃ τὸ ἔξω συνέπεσεν. ὁμοιοπαθὲς δὴ δι’ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται, καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτῳ τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέχεται ταύτην, ᾗ δὴ ὁρᾷν φαμεν. αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος, αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθημάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς. τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον εἰς τὴν τῶν παθημάτων ἀφικνεῖται κοινωνίαν. δύο δὲ σημαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ Ἐμπεδοκλῆς ἐποιήσατο λέγων,

γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,

ἓν μὲν, ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ, ὅτι διὰ δυνάμεως τοιᾶσδε, τὸ μὲν, ὡς δι’ ὀργάνου, συγχωρητέον ἀληθὲς εἶναι, τὸ δ’, ὡς διὰ δυνάμεως, οὐκέτι. τὸ γάρ τοι πρῶτον αἰσθητικὸν, ὅ τι περ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ μέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ μέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἔνθα φησί· δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν, εἴτε ψυχὴν, εἴθ’ ὅτι δεῖ καλεῖν, πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόμεθα, ὅσα αἰσθητά. καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ᾧδέ φησι· θερμὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα, δι’ ὧν αἰσθάνῃ, ἆρ’ αὐτοῦ τοῦ σώματος ἕκαστα τίθης, ἢ ἄλλου τινός; οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁμολογεῖν, ἃ δι’ ἑτέρας δυνάμεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς; πῶς γὰρ οὐκ ἐθελήσω; εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου, οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοιο ἄν; οὐ γὰρ οὖν. περὶ δὴ φωνῆς καὶ τῆς χρόας, πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοῇ, ὅτι ἀμφοτέρω ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου μὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί μήν; καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν; καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνομοίω, εἴτε ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως. ταῦτα δὴ πάντα διά τινος περὶ αὐτῶν διανοῇ· οὔτε γὰρ δι’ ἀκοῆς, οὔτε δι’ ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν. εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι, ἆρ’ ἐστὸν ἁλμυρὸν ἢ οὒ, οἶσθ’ ὅτι ἔξεις εἰπεῖν, ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο. τί δ’ οὐ μέλλει ἥ γε διὰ τῆς γλώττης δύναμις; καλῶς λέγεις. ἡ δὲ δὴ διά τινος δύναμις τό τ’ ἐφ’ ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ὀνομάζεις, καὶ τὸ οὐκ ἔστι, καὶ ἃ νῦν δὴ ἐρωτῶμεν περὶ αὐτῶν, πᾶσι ποιὰ ἀποδώσεις ὄργανα, δι’ ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα. ἔν τε οὖν τούτοις ὁ Πλάτων, ὥσπερ οὖν κᾀν τοῖς ἐφεξῆς, ἐν ἄλλοις τέ τισι διαλόγοις ἐδίδαξεν ἡμᾶς ὑπὲρ τῆς κοινῆς δυνάμεως, ἥτις ἐξ ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθητηρίων ἀφικνουμένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται. ὡς, εἴ γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήμασιν αὐτῆς ἄλλο τι συναλλοιωθῆναι παρὰ τὸ φωτοειδὲς ὄργανον, ἢ τοῖς τῶν ἀτμῶν ἕτερόν τι τοῦ ἀτμοειδοῦς, ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ τὸ ἀεροειδὲς, ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ γευστόν τε καὶ πλῆρες χυμῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν αἰσθητηρίων ὄργανα· νυνὶ δ’ οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι σώμασιν, ὅσα περ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς, ἅπαντι μορίῳ νεύρων μεταλαβόντι δυνατὸν αἰσθάνεσθαι, διότι μηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου σώματος προσβολῆς ἐπιτήδειόν ἐστιν. ἦν δ’ αὐτῶν πρώτη μὲν ἡ κατ’ ὀξύτητα καὶ ἀμβλύτητα, δευτέρα δ’ ἡ κατὰ θερμότητα καὶ ψυχρότητα, κατὰ συμβεβηκὸς δ’ αἱ λοιπαὶ, μέγεθός τε καὶ σχῆμα, καὶ κίνησις, καὶ ἀριθμὸς, αἳ καὶ μετὰ συλλογισμοῦ, καὶ μνήμης, οὐ μόνον ἧς αἰσθήσεως ἐδείχθησαν γινόμεναι κατά τε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ, καθ’ ἣν πρώτην ἀξιῶ γεγυμνάσθαι τὸν ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐφιέμενον. ὥσπερ δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι’ ἀντιβάσεως, οὕτω τὰ τῆς γευστικῆς δι’ ὑγρότητός τε καὶ χυμῶν εἰς γνῶσιν ἥκει. καὶ ἢν ξηρανθεῖσά ποτε τύχῃ σφοδρῶς ἡ γλῶττα, διαφθείρεται τῶν χυμῶν ἡ διάγνωσις, μὴ δυναμένου τοῦ παθόντος αὐτὸ διακρῖναι, τί μὲν ὀξὺ, τί δὲ πικρόν ἐστιν, ἢ δριμὺ, τί δὲ αὐστηρὸν, ἢ στρυφνὸν, ἢ ὅλως στῦφον, ὥσπερ οὐδὲ, τί μὲν γλυκὺ, τί δ’ ἁλμυρόν. ἐμφράξεως δὲ γενομένης τῶν πόρων τῆς ῥινὸς, ἡ ἐκ τῶν ὀδμῶν αἴσθησις ἀπόλλυται, καθάπερ γε καὶ ἡ τῶν φωνῶν, ἐὰν ἐμφραχθῇ τὰ ὦτα, μὴ διϊκνουμένης εἰς ἑκάτερον τῶν ὀργάνων τῆς οἰκείας ἀλλοιώσεως, εἰς μὲν τὸ ἀτμοειδὲς, ἐκ τῶν ὀδμῶν, (ἀτμὸς γὰρ ἡ τούτων οὐσία,) εἰς δὲ τὸ ἀεροειδὲς ἐκ τῶν φωνῶν, ἐπειδὴ καὶ τούτων ἀήρ ἐστιν ἡ οὐσία. ταῖς τοιαύταις ἐμφράξεσιν ἀνάλογόν ἐστι καὶ τὸ τῶν ὀφθαλμῶν πάθημα· καλεῖται δὲ ὑπόχυσις. ἐμφράττεται δὲ ἐν αὐτῷ τῆς ἡλιοειδοῦς αὐγῆς ὁ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα πόρος, ὡς μηκέτι συνάπτεσθαι τὸ τῆς ὄψεως ἴδιον ὄργανον τῷ περιέχοντι τὸν ὅλον ὀφθαλμὸν ἔξωθεν ἀέρι. τοῦτ’ οὖν αὐτὸ καὶ κατ’ ἐκείνην τὴν ῥῆσιν ὁ Πλάτων ἐδήλωσεν, ἔνθα φησί· σωματοειδὲς δὴ καὶ ὁρατὸν αὐτὸ τέλειον γενόμενον εἶναι, χωρισθὲν δὲ πυρὸς, οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ· στερεὸν δὲ οὐκ ἄνευ γῆς, ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς σῶμα ἀρχόμενον συνιστᾷν ὁ θεὸς ἐποίει. ἐκ πυρὸς γὰρ καὶ γῆς πεποιῆσθαί φησι τὸ σῶμα τοῦ παντὸς, ἵν’ ὁρατόν τε καὶ ἁπτὸν ᾖ. διὰ τοῦτ’ οὖν καὶ τὰ τῶν ζώων σώματα, τὸ μὲν ἁπτικὸν ὄργανον γεῶδές ἐστι, τὸ δ’ ὀπτικὸν πυροειδὲς, ἅπερ ἀλλοιοῦσθαι μὲν ἠδύνατο καὶ χωρὶς αἰσθήσεως, εἰ μὴ μετέσχεν νεύρων, αἰσθάνεται δὲ τῆς ἀλλοιώσεως μετουσία τούτων. οὔκουν ἀλλοίωσίς ἐστιν ἡ αἴσθησις, ὡς ἔνιοί φασιν, ἀλλὰ διάγνωσις ἀλλοιώσεως. οὐ μὴν οὐδ’ ἀρκεῖ λείαν ἢ τραχεῖαν ἐν τῷ σώματι γενέσθαι κίνησιν εἰς ἡδονῆς ἢ πόνου γένεσιν, ἀλλὰ χρὴ προσελθεῖν αἴσθησιν ἑκατέρᾳ τῶν τοιούτων κινήσεων. εἰ δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐθέλοις καλεῖν ὀδύνην ἢ πόνον, οὔ μοι διαφέρει. μόνον γὰρ ἀξιῶ σε μεμνῆσθαι τοῦ διαφέρειν ἀλλήλων τήν τε διάθεσιν, ἣν ἴσχει τὰ σώματα τῆς φύσεως ἐξιστάμενα, καὶ τὴν αἴσθησιν αὐτῆς, ἐπεί τισί γε, καθάπερ Ἱπποκράτει, κέκληταί ποθ’ ἡ αἴσθησις μόνη πόνος, ἔνθα φησίν· ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τούτοισιν ἡ γνώμη νοσεῖ. τοὺς γὰρ βεβλαμμένους ὁτιοῦν μέρος οὕτως σφοδρῶς, ὡς, εἰ μὴ παρεφρόνουν, ἀλγεῖν, ὠνόμασε πονοῦντας. ὅτε οὖν φησι. ὀδύνη γίγνεται καὶ διὰ τὸ θερμὸν, καὶ διὰ τὸ ψυχρὸν, καὶ διὰ τὸ πλέον, καὶ διὰ τὸ ἔλαττον, καὶ ἐν μὲν τοῖσιν ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμὸν, ἐν δὲ τοῖσι τεθερμασμένοισι διὰ τὸ ψυχρὸν, καὶ τοῖσι τὴν φύσιν διαφθειρομένοισιν ὀδύναι γίγνονται, μὴ νομίσῃς αὐτὸν ἀλλοίωσίν τινα βραχεῖαν φάναι, ἀλλὰ σφοδρᾶς ἀλλοιώσεως αἴσθησιν, ἥτις αἴσθησις οὐ δύναται γενέσθαι χωρὶς τῆς τοῦ πάσχοντος σώματος εἰς τὸ παρὰ φύσιν ἐξαλλαγῆς. ἡδέ γε βραχεῖα μεταβολὴ τῶν σωμάτων αἴσθησιν μὲν ἐργάζεται διαγνωστικὴν τῆς τοῦ ποιήσαντος δυνάμεως, ὅταν γ’ αἰσθητικὸν ὑπάρχῃ δηλονότι τὸ ἀλλοιούμενον, ὀδύνην δ’ οὐδέπω παρέχει. πάσχει δ’ ἑτοίμως τὰς βραχείας μεταβολὰς ἀπὸ τῶν ὁμογενῶν ἓν ἕκαστον.

Αὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ χρωμάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς ἐγένετο, μόνων τῶν τοιούτων σωμάτων ἀλλοιοῦσθαι πεφυκότων ὑπὸ χρωμάτων, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀὴρ, ἡνίκα μάλιστα καθαρὸς ὑπάρχῃ, τηνικαῦθ’ ὑπὸ χρωμάτων ἀλλοιούμενος. ἰδεῖν γοῦν ἔστιν, ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ δένδρῳ κατακείμενος ᾖ, τὸ τοῦ δένδρου χρῶμα περιεχόμενον αὐτῷ. καὶ τὸ τοῦ τείχους δὲ χρῶμα πολλάκις ἀὴρ λαμπρὸς ψαύσας ἐδέξατό τε καὶ διεκόμισεν ἐφ’ ἕτερον σῶμα, καὶ μάλισθ’ ὅταν ᾖ τὸ χρῶμα κυανοῦν, ἢ ξανθὸν, ἢ ὁπωσοῦν ἑτέρως εὐανθές. καὶ μὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς αὐγῆς αὐτῷ τῷ ψαῦσαι μόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁμοιοῦται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ χρώματος αὐτίκα μεταβάλλεται. ταυτὶ μὲν οὖν ὀρθότατα καὶ πρὸς Ἀριστοτέλους εἴρηται περί τε τῆς παραχρῆμα μεταβολῆς τῶν οὕτως ἀλλοιουμένων, ὡς κινδυνεύειν ἄχρονον εἶναι καὶ ἐπὶ ταύτην, καὶ διότι πέφυκεν ὑπὸ χρωμάτων ὁ λαμπρὸς ἀὴρ ἀλλοιούμενος, ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέμπων τὴν ἀλλοίωσιν. οὐ μὴν ὅπως γε τὴν θέσιν, ἢ τὸ μέγεθος, ἢ τὸ διάστημα γνωρίζομεν ἑκάστου τῶν αἰσθητῶν, εἶπεν ὁ Ἀριστοτέλης. ἀλλὰ καὶ συλλογιζόμενοι περὶ τὸ δόγμα πολλοὶ τῶν ἀπ’ αὐτοῦ κατάφωροι γίγνονται ψευδόμενοι, μήτ’ ὀσμῶν, μήτε φωνῶν συνενδεικνυμένων τὸν τόπον, ὅθεν ἥκουσιν, ὡς ἐν τῷ πρώτῳ δέδεικται περὶ ἀποδείξεως. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν κατόπτρων, ὅσα τε ἄλλα στιλπνὰ σώματα, ποτὲ μὲν ἡμᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασιν, πλὴν Πλάτωνος, οὕτω καὶ Ἀριστοτέλει μάχεται, μόνου τοῦ χρώματος δυναμένου κατ’ ἀνάκλασιν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἡμετέραν ὄψιν ἀφικέσθαι, μορφῆς δ’ ἢ μεγέθους οὐκέτι. μορφὴν μὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ μόρια σχημάτων ἐργαζομένης, οὔτ’ ἐπινοῆσαι δυνατὸν, ἀπ’ αὐτῶν τινα γενέσθαι προσβολὴν τοῖς κατόπτροις, οὔτ’, εἰ καὶ γένοιτο, χωρὶς τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ’ ἡμᾶς ἀφικέσθαι· πιθανώτερα γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ’ Ἐπίκουρον εἴδωλα· τὸ δὲ μέγεθος ἔτ’ ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ. καίτοι τοῦτό γε τὰς ἁπάντων τῶν ἄλλων καταβάλλον δόξας ὥσπερ τι μικρὸν παρέρχονται, περὶ μὲν τοῦ διαστήματός τε καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ μεγέθους διάγνωσιν, ὅπως γίγνεται, παρερχόμενοι, καίπερ διαῤῥήδην αὐτῶν ἀνατρέπουσαν τὰς δόξας. ἀδύνατον γὰρ αἰσθέσθαι τοῦ μεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ βλεπόμενον, ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ. καίτοι περὶ τῆς ἀνακλάσεως, ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ’ ἡμᾶς ὁ Ἀριστοτέλης ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ μοι κατανενοηκέναι τὴν ἀτοπίαν, οὐδαμόθι τολμῶν αὐτῇ χρῆσθαι, παρελκόμενος δ’ ὡς ἀπίθανον ἀεί. καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται, καὶ ὅπως ἅλως ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην, οἵ τ’ ἀνθήλιοι καὶ οἱ προήλιοι καλούμενοι, τά τε διὰ τῶν κατόπτρων ὁρώμενα διερχόμενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, μηδενὶ διαφέρειν λέγων, ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νομίζειν, ἢ τὰς ἀπὸ τῶν ὁρωμένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὁμοιότατον κατά γε τοῦτο σοφιζόμενος Ἀσκληπιάδῃ τῷ τῆς ὁλκῆς ἀντὶ τοῦ τῆς φορᾶς ὀνόματι χρωμένῳ· τὸ γὰρ ἀπίθανον τῆς φορᾶς ὑπειδόμενος ἐπετόλμησε τῇ μεταθέσει τῆς προσηγορίας. οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης, ἐπειδὴ σαφῶς ἠπίστατο τὰ κατὰ μέρος ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς αἰτίας, εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν ἀφίκετο, μηδὲν διαφέρειν λέγων, ὁποτέρως ἂν ἑρμηνεύῃ. καίτοι δικαιότατ’ εἴποι πρὸς αὐτὸν ἄν τις· Εἰ μηδὲν διαφέρει λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον σοι περιτραπήσεται τὸ σόφισμα, μηδεμίαν αἰτίαν εἰπόντι τῆς ἀλόγου τῶν δογμάτων μεταλλαγῆς, ὥστε ὑποπτευθήσῃ μᾶλλον ἢ πιστευθήσῃ. καὶ μὴν εἰ, διότι πιθανώτερόν σοι τὸ λέγειν ἐστὶν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγμασιν ἀλλοτρίοις, ἐρωτηθήσεται πάλιν αὐτοῦ τοῦ πιθανοῦ τὴν αἰτίαν. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ μέρος ἁπάσας αἰτίας πιθανωτέρας ἔχει τῆς ἀληθοῦς, ἀπιστηθήσεται πάντ’ αὐτοῦ τὰ τῶν προβλημάτων βιβλία. τὸ μὲν οὖν διὰ μέσου τοῦ ἀέρος ὁρᾷν ἡμᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ἡ ζήτησις δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι’ ὁδοῦ τινος μέσης ἀπὸ τῶν ὁρωμένων ἀφικνεῖταί τι πρὸς ἡμᾶς, ἢ τοιοῦτον ὄργανον ὁ ἀήρ ἐστιν ἡμῖν εἰς τὴν τῶν ὁρατῶν διάγνωσιν, οἷόν περ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν. οἴονται μὲν οὖν οἱ πλεῖστοι, καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων ἀλλοίωσιν ἀναδιδομένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς διάγνωσιν ἄγειν ἡμᾶς αὐτῶν, οὐκ ἐννοοῦντες, ὡς οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεμνόμενον ἢ θλώμενον ἢ καιόμενον μόριον, εἰ μὴ καὶ τῆς αἰσθήσεως ἡ δύναμις ἦν ἐν αὐτοῖς. ἔχει δ’ ἐναντίως ἢ δοξάζουσιν ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου μέρος ἐστὶν, οἷόν περ ἀκρέμων ἢ βλάστημα δένδρου, τό τε μέρος, εἰς ὃ ἐμφύεται, τὴν δύναμιν αὐτοῦ δεχόμενον εἰς ὅλον ἑαυτῷ διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ. παραπλήσιον οὖν τι κᾀπὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γίγνεται. πεφωτισμένος γὰρ ὑφ’ ἡλίου τοιοῦτόν ἐστιν ἤδη τὸ τῆς ὄψεως ὄργανον, οἷον τὸ παραγιγνόμενον ἐξ ἐγκεφάλου πνεῦμα· πρὶν φωτισθῆναι δὲ κατὰ τὴν ὑπὸ τοῦ πνεύματος εἰς αὐτὸν ἐκ τῆς βολῆς ἐναποτελουμένην ἀλλοίωσιν ὁμοιοπαθὲς ὄργανον οὐ γίγνεται. μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾷν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωμάτων κατὰ συλλογισμὸν, ἔτι δὲ μᾶλλον οὐ πιλητοῦ αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις ἡμῖν ἐστιν, οὔτε τῆς σκληρότητος, ἢ μαλακότητος, ἀλλὰ χρόας, καὶ μεγέθους, καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται. πολὺ τοίνυν ἄμεινον, ὃ ἐν ἐσφαλμένοις Ἐπίκουρος ἀπεφῄνατο τῶν Στωϊκῶν. ἐκεῖνοι μὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάμεως· ὁ δ’ Ἐπίκουρος, καὶ πολύ γε τούτου κρεῖττον Ἀριστοτέλης, οὐκ εἴδωλον σωματικὸν, ἀλλὰ ποιότητα δι’ ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄγων ἄχρι τῆς ὄψεως. εὐλαβήθη γὰρ ὅλως αἰσθητικὸν ποιῆσαι τὸν πέριξ ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνομένην ἐκ τῆς ἀφικνουμένης εἰς αὐτὴν ἀπὸ τῆς ἀρχῆς δυνάμεως. τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν ὑποθέσθαι, οἷον μάλιστα τὸ κατὰ τοὺς ὀφθαλμοὺς πνεῦμα τὸ παραγόμενον ἐξ ἐγκεφάλου προδήλως ὁρᾶται; καὶ γὰρ φωτοειδές ἐστιν. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφῄνασθαι χρὴ, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν, ἤγουν εἶναι τὸ οἷον αὐγοειδές τε καὶ αἰθερῶδες σῶμα λεκτέον αὐτὴν, εἰς ὃ, κᾂν μὴ βούλωνται, κατ’ ἀκολουθίαν ἀφικνοῦνται Στωϊκοί τε καὶ Ἀριστοτέλης, ἢ αὐτὴν μὲν ἀσώματον ὑπάρχειν οὐσίαν, ὄχημά τε τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶμα, δι’ οὗ μέσου τὴν πρὸς τἄλλα σώματα κοινωνίαν λαμβάνει. τοῦτο μὲν οὖν αὐτὸ δι’ ὅλου λεκτέον ἡμῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου, τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ κατὰ τὰς ὄψεις αὐτῶν πνεῦμα φωτοειδὲς γίγνεσθαι.

Περὶ μὲν |οὖν τῆς Ἀριστοτέλους τε καὶ τῶν Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλομαι, τὸ δὲ τὴν αἴσθησιν τῶν αἰσθητῶν γίγνεσθαι δι’ ἀλλοιώσεώς τε καὶ διαγνώσεως ἐξ ὧν εἶπον δῆλον. ἀλλοιοῦται μὲν οὖν τὸ τῆς αἰσθήσεως ὄργανον, ἡ διάγνωσις δ’ αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ μιᾶς δυνάμεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς ἐπιῤῥεούσης. τὴν δὲ ἀρχὴν αὐτῶν εἴτε κοινὴν αἴσθησιν, εἴτε πρῶτον αἰσθητικὸν ἐθέλοις ὀνομάζειν, οὐ διοίσει. καὶ ταύτην ἔδειξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ’ οὗ πάντα τὰ μόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων ἑτέρων μὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ, τά γε κινεῖσθαι δεόμενα, καθάπερ ὀφθαλμούς τε καὶ γλῶτταν καὶ ὦτα. καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν ζώων κινεῖται, μυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαμβανόντων αὐτὰ, δι’ ὧν αἱ καθ’ ὁρμὴν ἅπασαι κινήσεις τοῖς ζώοις εἰσίν. ἐξ ὧν ἁπάντων μαρτυρεῖται, προσηκόντως εἰρῆσθαι, τὸν ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο μὲν αἰσθήσεως ἁπάσης τοῖς ζώοις, τοῦτο δὲ τῆς καθ’ ὁρμὴν κινήσεως. εἰ δέ γε μὴ διὰ ταῦτα, τίνος ἕνεκα ἄλλου γέγονεν; ἢ διότι τὰς μήνιγγας ἔξωθεν αὐτῷ περιέτεινεν ἡ φύσις, εἴ περ ἐν ἐκείναις μέν ἐστιν ἡ τῆς ψυχῆς ἀρχὴ, μάτην ἐγκέφαλος ἐγένετο; διὰ τί δ’ ἑκάστη τῶν κοιλιῶν αὐτοῦ τιτρωσκομένη κίνδυνον ὀξύτατον ἐπιφέρει; διὰ τί δ’ ἀπ’ αὐτοῦ πάντα πέφυκε τὰ νεῦρα καὶ ὁ νωτιαῖος μυελός; ὃς ὅτι μὲν ἀποβλάστημα τῆς κατὰ τὸν ἐγκέφαλον οὐσίας ἐστὶν, ἐναργῶς φαίνεται διὰ τῶν ἀνατομῶν, ὡς μηδὲ τοὺς μαγείρους ἀγνοεῖν. ὁποίαν δέ τινα τὴν δύναμιν ἔχει, μάθοις ἂν ῥᾳδίως, εἰ πρότερον μὲν ἐπὶ τὴν ἀνατομὴν ἀφικόμενος ἴδοις ἀπ’ αὐτοῦ νεῦρα φυόμενα τὸν ἀριθμὸν ἑξήκοντά που, καταμάθοις δ’ ἑκάστου τὴν χρείαν, ἐνδειξαμένης τῆς κατασκευῆς αὐτῶν ἅμα τοῖς γιγνομένοις πάθεσιν ἐπὶ ταῖς τομαῖς. ἡ μέν γε κατασκευὴ παραπλησία τοῖς ἀπ’ ἐγκεφάλου φυομένοις, τῆς μὲν οἷον ἐντεριώνης ἑκάστου τῶν νεύρων ἀπ’ αὐτοῦ τοῦ νωτιαίου βλαστανούσης, ἐν κύκλῳ δ’ αὐτὸ τῶν μηνίγγων περιλαμβανουσῶν. ἔχει γὰρ δὴ καὶ ὁ νωτιαῖος ὁμοίως ἐγκεφάλῳ τὰς μήνιγγας ἕνεκα τῆς αὐτῆς χρείας, ἃς εἰ καὶ περιέλοις ἑκάστου τῶν ἀποφυομένων νεύρων, οὐδὲν βλάπτεται τὸ μέλος, εἰς ὃ τὸ νεῦρον ἐμφύεται, μαρτυροῦντος καὶ τοῦδε τοῦ φαινομένου, σκεπάσματα μὲν εἶναι τὰς μήνιγγας ἐγκεφάλου τε καὶ νωτιαίου, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἐν τοῖς ὑπ’ αὐτῶν περιεχομένοις ὑπάρχειν. ὅταν οὖν διατέμῃς τὴν ἐντεριώνην τοῦ νεύρου, παραχρῆμα τὸ μέλος, εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, φαίνεται παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον. ὅτι δὲ καὶ ὁ νωτιαῖος αὐτὸς ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἔχει τῶν δυνάμεων, εὔδηλον ἐκ τοῦ, διατμηθέντος αὐτοῦ καθ’ ὁτιοῦν μέρος, ὅσον μὲν ἀνωτέρω τῆς τομῆς ἐστιν, ὑγιὲς διαφυλάττεσθαι, τοῦ κατωτέρω δὲ τὴν αἴσθησιν ἀπόλλυσθαι παραχρῆμα καὶ τὴν κίνησιν, ἁπάντων τῶν ἀπ’ αὐτοῦ λαμβανόντων τὰ νεῦρα μυῶν ἀναισθήτων τε καὶ ἀκινήτων γιγνομένων. Ἐρασίστρατος μὲν οὖν, εἰ καὶ μὴ πρόσθεν, ἀλλ’ ἐπὶ γήρως γε τὴν ἀληθῆ τῶν νεύρων ἀρχὴν κατενόησεν. Ἀριστοτέλης δὲ, μέχρι παντὸς ἀγνοήσας, εἰκότως ἀπορεῖ χρείαν εἰπεῖν ἐγκεφάλου. τίνα δ’ ἐστὶν, ἃ λέγει, καὶ ὅπως ἐξελέγχεται, μαθεῖν ἔνεστί σοι τὸ περὶ χρείας μορίων ὄγδοον ὑπόμνημα τῆς ἡμετέρας πραγματείας ἀναγνόντι, καθάπερ γε καὶ ὅτι τούτων ἁπάντων τῶν δογμάτων ὧν διῆλθον Ἱπποκράτης ἐστὶν ἡγεμὼν, ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασι δέδεικται. διὸ καὶ νῦν οὐ γέγραφα τὰς ῥήσεις, ὥσπερ τὰς Πλάτωνος, ὅπως μὴ δὶς ὑπὲρ τῶν αὐτῶν λέγοιμι. τῶν Πλάτωνος δὲ κατ’ ἄλλην οὐδεμίαν μεμνημονευκὼς πραγματείαν, εἰκότως ἐν τῇδε παρεθέμην.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΠΙΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ.

