The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς
ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον
δ’ ὑπὲρ τἆλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστίν, τοῦτ’ οὐδέπω τῶν
πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο.
δίκαιον οὖν ἡμᾶς, ἃ γιγνώσκομεν,
εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν
καὶ ὅσοι
κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν
αὐτοῖς πόνον
κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην
ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν
αὐτῇ δύναται ψυχῆς κίνησις,
ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ’
μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ
κυριωτέρα σώματος ἡ ψυχή. τοῦτο μὲν
δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν
μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ
ἐγὼ νῦν
ἐξηγήσομαι.
τῶν τὰ πολιτικὰ
πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δύναται μεταχειρίζεσθαι τὰ
τοιαῦτα
γυμνάσια. καὶ γὰρ πλούτου ταῦτα δεῖται πολλοῦ καὶ σχολὴν
ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου.
τοῦτο δὲ μόνον οὕτω γε φιλάνθρωπον, ὡς
μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς αὐτοῦ παρασκευῆς.
καὶ ταύτης σμικρᾶς.
οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν
ἀναγκάζει
δι’ αὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην
ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου;
τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας
γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία. πλούτου τε γὰρ δεῖται
τὴν
παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας τὸν καιρὸν ἐπιτηρούσης.
τούτου δ’ ἡ τῶν
γυμνασίων. ὧδ’
ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν
τι τὴν φάσιν
ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ
τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ τῶν
ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ
θώρακα. Πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ
τοῦτο δὲ μόνον τὸ
διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον
γενόμενον,
σφοδρότατον καὶ πρᾳότατόν τε, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ
σῶμα φαίνηται δεόμενον. οὕτω δὲ καὶ
τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ
πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ
μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ
σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’
ἀντιλήψεσι
παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς
τραχηλισμοῖς,
καὶ γὰρ οὖν καὶ
ἑδραιοτάτης δεῖ τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ. τὸ δὲ καὶ προβαίνειν καὶ
εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ’, εἰ χρὴ
τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα
κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν
γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα
διαπονεῖται πλέον. οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα.
καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως
Ὡς δὲ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν
παντὶ
σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ κἀνταῦθα τὴν
ποικιλίαν τῶν σχημάτων ἄλλοτ’
ἐν μέρει
πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε
κόποις ἁλίσκεσθαι
τὴν ῥοπὴν τῆς
σφαίρας, εἰς ὅ τι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν
ἐστιν
αὐτόν. τοῦτο δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ
καταβαλεῖν καὶ τοῦ διακωλῦσαι. φροντὶς
δὲ μόνη μὲν καταλεπτύνει,
μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευτήσασα τὰ
ὅταν ἄμφω τὸ γυμνάσιον
ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς τὴν ἰδίαν ἑκάτερον ἀρετήν. ὅτι δ’
ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς
στρατηγοῖς οἱ πόλεως βασιλεῖς
καὶ φυλάξαι τὰ
κτηθέντα τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα
δεινὸν
εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ’ αὐτοῦ τῆς ὅλης τέχνης τὸ
κεφάλαιον. ἆρ’ οὖν ἄλλο τι γυμνάσιον
οὕτω προεθίζειν ἱκανόν, ἢ
φυλάττειν τὸ κτηθέν, ἢ ἀνασώζειν τὸ μεθεθέν, ἢ τῶν ἐναντίων τὴν
γνώμην
προαισθάνεσθαι; θαυμάζοιμ’ ἄν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ
τοὐναντίον
εἰς πολυσαρκίαν
μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει. πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς
ἀναπνεῖν. ἀγαθοί γ’ οὐδ’ ἂν οἱ τοιοῦτοι πολέμου γένοιντο στρατηγοὶ ἢ
βασιλικῶν ἢ πολιτικῶν πραγμάτων
ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ
τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δ’ οἰήσει με δρόμον ἐπαινεῖν
οὐκ εἶναι
καλόν. οὔκουν οὐδὲ τοὺς δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ
μηδεμίαν
ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ
νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων,
οὐδὲ διὰ τοῦτο
Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντες θαρρεῖν.
εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ
σώματος, ἐπὶ τοσοῦτον οὐδ’
ἀλλ’ ἄμφω
καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται.
Μάλιστ’ οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἱκανὸν ἐκπορίζειν καὶ
μερῶν
εὐαρμοστίαν καὶ ψυχῆς ἀρετήν, ἃ πάντα τῷ διὰ τῆς σμικρᾶς σφαίρας
ὑπάρχει. καὶ γὰρ ψυχὴν εἰς
συμφέρει καὶ
συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’ ὑπερβάλλουσαν
ἰσχνότητα
φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανόν, καὶ
ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον. οὕτω
μὲν οὖν, ὅσον ὲν αὐτῷ
σφοδρότατον, οὐδενὸς τῶν πάντων κατ’ οὐδὲν ἀπολείπεται. τὸ δὲ
πόνους ἢ μηκέτι
δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσου ἀνακομιζόμενοι.
δοκεῖ δέ
μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός· οὐδὲν γὰρ οὕτω πρᾷον,
εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ
δὲ μέσως μὲν ἔχοντα μηδὲ συμμέτρου
ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνειν, τὰ δὲ κατὰ χώραν μένειν,
δύναμιν ἀναλαβεῖν
δυνατώτατον καὶ γέροντι καὶ παιδὶ συμφορώτατον. ὅσα δὲ τούτου μὲν
ἰσχυρότερα, τοῦ
δ’ ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας
ἐνεργεῖται. χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ’
ὀρθῶς βούλεται διὰ
παντὸς αὐτὰ μεταχειρίζεσθαι. καὶ γὰρ εἴ ποτε δι’ ἀναγκαῖον ἔργον, οἷον τὰ
πολλὰ
πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν
ἢ τοῖς κάτω πᾶσιν, ἢ χερσὶ μόναις
ἴσην ἐκείνοις
κίνησιν καταστῆσαι τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ
διαστήματος
ἱκανοῦ βαλεῖν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ παντάπασιν
ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω,
τὰ δ’ ἄνω κινεῖ σφοδρότερον. τὸ
δ’ ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις
λαβαῖς,
οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν. εἰ δ’ εὔτονόν θ’
ἅμα καὶ ἠπειγμένον
εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ
πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον.
ἑκάστῳ ποσὸν ἄρρητον· — ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ
διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα
τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης
ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ
μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ἀφηγεῖσθαι.
τῷδε τῷ γυμνασίῳ, μηδ’ ὡς
ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἶς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει.
δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον
ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ
αἴτιαι
γεγένηνται, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν
κατὰ θώρακα πολλάκις
οὓς πολλάκις
ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα
πολλοὺς
ἔβλαψε καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δ’
ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν;
ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν
Λιτῶν οὐδὲν μεῖον· ὡς γὰρ ἐκεῖνός φησιν ὁ ποιητὴς
χωλαί τε ῥυσαί τε παραβλῶπες τ’ ὀφθαλμώ,
οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους
ἢ πάντως γέ τι
μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἷπον ἀγαθοῖς ἔτι καὶ
τοῦθ’ ὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας
γυμνασίοις, ὡς μηδὲ κινδύνῳ
πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.