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενοι, πρῶτον μὲν ἐδιδάξαμεν, ἀναγκαιότατον ὑπάρχειν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ, εἴτε πλείους εἰσὶ δυνάμεις αἱ διοικοῦσαι τὸν ἄνθρωπον, εἴτε μία, βεβαίως ἐξευρεῖν· ἐφεξῆς δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν τραπόμενοι κατὰ τὸν ἀποδεικτικὸν νόμον, ἔννοιαν ὁμολογουμένην ἔφαμεν εἶναι τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος, ἢ κατὰ προαίρεσιν, ἢ καθ’ ὁρμὴν εἰπεῖν. εὔδηλον δὲ, ὅτι ἕτεραι μέν εἰσιν αἱ κινήσεις ἐκτεινόντων τε καὶ συστελλόντων τὰ κῶλα, βαδιζόντων τε καὶ τρεχόντων, ἑστώτων τε καὶ καθημένων, ὅσα τ’ ἄλλα τοιαῦτα πραττόντων, ἕτεραι δ’ αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας, οὐ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἀποτελούμεναι, καθάπερ καὶ τρίτον ἄλλο γένος κινήσεων, αἱ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν. ἀλλ’ ἀπό γε τῶν προαιρετικῶν ἀρξάμενοι, καθ’ ἃς καὶ τὸ καλούμενον ἰδίως ἡγεμονικόν ἐστι τῆς ψυχῆς, ἕνα λόγον ἐδείκνυμεν ἠρωτῆσθαι μόνον ἐπιστημονικῶς, ἀπ’ αὐτοῦ τοῦ ζητουμένου τῆς οὐσίας ἔχοντα τὰς προτάσεις, ὄντα τοιοῦτον· ὅπου τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν. αὕτη μὲν ἡ τοῦ λόγου κυριωτάτη πρότασις ὡμολογημένη πᾶσιν ἰατροῖς τε καὶ φιλοσόφοις. ἡ δ’ οἷον πρόσληψις αὐτῆς ἀληθὴς μὲν, ἡ ἀρχὴ τῶν νεύρων ἐν τῷ ἐγκεφάλῳ, ψευδὴς δὲ, ἡ ἀρχὴ τῶν νεύρων ἐν τῇ καρδίᾳ, γράφειν μὲν ταύτην τὴν πρότασιν ἢ καὶ λέγειν τοῖς ἀπείροις ἀνατομῆς δυναμένου τινὸς, οὐ μὴν δεῖξαί γε δυναμένου. πάντα γὰρ ἐν τοῖς ζώοις τὰ μόρια νεύρων μετέχει, τὰ μὲν ἄντικρυς ἐξ ἐγκεφάλου παραγιγνομένων εἰς αὐτὰ, τὰ δὲ διὰ μέσου τοῦ νωτιαίου. πρῶτοι οὖν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐχ Ἱπποκράτης, ἢ Ἐρασίστρατος, ἢ Εὔδημος, ἢ Ἡρόφιλος, ἢ Μαρῖνος, οἱ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενοι· ὡς, εἴ γε τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς εἶπον, οὐκ ἂν ἐμακρολογοῦμεν, δι’ ἀποδείξεως μιᾶς εὑρημένου τοῦ ζητουμένου. μακροτέρων οὖν λόγων ἐδεήθημεν εὐθὺς ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τοὺς, ἃ μηδ’ ὅλως εἶδον, ὡς ἀκριβῶς ἰδόντας ἐπιχειρήσαντας γράφειν, ἠναγκάσθημέν τε καὶ νεύρων καὶ ἀρτηριῶν ἀνατομὴν ἐπὶ κεφαλαίων ἐν αὐτῷ διελθεῖν. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τῶν ἠρωτημένων λόγων περὶ ψυχῆς ἡγεμονικοῦ τοὺς πιθανωτάτους ἀπεδείξαμεν, οὐ κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπ’ αὐτῶν συντεθέντας, ἀλλὰ τοὺς μὲν ἐγγὺς αὐτῶν, οὓς διαλεκτικοὺς ἔθος ἐστὶν Ἀριστοτέλει καλεῖν, ἐνίους δὲ ποῤῥώτερον, οὓς διαιροῦμεν εἴς τε τοὺς ῥητορικοὺς καὶ τοὺς σοφιστικούς. ἔπραξα δὲ τοῦτο καὶ τοῦ ὑποκειμένου μὲν ἕνεκεν αὐτοῦ, καὶ διὰ τοὺς ἑταίρους δὲ βουλομένους ἐκ παραλλήλου τῶν λόγων ἔχειν τὰς διαφορὰς ἐφ’ ἑνὸς προβλήματος, ἐσομένης τῆς γυμνασίας ταύτης εἰς πολλὰ χρησίμης. ἐπεὶ δὲ καὶ τοιοῦτόν τινα λόγον ὁ Χρύσιππος ἔγραψεν· ἔνθα τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ ἡγεμονικόν· τὰ δὲ πάθη τῆς ψυχῆς ἐν καρδίᾳ· ἐν ταύτῃ ἄρα καὶ τὸ ἡγεμονικόν· ἐδείκνυον αὐτὸ τὸ ζητούμενον αὐτὸν ἐν τῷ κυριωτάτῳ λήμματι λαμβάνοντα. Πλάτωνος γὰρ εἰρηκότος, ἐν μὲν τῇ κεφαλῇ τὸ λογιστικὸν ὑπάρχειν, ἐν δὲ τῇ καρδίᾳ τὸ θυμοειδὲς, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικὸν, ἐχρῆν αὐτὸν ἐλέγξαι πρότερον, ὅσα κατασκευάζων ἑαυτοῦ τὸ δόγμα διῆλθεν ὁ Πλάτων, οὐχ ἁπλῶς ἀποφῃνάμενον ἀξιοπιστοτέραν| ἡγεῖσθαι τὴν ἰδίαν ἀπόφασιν τῶν ὑπὸ Πλάτωνος εἰρημένων λόγων. ἐδείκνυον δὲ καὶ ὡς οὐδ’ ἐπεχείρησέ που τῶν ἑαυτοῦ συγγραμμάτων ὁ Χρύσιππος ἀντειπεῖν τοῖς τοῦ Πλάτωνος λόγοις. ἅπαντες μὲν οὖν ὅσοι μηδέπω φιλοσοφίας ἦσαν ἡμμένοι γεωμέτραι, καὶ ἀριθμητικοὶ, καὶ λογιστικοὶ, καὶ ἀστρονόμοι, καὶ ἀρχιτέκτονες, ἔτι τε μουσικοὶ, καὶ γνωμονικοὶ, καὶ ῥητορικοὶ, καὶ γραμματικοὶ, καὶ ὅλως εἴ τις ἐν τέχνῃ λογικῇ γεγύμναστο, πίστιν βεβαίαν ἔσχον, ἐξηλέγχθαι μὲν τοὺς τῶν ἄλλων λόγους, ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς, ἀληθεῖς δ’ εἶναι τοὺς Ἱπποκράτους καὶ Πλάτωνος. ἐπεὶ δὲ τὰ τοῦ Χρυσίππου βιβλία περὶ παθῶν γεγραμμένα, καὶ οἱ ἀπ’ ἐκείνου, ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ, ἐν τῷ λογιστικῷ τῆς ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυμοὺς, καὶ τοὺς φόβους, καὶ τὰς λύπας, ὅσα τ’ ἄλλα τοιαῦτα, δι’ ἐκείνους ἠναγκάσθην ἐπιδεικνύναι μὴ μόνον ψευδῶς εἰρηκότα πολλὰ κατὰ τὰ περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ μαχόμενα αὐτῷ. καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώτοις δύο βιβλίοις ἕτερα τρία, δείξας εὐθέως ἐν αὐτοῖς, ὅτι καὶ Ποσειδώνιος ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυμνάσθαι κατὰ γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυσιν ἐν τῇ περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς. τῆς δ’ αὐτῆς δόξης. ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι, καὶ δείκνυσιν αὐτὸ τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης αὐτῷ. ὥστ’ οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραμμένα Χρυσίππῳ περί τε τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ καὶ |περὶ παθῶν, ἃ πάντ’ ἐγνώκειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα. θεοὺς δ’ ἅπαντας ἐπικαλοῦμαι μάρτυρας, ὡς τοὺς ἀναισχύντους τῶν λόγων ἐλέγχους αὐτὸς αἰδοῦμαι, βέλτιον εἶναι νομίζων ἀγνοεῖσθαι τοῖς πολλοῖς αὐτοὺς, ὅπως μὴ βλάπτοιντο θεώμενοι φιλοσόφους ἄνδρας, ἃ μηδέποτ’ εἶδον, ὡς ἰδόντας γράφοντας· ἧττον γὰρ αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι ψευδόμενοι. αἰδεσθῆναι δ’ ἔστι καὶ οἳ μὴ γινώσκουσιν, ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες, ὡς εἷς μόνος οὗτος ἠρώτηται λόγος ἀποδεικτικῷ νόμῳ περὶ ψυχῆς ἡγεμονικοῦ, καθ’ ὃν ἡ μὲν ἀληθὴς πρόσληψίς ἐστιν, ἐγκέφαλον εἶναι τῶν νεύρων ἀρχὴν, ἡ ψευδὴς δὲ, τὴν καρδίαν. ὥστε οὐ μόνον ἐν πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς ἡγεμονικοῦ λόγον, ἀλλ’ οὐδὲ δι’ ἑνὸς ὅλου πρός γε τοὺς μεμαθηκότας, ὁποῖόν τι πρᾶγμά ἐστιν ἀπόδειξις ἐπιστημονικὴ, προσήκουσα μὲν, ὡς ἐγώ φημι, φιλοσόφοις μᾶλλον, ἢ γεωμέτραις, ἀριθμητικοῖς τε καὶ λογιστικοῖς, ἀστρονόμοις τε καὶ ἀρχιτέκτοσιν, οὐ μὴν ἠσκημένοις γ’ αὐτοῖς, ὥσπερ ἐκείνοις. διὰ τοῦτ’ οὖν Εὐκλείδης μὲν ἑνὶ θεωρήματι τῷ πρώτῳ κατὰ τὸ τῶν φαινομένων βιβλίον ἐπέδειξε δι’ ὀλιγίστων ἐπῶν, τὴν γῆν μέσην εἶναι τοῦ κόσμου, καὶ σημείου καὶ κέντρου λόγον ἔχειν πρὸς αὐτὸν, ἣν οἱ μαθόντες οὕτω πιστεύουσι τῷ συμπεράσματι τῆς ἀποδείξεως, ὡς καὶ τὸ τὰ δὶς δύο τέτταρα εἶναι. τῶν φιλοσόφων δ’ ἔνιοι τοιαῦτα ληροῦσι περὶ μεγέθους τε καὶ θέσεως γῆς, ὡς αἰδεσθῆναί τινα περὶ τοῦ παντὸς ἐπιτηδεύματος. ὅπου γὰρ οἱ μὲν ἀεὶ παρακελευόμενοι μηδὲν μήτε πράττειν μήτε λέγειν προπετῶς ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ’ εἰρημένων ἄνωθεν ἀντιτεχνιτῶν οὐδεὶς μὲν ἑαυτὸν νομίζει σοφὸν, ὡς ἐκεῖνοι, ταῖς δ’ ἀποδείξεσι προσηκόντως χρῶνται, μηδαμόθεν μαχόμενοι, μηδὲ διαφωνοῦντες ἀλλήλοις, μηδὲ ἀναισχύντως ἀποφαινόμενοι περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύματος; οὕτως γοῦν ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς, ὡς ἐγὼ δείξω σοι δι’ ὀλίγων συλλαβῶν περαινόμενον αὐτὸν ὄντα τοιοῦτον· ἔνθα τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα τὸ ἡγεμονικόν· ἡ δ’ ἀρχὴ τῶν νεύρων ἐν ἐγκεφάλῳ ἐστίν· ἐνταῦθα ἄρα τὸ ἡγεμονικόν. εἷς μὲν οὗτος ὁ λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ δυοῖν καὶ ἡμίσεως ἐπῶν ἑξαμέτρων. ἕτερος δ’ ἐστὶν πέντε τῶν πάντων ἐπῶν· ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον κινεῖ τὰ μόρια τοῦ σώματος, ἐνταῦθα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν· ἀλλὰ μὴν ἡ καρδία φαίνεται μεγάλην ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυμοῖς καὶ φόβοις· ἐν ταύτῃ ἄρα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν. εἰ δὲ συνθείης ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλείονες τῶν ὀκτὼ ἑξαμέτρων τὸ συγκείμενον ἐξ αὐτῶν πλῆθος ἔσται. τίνες οὖν αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων, ἃ διὰ ὀκτὼ στίχων ἡρωϊκῶν ἐπιστημονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡμεῖς δήπουθεν, ἀλλ’ οἱ μὴ βουλόμενοι γραμμικαῖς χρῆσθαι ἀποδείξεσι φιλόσοφοι, περὶ ὧν ἔφην αἰδεῖσθαι. τίνες δὲ αἴτιοι τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ’ αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης ἀρχῆς, μακροτέρου μὲν λόγου δεομένης, οὐ μὴν ὥσθ’ ὅλον ἓν πληρωθῆναι βιβλίον; οἱ μὴ γεγυμνασμένοι γραμμικῶν ἀποδείξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ σκέμματος ἐν ὀλίγοις κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις. ἐδείχθη γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα μέρη τῆς ἀρχῆς αὐτῶν ἐκφυόμενα, καὶ τῶν προδεδειγμένων δυοῖν ἀρχῶν, τῆς τῶν νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ μὲν οἷον στελέχη πρὸς ταῖς ἀρχαῖς εἶναι, τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προϊέναι τὰ στελέχη γεννώμενα. τοῦτο μὲν ἓν λῆμμα δι’ ἐναργῶν ἀποδείξεων ἐδείχθη· δεύτερον δὲ ἐπ’ αὐτῷ, τῆς φυτικῆς ἐν ἡμῖν δυνάμεως, ἣν κοινὴν ἔχομεν πρὸς τὰ φυτὰ, τὰς φλέβας ὑπάρχειν ὄργανα, καθηκουσῶν μὲν εἴς τε τὴν γαστέρα καὶ τὰ ἔντερα λεπτῶν φλεβῶν, ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν δένδρων, ἁπασῶν δὲ ἀπὸ μιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυομένης μεγίστης φλεβὸς, ἣν κοίλην ὀνομάζουσιν, ἧς ὥσπερ κλάδοι τινὲς σχίζονται φλέβες ἄλλαι πάντη τοῦ σώματος φερόμεναι. ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ πάλιν εἵπετο, καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάμεως ἀρχὴν εἶναι τοῦτο τὸ σπλάγχνον, ἥντινα δύναμιν ὁ Πλάτων ἐπιθυμητικὴν ὀνομάζει. αὕτη μὲν ἀπόδειξις μία τοῦ τὸ ἧπαρ ἀρχὴν εἶναι τῆς ἐπιθυμητικῆς δυνάμεως καὶ τῶν φλεβῶν· ἑτέρα δ’ ἐκ τοῦ μηδὲν ἄλλο μόριον εὑρίσκεσθαι κατὰ τό ζῶον, ᾧ συμφυεῖς εἰσιν αἱ φλέβες ἅπασαι, λαμβανομένη. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυομένην φλέβα τὴν κοίλην ἔνιοί φασι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι. εἴπερ οὖν ἀπ’ ἐκείνης ἀνάλογον κλάδοις αἱ κατὰ τὸ σῶμα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν ἁπασῶν αὐτῶν ἀρχὴ ἡ καρδία. ἀλλ’ αἵ γ’ ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἀνάλογον ῥίζαις εἰς τὴν γαστέρα, τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον, καὶ τὸ τυφλὸν, καὶ τὸ κῶλον, εἴς τε τὸ ἀπευθυσμένον ὀνομαζόμενον, καὶ τὸν σπλῆνα, καὶ τὸ ἐπίπλοον ἥκουσαι φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ’ ἔστιν ἑτέρα φλὲψ ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τεταγμένη. πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται κοιλία, μήτε τῶν εἰρημένων φλεβῶν, μήτε πρὸς αὐταῖς τῶν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος συναπτομένων τῇ καρδίᾳ; ἧπαρ δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ μερῶν ἐκπεφυκυίας, ἣν οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνομάζουσι διὰ τὸ μέγεθος, Ἱπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου πρεσβεύουσιν, ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονομάζουσιν, ὅθεν ἐκπέφυκεν αὕτη. τοιγαροῦν ἤδη σοι δευτέρα περὶ ἥπατος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχὴ, διὰ τοῦτο δὲ καὶ τῆς θρεπτικῆς δυνάμεως. ἄλλη δ’ ἐκ περιουσίας τρίτη τοιάδε τις. ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν ἀρχὴν ὑποθώμεθα τῆς κοίλης φλεβὸς, ἐναντίως ἔσται τῷ φαινομένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατομαῖς εὑρισκομένῳ. οὐδενὸς οὖν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι μηδὲ πνεύμων ἐστὶ τοῖς ζώοις ἐκείνοις. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύμονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί μοι κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐκ περιουσίας μὲν, ὡς ἔφην, οὐ σμικρὰ τῷ δόγματι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρημένου λόγου. προσέρχεται δὲ καὶ ἄλλη τις ὁμοία τῇδε, τὴν εὐθύτητα τῆς κοίλης ἡμῶν ἐπισκεπτομένων. ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν μὲν αὐτῆς τὸ δεξιὸν μέρος εὐθείᾳ μιᾷ ἄκλαστον φυλάττον αὐτὴν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνομένη, ἥντινα φλέβα νομίζουσιν ἔνιοι τὸ πρέμνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη μετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ μεγάλῃ ἀρτηρίᾳ, ἣν ὁμολογουμένως ἁπασῶν τῶν καθ’ ὅλον τὸ ζῶον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι κατὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζομένην, ὅπως τῶν μερῶν αὐτῆς τὸ μὲν ἕτερον ἄνω, τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώματος. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ τῆς καρδίας ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ μὴ φαινομένου δῆλόν ἐστιν, οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι. αὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρημέναι κατὰ τὸ τῆς προκειμένης πραγματείας ἕκτον γράμμα τοῖς εἰδόσι, τί ποτ’ ἐστὶν ἀπόδειξις, αὐτάρκως. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγματος, οὐ μὴν ἐπιστημονικήν γε τὴν ἀπόδειξιν ἔχοντα, καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ μέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς ἑτέρως δοξάζοντας. ὥστε, ὅσον ἐπ’ ἐμοὶ, διὰ βραχυτάτων ἤδη τὸ προκείμενον ἀποδέδεικται, καὶ χρὴ τοῦ μήκους τῶν λόγων οὐχ ἡμῖν ἐλέγχουσιν, οὓς ἡμαρτημένους ἔγραψαν ἐκεῖνοι λόγους, ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς μέμφεσθαι. τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ, δυνάμενος ἀντειπεῖν, ἃ πρὸς αὐτὸν διηνέχθην διελέγχων, μηκύνειν, οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι, καθάπερ οὐδ’ ὅσα περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις, ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάμενος τοῖς ἀκούειν δυναμένοις ἐπιστημονικῶν ἀποδείξεων, ἀνεβαλόμην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν, ὅσα καὶ πρὸς αὐτὸν ἐναντιολογούμενος ἔγραψε, καὶ πρὸς τὴν τῶν ἐναργῶς φαινομένων ἀλήθειαν. ἐκείνη μὲν οὖν ἡ πραγματεία καθ’ ἑαυτὴν γέγραπται.

Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐνταῦθα τρέψομαι, ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάμενος. ὀνομάζεται μὲν οὖν στοιχεῖον, ὅπερ ἂν ἐλάχιστον ᾖ μέρος ἐκείνου τοῦ πράγματος, οὗπερ ἂν ᾖ στοιχεῖον· ἐκ γὰρ τοῦ τῆς πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον φωνὴ, καθάπερ καὶ τοῦ μέρους. τό τε γὰρ στοιχεῖον τινός ἐστι στοιχεῖον, τό τε μέρος τινός ἐστι μέρος. ὥσπερ οὖν τῆς φωνῆς ἡμῶν, ᾗ χρώμεθα διαλεγόμενοι πρὸς ἀλλήλους, τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωμάτων ἐλάχιστα μόρια γῆ καὶ ἀήρ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου δὲ λεγομένου τοῦ μηκέτι τομὴν ἐγχωροῦντος. ἡ μὲν γὰρ κατὰ τὸ μέγεθος τομὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει, μόνη δὲ ἡ κατ’ εἶδος ἵσταταί ποτε, καθάπερ ἐπὶ τῆς φωνῆς. οὔσης γάρ τινος συνθέτου τοιᾶσδε,

Μῆνιν ἄειδε, θεὰ, Πηληϊάδεω Ἀχιλῆος,

ὅλη μέν ἐστιν αὕτη, μέρη δὲ τὸ μῆνιν, καὶ τὸ ἄειδε, καὶ τὸ θεὰ, καὶ τὸ Πηληϊάδεω, καὶ τὸ Ἀχιλῆος. ἕκαστον δὲ τούτων πάλιν εἰς τὰς συλλαβὰς τέμνεται, καὶ τῶν συλλαβῶν αὖθις ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα λαμβάνει. τῆς γοῦν πρώτης συλλαβῆς τῆς μὴ συγκειμένης ἐκ δυοῖν στοιχείων, οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ φωνὰς ἐλάττους δύναται τμηθῆναι, καὶ διὰ τοῦτο τὴν μὴ φωνὴν ἐλαχίστην τε καὶ ἄτμητον εἷναί φαμεν, ὡς καὶ τὸν Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς φιλοσόφοις ἄτομον οὐσίαν. οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν συγκείμενον ἐξ ὀνόματος καὶ ῥήματος, ὡς λόγον δηλονότι καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ’ εἶδος λεγομένων τε καὶ νοουμένων, ὅταν μηκέτι χωρῇ τομὴν εἰς εἴδη πλείω, τοῖς τοιούτοις ὀνόμασι προσαγορεύομεν, βραχύτατον, ἄτμητον, στοιχεῖον. περὶ μὲν οὖν τοῦ στοιχεῖον ὀνόματος ὅλον ἔχεις γεγραμμένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ. περὶ δὲ τῆς κατὰ μέγεθος τομῆς τῶν σωμάτων ἐπιδέδεικται τοῖς γεωμετρικοῖς ἀνδράσιν, ὡς οὐδέποτε στῆναι δυναμένης, ἀλλ’ αἰεὶ τοῦ τεμνομένου μικρότερον ἑαυτοῦ τὸ μέγεθος ἔχοντος. ἀπολειπομένης δὲ μόνης τῆς κατ’ εἶδος τομῆς, ὡμολόγηται πάλιν αὖθις περὶ τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων, ἄτομον εἶδος εἶναί τι τοιοῦτον, ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώμασι στοιχεῖον, ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ. ἀποδείξεις δὲ τούτων οὐ δέομαι γράφειν ἐνταῦθα, φθάσαντος γραφῆναι ὑπομνήματος ἑτέρωθι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὃ σαφέστερον μὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα πολλὰ, μὴ πρὸς μόνον ἀποβλέποντι τὸν λαμβάνοντά μου τὸ βιβλίον, ἀλλ’ ὡς καὶ τῶν ἀμαθεστέρων ἐκείνου μελλόντων ὁμιλήσειν αὐτῷ. πολλῶν δ’ ἔχειν φθασάντων, οὐκ ἔτ’ ἔδοξέ μοι γράφειν ἄλλο, τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ λόγους μακροτέρας ἐξεργασίας δεομένους, ὧν οὐχ ἥκιστα καὶ οὗτος αὐτὸς ὁ νῦν εἰρημένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας, ἐπὶ πλεῖστον μὲν ἐξειργασμένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ· διὰ κεφαλαίων δὲ νῦν εἴρηται μὲν, ὅσα που μᾶλλον ἂν εἴρητο κᾀν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, εἴπερ αὐτῶν τῶν συλλαβῶν τὸ στοιχεῖον ἐδεῖτο. γεγραμμένου δὲ τῷ Ἱπποκράτει βιβλίου περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ’ αὐτῷ καὶ τοῦ περὶ διαίτης μικροῦ βιβλιδίου, καί τινος παρεντεθείσης ἀνατομῆς φλεβῶν, ἣν ὁ διασκευάσας δοκεῖ μοι προσθεῖναι τῷ περὶ φύσεως ἀνθρώπου καὶ τῷ περὶ διαίτης, ἐξήγησίς ἐστι τὸ ἡμέτερον γράμμα τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων τοῦ γεγραμμένου περὶ φύσεως ἀνθρώπου. τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν, ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ’ ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόντων τὸ δόγμα μόνων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν, ἃς εἴπερ ἐθέλεις μανθάνειν, ἐπ’ ἐκεῖνο μετάβηθι τὸ βιβλίον. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑπομνήμασιν, ἀλλ’ ἐνταῦθα τὰς μόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις, ἐν αἷς ἠκολούθησε τῷ Ἱπποκράτει, τὰ σώματα ἡμῶν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων. εἰρημένου δ’ αὐτοῦ τούτου καὶ κατὰ ἄλλα βιβλία, νῦν ἡμῖν ἀρκέσει τὴν ἐκ τοῦ Τιμαίου παραγράψαι ῥῆσιν ἔχουσαν ᾧδε. τεττάρων γὰρ ὄντων γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια, καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένη, πυρός τ’ αὖ καὶ τῶν ἑτέρων, ἐπειδή γε πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνει, καὶ πάνθ’ ὅσα τοιαῦτα, στάσεις καὶ νόσους παρέχει. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ Πλάτων, οὐ μόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς γεγονέναι τὰ σώμαθ’ ἡμῶν, ἀλλὰ καὶ διότι διὰ ταῦτα μέτρῳ μὲν ἀλλήλοις κεκραμένα κατὰ φύσιν ἔχομεν, ὅπερ ταὐτόν ἐστι τῷ ὑγιαίνομεν, ἐλλείποντες δέ τινος, ἢ πλεονάσαντος, ἢ μεταστάντος εἰς ἀλλοτρίαν χώραν, νοσοῦμεν. ὅτι μὲν οὖν ἥ τε πλεονεξία καὶ ἡ ἔνδεια διαφθείρει τὴν εὐκρασίαν, ἐν ᾗ τῶν πρώτων σωμάτων ἡ ὑγίεια, πρόδηλον· πρόδηλον δ’, ὅτι καὶ ἡ μετάστασις, ἐὰν ἐννοήσωμεν, ὡς, τοῖς κατὰ τὸν θώρακα καὶ τὰς τραχείας ἀρτηρίας ὀργάνοις αἵματος ἤ τινος ἄλλου χυμοῦ παρεμπεσόντος, συγχωρεῖσθαι τὴν ἄμεμπτον ὑγίειαν αὐτῶν, ἔν τε τοῖς κατὰ γαστέρα, καὶ ἔντερα, καὶ φλέβας, καὶ σάρκας, ἀερώδους οὐσίας ἀθροισθείσης. ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ προειρημένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνεται μὲν, ὅσα ἂν πρότερον ψύχηται, ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίγνεται ὑγρότερα, καὶ κοῦφα δὴ καὶ βαρέα, καὶ πάσας πάντη μεταβολὰς δέχεται. μόνως γὰρ δή φαμεν κατὰ ταὐτὸν ταὐτὸ, καὶ ὡσαύτως ἀνάλογον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον καὶ ὑγιὲς μένειν. ὃ δ’ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιὸν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται. ὅτι μὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος ἡ τοῦ σώματος ἡμῶν ἐστι σύστασις, ὅτι τε διὰ τὴν τούτων ἔνδειαν, ἢ πλεονεξίαν, ἢ μετάστασιν αἱ νόσοι γίγνονται, σαφῶς ἐδήλωσε.

Δόξει δ’ ἐν τῷ μὴ καλεῖν αὐτὰ στοιχεῖα διαφέρεσθαι πρὸς Ἱπποκράτην. καίτοι γε οὐδὲ ἐκεῖνος ὠνόμασεν αὐτὰ στοιχεῖα, μόνον δ’, ὅτι, τούτων συνιόντων καὶ κεραννυμένων, τὰ φυσικὰ γίγνεται σώματα. καὶ τούτων προσωτέρω χωρεῖν ὁ μὲν Ἱπποκράτης οὐδεμίαν ἀνάγκην εἶναί φησι, πρακτικὴν, οὐ θεωρητικὴν μετερχόμενος τέχνην. ὁ δὲ Πλάτων, ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούμενος εἶναι τιμιωτάτην, οὐκ ἠρκέσθη μόναις ταῖς φαινομέναις ἐν τοῖς στοιχείοις δυνάμεσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς γενέσεως αὐτῶν, ἄχρηστον ἰατρῷ σκέμμα. διὰ τί γὰρ ὑγραίνει μὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ, ἢ διὰ τί ῥεῖ μὲν τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς τὰς τῶν νόσων ἰάσεις οὐδὲν συντελεῖ. μόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι μὲν τὴν ὑγίειαν, ἰασομένῳ δὲ τὰς νόσους ἐπίστασθαι, διά τε τὴν εὐκρασίαν τοῦ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζώοις, ἐπὶ δὲ ταῖς τούτων δυσκρασίαις τὰς νόσους γίγνεσθαι. τὸ δ’ ἐκζητεῖν, εἴτ’ ἐκ πυραμοειδῶν τῷ σχήματι μορίων σύγκειται τὸ πῦρ, εἴτ’ ἄλλη τίς ἐστιν αἰτία, δι’ ἣν τέμνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα σώματα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον ἐστὶν, ἣν μεταχειριζόμενος ὁ Πλάτων, τὰ μὲν τοῦ πυρὸς μόρια πυραμοειδῆ φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούμενον ὀκτάεδρον σχῆμα τοῦ ἀέρος ἴδιον εἶναι νομίζει, καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος. εἰ μὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡμῖν προκειμένου λόγου. διὰ τί γὰρ οὐκ ὀνομάζει στοιχεῖα γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, ἐζητοῦμεν λόγον ἡμεῖς δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχημάτων αὐτοῖς ἀπονέμει. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆμα. κᾀπειδὴ τὸ σχῆμα σύνθετόν ἐστι, τὸ μὲν τῆς πυραμίδος ἐκ τεσσάρων ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων ἓξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήματα περιοριζόντων ἐπιπέδων τὴν τάξιν, καί φησι, τὸ μὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων. ἐπεὶ δὲ μηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ μὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώνου. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐπὶ τῆς πυραμίδος εἰρημένην, ἔχουσαν ᾧδε κατὰ λέξιν. ἄρξει δὴ τότε πρῶτον μὲν εἶδος καὶ σμικρότατον συνιστάμενον. στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον μήκει. δευτέραν δὲ ἐπὶ τῇδε, τὴν ἐπὶ τοῦ εἰκοσαέδρου, καὶ αὐτὴν οὕτως ἔχουσαν αὐτοῖς ὀνόμασι. τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συμπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων, περιεχομένης ἑκάστης εἴκοσι βάσεις, ἔχον τριγώνους ἰσοπλεύρους, γέγονε. νῦν μὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήματα κέκληται στοιχεῖα. προελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόμενα σώματα πρὸς τῶν εἰρημένων ἐπιπέδων ὀνομάζει στοιχεῖα, γράφων οὕτως. ἔστω δὴ κατὰ τὸν αὐτὸν ἄρτι λόγον καὶ κατὰ τὸν εἰκότα, τὸ μὲν τῆς πυραμίδος γεγονὸς στερεὸν εἶδος, πυρὸς στοιχεῖόν τε καὶ σπέρμα, τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζειν μικρῶν εἶναι σωμάτων, τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρὸς, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ μὲν τῆς φωνῆς στοιχεῖα γεννᾷν πρώτας μὲν τὰς συλλαβὰς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνομα, καὶ τὸ ῥῆμα, καὶ τὴν πρόθεσιν, ἄρθρον τε καὶ σύνδεσμον, ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα. ταυτὶ μὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον, ὅπως μή τις ἐριστικὸς ἐπηρεάζῃ μου τῷ λόγῳ, διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγματι τὸν Πλάτωνα τῷ Ἱπποκράτει. τὴν ἀρχὴν μὲν γὰρ οὐδ’ ὠνόμασεν Ἱπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ, ἀλλ’ ἐξ αὐτῶν ἡμᾶς ἔφη συνεστάναι, μηκέτι ζητῶν, διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναμιν ἰδίαν, ἣν ἐναργῶς ὁρῶμεν ἐν αὐτοῖς ὑπάρχουσαν. ὁ Πλάτων δὲ καὶ τοῦτ’ ἐζήτησε πρὸς τῷ συγχωρεῖν, ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ σώματα συμπεπηγέναι.

Καὶ μὴν καὶ τὸν τρόπον, ὃν ἐκ τῶν στοιχείων τὰ σώμαθ’ ἡμῶν συνίσταται, τὸν αὐτὸν ἀμφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης, εἶτ’ ἐν ἡλίῳ θερμανθείσης γεννᾶσθαι τὰ ζῶα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν μεταξὺ μεταβολῶν. ἐκ μὲν γὰρ τῶν τεττάρων στοιχείων ἥ τε τῶν φυτῶν ἐστι γένεσις, οἵ τ’ ἐξ αὐτῶν καρποὶ καὶ τὰ σπέρματα. τροφὴ δὲ ταῦτα πάντα προβάτοις τε καὶ ὑσὶν, αἰξί τε καὶ βουσὶ, καὶ τοῖς ἄλλοις ζώοις, ὁπόσα πόας, ἢ καρποὺς δένδρων, ἢ ἀκρέμονας, ἢ ῥίζας ἐσθίει. τοῖς δ’ ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ τὰ ζῶα, καὶ γεννᾶται δ’ ἐν αὐτοῖς ἐκ τούτων αἷμα, καὶ φλέγμα, καὶ χολαὶ διτταί· πλεῖστον μὲν αἷμα, διὸ καὶ φαίνεται μόνον ἐν ταῖς φλεψίν· ὀλίγον δὲ τῶν ἄλλων ἑκάστου. καὶ τοῦτό ἐστιν αὐτὸ τὸ αἷμα τῆς γενέσεως ἡμῶν ὡς ὕλη, τὸ συγκείμενον μὲν ἐκ τῶν τεσσάρων χυμῶν, κατ’ ἐπικράτειαν δ’ ὠνομασμένον οὕτως. γεννώμεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς μήτρας κυούμενοι, καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου λαμβάνομεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων μορίων τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν. ἀποκυηθέντες δὲ πρῶτα μὲν τῷ γάλακτι τρεφόμεθα, τὴν γένεσιν ἐξ αἵματος ἔχοντες, μετὰ δὲ ταῦτα ταῖς αὐταῖς τελείοις τροφαῖς, ἐξ ὧν πάλιν αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα γεννῶνται. διαφερέτω δὲ μηδὲν εἰς τὰ παρόντα ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν χολήν. ἀλλὰ ταῦτά γε πάντα Ἱπποκράτης ἁπάντων πρῶτος ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο, καὶ διὰ τοῦτο τὰ νοσήματα τῶν πρώτων σωμάτων κατὰ δυσκρασίαν ἔφη γίνεσθαι. τίνα δ’ ὀνομάζω πρῶτα σώματα, δηλώσω πρότερον, ὅπως μηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον. αὐτὸς μὲν γὰρ Ἱπποκράτης οὐκ ὠνόμασε σῶμα πρῶτον ἢ δεύτερον, ὥσπερ Ἀριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν μέν τινα σύστασιν εἶπεν εἶναι σωμάτων, πρώτην δ’ οὐδ’ αὐτὸς ὠνόμασεν, ἀλλ’ ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ αὐτῆς ἑτέραν τιθέμενος, ἣν ὀνόματι τῷ τῶν ὁμοιομερῶν ὁ Ἀριστοτέλης οὕτως ὠνόμασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν ἐν τοῖς ζώοις μορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν διελθών. ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτομερέστερον ἡντιναοῦν φύσιν πραγμάτων ἐξεργάζηται, τοσούτῳ πλεόνων ὀνομάτων αὐτῷ γίγνεται χρεία. τὰ τοίνυν ἐν μιᾷ περιγραφῇ σώματα πολλάκις μὲν ὁμοιομερῆ καλεῖται τῷ πάντ’ αὐτὰ τὰ μόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντὶ, πολλάκις δ’ ἁπλᾶ καὶ πρῶτα. καὶ γὰρ συντίθεται ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα, δάκτυλοι, καὶ καρπὸς ὅλος, καὶ πῆχυς ὅλος, καὶ βραχίων ὅλος. ἀνάλογον δ’ αὐτοῖς τὰ κατὰ τὰ σκέλη μόρια, δάκτυλοι καὶ ποὺς, καὶ κνήμη, καὶ μηρός· καὶ μὴν καὶ ὀφθαλμὸς, καὶ γλῶττα, καὶ καρδία, καὶ πνεύμων, ἅπαντά τε τὰ σπλάγχνα, καὶ ἡ γαστὴρ, καὶ τὰ ἔντερα τῶν ὀργανικῶν μορίων ἐστὶν, ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συντίθεται. πρώτη μὲν οὖν ἐστι γένεσις ἡμῶν ἐκ τοῦ αἵματος τοῦ γινομένου ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος· ἔστι δὲ καὶ σπέρμα. αἷμα δ’ ὀνομάζω τὸ κατ’ ἐπικράτειαν οὕτω καλούμενον, ὃ καὶ περιεχόμενον ὁρᾶται κατὰ τὰς φλέβας. ἐκ τούτων δὲ τὰ πρῶτα μόρια γεννᾶται, χόνδρος καὶ ὀστοῦν, καὶ νεῦρον, καὶ ὑμὴν, καὶ σύνδεσμος, καὶ ὅσα τἄλλα τοιαῦτα. κᾄπειτ’ ἐκ τούτων ὀφθαλμὸς, καὶ γλῶττα, καὶ κεφαλὴ, καὶ τὰ σπλάγχνα, καὶ τὰ κῶλα, καὶ πάλιν ἐκ τούτων ὅλον τὸ σῶμα. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀνθρώπου τὴν ἐκ τῶν στοιχείων ἕνωσιν ἁπάντων τῶν φυσικῶν σωμάτων κοινὴν εἶπεν ὑπάρχειν, ἐξ ἧς ἐπὶ τὴν τῶν ζώων μετέβη, καὶ τούτων οὐχ ἁπάντων, ἀλλὰ τῶν ἐναίμων, ἐν οἶς ἐστι καὶ ὁ ἄνθρωπος, ἐφ’ ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ. καὶ τοίνυν φησὶ ᾧδέ πως ὑπὲρ αὐτοῦ. τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως, καὶ τοῦ πλήθους, καὶ μάλιστα μὲν μεμιγμένα ᾖ· ἀλγέει δ’, ὅταν τι τούτων ἔλαττον ἢ πλέον χωρισθῇ τῷ σώματι, καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τούτων χωρισθῇ, καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τὸ χωρισθὲν ἐπίνοσον γενέσθαι, ἀλλὰ καὶ, ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. καὶ γὰρ, ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει, ἢ καὶ νόσον· ἤν τ’ αὖθις ἔσω ποιήσηται τὴν κίνησιν, καὶ τὴν μετάστασιν, καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλή γ’ αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθα τε ἐξέστη, καὶ ὅθεν ὑπερέβαλεν. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις, ᾗ μοι δοκεῖ βουλόμενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα τὰ μικρὸν ἀνωτέρω γεγραμμένα περί τε τῶν τεσσάρων στοιχείων τῆς γενέσεως ἡμῶν καὶ περὶ τοῦ καθόλου τρόπου τῶν νοσημάτων. ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε. τεττάρων γὰρ ὄντων τῶν γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος, ἀκριβέστερον φαίνεται, καὶ μέντοι καὶ χρησιμώτερον ἰατρῷ περὶ αὐτῶν ὁ Ἱπποκράτης γεγραφώς. ἐκ μὲν γὰρ τῶν τεσσάρων στοιχείων φησὶ γεγονέναι τὸ σῶμα, καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων αὐτὰ, τὸ μὲν ξηρὸν, τὸ δ’ ὑγρὸν, καὶ τὸ μὲν θερμὸν, τὸ δὲ ψυχρόν. οὐ μὴν κατ’ ἐκεῖνα τὸν περὶ τῶν νοσημάτων λόγον ἐποιήσατο. δυνάμει μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα διὰ μέσων τῶν τροφῶν, αἷμα καὶ φλέγμα, καὶ ἡ ξανθὴ καὶ μέλαινα χολή· πυρὶ μὲν ἀνάλογον ἡ ξανθὴ χολὴ, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι. καὶ διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ ξανθὴ χολὴ, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ μέλαινα καὶ ξηρὰ παραπλησίως τῇ γῇ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν, ὥσπερ τὸ ὕδωρ. μόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς τῶν ζώων σώμασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως, ἔν τε ταῖς ἀναπνοαῖς, καὶ κατὰ τοὺς σφυγμοὺς, ἤδη δὲ κᾀν τοῖς παλμώδεσι πάθεσιν ἐμφυσήμασί τε καὶ οἰδήμασίν ἐστιν, ἔν τε ταῖς καλουμέναις πνευματώσεσιν. ἡ δ’ ἐξ ἁπάντων τῶν τεττάρων στοιχείων σύμμετρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς αἷμα. καὶ βέλτιόν ἐστιν ἐπὶ τῶν χυμῶν λέγειν, ἅπερ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. ἀλλ’ ὁ Ἱπποκράτης προειπὼν, τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, ἐφεξῆς φησι, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει. τὸ μὲν ἀλγέει κατ’ ἐξοχὴν μεγάλου νοσήματος ἐπὶ πάντων τῶν παρὰ φύσιν τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ φύσιν ἀντίθεσιν πάντα. κᾄπειτα πάλιν ἐφεξῆς, ὅπως μὲν ὑγιαίνει, διδάσκων φησίν· ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ᾖ. τίνα ταῦτα; οὐ τὰ στοιχεῖα δήπουθεν, ἀλλὰ καὶ τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ σώματος μορίων, αἷμα καὶ φλέγμα, καὶ δύο χολαί. ἀλγέει δὲ, φησὶν, ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ, ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν, ὅπερ ὁ Πλάτων παραφράζων ἔφη, καὶ τῆς χώρας μετάστασιν ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένην. ἀλλ’ οὗτος μὲν, ὡς ἔφην, ἁμαρτάνει, προσθεὶς, πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ καὶ γένη πλέονα ἑνὸς ὄντα τυγχάνει. ταῦτα γὰρ οὐκ ἔστι τὰ μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζώων σώματα, φλέγμα δὲ καὶ χολαὶ, καὶ αὐτὸ τὸ αἷμα. καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόμενον ἕδραν αἴτιον ὀλεθρίων νοσημάτων γίγνεται. ἄχρι μὲν οὖν τοῦ πλέον ἢ ἔλασσον ἕκαστον τῶν συντιθέντων ἡμᾶς γιγνόμενον, αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε τῶν χυμῶν καὶ τῶν στοιχείων. ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκ ἔθ’ ὁμοίως ἐπ’ ἀμφοῖν ὁ λόγος ἀληθής. οἱ μὲν γὰρ χυμοὶ σαφῶς ὁρῶνται, καθ’ ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι, νόσους ἐργαζόμενοι· τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ χολή· τοὺς καρκίνους δὲ ἡ μέλαινα· τὰ δ’ οἰδήματα τὸ φλέγμα· τὸ δ’ αἷμα κατά τε τὸν πνεύμονα καὶ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων στῇ σηπόμενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται, καὶ κατὰ γαστέρα καὶ κατὰ τὰ μεγάλα τῶν τραυμάτων θρομβούμενον ἐσχάτους κινδύνους ἐπιφέρει. γῆν δ’ οὐδαμοῦ καθ’ ἑαυτὴν ἰδεῖν ἔστι μόνην ἐν τῷ σώματι ἀθροισθεῖσαν, ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ’ ἑαυτὸ μόνον, οὐδ’ ὕδωρ στοιχεῖον, ἀλλ’ ἰχῶράς τινας, ἐπιμιχθέντων ἀλλήλοις τοῦ θ’ ὑδατώδους στοιχείου καὶ τοῦ πυρώδους, οὐ μόνον οὐδ’ εἰλικρινῶν, ἀλλὰ καὶ πάχους ἰλυώδους τι προσλαβόντων. οὕτω δὲ καὶ τὸ φυσῶδες πνεῦμα γεννᾶται κατὰ τὰ ζῶα, προσλαβούσης γε τῆς ἀερώδους οὐσίας ὑγρὰν ἰκμάδα. καλῶς μὲν οὖν Ἱπποκράτης ἐπὶ τῶν χυμῶν ἔγραψεν τὸ χωριζομένους τε τῶν ἄλλων καὶ καθ’ ἓν ὁτιοῦν ἱσταμένους μόριον αἰτίους γίγνεσθαι νοσημάτων· οὐκ ὀρθῶς δὲ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων εἶπεν αὐτό.

Περὶ μὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως, ὑγιείας τε καὶ νόσου τῶν ὁμοιομερῶν, καὶ πρώτων σωμάτων ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ Τιμαίῳ γεγραμμένην, ἣν φθάνομεν ἐξηγεῖσθαι κατὰ λέξιν οὕτως ἔχουσαν. δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν, δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ συννοῆσαι γίνεται. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέπτωκε. τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς μὲν ἔφη, δευτέραν ἁπάντων στοιχείων εἶναι σύστασιν, μυελοῦ καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυμῶν γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ αὐτοῖς συγκατέλεξε τὸ αἷμα πρώτην ἔχον, οὐ δευτέραν σύστασιν. εἰς ἔννοιαν οὖν μοι δοκεῖ καὶ αὐτὸς ἀφικόμενος τῆς ἀνομοιότητος τοῦ αἵματος πρὸς ταῦτα μὴ ἁπλῶς εἰπεῖν, μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος, ἀλλὰ προσθεῖναι τῷ λόγῳ καὶ τὸ, ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος. ὁμολογεῖ γὰρ ἐν τούτοις, οὐ κατὰ τὴν αὐτὴν σύστασιν ἐκ τῶν τεττάρων στοιχείων ὀστῷ καὶ μυελῷ καὶ σαρκὶ καὶ νεύρῳ γεγονέναι τὸ αἷμα. πρότερον γὰρ αὐτῶν ἐστι κοινὴν τοῖς ἄλλοις χυμοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται τὰ πρῶτα σώματα, μυελὸς, καὶ σὰρξ, καὶ νεῦρον, καὶ ὀστοῦν, ἕτερά τε πολλά. βιβλίον γὰρ ὅλον ἐμοὶ γέγραπται περὶ τῆς τῶν ὁμοιομερῶν σωμάτων διαφορᾶς. εἰ δέ τις ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ σώματος γενέσεως, ὃν αἰνίττῃ; θαυμάζοιμ’ ἂν, εἰ ἄλλον τινὰ παρὰ τὸν ὑφ’ Ἱπποκράτους εἰρημένον ἔσχεν εἰπεῖν. ἐπὶ πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως τῶν χυμῶν, καὶ διαφορᾶς, καὶ δυνάμεως, ὅστις τε καθ’ ἥντινα χώραν, ἢ ὥραν, ἢ ἡλικίαν, ἢ σώματος ἕξιν ἐπικρατεῖ. οὐ μὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ’ ὁμοίως Ἱπποκράτει διέρχεσθαι πάντα, καθάπερ οὐδ’ Ἱπποκράτει ζητεῖν, διὰ τί λευκὸς μὲν ὁ τοῦ φλέγματος χυμὸς, ἐρυθρὸς δ’ ὁ τοῦ αἵματος, ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς, ἢ μέλας ὁ τῆς ὀξείας. ἀφορμὰς μὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέσεως, ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωμάτων διαγιγνώσκῃ τὰς ἐν τῷ σώματι διαθέσεις, μελαίνας λέγων αὐτὰς ἀπὸ ἐγκαύσεως λιγνυώδους γίγνεσθαι. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς κατά τε τοὺς λύχνους, καὶ τὰς δᾷδας, καὶ ἄλλα πολλὰ τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώματα τῶν ζώων πολλάκις, ὑπερωπτημένων τῶν χυμῶν, καὶ μάλιστα τῶν λιπαρῶν, γεννᾶταί τι παραπλήσιον λιγνύϊ. τὸ μὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγμα, διότι κατὰ τὴν γένεσιν αὐτοῦ μικραὶ πολλαὶ πομφόλυγες ἐναπολαμβάνονται, λέγειν Ἱπποκράτης οὐκ ἐτόλμησεν, ὡς μείζονος ἤδη φυσιολογίας, ἢ κατὰ τέχνην ἰατρικὴν, ἀλλ’ ὅ γε Πλάτων καὶ τοῦτ’ εἶπεν, καὶ περὶ τῆς τοῦ αἵματος χρόας ἐν ταὐτῷ βιβλίῳ διῆλθεν, ἃ νῦν ἐμοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄμεινον γὰρ, ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων, ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί με τῶν ἰατρικῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων. εἰς μὲν γὰρ τἄλλα πολλοῖς ὑπομνήματα γέγραπται, καί τισί γ’ αὐτῶν μακρότερον τοῦ προσήκοντος, εἰς ταῦτα δ’ ὀλίγοι τε καὶ οὐδ’ οὗτοι καλῶς ἔγραψαν. ἀρκεῖ τοιγαροῦν ἔν γε τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέτταρας χυμοὺς ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσημάτων ὡσαύτως Ἱπποκράτει, καὶ καθ’ ἕκαστόν γε αὐτῶν ἔγραψεν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου. παραθήσομαι δέ σοι τὰς ἀρχὰς τῶν ῥήσεων ἀναμνήσεως ἕνεκα. περὶ μὲν οὖν τῆς ἐν ταῖς χολαῖς διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα. ὅσον μὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ πολλῆς συγκαύσεως, διὰ δὲ τὸ πάντη διαβεβρῶσθαι πικρὸν ὂν πάντη χαλεπὸν προσπίπτει τοῦ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾖ. καὶ ποτὲ μὲν ἀντὶ τῆς πικρότητος ὀξύτατον ἔσχε τὸ μέλαν χρῶμα, ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, ποτὲ δ’ ἡ πικρότης αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ μέλανος τούτῳ συγκεραννυμένου, χλοῶδες. ἔτι δὲ συμμίγνυται ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ ὑπὸ τοῦ περὶ τὴν φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα πᾶσι τούτοις, ἥν τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν, ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν, ὁρᾷν δὲ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσι. τὰ δ’ ἄλλα, ὅσα χολῆς εἴδη λέγεται παρὰ τὴν χρόαν, λόγον ἔσχεν αὐτῶν ἕκαστον ἴδιον. ταῦτα μὲν οὖν τῷ Πλάτωνι γέγραπται περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι βουλομένῳ, καθάπερ ὁ Ἱπποκράτης εἶπε, διὰ θερμασίας ὑπερβολήν. περὶ δὲ τῶν νοσημάτων, ὅσα διὰ χολὴν γίγνεται, τὸν λόγον ποιούμενος ὁ Πλάτων ᾧδέ πως ἄρχεται. ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος, ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ μὴν καὶ περὶ φλέγματος ᾧδέ πως ἤρξατο. φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων, ὅσα γίγνεται καταῤῥοϊκά. καὶ περὶ μελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ ταῦτα. ἰχὼρ δ’ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξὺς καὶ ἄγριος. οὐ μόνος δὲ Πλάτων, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, οἵ τε ἄλλοι μαθηταὶ Πλάτωνός τε καὶ Ἀριστοτέλους, οἳ τὸν περὶ τῶν χυμῶν λόγον ἐζήλωσαν Ἱπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν οἱ δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος, Πραξαγόρας, Φιλότιμος, Ἡρόφιλος. Ἐρασίστρατος δὲ δῆλός ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιμούμενος, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐκ ἀλήθειαν τιμῶν, καὶ διὰ τοῦτο δεδιὼς φθέγξασθαι θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρόν τινα τῶν χυμῶν. ὁ δ’ Ἱπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τά τ’ ἄλλα καὶ τὴν τάξιν τῆς διδασκαλίας ἄμεινον ἐποιήσατο Πλάτωνος. ὅτι τε γὰρ οἱ τέσσαρες χυμοὶ κατὰ φύσιν εἰσὶν, ἀπέδειξεν, οὐδ’ ἐπιχειρήσαντος τοῦτο πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς ὥρας τοῦ ἔτους ἄλλος ἐν ἄλλῃ πλεονάζει. παραθήσομαι δέ σοι καὶ περὶ τούτου ὀλίγα τῶν ῥήσεων αὐτοῦ. εἶπον δὲ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταῦτα ἐόντα, καὶ κατὰ νόμον, καὶ κατὰ φύσιν. φημὶ δ’, εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. τουτέων πρῶτον μὲν κατὰ τὸν νόμον τὰ ὀνόματα διῃρῆσθαί φημι, καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτ’ ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαυούσῃ ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά. ἀνάγκη τοίνυν, ὅτι τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέαν τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι. γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ. εἰ γάρ τινι δίδως ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα, καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολήν. κατὰ ταὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὖ σὺ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτῷ αἷμα. καὶ ταῦτα ποιήσει πάντα πᾶσαν ἡμέραν, καὶ νύκτα, καὶ χειμῶνος, καὶ ἤρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν, καὶ πάλιν μεθιέναι, καὶ δυνατὸς ἔσται, ἔστ’ ἄν τινος τούτων στερηθῇ τῶν συγγεγονότων. συγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ συγγέγονε; πρῶτον μὲν φανερῶς ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα ἀεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι, ἃ ἐγώ τέ φημι καὶ ἀποδείκνυμι. διὰ τούτων ὁ Ἱπποκράτης ἀπέδειξε τοὺς τέτταρας χυμοὺς κατὰ φύσιν ἐν ἡμῖν εἶναι, καὶ οὐχ, ὥσπερ ἔνιοι νομίζουσι, τὸ αἷμα μόνον, ἐκ περιουσίας γε πάλιν ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας εἶναι τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔμπροσθεν ἤλεγξε τοὺς ἓν εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως, ὡς ἔφην, γέγραπταί μοι κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπιγέγραπται. καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων ἅπαντα παρέλιπεν, ὁ δ’ Ἱπποκράτης, ὡς ἔφην, διῆλθε διὰ τῶν ἐφεξῆς τῇ προγεγραμμένῃ ῥήσει. μόνην δ’ ἀρκέσει μοι τὴν ἀρχὴν αὐτῆς παραγράψαι, κατὰ λέξιν οὕτως ἔχουσαν. οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρῆσθαι. ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ φάρμακα ἀπολλυμένους ἐν τῇσι καθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦθ’ ἕκαστον αὐτῶν ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅτι καθαιρόμενον εἶδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώμῃ χρῶνται. ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους, καὶ τὸ αἷμα καταῤῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων, καὶ μαρτυρίοισι τούτοισι χρῶνται ἐν τοῖσι λόγοισι. ταῦτα προειπὼν ὁ Ἱπποκράτης ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαμβανόντων, ἅπερ εἴ τις μέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου πάρεστιν αὐτῷ. τὸ γὰρ σύγγραμμα παρὰ πᾶσιν ἀνθρώποις ἐστί.

Ἐγὼ δὲ μήκους φειδόμενος ἐπὶ τὰ συνεχῆ τοῦ λόγου τρέψομαι. μετὰ γὰρ τὸ κατασκευάσαι τοὺς τέτταρας χυμοὺς ἡμῖν εἶναι κατὰ φύσιν, ὑπερβάλλοντας δὲ ποσότητι καὶ ἀλλοιωμένους κατὰ ποιότητα νόσων αἰτίους γίγνεσθαι, μετὰ ταῦτα δείκνυσιν ἐν μὲν τῷ χειμῶνι πλεονάζον τὸ φλέγμα, τοῦ δ’ ἦρος τὸ αἷμα, καὶ τοῦ θέρους τὴν ξανθὴν χολὴν, καὶ τοῦ φθινοπώρου τὴν μέλαιναν. ἄμεινον δ’ ἐστὶν αὐτὴν τὴν ῥῆσιν ὅλην αὐτοῦ παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν. Αὔξεται δ’ ἐν τῷ ἀνθρώπῳ τὸ φλέγμα τοῦ χειμῶνος, τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων ψυχρότατόν ἐστι. τεκμήρια δὲ τούτων, ὅτι τὸ φλέγμα ψυχρότατον, εἰ θέλεις ψαῦσαι φλέγματος, καὶ χολῆς, καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐὸν, καίτοι γλισχρότατόν ἐστι, καὶ βίῃ μάλιστα ἄγεται μετά γε χολὴν μέλαιναν. ὅσα δὲ βίῃ ἔρχεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλ’ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δ’ ὁ χειμὼν πληροῖ φλέγματος τὸ σῶμα, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσι καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα λευκὰ γίγνονται μάλιστα κατὰ ταύτην τὴν ὥραν, καὶ τἄλλα νοσήματα φλεγματώδεα. τοῦ δ’ ἦρος ἔτι μὲν ἰσχυρὸν τὸ φλέγμα ἐστὶν ἐν τῷ σώματι, καὶ τὸ αἷμα αὔξεται. τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίγνεται, τὸ δ’ αἷμα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ ὑπὸ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ’ ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπὸ τῶν δυσεντεριῶν ἁλίσκονται, καὶ ἐκ τῶν ῥινῶν τὰ αἵματα ῥέει αὐτοῖσι, καὶ θερμότατοί εἰσι καὶ ἐρυθροί. τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι, καὶ ἡ χολὴ αἴρεται ἐν τῷ σώματι, καὶ παρατείνει εἰς τὸ φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται· ἐναντίον γὰρ αὐτοῦ τῇ φύσει τὸ φθινόπωρόν ἐστιν· ἡ δὲ χολὴ τὸ θέρος κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης| δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι, καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται. δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέρεος ἀσθενέστατόν ἐστιν αὐτὸ ἑωυτοῦ. ἐναντίη γὰρ αὐτοῦ τῇ φύσει ἡ ὥρη ἐστὶ, ξηρή τε οὖσα καὶ θερμή. τὸ δ’ αἷμα τοῦ φθινοπώρου ἐλάχιστόν ἐστιν ἐν τῷ ἀνθρώπῳ, ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἄρχεται ἤδη τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν. ὅταν δ’ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίγνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ὑπὸ τῶν νυκτῶν τοῦ μήκεος. ἔχει μὲν οὖν ταῦτα πάντα ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται αὐτὰ ἑωυτῶν, ποτὲ δ’ ἐλάσσω ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν. ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶσι πάντων, καὶ τῶν θερμῶν, καὶ τῶν ψυχρῶν, καὶ τῶν ξηρῶν, καὶ τῶν ὑγρῶν· οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’, εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν ἀφανισθείη, ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης πάντα συνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων· οὕτω δὲ καὶ εἴτι ἐκ τοῦ ἀνθρώπου ἐκλείποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος. ἰσχύει δ’ ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἔαρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δ’ ἡ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα καλεομένη. μαρτύριον δὲ σαφέστατον· εἰ θέλοις τῷ αὐτῷ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμεῖται τοῦ μὲν χειμῶνος φλεγματωδέστερα, τοῦ δ’ ἦρος ὑγρότερα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα. ταῦτα περὶ τῆς κατὰ τὰς ὥρας διαφορᾶς εἰπὼν ὁ Ἱπποκράτης, ἐδίδαξεν ἐν αὐτοῖς δυνάμει περὶ τῶν ἡλικιῶν καὶ χωρῶν. ἀεὶ γὰρ ἐν ἅπασιν οἷς ἂν ὑφηγῆται καθ’ ὁντιναοῦν λόγον ἐπιβλέπειν κελεύει καὶ ὥρην, καὶ χώραν, καὶ ἡλικίην, καὶ ὅ τι δὲ ἐφ’ ἑνὸς τούτων ἀκούεις, μεταφέρειν ἀξιῶν σε τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ δύο καθ’ ὁμοιότητα. τὸν αὐτὸν γὰρ λόγον ἐν ἡλικίαις ὁ παῖς ἔχει τῇ τοῦ ἦρος ἐν ὥραις, ὡσαύτως δ’ ὁ μὲν νεανίσκος τῇ τοῦ θέρους, ὁ δὲ παρακμάζων τῇ τοῦ φθινοπώρου, καὶ τελευταῖος ὁ γέρων τῇ τοῦ χειμῶνος. ὁμοίως δὲ καὶ τῶν χωρῶν ἡ μὲν εὔκρατος τῇ τοῦ ἦρος, ἡ. δὲ θερμὴ τῇ τοῦ θέρους, ἡ δ’ ἀνωμάλως ἔχουσα κατὰ θερμότητα καὶ ψυχρότητα, πλεονεκτοῦσα δ’ ὅμως ψυχρότητι καὶ ξηρότητι, τῇ τοῦ φθινοπώρου, ἡ δ’ ὑγρὰ καὶ ψυχρὰ τῇ τοῦ χειμῶνος. ταῦτά τε οὖν διδάξας, καὶ πρὸς τούτοις ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, τῆς κατὰ τὴν τέχνην μεθόδου τὰ στοιχεῖα παρέδωκεν, οἷς ἐφεξῆς τὰ κατὰ τοὺς ἀφορισμοὺς διελθὼν περὶ τῶν πλεοναζόντων καθ’ ἑκάστην ὥραν τε καὶ ἡλικίαν νοσημάτων, τὰς οἷον συλλαβὰς ἐπὶ τοῖς στοιχείοις ὑφηγήσατο. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ κατὰ λέξιν ἐχούσας ᾧδε. Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσιν ὥρῃσιν γίγνεται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίγνεται, καὶ παροξύνεται· τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ, καὶ τὰ μανικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι, καὶ βῆχες, καὶ λέπρα, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά· τοῦ δὲ θέρεος ἔνιά τε τουτέων, καὶ πυρετοὶ συνεχέες καὶ καῦσοι, καὶ τριταῖοι πυρετοὶ, καὶ τεταρταῖοι, ἔμετοί τε καὶ διάῤῥοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἱδρῶα· τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλάνητες, καὶ σπλῆνες, ὕδρωπες, φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ συνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά· τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, κόρυζαι, λήθαργαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι. ταῦτα περὶ τῶν ὡρῶν εἰπὼν ὁ Ἱπποκράτης, ἐφεξῆς περὶ τῶν ἡλικιῶν ᾧδε γράφει. ἐν δὲ τῇσιν ἡλικίῃσι συμβαίνει τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες, πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι κοιλίας σκληρὰς ἔχουσι· πρεσβυτέροισι δὲ γιγνομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριάσεις, χοιράδες, στραγγουρίαι, καὶ τἄλλα φύματα· τοῖσι δ’ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι τουτέων τε πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες. τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν. ὅσα δ’ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τοῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθε. τοῖσι δὲ νεηνίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ εἰρημένα. τοῖσι δ’ ὑπὲρ τὴν ἡλικίην ταύτην πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι, χολέραι, δυσεντερίαι, αἱμοῤῥοΐδες. τοῖσι δὲ πρεσβυτέροισι δύσπνοιαι, κατάῤῥοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι. ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἐχρῆν πεποιῆσθαι τὸν Πλάτωνα μᾶλλον, εἴ πέρ γε φιλοσόφῳ προσήκει τὸ τάξει καὶ μεθόδῳ χρῆσθαι καὶ διδασκαλίᾳ, καὶ μᾶλλον ἢ τοῖς ἰατροῖς. ἀλλ’ ἴσως οὐκ ἠδύνατο περὶ τῶν τοιούτων ἀκριβῶς διελθεῖν ἐμπειρίας δεομένων, αὐτὸς οὐκ ὢν τρίβων τῶν ἔργων τῆς ἰατρικῆς. καὶ κατὰ τοῦτο ἐπαινεῖν αὐτὸν προσήκει, περὶ ὧν ἀκριβῶς οὐκ ἠπίστατο μηδ’ ἐπιχειρήσαντα λέγειν. ἀλλ’ ἐκεῖνά γε δυνατὸν ἦν αὐτῷ παρ’ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως μεμαθηκέναι τὰ λελεγμένα κατὰ τοὺς ἀφορισμοὺς ἐν τῇδε τῇ ῥήσει. κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν. ταῦτα μὲν οὖν περὶ τῶν εἰρημένων ἡλικιῶν ἐφ’ ἑαυτοῦ καὶ τῶν ὁμοδιαίτων ἐξετάσαι τις δύναται προήκων ἤδη κατὰ τὴν ἡλικίαν, ὡς εἰκὸς ἦν Πλάτωνα προήκειν, ὅτε ἔγραφε τὸν Τίμαιον. ἀμελῶς οὖν ἔσχε περί τε τὴν τῶν αὐτῶν τούτων ἐξέτασιν, ἔτι τε μᾶλλον ὧν ἔγραψεν ὁ Ἱπποκράτης περὶ τῶν πλεοναζόντων νοσημάτων ἐν ἑκάστῃ τῶν ἡλικιῶν τε καὶ ὡρῶν, ὡς, εἴγε προσεσχήκει τὸν νοῦν αὐτοῖς, οὐκ ἂν ἐγεγράφει ταῦτα. τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀμφημερινοὺς, τριταίους δὲ ἐξ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἶναι, τὸ δὲ γῆς τέταρτον, ὂν νωθέστατον τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον, τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ἡμάρτηκε κατὰ τὰ κοινὰ στοιχεῖα ἁπάντων σωμάτων, οὐ οὐκατὰκατὰ τῶν ἐναίμων ζώων ποιησάμενος τὴν αἰτιολογίαν τῶν περιοδικῶν πυρετῶν· ἄμεινον γὰρ ἦν, ἃ καὶ δεῖξαι δυνάμεθα κατὰ τὸ σῶμα πλεονάζοντα, ταῦτ’ ἰᾶσθαι· δεύτερον δ’, ὅτι τῶν ἀμφημερινῶν καὶ τριταίων πυρετῶν οὐδ’ ἐγγὺς ἧκε τῆς ἀληθοῦς αἰτίας. φαίνεται γὰρ ἐναργῶς ἐπὶ μὲν τῶν ἀμφημερινῶν ὁ φλεγματώδης πλεονάζων χυμὸς, ὑγρὸς καὶ ψυχρὸς ὢν, ἐπὶ δὲ τῶν τριταίων ὁ τῆς ξανθῆς χολῆς. πάλιν αὖ καὶ οὗτος ἄκρως θερμὸς καὶ ξηρός. ὥστ’ ἐπὶ τούτου μὲν ἐχρῆν εἰρῆσθαι πλεονάζειν τὸ τοῦ πυρὸς στοιχεῖον, ἐπ’ ἀμφημερινοῦ δὲ τὸ τοῦ ὕδατος, ὥσπερ ἐν τοῖς τεταρταίοις χυμὸν μὲν τὴν μέλαιναν χολὴν, στοιχεῖον δὲ τὴν γῆν. ὅστις δ’ ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκμαθεῖν βούλεται τὴν φύσιν, ἔν τε τοῖς περὶ κρίσεων ὑπομνήμασι κᾀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ἐξειργασμένον τὸν λόγον ἔχει. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις ὑπὲρ τῶν αὐτῶν τὰ αὐτὰ γράφειν, ἀλλ’ ἅπαξ ἢ καὶ δὶς ἐνίοτε τὴν ἀπόδειξιν εἰπὼν ἐν τοῖς ἄλλοις βιβλίοις τῷ συμπεράσματι τῆς ἀποδείξεως χρῶμαι· καθάπερ καὶ περὶ τοῦ τρεῖς εἶναι τὰς ἀρχὰς τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἅπαξ ἀποδείξας ἐν τοῖς πρώτοις βιβλίοις τῆσδε τῆς πραγματείας, ἐν ταῖς ἄλλαις ἁπάσαις ἐξ ἑτοίμου λαμβάνω, μόνον ἀναμιμνήσκων ἐνίοις, ὡς ἀποδέδεικται. καὶ νῦν γοῦν ἀρκεῖ τό γε τοσοῦτον ἀναμνῆσαι περὶ τῶν ἐν ἐκείνοις δεδειγμένων, ὡς τοὺς ὀξυτάτους τε καὶ καυσωδεστάτους πυρετοὺς ἡ ξανθὴ χολὴ γεννᾷ, καὶ ὡς τοῦ γένους τῶν καυσωδῶν πυρετῶν ἐστι καὶ ὁ τριταῖος. εἴρηται δ’ ἐν ἐκείνοις ἡ αἰτία, δι’ ἣν οὐκ ἔστι συνεχὴς, ὥσπερ ὁ καῦσος, ἀλλὰ διαλείπων γίγνεται. τοῦτο οὖν ὁ Πλάτων οὐκ ἀκριβῶς ἔγνω τῆς Ἱπποκράτους τέχνης, καίτοι πειρώμενος ἕπεσθαι τἀνδρὶ, καὶ προσέτι γε περὶ τοῦ λευκοῦ φλέγματος. τὸ μὲν γὰρ πομφολύγων ἐναπολαμβανομένων, ἀοράτων μὲν διὰ σμικρότητα, καθάπερ αὐτὸς ἔφη, συναπασῶν δὲ τὸν ὄγκον παρεχομένων, ὁρατὸν γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν εὔλογόν τε ἅμα καὶ πιθανόν· τὸ δ’ ἐκ συντήξεως ἁπαλῆς σαρκὸς γενέσθαι ποτὲ φλέγμα τῶν ἀτοπωτάτων ἐστὶ, πλὴν εἴ τις Πρόδικος ὑπαλλάττων τοὔνομα τὸν πικρόχολον χυμὸν ὀνομάζει φλέγμα διὰ τὸ νομίζειν, ἀπὸ τοῦ πεφλέχθαι τὴν προσηγορίαν αὐτῷ γεγονέναι. ἀλλ’ ὅ γε Πλάτων αὐτὸς οἶδε θερμότατον ὄντα τὸν τῆς τοιαύτης χολῆς χυμὸν ἐν οἷς φησιν· ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ τούτων ἐφεξῆς· λαμβάνουσα μὲν ἀναπνοὴν ἔξω παντοίαν, ἀναπέμπει ζέουσα φύματα, καθειργνυμένη δὲ ἐντὸς, πυρίκαυτα νοσήματα πολλὰ ἐμποιεῖ· δῆλος οὖν ἐστι τῇ συνήθει προσηγορίᾳ κατὰ τοῦ πικροχόλου χυμοῦ χρώμενος, ὥσπερ τοὐπίπαν ἐστὶν ξανθὸς τὴν χρόαν· καὶ ὠχρὸς δ’ ἐνίοτε γίγνεται πολλὴν ὀῤῥώδη προσλαβὼν ὑγρότητα. καὶ μέντοι κᾀξ αὐτοῦ τοῦ προσθεῖναι τῷ φλέγεσθαι διὰ τὴν χολὴν δῆλός ἐστιν οὐκ ἐν τῇ προσηγορίᾳ σφαλλόμενος, ὥσπερ ὁ Πρόδικος, ἀλλ’ ἐν τῇ γνώσει τῆς φύσεως τοῦ χυμοῦ. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον. τὸ δ’ αὖ μετ’ ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλῆς σαρκός· τούτου δ’ ἀνεμωθέντος καὶ ξυμπεριληφθέντος ὑπὸ ὑγρότητος, καὶ πομφολύγων ξυστασῶν ἐκ τοῦ πάθους τούτου, καθ’ ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, ξυναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρατὸν χρῶμα ἐχουσῶν, διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευκόν. ταύτην πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν. καὶ μετ’ οὐ πολλὰ δὲ πάλιν οὕτως ὑπὲρ αὐτοῦ γράφει· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ σῶμα, λεύκας ἀλφούς τε καὶ τὰ τούτων ξυγγενῆ νοσήματα ἀποτίκτει. ἐν ταύτῃ μὲν τῇ ῥήσει καλῶς ἀπεφῄνατο περὶ τῶν γινομένων ἀπὸ τοῦ φλέγματος παθῶν· ἡνίκα δ’ ἔλεγεν ἔμπροσθεν, τὴν πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμὲν, οὐκ ὀρθῶς. δέδεικται γὰρ ἥ γε τοῦ φλέγματος γένεσις ἐκ τροφῆς φύσει ψυχροτέρας ἐνδεῶς ὑπὸ τῆς ἐμφύτου θερμασίας κατεργασθείσης ἀποτελουμένη. τηκομένη δὲ σὰρξ ὅμοιόν τι ποιεῖ τὸ σύντηγμα τῇ χρόᾳ τῆς ὠχρᾶς χολῆς, ἐπὶ τὸ λευκότερον ῥέπον, ὡς εἶναι τὸ καλούμενον ὕπωχρον πυῤῥόν. ἔστι δὲ καὶ παχύτερον τὸ σύντηγμα τοῦτο τῆς ὠχρᾶς χολῆς, καὶ δυσωδέστερον, καί τινα γλισχρότητα πολλάκις ἔχον ἐν ἑαυτῷ καὶ λιπαρότητα. ταῦτα μὲν ἱκανὰ περὶ χυμῶν ἔγνωσται πρός γε τὸ παρὸν, εἰ μέλλοιμεν, ὥς τινες τῶν φίλων ἀξιοῦσιν, ἐξηγεῖσθαι τὰ κατὰ τὸν Τίμαιον ἰατρικῶς εἰρημένα.

Καὶ τὰ λοιπὰ δὲ τῶν κατὰ τὸ βιβλίον λόγων διὰ κεφαλαίων ῥηθήσεται συνόψεως ἕνεκεν, ἐν οἷς τε ὁμολογοῦσιν οἱ ἄνδρες ἀλλήλοις, ἐν οἶς τε διαφέρονται, διὰ μακροτέρων τε κατὰ τὴν ἐσομένην ἡμῖν ἐξήγησιν αὖθις εἰρήσεται. λέγοντος οὖν Ἱπποκράτους ἀεὶ τὸ σύμφυτον θερμὸν αἰτιώτατον εἶναι πάντων τῶν φυσικῶν ἔργων, ὁ Πλάτων οὐ θερμὸν, ἀλλὰ πῦρ ὀνομάζει. ἴδωμεν δ’, ὅπως ὑπ’ αὐτοῦ διοικεῖσθαι λέγει τὰ τῶν ζώων σώματα. πᾶν ζῶον πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας αὑτοῦ θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός. πλὴν μὲν οὖν πάντα καλῶς εἶπεν. οὐ γὰρ ἐκ παρατρίψεως τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος ἡ θερμασία γεννᾶται κατὰ τὰ τῶν ζώων σώματα, καθάπερ ἐκτὸς ἐπὶ λίθων τε καὶ ξύλων, ἀλλ’ ἔμπαλιν ὑπὸ τῆς συμφύτου θερμασίας αἱ κινήσεις αὐτῶν γίνονται. ὅταν οὖν ψυχῇ τὸ σῶμα διὰ κρύος, ἢ φάρμακον, ἢ οὐδενὸς τῶν ἄλλων ἀλλοιουμένου τῶν κατ’ αὐτὸ, παύονται μὲν αὐτίκα αἱ τῶν ἀρτηριῶν κινήσεις, αἵ τε κατὰ τὰ νεῦρα καὶ μῦς. οὐ μὴν πυρός γε πηγὴν, ἀλλὰ μᾶλλον ἐμφύτου θερμοῦ βέλτιον ἦν εἰρῆσθαι κατὰ τὰ σώματα ἡμῶν, ὡς Ἱπποκράτης ὀνομάζει διὰ παντός. εἴπερ γὰρ ὑπὸ πυρὸς ἡ πέψις γίνεται τῶν σιτίων, ἥ τ’ ἀνάδοσις, ἥ θ’ αἱμάτωσις, ἥ τε θρέψις, ἄμεινον ἂν ἐπὶ τῶν πυρεττόντων ὀξέως ἐφαίνετο ταῦτα ἐπιτελούμενα. τὸ δ’ ἔμφυτον θερμὸν εὔκρατον εἶναι κατὰ μὲν οὐσίαν ἐν αἵματι καὶ φλέγματι τὴν ὕπαρξιν ἔχον μάλιστα, κατὰ δὲ ποιότητα μικτὸν ὂν εὐκράτως ἐκ θερμότητός τε καὶ ψυχρότητος. ἀσφαλέστερον οὖν ὁ Ἱπποκράτης ἔφη· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δ’ ὀλίγον τὸ θερμόν· διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ πολλῶν μὲν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα. κατὰ τοῦτον οὖν τὸν λόγον κᾀν τῷ περὶ φύσεως ἀνθρώπου τῇ πρώτῃ τῶν ἡλικιῶν τὸν ἄνθρωπον ἔφη θερμότατον ὑπάρχειν αὑτοῦ, καθάπερ ψυχρότατον ἐν τῇ τοῦ γήρως ἐσχάτῃ. οὐχ ἁπλῶς θερμότατον, ὥσπερ ἐν τοῖς καύσοις πυρετοῖς, ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ θερμότατον εἴπομεν εἶναι τὸ γεγεννημένον ἄρτι παιδίον τῇ οὐσίᾳ. διὰ τοῦτο οὖν ἐν ἀφορισμοῖς πρῶτον μὲν ἔφη· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτον μὲν ἤδη προὔγραψα τὸν ἀφορισμόν. ἄλλα δ’ ὁμολογοῦντα αὐτῷ γράφει κατὰ λέξιν οὕτως· αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει, καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τροφῆς οὖν πλείονος δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. τὸ ἔμφυτον θερμὸν ἔφη πλεῖστον εἶναι χειμῶνος, οὗ τὸ ἐπίκτητον ἐπὶ τοῦ θέρους πλεονάζει. μηκύνειν δ’ οὐ χρὴ περὶ τῆς γνώμης αὐτοῦ κατὰ τόνδε τὸν λόγον, τοὺς μὲν ἀφορισμοὺς ἐξηγησαμένου δι’ ὑπομνημάτων ἑπτὰ, βιβλίον δ’ ἄλλο γεγραφότος πρὸς τοῦ Κοΐντου μαθητὴν Λύκον, ὃς οὐ νοήσας, ὁποῖόν τι τὸ ἔμφυτον θερμὸν ὁ Ἱπποκράτης βούλεται, ἀντεῖπε πρὸς τοὺς εἰρημένους ἀρτίως ἀφορισμούς. νῦν οὖν ἀρκέσει τὰς τοῦ Πλάτωνος παραγράψαι ῥήσεις, ἃς ἐν τῷ περὶ τροφῆς ἀναδόσεως λόγῳ κατὰ τὸν Τίμαιον ἔγραψεν· ἄρχεται δ’ αὐτῶν ᾧδε. τὸ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε· ὅτι πάντα, ὅσα ἐξ ἐλαττόνων συνίσταται, στέγει τὰ μείζω, τὰ δ’ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται. πῦρ δὲ πάντων μερῶν μικρομερέστατον, ὅθεν δι’ ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖν, καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅσα ἂν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, σμικρομερέστατα ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. τούτοις οὖν κατεχρήσατο θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς ὂν, οἷον οἱ κύρτοι, ξυνυφῃνάμενος. τὸ μὲν οὖν ἀέρι καὶ πυρὶ χρῆσθαι τὴν φύσιν πρὸς πέψιν τροφῆς, αἱμάτωσίν τε καὶ ἀνάδοσιν ὀρθῶς εἴρηται. τὸ δ’ ἐξ αὐτῶν πλέγμα γεγονέναι, καὶ μὴ δι’ ὅλων κρᾶσιν, οὐκέτ’ ἐπαινῶ, καθάπερ οὐδὲ τὸ πῦρ ὀνομάζειν αὐτὸν, ἐνὸν, ὡς Ἱπποκράτης, ἔμφυτον θερμόν. ἀλλ’ ἔοικεν οὕτω καλεῖν, ἀναμιμνήσκειν ἡμᾶς βουλόμενος, ὅτι διὰ τὴν τοῦ πυρὸς μίξιν σὺν τοῖς ἄλλοις στοιχείοις ἡ πρὸς τὰ ἐκτὸς ἐκ τοῦ βάθους φορὰ γίγνεται τῆς κατὰ τὸ σῶμα θερμασίας. φαίνεται γοῦν ποτε καὶ μεταλαμβάνων αὐτὸς εἰς τὴν τοῦ θερμοῦ προσηγορίαν τὸ τοῦ πυρὸς ὄνομα, καθάπερ καὶ κατὰ τήνδε τὴν ῥῆσιν. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι. τούτοις δ’ ὁμολογεῖ καὶ τάδε. καὶ διὰ ταῦτα δὴ καθ’ ὅλον τὸ σῶμα ἅπασι τοῖς ζώοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίῤῥυτα γέγονε. νεότμητα δὲ καὶ ἀπὸ συγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ’ αὐτὸ τοῦτο ἡμῖν ἐφύτευσεν εἶναι τροφὴν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμιξιν· ἡ δ’ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ, τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένης φύσεως, ὅθεν τοῦ κατὰ τὸ σῶμα ῥέοντος τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ καὶ καλοῦμεν αἷμα. τὴν ἐρυθρὰν χρόαν γεννᾶσθαί φησιν ἐν τῷ αἵματι διὰ τὴν τοῦ πυρὸς ἐξόμορξιν, ὅπερ ἐστὶν οἷον ἐναπόθεσις τῆς αὐτοῦ ποιότητός τε καὶ δυνάμεως. ὥστ’ ἐκ κράσεως τοῦ τε πυρώδους στοιχείου καὶ τῆς δεξαμένης ὑγρότητος αὐτὸ γεννᾶσθαί φησι τὸ αἷμα. τῆς δ’ ὑγρότητος οὐκ ἀκριβοῦς ὕδατος ὄντος, ἀλλά τι καὶ γεῶδες ἐχούσης, ὡς δηλοῖ τὸ πάχος αὐτοῦ, ἐξ ἁπάντων ἐγεννήθη τὸ αἷμα, προσλαμβάνον ἐξ ἀνάγκης τι καὶ τῆς ἀερώδους οὐσίας, ὡς ἐν ἑτέροις δέδεικται. φαίνεται τοιγαροῦν κᾀν τούτοις ὁ Πλάτων ἑπόμενος τῷ Ἱπποκράτει. τὸ γὰρ ἔμφυτον θερμὸν αἴτιον εἶναί φησι τῆς τε κατὰ τὴν γαστέρα πέψεως τῶν σιτίων καὶ τῆς ἐντεῦθεν εἰς ἧπάρ τε καὶ φλέβας ἀναδόσεως, καὶ προσέτι τῆς αἱματώσεως, καὶ τῆς εἰς ὅλον τὸ σῶμα φορᾶς τε καὶ πέψεως.

Ἐν μέντοι τῇ περὶ ἀναπνοῆς δόξῃ διηνέχθη πρὸς ἑαυτὸν οὐ σμικρὰ, πρῶτον μὲν τῷ διαπνοῆς μᾶλλον αἰτίαν εἰπεῖν, οὐκ ἀναπνοῆς, εἶτ’ οὐδὲ ταύτης ἀμέμπτως, ἀναιρεῖ γὰρ ὁλκὴν, ᾗ πρὸς πολλὰ τῶν φυσικῶν ἔργων ὁ Ἱπποκράτης χρῆται. διὰ τοῦτ’ ἠναγκάσθη τῶν ἐνεργειῶν ἐνίας οὐκ ἄνευ τῆς ὁλκῆς γιγνομένας εἰς περίωσιν ἀναφέρειν. ὁποῖον μὲν οὖν τι τῆς ὁλκῆς ἐστιν, ἔνεστί σοι μαθεῖν, αὐλίσκου τὸ μὲν ἕτερον στόμιον εἰς ὕδωρ καθέντι, τὸ δὲ ἕτερον περιλαβόντι τοῖς χείλεσιν. ἕλκοντι γὰρ καὶ μυζῶντι διὰ τῶν χειλέων τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, συνακολουθήσει τὸ ὕδωρ. οὕτως δὲ καὶ τὰ παιδία τῇ παρενθέσει τῶν χειλέων ἔκ τε τῶν τιτθῶν ἕλκει τὸ γάλα κᾀκ τῶν βομβυλίων τὸ περιεχόμενον ἐν αὐτοῖς ὑγρόν. ἀλλὰ καὶ αἱ τῶν χαλκέων φύσαι διαστελλόμεναι τὸν ἔξωθεν ἀέρα διὰ τῶν προσκειμένων αὐταῖς αὐλίσκων ἕλκουσιν ἐκπληρώσαντα τὴν διαστολήν. ὁμοίως δὲ καὶ τοῖς ζώοις ὁ θώραξ διαστελλόμενος ἕλκει διὰ τῆς τραχείας ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόμα τὸν ἔξωθεν ἀέρα, μικρὸν δ’ ὕστερον ἐκθλίβει συστελλόμενος ἐν ταῖς ἐκπνοαῖς. τουτὶ μὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ περὶ μυῶν κινήσεως ἐδείχθη προαιρετικόν. τὸ δὲ ἕτερον, ὃ καλεῖται σφυγμὸς, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται, τῇ μὲν διαστολῇ διὰ τῶν εἰς τὸ δέρμα καθηκόντων στομάτων ἑλκουσῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶμα τὸν ἔξωθεν ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐμψύξεως, ῥιπίσεως, γενέσεως πνεύματος ψυχικοῦ, τῇ συστολῇ δ’ ἐκθλιβουσῶν ὅσον αἰθαλῶδες ἢ καπνῶδες ἐγεννήθη κατ’ αὐτὰς τῶν χυμῶν. ἀποδέδεικται δὲ περὶ μὲν ἀναπνοῆς ἐν τῷ περὶ χρείας σφυγμῶν. ὅτι δ’ ὁ θώραξ διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα, κατὰ τὰ περὶ θώρακος καὶ πνεύμονος κινήσεως ὑπομνήματα δέδεικται. τίνες δ’ εἰσὶν οἱ διαστέλλοντες αὐτὰ μῦς ἢ τίνες οἱ συστέλλοντες, ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη. τὰ δ’ ἕκαστον τούτων τῶν μυῶν νεῦρα κινοῦντα πάντ’ ἐκ τοῦ νωτιαίου πέφυκεν, οὐ κατ’ ἐμὲ μόνον, ἀλλὰ καὶ κατὰ πάντας τοὺς ἀνατομικοὺς, αὐτὸς δ’ ὁ νωτιαῖος ἐξ ἐγκεφάλου, ὥστ’ ἐκείνου διὰ μέσου τοῦ νωτιαίου τὰ νεῦρα τὰ καθ’ ὁρμὴν κίνησιν ἐπιφέρει τοῖς τοῦ θώρακος μυσὶν, ὑφ’ ὧν διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα, συστελλόμενος δ’ ἐκθλίβει διὰ τῶν αὐτῶν. ἥμαρτεν οὖν ὁ Πλάτων μὴ βουληθεὶς ἀκολουθῆσαι τῷ Ἱπποκράτει λέγοντι κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον· καὶ ταῦτα ποιήσει σοι πάντα πάσην ἡμέρην καὶ νύκτα, καὶ χειμῶνα καὶ θέρος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι. ἕλκει μὲν οὖν ἐς ἑωυτὸν ὁ ἄνθρωπος τὸν ἔξωθεν ἀέρα διὰ τοῦ στόματος εἰς τὸν πνεύμονα, διὰ δὲ τοῦ δέρματος εἰς τὰς ἀρτηρίας, ἀντεκπέμπει δὲ δι’ ὧν ἔλαβεν αὖθις. ἡ μὲν οὖν ἑτέρα τῶν ἐνεργειῶν ἀναπνοὴ καλεῖται, διαπνοὴ δ’ ἡ διὰ τοῦ δέρματος. ἃς ἀμφοτέρας εἰς ἓν συναγαγὼν ὁ Πλάτων, οὔτε συνημμένας ἀλλήλαις, οὔθ’ ὑπὸ μιᾶς δυνάμεως γιγνομένας, ὡς ἐπιδέδεικται δι’ ὧν εἶπον ἀρτίως ὑπομνημάτων, τὸν περὶ τῆς ἀναπνοῆς λόγον ἐν Τιμαίῳ συνέθηκεν ἔχοντα κατὰ λέξιν ᾧδε. πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν, οἷον τανῦν ἐστιν. ᾧδ’ οὖν, ἐπειδὴ κενὸν οὐδέν ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον, ὡς οὐκ εἰς κενὸν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ. τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεὶ, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται, διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μετιὸν τὸ πνεῦμα, πάχιον ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος εἴσω διὰ μανῶν τῶν σαρκῶν δυόμενον καὶ περιελαυνόμενον γίγνεται πλῆρες. αὖθις δ’ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν ἔσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ σώματος καὶ τὴν τῶν μυκτήρων δίοδον. τὴν τοῦ τροχοῦ περιαγωγὴν οὐχ ἁπλῆν δεῖ νοεῖν, ἀλλ’ ἐξ ἐναντίων κινήσεων συγκειμένην, ὅταν μὲν ἐπὶ τὸ δέρμα τὸ ἔμφυτον ὁρμήσῃ θερμὸν, ὠθουμένου τε καὶ περιελαυνομένου τοῦ ἐκτὸς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ στόματος, ὅταν δ’ αὖ πάλιν ὁρμήσῃ διὰ τοῦ στόματος ἔξω φέρεσθαι, περιωθουμένου τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ δέρματος, ὡς ἐνέργειαν μὲν εἶναι διὰ τῆς φύσεως ἡμῶν τὴν ἐκπνοὴν καὶ διαπνοὴν, πάθος δὲ τὴν εἰσπνοὴν, οὐ μόνον τὴν διὰ τοῦ στόματος, ἀλλὰ καὶ τὴν διὰ τοῦ δέρματος. ἐν οὐδετέρᾳ δ’ αὐτῶν ὁ Πλάτων προσχρῆται τῇ προαιρέσει, καίτοι φανερῶς ἐν ἡμῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν τε καὶ πλέον καὶ πυκνότερον εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι. ἔτι γ’ οὖν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται, καὶ ὅτι μετὰ τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι, μετὰ δὲ τὴν ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν. φαίνεται δ’ οὐχ οὕτω συμβαῖνον, ἀλλ’ ἐὰν θελήσωμεν ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοὴν, εὐθέως αἱ ἀρτηρίαι μετὰ τῆς καρδίας κινοῦνται. καὶ μέντοι καὶ διαστέλλονται μὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ’ ἐκπνεόντων, καὶ κατὰ μιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις, ἢ ὀκτάκις, ἢ καὶ δεκάκις ἡ καρδία μετὰ τῶν ἀρτηριῶν φαίνεται διαστελλομένη τε καὶ συστελλομένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως λόγος ἄτοπος, ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόμενον τὸν ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ δέρματος οὐκ ἀναγκαῖον. ἑπομένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν, ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυμένος ἡμῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεομένῳ. ὅτι δὲ καὶ τἄλλα, ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων, ἀτόπως ἐπικεχείρηται, κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται.

Νυνὶ γὰρ ἀρκεῖ μόνον δεδηλῶσθαι περὶ ὧν ὁμολογεῖται καὶ διαφέρεται τῷ Ἱπποκράτει. προσθῶμεν οὖν αὐτῷ καὶ τἄλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ Ἱπποκράτει, βουλομένῳ τὴν μὲν εἰσπνοὴν ἐμψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐμφύτου θερμασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν περιττωμάτων. ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει, καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα διῆλθεν, ἐχούσῃ κατὰ λέξιν οὕτως. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες, ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλε διοίκησις γενέσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον μὲν μαλακὸν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τὸ πνεῦμα καὶ πόμα δεχομένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι. εἰ μὲν οὖν ἡγεῖται Πλάτων, ἅπαν τὸ πόμα καταπίνειν ἡμᾶς εἰς τὸν πνεύμονα, δίκαιός ἐστι καταγιγνώκεσθαι προφανέστατον πρᾶγμα μὴ γιγνώσκων· εἰ δὲ μέρος τι τοῦ πόματος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας παρωθούμενον εἰς τὸν πνεύμονα καταφέρεσθαι, τῶν ἐνδεχομένων τι λέγει, παραπλησίως τε ἄλλων δογματικῶν, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι. οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν, ἢ καταγέλαστον, ἐπείτοι καὶ αὐτὸν τὸν Ἐρασίστρατον ἐδείξαμεν ἔν τε τῷ περὶ χρείας ἀναπνοῆς καὶ σφυγμῶν χρείας τε ἅμα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλμένον, ἀλλ’ οὐ κατεγελάσαμεν αὐτοῦ, διότι μὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπείτοι καὶ περὶ φλεγμονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτομίας λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισμοῖς ἐδείχθη ἐσφαλμένος. καὶ μέντοι καὶ τῶν ἀπ’ αὐτοῦ τις ἀντιστρέψας τὸν λόγον ἡμᾶς φησι περὶ τούτων, οὐκ Ἐρασίστρατον, ἐσφάλθαι, οὐ μὴν οὔτε ἡμεῖς ἐκείνου καταγελάσομεν, οὔτ ἐκεῖνος ἡμῶν. ἀδήλων γὰρ ὄντων τῶν δογμάτων, καὶ τῇ διὰ τοῦ λόγου πίστει τοῖς μὲν πιθανῶν, τοῖς δ’ ἀπιθάνων φαινομένων, ὥσπερ τὸ τοῖς δόξασιν ἀληθὲς εἶναι συναγορεύειν ἀνεμέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις ἀντιλέγειν αὐτοῖς· τὸ δὲ σκώπτειν καὶ καταγελᾷν ὡς ἠλίθιον, ὃ δογματικῶς ἀμφισβητεῖται, προπετές. οἷόν ἐστι καὶ τὸ παραῤῥεῖν τι τοῦ πόματος εἰς τὸν πνεύμονα διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον, οὐδὲ διὰ μέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόμενον, ἀλλὰ περὶ τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταῤῥέον. τοῦτο μὲν οὖν εἴτ’ ἀληθὲς, εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στομάχου τὸ ποτὸν, ἀλλ’ εἰς τὴν πνεύμονα διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαμόθι Πλάτων εἶπεν. ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ, καθ’ ὃ τὴν προειρημένην περὶ τοῦ πόματος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν ἔφη τὸ πινόμενον ὥσπερ τὰ σιτία φέρεσθαι. καὶ οὐχ ἅπαξ τοῦτ’ εἶπεν, ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι μαθεῖν ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης μὲν τῆσδε μετὰ τέτταρας πρώτους στίχους τῆς προειρημένης ὑπ’ αὐτοῦ ῥήσεως γεγραμμένης. τὸ δὲ δὴ σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς, καὶ ὅσον ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν. οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύμονί φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυμητικὸν, ἀλλὰ κατωτέρω τοῦ διαφράγματος εἶναι, φρένας γὰρ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ διάφραγμα προσηγόρευον. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ κεῖται καὶ τὰ ἔντερα, καὶ τὸ ἧπαρ αὐτὸ, περὶ οὗ νῦν ποιεῖται τὸν λόγον. καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν φησί· τὴν ἐσομένην ἡμῖν ποτῶν καὶ ἐδεσμάτων ἀκολασίαν ᾔδεσαν οἱ ξυντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι. ἵν’ οὖν μὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο, καὶ ἀτελὲς εὐθὺς τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώμενοι τὴν γενησομένην πόματος ἐδέσματός τε τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν. καὶ κατωτέρω δὲ πάλιν ἐν ταὐτῷ συγγράμματι τάδε γράφει. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, μικρομερέστερα ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. πάλιν οὖν κᾀνταῦθα σαφῶς εἶπεν, εἰς τὴν κοιλίαν ἡμῶν ἀφικνεῖσθαι τά τε σιτία καὶ τὰ πόματα. καὶ τοῦ γ’ ἐν αὐτῇ κατὰ τὴν τούτων μίξιν γενομένου χυμοῦ τὴν εἰς τὰς φλέβας ΄ἀνάδοσιν ὑδρείαν ὠνόμασε διὰ τὴν ὑγρότητα, λέγων ἐφεξῆς τοῖς προγεγραμμένοις οὕτως. τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν. κᾀν τοῖς ἑξῆς δὲ πάλιν οὐ μετὰ πολλὰ τῶν εἰρημένων ᾧδέ πώς φησι. ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιρούμενον δ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δὴ καὶ κατὰ τὰ σμικρὰ διαιροῦν διὰ τῶν ἐξόδων, ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν, ἢ ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα. καὶ διὰ τῶν ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώμην, ἔν τε τοῖς περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν. ὥστε τῆς μὲν ἠλιθίου δόξης ἀπήλλακται, καὶ χρὴ τοὺς οἰηθέντας, αὐτὸν οὕτως ἀνόητον ὑπάρχειν, ὡς ὑπολαβεῖν, εἰς πνεύμονα φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι μᾶλλον ἐφ’ οἷς καταψεύδονται. περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόματος εἰς τὸν πνεύμονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας βουλόμενός τις αὐτὸς ἐφ’ ἑαυτοῦ πειραθῆναι δύναται, λαβὼν μὲν ἑστὼς τοῦ ὕδατος εἰς τὸ στόμα δαψιλὲς, εἶτα κατακλιθεὶς ὕπτιος, ὑπανοίγων τε βραχὺ τὸ στόμιον τοῦ λάρυγγος· ἐφ’ ἡμῖν γάρ ἐστιν ἀνοιγνύναι τε καὶ κλείειν αὐτό. παραῤῥέοντος γάρ τινος εἰς αὐτὸν ἐκ τοῦ στόματος, αἰσθήσεται βραχέος, ὃ δὴ καὶ γαργαλίζει καὶ παροξύνει πλέον γενόμενον. ἀλλὰ καὶ αὐτὴν τὴν ἐρεθιζομένην βῆχα καρτερήσας τις δύναται κατασχεῖν, ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζοντος ὄντος. ἐνίοτε δὲ καὶ βηχίον μικρὸν γενόμενον ἐσκέδασε τὸ γαργαλίζον, οὐδεμιᾶς ἀναπτύσεως γενομένης· ᾧ καὶ δῆλόν ἐστι τὸ ἀθρόον πόμα, καὶ πολὺ, καὶ τοσοῦτον, ὡς καταλαμβάνειν τὰς ὁδοὺς τοῦ πνεύματος, ἐρεθίζειν τὸ ζῶον εἰς βῆχα. τὸ δ’ οὕτως ὀλίγον, ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς, οὔτε ἐρεθίζον, οὔθ’ ὅλως αἴσθησιν ἐργαζόμενον ἑαυτοῦ καταφερομένου διὰ τῆς ἀρτηρίας. ἀλλ’ εἰ καὶ ζῶον, ὅ τι ἂν ἐθελήσαις, διψῆσαι ποιήσεις, ὡς κεχρωσμένον ὕδωρ ὑπομεῖναι ποιεῖν, εἰ δοίης, εἴτε κυανῷ χρώματι χρώσας, εἴτε μίλτῳ, εἶτ’ εὐθέως σφάξας ἀνατέμοις, εὑρήσεις κεχρωσμένον τὸν πνεύμονα. δῆλον οὖν ἐστιν, ὅτι φέρεταί τι τοῦ πόματος εἰς αὐτόν.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ.

Ἐπειδὴ περὶ πάντων ὧν ἀμφότεροι λέγουσιν, ὁ Ἱπποκράτης καὶ ὁ Πλάτων, ἐπισκέψασθαι προὔκειτο, λέλεκται δ’ ἤδη περὶ τῶν μεγίστην δύναμιν ἐχόντων εἰς ἰατρικήν τε καὶ φιλοσοφίαν, καιρὸς ἂν εἴη τραπέσθαι πρὸς τἄλλα. φαίνεται δ’ ἐν αὐτοῖς οὐ σμικρὰν δύναμιν ἔχον ἐπίστασθαι διακρίνειν ἀπ’ ἀλλήλων τὰ ὁμοιότατα. οὐ μόνον γὰρ, ὅπου κοινωνοῦσιν, ἐπίστασθαι χρήσιμον, ἀλλὰ πολλῷ μᾶλλον ἐν οἷς διαφέρονται. τὴν ἀρχὴν οὖν ἀπὸ τούτων ποιησόμεθα, δεικνύντες, ὅτι τε καθόλου περὶ αὐτῶν ὡσαύτως ἀπεφῄναντο, διά τε τῶν ἐν εἴδεσι παραδειγμάτων ὁ μὲν τῆς ἰατρικῆς τέχνης, ὁ δὲ τῆς φιλοσοφίας ἐγύμνασαν ἡμᾶς, καὶ τρίτον, ὅτι δι’ αὐτῶν ὧν ἐγύμνασαν ἐδίδαξαν ὁδὸν, ᾖ προϊόντες ἐπὶ τὸ προκείμενον ἀφιξόμεθα. καθόλου μὲν οὖν ὁ Ἱπποκράτης ἀπεφῄνατο, περὶ ὧν πλάνας καὶ διαπορίας καὶ τοῖς ἀγαθοῖς ἰατροῖς παρέχει, ὁ δὲ Πλάτων ᾧδε. δεῖ ἄρα πρῶτον τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς εἰδέναι. ὅπως δ’ ἄν τῳ περιγένοιτο τοῦτο, ὁ Πλάτων σε διδάξει λέγων· ἆρ’ οὖν οἷός τέ ἐστιν ἀλήθειαν ἀγνοῶν τις ἑκάστου τὴν ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ἀδύνατον. ὅπως δ’ ἂν τὴν ἀλήθειαν ἑκάστου τῶν ζητουμένων εὑρίσκοι τις, ἄκουσον ἐμοῦ πρότερον διηγησαμένου σαφῶς τε καὶ διὰ συντόμων, ἃ δ’ ἂν ἀκούσῃς, τῇ μνήμῃ παραθέμενος ἐπὶ τὰς ἐκείνων ἧκε ῥήσεις. ἐγὼ δέ σοί φημι τὴν τῶν ζητουμένων ἀλήθειαν εὑρεθήσεσθαι, πρῶτον μὲν γνόντι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὰ ὁδοῦ, ταύτης γὰρ ἁμαρτὼν, εἰς πολλὴν ἄλλην τε καὶ πλάνην ἀφίξῃ λόγων. διὰ τῶν αὐτῶν δὲ κριτηρίων, δι’ ὧν τὴν ἀρχὴν εὗρες, εὑρήσεις καὶ τὸ μετὰ τὴν ἀρχὴν δεύτερον, εἶθ’ ὁμοίως τὸ τρίτον, καὶ ἕκαστον τῶν ἐφεξῆς. πῶς οὖν ἔστι τὴν ἀρχὴν εὑρίσκειν; ἐπειδὴ καὶ ὁ Πλάτων ἐπαινέσας τὴν παροιμίαν, ἐν ᾗ λέγομεν, ἀρχὴ δέ τοι ἥμισυ παντὸς, αὐτὸς προσέθηκε τὸ μέγιστον, εἰπὼν ἀρχὴν παντὸς ἔργου μέγιστον εἶναι, ὥσπερ καὶ ἄλλοι τινὲς, οἱ μὲν οὐ μόνον τὸ ἥμισυ τοῦ παντὸς εἶναι τὴν ἀρχὴν ἔφασαν, ἀλλὰ καὶ πλέον ἢ τὸ ἥμισυ, τινὲς δὲ καὶ τὸ πᾶν δυνάμει. δείξομεν οὖν ἤδη, πῶς ἄν τις εὑρίσκοι τὴν ἀρχὴν τῆς τῶν ζητουμένων εὑρέσεως, ἀναμνήσαντες ἃ διὰ μακρῶν ἔν τε τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ λέλεκται καὶ κατ’ ἄλλας τινάς. εἰ μὲν γὰρ οὐδὲν ἡμῖν ἐστι φυσικὸν κριτήριον, οὐδὲ τεχνικὸν οὐδὲν εὑρεῖν δυνησόμεθα· φυσικὰ δ’ ἔχοντες, εὕροιμεν ἄν τι καὶ τεχνικόν. ἆρ’ οὖν ἔχομέν τινα φυσικὰ κριτήρια κοινὰ πάντες ἄνθρωποι; οὐδὲ γὰρ ἐνδέχεται φυσικὰ λέγειν αὐτὰ τὰ μὴ κοινὰ πάντων ὄντα. χρὴ γὰρ δή που τὰ φυσικὰ πρὸς τῷ πάντων εἶναι κοινὰ καὶ τὴν φυσικὴν ἔχειν κοινήν. ἐγὼ μὲν ἔχειν φημὶ πάντας ἡμᾶς φυσικὰ κριτήρια, καὶ τοῦτ’ ἀναμιμνήσκων, οὐ διδάσκων, οὐδ’ ἀποδεικνὺς, οὐδ’ ὡς αὐτὸς εἰρηκὼς λέγω. τίνα δέ ἐστι ταῦτα; τοὺς κατὰ φύσιν ἔχοντας τῶν ὀφθαλμῶν ὁρῶντας τὰ ὁρατὰ, καὶ κατὰ φύσιν ἔχοντας τῶν ὤτων ἀκούοντας τὰ ἀκουστὰ, καὶ γλῶτταν γευομένην χυμῶν, καὶ ῥῖνας ὀσμῶν, καὶ σύμπαν τὸ δέρμα τῶν ἁπτῶν, ἐπὶ δὲ τούτοις τὴν γνώμην, ἢ ἔννοιαν, ἢ ὅ τί ποτ’ ἂν ἐθέλῃ τις ὀνομάζειν, ᾧ διαγιγνώσκομεν ἀκόλουθόν τε καὶ μαχόμενον, καὶ ἄλλα, ἃ καταπέπτωκε τούτοις, ἐν οἷς ἐστι καὶ διαίρεσις καὶ σύνθεσις ὁμοιότης τε καὶ ἀνομοιότης, ἀφ’ ὧν ὁ παρὼν ὡρμήθη λόγος. ὁ μὲν οὖν Ἱπποκράτης οὕτως ἔγραψε περὶ αὐτῶν· ἢ ὅμοια, ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων καὶ ῥηΐστων, ἀπὸ τῶν πάντως πάντη γιγνωσκομένων, ἃ καὶ ἰδεῖν καὶ ἀκοῦσαι ἔστιν, ἃ καὶ τῇ ὄψει, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι, οἷς γιγνώσκομεν ἅπασιν ἔστι γνῶναι. ταύτην τὴν ῥῆσιν ἐξηγησάμενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ κατ’ ἰητρεῖον ὑπομνημάτων, οὐδὲν ἔτι δέομαι διέρχεσθαι νῦν, ἀλλ’ ἀρκέσει τὰ κεφάλαια μόνον αὐτῆς εἰπεῖν, ὅτι πρὸς τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων ἀκριβῆ διάγνωσιν ἀφικνεῖσθαι χρὴ, τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούμενον ἀπὸ τῶν φυσικῶν κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ γνώμη. καλεῖν δ’ ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί μοι πολλαχόθι, καὶ διάνοιαν, καὶ νοῦν, καὶ λογισμὸν, ἢ ὅπως ἄν τις ἐθέλῃ, φυλάττων τὴν ἔννοιαν, ὡς Ἱπποκράτης βούλεται. ὡς γὰρ τῶν αἰσθητῶν αἴσθησίς ἐστι τὸ κριτήριον, οὕτω τῶν νοητῶν ἑτέρα τις δύναμις, ἣν ὅπως ἄν τις ὀνομάζειν βούληται, συγχωροῦμεν αὐτῷ, μή πως ἡμῖν τὸ πάρεργον τοῦ ἔργου μεῖζον γένηται. χρώμεθα γὰρ ὀνόμασι καὶ ὅλως τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν ψυχὴν δόξας, ἃς ἐκ τοῦ σκοπεῖσθαι τὴν τῶν πραγμάτων φύσιν ἐκτησάμεθα. γελοῖον οὖν ἐστι καταλιπόντας τοῦτο περὶ τῶν ὀνομάτων ἁμιλλᾶσθαι. πῶς δέ φησιν ὁ Ἱπποκράτης τὴν τῶν πραγμάτων εὑρίσκεσθαι φύσιν; ἐὰν ἀπὸ τῶν μεγίστων καὶ ῥᾴστων ἀρξώμεθα· μεγίστων μὲν κατὰ τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡμετέραν γνῶσιν. ἡ γάρ τοι φύσις ἄμφω ταῦθ’ ἡμῖν ἔδωκεν, αὐτά τε τὰ κριτήρια καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως. αὐτὰ μὲν οὖν τὰ κριτήρια τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώμεναι τοῖς ὀργάνοις δυνάμεις· ἡ δὲ πίστις αὐτῶν ἀδίδακτός τε καὶ φύσει οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ζώοις ὑπάρχουσα. καὶ γὰρ ὁρῶντα τὸν προσιόντα καὶ ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει μὲν αὐτίκα, μείζονος ὀφθέντος ζώου, μένει δὲ κατὰ χώραν, ἐὰν ἐλάττονός τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται. εἰ μὲν οὖν ἀπιστεῖ τις τοῖς δι’ αἰσθήσεως ἢ νοήσεως ἐναργῶς φαινομένοις, οὐδ’ ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεμιᾶς· εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ πιστεύοντες ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο. καὶ ἡμεῖς εὐτυχέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσμὲν, ὅτι τὰ χρήσιμα πολλῷ χρόνῳ μετὰ καμάτων τε καὶ φροντίδων εὑρεθέντα τοῖς πρὸ ἡμῶν αὐτοὶ μανθάνομεν ὀλίγῳ χρόνῳ. ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου μὴ κατὰ τὸ πάρεργον ἀσκῶμεν τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσιν ἀεὶ φροντίζωμεν, οὐδὲν κωλύει τῶν ἔμπροσθεν ἡμᾶς γενέσθαι βελτίους. πῶς οὖν γυμνασόμεθα καὶ ἀσκήσομεν ἡμᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάμενοι, καθάπερ ὁ Ἱπποκράτης εἶπε. ταῦτα γάρ ἐστι τὰ μεγάλην ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα διαφοράν.

Ἐρῶ δὲ καὶ παράδειγμά σοι παρ’ ἑκατέρου τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας. ὁ μὲν οὖν Ἱπποκράτης οὕτως φησὶν ἐν Προγνωστικῷ· σκέπτεσθαι δὲ χρὴ ᾧδε ἐν τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ, οὕτως γὰρ ἂν εἴη ἄριστον, τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον. εἴη δ’ ἂν τὸ τοιοῦτον ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα. φαίνεται γὰρ ἐν τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πεποιημένος, ἅπερ καὶ μέγιστ’ ἐστὶ, καὶ πᾶσι γνωσθήσεται ῥᾴδια. ταῦτα δέ τις προμαθὼν δυνήσεται κατὰ βραχὺ μεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλοις ἀφικέσθαι ποτὲ, καθάπερ ἐπεδείξαμεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν Ἱπποκράτην. ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν, ἡνίκα πεποίηκεν ἐν Πολιτείᾳ παρακαλούμενον Σωκράτην ὑπὸ Γλαύκωνός τε καὶ Ἀδειμάντου διελεῖν αὐτοῖς πάντα τὸν περὶ δικαιοσύνης λόγον. ἐπειδὴ γὰρ ἠπίστατο δεησόμενον αὐτὸν εἰς τὸ δεῖξαι τὸ προτεθὲν, ὡς οὐκ ἔστι μία τῆς ὅλης ἡμῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως ἀξιοῖ ποιήσασθαι τὸν λόγον. ἔχει δ’ ἡ λέξις ᾧδε. εἶπον οὖν, ὅπερ μοι ἔδοξεν, ὅτι τὸ ζήτημα, ᾧ ἐπιχειροῦμεν, οὐ φαῦλον, ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐμοὶ φαίνεται. ἐπειδὴ μὲν οὖν ἡμεῖς οὐ δεινοὶ, δοκῶ μοι, ἦν δ’ ἐγὼ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ, οἵαν περ ἂν εἰ προσέταξέ τις γράμματα σμικρὰ πόῤῥωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν, ὅτι τὰ αὐτὰ γράμματά ἐστί που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι, ἕρμαιον ἂν ἐφάνη, οἶμαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει. πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος. ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ δικαίου ζητήσει καθορᾷς; ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαμὲν, ἔστιν ἑνὸς ἀνδρὸς, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως; πάνυ γε, ἦ δ’ ὅς. οὐκοῦν μείζων πόλις ἑνὸς ἀνδρός; μείων, ἔφη. ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἂν εἴη, καὶ ἐστι καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωμεν, ποῖόν τί ἐστιν, ἔπειτα οὕτως ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ τὴν τοῦ μείζονος ὁμοιότητα, ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες. προγυμνάσας οὖν ἡμᾶς ἐπὶ πόλεως ὁ Πλάτων, καὶ δείξας, ὅτι ἄλλο μέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεμοῦν, καὶ τρίτον ἄλλο τὸ δημιουργικὸν ἔθνος ἐν αὐτῇ, μεταβὰς ἐπὶ τὴν ψυχὴν, καὶ κατ’ αὐτὴν ἐπιδείκνυσιν ἒν μέν τι μέρος εἶναι τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν αὐτῇ, καθάπερ ἐν ταῖς πόλεσιν ὑπηρετεῖ τὸ στρατιωτικὸν, τρίτον δὲ τὸ λοιπὸν, ὃ τοῦ τρέφεσθαι τὸ σῶμα χάριν οἱ δημιουργοῦντες ἡμᾶς προσέθεσαν, κᾂν οἱ ἀγύμναστοι τοῦ διακρίνειν ἀπ’ ἀλλήλων τὰς ὁμοιότητας ἓν εἶναι νομίζουσιν, οὐ τρία τὰ εἰρημένα μόρια τῆς ψυχῆς. ὅπως οὖν χρὴ γυμνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδίδαξεν ὁ Πλάτων ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας, ἐπί τε τῆς ψυχῆς τὸ μὲν κυριώτατον τῆς διανοίας ἐν τῷ τετάρτῳ βιβλίῳ, τὸ δὲ ἑπόμενον αὐτῇ κατὰ τὰ ἄλλα. καιρὸς οὖν ἤδη καὶ τῶν εἰρημένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι. ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον, ἢ ὀλίγον; ἐν τοῖς ὀλίγον. ἀλλὰ μὴν κατὰ σμικρὸν καταβαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα. πῶς δ’ οὔ; δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς διϊδεῖν. ἀνάγκη μὲν οὖν. ἦ οὖν οἷός τ’ ἔσται ἀλήθειαν ἀγνοῶν ἑκάστου τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα μικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ἀδύνατον. οὐκ οὖν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι’ ὁμοιοτήτων τινῶν εἰσεῤῥύη; γίγνεται οὖν οὕτω. ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων, ἢ αὐτὸς τοῦτο διαφεύγειν ὁ μὴ ἐγνωρικὼς, ὅ ἐστιν ἕκαστον τῶν ὄντων; οὐ μή ποτε. λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδὼς, δόξας δὲ τεθηρευκὼς, γελοίαν τινὰ, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται. ὅτι δ’, ὡς Ἱπποκράτης ἔλεγε, τινὰ μέν ἐστι ῥᾷστα γνωσθῆναι, τινὰ δ’ οὐκ ἔστι, τὴν ἀρχὴν ἀπὸ τῶν ῥᾴστων ποιητέον, ἃ καὶ πᾶσιν ἀνθρώποις ὡμολόγηται διὰ τὴν ἐνάργειαν. οὕτω καὶ ὁ Πλάτων ἐγίγνωσκεν· μάθοις δ’ ἂν ἐκ τῆσδε τῆς ῥήσεως αὐτοῦ. ἆρ’ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δ’ ἔνια στασιαστικῶς; δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δ’ εἰπὲ σαφέστερον. ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρ’ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν; καὶ μάλα. τί δ’, ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦσιν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς; πάνυ μὲν οὖν. ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. οὕτω. ποτέρωθεν οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ἡ ῥητορικὴ ὲν ποτέροις μεῖζον δύναται εἶναι; δηλονότι ἐν οἷς πλανώμεθα. οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ ηὑρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι, καὶ ἐν ᾧ μή. καλὸν γοῦν, ὦ Σώκρατες, εἶδος εἴη ἂν κατανενοηκὼς ὁ τοῦτο λαβών. ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν, ἀλλ’ ὀξέως αἰσθάνεσθαι, περὶ οὗ ἂν μέλλῃ ἐρεῖν, ποτέρου ὂν τοῦ γένους τυγχάνει. τί μήν; τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων, ἢ τῶν μή; ἀμφισβητησίμων δήπου. ἢ οἴει ἄν σοι συγχωρῆσαι εἰπεῖν, ἃ δὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον τῶν ἀγαθῶν τυγχάνει; ἄριστα λέγεις. αὕτη μὲν ἡ ῥῆσις ἐν τῷ Φαίδρῳ γέγραπται, διδάσκοντος αὐτοῦ, μηδεμίαν ἀμφισβήτησιν ἔχειν τὰ τοῖς φυσικοῖς κριτηρίοις ἐναργῶς ὑποπίπτοντα, ἐν οἷς δή τοι μηδ’ ὅλως ὑποπίπτει τοῖς κριτηρίοις τούτοις, ἢ ἀμυδρῶς ὑποπίπτει, τὴν ἀμφισβήτησιν γίγνεσθαι, καὶ χρὴ γεγυμνάσθαι κατὰ ταῦτα διακρίνοντα τὰς τῶν πραγμάτων ὁμοιότητας. ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα κατὰ τὰς τῶν ἐν αὐτοῖς ὁμοιότητας, ἢ τὴν παραλλαγὴν, ὡς κατά τι μὲν ὑπάρχειν ὅμοια, κατά τι δ’ ἀνόμοια. καὶ χρὴ τῶν τοιούτων διαγνωστικὸν τὸν τεχνίτην εἶναι, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως δύνασθαι γνωρίζειν, εἰ ὅμοιά ἐστιν ἀλλήλοις ἢ ἀνόμοια. ὅπερ οὖν ἀεὶ καὶ λέγοντός μου καὶ γράφοντος ἀκούεις, ἀκούσῃ πάντως καὶ νῦν. ἡ καθόλου μέθοδος χωρὶς τοῦ γυμνασθῆναι κατὰ πολλὰ τῶν ἐν μέρει τεχνίτην ἀγαθὸν οὐχ οἵα τέ ἐστιν ἐργάσασθαι. καὶ τοῦτ’ ἐπὶ πασῶν ἔνεστί σοι θεάσασθαι τῶν τοιούτων, ἐπ’ ἐνιά γε μὴν οὕτως ἰσχυρὰν δύναμιν ἔχον, ὡς τὴν μὲν καθόλου μέθοδον ἐνιαυτῷ μόνῳ δύνασθαι τελεώτατα μαθεῖν, τὴν δ’ ἄσκησιν, εἰ μὴ δι’ ὅλου τοῦ βίου γένοιτο, κολούειν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ φαίνεταί γε σαφῶς οὖσα τοιαύτη τέχνη λογιστική τε καὶ ῥητορικὴ, καὶ ἡ διὰ τῶν ὀργάνων ἐνεργοῦσα μουσική. τοσαύτης μὲν οὖν ἀσκήσεως ἀποδεικτικὴ μέθοδος οὐ δεῖται· χρῄζει γοῦν οὐκ ὀλίγης καὶ αὐτή. γυμνάζεσθαι γοῦν χρὴ γυμνασίαν καθ’ ἑκάστην ἄσκησιν τέχνης ἐν ὕλαις, ὧν τὰς χρησίμους τῷ βίῳ πράξεις δεόμεθα. κᾂν γὰρ ὅτι μάλιστα τὴν φύσιν ἀρίστην τις ἔχων εἰς ὁτιοῦν ἔργον ἀμελήσῃ τῆς ἀσκήσεως, οὐδενὸς τῶν ἀπολειπομένων μὲν τῇ φύσει, πλεονεκτούντων δὲ τῇ κατὰ τὴν ἄσκησιν ἐπιμελείᾳ βελτίων ἐστί. νόησον γοῦν τινα τῇ τε τῶν σκελῶν κατασκευῇ καὶ τῇ τοῦ παντὸς σώματος ῥώμῃ κάλλιστα διακείμενον, ἠμεληκότα δὲ τῆς φύσεως εἰς τοσοῦτον, ὡς πρὸς τῷ μηδέποτε δραμεῖν ἔτι κᾀν τῷ περιπατεῖν ἀεὶ βλακεύοντα διατελεῖν, ὡς ἀδύνατόν ἐστι τοῦτον Ὀλυμπιονίκην γενέσθαι χωρὶς τοῦ τὴν ἔμπροσθεν ἀργίαν ἀποθέμενον εἰς ἔθος ἑαυτὸν μεταστῆσαι γυμνασίων τῶν κατὰ φύσιν, οὐδὲ τούτων τῶν τυχόντων, ἀλλὰ μάλιστα οἷά ἐστιν οἰκεῖα σκέλεσιν, ὡς, ἐάν γέ τις παραλαβὼν τὸν οὕτως πεφυκότα μεταβαίνειν μὲν ἐπὶ λεπτοῦ σχοινίου διδάξῃ, πρὸς ξύλον δὲ ὄρθιον ἀναῤῥιχᾶσθαι, καθάπερ οἱ θαυματοποιοὶ διδάσκουσι τοὺς μαθητὰς, οὐ μόνον οὐκ ἂν ἕλοιτο νίκην Ὀλυμπιονίκην, ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων ὠκύτερος ἄν ποτε ὀφθείη. τοῦτ’ οὖν Ἱπποκράτει τε καὶ Πλάτωνι γέγραπται, παραδείγματα γράψασιν εἴς τε τὰς τέχνας καὶ πάσας τὰς κατὰ τὸν βίον πράξεις χρήσιμα. παραθήσομαι δὲ ὀλίγα χάριν τοῦ συνοφθῆναι τὴν ἰδέαν αὐτῶν. οὐ μὴν καὶ ἀρκεσθῆναί γε τούτοις ἀξιῶ τοὺς βουλομένους γενέσθαι τεχνίτας κατὰ τὰς τέχνας, ἃς ἂν αὐτοὶ τυγχάνωσιν ἀσκοῦντες, ἀλλὰ γυμνάζεσθαι διὰ παντὸς, ὥσπερ οἱ ῥητορικοὶ γυμνάζονται καθ’ ἑκάστην ἡμέραν, ὑποθέσεις εὑρίσκοντες ἐπιτηδείους εἰς τὴν προκειμένην ἄσκησιν.

Εἰλήφθω δὴ παρὰ Πλάτωνος μὲν πρῶτον, ὃ κατὰ τὸ πέμπτον τῆς Πολιτείας ἐδίδαξεν, ἔνθα περὶ τῆς τῶν γυναικῶν φύσεως ἄρχεται τῶν αὐτῶν ἐπιτηδευμάτων τοῖς ἀνδράσιν ἀξιῶν μετέχειν αὐτὰς, ὡς ἂν καὶ τὴν αὐτὴν ἐχούσας φύσιν, εἶτ’ αὐτὸς ἀντιλαμβάνεται τοῦ λόγου. φησὶ δ’, οὐκ ἂν ἴσως συγχωρῆσαί τινα τὴν αὐτὴν εἶναι φύσιν ἄῤῥενός τε καὶ θήλεος σώματος, ἐπιδείκνυσί τε, κατὰ τί τὴν αὐτὴν ἔφη. ἔχει δ’ ὁ σύμπας λόγος αὐτῷ κατὰ τάδε. τὰς θηλείας τῶν φυλάκων κυνῶν πότερα ξυμφυλάττειν οἰόμεθα δεῖν, ἅπερ ἂν οἱ ἄῤῥενες φυλάττωσι, καὶ ξυνθηρεύειν, καὶ τὰ ἄλλα κοινῇ πράττειν, ἢ τὰς μὲν οἰκουρεῖν ἔνδον ὡς ἀδυνάτους διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφὴν, τοὺς δὲ πονεῖν τε καὶ πᾶσαν ἐπιμέλειαν ἔχειν περὶ τὰ ποίμνια; κοινῇ, ἔφη, πάντα, πλὴν ὡς ἀσθενεστέραις χρώμεθα, τοῖς δ’ ὡς ἰσχυροτέροις. οἷόν τ’ οὖν, ἔφην ἐγὼ, ἐπὶ τὰ αὐτὰ χρῆσθαί τινι ζώῳ, ἐὰν μὴ τὴν αὐτὴν τροφήν τε καὶ παιδείαν ἀποδιδῷς; οὐχ οἷόν τε. εἰ ἄρα ταῖς γυναιξὶν ἐπὶ τὰ αὐτὰ χρησόμεθα καὶ τοῖς ἀνδράσι, τὰ αὐτὰ καὶ διδακτέον αὐτάς. ναί. μουσικὴ μὲν ἐκείνοις καὶ γυμναστικὴ ἐδόθη. ναί. καὶ ταῖς γυναιξὶν ἄρα τούτω τὼ τέχνα, καὶ τὰ περὶ τὸν πόλεμον ἀποδοτέον τε καὶ χρηστέον κατὰ ταὐτά. ἐν τούτοις καθόλου προειπὼν ὁ Πλάτων, ὅτι τῶν αὐτῶν ἁπάντων ἐστὶ μεταδοτέον τῷ θήλει γένει, μετὰ ταῦτα καὶ περὶ γυμνασίων ὅσα γυμνοὶ γυμναζόμεθα, καὶ περὶ τῆς ἐπὶ τῶν ἵππων ὀχήσεως, ὅσα τε πολέμων ἕνεκα διδάσκεται καὶ ἀσκεῖται, μετέχειν ἐξιοῖ καὶ τὰς γυναῖκας, ἐπ’ αὐτῶν δ’ ἀντιλαμβανόμενος τοῦ λόγου τάδε φησί. βούλει οὖν, ἦν δ’ ἐγὼ, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀμφισβητήσωμεν, ἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται; οὐδὲν, ἔφη, κωλύει. λέγωμεν δὴ ὑπὲρ αὐτῶν, ὅτι, ὦ Σώκρατές τε καὶ Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν, αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικήσεως, ἣν οἰκίζετε πόλιν, ὁμολογεῖτε δεῖν κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν, ὡμολογήσαμεν, οἶμαι. πῶς γὰρ οὔ; ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν; πῶς οὐ διαφέρει; οὐκ οὖν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν; τί μήν; πῶς οὖν οὐχ ἁμαρτάνετε νυνὶ, καὶ τἀναντία ὑμῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν, πλεῖστον κεχωρισμένην φύσιν ἔχοντας; ἔξεις τι, ὦ θαυμάσιε, πρὸς ταῦτ’ ἀπολογεῖσθαι; ἐν τούτοις εἰπών τινα περὶ τῆς ἀντιλογικῆς δυνάμεως, ἐφεξῆς γράφει τὴν ῥῆσιν τῆς ἀντιλογίας ᾧδέ πως. κινδυνεύομεν οὖν ἄκοντες ἀντιλογίας ἅπτεσθαι. πῶς; τὸ τὴν αὐτὴν φύσιν, ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων τυγχάνειν, πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνομα διώκομεν, ἐπεσκεψάμεθα δὲ οὐδ’ ὁτιοῦν, τί εἶδος τὸ τῆς ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως, καὶ πρὸς τί τεῖνον ὡριζόμεθα τότε τὰ ἐπιτηδεύματα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ τὰ αὐτὰ ἀπεδίδομεν. οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψάμεθα. τοιγάρτοι, εἶπον, ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, ἀνερωτᾷν ἡμᾶς αὐτοὺς, εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κομητῶν, καὶ οὐχ ἡ ἐναντία, καὶ ἐπειδὰν ὁμολογῶμεν, ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτοτομῶσι, μὴ ἐᾷν κομήτας, ἐὰν δ’ αὖ κομῆται, μὴ τοὺς ἑτέρους. γελοῖον μὲν τἂν εἴη, ἔφη. ἆρα κατ’ ἄλλο τι, εἶπον ἐγὼ, γελοῖον, ἢ ὅτι τότε οὐ πάντως τὴν αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλ’ ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον ἐφυλάττομεν τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα; οἷον ἰατρικὸν μὲν καὶ ἰατρικὴν τὴν ψυχὴν ἔχοντα τὴν αὐτὴν φύσιν ἔχειν ἐλέγομεν. ἢ οὐκ οἴει; ἔγωγε. ἰατρικὸν δέ γε καὶ τεκτονικὸν ἄλλην; πάντως που. οὐκοῦν, ἦν δ’ ἐγὼ, καὶ τὸ τῶν ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φήσομεν ἑκατέρῳ δεῖν ἀποδιδόναι, ἐὰν δ’ αὐτῷ τούτῳ φαίνηται διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δ’ ἄῤῥεν ὀχεύειν, οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι, ὡς πρὸς ὃ ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρὸς, ἀλλ’ ἔτι οἰησόμεθα δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῶν καὶ τὰς γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γ’, ἔφην. οὐκοῦν μετὰ τοῦτο· κελεύομεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡμᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευμα τῶν περὶ πόλεως κατασκευὴν, οὐχ ἡ αὐτὴ, ἀλλ’ ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός. δίκαιόν γ’ οὖν. τάχα τοίνυν ἂν, ὅπερ σὺ ὀλίγῳ πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος, ὅτι ὲν μὲν τῷ παραχρῆμα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν χαλεπόν. εἴποι γὰρ ἄν. βούλει οὖν δεώμεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντός μοι ἀκολουθῆσαι ἡμῖν, ἐάν πως ἡμεῖς ἐκεῖνο ἐνδειξώμεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως; πάνυ γε. ἴθι δὴ, φήσομεν πρὸς αὐτὸν, ἀποκρίνου· ἆρ’ οὕτως ἔλεγες, τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς, καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπιπολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἃ ἔμαθε σώζοιτο, καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ’ ἐναντιοῖτο. ἆρα ἄλλ’ ἄττα ἐστὶν, ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου; οὐδεὶς, ἦ δ’ ὃς, ἄλλα φήσει. οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ μακρολογοῦμεν τήν θ’ ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπολυ ἡττώμενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολυκρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλὰ, τὸ δ’ ὅλον ἔχει, ὡς σὺ λέγεις. οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς, διότι γυνὴ, οὐδὲ ἀνδρὸς, διότι ἀνὴρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζώοιν, καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δ’ ἀνὴρ, ἐπὶ πᾶσι δ’ ἀσθενέστερον γυνὴ ἀνδρός. πάνυ γε. τί οὖν ἀνδράσι ταῦτα προστάξομεν, γυναικὶ δ’ οὐδέν; ἢ καὶ πῶς; ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρικὴ, ἣ δ’ οὒ, καὶ μουσικὴ, ἣ δ’ ἄμουσος φύσει. τί μήν; γυμναστικὴ δὲ ἄρ’ ἣ καὶ πολεμικὴ, ἣ δὲ ἀπόλεμος καὶ οὐ φυλογυμναστική; οἶμαι ἔγωγε. τί δὲ φιλόσοφός τε καὶ θυμοειδὴς, ἣ δὲ ἄθυμος καὶ μισόσοφος; ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνὴ, ἣ δ’ οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα; τοιαύτην μὲν οὖν. καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἡ μὲν ἀσθενεστέρα, ὁ δ’ ἰσχυρότερός ἐστι. φαίνεται. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ φυλάττειν, ἐπεί πέρ εἰσιν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ’ ἐπιτηδεύματα οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι; ταὐτά. ἥκομεν ἄρα εἰς τὰ πρότερα περιφερόμενοι καὶ ὁμολογοῦμεν, μὴ παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ μουσικήν τε καὶ γυμναστικὴν ἀποδιδόναι. παντάπασι μὲν οὖν. ἐν τούτοις ἅπασιν ἐφ’ ἑνὸς παραδείγματος τοῦ τῶν γυναικῶν ἐγύμνασεν ἡμᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ τί μὲν ὅμοια ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόμοια τὰ παραβαλλόμενα. γυναῖκες γὰρ ἀνδράσιν ὁμοῖαι μέν εἰσιν, καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῶα, τουτέστιν ἐπιστήμης δεκτικά· καθ’ ὅσον δὲ τὸ μὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ μάθημα βέλτιον, αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόμοιαί γε κατὰ τοῦτ’ εἰσιν· ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι, καθ’ ὅσον αὗται μὲν ὑπάρχουσι θήλειαι, καὶ διὰ τοῦτο πρὸς κύησιν ἐπιτήδεια ταῖς μὲν γυναιξίν ἐστι μόρι’ ἄττα τοῦ σώματος ὑπὸ τῆς φύσεως παρεσκευασμένα, τοῖς δ’ ἄῤῥεσιν οὐκ ἔστιν. ὥστ’ ἀληθῶς ἄν τις φαίη, κατά τι μὲν ὁμοίως διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως. ἐπειδὰν μὲν οὖν τις κατὰ τὴν ὁμοιότητα τὴν μετάβασιν ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει, ἐπειδὰν δὲ κατὰ τὴν ὁμοιότητα, ψεύσεται, καὶ πολὺ μᾶλλον κατὰ τὴν ἐναντίωσιν. ὡς γὰρ ὁ Ἱπποκράτης ἐν τῷ κατ’ ἰητρεῖον ἔγραψε, κελεύων ἡμᾶς ἐξ ἀρχῆς ἢ ὅμοια ἢ ἀνόμοια σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, τὸ δ’ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον, οὕτως φαίνεται καὶ ὁ Πλάτων τὴν ἀπόδειξιν πεποιημένος ἐν τῇ προκειμένῃ ῥήσει.

Προσθῶμεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ’ Ἱπποκράτους γεγραμμένων παραδείγματος ἕνεκα τοῦ διακρίνειν ἐν τοῖς παραβαλλομένοις ὅσον καθ’ ὅμοιόν ἐστι, καὶ ὅσον ἀνόμοιον. ἔστι δ’ ἡ λέξις ἐκ τοῦ περὶ ἄρθρων συγγράμματος ᾧδέ πως ἔχουσα. γιγνώσκειν δ’, εἰ ἐκπέπτωκεν ὁ βραχίων, τοῖσι χρὴ τοῖσι σημείοισι. τοῦτο μὲν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλη, παραδείγματι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα, (ἄλλοι γὰρ μᾶλλον ἄλλων ἔξαρθροι πεφύκασιν,) ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ὂν ἀνόμοιον τὸ ὑγιὲς τῷ κάμνοντι. καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς. παραξύνεσιν δ’ ἔχει πάνυ πολλὴν διὰ τοιαῦτα, καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν. πολλοὶ γὰρ ὑπὸ ὀδύνης, ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος, οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχήματα καθεστάναι, ἐς οἷά περ τὸ ὑγιεινὸν σῶμα σχηματίζεται. προξυνιέναι οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φέρεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος, ἢ τοῦ ὑγιέος. τοῦτο δ’ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου. παραξύνεσιν μὴν κᾀν τούτῳ ἔχει τινά. ἀλλ’ ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γραφῆς ἐστι. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ ἀπὸ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ. τοῦτο δ’ ἄνωθεν τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μᾶλλον δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις ἡ αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς γὰρ ἐκεῖ τὸ πρόσωπον ἡμᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖσθαι, πότερον ὅμοιόν ἐστιν ἢ ἀνόμοιον τῷ τῶν ὑγιαινόντων, μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούμενος ἐπ’ αὐτοῦ τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ, ἣν παραξύνεσιν ὠνόμασε, γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις παραβάλλῃς αὐτό. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος, εἰ ὅμοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθὸς, ἔνεστι διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως κᾀνταῦθα, τὰ μὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τι σφαλείη διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁμοιότητα, τοῦτ’ ἐπισημῃνάμενος, ὡς παραξύνεσιν ἔχον καὶ αὐτό. ταπεινὴ γὰρ ἡ ἐπωμὶς οὐ μόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν, ἀλλὰ κᾀπὶ τῶν ἀπόσπασμα κατὰ τὸ ἀκρώμιον ἐχόντων, ὥστε συγχεῖσθαι κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρημάτων, εἰς κοινὸν σημεῖον ἀφικνουμένην τοῖς ἀπεσπασμένον ἔχουσι τὸ ἀκρώμιον. ἀλλὰ κᾷνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ κατ’ ἰητρεῖον ἀπεφῄνατο, τοῦτο νῦν ἑνὸς εἴδους ἐποίησεν, ἐπιδείξας οὐ μόνον ᾗ ὅμοια τὰ σημεῖα τῶν δύο παθῶν ἐστιν, ἀλλὰ καὶ ᾗ ἀνόμοια. κοίλη μὲν οὖν ἡ ἐπωμὶς ἐπ’ ἀμφοῖν φαίνεται, τῶν δὲ ἄλλων συμπτωμάτων, ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων, οὐδὲν συμβαίνει κατὰ τὰ τῶν ἀκρωμίων ἀποσπάσματα, περὶ ὧν κατὰ τὴν προγεγραμμένην ῥῆσιν οὕτως εἶπε. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρῶν, ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ. τοῦτο δὲ ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύναται, ὥσπερ καὶ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. ταῦτα μὲν ἐπὶ τῶν ἐξηθρηκότων φαίνεται γιγνόμενα, μηδὲν τοιοῦτον πασχόντων, οἷς ἀπέσπασται τὸ ἀκρώμιον· μόνοις γὰρ αὐτοῖς κοινόν ἐστι τὸ τὴν ἐπωμίδα φαίνεσθαι κοίλην. ἔστι δὲ καὶ κατὰ τοῦτο τὸ κοινὸν οὐ μόνον ὁμοιότης, ἀλλὰ καὶ ἀνομοιότης. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ μὴν καὶ γεγονώς γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων ὤμων. ἐπ’ ἐκείνων μὲν γὰρ, τῆς κεφαλῆς τοῦ βραχίονος εἰς τὴν μασχάλην καταπεσούσης, ὁ πρότερον ὑπάρχων ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωμίδα τόπῳ κατ’ ἀλήθειαν ἀπόλωλεν, ἐν δὲ τοῖς ἀποσπάσμασιν οὗτος μὲν ὁ αὐτὸς διαμένει, μεταστάντος δ’ εἰς ὕψος τοῦ ἀκρωμίου, φαντασία ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως. ἴσως οὖν ἄμεινόν ἐστι καὶ μίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ περὶ ἄρθρων, ἐν ᾗ καθ’ ἓν πάθος ἐπιδείκνυσιν ὁ Ἱπποκράτης ὁμοιότητά τε καὶ ἀνομοιότητα σφάλλουσαν τοὺς πολλοὺς τῶν ἰατρῶν. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω ταπεινὸν, κατὰ τοῦτο γίγνεται τὸ χωρίον τῆς ῥάχεως. ἐνίοτε δὲ, περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκρα γεννᾶται, κοῖλος καὶ ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρθρηκότων εἰς τὸ πρόσω σπονδύλων. ἔστι δὲ τοῦτο μὲν τὸ πάθος εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ Ἱπποκράτης φησὶν οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν σπονδύλων μετάστασιν. ὀνομάζει δὲ τὴν εἰς τὸ πρόσω ταύτην, οὐ μόνον οὕτως, ἀλλὰ καὶ ἔσω καλῶν, ἔσω μὲν δηλονότι τὸ βάθος τοῦ σώματος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν τε καὶ πρόσθεν. ἔστι δ’ ἡ ῥῆσις αὐτοῦ, καθ’ ἣν γέγραπται ταῦτα, αὕτη. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἐξέλασιν γενέσθαι εἰς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι. τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιασάμενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα, ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἐξέλασιν ἐξαλλομένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειε, πιεσθεὶς δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν. ὥστ’ οὐκ ἂν μέλοι τῷ ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. ὥστε δὴ οὐδ’ ἐμβαλεῖν οἷόν τε οὔτε κατασείσειν, οὔτ’ ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον τῶν τοιούτων, εἰ μή τις διατεμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐμβαλόμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι. κᾀνταῦθα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι τοὺς ἀνθρώπους , οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι ῥηΐστην εἰς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ’ αὐτομάτως ὑγιέα γενέσθαι τὰ τοιαῦτα. ἀγνοοῦσι δὲ πολὺ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοοῦσι. πείθουσι γὰρ τοὺς πέλας, ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοῦ σπονδύλου αὐτὰς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες, ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ ἔμπροσθεν εἴρηται. οἷσι δὲ σπόνδυλοι πολλοὶ προσωτέρω ἄπεισι, στενοτάτην γὰρ πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔμπροσθεν, ὅτι καὶ κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόμενοι, τοὺς σπονδύλους εἴσω οἴχεσθαι. ὅτι δὲ μεγίστην ἔχει δύναμιν ἡ τῶν ὁμοίων τε καὶ ἀνομοίων διάγνωσις, καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν, εἰ ὅμοια ἢ ἀνόμοια τὰ πράγματά ἐστι, περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι κᾀκ τοῦδε τοῦ παραδείγματος. ἐπειδὴ γὰρ ἐν γυμνασίᾳ κεῖται τὸ πλεῖστον τῆς προκειμένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου παραδείγμασι χρὴ βλέπειν, ἀλλ’ ἐν πολλοῖς τε καὶ ποικίλοις γυμνάζεσθαι, καὶ μάλιστα παρὰ τοῖς ἄριστα μεταχειρισαμένοις τὴν περὶ ταῦτα τέχνην Ἱπποκράτει τε καὶ Πλάτωνι.

Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐπὶ πλειόνων παραδειγμάτων, ὧν εἰσι καὶ κυβερνῆται καὶ ἰατροὶ, τοὺς τεχνίτας ὧν ἄρχουσι καὶ διοικοῦσιν, ἐκείνοις τὴν ὠφέλειαν, οὐχ ἑαυτοῖς, ἐκπορίζεσθαι, καταγελάσας Θρασύμαχος ποιμένων τε καὶ βουκόλων μνημονεύει, τὸ ἑαυτοῖς συμφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ βουσὶν, ἐκποριζόντων. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν, αὐτῶν σκοπὸν εἶναι καὶ τέλος, ἕτερον μὲν τοῖς παρὰ τῇ ποιμαντικῇ τε καὶ βουκολικῇ τέχνῃ, μηδὲν ἄλλο σκοπουμένοις παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο δὲ τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῶα. πρόδηλον οὖν, ὅτι καὶ ἰατρὸς, ᾗ μὲν ἰατρός ἐστι, ταύτῃ προνοεῖται τῆς τοῦ σώματος ὑγιείας, ᾗ δὲ δι’ ἄλλο τι τοῦτο πράττει, κατ’ ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει. τινὲς μὲν γὰρ ἕνεκα χρηματισμοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται, τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόμων αὐτοῖς διδομένην ἀλειτουργησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι διὰ τὴν ἐπὶ ταύτῃ δόξαν ἢ τιμήν. ὀνομασθήσονται τοιγαροῦν, ᾗ μὲν ὑγιείας εἰσὶ δημιουργοὶ, κοινῇ πάντες ἰατροὶ ζέουσι πρὸς τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς, ὁ μέν τις φιλάνθρωπος, ὁ δὲ φιλότιμος, ὁ δὲ φιλόδοξος, ὁ δὲ χρηματιστής. οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς ἰατροῖς ἔνδοξον ἢ πόριμον, ὡς Μηνόδοτος ἐμπειρικὸς ἔγραψεν, ἀλλὰ Μηνοδότῳ μὲν τοῦτο, Διοκλεῖ δ’ οὐ τοῦτο, καθάπερ οὐδὲ Ἱπποκράτει καὶ Ἐμπεδοκλεῖ, οὐδ’ ἄλλοις τῶν παλαιῶν οὐκ ὀλίγοις, ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον τοὺς ἀνθρώπους. γυμνασάμενος οὖν ἐν τοῖς τοιούτοις τις παραδείγμασι, (πάμπολλα δ’ ἐστὶ παρ’ Ἱπποκράτει καὶ Πλάτωνι,) ῥᾳδίως κατόψεται τά τε ἴδια τέχνης ἑκάστης καὶ τὰ κοινά. πρὸς μὲν γὰρ Θρασύμαχον ἐν τῷ πρώτῳ τῆς πολιτείας Σωκράτης διαλεγόμενος ἔδειξεν ἐπὶ ποιμένων τε καὶ βουκόλων, ὡς κοινωνοῦσι μὲν, καθ’ ὅσον εἰσὶ ποιμένες καὶ βουκόλοι, διαφέρονται δὲ, καθ’ ὅσον ὁ μὲν ὡς χρηματιστὴς, ὁ δ’, ὡς ἵνα κατεδέσηται, κατασκευάζουσιν αὐτὰ πίονα. κατὰ μέντοι τὸ περὶ ἀγμῶν διὰ πλειόνων ἔδειξεν ἡμᾶς διακρίνειν τά τε κοινὰ καὶ τὰ ἴδια· κατὰ δὲ τὰς τέχνας, τουτέστιν εἰ ὅμοιά τ’ εἰσὶ καὶ ἀνόμοια. ἓν γάρ ἐστι τῇ δυνάμει τὰ τρία ταῦτα σκέμματα, τό τε περὶ τῶν κοινῶν καὶ ἰδίων, καὶ τὸ διακρίνειν, εἰ ὅμοια ἢ ἀνόμοια τὰ παραβαλλόμενα πράγματά εἰσι, καὶ τρίτον ἐπὶ τούτοις, τί ταὐτὸν ἐν αὐτοῖς ἐστι, καὶ τί ἕτερον. εἰώθασι γὰρ οἱ Ἕλληνες ὅμοια καλεῖν ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι. καὶ τά γε παραδείγματα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλομένοις ἐκέλευσεν ἡμᾶς ὁ Πλάτων ποιεῖσθαι. γειτνιᾷ δέ πως τούτῳ τῷ σκέμματι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνομαζομένην μέθοδον, ἧς τὴν μὲν γυμνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις μόνον, ἀλλὰ σαφέστατα μὲν ἅμα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ μὴν καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλα ἄττα τῶν συγγραμμάτων. ἐν μὲν οὖν τῷ Σοφιστῇ καὶ Πολιτικῷ διδάσκει, πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρμηνεύοι λόγῳ σαφεῖ τε ἅμα καὶ συντόμῳ τὸ σημαινόμενον αὐτῆς, ὅντινα λόγον ὡρισμένον τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ μετὰ Πλάτωνα· ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν, εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν, γεγυμνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν, ἀπὸ μὲν τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ μηκέτι τομὴν δεχόμενα διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν, δι’ ὧν καὶ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἐδεδείχει συνισταμένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔμπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ σύνθεσιν· ὁδὸν μὲν γὰρ εἶναι μίαν ἀμφοῖν, ὁδοιπορίαν δὲ διττὴν, ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ ἰόντι. λέγει δὲ περὶ αὐτῶν ἐν μὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν. ἐμοὶ δὲ φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιὰ πεπαῖχθαι. τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτὴν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι. τίνων δή; εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵν’ ἕκαστον ὁριζόμενος δῆλον ποιῇ, περὶ οὗ ἂν ἀεὶ διδάσκων ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ ἔρωτος ὅ ἐστιν ὁρισθὲν, εἴτε εὖ, εἴτε κακῶς ἐλέχθη. τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος. τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες; τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέμνειν κατὰ ἄρθρα, ᾗ πέφυκε, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδὲν, κακοῦ μαγείρου τρόπῳ χρώμενον. ταῦτα μὲν οὖν καθόλου περὶ τῆς διαιρετικῆς τε καὶ συνθετικῆς μεθόδου λέλεκται τῷ Πλάτωνι. μεταβὰς δ’ ἐπὶ τὴν ῥητορικὴν τέχνην, (εἴη δ’ ἂν ἡμῖν ἐν τι τοῦτο παράδειγμα τῆς ὅλης πραγματείας,) τάδε γράφει. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι, ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται. τούτων δ’ οὕτω διῃρημένων λόγων αὖ τόσα καὶ τόσα ἐστὶν εἴδη, τοιόνδε δὲ ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς. δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα ὀξέως δύνασθαι ἐπακολουθεῖν τῇ αἰσθήσει, ἢ μηδὲν εἶναί πω πλέον αὐτῶν, ὧν τότε ἤκουε λόγων ξυνών. ὅταν δ’ εἰπεῖν τε ἱκανῶς ἔχῃ, οἷος ὑφ’ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι, ὅτι οὕτως ἐστὶ καὶ αὕτη ἡ φύσις, περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά σοι, ᾗ προσοιστέον τούσδε ᾧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ. πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη λόγων μάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δ’ οὔ. ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλίπῃ λέγων, ἢ διδάσκων, ἢ γράφων, φησὶ δὲ τέχνην λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ. ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς, ἐνταῦθα διδάσκοντι, πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο μεθόδῳ χρώμενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐμπειρίας τε καὶ τριβῆς. ἔτι τε πρὸς τούτοις κατωτέρω μετὰ τὸ διελθεῖν ἐν τῷ μεταξὺ χρήσιμα πολλὰ συγκεφαλαιούμενος αὐτὰ κατὰ λέξιν οὕτως ἔφη. ὥστ’, εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγοις, ἀκούοιμεν ἂν, εἰ δὲ μὴ, οἷς νῦν δὴ διήλθομεν πεισόμεθα, ὡς, ἐὰν μή τις τῶν τ’ ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατ’ εἴδη τε διαιρῆται τὰ ὄντα, καὶ μιᾷ ἰδέᾳ ἀδύνατος ᾖ καθ’ ἓν ἕκαστον περιλαμβάνειν, οὔπω ἔσται τεχνικὸς λόγων πέρι, καθόσον δυνατὸν ἀνθρώπῳ. ἐν τούτῳ μὲν τῷ βιβλίῳ διὰ συντόμων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. ἐγὼ δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξομαι παραγράψας αὐτοῦ πρώτην τήνδε τὴν ῥῆσιν. φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ ἑκάστου. τί μήν; καὶ οὐδὲν ἑτέρων γε τούτων ἐσμέν πως σοφοὶ, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν, οὔθ’ ὅτι τὸ ἓν ἄλλο τι, ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν. ἀληθέστατα. καὶ μὴν καὶ τὸ μουσικὸν οὐ τυγχάνει ποιοῦν; τουτέστι ταὐτόν. πῶς; φωνὴ μέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ. πῶς δ’ οὔ; δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ, καὶ τρίτον ὁμότονον. ἢ πῶς; οὕτως. ἀλλ’ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δὲ, ὡς ἔπος εἰπεῖν, εἰς ταῦτα, οὐδενὸς ἄξιος ἔσῃ. οὐ γὰρ οὖν. ἀλλ’, ὦ φίλε, ἐπειδὰν λάβῃς, ὁπόσα τὰ διαστήματά ἐστι τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας. ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ δι’ ἀριθμῶν μετρηθέντα δεῖν αὐτά φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν, ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν. ὅταν γὰρ ταῦτά τε λάβῃς, οὕτω τότε ἐγένου σοφός· ὅταν δ’ ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τούτου γέγονας. τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν, καὶ οὐκ ἐλλόγιμον, οὐδ’ ἐνάριθμον, ἅτ’ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα. κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. καὶ ἐμοὶ ταῦτά γε αὐτά. ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς οὗτος ὁ λόγος εἴρηται νῦν, καὶ τί ποτε βουλόμενος; ὀρθῶς μέντοι τοῦθ’ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος. πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ. δράσω ταῦτα, διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι τούτων, ὥς φαμεν, οὐκ ἐπ’ ἀπείρου φύσιν ἀεὶ δὴ βλέπειν εὐθὺς, ἀλλ’ ἐπί τινα ἀριθμὸν, οὕτω καὶ τὸ ἐναντίον, ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς, ἀλλ’ ἐπ’ ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾷν τ’ ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν. πῶς; ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν, εἴτε τις θεὸς, εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τούτων γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα, ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς μὲν, οὐ φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι. τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν. τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα μέχρις ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα, καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε. καθορῶν δ’, ὡς οὐδεὶς ἡμῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος, ὡς ὄντα ἕνα, καὶ ταῦτα πάντα ἕν πως ποιοῦντα, μίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών. ταῦτα μὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ μέθοδον δηλονότι τὴν λογικὴν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως, ἐκ τῆς τῶν κατὰ μέρος ἀθροιζομένης ἐμπειρίας. ὅτι δ’ οὐκ ἄνευ τοῦ γεγυμνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί μοι. καὶ μέντοι καὶ καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν μέθοδον ἐπὶ τῆς ἡδονῆς, ἁπάσας αὐτῆς τὰς διαφορὰς διελθών.

Οὕτω δὲ καὶ ὁ Ἱπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαίτης ὀξέων, μεμψάμενος τοὺς Κνιδίους ἰατροὺς, ὡς ἀγνοοῦντας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσημάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισμοὺς, καθ’ οὓς τὸ δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεμνόμενον, οὐκ ἐπὶ νοσημάτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἔστιν ἐσφαλμένους ἄχρι καὶ τῶν βοηθημάτων. ἔνιοι μὲν γὰρ ἐπὶ τὰς κατὰ μέρος αὐτῶν ἐλθόντες χρείας ἀμέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι μὲν τῆς προχείρου φαντασίας μεθοδικώτατον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ μοχθηρότατον, ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι μὲν, ὡς οἱ κατὰ βοήθημα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχῃ, πλευρίτιδος, ἀποφῃνάμενοι τὴν φλεβοτομίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ μὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν μαρσίπων, ἤ τινος ἑτέρου. κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν, ὀξυμέλιτός τε καὶ μελικράτου, καὶ ὕδατος, καὶ οἴνου, καὶ πτισάνης, ἤτοι τοῦ διηθημένου χυλοῦ μόνου διδόντες, ἢ τῆς κριθώδους μόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαμένου, τάς τε διαφορὰς τῶν καμνόντων, καὶ τῶν εἰρημένων ἔδειξε χρῇζον τὸ τῆς πλευρίτιδος πάθος. ὅπως μὲν οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑπομνήμασιν ἐξήγημαι τοῦ περὶ διαίτης ὀξέων, ὅ τινες μὲν ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, ἔνιοι δὲ περὶ πτισάνης, ἑκάτεροι μοχθηρῶς. ἐγὼ δ’, ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόμων σαφῆ τὴν διδασκαλίαν οἱ φιλομαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια. τῶν γάρ τοι πλευριτικῶν ἄρτι μὲν ἀρχομένων ὀδυνᾶσθαι τὴν πλευρὰν, ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀποπειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερμασμάτων ὀνομαζομένων, καὶ διῆλθεν αὐτὸς τὴν ὕλην. εἶτα, ἂν μὴ λύηται, σκεψάμενον, εἴτε νεοβρῶτι ἐόντι, καὶ εἴτε ὑποκεχωρηκυίας τῆς κοιλίας, εἴτε μὴ, διδάσκει, τί ποιητέον ἐστίν. ἐὰν δὲ μὴ ὑπείκῃ πρὸς ταῦτα, διορισμοὺς ἔγραψεν τῶν τε φλεβοτομίας δεομένων καὶ τῶν καθάρσεως, ἐπὶ τίνων τε χρὴ μελικράτῳ ποτῷ χρῆσθαι, ἢ ὀξυμέλιτι, ἢ ὕδατι μέχρι κρίσεως, μηδεμίαν διδόντα τροφὴν, ἐπὶ τίνων τε χυλὸν πτισάνης, ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα, καὶ σιτία δοτέον ἐστί. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως διορίζεται, τίσι τε χρὴ διδόναι, καὶ τίσι μὴ, καὶ ὁπότε, καὶ ὁποῖον. ὡσαύτως δὲ καὶ περὶ λουτρῶν, ὅσα τ’ ἄλλα τοιαῦτα. διττῆς δ’ οὔσης ἁμαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ τοὺς μὲν ἐλλιπέστερον τέμνειν, τοὺς δ’ ὑπερβάλλειν εἰς οὐκ οἰκεῖον τῷ τεμνομένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ Ἱπποκράτης μεμφόμενος ἐν ἀρχῇ μὲν τοῦ βιβλίου τάδε φησί. τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ’ ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τι σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι, τὸ μὴ ὠυτὸν δὲ νόσημα δοκέειν εἶναι, ἢν μήπω τοὔνομα ἔχῃ. ἐπὶ δὲ τῶν ἰημάτων ἔμπαλιν, ὡς ἐλλιπόντων αὐτῶν, ᾧδέ πώς φησιν. καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσι χρέονται. μετὰ δὲ ταῦτα προλαβὼν τὸν τῷ προβλήματι χρησιμώτατον, οὐ σαφῶς αὐτοῦ τὴν λύσιν ἔγραψεν, καὶ διὰ τοῦτ’ ἠγνοήθη πολλοῖς τῶν ἰατρῶν ὅλη τοῦ προβλήματος ἡ δύναμις. ἐξηγησάμην μὲν οὖν ὅλον τὸν λόγον τοῦτον ἐν τῷ πρώτῳ περὶ διαίτης ὀξέων ὑπομνήματι, συντόμως δ’ αὐτοῦ καὶ νῦν εἰπεῖν ἀναγκαῖόν ἐστι τὴν δύναμιν. αὐτὸ μὲν τὸ πρόβλημα κατὰ τήνδε τὴν λέξιν ἔγραψεν ὁ Ἱπποκράτης. δοκεῖ δὲ μοι ἄξια γραφῆς εἶναι, καὶ μάλιστα ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖς ἰητροῖσιν, ἐπίκαιρά γ’ ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα δ’ ἐστὶ καὶ τάδε. διὰ τί δ’ ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μέν τινες τῶν ἰατρῶν πάντα ἐς τὸν αἰῶνα διατελοῦσι, πτισάνην διδόντες ἀήθητον, καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιοῦνται, ὅπως κριθὴν μὲν μηδεμίην καταπίνῃ ὁ κάμνων, (μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι,) ἀλλὰ δι’ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν. οἱ δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχεῖαν δοῖεν, οὔτ’ αὖ χυλὸν, οἱ μὲν, μέχρις ἂν ἑβδομαῖος ὁ κάμνων γένηται, οἱ δὲ καὶ διὰ τέλους, ἄχρις ἂν κριθῇ ἡ νοῦσος. μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροὶ, ἴσως δ’ οὐδὲ προβαλλόμενα εὑρίσκεται. καίτοι διαβολήν γ’ ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκεῖν ὅλως ἰητρικὴν εἶναι. ὥστ’ ἔν γε τοῖσιν ὀξυτάτοισι τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες, ὥστε, ἃ ὁ ἕτερος προσφέρει ἡγούμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι. καὶ μετ’ ὀλίγα· φημὶ δὴ, πᾶν καλὸν εἶναι τοῦτο τὸ σκέμμα ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι. καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγίειάν τι μέγα δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν εἰς ἀσφάλειαν, καὶ τοῖσιν ἀσκέουσιν ἐς ἀξίην, καὶ ἐς ὅ τι ἕκαστος ἐθέλοι. τὸ περὶ διαφωνίας, φησὶ, τῶν τεχνιτῶν σκέμμα μεγίστην ἔχει δύναμιν, οὐ μόνοις τοῖς νοσοῦσιν ἐς ὑγιείης κτῆσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ἐς φυλακὴν αὐτῆς δηλονότι, καὶ τοῖς ἀσκοῦσιν ἀξίην τοῦ σώματος πρός τε τὴν κτῆσιν αὐτῆς καὶ διαμονήν. εἶτα προσέθηκε, καὶ ἐς ὅ τι ἕκαστος ἐθέλοι, δηλῶν, οὐ μόνον εἰς ἰατρικὴν, ἀλλὰ καὶ τὰς ἄλλας τέχνας ἐκτετάσθαι τὸ σκέμμα τὴν λύσιν αὐτοῦ. θαυμάσαι γὰρ ἔστι, διὰ τί τέχνην μετιόντες οἱ ἰατροὶ, καθ’ ἣν τῇ πείρᾳ τὰ προσφερόμενα βοηθήματα κριθῆναι δύναται, πότερον ὠφέλησεν, ἢ ἔβλαψεν, ὅμως ἐναντιωτάτας ἀποφάσεις ἐποίησαν περὶ τῶν ὠφελούντων τε καὶ βλαπτόντων. ἐν μὲν γὰρ φιλοσοφίᾳ μὴ πεπαῦσθαι τὰς πλείστας τῶν διαφωνιῶν οὐδὲν θαυμαστὸν, ὡς ἂν μὴ δυναμένων τῶν πραγμάτων ἐναργῶς κριθῆναι τῇ πείρᾳ, καὶ διὰ τοῦτο τινῶν μὲν ἀποφῃναμένων ἀγέννητον εἶναι τὸν κόσμον, τινῶν δὲ γεννητὸν, ὥσπερ γε καὶ τινῶν μὲν, οὐδὲν ἔξωθεν αὐτοῦ περιέχειν εἶναι, τινῶν δὲ εἶναι λεγόντων, καὶ τούτων αὐτῶν περιεχόμενόν τι φάντων, ἐνίων μὲν κενὸν ἀποφῃναμένων εἶναι τοῦτο, μηδεμίαν οὐσίαν ἔχον ἐν ἑαυτῷ, τινῶν δὲ, κόσμους ἄλλους ἀριθμῷ ἀπεριλήπτους ὡς εἰς ἄπειρον ἐκτετάσθαι πλῆθος. αἰσθήσει γὰρ ἐναργεῖ τὴν τοιαύτην διαφωνίαν ἀδύνατον κριθῆναι. οὐ μὴν ὅμοιόν γε τὸ τῆς ὠφελείας καὶ βλάβης τῶν προσφερομένων τοῖς σώμασιν ἰαμάτων, εἰς διαφωνίαν ἀφικόμενον ἐν τοῖς ἰατροῖς, δυνάμενόν γε αὐτῶν κρῖναι τῇ πείρᾳ τό τ’ ὠφελοῦν καὶ τὸ βλάπτον. τούτου τοίνυν τοῦ ζητήματος ἡ λύσις οὐ πάνυ τι σαφῶς εἴρηται τῷ Ἱπποκράτει, καὶ διὰ τοῦτο σχεδὸν ἅπαντας ἔλαθε τοὺς ἐξηγησαμένους τὸ βιβλίον. ἔστι δὲ τοιάδε. τῶν νοσούντων ἔνιοι μὲν ἀσιτίας χρῄζουσιν, ἄχρις ἂν ἡ νοῦσος κριθῇ, τινὲς δὲ τροφῆς, καὶ τούτων ἔνιοι μὲν τῆς κριθώδους πτισάνης, ἔνιοι δὲ τοῦ χυλοῦ μόνου, καθάπερ γε καὶ στερεωτέρας ἔνιοι, καὶ μέντοι καί τινες μὲν ὀξυμέλιτος ἢ μελικράτου, τινὲς δ’ ὕδατος ἢ οἴνου. διὰ τοῦτο τοῖς ἰατροῖς, ὅσοι τῇ πείρᾳ μόνῃ τὴν τέχνην συνεστήσαντο, χρήσιμον ἔδοξεν ἐκεῖνο μόνον, ὃ κατὰ τὴν τύχην αὐτοῖς ἐφάνη πλεονάκις ὠφελῆσαν. οὐδὲ γὰρ ἐπὶ τοὐναντίον εἶδος ἀφικέσθαι τῆς διαίτης τολμῶσιν, ὡς κᾀκείνου πειραθῆναι, τὴν ἀτυχίαν δεδιότες. μόνος οὖν ὁ τήν τε φύσιν εἰδὼς τοῦ κάμνοντος, καὶ τὴν τοῦ νοσήματος διάθεσιν, καὶ τὴν τοῦ προσαχθησομένου βοηθήματος δύναμιν, ἔτι τε τὸν καιρὸν, ἐν ᾧ χρηστέον αὐτῷ, τολμῆσαι δυνήσεται χρησάμενος τῷ λογικῶς ἐπινοηθέντι βοηθήματι τῇ πείρᾳ βεβαιῶσαι τὴν ἐλπίδα. ὥστε μόνος εὑρήσει τῆς τε ἀφωνίας τὴν αἰτίαν καὶ τοὺς διορισμοὺς, οἷς προσέχων τις ἐπὶ τὸ τῷ κάμνοντι συμφέρον ἀφίξεται, τῶν δ’ ἄλλων οὐδεὶς γνὼσεται τοῦτο. τοῖς τε γὰρ ἐγνωσμένοις διὰ πείρας ἐπιμένοντες ἐκεῖνα μόνα παραλαμβάνουσιν, αἰτιώμενοι φύσιν ἢ τέχνην ἤ τι τοιοῦτον τῆς βλάβης αἴτιον γενέσθαι. τοῦτ’ οὖν αὐτὸ καὶ κατὰ τὸ περὶ ἀγμῶν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐπὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἐν τῇδε τῇ ῥήσει. ἄλλοι δέ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ τοιαῦτ’ ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ τὸ ἕλκος δὲ αὐτὸ διαλείπουσι, καὶ ἐῶσιν ἀνεψύχθαι. ἔπειτα καὶ ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ ἐρίοισιν οἰσυπηροῖσι θεραπεύουσιν. αὕτη ἡ ἴασις κακὴ, καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀξυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατάγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν, καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ, ἀλλ’ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖς πρόσθεν γεγραμμένοισιν, ὁποῖα ἀφ’ ἑκατέρου ἀποβαίνει, μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική. ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ εἶδος ἐξαείρεσθαι εἰς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ, εἰ ὑγιὴς χρὼς ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδεσθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν καὶ ἀχροΐσειε. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτ’ ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον εἶναι τὸ ἕλκος, δακνῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δ’ ἢ μέλη ἀποστῆναι συστατικὰ γενέσθαι, σφυγμῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται διὰ τὸ εἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίγνεται. τελευτῶντες δ’ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν πάλιν κοτέῃ, καὶ ἰητρεύσουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δὲ ἧσσον, καὶ ἤν τι ἄλλο τοιοῦτον λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν αἰτίαν εἶναι τοῦ ἕλκους, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην. οὐκ οἴονται, φησὶ, τὴν κακὴν ἐπίδεσιν αἰτίαν εἶναι τῆς βλάβης, ἀλλ’ ἄλλην τινὰ ἀτυχίαν· διὰ τοῦτ’ οὖν οὐδ’ ἀφίστανται τῆς εἰωθυίας αὐτοῖς ἀγωγῆς, ἀλλ’ ἐπιμένουσι τοῖς κακῶς ἐγνωσμένοις. αὕτη μοι ἡ τοῦ προβλήματος λύσις ἐστὶ, καθ’ ὃ τὴν αἰτίαν ἡμᾶς σκέψασθαι τῆς ἐν τοῖς ἰάμασι δεῖ διαφωνίας, ἣν καθόλου περιλαβὼν ἄν τις εἴποι διαφορὰν εἶναι τοῦ γενικῶς νοουμένου τε καὶ λεγομένου καὶ προβαλλομένου πράγματος, ἐάν τε πάθος, ἐάν τε ὕλη τις ᾖ βοηθήματος. λέγω δὲ πάθος μὲν, οἷον τὴν πλευρῖτιν, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγματος ἐποιήσατο τὸν λόγον, ὕλην δὲ μελίκρατον, ἢ οἶνον, ἢ ὕδωρ, ἢ ὀξύκρατον. καθ’ ἕκαστον γὰρ τούτων ἴδιαί τινές εἰσι διαφοραὶ, περὶ ὧν ἁπασῶν ὁ Ἱπποκράτης, οὐ μόνον δι’ ὀλίγων ῥημάτων, ἀλλὰ καὶ σαφῶς ἐδίδαξε τοὺς διορισμοὺς, ὡς ἐχρῆν διαιρεῖσθαι τὰς διαφοράς. ἐμοὶ δὲ ἀρκέσει παραδείγματός τινος ἐξ αὐτῶν μνημονεῦσαι τοῦ περὶ τὸν οἶνον λόγου, κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένου. γλυκύν τε οἶνον καὶ οἰνώδεα, λευκὸν καὶ μέλανα, καὶ μελίκρατον, καὶ ὕδωρ, καὶ ὀξύμελι τοῖσδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσιν νούσοισιν. ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δ’ οὐδὲ τοῖσι πικροχόλοισι, καὶ γὰρ οὖν καὶ διψώδης τοῖσί γε τοιούτοις ἐστὶ, ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω· οὐ μὴν πολέμιός γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης. καίτοι οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φύσα, ἀλλ’ ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν ἧσσον οὐρητικὸς οὗτος τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ. πτυάλου δ’ ἀναγωγὸς μᾶλλόν ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι, ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα, καὶ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει. εἰς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἐτέρου, καὶ διουρητικὸς δὲ ἂν καὶ καταῤῥηκτικὸς, ἀεὶ πολλὰ πρὸς ὠφέλειαν ἐν ταύτῃσι τῇσι νούσοισι. καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμως κατὰ κύστιν ἡ κάθαρσις ὑπ’ αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέπηται, ὁκοῖα δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου καὶ ὠφελείας, καὶ βλάβης, ὅσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμοῦ γεραιτέροισι. κιῤῥῷ δ’ αὖ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο, εἰ καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις, μηδὲ τὸ πτύαλον κωλύοι τὸ τῆς ὁδοῦ, μηδὲ τὸ οὖρον ἴσχοιτο, διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη. ἐν δὲ τοῖσι τοιούτοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὅσα τούτοισιν ἐμφερέα, προσξυνιέναι δὲ, διότι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ’ ἔντερον καὶ μᾶλλον ὀνήσει, ἢν ἀκρατέστερος ᾖ. κατὰ ταῦτά φησι τὰ περὶ τῆς τῶν οἴνων διαφορᾶς τε καὶ χρήσεως, ἀκαταμάθητα ἦν τοῖσιν ἐμοῦ γεραιτέροισιν. ἐγὼ δὲ ταῦτα διορισμοῖσι διακρίνων τὴν ἐπ’ αὐτοῖσι τέχνην συνεστησάμην. οὕτω δὲ καὶ περὶ μελικράτου, καὶ μέλιτος, ὕδατός τε καὶ ὀξυμέλιτος, καὶ πτισάνης, καὶ βαλανείων ἔγραψε τοὺς διορισμοὺς, μεμφόμενος τοὺς ἐπὶ πάντων τῶν ὀξέως νοσούντων ἤτοι κελεύοντας ἢ κωλύοντας ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι. πρὸς γὰρ τὸν ἐρόμενον, εἰ δοτέον οἶνον τοῖς πυρέττουσιν, ἀποκριτέον, ὡς τῷδε μέν τινι δοτέον ἐστί. ταὐτὸν δὲ τοῦτο καὶ περὶ ἡδονῆς ὁ Πλάτων ἐποίησε, τινὰς μὲν αὐτῶν φεύγειν ἡμᾶς κελεύων, τινὰς δὲ προσίεσθαι. τὰς μὲν γὰρ ἐπὶ μαθήμασιν ὠφελίμοις τε καὶ καλοῖς, καὶ ὅλως ἁπάσαις ταῖς καλαῖς πράξεσι προσίεσθαι χρὴ, τὰς δ’ ἐπ’ οἰνοφλυγίαις, ἢ λιχνείαις, ἢ ἀφροδισίοις φεύγειν, ὅσαι δὲ μηδὲν τούτων ἀποκεκριμένον ἔχουσι, μήτε φεύγειν, μήτε διώκειν. εὑρίσκονται δὲ δηλονότι τοῦ γένους τῶν ἡδονῶν αἱ διαφοραὶ κατὰ τὴν διαιρετικὴν μέθοδον, ὡς ἐν ὅλῳ τῷ Φιλήβῳ δείκνυσιν ὁ Πλάτων, τὰς διαφορὰς ἁπάσας αὐτῶν διδάσκων. διὰ τοῦτ’ οὖν ἔφην παρακεῖσθαι καὶ κοινωνεῖν κατὰ τὴν διαιρετικὴν ὁδὸν εὑρισκόμενα τοῖς κατὰ τὴν ὁμοίου γνῶσιν. ὁμοιότης μὲν γάρ ἐστι ταῖς ἡδοναῖς πρὸς ἀλλήλας. ἡ μὲν κοινότης κατὰ τὸ γένος. ἓν γάρ τοι κοινόν ἐστιν ἐν αὐταῖς, καθ’ ὃ τὴν προσηγορίαν ἐκτήσαντο κοινήν. ἕτεραι δὲ κατὰ τὴν ἐν ταῖς ἰδίαις διαφοραῖς ἰδέαν. αἱ μὲν γὰρ ἁπλαῖ ταῖς ἁπλαῖς πρὸς τῷ κοινῷ τῆς ἡδονῆς εἴδει, καὶ τὸ κατὰ τὴν ἁπλότητα προσλαβοῦσαι, μείζονα τὴν ὁμοιότητα προσλαμβάνουσιν. ὥσπερ γε καὶ ἐν τοῖς συνθέτοις αἱ σύνθετοι, καὶ αἱ σωματικαὶ ταῖς σωματικαῖς, αἵ τε ψυχικαὶ ταῖς ψυχικαῖς, αἵ τε ὠφέλιμοι ταῖς ὠφελίμοις, αἵ τε βλαβεραὶ ταῖς βλαβεραῖς, ὥσπερ καὶ αἱ κατὰ τὰς καλὰς πράξεις καὶ αἱ κατὰ τὰς κακὰς ἀλλήλαις ἑκάτεραι. παραπλησίως δὲ καὶ αἱ μὲν κατὰ τὸ λογιστικὸν εἶδος τῆς ψυχῆς ἀλλήλαις, αἱ δὲ κατὰ τὸ θυμοειδὲς, ἢ ἐπιθυμητικὸν, ὁμοίως καὶ αἵδε κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλαις. εἰ δὲ χωρὶς τοῦ τέμνειν εἰς τὰς οἰκείας διαφορὰς ἕκαστον τῶν γενῶν ἀποφῃνάμενοί τι καθόλου καὶ ἀδιορίστως ἰατροί τε καὶ φιλόσοφοι, πολλὰ τῶν ἐναργῶς φαινομένων ὁσημέραι μαχόμενα ταῖς ἑαυτῶν ἀποφάσεσιν ἴσχουσιν. ὁ γὰρ ἐπαινούμενος ὑπὸ τῶν κατὰ τὰς τέχνας ἁπάντων ἀξιολόγων ἀνδρῶν διορισμὸς ἐκ τοῦ γεγυμνάσθαι κατὰ τὰς δύο ταύτας θεωρίας, ὑπὲρ ὧν ἐν τῷδε τῷ γράμματι διῆλθον, ἀποτελεῖται. λέγω δὲ δύο θεωρίας, τήν τ’ ἐκ τῆς τῶν ὁμοίων τε καὶ ἀνομοίων διακρίσεως καὶ τὴν ἐκ τῆς κατὰ διαίρεσίν τε τῶν γενῶν ἄχρι τῶν ἀτόμων ὁδοῦ, τῆς τ’ ἀντιστρόφου ταύτης θέσεως, δηλονότι ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ πρῶτον γένος ἀνόδου διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν. καὶ ταύτας ἀμφοτέρας τὰς μεθόδους κάλλιστα καὶ ἄριστα τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης τε καὶ Πλάτων εὗρον, ἐπέδειξάν τε πολλὰ συγγράμματα ψευδῶς λελεγμένα πρὸς τῶν ἀγνοούντων διορίζεσθαι τὰ κοινὰ τῶν ἰδίων. καὶ μέντοι καὶ τὰς διαφωνίας πρόσθεν ἔδειξα ἐντεῦθεν γεγονυίας τοιαύτας, ὁποῖαι παρὰ μὲν τοῖς ἰατροῖς ἐγένοντο περί τε πτισάνης χρήσεως, ὅσα τε ἄλλα προσφέρεται τοῖς νοσοῦσι, παρὰ δὲ τοῖς φιλοσόφοις περὶ τῶν τῆς ψυχῆς ἀρετῶν, ἐνίων μὲν οἰομένων διδακτὰς ὑπάρχειν αὐτὰς, ἐνίων δὲ φυσικὰς ἢ δι’ ἐθῶν καὶ ἀσκήσεως κτητάς. εἰ γὰρ διῃροῦντο τὰ τῆς ψυχῆς εἴδη, καὶ σαφῶς ἐγνώκεσαν, ἕτερον μὲν εἶναι τὸ λογιστικὸν, ἕτερον δὲ τὸ ἄλογον, διττὴν ἔχον καὶ τοῦτο τομὴν, οὔτ’ ἂν τοῦ λογιστικοῦ τήν γ’ ἐπιστήμην ἀφῃροῦντο, τοῖς τ’ ἀλόγοις οὐκ ἂν αὐτῆς μετεδίδοσαν. ὥστε κἀκεῖνος ὁ λόγος, ἐφ’ ᾧ φησιν ὁ Πλάτων, ἑκάστου τῶν ὄντων, περὶ ὃ τέχνην τινὰ συστήσασθαι βουλόμεθα, τὴν φύσιν τῆς οὐσίας ἀκριβῶς χρὴ γνῶναι, συνῆπταί τε καὶ κοινωνεῖ ταῖς νῦν εἰρημέναις μεθόδοις. ὁ γὰρ γνοὺς, οὐχ ἁπλοῦν ἓν εἶδος ἐν ἡμῖν εἶναι ψυχῆς, ὥσπερ ἐν τοῖς φυτοῖς μὲν τὸ ἐπιθυμητικὸν, ἐν θεοῖς δὲ τὸ λογιστικὸν, ἀνθρώπῳ δ’ ἄμφω τε ταῦτα καὶ τρίτον ἐπ’ αὐτοῖς τὸ θυμοειδὲς, ἔγνω σὺν τούτῳ τῶν ἀρετῶν τὸν ἀριθμὸν, καὶ τὴν δύναμιν, καὶ τὴν κτῆσιν, ὥσπερ ὁ γνοὺς τὴν φυσικὴν κατασκευὴν τοῦ σώματος ἡμῶν, ἐν μὲν τοῖς ὁμοιομερέσι συμμετρίαν τῶν στοιχείων, ἐν δὲ τοῖς ὀργανικοῖς ἐκ τῆς τῶν ὁμοιομερῶν ποσότητός τε καὶ πηλικότητος, ἔτι τε διαπλάσεως ἑκάστου καὶ θέσεως ἀποτελεῖσθαι τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σώματι ζώου, τῆς συμμετρίας δηλονότι καθ’ ἑκάστην ζωὴν τῶν εἰρημένων φυλαττομένης οἰκείας, οὗτός γε τῶν νοσημάτων εὐπορήσει τῆς προσηκούσης ἑκάστῳ θεραπείας τε καὶ προφυλακῆς.

Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁμοίων τε καὶ οὐχ ὁμοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νομίζουσιν ὑπάρχειν εἰς μεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν ἀμφισβητουμένων κρίσιν ἱκανὴ ποδηγός ἐστιν. ὁμοιότητος γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν μὲν, οὐκ ἀληθῶν δὲ πρὸς τοὺς ὄντας ἀληθεῖς λόγους, ὁ γεγυμνασμένος διακρίνειν ἀπ’ ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς, ὅσον τε χρὴ δόγμασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε καταγινώσκειν ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον, ὅπως ἀδηλίας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν ἐπίσης ἀλλήλων, εἴτε ἐν δυσὶν, εἴτε ἐν τρισὶν, εἴτε ἐν πλείοσιν ἡ ἔκτασις γένοιτο, μηδὲν ἡγεῖσθαι πιστότερον. ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς μὲν οἱ νεώτεροι τῶν Ἀκαδημαϊκῶν λέγουσιν, οὐ μόνον πιθανὴν, ἀλλὰ καὶ περιοδευομένην καὶ ἀπερίσπαστον, ὡς δ’ οἱ περὶ τὸν Χρύσιππον, εἰς καταληπτικὴν, ὡς δὲ κοινῇ πάντες ἄνθρωποι πεπιστεύκασιν, εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ. διαφέρειν μὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρημέναι λέξεις, εἰ δ’ ἐπιμελέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναμιν, ὡσπερ γε κᾀπειδάν φησί τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι, καὶ ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ ἑαυτοῦ πιστόν. ὅτι μὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως εἶναι δεῖ πιστὸν, ὡμολόγηται πᾶσιν, οὐ μὴν ὅτι γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν, ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ κοινῇ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινομένου τῇ ἑαυτῶν ὑπολήψει ἐμμένειν, καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως οἷς αὐτοὶ λέγουσιν εἰκῆ ἕνεκα τοῦ κατασκευάζειν τι δόγμα τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑπομένουσιν ἑκουσίως ψεύδεσθαι. τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύσασιν ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν αἵρεσιν, εἰ καὶ μηδεμίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς τὴν στοιχείωσιν, ὥσπερ ἀμέλει κᾀπὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ δόγματος. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσιμόν ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήματα τῷ πεπονθότι τόπῳ, βεβλαμμένου τοῦ λογισμοῦ, φιλοσόφοις δ’ οὔτε εἰς τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτ’ εἰς τὴν ἄσκησιν αὐτῶν ἐστι χρήσιμον. ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ὑπάρχῃ μόριον, ἐάν τε ἐν τῇ κεφαλῇ, δυνησόμεθα καὶ φρόνησιν κτήσασθαι, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἐξ ἄλλων δογμάτων τε καὶ ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόμενοι. μόνοις οὖν ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ μηδὲν εἰς ἦθός τε καὶ τὰς πολιτικὰς πράξεις χρήσιμον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ μετὰ κόσμον τοῦτόν ἐστι τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο, καὶ εἰ ὁ κόσμος οὗτος ἐν ἑαυτῷ περιέχεται, καὶ εἰ πλείους ἑνὸς, καὶ εἰ πάμπολύ τι πλῆθος, ὁμοίως δὲ καὶ εἰ γενητὸς ἢ ἀγένητος ὅδε ὁ κόσμος ἐστίν· ὥσπερ γε καὶ εἰ, γεγονότος αὐτοῦ, θεός τις ἐγένετο δημιουργὸς, ἢ θεὸς μὲν οὐδεὶς, αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τὴν τύχην οὕτως καλὸν αὐτὸν, ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ κατασκευῇ σοφώτατος ἅμα καὶ δυνατώτατος. ἀλλὰ τά γε τοιαῦτα ζητήματα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον, ἢ τῶν τῆς πόλεως πραγμάτων προνοεῖσθαι προσηκόντως, ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ. παρεγένοντο δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικῶν ὑποτιθεμένων, τέλος ἐκ τῶν χρησίμως ζητουμένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ’ ὅμοια. οὐ γὰρ δὴ, ὥσπερ γεγονέναι τὸν κόσμον ἢ μὴ γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν. ὅτι γάρ τι κρεῖττον ἀνθρώπου δυνάμει τε καὶ σοφίᾳ κατὰ τὸν κόσμον, ἅπασιν ἡμῖν ζητεῖσθαι βέλτιον, οὐ μὴν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοὶ, πότερον ἀσώματοι παντάπασιν, ἢ, καθάπερ ἡμεῖς, οὕτως αὐτοὶ μετὰ σωμάτων, ἀναγκαῖον σκοπεῖσθαι. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τελέως ἄχρηστ’ ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνομαζομένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν ψυχικῶν παθῶν ἰάσεις. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, μὴ μόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν. ὁμολογοῦσι δ’ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι, καὶ Πλάτων αὐτὸς, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιμαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταμένην διαλεκτικὴν εἰς Παρμενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα. δι’ ὁμοιότητα μέν τινα τοῖς χρησίμοις τῶν λογικῶν καὶ φυσικῶν θεωρημάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη ζήτησις. ἀδύνατον γάρ ἐστι μηδ’ ὅλως ἐφάψασθαι κατὰ τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν μήτε τῆς φυσικῆς, μήτε τῆς συλλογιστικῆς, ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων εὑρήσεις. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστιν τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι τοῖς μετὰ ταῦτα, καὶ τὰ σοφίσματα καθ’ ὁμοιότητα τῶν πρὸς τοὺς ἀληθεῖς λόγους συντίθενται. διαγιγνώσκειν καὶ διακρίνειν αὐτὰ ἀπ’ ἀλλήλων οἱ γεγυμνασμένοι κατὰ τὴν ὕλην ἐκείνην ἴσασι, περὶ ἣν ἡ τέχνη διατρίβει, μετὰ τοῦ δηλονότι καὶ τὴν φυσικὴν ἔχειν ἀγχίνοιαν, ἣν ἐχρῆν μάλιστα κρίνεσθαι κατὰ τὴν ἡλικίαν τῶν παίδων ὑπὸ τῶν ἐν ἑκάστῃ πόλει συνετωτάτων πρεσβυτέρων, ἐκμανθάνειν τε τὴν προσήκουσαν τῇ φύσει τέχνην ἕκαστον, ὡς νῦν γε πολλοὺς ὁρῶμεν τέχνας λογικὰς μετιόντας οὐδ’ οἷς αὐτοὶ φθέγγονται παρακολουθοῦντας.

Ὅτι δ’ εἰς λογικὰς ἀρχὰς ἀνάγεται παντὸς δόγματος ἡ ἀπόδειξις, ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἁπάσαις σχεδὸν ταῖς πραγματείαις, ἀλλὰ καὶ νῦν, ἐπειδὴ τὸ διακρίνειν ἀπ’ ἀλλήλων δύνασθαι τὰ πράγματα καὶ θεωρεῖν ἀκριβῶς τὰς ἐν ἑκάστοις ὁμοιότητάς τε καὶ ἀνομοιότητας ἐξ ἀρχῆς σκοπεῖσθαι προὐθέμεθα, προσθήσω τι παράδειγμα γυμνασίας ἕνεκεν, ὡς οὐ χρὴ μόνον ἀρκεῖσθαι τῷ δεῖξαι τὸ δεῖν ὑμᾶς γυμνάζεσθαι περὶ τὰ κατὰ μέρος, ἀλλὰ καὶ πράττειν οὕτω. οὐδὲ γὰρ ὁ Πλάτων αὐτὸς οὔθ’ Ἱπποκράτης ἠρκέσθησαν τῷ καθόλου τοῦτο συμβουλεύσασθαι, ἀλλὰ καὶ διὰ τῶν παραδειγμάτων ἐγύμνασαν ἡμᾶς ἐν πολλοῖς κατὰ μέρος. προκεχειρίσθω δέ τις ὕλη θεωρίας, ἡ τῆς περὶ ἡμᾶς προνοίας τοῦ δημιουργοῦ, τὴν ἀρχὴν ἀπὸ τῆς κατασκευῆς τοῦ σώματος ποιησαμένοις. ἔνιοι γὰρ κατά τινα τύχην ἄτεχνον καὶ ἄλογον, οὐ κατὰ πρόνοιαν σοφοῦ δημιουργοῦ διαπλάττεσθαί φασιν, ἀμυδρᾷ πρὸς τὴν πίστιν ὧν λέγουσιν ὁμοιότητι χρώμενοι, ὡς ἔνια κατὰ τὸν βίον ὑπὸ τύχης ὅμοια γίνεται τῶν κατὰ τὰς τέχνας. ὁρῶν γάρ τίς τινων τὴν περιγραφὴν ἢ τὸ σχῆμα παραπλήσιον εἶναι λέοντος προσώπῳ, καθάπερ ἐνίων δράκοντος, ἢ ἄλλου τινὸς ζώου, ὥς φασι, καί πού τις πατάξας πέτραν ἀπέῤῥηξεν αὐτῆς τηλικοῦτον, ὡς τὸ καταλειπόμενον ἐοικέναι λέοντος μορφῇ, ἕτερά τε τοιαῦτα λέγουσιν ἅπαξ ἐν μακρῷ χρόνῳ καθ’ ὅλην τὴν οἰκουμένην γεγονότα, τῆς δὲ τῶν τεχνῶν φύσεως, ἣν ἅπαντες ἄνθρωποι φύσει ποιοῦνται, καὶ τῆς πρὸς αὐτὰς ὁμοιοτάτης ἡμῶν διαπλάσεως παντάπασιν ἐπιλανθάνονται. καίτοι γε ὁρῶνται ἐνεργοῦντας περὶ τὰς ὕλας πολλοὺς, οὔτε σκυτοτόμους ὀνομαζομένους, οὔτε τέκτονας, οὔτε πλάστας, ἐάν γε μὴ φαίνηται χρησίμου ἕνεκά τινος ἑκάστου, ὧν ἐκεῖνοι ἐδημιούργησαν, γεγονέναι. ὡς οὐδὲν ἄλλο τέχνης ὑπάρχει γνώρισμα παρὰ τὴν χρείαν ἑκάστου τῶν ἐν τῷ δημιουργηθέντι μορίῳ. ἐὰν μὲν οὖν ὁ τὰ ξύλα τέμνων τε καὶ πρίων καὶ συμπηγνὺς ἀπεργάσηται σκίμποδα, πάντ’ ἐπιτήδεια τὰ μόρια ἔχοντα πρὸς τὴν χρείαν, ἧς ἕνεκα πήγνυται, γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν δ’ ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργάσηται κατὰ τὸ μῆκος, ἢ τὸ πάχος, ἢ τὸ σχῆμα διαφέροντας, ἤ τι τοιοῦτον κατὰ τὸ ἐπίκλιντρον, ἢ τὰ διήκοντα ξύλα κατὰ τὸ μῆκός τι τῶν ἄνω μερῶν ἐπὶ τὰ κάτω φαίνηται σφαλεὶς, ἄτεχνον εἶναί φασι. καὶ πολύ γε μᾶλλον, ἂν τὸ κατασκευαζόμενον ἐκ πολλῶν μερῶν ᾖ συγκείμενον, εἶτα μηδὲν ἐν αὐτοῖς ὁ συμπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁμάξης ὁ Ἡσίοδος εἶπεν,

— — ἑκατὸν δέ τε δούραθ’ ἁμάξης.

εἴτε γὰρ ὄντως ἑκατὸν, εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν, ὥσπερ Ὅμηρος,

Τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο.

καὶ διὰ τοῦτο οἱ γραμματικοί φασιν, ἀντὶ τοῦ πολλὰ ἑκατὸν εἰρηκέναι, τῷ μὴ σφαλῆναι κατά τι τῶν μορίων, ἀλλὰ καὶ τὸ μέγεθος αὐτοῖς καὶ τὸ σχῆμα περιθεῖναι τὸ πρέπον, ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι, καὶ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι, τέχνης ἐπιδείγματα πάντες ἡγοῦνται, οὐχὶ παρ’ ἀνθρώπου διδαχθέντες οὕτω κρίνειν, ἀλλ’ ἔχοντές φύσει τέχνης ἔννοιαν ἀφωρισμένην τύχης. τὸ μὲν γὰρ ἐν ἅπασι κατορθούμενον εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ’ ἓν ἢ δύο τύχης ἔργον, οὐ τέχνης, εἶναι πεπιστεύκασι. τὴν αὐτὴν οὖν ἔννοιαν οἱ ἀνατομικοὶ τῶν ἰατρῶν ἐθαύμασαν ἅπαντες τὴν τέχνην τῆς φύσεως. οὐ γὰρ, ὡς ἔξωθεν ὁρᾶται τὸ σῶμα συγκείμενον ἐκ μερῶν δέκα που καὶ δώδεκα ἢ, εἰ βούλει, καὶ εἴκοσιν, οὕτω καὶ κατ’ ἀλήθειαν ἔχει. σύγκειται γὰρ ἐξ ὀστέων πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ μυῶν πολὺ πλειόνων ἢ διακοσίων. εἰς ἕκαστον δὲ τῶν ὀστῶν μὲν ἀφικνεῖται τὸ τρέφον ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ μυῶν οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀρτηρία, καὶ νεῦρα, ἴσα τε πάντα ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν μέρος τοῦ ζώου τοῖς κατὰ θάτερον, ὀστοῦν ὀστῷ, καὶ μῦς μυῒ, καὶ φλὲψ φλεβὶ, καὶ νεῦρον νεύρῳ, καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι. διὸ καὶ θαυμαστῶς ὁ Ἱπποκράτης ἔφη, τοῦτο μὲν ἐπεὶ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι. μέγιστον γάρ ἐστι σημεῖον τῆς ἐν τοῖς μορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήματος ὁμοιότης, ἥ τε τῆς χώρας, καθ’ ἣν ἐμφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα λέγω καὶ τὴν ἀρτηρίαν καὶ τὸ νεῦρον ἐν ἑκάστῳ τῶν μυῶν, ἥ τε τῆς ἐν αὐτοῖς σχέσεως ἐναντιότης οὐ δικαιοσύνην μόνον ἐν τῇ κατασκευῇ τοῦ σώματος ἐνδείκνυται σαφῶς, ἀλλὰ καὶ δύναμιν ἄκραν τοῦ κατασκευάσαντος αὐτὸ τὸ σῶμα. τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθμήσῃς, εἶθ’ ἕκαστον αὐτῶν εὕρῃς κατωρθωμένον, ἐναργῶς σοι φανεῖται τὸ μέγεθος αὐτοῦ, φημὶ τοῦ δημιουργοῦ. οὐ γὰρ ἁπλῶς οὕτως, ὡς ἂν ἀμελῶς τις ἐννοήσειεν, ἰσάριθμόν ἐστι τὸ πλῆθος τῶν ὀστῶν καὶ τῶν μυῶν τοῖς ὀστοῖς τε καὶ μυσὶν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς, μεγέθους λέγω καὶ θέσεως, καὶ συνθέσεως, καὶ ἀριθμοῦ, καὶ σχήματος, ὅλης τε τῆς διαπλάσεως, ἅπερ καὶ κατὰ τὰς ἀρτηρίας, καὶ τὰς φλέβας, καὶ τὰ νεῦρα φαίνεται φυλαττόμενα. καὶ γὰρ, ὁποῖον αὐτῶν ἕκαστον εἶναι προσήκει καὶ ὁπηλίκον, ὅπῃ τε μέρος ἐμφυόμενον τοῦ μυὸς, ὅπως τε κατασχιζόμενον, ἀκριβῶς φυλάττεται καθ’ ἕκαστον αὐτῶν, ἔτι τε πρὸς τούτοις ἡ πάντων ἰσότης τῶν ἀριστερῶν πρὸς τὰ δεξιὰ, τοσούτους ἔχουσα καὶ αὐτὴ τοὺς κατὰ μέρος σκοποὺς, ὅσους καὶ τὰ μόρια. καὶ ταῦτά σοι λέγω μηδέπω μνημονεύων ἑκάστου τῶν σπλάγχνων, ἢ τῶν ἄλλων μορίων, ὅσα κατὰ περιγραφὴν ἰδίαν ὁρᾶται. φαίνεται γὰρ κᾀν τούτοις οὐκ ὀλίγοις ἀριθμὸς σκοπῶν ἐν ἑκάστῳ. δυοῖν γοῦν ὀφθαλμῶν ὑπαρχόντων ἡμῖν, ἴσον ἑκατέρῳ τὸ πλῆθος τῶν μορίων ἐστὶ, οὔτε κατὰ σχῆμα παραλλάττον, οὔτε κατὰ τὸ μέγεθος, ἢ τὴν θέσιν, ἢ τὴν διάπλασιν, ἢ τὴν πρὸς τὰ πλησιάζοντα σύνθεσιν καὶ σύμφυσιν, ἀλλὰ καὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν ἴσον ἀκριβῶς ἐν ἑκατέρῳ, καὶ τὸ ὑαλοειδὲς ὁμοιότατον κατά τε χρόαν καὶ σχῆμα καὶ σύστασιν. ὀνομάζω δὲ σύστασιν τὴν κατὰ μαλακότητα καὶ σκληρότητα διαφορὰν τῶν μορίων. οὐ μὴν οὐδὲ τῶν ὑμένων τε καὶ χιτώνων οὐδεὶς ἑτέρως ἔχων ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν ἐστιν, ἀλλ’ ἀκριβῶς ἴσον μὲν τὸ μῆκος, ἴσον δὲ τὸ πάχος ἢ τὴν λεπτότητα, καθάπερ γε καὶ τὴν χρόαν καὶ τὴν σύστασιν οὐδὲ βραχὺ παραλλάττων. οὕτω δὲ καὶ ὁ τῶν μυῶν ἀριθμὸς ἴσος, ὅ τε καθ’ ἕκαστον αὐτῶν ὄγκος τοῦ σώματος ἅμα τῷ σχήματι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει. τὴν δὲ αὐτὴν εὑρήσεις δικαιοσύνην ἐν ἅπασι τοῖς ὀργανικοῖς τοῦ σώματος μορίοις. οὐ γὰρ μόνον ὅσα διττὰ, καθάπερ οἱ ὀφθαλμοὶ, καὶ τὰ ὦτα, καὶ αἱ γένυς, οἵ τε νεφροὶ καὶ οἱ ὄρχεις, καὶ αἱ χεῖρες ὅλαι, καὶ τὰ σκέλη, τὴν κατασκευὴν ἀκριβῶς ἔχει τὴν αὐτὴν τὰ δεξιὰ τοῖς ἀριστεροῖς, ἀλλὰ καὶ τῶν μονοφυῶν εἶναι δοκούντων ὅσα διφυῆ κατ’ ἀλήθειάν εἰσιν, οἷον ἐγκέφαλος, γλῶττα, γένυς, πνεύμων, θώραξ, καὶ μῆτραι τῶν γυναικῶν, ἕτερά τε τοιαῦτα. καθ’ ἕκαστον γὰρ αὐτῶν τὰ δεξιὰ τοῖς ἀριστεροῖς τὸν ἀριθμὸν ἴσον ἔχει τῶν μορίων ἅμα τῷ μεγέθει, καὶ τῷ πάχει, καὶ τῇ λεπτότητι, καὶ τῇ χρόᾳ, καὶ τῇ συστάσει, καὶ τῇ φύσει πάντως ἀπαράλλακτον. οὕτω δὲ καὶ τὸ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων γένος ἴσα τὰ δεξιὰ τοῖς ἀριστεροῖς πάντως ἐστὶν ἀπαράλλακτά τε κατὰ τὰς τῶν οὐσιῶν ὁμοιότητας. ὥσπερ οὖν ἐπὶ τῶν ἀνθρωπείων παθῶν ποιούμεθα τὰς κρίσεις, οὕτω χρὴ κᾀπὶ τῶν θείων ποιεῖσθαι, καὶ θαυμάζειν τὸν τοῦ σώματος ἡμῶν δημιουργὸν, ὅστις ποτέ ἐστι θεῶν. εἰ δ’ ἐκ τοῦ μὴ βλέπειν αὐτὸν οὐδ’ εἶναι φήσομεν, οὐ φυλάξομεν ἔτι τὴν ὁμοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ’ ὧν οὐκ ἐν τῷ θεᾶσθαι τὴν συμπήξασαν τὴν ναῦν ἣ τὸν σκίμποδα τὴν κρίσιν τῆς τέχνης ἐποιούμεθα, παραλιπόντες σκοπεῖσθαι τὴν χρείαν ἑκάστου τῶν μορίων, ἀλλ’ ἐν τούτῳ τὸ κῦρος αὐτῆς ἐθέμεθα. γελοῖον γὰρ, εἴ τις ἐν τῷ θεάσασθαι τὸν κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νομίζοι, καὶ εἰ ἔνια τῶν μερῶν εὑρίσκοι κακῶς κατεσκευασμένα. γελοῖον δὲ κᾂν ἄριστα κατεσκευασμένης τῆς νεὼς, ἢ τῆς οἰκίας, ἢ τῆς κλίνης, ἀγνώστου δ’ ὄντος τοῦ κατασκευάσαντος, νομίζειν ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα, ἢ κατὰ τύχην διακρινόντων ἁπάντων, καὶ τὴν μὲν σπανιάκις ἁμαρτάνειν τοῦ σκοποῦ, τὴν δ’ ἐπιτυγχάνειν ὀλιγάκις, ἀχρείαν δὲ καὶ μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς αἰτίαν εἶναι, φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμένους. οὐ γὰρ ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς ἐπίσκεψιν ὧν ἅπαντες ἔχομεν φύσει. τούτοις τοῖς κριτηρίοις χρώμενος ὁ Ἱπποκράτης ἔγραψε τάσδε φωνάς· εὐπαίδευτος ἡ φύσις ἐοῦσα, οὐ μαθοῦσα τὰ δέοντα ποιέειν. καὶ ἐν ἄλλαις ἄλλως· φύσιες νούσων οἱ ἰητροί. ὡσαύτως ἔχει καὶ τοῦτο· φύσις ἐξαρκέσει παντάπασιν. καλεῖ δ’ αὐτὴν καὶ δικαίαν ἐνίοτε, καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ μιμητὴν αὐτῆς εἶναί φησι, καὶ διὰ παντὸς ἐν τοῖς κατὰ μέρος λόγοις ὑμνεῖ τε καὶ θαυμάζει τὴν δύναμιν αὐτῆς, ἥτις μέν ἐστιν ἡ οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης ἡμᾶς φύσεως, οὐ τολμῶν ἀποφῄνασθαι, τὸ δὲ δημιουργικὸν ἡμῶν αἴτιον, ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις, ὀνομάζων φύσιν.

Ἀλλὰ Πλάτων γε καὶ τὸ κατασκευάσαν ἡμᾶς αἴτιον ἀπεφῄνατο, τὸν τοῦ κόσμου δημιουργὸν θεὸν, τοῖς ἑαυτοῦ παισὶ κελεῦσαι λόγῳ διαπλάσαι τὸ τῶν ἀνθρώπων γένος, λαβόντας μὲν παρ’ αὐτοῦ τῆς ἀθανάτου ψυχῆς τὴν οὐσίαν, προσθέντας δ’ ἐν αὐτῇ τὸ γεννητόν. ἀλλ’ ἐκεῖνό γε χρὴ γινώσκειν ἡμᾶς, ὡς οὐκ ἔστιν ὅμοιον εἶδος ἀποδείξεώς τε καὶ θέσεως τοῦ κατὰ πρόνοιαν θεοῦ τινος ἢ θεῶν ἡμᾶς κατεσκευάσθαι, καὶ τοῦ γνῶναι τὴν οὐσίαν τοῦ κατασκευάσαντος, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν. ὅτι μὲν ἄκρας ἐστὶ σοφίας καὶ δυνάμεως ἡ τοῦ σώματος ἡμῶν κατασκευὴ, δι’ ὧν ὀλίγον ἔμπροσθεν εἷπον ἐπιδείκνυται. τὰ δὲ περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν διαπλασάντων ἡμᾶς θεῶν, ἔτι τε μᾶλλον ὅσα περὶ τοῦ σώματος ἡμῶν λέγεται παντὸς ὑπὸ τοῦ θειοτάτου Πλάτωνος, ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἐκτείνεται, ὡς αὐτὸς ἐδήλωσεν ἐν Τιμαίῳ, πρῶτον ἐνάρχεσθαι μέλλων τῆς φυσιολογίας, εἶτα καὶ μεταξὺ κατὰ τὴν διέξοδον λόγου παρεντιθεὶς τὴν ἀπόφασιν. ἄρχεσθαι μὲν οὖν μέλλων αὐτοῦ ὁ Τίμαιος, (τοῦτον γὰρ ὑπέθετο τοὺς περὶ φύσεως τῶν κατὰ τὸν κόσμον ἅπαντα λόγους διερχόμενον,) ᾧδέ πώς φησι. ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν εἰπόντων περὶ θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γενώμεθα πάντη πάντως ἂν τοὺς αὐτοὺς αὐτῆς ὁμολογουμένους λόγους καὶ ἀπηκριβωμένους ἀποδοῦναι, μὴ θαυμάσῃς, ἀλλ’ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα, εἰκότως ἀγαπᾷν χρὴ, μεμνημένους, ὡς ὁ λέγων, ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν. ὥστε περὶ τούτου τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει μηδὲν ἔτι πέρα ζητεῖν. οὕτω δὲ καὶ τὰ περὶ ψυχῆς αὐτῷ γεγραμμένα τοῦ πιθανοῦ καὶ εἰκότος ἔχεσθαί φησιν, ᾧδέ πως εἰπών. τὰ μὲν οὖν περὶ ψυχῆς, ὅσον θνητὸν ἔχει, καὶ ὅσον θεῖον, καὶ όπῃ, καὶ μεθ’ ὧν, καὶ δι’ ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ ξυμφήσαντος, τότ’ ἂν οὕτω μόνως διϊσχυριζοίμεθα. τό γε μὴν εἰκὸς ἡμῖν εἰρῆσθαι, καὶ νῦν ἔτι μᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τε φάναι καὶ πεφάσθω. ὥσπερ οὖν ταῦτα περὶ ψυχῆς εἶπεν ἄχρι τοῦ πιθανοῦ καὶ εἰκότος ἡμῖν γιγνώσκεσθαι προειρημένα, καὶ διὰ τοῦτο κᾀγὼ τολμηρῶς ἀποφῄνασθαι περὶ αὐτῶν οὐ θεωρῶ, κατὰ δὲ τοὐναντίον, ὅτι πλείω τὰ τῆς ψυχῆς ἐστιν εἴδη, καὶ ὅτι τριχῆ κατῴκισται, καὶ ὅτι τὸ μὲν αὐτῶν θεῖόν ἐστιν, ᾧ λογιζόμεθα, τὰ δὲ λοιπὰ δύο παθητικὰ, τὸ μὲν, ᾧ θυμούμεθα, τὸ δὲ, ᾧ τῶν διὰ τοῦ σώματος ἡδονῶν ἐπιθυμοῦμεν, ὃ κᾀν τοῖς φυτοῖς ἐστιν, ἀποδείξεις ἔχειν φημὶ, καὶ μέντοι καὶ ὅτι τὸ μὲν ἐν ἐγκεφάλῳ κατῴκισται, τὸ δὲ ἐν καρδίᾳ, τὸ δ’ ἐν ἥπατι. καὶ γὰρ τούτων εἰσὶν ἀποδείξεις ἐπιστημονικαὶ, καὶ περὶ αὐτῶν ἠγωνισάμην ἐν τοῖς πρώτοις ἓξ ὑπομνήμασι τῆσδε τῆς πραγματείας, οὔτε περὶ τῆς οὐσίας εἰπών τι τῶν τριῶν εἰδῶν τῆς ψυχῆς, οὔτε περὶ τῆς ἀθανασίας, οὔθ’ ὅλως ζητήσας, πότερα κυρίως ὀνομάζων εἴρηκεν ἐν Τιμαίῳ θνητὰ τὰ δύο μέρη τῆς ψυχῆς, ἢ ταύτην αὐτοῖς ἐπήνεγκε τὴν προσηγορίαν, ἀθανάτοις οὖσιν, ὡς χείροσι τοῦ λογιστικοῦ, καὶ ὡς κατὰ τὰ θνητὰ τῶν ζώων ἐνεργοῦσι μόνον. τὸ γὰρ, ὅτι τριχῆ κατῴκισται τὰ ψυχῆς εἴδη, καὶ ὅτι τοσάσδε τὰς δυνάμεις ἕκαστον αὐτῶν ἔχει, καὶ ὅτι τοιάσδε τινὰς εἴς. τε τὴν ἰατρικὴν τέχνην χρήσιμον ὑπάρχειν, εἴς τε τὴν ἠθικήν τε καὶ πολιτικὴν ὀνομαζομένην φιλοσοφίαν, εὐλόγως Ἱπποκράτει τε καὶ ἡμῖν ζητεῖται. πότερον δὲ καὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν ἀθάνατα τετύχηκεν ὄντα, καθάπερ ἡγοῦνται πολλοὶ τῶν Πλατωνικῶν, ἢ θνητὰ, κυρίως εἴρηται κατὰ Τίμαιόν τι μᾶλλον, οὐ πάνυ τι χρήσιμον οὔτ’ εἰς ἰατρικὴν οὔτε τὴν ἠθικήν τε καὶ πολιτικὴν φιλοσοφίαν ὀνομαζομένην ὑπάρχον, εἰκότως τοῖς ἰατροῖς καὶ πολλοῖς τῶν φιλοσόφων παραλέλειπται. τῆς θεωρητικῆς οὖν φιλοσοφίας ἐστὶ μᾶλλον, ἢ τῆς πρακτικῆς. ἀλλ’ ὅτι τὸ βέβαιον αἱ περὶ τούτων ἀποδείξεις οὐκ ἔχουσιν, αὐτὸν ἐπέδειξα τὸν Πλάτωνα διὰ τῆς ἐν Τιμαίῳ ῥήσεως ὁμολογοῦντα. οὐ μὴν περί γε τῶν ἐν τῷ τετάρτῳ Πολιτείας ὑπ’ αὐτοῦ γεγραμμένων ἔστιν εἰπεῖν, ὡς ἄχρι τοῦ πιθανοῦ προερχομένων μόνον. ἀλλ’ ἐμοὶ μὲν ἐπιστημονικαὶ δοκοῦσιν αἱ ἀποδείξεις ὑπάρχειν, ἄλλο μὲν εἶναι τὸ λογιστικὸν, ἄλλο δὲ τὸ θυμοειδὲς, ἄλλο δὲ τὸ ἐπιθυμοῦν ἀποδεικνύντος αὐτοῦ. ᾧ δὴ καὶ δῆλον, ὅπερ ἐξ ἀρχῆς λέγω, χαλεπώτατον εἶναι διακρίνειν τὰς ὁμοιότητας. ὅπου γὰρ αὐτῶν τῶν Πλατωνικῶν πολλοὶ ἐναντίως οἷς ὁ Πλάτων ἀπεφῄνατο ἐδόξασαν, πῶς ἄν τις ἐπὶ τοῖς ἄλλοις φιλοσόφοις θαυμάσειεν ἀγνοοῦσι διακρίνειν τὸ πιθανὸν μὲν, οὐκ ἀληθὲς δὲ, τοῦ βεβαίως ἀληθοῦς, ὅπερ οὐκ ἂν ἐγένετο, οὐδὲ μιᾶς ὁμοιότητος οὔσης τοῖς ψευδέσι καὶ πιθανοῖς πρὸς τὰ μετ’ ἐπιστήμης δεικνύμενα. μάθοις δ’ ἂν ἐναργῶς αὐτὸ τοῦτο κᾀκ τοῦ τετάρτου τῆς Πολιτείας. ἀξιώματι γὰρ εἰς τὴν ἀπόδειξιν μέλλων χρῆσθαι τοῦ πλείω τὰ τῆς ψυχῆς ἡμῶν εἶναι μόρια προσέχειν ἀκριβῶς αὐτῷ παρακελεύεται, γιγνώσκων ἐνίους ἀντεροῦντας, ὡς οὐκ ἀληθῆ, διὰ τὸ μὴ δύνασθαι ἀντικρίνειν ἀπὸ τῶν ἀληθινῶν τὰ πιθανὰ μὲν, οὐκ ἀληθῆ δὲ, πολλῆς ἐν αὐτοῖς οὔσης ὁμοιότητος. ἐντεῦθεν γάρ τοι καὶ τὸ τῶν δογμάτων πλῆθος ἐγένετο κατ’ ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐ δυναμένων ἁπάντων διορίζειν ἀπὸ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων τισὶν, ἢ ἑπομένων, ἢ μαχομένων, ἤ τινα ἄλλην σχέσιν ἐχόντων πρὸς ἄλλα, τὰ τὸ δυνατὸν ἔχοντα μόνον. ὁμοιότης γάρ ἐστι κᾀνταῦθα πολλοῖς τῶν ἀναγκαίων πρὸς τὰ δυνατὰ μὲν, ὅσον ἐπὶ τῇ νοήσει, μὴ μέντοι γε ὑπάρχοντα κατὰ ἀλήθειαν. ἀλλὰ καὶ τούτων κᾀνταῦθα μόνοις τοῖς γεγυμνασμένοις κατ’ αὐτὰ καλῶς τὴν διάγνωσιν οἴονται πεποιῆσθαι, καὶ μόνη γ’ ἀρκέσει τοῖς βουλομένοις ἀποδεικτικοῖς γενέσθαι, μετὰ τοῦ δηλονότι συνετοῖς εἶναι φύσει. θαυμάζειν οὖν δίκαιόν ἐστι καὶ μετὰ τοῦτο τὸν Πλάτωνα, μὴ μόνον τὰς μεθόδους εἰπόντα διὰ συντόμων, ἀλλὰ καὶ γυμνάσαντα καθ’ ἑκάστην. ἔστι μὲν γὰρ τρία κεφάλαια, πρῶτον μὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν, δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ μαχομένων γνῶσιν, ἐπ’ αὐτοῖς δὲ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγμάτων μεταβολὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁμοίως, καὶ ἀνάλογόν ἐστιν ἥ τε ταὐτοῦ καὶ ἡ ἑτέρου γνῶσις, οἷς ἅπασι κοινὰ συμβέβηκε, περὶ ἃ γεγυμνάσθαι χρὴ, τὸ δυνατὸν καὶ ἀναγκαῖον, ἥ τ’ ἐν τούτοις ὁμοιότης τε καὶ ἀνομοιότης. οἱ μὲν οὖν σκοποὶ, καθ’ οὓς ἕκαστα τούτων ὀρθῶς ἄν τις μεταχειρίζοιτο, παντάπασιν ὀλίγοι, καὶ τὸ κατ’ αὐτοὺς γυμνάσιον οὐκ ὀλίγου χρόνου δεόμενον. ἐνδείκνυται δὲ τοῦτο καὶ κατὰ τὸ τέταρτον τῆς Πολιτείας ὁ Πλάτων, ἔνθα βούλεται δεῖξαι τὴν ψυχὴν ἡμῶν, οὐχ ἁπλῆν οὐδὲ μονοειδῆ κατὰ τὴν οὐσίαν, ἀλλὰ σύνθετον ἐκ τριῶν μερῶν, ὧς ἕκαστον μὲν ἴδιον ἔχει τὸ εἶδος, οὐ μίαν δὲ δύναμιν, ἀλλὰ πλείους. εἰς γὰρ τὴν ἀπόδειξιν αὐτοῦ χρῆταί τινι τῶν πρὸς νόησιν ἐναργῶν λόγῳ τοιῷδε. δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα. τοῦτο μὲν οὖν τὸ ἀξίωμα, καθ’ ὃ τὴν ἀπόδειξιν ἐγχειρεῖ ποιήσασθαι. γιγνώσκων δὲ μὴ παντὶ τὸν εἰρημένον εἶναι λόγον σαφῆ ἐπάγει αὐτὸς οὗτος ᾧδε· ἑστάναι εἶπον καὶ κινεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἀδύνατον. οὐκ ἀρκεσθεὶς δὲ οὐδὲ τούτῳ διὰ τὸ συντόμως εἰρῆσθαι μακρότερον αὖθις διέρχεται τὸν αὐτὸν λόγον ᾧδέ πως γράφων. ἔτι τοίνυν ἀκριβέστερον διομολογησώμεθα, μήπως προϊόντες ἀμφισβητήσωμεν. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα, κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλὴν, ὅτι ὁ αὐτὸς ἕστηκε καὶ κινεῖται ἅμα, οὐκ ἂν, οἶμαι, ἀξιοῖμεν οὕτως λέγειν δεῖν, ἀλλ’ ὅτι τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτως; οὕτω. μετὰ δὲ τοῦτο τὸ παράδειγμα χρησιμώτερον ἕτερον εἰς ἀντιλογίαν τοῦ προκειμένου ἀξιώματος ἐπιφέρων ᾧδέ πως γράφει. οὐκοῦν, καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων κομψευόμενος, ὡς οἵ τε στρόμβοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιὸν ἐν τῇ αὑτοῦ ἕδρᾳ τοῦτο δρᾷν, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ αὐτῶν τὰ τοιαῦτα μενόντων τε καὶ φερομένων, ἀλλὰ φαίημεν ἂν, ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν ἑαυτοῖς, καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι, οὐδαμῇ γὰρ ἀποκλίνειν, κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι, καὶ ὅταν δὲ τὴν ἰθυωρίαν, ἢ εἰς δεξιὰ, ἢ εἰς ἀριστερὰ, ἢ εἰς τὸ πρόσθεν, ἢ εἰς τὸ ὄπισθεν ἐκκλίνει ἅμα περιφερόμενόν τε, οὐδαμῇ ἑστάναι. ταῦτα προειπὼν ὁ Πλάτων σαφέστατα συνάπτων αὐτὸς ἐφεξῆς φησιν· οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγομένων ἐκπλήξει, οὐδὲ μᾶλλόν τι πείσει, ὥς ποτέ τοί τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι, ἢ καὶ εἴη, ἢ καὶ ποιήσειεν. ἐν τούτοις διορίζει τὰς ἐν τοῖς εἰρημένοις πράγμασιν ὁμοιότητας ἐπιδεικνὺς, ὅπως ἐνδέχεταί τινα τῶν μὴ καθορώντων ἀκριβῶς αὐτὰς οἴεσθαι, τὸν εἰρημένον ὑπ’ αὐτοῦ καθόλου λόγον οὐκ εἶναι διὰ παντὸς οὐδ’ ἐπὶ πάντων ἀληθῆ· δύνασθαι γὰρ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον πρὸς τὸ αὐτὸ ποιεῖν ἢ πάσχειν, ἐπὶ τὰ μόρια τὸν λόγον ἀνάγοντα, καθάπερ ἐπ’ ἀνθρώπου κινουμένου μὲν τοῖσδε τοῖς μορίοις, ἡσυχάζοντος δὲ τοῖσδε. πρόδηλον γὰρ, ὡς οὐ σώζεται τὸ ταὐτὸν ἀκριβῶς ἐν τοῖς τοιούτοις. ἀλλ’ ἐάν τις ἐπιδεῖξαι δύναιτο, τὸν δάκτυλον ἡσυχάζειν τε ἅμα καὶ κινεῖσθαι, οὗτος ἂν εἴη τὸ προειρημένον ἀξίωμα διαβεβληκώς. δείξας οὖν ὁ Πλάτων κᾀνταῦθα τὴν ὁμοιότητα τοῦ βουληθέντος ἀντειπεῖν κατὰ τὸν εἰρημένον λόγον, ἐφ’ ἑτέραν ἀντιλογίαν πιθανωτέραν μεταβὰς, ἐπιδείκνυσι κᾀκείνην κατὰ τὸ μὴ δύνασθαι διακρίνειν τὴν ὁμοιότητα τῆς ἀνομοιότητος ἐσομένην. ἐν γὰρ τοῖς στρόμβοις δύναιτ’ ἄν τις λέγειν τἀναντία μὴ περὶ ταὐτὸν σῶμα συμβαίνοντα, ὅταν ἐν ἑνὶ τόπῳ πήξαντες τὸ κέντρον περιφέρωνται. ἀλλὰ καὶ κατὰ τοῦτο τὸ παράδειγμά φησιν ὁ Πλάτων, ἕτερον μὲν εἶναι τὸ ἑστὸς τοῦ στρόμβου, ἕτερον δὲ τὸ περιφερόμενον, ὃ δὴ κύκλον προσηγόρευσεν αὐτός. ἐν τούτῳ τῷ λόγῳ παντὶ σκοπὸν ἡμᾶς ἐδίδαξε τῆς διακρίσεως τῶν οὕτω λεγομένων ἐν διαφορᾷ κινεῖσθαι τοῦ τε ἀκριβῶς λεγομένου ταὐτοῦ, καὶ τοῦ παχέος τε καὶ πλατέος, καὶ οὐκ ἀκριβῶς. ὁ μὲν γὰρ αὐτὸς ἵππος οὐ δύναται κατὰ τὸν αὐτὸν ἅμα χρόνον εἰς Ἀθήνας τε καὶ Κόρινθον ἀπιέναι, καθάπερ οὐδ’ εἶναι κατὰ τὸν αὐτὸν ἅμα χρόνον Ἀθήνῃσι καὶ ἐν Κορίνθῳ, οὐδὲ μέλας καὶ λευκὸς εἶναί τε καὶ λέγεσθαι καθ’ ἕνα χρόνον τὸν αὐτὸν, εἰ μὴ τὸ μὲν ἥμισυ φέρε τοῦ σώματος λευκὸν αὐτοῦ εἴη, τὸ δ’ ἕτερον αὐτοῦ μέλαν, ἀλλ’ ὅτι οὔτε τὸ λευκὸν μέρος ἅμα λευκόν τε εἶναι καὶ μέλαν, οὔτε τὸ μέλαν ἅμα μέλαν τε καὶ λευκὸν οἷόν τ’ εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς γυμνάζων ἡμᾶς διακρίνει τό τε ταὐτὸν ἀπὸ τοῦ ἑτέρου καὶ τὸ ὅμοιον ἀπὸ τοῦ ἀνομοίου. κᾀπειδὴ ταῦτα ἔπραξεν, αὐτὸς ἐφεξῆς κατὰ λέξιν ὡδί πως ἔγραψε. μήτοι τις, ἦν δ’ ἐγὼ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυμεῖ, ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου, ἀλλὰ χρηστοῦ σίτου, τὰ δ’ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνου. εὔδηλον οὖν ὅτι προσθεὶς κατὰ τὸν λόγον εὐθὺς ἐν ἀρχῇ, μήτοι τις, ἦν δ’ ἐγὼ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, διὰ τοῦτο προσέθηκε τὸ ἀσκέπτους, εἰδὼς ὅτι περὶ ἕκαστον τούτων ἐσκέφθαι χρὴ διατρίψαντα καὶ γυμνασάμενον πολυειδῶς. τοιαύτη γάρ τις ἡ περιοδευομένη φαντασία παρὰ τοῖς μετ’ αὐτὸν Ἀκαδημαϊκοῖς ὠνομάσθη. καὶ θαυμαστὸν οὐδὲν ἓν τῆς πολλῆς τῆς περὶ τὸ προκείμενον πρᾶγμα σκέψεως ἀκριβεστέραν αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθήσεσι διαγιγνωσκομένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς αὐτὰ θεωμένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύμων φαίνεται, δοκούντων τοῖς μὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι, τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινομένων. ὥσπερ δὲ ἐπὶ τῶν ἀξιωμάτων αἱ ὁμοιότητες πλάνας καὶ αἱ ἀνομοιότητες παρέχουσι τοῖς ἀγυμνάστοις τε καὶ ἀσκέπτοις, οὕτω καὶ περὶ τῶν ζητουμένων πραγμάτων ἀπάτη γίγνεται πολλάκις οὐχ ἥκιστα καὶ διὰ τὰς ὁμωνυμίας διττὰς οὔσας, ἑτέρας μὲν ἐκ τοῦ τῶν ὁμογλώττων ἔθους, ἑτέρας δ’ ἐξ αὐτοῦ τοῦ τῶν διαλέκτων, ὥσπερ ἀμέλει καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν μερῶν ἡ ζήτησις γέγονεν, ἀποδεικνύντος μὲν τοῦ Πλάτωνος, μὴ δύνασθαι τὸ ταὐτὸ τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν. ἐν γὰρ τοῖς ἐπιφερομένοις σαφῶς αὐτὸ τοῦτο διῆλθεν, ὀνομάζων ταὐτὸν τὸ τῆς ψυχῆς εἶδός τε καὶ μέρος. ἔνιοι δὲ τὸ ταὐτὸν ἐπὶ δυνάμεως εἰρῆσθαί φασιν, ὡς καὶ οὗτος εἶπεν, τὴν αὐτὴν δύναμιν ἑνὶ χρόνῳ πρὸς ἕν τι πρᾶγμα μὴ δύνασθαι τἀναντία ποιεῖν ἢ πάσχειν, οὐδὲ τοῦτ’ ἐννοήσαντες, ὅτι τὸ μὲν ποιεῖν ἐπὶ τῆς δυνάμεως ἀκούειν ἐγχωρεῖ, τὸ πάσχειν δ’ οὐκ ἐγχωρεῖ. κατὰ γὰρ τὸ δρᾷν ὁ Πλάτων ἀεὶ φαίνεται τὸ τῆς δυνάμεως ὄνομα προσφερόμενος, οὐ κατὰ τὸ πάσχειν. ἕκαστον γὰρ τῶν ὄντων δρᾷν μέν τι δύναται καθ’ ἣν ἔχει δύναμιν, ἡγούμενος, οὐ μὴν καὶ πάσχειν κατὰ δύναμιν, ἀλλὰ καὶ κατὰ ἀσθένειαν μᾶλλον, ὅτε ἰσχυρότερον αὐτοῦ τὸ συντυγχάνον ὑπάρχει. καὶ πρόδηλον δ’ ἐξ ὅλου τοῦ λόγου γέγονε, καθότι μοι δέδεικται καὶ διὰ τῆσδε τῆς πραγματείας, ἐν ᾗ περὶ τῶν τῆς ψυχῆς εἰδῶν ἐμνημόνευσα κατὰ τὴν τοῦ Πλάτωνος γνῶσιν τὸν λόγον ποιούμενος, ἓν μὲν λέγειν αὐτὸ, ὅ τί περ ἂν ὑποκείμενον ᾖ κατὰ τὴν ζήτησιν οὐσίαν ἰδίαν ἔχον, ἢ συμβεβηκός. οὐσία δὲ, ἥτις μὴ δύναται τἀναντία περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ἅμα δρᾷν τε καὶ πάσχειν, ἀλλὰ διὰ τὸ τῆς διαιρέσεως ὄνομα, λέγεται μὲν κυρίως, ὅταν ὅλον τι συνεχὲς ὂν τὰ μόρια τέμνηται. λέγεται δὲ καὶ κατὰ τὴν ἀπ’ αὐτοῦ μεταφορὰν, ὅταν εἰς διαφορὰς ἢ εἴδη συγχέωνταί τινες ἐν ταῖς τοιαύταις τομαῖς, ὡς οὐ δύνασθαι διακρῖναι τὴν τῆς οὐσίας εἰς τὰ μέρη διαίρεσιν ἀπὸ τῆς τῶν γενῶν τε καὶ διαφορῶν καὶ εἰδῶν διαιρέσεως, ἔτι δὲ μᾶλλον, ὅτε κατὰ τὸ τρίτον σημαινόμενον οἱ διαλεκτικοὶ διαίρεσιν ὀνομάζουσι τὴν τῶν φωνῶν εἰς τὰ σημαινόμενα, καὶ κατ’ ἄλλην, ὅταν τὰς φυσικὰς οὐσίας ἐξ ὕλης καὶ εἴδους ἀποίους συγκεῖσθαι λέγωσιν, ὥσπερ δή γε κᾀπειδὰν ἔκ τε τῆς ὑποκειμένης οὐσίας ἀποίου καὶ τῶν συμβεβηκότων αὐτῇ. λέγουσι γὰρ ἔνιοι φιλόσοφοι καὶ τὸ τοιοῦτον διαίρεσιν, ὥσπερ καὶ ἀνάλυσιν. οὐ μὴν τάς γε οὐσίας διαιρεῖσθαί φασιν εἰς τὰς ἐν αὐταῖς δυνάμεις, ἀλλ’ ἑκάστην ἄτμητον οὖσαν ἐνεργεῖν τι κατὰ τὰς ἐν αὐτῇ δυνάμεις. οὐδὲ γὰρ ἁπλῶς λέγουσι δύναμιν ἔχειν τινὰ τὴν οὐσίαν, ἀλλὰ προστιθέασι, ποτὲ μὲν τοῦ καίειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν, ποτὲ δὲ τοῦ φαντασιοῦσθαι, καὶ λογίζεσθαι, καὶ κινεῖν ἑαυτὴν, ἤ τι τῶν ἄλλων, ὅσα τε τοιαῦτα κατὰ τὴν λογιστικὴν ψυχὴν ἐνεργοῦμεν, αὐτὴν μὲν οὖσαν μίαν, ἔχουσαν δὲ δυνάμεις πολλὰς, ἃς ἁπάσας ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον.