De sanitate tuenda Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg036.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 6 1-452 1823 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Latin Greek
ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Α.

Τῆς περὶ τὸ σῶμα τἀνθρώπου τέχνης μιᾶς οὔσης, ὡς ἐν ἑτέρῳ δέδεικται γράμματι, δύο ἐστὸν τὰ πρῶτά τε καὶ μέγιστα μόρια· καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν ὑγιεινὸν, τὸ δὲ ἕτερον θεραπευτικὸν, ἔμπαλιν ἔχοντα πρὸς ἄλληλα ταῖς ἐνεργείαις, εἴ γε τῷ μὲν φυλάξαι, τῷ δὲ ἀλλοιῶσαι πρόκειται τὴν περὶ τὸ σῶμα κατάστασιν. ἐπεὶ δὲ καὶ ἀξιώματι καὶ χρόνῳ πρότερόν ἐστιν ὑγεία νόσου, χρὴ δήπου καὶ ἡμᾶς, ὅπως ἄν τις ταύτην φυλάξειεν, ἐπισκέψαι πρότερον, ἐφεξῆς δὲ καὶ ὡς ἄν τις ἄριστα τὰς νόσους ἐξιῷτο. κοινὴ δ’ ἀμφοτέροις ὁδὸς τῆς εὑρέσεως, εἰ γνοίημεν, ὁποία τίς ἐστι διάθεσις τοῦ σώματος, ἣν ὑγείαν ὀνομάζομεν· οὐ γάρ τοι οὔτε φυλάττειν αὐτὴν παροῦσαν, οὔτ’ ἀνακτᾶσθαι διαφθειρομένην οἷοίτ’ ἂν εἴημεν ἀγνοοῦντες τὸ παράπαν, ἥτις ποτ’ ἐστί. γέγραπται δὲ ἡμῖν ἑτέρωθι καὶ περὶ τοῦδε, καὶ δέδεικται τῶν μὲν ὁμοιομερῶν ὀνομαζομένων ἡ ὑγεία, θερμοῦ καὶ ψυχροῦ, καὶ ὑγροῦ καὶ ξηροῦ, συμμετρία τις ὑπάρχουσα, τῶν δ’ ὀργανικῶν ἐκ τῆς τῶν ὁμοιομερῶν συνθέσεώς τε καὶ ποσότητος καὶ πηλικότητος καὶ διαπλάσεως ἀποτελουμένη. ὥστε καὶ ὅστις ἂν ἱκανὸς ᾖ φυλάττειν ταῦτα, φύλαξ οὗτος ἀγαθὸς ὑγιείας ἔσται. φυλάξει δὲ πρότερον ἐξευρὼν ἅπαντας τοὺς τρόπους, καθ’ οὓς διαφθείρεται. ὥσπερ γὰρ, εἰ καὶ παντάπασιν ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, τῆς προηγουμένης αὐτοῦ τέχνης οὐκ ἂν ἐδεήθημεν, οὕτω νῦν, ἐπειδὴ πάσχει πολυειδῶς, ἀναγκαῖον ἔσται προστήσασθαί τινα τέχνην, τὴν ἁπάσας αὐτοῦ τὰς βλάβας γινώσκουσάν τε καὶ φυλάττεσθαι δυναμένην.

Εἰσὶ δὲ βλάβαι τε καὶ διαφθοραὶ τοῦ σώματος ἡμῶν διτταὶ κατὰ γένος· αἱ μὲν γὰρ αὐτῶν ἀναγκαῖαί τ’ εἰσὶ καὶ σύμφυτοι, τὴν οἷον ῥίζαν ἔχουσαι τὰς ἀρχὰς τῆς γενέσεως· ἔνιαι δὲ οὐκ ἀναγκαῖαι μὲν οὐδὲ ἐξ ἡμῶν αὐτῶν ὁρμώμεναι, διαφθείρουσαι δ’ οὐδὲν ἧττον ἐκείνων τὸ σῶμα. διαιρήσομεν ἤδη χωρὶς ἑκατέρας. αἷμα καὶ σπέρμα τῆς γενέσεως ἡμῶν εἰσιν ἀρχαὶ, τὸ μὲν αἷμα οἷον ὕλη τις εὔρυθμός τε καὶ εὐπειθὴς εἰς ἅπαν τῷ δημιουργῷ, τὸ σπέρμα δὲ τὸν τοῦ δημιουργοῦ λόγον ἔχει. κέκραται δὲ ἑκάτερον μὲν ἐκ τῶν αὐτῶν στοιχείων κατὰ γένος, ὑγροῦ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, ἢ, εἴπερ ἐθέλει τις οὐκ ἀπὸ τῶν ποιοτήτων, ἀλλὰ κατὰ τὰς οὐσίας ὀνομάζειν αὐτὰ, γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρός· οὕτως γὰρ ἡμῖν ἐν τῷ περὶ τῶν κάθ’ Ἱπποκράτη στοιχείων ἀποδέδεικται· διαφέρουσι δὲ τῷ ποσῷ τῆς μίξεως. τῷ μὲν γὰρ σπέρματι πλέον ἐνυπάρχει πυρώδους τε καὶ ἀερώδους οὐσίας, τῷ δὲ αἵματι γεώδους τε καὶ ὑδατώδους. ἐπικρατεῖ μὴν ἔτι κᾀν τούτῳ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὲ ὑγρὸν τοῦ ξηροῦ, καὶ διὰ τὴν ἐπικράτειαν ταύτην οὐ ξηρὸν, ὥσπερ ὀστοῦν καὶ ὄνυξ καὶ θρὶξ, ἀλλ’ ὑγρὸν εἶναι λέγεται. τὸ δὲ σπέρμα ξηρότερον μέν ἐστιν ἢ κατὰ τὸ αἷμα, ῥυτὸν μὴν ἔτι καὶ ὑγρὸν ὑπάρχει καὶ αὐτό. καὶ οὕτως ἑκατέρωθεν ἡμῖν ἡ ἀρχὴ τῆς γενέσεως ἐξ ὑγρᾶς οὐσίας ἐστὶν, ἣν οὐχ ὑγρὰν δήπου φυλάττεσθαι προσῆκε, μέλλουσάν γε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας τε καὶ ὀστᾶ καὶ χόνδρους καὶ ὑμένας καὶ ὅσα τἄλλα τοιαῦτα γενήσεσθαι. συγκαταβεβλῆσθαι τοίνυν ἀναγκαῖόν ἐστιν εὐθὺς ἀπὸ τῆς πρώτης γενέσεως ἰσχυρότερον ἐν τῇ κράσει τὸ ξηραντικὸν στοιχεῖον. ἔστι δὲ τὸ τοιοῦτον τῇ φύσει μάλιστα μὲν τὸ πῦρ, ἤδη δὲ καὶ ἡ γῆ· ξηρὸν γάρ τι χρῆμα καὶ ἥδε. ἀλλὰ τῆς μὲν γῆς οὐχ οἷόν τε ἦν μίγνυσθαι πλέον, ὡς ὑγρῶν εἶναι δεομένων τῶν ἀρχῶν· τοῦ πυρὸς δ’ οὔτε κωλύει πλέον μιχθῆναι καὶ κέκραται τοσούτῳ πλέον ἐν ἀμφοῖν, ὡς μήτε φρύγειν ἤδη καὶ καίειν αὐτάρκως τε ξηραίνειν. καὶ γὰρ αὖ καὶ τὴν πρὸς τὰς κινήσεις ἑτοιμότητα τοσοῦτον ὑπάρχον τὸ θερμὸν ἱκανὸν ἦν παρασχεῖν. ὑπὸ τούτου δὴ τὰ μὲν πρῶτα συνίσταταί τε καὶ βραχεῖάν τινα πῆξιν λαμβάνει τὸ κύημα· μετὰ δὲ ταῦτα ἐπὶ μᾶλλον ἤδη ξηραινόμενον οἷον ὑπογραφάς τινας ἴσχει καὶ τύπους ἀμυδροὺς ἑκάστου τῶν μορίων· εἶτ’ ἐπὶ πλέον ξηρανθὲν οὐχ ὑπογραφὰς μόνον οὐδ’ ἀμυδροὺς τοὺς τύπους, ἀλλ’ ἀκριβὲς ἑκάστου τὸ εἶδος ἴσχει. καὶ δὴ καὶ ἀποκυηθὲν ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται ξηρότερόν τε καὶ ῥωμαλεώτερον, ἄχρι περ ἂν εἰς ἀκμὴν ἀφίκηται. τηνικαῦτα δὲ τά τε τῆς αὐξήσεως ἵσταται, μηκέτι ἐπιδιδόντων τῶν ὀστῶν διὰ σκληρότητα, καὶ τῶν ἀγγείων δὲ ἕκαστον εἰς εὖρος διαφυσᾶται, καὶ σύμπανθ’ οὕτως τὰ μόρια κρατύνεταί τε καὶ εἰς τὴν ἀκροτάτην αὑτῶν ἰσχὺν ἀφικνεῖται. τὸ δὲ ἀπὸ τοῦδε περαιτέρω τοῦ προσήκοντος ἤδη ξηροτέρων ἁπάντων τῶν ὀργάνων γιγνομένων αἵ τε ἐνέργειαι χεῖρον ἐπιτελοῦνται καὶ ἀσαρκότερόν τε καὶ ἰσχνότερον ἑαυτοῦ γίνεται τὸ ζῶον. ἐπὶ πλέον δὲ ἀναξηραινόμενον οὐκ ἀσαρκότερόν γε μόνον, ἀλλὰ καὶ ῥυσσὸν ἀποτελεῖται, καὶ τὸ κῶλον ἀκρατὲς καὶ σφαλερὸν ἐν ταῖς κινήσεσι. καὶ καλεῖται μὲν ἡ τοιαύτη διάθεσις γῆρας, ἀνάλογον δ’ ἐστὶ τῇ τῶν φυτῶν αὐάνσει. καὶ γὰρ αὖ κᾀκείνη γῆράς ἐστι φυτοῦ, δι’ ὑπερβάλλουσαν ξηρότητα γινομένη. μία μὲν οὖν ἥδε σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι τῷ γεννητῷ σώματι, δευτέρα δὲ τοῖς ζώοις μάλιστα ὑπάρχουσα, τῆς ὅλης αὐτῶν οὐσίας ἡ ῥύσις, ἐκ τῆς ἐμφύτου θερμότητος ἀποτελουμένη. ταύτας μὲν οὖν τὰς βλάβας οὐδενὶ γεννητῷ σώματι φυγεῖν ἐγχωρεῖ, τὰς δ’ ἄλλας βλάβας, ὅσαι ταύταις ἕπονται, δυνατὸν φυλάξασθαι προμηθούμενον. ἡ γένεσις δὲ κᾀκείνων ἐκ τοῦ τὰς ἀναγκαίας βλάβας ἐπανορθοῦσθαι πειρᾶσθαι. ῥεούσης γοῦν τῆς οὐσίας συστάσεως ἐπὶ πάντων τῶν ζώων, εἰ μή τις ἑτέρας ὁμοίας ἀντεισάγει τῷ ἀποῤῥέοντι, διαφορηθήσεταί τε καὶ σκεδασθήσεται σύμπαν οὕτως τὸ σῶμα. καὶ διὰ τοῦτο οἶμαι τὴν φύσιν οὐ μόνον τοῖς ζώοις, ἀλλὰ καὶ φυτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους δοῦναι δυνάμεις ἐφιεμένας τῶν ἀεὶ ἐλλειπόντων. οὔτε γὰρ ἐσθίειν οὔτε πίνειν οὔτε ἀναπνεῖν διδασκόμεθα πρός τινος, ἀλλ’ ἐξ ἀρχῆς ἔχομεν ἁπάντων τούτων ἐν ἡμῖν αὐτοῖς τὰς δυνάμεις, ἄνευ διδαχῆς ἐπιτελούσας ἅπαντα. διὰ μὲν οὖν τῆς ἐδωδῆς ἀναπληροῦμεν, ὅσον ἂν ἀποῤῥυῇ τῆς ξηροτέρας οὐσίας, διὰ δὲ τοῦ πόματος τῆς ὑγροτέρας ἀντεισάγομεν, εἰς τὴν ἀρχαίαν ἐπανάγοντες ἄμφω συμμετρίαν. οὕτω δὲ καὶ τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας τὴν συμμετρίαν ἀναπνοαῖς τε καὶ σφυγμοῖς διασώζομεν. ἀποδέδεικται δὲ καὶ περὶ τούτων ἁπάντων ἰδίᾳ καθ’ ἕκαστον ἐν ἑτέροις γράμμασι, καὶ προσήκειν ἡγοῦμαι τῷ λόγῳ τῷ νῦν, ὅσα δέδεικται δι’ ἐκείνων ὑποθέσεις ποιησαμένους πρὸς τὴν ὑγιεινὴν πραγματείαν οὕτως ἔχεσθαι τῶν ἑξῆς.

Ἐπειδὴ γὰρ ἀποῤῥεῖ μὲν ἁπάντων τῶν ζώων ὁσημέραι πολὺ μέρος τῆς οὐσίας διὰ τὴν ἔμφυτον θερμότητα, δεόμεθα δὲ ὑπὲρ τοῦ τὴν συμμετρίαν αὐτῆς διαφυλάττεσθαι σιτίων τε καὶ πομάτων, ἀναπνοῆς τε καὶ σφυγμῶν, ἐξ ἀνάγκης ἀκολουθήσει τοῖσδε περιττωμάτων γένεσις. εἰ μὲν γὰρ, οἷόν περ ἦν τὸ κενωθὲν, ἕτερον ἀκριβῶς τοιοῦτον εἴχομεν αὐτῷ προσφῦσαι δι’ ὅλου, κάλλιστον ἂν ἦν τοῦτο καὶ ὑγιεινότατον. ἐπεὶ δὲ τὸ μὲν ἀποῤῥέον ἑκάστου τῶν μορίων τοιοῦτον τὴν φύσιν ἐστὶν, οἷόν περ αὐτὸ τὸ μόριον, οὐδὲν δὲ τῶν ἐσθιομένων ἢ πινομένων ἀκριβῶς ἐστι τοιοῦτον, ἀναγκαῖον ἐγένετο τῇ φύσει προμεταβάλλειν τε καὶ πέττειν αὐτὰ, καὶ ὡς ἔνι μάλιστα προπαρασκευάζειν ὅμοια τῷ θρεψομένῳ σώματι. κᾀν τούτῳ τὸ μὴ κατεργασθὲν ἀκριβῶς μηδ’ ἐξομοιωθὲν οὔτε προσφύεται τῷ σώματι, καὶ ὡς περιττὸν ἀλᾶται κατὰ τὰς ἔνδον εὐρυχωρίας, ὅθεν περ αὐτῷ καὶ τοὔνομα πρὸς τῶν ἔμπροσθεν ὀρθῶς ἐτέθη περίττωμα. ἐπειδὴ οὖν τὸ μὲν ἐσθίειν καὶ πίνειν ἀναγκαῖα τοῖς ζώοις ὑπάρχει, ἀκολουθεῖ δὲ τούτοις ἡ τῶν περιττωμάτων γένεσις, ὄργανά τε πρὸς τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις παρεσκεύασεν, καὶ δυνάμεις αὐτοῖς ἐνέθηκε, δι’ ὧν κινούμενα τὰ μὲν ἕλκει, τὰ δὲ ἐκπαραπέμπει, τὰ δὲ ἐκκρίνει τὰ περιττώματα. καὶ χρὴ δήπου καὶ ταῦτα μήτ’ ἐμφράττεσθαι κατά τι, μήτε ἀῤῥωστεῖν κατὰ τὰς ἐνεργείας, ὑπὲρ τοῦ καθαρὸν ἀεὶ καὶ ἀπέριττον φυλάττεσθαι τὸ σῶμα. καί σοι δύο μὲν ἤδη σκοποὺς τούσδε κατὰ δίαιταν ὑγιεινὴν ὁ λόγος ὑφηγήσατο· τὸν μὲν ἕτερον ἀναπλήρωσιν τῶν κενουμένων, τὸν δ’ ἕτερον ἀπόκρισιν τῶν περιττωμάτων. ὁ γὰρ δὴ τρίτος ὁ περὶ τοῦ μὴ ταχύγηρον γίνεσθαι τὸ ζῶον ἐξ ἀνάγκης ἕπεται τοῖς εἰρημένοις. εἰ γὰρ μηδὲν ἁμαρτάνοιτο μήτε ἐν τῷ τὸ κενούμενον ἀναπληροῦσθαι μήτε ἐν τῷ τὰ περιττώματα μὴ μένειν ἔνδον, ὑγιαίνοι τ’ ἂν ἐν τῷδε τὸ ζῶον ἀκμάζοι τε μέχρι παμπόλλου. περὶ μὲν δὴ τοῦδε καὶ αὖθις εἰρήσεται, τοῦ λόγου προϊόντος.

Τὸ δ’ ὑπόλοιπον ὧν ἐξ ἀρχῆς διελέσθαι προὐθέμεθα προσκαταθῶμεν, ὑπὲρ τοῦ διωρίσθαι σαφῶς ἤδη τοὺς ὑγιεινοὺς σκοποὺς, ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι. ἔφαμεν γὰρ, ὡς, εἰ μὲν ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, καθάπερ ἀδάμας ἤ τι τοιοῦτον, οὐδεμιᾶς ἂν ἐδεήθη τέχνης ἐπιστατούσης αὐτῷ· ἐπεὶ δὲ διττὰς ἔχει τῆς φθορᾶς αἰτίας, τὰς μὲν ἔνδοθέν τε καὶ ἐξ αὐτοῦ, τὰς δὲ ἐκ τῶν ἔξωθεν προπιπτόντων, ἀναγκαῖον αὐτὸ δεῖσθαι προνοίας οὐ μικρᾶς. ἐξ ἑαυτοῦ μὲν οὖν ἐδείχθη κατὰ διττὸν τὸν πρῶτον τρόπον διαφθειρόμενον, ἢ διὰ γήρως ἐπὶ θάνατον προϊὸν, ἢ διὰ τοῦ ῥεῖν ἀεὶ τὴν οὐσίαν αὐτοῦ, καθ’ ἕτερον δὲ, τὸν ἑπόμενον οἷς ἐσθίει τε καὶ πίνει, τῶν ἐκ τῆς τῶν περιττωμάτων γενέσεως. ἐξ αὑτοῦ μὲν οὖν ᾧδέ πως φθείρεται· τῶν δὲ ἔξωθεν αὐτῷ προσπιπτόντων ἓν μὲν ἀχώριστόν τέ ἐστι καὶ διαπαντὸς ὑπάρχον αὐτῷ, καὶ ὡς ἂν εἴποι τις σύμφυτον, ὁ περιέχων ἀὴρ, τὰ δ’ οὔτ’ ἀναγκαῖα, καὶ κατὰ χρόνους τινὰς ἀτάκτως ὁμιλοῦντα· ὁ μὲν περιέχων ἀὴρ ἢ τῷ θερμαίνειν ἀμέτρως, ἢ τῷ ψύχειν, ἢ τῷ ξηραίνειν, ἢ τῷ ὑγραίνειν βλάπτων, τὰ δὲ τῷ θλᾷν, ἢ διασπᾷν, ἢ τιτρώσκειν, ἢ ἔξαρθρόν τι ποιεῖν. ἔστι μὲν οὖν τις ἐνταῦθα λογικὴ ζήτησις εἰς ἑκάτερον ἐπιχειρεῖσθαι δυναμένη, τινῶν μὲν τῆς περὶ τὸ σῶμα τέχνης ἁπάντων τὴν φυλακὴν εἶναι λεγόντων, τινῶν δὲ τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων καὶ ξηραινόντων μόνον· εἰ γὰρ τι θλῶν, ἢ τιτρῶσκον, ἤ τι τοιοῦθ’ ἕτερον ἐργαζόμενον ἐξίστησι τοῦ κατὰ φύσιν ἡμᾶς, οὐδεμιᾶς εἶναι τέχνης οὔτε γινώσκειν οὔτε φυλάττειν τὰ τοιαῦτα. ἐμοὶ δὲ περὶ μὲν τοιούτων προβλημάτων οὐ πρόκειται νῦν διαιρεῖν· ὅπερ δ’ ὁμολογούμενόν ἐστι παρ’ ἀμφοῖν ἐξ ἑτοίμου λαβὼν ἐπὶ τὸ προκείμενον ἐπάνειμι. τὸ μὲν γὰρ ἅπαντα τοῖς ἀνθρώποις γινώσκεσθαι τὰ τῷ τιτρώσκειν, ἢ θλᾷν, ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βλάπτοντά τε καὶ διαφθείροντα τὴν ὑγείαν, οὐχ ἅπασι δὲ, ὅσα τῷ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν, ὡμολόγηται παρ’ ἀμφοῖν. οὐκοῦν οὐδ’ ἡμεῖς αὐτοῖς παρὰ μέλος τι πράττειν δόξομεν, εἰ τὰ γινωσκόμενα ἅπασιν ὑπερβάντες ἐπὶ τὰ μὴ γινωσκόμενα τὸν λόγον ἄγοιμεν. οὐ γάρ μοι πρόκειται τό γε νῦν εἶναι σοφιστικὰ ζητήματα διελθεῖν, ἀλλ’, ὡς ἄν τις ἥκιστα νοσήσειεν, ὑφηγεῖσθαι. πάλιν οὖν ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἐπαναγάγωμεν τὸν λόγον, ἀναμνήσαντες ἀκριβέστερον ἔτι τῶν ὑποθέσεων αὐτῶν. τό τε γὰρ εἶναι τὴν ὑγείαν οὐχ ἁπλῶς εὐκρασίαν ἢ συμμετρίαν τῶν στοιχείων, ἐξ ὧν ἐγενόμεθα, καθάπερ οἵ πρὸ ἡμῶν ὀλίγου δεῖν ἅπαντες ἐνόμιζον, ἀλλὰ μόνην τὴν τῶν ὁμοιομερῶν σωμάτων, ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροις, ὑπόθεσις ἔστω πρὸς τὰ παρόντα· τό τε τῶν ὀργανικῶν σωμάτων τὴν ὑγίειαν ἐν διαπλάσει καὶ ἀριθμῷ καὶ πηλικότητι καὶ συνθέσει τῶν ὁμοιομερῶν συνίστασθαι, καὶ τοῦθ’ ὡσαύτως ὑποκείσθω προδεδειγμένον ἑτέρωθι. καὶ μὴν καὶ ὅτι ταῖς κατὰ φύσιν ἐνεργείαις ἡ ὑγιεινὴ κατασκευὴ κρίνεται, καὶ ὅτι τῆς ὑγιείας ἡ μὲν ἀρίστη τίς ἐστι, καὶ ὡς ἂν οὕτως τις εἴποι τελεία τε καὶ ἄκρα, ἡ δ’ οἷον ἐλλιπής τε καὶ οὐκ ἀκριβὴς οὐδὲ τελεία, ἥνπερ δὴ καὶ πλάτος ἔχειν πάμπολύ φαμεν, ὑποκείσθω καὶ ταῦθ’ ἡμῖν ἐν τῷδε, δι’ ἑτέρων τε ἤδη προαποδεδειγμένα καὶ νῦν οὐχ ἥκιστα δειχθησόμενα. μάλιστα δ’ ἀνεγνωκέναι βούλομαι τὸν ὁμιλήσοντα τοῖσδε τοῖς γράμμασι τὸ βιβλίον, ἐν ᾧ σκέπτομαι, τίνος ἐστὶ τέχνης μέρος τὸ ὑγιεινὸν, (ἐπιγράφεται δὲ Θρασύβουλος,) ἔτι δὲ καὶ τὸ περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν, ἔτι δὲ τὸ περὶ τῆς εὐεξίας. ἔστιν ἄμφω μικρὰ βιβλίδια, ἃ εἰ προαναγνούς τις ἐπὶ τόνδε τὸν λόγον ἀφίκοιτο, ῥᾷστα ἂν ἀκολουθήσειε τοῖς νῦν λεγομένοις. ὅτι δὲ καὶ τὸ περὶ τῶν καθ’ Ἱπποκράτη στοιχείων ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα, πρότερον εἴρηται· καὶ γὰρ δὴ καὶ ἕπεται ἐκείνῳ τὸ περὶ τῆς ἀρίστης κατασκευῆς καὶ τὸ περὶ τῆς εὐεξίας.

Ἐπὶ τούτοις ὑποκειμένοις ἐνθένδε ποθὲν ἀρκτέον ἂν εἴη τῆς ὑγιεινῆς πραγματείας. ἐπειδὴ συμμετρία τίς ἐστιν ἡ ὑγεία, συμμετρία δὲ πᾶσα κατὰ διττὸν τρόπον ἀποτελεῖταί τε καὶ λέγεται, ποτὲ μὲν εἰς ἄκρον ἥκουσα καὶ ὄντως οὖσα συμμετρία, ποτὲ δὲ ἀπολειπομένη βραχύ τι τῆς ἀκριβείας, εἴη ἂν καὶ ὑγιεινὴ συμμετρία διττή τις· ἡ μὲν γὰρ ἀκριβής τε καὶ ἀρίστη καὶ τελεία καὶ ἄκρα, ἡ δὲ ἀπολειπομένη μὲν ταύτης, οὐ μὴν ἤδη γε τοσούτῳ, ὡς λυπεῖσθαι τὸ ζῶον. ἔτι δὲ κἀνταῦθα λογική τις μᾶλλον ἢ κατὰ τὴν χρείαν τῆς τέχνης ζήτησις, οὐ συγχωρούντων ἐνίων, ἕτερον ἑτέρου μᾶλλον ὑγιαίνειν, οὐδ’ εἶναι πλάτος ἱκανὸν ἐν τῇ διαθέσει τοῦ σώματος, ἣν ὑγίειαν ὀνομάζομεν, ἀλλ’ ἕν τι καὶ ἀπηκριβωμένον οὖσαν αὐτὴν ἄτμητον εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχειν. ἐμοὶ δὲ ὥσπερ τὸ λευκὸν σῶμα τὸ μὲν ἧττον λευκὸν εἶναι φαίνεται, τὸ δὲ μᾶλλον, οὕτως καὶ τὸ ὑγιαῖνον ἧττόν τε καὶ μᾶλλον εἶναι δοκεῖ τοιοῦτον. διττὴ δὲ ἀπόδειξις τοῦ λόγου· μία μὲν ἐκ τῆς κατὰ τὰς ἡλικίας μεταπτώσεως· ἀφ’ οὗ γὰρ ἀπεκυήθη τὸ ζῶον, ἀεὶ μεταβάλλειν ἀναγκαῖον αὐτοῦ κρᾶσιν, ὡς ἔμπροσθεν ἐδείκνυμεν· ὥστ’, εἴπερ ἐν μὲν τῷ ποιῷ τῆς κράσεως ἡ ὑγεία, τὸ ποιὸν δ’ οὐ μένει ταὐτὸ, οὐδὲ τὴν ὑγίειαν ἐγχωρεῖ τὴν αὐτὴν φυλάττεσθαι· δευτέρα δ’ ἀπόδειξις ἐκ τῆς κατὰ τὰς ἐνεργείας διαφορᾶς. οὔτε γὰρ τοῖς ὀφθαλμοῖς ὡσαύτως ἅπαντες οἱ ὑγιαίνοντες ὁρῶσιν, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, οὔτε τοῖς ὠσὶν ὁμοίως ἀκούουσιν, ἀλλὰ κἀνταῦθα πάμπολυ τὸ μᾶλλόν τε καὶ ἧττον· οὐ μὴν οὐδὲ τοῖς σκέλεσιν ὡσαύτως θέουσιν, οὐδὲ ἀντιλαμβάνονται ταῖς χερσὶν, οὐδὲ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις ὡσαύτως ἐνεργοῦσιν, ἀλλ’ ὁ μέν τις βέλτιον, ὁ δὲ χεῖρον εἴπερ οὖν αἱ διαφοραὶ τῶν ἐνεργειῶν ταῖς τῶν κράσεων διαφοραῖς ἀκολουθοῦσιν, ἀνάγκη τοσαύτας εἶναι τὰς τῶν κράσεων διαφορὰς, ὅσαι πέρ εἰσι καὶ αἱ τῶν ἐνεργειῶν. εἰ δὲ μὴ κράσεων ἐθέλει τις λέγειν, ἀλλὰ κατασκευῶν, ἵν’ ἐπὶ πάσαις ταῖς αἱρέσεσιν ὁ λόγος ἐκτείνοιτο, συμπεραίνοιτ’ ἂν ὡσαύτως. συμμετρία γὰρ δή τις ἡ ὑγίεια κατὰ πάσας ἐστὶ τὰς αἱρέσεις, ἀλλὰ καθ’ ἡμᾶς μὲν ὑγροῦ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, κατ’ ἄλλους δὲ ὄγκων καὶ πόρων, κατ’ ἄλλους δὲ ἀτόμων, ἢ ἀνάρμων, ἢ ἀμερῶν, ἢ ὁμοιομερῶν, ἢ ὅτου δὴ τῶν πρώτων στοιχείων, ἀλλὰ κατὰ πάντας γε διὰ τὴν συμμετρίαν αὐτῶν ἐνεργοῦμεν τοῖς μορίοις. εἴπερ οὖν διαφόρως ἐνεργοῦμεν, διάφορός ἐστι καὶ ἡ καθ’ ἕκαστον συμμετρία τῶν στοιχείων, ὅπερ ἦν ἡ ὑγίεια. καὶ μὴν καὶ χωρὶς τοῦ στοιχείου μνημονεύειν ᾧδ’ ἂν ὁ λόγος ἐρωτηθείη εἴπερ ταῖς κατασκευαῖς τῶν μορίων ἀκολουθοῦσιν αἱ ἐνέργειαι, ὅσαιπερ ἂν ὦσιν ἐν ταῖς ἐνεργείαις αἱ διαφοραὶ, τοσαῦται καὶ αἱ κατασκευαὶ ἔσονται· ἀλλὰ μὴν ἀκολουθοῦσιν ταῖς κατασκευαῖς αἱ ἐνέργειαι· ἀναγκαῖον ἄρα τοσαύτας εἶναι τῶν κατασκευῶν διαφορὰς, ὅσαιπερ καὶ αἱ τῶν ἐνεργειῶν. εἰσὶ δὲ τῶν ἐνεργειῶν πάμπολλαί τινες· ἄρα καὶ τῶν κατασκευῶν εἰσιν. εἴπερ οὖν ἐν ἅπασι τοῖς ὑγιαίνουσιν αἱ κατασκευαὶ τῶν μορίων ὑπάρχουσι σύμμετροι, διάφοροι δέ εἰσιν αἱ κατασκευαὶ, διότι αἱ ἐνέργειαι διάφοροι, πάμπολλαί τινες συμμετρίαι τῶν κατασκευῶν ἔσονται, ὥστε καὶ ὑγίειαι πάμπολλαι. καὶ μὴν εἰ διαφέρουσιν ἀλλήλων αἱ κατὰ μέρος ὑγίειαι, ἤτοι κατὰ τὸ κοινὸν ἁπάσαις εἶδος, ἀφ’ οὗπερ ὑγίειαι λέγονται, διοίσουσιν, ἢ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσιν· ἀλλὰ μὴν οὐ κατὰ τὸ κοινὸν εἶδος· ἀδιάφοροι γάρ εἰσιν αἱ ὑγίειαι· κατὰ τὸ μᾶλλον ἄρα καὶ ἧττον ἀλλήλων διαφέρουσιν. ὥσπερ γὰρ ἡ ἐν τῇ χιόνι λευκότης τῆς ἐν τῷ γάλακτι λευκότητος, ᾗ μὲν λευκόν ἐστιν, οὐ διαφέρει, τῷ μᾶλλον δὲ καὶ ἧττον διαφέρει, κατὰ τὸν αὐτὸν τρόπον ἡ ἐν τῷ Ἀχιλλεῖ, φέρε εἰπεῖν, ὑγίεια τῆς ἐν τῷ Θερσίτῃ ὑγιείας, καθ’ ὅσον μὲν ὑγίεια, ταὐτό ἐστιν, ἑτέρῳ δέ τινι διαφέρει· καὶ τοῦτο τὸ ἕτερον οὐδὲν ἄλλο ἐστὶν ἢ τό μᾶλλόν τε καὶ ἧττον. οὔτε γὰρ, ὡς οὐ διαφερόντως ἐνεργοῦμεν ἅπαντες, ἔνεστιν εἰπεῖν, οὔθ’, ὡς δι’ ἄλλο τι τὴν ἀνισότητα ταύτην ἔχομεν, ἢ διὰ τὴν κατασκευὴν, ἐφ’ ἧς ἐνεργοῦμεν. Εἴ τις δὲ φήσει, μόνους μὲν τοὺς ἅπασι τοῖς μορίοις ἄκρως ἐνεργοῦντας ὑγιαίνειν, ἡμᾶς δὲ τοὺς ἄλλους, ὅσοι χεῖρον ἐκείνων ἔχομεν, οὐχ ὑγιαίνειν, ἴστω συμπάσης οὗτος τῆς ὑγιεινῆς πραγματείας ἀνατρέπων τὴν ὑπόθεσιν. εἰ γὰρ δὴ τὸ φυλάττειν ἣν παρελάβομεν ὑγίειαν ὁ σκοπὸς αὐτῆς ἐστιν, οὐδεὶς δὲ |ἡμῶν ὑγιαίνει, πρόδηλον ὡς ἐπ’ οὐδενὸς ἐνεργοῦσαν ἕξομεν, ἣν νῦν συστῆσαι βουλόμεθα τέχνην ὑγιεινήν· οὐκοῦν οὐδὲ ζητητέον αὐτὴν, ἀλλὰ σιωπητέον καὶ παυστέον ἤδη τὸν λόγον. ἁπάσας οὖν ἐκκόπτει τὰς τοιαύτας ἀπορίας ἡ τῆς ἀληθείας γνῶσις· οὐ γὰρ ἡ τελεία μόνον ἥ τίς ἐστιν ἄτμητος ὑγίεια λέγεταί τε καί ἐστιν, ἀλλὰ καὶ ἡ τῆσδε μὲν ἀποδέουσα, μηδέπω δὲ τῆς χρείας ἐκπεπτωκυῖα. χρῄζομεν γὰρ ἅπαντες ἄνθρωποι τῆς ὑγιείας εἴς τε τὰς κατὰ τὸν βίον ἐνεργείας, ἃς ἐμποδίζουσί τε ἣ διακόπτουσι καὶ καταπαύουσιν αἱ νόσοι, καὶ προσέτι τῆς ἀνοχλησίας ἕνεκεν· ὀχλούμεθα γὰρ ἐν ταῖς ὀδύναις οὐ σμικρά. τὴν δὲ τοιαύτην κατάστασιν, ἐν ᾗ μήτε ὀδυνώμεθα, μήτε ἐν ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἐμποδιζόμεθα, καλοῦμεν ὑγίειαν, ἣν εἴ τις ἑτέρῳ προσαγορεύειν ὀνόματι βούλεται, πλέον οὐδὲν ἐκ τούτων σχήσει, καθάπερ οὐδ’ οἱ τὴν ἀειπάθειαν εἰσάγοντες. εἰ μὲν γὰρ διὰ τοῦτ’ εἰσῆγον αὐτὴν, ὅτι πᾶν σῶμα γεννητὸν, ὥσπερ τὰς τῆς γενέσεως αἰτίας, οὕτω καὶ τὰς τῆς φθορᾶς ἔχει συμφύτους ἐξ ἀρχῆς, ὡς ἡμεῖς ἔμπροσθεν ἐπεδείξαμεν, ἐπῃνοῦμεν ἂν αὐτοὺς, ὡς ἀληθῆ τε ἅμα καὶ παλαιὰ πρεσβεύοντας δόγματα. ἐπειδὴ δὲ ὁμοειδῆ τὴν τῶν ὑγιαινόντων σωμάτων κατάστασιν εἶναι βούλονται ταῖς τῶν νοσούντων, οὐκέτ’ ἐπαινοῦμεν, οὐδὲ ἀποδεχόμεθα τὸ δόγμα· βέλτιον γὰρ ἦν μακρῷ, πλάτος ὑποθέσθαι συνέχον τὴν ὑγίειαν, ἤπερ ἅπαντας ἡμᾶς ὑπ’ ἀπαύστων νοσημάτων συνέχεσθαι. καὶ γὰρ τὰ σπέρματα πασῶν τῶν νόσων ἐνυπάρχειν ἡμῖν φασιν. ἀλλά τοι συγχωροῦσί γε καὶ αὐτοὶ, διὰ τὴν σμικρότητα τὴν αἴσθησιν ἡμῶν ἐκφεύγειν αὐτά. ἔστω τοίνυν, εἰ βούλονται, ὀδυνηρά τις ἐν ἡμῖν διάθεσις, ἀλλ’ οὕτω σμικρὰ καὶ ἀναίσθητος, ὡς μὴ λυπεῖν τοὺς ἔχοντας. ἔστωσαν, εἰ βούλονται, καὶ πυρετοὶ, ἀλλ’ οὕτω σμικροὶ, ὡς μήτ’ αἴσθησιν ἡμῖν ἀπ’ αὐτῶν γίνεσθαι μηδεμίαν, ἐξεῖναί τε καὶ πολιτεύεσθαι, καὶ λούεσθαι, καὶ πίνειν ἐσθίειν τε καὶ τἄλλα πράττειν, ὧν δεόμεθα. τὸ γὰρ τῆς χρείας ἀπαρεμπόδιστον ὁρίζει μᾶλλον τὴν ὑγίειαν. οὐδὲ γὰρ ἡ τῶν ἐνεργειῶν ἀσθένεια νόσου γνώρισμά ἐστιν, ἁπλῶς οὕτως εἰποῦσιν, ἀλλ’ ἡ παρὰ τὴν ἑκάστου φύσιν. ὡς ἅπαντές γε κακῶς ὁρῶμεν, εἰ τοῖς ἀετοῖς τε καὶ Λυγκεῖ παραβαλλοίμεθα, καὶ ἀκούομεν οὐκ ὀρθῶς, εἰ Μελάμποδι, καὶ δὴ καὶ τοῖς ποσὶν ἀῤῥωστοῦμεν, εἴ τις ἡμᾶς Ἰφίκλῳ παραβάλλοι, καὶ ταῖς χερσὶν, εἰ Μίλωνι, καὶ καθ’ ἕκαστον δὲ μόριον ἐγγὺς ἂν ἥκειν νομισθείημεν πηρώσεως, εἰ τοῖς πρωτεύουσι κατὰ τοῦτο παραβαλλοίμεθα. τίς γ’ οὖν ἡμῶν φαύλως ἔχειν οἴεται τὸν ὀφθαλμὸν, εἰ μὴ βλέπει τοὺς ἀπὸ δυοῖν σταδίων μύρμηκας; ἢ τίς τῶν ὤτων, εἰ μὴ κατακούει τῶν ἀφ’ ἑξήκοντα σταδίων; ἀλλ’ εἰ ταῦτα τὰ γράμματα, τὰ κατὰ τουτὶ τὸ βιβλίον ἐγγεγραμμένα, μὴ βλέποι τις ὀρθῶς, οὕτως ἂν ἤδη μέμψαιτο τὰς ὄψεις· οὐ μὴν οὐδ’ εἰ ταῦτα, τέσσαρας πήχεις ἀποστήσας, μὴ βλέποι, δικαίως ἂν μέμφοιτο, πλὴν εἰ τῶν οὕτως ὀξυωπεστάτων εἴη τὴν φύσιν, ὡς καὶ ταῦτα βλέπειν. οὕτως γὰρ, οἶμαι, καὶ μέμψεται, καὶ φήσει δικαίως, ὅπερ ἅπαντες ἄνθρωποι λέγουσιν, ὡς τόδε τι κατὰ τὸν ἔμπροσθεν χρόνον ἐνεργῶν εἶτα νῦν οὐκ ἐνεργεῖ. τὸν μὲν γὰρ τοιοῦτον ἐν νόσῳ τινὶ φήσομεν ὑπάρχειν, εἴπερ μηδὲ διὰ γῆρας τοῦτο πάσχει· καίτοι καὶ τοῦτο νόσον εἶναι λέγουσιν ἔνιοι. τοὺς δ’ ἄλλους ἅπαντας, οἷς φύσει μήτ’ ὀξὺ βλέπειν ἢ ἀκούειν ὑπάρχει, μήτε θέειν ὠκέως, ἤ τι τοιοῦτον ἕτερον ἐνεργεῖν ἰσχυρῶς, οὔτε νοσεῖν, οὔθ’ ὅλως παρὰ φύσιν ἔχειν ὑποληψόμεθα. πᾶσαι μὲν γὰρ αἱ νόσοι παρὰ φύσιν, οὐκ ἔχουσι δ’ οἱ τοιοῦτοι παρὰ φύσιν, ὥσπερ οὐδ’ οἱ γέροντες. οὔκουν ἁπλῶς γε τῶν ἐνεργειῶν εὐρωστίᾳ τε καὶ ἀῤῥωστίᾳ κριτέον ἐστὶ τοὺς ὑγιαίνοντάς τε καὶ νοσοῦντας, ἀλλὰ τὸ κατὰ φύσιν μὲν τοῖς ὑγιαίνουσι, τὸ παρὰ φύσιν δὲ τοῖς νοσοῦσι προσθετέον, ὡς εἶναι τὴν μὲν ὑγίειαν διάθεσιν κατὰ φύσιν ποιητικὴν ἐνεργείας, τὴν δὲ νόσον διάθεσιν παρὰ φύσιν ἐνεργείας βλαπτικήν. οὔτε γὰρ, εἰ κατὰ φύσιν ἡ διάθεσις, ἤδη καὶ ὑγίεια· διάθεσις γάρ τίς ἐστι κατὰ φύσιν ἥ τε τῶν Αἰγυπτίων μελανότης, ἥ τε τῶν Κελτῶν λευκότης, ἥ τε τῶν Σκυθῶν πυῤῥότης· ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑγίεια, διότι μηδ’ ἐν χρώμασιν ὅλως ἡ ὑγίεια· οὔτ’ εἰ παρὰ φύσιν, ἤδη καὶ νόσος· ὡς εἴη γ’ ἂν οὕτω καὶ νόσος ἥ τ’ ἐξ ἡλίου μελανότης, ἥ τ’ ἐκ μακρᾶς σκιατροφίας λευκότης. ἀλλὰ προσθεῖναι χρὴ τῇ μὲν τῆς ὑγείας ἐννοίᾳ τὸ λόγον αἰτίας ἔχειν αὐτὴν πρὸς τὴν ἐνέργειαν, τῇ δὲ τῆς νόσου τὸ καὶ ταύτην τὴν ἐνέργειαν βλάπτειν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. εἰς δὲ τὰ παρόντα τοσοῦτον ἀποχρήσει μόνον ἐξ αὐτῶν εἰλῆφθαι, τὸ πλάτος ἱκανὸν εἶναι τῆς ὑγείας, καὶ μὴ πᾶσιν ἡμῖν ὑπάρχειν ἴσον ἀκριβῶς. εἰ δέ τῳ δοκεῖ βίαιον εἶναι καὶ τὴν μὴ παντάπασιν ἀπηκριβωμένην εὐκρασίαν ὅμως ἔτι καὶ αὐτὴν ὀνομάζεσθαι, οὗτος ἀναμνησθήτω τῶν κατὰ τὸν βίον ἁπάντων ὀνομάτων. εὔκρατον οὖν τι καὶ πόμα φαμὲν εἶναι, καὶ βαλανεῖον, οὐ μόνον ὅτι τὸ μὲν ἄλλῳ, τὸ δὲ ἄλλῳ τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὅτι πρὸς τὸν αὐτὸν ἄνθρωπον ἐν πλάτει τοιοῦτον ὑπάρχει. ἀποστραφέντος οὖν τοῦ πίνοντος, ἐμβαλὼν εἰς τὸ ποτήριον ἢ θερμὸν ἢ ψυχρὸν βραχὺ λάθοις ἂν εὔκρατον ποιήσας. καίτοι χ’, εἴπερ ἦν οὕτως ἀπηκριβωμένον τὸ εὔκρατον, ὡς ἓν εἶναι καὶ ἄτμητον, οὐκ ἂν ἐπιβαλόντος θερμὸν ἢ ψυχρὸν ἔτι εὔκρατον ἐφαίνετο. κατὰ δὲ τὸν αὐτὸν τρόπον, οὐδ’ εἰ βραχύ τις εἰς τὴν εὔκρατον κολυμβήθραν ἐμβάλοι ψυχρὸν, διαφθερεῖ παραχρῆμα τὴν εὐκρασίαν αὐτῆς. οὕτω δὲ τὸ περιέχον εὔκρατον εἶναί φαμεν, εἰ καὶ βραχείας ἐφ’ ἑκάτερα τροπὰς λαμβάνει. καὶ τί θαυμαστὸν, εἰ τὴν εὐκρασίαν εἰς ἱκανὸν ἐκτείνουσι πλάτος ἅπαντες, ὅπου γε καὶ ἐν αὐταῖς ταῖς λύραις εὐαρμοστίαν τὴν μὲν ἀκριβεστάτην δήπου μίαν καὶ ἄτμητον ὑπάρχειν εἰκὸς, ἡ μέντοι γ’ εἰς χρείαν ἰοῦσα πλάτος ἔχει; πολλάκις γ’ οὖν ἡρμόσθαι δοκοῦσαν ἄριστα λύραν ἕτερος μουσικὸς ἀκριβέστερον ἐφηρμόσατο. πανταχοῦ γὰρ ἡ αἴσθησις ἡμῖν ἐστι κριτήριον ὡς πρὸς τὰς ἐν τῷ βίῳ χρείας. ὥστε καὶ τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν αἰσθήσει κρινοῦμεν. ὡσαύτως δὲ καὶ τὴν τῆς ἐνεργείας βλάβην ἑκάστου τῶν βεβλαμμένων παρὰ τὸ κατὰ φύσιν, ὅταν εἰς αἰσθητὸν ἥκῃ μέγεθος, ἤδη νόσον ἡμῖν εἶναι νομιστέον, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος οὐδ’ ἐνταῦθα, πότερον αὐτὰς τὰς βεβλαμμένας ἐνεργείας τὸ νόσημα εἶναι λέγει τις, ἢ τὰς διαθέσεις, ὑφ’ ὧν βλάπτονται, ὥσπερ οὐδ’ εἰ διαθέσεις τις ἢ κατασκευὰς ὀνομάζειν ἐθέλει. διῄρηται γὰρ ἡμῖν ἑτέρωθι καὶ περὶ τῶνδε, καὶ δέδεικται κατὰ τὰς διαθέσεις τε καὶ κατασκευὰς τοῦ σώματος ἥ θ’ ὑγεία καὶ νόσος, οὐ κατὰ τὰς ἐνεργείας τε καὶ τὰς βλάβας αὐτῶν συνιστάμεναι. ἀλλὰ πρός γε τὸ φυλάττειν ὑγείαν ἢ ἰᾶσθαι τὰς νόσους οὐδὲν ἐκ τῆς τούτων ἀκριβείας ὀνινάμεθα. μόνον γὰρ ἀρκεῖ διαγινώσκειν, ὡς ἡ μὲν κατασκευὴ τοῦ σώματος, αἰτίας ἔχουσα λόγον ὡς πρὸς τὴν ἐνέργειαν, ὁ σκοπὸς τῆς ὑγιεινῆς τε καὶ θεραπευτικῆς τέχνης ἐστί· ταύτην γὰρ ἡμῖν φυλάττειν μὲν ὑπάρχουσαν πρόκειται, δημιουργεῖν δὲ ἀπολλυμένην· αἱ δὲ ἐνέργειαι κατ’ ἀνάγκην ἕπονται, ταῖς μὲν χρησταῖς κατασκευαῖς ἄμεμπτοι, ταῖς δ’ οὐ τοιαύταις μοχθηραί. ὥστ’, ἐπειδήπερ ὃ φυλάττομεν καὶ δημιουργοῦμεν αὐτοὶ, διάθεσίς τίς ἐστι καὶ κατασκευὴ τοῦ σώματος, ἕπεται δ’ ἐξ ἀνάγκης αὐτῇ ἡ τῶν ἐνεργειῶν τελειότης, οὐδὲν ἔτι χρὴ πρὸς τὰ παρόντα, πότερον ἐν τῷ τῶν ἐνεργειῶν ἢ τῷ τῶν κατασκευῶν γένει θετέα ἐστὶν ὑγίειάν τε καὶ νόσον, ἐπισκοπεῖσθαι. λαβόντες δ’ ἐξ ὑποθέσεως, δέον εἶναι φυλάττειν τῆς κατὰ φύσιν τοῦ σώματος ἡμῶν κατασκευῆς ἐκεῖνα, δι’ ὧν ἐνεργοῦμεν, ἀναμνήσαντές τε πάλιν, ὡς ἡ τῶν ὁμοιομερῶν εὐκρασία τε καὶ τῶν ὀργανικῶν διάπλασις καὶ θέσις ἀριθμός τε καὶ πηλικότης τὰ τῶν ἐνεργειῶν ἐστιν αἴτια, καὶ ὡς ἐν πλάτει ταῦτα πάντα ἐστὶ, καὶ ὡς καθ’ ἕκαστον ἄνθρωπον ἴδια, τῶν ἐφεξῆς ἐχώμεθα. μεγάλην δ’ εἰς αὐτὰ χρείαν ἡ γνῶσις τοῦ πλάτους αὐτῶν παρέχεται. τῆς γὰρ εὐκρασίας διττῆς οὔσης, τῆς μὲν ὡς πρὸς ἐπίνοιαν μᾶλλον ἢ μόνιμον ὕπαρξιν, ὥς γ’ ἐν ζώου σώματι, τῆς δὲ ὑπαρχούσης τε καὶ φαινομένης ἐν ἅπασιν τοῖς ὑγιαίνουσιν, αὐτὴν πάλιν ἡμᾶς χρὴ τέμνειν τὴν φαινομένην· εὑρεθήσεται γὰρ οὐ μικρὰ τῶν ἐν αὐτῇ διαφορά. μάθοις δ’ ἂν, ὡς ἔστιν ἀληθὲς τὸ λεγόμενον, ἐκ τῶν ἡλικιῶν μάλιστα. τῆς γὰρ τῶν μειρακίων ἡλικίας ἀρίστης οὔσης ὡς πρὸς τὰς καθ’ ὁρμὴν ἐνεργείας, ἡ τῶν βρεφῶν δι’ ὑγρότητα χείρων ἐστὶν, ἡ δὲ τῶν γερόντων διὰ ξηρότητά τε καὶ ψύξιν. ἐν μέντοι ταῖς ἄλλαις ἐνεργείαις ταῖς φυσικαῖς ὀνομαζομέναις, οἷον αὐξήσεσί τε καὶ πέψεσι, καὶ ἀναδόσεσι καὶ θρέψεσι, τὰ βρέφη τῶν κατὰ τὰς ἄλλας ἡλικίας ἁπάσας ἀμείνω. ἀλλ’ ὅμως οὐδὲν κωλύονται πάντες οἱ κατὰ πάσας τὰς ἡλικίας ὑγιαίνειν. ὡς οὖν ἐπὶ τῶν ἡλικιῶν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον εὑρήσεις καὶ ἐπὶ τῶν φύσεων αὐτῶν ἀμήχανον οὖσαν τὴν διαφορὰν ἐν ταῖς κράσεσιν· ὥστε, εἰ οὕτως ἔτυχε, δυοῖν παίδοιν τὴν αὐτὴν ἡλικίαν ἀγόντων, τὸν μὲν ὑγρότερον εἶναι θατέρου πολλῷ, τὸν δὲ ξηρότερον, ὡσαύτως δὲ τὸν μὲν θερμότερον, τὸν δὲ ψυχρότερον. ἐν όσοις δὴ τοῖς σώμασιν ὑπάρχει τὸ πολλῷ τοῦ προσήκοντος ἤτοι θερμοτέροις, ἢ ψυχροτέροις, ἢ ὑγροτέροις, ἢ ξηροτέροις εἶναι, ἐν τούτοις οὐκ ἔστιν ἄμεμπτος ἡ κρᾶσις· ἐν ὅσοις δὲ ὑπάρχει τις διαφορὰ τοῦ κάλλιστα κεκραμένου, οὐ μὴν αἰσθητὴ διὰ σμικρότητα, τοῦθ’ ὡς πρὸς τὴν χρείαν ἐν ἴσῃ χώρᾳ τιθέμεθα τοῖς ἀρίστοις· ὥστ’ εἶναι τῆς κατὰ πλάτος ὑγείας τὴν μὲν εὔκρατόν τε καὶ ἄμεμπτον ὡς πρὸς αἴσθησιν, τὴν δ’ οἷον δύσκρατόν τε καὶ μεμπτήν. ἐναργέστατα δὲ τοῦ λεγομένου γνωρίσματα παρέχουσιν αἱ κατ’ ἰσχνότητα καὶ πολυσαρκίαν διαφοραὶ τῶν σωμάτων· ἀναγκαῖον γάρ που τὰς ἐναντίας ἕξεις ἐναντίαις ἕπεσθαι κράσεσιν. ὥσπερ οὖν οὐκ ἐπαινοῦμεν οὔτε τὸ ἄγαν ἰσχνὸν, οὔτε τὸ πάνυ παχὺ σῶμα, κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὰς κράσεις αὐτῶν ἐπαινέσομεν, εἰ καὶ ὅτι μάλιστα βλέποιμεν ἀμφοτέρους ὑγιαίνοντας. αἱ δ’ ἐν τῷ μέσῳ τούτων ἕξεις τῶν εὐσάρκων ὀνομαζομένων, ὥσπερ αὗται σύμμετροί τε καὶ ἄμεμπτοι τὴν ἰδέαν εἰσὶ, ἕπονται συμμέτροις τε καὶ ἀμέμπτοις κράσεσι. τὰς τοίνυν τοιαύτας φύσεις ὡς μὲν πρὸς τὴν ἀκριβεστάτην ἀλήθειαν οὐδ’ αὐτὰς εὐκράτους ἄν τις εἴποι, κατά γε τὴν ἁπλῆν καὶ τελείαν εὐκρασίαν, ὡς μέντοι πρὸς τὴν αἴσθησίν τε καὶ πρὸς τὴν χρείαν ἀμέμπτους τε καὶ ἀρίστους χρὴ τίθεσθαι. τεκμήριον δὲ ἐναργέστατον, ὅτι μηδ’ αὐτὰ τὴν ἀκριβεστάτην ἔχουσιν εὐκρασίαν, ἐκ τοῦ μηδέποτε μένειν αὐτὰς ὡσαύτως ἐχούσας, ἀλλὰ πρῶτον μὲν δέχεσθαι τὴν καθ’ ἡλικίαν μεταβολὴν, οὐδέποτε ἐν ταὐτῷ μενούσης οὐδεμιᾶς ἡλικίας, ἀλλ’ ἀεὶ πρὸς τὸ ξηρότερον ἰούσης, δευτέραν δὲ τὴν καθ’ ὕπνον τε καὶ ἐγρήγορσιν, ἡσυχίαν τε καὶ κίνησιν, αὐτῶν τε τῶν κινήσεων τὰς διαφορὰς, ἔτι τε πρὸς ταύταις τὴν τοῦ πεινᾷν, ἢ διψῇν, ἢ ἐσθίειν, ἢ πίνειν, ἢ ἐμπεπλῆσθαι σιτίων, ἢ πόματος προσδεῖσθαι· καὶ πρὸς τούτοις ἔτι καὶ λουτρὰ, καὶ θυμοὶ, καὶ φροντίδες, καὶ λῦπαι, καὶ πάνθ’ ὅσα τοιαῦτα μονονουχὶ καθ’ ἑκάστην ῥοπὴν ὑπαλλάττοντα τὴν κρᾶσιν. οὔκουν χρὴ ζητεῖν ἐν τοσαύτῃ μεταβολῇ τὴν ἀκριβῶς ἀρίστην κρᾶσιν. εἰ γὰρ καὶ συνέπεσέ ποτε καθ’ ἡντιναοῦν ἀρίστην φύσιν, ἀλλ’ οὐκ ἔμεινέ γε οὐδ’ ἀκαρῆ. ὥστε γ’ ἐμοὶ καὶ θαυμάζειν ἐπέρχεται τὴν δόξαν τῶν ἀνδρῶν, ὅσοι τὴν ὑγίειάν τε καὶ εὐκρασίαν ἀπλατῆ τε καὶ μίαν εἶναι νομίζουσιν, εἰ δέ τι παρὰ ταύτην ἐστὶν, οὐδ’ ὑγείαν εἶναί φασιν, τήν τε ἀειπάθειαν ἐσφέροντες οὐκ αἰσθάνονται περὶ πράγματος ἢ μηδέποτε γεγονότος ἐν ζώου σώματι ποιούμενοι τὸν λόγον, ἢ μηδ’ ἐλάχιστον ὑπομένοντος, εἰ καί ποτε γένοιτο.

Τούτοις μὲν οὖν, ἣν ὀνειρώττουσιν ὑγίειαν, ἀπολείπωμεν φυλάττειν, ἡμεῖς δ’ ἐπὶ τὰς φαινομένας ἀφικώμεθα, καὶ διττὴν αὐτῶν θέμενοι τὴν οὐσίαν, ἣν δὴ νῦν πέπαυμαι λέγων, ἴδιον ἑκατέρας σκοπὸν ἀποδῶμεν, ἐπὶ μὲν τῆς ἀμέμπτου τὴν ἀκριβῆ φυλακὴν ὡς πρὸς αἴσθησιν, ἐπὶ δὲ τῆς μεμπτῆς τὴν οὐκ ἀκριβῆ. πειρᾶσθαι γὰρ χρὴ τὰς ὑγιεινὰς δυσκρασίας ἐπανορθοῦσθαι, τὰς μὲν ξηροτέρας τοῦ δέοντος φύσεις ὑγροτέρας ἐργαζομένους, ὅσαι δὲ ὑγρότεραι, ξηραίνοντας, οὕτω δὲ καὶ τῶν μὲν θερμοτέρων καθαιροῦντας τὴν ὑπερβολὴν, τῶν δὲ ψυχροτέρων καὶ τούτων κολάζοντας τὴν ἀμετρίαν. ὁποίοις δ’ ἄν τις ὑγιεινοῖς διαιτήμασιν ἐργάζοιτο ταῦτα, προϊὼν ὁ λόγος δείξει. πρότερον γάρ με χρὴ διελθεῖν, ὅπως ἄν τις τῆς ἀρίστης φύσεως διαφυλάττοι τὴν ὑγίειαν, ἔτι δὲ τούτου πρότερον, ἥτις ποτέ ἐστιν ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀναμνήσωμεν. ἔστι δὲ δήπου κατὰ μὲν τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος ἐξηγουμένοις ἡ εὐκρατοτάτη τε ἅμα καὶ τὴν διάπλασιν τῶν μορίων ἀκριβῶς ἁρμόττουσαν ταῖς ἐνεργείαις αὐτῶν ἔχουσα, καὶ πρὸς τούτοις ἔτι τὸν ἀριθμὸν ἅπαντα, καὶ τὰ μεγέθη, καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ἁπάντων αὐτῶν χρηστὴν ταῖς ἐνεργείαις παρεχομένη. κατὰ δὲ τὰ γνωρίσματα τὸ ἀκριβῶς εὔσαρκον σῶμα τοιοῦτόν ἐστιν, ὃ μέσον ἔφην ὑπάρχειν ἰσχνοῦ τε καὶ πολυσάρκου· πολύσαρκον ἢ παχὺ λέγειν οὐ διοίσει. οὕτω δὲ καὶ τῶν ἄλλων ὑπερβολῶν ἀκριβῶς μέσον ἐστὶ τὸ τοιοῦτον, ὥστε μήτε λάσιον αὐτὸ δύνασθαι εἰπεῖν τινα, μήτε ψιλὸν τριχῶν, ἀλλὰ μήτε μαλακὸν, μήτε σκληρὸν, ἢ λευκὸν, ἢ μέλανα, ἢ εὐρύφλεβον, ἢ ἄφλεβον, ἢ θυμικὸν, ἢ ἄθυμον, ἢ ὑπνῶδες, ἢ ἀγρυπνητικὸν, ἢ ἀμβλὺ τὴν διάνοιαν, ἢ πανοῦργον, ἢ ἀφροδισιαστικὸν, ἢ τοὐναντίον. εἰ δὲ πᾶσιν ᾖ τοῖς μέρεσιν ἀκριβῶς μέσον τῶν ὑπερβολῶν ἁπασῶν, ἔστι μὲν δήπου τὸ κάλλιστον ὀφθῆναι τὸ τοιοῦτον, ὡς ἂν σύμμετρον ὑπάρχον, εἰς ἅπαντάς τε τοὺς πόνους ἐπιτήδειον. ἕξει δὲ καὶ τὰ ἄλλα πάντα γνωρίσματα τῆς καθ’ ἕκαστον μόριον εὐκρασίας, ἅπερ ἐν τῷ δευτέρῳ περὶ κράσεων εἴρηται γράμματι. πολλὰ γὰρ τῶν σωμάτων εὔκρατα μὲν, εἰ τύχοι, ταῖς κεφαλαῖς ἐστι, δύσκρατα δὲ θώραξι, ἢ τοῖς κατὰ γαστρός τε καὶ τὰ γεννητικὰ μόρια. τινῶν δὲ ἐν τοῖς κώλοις ἐστὶν ἡ δυσκρασία, καὶ πολλοῖς καθ’ ἕν τι τῶν σπλάγχνων, ή τι μόριον ἕτερον ἓν, ἢ πλείω, καθάπερ οὖν καὶ περί τινα πλείω τῶν σπλάγχνων ἐνίοις ἐστὶν ἡ δυσκρασία. πολλοῖς δὲ ἐφώρασα καὶ κατά τι τῶν ὀργανικῶν μορίων δύο κράσεις ὑπαρχούσας, ὥστε, εἰ τύχοι, τὸ μὲν ἄλλο κύτος τῆς γαστρὸς ἅπαν ἑτέρας εἶναι κράσεως, ἤτοι χρηστῆς ἢ μοχθηρᾶς, ἑτέρας δὲ μόνον αὐτῆς τὸ στόμα. περὶ μὲν δὴ τούτων ἐν ταῖς μοχθηραῖς τῶν σωμάτων κατασκευαῖς εἰρήσεται.

Περὶ δὲ τῆς ἀρίστης ἤδη λέγωμεν, ἧς ἕκαστον μόριον ἄμεμπτον ἔχει τὴν σύμπασαν οὐσίαν. ὁ δή τοιοῦτος ἄνθρωπος, ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενος τέχνην, εὐτυχὴς μὲν ἂν εἴη τις, εἰ μετὰ τὴν πρώτην ἀποκύησιν ἐπιστατοῖτο πρὸς αὐτῆς· οὕτω γὰρ ἄν τι καὶ εἰς τὴν ψυχικὴν ὀνίναιτο, τῆς χρηστῆς διαίτης ἤθη χρηστὰ παρασκευαζούσης· οὐ μὴν ἀλλὰ καὶ εἰ κατὰ τινα τῶν ἑξῆς ἡλικιῶν εἰς χρείαν τῆς τέχνης ἀφίκοιτο, καὶ οὕτως ὀνήσεται τὰ μέγιστα. εἰρήσεται δὲ πρῶτον μὲν, ὡς ἄν τις ἐξ ἀρχῆς παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παντὸς ἀποδείξειε τοῦ βίου, πλὴν εἰ μή τι τῶν ἔξωθεν αὐτῷ συμπίπτοι βίαιον, οὐδὲν γὰρ τοῦτό γε πρὸς τὸν τῆς ὑγιεινῆς τέχνης ἐπιστήμονα· δεύτερον δὲ, ὅπως ἄν τις, εἰ καὶ μὴ νεογενὲς εἴη τὸ παιδίον, ἀλλ’ ἤδη παιδεύεσθαι δυνάμενον, ἐπιστατήσειεν αὐτοῦ· καὶ οὕτως καθ’ ἑκάστην τῶν ἄλλων ἡλικιῶν. τὸ τοίνυν νεογενὲς παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἁπάσῃ τῇ παρασκευῇ, πρῶτον μὲν σπαργανούσθω, συμμέτροις ἁλσὶν περιπαττόμενον, ὅπως αὐτοῦ πυκνότερον καὶ στεῤῥότερον εἴη τὸ δέρμα τῶν ἔνδον μορίων. ἐν γὰρ τῷ κυΐσκεσθαι πάνθ’ ὁμοίως ἦν μαλακὰ, μήτε ψαύσαντος αὐτοῦ τινος ἔξωθεν σκληροτέρου σώματος, μήτ’ ἀέρος ψυχροῦ προσπεσόντος, ὑφ’ ὧν συναγόμενόν τε καὶ πιλούμενον γένοιτ’ ἂν αὑτοῦ τε καὶ τῶν ἄλλων μορίων σκληρότερόν τε καὶ πυκνότερον. ἐπειδὰν δ’ ἀποκυηθῇ, ἐξ ἀνάγκης ὁμιλεῖν μέλλει καὶ κρύει καὶ θάλπει καὶ πολλοῖς σκληροτέροις ἑαυτοῦ σώμασι. προσήκει διὰ ταῦτα τὸ σύμφυτον αὐτῷ σκέπασμα παρασκευασθῆναί πως ὑφ’ ἡμῶν ἄριστον εἰς δυσπάθειαν. ἱκανὴ δὲ ἡ διὰ μόνων τῶν ἁλῶν παρασκευὴ τοῖς γε κατὰ φύσιν ἔχουσι βρέφεσι. ὅσα γὰρ ἤτοι μυρίνης φύλλων ξηρῶν περιπαττομένων, ἢ τινος ἑτέρου τοιούτου δεῖται, μοχθηρῶς δή που διάκειται. πρόκειται δ’ ἡμῖν τό γε νῦν εἶναι περὶ τῶν ἄριστα κατεσκευασμένων τὸν λόγον ποιεῖσθαι. ταῦτ’ οὖν, ὡς εἴρηται, σπαργανωθέντα γάλακτί τε χρήσθω τροφῇ, καὶ λουτροῖς ὑδάτων χρηστῶν, ὑγρᾶς γὰρ χρῄζει τῆς συμπάσης διαίτης, ἅτε καὶ τὴν κρᾶσιν ὑγροτέραν ἔχοντα τῶν ἐν ταῖς ἄλλαις ἡλικίαις. ἔοικε δὲ τοῦτο πρῶτον εὐθὺς ἥκειν σκέμμα τῶν ἀναγκαίων εἰς δίαιταν ὑγιεινήν. εἰσὶ γὰρ οἳ νομίζουσιν, ἀεὶ δεῖσθαι ξηραίνεσθαι τὰς ὑγροτέρας φύσεις, ὥσπερ γε καὶ θερμαίνεσθαι μὲν τὰς ψυχροτέρας, ὑγραίνεσθαι δὲ τῆς ξηροτέρας, ψύχεσθαι δὲ τὰς θερμοτέρας· ὑπὸ γὰρ τῶν ὁμοίων ἑκάστην τῶν ἀμετριῶν αὐξάνεσθαι, κολάζεσθαι δὲ καὶ καθαιρεῖσθαι πρὸς τῶν ἐναντίων, ἑνὶ δὲ λόγῳ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. ἐχρῆν δὲ αὐτοὺς μὴ τοῦτο μόνον Ἱπποκράτους ἀνεγνωκέναι τε καὶ μνημονεύειν, ὡς τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, ἀλλὰ κἐκεῖνα, δι’ ὧν φησιν· αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖς πυρετταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. φαίνεται γὰρ ἐνταῦθα παράλληλα θεὶς ἐφεξῆς τρία, νόσημά τε καὶ ἡλικίαν καὶ ἔθος. ἀπὸ μὲν οὖν τοῦ νοσήματος ἔνδειξιν λαμβάνει τῶν ἐναντίων, ἀπὸ δὲ τῆς ἡλικίας τε καὶ τοῦ ἔθους τῶν ὁμοίων. τῷ μὲν γὰρ πυρετῷ (νόσημα δέ ἐστι τοῦτο θερμὸν καὶ αὐχμῶδες) αἱ ὑγραὶ δίαιται χρησταί· τοῖς δὲ παιδίοις (οὐ γὰρ νόσημα τούτοις γε, ἀλλὰ κατὰ φύσιν ἢ ἡλικίαν) τὸ ὁμοιότατον ὠφελιμώτατον. οὕτω δὲ καὶ τοῖς ἔθεσιν, ὡς ἂν καὶ αὐτοῖς ἐπικτήτους τινὰς ἐν τοῖς σώμασι φύσεις ἐργαζομένοις, ἡ τῶν ἐναντίων προσφορὰ βλαβερωτάτη. καὶ δεόντως τοῖς μὲν κατὰ φύσιν ἔχουσι σώμασι φυλάττεσθαι χρὴ τὴν οἰκείαν ἕξιν, τοῖς δὲ νοσοῦσιν ἀλλοιοῦσθαί τε καὶ πρὸς τοὐναντίον ἐπάγεσθαι. φυλάττεται μὲν οὖν ἕκαστον ὑπὸ τῶν ὁμοίων, ἀλλοιοῦται δὲ ὑπὸ τῶν ἐναντίων. οὔκουν ξηραίνειν χρὴ τοὺς παῖδας, ὅτι μὴ παρὰ φύσιν αὐτοῖς ἡ ὑγρότης, ὥσπερ ἐν βράγχοις τε καὶ κορύζαις καὶ κατάῤῥοις, ἀλλ’ ἐν τοῖς φύσει διαιτᾷν, ὑγραίνοντά τε λουτροῖς ποτίμων ὑδάτων, (ὅσα γὰρ ἐμφαίνει τινὰ φαρμακώδη ποιότητα, ξηραίνει πάντα, καθάπερ τὰ θειώδη, καὶ ἀσφαλτώδη, καὶ στυπτηριώδη,) καὶ τροφὴν καὶ ποτὰ παρέχοντα ὅτι μάλιστα κράσεως ὑγροτάτης. οὕτω καὶ ἡ φύσις αὐτὴ προὐνοήσατο τῶν παίδων, τροφὴν ὑγρὰν αὐτοῖς παρασκευάσασα τὸ γάλα τῆς μητρός. ἄριστον μὲν οὖν ἴσως καὶ τοῖς ἄλλοις ἅπασι βρέφεσι τὸ τῆς μητρός ἐστι γάλα, πλὴν εἰ μὴ τύχῃ νενοσηκὸς, οὐχ ἥκιστα δὲ καὶ τῷ τῆς ἀρίστης κράσεως, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστί. εἰκὸς γάρ που τῆς τούτου μητρὸς ἄμεμπτον εἶναι τό τε σύμπαν σῶμα καὶ τὸ γάλα. ἐξ αἵματος μὲν οὖν ἔτι κυουμένοις ἡμῖν ἡ τροφή· ἐξ αἵματος δὲ καὶ ἡ τοῦ γάλακτος γένεσις, ὀλιγίστην μεταβολὴν ἐν μαστοῖς προσλαβόντος. ὥσθ’ ὅσα παιδία τῷ τῆς μητρὸς γάλακτι τρέφεται, συνηθεστάτῃ τε ἅμα καὶ οἰκειοτάτῃ χρῆται τροφῇ. φαίνεται δὲ οὐ μόνον παρασκευάσασα τὴν τοιαύτην τροφὴν ἡ φύσις τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους παρασχοῦσα ἕνεκα τῆς χρήσεως αὐτοῦ. καὶ γὰρ καὶ γεννηθεῖσι εἴ τις ἐνθείη παραχρῆμα τῷ στόματι τὴν θηλὴν τοῦ μαστοῦ, βδάλλει τε τὸ γάλα καὶ καταπίνει προθυμότατα· καὶ ἢν ἀνιώμενά τε καὶ κλαυθμυριζόμενα τύχῃ, τῆς λύπης αὐτοῖς οὐκ ἐλάχιστον ἴαμα ὁ τιτθὸς τῆς τρεφούσης ἐστὶν ἐντιθέμενος τῷ στόματι. τρία γὰρ οὖν ἤδη ταῦτα ταῖς τροφοῖς ἐξεύρηται τῶν παιδίων τῆς λύπης ἰάματα τῇ πείρᾳ διδαχθείσαις, ἓν μὲν τὸ νῦν δὴ λεγόμενον, ἕτερα δὲ δύο, κίνησίς τε μετρία καὶ φωνῆς ἐμμέλειά τις, οἷς χρώμεναι διαπαντὸς οὐ καταπραΰνουσι μόνον, ἀλλὰ καὶ εἰς ὕπνοι αὐτὰ ἀπάγουσι, δηλούσης αὖ κᾀν τῷδε τῆς φύσεως, ὅτι πρὸς μουσικὴν καὶ γυμναστικὴν οἰκείως διάκεινται. καὶ ὅς τις οὖν ἱκανός ἐστι καλῶς χρῆσθαι ταῖς τέχναις ταύταις, οὗτος καὶ σῶμα καὶ ψυχὴν παιδεύσει κάλλιστα.

Ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται. καί πως τοῦθ’ ἕτερον ἡμῖν σκέμμα πρὸς ὑγιείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρυς κᾀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφῃναμένου, τὴν δ’ αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἐνδεικνυμένου, τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν αὐτά. τριττὰ δ’ ἐστὶ γένη τά γε πρῶτα τῶν γυμνασίων, ὅσαι περ καὶ αἱ τῶν κινήσεων διαφοραί· ἢ γὰρ ἐξ ἑαυτῶν, ἢ ὑφ’ ἑτέρων, ἢ διὰ φαρμάκων κινούμεθα. τὸ μὲν δὴ τρίτον εἶδος τῆς κινήσεως οὐδαμῶς ὑγιαίνουσι πρέπον· ἡ δ’ ὑφ’ ἑτέρου κίνησις ἐν τῷ πλεῖν, καὶ ἱππεύειν, καὶ ὀχεῖσθαι, καὶ, ὡς ἀρτίως λέλεκται, διά τε λίκνων καὶ σκιμπόδων καὶ ἀγκαλῶν γίνεται. τοῖς μὲν οὖν νεογενέσι παιδίοις οὔπω δεῖ κινήσεως τηλικαύτης, ἡλίκη διά τε τῶν ὀχημάτων καὶ πλοίων καὶ τοῖς ἱππαζομένοις γίνεται· τοῖς δ’ ἤδη τὸ τρίτον ἢ τὸ τέταρτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἄγουσιν ἐγχωρεῖ καὶ δι’ ὀχημάτων καὶ πλοίων κινεῖσθαι τὸ μέτρια· ἑπταετῆ δὲ γινόμενα τὰ παιδία καὶ τῶν ἰσχυροτέρων ἀνέχεται κινήσεων, ὥστε καὶ ἱππεύειν ἐθίζεσθαι. δι’ ἑαυτῶν δὲ κινεῖσθαι τὰ παιδία τηνικαῦτα δύναται πρῶτον, ὅταν ἕρπειν ἀπάρξηται, καὶ μᾶλλον, ἐπειδὰν βαδίζειν· μὴ βιάζεσθαι δὲ αὐτὰ πρὸ τοῦ δέοντος, ὅπως μὴ διαστραφείη τὰ κῶλα. δηλοῖ δὲ κᾀν τῷδε τῆς ἡλικίας, εἰς ὅσον ἡ φύσις ἡμῶν ᾠκείωται γυμνασίοις. οὐ γὰρ ἂν, οὐδ’ εἰ κατακλείσαις παιδία, οἷός τε εἴης κωλύειν διαθέειν τε καὶ σκιρτᾷν ὡσαύτως γε τοῖς πώλοις τε καὶ τοῖς μόσχοις. ἱκανὴ γὰρ ἡ φύσις ἐν ἅπασι τοῖς ζώοις ὁρμὰς οἰκείας ἐνθεῖναι πρὸς ὑγίειάν τε καὶ σωτηρίαν. ἀλλ’ οἱ περὶ τὸν Ἀσκληπιάδην οὐδὲν τούτων ἐννοήσαντες ἐπὶ πολλῆς σχολῆς σοφίσματα πλέκουσιν, ἐπιδεικνύναι πειρώμενοι τὰ γυμνάσια μηδὲν εἰς ὑγίειαν συντελοῦντα. πρὸς ἐκείνους μὲν δὴ καὶ αὖθις εἰρήσεται τὰ εἰκότα, ὡς τῆς ἀδολεσχίας ἐπὶ τέλους εἰρησομένης· πρόκειται γάρ μοι νῦν οὐ σοφιστῶν ἀδολεσχίας ἐλέγχειν, ἀλλ’ αὐτὸ τὸ χρήσιμον εἰς ὑγίειαν ἐκδιδάσκειν. ἐπὶ δὲ τοὺς παῖδας ἐπάνειμι τοὺς ἄριστα κατεσκευασμένους τὰ σώματα. τούτους δὲ εἰκὸς εἶναί που καὶ τὸ τῆς ψυχῆς ἦθος ἀμέμπτους· ὡς, ὅσοι γε θυμικώτεροι τοῦ δέοντός εἰσιν, ἢ ἀθυμότεροι, ἢ εὐαισθητότεροι, ἢ ἀναισθητότεροί τινες, ἢ λιχνότεροι τοῦ προσήκοντος, ἀνάγκη τούτους οὐκ ὀρθῶς κεκρᾶσθαι τοῖς μέρεσιν ἐκείνοις τοῦ σώματος, οἷς ἐνεργοῦμεν ἕκαστα τῶν εἰρημένων. γέγραπται δὲ ὑπὲρ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν. ἀλλ’ ὅ γε νῦν ἡμῖν προκείμενος ἐν τῷ λόγῳ παῖς ἄριστός ἐστι τὰ πάντα. τούτου τοίνυν ἐπανορθοῦσθαι μὲν οὐδὲν χρὴ τῶν ἠθῶν τῆς ψυχῆς, φυλάττειν δ’, ὅπως μὴ διαφθαρῇ. φυλάττεται δὲ ἅπαν ὑπὸ τῶν αὐτῶν κατὰ γένος, ὑφ’ ὧν περ καὶ διαφθείρεται. διαφθείρεται δὲ τὸ τῆς ψυχῆς ἦθος ὑπὸ μοχθηρῶν ἐθισμῶν ἐν ἐδέσμασί τε καὶ πόμασι, καὶ γυμνασίοις, καὶ θεάμασι, καὶ ἀκούσμασι, καὶ τῇ συμπάσῃ μουσικῇ. τούτων τοίνυν ἁπάντων ἔμπειρον εἶναι χρὴ τὸν τὴν ὑγιεινὴν μετιόντα, καὶ μὴ νομίζειν, ὡς φιλοσόφῳ μόνῳ προσήκει πλάττειν ἦθος ψυχῆς· ἐκείνῳ μὲν γὰρ δι’ ἕτερόν τι μεῖζον τὴν αὐτῆς τῆς ψυχῆς ὑγίειαν, ἰατρῷ δὲ ὑπὲρ τοῦ μὴ ῥᾳδίως εἰς νόσους ὑποφέρεσθαι τὸ σῶμα. καὶ γὰρ θυμὸς καὶ κλαυθμὸς, καὶ ὀργὴ, καὶ λύπη, καὶ πλεῖον τοῦ δέοντος φροντὶς, ἀγρυπνία τε πολλὴ ἐπ’ αὐτοῖς γινομένη πυρετοὺς ἀνάπτουσι, καὶ νοσημάτων μεγάλων ἀρχαὶ καθίστανται, ὥσπερ καὶ τοὐναντίον ἀργία διανοίας, καὶ ἄνοια, καὶ ψυχὴ παντάπασι ῥᾴθυμος ἀχροίας τε καὶ ἀτροφίας ἐργάζεται πολλὰς ἀῤῥωστίᾳ τῆς ἐμφύτου θερμότητος. χρὴ μὲν γὰρ φυλάττειν παντὸς μᾶλλον ἐν ὅροις ὑγιεινοῖς τὴν σύμφυτον ἡμῖν θερμότητα. φυλάττεται δὲ ὑπὸ τῶν συμμέτρων γυμνασίων, οὐ κατὰ τὸ σῶμα μόνον, ἀλλὰ κατὰ τὴν ψυχὴν γιγνομένων. αἱ δ’ ἄμετροι κινήσεις ἐν διαλογισμοῖς τε καὶ ἐπιθυμίαις καὶ θυμοῖς, αἱ μὲν ὑπερβάλλουσαι χολωδέστερον ἀποφαίνουσι τὸ ζῶον, αἱ δ’ ἐλλείπουσαι φλεγματικώτερον καὶ ψυχρότερον. καὶ δὴ καὶ ταῖς μὲν προτέραις ἕξεσιν οἵ τε πυρετοὶ καὶ ὅσα θερμότερα παθήματα, ταῖς δ’ ἑτέραις ἐμφράξεις καθ’ ἧπάρ τε καὶ σπλάγχνα, ἐπιληψίαι τε καὶ ἀποπληξίαι, καὶ συνελόντι φάναι, τὰ καταῤῥοϊκά τε καὶ ῥευματικὰ νοσήματα συμπίπτει πάντα. καὶ οὐκ ὀλίγους δ’ ἡμεῖς ἀνθρώπους νοσοῦντας ὅσα ἔτη διὰ τὸ τῆς ψυχῆς ἦθος ὑγιεινοὺς ἀπεδείξαμεν, ἐπανορθωσάμενοι τὴν ἀμετρίαν τῶν κινήσεων. οὐ σμικρὸς δὲ τοῦ λόγου μάρτυς καὶ ὁ πάτριος θεὸς ἡμῶν Ἀσκληπιὸς, οὐκ ὀλίγας ᾠδάς τε γράφεσθαι καὶ μίμους γελοίων καὶ μέλη τινὰ ποιεῖν ἐπιτάξας, οἷς αἱ τοῦ θυμοειδοῦς κινήσεις σφοδρότεραι γινόμεναι θερμοτέραν τοῦ δέοντος ἀπειργάζοντο τὴν κρᾶσιν τοῦ σώματος, ἑτέροις δέ τισιν, οὐκ ὀλίγοις οὐδὲ τούτοις, κυνηγετεῖν, καὶ ἱππάζεσθαι, καὶ ὁπλομαχεῖν. εὐθὺς δὲ τούτοις διωρίσατο τό τε τῶν κινήσεων εἶδος, οἷς τοῦτο προσέταξε, καὶ τὸ τῆς ὁπλίσεως, οἷς δι’ ὅπλων ἐκέλευσε τὰ γυμνάσια ποιεῖσθαι. οὐ γὰρ μόνον ἐπεγείρειν αὐτὸ τὸ θυμοειδὲς ἐβουλήθη, ἀῤῥωστότερον ὑπάρχον, ἀλλὰ καὶ μέτρον ὡρίσατο τῇ τῶν γυμνασίων ἰδέᾳ. οὐ γὰρ ὡσαύτως θήγεται τὸ θυμοειδὲς εἰς ἀγρίους σῦς, ἢ ἄρκτους, ἢ ταύρους, ἤ τι τῶν οὕτως ἀλκίμων θηρίων, ἢ ἐπὶ λαγωοὺς, ἢ δορκάδας, ἤ τι τῶν οὕτως δειλῶν, οὐδ’ ὡσαύτως ἐπί τε τῆς κούφης ὁπλίσεως καὶ τῆς βαρείας, ὥσπερ οὐδὲ ἐν τῷ θέειν ὠκέως, ἢ μετρίως κινεῖσθαι, καὶ μετὰ τοῦ φιλονεικεῖν ἑτέροις, ἢ καθ’ ἑαυτόν. οὕτως καὶ τὸ μὲν κεκραγότων τῶν ἐγκελευομένων τε καὶ παροξυνόντων ἐπὶ τοὺς πόνους ἢ σιωπώντων οὐκ ὀλίγον διαφέρει. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔπειτα λόγοις ἐπὶ πλέον εἰρήσεται. τὰ δὲ σμικρὰ παιδία, τὰ τὴν ἀρίστην ἔχοντα κρᾶσιν, (ὑπὲρ τούτων γὰρ ὁ λόγος ἦν,) οὐκ ὀλίγης ἐπιμελείας δεῖται πρὸς τὸ μηδεμίαν ἐν αὐτοῖς τῆς ψυχῆς ἄμετρον γίνεσθαι κίνησιν· ἅτε γὰρ οὐδέπω λόγῳ χρώμενα, τῷ κλαίειν τε καὶ κεκραγέναι, καὶ θυμοῦσθαι, καὶ κινεῖν ἀτάκτως ἑαυτὰ διασημαίνει τὴν ἀνίαν. ἡμᾶς οὖν χρὴ στοχαζομένους, ὅτου δεῖται, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθῆναι αὐτῶν τὴν λύπην, εἰς σφοδροτέραν τε καὶ ἄτακτον κίνησιν ὅλην ἐμβαλεῖν τὴν ψυχὴν ἅμα τῷ σώματι· ἤτοι γὰρ ἐξ ἑαυτῶν ὀδαξούμενα, ἢ πρός τινος ἔξωθεν ἀνιώμενα, ἢ ἀποπατεῖν ἢ οὐρεῖν, ἢ ἐσθίειν ἢ πίνειν ἐθέλοντα κλαίει τε καὶ κινεῖται πλημμελῶς, ὥσπερ σφαδάζοντα. γένοιτο δ’ ἄν ποτε καὶ θάλπους ἐπιθυμεῖν αὐτὰ κρύει ταλαιπωρούμενα, καὶ ἀναψύξεώς τινος ὑπὸ θάλπους ἀμέτρου διοχλούμενα, καί ποτε μὴ φέροντα τὸ πλῆθος τῶν ἐπιβεβλημένων ἱματίων· ἀνιᾷ γὰρ δὴ καὶ τοῦτο πολλὰ οὐ σμικρὰ, καὶ μάλιστα κατὰ τὰς ἐπιστροφὰς ὅλου τοῦ σώματος, ἢ τὰς τῶν κώλων κινήσεις. ἀλλὰ καὶ αὐτὸ τὸ ἡσυχάζειν ἐπὶ πλέον οὐ σμικρῶς λυπηρόν· οὐδενὸς γὰρ ἀμετρίᾳ χαίρει ζῶον οὐδὲν, ἀλλ’ ἀεὶ τοῦ συμμέτρου χρῄζει. σύμμετρον δὲ οὐχ ἓν ἅπασιν, ἀλλ’ ἐν τῷ πρός τι πᾶσα συμμετρία. διὸ χρὴ τὸν ἐπιμελούμενον ἀνατροφῆς παιδίων, στοχαστικὸν ἀκριβῶς ὑπάρχοντα τοῦ συμμέτρου τε καὶ οἰκείου, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθεῖσαν αὐτῷ τὴν λύπην εἰς ἀμετρίαν κινήσεως ἐμβαλεῖν τό τε σῶμα καὶ τὴν ψυχήν· εἰ δ’ ἄρα ποτὲ καὶ λάθοι τὸ λυποῦν αὐξηθὲν, ἐπανορθοῦσθαι πειρᾶσθαι τὴν λύπην αὐτῷ τε τῷ παρέχειν αὐτίκα τὸ ἐπιθυμηθὲν, ἢ ἐκκόπτειν τὸ ἀνιῶν, ἔτι τε τῇ κινήσει τῇ διὰ τῶν ἀγκαλῶν καὶ τοῖς μέλεσι τῆς φωνῆς, οἷς εἰώθασιν αἱ σοφώτεραι τῶν τροφῶν χρῆσθαι. ἔγωγ’ οὖν ποτε, δι’ ὅλης ἡμέρας παιδίου κλαίοντός τε καὶ θυμουμένου, καὶ σφοδρῶς καὶ ἀτάκτως ἑαυτὸ μεταβάλλοντος, ἐξεῦρον τὸ λυποῦν, ἀπορουμένης τῆς τροφοῦ· ὡς γὰρ οὔτε πρὸς τὸν τιτθὸν ἐντεθειμένον, οὔτε προϊσχομένης αὐτὸ τῆς τρεφούσης, εἰ ἀποπατεῖν ἢ οὐρεῖν ἐθέλοι, καθίστατο, παρηγορεῖτο δ’ οὐδὲν, οὐδ’ ὁπόταν ἐν ταῖς ἀγκάλαις ἐνθεμένη κατακλίνειν ἐπιχειρήσειεν, ἐθεασάμην δὲ τὴν στρωμνὴν αὐτοῦ καὶ τὰ περιβλήματά τε καὶ ἀμφιέσματα ῥυπαρώτερα, καὶ αὐτὸ τὸ παιδίον ἤδη ῥυπῶν τε καὶ ἄλουτον, ἐκέλευσα λοῦσαί τε καὶ ἀποῤῥύψαι, καὶ τὴν στρωμνὴν ὑπαλλάξαι, καὶ πᾶσαν τὴν ἐσθῆτα καθαρωτέραν ἐργάσασθαι· καὶ τούτων γινομένων, αὐτίκα μὲν ἐπαύσατο τῶν ἀμέτρων κινήσεων, αὐτίκα δὲ καθύπνωσεν ἥδιστόν τε καὶ μακρότατον ὕπνον. εἰς δὲ τὸ καλῶς ἐστοχάσθαι πάντων τῶν ἀνιώντων τὸ παιδίον οὐκ ἀγχινοίας μόνον, ἀλλὰ καὶ τῆς περὶ τὸ τρεφόμενον αὐτὸ συνεχῶς ἐμπειρίας ἐστὶ χρεία.

Ταῦτ’ οὖν ἅπαντα περὶ τὸ παιδίον εἰς τρίτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἀξιῶ πραγματεύεσθαι, καὶ πρὸ τούτων ἔτι τῆς τρεφούσης αὐτὸ οὐ σμικρὰν ποιεῖσθαι πρόνοιαν, ἐδεσμάτων τε πέρι καὶ πομάτων, ὕπνων τε καὶ ἀφροδισίων, καὶ γυμνασίων, ὡς ἄριστον εἴη τὴν κρᾶσιν τὸ γάλα. γένοιτο δ’ ἂν τοιοῦτον, εἰ τὸ αἷμα χρηστότατον εἴη. ἔστι δὲ χρηστότατον τὸ μήτε πικρόχολον, μήτε μελαγχολικὸν, μήτε φλεγματῶδες, μήτ’ ὀῤῥώδει τινὶ μήθ’ ὑδατώδει συμμιγὲς ὑγρότητι. γεννᾶται δὲ τοιοῦτον ἐπί τε τοῖς συμμέτροις γυμνασίοις καὶ τροφαῖς εὐχύμοις ἅμα καὶ κατὰ καιρὸν τὸν προσήκοντα καὶ κατὰ μέτρα τὰ δέοντα λαμβανομέναις, ὥσπερ οὖν καὶ ἐν πόμασίν ἐστιν εὐκαίροις τε καὶ μετρίοις· ὑπὲρ ὧν ἁπάντων ἐν τοῖς ἔπειτα λόγοις ἀκριβῶς διορισθήσεται. ἀφροδισίων τε παντάπασιν ἀπέχεσθαι κελεύω τὰς θηλαζούσας παιδία γυναῖκας. αἵ τε γὰρ ἐπιμήνιοι καθάρσεις ἐρεθίζονται μιγνυμέναις ἀνδράσι, καὶ οὐκ εὐῶδες ἔτι μένει τὸ γάλα. καί τινες αὐτῶν ἐν γαστρὶ λαμβάνουσιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη παιδίῳ γάλακτι τρεφομένῳ. δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηστότατον τοῦ αἵματος εἰς τὸ κυούμενον. ἅτε γὰρ ἀρχὴν ζωῆς ἐν ἑαυτῷ ἰδίαν περιέχον, ὑπὸ ταύτης τε διοικεῖται καὶ διὰ παντὸς ἐπισπᾶται τὴν οἰκείαν τροφὴν, ὡσανεὶ ἐνεῤῥιζωμένον τε τῇ μήτρᾳ καὶ ἀχώριστον ὑπάρχον ἀεὶ, νύκτωρ τε ἅμα καὶ μεθ’ ἡμέραν. ἔλαττόν τε εἰκότως ἐν τῷδε καὶ φαυλότερον ἀποτελεῖται τὸ τῆς κυούσης αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ γάλα μοχθηρότερόν τε καὶ ὀλίγον ἐν τοῖς τιτθοῖς ἀθροίζεται. ὥστε ἔγωγε συμβουλεύσαιμι ἂν, εἰ κυήσειεν ἡ θηλάζουσα τὸ παιδίον, ἑτέραν ἐξευρίσκειν τροφὸν, ἐπισκεπτομένους τε καὶ δοκιμάζοντας αὐτῆς ἀκριβῶς τὸ γάλα γεύσει, καὶ ὄψει, καὶ ὀσφρήσει. καὶ γὰρ γευομένοις καὶ ὀσμωμένοις ἡδὺ, λευκόν τε καὶ ὁμαλὸν καὶ μέσως ἔχον ὑγρότητός τε καὶ πάχους ὀφθήσεται τὸ ἄριστον γάλα· τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ, καὶ τυρωδέστατον, ἢ ὑγρὸν, καὶ ὀῤῥῶδες, καὶ πελιδνὸν, καὶ ἀνώμαλον ἐν συστάσει καὶ χροιᾷ, καὶ γευομένοις πικρότατον, καὶ ἅλμης ἤ τινος ἑτέρας ἀλλοκότου ποιότητος ἔμφασιν ἕξει· τὸ δὲ τοιοῦτον οὐδὲ πρὸς τὴν ὀσμὴν ἡδύ. ταῦτα μὲν ἔστω σοι γνωρίσματα μοχθηροῦ τε καὶ χρηστοῦ γάλακτος, οἷς τεκμαιρόμενος, ὅταν ἤτοι κύησις, ἢ καὶ νόσημά τί ἐστι περὶ τὴν μητέρα γενόμενον, ἐφ’ ἑτέραν τροφὸν ἰέναι, τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν ποιεῖσθαι.

Τρέφειν σε τὸ παιδίον γάλακτι μόνῳ· ἐπειδὰν δὲ φύσῃ τοὺς ἔμπροσθεν ὀδόντας, ἐθίζειν ἤδη πως αὐτὸ καὶ τῆς παχυτέρας ἀνέχεσθαι τροφῆς, ὥσπερ οὖν καὶ τοῦτο αὐτὸ τῇ πείρᾳ διδαχθεῖσαι ποιοῦσιν αἱ γυναῖκες· ἄρτου μέντοι πρῶτον, ἐφεξῆς δ’ ὀσπρίων τε καὶ κρεῶν, ὅσα τ’ ἄλλα τοιαῦτα, προμασώμεναι καὶ ἐντιθεῖσαι τοῖς στόμασι τῶν παιδίων. ἀνατρίβειν δὲ χρὴ τὸ σῶμα τῶν βρεφῶν ἐλαίῳ γλυκεῖ, καθάπερ τοῦτο ποιοῦσαι ἐπιτηδείως αἱ πλεῖσται τῶν τροφῶν εὐθὺς ῥυθμίζουσί τε καὶ διαπλάττουσι τὰ μόρια. ἀλλ’ ἐπί γε τοῦ νῦν κατὰ τὸν λόγον ὑποκειμένου παιδίου, τὴν κατασκευὴν τοῦ σώματος ἀμέμπτως ἔχοντος, οὐδὲν χρὴ περιεργάζεσθαι τὴν τροφὸν εἴς γε τὴν τῶν μελῶν εὐρυθμίαν, ἀλλ’ ἀνατρίβειν τε τὰ μέτρια, καὶ λούειν ὁσημέραι, καθόσον οἷόν τε, μὴ περιεχομένου γάλακτος ἀπέπτου κατὰ τὴν γαστέρα· κίνδυνος γὰρ ἀναληφθῆναι τοῦτο, πρὶν πεφθῆναι καλῶς, εἰς ὅλον τὸ σῶμα τοῦ παιδίου. πολὺ δὲ δὴ μᾶλλον, εἰ καὶ τὴν γαστέρα τις αὐτὴν ἀνατρίβοι γάλακτος μεστὴν, ἐμπλήσει τε τὸ σῶμα τροφῆς ἀπέπτου, πληρώσει τε τὴν κεφαλήν. διὸ χρὴ πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ μὴ λαμβάνειν τὴν τροφὴν τὸ παιδίον μήτε πρὸ λουτρῶν μήτε πρὸ ἀνατρίψεων. γίγνοιτο δ’ ἂν τοῦτο, παραφυλαττούσης τῆς τροφοῦ τὸν ἐπὶ τοῖς μακροτέροις ὕπνοις καιρόν. ἐν τούτῳ γὰρ μάλιστα τὴν κοιλίαν ἤτοι παντάπασιν κενὴν ἢ πεπεμμένην ἤδη τὴν τροφὴν περιέχουσαν εὑρεῖν ἔστιν. εἰ δ’, ὥσπερ νῦν, ποιοῦσι, βλάπτουσιν ἔνιαι μὲν τῶν τροφῶν, ἕνα τινὰ χρόνον ἀφορίσασαι τῆς ἡμέρας, ἔνιαι δ’, ὅταν σχολάσωσι, τὸ τηνικαῦτα προνοούμεναι· διότι πολλάκις καὶ ἀναγκαῖόν ἐστι βλάπτεσθαι τὰ παιδία ἤπερ ὠφελεῖσθαι. ὁ γὰρ ὑφ’ ἡμῶν ἀφοριζόμενος καιρὸς ἄλλοτε εἰς ἄλλον ἐμπίπτει χρόνον ἤτοι τῆς ἡμέρας, ἢ τῆς νυκτός. ἐπὶ μέντοι τῶν μειζόνων παιδίων, ὅσα καὶ πληγαῖς, καὶ ἀπειλαῖς, ἐπιπλήξεσί τε καὶ νουθετήσεσι πείθεται, καιρὸς ἂν εἴη διττὸς εἰς ἀνάτριψίν τε καὶ λουτρόν· ὁ μὲν πρότερός τε καὶ ἄριστος, ἐπειδὰν ἐξαναστάντα τῶν ἑωθινῶν ὕπνων, εἶτα παίξαντα, τροφὴν αἰτῇ. τότε γὰρ ἐπιτίθεσθαι μάλιστα τούτοις χρὴ, τὸ μὲν σῶμα πρὸς ὑγίειάν τε ἅμα καὶ εὐεξίαν ἀσκοῦντα, τὴν δὲ ψυχὴν εἰς εὐπείθειάν τε καὶ σωφροσύνην, οὐκ ἄλλως παρέξειν αὐτοῖς τὴν τροφὴν φάσκοντά σε, εἰ μὴ προθύμως ἐπακούσαιεν, εἰς ὅσον ἂν ἐθέλωμεν ἡμεῖς, ἀνατρίψει τε καὶ λουτροῖς. οὗτος μὲν οὖν ἄριστος καιρός. εἰ δέ τις ἀσχολία τὸν τρέφοντα τὸ παιδίον ἀπάγει, μέτριον ἄρτου δόντα, παίζειν ἐπιτρέπειν, εἰς ὅσον ἂν βούληται, κᾄπειτ’ αὖθις αἰτῆσαν αὐτὸ τηνικαῦτα τρίβειν τε καὶ λούειν. οὐ μὴν πίνειν γε ἐπιτρεπτέον ποτὲ αὐτοὺς πρὸ τῶν λουτρῶν ἐπὶ τοῖς σιτίοις· ἀθροωτέρα γὰρ ἂν οὕτως ἡ ἀνάδοσις εἰς τὸ σῶμα τῶν ἐν τῇ γαστρὶ περιεχομένων γίγνοιτο. χρὴ δὲ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων σωμάτων φυλάττεσθαι τοῦτο. μεμπτέαι γὰρ αἱ τοιαῦται διαθέσεις τε καὶ κατασκευαὶ τῶν σωμάτων εἰσὶν, ἐφ’ ὧν ἄμεινόν ἐστι πρὸ τῶν λουτρῶν διδόναι σιτία. καὶ διορισθήσεται περὶ αὐτῶν ἐν τοῖς ἔπειτα λόγοις· ἀλλὰ νῦν γε τῆς ὑποθέσεως μνημονευτέον ἐστὶν, ὡς τὸν ἄριστα σώματος ἔχοντα παῖδα διαιτῶμεν, ὅπως ἡμῖν φυλάττοιτο τοιοῦτος· ἐφ’ οὗ βέλτιόν ἐστιν ἡγεῖσθαι τὰ λουτρὰ τῶν σιτίων. εἰ δ’ ἐν τοιούτῳ χωρίῳ τρέφοιτο ὁ παῖς, ἐν ᾧ βαλανεῖον οὐκ ἔνεστιν, (ἴσως μὲν οὖν οὐδ’ ὁμιλήσουσι τοῖσδε τοῖς γράμμασιν οἱ τοιοίδε,) λούουσι μὲν ἐν σκάφαις αἱ τροφοὶ κᾀνταῦθα τοὺς παῖδας, ἕως ἂν εἰς τὸ δεύτερον, ἢ καὶ εἰς τὸ τρίτον ἔτος ἀπὸ γενετῆς ἵκωνται· μείζονας δὲ γενομένους, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ καὶ διὰ τριῶν γέ που καὶ τεττάρων ἀλείφουσί τε καὶ ἀνατρίβουσιν· εἰ δὲ μὴ κωλύει τὰ τῆς ὥρας, αἱ λίμναι τε καὶ οἱ ποταμοὶ λουτρὰ αὐτοῖς εἰσιν, οἷόν περ ἡμῖν τὸ βαλανεῖον. παρὰ τοῖς Γερμανοῖς οὐ καλῶς τρέφεται παιδία. ἀλλ’ ἡμεῖς νῦν γε οὔτε Γερμανοῖς οὔτε ἄλλοις τισὶν ἀγρίοις ἢ βαρβάροις ἀνθρώποις ταῦτα γράφομεν, οὐ μᾶλλον ἢ ἄρκτοις, ἢ κάπροις, ἢ λέουσι, ἤ τισι τῶν ἄλλων θηρίων, ἀλλ’ Ἕλλησι, καὶ ὅσοι τῷ γένει μὲν ἔφυσαν βάρβαροι, ζηλοῦσι δὲ τὰ τῶν Ἑλλήνων ἐπιτηδεύματα. τίς γὰρ ἂν ἡμῶν ὑπομείνειε τῶν παρ’ ἡμῖν ἀνθρώπων εὐθὺς ἅμα τῷ γεγεννῆσθαι ἔτι θερμὸν τὸ βρέφος ἐπὶ τὰ τῶν ποταμῶν φέρειν ῥεύματα, κᾀνταῦθα, καθάπερ φασὶ τοὺς Γερμανοὺς, ἅμα πειρᾷν αὐτοῦ τῆς φύσεως, ἅμα τε καὶ κρατύνειν τὰ σώματα, βάπτοντας εἰς τὸ ψυχρὸν ὕδωρ, ὥσπερ τὸν διάπυρον σίδηρον; ὅτι μὲν γὰρ, ἐὰν ὑπομείνῃ τε καὶ μὴ βλαβῇ, καὶ τὴν ἐκ τῆς οἰκείας φύσεως ἐπεδείξατο ῥώμην, καὶ τὴν ἐκ τῆς πρὸς τὸ ψυχρὸν ὁμιλίας ἐπεκτήσατο, πρόδηλον παντί· ὅτι δ’, εἰ νικηθείη πρὸς τῆς ἔξωθεν ψύξεως ἡ ἔμφυτος αὐτοῦ θερμότης, ἀναγκαῖον αὐτίκα τεθνάναι, καὶ τοῦτ’ οὐδεὶς ἀγνοεῖ. τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων καὶ μὴ παντάπασιν ἄγριος ὢν καὶ Σκύθης εἰς τὴν τοιαύτην πεῖραν ἀγαγεῖν αὑτοῦ τὸ παιδίον, ἐν ᾗ θάνατός ἐστιν ἡ ἀποτυχία, καὶ ταῦτα μηδὲν μέγα τι μέλλων ἐκ τῆς πείρας κερδανεῖν; ὄνῳ μὲν γὰρ ἴσως ἤ τινι τῶν ἀλόγων ζώων ἀγαθὸν ἂν εἴη μέγιστον, οὕτω πυκνὸν καὶ σκληρὸν δέρμα ἔχειν, ὡς ἀλύπως φέρειν τὸ κρύος· ἀνθρώπῳ δὲ, λογικῷ ζώῳ, τί ἂν εἴη μέγα τὸ τοιοῦτον; οὐδὲ γὰρ εἰς ὑγίειαν ἁπλῶς οὑτωσὶ λέγων ἄν τις ἐπιτήδειον ὑπάρχειν τὸ πυκνότατον καὶ σκληρότατον δέρμα δεόντως ἂν εἴποι. διττῆς γὰρ οὔσης βλάβης τοῖς τῶν ζώων σώμασιν, ἑτέρας μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, ἑτέρας δὲ ἀπὸ τῶν ἔνδοθεν, εὐάλωτόν ἐστι τοῖς μὲν ἔξωθεν ἅπασιν, ὧν μαλακόν ἐστι καὶ ἀραιὸν τὸ δέρμα, τοῖς δὲ ἔνδοθεν ὧν πυκνόν τε καὶ σκληρόν. καὶ διὰ τοῦθ’ Ἱπποκράτης περὶ τῶν ἀπὸ τροφῆς ἐν ἡμῖν ἐπ’ ὠφελείᾳ τε καὶ βλάβῃ γινομένων διδάσκων ἐπ’ ἄλλοις πολλοῖς καὶ τοῦτ’ ἔγραψεν. ἀραιότης σώματος εἰς διαπνοὴν, οἷς πλεῖστον ἀφαιρέεται, ὑγιεινότερον, οἷς δ’ ἔλασσον, νοσερώτερον. βέλτιον οὖν ἑκατέρας πεφυλάχθαι τὰς ὑπερβολὰς, καὶ μήτ’ εἰς τοσοῦτον πυκνὸν τὸ δέρμα παρασκευάζειν, ὡς κωλύειν διαπνεῖσθαι καλῶς, μήθ’ οὕτως ἀραιὸν, ὡς ὑπὸ παντὸς τοῦ αἰτίου τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων βλάπτεσθαι ἑτοίμως. τοιοῦτον δὲ καὶ φύσει ἐστὶ τὸ σῶμα τοῦ νῦν ἡμῖν προκειμένου τῷ λόγῳ παιδίου, μέσον ἁπασῶν τῶν ὑπερβολῶν. οὕτως οὖν αὐτὸ διαιτητέον, ὡς φυλάττειν ἀεὶ τῆς κατασκευῆς τὴν ἀρετήν. φυλαχθήσεται δὲ, κατὰ μὲν τὴν πρώτην ἡλικίαν ἐν γάλακτι τρεφομένῳ, καὶ λουτροῖς γλυκέων ὑδάτων θερμῶν λουομένῳ, ὅπως ὅτι μάλιστα μέχρι πλείστου μαλακὸν αὐτῷ διαμένον τὸ σῶμα πολλὴν ἐπίδοσιν εἰς τὴν αὔξησιν ποιῆται. μετὰ δὲ ταῦτα, καθ’ ὃν ἂν ἤδη χρόνον εἰς διδασκάλους δύναιτο φοιτᾷν, οὐκ ἀναγκαῖον ἔτι λουτροῖς χρῆσθαι συνεχέσι, ἀλλ’ ἀρκεῖ διαπαλαίειν μανθάνοντα, σύμμετρά τε πονεῖν ἐνταῦθα πρὸ τῶν σιτίων, ἀλουτεῖν δὲ ἤδη τὰ πλείω. τὸ δ’ ὑπερπονεῖν, ὥσπερ ἔνιοι τῶν παιδοτριβῶν ἀναγκάζουσι τοὺς παῖδας, οὐδαμῶς ἀγαθὸν, ἀναυξῆ γὰρ ὑπὸ τῆς παρὰ καιρὸν σκληρότητος ἀποτελεῖται τὰ σώματα, κᾂν πλείστην ὁρμὴν ἐκ φύσεως εἰς τὴν αὔξησιν ἔχῃ.

Οἴνου δὲ τὸν οὕτω πεφυκότα παῖδα μέχρι πλείστου μηδ’ ὅλως γεύειν. ὑγραίνει τε γὰρ ἱκανῶς καὶ θερμαίνει τὸ σῶμα πινόμενος οἶνος, ἐμπίπλησί τε τὴν κεφαλὴν ἀτμῶν ἐν ταῖς ὑγραῖς καὶ θερμαῖς κράσεσι, οἵα πέρ ἐστι καὶ ἡ τῶν τοιούτων παιδίων. ἀλλ’ οὔτε ἐμπίπλασθαι καλὸν αὐτοῖς τὴν κεφαλὴν, οὔτε ὑγραίνεσθαι καὶ θερμαίνεσθαι περαιτέρω τοῦ προσήκοντος. εἰς τοσοῦτον γὰρ ἥκουσιν ὑγρότητός τε καὶ θερμότητος, ὡς, εἰ καὶ βραχὺ παραυξήσειέ τις ὁπότερον αὐτῶν, ἐν ἀμετρίᾳ καθίστασθαι. οὐσῶν δὲ πασῶν τῶν ἀμετριῶν φευκτῶν, ἡ τοιαύτη μάλιστ’ ἂν εἴη φευκτὴ, καθ’ ἣν οὐκ εἰς τὸ σῶμα μόνον, ἀλλὰ καὶ εἰς τὴν ψυχὴν ἡ βλάβη διϊκνεῖται. διόπερ οὐδὲ τοῖς ἤδη τελείοις ἄνευ τοῦ προσήκοντος μέτρου πινόμενος οἶνος ἀγαθός· εἰς θυμούς τε γὰρ ἐκκαλεῖται προπετεῖς, καὶ εἰς ὕβριν ἀσελγεῖς, καὶ τὸ λογιζόμενον τῆς ψυχῆς ἀμβλύ τε καὶ τεθολωμένον ἐργάζεται. ἀλλὰ τούτοις μὲν ἑτοίμως εἰς τὴν τῶν χολωδῶν περιττωμάτων ἐπίκρασίν τε ἅμα καὶ κένωσιν ἐπιτήδειος. οὐχ ἥκιστα δὲ καὶ εἰς τὴν ἐν αὐτοῖς τοῖς στερεοῖς ὀργάνοις τοῦ ζώου γινομένην ξηρότητα διά τε πόνους ὑπερβάλλοντας, ἔστιν ὅτε καὶ διὰ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν, ἐπιτήδειος οἶνος, ὑγραίνων μὲν καὶ ἀνατρέφων, ὅσ’ ἀμέτρως ἐξήρανται, πραΰνων δὲ τὸ δριμὺ τοῦ πικροῦ χυμοῦ καὶ δι’ ἱδρώτων τε καὶ οὔρων ἐκκενῶν. οἱ δὲ παῖδες, ἅτε μήτε τὸν τοιοῦτον ἀθροίζοντες χυμὸν, οἰκείαν τε παμπόλλην ἔχοντες ὑγρότητα, τῶν μὲν ἐξ οἴνου γενομένων ἀγαθῶν οὐδενὸς προσδέονται, μόνης δὲ ἀπολαύουσιν αὐτοῦ τῆς βλάβης. οὐκοῦν νοῦν ἔχων οὐδεὶς ἐπιτρέψει τοιούτῳ χρῆσθαι πόματι τοὺς παῖδας, ὃ πρὸς τῷ μηδὲν ἀγαθὸν ἐργάζεσθαι βλάβην ἐξαίσιον ἐφεδρεύουσαν ἔχει. οὐ μὴν οὐδὲ ψυχροῦ πόματος εἰς τὸ παντελὲς εἴργειν κελεύω τοὺς τοιούτους παῖδας, ὥσπερ ἔνιοι ποιοῦσιν, ἀλλ’ ἐπί τε σιτίοις τὰ πολλὰ καὶ κατὰ τὰς θερμοτάτας ὥρας, ὅτε ἥξουσιν αὐτοὶ πρὸς τὸ ψυχρὸν, ἐπιτρέπω χρῆσθαι, μάλιστα μὲν, εἰ οἷόν τε, πηγαίῳ προσφάτῳ, μηδεμίαν ἐπίκτητον ἔχοντι μοχθηρὰν ποιότητα, μὴ παρόντος δὲ τοῦ τοιούτου, τοῖς ἄλλοις. φυλάττεσθαι δὲ τὰ λιμναῖα, καὶ θολερὰ, καὶ δυσώδη, καὶ ἁλυκὰ, καὶ ἁπλῶς εἰπεῖν, ὅσα τινὰ ποιότητα κατὰ τὴν γεῦσιν ἐνδείκνυται· χρὴ γὰρ αὐτοῖς ἀποιότατον φαίνεσθαι τὸ κάλλιστον ὕδωρ, οὐ πρὸς τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὀσμήν. εἴη δ’ ἂν τὸ τοιοῦτον ἥδιστόν τε ἅμα πίνοντι καὶ ἀκριβῶς καθαρόν. εἰ δὲ καὶ ταχέως ἀποχωρεῖ τῶν ὑποχονδρίων, μηδὲν ζητεῖν ἕτερόν τι βέλτιον, ὡς, ὅσα γε καθαρὰ μέν ἐστι, καὶ λαμπρὰ, καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δὲ ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις, ἡμιμόχθηρα νομιστέον. ἀπέχεσθαι δὲ τούτων κελεύω τῶν πάμπαν ψυχρῶν, οὐ μὴν θερμοῖς γε χρῆσθαι κωλύω. ἀσφαλέστατον μὲν οὖν κεκρίσθαι τῇ πείρᾳ τὸ τοιοῦτον ὕδωρ. εἰ δὲ κἀκ γνωρισμάτων τις ἐθέλοι προγινώσκειν αὐτοῦ τὴν δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς ἄρκτον ἐῤῥυήκασιν, ἐκ πετρῶν ἐκθλιβόμεναι, τὸν ἥλιον ἀπεστραμμένον ἔχουσαι, ἀτέραμνά τε καὶ βραδύπορα τὰ τοιαῦτα χρὴ νομίζειν ἅπαντα. εὐθὺς δ’ αὐτοῖς ὑπάρχει καὶ τὸ θερμαίνεσθαί τε καὶ ψύχεσθαι βραδέως· ὡς ὅσων γε πρός τε τὰς ἀνατολὰς ἐῤῥώγασιν αἱ πηγαὶ, καὶ διὰ πόρου τινὸς ἢ γῆς διηθεῖται καθαρᾶς, θερμαίνεταί τε καὶ ψύχεται τάχιστα, ταῦτα ἐλπίζειν δεῖ εἶναι κάλλιστα πάσαις ταῖς ἡλικίας. οὐ γὰρ δὴ, καθάπερ οἴνων τε καὶ σιτίων, καὶ γυμνασίων, ἐγρηγόρσεώς τε καὶ ὕπνων, καὶ ἀφροδισίων ἄλλως ἄλλον ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας, οὕτω καὶ ὕδατος, ἀλλ’, ὅπερ ἄριστον εἴρηται νῦν, τούτῳ χρῆσθαι καὶ παῖδα, καὶ νεανίσκον, καὶ πρεσβύτην, ὥσπερ γε ἀέρα τὸν ἄριστον εἰσπνεῖν ἐν ἅπασιν ὁμοίως χρηστόν. ἄριστον δὲ ἀέρα λέγω τὸν ἀκριβῶς καθαρόν· εἴη δ’ ἂν ὁ τοιοῦτος ὁ μήτ’ ἐκ λιμνῶν, μήτ’ ἐξ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος, μήτ’ ἐκ βαράθρου δηλητήριον αὔραν ἀποπνέοντος, ὁποία περί τε Σάρδεις ἐστὶ καὶ Ἱερὰν πόλιν, ἑτέρωθί τε πολλαχόθι τῆς γῆς. οὕτως δὲ καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν καθαιρόντων ἢ μεγάλην τινὰ πόλιν ἢ πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθηρὸς ἱκανῶς ἐστι· μοχθηρὸς δὲ καὶ ὃς ἂν ἔκ τινος σηπεδόνος ἢ ζώων, ἢ λαχάνων, ἢ ὀσπρίων, ἢ κόπρου μιαίνηται· καὶ μὴν καὶ ὅστις ὁμιχλώδης ἐστὶ διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν, οὐκ ἀγαθὸς, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὑψηλοῖς ὄρεσι περιεχόμενος μηδεμίαν πνοὴν δέχηται, πνιγώδης γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν ἀνάλογον τοῖς ἀποκεκλεισμένοις ἐν οἴκοις τισὶν, ἐν οἷς εὐρὼς ὑπὸ σηπεδόνος τε καὶ ἀπνοίας ἀθροίζεται. οἱ μὲν δὴ τοιοῦτοι ἁπάσαις ταῖς ἡλικίαις λυμαίνονται, ὥσπερ γε καὶ ὁ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός. ἡ δὲ κατὰ θερμότητα καὶ ψυχρότητα, καὶ προσέτι ξηρότητα καὶ ὑγρότητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας, ἀλλὰ τοῖς μὲν εὐκράτοις σώμασιν ὁ εὔκρατος ἄριστος, ὅσα δ’ ἂν ὑπό τινος ἐξεχούσης ποιότητος δυναστεύηται, τούτοις ἄριστος ὁ ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ ξηρὸς, τῇ δὲ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς τοσοῦτον ὑγρότερος, εἰς ὅσον κᾀκείνη τοῦ συμμέτρου ξηροτέρα. ταυτὶ μὲν ἐν τῷδε τῷ λόγῳ γινώσκειν ἱκανά· ὥσπερ δ’ ἄν τις ἐπανορθοίη τὰς ἐκ τῶν μοχθηρῶν ὑδάτων τε καὶ ἀέρων βλάβας, ἐν ἑτέρῳ βιβλίῳ ῥηθήσεται, νυνὶ γὰρ οἷον σκοπόν τινα καὶ κανόνα τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἐπὶ τοῖς ἀρίστοις διαιτήμασι διελθεῖν ἔγνωκα· τὰς δὲ τῶν ἡμαρτημένων κατά τι σωμάτων ἅμα καὶ διαιτημάτων ὑπαλλάξεις ἐν τοῖς μετὰ ταῦτα γράμμασιν ἁπάσας διαιρήσομεν.

Πάλιν οὖν ὁ λόγος ἐπὶ τὸν ἄριστα κατεσκευασμένον παῖδα ἐπανελθὼν τὴν ἀπὸ τῆς πρώτης ἑβδομάδος ἡλικίαν αὐτοῦ μέχρι τῆς δευτέρας ἐκδιηγείσθω, κατά τε τὴν κρᾶσιν ὁποία τίς ἐστι καὶ ὧν τινων χρῄζει διαιτημάτων. ἡ μὲν δὴ κρᾶσις, ὡς κᾀν τοῖς περὶ κράσεων ὑπομνήμασι δέδεικται, θερμὴ μέν ἐστιν ὁμοίως, ὑγρὰ δὲ οὐχ ὁμοίως. ἀεὶ γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῶον ὁσημέραι γίνεται ξηρότερον, οὐ μὴν θερμότερόν γε ἢ ψυχρότερον ὡσαύτως ἐπὶ πάσαις ἡλικίαις. ἀλλ’ ὅσα μὲν ἄριστα κατεσκεύασται σώματα, παραπλησία πως ἡ θερμότης ἐπὶ τούτων ἄχρι τῆς ἀκμῆς παραμένει· ὅσα δὲ ὑγρότερα καὶ ψυχρότερα τῶν ἀρίστων ἐστὶν, αὐξάνεται τούτων ἡ θερμότης. ἀλλ’ ὅ γε νῦν λόγος οὐχ ὑπὲρ ἐκείνων ἐστίν. ὁ δὲ ἄριστα κατεσκευασμένος ἐκεῖνος ἄχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐν τῇ προειρημένῃ διαίτῃ φυλαττέσθω, γυμναζόμενός τε μήτε πάνυ πολλὰ μήτε βίαια, μή πως αὐτοῦ τὴν αὔξησιν ἐπίσχωμεν, καὶ λουόμενος ἐν θερμοῖς μᾶλλον ἢ ψυχροῖς λουτροῖς, οὔπω γὰρ οὐδὲ τούτων ἀλύπως ἀνέχεσθαι δυνήσεται. πλαττέσθω δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆς ἡλικίας καὶ μάλιστα δι’ ἐθισμῶν καὶ σεμνῶν μαθημάτων, ὅσα μάλιστα ψυχὴν ἐργάζεσθαι κοσμίαν ἱκανά· πρὸς γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆς ἡλικίαν αὐτοῦ περὶ τὸ σῶμα πραχθήσεσθαι μέγιστον ἐφόδιόν ἐστιν ἡ εὐκοσμία τε καὶ εὐπείθεια. μετὰ δὲ τὴν δευτέραν ἑβδομάδα μέχρι τῆς τρίτης εἰ μὲν εἰς τὴν ἄκραν εὐεξίαν ἄγειν αὐτὸν ἐθέλοις, ἤτοι στρατιώτην τινὰ γενναῖον, ἢ παλαιστικὸν, ἢ ὁπωσοῦν ἰσχυρὸν ἀπεργάσασθαι βουλόμενος, ἧττον τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅσα γε εἰς ἐπιστήμην τινὰ καὶ σοφίαν ἄγει, προνοήσῃ. τὰ μὲν γὰρ εἰς ἦθος ἐν τῷδε μάλιστα τῆς ἡλικίας ἀκριβωθῆναι προσήκει. εἰ δὲ τὰ μὲν κατὰ τὸ σῶμα μέχρι τοῦ κρατυνθῆναι τὰ μόρια καὶ περιποιῆσαί τινα ἕξιν ὑγιεινὴν καὶ αὐξῆσαι προαιροῖο, τὸ δὲ λογικὸν τῆς ψυχῆς τοῦ μειρακίου κοσμῆσαι σπουδάζοις, οὐ τῆς αὐτῆς ἐπ’ ἀμφοῖν διαίτης δεήσῃ. καίτοι καὶ τρίτον ἂν καὶ τέταρτον εἶδος βίου εὑρεθείη ποτὲ, τῶν μὲν ἐπί τινα βάναυσον ἀφιγμένων τέχνην, καὶ ταύτην ἤτοι γυμνάζουσαν, ἢ ἀγύμναστον φυλάττουσαν τὸ σῶμα, τῶν δὲ ἐπὶ γεωργίας, ἢ ἐμπορίας, ἤ τι τοιοῦτον ἕτερον. ὥστε καὶ χαλεπὸν εἶναι δοκεῖ ἀριθμῷ τινι περιλαβεῖν πάσας τῶν βίων τὰς ἰδέας. τῆς μὲν γὰρ ὑγιεινῆς τέχνης ἐπάγγελμά ἐστιν ἅπασιν ἀνθρώποις ὑποθήκας διδόναι πρὸς ὑγίειαν, ἤτοι καθ’ ἕκαστον ἰδίας, ἢ κοινῇ σύμπασιν ἁρμοττούσας, ἢ τὰς μέν τινας ἰδίας αὐτῶν, τὰς δὲ κοινάς. οὐ μὴν ἐγχωρεῖ περὶ πάντων ἅμα διελθεῖν, ἀλλὰ πρῶτον μὲν, ὡς ἄν τις ἐπὶ μήκιστον ἐκτείνων τὴν ζωὴν ὑγιαίνῃ τὰ πάντα· χρὴ δ’, οἶμαι, τὸν τοιοῦτον βίον ἁπάσης ἀναγκαίας πράξεως ἀποκεχωρηκέναι, μόνῳ σχολάζοντα τῷ σώματι· δεύτερον δὲ μεθ’ ὑποθέσεως ἢ τέχνης, ἢ πράξεως, ἢ ἐπιτηδεύματος, ἢ ὑπηρεσίας τινὸς, ἤτοι πολιτικῆς, ἢ ἰδιωτικῆς, ἢ ὅλως ἀναγκαίας ἀσχολίας. οὐ δὴ γὰρ ἄλλως ἂν εἴη σαφὴς ὁ λόγος, οὔτ’ εὐμνημόνευτος, οὔτε μεθόδῳ περαινόμενος ἡμῖν γίνοιτο χωρὶς τῆς εἰρημένης ἄρτι τάξεως. ἐπὶ δὲ τὴν πρώτην ἀνέλθωμεν ὑπόθεσιν, ἐπιδείξωμέν τε, ὅπως ἄν τις ἀρίστης τυχὼν κατασκευῆς σώματος, ἀποχωρήσας ἁπάντων τῶν κατὰ τὸν βίον εἰς τὸ κοινὸν συντελούντων, ἑαυτῷ μόνῳ ζήσειε, μήτε νοσήσας μηδέποτε, καθόσον οἷόν τε, μήτε ἀποθανὼν ἔμπροσθεν τοῦ μηκίστου χρόνου τῆς ζωῆς. ἄφθαρτον μὲν γὰρ ποιῆσαι τὸ γεννητὸν οὐχ οἷόν τε, κᾂν ὅτι μάλιστα τῶν καθ’ ἡμᾶς νῦν τις ἀνὴρ φιλόσοφος ἐπειρᾶτο δεικνύναι τοῦτο διὰ τοῦ θαυμασίου τούτου συγγράμματος, ἐν ᾧ διδάσκει τὴν ὁδὸν τῆς ἀθανασίας. ἐπὶ πλεῖστον δὲ χρόνον προσήκει ἐγχωρεῖν ποιῆσαι τὸ σῶμα, καὶ μάλιστα τοῦ κάλλιστα πεφυκότος. ἔνια γὰρ οὕτως εὐθὺς ἐξ ἀρχῆς κατεσκεύασται κακῶς, ὡς μηδ’ εἰς ἑξηκοστὸν ἔτος ἀφικέσθαι δύνασθαι, κᾂν αὐτὸν αὐτοῖς ἐπιστήσῃς τὸν Ἀσκληπιόν. ἀλλ’ οὐ νῦν περὶ ἐκείνων ὁ λόγος. ἐπὶ δὲ τὸν κατεσκευασμένον ἄριστα πάλιν ἐπανελθόντες ἀναμνήσωμεν ὧν ἐν ἀρχαῖς ἀπεδείξαμεν, ὡς ἐσθίειν μὲν καὶ πίνειν ἀναγκαῖον ἡμῖν, ἐπειδὴ διαπαντὸς ἀποῤῥεῖ τι τοῦ σώματος ἡμῶν, ἐπεὶ δὲ ἐσθίομέν τε καὶ πίνομεν, ἀναγκαῖον αὖθίς ἐστιν τῆς τῶν περιττωμάτων προνοεῖσθαι κενώσεως. ἐπεὶ δὲ τούτων ἐστὶν εἴδη πολλὰ, τὰ μὲν τῆς ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, τὰ δὲ τῆς ἐν ἥπατι καὶ ἀρτηρίαις καὶ φλεψὶ, τὰ δὲ τῆς καθ’ ἕκαστον μόριόν ἐστι περιττώματα, χρὴ δήπου καὶ τὴν κένωσιν αὐτῶν ἰδίαν εἶναι καθ’ ἕκαστον, ὥσπερ γε καὶ ἡ φύσις αὐτὴ φαίνεται τοῦτ’ ἐξ ἀρχῆς ἐργασαμένη. παρεσκεύασε γὰρ τοῖς ζώοις ὄργανα πολλὰ, τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα ταυτὶ τὰ περιττώματα, τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα, τὰ δὲ ἐκκρίνοντα. καὶ λέλεκται μὲν ὑπὲρ ἁπάντων ἐπὶ πλέον ἔν τε τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι κᾀν τοῖς περὶ χρείας μορίων· ἐν δὲ τῷ παρόντι ἔσται καὶ ταῦθ’ ἡμῖν ὑπόθεσις τῶν λόγων. τὸ μὲν γὰρ πρῶτον περίττωμα διακρίνεταί τε καὶ προπέμπεται κατὰ βραχὺ διὰ πάντων τῶν ἐντέρων ἄχρι τῆς κατὰ τὸ καλούμενον ἀπευθυσμένον ἀξιολόγου κοιλότητος, ἧς κατὰ τὸ πέρας ἐπίκεινται μύες, εἴργοντές τε καὶ κατέχοντες ἔνδον αὐτὸ, καὶ κωλύοντες ἀκαίρως ἐκρεῖν· ἐπειδὰν δ’ ἱκανῶς ἀθροισθὲν ἀνιαρὸν ᾖ τῷ ζώῳ, τηνικαῦτα παρίασιν ἔξω φέρεσθαι, συντελούντων πρὸς τὸ τάχος τῆς ἀφόδου τῶν κατ’ ἐπιγάστριον μυῶν ἅμα τῷ διαφράγματι. τὸ δ’ ἐν ἥπατι περίττωμα, τὸ μὲν οἷόν περ τὸ καλούμενον ἄνθος ἐν τοῖς οἴνοις ἐστὶ, τὸ δ’ οἷόν περ ἡ τρύξ. ἕλκεται δὲ τὸ μὲν ἕτερον ὑπὸ τῆς ὑποκειμένης τῷ σπλάγχνῳ κύστεως, τὸ δ’ ἕτερον ὑπὸ τοῦ σπληνός· ἀθροισθέντα δὲ ἐν τούτοις ἐκκρίνεται, τὸ μὲν εἰς τὴν ἀρχὴν τῶν λεπτῶν ἐντέρων, τὸ δ’ εἰς αὐτὴν τὴν γαστέρα, καὶ ἀπὸ τούτων ἤδη διὰ πάντων τῶν ἐντέρων ἅμα τῷ ξηροτέρῳ περιττώματι τῆς τροφῆς διεξέρχεται. τὸ δὲ ἐν φλεψὶ καὶ ἀρτηρίαις περίττωμα τοιοῦτόν ἐστιν, οἷον ὀῤῥὸς ἐν τῷ πηγνυμένῳ γάλακτι. καθῄραντες δὲ καὶ τοῦτο οἱ νεφροὶ τῇ κύστει παραπέμπουσιν· ἡ δ’ ἀθροίζει τρόπον ὁμοιότατον τῷ πρόσθεν εἰρημένῳ περὶ τοῦ ξηροῦ περιττώματος· ἐπίκειται γάρ τις καὶ τῇδε κατὰ τὸν ἔκρουν ἐπικάρσιος μῦς, κλείων οὕτως ἀκριβῶς τὸ στόμιον, ὡς μηδὲν ἔξω παραῤῥεῖν. ἐπειδὰν δὴ καὶ τοῦθ’ ἱκανῶς ἤδη γινόμενον ἀνιᾷ τὸ ζῶον, ἀφίσταται μὲν ὁ μῦς τῆς φρουρᾶς, ἀνιείς τε καὶ χαλῶν ἑαυτὸν, ἐκκρίνει δὲ τὸ περιττὸν ἅπαν ἡ κύστις, ἐπιβοηθούντων αὖ καὶ τῇδε πρὸς τὸ τάχος τῆς τῶν ξηρῶν περιττωμάτων ἐξόδου μυῶν τῶν κατὰ τὸ ἐπιγάστριον. τὸ δ’ ὑπόλοιπον γένος τῶν περιττωμάτων γίνεται μὲν ἐν ἑκάστῳ μορίῳ τοῦ τρέφοντος αὐτὰ χυμοῦ, τὸ μὲν οἷον ἡμίπεπτόν τι λείψανον, ἀδυνατῆσαν ἐξομοιωθῆναι τῷ τρεφομένῳ, τὸ δ’, ὅπερ ἦν ἔμπροσθεν ἀναδόσεως ὄχημα, πληρῶσαν τὴν χρείαν, ὑγρὸν καὶ λεπτὸν ὂν, οἷόν περ τὸ προειρημένον ὀῤῥῶδες, ἐκ τῶν ἀγγείων εἰς τὴν κύστιν περιῤῥεῖ. τούτῳ τῷ περιττώματι πόρος μὲν οὐδείς ἐστιν ἀποτεταγμένος ὑπὸ τῆς φύσεως, ἐκκρίνεται δὲ διά τε τῶν μαλακῶν σωμάτων φερόμενον, εἰκόντων αὐτοῦ τῇ ῥύμῃ; καὶ μάλισθ’ ὅταν ὑπὸ πνεύματος ἀθροωτέρου ὁρμήσαντος ὠθῆται, καὶ μέντοι καὶ διὰ τῶν σμικρῶν ἁπάντων πόρων, ὧν ἐστι πλῆρες ὅλον τε τὸ σῶμα καὶ σύμπαν τὸ δέρμα. λέλεκται δ’ ὑπὲρ τῆς γενέσεως αὐτῶν ἐν τοῖς περὶ κράσεων. τὸ μὲν δὴ λεπτότατον περίττωμα ῥᾳδίως ἐκκρίνεται, πρός τε τῆς ἐμφύτου θερμότητος εἰς ἰδέαν ἀτμοῦ λυόμενον, ὑπό τε βιαίας κινήσεως ἀθρόως ἐκρηγνύμενον. ὀνομάζεται δὲ τὸ μὲν οὕτως ἐκκριθὲν ἱδρώς· τὸ δὲ ἕτερον; οὐδὲν ἔχον ὄνομα, ὅτι οὐδὲ γινώσκεται τοῖς πολλοῖς, ἅτε τὴν ὄψιν ἐκφεῦγον ὑπὸ λεπτότητος, ἄδηλος αἰσθήσει διαπνοὴ κέκληται πρὸς αὐτῶν τῶν φωρασάντων αὐτὸ τῷ λογισμῷ. κατὰ τήνδε τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἐκκρίνεταί τι καὶ τοῦ παχυτέρου περιττώματος. ἰσχυροτέρας δὲ δεῖ τῷδε καὶ τῆς ἀγούσης θερμότητος, καὶ τῆς ὠθούσης ῥύμης, ἢ κίνδυνος αὐτῷ στῆναι κατά γε τὸ δέρμα, πρὶν ἐξαφικέσθαι πρὸς τὸ πέρας. ἐκ τούτου τοῦ περιττώματος ἥ τε τῶν τριχῶν ἐδείκνυτο γένεσις, οὐχ ἥκιστα δὲ καὶ ὁ περὶ τοῖς δέρμασιν ἀθροιζόμενος ἅπασι ῥύπος. εἴρηταί μοι σχεδὸν τὰ ἀναγκαῖα ἅπαντα τοῦ λόγου κεφάλαια τῆς τῶν περιττωμάτων γενέσεώς τε ἅμα καὶ κενώσεως, ἀποδεδειγμένα μὲν ἐν ἑτέραις πραγματείαις, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, μελλήσοντα δ’ ὑπόθεσις ἀναγκαία γενήσεσθαι τοῖς νῦν ἐνεστηκόσι λόγοις. ἐπειδὴ γὰρ ἐκκενοῦσθαι χρὴ ταῦτα, μοχθηρὰ ταῖς ποιότησιν ὑπάρχοντα, κᾂν Ἀσκληπιάδης μὴ βούληται, χρὴ πρῶτον μὲν ἐπίστασθαι τὰς αἰτίας αὐτῶν τῆς ἐπισχέσεως, ἐφεξῆς δὲ πειρᾶσθαι μήτε περιπίπτειν αὐταῖς, εἰ δὲ καὶ περιπέσοιμέν ποτε, διὰ ταχέων ἐπανορθοῦσθαι τὸ σφάλμα πειρᾶσθαι. τὸ μὲν δὴ μὴ περιπίπτειν ἐκ τοῦ γινώσκειν, πότερον αὐτάρκως ἀποκρίνεται, ἢ μὴ, περιγίνεται· τὸ δ’ ἐπανορθοῦσθαι μεθόδου τινὸς ἑτέρας προσδεῖται.

Λεγέσθω δὴ πρῶτον μὲν, ὑφ’ ὧν ἴσχεται τῶν εἰρημένων ἐκκρίσεων ἑκάστη· δεύτερον δὲ, ὅπως ἄν τις ἐπεσχημένην αὐτὴν προτρέψαι. ἡ μὲν δὴ τῶν περὶ τὴν γαστέρα περιττωμάτων ἐπίσχεσις ἤτοι διὰ τὰ λαμβανόμενα σιτία τε καὶ ποτὰ γίγνοιτ’ ἂν, ἢ διὰ τὴν γαστέρα μετὰ τῶν ἐντέρων· διὰ μὲν τὰ σιτία καὶ ποτὰ, παρά τε τὴν ποιότητα καὶ ποσότητα τῶν ληφθέντων, ἔτι τε πρὸς τούτοις τάξιν τε καὶ τὸν τρόπον τῆς χρήσεως· παρὰ μὲν τὴν ποιότητα, στρυφνῶν, ἢ αὐστηρῶν, ἢ ξηρῶν ταῖς συστάσεσιν ὑπαρχόντων· παρὰ δὲ τὴν ποσότητα, τοῦ προσήκοντος πλειόνων ἢ ἐλαττόνων· παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ στύφοντα πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ γλυκέα δεύτερα προσενέγκαιτο· παρὰ δὲ τὸν τρόπον τῆς χρήσεως, εἰ, δέον δὶς σιτεῖσθαι, πᾶσαν εἰς ἅπαξ προσενέγκαιτο τὴν τροφήν. ἡ δὲ περὶ τὴν γαστέρα τε καὶ τὰ ἔντερα τῆς ἐπισχέσεως τῶν περιττωμάτων αἰτία διά τε τὴν φύσιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον γίνεται διάθεσιν. αἱ μὲν δὴ περὶ τὴν φύσιν αὐτῶν αἰτίαι μοχθηρῶν εἰσι τοῦ σώματος κατασκευῶν, ὡς ἐν τῶ περὶ ἐκείνων εἰρήσεται λόγῳ· περὶ δὲ τῶν ἐπικτήτων ἐν τῷδε ῥητέον. ὀκτὼ διαφοραὶ τῶν τῆς γαστρὸς προσφάτων εἰσὶ διαθέσεων, ἅπασαι δυσκρασίαι κατὰ γένος ὑπάρχουσαι, τέσσαρες μὲν ἁπλαῖ, θερμότης, ψυχρότης, ξηρότης καὶ ὑγρότης, τέσσαρες δὲ ἄλλαι σύνθετοι, θερμότης τε ἅμα καὶ ξηρότης, καὶ θερμότης ἅμα ὑγρότητι, καὶ ψυχρότης ἅμα καὶ ξηρότης, καὶ ψυχρότης ἅμα ὑγρότητι. χρὴ δὲ εἰς τοσοῦτον ἥκειν μεγέθους ἑκάστην τῶν δυσκρασιῶν, ὡς ἀσθενῆ φανερῶς ἐργάσασθαι τὴν προωστικὴν δύναμιν, ἤτοι τῆς γαστρὸς μόνης, ἢ τῶν λεπτῶν ἐντέρων, ἢ τῶν παχέων, ἢ καὶ συμπάντων ἅμα τῶν εἰρημένων, ἤ τινων ἐν αὐτοῖς. συνίστανται δ’ αἱ τοιαῦται δυσκρασίαι ποτὲ μὲν ἀπὸ τῶν εἴσω τοῦ σώματος λαμβανομένων, ἔστι δ’ ὅτε καὶ ἀπὸ τῶν ἔξωθεν προσπιπτόντων· ἀπὸ μὲν τῶν εἴσω τοῦ σώματος, ὁπόταν ἐν ταῖς τροφαῖς ἢ τοῖς πόμασι φαρμακωδεστέρα τις ᾖ δύναμις, ἢ θερμαινόντων, ἢ ψυχόντων, ἢ ξηραινόντων, ἢ ὑγραινόντων, ἢ θερμαινόντων τε ἅμα καὶ ξηραινόντων, ἢ καὶ κατ’ ἄλλην τινὰ συζυγίαν ἐνεργούντων· ἀπὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀμέτρως θερμαίνοντος, ἢ ψύχοντος, ἢ ξηραίνοντος, ἢ ὑγραίνοντος, ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργοῦντος, ἢ ἀπό τινος ὕδατος, ἐν ᾧ τις ἔτυχε λουσάμενος, ἢ ἀλείμματός τινος, ἢ ἁπλῶς ὅτου δή τινος ἑτέρου προσπεσόντος ἔξωθεν τῇ γαστρὶ, θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν ἀμέτρως δυναμένου. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἐπέχεται γαστήρ. τὸ δὲ πικρόχολον περίττωμα διά τε τὴν ἀῤῥωστίαν τῆς ἑλκούσης ἢ ἐκκρινούσης αὐτὸ δυνάμεως, καὶ διὰ στενοχωρίαν τῶν παραγόντων τε καὶ ἐκκρινόντων ὀργάνων. ἀλλ’ ἡ μὲν ἀῤῥωστία τῆς τε κύστεως ὅλης τῆς ἐπὶ τῷ ᾕπατι, καὶ τῶν ἀπ’ αὐτῆς εἰς τὸ σπλάγχνον ἀγόντων στομάτων, καὶ τῶν εἰς τὸ ἔντερον ἐξερευγομένων πόρων ἐπὶ προσφάτῳ δυσκρασίᾳ γίγνοιτ’ ἂν, ἐφ’ ἧσπερ καὶ ἡ προωστικὴ δύναμις ἐλέγετο βλάπτεσθαι τῶν ἐντέρων τε καὶ τῆς γαστρός· ἡ δὲ στενοχωρία ἢ διὰ φλεγμονὴν, ἢ σκίῤῥον, ἢ ἔμφραξιν, ἢ τὴν ἐκ τῶν περιεχόντων αὐτὰ θλίψιν, ἢ μύσιν τῶν στομάτων. αὐταὶ δ’ αἱ θλίψεις ἐκ τῶν περιεχόντων ἢ διὰ πλῆθος ἄμετρον τῶν ἐν αὐτοῖς περιεχομένων, ἢ διὰ φλεγμονὴν, ἢ σκίῤῥον, ὥσπερ γε καὶ ἡ μύσις διά τι τούτων ἢ ξηρότητα, τῆς ξηρότητος δ’ αὐτῆς αἰτίαι τά τε στύφοντα σφοδρῶς ἐστι καὶ τὰ θερμαίνοντα μετὰ τοῦ ξηραίνειν. τὰ μὲν γὰρ ἐκθλίβοντά τε τὴν ὑγρότητα καὶ αὐτὰ τὰ κεχῃνότα συνάγοντά τε καὶ σφίγγοντα καὶ πιλοῦντα, τὰ δὲ διαφοροῦντα τὰς ὑγρότητας τὴν ξηρότητα ἐργάζεται. φλεγμονὴ γὰρ καὶ σκίῤῥος ἤδη γε νοσήματα φανερῶς ἐστιν· ὥστ’ ἐκπέπτωκεν τῆς ὑγιεινῆς πραγματείας, ἄλλως τε καὶ περὶ αὐτῶν εὐκαιρότερον εἰρήσεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ μελαγχολικὸν ἐκκαθαρθήσεταί ποτε περίττωμα, τοῦ μὲν σπληνὸς ἀνάλογον ἔχοντος τῇ χοληδόχῳ κύστει, τῆς δ’ εἰς αὐτὸν τεταμένης φλεβὸς ἀπὸ πυλῶν τοῦ ἥπατος τοῖς ἕλκουσιν ἀγγείοις τὸ χολῶδες περίττωμα, τῆς δ’ ἐκ τοῦ σπληνὸς εἰς τὴν γαστέρα φερομένης φλεβὸς τῷ τὴν χολὴν ἐξερευγομένῳ πόρῳ. τὸ δὲ καθ’ ἕκαστον τῶν τρεφομένων τοῦ ζώου μορίων περίττωμα διά τε πλῆθος καὶ πάχος αὐτοῦ, καὶ προσέτι καὶ γλισχρότητα, ἢ δι’ ἀῤῥωστίαν τῆς λυούσης αὐτὸ θερμότητος, καὶ διὰ στενοχωρίαν τῆς διεξόδου κωλυθήσεται. πλῆθος μὲν δὴ, καὶ πάχος, καὶ γλισχρότης ἤτοι γ’ ἐκ τῆς τῶν πομάτων τε καὶ ἐδεσμάτων γίνεται φύσεως, ἢ ἐκ προσφάτου τινὸς ἀῤῥωστίας τῆς ἀλλοιωτικῆς ἐν τῷ τρεφομένῳ δυνάμεως· ἡ δ’ ἀσθένεια τῆς οὐ λυούσης αὐτὸ θερμότητος ἀγυμνασίας ἔκγονος ὑπάρχει· καὶ ἡ στενοχωρία δὲ τῆς διεξόδου διὰ σκίῤῥον, καὶ φλεγμονὴν, ἔμφραξίν τε καὶ θλίψιν, καὶ μύσιν γίνεται· τούτων δὲ ἑκάστου τὴν γένεσιν ὀλίγῳ πρόσθεν εἰρήκαμεν. ἔνια μέντοι μόρια πρὸς τοῖς ἀδήλοις τούτοις πόροις ἑτέρους τινὰς ἔχει σαφεῖς καὶ αἰσθητοὺς, ὥσπερ ἐγκέφαλός τε καὶ ὀφθαλμός. καὶ τοῦτο γίνεται πρὸς τῆς φύσεως ἢ διὰ τὸ κύριον τοῦ μέρους, ἢ διὰ τὴν ἀκρίβειαν τῆς ἐνεργείας, ἢ διὰ πυκνότητα τῶν περιεχόντων σωμάτων. ὁ μὲν γὰρ ἐγκέφαλος οἶκός τίς ἐστιν τῆς λογικῆς ψυχῆς, καὶ στεγανῷ περιλαμβανόμενος ὀστῷ διὰ μεγίστων τε καὶ πλείστων ὀχετῶν ἐκκαθαίρεται, πρῶτον μὲν τῶν κατὰ τὰς ῥῖνάς τε καὶ τὴν ὑπερῴαν, δεύτερον δὲ τῶν καθ’ ἑκάτερον οὖς, καὶ τρίτον τῶν κατὰ τὰς τοῦ κρανίου ῥαφάς· οὐκ ἀπεικὸς δὲ καὶ εἰς τοὺς ὀφθαλμούς τι συῤῥεῖν ἐξ αὐτοῦ. ὁ δὲ ὀφθαλμὸς οὐχ ὡς κύριος ἔτι οὗτός γε, ἀλλ’ ὡς ἀκριβῶς καθαρὸς εἶναι δεόμενος εἰς τὴν τῆς ἐνεργείας ἀκρίβειαν, αἰσθητοῖς τε ἐκκενοῦται πόροις ἅπαν ὅσον ἐν αὐτῷ περίττωμα γεννᾶται, κατά τε τὴν ῥῖνα καὶ κατὰ τὰ βλέφαρα.

Τὰ μὲν οὖν τῶν περιττωμάτων αἴτιά τε καὶ ὄργανα λέλεκται. ὅπως δ’ ἄν τις ταῦτα κατεσχημένα κενώσαι, ἐφεξῆς λεκτέον, ἀρξαμένους αὗθις ἀπὸ τῶν κατὰ τὴν γαστέρα. κοινὸν μὲν οὖν ἐπὶ πάντων παράγγελμα, τὴν ἐναντίαν αἰτίαν τῇ τὴν βλάβην ἐργασαμένῃ προσάγειν· ἴδιον δὲ καθ’ ἑκάστην, εἰ μὲν ὀλιγώτερα καὶ ξηρότερα προσαράμενος ἐπισχεθῇ τὴν γαστέρα, πλείω τε ἅμα προσφέρειν καὶ ὑγρότερα, εἰ δὲ ξηρότερα, πλείω μὲν μὴ προσφέρειν, ὑγρότερα δὲ, εἰ δ’ αὐστηρὰ καὶ στρυφνὰ, γλυκέσι τε καὶ λιπαροῖς εὐωχεῖν, εἰ δὲ τῇ τάξει πλημμελῶς, εἰς τὸ δέον ἐπανάγειν, εἰ δὲ ἅπαξ ἀντὶ τοῦ δὶς, οὐ μόνον δὶς, ἀλλὰ καὶ πολλάκις προσφέρειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς προσφάτους δυσκρασίας ἐξιᾶσθαι τοῖς ἐναντίοις, ὑγραίνοντα μὲν, εἰ ξηρανθείη, θερμαίνοντα δὲ, εἰ ψυχθείῃ, κᾀπὶ τῶν ἄλλων ποιοτήτων ἀναλόγως. αἱ δ’ ὗλαι τούτων ἐν ταῖς περὶ τῶν φαρμάκων ἡμῖν γεγραμμέναις πραγματείαις εἴρηνται. ἐπισχεθείσης δὲ τῆς ξανθῆς χολῆς, ἐπὶ μὲν ἐμφράξει τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον· εἴρηται δ’ ἡ ὕλη τῆς τοιαύτης διαίτης ἑτέρωθι δι’ ἑνὸς γράμματος· ἐπὶ δὲ θλίψεσι, ταῖς μὲν διὰ τὴν τῶν ὁμιλούντων τοῖς χολοδόχοις πόροις σωμάτων ἄμετρον πλήρωσιν, εἰ μὲν διὰ πάχος χυμῶν, τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον, εἰ δὲ διὰ πλῆθος, τῇ κενώσει· εἰ δὲ διὰ φλεγμονὴν ἢ σκίῤῥον, ἐκπέπτωκεν ἤδη τὰ τοιαῦτα τῆς ὑγιεινῆς πραγματείας· εἰ δὲ διὰ δυσκρασίαν ὑπόγυιον, ἀντεισάγοντα τὴν ἡττημένην ποιότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἰᾶσθαι χρὴ τὴν μύσιν τῶν στομίων, ἐπὶ μὲν τοῖς αὐστηροῖς γινομένην, τὰ λιπαρὰ καὶ γλυκέα κελεύοντα λαμβάνειν, ἐπὶ δὲ τοῖς θερμαίνουσι καὶ ξηραίνουσιν, ὅσα ψύχει καὶ ὑγραίνει. λεχθήσεται δ’ ἡ τῶν τοιούτων ὕλη ἐν τοῖς ἑξῆς ὑπομνήμασιν. ὁ αὐτὸς δὲ τρόπος ἐστὶ τῆς καθάρσεως ἐπισχεθέντι τῷ τρίτῳ γένει τῶν περιττωμάτων, ὃ καθ’ ἕκαστον τοῦ ζώου μόριον ἔφαμεν συνίστασθαι. εἰ μὲν γὰρ μύσει ἔτι τὰ στόματα τῶν πόρων, ἐπανορθοῦσθαι χρὴ διὰ τῶν ἐναντίων τοῖς βλάψασι, τὰς μὲν ἐπὶ τοῖς ψύχουσιν αἰτίοις στεγνώσεις ἐκθερμαίνοντα, καθάπερ ὅσαι πυκνωθέντων ἡμῶν ὑπὸ κρύους γίνεται, τὰς δὲ ἐπὶ θερμότητι καὶ ξηρότητι ἐμψύχοντά τε καὶ ἀνυγραίνοντα, καθάπερ ὅσαι δι’ ἐκκαύσεις· οὕτω δὲ καὶ ὅσαι διὰ τῶν στυφόντων προσέπεσον, ὥσπερ ὅσα τῶν ὑδάτων ἐστὶ στυπτηριώδη, λιπαραῖς τε καὶ μαλακαῖς τρίψεσιν ἅμα τοῖς τῶν γλυκέων ὑδάτων λουτροῖς. εἰ δὲ ἐμφραχθεῖεν οἱ πόροι διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα περιττωμάτων, ἡ λεπτύνουσα δίαιτα τούτοις ἁρμόσει, καὶ ὅσα τέμνει καὶ θερμαίνει φάρμακα, τὰ μὲν εἴσω τοῦ σώματος λαμβανόμενα, τὰ δὲ ἔξωθεν ἐπιτιθέμενα, καὶ πρὸ τούτων ἁπάντων γυμνάσια. καὶ γὰρ καὶ ταῦτα λύειν τε δύναται τὰ περιττώματα καὶ διὰ τῶν πόρων ἐκκενοῦν, καὶ τοσούτῳ πλεονεκτεῖ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρμάκων, ὅσῳ βέλτιόν ἐστι μηδὲν βλαπτόμενον εἰς τὴν τῶν σωμάτων ἕξιν ἐκκενοῦσθαι τὰ περιττὰ τοῦ σώματος τοῦ σὺν τῷ τάς τε σάρκας συντήκεσθαι καὶ ἰσχνοῦσθαι τὰ στερεά. αὗται μὲν γὰρ αἱ βλάβαι τοῖς θερμοῖς τε καὶ λεπτύνουσιν ἐφεδρεύουσι φαρμάκοις· ἐπὶ δὲ τοῖς γυμνασίοις οὐ μόνον οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ ῥώμη τοῖς ὀργάνοις ἐγγίνεται, τῆς θερμότητος ἀναζωπυρουμένης αὐτοῖς, κᾀκ τῆς πρὸς ἄλληλα τῶν σωμάτων παρατρίψεως σκληρότητός τέ τινος καὶ δυσπαθείας ἐγγιγνομένης. ὡς δ’ ἄν τις ἐν καιρῷ γυμνάζοιτο, καὶ μέτρῳ τῷ προσήκοντι χρῷτο καὶ τάξει καὶ ποιότητι τῶν κατὰ μέρος ἐνεργειῶν τῇ δεούσῃ, νυνὶ μὲν οὐ πρόκειται λέγειν, ὥσπερ οὐδὲ περὶ τροφῆς καὶ καιροῦ καὶ μέτρου καὶ τάξεως καὶ ποιότητος, οὐδὲ περὶ τῶν λεπτυνόντων ἐδεσμάτων καὶ πομάτων, οὐδὲ περὶ τῶν ἀλλοιούντων κατὰ ποιότητα φαρμάκων· οὐδενὸς γὰρ αὐτῶν οὐδέπω τὴν κατὰ μέρος εἴπομεν χρῆσιν, ἀλλ’ ἠρκέσθημεν ἐπὶ κεφαλαίων μόνον διελθεῖν· ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ὑπὲρ ἁπάντων ἐπὶ πλέον εἰρήσεται.

Νυνὶ μὲν γὰρ εἰς σύνοψιν ἀγαγεῖν ἠβουλήθην ἅπασαν τὴν πραγματείαν, ὡς μηδεμίαν ὕλην λαθεῖν, ἧς ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν. οὐδὲν γὰρ χεῖρον ὑγιεινὸν ὀνομάσαι τὸν ἐπιστήμονα καὶ ὑγιεινῆς ἁπάσης τέχνης, ὥσπερ τὸν μόνης τῆς περὶ τὰ γυμνάσια γυμναστήν· ἀτὰρ οὖν καὶ ὠνόμασεν Ἐρασίστρατος οὕτως αὐτόν. ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ἑκάστης τῶν εἰρημένων ὑλῶν ἐπισκεψόμεθα τόν τε καιρὸν καὶ τὴν ποιότητα καὶ τὴν ποσότητα καὶ τὸν τρόπον τῆς χρήσεως, ὡς μηκέθ’ ὕλην μόνον, ἀλλ’ ὑγιεινὸν αἴτιον γίνεσθαι. ἐν τρισὶ γὰρ τούτοις γένεσι πρώτοις ἐστὶν ἡ ὑγιεινὴ πραγματεία, καθάπερ καὶ ἡ θεραπευτικὴ, σώμασί τε καὶ αἰτίοις καὶ σημείοις· σώμασι μὲν αὐτοῖς τοῖς ὑγιαίνουσι, ἃ χρὴ φυλάττεσθαι τοιαῦτα, σημείοις δὲ τοῖς συμβεβηκόσιν αὐτοῖς, ἐξ ὧν διαγινώσκεται, αἰτίοις δὲ, ὑφ’ ὧν ἡ φυλακὴ τῆς ὑγιείας γίγνεται. τέτταρας δὲ τῆς τούτων ὕλης τὰς διαφορὰς οἱ δοκιμώτατοι τῶν νεωτέρων ἰατρῶν ἔθεντο, προσφερόμενα, ποιούμενα, κενούμενα, καὶ ἔξωθεν προσπίπτοντα· προσφερόμενα μὲν ἐδέσματά τε καὶ πόματα, καὶ εἴδη τινὰ τῶν φαρμάκων, ἔσω τοῦ σώματος λαμβανόμενα, καὶ τὸν εἰσπνεόμενον ἀέρα, ποιούμενα δὲ τρίψεις τε καὶ περιπάτους καὶ ὀχήσεις καὶ ἱππασίαν καὶ κίνησιν σύμπασαν. εἰ δ’ οὐ πᾶσα κίνησίς ἐστι γυμνάσιον, ἀλλ’ ἡ σφοδροτέρα μόνον, προσκείσθω ᾧδε τῇ κινήσει τὸ γυμνάσιον, ὡς εἶναι τὰ ποιούμενα κινήσεις τε καὶ γυμνάσια. συγκαταριθμοῦνται δὲ τῷ γένει τῶν αἰτίων τῶνδε καὶ ἐγρηγόρεις καὶ ὕπνοι καὶ ἀφροδίσια. τὰ δὲ ἔξωθεν προσπίπτοντα, πρῶτος μὲν ὁ περιέχων ἀὴρ, ἔπειθ’ ὅ λουομένοις ἢ ἀλειφομένοις προσπίπτει τῷ δέρματι, καὶ εἰ δή τι φάρμακόν ἐστιν, οὐκ ἐκβαῖνον ὅρους ὑγιεινοῦ; ὥσπερ ἅλες, ἢ μύρτα, ἢ νίτρον, ἢ ἀφρόνιτρον, ἤ τι τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ἡ δὲ τῶν κενουμένων ὕλη προείρηται μὲν ὀλίγον ἔμπροσθεν· εἰ δ’ ὀρθῶς ἀντιδιῄρηται τοῖς προειρημένοις τρισὶ γένεσι τῶν αἰτίων, οὐ ῥᾴδιον ἀποφῄνασθαι. τάχα γὰρ ἦν βέλτιον ὑπὸ μὲν τῶν προσφερομένων καὶ ποιουμένων καὶ προσπιπτόντων ἔξωθεν ἀλλοιοῦσθαί τε καὶ μετακοσμεῖσθαι φάναι τὰ κατὰ τὸ σῶμα, τὴν μεταβολὴν δὲ αὐτῶν γίνεσθαι κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν, καὶ κατὰ μὲν τὸ ποιὸν ἐν τῷ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, κατὰ δὲ τὸ ποσὸν ἐν τῷ τρέφεσθαι καὶ κενοῦσθαι, καὶ αὐτήν γε τὴν κένωσιν εἶναι διττὴν, ἑτέραν μὲν τῶν περιττωμάτων, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, ἑτέραν δὲ αὐτῆς τῆς οἰκείας οὐσίας ἡμῶν φύσεως ἀποῤῥεούσης, ἥτις ἀντίκειται τῇ θρέψει. ἐπισημῄνασθαι δὲ κᾀνταῦθα χρὴ τὴν ὁμωνυμίαν, ἣν Ἱπποκράτης ἐν τῷ περὶ τροφῆς συγγράμματι διείλετο, φάμενος ᾧδε· τροφὴ δὲ καὶ τρέφον, τροφὴ δὲ καὶ τὸ οἷον, τροφὴ καὶ τὸ μέλλον. τῇ μὲν γὰρ κατὰ τὸ πρῶτον σημαινόμενον τροφῇ τε καὶ πέψει τὴν ἀποῤῥοὴν τῆς οὐσίας ἀντιδιαιρεῖσθαι χρὴ, τῇ δὲ κατὰ τὸ δεύτερον αἱμοῤῥαγίαν τε καὶ ἁπλῶς εἰπεῖν αἵματος ἅπασαν κένωσιν, τῇ δὲ κατὰ τὸ τρίτον ἔμετόν τε καὶ λειεντερίαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαιρέσεων, ὅπως ἄν τις ἐθέλῃ, τιθέσθω. τῶν δ’ ὑλῶν ἁπασῶν τῶν ὑγιεινῶν ἐπίστασθαι ἀναγκαῖον τὰς δυνάμεις τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα· καὶ γὰρ ἡ ἐπιδέξιος αὐτῶν χρῆσις ἐντεῦθεν ὥρμηται. γίνεται δ’ ἡ ἐπιδέξιος αὐτῶν χρῆσις, ἐὰν τόν τε καιρὸν ἑκάστου καὶ τὸ μέτρον εὕρωμεν. ὥστε ἐπὶ ταύτην χρὴ προϊέναι μᾶλλον, οὐ τὰς μοχθηρὰς αἱρέσεις ἐξελέγχειν. ἀλλὰ καὶ ἐπειδὴ μέγεθος ἱκανὸν ὁ πρῶτος ἤδη μοι λόγος ἔχει, τοῦτον μὲν ἐνταῦθα καταπαύσω, τὰ δ’ ὑπόλοιπα τῆς πραγματείας ἐν τοῖς ἑξῆς διηγήσομαι.

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Β.

Τὰ μὲν δὴ κεφάλαια καὶ τοὺς σκοποὺς τῆς ὑγιεινῆς τέχνης ὁ πρόσθεν λόγος εἴρηκεν· τὰ δὲ κατὰ μέρος ἅπαντα πειρᾶσθαι χρὴ διελθεῖν, ἀρξαμένους αὖθις ἀπ’ ἐκείνων, εἰς ἅπερ ἐτελεύτησε τὸ πρῶτον γράμμα. ὑποκείσθω δή τις ἡμῶν τῷ λόγῳ παῖς ὑγιεινότατος φύσει, τῆς τρίτης ἑβδομάδος ἐτῶν ἀρχόμενος, ἐφ’ οὗ πλάττειν τε καὶ κοσμεῖν τὸ σῶμα προκείσθω καθ’ ὅσον οἷόν τε κάλλιστα. καὶ πρῶτον τοῦτ’ αὐτὸ διοριστέον, τί ποτε βούλεται τῷ λόγῳ τὸ κάλλιστα προσκείμενον. βούλεται δὲ τόδε. ὥσπερ αὐτῶν τῶν σωμάτων ἐδείχθη παμπόλλη τις οὖσα διαφορὰ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν βίων, οὓς βιοῦμεν, εἴδη πάμπολλά ἐστιν. οὐκ οὖν ἐγχωρεῖ τὴν ἀρίστην τοῦ σώματος ἐπιμέλειαν ἐν ἅπαντι τῷ προχειρισθέντι βίῳ συστήσασθαι, ἀλλὰ τὴν μὲν ἑκάστῳ βελτίστην οἷόν τε, τὴν δ’ ἁπλῶς ἀρίστην οὐκ ἐγχωρεῖ κατὰ πάντας τοὺς βίους ποιήσασθαι. πολλοῖς γὰρ τῶν ἀνθρώπων μετὰ περιστάσεως πραγμάτων ὁ βίος ἐστί. καὶ βλάπτεσθαι μὲν ἀναγκαῖόν ἐστιν αὐτοῖς ἐξ ὧν πράττουσιν, ἀποστῆναι δ’ ἀδύνατον. ἔνιοι μὲν γὰρ ὑπὸ πτωχείας εἰς τοὺς τοιούτους ἐμπίπτουσι βίους, ἔνιοι δ’ ὑπὸ δουλείας, ἤτοι πατρόθεν εἰς αὐτοὺς καθηκούσης, ἢ αἰχμαλώτοις ληφθεῖσιν, ἢ ἁρπαχθεῖσιν, ἅσπερ καὶ μόνας δουλείας ὀνομάζουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. ἐμοὶ δὲ δοκοῦσι καὶ ὅσοι διὰ φιλοτιμίαν ἢ δι’ ἐπιθυμίαν ἡντιναοῦν εἵλοντο βίον ἐν περιστάσεσι πραγμάτων, ὡς ὀλίγιστα δύνασθαι σχολάζειν τῇ τοῦ σώματος ἐπιμελείᾳ, καὶ οὗτοι δουλεύειν ἑκόντες οὐκ ἀγαθαῖς δεσποίναις. ὥστε τούτοις μὲν οὐκ ἐγχωρεῖ γράψαι τὴν ἁπλῶς ἀρίστην ἐπιμέλειαν τοῦ σώματος· ὅστις δὲ ἀκριβῶς ἐλεύθερος ὑπάρχει καὶ τύχῃ καὶ προαιρέσει, δυνατὸν ὑποθέσθαι τῷδε, ὡς ἂν ὑγιαίνοι μάλιστα, καὶ ἥκιστα νοσήσειε, καὶ γηράσειεν ἄριστα. καὶ μέν γε καὶ ἡ ὑγιεινὴ μέθοδος, καθάπερ οὖν καὶ ἄλλη πᾶσα μέθοδος, ἀρχὴν διδασκαλίας τοιαύτην ἐπιζητεῖ. τὸ γὰρ ἁπλοῦν καὶ ἄμεμπτον ἐν ἑκάστῳ γένει, καθάπερ τις κανὼν, ἁπάντων ἐθέλει· προτετάχθαι τῶν οὐχ ἁπλῶν οὐδ’ ἀμέμπτων. ἁπλοῦν δὲ καὶ ἄμεμπτον ἐν μὲν τοῖς σώμασι τὸ κατεσκευασμένον ἄριστά ἐστιν, ἐν δὲ τοῖς βίοις τὸ ἀκριβῶς ἐλεύθερον. ταῦτ’ οὖν ἄμφω πρῶτα συζευγνύσθω κατὰ τόνδε τὸν λόγον· εἶθ’ ἑξῆς ἑκάστῃ κατασκευῇ σώματος μοχθηρᾷ βίος ἐλεύθερος μιγνύσθω· κᾄπειθ’ ἑξῆς ἀρίστῃ κατασκευῇ σώματος ἕκαστος τῶν ἐν δουλείᾳ τινὶ βίων· ἐπὶ δὲ τοῖσδε τὰς μοχθηρὰς τῶν σωμάτων κατασκευὰς ἐπαλλάξωμεν τοῖς μοχθηροῖς βίοις, εἰ μέλλει τέλειος ἡμῖν ὁ λόγος ἔσεσθαι.

Τίνα ποτ’ οὖν ἀρχὴν τίθεσθαι προσήκει τῆς ὑγιεινῆς πραγματείας τῷ κάλλιστά τε κατεσκευασμένῳ τὸ σῶμα καὶ τρίτης ἑβδομάδος ἐτῶν ἀρχομένῳ, καὶ μόνῃ σχολάζοντι τῇ τοῦ σώματος ἐπιμελείᾳ, τὰ δ’ ἄλλα πάντα πάρεργα τεθειμένῳ; ἐμοὶ μὲν δοκεῖ τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην ἔν τε τοῖς ἀφορισμοῖς, ἔνθα γράφει· πόνοι σιτίων ἡγείσθωσαν ἔν τε τῷ ἐπιδημιῶν ἕκτῳ κατὰ τήνδε τὴν ῥῆσιν· πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρια. καὶ γὰρ καὶ τὸ ποσὸν ἀφώρισεν ἅπασι, προσθεὶς τὸ κατὰ τὸ τέλος τῆς ῥήσεως ὄνομα, τὸ μέτρια, καὶ τὸν καιρὸν ἐδίδαξε τῇ τάξει τοῦ λόγου. εἰς γὰρ τὴν τῆς ὑγιείας φυλακὴν ἄρχειν μὲν χρὴ τοὺς πόνους, ἕπεσθαι δὲ σιτία καὶ ποτὰ, εἶθ’ ἑξῆς ὕπνους, εἶτα ἀφροδίσια τοῖς γε μέλλουσιν ἀφροδισίοις χρῆσθαι. τὰ μὲν γὰρ ἄλλα πάντα κοινὰ πάσης ἡλικίας ἐστὶ, τὰ δ’ ἀφροδίσια μόνης τῆς τῶν ἀκμαζόντων, ἡνίκα περ αὐτῶν ἡ χρεία, ὡς ταῖς γε πρόσθεν τε καὶ ὄπισθεν ἡλικίαις ἢ οὐδ’ ὅλως σπερμαίνειν, ἢ οὐ γόνιμον σπερμαίνειν, ἢ μοχθηρὸν γόνιμον ὑπάρχειν. ἀλλὰ γὰρ ὁ μὲν περὶ ἀφροδισίων λόγος εἰς τὴν οἰκείαν ἀναβεβλήσθω τάξιν. ἀπὸ δὲ τῶν πόνων ἀρκτέον, αὐτὸ τοῦτο πρῶτον ἐν αὐτοῖς διελομένους, εἴτε ταὐτόν ἐστι πόνος τε καὶ κίνησις καὶ γυμνάσιον, εἴτε πόνος μὲν καὶ κίνησις ταὐτὸν, ἕτερον δέ τι τὸ γυμνάσιον, εἴτε κίνησις μὲν ἕτερον, οὐδὲν δ’ ὁ πόνος τοῦ γυμνασίου διαφέρει. ἐμοὶ μὲν δὴ δοκεῖ μὴ πᾶσα κίνησις εἶναι γυμνάσιον, ἀλλ’ ἡ σφοδροτέρα μόνη. ἐπεὶ δ’ τῷ πρός τι τὸ σφοδρὸν, εἴη ἂν ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δ’ οὐ γυμνάσιον. ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἀλλοίωσις· ὡς, ὅσαι γε κινήσεις οὐκ ἀλλοιοῦσι τὴν ἀναπνοὴν, οὔπω ταύτας ὀνομάζουσι γυμνάσια· εἰ δ’ ἤτοι μεῖζον, ἢ ἔλαττον, ἢ πυκνότερον ἀναγκασθείη τις ἀναπνεῖν ἐπὶ κινήσει τινὶ, γυμνάσιον ἡ τηλικαύτη κίνησις ἐκείνῳ γενήσεται. τοῦτο μὲν δὴ κοινὸν γυμνάσιον ὀνομάζεται, ἰδίᾳ δὲ, ἀφ’ οὗπερ καὶ τὰ γυμνάσια προσαγορεύουσιν ἅπαντες, ἔν τινι κοινῷ τῆς πόλεως οἰκοδομησάμενοι χωρίῳ, εἰς ὅπερ καὶ ἀλειψόμενοί τε καὶ διατριψόμενοι, καὶ διαπαλαίσοντες, ἢ δισκεύσοντες, ἤ τι τοιοῦτον ἄλλο πράξοντες, ἥκουσιν. ἡ δὲ τοῦ πόνου προσηγορία ταὐτόν μοι δοκεῖ σημαίνειν θατέρῳ τῷ ὑπὸ τοῦ γυμνασίου ὀνόματος εἰρημένῳ δηλοῦσθαι τῷ κοινῷ. καὶ γὰρ οἱ σκάπτοντες, καὶ οἱ θερίζοντες, καὶ ἱππαζόμενοι πονοῦσί τε καὶ γυμνάζονται κατὰ τὸ κοινὸν τοῦ γυμνασίου σημαινόμενον. ἐμοὶ μὲν οὕτω διῃρήσθω περὶ τῶν ὀνομάτων, καὶ κατὰ ταῦτα τὰ σημαινόμενα πᾶς ὁ ἐφεξῆς λόγος ἀκουέσθω. εἰ δέ τις ἑτέρως βούλοιτο χρῆσθαι, συγχωρῶ. οὐδὲ γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος ἥκω σκεψόμενος, ἀλλ’ ὡς ἄν τις ὑγιαίνοι μάλιστα· καὶ πρὸς τοῦτ’ αὐτὸ χρήσιμον ὑπάρχον μοι περί τε τῶν γυμνασίων καὶ πόνων καὶ ξυλλήβδην εἰπεῖν ἁπάσης κινήσεως διελέσθαι, τὰ σημαινόμενα τῶν ὀνομάτων ἠναγκάσθην ἀφορίσασθαι. αἱ μὲν δὴ τοῦ γυμνασίου χρεῖαι καὶ διὰ τοῦ πρώτου μὲν εἴρηνται λόγου, βέλτιον δ’ ἂν εἴη καὶ νῦν ἐπανελθεῖν αὐτὰς διὰ βραχέων, ἐπειδὴ σκοπός τε ἅμα καὶ κριτήριον αὗται τυγχάνουσιν οὖσαι πάντων τῶν κατὰ μέρος ἐν τῇ περὶ τὰ γυμνάσια τέχνῃ πραττομένων. ἦσαν δὲ, ὡς οἶμαι, διτταὶ κατὰ γένος, αἱ μέν τινες εἰς τὴν τῶν περιττωμάτων κένωσιν, αἱ δὲ εἰς αὐτὴν τῶν στερεῶν σωμάτων τὴν εὐεξίαν διαφέρουσαι. ἐπειδὴ γάρ ἐστι κίνησις σφοδρὰ τὸ γυμνάσιον, ἀνάγκη τρία μόνον ταῦτα γενέσθαι πρὸς αὐτὴν κατὰ τὸ γυμναζόμενον σῶμα, τήν τε σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων, τήν τε τῆς ἐμφύτου θερμότητος αὔξησιν, τήν τε τοῦ πνεύματος κίνησιν βιαιοτέραν, ἕπεσθαι δὲ τούτοις ἄλλα σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασιν ἐκ γυμνασίων γινόμενα, διὰ μὲν τὴν σκληρότητα τῶν ὀργάνων τήν τε δυσπάθειαν αὐτῶν καὶ πρὸς ἐνεργείας εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε τῶν ἀναδιδομένων ὁλκὴν ἰσχυρὰν, καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν, καὶ τὴν θρέψιν βελτίονα, καὶ χύσιν ἁπάντων τῶν σωμάτων, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ μαλάττεσθαι, τὰ δὲ ὑγρὰ λεπτύνεσθαι, τοὺς πόρους δ’ εὐρεῖς γίνεσθαι συμβαίνει, διὰ δὲ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν ἐκκαθαίρεσθαι τοὺς πόρους ἀναγκαῖόν ἐστι, καὶ κενοῦσθαι τὰ περιττώματα. ἀλλ’ εἴπερ ταῦτα ποιεῖ τὸ γυμνάσιον, οὐ χαλεπὸν ἔτι τὸν καιρὸν τῆς χρήσεως ἐξευρεῖν. διότι μὲν γὰρ ἀναδόσεσι συνεργεῖ, οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων οὔτε σιτίων οὔτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἀγγείοις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς ἅπαντα τοῦ ζώου τὰ μόρια, πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσι σχολὴ ᾖ. διότι δὲ ἐκκαθαίρει τοὺς πόρους, καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν σιτίων ἀναλαμβάνεσθαι. τὰ μὲν γὰρ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις. ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον, ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρὸς, ἡνίκα ἡ μὲν χθιζινὴ τροφὴ τελέως ᾖ κατειργασμένη τε καὶ πεπεμμένη τὰς δύο πέψεις, τήν τε ἐν τῇ γαστρὶ καὶ τὴν ἐν τοῖς ἀγγείοις, ἑτέρας δ’ ἐφεδρεύῃ τροφῆς καιρός. εἰ δ’ ἢ τὸ πρόσθεν ἢ ὄπισθεν γυμνάζοις, ἢ χυμῶν ἀπέπτων ἐμπλήσεις τὸ ζῶον, ἢ τὴν ὠχρὰν χολὴν ἐπιτρέψεις γεννᾶσθαι πλείονα. γνωρίσματα δὲ τοῦ τοιούτου καιροῦ τῶν οὔρων ἡ χροιά. τὸ μὲν οὖν ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδιδόμενον χυμὸν ἐν τοῖς ἀγγείοις περιέχεσθαι· τὸ δὲ πυῤῥὸν καὶ χολῶδες, ἐκ πολλοῦ κατειργάσθαι· τὸ δὲ μετρίως ὠχρὸν ἄρτι τῆς δευτέρας πέψεως γενομένης ἐστὶ σημεῖον. ὅταν γὰρ μηδέπω χρώζηται τῇ χολῇ τὸ οὖρον, ὑδατῶδές τε καὶ λευκὸν φαίνεται· ὅταν δὲ πλέον ἀναδέξηται τοῦ προσήκοντος, πυῤῥόν. ἐπειδὰν γὰρ συμμέτρως ᾖ πυῤῥὸν, ἢ μετρίως ὠχρὸν, τηνικαῦτα ἄγειν ἐπὶ τὰ γυμνάσια, προαποθέμενον ὅσον ἂν ἐν τῇ κύστει καὶ τοῖς ἐντέροις τοῖς κάτω περιεχόμενον ᾖ περίττωμα· κίνδυνος γὰρ κᾀκ τῶν τοιούτων εἰς τὴν ἕξιν τοῦ σώματος ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆς ἐν τοῖς γυμνασίοις θερμότητος ἀναρπασθέν. εἰ μὲν οὖν εὐθέως ἀποδυσάμενός τις ἐπὶ τὰς ἰσχυροτέρας ἔρχοιτο κινήσεις, πρὶν μαλάξαι σύμπαν τὸ σῶμα, καὶ λεπτῦναι τὰ περιττώματα, καὶ τοὺς πόρους εὐρῦναι, κίνδυνος μὲν καὶ ῥῆξαί τι καὶ σπάσαι τῶν στερεῶν σωμάτων, κίνδυνος δὲ καὶ τὰ περιττώματα τῇ τοῦ πνεύματος ῥύμῃ κινήσαντος τοὺς πόρους ἐμφράξαι. εἰ δὲ κατὰ μικρὸν προθερμῄνας προμαλάξειε μὲν τὰ στερεὰ, προλεπτύνειε δὲ τὰ ὑγρὰ, καὶ τοὺς πόρους εὐρύνειε, κίνδυνος οὐδεὶς οὔτε τοῦ ῥῆξαί τι μόριον οὔτε τοῦ τοὺς πόρους ἐμφράξαι ἂν καταλάβοι τὸν γυμναζόμενον. ὅπως οὖν ταῦτα γένοιτο, χρὴ προθερμῇναί τε μετρίως ἀνατρίψαντα τῷ σινδόνι τὸ σύμπαν σῶμα, κᾄπειτα δι’ ἐλαίου τρίβειν. οὐ γὰρ δὴ εὐθέως τὸ χρῆσθαι τῷ λίπει συμβουλεύω, πρὶν θερμανθῆναί τε τὸ δέρμα, καὶ τοὺς πόρους εὐρυνθῆναι, καὶ συλλήβδην εἰπεῖν εὐτρεπισθῆναι τὸ σῶμα πρὸς τὸ καταδέξασθαι τὸ ἔλαιον. ἱκαναὶ δ’ εἰς τοῦτο παντάπασιν ὀλίγαι περιαγωγαὶ τῶν χειρῶν ἄλυποί τε καὶ μετρίως ταχεῖαι, σκοπὸν ἔχουσαι θερμῇναι τὸ σῶμα χωρὶς τοῦ θλίψαι· καὶ γὰρ καὶ φανεῖταί σοι, τούτων γιγνομένων, ἔρευθος εὐανθὲς ἐπιτρέχον ἅπαντι τῷ δέρματι. τότ’ οὖν ἤδη τὸ λίπος ἐπάγειν αὐτῷ, καὶ τρίβειν γυμναῖς ταῖς χερσὶ συμμέτρως ἐχούσαις σκληρότητός τε καὶ μαλακότητος, ὅπως μήτε συνάγηται καὶ σφίγγηται τὸ σῶμα, μήτε ἐκλύηται καὶ χαλᾶται περαιτέρω τοῦ δέοντος, ἀλλ’ ἐν τῇ φύσει φυλάττηται. τρίβειν δὲ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς ἀτρέμα, τοὐντεῦθεν δ’ ἤδη κατὰ βραχὺ παραύξαντα, καὶ μέχρι γε τοσούτου τὴν τρίψιν ἐπὶ τὸ ῥωμαλεώτερον ἄγειν, ὡς θλίβεσθαι μὲν ἤδη σαφῶς τὴν σάρκα, μὴ θλᾶσθαι δέ· μὴ πολλῷ δὲ χρόνῳ τὴν οὕτως ἰσχυρὰν τρίψιν ἐπάγειν, ἀλλ’ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστου μέρους. οὐ γὰρ, ὥστε σκληρῦναι τὸ σῶμα τοῦ παιδὸς, οὕτω τρίβομεν, ὃν ἤδη τοῖς πόνοις προσάγομεν, ἀλλ’ ὑπὲρ τοῦ προτρέψαι τε εἰς τὰς ἐνεργείας, καὶ συστρέψαι τὸν τόνον, καὶ τὴν ἐκ μαλακῆς τρίψεως ἀραιότητα σφίγξαι. σύμμετρον γὰρ αὐτοῦ τὸ σῶμα φυλάττεσθαι χρὴ, καὶ οὐδαμῶς οὔτε σκληρὸν οὔτε ξηρὸν ἀποτελεῖσθαι, μή πως ἐπίσχωμέν τι τῆς κατὰ φύσιν αὐξήσεως. τοῦ δὲ χρόνου προϊόντος, ὅταν ἤδη μειράκιον ἡμῖν γίγνηται, τότε καὶ τῇ σκληροτέρᾳ τρίψει χρησόμεθα, καὶ ταῖς μετὰ τὰ γυμνάσια ψυχρολουσίαις. ἀλλὰ περὶ μὲν τούτων αὖθις εἰρήσεται.

Ἐν τῇ δὲ παρασκευαζούσῃ πρὸς τὰ γυμνάσια τρίψει, σκοπὸν ἐχούσῃ μαλάξαι τὰ σώματα, τὴν μέσην σκληρᾶς καὶ μαλακῆς ἐπικρατεῖν χρὴ ποιότητα, καὶ κατ’ ἐκείνην τυποῦσθαι τὸ σύμπαν. πολυειδεῖς δὲ ταῖς ἐπιβολαῖς τε καὶ περιαγωγαῖς τῶν χειρῶν αἱ ἀνατρίψεις γιγνέσθωσαν, οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων αὐτῶν, ἀλλὰ καὶ πλαγίων, καὶ λοξῶν, ἐγκαρσίων τε καὶ σιμῶν. καλῶ δὲ ἐγκάρσιον μὲν τὸ ἐναντίον τῷ εὐθεῖ, σιμὸν δὲ τὸ βραχὺ τούτου παρεγκλῖνον ἐφ’ ἑκάτερα, καθάπερ γε καὶ τὸ τῆς εὐθύτητος ἑκατέρωσε πρὸς ὀλίγον ἐκτρεπόμενον ὀνομάζω πλάγιον· ὅσον δ’ ἀκριβῶς μέσον ἐστὶν εὐθείας τε καὶ ἐγκαρσίας φορᾶς, λοξὸν τοῦτο προσαγορεύω. καὶ μὲν δὴ καὶ τρίψιν τε καὶ ἀνάτριψιν οὐ διοίσει λέγειν, εἰδότας ὅτι τὸ τῆς ἀνατρίψεως ὄνομα συνηθέστερον τοῖς παλαιοῖς ἐστι, τὸ δὲ τῆς τρίψεως τοῖς νέοις. πολυειδεῖς δὲ κελεύω γίνεσθαι τὰς ἐπιβολὰς τε καὶ περιαγωγὰς τῶν χειρῶν ἕνεκα τοῦ συμπάσας ὡς οἷόν τε τῶν μυῶν τὰς ἶνας ἐκ παντὸς μέρους ἀνατρίβεσθαι. τὸ γὰρ οἴεσθαι, τὴν μὲν ἐγκάρσιον ἀνάτριψιν, ἣν δὴ καὶ στρογγύλην ὀνομάζουσιν ἔνιοι, σκληρύνειν καὶ πυκνοῦν καὶ σφίγγειν καὶ συνδεῖν τὰ σώματα, τὴν δὲ εὐθεῖαν ἀραιοῦν τε καὶ χαλᾷν καὶ μαλάττειν καὶ λύειν, ἐκ τῆς αὐτῆς ἐστιν ἀγνοίας, ἐξ ἧσπερ καὶ τὰ ἄλλα, ἃ περὶ τῆς τρίψεως εἴρηται τοῖς πλείστοις τῶν γυμναστῶν. πλεῖον γὰρ οὐδὲν οὐδεὶς ἔχει περὶ δυνάμεων τρίψεως εἰπεῖν ὧν Ἱπποκράτης ἔγραψεν ἐν τῷ κατ’ ἰητρεῖον, ὑπὸ μὲν τῆς σκληρᾶς δεῖσθαι τὸ σῶμα λέγων, ὑπὸ δὲ τῆς μαλακῆς λύεσθαι, καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχναίνεσθαι, σαρκοῦσθαι δὲ ὑπὸ τῆς μετρίας. ἔχει δὲ ἡ ῥῆσις ᾧδε. ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὰ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη σαρκῶσαι. τέτταρες γὰρ αὗται διαφοραὶ κατὰ γένος ἐπὶ τέσσαρσι δυνάμεσί τε καὶ χρείαις ἁπασῶν τρίψεών εἰσιν. εἰ δὲ καὶ τὰς μέσας αὐτῶν προσλογιζοίμεθα συνεμφαινομένας ταῖς εἰρημέναις, ἓξ αἱ ἅπασαι διαφοραὶ γενήσονται. πόθεν οὖν ἐπῆλθε τοῖς πλείστοις τῶν νεωτέρων γυμναστῶν οὕτω πολλὰς διαφορὰς γράψαι τρίψεων, ὡς μηδὲ ἀριθμῆσαι ῥᾳδίως αὐτὰς δύνασθαι; πόθεν ἄλλοθεν, ἢ ὅτι λογικῆς θεωρίας παντάπασιν ἀγύμναστοι ὄντες οὐ συνεῖδον ἅμα ταῖς οἰκείαις τῆς τρίψεως διαφοραῖς ἐνίοτε μὲν καὶ τῶν ἔξωθέν τινος μνημονεύοντες, ἐνίοτε δὲ καὶ τὰς ἀπεργαζομένας ἑκάστην τρίψιν αἰτίας ἀναγράφοντες, ἔστιν ὅτε δὲ καὶ πρὸς ἀλλήλας ἐπιπλέκοντες αὐτάς τε τὰς γνησίας διαφορὰς καὶ ὅσας οὐκ ὀρθῶς αὐταῖς προσέθεσαν. ὅταν μὲν γὰρ λέγωσι, τὰς τρίψεις ἀλλήλων διαφέρειν τῷ τὰς μὲν ἐν ὑπαιθρίῳ γίγνεσθαι, τὰς δὲ ἐν καταστέγῳ, τὰς δὲ ἐν ὑποσυμμιγεῖ σκιᾷ, καὶ τὰς μὲν ἐν ἀνεμώδει χωρίῳ, τὰς δὲ ἐν γαληνῷ, καὶ τὰς μὲν ἐν θερμῷ, τὰς δὲ ἐν ψυχρῷ, τὰς μὲν ἐν ἡλίῳ, τὰς δὲ ἐν βαλανείῳ, τὰς δὲ πρὸ βαλανείου, τὰς δὲ ἐν παλαίστρᾳ, καὶ τοιοῦτόν τινα ποιοῦντες κατάλογον, οὐκ οἰκείας διαφορὰς τρίψεων λέγουσιν, ἀλλ’ ὧν οὐκ ἄνευ τινὸς ὁ τριβόμενός ἐστιν. ἀνάγκη γὰρ πάντως αὐτὸν ἔν τινι χωρίῳ τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχειν, καὶ πρός γε τῷ χωρίῳ χειμῶνος, ἢ θέρους, ἢ κατά τινα τῶν ἄλλων ὡρῶν. ἐπειδὰν δὲ τὰς μὲν τῷ μετὰ πλείονος ἐλαίου, τὰς δὲ τῷ μετὰ ἐλάττονος, ἢ παντάπασιν ἐλαίου χωρὶς, ἤτοι διὰ τῶν χειρῶν μόνον, ἢ μετὰ κόνεως, ἢ διὰ σινδόνων, καὶ τούτων ἤτοι σκληρῶν ἢ μαλακῶν γίγνεσθαι διαφέρειν ἀλλήλων λέγωσι τὰς τρίψεις, αἰτίων καταρίθμησιν ποιοῦνται τῶν ἤτοι σκληρὰν ἢ μαλακὴν ἀπεργαζομένων τὴν τρίψιν. ἐξ οὗ γένους τῶν αἰτίων ἐστὶ καὶ τὸ τὰς χεῖρας τῶν τριβόντων ἤτοι σκληρὰς ἢ μαλακὰς εἶναι, καὶ ἤτοι πιέζειν σφοδρῶς, ἢ πρᾴως ἐφάπτεσθαι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν πολλὰς τῆς τρίψεως οἰομένων εἶναι διαφορὰς ἐκ τοῦ κατὰ συζυγίας τινὰς ἐπιπλέκειν ἀλλήλοις ἅπαντα τὰ νῦν εἰρημένα. ὅσοι μὲν οὖν αὐτῶν ἢ τὰς ἔξω περιστάσεις τῶν πραγμάτων, ἢ τὰς αἰτίας τῶν οἰκείων διαφορῶν ἀλλήλαις ἐπιπλέκουσιν, εὐφωρατότεροι γίνονται μὴ γινώσκοντες ὀρθῶς· ὅσοι δὲ κατὰ τὰς οἰκείας διαφορὰς ποιοῦνται τὰς συζυγίας, ἧττον οὗτοι γνωρίζονται σφαλλόμενοι. εἰσὶ δὲ καὶ οἵ σοφίας δόξαν ἀπηνέγκαντο, καὶ δοκοῦσι πλέον εὑρηκέναι τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων. ὧνπερ οὖν καὶ Θέων ὁ γυμναστής ἐστιν, ὅστις ἔδοξε βέλτιον Ἱπποκράτους ἐγνωκέναι περὶ τρίψεως. ἀφορισαμένου γὰρ ἐκείνου κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τήν τε μαλακὴν καὶ σκληρὰν, ἐν δὲ τῇ κατὰ ποσότητα τήν τε πολλὴν καὶ τὴν μετρίαν, ὁ Θέων οὐκ ἀξιοῖ μνημονεύειν οὔτε ποιότητος οὔτε ποσότητος ἰδίᾳ, γράφων ἐν ἄλλοις τέ τισι καὶ τῷ τρίτῳ τῶν γυμναστικῶν ᾧδε. ἀρέσκει περὶ τρίψεως παραγγέλλοντας, δεῖν ἀεὶ συναρμόττειν ταῖς ποιότησι τὰς ποσότητας. καθ’ ἑαυτὰς μὲν γὰρ ἀτελεῖς εἶναι πρὸς τὴν ἐν τοῖς ἔργοις κατόρθωσιν. τὴν γοῦν μαλακὴν τρίψιν παρὰ τὴν ποσότητα τριῶν ἀποτελεσμάτων ποιητικὴν γίγνεσθαι· τὴν μὲν γὰρ ὀλίγην ἀνιέναι ποσῶς τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, τὴν δὲ πολλὴν διαφορεῖν καὶ τήκειν, τὴν δ’ αὐτάρκη σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ κεχυμένῃ σαρκί. ὁμοίως δὲ καὶ τὴν σκληρὰν τρίψιν παρὰ τὴν ποσότητα καὶ ἴσον ἀριθμὸν ἀποτελεσμάτων ποιεῖν· πολλὴν γὰρ προσαχθεῖσαν σφίγγειν τὰ σώματα καὶ συνδεῖν, καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, τὴν δὲ αὐτάρκη σαρκοῦν μεμειωμένῃ καὶ εὐπεριγράπτῳ σαρκὶ, τὴν μέντοι γε ὀλίγην ἐνερευθῆ πρὸς ὀλίγον χρόνον τὴν ἐπιφάνειαν ποιεῖν. οὐκ ἀξιοῖ δὲ περὶ τῆς σκληρᾶς τρίψεως ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν παραγγέλλειν τὸν γυμναστὴν, ἀλλὰ συναρμόζειν αὐτῇ τὸ ποσὸν, εἴπερ τι μέλλοι τότε κατόρθωμα πλέον ἐν τοῖς ἔργοις τῆς τέχνης ἔσεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τῆς μαλακῆς ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν ἡγεῖται νῦν ὑποτίθεσθαι· μὴ γὰρ δύνασθαί ποτε γενέσθαι μαλακὴν τρίψιν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ τοῦ πολλὴν, ἢ ὀλίγην, ἢ σύμμετρον ὑπάρχειν. εἶθ’ ἑξῆς διηγεῖται κατὰ συζυγίαν, ὅσα περὶ τοῖς σώμασιν ἡμῶν ἐργάζεσθαι πεφύκασιν· τὴν μὲν ὀλίγην τε ἅμα καὶ μαλακὴν ἀνιέναι ποσῶς τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, ἀποφαινόμενος οὐδὲν ἢ τὸ λῦσαι πρὸς Ἱπποκράτους εἰρημένον, ἑτέροις ὀνόμασιν ἑρμηνεύων· τὸ γὰρ ἀνιέναι τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν τί ἄλλο ἢ λύειν ἐστὶ τὰ συνδεδεμένα καὶ συνημμένα; προσέθηκε δὲ τῷ λόγῳ τὸ ποσῶς, οὐ τὸ γένος τῆς ἐνεργείας ὑπαλλάττων, ἀλλὰ τὸ ποσὸν ἐν αὐτῷ διορίζων. μαλάττει γὰρ ἐπ’ ὀλίγον ἡ τοιαύτη τρίψις, ὡς, εἴ γ’ ἐπὶ πλεῖον γένοιτο, μαλάξει μὲν ἔτι καὶ νῦν, ἀλλὰ μειζόνως, ἢ πρόσθεν. ὅτι τοίνυν οὐ μεγάλως, οὐδ’ ἱκανῶς, ἀλλὰ καὶ βραχέως ἡ ὀλίγη καὶ μαλακὴ τρίψις ἀνίησί τε καὶ μαλάττει τὰ σώματα, διὰ τῆς τοῦ ποσῶς προσθήκης ἐδήλωσεν· οὐδέπω κατὰ γε τοῦτο τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων διδάσκων περιττότερον, ὥσπερ οὐδ’ ἐν τῷ φάναι, τὴν αὐτάρκη καὶ μαλακὴν σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ κεχυμένῃ σαρκί. διότι μὲν γὰρ αὐτάρκης, σαρκώσει, διότι δὲ μαλακὴ, λύσει, τοῦτ’ ἔστι μαλάξει, ὅπερ ἴσον ἐστὶ τῷ πλαδαρὰν καὶ κεχυμένην ἐργάσασθαι τὴν σάρκα. ἐχρῆν δ’ αὐτὸν, ὥσπερ ὑπὲρ τούτων εἶπεν ὀρθῶς, οὕτως καὶ ὁπότε περὶ τῆς πολλῆς τε ἅμα καὶ μαλακῆς διαλέγεται, μὴ τοῦτο μόνον εἰπεῖν, ὅτι διαφορεῖν καὶ τήκειν πέφυκεν, ἀλλὰ καὶ ὁποίαν τινὰ τὴν ὑπόλοιπον ἐργάζεται σάρκα. οὐ γὰρ δή πᾶσαν τὴν οὐσίαν διαφορεῖ καὶ τήκει, καθάπερ τὸ πῦρ, ἀλλά τι καὶ καταλείπει πάντως. τοῦτο οὖν τὸ καταλειπόμενον ὁποῖόν τι τὴν ἰδέαν ἐστὶν, ἐχρῆν, οἶμαι, προσκεῖσθαι τῷ λόγῳ, καὶ μὴ μόνον τὸ τῆς πολλῆς τρίψεως ἴδιον ἔργον εἰπόντα τὸ τῆς μαλακῆς παραλιπεῖν. ὅτι μὲν ἡ πολλὴ διαφορεῖ, καὶ πρὸς Ἱπποκράτους εἴρηται πρόσθεν· ἀλλ’ οὐχ ἁπλῶς ὑπὲρ τῆς πολλῆς ἐνεστήσατο τὸν λόγον ὁ Θέων, ἀλλὰ κατὰ συζυγίαν ἠξίωσε διδάσκειν, ἀπὸ τῆς πρώτης μὲν ἀρξάμενος τῆς τε ὀλίγης τε ἅμα καὶ μαλακῆς, ἐπὶ δευτέραν δὲ μεταβὰς τὴν μαλακήν τε ἅμα καὶ πολλὴν, εἶθ’ ἑξῆς τρίτης μνημονεύσας τῆς μαλακῆς τε ἅμα καὶ συμμέτρου. ὥσπερ οὖν ἐπί τε τῆς πρώτης καὶ τρίτης συζυγίας οὐκ ἐσιώπησε τὸ τῆς ποιότητος ἔργον, οὕτως ἐχρῆν αὐτὸν οὐδὲ ἐπὶ τῆς δευτέρας παραλιπεῖν, ἀλλὰ κᾀνταῦθα φάναι, τὴν πολλήν τε ἅμα καὶ μαλακὴν τρίψιν διαφορεῖν τε ἅμα καὶ μαλακὴν ἀπεργάζεσθαι τὴν σάρκα· πλὴν εἰ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν χρὴ δέξασθαι, καὶ οὕτως ἀληθὲς μένει τὸ εἰρημένον. οὐχ ὅπως δὲ διαβάλλει τὴν Ἱπποκράτους διδασκαλίαν, ἀλλὰ καὶ παντὸς μᾶλλον ὁμολογεῖ αὐτήν. εἴπερ γὰρ ἡ μαλακὴ τρίψις ἀεὶ μὲν ἁπαλὸν ἐργάζεται τὸ σῶμα, κᾂν ὀλίγη, κᾂν πολλὴ, κᾂν σύμμετρος ὑπάρχῃ, προσέρχεται δ’ αὐτῇ οὐδέν τι παρὰ τῆς ποσότητος ἕτερον, ἀχώριστον ἔσται τῆς μαλακῆς τρίψεως τὸ μαλάττειν, ὥσπερ, οἶμαι, καὶ τῆς σκληρᾶς τὸ σκληρύνειν, ἢ συνάγειν, ἢ σφίγγειν, ἢ δεῖν, ἢ πυκνοῦν, ἢ δυσαφῆ τὴν σάρκα ποιεῖν, ἢ ὡς ἄν τις ἑτέρως ἑρμηνεύειν ἐθέλοι ταὐτὸν πρᾶγμα. πρῶτον μὲν γὰρ καὶ κύριον ὄνομα τῆς οὕτως διατιθεμένης σαρκός ἐστι τὸ σκληρὸν, ὥσπερ καὶ τῆς ἐναντίας αὐτῇ τὸ μαλακόν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ὡς εἶπον, ἐγχωρεῖ λέγειν. καὶ διὰ τίνα μὲν τὴν αἰτίαν οὕτω πολλοῖς ὀνόμασιν οἷόν τε χρῆσθαι καθ’ ἑνὸς πράγματος, ὀλίγον ὕστερον εἰρήσεται· νῦν δὲ, ὡμολόγηται γὰρ τοῦτο, τὴν μὲν αἰτίαν αὐτοῦ λέγειν ἔν γε τῷ παρόντι παραλίπωμεν. ὅτι δ’ ἐξ ἀνάγκης ἕπεται τῇ μαλακῇ τρίψει τὸ μαλακὰ ποιεῖν τὰ σώματα, πρόδηλον ἐκ τῶν εἰρημένων. εἰ γὰρ μὴ πολλὴν, μήτ’ ὀλίγην, μήτε σύμμετρον τὴν τοιαύτην τρίψιν παραλαβὼν σκληρὸν ἐργάσασθαί ποτε δυνήσῃ τὸ σῶμα, δῆλον ὡς ἀχώριστον αὐτῆς ἐστι τὸ μαλάττειν, ὥσπερ γε καὶ τῆς σκληρᾶς τὸ συνδεῖν τε καὶ σκληρύνειν. καὶ γὰρ καὶ ταύτην ἄν τ’ ὀλίγην, ἄν τε πολλὴν, ἄν τε σύμμετρον παραλάβῃς, οὐδέποτε μαλάξεις τὸ σῶμα κατ’ οὐδεμίαν ποσότητα, διὰ παντὸς δὲ σκληρὸν ἀπεργάσῃ μᾶλλον, ἢ ἧττον, ἐπὶ πλέον τρίβων μᾶλλον, ἐπ’ ἔλαττον δὲ ἧττον· εἰ δὲ καὶ παντελῶς ὀλίγας τὰς σκληρὰς ἐπιβολὰς ποιησάμενος ἀρκεσθείης, ἀνάλογον τῇ τούτων βραχύτητι καὶ σκληρότης ἀπαντήσεται, καθάπερ καὶ ὁ πυρὶ πλησιάζων ἀεὶ μὲν θερμαίνεται, κᾂν ἐπὶ πολὺν χρόνον αὐτῷ τύχῃ πλησιάζων, κᾂν ἐπ’ ὀλίγον, ἀλλὰ μᾶλλον μὲν τοῦθ’ ὁ πολυχρονίως ὁμιλῶν, ἧττον δὲ ὁ μέχρι βραχέος, ἐπ’ ἐλάχιστον δὲ ὁ ψαύσας μόνον. οὕτω κᾀν ταῖς τρίψεσιν ὁμοιοῦται διαπαντὸς τὸ σῶμα, πρὸς μὲν τῆς μαλακῆς μαλαττόμενον, ὑπὸ δὲ τῆς σκληρᾶς σκληρυνόμενον, οὐ μὴν ἴσῳ γε τῷ μέτρῳ διαπαντὸς, ἀλλ’ ὑπὸ μὲν τῆς πλείονος μᾶλλον, ὑπὸ δὲ τῆς ἐλάττονος ἧττον, ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πλείστης μάλιστα, ὑπὸ δὲ τῆς ἐλαχίστης ἥκιστα. τοίνυν ὁ Θέων, ὁπότε περὶ τῆς μαλακῆς τε καὶ πολλῆς τρίψεως διαλεγόμενος διαφορεῖν καὶ τήκειν εἶπεν αὐτὴν, εἰ μὲν τὸ κενοῦν διὰ τοῦ τήκειν δηλοῖ, πλέον οὐδὲν σημαίνει τοῦ διαφορεῖν· ὥστε δὶς μὲν ἂν εἴη ταὐτὸν εἰρηκὼς, παραλελοιπὼς δὲ προσθήκην ἀναγκαίαν τῆς γινομένης περὶ τὸ σῶμα διαθέσεως ἐκ τῆς μαλακῆς τρίψεως· εἰ δὲ τὸ μαλάττειν, ἢ λύειν, ἢ χαλᾷν, ἢ ὅπως ἂν ἑτέρως ὀνομάζειν ἐθέλῃ, παραλείψεται μὲν οὕτως οὐδὲν αὐτῷ, τὰ δ’ Ἱπποκράτους λέγων φωραθήσεται διὰ μοχθηροτέρου τρόπου διδασκαλίας. ὅτι μὲν ὁ τοιοῦτος τρόπος τῆς διδασκαλίας μοχθηρότερός ἐστιν ἧς Ἱπποκράτης ἔγραψεν, ὀλίγον ὕστερον ἐπιδείξομεν· ὅτι δὲ, εἴπερ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν εἴρηκεν, οὐδὲν τῶν Ἱπποκράτους λέγει περιττότερον, ἄντικρυς δῆλον. εἰπόντος γὰρ ἐκ εἴνου, τὴν μὲν μαλακὴν λύειν, τὴν δὲ πολλὴν ἰσχναίνειν, εὔδηλον ἂν εἴη παντί γε τῷ νοῦν ἔχοντι συλλογίσασθαι, τὴν ἐκ τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς σύνθετον ἰσχναίνειν τε ἅμα καὶ μαλάττειν. ἀλλ’ οὐχ ὁ Θέων ἔοικεν οὕτω γινώσκειν, ἀλλ’ ὅπερ ἐν τῷ πρώτῳ τῶν γυμναστικῶν ἰσχναίνειν εἶπε δι’ ἑνὸς ῥήματος, τοῦτ’ ἐν τῷ τρίτῳ διὰ δυοῖν, τοῦ τε διαφορεῖν καὶ τήκειν. ἔχει γὰρ οὖν δὴ καὶ ἡ ἐν τῷ πρώτῳ ῥῆσις ᾧδε. ἐκ δὲ τῶν ἐναντίων τὴν μαλακὴν τρίψιν, πολλὴν μὲν γενομένην, ἰσχναίνειν τὰ σώματα, αὐτάρκη δὲ, σαρκοῦν τρυφερᾷ καὶ κεχυμένῃ σαρκί. φανερῶς γὰρ ἐνταῦθα τὴν μαλακήν τε ἅμα καὶ πολλὴν τρίψιν ἰσχναίνειν ἔφησε τὰ σώματα. ὅτι δ’ ἀναγκαῖον ἦν οὐ μόνον τὸ τῆς πολλῆς ἴδιον, ἀλλὰ καὶ τὸ τῆς μαλακῆς εεἰπεῖνἶπεῖν, καὶ αὐτὸς ὁ Θέων ἐνεδείξατο διὰ τῆς ἑξῆς ῥήσεως, ἐν ᾗ περὶ τῆς σκληρᾶς τρίψεως διδάσκων τὴν πολλὴν σφίγγειν τὰ σώματα καὶ συνδεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἐργάζεσθαί φησιν. ὃ γὰρ εἶχε συμμέτρως ὑπάρχουσα τῇ ποσότητι, τοῦτο πλεονασθεῖσα μᾶλλον ἐπεκτήσατο. πάντες οὖν ὁμολογοῦσι, τὴν σύμμετρον σκληρὰν σαρκοῦν τὸ σῶμα σκληρᾷ σαρκὶ, καθάπερ γε καὶ τὴν σύμμετρον μαλακὴν σαρκοῦν μὲν καὶ αὐτὴν, ἀλλὰ μαλακῇ τῇ σαρκί. κινδυνεύει δὲ ὁ Θέων, ἡνίκα ὑπὲρ τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τρίψεως ὁ λόγος ἦν αὐτῷ, μηδὲν τῆς μαλακῆς ἔργον εἰρηκέναι, ὁπότε δὲ περὶ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς, μηδὲν τῆς πολλῆς. εἰ γὰρ τὸ τήκειν ταὐτὸν τῷ κενοῦν καὶ διαφορεῖν ὑπολάβοιμεν, ὑπὲρ μὲν τῆς πολλῆς ἔσται τι λεγόμενον αὐτῷ, περὶ δὲ τῆς μαλακῆς οὐδὲν, ὥσπερ γε κᾀν τῷ περὶ τῆς σκληρᾶς τε καὶ πολλῆς ὑπὲρ μὲν τῆς σκληρᾶς εἴρηται τὸ σφίγγειν καὶ δεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, περὶ δὲ τοῦ πλήθους οὐδέν· καίτοι δίκαιον ἦν τι καὶ περὶ τῆς ποσότητος εἰπεῖν. ἀπεφῄνατο γοῦν, ὡς, εἰ σύμμετρος εἴη τῇ ποσότητι, παχύνει. τί ποτ’ οὖν ἡ πολλὴ ποιήσει μετὰ τὴν σύμμετρον ὑπάρχουσα; πάντως γὰρ ἤτοι φυλάξει τὸ ταύτης ἔργον, ἢ ἀλλοιώσει. ἀλλ’ εἰ μὲν φυλάξει, τὸ πλῆθος μετὰ τῆς συμμετρίας τῶν τρίψεων οὐδὲν ἐργάσεται περιττότερον· εἰ δέ τι δράσει πλέον, ἤτοι καθαιρήσει τῆς σαρκώσεως, ἢ προσθήσει. καθαιροῦσα μὲν οὖν λεπτυνεῖ, προστιθεῖσα δὲ σαρκώσει. ἀλλὰ μὴν οὐ σαρκοῖ· λεπτύνειν γοῦν ἀναγκαῖον αὐτήν. οὐ μὴν εἶπέ γε ὁ Θέων οὐδὲν ὑπὲρ τῆς κατὰ τοῦτο διαφορᾶς, ἀλλ’ ὅλως ἐσιώπησε, μήτ’ εἰ λεπτύνει, μήτ’ εἰ παχύνει, μήτ’ εἰ φυλάττει τὴν ἐκ τῆς συμμέτρου τρίψεως σάρκωσιν ἡ σκληρὰ πλεονασθεῖσα, μηδὲν ὅλως ἀποφῃνάμενος, ἀλλὰ μόνον ὅτι σφίγγει καὶ συνδεῖ παραπλησίως φλεγμονῇ. ἐχρῆν δ’ οὐ ταῦτα μόνον εἰπεῖν, ἀλλ’ ὅτι καὶ λεπτύνει.

Φαίνεται τοίνυν ὁ Θέων ἢ μὴ δυνηθεὶς συνιέναι τῆς Ἱπποκράτους ἐν τοῖσδε τέχνης, ἢ μὴ βουληθεὶς ἐπαινεῖν τὸν ἄνδρα, διὰ βραχείας οὕτω ῥήσεως ἁπάσας τε τὰς διαφορὰς τῶν τρίψεων εἰπόντα καὶ πρὸς ταῖς διαφοραῖς ἑκάστης αὐτῶν ἐνέργειάν τε καὶ δύναμιν. ὡς μὲν γὰρ ἄν τις οἰηθείη κατὰ τὴν πρόχειρον οὑτωσὶ φαντασίαν, ὑπὲρ τεττάρων εἴρηκε μόνων· ἔχει δὲ οὐχ οὕτω τἀληθὲς, ἀλλ’ ἑτέρας ἐνεδείξατο δύο ταῖς εἰρημέναις ἐξ ἀνάγκης συνεπινοουμένας, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τὴν μέσην τῆς σκληρᾶς τε καὶ μαλακῆς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν, ἐν δὲ τῇ κατὰ ποσότητα τὴν ὀλίγην· ἀναγκαῖον γὰρ τὴν ὀλίγην ἐναντίαν εἶναί τινα τῇ πολλῇ. τὸ δὲ τῆς παλαιᾶς ἑρμηνείας εἶδος οὕτως ἐστὶ βραχυλόγον, ὡς πολλὰ πολλάκις ὑπερβαίνειν δοκεῖν τῇ λέξει τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς λεγομένοις. καὶ διὰ τοῦτ’, οἶμαι, γράφομεν αὐτῶν ὑπομνήματα, ποδηγοῦντα τοὺς δι’ ἀγυμνασίαν ἀδυνάτους ἕπεσθαι τάχει λέξεως παλαιᾶς, καθάπερ κᾀν τῷδε τῷ λόγῳ ποιοῦμεν. εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ δὲ μαλακὴ λύειν, ὅσα μὲν ἐκλύεται πέρα τοῦ μετρίου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται, μαλακῶς. εἰ δέ τι συμμέτρως ἔχει, τοῦτ’ εὔδηλον ὡς οὔτε μαλακῶς, οὔτε σκληρῶς, ἀλλ’ ὅσον οἷόν τε μάλιστα τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ὁ δὲ θαυμάσιος Θέων εὐθὺς τὸ πρῶτον ἔσφαλται, μήτε τὴν δύναμιν εἰπών ποτε τῆς συμμέτρου κατὰ ποιότητα τρίψεως, μήτε χρείαν, ἀλλ’ ἀεὶ παρερχόμενος αὐτὴν, ὥσπερ οὐκ οὖσαν. περὶ μὲν δὴ τοῦδε καὶ μικρὸν ὕστερον ἐροῦμεν. ὥσπερ δ’ ἐν ταῖς κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον ἐστὶν, ἀλλὰ καὶ σύμμετρος, οὕτω κᾀν ταῖς κατὰ τὸ ποσὸν οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία. τί ποτ’ οὖν ἐν μὲν ταῖς κατὰ ποιότητα τὴν μέσην παρέλιπεν ὁ Ἱπποκράτης, ἐν δὲ ταῖς κατὰ ποσότητα τὴν ὀλίγην; ἴσως ἄν τινι δόξειεν ἀλόγως τοῦτο πρᾶξαι· χρῆναι γὰρ ἐν ταῖς βραχυλόγοις διδασκαλίαις ἀφορίζεσθαι μὲν ταῖς ἄκραις ἐναντιότησι τὰ πράγματα παραλείπεσθαι δὲ τὸ μέσον τε καὶ σύμμετρον ἐν αὐταῖς, ὡς ἐξ ἀνάγκης τοῖς ἄκροις συνεπινοούμενον. ἐγὼ τοίνυν καὶ τοῦτο πειράσομαι διελθεῖν, καὶ σαφηνίσαι τὴν τοῦ παλαιοῦ γνώμην· οὐκ ἀναγκαῖον μὲν ἐνταῦθα, τὰ γὰρ τοιαῦτα ζητήματα διὰ τῶν ἐξηγητικῶν ὑπομνημάτων εἰθίσμεθα λύειν, ἀλλ’ ἐπεὶ ἅπαξ ἐν τῷδε τῷ λόγῳ κατέστην, ὡς ἀπολογεῖσθαι τοῖς ἀγυμνάστοις ὑπὲρ Ἱπποκράτους, ἐν οἷς αὐτοὶ σφαλλόμενοι κατηγοροῦσι τοῦ κατορθοῦντος, οὐκ ὀκνήσω προσθεῖναι καὶ τοῦτο. δυοῖν οὖν ὄντων πραγμάτων ὅλῳ τῷ γένει κεχωρισμένων, εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν, αἱ μὲν τρίψεις ἐκ τῶν ποιούντων εἰσὶν, αἱ δ’ ὑπ’ αὐτῶν ἀποτελούμεναι κατὰ τὰ σώμαθ’ ἡμῶν διαθέσεις ἐκ τῶν ποιουμένων. ὥστε καὶ τὰς ἐναντιότητας ἀναγκαῖον ἑτέρας μὲν ἐν τῷ τῶν τρίψεων, ἑτέρας δ’ ἐν τῷ τῶν διαθέσεων γένει ὑπάρχειν· ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μαλακὴν καὶ τὴν σκληρὰν, καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ τῷ τῶν διαθέσεων τήν θ’ οἷον δέσιν τε καὶ λύσιν τῶν σωμάτων, καὶ τὴν ἰσχνότητα καὶ σάρκωσιν. ἡ μὲν οὖν προτέρα τῶν διαθέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ τὰς τρίψεις ἐναντιώσεως γίγνεται, ἡ δὲ δευτέρα οὐκέτι. συμβαίνει γὰρ ἐπ’ αὐτῆς τὴν μὲν ἰσχνότητα πρὸς τῆς πολλῆς γίγνεσθαι τρίψεως, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆς μετρίας. ἡ γὰρ ὀλίγη σαρκοῦν οὐδέπω δυνατὴ, διότι δεῖται μὲν τὸ σαρκωθησόμενον αἵματος παραθέσεως συμμέτρου καὶ δυνάμεως εὐρώστου. καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς τῆς συμμέτρου γίνεται τρίψεως, οὐδέτερον δὲ ἱκανῶς οὐδ’ αὔταρκες ἐπὶ τῆς ὀλίγης. ἐπεὶ τοίνυν οὐ συνέβαινον ἐς ταὐτὸν αἱ τῶν τρίψεων ἐναντιώσεις ταῖς τῶν διαθέσεων, ἠνάγκαζε δ’ αὐτὸν ἡ τῆς βραχυλόγου διδασκαλίας ἰδέα δι’ ἐναντιώσεων ἀφορίσασθαι τὸν λόγον, ἐπὶ τὴν χρησιμωτέραν ἐναντίωσιν ἀφικόμενος ὑπερεῖδε τῆς ἀχρηστοτέρας. χρησιμωτέρα δέ ἐστιν ἡ κατὰ τὰς διαθέσεις τῆς κατὰ τὰς τρίψεις· ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ τῷ κατὰ τὸ τέλος τῆς τέχνης. ἐστοχασμέναι γάρ εἰσιν αἱ τρίψεις τῆς τοῦ σώματος διαθέσεως ὡς τέλους· ἀεὶ γὰρ τὸ τέλος τοῦ πρὸ αὐτοῦ κυριώτερον, ὅσῳ γε τοῦ διὰ τὶ γιγνομένου τὸ δι’ ὃ γίγνεται· δευτέρῳ δὲ λόγῳ ἕνεκεν τῆς σαφηνείας. ἐκ μὲν γὰρ τοῦ μαθεῖν ἡμᾶς τὰ τῆς πολλῆς καὶ τὰ τῆς μετρίας ἀνατρίψεως ἔργα ῥᾷστόν ἐστιν ἐπινοῆσαι τὰ τῆς ὀλίγης· οὐ μένθ’ ὁμοίως εὐσύνοπτος ἡ τῆς συμμέτρου τρίψεως δύναμις. οὐ μὴν ἀλλὰ καὶ τρίτον τῷδε τῷ λόγῳ κάλλιστα ἂν Ἱπποκράτης εὑρίσκοιτο διδάσκων περὶ τρίψεως. ἡγεῖσθαι μὲν γὰρ χρὴ τὴν τῶν ἐναργῶς ἀποτελουμένων διδασκαλίαν, ἕπεσθαι δὲ τὴν τῶν ἀμυδρῶς, εἴτε γράφοι τις περὶ αὐτῶν ῥητῶς, εἴτε τοῖς ἀναγνιώσκουσιν ἀπολείποι. ἔστι δ’ ἐναργὲς μὲν τὸ τῆς μετρίας τρίψεως ἔργον, ἡ σάρκωσις τοῦ σώματος, οὐκ ἐναργὲς δὲ τὸ τῆς ὀλίγης· οὔτε γὰρ σαρκοῦν, οὔτ’ ἰσχναίνειν, οὔθ’ ὅλως οὐδὲν ἐναργὲς φαίνεται ποιεῖν, ὅτι μὴ θερμαίνειν μόνον ἐπὶ βραχύ. κοινὸν δ’ ἦν ἁπάσης τρίψεως τὸ θερμαίνειν. ὥστ’, ἐπεὶ μήτ’ ἐναργὲς ἀποτελεῖ μηδὲν, καὶ ὅ τι φαίνεται ποιεῖν, οὐδὲ τόδε ἴδιον αὐτῆς ἐστιν, ἀλλὰ τὸ κοινὸν ἁπάσης τρίψεως, εὐλόγως παρελείφθη. τὸ μὲν οὖν, ὅτι κοινὸν ἁπάσης τρίψεως ἔργον ἐστὶ τὸ θερμαίνειν, οὐκ ἄξιον Ἱπποκράτους συγγράμματος· ὁποῖον δέ τι πέφυκεν ἑκάστη τρίψις ἴδιον ἀποτελεῖν, Ἱπποκράτει τε διδάσκειν ἀναγκαῖον ἦν, ἡμῖν τε μανθάνειν χρηστόν. ἀναγαγὼν γὰρ, ὥσπερ εἰς στοιχεῖά τινα, τὰς ἁπλᾶς διαφορὰς, ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν, ὅπως ἀναθρέψεις, ἢ καθαιρήσεις, ἢ μαλάξεις, ἢ σφίγξεις τὸ σῶμα. τούτοις δ’ εὐθέως συνεμφαίνεται τά τε μέσα τῶν ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελούμενα· μέσα μὲν, ὅταν μήτε δῆσαι τὸ σῶμα, μήτε λῦσαι, μήτε σαρκῶσαι, μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δὲ, ὅταν, εἰ οὕτως ἔτυχε, ἅμα δῆσαι καὶ σαρκῶσαι. τίς γὰρ οὐκ ἂν ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα προαιρώμεθα, τὴν σκληρὰν ἡμῖν τρίψιν ἅμα ποσότητι συμμέτρῳ παραληπτέον ἐστὶν, ὥσπερ κᾀπειδὰν μαλακῇ, τὴν μαλακήν τε ἅμα καὶ σύμμετρον ἐν τῷ ποσῷ, καὶ κατὰ τὰς ἄλλας συζυγίας ἀνάλογον; ἃς ἔνιοι τῶν γυμναστῶν ὡς ἴδια γράφοντες εὑρήματα μετὰ τοῦ προσεγκαλεῖν Ἱπποκράτει μεγάλως πλημμελοῦσιν, ὅτι τε τὸν πρῶτον ὑπὲρ αὐτῶν διδάξαντα δικαίων ἐπαίνων ἀποστεροῦσι καὶ, τὸ τούτου χεῖρον, ὅτι τὴν ἐκείνου γνώμην ἐς αὑτοὺς καταφέροντες ἔτι καὶ διαβάλλειν αὐτὸν ἐπιχειροῦσιν, οὐδ’ οὖν οὐδὲ καλῶς ἐπαλλάττοντες ἀλλήλαις τὰς ἁπλᾶς διαφοράς. ἐχρῆν γὰρ, οἶμαι, τόν γε κατὰ τρόπον ἐπὶ τὰς ἐν μέρεσι συζυγίας ἔρχεσθαι βουλόμενον οὔτε τὰς συμπάσας ἓξ ποιεῖν, ὥσπερ ὁ Θέων, οὔτε καταλιπεῖν τι κατὰ ταύτας ἔργον ἢ ποιότητος ἢ ποσότητος ἴδιον, ὥσπερ ἐπὶ μὲν τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τὸ τῆς μαλακῆς, ἐπὶ δὲ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς τὸ τῆς πολλῆς ἴδιον ἐδείκνυτο παραλελοιπὼς, ἀλλὰ καὶ ταῦτα προστιθέναι, καὶ τὰς κατὰ μέρος συζυγίας ἐννέα ποιεῖν. αἱ γὰρ τρεῖς διαφοραὶ τῶν κατὰ τὴν ποιότητα τρίψεων ἐπιπλεκόμεναι ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα τρίψεων συζυγίας ἀποτελοῦσιν ἐννέα· ἓξ μὲν τὰς ὑπὸ Θέωνος εἰρημένας ἐν ᾗ παρεθέμην ὀλίγον ἔμπροσθεν ῥήσει, τρεῖς δ’ ἄλλας, ἃς ἐκεῖνος παρέλιπε, τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβάς· καίτοι οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστιν οὔτε σκληρὰν οὔτε μαλακὴν τρίψιν ἄνευ τοῦ προσεπινοῆσαι τὴν σύμμετρον· ᾗ τὰς τρεῖς διαφορὰς τῆς ποσότητος εἴπερ ἔζευξεν, ἐννέα τὰς πάσας ἂν οὕτως ἀπειργάσατο συζυγίας τρίψεων, οὐχ ἐξ. ἐκθήσομαι δὲ αὐτὰς ἐπὶ διαγράμματος, ἐν ᾧ τὸν μὲν πρότερον στοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν, τὸν δὲ δεύτερον ποσοτήτων.

τῶν ἐν τούτῳ τῷ διαγράμματι γεγραμμένων ἐννέα συζυγιῶν ἓξ τὰς πρώτας εἰπὼν ὁ Θέων, οὐκέτ’ ἐμνημόνευσεν τῶν ὑπολοίπων τριῶν, αὐτὸς ἑαυτῷ περιφανῶς μαχόμενος. εἴπερ γάρ ἐστι τῆς ὀλίγης καὶ πολλῆς μέση τρίψις, ἣν μετρίαν τε καὶ σύμμετρον ὀνομάζομεν, εἴη ἂν δηλονότι καὶ σκληρᾶς καὶ μαλακῆς ἑτέρα τις μέση, σύμμετρός τε καὶ μετρία προσαγορευομένη. μεμνῆσθαι δὲ ἡμᾶς χρὴ παρὰ πάντα τὸν λόγον, ὡς πάντα ταῦτα κατὰ τὸ πρός τι λέγεται. καὶ γὰρ ἡ σκληρὰ τῷδέ τινι μαλακὴ γένοιτ’ ἂν ἑτέρῳ τινὶ, καὶ ἡ σύμμετρος ἀσύμμετρος, ἥ τ’ ὀλίγη πολλὴ, καὶ ἡ πολλὴ τῷδέ τινι τοῖς ἄλλως πως διακειμένοις ὀλίγη. τοῦτο μὲν δὴ καὶ ὁ Θέων βούλεται, καὶ οὐκ ἔστιν ὅστις ὑπερβὰς τὴν σύμμετρον ἐν ποιότητι τρίψιν οὐ μακρῶς ἁμαρτάνει. καί μοι δοκεῖ περιπεσεῖν ὁ Θέων αὑτῷ, διότι παραλέλειπται κατὰ τὴν Ἱπποκράτους ῥῆσιν. ὥστε κᾀκ τούτου κατάφωρον γίγνεσθαι τὸν ἄνδρα, μηδὲν μὲν ἴδιον ὑπὲρ τρίψεως ἐξευρηκότα, τὰ δ’ Ἱπποκράτους οὐκ ὀρθῶς μεταχειριζόμενον. οὐ γὰρ ἀνέγνω τὰ συγγράμματα τοῦ παλαιοῦ παρὰ διδασκάλοις εὐθὺς ἐκ παίδων ὁρμώμενος. ὁμολογεῖ γοῦν αὐτὸς ἀθλητὴς γενέσθαι τὰ πρῶτα, καταλύσας δὲ τὴν ἄσκησιν ἐπὶ τὴν γυμναστικὴν ἀφίκετο τέχνην. καὶ ταῦτα, μὰ τοὺς θεοὺς, οὐχ ὑπὲρ τοῦ ψέξαι τὸν ἄνδρα προεθέμην εἰπεῖν· ἀποδέχομαι γὰρ αὐτὸν οὐδενὸς ἧττον τῶν ἀρίστων γυμναστῶν· ἀλλ’ ὑπὲρ τοῦ τοῖς ἀναγνωσομένοις τήνδε τὴν πραγματείαν ἐνδείξασθαι τὸ μὴ ῥᾴδιον εἶναι παρακολουθεῖν βιβλίοις παλαιοῖς ἄνευ τῶν ἐπιμελῶς ἐξηγουμένων αὐτά. διότι μὲν γὰρ ἔπρεπε βραχυλογίᾳ παλαιᾷ τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβῆναι τρίψιν ἔν γε τῇ τῆς λέξεως ἑρμηνείᾳ, ἔμπροσθεν εἴρηταί μοι· διότι δ’ ἡμᾶς οὐ χρὴ παρορᾷν τά γε τοιαῦτα, καὶ πρόσθεν μὲν ἐπέδειξα, καὶ νῦν οὐδὲν ἧττον ἐπιδείξω. εἴπερ γὰρ ἡ μαλακὴ καὶ ἡ σκληρὰ τρίψις ἐν τῷ πρός τι τήν θ’ ὕπαρξιν ἔχουσι καὶ τὴν νόησιν, ἀνάγκη καὶ τὴν σύμμετρον ἐν τῷ πρός τι συνίστασθαι. τίθεσο δή μοι σῶμα τοιοῦτον, οἷον καὶ τὸ τοῦ παιδὸς ὑπεθέμεθα τοῦ προκειμένου κατὰ τόνδε τὸν λόγον, ἀκριβῶς ὑγιαῖνόν τε καὶ σύμμετρον πάντη, ὡς μήτε μαλακώτερον ἐθέλειν ἡμᾶς αὐτὸ, μήτε σκληρότερον ἐργάσασθαι, μήτε προσθεῖναί τι τῇ σαρκώσει, μήτ’ ἀφελεῖν. ἆρ’ οὖν ἐπὶ τοῦ τοιούτου σώματος ἢ τὴν σκληρὰν τρίψιν, ἢ τὴν μαλακὴν προσάξομεν, ἢ τὴν πολλὴν, ἢ τὴν μετρίαν; ἐγὼ μὲν οὐδαμῶς ἡγοῦμαι συμφέρειν. ὑπὸ μὲν γὰρ τῆς σκληρᾶς σκληρότερον, ὑπὸ δὲ τῆς μαλακῆς μαλακώτερον, ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχνότερον, ὑπὸ δὲ τῆς μετρίας παχύτερον ἀπεργασθήσεται τὸ τοιοῦτον σῶμα. χρὴ δ’ οὐδὲν τούτων, ἀλλὰ τὴν ἀρχαίαν ἀκριβῶς αὐτῷ φυλάττεσθαι συμμετρίαν. ὥστε οὔτε σκληρῶς, οὔτε μαλακῶς αὐτὸ τρίψομεν, οὔτε πολλαῖς, οὔτε ὀλίγαις, ἀλλὰ μετρίαις ἀνατρίψεσιν αὐτὸ τρίψομεν, οὐδὲν πλέον ἐργαζόμενοι τοῦ παρασκευάζειν τε πρὸς τὰ γυμνάσια, καὶ αὖθις ἀποθεραπεύειν, ἐπειδὰν ἱκανῶς γυμνάσηται. καλείσθω γὰρ οὖν δὴ καὶ ἡμῖν, ὥσπερ καὶ τοῖς νεωτέροις γυμνασταῖς, ἀποθεραπεία τὸ μετὰ τὰ γυμνάσια μέρος τῆς τρίψεως. ὁ δέ γε Θέων οὐδεμίαν ὧν εἶπε κατὰ τὰς τρίψεις συζυγιῶν ἐφαρμόσαι δύναται τῇ τοιαύτῃ φύσει τοῦ σώματος, ἓξ εἰπὼν τὰς πάσας, τρεῖς. μὲν τὰς πρώτας τῆς μαλακῆς, ἑτέρας δὲ τρεῖς τῆς σκληρᾶς. οὔτε δὲ τῶν μαλακῶν οὐδὲ μιᾶς τὸ τοιοῦτον σῶμα φαίνεται δεόμενον, οὔτε τῶν σκληρῶν, ἀλλὰ τῆς τούτων ἀμφοτέρων μέσης, ἣν σύμμετρον ὀνομάζειν χρὴ κατὰ ποιότητα. καὶ δῆλον ἤδη γέγονεν, ἡλίκον ὁ Θέων ἔσφαλται τὴν μέσην σκληροτέρας καὶ μαλακῆς ὑπερβὰς τρίψιν. ἐπὶ γοῦν τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος οὐδεμίαν ὧν εἶπε συζυγιῶν ἐφαρμόσαι δυνατὸν, οὔθ’ ὑγιαίνοντος ἀκριβῶς, οὔτ’ ἐπανορθώσεως δεομένου τοῦ τοιούτου σώματος. εἰ μὲν γὰρ ἀκριβῶς ὑγιαίνει, μόνης τῆς παρασκευαστικῆς δεῖται τρίψεως, ἣν ὀλίγην τε ἅμα καὶ μέσην σκληρᾶς καὶ μαλακῆς ἐδείξαμεν ὑπάρχειν· εἰ δ’ ἤτοι τοῦ δέοντος ἰσχνότερον ἢ παχύτερον γίγνοιτό ποτε, μὴ μέντοι κατὰ ποιότητα τῆς σαρκὸς ὑπαλλαγείη μηδὲν, εἰς τὸ μέσον δ’ ἀκριβῶς φυλάττοιτο μαλακοῦ τε καὶ σκληροῦ, τηνικαῦτα τὴν πολλὴν μὲν ἅμα καὶ σύμμετρον ἐν ποιότητι προσάξομεν ἰσχναίνειν βουλόμενοι, σαρκοῦν δὲ τὴν ὀλίγην τε ἅμα καὶ σύμμετρον κατὰ ποιότητα. ταύτας τὰς τρεῖς συζυγίας ὑστάτας ἐπὶ ταῖς ἓξ ὀλίγον ἔμπροσθεν ἐξεθέμην ἐν τῷ διαγράμματι, δεικνὺς ὡς ἁπάσας αὐτὰς ὁ Θέων παρέλιπεν. ἐπειδὴ τοίνυν οὐ μόνον ὅτι παρέλιπεν, ἀλλὰ καὶ ὅτι χρησιμωτάτας ὑπαρχούσας, ὁ λόγος ἀπέδειξεν, ἑξῆς ἂν εἴη καιρὸς ἐπὶ τὰ ὀλίγον ἔμπροσθεν ἀναβληθέντα ἰέναι· καὶ πρῶτόν γε, ὡς ἡ κατὰ τὰ στοιχεῖα τῶν πραγμάτων διδασκαλία χρησιμωτέρα τῶν ἄλλων ἐστίν· εὐσύνοπτόν τε γὰρ ἐργάζεται τὸ πᾶν πρᾶγμα, καὶ τῇ μνήμῃ παρατιθέμενον, εἰς ἀνάμνησίν τε ῥᾳδίως ἐρχόμενον, ἁπάντων τε τῶν κατὰ μέρος ἐπιδέξιον χρῆσιν ἑτοίμως δεικνύμενον, ὡς ἂν εἰς ὀλίγα καὶ ὡρισμένα στοιχεῖα τῆς ἀναφορᾶς γιγνομένης αὐτῶν. τίς γὰρ οὐκ ἂν ἐξεύροι ῥᾳδίως πάσας τὰς κατὰ μέρος ἐν ταῖς τρίψεσι διαφοράς τε καὶ χρείας καὶ δυνάμεις, εἰ μόνον ἅπαξ ἐκμαθὼν τὴν γνώμην τοῦ παλαιοῦ μετὰ ταῦτα πρόχειρον ἔχει τῇ μνήμῃ τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς ἡμᾶς ἐδίδαξεν, ὡς δῆσαι μὲν ἡ σκληρὰ, λῦσαι δὲ ἡ μαλακὴ, μινυθῆσαι δὲ ἡ πολλὴ, σαρκῶσαι δ’ ἡ μετρία δύναται τρίψις; ἐκ γὰρ τοῦ ταῦτα νοῆσαί τε καὶ μνημονεῦσαι πρώτας μὲν τὰς ἐν τῇ ῥήσει παραλειφθείσας διαφορὰς εὑρήσομεν, εἶθ’ ἑξῆς ἐπιπλέκοντες ἀλλήλαις ἁπάσας ἐννέα συζυγίας ἀπεργασόμεθα, τὰς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ διαγράμματος ἐγκειμένας, ἃς οὔθ’ εὑρεῖν οὔτε μνημονεῦσαι δυνατὸν ἄνευ τοῦ προηγήσασθαι τὴν στοιχειώδη διδασκαλίαν, ἣν Ἱπποκράτης ἐποιήσατο, σύμπαντα τὸν περὶ τῆς τρίψεως λόγον εἰς τὰς πρώτας ἀρχὰς ἀναγαγὼν, ἐξ ὧν ἀκριβῶς εὑρημένων οὐ μόνον τὰ νῦν εἰρημένα περιγίγνοιντο ἂν ἡμῖν, ἀλλὰ καὶ τὸ κρίνειν ἁπάσας τὰς μοχθηρὰς διδασκαλίας. ἴδιον γὰρ μάλιστα μεθόδου τοῦτο, τὸ διὰ βραχείας ἀρχῆς στοιχειώδους ἐπὶ τὰ πάντα δύνασθαι τὰ κατὰ μέρος ἰέναι, καὶ κρίνειν ἅπαντα τὰ μοχθηρῶς εἰρημένα, καθάπερ κανόνι τινὶ τοῖς ἐπιστημονικοῖς θεωρήμασι τὰς οὐκ ὀρθὰς δόξας δοκιμάζοντα. περὶ μὲν δὴ τοῦ μήτ’ ἄλλον τινὰ περὶ τρίψεως ὀρθῶς ἐγνωκέναι, μήτε τὸν γυμναστὴν Θέωνα, καίτοι τῶν ἄλλων κάλλιον ὑπὲρ αὐτῆς ἀποφῃνάμενον, ἀλλ’ Ἱπποκράτην τε καὶ ὅσοι τούτῳ παρηκολούθησαν, ἱκανὰ καὶ ταῦτα.

Λείποιτο δ’ ἂν ἔτι τῶν ἀναβληθέντων, ὑπὲρ τῶν ὀνομάτων εἰπεῖν, ἵνα μή τις ὑπὸ τοῦ πλήθους αὐτῶν ἐξαπατώμενος ἰσαρίθμους οἰηθῇ τὰς διαθέσεις ὑπάρχειν ταῖς προσηγορίαις. τὸ μὲν γὰρ σκληρὸν ὄνομα κυρίως ἐπιφέρεται κατά τινος μιᾶς τοῦ σώματος διαθέσεως, ἣν οὐδ’ ἐξηγεῖσθαι διὰ πολλῶν ὁποία τίς ἐστι δεόμεθα, πάντων ἀνθρώπων ὑπὸ τῆς φωνῆς ποδηγουμένων ἐπὶ τὸ πρᾶγμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ μαλακόν. τὸ δ’ ἀραιὸν καὶ τὸ πυκνὸν οὐκέθ’ ὁμοίως ἐναργῶς σημαίνει τὰς διαθέσεις τοῦ σώματος, ὅτι διττή τις ἡ τῶν ὀνομάτων χρῆσις ἐγένετο, κυρίως μὲν ὀνομαζόντων ἑτέρα, καταχρωμένων δ’ ἑτέρα. τὸ μὲν οὖν κυρίως ἀραιόν ἐστι τὸ μεγάλοις διαλαμβανόμενον πόροις, ὥσπερ γε καὶ πυκνὸν τὸ μικροῖς· τὸ δ’ ἐκ μεταφορᾶς, ἢ καταχρήσεως, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, καὶ κατὰ τοῦ κεχυμένου τε καὶ πεπιλημένου λέγεται. κατὰ τοῦτο γοῦν ἔστιν ὅτε τὸν μὲν ἀέρα καὶ τὸ πῦρ ἀραιὰ, τὸ δ’ ὕδωρ καὶ τὴν γῆν πυκνὰ λέγομεν, ἐπ’ αὐτὰ τὰ στοιχεῖα τὰς εἰρημένας προσηγορίας ἐπιφέροντες, ἡνωμένα τε καὶ ὁμοιομερῆ τὴν φύσιν ὑπάρχοντα, καὶ μηδενὶ διαλαμβανόμενα πόρῳ. πολὺ δὲ δὴ τούτων ἔτι μᾶλλον ἀποκεχώρηκε τοῦ κυρίως ὀνομάζεσθαι τό τε ἐσφιγμένον καὶ τὸ δεδεμένον, ἐκ μεταφορᾶς ἄμφω λεγόμενα, τὸ μὲν ἐσφιγμένον ἐπί τε τοῦ πυκνοῦ καὶ τοῦ σκληροῦ, ποτὲ μὲν ἑκατέρου καταμόνας ὑπάρχοντος, ἔστιν ὅτε δ’ εἰς ταὐτὸν ἀφιγμένου, τὸ δ’ αὖ δεδεμένον ἐπὶ τῶν αὐτῶν μὲν, ἀλλ’ οὐκ ἐκ τῆς αὐτῆς μεταφορᾶς. ἐπειδὴ γὰρ ἅπαντα τὰ δεδεμένα δυσκίνητά εἰσιν, οὕτως ὀνομάζουσι καὶ τὰ διὰ ξηρότητά τινα, ἢ ψύξιν, ἢ φλεγμονὴν, ἢ σκίῤῥον, ἢ τάσιν, ἢ πλήρωσιν, ἢ βάρος ἐν δυσκινησίᾳ καθεστῶτα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς ἐναντίοις χρῶνται τῶν ὀνομάτων ἐπὶ τῶν ἐναντίων διαθέσεων, ἀνεῖσθαι λέγοντες, ἢ ἐκλελῦσθαι, ἢ κεχαλάσθαι. χρὴ δὲ μὴ τῷ πλήθει τῶν ὀνομάτων προσέχειν, ἀλλ’ ἡγεῖσθαι, διττὰ γένη διαθέσεων ὑπάρχειν τὰ πάντα, τὸ μὲν ἐν αὐτοῖς τοῖς ὁμοιομερέσι σώμασιν, ὅπερ ἤτοι σκληρὸν, ἢ μαλακόν ἐστι, τὸ δ’ ἐν ταῖς τῶν ὀργάνων ποροποιΐαις συνιστάμενον, ὅπερ ἤτοι πυκνὸν, ἢ ἀραιόν. αὗται γὰρ ἴδιαι τῶν σωμάτων αὐτῶν εἰσιν αἱ διαθέσεις, ἐπίκτητοι δὲ καὶ ὡς ἂν εἴποι τις πρόσκαιροι, ποτὲ μὲν ἐμπεπλησμένων τῶν πόρων ὑγρότητος περιττῆς, ἔστιν ὅτε δὲ καὶ καθαρῶν ὑπαρχόντων, καὶ ποτὲ μὲν ἀναπεπταμένων, ἔστιν ὅτε δὲ μεμυκότων.

Ἀλλὰ περὶ τῶν διαθέσεων τούτων ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ὁ λόγος ἔσται· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον. ἐπανιέναι χρὴ, καὶ πρότερον διορίσασθαι σαφέστερον ἔτι περὶ τρίψεως. ὡς ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτὴν ἐργάζεταί τι περὶ τοῖς σώμασιν ἡμῶν χρηστὸν, ἐνίοτε δὲ τοῖς ἐργαζομένοις ὑπηρετεῖ, καθάπερ Ἱπποκράτης ἔλεγε περὶ ἐπιδέσεως, ὡς ἐπίδεσις τὸ μὲν αὐτὴ ἰῆται, τὸ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖ. αὐτὴ μὲν οὖν ἡ τρίψις ἐργάζεται τά τ’ ἀραιὰ πυκνὰ ποιοῦσα, καὶ τὰ μαλακὰ πυκνοῦσα· σκληρὰ δ’ ἂν εἴη πάντως ἡ τοιάδε τρίψις· καὶ μὲν δὴ καὶ τὰ σκληρὰ μαλάττουσα, καὶ τὰ πυκνὰ διευρύνουσα· μαλακὴ δέ ἐστιν ἡ τοιαύτη τρίψις. οὕτω δὲ καὶ ἡ τοῦ σαρκῶσαι χάριν ἢ τοῦ λεπτῦναι παραλαμβανομένη καθ’ ἑαυτὰς ἐργάζονταί τι χρηστὸν ἐν τοῖς σώμασιν. ἡ μέντοι παρασκευάζουσα πρὸς τὰ γυμνάσια καὶ ἡ μετὰ ταῦτα παραλαμβανομένη τοῖς γυμνασίοις ὑπηρετοῦσιν, ἡ μὲν ἐκ τοῦ θερμῇναι μετρίως τοὺς πόρους ἀναστομοῦσα, καὶ τὰ κατὰ τὴν σάρκα περιττώματα χέουσα, καὶ τὰ στερεὰ μαλάττουσα. καλεῖται δὲ παρασκευαστικὴ τρίψις ἡ τοιαύτη. ἡ δὲ ἑτέρα προσαγορεύεται μὲν ἀποθεραπευτική· γινομένη δὲ μετὰ ἐλαίου πλέονος ἐπιτέγγει τε ἅμα τῷ λίπει, καὶ μαλάττει τὰ στερεὰ, καὶ διαφορεῖ τὰ ἐν τοῖς πόροις περιεχόμενα. ἀλλὰ περὶ μὲν τῆσδε καὶ αὖθις εἵπωμεν ἐφεξῆς τοῖς γυμνασίοις. ἡ μέντοι παρασκευαστικὴ τρίψις ἐπὶ τῆς ἀρίστης φύσεως ἕνεκα τοῦ διαθερμῇναι τὰ σώματα παραλαμβανομένη καθ’ ὃν εἴρηται τρόπον ὀλίγον ἔμπροσθεν γιγνέσθω, μαλακὴ μὲν τὰ πρῶτα, προσαγόντων δὲ ἤδη τοῖς πόνοις σκληρά. οὕτω γὰρ ἂν μάλιστα τό τε μαλάττειν ἔχοι καὶ τὸ πρὸς τὰς ἐνεργείας ἐπεγείρειν, καὶ τὸ διαφυλάττειν ὁποίαν παρέλαβε τὴν φύσιν τοῦ σώματος. εἰ μέντοι διαμαρτάνοιτο κατά τι, πρὸς τὸ σκληρὸν ἐκτρεπέσθω μᾶλλον. αἱ γὰρ ἐπ’ ὀλίγον ὑπερβολαὶ τῆς συμμετρίας ἐν τῷ δέρματι καταπαύονται, τῶν ἐντὸς οὐδὲν ἀλλοιοῦσαι, βλάπτοιεν δ’ ἂν ἧττον τὸ δέρμα πρὸς τὸ σκληρόν τε καὶ πυκνὸν ἐκτρεπόμεναι· οὕτως γὰρ ἂν εἴη δυσπαθέστερον. ὡς, εἴ γε καὶ διαπνεῖσθαι τὸ τοιοῦτον καλῶς ἠδύνατο, σκληρότατον ἂν αὐτὸ καὶ πυκνότατον ἀπειργαζόμεθα. νυνὶ δὲ, ἐπειδὴ πρὸς ἄμφω χρὴ παρασκευασθῆναι καλῶς αὐτὸ, καὶ πρὸς τὴν τῶν ἔνδοθεν περιττωμάτων διαπνοὴν, καὶ τὴν τῶν ἔξωθεν ὁμιλούντων βίαν, ἄριστον ἂν εἴη τὸ μέσον ἑκατέρων τῶν ὑπερβολῶν. εἰ δ’ ἄρα ποτὲ μὴ φυλάττοιτο τοῦτο, βέλτιον τὸ σκληρότερόν τε καὶ πυκνότερον τοῦ μαλακωτέρου καὶ ἀραιοτέρου. τὸ μὲν γὰρ τῆς διαπνοῆς ἐλλιπὲς ἐπανορθώσασθαι γυμνασίαις οἷόν τε· τὸ δὲ τῆς ἑτέρας διαθέσεως εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων οὔτ’ ἐπανόρθωσίν τινα ἑτέραν ἑτοίμην ἔχει, καὶ πρόσεστιν αὐτῷ βλάβη οὐ σμικρὰ, διαφερομένων πολλάκις οὐ τῶν περιττωμάτων μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς τροφῆς. ἐν μὲν δὴ ταῖς κατὰ ποιότητα διαφοραῖς ἐπὶ τὸ σκληρότερον ἁμαρτάνειν χρὴ μᾶλλον, ἤπερ ἐπὶ τὸ μαλακώτερον· ἐν μέντοι ταῖς κατὰ ποσότητα πρὸς τὸ ἔλαττον, ἐπὶ τῆς προκειμένης δηλονότι φύσεώς τε καὶ ἡλικίας. ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι κατὰ τὸν ἐνεστῶτα λόγον. αὐξάνεσθαί τε γὰρ ἔτι βουλόμεθα τὸ τοιοῦτον σῶμα, καὶ ἥκιστα ξηραίνεσθαι. τίνας μέντοι χρὴ φύσεις σωμάτων κατὰ διαθέσεις ἐπὶ πλέον τρίβειν, αὖθις εἰρήσεται.

Νυνὶ δὲ ἐπὶ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἐπανελθόντες ὑπὲρ τοῦ μέτρου τῆς τρίψεως ἐπισκεψώμεθα τὸν αὐτὸν τρόπον, ὅνπερ ἀρτίως ἐπεσκεψάμεθα περὶ τῆς ποιότητος. ἔοικε δὲ κᾀνταῦθα, πρὶν ὁρίζειν τὸ μέτρον, ἑτέρου τινὸς ἐπιμνησθήσεσθαι σκέμματος, οὗ χωρὶς οὐδὲ τὸ μέτρον ὀρθῶς οὔτε ὁρισθῆναι δυνατὸν οὔτε γνωρισθῆναι. τὸ δὲ δὴ σκέμμα τοῦ περιέχοντος ἀέρος τὸν τριψόμενον ἡ κρᾶσίς ἐστιν, ἣν δεῖξαι μὲν ἐπὶ ἔργου ἐγχωρεῖ, διελθεῖν δὲ τῷ λόγῳ σαφῶς οὕτως, ὡς μηδὲν ἀπολείπεσθαι τὴν ἑρμηνείαν ἐναργοῦς ἐνδείξεως, ἀμήχανόν ἐστι καὶ ἀδύνατον παντάπασιν. ἀλλ’ εἰ μὴ πολὺ λείποιτο δείξεως ἐναργοῦς ὁ λόγος, ἱκανὸν καὶ τοῦτο. προηγεῖται δὴ καὶ τῶνδε πάλιν ἑτέρα τις ὑπόθεσις, ἐν τίνι μὲν ὥρᾳ τοῦ ἔτους, ἐν τίνι δὲ χώρᾳ τῆς οἰκουμένης ὁ γυμνασόμενος ἔσται· μόνα γὰρ ἐπ’ αὐτῷ διώρισται τό τε τῆς κατασκευῆς τοῦ σώματος καὶ τὸ τῆς ἡλικίας. οὔτε δὲ ἐν ᾧτινι τέθραπται μέρει τῆς γῆς, οὔτε ἐν ᾧ μέλλει γυμνάζεσθαι νῦν, οὔτε καθ’ ἥντινα τοῦ ἔτους τὴν ὥραν, ἢ καὶ τῆς ἡμέρας, προσδιώρισται, καίτοι παρὰ ταῦτα τὸ μέτρον τῆς τρίψεως ὑπαλλάττεται. προσδιοριστέον οὖν αὐτὰ πάλιν, εἰρημένα μὲν ἤδη δυνάμει κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ γράμματος, οὐ μὴν τῇ γε ἑρμηνείᾳ σαφῶς δεδηλωμένα. λέγοντες γὰρ οἷον κανόνα τινὰ πρῶτον ἐκτίθεσθαι πάντων τῶν ἐφεξῆς εἰρησομένων τὸν ἄμεμπτον τῇ κατασκευῇ τοῦ σώματος ἄνθρωπον, εὐθέως ἐν τούτῳ καὶ τὴν χώραν αὐτοῦ διορισόμεθα δυνάμει. οὔτε γὰρ εὐκρατότατον, οὔτε ἀμεμπτότατον τῇ κατασκευῇ γίνεσθαι σῶμα δυνατὸν ἐν τοῖς ἀμέτρως κεκραμένοις χωρίοις, ὡς ὅ τε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα δείκνυσι. ξηροὶ μὲν γὰρ καὶ ἰσχνοὶ καὶ οἷον ἐσκελετευμένοι γίνονται κατὰ τὰς θερμὰς χώρας οἱ ἄνθρωποι, ἀνώμαλοι δὲ ταῖς κράσεσιν, ὡς τὰ μὲν ἔξω ψυχρὰ, τὰ δὲ ἔνδον τε καὶ κατὰ τὰ σπλάγχνα θερμὰ περαιτέρω τοῦ προσήκοντος ἔχειν, οἱ τῶν ψυχρῶν χωρίων οἰκήτορες. τὸ δ’ ἄριστον σῶμα, περὶ οὗ νῦν ὁ λόγος, ὥσπερ ὁ Πολυκλήτου κανών ἐστιν· ᾧ κατὰ μὲν τὴν ἡμετέραν χώραν, ὡς ἂν εὔκρατον ὑπάρχουσαν, ὦπται πολλὰ παραπλήσια σώματα, παρὰ δὲ Κελτοῖς, ἢ Σκύθαις, ἢ Αἰγυπτίοις, ἢ Ἄραψιν οὐδ’ ὄναρ ἰδεῖν ἔστι τοιοῦτον σῶμα. καὶ αὐτῆς δὲ τῆς ἡμετέρας χώρας ἱκανὸν ἐχούσης πλάτος, εὐκρατότατόν ἐστι τὸ μεσαίτατον, οἷόν περ ὑπάρχει τὸ κατὰ τὴν Ἱπποκράτους πατρίδα· καὶ γὰρ χειμῶνος αὕτη καὶ θέρους ἐστὶν εὔκρατος, ἔτι δὲ δή μᾶλλον ἦρός τε καὶ φθινοπώρου. τοιαύτην οὖν τινα χώραν ὑποθέμενοι τῷ προκειμένῳ σώματι, τὴν μὲν ὥραν τοῦ ἔτους αὐτῷ προσυποθώμεθα τὸ μεσαίτατον τοῦ ἦρος· ἔστω δὲ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ μέλλει πρὸς ἡμῶν γυμνάζεσθαι τὸ πρῶτον, ὡς οἷόν τε τὸ μεσαίτατον· ἵνα κατὰ μηδένα τρόπον ὑπὸ τοῦ περιέχοντος ἐξαλλαχθῇ πως ἡ φυσικὴ δύναμις τῆς κράσεως αὐτοῦ. διὰ δὲ τὸν αὐτὸν λογισμὸν οὐδὲ τὸν οἶκον, ἐν ᾧ γυμνάζεσθαι μέλλει, θερμότερον ἢ ψυχρότερον εἶναι προσήκει κατά γε τὴν ἡμέραν ἐκείνην τοῦ κοινοῦ τῆς πόλεως ὅλης ἀέρος. ἐν μέντοι χειμῶνι καὶ θέρει τοιοῦτον αὐτῷ προσθετέον· ἐν μὲν χειμῶνι θερμότητα, ἐν δὲ τῷ θέρει ψυχρότητα, ὡς εὔκρατον ἀκριβῶς ἀποτελεσθῆναι τὸ σῶμα κατὰ τὸν τῆς τρίψεως καιρόν. εἰ γὰρ ἤτοι θερμότερος ἢ ψυχρότερος εἴη περαιτέρω τοῦ προσήκοντος, ἐν μὲν τῷ θερμοτέρῳ φθάσειεν ἂν ἱδρῶσαι, πρὶν αὐτάρκως μαλαχθῆναι· κατὰ δὲ τὸν ψυχρότερον οὐδ’ ἂν ἐκθερμανθείη τὴν ἀρχὴν, οὐδὲ μαλαχθείη ποτὲ καλῶς, οὐδ’ ἐπανθήσειεν ἔρευθος εὐανθὲς, οὐδ’ εἰς ὄγκον ἀρθείη τὸ σῶμα. ταῦτα γὰρ δὴ τὰ γνωρίσματα συμμέτρου τρίψεώς ἐστιν ἐν ἀέρι συμμέτρῳ περὶ τὴν εὔκρατον ἔξιν τοῦ σώματος, ἔρευθός τε καὶ ὄγκος. ὥσπερ γὰρ ἐν τῷ καταχεῖν ὕδωρ θερμὸν εἰς ὄγκον μὲν τὸ πρῶτον ἐξαίρεται τὰ σώματα, πλεοναζόντων δὲ καθίσταται, καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐπ’ αὐτῶν εἶπε· τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα δ’ ἰσχναίνεται· οὕτως καὶ ἡ τρίψις ἐξαίρει μὲν πρῶτον, αὖθις δὲ συστέλλει τε καὶ καθαίρει τὸ σῶμα. τοὺς μὲν δὴ σαρκώσεως ἕνεκα τριβομένους τηνικαῦτα παύεσθαι προσήκει, ὅταν τὸ σῶμα πλησίον ἥκῃ τοῦ καθίστασθαι· τοὺς δ’ εἰς τὰ γυμνάσια παρασκευαζομένους οὐχὶ τοῦτον ἀναμένειν τὸν καιρὸν, ἀλλὰ πολὺ πρόσθεν παύεσθαι, καὶ μάλισθ’ ὅταν ἄριστοι τὴν κρᾶσιν ὦσι, καὶ παῖδος ἔτι τὴν ἡλικίαν. ὑγρὰ γὰρ δὴ τούτων τὰ σώματα, καὶ μαλακά, καὶ βραχείαις τρίψεσι μαλαττόμενα, σκοπὸς δέ ἐστι καὶ τέλος τῆς παρασκευαστικῆς τρίψεως τὸ μαλαχθῆναι μὲν τὰ στερεὰ, λυθῆναι δὲ τὰ ὑγρὰ, τοὺς πόρους δ’ εὐρυνθῆναι. ὁπόσον δέ τι τὸ πλῆθος ἔσται τῶν ἀνατρίψεων, οὐχ οἷόν τε λόγῳ δηλῶσαι, ἀλλὰ χρὴ τὸν ἐπιστατοῦντα, τρίβωνα τῶν τοιούτων ὑπάρχοντα, κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐκ ἀκριβεῖ στοχασμῷ χρήσασθαι, κατὰ δὲ τὴν ἑξῆς, ἐμπειρίαν ἤδη τινὰ τῆς τοῦ σώματος ἐκείνου φύσεως ἔχοντα, τὸν στοχασμὸν ἀεὶ καὶ μᾶλλον ἐξακριβοῦν. καὶ μὲν δὴ καὶ κατὰ τὰ γυμνάσια τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ δυνατὸν ἀκριβῶσαι τὸ μέτρον, ἐν δὲ ταῖς μετὰ τήνδε καὶ πάνυ δυνατόν. ἔστω δὴ κᾀνταῦθα γνωρίσματα, κατὰ μὲν τὴν πρώτην ἡμέραν, ὅταν ἐγκελευομένῳ καὶ παρορμῶντι γυμνάσασθαι μηκέθ’ ὁμοίως ὑπακούῃ, ἀλλὰ βραδυτέρας τε καὶ ἀραιοτέρας, καὶ ἀσθενεστέρας, καὶ, τὸ σύμπαν εἰπεῖν, ἀτονωτέρας ποιῆται τάς τε λαβὰς τῶν προσπαλαιόντων καὶ τὰς κινήσεις. εἶναι δὲ δηλονότι χρὴ τὸν γυμναζόμενον οὔτε θυμικὸν, ὡς ἔτι προθυμεῖσθαι γυμνάζεσθαι, καμνούσης ἤδη τῆς δυνάμεως, οὔτ’ ἄθυμον, ὡς ἀπαγορεύειν ἔτι πονεῖν δυνάμενον. ἔστι δὲ δή που τοιοῦτος οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν, ὁ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος· ὡς, ὅσοι γε ψυχροὺς ἔχουσι χυμοὺς ἐν τῇ γαστρὶ περιεχομένους, ἢ κατὰ τὴν ὅλην ἕξιν ἠθροισμένους, ἀργότεροι πρὸς τὰς κινήσεις εἰσίν. ὡσαύτως δὲ καὶ οἱ πληθωρικῶς διακείμενοι καὶ οἱ προσφάτῳ κρύει καταπονηθέντες ἄθυμοί τέ εἰσι καὶ ὀκνηροὶ κινεῖσθαι, καὶ τούτων ἔτι μᾶλλον, ὅσοι φύσει ψυχρότεροι, καὶ πολὺ δὲ δὴ μᾶλλον, εἰ τῇ ψυχρότητι καὶ ὑγρότης προσείη. οὗτοι μὲν γὰρ νοθεύουσι τὰ τοῦ μέτρου τῶν γυμνασίων γνωρίσματα, καθάπερ γε καὶ οἱ θερμότεροι τὴν κρᾶσιν, ἢ διὰ τὴν οἰκείαν φύσιν, ἢ δι’ ἐπίκτητόν τινα διάθεσιν, εὔθυμοί τέ εἰσι καὶ φιλόνεικοι, καὶ πρὸς τὰς ἐνεργείας ἕτοιμοι περαιτέρω τοῦ δέοντος. ὅσοι δὲ μήτε τὸ σῶμα θερμότερον ἢ ψυχρότερον ἔχουσι, μήτ’ ἄθυμοι τὴν ψυχήν εἰσι τὸ πάμπαν, ἢ φιλόνεικοί τε καὶ φιλότιμοι καὶ θυμικοὶ, τούτοις ἀκριβῆ διαφυλάττεται τοῦ μέτρου τῶν γυμνασίων τὰ γνωρίσματα, καὶ κατὰ τὴν πρώτην μὲν ἡμέραν εὐθὺς, ἀτὰρ οὖν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ προήκοντι τῷ χρόνῳ. εἰ γάρ τι καὶ παρέλαθεν κατὰ τὴν ἀρχὴν, ἀκριβωθήσεται τοῦτο τῇ πείρᾳ διδαχθέν. οὕτως οὖν εἰς ἀκριβῆ στοχασμὸν ἔρχεται καὶ τὸ τῶν σιτίων μέτρον, οὐδενὶ τρόπῳ κατ’ ἀρχὰς γνωρισθῆναι δυνάμενον· ἀλλ’ ἡ καθ’ ἑκάστην ἡμέραν πεῖρα καὶ μνήμη τοῦ ποδοῦ τῶν σιτίων τε καὶ γυμνασίων, οὐδὲ ἀργῶς ὁρῶντος τοῦ προεστῶτος, ἀλλ’ ἀεὶ μεμνημένου, ὅπως ἔπεψεν ἐπὶ τοσοῖσδε γυμνασίοις τὰ τοσάδε σιτία, πλησίον ἀκριβοῦς ἐπιστήμης ἄγει τὴν διάγνωσιν ἐν τῷ χρόνῳ. ταυτὶ μὲν οὖν ἤδη πρὸς ἅπαντα κοινὰ καὶ ταῖς μοχθηροτέραις ὑπάρχει κατασκευαῖς τοῦ σώματος, ὑπὲρ ὧν οὐδέπω πρόκειται λέγειν. ἡ δ’ ἀρίστη φύσις, ἡ νῦν ἡμῖν προκειμένη, τὰ μέτρα πάντων εὔδηλα κέκτηται, μήτε τοῖς τῆς ψυχῆς ἤθεσι μήτε ταῖς τοῦ σώματος δυσκρασίαις ἐπιθολοῦσά τε καὶ νοθεύουσα τῶν εἰρημένων μηδὲν, ἀλλὰ καὶ τρίψεων, καὶ γυμνασίων, καὶ σιτίων, καὶ ὕπνων ἐναργῶς ἐνδεικνυμένη τὰ μέτρα, καὶ τηνικαῦτα πρῶτον ἀπαγορεύουσα πρὸς ἕκαστον, ὅταν μηκέτι δέηται, ὥστε εἶναι καὶ τοῦτο τῷ προεστῶτι τοιούτου σώματος οὐ μικρὸν γνώρισμα μέτρου. λέγω δὲ τὴν περὶ ἕκαστον ὧν ἂν πράττῃ προθυμίαν, αὐτῆς τῆς φύσεως ἑαυτῇ τὸ μέτρον εὑρισκούσης ἐν ταῖς ἀρίσταις κατασκευαῖς. καὶ γὰρ ἀνατριβόμενοι τηνικαῦτα πρῶτον ἐξιᾶσιν ἐπὶ τὸ γυμνάσιον οἱ ἄριστα πεφυκότες, ὅταν ἱκανῶς ἔχωσι μαλακότητός τε ἅμα καὶ θερμότητος ἅπαντι τῷ σώματι· καὶ γυμναζόμενοι τότε πρῶτον ὀκνήσουσιν, ὅταν αὐτάρκως γυμνασθῶσιν· καὶ δὴ καὶ σιτίων καὶ πομάτων ἀποστήσονται τότε πρῶτον, ὅταν ἱκανῶς ἐμπλησθῶσιν· ὡς οὐδεὶς φόβος, οὔτε ὑπερπονῆσαι τὸν τοιοῦτον ἄνθρωπον, οὔθ’ ὑπερεμπλησθῆναι, ταῖς ὁρμαῖς τῆς φύσεως οἰακιζόμενον. οὔκουν οὐδὲ τοῦ προεστῶτος εἰς ἄκρον ἥκοντος ἐπιστήμης ὁ τοιοῦτος ἄνθρωπος δεῖται, καθάπερ οἱ μετὰ ταῦτα λεχθησόμενοι πάντες, οἱ μοχθηρῶς κατεσκευασμένοι. αὐτὸ γὰρ ἑαυτῷ πάντ’ ἐξευρίσκει τὸ ὑγιεινὸν σῶμα, ταῖς τῆς φύσεως ὁρμαῖς ἐπιτροπευόμενον, καὶ μάλιστα εἰ καλῶς εἴη τὰ τῆς ψυχῆς αὐτῷ πεπαιδευμένα. πολλοὶ γὰρ ἔθεσι μοχθηροῖς ἐντραφέντες, ἀκολαστότερον ἢ ἀργότερον διαιτώμενοι, διαφθείρουσι φύσεις χρηστὰς, ὥσπερ αὖ πάλιν ἔνιοι, μοχθηρῶς φύντες τὸ σῶμα, βίῳ σώφρονι καὶ γυμνασίοις εὐκαίροις ἐπανωρθώσαντο τὰ πολλὰ τῶν ἐλαττωμάτων. ἀλλὰ τούτων μὲν γυμνασίων τε καὶ ἔργων ὁ μετὰ ταῦτα λόγος ἅπας σύγκειται· περὶ δὲ τῶν ἄριστα κατεσκευασμένων τὸ σῶμα καὶ τὸν νοῦν προσεχόντων ἐπιστάταις ὑγιεινοῖς ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ὁ μὲν οὖν ἔμπροσθεν λόγος ὑπὲρ αὐτῶν εἰς τὸ μέτρον ἐτελεύτα τῶν γυμνασίων· ἐφεξῆς δ’ ἂν εἴη καιρὸς ὑπὲρ τῶν εἰδῶν διελθεῖν.

Εἴδη δὲ γυμνασίων ὀνομάζω πάλην, παγκράτιον, καὶ πυγμὴν, καὶ δρόμον, ὅσα τ’ ἄλλα τοιαῦτα, τινὰ μὲν αὐτῶν τούτων γυμνάσια μόνον ὑπάρχοντα, τινὰ δὲ οὐ γυμνάσια μόνον, ἀλλὰ καὶ ἔργα· γυμνάσια μὲν αὐτά γε δὴ ταῦτα τὰ εἰρημένα, καὶ προσέτι τὸ πιτυλίζειν, τὸ ἐκπλεθρίζειν, τὸ σκιομαχεῖν, τὸ ἀκροχειρίζεσθαι, τὸ ἅλλεσθαι, τὸ δισκοβολεῖν, καὶ διὰ κωρύκου, καὶ διὰ σφαίρας, ἢ μικρᾶς ἢ μεγάλης, καὶ δι’ ἁλτήρων ἐκπονῆσαι τὸ σῶμα, γυμνάσια δ’ ἅμα καὶ ἔργα σκάπτειν, ἐρέττειν, ἀροῦν, κλᾷν ἀμπέλους, ἀχθοφορεῖν, ἁμᾷν, ἱππεύειν, ὁπλομαχεῖν, ὁδοιπορεῖν, κυνηγετεῖν, ἁλιεύειν, ὅσα τ’ ἄλλα κατὰ μέρος πράττουσιν ἄνθρωποι τεχνῖται καὶ ἄτεχνοι τῶν κατὰ τὸν βίον ἕνεκα χρειῶν, ἢ οἰκοδομοῦντες, ἢ χαλκεύοντες, ἢ ναυπηγοῦντες, ἢ ἀροτρεύοντες, ἤ τι τοιοῦτον ἕτερον πολέμιον ἢ εἰρηνικὸν ἐργαζόμενοι. τοῖς πλείστοις δὲ τῶν τοιούτων ἔνεστί ποτε καὶ ὡς γυμνασίοις μόνον χρήσασθαι. τριττὴ γάρ τις αὐτῶν ἡ σύμπασα χρεία· ποτὲ μὲν γὰρ ὡς ἔργον μόνον αὐτὸ δὴ τοῦτο παραλαμβανόμενον, ἐνίοτε δὲ ὡς ἀσκημάτων ἕνεκα τῆς τῶν μελλόντων ἔργων χρείας, ἔστιν ὅτε δὲ καὶ ὡς γυμνασίων. κατ’ ἀγρὸν γοῦν ποθ’ ἡμεῖς ληφθέντες ἐν χειμῶνι ξύλα τε σχίζειν ἠναγκάσθημεν ἕνεκα τοῦ γυμνάζεσθαι, καὶ κριθὰς ἐμβάλλοντες ὅλμῳ κόπτειν τε καὶ ἐκλεπίζειν, ἅπερ ἑκάστης ἡμέρας οἱ κατ’ ἀγρὸν ἔπραττον ὡς ἔργα. περὶ μὲν δὴ τῆς ὡς ἔργων αὐτῶν χρήσεως ἐν τῷ μετὰ ταῦτα λόγῳ διαιρήσομαι· ἐν δὲ τῷ παρόντι περὶ τῆς ὡς γυμνασίων ἐροῦμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα γυμνάσια γίγνονται μήτε δι’ ὅλης ἡμέρας αὐτὰ πραττόντων, μήτ’ ἐν ἄλλῳ καιρῷ τοῦ πρὸ τῶν σιτίων. φυλάττεσθαι δὲ δήπου προσήκει καὶ τὸ μέτρον ἐπ’ αὐτοῖς τῶν γυμνασίων, καὶ τὴν καλουμένην ἀποθεραπείαν. εἰ δὲ καὶ προανατριψάμενός τις αὐτάρκως ἐπ’ αὐτὰ παραγίγνοιτο, νῦν μὲν ἂν ἀκριβῶς ἅπαντας ἔχοι τοὺς ἀριθμοὺς τῶν γυμνασίων. ὑπέρ τε οὖν τούτων ἁπάντων, ἃ δὴ καὶ γυμνασίων εἴδη καλοῦμεν, ἐπίστασθαι χρὴ τὸν τὴν ὑγιεινὴν μετιόντα, καλεῖν δ’ ἔξεστιν αὐτὸν, ὡς ἔμπροσθεν εἶπον, ἢ ὑγιεινὸν, ἢ γυμναστὴν, ἢ ἰατρόν, κυριωτάτης μὲν ἐσομένης τῆς πρώτης προσηγορίας, ἐκ καταχρήσεως δὲ τῶν ἄλλων. εἴπερ γὰρ ἅπαντες οἱ τεχνῖται παρωνύμως ὀνομάζονται τῶν τεχνῶν, ἃς μεταχειρίζονται, πρόδηλον, ὡς ὁ τὴν ὑγιεινὴν τέχνην μετερχόμενος ὑγιεινὸς ἂν εὐλόγως προσαγορεύοιτο, καθάπερ καὶ ὁ περὶ τὰ γυμνάσια μόνον γυμναστὴς, καὶ| ὁ περὶ τὰς ἰάσεις ἰατρός. εἰ δέ τις ἢ γυμναστὴν, ἢ ἰατρὸν ὀνομάζει τὸν ὑγιεινὸν τοῦτον, ἀπὸ μέρους τε προσαγορεύει τὸ σύμπαν καὶ οὐ κυρίως, ἀλλ’ ἐκ καταχρήσεως, ἢ ἐπιδιστάσεως, ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν, οὕτω ποιήσεται τὴν προσηγορίαν. αἴτιον δὲ τούτου τὸ, μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης, ἐφ’ ὅλης αὐτῆς ὄνομα μηδὲν τετάχθαι κύριον, ὑπὲρ ὧν ἐπὶ πλεῖον ἐν ἑνὶ βιβλίῳ τὸν λόγον ἐποιησάμην, ὃ Θρασύβουλος ἐπιγράφεται. εἴδη μὲν γυμνασίων τὰ εἰρημένα. ποιότης δὲ ἢ διαφορὰ (καὶ γὰρ οὖν καὶ ταῦτ’ ἔξεστιν ἑκατέρως ὀνομάζειν) ὀξύτης τε κινήσεώς ἐστι καὶ βραδύτης, εὐτονία τε καὶ, ὡς ἂν εἴποι τις, ἀτονία, καὶ πρὸς τούτοις ἔτι σφοδρότης ἔσται καὶ ἀμυδρότης. τρόποι δὲ τῆς χρήσεως ἁπάντων τῶν εἰρημένων εἰδῶν ἅμα ταῖς οἰκείαις διαφοραῖς οἱ τοιοίδε εἰσίν. ἤτοι συνεχὴς ἡ κίνησίς ἐστιν, ἢ διαλείπουσα· καὶ εἰ μὲν συνεχὴς, ἤτοι ὁμαλὴ, ἢ ἀνώμαλος, εἰ δὲ διαλείπουσα, ἢ τεταγμένη, ἢ ἄτακτος. οὗτοι μὲν οὖν οἱ κατ’ αὐτὸ τὸ πρᾶγμα τρόποι τῆς χρήσεως· οἱ δ’ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσιόντες τοιοίδε. ἢ ἐν ὑπαίθρῳ χωρίῳ γίγνεται τὸ γυμνάσιον, ἢ ἐν καταστέγῳ, ἢ ἐν ὑποσυμμιγεῖ σκιᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἢ θερμόν ἐστι τὸ χωρίον, ἢ ψυχρὸν, ἢ εὔκρατον, καὶ ἤτοι ξηρὸν ἀκριβῶς, ἢ ὑγρὸν, ἢ μέτριον. οὕτω δὲ καὶ τὸ μετὰ κόνεως, ἤτοι πλέονος, ἢ ἐλάττονος, ἐλαίου τε, καὶ κατὰ τὸν αὐτὸν λόγον ἢ πλέονος, ἢ ἐλάττονος, ἢ καὶ χωρὶς ἑκατέρου, τρόπος ἐστὶ χρήσεως γυμνασίου.

Ἐπεὶ τοίνυν ἤδη διώρισται πάνθ’ ἡμῖν, ὧν ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινὸν, ἐπὶ τὰ τῶν γυμνασίων εἴδη καιρὸς ἰέναι, καὶ πρῶτον μὲν διελέσθαι, τί τὸ κοινὸν ἅπασιν ὑπάρχει, καὶ τί καθ’ ἕκαστον ἴδιον, ἐφεξῆς δὲ τοὺς καιροὺς τῆς τρίψεως ἀφορίσασθαι. τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς ζώοις ἐργάζεσθαι. θερμαίνεται γὰρ ἡμῶν τὰ σώματα κατὰ τε τὰ βαλανεῖα, καὶ κατὰ θερμῶν ὑδάτων λουτρὰ, καὶ τὰς θερμὰς ὥρας τοῦ ἔτους, ἡλιοθερούντων τε καὶ παρὰ πυρὶ θαλπομένων, καὶ θερμοῖς φαρμάκοις ἀνατριβομένων. ἀλλ’ ἔξωθεν αἱ τοιαῦται πᾶσαι θερμότητος, οὐκ ἔνδοθεν, οὐδ’ ἐκ τῆς οἰκείας ἀρχῆς ἀνάπτονται καὶ αὐξάνονται. κατὰ δὲ τὰ γυμνάσια τῆς ἐμφύτου θερμότητος τοῖς ζώοις αὔξησίς ἐστιν, ἐξ αὐτῶν τῶν ἰδίων σωμάτων γιγνομένη. καὶ τοῦτο κοινὸν μὲν ἁπάντων τῶν γυμνασίων, οὐ μὴν ἴδιόν γέ ἐστιν, εἴ γε δὴ καὶ τοῖς θυμωθεῖσι, καὶ τοῖς ἀγωνιῶσι, καὶ τοῖς αἰδεσθεῖσιν αὔξησις τῆς ἐμφύτου γίγνεται θερμότητος. ὁ μέν γε θυμὸς οὐδ’ ἁπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις. αὐξάνεται δὲ καὶ τοῖς αἰδεσθεῖσιν ἡ ἔμφυτος θερμότης, εἴσω μὲν τὰ πρῶτα δραμόντος ἅπαντος τοῦ θερμοῦ, μετὰ ταῦτα δὲ ἀθροισθέντος ἐν τῷ βάθει, κᾄπειτα αὐξηθέντος, καὶ δι’ ἄθροισιν μὲν τὴν ἐνταῦθα, καὶ διὰ τὴν κίνησιν δὲ τὴν συνεχῆ. οὐ γὰρ ἡσυχάζει τὸ πνεῦμα τῶν αἰδουμένων, ἀλλ’ ἔνδοθέν τε καὶ περὶ αὑτὸ μετὰ τοῦ σύμπαντος αἵματος κυκᾶται πολυειδῶς, ὥσπερ καὶ τὸ τῶν ἀγωνιώντων. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων παθῶν τῆς ψυχῆς ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ μὲν γὰρ διὰ τὸ κοινὸν ἕπεσθαι σύμπτωμα τούτοις τε τοῖς πάθεσι καὶ τοῖς γυμνασίοις ἠναγκάσθην αὐτῶν μνημονεῦσαι, δεικνὺς, ὡς ἁπάντων κοινὸν γυμνασίων ἐστὶν ἡ τῆς ἐμφύτου θερμότητος αὔξησις ἔνδοθέν τε καὶ ἐξ αὐτῆς, οὐ μὴν ὅτι γε μόνοις ὑπάρχει τοῦτο γυμνασίοις, ἀλλὰ καὶ τοῖς εἰρημένοις ἄρτι πάθεσιν. ἤδη δ’ ἐπὶ τὰ καθ’ ἕκαστα τῶν γυμνασίων ἴδια τὸν λόγον ἄγειν καιρὸς, ἐπισημῃνάμενόν γε πρότερον, ὡς καὶ κατὰ ταῦτα πλείους εἰσὶν αἱ διαφοραί. τὰ μὲν γὰρ ἄλλοτε ἄλλο τι μέρος, ἕτερον ἑτέρου μᾶλλον γυμνάζει, καὶ τὰ μὲν ἐλιννυόντων γίγνεται, τὰ δὲ ὀξύτατα κινουμένων, καὶ τὰ μὲν εὐτόνως, τὰ δὲ ἀτόνως, καὶ πρὸς τούτοις γ’ ἔτι τὰ μὲν σφοδρῶς, τὰ δὲ ἀμυδρῶς. εὔτονον μὲν γυμνάσιον ὀνομάζω τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, σφοδρὸν δὲ τὸ βιαίως τε καὶ σὺν τάχει· βιαίως δὲ ἢ ῥωμαλέως λέγειν οὐ διοίσει. τὸ μὲν οὖν σκάπτειν εὔτονόν τε καὶ ῥωμαλέον ἐστὶν, οὕτω δὲ καὶ τὸ τέτταρας ἵππους ἅμα κατέχειν ἡνίαις εὔτονον μὲν ἱκανῶς γυμνάσιον, οὐ μὴν ὠκύ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἴ τις ἀράμενος ὁτιοῦν μέγιστον φορτίον ἢ μένοι κατὰ χώραν, ἢ προβαίνοι σμικρὰ, καὶ οἱ ἀνάντεις περίπατοι, τούτου τοῦ γένους εἰσίν. ἀναφέρεται γοῦν καὶ ἀναβαστάζεται κατ’ αὐτοὺς ὑπὸ τῶν πρώτων κινουμένων ὀργάνων ἅπαντα τὰ λοιπὰ μόρια τοῦ σώματος, ὥσπερ τι φορτίον. οὕτω δὲ καὶ ὅς τις ἀναῤῥιχᾶται διὰ σχοινίου, καθάπερ ἐν παλαίστρᾳ γυμνάζουσι τοὺς παῖδας, εἰς εὐτονίαν παρασκευάζοντες. ὡσαύτως δὲ καὶ ὅς τις ἢ σχοινίου λαβόμενος ἤ τινος ὑψηλοῦ ξύλου μέχρι πλείστου κατέχει κρεμάμενος ἐξ αὐτοῦ, ῥωμαλέον μέν τι καὶ ἰσχυρὸν γυμνάζεται γυμνάσιον, οὐ μὴν ὠκύ γε, καὶ ὅς τις προτείνας ἢ ἀνατείνας τὼ χεῖρε πὺξ ἔχων ἀτρεμίζει μέχρι πλείστου. εἰ δὲ καὶ παραστήσας τινὰ κελεύει καθέλκειν κάτω τὼ χεῖρε, μὴ ἐνδιδοὺς αὐτὸς, ἔτι δὴ μᾶλλον οὗτος εἰς εὐρωστίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα· τούτων γὰρ ἴδια τὰ τοιαῦτα μάλιστα ἅπαντα γυμνάσια· πολὺ δὲ δὴ μᾶλλον, εἴ τι βάρος ταῖς χερσὶν ἄκραις περιλαβὼν ἑκατέραις καταμόνας, οἷοί περ οἱ κατὰ παλαίστραν εἰσὶν ἁλτῆρες, ἀτρέμας ἔχει προτείνας ἢ ἀνατείνας αὐτάς. εἰ δὲ δὴ καὶ κελεύσειάς τινι καθέλκειν τε καὶ κάμπτειν βιαίως, αὑτὸν ἀκίνητόν τε καὶ ἄκαμπτον, οὐ ταῖς χερσὶ μόνον, ἀλλὰ καὶ τοῖς σκέλεσι καὶ τῇ ῥάχει διαφυλάττων, οὐ σμικρὸν γυμνάσεται γυμνάσιον εἰς εὐτονίαν ὀργάνων. οὕτω τοι λόγος ἔχει κᾀκεῖνον τὸν Μίλωνα γυμνάζειν ἑαυτὸν, ἐνίοτε μὲν ἀποσαλεῦσαί τε καὶ μετακινῆσαι τῆς ἕδρας ἐπιτρέποντα τῷ βουλομένῳ, (ἀλλὰ τοῦτο μὲν σκελῶν ἂν εἴη μάλιστα γυμνάσιον,) ἐνίοτε δὲ, εἰ τὰς χεῖρας γυμνάζειν βούλοιτο, τὴν πυγμὴν διαλύειν κελεύοντα· αὖθις δ’ ἂν, ὥς φασιν, ἐν ταῖς χερσὶν ἔχων ἢ ῥοιὰν, ἤ τι τοιοῦτον ἕτερον, ἀφαιρεῖσθαι τῷ βουλομένῳ παρεῖχε. ταυτὶ μὲν οὖν τὰ γυμνάσια μεγίστης ἰσχύος ἐπίδειξίν τε ἅμα καὶ ἄσκησιν ἔχει. τόνον δὲ μορίων γυμνάζει τε καὶ ῥώννυσι, κᾀπειδὰν, ἤτοι διαλαβὼν ἕτερόν τινα μέσον, ἢ διαληφθεὶς αὐτὸς, ἐπηλλαγμένων πρὸς ἀλλήλας τῶν χειρῶν τε καὶ τῶν δακτύλων, ἤτοι τῷ κρατουμένῳ προστάξειε διαλύειν, ἢ αὐτὸς λύοι τοῦ κρατοῦντος· οὕτω δὲ κᾀπειδὰν, ἑτέρου προσνεύσαντος, ἐκ πλαγίων αὐτῷ προσελθὼν, ἐν κύκλῳ τοῖς λαγόσι περιβαλὼν τὰς χεῖρας, ὥσπερ τι φορτίον ἀράμενος ἀναφέροι τε ἅμα καὶ προφέροι τὸν ἀρθέντα, καὶ μᾶλλον εἰ ἐπινεύοι τε καὶ ἀνανεύοι βαστάζων· ᾧδε γὰρ ἂν ἀκριβῶς τις ἅπασαν τὴν ῥάχιν εἰς ῥώμην παρασκευάσειεν. οὕτω δὲ καὶ ὅσοι τὰ στέρνα πρὸς ἀλλήλοις ἀπερεισάμενοι βιαίως ὠθοῦσιν εἰς τοὐπίσω, καὶ ὅσοι τῶν αὐχένων ἐκκρεμάμενοι κατασπῶσιν, εἰς εὐτονίαν παρασκευάζουσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ χωρὶς παλαίστρας ἢ βαθείας κόνεως δύναται γίγνεσθαι καθ’ ὁτιοῦν χωρίον ἐπίκροτον, ὀρθῶν καὶ ἑστώτων· ὅσα δὲ παλαίοντες εἰς ἀλλήλους δρῶσιν ἀσκοῦντες τὸν τόνον, ἤτοι κόνεως βαθείας, ἢ παλαίστρας δεῖται. ἔστι δὲ τὰ τοιαῦτα τοιάδε· περιπλέξαντες τοῖς ἑαυτῶν δυοῖν σκέλεσι τὸ ἕτερον σκέλος τοῦ προσπαλαίοντος, ἔπειθ’ ἅψαντες πρὸς ἀλλήλας τὼ χεῖρε, τὴν μὲν ἐπὶ τὸν αὐχένα βιαίως ἐρείδειν, ἥ τις ἂν ᾖ κατ’ εὐθὺ τοῦ κατειλημμένου σκέλους, τὴν δ’ ἑτέραν ἐπὶ τὸν βραχίονα. δύναιτο δ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἄκραν τὸ ἅμμα περιθεὶς ἀνακλᾷν εἰς τοὐπίσω βιαζόμενος. τὰ τοιαῦτα γὰρ παλαίσματα πρὸς εὐτονίαν ἑκάτερον τῶν παλαιόντων ἀσκεῖ, καθάπερ γε καὶ ὅσα ζώσαντος τοῖς σκέλεσι θατέρου τὸ ἕτερον ἢ κατ’ ἀμφοῖν ἄμφω καθέντος γίνεται, καὶ γὰρ καὶ ταῦτ’ ἀμφότερα εἰς ῥώμην παρασκευάζει. μυρία δὲ τοιαῦτα ἕτερα κατὰ παλαίστραν ἐστὶν εὔτονα γυμνάσια, περὶ ὧν ἁπάντων τὴν ἐμπειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερος δέ τις ὢν ὅδε τοῦ γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ. καί πως ἔοικεν αὖ καὶ τοῦθ’ ἡμῖν ἥκειν εἰς σκέμμα· περὶ οὗ λέλεκται μὲν ἤδη καὶ κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ Θρασύβουλον ἐπιγράφομεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον αὔταρκες εἰς τὸν παρόντα, πρότερόν γε διελθόντων ἡμῶν τὰς διαφορὰς τῶν γυμνασίων. ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται.

Μεταβαίνειν δὲ καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς εὐτονίας καὶ βίας. δρόμοι δ’ εἰσὶ ταῦτα, καὶ σκιομαχίαι, καὶ ἀκροχειρισμοὶ, καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὅταν ἐκ διεστώτων τε καὶ διαθεόντων γίγνηται. τοιοῦτον δέ τι καὶ τὸ ἐκπλεθρίζειν, καὶ τὸ πιτυλίζειν. τὸ δὲ ἐκπλεθρίζειν ἐστὶν, ἐπειδάν τις ἐν πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω διαθέων ἐν μέρει πολλάκις ἐφ’ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῇ τοῦ μήκους ἑκάστοτε βραχὺ, καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυλίζειν, ἐπειδὰν ἐπ’ ἄκρων τῶν ποδῶν βεβηκὼς, ἀνατείνας τὼ χεῖρε, κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ πρόσω. μάλιστα δὲ τοίχῳ προσιστάμενοι γυμνάζονται τοῦτο τὸ γυμνάσιον, ἵν’, εἰ καί ποτε σφάλλοιντο, προσαψάμενοι τοῦ τοίχου ῥᾳδίως ὀρθῶνται· καὶ οὕτω δὲ γυμναζομένων λανθάνει τε τὰ σφάλματα καὶ ἀσθενέστερον γίνεται τὸ γυμνάσιον. ὠκεῖαι δὲ κινήσεις εἰσὶν, οὐ μὴν βίαιοί γε, καὶ ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται κυλινδουμένων ὀξέως καθ’ ἑτέρων τε καὶ καταμόνας. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους τε ἅμα καὶ μεταβάλλοντας ἐν τάχει τὸν πέλας ὀξὺ γυμνάσασθαι γυμνάσιον. ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν μόνων ὀρθὸν ἐφ’ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον ὀξὺ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἀφαλλόμενον, ἔστιν ὅτε δὲ καὶ εἰς τοὔμπροσθεν ἀναφέροντα τῶν σκελῶν ἑκάτερον ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔνεστιν ὀξὺ γυμνάσιον ὁμοιόῤῥοπον γυμνάσασθαι χωρὶς τοῦ κατέχειν ἁλτῆρας, ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις, εἴτε χωρὶς πυγμῆς ἀναχθήσειεν ἁπλῶς. τοιοῦτον μὲν δὴ καὶ τὸ ταχὺ γυμνάσιόν ἐστιν, ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον. ἐπὶ δὲ τὸ σφοδρὸν ἰέναι καιρός. ἔστι δ’, ὡς εἴρηται, τοῦτο σύνθετον ἐξ εὐτόνου τε καὶ ταχέος. ὅσα γὰρ εὔτονα τῶν γυμνασίων εἴρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις χρῷτο, κινήσεις ταχείας προστιθείς. οὐχ ἥκιστα δὲ καὶ τὰ τοιαῦτα γυμνάσια σφοδρὰ, σκάψαι, καὶ δισκεῦσαι, καὶ κινῆσαι, καὶ πηδῆσαι συνεχῶς, ἄνευ τοῦ διαναπαύσασθαι. οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν συνείροντα τὴν ἐνέργειαν, ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν ὀξέως. ἀμέλει καὶ οἱ γυμναζόμενοι διά τινος τῶν τοιούτων ἀναπαύονται κατὰ βραχύ. καί σοι ἡ κατὰ τὸ συνεχές τε καὶ διαλεῖπον γυμνάσιον ἤδη πως γινωσκέσθω διαφορά. τὰ γὰρ εἰρημένα νῦν δὴ πάντα διαλείποντες μᾶλλον εἰς χρείαν ἄγουσι, καὶ μάλισθ’ ὅσα πόνοι τινές εἰσι καὶ ἔργα, μὴ μόνον γυμνάσια, καθάπερ τὸ ἐρέσσειν τε καὶ σκάπτειν. ὅσα δ’ ἀσθενέστερα τῶν γυμνασίων ἐστὶν, ἄνευ τοῦ διαναπαύεσθαι γίνεται μᾶλλον, ὥσπερ δολιχός τε καὶ αἱ ὁδοιπορίαι.

Ταῦτ’ οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη, τάς τε νῦν εἰρημένας ἔχοντα διαφορὰς, καὶ πρὸς τούτοις ἔτι τὸ τὰ μὲν ὀσφῦν μᾶλλον, ἢ χεῖρας, ἢ σκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ὅλην, ἢ τὸν θώρακα μόνον, ἢ τὸν πνεύμονα μόνον. βάδισις μέν γε καὶ δρόμος ἴδια σκελῶν γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιομαχία ἴδια χειρῶν, ὀσφύος δὲ τὸ ἐπικύπτειν τε καὶ ἀνακύπτειν συνεχῶς, ἢ αἴροντά τι βάρος ἀπὸ τῆς γῆς, ἢ ἐν ταῖν χειροῖν βαστάζοντά τι διαπαντός. ἔνιοι μὲν καταθέντες ἁλτῆρας ἐν τῷ πρόσθεν διεστῶτας ἀλλήλων ὀργυιὰν, εἶτ’ ἐν μέσῳ στάντες αὐτῶν, ἀναιροῦνται προκύπτοντες, τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἐν τοῖς ἀριστεροῖς, τῇ δὲ ἀριστερᾷ τὸν ἐν τοῖς δεξιοῖς, καὶ αὖθις ἑκάτερον εἰς τὴν οἰκείαν κατατίθενται χώραν, καὶ τοῦτο δρῶσιν ἐφεξῆς πολλάκις ἀτρεμίζοντες τῇ βάσει. τὰ δὲ πλάγια μέρη τῆς ῥάχεως ἡ κίνησις ἥδε διαπονεῖ μᾶλλον, ὥσπερ ἡ προειρημένη τὰ κατ’ εὐθύ. θώρακος δὲ καὶ πνεύμονος αἱ μέγισται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάσια, καθάπερ καὶ αἱ μέγισται φωναὶ, πρὸς τοῖς εἰρημένοις ἁπάντων τῶν φωνητικῶν ὀργάνων. εἴρηται δ’ ὁ κατάλογος αὐτῶν ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασι. ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου γεγόναμεν, οὐ χεῖρον ὑπὲρ ἁπάντων διελθεῖν τοῦ ζώου τῶν μορίων, ὅσα τε κινήσεις τινὰς ἐναργεῖς ἔχει καὶ ὅσα βραχείας τε καὶ ἀμαυρὰς, καὶ τίνα μὲν ἐξ ἑαυτῶν κινεῖται, τίνα δὲ ὑφ’ ἑτέρων· ἡ γὰρ τοιαύτη διαίρεσις οὐ σμικρὰν εὐπορίαν παρέξει τῷ γυμναστῇ πρὸς τὸ κινεῖν ἅπαντα τοῦ ζώου τὰ μόρια, ποτὲ μὲν ἐξ ἑαυτῶν τε καὶ κατὰ τὰς οἰκείας δυνάμεις, ἔστιν ὅτε δ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων. αἱ γὰρ κατὰ προαίρεσιν ἐνέργειαι πᾶσαι μυῶν τε καὶ νεύρων καὶ τενόντων ἴδιαι κινήσεις εἰσίν· εἰ δὲ καὶ σφοδρότεραι γίγνοιντο, τὰ μὲν εἰρημένα μόρια πρῶτά τε καὶ μάλιστα γυμνάζουσι, κατὰ δὲ τὸ συμβεβηκὸς καὶ τὰς ἀρτηρίας. ὀστᾶ δὲ καὶ φλέβες καὶ σάρκες καὶ σύνδεσμοι καὶ τὰ ἄλλα σύμπαντα τοῦ ζώου μόρια συγκινοῦνται τοῖς προειρημένοις. αἱ δ’ ἄλλαι κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν, ὅσαι μὴ κατὰ κοινὴν προαίρεσιν, ἀλλ’ ἤτοι φυσικαί τινες, ἢ κατὰ τὰ τῆς ψυχῆς γίγνονται πάθη, διτταὶ μέν εἰσι κατὰ γένος· αἱ μὲν ἕτεραι καρδίας καὶ ἀρτηριῶν, αἱ δὲ ἕτεραι φλεβῶν τε καὶ ἥπατος ἐνέργειαι, πρῶτον μὲν τούτων καὶ μάλιστα, δεύτερον δὲ τῶν ἄλλων ἁπάντων μορίων, ἐπειδὴ πάντα τέτταρσι φυσικαῖς διοικεῖται δυνάμεσιν. ἡ μὲν δὴ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας κίνησις οὐκ ἔστιν ὅτ’ ἐκλείπει τὸ πάμπαν, ἐπιτείνεται μέντοι καὶ ἀνίεται κατὰ μέγεθος καὶ σμικρότητα καὶ τάχος καὶ βραδυτῆτα καὶ σφοδρότητα καὶ ἀμυδρότητα παρὰ πολλὰς αἰτίας, ἃς συμπάσας μὲν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν πραγματείᾳ διῆλθον, ἀρκεῖ δ’ ἐν τῷ παρόντι τὰ κεφάλαια μόνον αὐτῶν εἰπεῖν τὰ πρῶτα. μία μὲν οὖν αἰτία τῆς μεταβολῆς τῶν σφυγμῶν ἐστιν αὔξησίς τε καὶ μείωσις τῆς ἐμφύτου θερμότητος, ἑτέρα δὲ ἡ κατὰ τὴν ποσότητα τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσις, τρίτη δὲ ἡ κατὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀῤῥωστίαν, τετάρτη δὲ ἡ κατὰ τὰ τῶν ὀργάνων πάθη. ἀλλὰ περὶ μὲν ταύτης οὐ νῦν διδάσκειν καιρός· ἤδη γὰρ νοσεῖν ἀνάγκη τὸ ζῶον ἐν τοῖς τοιούτοις πάθεσιν· αἱ δὲ ἄλλαι πᾶσαι τῶν σφυγμῶν ἀλλοιώσεις καὶ ἐν τοῖς ὑγιαίνουσι γίγνονται. παρὰ μὲν τὴν αὔξησίν τε καὶ μείωσιν τῆς ἐμφύτου θερμότητος ἥ τε παρὰ τὰς ὥρας καὶ τροφὰς καὶ πόματα καὶ λουτρὰ καὶ τρίψεις καὶ ὕπνους καὶ ἐγρηγόρσεις, ἔτι τε τὰ ψυχικὰ πάθη καὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας· ἡ δὲ παρὰ τὴν τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσιν ἐν ταῖς τῶν καθ’ ὁρμὴν κινήσεων διαφοραῖς ἡ δὲ παρὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀῤῥωστίαν ἐν ταῖς εὐκρασίαις τε καὶ δυσκρασίαις αὐτοῦ τοῦ σώματος τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν. αἱ δὲ τῶν φλεβῶν ἐνέργειαι σὺν καὶ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις, ὅσα περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὑπὸ τῆς φύσεως ἐγένετο, κατὰ τὰς ἐδωδάς τε καὶ πόσεις, ἀναδόσεις τε καὶ πέψεις καὶ θρέψεις ἀλλοιοῦνται· μέρος δέ τι ταύταις ἐστὶν κᾀν ταῖς ἀρτηρίαις. ὅσαι δὲ τῶν κινήσεων οὐκ εἰσὶν ἐνέργειαι, τριττὴ τούτων ἡ διαφορά· τινὲς μὲν γὰρ ἐξ ἑαυτῶν τοῖς ζώοις ἐγγίνονται, τινὲς δὲ ἔξωθεν προσέρχονται, τινὲς δὲ ὑπὸ φαρμάκων καταναγκάζονται. ἐξ ἑαυτῶν μὲν, ἃς ἔμπροσθεν εἶπον· ἔξωθεν δὲ κατὰ τοὺς πλοῦς, καὶ τὰς ἱππασίας, καὶ τὰς αἰωρήσεις, ὅσαι τ’ ἐκ τῶν ὀχημάτων γίγνονται, καὶ ὅσαι διὰ σκιμπόδων ἐκκρεμαμένων, ἢ λίκνων σειομένων, ἢ ἐν ταῖς τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν. ἐκ δὲ τῶν ἔξωθεν κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις, εἴθ’ οὕτως τις αὐτὴν ὀνομάζειν ὁμοίως τοῖς παλαιοῖς, εἴτε καὶ χωρὶς τῆς ἀνά προθέσεως ὡσαύτως τοῖς νεωτέροις βούλοιτο· διαφέρει γὰρ οὐδὲν εἰς τὰ παρόντα. ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταὶ, καθάπερ καὶ αἱ ἱππασίαι. οὐ γὰρ, ὥσπερ ἐν τοῖς ὀχήμασι, καὶ μάλιστα ἐν οἷς κατακλίναντες ἀτρεμίζομεν, οὕτω κᾀν τοῖς τῶν ἵππων ὀχήμασι συμπίπτει σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος, ἐνεργοῦντα μηδὲν, ἀλλὰ τὴν ῥάχιν ὄρθιον ἀπευθύνειν χρὴ, καὶ τοῖς μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου, καὶ τετάσθαι τὰ σκέλη, καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν τούτῳ γὰρ καὶ ἡ ὄψις γυμνάζεται, καὶ ὁ τράχηλος πονεῖ. μάλιστα δ’ ἐν τῷ τοιούτῳ γυμνασίῳ σείεται τὰ σπλάγχνα· σείεται μὴν οὐδὲν ἧττον τὰ σπλάγχνα καὶ τοῖς ἁλλομένοις, ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰωρήσεσιν ἧττον. ὥστε, εἴ τις ἐθέλοι τὰ κάτω φρενῶν σπλάγχνα κινῆσαι βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους καὶ πρὸς τούτοις ὅσα διὰ τῆς τῶν ἁμμάτων περιθέσεως τρίβουσι. χρὴ δ’ ὄπισθεν εἶναι τὸν τρίβοντα, περιφέροντα τὼ χεῖρε ποτὲ μὲν ἐπ’ ἀριστερὰ, ποτὲ δ’ ἐπὶ δεξιὰ, συνεπικλινόμενα πρὸς ταῦτα καὶ τριβόμενα. συγκινοῦσι μέν πως τὰ κάτω τῶν φρενῶν σπλάγχνα καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ γε καὶ αἱ ἐκφυσήσεις αἵ τε καταμόνας γιγνόμεναι καὶ αἱ μετὰ καταλήψεως ἐν αὐλήσεσί τε καὶ φωναῖς, καὶ αὐτὴ δ’ ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον τῶν κατ’ ἐπιγάστριον ἢ τῶν κατὰ θώρακα μυῶν. ἀλλὰ περὶ μὲν ταύτης αὖθις εἰρήσεται· πρὸς γὰρ ταῖς εἰρημέναις ἄρτι καὶ ἄλλην οὐ σμικρὰν χρείαν ἔχει, ἧς ἕνεκεν ἐπὶ τελευτῇ τῶν γυμνασίων αὐτὴν παραλαμβάνομεν. ἐπὶ δὲ τὸ προκείμενον ἐπανιτέον, ὡς πολλαὶ τῶν ἐγγινομένων κινήσεων τοῖς τοῦ ζώου μορίοις οὔτ’ ἐνέργειαι τῶν μορίων αὐτῶν εἰσιν, οὔτ’ ἐνεργείαις ἀκολουθοῦσιν, ἀλλ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων ἀποτελοῦνται, ὡς ἐπὶ τῶν ὀχουμένων γίγνονται, καὶ πλεόντων, καὶ τριβομένων, καὶ καθαιρομένων ὑπὸ φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων. ἀλλ’ ἡ τοιαύτη κίνησις οὐκ ἔστι τῆς ὑγιεινῆς πραγματείας, αἱ δ’ ἄλλαι πᾶσαι, καὶ μάλιστα ἡ διὰ τρίψεως ἀναγκαιοτάτη γινώσκεσθαι τοῖς ὑγιεινοῖς. τῆς γὰρ τούτων τέχνης ἐστὶν ἁπασῶν τῶν κινήσεων ἐπίστασθαι τὰς δυνάμεις, ὥσπερ, οἶμαι, τῶν τεχνικῶν αὐτῶν ἁπάσας τὰς κατὰ μέρος· ἐκεῖνοι μὲν γὰρ τῆς κατὰ τὴν ὕλην ποικιλίας, ὁ γυμναστὴς δὲ τῆς δυνάμεως αὐτῶν ἔχει τὴν γνῶσιν. εἰ γοῦν τίς με κελεύσειεν ὁπλομαχικὰς κινήσεις ἢ ἕτερον διδάσκειν, ἢ αὐτὸν εὐρύθμως κινεῖσθαι, οὐκ ἂν δυναίμην καλῶς ἐνεργῆσαι μίαν ἐξ αὐτῶν τὴν ἐπιτυχοῦσαν· εἰ μέντοι παρείην τινὶ τῶν ὁπλομαχικῶν ἐνεργοῦντι, καὶ τίνα δύναμιν ἑκάστη τῶν ἐνεργειῶν ἔχει, καὶ τί μάλιστα μόριον ἐκπονεῖ, πάντων ἄν ἐκείνων ἀκριβέστερον εἰδείην. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὲν ὁπλομαχικὸς οὐδὲν ἂν εἴποι τῆς δυνάμεως αὐτῶν, ὁ δὲ τὴν περὶ τὰ γυμνάσια τέχνην ἐπιστάμενος ἀκριβῶς ἁπάσας διαγνώσεται, πρὸς ὡρισμένους σκοποὺς ἀναφέρων. ἢ γὰρ βίαιοί τινές εἰσι, καὶ βαρεῖαι, καὶ εὔτονοι, ἢ κοῦφαι, καὶ ταχεῖαι, καὶ σύντονοι, ἢ βίαιοί τε ἅμα καὶ ὀξεῖαι. ταῦτα οὖν γνωρίσεις ῥᾳδίως ἐν αὐτῷ τῷ θεάσασθαι γινόμενα, καὶ πρὸς τούτοις ἔτι, τίνες μὲν ἐνέργειαι σκέλη μᾶλλον, ἢ χεῖρας, ἢ θώρακα, τίνες δ’ ὀσφῦν, ἢ κεφαλὴν, ἢ ῥάχιν, ἢ γαστέρα, τίνες δ’ ὁτιοῦν ἄλλο μέρος ὑπὲρ τἄλλα διαπονοῦσιν. ὁ μὲν γὰρ ὁπλομαχικὸς εὐρύθμως μὲν ἐνεργήσει κινήσεις ταχείας, εἰ οὕτως ἔτυχεν, εὐτόνους τε ἅμα καὶ βαρείας, οὐ μὴν ὅτι γε πυκνοῦσιν καὶ ἰσχναίνουσιν αἱ τοιαῦται κινήσεις οἶδεν, ὥσπερ οὐδ’ ὅτι σαρκοῦσί τε καὶ ἀραιοῦσιν αἱ βραδύτεραι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνεργήσει μέν ποτε κινήσεις εὐτόνους τε ἅμα καὶ βραδείας καὶ βαρείας, οὐ μὴν ὅτι γε ῥώμην αὗται καὶ βάρος σώματος κατασκευάζουσιν οἶδεν. οὕτω δὲ καὶ ὁ ἡνίοχος ἐνεργήσει μὲν ἁπάσας τὰς κατὰ μέρος ἐνεργείας εὐρυθμότατά τε ἅμα καὶ τῇ χρείᾳ συμφορώτατα, ποῖαι δ’ αὐτῶν ἤτοι λεπτύνουσιν, ἢ σαρκοῦσιν, ἢ ῥώμην ἢ συντονίαν ἀποτελοῦσιν, ἢ μαλακὸν, ἢ σκληρὸν, ἢ πυκνὸν, ἢ ἀραιὸν ἐργάζονται τὸ σῶμα, παντάπασιν ἀγνοεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁ σφαιριστικὸς ἁπάσας μὲν ἐπίσταται τὰς τῆς σφαίρας βολάς τε καὶ λήψεις, οὐ μὴν ἥντινά γε διάθεσιν ἑκάστη τῷ σώματι περιποιεῖ. οὕτω καὶ ὁ παιδοτρίβης ἁπασῶν μὲν τῶν κατὰ παλαίστραν ἐνεργειῶν ἐπιστήμων ἐστὶν, ὅ τι δὲ ἑκάστη πέφυκε δρᾷν, ἀγνοεῖ. καὶ συλλήβδην εἰπεῖν ἅπαντες ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι, διὰ τῶν σωμάτων ἐνεργοῦντες, ἀγνοοῦσι τῶν ἐνεργειῶν τὰς δυνάμεις, ὀρχησταὶ, ναυτίλοι, τέκτονες, ἁλιεῖς, γεωργοὶ, χαλκεῖς, οἰκοδόμοι, σκυτοτόμοι, πάντες ἁπλῶς οἵ τι πράττοντες. ἀλλ’ ὁ γυμναστικὸς, ἀφ’ ὧν εἶπον ὀλίγον ἔμπροσθεν ὁρμώμενος, εἰ καὶ νῶν πρῶτον εἴη θεώμενος ἡντιναοῦν ἐνέργειαν, οὐκ ἀγνοήσει τὴν δύναμιν αὐτῆς. οἷον αὐτίκα τῶν ὀρχηστῶν αἱ σύντονοι κινήσεις, ἐν αἷς ἅλλονται μέγιστα, καὶ περιδινοῦνται στρεφόμενοι τάχιστα, καὶ ὀκλάσαντες ἐξανίστανται, καὶ προσσύρουσι, καὶ διασχίζουσιν ἐπὶ πλεῖστον τὰ σκέλη, καὶ ἁπλῶς εἰπεῖν ἐν αἷς ὀξύτατα κινοῦνται, λεπτὸν καὶ μυῶδες καὶ σκληρὸν καὶ πυκνὸν ἔτι τε σύντονον ἀποτελοῦσι τὸ σῶμα. κατὰ δὲ τὰς ἐκλύτους τε καὶ βραδείας καὶ μαλακὰς κινήσεις οὐ μόνον οὐκ ἂν γένοιτο τὸ σῶμα τοιοῦτον, οἷον εἴρηται νῦν, ἀλλ’ εἰ καὶ φύσει μυῶδές τε καὶ σύντονον ὑπάρχει, τὴν ἐναντίαν ἀμείψει διάθεσιν. ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔλεγον, ὡς ὁ παιδοτρίβης ὑπηρέτης ἐστὶ τοῦ γυμναστοῦ τοιοῦτος, οἷός περ ὁ μάγειρος ἰατροῦ, τοῦτο καὶ νῦν ἐπιδέδεικται. σκευάζει γὰρ ὁ μάγειρος ἢ τεῦτλον ἢ φακῆν ἢ πτισάνην ἄλλοτε ἀλλοίως, οὔτε τὸ σκευαζόμενον ὁποῖόν τι τὴν δύναμίν ἐστιν ἐπιστάμενος, οὔθ’ ἥτις τῶν σκευασιῶν βελτίστη· ὁ δ’ ἰατρὸς οὐδὲν μὲν τούτων ὁμοίως τῷ μαγείρῳ παρασκευάσαι δυνατός ἐστιν, παντὸς δὲ τοῦ παρασκευασθέντος ἐπίσταται τὴν δύναμιν.

Ὁ τοίνυν γυμναστὴς τοῦ προκειμένου ἐν τῷ λόγῳ μειρακίου, τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν, ἐπίσταται μὲν ἁπάντων γυμνασίων τὰς δυνάμεις, ἐκλέγεται δὲ καθ’ ἕκαστον εἶδος τὰ σύμμετρά τε καὶ μέσα τῶν ἀμετριῶν ἑκατέρων. οὔτε γὰρ ὀξέος οὔτε βραδέος ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀλλὰ τοῦ μέσου τε καὶ συμμέτρου δεῖται γυμνασίου· κατὰ δὲ τὸν αὐτὸν λόγον οὔτε βιαίου καὶ σφοδροῦ, οὔτ’ ἐκλύτου καὶ ἀμυδροῦ, ἀλλὰ κᾀντεῦθεν τὸ σύμμετρον ἄριστον. οὐ γὰρ ὑπαλλάττειν προσήκει τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, ἀλλὰ φυλάττειν. εἴτ’ οὖν ἐν ὅπλοις ἐθέλοι γυμνάζεσθαι τὸ τοιοῦτον μειράκιον, ὁ γυμναστὴς αὐτοῦ τὸν ἐμπειρότατον τῆς ὕλης τῶν ὁπλομαχικῶν ἐνεργειῶν παραλαβὼν, ἁπάσας αὐτῷ δειχθῆναι κελεύσει, κᾄπειτ’ αὐτὸς ἐκλέξεται, καὶ διακρινεῖ, καὶ προστάξει, κατὰ ποίας μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεσθαι, κατὰ ποίας δ’ ὀλιγάκις, ἢ συμμέτρως, ἢ οὐδ’ ὅλως, ἢ διαπαντός. οὐ γὰρ δύναται λαθεῖν αὐτὸν, οὔθ’ ὅ τι μόριον ἑκάστη διαπονεῖ μᾶλλον, οὔθ’ ἥτις αὐτῆς ἐστιν ἡ ποιότης τε καὶ ἡ δύναμις. εἴτε διὰ σφαίρας ἐπιθυμήσειε γυμνάζεσθαι, κᾀνταῦθα πάλιν ἐξευρήσει τό τε εἶδος τῶν ἐνεργειῶν καὶ τὴν ποιότητα καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν σφαιριστικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπασαν θεάσασθαι τῶν ἐνεργειῶν. αὐτῆς μὲν γὰρ τῆς κατὰ μέρος ὕλης ἑκάστης τῶν τεχνῶν ἄπειρός ἐστιν ὁ γυμναστὴς, ᾗ γυμναστής ἐστιν· εἰ δὲ ἅπαξ αὐτὴν θεάσαιτο, τήν τε ποιότητα καὶ τὴν δύναμιν αὐτίκα γνωρίζει. μυρίους γοῦν ἡμεῖς ἀσθενέστερά τινα μέρη τοῦ σώματος ἔχοντας, ὡς συνεχέστατα τοῖς κατὰ ταῦτα νοσήμασιν ἁλίσκεσθαι, διὰ μόνης γυμναστικῆς ἀνεῤῥώσαμεν, οὐκ ἀπαγαγόντες ἀπὸ τῶν οἰκείων γυμνασίων, ἀλλ’ εἴτ’ ὀρχηστικὸς ἦν ὁ ἄνθρωπος, εἴθ’ ὁπλομαχικὸς, εἴτε παγκρατιαστικὸς, εἴτε παλαιστρικὸς, εἴθ’ ὁτιοῦν ἄλλο, τὰς ἐν ἐκείνῃ τῇ τέχνῃ κινήσεις ἁπάσας αὐτὸν ἐπιτάξαντες ἡμῶν παρόντων κινηθῆναι, κᾀξ αὐτῶν ἐκλεξάμενοι τὰς ἐπιτηδειοτάτας ἅμα καιρῷ τε καὶ μέτρῳ. περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορθώσεων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέρος τῆς πραγματείας, ἐν ᾧ περὶ τῶν μοχθηρῶν κατασκευῶν τοῦ σώματος διέξειμι. νυνὶ δὲ τὸ μὲν ἄριστον σῶμα πρόκειται φυλάττειν ἄριστον, ἐξ ἁπάντων δ’ ἐκλεκτέον αὐτῷ τὸ σύμμετρον, ἐκ τρίψεων, ἐκ γυμνασίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους, μήτε σκληροτέραν, (ἡ μὲν γὰρ εὐκίνητος ὑπὸ τῶν ἔξωθεν αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει,) μήτε πυκνοτέραν, ὡς ἴσχεσθαί τι τῶν κατὰ σάρκα περιττωμάτων, μήτε ἀραιοτέραν, ὡς ἀποῤῥεῖν τι καὶ τοῦ χρηστοῦ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἰσχνότερον ἑαυτοῦ ποιητέον οὐδὲ παχύτερον, εἴπερ ἄριστα διέκειτο, γινώσκοντας, ὡς τὸ μὲν ἰσχνότερον εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον ὑπὸ τῶν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων. ἢ τί δεῖ λέγειν, ὡς οὐδὲ θερμότερον αὐτὸ, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἀποφαντέον, εἴπερ ἀμέμπτως ἐκέκρατο; εἷς οὖν ἐπὶ τοῦ τοιούτου σώματος ὁ σκοπὸς ἐν ἁπάσαις ταῖς ὑγιειναῖς ὕλαις τὸ σύμμετρόν τε καὶ μέτριον, ὅπερ ἀκριβῶς ἐστι μέσον ἑκατέρων τῶν ἀμετριῶν. ὡς δ’ ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ὑπὲρ τῶν ἀναγκαιοτάτων ἀναμιμνήσκειν πολλάκις. ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν πλατὺν ἔχει τὸν στοχασμὸν, ἡ δὲ δευτέρα, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη, καὶ τῶν λοιπῶν ἑκάστη κατὰ τὸ ἑξῆς ἀκριβέστερον. ἐν γὰρ τῇ πρώτῃ διὰ τῶν εἰρημένων σκοπῶν ἅπαντά σοι πραττέσθω. ἀποδυέσθω μὲν ἐπὶ πεπεμμένοις ἀκριβῶς τοῖς οὔροις, ὡς ὁ Αἰγίμιος ἐκέλευσεν. ἐφεξῆς δὲ τῆς μὲν ἀνατρίψεως ὁ σκοπὸς, ὡς μαλαχθῆναι τὰ μόρια· δηλώσει δὲ τό τε ἐπιτρέχον ἄνθος αὐτοῖς, καὶ τὸ ῥᾳδίως ἐπαλλάττειν τὰ κῶλα, καὶ τὸ πρὸς τὰς κινήσεις ἁπάσας ἑτοίμως ἔχειν. μετὰ ταῦτα δὲ ἤδη γυμναζέσθω, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα, καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ ὁμαλαὶ καὶ εὔρυθμοι γίγνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμῷ ἀτμῷ συμμιγῆ. παύσασθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ. καὶ γὰρ εἰ φανείη σοι συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον γυμνάζοις, ἐκκενώσεις τι καὶ τῶν χρηστῶν, ὥστ’ ἰσχνότερον ἀποδείξεις τὸ σῶμα, καὶ ξηρότερον, καὶ ἀναυξέστερον. ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ σῶμα καὶ διαφορήσεις ἐπὶ πλέον, εἰ γυμνάζοις ἔτι. καὶ μὲν δὴ καὶ τὸ κινήσεων ἕτοιμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν ἐνδιδόναι προφαίνηται, καὶ ὀκλάζειν κατά τι, παύειν αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίγνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή. πλέονα γὰρ ἀεὶ καὶ μᾶλλον αὐτὸν γίγνεσθαι χρὴ καὶ θερμότερον, εἰς ὅσον ἂν αἱ κινήσεις ἀνάγωνται πρὸς τὸ σφοδρότερον. ὅταν οὖν ἢ ἐλάττων ἢ ψυχρότερος γίγνηται, διαφορεῖται ἤδη τὸ σῶμα καὶ ψύχεται καὶ ξηραίνεται περαιτέρω τοῦ προσήκοντος. ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ σώματι, καὶ διαπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον, ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν, καὶ στῆναι κελεῦσαι, καὶ εἰ βουληθείης κατοχῇ πνεύματος πληρῶσαι τὸν λαγόνα, περιχέοντα τοὔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν. οἷον δέ τι πρᾶγμά ἐστιν ἡ ἀποθεραπεία, καὶ τίνες ἐν αὐτῇ σκοποὶ, καὶ τί τὸ μέτρον, ἐξ ὧν τε συμπληροῦνται κινήσεών τε καὶ τρίψεων, ἐν τῷ μετὰ ταῦτα λόγῳ δηλωθήσεται. νυνὶ μὲν γάρ μοι δοκῶ καταπαύειν ἤδη τὸν ἐνεστῶτα, αὔταρκες ἔχοντα μέτρον, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς καὶ τὸ λουτρὸν, τὸ ἀκριβῶς εὔκρατον, ἐπὶ τῆς προκειμένης ἡλικίας τε καὶ φύσεως ἐκλέγεσθαι προσήκει. πρόκειται δ’, εἴ τι μεμνήμεθα, τρίτη τις ἑβδομὰς ἐτῶν ἀπὸ τῆς γενετῆς, τουτέστιν ἡ μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος ἡλικία μέχρι τοῦ πρώτου καὶ εἰκοστοῦ, καθ’ ἣν οὐδέπω κελεύω ψυχρολουτεῖν τὸ μειράκιον, ἵν’ ἐπὶ πλεῖστον αὔξοιτο. τελειωθέντος δὲ κατὰ μέγεθος, ἐπισκεψόμεθά τι καὶ περὶ τῆς ψυχρολουσίας. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν κόνει γυμνασίων ἀκριβέστερον ἐπισκεψόμεθα κατὰ τὸν ἑξῆς λόγον. ἐν δέ γε τῷ παρόντι τοῦτο εἰπεῖν ἀρκέσει, τὸ μηδὲ κόνεως χρῄζειν τὸ μειράκιον, εἰ τὸν οἶκον, ἐν ᾧ γυμνάζεται, καθ’ ὃν ἐν ἀρχῇ τρόπον ἐκέλευσα παρεσκευασμένον ἔχοι. εἰ δέ γε θερμότερος εἴη, καὶ κόνει χρηστέον. εἰ μὲν δὴ κονίσεται, πάντως λουστέον· εἰ δὲ μὴ κονίσαιτο, δυνατόν καὶ μὴ λούσασθαι, καὶ μάλιστα χειμῶνος. ἐφεξῆς δέ καὶ ὅσα περὶ τροφὴν, ἢ ποτὸν, ἢ ὕπνον, ἢ περίπατον ἐστοχάσθαι χρὴ τὸν ἐπιστάτην τοῦ μειρακίου, καὶ λεχθήσεται μὲν ἐν τοῖς ἑξῆς· ἀδύνατον δ’ ἀκριβῶς ἐπιτυχεῖν αὐτῶν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἀλλὰ κατὰ τὴν δευτέραν, ἐπὶ πόσοις γυμνασίοις ὅπως διῃτήθη γινώσκων, εἰ μὲν ἀκριβῶς φαίνοιτο διαφυλάττων τὴν ἑαυτοῦ φύσιν, ἐν τοῖς αὐτοῖς μέτροις διαιτήσει τε καὶ διαγυμνάσει, μὴ φυλάττοντα δὲ, καθότι ἂν ἐξίστηται τῶν ἀρχαίων, ἐπανάγειν πειράσεται μεταβάλλων τὰ μέτρα. καὶ τοῦτο οὐ παύσεται ποιῶν, ἄχρι περ ἂν ἐφ’ ἑκάστῳ τῶν πραττομένων ἀκριβὲς ὁρίσῃ τὸ μέτρον. ὁπόσαι δ’ εἰσὶ καὶ τίνες αἱ εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ, καὶ πῶς ἑκάστην χρὴ διαγινώσκειν τε καὶ θεραπεύειν, ὁ ἐφεξῆς λόγος ἐξηγήσεται.

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Γ.

Τῶν γραψάντων ὑγιεινὰς πραγματείας ἰατρῶν τε καὶ γυμναστῶν ἔνιοι μὲν ἅπασιν ἀνθρώποις κοινάς τινας ὑποθήκας ἐποιήσαντο, μηδὲν νοήσαντες ὅλως ὑπὲρ τῆς κατ᾿ εἶδος ἐν τοῖς σώμασιν ἡμῶν διαφορᾶς· ἔνιοι δ᾿, ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλωσαν, ὡς δ᾿ ἀδύνατον ἁπάσας ἐπελθεῖν τὰς διαφορὰς ἑκόντες παρέλιπον· ὀλίγοι δέ τινες εἴδεσί τε καὶ γένεσιν ἐπιχειρήσαντες ἀφορίσασθαι, πλέονα διήμαρτον ὧν κατώρθωσαν. ἡμεῖς δὲ κατὰ τὸ πρῶτον εὐθέως βιβλίον ἐδηλώσαμεν, ὁπόσα τὰ πάντα ἐστὶν εἴδη τῶν ἀνθρωπίνων σωμάτων, ἐπηγγειλάμεθά τε καθ᾿ ἕκαστον ἰδίᾳ γράφειν ὑποθήκας ὑγιεινάς. ἠρξάμεθα δ᾿ ἀπὸ τοῦ τὴν κατασκευὴν ἄμεμπτον ἔχοντος. ἐπεὶ δὲ καὶ ὁ τοιοῦτος ἄνθρωπος ἐν περιστάσεσι πραγμάτων ἐνίοτε γινόμενος ἢ ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προστάγματα τῆς ὑγιεινῆς τέχνης διαιτᾶσθαι, κάλλων ἔδοξεν ὑποθέσθαι πρῶτον αὐτὸν ἐλεύθερον ἀκριβῶς, αὐτῇ μόνον τῇ τοῦ σώματος ὑγείᾳ σχολάζοντα. ὅπως μὲν οὖν ἀνατρέφεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ὁ πρῶτος λόγος ἔδειξε, μέχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐκτείνας αὐτοῦ τὴν ἐπιμέλειαν· ὅπως δ᾿ ἀνδροῦσθαι, διὰ τοῦ δευτέρου γράμματος ἐδηλώσαμεν, ἐμηκύνθη δ᾿ ὁ λόγος εἰς κοινὰ κεφάλαια τῆς ὑγιεινῆς πραγματείας ἀφικόμενος, ὧν χωρὶς οὐχ οἷόν τ᾿ ἦν οὐδὲ περὶ τῆς ὑποκειμένης ἡλικίας τε καὶ φύσεως ἀκριβῶς διελθεῖν. ἁπάσας γὰρ ἐξηριθμησάμεθα τάς τε τῶν τρίψεων καὶ τῶν γυμνασίων διαφορὰς, οὐ μὰ Δία τὰς κατὰ μέρος, ὅτι μὴ πάρεργον ἕνεκα παραδείγματος εἰς χρείαν ἐλθούσας, ἀλλὰ τὰς ἐν εἴδεσί τε καὶ γένεσιν ἀφωρισμένας· ἐν μὲν ταῖς τρίψεσι τὴν σκληρὰν, καὶ τὴν μαλακὴν, καὶ πρὸ τούτων γε τὴν σύμμετρον, ἥν τινα δύναμιν ἔχουσιν, ἐξηγησάμενοι, προσθέντες δ᾿ αὐταῖς τὰς κατὰ τὸ ποσὸν διαφορὰς, τρεῖς οὔσας καὶ αὐτὰς, εἶτα κατὰ συζυγίαν ἐννέα τὰς πάσας ἐπιδείξαντες, ἑκάστης τε τὴν δύναμιν εἰπόντες· ἐν δὲ τοῖς γυμνασίοις, τίνα μὲν ὀξέα τε καὶ ταχέα προσαγορεύομεν, τίνα δ᾿ ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέσα τε καὶ πρῶτα κατά γε τὴν φύσιν ὑπάρχοντα, καὶ περὶ τῶν εὐτόνων, καὶ μαλακῶν, καὶ βαρέων δὲ καὶ κούφων ὁμοίως, ὅσα τε τούτων ἐστὶ τὰ μέσα διελθόντες ἐδείξαμεν, ὡς χρὴ τὴν ἀρίστην κατασκευὴν ἐν ἅπασι τοῖς μετρίοις τε καὶ συμμέτροις, ἃ δὴ καὶ μέσα τῶν ἀμέτρων ἐστὶ, διαιτᾶσθαι κατά τε τρίψεις, καὶ γυμνάσια, καὶ λουτρὰ, καὶ τροφὰς, ὅσα τ᾿ ἄλλα συμπληροῖ τὴν ὑγιεινὴν δίαιταν. ὑπεσχόμεθά τε, καθάπερ ἐπὶ τρίψεών τε καὶ γυμνασίων ἐποιήσαμεν, εἰς εἴδη τινὰ κοινὰ τὴν θεωρίαν ἀναγαγόντες, ὥστε εὐμνημόνευτόν τε ὰμα καὶ μεθοδικὴν εἶναι τὴν διδασκαλίαν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων ποιῆσαι· καὶ πρῶτόν γε περὶ τῆς καλουμένης ἀποθεραπείας, ἐπειδὴ ἔμπροσθεν ἐφεξῆς ἐτέτακτο, δηλώσαντες γὰρ, εἰς ὅσον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ τὰ γυμνάσια πρὸς τὸ τέλος, ὡς ἐν ὑγιείας λόγῳ, ἀκολουθεῖν ἔφαμεν αὐτοῖς τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧς ἤδη λέγωμεν.

Ἕν μὲν καὶ πρῶτον, ὡς διττὴ κατὰ γένος ἐστί· ἡ μέν τις ὡς μέρος, ἡ δ᾿ ὡς εἶδος γυμνασίου. περὶ δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν, περὶ δὲ τῆς ὡς μέρος ἤδη λέγωμεν. ἅπαντος γυμνασίου καλῶς ἐπιτελουμένου τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δ᾿ αὐτῆς οἱ σκοποὶ, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον φυλάξαι τὸ σῶμα. κοινὸς μὲν οὖν ὁ πρότερος σκοπὸς ὅλῳ τῷ γυμνασίῳ τῶν ἀθλητῶν τε καὶ τῶν ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ διαπραττομένων, οἷον ἤτοι σκαπτόντων. καὶ γὰρ κᾀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι σκοπούς· ἐπιῤῥῶσαί τε τὰ στερεὰ μόρια τοῦ ζώου καὶ κενῶσαι τὰ περιττώματα. ὁ δ᾿ ἴδιος τῆς ἀποθεραπείας σκοπὸς ἐνστῆναί τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίγνεσθαι τοῖς ἀμετροτέροις γυμνασίοις κόπους. ἐπὶ μὲν οὖν τῶν ἀθλητῶν, οἷον ἤτοι σκαπτόντων, ἢ ὁδοιπορούντων, ἢ ἐρεσσόντων, ἤ τι τοιοῦτον διαπραττομένων ὁτιοῦν ἔργον ἀναγκαῖον ἐν τῷ βίῳ, ἑτοιμότερον οἱ κόποι συνίστανται, πλὴν εἴτις ἀποθεραπείᾳ χρῷτο· κατὰ δὲ τὸ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα, τὸ κάλλιστα κατεσκευασμένον ἀπηλλαγμένον τε δουλείας ἁπάσης, ὡς μόνῃ σχολάζειν ὑγείᾳ, σπάνιος ἡ τοῦ κόπου γένεσις. ὥσπερ γὰρ οὐδ᾿ οἱ πλεῖστα πονοῦντες ἀθληταὶ κατ᾿ ἄλλο τι γυμνάσιον ἐφεδρεύοντα κόπον ἔχουσι, πλὴν τὸ καλούμενον ὑπ᾿ αὐτῶν τέλειον, οὕτως οὐδ᾿ οἱ βίον ἐλευθέριον ζῶντες ὑγείας μόνης ἕνεκα γυμναζόμενοι κοπιαθήσονταί ποτε διὰ τὸ μηδ᾿ εἰς ἀνάγκην ἀφικνεῖσθαι τοῦ τοιούτου γυμνασίου. τοῖς μὲν γὰρ ἀθληταῖς ἀναγκαῖόν ἐστιν, ὡς ἂν παρασκευάζωσι τὰ σώματα πρὸς τοὺς ἐν τοῖς ἄθλοις πόνους, ἀμέτρους ἔσθ᾿ ὅτε καὶ δι᾿ ὅλης ἡμέρας γιγνομένους, γυμνάζεσθαί ποτε τὸ τελεώτατον ἐκεῖνο γυμνάσιον, ὃ δὴ καὶ κατασκευὴν ὀνομάζουσι. τοῖς δ᾿ ὑγιείας μόνης ἕνεκα γυμναζομένοις οὔτ᾿ ἀναγκαῖον οὔτε χρήσιμον ὅλως ἐστὶν εἰς ὑπερβάλλοντας ἄγεσθαι πόνους, ὥστ᾿ οὐδεὶς φόβος ἁλῶναι κόποις. ἀλλ᾿ ὅμως ἀποθεραπεύειν αὐτῶν χρὴ τὰ σώματα, κᾂν εἰ μὴ διὰ κόπου προσδοκίαν, ἀλλά τοι τοῦ κενῶσαι ἕνεκα τὰ περιττώματα. προσγίνεται δ᾿ ἐξ ἐπιμέτρου τῷδε καὶ ἡ πρὸς τὸν κόπον ἀσφάλεια. εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ μέτρον αὐτοῖς τῶν γυμνασίων ἄκοπόν ἐστιν, καὶ ὁ τῆς ἐνεργείας τρόπος ἀβίαστος, ἐνδέχεταί ποτε λαθεῖν τὸν γυμναστὴν ἐν ἑκατέρῳ τι σμικρὸν, ὃ παροφθὲν ἐργάζεταί τινα, καὶ εἰ μὴ μέγαν, ἀλλὰ βραχύν γε τῷ γυμναζομένῳ τὸν κόπον. οὐ μὴν προσήκει τὸν ἑαυτῷ ζῶντα καὶ μόνῃ σχολάζοντα τῇ τοῦ σώματος ὑγείᾳ βλάπτεσθαί ποτε οὐδὲ τὸ σμικρότατον. ἀσφαλέστατον οὖν ἀποθεραπείᾳ χρῆσθαι διαπαντός. ὁποίαν δέ τινα ποιητέον αὐτὴν, ἡ τῶν σκοπῶν φύσις ἐνδείξεται. ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς τοῦ ζώου μέρεσι περιττωμάτων, ὅσα θερμανθέντα καὶ λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα, κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε δι᾿ ἑτέρων ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τοῦ συντείνειν τὰ τριβόμενα μόρια, καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ πνεύματος κατάληψιν. ἐπεὶ δ᾿ οὔτε τῶν τρίψεων ἓν ἁπασῶν ἐστιν εἶδος, οὔτε τῆς τοῦ πνεύματος καταλήψεως, ἄμεινον ἐκλέξασθαι τὸ χρησιμώτατον ἐξ ἑκατέρου. τῶν μὲν δὴ τρίψεων αἱ σκληραὶ συνδεῖν ἐδείκνυντο, τουτέστι πυκνότερόν τε ἅμα καὶ σκληρότερον ἀποφαίνειν τὸ σῶμα· ὥστ᾿ οὐκ ἂν ἁρμόττοιεν αἱ τοιαῦται τοῖς παροῦσιν, εἴ γε δὴ τὸ μὲν πυκνούμενον ἐντὸς ἑαυτοῦ στέγει, τὸ δ᾿ ἀραιούμενον ἐπιτρέπει διαῤῥεῖν τοῖς περιττοῖς. οὕτω δὲ καὶ τὸ μὲν σκληρύνεσθαι τοῖς συντεταμένοις ἐναντιώτατον, (αὐξάνει γὰρ αὐτῶν τὴν διάθεσιν,) τὸ δὲ μαλάττεσθαι χρησιμώτατον. εἴπερ οὖν ἅμα τε διαφορεῖν χρὴ τὰ περιττώματα καὶ μαλάττειν τὰ συντεταμένα, τὰς σκληρὰς τῶν τρίψεων φευκτέον. οὐδὲν δ᾿ ἧττον, οἶμαι, φυλακτέον ἐστὶ καὶ τὰς βραδείας. ἐπειδὴ γὰρ οὐκέτ᾿ ἐξ αὑτοῦ κινεῖται τὸ σῶμα, κίνδυνος αὐτῷ ψυχθῆναί τε καὶ πυκνωθῆναι, μηδὲν ἐπικούρημα θερμαῖνον ἔξωθεν προσλαβόντι. διὰ τοῦτ᾿ οὖν οὐ μόνον εἰς τάχος χρὴ τρίβειν, ἀλλὰ καὶ πολλαῖς χερσὶν, ὡς οἷόν τ᾿ ἐστὶ μάλιστα, ὡς μηδὲν εἶναι μέρος τοῦ τριβομένου γυμνόν. ἀλλ᾿ εἴπερ μήτε βραδεῖαν εἶναι προσήκει τὴν τρίψιν, μήτε σκληρὰν, ἔλαιον δαψιλὲς χρὴ περικεχύσθαι τῷ τριβομένῳ σώματι· καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει συντελεῖ, καὶ πρόσεστι αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν· ἐκλύει γὰρ τὰς τάσεις, καὶ μαλάττει τὰ πεπονηκότα κατὰ τὰς σφοδροτέρας ἐνεργείας. διὰ ταῦτα μὲν δὴ φευκτέον ἐστὶ τὴν σκληρὰν τρίψιν, δι᾿ ἕτερα δὲ τὴν μαλακήν· οὔτε γὰρ ἐξικνεῖται πρὸς βάθος ἡ τοιαύτη τρίψις, ἀλλ᾿ αὐτόθι που κατὰ τὸ δέρμα καὶ τὰς πλησίον αὐτοῦ σάρκας ἐκλύεται, οὔτ᾿ ἐκθλίβει τὰ περιεχόμενα κατὰ τοὺς στενοὺς τῶν πόρων περιττώματα. δι᾿ ὃ δὴ τήν τε σύντασιν τῶν τριβομένων παραλαμβάνομεν, καὶ τὴν τοῦ πνεύματος κατάληψιν. ἡ μέση τοίνυν μαλακῆς καὶ σκληρᾶς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν, ἐκπεφευγέναι φαίνεται τό τε τῆς μαλακῆς ἄπρακτον καὶ τὸ τῆς σκληρᾶς βίαιον καὶ βλαβερόν. ἐνεργηθήσεται δὲ, τῶν μὲν τοῦ τρίβοντος χειρῶν ἐῤῥωμένως ἐπιβαλλομένων, ὡς ἐγγύς πη τὴν ἀπ᾿ αὐτῶν θλίψιν εἶναι τῇ σκληρᾷ τρίψει, διὰ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς ἐκλυομένων τοσοῦτον, ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον. τό τε γὰρ λίπος οὐ σμικρὸν ἀλεξητήριόν ἐστι βιαίας ἐπιβολῆς, τό τε βραχυχρόνιον τῆς ὁμιλίας τοσοῦτον ἀφαιρεῖ τῆς βιαίας, ὅσον καὶ τοῦ χρόνου. τείνειν δ᾿ ἀξιοῦμεν ἐν τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ δέρματος καὶ τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ δέρματος ἐκκενοῦσθαι. χαλαρῶν γὰρ ἀμφοτέρων ὑπαρχόντων, οὐδὲν μᾶλλον ἔξω φέρεσθαι τοῖς περιττώμασιν ἢ εἴσω συμβήσεται· ταθέντων δὲ τῶν ὑποκειμένων τῷ δέρματι, πάντ᾿ ἐκτὸς ἐκκρίνεται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα χεροῖν, μιᾶς μὲν αὐτῶν τῆς ἔξωθεν ἐπιβεβλημένης τοῦ τρίβοντος, ἑτέρας δὲ τῶν τεταμένων ἔνδον μερῶν. δι᾿ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχὴ καὶ κατάληψις οὐ σμικρὸν μέρος ἀποθεραπείας ἐστίν· ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ ἅπαντας ἐντείναντές τε καὶ προστείλαντες τοὺς μῦς τοῦ θώρακος, οἵ κατὰ τὰς πλευράς εἰσιν, ἐπέχομεν τὴν ἐκπνοήν. συμβαίνει γὰρ τηνικαῦτα τὸ θλιβόμενον ὑπὸ τῶν πλευρῶν πνεῦμα κεκωλυμένον ἐκπνεῖσθαι, διὰ τὸ κεκλεῖσθαι τὸν λάρυγγα, πᾶν ὠθεῖσθαι κάτω πρὸς τὸ διάφραγμα· τούτῳ δὲ ὑποκειμένων ἥπατός τε καὶ σπληνὸς, καὶ γαστρὸς, καί τινων ἑτέρων, συνεξαίρεσθαι ταῦτα σύμπαντα τῷ διαφράγματι. χρὴ δ᾿ ἐν τούτῳ συντείνειν ἀτρέμα τοὺς κατ᾿ ἐπιγάστριον μῦς, ἵν᾿ ὑπὸ τούτων τε ἅμα καὶ τοῦ διαφράγματος, ὥσπερ ὑπὸ δυοῖν θλιβόμενα χεροῖν, ὅσα μεταξὺ κεῖται μόρια, τὸ περιεχόμενον ἐν αὐτοῖς περίττωμα πρὸς τοὐκτὸς ὠθῇ. τὰ μὲν οὖν μεταξὺ κείμενα τό τε ἧπάρ ἐστι, καὶ ὁ σπλὴν, καὶ ἡ γαστὴρ, καὶ κώλου τε καὶ λεπτῶν ἐντέρων προὔχοντα· χῶραι δ᾿ εἰς ὑποδοχὴν ἕτοιμοι τοῖς ἐκθλιβομένοις περιττώμασιν ἥ τε τῆς γαστρὸς εὐρυχωρία πᾶσα, καὶ τῶν ἐνταῦθα κειμένων ἐντέρων αἱ κοιλότητες. εἰ δ᾿ ἀργοὺς ἀκριβῶς ἐάσαις τοὺς κατ᾿ ἐπιγάστριον μῦς, οὐδενὸς μὲν τῶν εἰρημένων ἐκκενώσεις τὰ περιττώματα, τὰ δ᾿ ἐν θώρακί τε καὶ πνεύμονι μεταστήσεις κάτω. προσήκει δ᾿ ἐνταῦθα μεθίστασθαι μᾶλλον αὐτοῖς τοῦ μένειν ἐν ἐκείνοις, ὅσῳ καὶ ἡ κένωσις ἑτοιμοτέρα τῶν ἐν τῇ κοιλίᾳ περιεχομένων, ἤπερ τῶν ἐν πνεύμονί τε καὶ θώρακι. τὰ μὲν γὰρ ἐμεῖταί τε καὶ ἀποπατεῖται ῥᾳδίως, τὰ δὲ μετὰ συντονίας τε καὶ βίας ὑπὸ βηχὸς ἐκβάλλεται. εἰ μέντοι τις ὁμοίως ταῖς φρεσὶν ἐντείνει τοὺς κατ᾿ ἐπιγάστριον μῦς ἐν ταῖς τοῦ πνεύματος καταλήψεσιν, ἀκριβέστερον μὲν ἐκκαθαρθήσεται τὰ κάτω τῶν φρενῶν σπλάγχνα, μεταστήσεται δὲ οὐδὲν ἐκ τῶν τοῦ πνεύματος ὀργάνων εἰς τὰ τῆς τροφῆς, ἀλλ᾿ ἅπαν ἐν θώρακί τε καὶ πνεύμονι μένει τὸ περίττωμα. διὸ δὴ τὴν τοιαύτην κατάληψιν τοῦ πνεύματος οὐκ ἐπαινῶ νῦν, ἔτι δὲ μᾶλλον, ὅταν ἤδη μηδ᾿. ὅλως τις ἐντείνας τὰς φρένας ἰσχυρῶς καὶ βιαίως προστείλῃ τοὺς κατ᾿ ἐπιγάστριον μῦς. ἀνάγκη γὰρ ἐν τῷδε ἐμπίπλασθαι μὲν αἵματός τε καὶ πνεύματος ἅπαντα τὰ κατὰ τὸν τράχηλον ἀγγεῖα καὶ μόρια, φέρεσθαι δ᾿ ἄνω τε καὶ πρὸς τὴν κεφαλὴν, οὐκ ἐπὶ τὴν γαστέρα καὶ κάτω τὰ περιττώματα. θεάσασθαι γάρ ἐστι τὸ αὐτὸ κᾀπὶ τῶν αὐλούντων, ἢ μέγιστον ἢ ὀξύτατα φωνούντων· εὐρύνεται γὰρ αὐτῶν ἅπας ὁ τράχηλος, οἰδίσκεται δὲ τὸ πρόσωπον, ἥ τε κεφαλὴ πληροῦται σφοδρῶς, ὅτι καὶ κατὰ τοῦτο τὸ ἔργον οἱ κατ᾿ ἐπιγάστριον ἐκτείνονται μύες, εἴκοντος αὐτοῖς τοῦ διαφράγματος. ἔστι γὰρ δὴ τὸ τοιοῦτον ἔργον ἅπαν, ὡς ἐν τοῖς περὶ φωνῆς ἀποδέδεικται, μικτὸν καὶ σύνθετον ἔκ τε μεγίστης ἐκπνοῆς καὶ πνεύματος καταλήψεως, ἐν μὲν ταῖς ἀθρόαις ἐκφυσήσεσι μεγίστης ἐκπνοῆς γινομένης ἐπὶ σφοδροτάταις ἐντάσεσι τῶν κατὰ τὰς πλευρὰς μυῶν ἅμα τοῖς κατ᾿ ἐπιγάστριον, ἐν δὲ ταῖς τοῦ πνεύματος καταλήψεσι τῆς μὲν αὐτῆς ἐντάσεως γιγνομένης ἑκατέρων τῶν μυῶν, ἐκπνεομένου δ᾿ οὐδενὸς, ἐπὶ δὲ τῶν αὐλούντων τε καὶ φωνούντων ὀξὺ τῶν μὲν μυῶν ὡσαύτως τεινομένων, οὔτε δ᾿ ἐπεχομένης ἀκριβῶς τῆς ἐκκνοῆς, οὔτε ἀθρόως ἐπιτελουμένης, ἀλλὰ μέσην ἐχούσης κατάστασιν. ὥστε ταῖς τρισὶν ἐνεργείαις κοινὴν μὲν εἶναι τὴν τάσιν τῶν μυῶν, ἰδίαν δὲ κατὰ μὲν τὰς ἀθρόας ἐκφυσήσεις, τὴν ταχεῖαν ἔξω φορὰν τοῦ πνεύματος, κατὰ δὲ τὰς καταλήψεις τὴν ἐπίσχεσιν, ἐν δὲ ταῖς αὐλήσεσί τε καὶ φωναῖς σύμμετρον κένωσιν. αἰτία δὲ τῶν τριῶν ἐνεργειῶν ἡ φάρυγξ, ἀνοιγομένη μὲν ἐπὶ πλεῖστον ἐν ταῖς ἀθρόαις ἐκφυσήσεσιν, ἀκριβῶς δὲ κλειομένη καταλαμβανόντων τὸ πνεῦμα, μέσην δ᾿ ἔχουσα κατάστασιν αὐλούντων τε καὶ φωνούντων ὀξύ τε ἅμα καὶ μέγα. περὶ μὲν δὴ τούτων ἀνάγκη ποτὲ καὶ αὖθις εἰπεῖν ἐν τοῖς περὶ ἀναφωνήσεως λόγοις. ἡ δ᾿ εἰς τὴν ἀποθεραπείαν ἐπιτήδειος ἐξαίρει τὴν γαστέρα, τεινομένων μὲν ἁπάντων τῶν τοῦ θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν κατ᾿ ἐπιγάστριόν τε καὶ τὰς φρένας· οὕτω γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα. δευτέραν δὲ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατ᾿ ἐπιγάστριον μῦς ὑπὲρ τοῦ τὰ κάτω τῶν φρενῶν ἀποθεραπεῦσαι σπλάγχνα. τῶν δ᾿ αὐτῶν τούτων ἕνεκα καὶ αἱ τῶν ἁμμάτων περιφοραὶ γιγνέσθωσαν, ἃς ἐξόπισθεν τῶν τριβομένων οἱ τρίβοντες ἱστάμενοι ποιοῦνται περὶ τὴν γαστέρα σύμπασαν· ἄλλας δ᾿ ἐκ τῶν πρόσθεν ἱστάμενοι τῶν μεταφρένων περιβολὰς ἁμμάτων ποιοῦνται, τὼ χεῖρε περιάγοντες· ἄλλας δὲ ταῖς πλευραῖς, καὶ τῇ ῥάχει, καὶ τῷ στέρνῳ, συνεπιστρεφομένου πως αὐτοῖς τοῦ τριβομένου. κατὰ τῆς ὀσφύος δὲ γιγνέσθωσαν ἁμμάτων ὅμοιαι περιβολαί τε καὶ περιφοραὶ, συνεντεινομένου μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου καὶ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτι αὐτὸν ἀπὸ τῆς ἀποθεραπείας χρὴ ποιεῖσθαι τὰς κινήσεις, ὥσπερ οὐδὲ σφοδρὰς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμμάτων δ᾿ ἐχόντων τρίψεις· αἱ μὲν γὰρ συνεχεῖς τε καὶ σφοδραὶ τρίψεις ἴδιαι τῶν κατασκευαστικῶν γυμνασίων εἰσὶν, αἱ δὲ μήτε συνεχεῖς μήτε σφοδραὶ τῆς ἀποθεραπείας οἰκεῖαι. ὥστε πολλάκις μὲν ἐνανειλείσθω, πολλάκις δὲ καὶ ἀπωθείσθω, πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προσγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ. πολλάκις δὲ καὶ κατὰ νῶτον γιγνόμενος αὐτὸς, ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ γυμναστῇ μετ᾿ ἐντάσεώς τινος οὐκ ἠπειγμένης, ὑφ᾿ ἑτέρων εὐκαίρως ἐπαφωμένων τριβέσθω· οὕτω γὰρ ἂν καὶ μάλιστα διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξημένην θερμότητα, καὶ συνεκκρίνοι ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι τὰ περιττώματα· πρὸς ὃ καὶ ἡ τοῦ πνεύματος κατάληψις οὐκ ὀλίγον μοι ἔοικεν ἐπιβοηθεῖν, ἐνωθούμενον γὰρ τοῦτο πανταχόθεν εἰς τοὺς λεπτοὺς πόρους ἀναγκάζεται καταδύεσθαι, καὶ ἢν ἐπὶ πλέον θλίβηταί τε καὶ προωθῆται, πάντας αὐτοὺς διεξέρχεται, συναποφέρον αὑτῷ τι καὶ τῶν λελεπτυσμένων περιττωμάτων. οὕτω γέ τοι καὶ τρήματα πολλάκις ὀργάνων λεπτὰ τοὺς δημιουργοὺς ἔστιν ἰδεῖν ἐκκαθαίροντας ἐμφυσήσει σφοδροτέρου πνεύματος. εἰς ὅσον γὰρ τοῦτο φέρεται πρόσω βιαίως ἐπαναγκαζόμενον, εἰς τοσοῦτον τὰ μὲν ὠθεῖται παρ᾿ αὐτοῦ, τὰ δὲ παρασύρεται διεξελθεῖν ἐφιέμενα τὴν ὁδὸν ἅπασαν· ὠθεῖται μὲν τὰ πρόσω, παρασύρεται δὲ τὰ πλάγια, τῇ ῥύμῃ τῆς φορᾶς ἄμφω βιαζόμενα. καὶ τοίνυν καὶ τῶν γυμνασίων αὐτῶν μεταξὺ παραλαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν τρίψιν, ἅμα μὲν ἀναπαυόντες, ὅταν ἄρχωνται κάμνειν, ἅμα δὲ διακαθαίροντες κατὰ βραχὺ τοὺς πόρους, ἵν᾿ εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς ἑξῆς πόνους, ὡς κίνδυνός γε, μηδενὸς τοιούτου προνοηθέντος, τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθᾶραι τοὺς πόρους. αἱ γάρ τοι σφοδρόταται φοραὶ τῶν ὑλῶν τὰ ἐναντία πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους ἐνεργούμεναι· ἐμφράξεις μὲν, ὅταν ἀθρόον τε ἅμα καὶ παχὺ καὶ πολὺ τὸ φερόμενον ᾖ, καθάρσεις δὲ, ἐπειδὰν ὀλίγον τε καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηταί τε καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκκενοῦσθαι. φαίνεται γὰρ οὕτω ταῦτα γινόμενα κατά τε τῶν ἐκτὸς ἁπάντων ὀργάνων τε καὶ πλοκάμων. ἀποπλύνεται γὰρ τοι καὶ ἀποῤῥύπτεται τὸ περιττὸν ἅπαν ἐξ αὐτῶν, οὐχ ὅταν, ὑπεξιόντων ἔτι τῶν προτέρων, ἕτερα βιαίως ἐπιφέρηται, (κίνδυνος γὰρ ἐν τῷδε, σφηνωθέντα καὶ διαιρεθέντα πρὸς ἄλληλα τὰ διερχόμενα φράξαι τὴν ὁδὸν,) ἀλλ᾿ ὅταν, τῶν προτέρων ἤδη κεκενωμένων, αὖθις ἕτερα κενωθῇ. καὶ τίς δὲ περὶ τῶν μικροτέρων πόρων θαυμάσειεν, ὅπου γε καὶ τῶν θεάτρων ἀθρόως ἐξιόντες πολλοὶ κατὰ τὰς διεξόδους ἴσχονται; διὰ ταῦτα μὲν δὴ καὶ τοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς βαρεῖς καλουμένους ἄθλους ἀσκούντων. ἀλλὰ περὶ μὲν τούτων αὖθις· ὁ δὲ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος οὐκ ἀθλητικὴν εὐεξίαν, ἀλλ᾿ ἁπλῶς ὑγίειαν ἔχει τὸν σκοπόν. οὔτ᾿ οὖν πολλῶν αὐτῷ χρεία γυμνασίων ἐστὶν, οὔτε πρὸς ἀνάγκην ἐδωδῆς, ἀλλ᾿ οὐδὲ πλήθους κρεῶν χοιρείων, οὐδ᾿ ἄρτων τοιούτων, οἵους ἐσθίουσιν αἱ βαρεῖς ἀθληταί. διὰ ταῦτ᾿ οὖν ἅπαντα τῷ μὲν οὐδεὶς κίνδυνος ἐμφραχθῆναι τοὺς πόρους, εἰ καλῶς προκατεσκευάσαντο, τουτέστι ἐπιτηδείῳ τε τρίψει καὶ πόνοις ἐξ ὀλίγου τε καὶ κατὰ βραχὺ προϊοῦσι· ἀθλητῇ δὲ βαρεῖ κίνδυνός ἐστι διά τε τὴν ποιότητα καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων, εἰ μὴ πάντα γίγνοιτο καλῶς, ἐμφραχθῆναι μᾶλλον ἐν τοῖς γυμνασίοις ἢ καθαρθῆναι τοὺς πόρους.

Ἅλις μὲν ἤδη μοι τῶν περὶ τῆς ἀποθεραπείας λόγων. ἴωμεν δ᾿ ἑξῆς ἐπὶ τὰ λουτρὰ, τοσοῦτο γοῦν μόνον εἰπόντες ὑπὲρ τῶν προκειμένων, ὡς, ὅς τις ἂν ἐλάττοσιν ἔπεσιν ἑρμηνεύσῃ ταῦτα, μακρολογίαν ἡμῖν ἐγκαλείτω. εἰ δὲ τῶν ἀναγκαίων τι θεωρημάτων ἢ τῶν ταῦτα πιστουμένων ἀποδείξεων ὑπερβάς τινας βραχὺν ἡγοῖτο πεποιηκέναι τὸν λόγον, οὐκ ἀγάλλεσθαι προσῆκεν, ἀλλ᾿ αἰσχύνεσθαι μᾶλλον αὐτῷ ταῖς τοιαύταις βραχυλογίαις. ἐγὼ δὲ, καίτοι βιβλίον ὅλον ὑπὲρ τῆς καλουμένης ἀποθεραπείας γράψαι δυνάμενος, οὐκ ἐδικαίωσα ποιεῖν οὕτως, συντέμνειν ὅτι μάλιστα τὸ μῆκος τῆσδε τῆς πραγματείας προῃρημένος. εἰ γὰρ ἐπὶ τὸ διελέγχειν ὅσα κακῶς εἴρηται τοῖς πλείστοις ἐτραπόμην, οὐ μικρὰν, οὐδὲ φαύλην ὕλην εἰς μῆκος λόγου ἔσχον ἄν· ἀλλ᾿ ἐξ ὧν ἀπέδειξα, νομίζω τοῖς ἔχουσι νοῦν ἁπάσας τῆς ἀντιλογίας τὰς ἀφορμὰς παρασχέσθαι. λέγοντος γοῦν Ἀσκληπιάδου, τὴν κατάληψιν τοῦ πνεύματος ἐμπιπλάναι τὴν κεφαλὴν, ἐξ ὧν ἐγὼ διωρισάμην ὀλίγον ἔμπροσθεν, ἐπιδεικνὺς αὐτῆς τὰς διαφορὰς, ἔνεστι τῷ βουλομένῳ τὴν πρὸς αὐτὸν ἀντιλογίαν ποιεῖσθαι. οὕτω δὲ καὶ κατὰ τὸ δεύτερον βιβλίον ἐξῆν δή που κᾀμοὶ τὰ κατὰ μέρος ἅπαντα γυμνάσια διηγουμένῳ μηκῦναι τὸν λόγον, ὥσπερ ἄλλοι τέ τινες ἐποίησαν ὅ τε κάλλιστα μεταχειρισάμενος ὅλην τὴν πραγματείαν Θέων ὁ Ἀλεξανδρεύς· τέτταρα γὰρ οὗτος ἔγραψε βιβλία περὶ τῶν κατὰ μέρος γυμνασίων. ἅπαντα κᾀμοὶ λέγειν ἐξῆν, ἄμεινόν γε ἑρμηνεύειν ἐκείνου δυναμένῳ, καὶ προσέτι καὶ ἄλλων πολλῶν μνημονεύειν γυμνασίων ἔργοις κοινῶν. ἐκεῖνος μὲν γὰρ, ὡς ἂν ἀθλητὰς μάλιστα γυμνάζειν ἔργον πεποιημένος, ἐν τοῖς ἐπ᾿ ἐκείνων ἐπλεόνασε γυμνασίοις· ἔξεστι δὲ τῷ βουλομένῳ περὶ πάντων τῶν κατὰ πάσας τὰς τέχνας διεξέρχεσθαι. ταῦτα μὲν οὖν μοι λελέχθω πρὸς τοὺς ἀγανακτήσοντας τῷ μήκει τῆς πραγματείας.

Καιρὸς δ᾿ ἤδη περὶ λουτρῶν διέρχεσθαι, πρῶτον μὲν, ὁπόσα γλυκέων ὑδάτων ἐστὶ θερμαινόμενα, ἐπειδὴ τούτων ἡ χρεία πλείων, ἐξῆς δὲ τῶν ψυχρῶν, εἶθ᾿ οὕτως τῶν αὐτοφυῶν ὀνομαζομένων, καὶ αὐτῶν δή που τὰ μὲν εὔκρατα, τὰ δὲ ζέοντα, τὰ δὲ χλιαρὰ, τὰ δὲ ψυχρὰ παντάπασιν ὑπάρχει. ἔστι δὴ τῶν γλυκέων ὑδάτων τῶν θερμῶν ἡ δύναμις, εὐκράτων μὲν ὄντων, ὑγρὰ καὶ θερμὴ, χλιαρωτέρων δὲ γενομένων, ὑγρὰ καὶ ψυχρὰ, θερμοτέρων δὲ τοῦ δέοντος ἀποτελεσθέντων, θερμὰ μὲν, οὐκέτι δ᾿ ὁμοίως ὑγρά. φρίττειν γὰρ ἀνάγκάζει τὰ σώματα, καὶ πυκνοῦσθαι τοὺς πόρους αὐτῶν, ὡς μήτ᾿ ἀπολαύειν ἔτι τῆς ἔξωθεν ὑγρότητος, μήτ᾿ ἐκκενοῦσθαί τι τῶν ἔνδον περιττωμάτων. ἀλλ᾿ ἀπὸ τῶν εὐκράτων ἀρκτέον, ἃ διὰ παντὸς ὑγραίνει, καὶ θερμαίνει διὰ παντὸς καθ᾿ ἑαυτά. συμβαίνει δ᾿ αὐτοῖς ἐνίοτε κατὰ τὸ συμβεβηκὸς ἤτοι διαφορεῖν τὰς ὑγρότητας, ἢ πληροῦν ῥεύματος περιττοῦ τὰ μόρια τοῦ σώματος, ἢ μαλάττειν, ἢ πέττειν, ἢ ῥωννύναι τὴν δύναμιν, ἢ καταλύειν. εἰς ταῦτα μέν γε καὶ ἡ ποσότης αὐτῶν οὐκ ὀλίγα συντελεῖ. πολλὰ δὲ καὶ ἄλλα τῶν τοῖς εἰρημένοις ἑπομένων ἔνεστι καταλέγειν ἔργα τῶν εὐκράτων ποτίμων λουτρῶν, ὧν τὰ πρέποντα τῇ νῦν ἡμῖν ἐνεστώσῃ πραγματείᾳ λεχθήσεται καθ᾿ ὅσον ἐγχωρεῖ διὰ βραχέων, ἀναβεβλημένης ἐν τῷ παρόντι τῆς εἰς τὰ νοσήματα χρείας αὐτῶν. εἰς δὲ τὴν ὑγιεινὴν χρῆσιν ὁ προκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἡκέτω γεγυμνασμένος, ὡς εἴρηται πρόσθεν. ἐπὶ τούτου τοίνυν ὀλίγη μὲν ἡ ἐξ αὐτοῦ ὠφέλεια· πάντα γὰρ φθάνει ἔχων ἐκεῖνος ἔκ τε τῶν συμμέτρων γυμνασίων καὶ τῆς εἰρημένης ἀποθεραπείας. ὅμως δ᾿ οὖν, εἰ καλῶς παραλαμβάνοιτο τὰ λουτρὰ, μέρος ἄν τι γένοιτο καὶ αὐτὰ τῆς ἀποθεραπείας, εἴ γε δὴ μαλάττει μὲν τὰ σκληρὰ καὶ τεταμένα μόρια, διαφορεῖ δ᾿, εἴ τι περίττωμα καὶ σύντηγμα πρὸς τοῦ δέρματος ἐντὸς ἴσχοιτο. ἀλλὰ τούτων γε οὐδετέρων χρῄζειν ἔοικεν ὁ ὑποκείμενος ἄνθρωπος ἐν τῷ λόγῳ, οὔτε σύντηγμα σαρκὸς ἁπαλῆς ἢ πιμελῆς εἰκὸς αὐτῷ γεγονέναι τι κατὰ τὰ γυμνάσια. ταῖς γὰρ ἀμέτροις τε καὶ σφοδραῖς κινήσεσιν εἵπετο τὰ τοιαῦτα, κεκένωται δὲ πάντ᾿ αὐτῷ τὰ περιττώματα καὶ μεμάλακται τὰ στερεὰ μόρια κατὰ τὸν τῆς ἀποθεραπείας καιρὸν, ὥστ᾿ ἀποπλύνασθαι τὸν ἱδρῶτα καὶ τὴν κόνιν, εἰ καὶ ταύτῃ ποτὲ χρήσαιτο, δεῖται μᾶλλον ἢ θερμανθῆναι κατὰ τὸ βαλανεῖον. διαβαδίσαι τοιγαροῦν χρῄζει μόνον ἄχρι τῆς δεξαμενῆς, οὐκ ἐνδιατρῖψαι τῷ βαλανείῳ, καθάπερ οἱ χωρὶς τοῦ γυμνάσασθαι καθέψοντες ἑαυτούς. οὐ μὴν οὐδ᾿ ἐγχρονίζειν ἐν τῇ κολυμβήθρᾳ δεῖται, περιπλυνάμενος δ᾿, ὡς εἴρηται, πρὸς τὸ ψυχρὸν ὕδωρ ἐπειγέσθω. σύμμετρον δ᾿ ἔστω καὶ τοῦτο τῆ συμμέτρῳ φύσει τοῦ σώματος. ἐφ᾿ ὧν γὰρ ἤτοι σφόδρα ψυχροῦ χρεία τοῦ ὕδατος, ἢ μαλακοῦ τε καὶ οἷον εἰληθεροῦς, αὖθις εἰρήσεται. τὸ δ᾿ ἄριστα πεφυκὸς σῶμα, μέχρι μὲν αὐξάνεται, λέλεκταί που καὶ πρόσθεν, ὡς οὐ χρὴ ψυχρῷ λούειν, ἵνα μή τι τῆς αὐξήσεως αὐτοῦ κωλύσωμεν· ηὐξημένου δ᾿ ἱκανῶς, ἐθίζειν ἤδη καὶ τῷδε· κρατύνει τε γὰρ ἅπαν σῶμα, καὶ τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἀποτελεῖ· κράτιστον δὲ τοῦτο πρὸς τὴν ἀπὸ τῶν ἔξωθεν βλάβην. ὡς δ᾿ ἄν τις ὑπάρξαιτο λούεσθαι ψυχρῷ, μηδενὸς ἀπὸ τῆς ἐξαιφνιδίας μεταβολῆς ἀπολαύσας βλαβεροῦ, παντὸς μᾶλλον ἐπίστασθαι χρή. πολλοὶ γὰρ κακῶς ἀρξάμενοι διεβλήθησαν οὕτω πρὸς ὅλον τὸ ἐπιτήδευμα τῆς ψυχρολουσίας, ὥστε μηδὲ τοῖς ἀσφαλῶς αὐτὸ μεταχειριζομένοις ὑπομένειν ἑαυτούς ποτε παρασχεῖν. ἔστω τοιγαροῦν ὁ μὲν τοῦ ἔτους καιρὸς ἀρχομένου θέρους, ἵνα πρὸ τοῦ χειμῶνος ἐν ἅπαντι τῷ μεταξὺ χρόνῳ γένηταί τις ἐθισμὸς ἀξιόλογος. ἔστω δὲ δή που καὶ ἡ ἡμέρα, καθ᾿ ἣν ἀρχόμεθα, νήνεμος ὡς ἔνι μάλιστα, καὶ εἰς ὅσον οἷόν τε κατ᾿ ἐκεῖνον τὸν καιρὸν θερμοτάτη. δῆλον δ᾿, ὡς καὶ τῆς ἡμέρας αὐτῆς ἐκλέγεσθαι χρὴ τὸ θερμότατον, ὥσπερ γε καὶ τὸ γυμναστήριον εὐκρατότατον. ἡ μὲν ἔξωθεν αὕτη παρασκευή. σῶμα δ᾿ αὐτὸ τὸ μέλλον χρῆσθαι τῷ ψυχρῷ παρεσκευάσθω κατὰ τάδε. τῇ μὲν ἡλικίᾳ ἔστω κατὰ τετάρτην ἑβδομάδα μεσοῦσαν μάλιστα, μηδὲν ὑπὸ μηδενὸς ἠλλοιωμένος αἰτίου προσφάτου κατ᾿ ἐκείνην τὴν ἡμέραν ἢ τὴν πρὸ αὐτῆς νύκτα, τὴν δ᾿ ὑγιεινὴν κατάστασιν, ἣν εἶχεν ἔμπροσθεν, ἀκριβῶς διαφυλάττων. ἔστω δὲ καὶ τὴν ψυχὴν εὔθυμός τε καὶ φαιδρὸς ὁ μέλλων χρήσασθαι τῷ ψυχρῷ νεανίσκος, εἴπερ ποτὲ ἄλλοτε, καὶ τότε μάλιστα. πρῶτον μὲν οὖν ἀνατριβέσθω σινδόσιν ἐπιπλέον· ἔστωσαν δὲ καὶ σφοδρότεραι νῦν μᾶλλον, ἢ πρόσθεν, τρίψεις, καὶ διὰ σκληροτέρων ὀθονίων· εἰ δὲ καὶ χειρῖδας ῥαπτὰς περιθέμενοι ταῖς χερσὶν οἱ προγυμνασταὶ τρίβοιεν, ὡς ὁμαλωτέραν γενέσθαι τὴν ἐνέργειαν, οὐδὲν ἂν εἴη χεῖρον. ἐφεξῆς δὲ δἰ ἐλαίου τριβέσθω, καθότι σύνηθες ἦν αὐτῷ· κᾄπειτα γυμναζέσθω τῷ πλήθει μὲν ἴσα γυμνάσια, θάττονα δὲ νῦν, ἢ πρόσθεν· ἔπειθ᾿ οὕτως εἰς τὸ ψυχρὸν ὕδωρ καταβαινέτω μὴ βλακεύων, ἀλλ᾿ ἐπωκύνων τὴν ἐνέργειαν, ἢ ἀθρόως ἐναλλέσθω, σκοπὸν ἐν ἀμφοῖν ἔχων, ὡς μάλιστα καθ᾿ ἕνα χρόνον ἅπασι τοῖς τοῦ σώματος μέλεσι περιχυθῆναι τὸ ὕδωρ· τὸ γὰρ κατὰ βραχὺ πλησιάζειν αὐτῷ φρίκης ἐστὶ ποιητικόν. ἔστω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ, μήτε ἀτέραμνόν τε καὶ παγετῶδες· τὸ μὲν γὰρ οὐ ποιεῖται θερμασίας ἐπανάκλησιν, τὸ δὲ πλήττει καὶ καταψύχει τοὺς ἀήθεις. ὡς ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ χρήσαιτ᾿ ἂν ἡμῶν ὁ νεανίσκος, ἀνάγκης καταλαβούσης· ἀλλὰ κατά γε τὴν πρώτην ἡμέραν ἀκριβῶς χρὴ φυλάττεσθαι τὸ λίαν ψυχρόν. ἐξελθόντι δὲ τοῦ ὕδατος ὑπὸ πλειόνων ἀνατρίβεσθαι προσήκει δἰ ἐλαίου, μέχρις ἂν ἐκθερμανθῇ τὸ δέρμα· καὶ μετὰ ταῦτα σιτία μὲν πλείω τῶν εἰωθότων, ἔλαττον δὲ προσφερέσθω τὸ πόμα. ταῦτα δ᾿, εἰ καὶ σὺ μὴ κελεύσειας, αὐτὸς ἂν οὕτω ποιήσειεν, ὀρθῶς ἁπάντων γενομένων. καὶ γὰρ ὀρέγονται πλεόνων ἐπὶ τῇ ψυχρολουσίᾳ, καὶ πέπτουσιν ἄμεινον, καὶ διψῶσιν ἧττον· ἀφικνοῦνταί τε κατὰ τὴν ὑστεραίαν ἐπὶ τὰ γυμνάσια σαφῶς εὐεκτικώτεροι, τὸν μὲν τοῦ σώματος ὄγκον ἴσον ἔχοντες τῷ πρόσθεν, ἐσφιγμένον δὲ καὶ μυωδέστερον καὶ συντονώτερον, καὶ τὸ δέρμα σκληρότερόν τε καὶ πυκνότερον. ὁμοίως οὖν ἐπ᾿ αὐτοῦ κατὰ τὴν δευτέραν ἡμέραν πρακτέον ἅπαντα, καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην. εἶθ᾿ οὕτως ἐπὶ προήκοντι τῷ χρόνῳ κελεύσομεν αὐτὸν ἐμβαίνειν τὸ δεύτερον τῷ ψυχρῷ μετὰ τὴν ἐπὶ τῷ προτέρῳ τρίψιν, ὡς εἴρηται πρόσθεν. τὸ δὲ καὶ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡς ἔνιοί τινες ἐκέλευσαν, οὐκ ἐπαινῶ· καὶ γὰρ τὸ δεύτερον αὔταρκες εἶναί μοι δοκεῖ, δυναμένων γε ἡμῶν, εἰς ὅσον ἂν ἐθέλωμεν, ἐν αὐτῷ κελεῦσαι διατρίβειν. ὁ δὲ σκοπὸς κᾀνταῦθα τοῦ χρόνου τῆς διατριβῆς ἐκ τῆς καθ᾿ ἑκάστην ἡμέραν λαμβανέσθω πείρας. εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατος ἐπὶ ταῖς ἀνατρίψεσιν εὔχρους ἐν τάχει γίγνοιτο, μετρίως ἐν αὐτῷ διατρίψας· εἰ δὲ δυσεκθέρμαντός τε καὶ ἄχρους διαμείνῃ μέχρι πλείονος, ἀμετρότερον ἐχρήσατο τῷ ψυχρῷ. τοῦ χρωτὸς τοίνυν προσέχων τοῖς γνωρίσμασιν ἐξευρήσεις ῥᾳδίως, εἴτε τὸν ἴσον χρόνον αὖθις ἐν τῷ ψυχρῷ διατρίβειν προσήκει, εἴτε καὶ μετακινῆσαί τι πρὸς τὸ ἔλαττον ἢ πλέον. καὶ περὶ μὲν ψυχρολουσίας ὡς πρὸς τὴν ἀρίστην φύσιν ἱκανὰ καὶ ταῦτα.

Τὰς δὲ τῶν παρεμπιπτόντων ἁμαρτημάτων ἐπανορθώσεις ὅπως ἄν τις κάλλιστα ποιοῖτο, διελθεῖν ἤδη καιρός· εἰ γὰρ ὅτι μάλιστα τὴν κατασκευὴν τοῦ σώματος ἄμεμπτον ἔχοι τις, ἀπηλλαγμένος τε εἴη τῶν κατὰ τὸν βίον ἁπάντων πραγμάτων, καὶ ἑαυτῷ μόνῳ ζῶν, ἀλλὰ τό γε μηδέποτ᾿ ἁμαρτάνειν μηδὲν ἢ αὐτὸν ἢ τὸν ἐπιστάτην αὐτοῦ παντάπασιν ἀδύνατον. εἰκὸς τοίνυν ἐστὶ πρῶτόν τε καὶ μάλιστα καὶ συνεχέστατα περιπίπτειν ἁμαρτήμασι νεανίσκον γυμναστικὸν, οἷον ὁ κόπος ἐστίν· ὑπὲρ οὗ πολλάκις μὲν ἤδη πολλοῖς, οὐκ ἰατροῖς μόνον ἢ γυμνασταῖς, ἀλλὰ καὶ φιλοσόφοις εἴρηται, ὥσπερ καὶ Θεοφράστῳ βιβλίον ὅλον ὑπὲρ αὐτοῦ γράψαντι. ἐγὼ δὲ κᾀνταῦθα μήκους φειδόμενος, ἃ μὲν εἴρηται κακῶς ὑπὲρ αὐτοῦ τισιν, ὑπερβῆναι διέγνωκα, τὰ δ᾿ ἀναγκαιότατα τοῖς ὑγιεινοῖς ἅμα ταῖς οἰκείαις ἀποδείξεσι διελθεῖν. καὶ πρῶτόν γε περὶ τῆς ἐννοίας αὐτοῦ· δίκαιον γὰρ ἀπὸ ταύτης ἀρξαμένους οὕτως ἐπὶ τὴν οὐσίαν μεταβῆναι. ἔννοιαν δ᾿ ἔχουσι κόπου τινὲς μὲν ἐν τῷ πεπρῆσθαί τε καὶ τετάσθαι δοκεῖν ἤτοι πάντα τὰ μέλη τοῦ σώματος, ἢ τὰ πονήσαντα μόνον· τινὲς δ᾿ ἐν τῷ δυσχερῆ τινα καὶ ἀνιαρὰν αἴσθησιν ἑαυτῶν κατὰ τὰς κινήσεις λαμβάνειν, ἥν τινες μὲν ἄῤῥητον ἔφασαν, ἔνιοι δὲ ἑλκώδη προσηγόρευσαν· ἄλλοι δέ τινες, ὅταν ὡς τεθλασμένων τε καὶ φλεγμαινομένων αἰσθανώμεθα τῶν μελῶν. εἰσὶν μὲν οἳ καὶ μιγνύουσιν ἀλλήλαις τὰς ἁπλᾶς ταύτας διαθέσεις, τήν τε τῆς τάσεως καὶ τὴν ἑλκώδη καὶ τὴν φλεγμονώδη· τινὲς δὲ δύο μιγνύουσιν ἐξ αὐτῶν, ἤτοι τὴν ἑλκώδη τῇ μετὰ τάσεως, ἢ τὴν φλεγμονώδη μεθ᾿ ἑκατέρας αὐτῶν ἀνὰ μέρος. ὥσθ᾿ ἑπτὰ τὰς πάσας γίγνεσθαι δόξας περὶ τῆς κατὰ τὸν κόπον ἐννοίας, ἐκ μέρους μέν τινος ἁπάσας ἀληθεῖς, τὸ σύμπαν δὲ οὐχ ἁπλῶς. ἐάν τε γὰρ ἑλκώδης αἴσθησις γίγνηται κινουμένοις, ἐάν τε φλεγμονώδης, ἐάν τ᾿ ἐμπίπρασθαι καὶ τείνεσθαι δοκῶσιν, ἐάν τε κατὰ συζυγίαν τινὰ τούτων, ἄν θ᾿ ὁμοῦ συνέλθῃ τὰ πάντα, κόπος ὀνομάζεται τῶν εἰρημένων διαθέσεων ἑκάστη. ὥστ᾿ εἶναι διαφορὰς ἑπτὰ τὰς συμπάσας τῶν κόπων· ἁπλᾶς μὲν τρεῖς, συνθέτους δὲ τέτταρας. ἐπανορθώσεις δὲ τῶν οὕτως ἐχόντων σωμάτων, αἱ μέν τινες ἴδιαι καθ᾿ ἑκάστην εἰσὶ διάθεσιν, αἱ δέ τινες ἁπασῶν κοιναί. λεχθήσεται δ᾿ ἑξῆς ὑπὲρ αὐτῶν, ἐὰν πρότερον ὑπὲρ τῆς παρακειμένης τοῖς κόποις διαθέσεως εἴπωμεν, ἣν ἐξαπατώμενοί τινες ὀνομάζουσι κόπον. ὁποία δ᾿ ἐστὶν αὕτη, καὶ τίνα κέκτηται γνωρίσματα, δηλωθήσεται σαφέστερον, ἂν τὴν οὐσίαν ἑκάστης τῶν κοπωδῶν διαθέσεων εὕρωμεν. ἄχρι μὲν γὰρ τοῦδε τὰ συμπτώματα μόνον εἴρηται, καὶ γὰρ τὸ πεπρῆσθαί τε καὶ τείνεσθαι δοκεῖν τὰ μόρια, καὶ τῷ κινουμένῳ ἤτοι φλεγμονώδη τινὰ ἢ ἑλκώδη γίγνεσθαι τὴν αἴσθησιν, οὐδὲ διαθέσεις εἰσὶν, ἀλλὰ συμπτώματα. διαθέσεις δέ γε τῶν σωμάτων αὐτῶν, ἐφ᾿ οἷς εἴωθε τὰ τοιαῦτα συμπίπτειν, ἁπλαῖ μὲν τρεῖς, σύνθετοι δὲ τέσσαρες. ἡ μὲν οὖν ἑλκώδης διάθεσις ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων, ἅπερ ἐν τῷ γυμνάζεσθαι γεννᾶται κατὰ διττὴν αἰτίαν, ἤτοι τῶν παχυτέρων περιττωμάτων χυθέντων τε καὶ λεπτυνθέντων, οὐχ ἁπάντων δὲ ἐκκριθέντων, ἢ τακείσης τινὸς ἤτοι πιμελῆς, ἢ σαρκὸς ἁπαλῆς. ἀνάγκη γὰρ ὑπὸ τῶν τοιούτων ὑγρῶν, λεπτῶν καὶ δριμέων ὑπαρχόντων, κεντεῖσθαί τε καὶ οἷον τιτρώσκεσθαι τό τε δέρμα καὶ τὰς σάρκας, ὥστε καὶ φρίκην ἐνίοτε γίνεσθαι, καί τι καὶ ῥίγους, ὅταν ἰσχυρῶς ᾖ δριμέα τε ἅμα καὶ πολλά. τοιοῦτος μὲν δή τις ὁ οἷον ἑλκώδης κόπος. ἐν ᾧ δὲ τείνεσθαι δοκεῖ τὰ μόρια μόνον, ἑλκώδης δ᾿ οὐκ ἔστιν αἴσθησις, ἐν τῷδε τῷ κόπῳ περίττωμα μὲν οὐδὲν, ὅ τι καὶ ἄξιον λόγου, περιέχεται τοῖς σώμασι, κατὰ δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσίς τις ἐπὶ ταῖς σφοδροτέραις ἐντάσεσιν, ἃς ἐποιήσαντο κατὰ τὰ γυμνάσια, συνίσταται τοῦ ποιήσαντος αἰτίου τὴν δύναμιν ἐνδεικνυμένη. συμβαίνει γὰρ ταῖς σφοδροτέραις ἐντάσεσιν, ἁπάσας μὲν τῶν μυῶν τείνεσθαι τὰς ἶνας, οὐχ ὁμοίως δὲ ἁπάσας κάμνειν, ἀλλ᾿ ὅσαι μάλιστα κατὰ τὴν εὐθύτητα τῆς τάσεώς εἰσιν· ὡς ὅσαι γε λοξότεραί πως ὑπάρχουσιν, ἧττον εὐθύνονται τεινόμεναι. ὥστε ταύταις μὲν οὐδεὶς ἐφεδρεύει κίνδυνος, ἐν δὲ ταῖς ἐπὶ πλέον ἐκτεινομέναις, ὡς ἐγγὺς ἥκειν τοῦ διασπασθῆναι, καταλείπεταί τις διάθεσις ὁμοία τῇ κατὰ τὰς ἐνεργείας ἐγγινομένῃ· τείνεσθαι γὰρ ἔτι δοκοῦσι, κᾂν μηκέτι τείνωνται. ἡ δὲ δὴ τρίτη τοῦ κόπου διαφορὰ, καθ᾿ ἣν ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν μορίων, τηνικαῦτα μάλιστα συμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντες ἱκανῶς οἱ μύες ἐπισπάσωνταί τι τῶν περικεχυμένων ἑαυτοῖς περιττωμάτων. εἰ δὲ καὶ περὶ τοὺς τένοντάς τε καὶ νεῦρα τὴν αὐτὴν γενέσθαι διάθεσιν συμβαίνει, ὀστοκόπον ὀνομάζουσι τὸ πάθημα, τῷ βυθίῳ τῆς αἰσθήσεως ἐπὶ τὰ διὰ βάθους κείμενα μόρια τοὔνομα φέροντες. ἐπιπολῆς μὲν γὰρ τὸ δέρμα, δευτέραν δὲ ἔχουσι θέσεως τάξιν οἱ μύες, ἐν κύκλῳ τοῖς ὀστοῖς περικείμενοι, συμφυεῖς δὲ οἱ τένοντες ὑπάρχουσι τοῖς ὀστοῖς, ὥστ᾿ εὐλόγως, ὅταν οὗτοί τι τῶν εἰρημένων πάσχωσιν, ἐν τῷ βάθει τε καὶ περὶ τοῖς ὀστοῖς αὐτοῖς ἡ διάθεσις εἶναι δοκεῖ. αὗται μὲν αἱ μόναι τρεῖς ἁπλαῖ τῶν κόπων εἰσὶ διαφοραί· σύνθετοι δ᾿ ἐξ αὐτῶν, ὡς ἔμπροσθεν εἴρηται, τέτταρες, ὑπὲρ ὧν ἑξῆς ἐροῦμεν, ἐὰν πρότερον τὸν περὶ τῶν ἁπλῶν διέλθωμεν λόγον. ἔστι γὰρ δή τις καὶ ἄλλη διάθεσις ἐξαπατῶσά τινας, ὡς κόπος. ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς περαιτέρω τοῦ προσήκοντος, ὥστε ἅπαν αὐχμηρὸν καὶ προσεσταλμένον φαίνεσθαι τὸ σῶμα, καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν ἀτρέμα. ἀλλ᾿ οὐδὲν ὑπάρχει αὐτῷ τῶν ἔμπροσθεν εἰρημένων, οὔτε τὴν οἷον ἕλκους αἴσθησιν, ἢ τάσεως, οὔτε πολὺ μᾶλλον τὴν οἷον φλεγμονῆς. ἐναντιωτάτη γὰρ ἡ ὄψις τοῦ τε τοιούτου καὶ τῆς νῦν λεγομένης διαθέσεώς ἐστιν. αὕτη μὲν γὰρ αὐχμῶδες καὶ προσεσταλμένον ἀπεργάζεται τὸ σῶμα, ὁ δὲ φλεγμονώδης κόπος ἐν ὄγκῳ μείζονι καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. ὥστ᾿ εἶναι τὰς πάσας τέτταρας ἁπλᾶς διαθέσεις, ἰδίας ἑκάστην ἐπανορθώσεως δεομένην.

Ἀρκτέον. δ᾿ ἀπὸ τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν, ὃν καὶ διὰ δριμύτητα περιττωμάτων ἐλέγομεν ἀνίστασθαι. οὗτος ὁ κόπος συμπίπτει μάλιστα τοῖς κακοχύμοις τε καὶ περιττωματικοῖς σώμασιν. ἐπιγίγνεται δὲ καὶ ταῖς ὑπογυίοις ἀπεψίαις, ὅταν ἤτοι γυμνάσωνται προπετέστερον, ἢ ἐν ἡλίῳ διατρίψωσιν. οὐ μὴν ἀδύνατόν γε αὐτὸν συστῆναί ποτε χωρὶς ἀπεψίας ἐν εὐχύμῳ σώματι δι᾿ ὑπερβολὴν ἄμετρον γυμνασίων. εἰώθασι δ᾿ αὐτὸν ὀξεῖαι καὶ πολλαὶ φέρειν κινήσεις. πυκνὸν δὲ καὶ φρικῶδες φαίνεται τῶν ἐν τούτῳ τῷ κόπῳ τὸ δέρμα, καὶ ὁμολογοῦσιν ἐν τῷ κινεῖσθαι καθάπερ ἕλκος ἀλγεῖν, οἱ μὲν τὸ δέρμα μόνον, οἱ δὲ καὶ τὰς ὑπ᾿ αὐτῷ σάρκας. ἡ δ᾿ ἴασις ἐξ ὑπεναντίοι τῇ διαθέσει· διαφορῆσαι γὰρ χρὴ τὰ περιττώματα, καὶ πέπανται τὸ πάθημα. διαφορηθήσεται δὲ τρίψει πολλῇ καὶ μαλακῇ σὺν ἐλαίῳ μηδεμίαν ἔχοντι στύψιν, ὁποῖον μάλιστ᾿ ἐστὶ τὸ Σαβῖνον. ἐναντιώτατον δὲ τῇ διαθέσει τό τ᾿ ἐκ τῆς Ἱσπανίας, καὶ τὸ ἐκ τῆς Ἰβηρίας, ὅπερ Ἱσπανὸν ὀνομάζουσι, τό τε καλούμενον ὀμφάκινον ἢ ὠμοτριβὲς, ἑνὶ δὲ λόγῳ τὸ αὐστηρὸν ἅπαν οὐκ ἐπιτήδειον, ὡς ἔνεστί σοι γευομένῳ διαγινώσκειν τὴν δύναμιν αὐτῶν, κᾂν μὴ πρότερον ᾖς πεπειραμένος. οὕτω γοῦν καὶ ἡμεῖς ἐν Μακεδονίᾳ ποτὲ γευσάμενοι τοῦ κατὰ τὸν Αὐλῶνα τὸν περὶ τῷ Στρυμόνι γινομένου ἐλαίου τῆς αὐτῆς εἶναι δυνάμεως ἐγνωρίκαμεν αὐτὸ τῷ καλουμένῳ Ἱσπανῷ. καὶ μὲν δὴ καὶ τῶν ἄλλων ἐλαίων ἁπάντων οὕτω γνωρίσεις τὴν δύναμιν, ὅσα τε καταχρηστικῶς ὀνομάζεται, καὶ ὅσα σκευάζεται δι᾿ ἁλῶν, ἢ ῥιζῶν, ἢ βοτανῶν, ἢ βλαστῶν, ἢ φύλλων, ἢ καρπῶν. εἴρηται δ᾿ αὐτάρκως μὲν ὑπὲρ ἁπάντων αὐτῶν ἐν ταῖς περὶ φαρμάκων πραγματείας· λεχθήσεται δὲ καὶ κατὰ τὸν ἐνεστῶτα λόγον ἐν οἰκείῳ καιρῷ. νῦν δὲ τοῦτ᾿ ἀρκεῖ μόνον εἰπεῖν, ὡς, ὅπερ ἂν ᾖ γλυκύτατον ἔλαιον, ἐπιτηδειότατόν ἐστιν εἰς τὰ παρόντα. τούτῳ τοίνυν χρῆσθαι δαψιλεῖ μετὰ τρίψεως πολλῆς· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὑπὲρ τοῦ μηδ᾿ ὅλως γενέσθαι τὸν ὑποπτευόμενον ἔσεσθαι κόπον, ἐν τῇ δευτέρᾳ δὲ χάριν τοῦ λῦσαι τὸν ἤδη γεγονότα. λύει δ᾿ αὐτὸν τὸ καλούμενον ἀποθεραπευτικὸν γυμνάσιον, ἐν ᾧ καὶ κινήσεις ἔνεστι ποιεῖσθαι, συμμέτρους μὲν τῇ ποσότητι, βραδυτέρας δὲ τῇ ποιότητι, μετὰ πολλῶν τῶν μεταξὺ διαναπαύσεων, ἐν αἷς χρὴ τρίβειν τὸν ἄνθρωπον, ἐφαπτομένων ὁμοῦ πλειόνων, ὅπως μήτε καταψύχοιτό τι μέρος αὐτοῦ, καὶ τάχιστα διαφοροῖτο τὰ περιττώματα. πλεονάζειν δὲ χρὴ ταῖς μὲν τρίψεσι κατὰ τὸν ἐν τῷ δέρματί τε καὶ ὑπὸ τῷ δέρματι τὸ πλῆθος τῶν περιττωμάτων ἔχοντα, ταῖς δ᾿ ἐξ αὐτοῦ κινήσεσι κατὰ τὸν ἕτερον κόπον, ᾧ τὸ πλέον ἐν τοῖς μυσὶν ἤθροισται. τὰ γὰρ ἐν τούτοις περιττώματα τρίψις μόνη διαφορεῖν οὐχ ἱκανή. δεῖται γὰρ οὐκ ἔξωθεν μόνον ἕλκεσθαι πρός τινος, ἀλλὰ καὶ συνεπωθεῖσθαι πρὸς ἑτέρου τινὸς ἔσωθεν. ἐπωθεῖ δ᾿ αὐτὰ τό τ᾿ ἀναπτόμενον θερμὸν ἐν ταῖς κινήσεσι, καὶ τὸ συνεκκρινόμενον πνεῦμα, καὶ ἡ αὐτῶν τῶν μυῶν ἔντασις, ἐξ ἐπιμέτρου δὲ καὶ ἡ καθ᾿ ἕκαστον μόριον ἀποκριτικὴ τῶν ἀλλοτρίων δύναμις. ὁ δὲ ἕτερος κόπος, ἐφ᾿ οὗ συντάσεως αἰσθάνονται, τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν πρὸς Ἱπποκράτους ὀνομαζομένην χάλασιν, ἐναντίον γὰρ τοῦτο τῇ συντάσει, καθάπερ τῇ σκληρότητι ἡ μάλαξις. ἔλεγε γοῦν ᾧδε· δέρματος σκληροῦ μάλαξις, συντεταμένου χάλασις· ὡς ἐναντίον ὑπάρχον, τῷ μὲν σκληρῷ τὸ μαλακὸν, τῷ δὲ συντεταμένῳ τὸ χαλαρόν. χαλᾶται δὲ τὸ συντεταμένον, ἐν μὲν ταῖς ἄλλαις διαθέσεσιν, ἃς ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴπομεν, ἑτέρως, ἐπὶ δὲ τῇ διὰ τὰ γυμνάσια τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ δι᾿ ἐλαίου γλυκέος εἰληθεροῦς, ἀναπαύσει δὲ ὅλως, ἢ καὶ ἡσυχίᾳ, καὶ λουτροῖς εὐκράτοις, καὶ διατριβῇ πλέονι κατὰ τὸ θερμὸν ὕδωρ, ὥστε καὶ εἰ δὶς αὐτὸν ἢ τρὶς λούσαις, ὀνήσεις μειζόνως. οὗτοι δὲ καὶ μετὰ τὰ βαλανεῖα ἀλείφεσθαι δέονται, πρὶν ἀμφιέννυσθαι· καὶ εἰ δι᾿ ἱδρῶτά τινα τύχοιεν ἀπομάξασθαι τὸ λίπος, αὖθις ἀλείφεσθαι χρῄζουσι. καὶ μέντοι καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἀναστάντες ἐκ τῆς κοίτης ἀλειφθῆναι δέονται, μηδέποτ᾿ ἄκρως ψυχρῷ τῷ ἐλαίῳ μηδὲ σκληρῶς ἀνατριβόμενοι. γίνεται δ᾿ ὁ τοιοῦτος κόπος εὐχύμοις ἀνδράσι πονήσασιν εὔτονα μᾶλλον ἢ ὀξέα γυμνάσια, καὶ δεινῶς ὀκνηρούς τε καὶ δυσκαμπεῖς ἐργάζεται τοὺς κοπωθέντας, οὐ μὴν πυκνοί γε καὶ φρικώδεις οἱ τοιοῦτοι φαίνονται, καθάπερ οἱ μικρῷ πρόσθεν εἰρημένοι. προσεσταλμένοι δ᾿ οὐδὲν ἧττον ἐκείνων οὗτοι καὶ αὐχμώδεις ὁρῶνται, καὶ θερμότεροι τοῖς ἁπτομένοις εἶναι δοκοῦσιν οὐ μόνον τῶν τὴν ἑλκώδη διάθεσιν ἐχόντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, ὅθ᾿ ὑγίαινον.

Ὁ δὲ δὴ τρίτος τῶν κόπων ἐπὶ σφοδροτάταις γίνεται κινήσεσι, καὶ μόνος ἐξαίρει τοὺς μῦς ὑπὲρ τὸ κατὰ φύσιν, ὡς ἐοικέναι φλεγμονῇ τὴν διάθεσιν αὐτῶν. ταῦτά τοι καὶ ψαυόντων ὀδυνῶνται, καὶ θερμότεροι φαίνονται· ὀδυνῶνται δὲ καὶ ἢν αὐτοὶ καθ᾿ ἑαυτοὺς ἐπιχειρήσωσι κινεῖσθαι. ἀήθεσι δὲ γυμνασίων ἀνθρώποις ὁ τοιοῦτος κόπος ὡς τὰ πολλὰ συμπίπτει, γυμνάζεσθαι δ᾿ εἰθισμένοις ὀλιγάκις ἐγένετο κατὰ τὰς σφοδροτάτας τε ἅμα καὶ παμπόλλας κινήσεις. ἡ δὲ ἴασις αὐτοῦ τρεῖς ἔχει τοὺς σκοποὺς, οὕσπερ σχεδόν τι καὶ τὰ φλεγμαίνοντα σύμπαντα, κένωσιν τοῦ περιττοῦ, καὶ ἀνάπαυσιν τοῦ συντεταμένου, καὶ ἀνάψυξιν τοῦ φλογώδους. ἔλαιόν τε οὖν πολὺ χλιαρὸν, αἵ τε τρίψεις μαλακώταται, καὶ ἡ ἐν τοῖς εὐκράτοις ὕδασι διατριβὴ πολυχρονιωτάτη τοὺς τοιούτους ἰᾶται κόπους. εἰ δὲ καὶ βραχύ τι χλιαρώτερον εἴη τὸ ὕδωρ, ὀνήσει μᾶλλον. οὕτω δὲ καὶ ἡσυχία πολλὴ, καὶ ἀλείμματα συνεχῆ, καὶ πάνθ᾿ ὅσα τὸ μὲν κεκμηκὸς ἀναπαύει τε ἅμα καὶ παρηγορεῖ, τὸ δὲ περιττὸν διαφορεῖ. τάχα δ᾿ ἄν τις οἰηθείη, τὸν τοιοῦτον κόπον οὐχ ἁπλοῦν, οὐδὲ τρίτον ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις δύο, σύνθετον δ᾿ ὑπάρχειν ἐξ αὐτῶν, οὐδὲν ἔχοντα πλέον τῆς τάσεως τῶν νευρωδῶν σωμάτων καὶ τῆς ἑλκώδους αἰσθήσεως· τὴν γὰρ θερμότητα τοῖς τοιούτοις κόποις ἄλλως μὲν ὑπάρχειν φύσει, καθάπερ καὶ τῶν προειρημένων ἑκατέρῳ, οὐ μὴν συμπληρωτικήν γε τῆς ἐννοίας ἢ τῆς οὐσίας εἶναι. ἀλλά τοι τό γε τοῦ παρὰ φύσιν ὄγκου τούτῳ τῷ κόπῳ μόνῳ παρὰ τοὺς ἄλλους ἐξαίρετον ὑπάρχει, καὶ τὸ τῆς ἀλγεινῆς αἰσθήσεως οὐχ ὅμοιον ἔν τε τῷ τονώδει κόπῳ καὶ τῷδε. τείνεσθαι μὲν γὰρ ἐν ἐκείνῳ τεθλάσθαί τε τὰ νεῦρα σύμπαντα μέχρι καὶ τῶν ὀστῶν οἱ τούτῳ τῷ κόπῳ κατεχόμενοι νομίζουσι. ὥστε κατά γε ταῦτα διαφοράν τινα ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους δύο κόπους, οὐχὶ σύνθετος μόνον ἐστί. αὗται μὲν δὴ τρεῖς, εἴτε καταστάσεις σώματος, εἴτε διαθέσεις, εἴθ᾿ ὅ τι βούλεταί τις ὀνομάζειν. ἄλλη δ᾿ ἐπ᾿ αὐταῖς τετάρτη, παραπλησία μὲν ὑπάρχουσα κόπῳ, κόπος δ᾿ οὐκ οὖσα, τῷ μήτε τὴν ἑλκώδη, μήτε τὴν τονώδη, μήτε τὴν φλεγμονώδη διάθεσιν ἔχειν, ἀλλὰ μηδὲ φρίκην τινὰ, μηδ᾿ ἄλγημα, μηδὲ τὸν πρὸς τὰς κινήσεις ὄκνον ὅμοιον τοῖς κόποις ἐπιφέρειν, ἰσχνότητα δὲ μόνην ἅμα καὶ ξηρότητα. γίνεται μὲν οὖν ἐν εὐχύμοις τε ἅμα καὶ γυμναστικοῖς σώμασιν, ὅταν ἄμετρον γυμνασθέντα μὴ καλῶς ἀποθεραπευθῇ. διαφορεῖται γὰρ οὕτω τὰ περιττώματα, καὶ χαλᾶται τὰ τεταμένα, καὶ οὐδὲν ἄλλο ὑπολείπεται κατὰ τὸ σῶμα πλὴν ξηρότητος, ἣν ἐκ τῆς ἀμετροτέρας κινήσεως ἔσχον. δεῖται δὲ κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὰ πρόσθεν, ὅτι μὴ θερμοτέρου τοῦ ὕδατος, ὡς συναγαγεῖν ἀτρέμα καὶ θερμᾶναι καὶ τονῶσαι τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμνασίου βραχέος τε ἅμα καὶ μαλακοῦ καὶ βραδέος ἔν τε κινήσεσι καὶ τρίψεσι, καὶ τῆς δεξαμενῆς ὁμοίως θερμῆς. ἐκπηδάτωσαν δ᾿ εὐθέως εἰς τὴν ψυχρὰν ὑπὲρ τοῦ μένειν αὐτοῖς τὸν ἐν τῷ δέρματι τόνον ἅμα θερμότητι. καὶ γὰρ ἧττον ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφοροῦνται, καὶ ῥᾳδίως εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα τὴν τροφὴν ἀναλαμβάνουσιν, οὗ μεῖζον ἀγαθὸν οὐδὲν ἐξεύροις ἂν αὐτοῖς, οὐδεμίαν διάθεσιν ἐξαίρετον ἔχουσι παρὰ τὴν τῆς σαρκὸς ἰσχνότητα καὶ ξηρότητα. δεῖται γὰρ, οἶμαι, τό γε τοιοῦτον ἀνατραφῆναί τε ἅμα καὶ ὑγρανθῆναι, καὶ ταῦτ᾿ ἄμφω κάλλιστ᾿ αὐτῷ γίνεσθαι πέφυκεν ἐκ τῆς ὑγραινούσης τροφῆς.

Ἐπειδὴ δὲ ἅπαξ ἐμνημόνευσα τῆς ἐπὶ τοῖς λουτροῖς διαίτης, οὐ χεῖρον ἂν εἴη καὶ τὰ περὶ τῶν κοπωδῶν διαθέσεων ἐπεξελθεῖν. ὁ μὲν οὖν ἑλκώδης κόπος, εἰ μὲν ἱκανῶς ἀποθεραπευθείη, τῆς συνήθους δεῖται τροφῆς, ἤ τι βραχὺ μείονος, ἔτι δ᾿ ὑγροτέρας τε ἅμα καὶ ἐλάττονος· εἰ δὲ κατὰ τὴν ἀποθεραπείαν εἰς τὴν τετάρτην μεταπέσοι διάθεσιν, (εἴωθε γὰρ οὕτω γίγνεσθαι τὰ πολλὰ,) κατ᾿ ἐκείνην καὶ λουέσθω καὶ τρεφέσθω. ὁ δὲ τονώδης ἔτι δὴ καὶ μᾶλλον ὀλιγωτέρας δεῖται τῆς τροφῆς· ὁ δὲ φλεγμονώδης ὑπὲρ ἅπαντας ὑγροτάτης τε καὶ βραχυτάτης, καί τι καὶ ψῦχον ἐχούσης. εὐχύμου δ᾿ ὁμοίως ἅπαντες οἱ κεκοπωμένοι δέονται τροφῆς, ὁποίᾳ δηλονότι καὶ ὑγιαίνων ὁ ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἐχρῆτο. φυλάττεσθαι δὲ προσήκει τὸ γλίσχρον ἐν αὐτῷ κατά τε τὸν φλεγμονώδη καὶ τὸν ἑλκώδη κόπον, ὡς ἂν κωλῦον διαφορεῖσθαι τὰ περιττώματα. κατὰ μέντοι τὸν τονώδη καὶ τὰ τοιαῦτα σιτία δοτέον, ἀφαιροῦντα τοῦ πλήθους αὐτῶν. οὐδὲν οὖν θαυμαστὸν ἐναντιολογίαν εἶναι παμπόλλην οὐκ ἰδιώταις μόνον ἐν ἀλλήλοις, ἀλλὰ καὶ τεχνίταις πρὸς ἑαυτούς τε καὶ τοὺς ἰδιώτας, οὔτε περὶ γυμνασίων, οὔτε περὶ τρίψεων, οὔτε περὶ λουτρῶν, οὔτε περὶ διαιτημάτων ὁμολογοῦσιν ὑπὲρ τῶν κοπωθέντων. ἀκοῦσαι γοῦν ἔστι τῶν μὲν φασκόντων, ὡς κόπῳ χρὴ λύειν τὸν κόπον, ἑτέρων δὲ, ὡς ἀνάπαυσις ἰᾶται τὸν κάματον, καὶ τῶν μὲν, ὡς ἐνδεῶς χρὴ διαιτᾶσθαι τοὺς κοπωθέντας, ἄλλων δὲ, ὡς οὐ μόνον ἀφαιρεῖν προσήκει τῶν εἰθισμένων, ἀλλὰ καὶ τοσούτῳ πλείω προσφέρειν, ὅσῳ περ ἔτυχον πλείω γυμνασάμενοι, ἀνάλογον γὰρ χρῆναι τοῖς πόνοις προσαίρεσθαι τὰς τροφὰς, ἄλλων δέ τινων, ὡς οὔτε προστιθέναι χρὴ ταῖς τροφαῖς, οὔτ᾿ ἀφαιρεῖν. οὕτω δὲ καὶ λούουσιν, οἱ μὲν εὐκράτοις ὕδασιν, οἱ δὲ θερμοτέροις, οἱ δὲ χλιαρωτέροις. ἥ τε γὰρ ἐμπειρία πρὸς ἐκεῖνο μόνον ἕκαστον ἀπάγει, πρὸς ὅπερ ἔτυχε θεασάμενος πολλάκις, ὅ τε λόγος, ὡς ἂν μὴ τέλειος ὑπάρχων ἑκάστῳ, καθάπερ ἐδείκνυτο πρόσθεν, ἀλλὰ μίαν τινὰ διάθεσιν ἐκδιδάσκων κοπώδη, τὰς δ᾿ ἄλλας ὥσπερ οὐκ οὔσας ὑπερβαίνων, ἐκείνης μόνης ἐκδιδάσκει τὴν ἐπανόρθωσιν, ἧς ἔγνω μόνης. ἀληθὲς γοῦν ἐστι καὶ τὸ κόπῳ λύεσθαι τὸν κόπον, ὅταν γε δὴ φαίνηταί ποτε δέον εἶναι τοῖς ἐν τῇ προτεραίᾳ γυμνασίοις ἴσα κατὰ τὴν ὑστεραίαν γυμνάζεσθαι, καὶ τὸ τὴν ἴασιν κόπων ἡσυχίαν ὑπάρχειν. τούτων γὰρ τὸ μὲν ἐν τοῖς περιττωματικοῖς κόποις, καὶ μάλισθ᾿ ὅσοι κατὰ τοὺς μῦς ἔχουσι τὰ περιττώματα, τὸ δ᾿ ἐν τοῖς τονώδεσί τε καὶ φλεγμονώδεσι φαίνεται συμφέρον. ἀληθὲς δὲ καὶ τὸ χρῆναι τοὺς κοπωθέντας ἐνδεῶς διαττᾶσθαι· τοῦτο γὰρ ὁρᾶται τοὺς φλεγμονώδεις ὠφελοῦν. ἀληθὲς δὲ καὶ τὸ τὰ συνήθη διδόναι· τοῦτο γὰρ ἐπὶ τῶν ἑλκωδῶν, ὅταν ἀποθεραπευθῶσιν,ὀρθῶς τετήρηται γιγνόμενον, ὥσπερ γε καὶ τὸ πλείω λαμβάνειν ἐπὶ τῆς ὁμοιουμένης τοῖς κόποις διαθέσεως, εἰς ἣν κᾀκ τῆς ἑλκώδους ἔνιοι μεταπίπτουσιν. οὕτω δὲ καὶ τὸ λούειν εὐκράτοις ὕδασιν ἀληθὲς ἐπὶ τοῖς περιττωματικοῖς κόποις. ἀληθὲς δὲ καὶ τὸ μὴ λούειν τοιούτοις ἐπί τε φλεγμονωδῶν, χλιαρωτέρων γὰρ οὗτοι δέονται, κᾀπὶ τῆς ὁμοίας κόπῳ διαθέσεως, οὗτοι γὰρ οὐ χρῄζουσι θερμοτέρων. όἴονται δ᾿ ἔνιοι καὶ τὴν τοιαύτην διάθεσιν εἶναι κόπον. ἕτεροι δέ τινες, ὁποία μέν τίς ἐστιν ἡ διάθεσις, οὐκ εἶπον,ἐφ᾿ ὧν δ᾿ ἂν ὑποψία τις ᾖ γενησομένσυ κόπου, συμβουλεύουσι θερμοτέρῳ χρῆσθαι τῷ κατὰ τὸ λουτρὸν ὕδατι, καὶ προστιθέασι δὲ τὴν αἰτίαν, ὡς ἡμεῖς ἔμπροσθεν ἔφαμεν, οἱ μὲν ἀναδόσει φάσκοντες, οἱ δὲ θρέψει συντελεῖν τὸ τοιοῦτον λουτρὸν, οὐ μὴν καθ᾿ ὅν γέ τινα λόγον οἷαί τε κωλύειν εἰσὶ κόπον ἀναδόσεις καὶ θρέψεις ἐκδιδάσκουσιν, ἀλλ᾿ οὐδὲ τὴν ἀρχὴν ὁποία τίς ἐστιν ἡ τοῦ κόπου διάθεσις, οὐδὲ τοῦτο γράφουσιν. οἱ γοῦν πλείους αὐτῶν οὐδὲν εἶπον, ἔνιοι δὲ τολμήσαντες εἰπεῖν ἀπεφῄναντο ξηρότητα. τὸ μὲν οὖν ὑπὸ τροφῆς θεραπεύεσθαι ξηρότητα, καὶ μάλιστα τῆς ὑγραινούσης, ὅπερ οὐδ᾿ αὐτὸ προστιθέασιν οἱ πλείους αὐτῶν, ἀληθέστατον, οὐ μὴν οὔτ᾿ ἴαμα κόπων ἐστὶν οὔτε προφυλακὴ τὸ τοιοῦτον. ἀλλ᾿ ὅταν, ὡς εἴρηται, ξηρότερα μὲν ἀπεργασθῇ τὰ μόρια, μήτε δὲ τάσις ᾖ κατ᾿ αὐτὰ μηδεμία, μήτε περιττώματα λεπτὰ καὶ δριμέα, μήτε φλεγ μονώδης διάθεσις, ἀνατρέφειν δήπου προσήκει τὰ διὰ τὴν κένωσιν ἐξηραμμένα τροφαῖς ὑγραινούσαις, ὡς, εἴ γε μὴ ἀναθρέψειας αὐτάρκως, ἰσχνότερον καὶ ξηρότερον ὄψει κατὰ τὴν ἑξῆς ἡμέραν ἑαυτοῦ τὸ σῶμα. καὶ ταύτην τὴν διάθεσιν ἔνιοι κόπον ὑπολαβόντες ὑπάρχειν οἴονται θερμοτέρῳ λουτρῷ καὶ τροφῇ δαψιλεῖ κεκωλυκέναι τὴν γένεσιν αὐτῆς. ἀλλ᾿ ἐκεῖνο θαυμάζειν ἐνίων ἄξιον, ὥσπερ καὶ Θέωνος, εἰ τὸν ἤδη γεγενημένον κόπον οὐκ ἀξιοῦσιν ὁμοίως ἰᾶσθαι. εἴτε γὰρ ἣν νῦν εἴρηκα διάθεσιν ὑπολαμβάνει τις εἶναι κόπον, ἀναθρέψει χρὴ λύειν αὐτὸν καὶ κωλύειν γενέσθαι, εἴτε τῶν ἄλλων τινὰ τῶν ὄντως κόπων, |ἐνδεέστερον ἐπὶ πάντων χρὴ τρέφεσθαι τὸν ἄνθρωπον, ἔτι τε προςδοκωμένων καὶ ἤδη γεγονότων. οὐδὲ γὰρ τοῦτ᾿ ἔστιν εἰπεῖν, ὡς ἥ γε τοιαύτῃ διάθεσις ἡ παρακειμένη τοῖς κόποις, εἰ μὴ κατὰ τὴν πρώτην ἡμέραν ἐπανορθωθείη δι᾿ εὐτροφίας, εἴς τινα τῶν τριῶν μεταπίπτειν εἴωθεν. εἰ μὲν γὰρ αὐτὸ τοῦτο μόνον εἴη κατ᾿ αὐτὴν ἡ ξηρότης, ἰσχνότητος οὐδὲν ἀκολουθήσει πλέον· εἰ δὲ καὶ θερμότητός τι ξυνείη, πυρέξαι κίνδυνος. οὐ μὴν ταὐτόν γ᾿ ἐστὶ κόπος καὶ πυρετὸς, εἰ καὶ ὅτι μάλιστα τῶν κοπωθέντων ἐπύρεξαν ἔνιοι. θαυμάζειν γοῦν ἐπέρχεταί μοι Θέωνος ἐν τῷ τετάρτῳ τῶν κατὰ μέρος γυμνασίων, ἐν οἷς περὶ τοῦ τελείου γυμνασίου διεξέρχεται, τάδε γράφοντος. καὶ κόπου τινὸς τοῖς οὕτω γυμνασθεῖσιν ὡς τὸ πολὺ τῇ ἑξῆς ἡμέρᾳ παρακολουθοῦντος, ἡ ζεστολουσία παραιτεῖται τὴν πρὸς τὸν κόπον ἐπιτηδειότητα, πυροῦσα τὴν ἐπιφάνειαν, ἵνα αὕτη σικύας τρόπον τὴν λαμβανομένην τροφὴν ἐπισπωμένη τοῖς κεκμηκόσι ἀντιδιέληται νεύροις. οὗτος μὲν γὰρ πρὸς τοῖς ἄλλοις ὥσπερ αἴνιγμά τι τὸ ἀντιδιέληται ῥῆμα παρέλαβεν ἐν τῷ λόγῳ. δύναται μὲν γάρ τις ἀκούειν, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον ἐπισπωμένη τὴν τροφὴν μέρος ἐξ αὐτῆς τι καὶ τοῖς νεύροις παρέχῃ· δύναται δὲ καὶ τοὐναντίον, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον ἐφ᾿ ἑαυτὴν ἀντισπῶσα τὴν ἐπὶ τὰ νεῦρα φερομένην τροφὴν μερίζηται. ὥστε κατὰ μὲν τὸν πρότερον λόγον εἰς εὐτροφίαν τοῖς νεύροις ἐπιτηδεύεσθαι θερμανθὲν τὸ δέρμα, (τοῦτο γὰρ ἡγοῦμαι λέγειν αὐτὸν ἐπιφάνειαν,) κατὰ δὲ τὸν δεύτερον εἰς ὀλιγοτροφίαν. ὅσον μὲν οὖν ἐπ᾿ αὐτῇ τῇ ῥήσει, τὴν γνώμην τοῦ Θέωνος οὐκ ἄν τις ἐξεύροι· ἐξ ὧν δ᾿ ἐν ἄλλοις τε λέγει κᾀν τῷ ις΄ τῶν Γυμναστικῶν, ἐλάττονα τροφὴν βούλεται δίδοσθαι μετὰ τὸ τέλειον γυμνάσιον. καίτοι γ᾿ οὐδ᾿ αὐτὸ τοῦτο διεσάφησε, τίνι ποτὲ λογισμῷ συμβουλεύει. δίδοται γὰρ ἐλάττων τροφὴ τῆς συνήθους ἢ τῷ μὴ δεῖσθαι τῆς ἴσης, ἢ τῷ μὴ δύνασθαι πέψαι. τὸ μὲν οὖν πρότερον οὐκ ἀληθὲς ἐπὶ τῶν πολλὰ γυμνασαμένων, τὸ δὲ δεύτερον ἔστιν ὅτε μὲν ἀληθὲς, ἔστιν ὅτε δὲ ψευδές. εἰ μὲν γὰρ ἀῤῥωστοτέραν ἔχει τὴν πεπτικὴν δύναμιν, ἀληθὲς, εἰ δὲ μὴ ταύτην, ἀλλ᾿ ἑτέραν τινὰ, ψευδές. ἀκούειν δὲ χρὴ πεπτικὴν δύναμιν οὐ τὴν ἐν γαστρὶ μόνον, ἢ φλεψὶν, ἢ καθ᾿ ἧπαρ, ἀλλὰ καὶ τὴν καθ᾿ ἕκαστον μόριον, ὥσπερ ἐν τοῖς παροῦσι τὴν ἐν τοῖς μυσίν· ἐν οἷς δὴ καὶ μάλιστά ἐστιν ἡ διάθεσις, ὑπὲρ ἧς διαλέγομαι. διαφορηθέντες γὰρ ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις ἰσχνότεροί τε καὶ ξηρότεροι γίνονται. εἴ μὲν οὖν ἐπ᾿ ὀλίγον αὐτοῖς ταῦτα συμβαίνει, κατεργάζεσθαι δύνανται τροφὴν, ἧσπερ δέονται· εἰ δέ τι πολὺ τοῦ κατὰ φύσιν ἀποχωρήσειαν, ἀδυνατοῦσιν. ὧν οὐδὲν ὁ Θέων ὅλως οὔτ᾿ ἐνενόησεν, οὔτε διωρίσατο. τὴν ἀρχὴν γὰρ οὐδ᾿ ἐκ λόγου τινὸς, ἀλλ᾿ ἐξ ἐμπειρίας, ὡς καὶ αὐτὸς ὁμολογεῖ, τὸ θερμότερον ὕδωρ ἐπὶ τῷ τελείῳ γυμνασίῳ χρήσιμον ὑπάρχον ἐτήρησεν. οὕτως οὖν ἐφεξῆς γράφει· τοῦτο δὲ, εἰ μὲν καὶ τὸν λόγον ἔχει παρακείμενον, εὐτυχήματος ἔργον, εἰ δὲ μή γε, τὸ πρὸς τῶν ἀποτελεσμάτων ἐπιμαρτυρούμενον οὐ παραδεκτέον, εἰ μὴ καὶ τὸν λόγον ἐξ |ἄκρου ἔχει συμπροσπίπτοντα. εἰ μὲν οὖν ἀκριβῶς ἐξευρὼν τὴν διάθεσιν, ἐφ᾿ ἧς τὸ θερμὸν ὕδωρ ἐπαινεῖ, τὴν αἰτίαν ἀγνοεῖν ὁμολογεῖ, συγγνωστὸς ἂν ἦν εἰκότως· ἐπεὶ δ᾿ ἁπλῶς εἶπεν, ἐπὶ τῶν τελείων γυμνασίων ἁρμόττειν τὰς ζεστολουσίας, (οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζει,) δύνανται δὲ πολλαὶ διαθέσεις ἀκουλουθῆσαι τῷ τοιούτῳ γυμνασίῳ, μέμψαιτ᾿ ἄν τις αὐτῷ μὴ διορισαμένῳ περὶ πασῶν ἐφεξῆς. αὐτὸς γὰρ οἶδε καὶ τὸν φλεγμονώδη κόπον ἀκολουθοῦντα τῷ τοιούτῳ γυμνασίῳ, καθ᾿ ὃν εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἐξαίρεται τὰ πεπονηκότα, καὶ τὸν ἕτερον, ὃν ἕνα γράφει, τῷ κοινῷ συμπτώματι προσέχων τὸν νοῦν, ὅπερ ἀντίκειται τῷ παρὰ φύσιν ὄγκῳ. λεπτότεροι μὲν γὰρ ἐν τοῖς ἄλλοις δύο κόποις ἀποτελοῦνται, καὶ προσέτι γε τῇδε τῇ διαθέσει, περὶ ἧς ὁ λόγος συνέστηκεν. ἀλλ᾿ οὐχ, ὥσπερ ἓν κοινὸν σύμπτωμα τῶν τριῶν διαθέσεών ἐστιν, οὕτω καὶ ἡ διάθεσις μία. κατὰ μὲν οὖν τὴν ἐπὶ τῇ τάσει τῶν νευρωδῶν σωμάτων οὐ χρὴ λούειν θερμοτέρῳ τοῦ συνήθους· οὕτω δὲ οὐδὲ κατὰ τὴν ἐπὶ τοῖς περιττώμασι· κατὰ δὲ τὴν ἄνευ τούτων ἰσχνότητα συμφέρει λούειν θερμοτέρῳ τοῦ συμμέτρου· γίνεται γαρ ἡ διάθεσις αὕτη, διαφορηθέντων ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις τῶν σωμάτων, οὕτως ὡς ἐν ταῖς μακροτέραις ἀσιτίαις εἴωθε συμβαίνειν. ὥστε καὶ ἡ ἐπανόρθωσις αὐτῶν προσθέσει τε καὶ ἀναπληρώσει τοῦ κενωθέντος ἐστίν. οὐ δύναται δ᾿ αὕτη γενέσθαι, τοῦ δέρματος ἀραιοῦ μένοντος. συναγαγεῖν οὖν αὐτὸ χρὴ, καὶ πυκνῶσαι, καὶ σφίγξαι πρότερον, εἰ μέλλοι τι τῆς δαψιλοῦς τροφῆς ὄφελος ἔσεσθαι. συνάγει δὲ καὶ στέγει τό τε ψυχρὸν ὕδωρ καὶ τὸ ζέον. ἀλλ᾿ ὑπὸ μὲν τοῦ ψυχροῦ κίνδυνος βλαβῆναι τὸν ἄνθρωπον, ἀραιότερόν τε ἅμα καὶ κενὸν ἐπὶ τῷ πλήθει τῶν γυμνασίων γεγενημένον· ὑπὸ δὲ τοῦ ζέοντος βλάβη μὲν οὐδεμία, πυκνόνης δ᾿ ἀσφαλὴς ἐγγίνεται τῷ δέρματι, συνεπιλαμβανούσης τι καὶ τῆς ἐγκαταλειπομένης αὐτῷ θερμότητος. ὅθεν οὐδὲ χρονίζειν ἐπὶ πλέον ἐν τῷ ψυχρῷ προσήκει τὸν οὕτως λουσάμενον, ἀλλ᾿, ὥσπερ αὐτὸς ὁ Θέων τοῦτό γε παρετήρησεν ὀρθῶς, φυλακτέον ἐστὶ τὴν ἐν τῷ ψυχρῷ διατριβὴν, ὡς τὴν ἐκ τῆς ζεστολουσίας ἀναλύουσαν ὠφέλειαν. ἡ δὲ αἰτία τοῦ σφαλῆναι τὸν Θέωνα, τὸ μιᾷ διαθέσει συμφέρον ὡς πάσαις ἁρμόττον γράφοντα, τῶν γυμναζομένων ὑπ᾿ αὐτοῦ σωμάτων ἡ ἕξις ἐστίν. ἀθλητὰς γὰρ ἐγύμναζε τοὺς μετὰ τὸ τέλειον γυμνάσιον, εἰς μὲν τὴν τετάρτην διάθεσιν ἑτοίμως ἐμπίπτοντας, εἰς δὲ τὴν τρίτην σπανιάκις. ὅπερ οὖν ἐθεάσατο πολλάκις, ὡς διηνεκὲς ἔγραψεν. εἰ δὲ καὶ κακοχύμους, ἢ καχέκτους, ἢ ἀήθεις γυμνασίων, ἢ ἀσθενεῖς, ἢ μὴ νεανίσκους ἐγύμναζε, σπανιάκις μὲν εἰς τὴν τοιαύτην διάθεσιν ἐμπίπτοντας ἐθεάσατο, μυριάκις δ᾿ εἰς τὰς ἄλλας. ἢ τοῦτο μὲν καὶ λέγειν ἴσως περιττὸν, αὐτὸς γὰρ ὁμολογεῖ μετὰ τὰ κατασκευαστικὰ γυμνάσια χρῆσθαι τῇ ζεστολουσίᾳ· τὰ δὲ τοιαῦτα γυμνάσια μόνοις ἀθληταῖς ἐπιτηδεύεται. καίτοι φησί τις, ὡς ἐκείνοις μὲν ἑκοῦσι, καὶ κατὰ περίοδον, ἄλλοις δὲ πολλοῖς ἢ δι᾿ ἀνάγκην, ἢ φιλονεικίαν, ἤ τι τοιοῦτον, ἕτερον. ἀλλ᾿ ἐπί γε τῶν τοιούτων ἐπὶ τοῖς ἀμέτροις γυμνασίοις ἀνάγκη πρότερον ἢ καὶ μίαν, ἢ καὶ πλείους συστῆναι κόπων διαθέσεις. ὥστε μόνοις τοῖς εὐεκτικοῖς σώμασιν ἡ τετάρτη γίγνεται διάθεσις· οἷά πέρ ἐστι τά τε τῶν καλῶς ἀγομένων ἀθλητῶν, καὶ τοῦ νῦν ἡμῖν ἐν τῷ λόγῳ προκειμένου νεανίσκου. καὶ εἴ τις ἁπλῶς ἀποφαίνοιτο, μετὰ σφοδρότατα γυμνάσια τὴν τοῦ θερμοτέρου λουτροῦ χρῆσιν ἐπιτήδειον ὑπάρχειν, ἐπὶ μιᾶς μὲν ἀληθεύσει καταστάσεως; ἐπὶ τριῶν δὲ ψεύσεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα καθ᾿ ὅλην τὴν ὑγιεινὴν πραγματείαν ἰατροῖς τε καὶ γυμνασταῖς γέγραπται ψευδῆ. κεφάλαιον δ᾿ αὐτῶν ἐστι τὸ τῆς τηρήσεως ἀδιόριστον, ὅταν, ὅπερ ἐπὶ μιᾶς ἕκαστος ἐθεάσατο διαθέσεως, ἐπὶ πολλῶν ἀναγράφῃ.

Καὶ μὲν δὴ καὶ ἔτι τίς ἐστι διάθεσις ἐγγύς τι ταῖς προειρημέναις, ἣν ὀνομάζω στέγνωσιν, ὑπὲρ ἧς, ἐπειδὰν συμπεραίνωμεν τὸν ἐπὶ τοῖς κόποις λόγον, ἐφεξῆς ἐρῶ. αἱ μὲν γὰρ ἁπλαῖ διαφοραὶ τρεῖς αὐτῶν εἰσιν, ὑπὲρ ὧν ἤδη μοι λέλεκται· κᾆτα σύνδυο λαμβανομένων ἄλλαι γίνονται τρεῖς. ἑβδόμη δ᾿ ἐπὶ πάσαις ἐστιν ἡ τῶν τριῶν ἅμα συνερχομένων. ἡ μὲν διάγνωσις αὐτῶν ἐστιν ἀπὸ τοῦ συνδυάζεσθαι τὰ γνωρίσματα, σκοπὸς δὲ τῆς ἐπανορθώσεως, ὁ μὲν κοινὸς ἁπασῶν, ἀποβλέποντα πρὸς τὸ ἐπικρατοῦν μηδὲ τοῦ λοιποῦ παντάπασιν ἀμελεῖν, ὁ δ᾿ ἴδιος ἐπὶ τῷ κοινῷ κατὰ τὰς ἐν μέρει διαθέσεις λαμβάνεται. πάσας μὲν οὖν ἐπέρχεσθαι τὰς συζυγίας μακρὸν, ἕνεκα δὲ σαφηνείας ἐπὶ μιᾶς ὡς παραδείγματος ὸ λόγος περανθήσεται. ἐὰν τοίνυν ὄγκος τε ἅμα περὶ τοὺς μῦς ὑπάρχῃ, καὶ τεθλάσθαι δοκῶσιν αὐτοὶ, καὶ ἢ ἑλκώδης αἴσθησις, ἢ φλεγμονώδης κόπος ἅμα τῷ περιττωματικῷ κατειλήφῃ τὸν ἄνθρωπον, ἡ ἀποθεραπεία γενήσεται στοχαζομένη μὲν ἀμφοῖν, ἀλλὰ μᾶλλον τοῦ μείζονος. οὐχ ἁπλῆ δ᾿ ἐν ἅπασι τοῖς οὖσιν ἡ τοῦ μείζονος φύσις, ἀλλ᾿ ἡ μὲν κατὰ δύναμίν τε καὶ τὸ οἷον ἀξίωμα τοῦ πράγματος, ἡ δὲ κατὰ τὴν οἰκείαν οὐσίαν. ἀξιώματι μὲν οὖν καὶ δυνάμει μείζων ἐστὶν ὁ φλεγμονώδης κόπος τοῦ περιττωματικοῦ· κατὰ δὲ τὴν οἰκείαν οὐσίαν ἑκάτερος αὐτῶν οὕτω δύναται γενέσθαι μέγας τε καὶ μικρὸς, ὡς εἰ καὶ κατὰ μόνας ἑκάτερος ἦν. εἰ μὲν οὖν ἴσον ἐξέστηκε τοῦ κατὰ φύσιν ἑκάτερος, ὁ φλεγμονώδης ἐφ᾿ ἑαυτὸν ἐπισπάσεται τὸ κῦρος τῆς θεραπείας, ἐπικρατῶν γε κατὰ δύναμιν· ἂν δ᾿ ὀλίγον μὲν ὁ φλεγμονώδης, πλεῖστον δ᾿ ὁ ἑλκώδης ἀποκεχωρήκῃ τῶν κατὰ φύσιν, ὲπισκεκτέον, εἴτε τοσοῦτον ὑπερέχει κατὰ τὸ μέγεθος ὁ ἑλκώδης, ὅσον ὁ φλεγμονώδης κατὰ δύναμιν, εἴτ᾿ ἔλαττον, εἴτε μεῖζον, καὶ οὕτως ἐξευρίσκειν τὸν ἐπικρατοῦντα· κᾂν ἰσοσθενεῖς δέ ποτε φαίνωνται, πρὸς ἀμφοτέρους ὁμοίως ἀποβλεπτέον. αὕτη μὲν οὖν ἡ μέθοδος ἔστω σοι κοινὴ πασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων. ὥσπερ δ᾿ οἱ κόποι τρεῖς ὄντες, εἶτ᾿ ἀλλήλοις ἐπιπλεκόμενοι, τέτταρας ποιοῦσι τὰς συζυγίας, οὕτως, εἰ καὶ τὴν τετάρτην αὐτοῖς ἐπιπλέξειέ τις διάθεσιν, αἱ συζυγίαι πολλῷ πλείους γενήσονται. μάθοις δ᾿ ἂν ἐναργῶς, ὃ λέγομεν, ἐπὶ διαγράμματος. ἔστω δ᾿ ἐν αὐτῷ πρώτη μὲν διάθεσις ἡ ἑλκώδης· δευτέρα δὲ ἡ τονώδης· τρίτη ἡ φλεγμονώδης· τετάρτη ἡ τῆς ἰσχνότητος. ἢ τοίνυν ἡ πρώτη μετὰ τῆς δευτέρας συστήσεται διαθέσεως, ἢ μετὰ τῆς τρίτης, ἢ μετὰ τῆς τετάρτης· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆς τρίτης, ἢ τῆς τετάρτης· ἢ πάλιν ἡ τρίτη μετὰ τῆς τετάρτης. ὥστ᾿ εἶναι τὰς πάσας ἓξ συζυγίας, ἅμα σύνδυο λαμβανομένων τῶν διαθέσεων, ἄλλας δ᾿ αὖ τέτταρας, ὅταν ἅμα τρεῖς ἐπιπλέκωνται διαθέσεις ἀλλήλαις. ἤτοι γαρ ἡ πρώτη μετὰ τῆς δευτέρας καὶ τρίτης, ἢ μετὰ τῆς δευτέρας καὶ τετάρτης, ἢ μετὰ τῆς τρίτης τε καὶ τετάρτης πάλιν. ὑστάτη δὲ πασῶν ἐπιπεπλεγμένη διάθεσις ἔσται, τῶν τεττάρων ἅμα διαθέσεων ἀλλήλαις μιγνυμένων. ὥστ᾿ εἶναι τὰς πάσας ἕνδεκα τὸν ἀριθμόν. ἦσαν δέ γε καὶ αἱ τῶν ἁπλῶν τέτταρες. γενήσονται τοίνυν αἱ σύμπασαι πεντεκαίδεκα· πρώτη ἑλκώδης, δευτέρα τονώδης, τρίτη φλεγμονώδης, τετάρτη ἰσχνότης, αβ, αγ, αδ, βγ, βδ, γδ, αβγ, αβδ, αγδ, βγδ, αβγδ. εἰ δὲ καὶ τὰς τῆς στεγνώσεως διαφορὰς ἐπιπλέκοις ἀλλήλαις τε καὶ ταῖς πεντεκαίδεκα, παμπληθεῖς ἑτέρας ἐργάσῃ συζυγίας. εἰ δὲ καὶ τὰς τῆς ἀπεψίας αὐταῖς, ἢ τὰς ἐπὶ τοῖς ἀφροδισίοις, ἢ ταῖς ἐγκαύσεσιν, ἢ ταῖς ἀγρυπνίαις, ἢ ταῖς λύπαις ἐπιπλέξειας καταστάσεις τοῦ σώματος, οὐδ᾿ ἀριθμηθῆναι ῥᾳδίως ἅπασαι δυνήσονται. καὶ οὔπω λέγω τὰς τῆς πληθώρας, ἢ κακοχυμίας, ἢ ἐπισχέσεως γαστρὸς, ἢ διαῤῥοίας, ἢ ἐμέτων, ἢ βάρους κεφαλῆς, ἤ τινος ἄλλου μέρους, ἢ ὅλως ὅσαι κατά τι σύμπτωμα συνίστανται· λεχθήσεται γὰρ αὖθις ὑπὲρ τῶν τοιούτων ἁπάντων. ἀλλὰ νῦν γε τούτου χάριν ἐπεμνήσθην αὐτῶν, ὑπὲρ τοῦ δεῖξαι τὸ πλῆθος τῶν ἐπιπλοκῶν ὁπόσον ἐστί. θαυμάσαι γὰρ οἷόν τ᾿ ἐστί τινα τοὺς ἐπὶ τοῖς ἀθροίσμασιν αὐτῶν, ἃ ὀνομάζουσι συνδρομὴν, ἤτοι θεραπείαν, ἢ πρόγνωσιν τῶν ἀποβησομένων ἐπαγγελλομένους τετηρηκέναι. καθ᾿ ἕνα γὰρ τρόπον οἷόν τ᾿ ἐστὶ καὶ προγνῶναι, καὶ θεραπεῦσαι δεόντως, ὡς Ἱπποκράτης ἐδίδαξεν, ἑκάστου τῶν ἁπλῶν πραγμάτων ἀξιῶν ἐπίστασθαι τὴν δύναμιν, ὡς ἐγὼ νῦν ἐπέδειξα περὶ τεττάρων διαθέσεων. εἰ μὲν γὰρ ἑκάστη καθ᾿ ἑαυτὴν συσταίη, τὴν ἐπανόρθωσιν ἁπλῆν ἐνδείξεται· μιχθεῖσα δ᾿ ἑτέρᾳ, κατὰ τὴν ὀλίγον ἔμπροσθεν εἰρημένην μέθοδον, ὑπὲρ ἁπασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων.

Ὁπότ᾿ οὖν οὕτω φαίνεται τοῦτ᾿ ἔχειν, ἰτέον ἐπὶ τὰς ἁπλᾶς διαθέσεις, ὧν ἐφεξῆς ταῖς εἰρημέναις ἦσαν αἱ κατὰ στέγνωσιν· οὕτω δ᾿ ὀνομάζω τὴν βλάβην τῶν πόρων, ἐφ᾿ ᾗ κωλύεται διαφορεῖσθαι τὰ περιττώματα. γίνεται δ᾿ αὕτη δι᾿ ἔμφραξιν, ἢ πύκνωσιν, ἣν δὴ καὶ μύσιν ὀνομάζουσι τῶν πόρων. ἔμφραξις μὲν οὖν ὑπὸ γλίσχρων καὶ παχέων γίνεται περιττωμάτων, ἀθροώτερον ὁρμησάντων ἐπὶ τὸ δέρμα, πύκνωσις δὲ ὑπό τε τῶν στυφόντων καὶ ψυχόντων. ἀλλ᾿ ἐμφράξει μὲν ἁλῶναι τὸ προκείμενον ἐν τῷ λόγῳ σῶμα, κατὰ τὴν εἰρημένην ἐπιμέλειαν ἀγόμενον, οὐκ ἐγχωρεῖ, πυκνωθῆναι δὲ δύναταί ποτε διά τε κρύος καρτερὸν καὶ λουτρὸν στυπτηριῶδες. ἐγχωρεῖ δέ ποτε καὶ μετὰ βαλανεῖον, ἢ ἱδρῶτα, καὶ ἄλλως ἀραιοῦ τοῦ δέρματος ἐκ τινος ἑτέρας αἰτίας γενομένου, καταπνεύσασαν αὔραν ἔμφραξίν τέ τινα καὶ πύκνωσιν ἀποτελέσαι. διαγινώσκεται μὲν οὖν ἡ εἰρημένη διάθεσις, εὐθὺς μὲν ἀποδυνόντων ἀχροίᾳ τε λευκῇ καὶ σκληρότητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι τῷ δυσεκθερμάντῳ. οὔτε γὰρ ἱδροῦσιν ὁμοίως ὡς πρόσθεν, οὔτ᾿ εὐχροοῦσιν, ἀλλ᾿ εἰ καί τις βιάσαιτο τῇ εὐτονίᾳ τῶν γυμνασίων ἱδρῶτός τι προκαλέσασθαι, καὶ μείων οὗτος γίνεται τοῦ συνήθους, καὶ ψυχρότερος, καὶ ἧττον ἀτμώδης. ἡ δ᾿ ἴασις τῆς τοιαύτης διαθέσεως θέρμανσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ ψύξει. συντονωτέροις τε γυμνασίοις χρηστέον ἐστὶ καὶ βαλανείοις θερμοτέροις. ἄμεινον δὲ καὶ καλινδεῖσθαι κατὰ τὸν πρῶτον οἶκον ἐπὶ ἐλαίου λιπαρῶς. ἔστω δὲ καὶ τὸ ἔλαιον τῶν χαλαστικῶν, οἷόν πέρ ἐστιν ἐν Ἰταλίᾳ τὸ Σαβῖνον· ἄμεινον δ᾿ ἐπὶ τῶν τοιούτων διαθέσεων ἐτῶν εἶναι δύο ἢ τριῶν αὐτὸ, καὶ γὰρ λεπτομερέστερον τοῦτο καὶ θερμότερον. ἡ δὲ ἐν τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γενέσθω, μηδ᾿ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν. ἐνδύεσθαι δὲ μέλλοντες ἀλειφέσθωσάν τινι τῶν μετρίως θαλπόντων, ἐλαίων μὲν, ὅσα γε κατ᾿ Αἴγυπτόν εἰσι, κικίνῳ τε καὶ ῥαφανίνῳ, κατὰ δὲ τὴν ἄλλην |οἰκουμένην τῷ γλυκεῖ καὶ λεπτομερεῖ καὶ μετρίως παλαιῷ, μύροις δὲ Σουσίνῳ τε καὶ γλευκίνῳ καὶ ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ Κομμαγηνῷ. τὸ μὲν δὴ γλεύκινον ἀκριβῶς ἐστιν ἄκοπον καὶ χαλαστικὸν, ὥστε καὶ τοῖς ἰσχυρῶς κοπωθεῖσιν ἐπιτήδειον ὑπάρχει· βραχὺ δὲ αὐτοῦ τὸ Σούσινον θερμότερον καὶ χαλαστικώτερον· ἴρινον δὲ καὶ ἀμαράκινον καὶ Κομμαγηνὸν ἱκανώτερον τούτου θερμῇναι, ὥστε καὶ ταῖς καλουμέναις ἰδίως ψύξεσι χρήσιμα τετύχηκεν ὄντα. τὰς μέντοι πυκνώσεις τοῦ δέρματος αὐτάρκως ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιστ᾿ εἰ χλωρὸν εἴη τὸ ἄνηθον. ἁρμόττει δὲ ταῖς τοιαύταις διαθέσεσιν, ὥσπερ οὖν καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης ἄκοπον· εἰρήσεται δὲ ἐν τοῖς ἑξῆς, ὅπως χρὴ σκευάζειν αὐτό. νυνὶ μὲν γάρ μοι δοκῶ καὶ ταῦτα περαιτέρω τῆς ὑποθέσεως εἰρηκέναι. τῷ γὰρ ἄριστα κατεσκευασμένῳ τὸ σῶμα, καὶ βίον ἐλεύθερον ἐπανῃρημένῳ, καὶ μηδὲν ἐν αὐτῷ πλημμελοῦντι, καὶ τὸν ἐπιστατοῦντα τῆς ὑγείας ἄριστον ἔχοντι, εἰς τὰς νοσωδεστέρας διαθέσεις οὐ πάνυ τι συμπίπτειν εἰκός.

Ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, καὶ παραλείποντες ἐκκαύσεις, καὶ ψύξεις, καὶ ἀπεψίας, καὶ διαῤῥοίας, ὅσα τ᾿ ἄλλα τοιαῦτα, (βέλτιον γὰρ εἰς ἔνα λόγον ἀναβάλλεσθαι σύμπαντα ταῦτα, τὸ περὶ τῶν νοσωδῶν συμπτωμάτων ἐπιγραφησόμενον,) ἐν τῷ παρόντι περὶ τῶν ἐπ᾿ ἀφροδισίοις γυμνασίων ἐπισκεψώμεθα. καὶ γὰρ διαπεφώνηταί πως ὑπὲρ αὐτῶν, ἐνίων μὲν οἰομένων, οὕτω χρῆναι γυμνάζειν ἐπ᾿ αὐτοῖς, ὡς κατὰ τὸ καλούμενον ἀποθεραπευτικὸν, ἐνίων δὲ, ὡς κατὰ τὸ παρασκευαστικόν. ἔστι δὲ δήπου τὸ παρασκευαστικὸν γυμνάσιον οὐδὲ τῇ ποσότητι τῶν κινήσεων ἔλαττον τοῦ συμμέτρου, κατὰ δὲ τὴν ποιότητα συντονώτερόν τε καὶ ὀξύτερον. οἱ μὲν οὖν ἀποθεραπεύειν ἀξιοῦντες, ὥσπερ τοὺς ἀπὸ καμάτου, τήν τε κατάλυσιν τῆς δυνάμεως ὑφορῶνται καὶ τὴν ξηρότητα τοῦ σώματος· ἄμφω γὰρ ταῦτα πάσχομεν ἐπ᾿ ἀφροδισίοις τε καὶ πλήθει τῶν γυμνασίων· οἱ δὲ τῷ παρασκευαστικῷ χρῆσθαι γυμνασίῳ τὴν ἀραιότητα καὶ τὸ εὐίδρωτον, ἅπερ ἐπιτείνεσθαι μὲν ὑπὸ τῶν ἀποθεραπευτικῶν, ἐπανορθοῦσθαι δ᾿ ὑπὸ τῶν παρασκευαστικῶν. ἐγὼ δ᾿ ἑκατέρους ἐπαινέσας, ὡς ἑωρακότας ἐκ μέρους τὸ ἀληθὲς, ἐς ταὐτὸν συνθήσω τὰς δόξας αὐτῶν. ὅτι μὲν γὰρ ἀναῤῥῶσαί τε χρὴ τὴν δύναμιν, καὶ σφίγξαι τὴν ἀραιότητα, καὶ μὴ παραυξῆσαι νὴν ξηρότητα, συγχωροῦσιν ἑκάτεροι. λείπει δ᾿ αὖ εἷς διορισμὸς ἀμφοτέροις, ὥσπερ ἐν ταῖς ἐπιπεπλεγμέναις ἁπάσαις διαθέσεσιν ὑφ᾿ ἡμῶν ἔμπροσθεν εἴρηται, ῥηθήσεται δὲ καὶ νῦν οὐδὲν ἧττον. ἐπειδάν γε ἐς ταὐτὸν συναχθῶσι πλείους διαθέσεις, εἰ μὲν ἕνα τρόπον ἐνδεικνύμεναι θεραπείας, ἐπιτείνεσθαι χρὴ τὸν τρόπον μᾶλλον, ἤπερ εἰ κατὰ μόνας ἑκάστη τῶν διαθέσεων ἦν· εἰ δ᾿ ἐναντιούμεναι, τὰ κατὰ τὴν ἐπικρατοῦσαν διάθεσιν ἐπανορθωτέον ἐστὶ πρότερον, οὐδὲ τῶν ἄλλων ἀμελοῦντας τὸ πάμπαν. ὅσοι μὲν οὖν ἤτοι δι᾿ ἡλικίαν ἢ καὶ ἄλλως ἀσθενεῖς ὑπάρχοντες ἀφροδισίοις ἐχρήσαντο, τούτοις μὲν ἀναγκαῖόν ἐστιν ἐπικρατεῖν τὴν ἀῤῥωστίαν τῆς δυνάμεως· ὅσοι δ᾿ ἰσχυρότεροί τε καὶ νέοι, καθάπερ ὁ νῦν ἡμῖν ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος, ἐν τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον, ἤπερ ἡ δύναμις εἰς ἀῤῥωστίαν ἀλλοιοῦται. καὶ τοίνυν ἡ ἐπανόρθωσις οὐ διὰ τῶν ἀραιούντων, οἷόν πέρ ἐστι καὶ τὸ ἀποθεραπευτικὸν γυμνάσιον, ἀλλὰ διὰ τῶν συναγόντων τε καὶ σφιγγόντων, ὁποῖόν ἐστι καὶ τὸ παρασκευαστικόν. εἰ δὲ δὴ καὶ ψύξις τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνεται τοῖς σώμασι, καὶ κατὰ τοῦτ᾿ ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον· ἐπεγείρει γὰρ ἐκεῖνο τὴν θερμότητα τῷ τε τῶν κινήσεων ὀξεῖ καὶ τῷ τόνῳ, καὶ τῷ συνάγειν καὶ σφίγγειν τὴν ἕξιν. ὅτι δὲ καὶ τὴν ἀραιότητα μόνον τοῦτο τῶν γυμνασίων σίων ἰᾶται, πρὸς ἁπάντων ὁμολογεῖται τῶν γυμναστῶν, ὑπὸ τῆς πείρας δεδιδαγμένων. ὥστ᾿ οὐδὲν ἂν εἴη βέλτιον εἰς τὰ παρόντα τοῦ τοιούτου γυμνασίου. τῆς δὲ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον ἐστίν. ἐδέσματα δ᾿ ἔστω πλῆθος μὲν ἐλάττω, τῇ ποιότητι δὲ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ, καὶ τὴν ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ᾿ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλ᾿ ἤτοι τῆς μέσης ἰδέας, ἢ τῶν θερμοτέρων ὑπάρχειν αὐτά. διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερόν τε καὶ ψυχρότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναῤῥωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι τοὺς σκοποὺς ἐπ᾿ αὐτοῖς. ὅτι δὲ αὕτη δύναμίς ἐστιν ἀφροδισίων, οὐ τοῦ νῦν ἐνεστῶτος λόγου· προὔκειτο γὰρ ἐν αὐτῷ διελθεῖν, ὅπως ἂν κάλλιστα τὸ προκείμενον σῶμα γυμνάζοιτο μετὰ τὴν τῶν ἀφροδισίων χρῆσιν, ὅπερ οὐκ ἠδύνατο περανθῆναι καλῶς ἄνευ τοῦ προλαβεῖν ἐξ ὑποθέσεως, ὁποία τίς ἐστιν ἡ ἐν τῷ σώματι γινομένη διάθεσις ἐπὶ τοῖς ἀφροδισίοις. ἀλλὰ νῦν μὲν ἐξ ὑποθέσεως, αὖθις δὲ μετὰ ἀποδείξεως εἰρήσεται, τίς τε ἡ δύναμις αὐτῶν ἐστι, καὶ εἰ χρηστέον ὅλως, ἢ μὴ, καὶ τίνες αὐτῶν ὠφέλειαι καὶ βλάβαι κατά τε τὰς τοῦ σώματος διαθέσεις εἰσὶ, καὶ τὰς ὥρας τοῦ ἔτους, καὶ τὰς χώρας, ὅσα τ᾿ ἄλλα τοιαῦτα χρὴ προσδιορίζεσθαι.

Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν εἶδος ἔστω γυμνασίου τὸ παρασκευαστικὸν ὀνομαζόμενον· ἀγρυπνίας δὲ προσγενομένης, ἢ λύπης, ἢ ἀμφοτέρων, τὸ ἀποθεραπευτικὸν, ὅταν τε χωρὶς ἀπεψίας γεννηθῶσιν, ἐπὶ γὰρ ταῖς ἀπεψίαις οὐδ᾿ ὅλως γυμναστέον. ὅτι δὲ τὸ ἀποθεραπευτικὸν γυμνάσιον ἐπὶ λύπαις τε καὶ ἀγρυπνίαις ἁρμόττει, δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν ἄλλων γυμνασίων βλαπτόμενοι, πρὸς τῷ μηδ᾿ ἀνέχεσθαι τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι· δηλοῖ δ᾿ οὐχ ἧττον τῆς πείρας καὶ ὁ λόγος. ἐπειδὴ γὰρ ἐπ᾿ ἀγρυπνίαις τε καὶ λύπαις ὁρῶνται λεπτότεροί τε καὶ αὐχμηρότεροι καὶ δυσήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖς εἶναι τὸ σῶμα. τὰς δὲ τοιαύτας διαθέσεις αἵ τε μαλακώτεραι τρίψεις ἐξιῶνται, σὺν ἐλαίῳ πλείονι γιγνόμεναι καὶ λουτροῖς εὐκράτοις, αἵ τε κινήσεις αἱ βραδύτεραί τε καὶ χωρὶς ἰσχυροτέρας τάσεως, ἀναπαύσεσι πλείοσι διειλημμέναι. τρόπος δ᾿ οὗτος ἦν ἀποθεραπευτικοῦ γυμνασίου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι᾿ ἔνδειαν ποτοῦ ξηρότητας ἐπανορθωτέον ἐστίν. ἐναντίως δὲ τοῖς εἰρημένοις ἐπανορθοῦσθαι χρὴ τὰς κατὰ τὴν ἕξιν ὑγρότητας, εἴτε διὰ πόμα πλέον, εἴτε δι᾿ ἄλλην τινὰ πρόφασιν ἐγένοντο. σκοπὸς γοῦν δὴ καὶ τῶν τοιούτων διαθέσεων ἡ ξήρανσις. ἀλλὰ τοῦτο μὲν ἁπασῶν κοινὸν, ἴδιον δ᾿ ἑκάστης ἐν ταῖς κατὰ μέρος διαφοραῖς. εἰ μὲν οὖν ἐπ᾿ ἀργίᾳ πλείονι καὶ ταῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἀμέτροις τε καὶ ἀκαίροις χρήσεσιν ὑγρότης ἐγένετο, μακροτέρας δεῖται τῆς ἐπανορθώσεως· εἰ δ᾿ ἐπὶ ποτῷ πλείονι, κατὰ τὴν προτεραίαν ἡμέραν γεγονότι, χωρὶς τοῦ πεπονθέναι τὴν κεφαλὴν ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν ἡμέρᾳ τελέως ἐξιάσασθαι, πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι, γυμνάσαντας δ᾿ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους ἐδέσμασί τε ξηραντικωτέροις. ὡς ὅσαι γε μετὰ τοῦ τὴν κεφαλὴν ἢ τὸν στόμαχον ἀπολαῦσαί τι τῆς ἐξ οἴνου βλάβης ὑγρότητές εἰσι περιτταὶ, τοῦ νῦν ἐνεστῶτος οὐ δέονται λόγου· ῥηθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖς τῶν νοσωδῶν συμπτωμάτων. αἱ δ᾿ ἐπ᾿ ἀργίᾳ πάνυ μακροτέρα τὴν ἀρχὴν οὐδ᾿ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην διάθεσιν, ὥσπερ οὐδ᾿ αἱ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τῇ φύσει, οἷαί περ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων ὅσα μὴ δριμέα. γενομένας δ᾿ αὐτὰς ἀθρόως μὲν οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ ἄνθρωπος, ὡς αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ καὶ πυρέξει πυρετὸν μὲν ἐφήμερον πάντως, ἂν δὲ καὶ μοχθηραὶ τύχωσιν ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν· ἐν χρόνῳ δ᾿ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται κατ᾿ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰς μοχθηρὰς κράσεις ἐπὶ τὸ βέλτιον ἀλλοιοῦμεν. ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων διαθέσεών ἐστι καὶ τῶν φυσικῶν δυσκρασιῶν, ὥστ᾿ οὐδὲν χρὴ τὸ νῦν εἶναι περὶ αὐτῶν διεξέρχεσθαι.

Λείπεται οὖν ἔτι περὶ τῶν ἑωθινῶν τε καὶ κατὰ τὴν ἑσπέραν τρίψεων διελθεῖν, οὐ μὰ Δί᾿ οὕτως, ὥς φασὶν ἀποκρίνασθαι Κόϊντον ἐρομένῳ τινὶ γυμναστῇ, τίνα δύναμιν ἔχει τὸ ὑποσυγχρίεσθαι, φάμενον ἀφανίζειν τὰ ἱμάτια. τούτοις γὰρ τοῖς ὀνόμασιν, οἷς ἐγὼ νῦν ἐχρησάμην, ἐρέσθαι τε λέγουσι τὸν γυμναστὴν, ἀποκρίνασθαί τε τὸν Κόϊντον. ὅμοιόν τι τοῦ Κοΐντου περιφέρεται ἀπόφθεγμα, τό τε περὶ τῶν οὔρων, ὡς γραφέως ἐστὶ καταμανθάνειν αὐτὰ, καὶ τὸ περὶ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ὅτι βαλανείων ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων. ἂ ἐγὼ μὲν ἂν δοίην, μὴ ὅτι Κόϊντον, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ Θεσσαλοῦ τινα φθέγξασθαι· βωμολοχικὰ γὰρ ἅπαντ᾿ ἐστὶ τὰ τοιαῦτα κομψεύματα καὶ οὐδαμῶς ἀνδρὶ προσήκοντα σεμνῆς οὕτω τέχνης ἐπιστήμονι. βέλτιον οὖν ὑπὲρ μὲν τῆς ἑωθινῆς ἀνατρίψεως ᾧδ᾿ ἐπισκοπεῖσθαι κατά γε τὸ προκείμενον ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σῶμα. τουτὶ γὰρ ἤτοι παντάπασιν ἄμεμπτόν ἐστι μετὰ τοὺς ὕπνους, ἤ τινι τῶν κοπωδῶν ἐνέχεται διαθέσεων, ἢ καὶ τῶν ἄλλων τινὶ, περὶ ὧν ἐφεξῆς ἐν ταῖς κοπώδεσιν ὀλίγον ἔμπροσθεν ἄχρι τοῦ δεῦρο διῆλθον. εἰ μὲν οὖν ἄμεμπτον ὑπάρχει, περίεργόν ἐστιν ἀνατρίβειν ἢ ἀλείφειν αὐτὸ, πλὴν εἴ ποτ᾿ἀναγκαῖον εἴη συνενεχθῆναι κρύει κρατερῷ· τηνικαῦτα γὰρ, ὡς τοὺς μέλλοντας ψυχρολουτρεῖν, οὕτω καὶ τούτους τῇ τρίψει παρασκευάσομεν. εἰ δέ τις αἴσθησις εἴη κόπου, λέλεκται καὶ πρόσθεν, ὡς ἀλείφειν τε χρὴ τηνικαῦτα κα ἀνατρίβειν μαλακῶς. οὕτω δὲ καὶ εἰ ξηρότερόν γ᾿ εἴη πλείω τοῦ δέοντος, ἀλειπτέον μὲν ἐλαίῳ γλυκεῖ, τέγγει γὰρ τοῦτο τὸν ξηρὸν χρῶτα, τριπτέον δ᾿. ἐλάχιστα μὲν, ἀλλὰ μήτε σκληρᾷ τρίψει, μήτε μαλακῇ. προτρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοσιν, οὔτε δ᾿ ἀλλοιῶσαι τοῦ δέρματος ἢ τῆς σαρκὸς τὴν ἕξιν, οὔτε διαφορῆσαί τι τῶν περιεχομένων ἐν αὐτοῖς. ἐργάζεται δὲ ἄμφω μὲν ἡ μαλακὴ, θάτερον δὲ ἡ σκληρὰ τρίψις, εἴ γε δὴ πυκνοῖ μὲν αὕτη καὶ σκληρύνει τὸ δέρμα, διαφορεῖ δ᾿ ἡ μαλακὴ καὶ ἀραιὸν καὶ μαλακὸν ἀπεργάζεται τὸ σῶμα. πύκνωσιν μέντοι τοῦ δέρματος ἐπανορθώσασθαι βουλόμενοι, τὴν μὲν ἐπὶ ταῖς σκληραῖς ἀνατρίψεσι, καὶ λαβαῖς, καὶ σφοδρῷ γυμνασίῳ, καὶ κόνει πολλῇ γεγενημένην, ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ χρώμενοι, μαλακῶς ἀνατρίψομεν, τὴν δ᾿ ἐπὶ τῇ ψύξει, πρώτως μὲν ταῖς ξηραῖς τε ἅμα καὶ ταχείαις ἀνατρίψεσι, δευτέρως δὲ ταῖς δι᾿ ἐλαίου θερμαίνοντες, εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι γεγενημένην, ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις δ᾿ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ τῶν στυφόντων ἰασόμεθα. τὰς δ᾿ ἐπὶ πλέοσι ποτοῖς ὑγρότητας αἱ ξηραὶ μόναι θεραπεύουσι, διά τε σινδόνων ἢ χειρίδων ἐπιτελούμεναι, καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν, ἢ χωρὶς λίπους παντὸς, ἢ σὺν ἐλαχίστῳ τινί. ἔστω δὲ τὸ ἔλαιον τοῦτο γλυκὺ, ἵν᾿ ᾖ διαφορητικὸν, ἁπάσης ἀπηλλαγμένον στυφούσης ποιότητος. ᾧδε μὲν ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως. ἡ δ᾿ εἰς ἑσπέραν ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν, ἢ κατεξηρασμένοις, ἢ ἀτροφοῦσιν ἐπιτήδειος. ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα τό γε νῦν ἐξαιρείσθω τοῦ λόγου, μετὰ τῶν ἄλλων ἁπάντων νοσωδῶν συμπτωμάτων ἑξῆς προχειρισθησόμενον. ἐπὶ δὲ τῆς ὑποκειμένης φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς, ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν ἄριστον ἔλαττον γιγνέσθω, πλείων δ᾿ ὁ μεταξὺ χρόνος ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ᾿ ἐφ᾿ ἡσυχίας· ὀλίγον δέ τι καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθίαις κινήσεσι κατασεισθέντα· βέλτιον δὲ καὶ εἰ ἀποπατῆσαι δυνηθεῖεν. τούτων γὰρ ἁπάντων καλῶς γενομένων ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ, μὴ πάντη τῆς γαστρὸς ἐφαπτόμενον· εἰ δὲ μὴ, κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι χεῖρον, ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον, ἐπιθολωθῆναί τε τὰς κεφαλὰς, ἀνατραπῆναί τε τὸν στόμαχον. ἄριστον μὲν οὖν ἐστι τὸ μηδ᾿ ὅλως ἅπτεσθαι τῆς γαστρός· ἢν δέ ποτε τῶν ἀμφ᾿ αὐτὴν μυῶν ἤτοι κοπώδης τις αἴσθησις, ἢ πλείων φαίνοιτο ξηρότης, ἀλείφειν τὰ μέτρια πρᾴως ἐφαπτομένην. εἰ δὲ καὶ τὰς αἰτίας τις ἀκοῦσαι ποθεῖ τῶν εἰρημένων, τὸν ἑξῆς ἀναμένοι λόγον, ἐν ᾧ περὶ τῶν νοσωδῶν συμπτωμάτων διερχόμεθα· νυνὶ μὲν γὰρ ἤδη μοι δοκῶ μέγεθος αὔταρκες ἔχειν τὸν ἐνεστῶτα.

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Δ.

Οὐχ ὡς οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν, ἐν τοῖς σοφιστικοῖς ζητήμασι κατατρίψαντες τὸν χρόνον, ἤτοι διὰ βραχέων ἐπιτρέχουσι τὸν περὶ τῶν ἀναγκαιοτάτων λόγον, ἢ καὶ παντάπασι παραλείπουσιν, οὕτω καὶ ἡμεῖς ποιήσομεν, ἀλλ’ ὅπερ ἀπ’ ἀρχῆς ἐνεστησάμεθα, τὸ χρήσιμον αὐτὸ διερχόμενοι , τά λογικωτέραν ἔχοντα τὴν ἐπίσκεψιν εἰς ἕτερον ἀναβαλούμεθα καιρόν. αὐτίκα γέ τοι περὶ τῶν νοσωδῶν συμπτωμάτων, ὑπὲρ ὧν ἐν τῷδε τῷ λόγῳ πρόκειται διελθεῖν, οὐ μικρὰ ζήτησίς ἐστι, πότερον ἐκ τῆς ὑγιεινῆς ὑπάρχει πραγματείας, ἢ ἐκ τῆς θεραπευτικῆς, ἢ τούτων μὲν οὐδετέρας, ἄλλης δέ τινος ἀμφοῖν τρίτης, ἣν οὖν καὶ μέσην ὑγείας τε καὶ νόσου τίθενταί τινες οὐδετέραν ὀνομάζοντες. ἐγὼ δ’ ἐπιστάμενος μὲν, ὡς, εἴτ’ ἐν τοῖς ὑγιεινοῖς τις, εἴτ’ ἐν τοῖς θεραπευτικοῖς αὐτῶν μνημονεύσειεν, ὁμοίως ὑπὸ τῶν σοφιστῶν ἐπηρεασθήσεται, γινώσκων δ’ οὐδὲν ἧττον, ὡς, εἰ καὶ τρίτης τις αὐτοῖς ἀναθείη γενέσθαι πραγματείας, ὑπὲρ τῶν οὐδετέρων διαθέσεων ἐπιγράψας, ἔτι καὶ μᾶλλον ἐπιγελάσονται, καὶ τωθάσουσι, καὶ ἐρήσονται, περὶ τῶν ἀῤῥενικῶν καὶ θηλυκῶν ἐν ποίᾳ πραγματείᾳ διδάσκομεν, εἱλόμην ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ διελθεῖν ὑπὲρ αὐτῶν. εἰ γὰρ ἀδύνατον μέν ἐστιν ἐκφυγεῖν τῶν σοφιστῶν τὴν γλωσσαλγίαν, ἔλαττον δ’ ἐπηρεάσουσιν οὕτω πραξάντων, ἄμεινον ἴσως ἐστὶν οὕτω ποιεῖν. ἔτι δὲ μᾶλλον ἄν τις ἐξ αὐτῆς τῆς θεωρίας ἐπιγνοίη τὴν κοινωνίαν τῆς διδασκαλίας, εἰ προσέχοι τὸν νοῦν ἀκριβῶς τοῖς λεχθησομένοις, ὧν ἀρκτέον ἐνθένδε. τῆς ὑγιεινῆς ἐπιστήμης οὐ φαυλότατόν ἐστι μόριον ἡ περὶ τὰ γυμνάσια τέχνη· ταύτης δ’ αὐτῆς οὐ σμικρὰ μοῖρα τὸ φυλάξασθαι κόπους. ἐδείχθη δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς ὁμοία τίς ἐστιν ἥ τε προφυλακὴ τῶν ἐσομένων κόπων καὶ ἡ ἐπανόρθωσις τῶν ἤδη γεγονότων. οὔκουν ἑτέρωθι μὲν ἐχρῆν ἐκδιδάσκειν, ὅπως χρὴ φυλάττεσθαι κόπους, ἑτέρωθι δ’, ὅπως εἰς τὸ κατὰ φύσιν ἐπανάγειν προσήκει τοὺς ἤδη γεγονότας. διὰ ταῦτα μὲν οὖν ἐν τῷ πρὸ τούτου γράμματι, τρίτῳ τῆς ὅλης πραγματείας ὄντι, περὶ τῶν ἐπὶ γυμνασίων κόπων ὁ λόγος ἡμῖν ἐγένετο μετὰ καὶ τοῦ τῶν ὁμοίων αὐτοῖς ἐπιμνησθῆναι διαθέσεων, ὧν ἔνιαί τινες ἐπὶ γυμνασίοις ἐγίγνοντο μάλιστα. νυνὶ δὲ πρῶτον μὲν ὑπὲρ αὐτῶν ἐροῦμεν, ἐπειδὰν ἄνευ γυμνασίων γίγνωνται· δεύτερον δὲ καὶ περὶ τῶν ὁμοειδῶν αὐτοῖς.

Ὁ μὲν οὖν ἐπὶ γυμνασίοις ἀμέτροις γιγνόμενος κόπος ὑγιεινόν τι σύμπτωμά ἐστιν, ὁ δὲ τούτων χωρὶς νοσῶδες. ὥστε καὶ Ἱπποκράτει δοκεῖν κάλλιστα εἰρῆσθαι· κόποι αὐτόματοι φράζουσι νόσους. ἡ μὲν οὖν ἑλκώδης αἴσθησις σύμπτωμά ἐστι κοπῶδες. ἡ δ’ αἰτία, δι’ ἣν αὕτη γίγνεται, διάθεσίς ἐστι κοπώδης. ἡ δὲ καὶ ταύτης αὐτῆς αἰτία διττὴν ἔχει τὴν διαφοράν· ἤτοι κατ’ αὐτὸ τοῦ ζώου τὸ σῶμα περιεχομένη, καὶ ὀνομάζεται τηνικαῦτα προηγούμενον αἴτιον, ἢ μηδ’. ὅλως ἐνυπάρχουσα, καὶ καλεῖται προκαταρκτικὸν αἴτιον. ὡς εἶναι μὲν τρία τὰ σύμπαντα γένη, περὶ ὧν ἡμῖν ἐνέστηκε λόγος, τό τε σύμπτωμα τὸ κοπῶδες, καὶ τὴν διάθεσιν τὴν κοπώδη, καὶ τὴν αἰτίαν αὐτῆς, ἑκάστου δ’. αὐτῶν εἰδικάς τινας ὑπάρχειν διαφοράς· ἐν μὲν ταῖς αἰτίαις, ὡς εἴρηται νῦν δὴ, τὴν προηγουμένην καὶ τὴν προκατάρχουσαν, ἐν δὲ ταῖς διαθέσεσιν, ὡς ἐν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὴν ἑλκώδη, καὶ τὴν τονώδη, καὶ τὴν φλεγμονώδη, καὶ μέντοι κᾀν τοῖς συμπτώμασι τρεῖς τὰς αὐτάς. ὀνομάζειν οὖν ἔξεστιν, εἰ βούλοιτό τις, ἑτέρως· οὔτε δὲ πλείω τῶν εἰρημένων λέγειν τε καὶ ποιεῖν ἔξεστιν, ἀληθεύειν γε βουλομένοις, οὔτε πλείους διαφορὰς τῶν λελεγμένων. ὁ μὲν οὖν ἑλκώδης κόπος (ἀρκτέον γὰρ ἀπὸ τοῦδε) κινουμένοις αἴσθησιν ἀνιαρὰν ὡς ἑλκουμένου φέρει τοῦ σώματος, ἤτοι κατὰ τὸ δέρμα μόνον, ὅταν ᾖ μετριώτερον, ἢ κατὰ τὰς ὑποκειμένας αὐτῷ σάρκας, ὅταν γένηται σφοδρότερον, ἢ κατὰ τὸ συναμφότερον, ἐπειδὰν ἰσχυρότερον ᾖ. καὶ τοῦτο μέν ἐστι τὸ κοπῶδες σύμπτωμα. διάθεσις δὲ κοπώδης, ἐφ’ ᾗ γίνεται τὸ σύμπτωμα, δριμύτης ὑγρῶν ἐστι λεπτῶν καὶ θερμῶν, ὡς διαβιβρώσκειν τε καὶ κεντᾷν καὶ νύττειν τὰ σώματα. γίνεται δὲ αὕτη ποτὲ μὲν ἐπὶ ταῖς ἀμέτροις κινήσεσιν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, ποτὲ δ’ ἐπὶ κακοχυμίᾳ τινὶ λεληθότως ὑποτραφείσῃ, καὶ τοὺς τοιούτους κόπους αὐτομάτους Ἱπποκράτης |ὀνομάζει. τὸ δ’ ἕτερον γένος τοῦ κόπου τὸ τονῶδες, ὅταν αὐτόματον συνιστῆται, ταῖς καλουμέναις πληθώραις ἕπεται. διατείνεται γὰρ ἐν ταύταις τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ μάλιστα ἐν οἷς οἱ χυμοὶ περιέχονται. τὸ δὲ τρίτον τοῦ κόπου γένος τὸ φλεγμονῶδες ἐπὶ πληθώρᾳ τε ἅμα καὶ τῇ προειρημένῃ γίνεται κακοχυμίᾳ. οὐ γὰρ δὴ πᾶν εἶδος κακοχυμίας, ἀλλ’ ἐκεῖνο μόνον, ἐν ᾧ δριμύτης ἐστὶ δακνώδης, ἐργάζεται τὸν ἑλκώδη κόπον· οὐδ’ οὖν οὐδ’ αὐτὸ, κατὰ τὰς φλέβας  ἀναμεμιγμένον τῷ αἵματι, λανθάνει γὰρ αὐτῆς ἡ δύναμις τηνικαῦτα, διαῤῥεούσης τε ἅμα καὶ νικωμένης ὑπὸ τῆς τοῦ αἵματος χρηστότητος, ἀλλ’ ὅταν εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα μεταληφθεῖσα μόνη στηριχθῇ, τὴν ἑλκώδη διάθεσίν τε καὶ αἴσθησιν ἐπιφέρει. ὅσοι δὲ πλήθους ἔκγονον ὑπάρχειν οἴονται τὸν κόπον τοῦτον, σφάλλονταί, οὔτε γὰρ τοῦ τοιούτου πλήθους, ὃ δὴ καὶ πληθώραν ὀνομάζουσι, (τόν τονώδη γὰρ κόπον ἐκεῖνο ἐργάζεται,) οὔτε τοῦ τὴν δύναμιν βαρύνοντος, οὐ γὰρ δῆξις οὐδὲ ἕλκωσις, ἀλλ’ ἤτοι βάρος τε καὶ δυσκινησία τοῦ τοιούτου πλήθους ἐστὶ συμπτώματα, τὴν ψυχικὴν βαρύνοντος δύναμιν, ὅταν ὡς πρὸς ταύτην ὑπάρχῃ πλέον, ἢ κακοσφυξίαι τινὲς, ὅταν πρὸς τὴν ζωτικήν. εἴρηται δ’ ὑπὲρ αὐτῶν αὐτάρκως ἐν τῷ περὶ σφυγμῶν, ὥσπερ γε κᾀν τῷ περὶ πλήθους βιβλίῳ τὰ γνωρίσματα τῆς φυσικῆς δυνάμεως εἴρηται βαρυνομένης ἅμα τοῖς τῶν ἄλλων ἀμφοτέρων. οὔκουν τὸ πλῆθος αἴτιόν ἐστι τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν κόπου, ἀλλ’ ἡ τῶν ἐν τῷ δέρματι καὶ τῇ σαρκὶ περιεχομένων ὑγρῶν δριμύτης. αὕτη γὰρ, ἐπειδὰν μὲν ἡσυχάζουσα περικέηται, διαλανθάνει τὴν αἴσθησιν, εἰς κίνησιν δ’ ἀφικομένη παραχρῆμα γνωρίζεται. κίνησις δ’ αὐτῇ πρώτη μὲν καὶ μάλιστ’ ἐγγίνεται κατά τινας οἰκείους λόγους, οὓς ἑξῆς ἐροῦμεν, ἑτέρα δὲ κατὰ συμβεβηκὸς, ἐπειδὰν ἡμεῖς αὐτοὶ προελόμενοι κινῆσαί τι μέρος ἢ καὶ σύμπαν τὸ σῶμα σὺν ἐκείνῳ καὶ τὰς περιεχομένας ἐν αὐτῷ κινήσωμεν ὑγρότητας. ἀλλ’ ἡ μὲν τοιαύτη κίνησις ἐλαχίστη ἐστὶ, καὶ τὴν κοπώδη μόνην αἴσθησιν ἐπιφέρει, ἡ δὲ σφοδροτέρα ῥίγους ἐστὶν αἰτία, ἡ μέση δ’ ἀμφοῖν φρίκης. ὅτι δ’ οὐδὲν κωλύει, κᾂν θερμὸν ὑπάρχῃ τὸ αἴτιον, ῥῖγός τε καὶ φρίκην αὐτὸ ποιεῖν, ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ἀποδέδεικται. νῦν δ’ ἀρκεῖ μόνον αὐτὰ τὰ κεφάλαια τῶν ἐν ἐκείνῳ τῷ λόγῳ δεδειγμένων ὑπόθεσιν ποιήσασθαι τοῖς παροῦσιν. ὅταν ἐν τοῖς αἰσθητικοῖς σώμασιν ὑποτραφῇ περιττώματα δάκνοντα, κατὰ διττὸν τρόπον εἰς κίνησιν ἀφικνεῖται· καθ’ ἕνα μὲν ὑπ’ αὐτῶν τῶν αἰσθητικῶν σωμάτων ὠθούμενα, δύναμιν ἐχόντων ἀποκριτικὴν τῶν ἀλλοτρίων, καθ’ ἕτερον δὲ ὑπὸ κινήσεως σφοδροτέρας, ἣν ἔκ τε τῶν γυμνασίων ἐπικτᾶται, καὶ θυμοῦ, ἢ καὶ τῆς ἐκ τοῦ περιέχοντος θερμασίας. τὰ μὲν οὖν ὑπόθερμά τε καὶ σηπεδονώδη περιττώματα, κινηθέντα σφοδρότερον, οὐ φρίκην μόνον ἢ ῥῖγος ἐπιφέρει, ἀλλὰ καὶ πυρετὸν ἐξάπτει· τὰ δὲ ψυχρά τε ἅμα καὶ λεπτομερῆ φρίκην μὲν καὶ ῥῖγος ἐπιφέρει, πυρετὸν δὲ οὐκ ἐξάπτει. προσεῖναι δέ τι καὶ πλῆθος ἀξιόλογον ἑκατέροις ἀναγκαῖον, εἰ μέλλοι ταῦτα ποιῆσαι. ὅσα δ’ ἤτοι παντάπασιν ὀλίγα περιττώματα δάκνοντα τοῖς αἰσθητικοῖς ἐγγίνεται σώμασιν, ἢ πλείω μέν ἐστιν, οὔπω δ’ ἀκριβῶς δακνώδη, τὸν ἑλκώδη κόπον ἐργάζεται. καὶ δὴ καὶ λεκτέον ἡμῖν ὑπὲρ τούτων ἐστὶν ἐν τῷ παρόντι λόγῳ, τὰ γὰρ τοὺς πυρετοὺς ἐπιφέροντα τῆς θεραπευτικῆς ἐστι πραγματείας· οὐ μὴν ἀλλὰ καὶ ὅσα φρίκην μὲν ἐργάζεται, πυρετοὺς δ’ οὐκ ἐξάπτει, καὶ ταῦτα τῆς ἐνεστώσης ἐστὶ πραγματείας.

Ἡ ἴασις δὲ, ἡ μέν τις εἰς κοινοὺς ἀμφοτέροις ἀνάγεται σκοποὺς, ἡ δέ ἔστιν ἑκατέρων ἴδιος· εἰρήσεται δὲ πρότερον ἡ κοινή. χρὴ τοίνυν, εἴτε θερμὸν, εἴτε ψυχρὸν εἴη τὸ περίττωμα, κενοῦν, ἢ ἀλλοιοῦν αὐτό. δέχεται δ’ οὐ πᾶν περίττωμα τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν, ὥσπερ οὐδὲ πᾶν ἔδεσμα πᾶσι τοῖς ζώοις τὴν ἐν τῇ γαστρὶ πέψιν, ἀλλ’ εἶναι χρή τινα συγγένειαν τῷ πεττομένῳ πρὸς τὸ πέττον. ὅταν οὖν ἀλλότριον ᾖ παντάπασιν, οὐδεμία μηχανὴ τοῦτο τὸν ἐκ τῆς φύσεως ἐπιδέξασθαι κόσμον, ἀλλὰ χρὴ κενοῦν αὐτὸ πειρᾶσθαι διὰ ταχέων, ὥσπερ γε καὶ τὰ κατὰ τὴν γαστέρα διαφθαρέντα τελέως ἢ ἐμέτοις, ἢ διαχωρήσεσιν ἐκκενοῦσθαι κράτιστον. οὐ μὴν ἐνδέχεται τὴν ἐν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις σώμασιν ἀναπεπομένην κακοχυμίαν ἑτοίμως οὕτως ἐκκενοῦν, ὡς τὴν ἐν ταῖς αἰσθηταῖς εὐρυχωρίαις περιεχομένην. ἐνίοτε δὲ καὶ ἡ φύσις αὐτὴ τοῦ κάμνοντος οὐ προσίεται βοήθημα ταχέως ἐκκενῶσαι δυνάμενον. οὕτω δὲ καὶ ἄλλη τις ἔστιν ὅτε διάθεσις ἀνθίσταται καὶ ἀπαγορεύει τὸν τοιοῦτον τρόπον τῆς κενώσεως, ὑπὲρ ὧν ἐφεξῆς εἰρήσεται, πρότερόν γε τὸ λεῖπον ἐν τῇ πρώτῃ διαιρέσει προσθέντων ἡμῶν. οἱ μὲν γὰρ κοινοὶ σκοποὶ τῆς τῶν περιττωμάτων ἰάσεως εἴρηνται, κένωσίς τε καὶ ἀλλοίωσις. ἰδίους δ’ ἑκατέρων προσθετέον ἡμῖν· οὐ γὰρ ἑνὶ τρόπῳ κενωτέον, οὐδὲ ἀλλοιωτέον, ἀλλὰ τὸν οἰκεῖον ἀεὶ τῷ λυποῦντι ζητητέον. οἰκεῖος δὲ, συλλήβδην εἰπεῖν, ὁ διὰ τῶν ἐναντίων ἐστὶν, ἐν μέρει δὲ καθ’ ἕκαστον ἐναντίων. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δ’ ἐξηγήσασθαι πλατύτερον αὐτὰ, καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ προσθεῖναι, τὴν ἀρχὴν ἀπὸ τῆς ἑλκώδους διαθέσεως ποιησαμένους.

Ἐπεὶ τοίνυν ἐπὶ κακοχυμίᾳ δριμέων περιττωμάτων ὁ τοιοῦτος ἐγίγνετο κόπος, ἐπισκεπτέον πρότερον, εἴτ’ ἐν τοῖς στερεοῖς μόνοις σώμασιν, εἴτε κᾀν ταῖς κοιλίαις τῶν φλεβῶν ἡ κακοχυμία περιέχεται. γνώρισμα δ’ οὐδὲν ἔχομεν ἐναργὲς οὐδὲ σαφὲς ὑπὲρ τῶν ἐν ταῖς φλεψὶ περιττωμάτων,  ὅτι μὴ κατὰ τὰ οὖρα μόνον, ἀλλὰ στοχάζεσθαι χρὴ διὰ τῶνδε. πρῶτον μὲν ἐπισκέπτωμεν, ᾗ τινι κέχρηται διαίτῃ τὸ κάμνον σῶμα· δεύτερον δ’, εἰ καὶ φύσει κακοχυμίαν ἦν ἔθος ἀθροίζειν αὐτῷ· καὶ πρὸς τούτοις, εἴ τινες συνήθεις ἐκκρίσεις ἐπέχονται καὶ φυσικαί· τέταρτον ἐπὶ τούτοις, εἰ γυμνασίοις, ἢ καθάρσεσιν, ἢ ἐμέτοις, ἢ αἰωρήσεσιν, ἢ χρήσεσιν αὐτοφυῶν ὑδάτων εἰθισμένος ἐκκενοῦν τὰ περιττὰ ὠλιγώρησεν. ἐν μὲν οὖν τῇ διαίτῃ σκεπτέον, εἰ ἀπεψίαι προήγηνται πολὺ πλείους τε καὶ μείζους τῶν συνήθων, ἢ καὶ κακοχύμων ἐδεσμάτων ἐνεφορήσατο πλῆθος, ἢ οἶνον ἀντὶ μὲν παλαιοῦ γλεύκινον, ἀντὶ δὲ λεπτοῦ παχὺν ἢ τεθολωμένον ἔπιεν, ἢ καὶ παντάπασιν εἰς ὕδατος πόσιν ἐξ οἴνου μετῆλθεν, οὐχ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων πλημμελήσας, ἀλλὰ συνεχῶς τε ἅμα καὶ χρόνῳ πολλῷ. δεύτερον ἐπισκεπτέον, ὡς εἴρηται, μή τις τῶν φύσει κακοχυμίαν ἑτοίμως ἀθροιζόντων ἐστὶν ὁ κάμνων ἄνθρωπος. ἐξευρήσεις δὲ τοῦτο πυθόμενος, εἰ ψωρώδης διάθεσίς ποτε, ἢ λεπρώδης, ἢ ἀλφώδης, ἢ κνησμώδης ἐπὶ πλέον αὐτῷ συνέπεσεν, ἢ ἐρυσίπελας, ἢ ἕρπης, ἢ ἐλέφας, ἢ ὀφίασις, ἢ ἀλωπεκίασις, ἢ φλύκταιναι πλείους, ἢ ἑλκώδης ἐξάνθησις, ἢ ἐπινυκτίδες, ἢ ὅλως ὁτιοῦν τῶν ἐπὶ κακοχυμίᾳ γεννωμένων τε καὶ αὐξανομένων συμπτωμάτων. ἐπὶ δὲ τούτοις ἐλέγομεν χρῆναι σκοπεῖσθαι, μὴ συνήθης τις ἔκκρισις ἐπέσχηται δι’ ἐμέτων, ἢ δι’ αἱμοῤῥοΐδος, ἢ σύριγγός τινος, ἢ δυσεντερίας, ἢ γυναικείων καταμηνίων· εἶθ’ ἑξῆς, εἰ αὐτὸς ἐπιτηδεύων ἐκκαθαίρειν ἑαυτὸν ἀεὶ πέπαυται νῦν. ἔνιοι μὲν γὰρ ὑπηλάτοις φαρμάκοις, ἔνιοι δὲ ἐμετηρίοις, ἢ οὐρητικοῖς, ἢ ἱδρωτικοῖς, ἢ χρήσεσιν ὑδάτων αὐτοφυῶν, ἤτοι θειωδῶν, ἢ ἀσφαλτωδῶν, ἢ νιτρωδῶν ἐκκενοῦντες ἑαυτῶν τὰ περιττώματα καθ’ ἕκαστον ἔαρ ἢ φθινόπωρον, ὀλιγωροῦσιν ἐνίοτε, πολλοὶ δὲ, ὡς εἴρηται, καὶ γυμνασίων ἔθους ἀπέστησαν, ἔνιοι δὲ καὶ τρίψεως ἁπάσης, ἢ λουτρῶν, ἢ τῶν μετὰ τὸ βαλανεῖον ἐμέτων ἐπ’ οἴνῳ γλυκεῖ. πρόδηλον δέ ἐστιν, ὡς ὁ λόγος οὐ μόνον τῶν τὴν ἀρίστην ἐχόντων κατασκευὴν ἐμνημόνευσεν, ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ καταλόγῳ τῶν τῆς κακοχυμίας αἰτιῶν ἐφήψατο καὶ τῶν ἀθροιζόντων φύσει κακοχυμίαν σωμάτων, ὑπὲρ ὧν ἐν ταῖς μοχθηραῖς κατασκευαῖς τοῦ σώματος ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ἐπὶ πλέον ἐροῦμεν. ἐκ τούτων μὲν οὖν στοχάζεσθαι χρὴ τοῦ ποσοῦ τῆς κακοχυμίας, ἴασιν δὲ τῷ μέτρῳ τῆς ποσότητος ἐξευρίσκειν ἀνάλογον· εἰ μὲν ὀλίγη παντάπασιν ὑπάρχει, καὶ κατ’ αὐτὸ μόνον ἠθροισμένη τὸ δέρμα, μετριωτέραν, εἰ δὲ μείζων, καὶ διὰ βάθους, ἰσχυροτέραν. εἰρήσεται δὲ προτέρα μὲν ἡ τῆς ἐπιεικοῦς τε καὶ παρὰ τῷ δέρματι μόνον, ἑξῆς δὲ καὶ ἡ τῶν σαρκῶν ἐμπεπλησμένων, καὶ τρίτη πρὸς αὐταῖς, ὅταν ὅλον ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ τὸ αἷμα. δοίη ἴδῃ μοι, πρῶτον μὲν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀνελθὼν, εὔχυμόν τινα φύσει νεανίσκον, ἔμπροσθεν μὲν ὑγιεινῶς διαιτώμενον κατὰ πάντα, νῦν δὲ διά τινα χρείαν ἀναγκαίαν ἐν ὁδοιπορίᾳ πλέονι χρόνῳ διατετριφότα, μήτε γυμνάσασθαι τὰ συνήθη, μήτε λούσασθαι, κεχρῆσθαι δὲ ἐδέσμασι καὶ πόμασι μοχθηροῖς, καὶ μετὰ τὸ ἄριστον, ἢ τὸ δεῖπνον, ἢ καὶ δι’ ὅλης τῆς ἡμέρας ἐπ’ ὀχήματος ἐνηνέχθαι, μηδ’ ὕπνου τὰ πολλὰ καλῶς ἀπολαύσαντα· προσκείσθω δὲ μηδὲν αὐτῷ πεπλημμελῆσθαι περὶ τὴν ποσότητα τῶν προσενηνεγμένων, καὶ διὰ τοῦτο μηδ’ ἀπεψίᾳ τινι περιπεπτωκέναι τονδί. τὸν γὰρ τοιοῦτον ἄνθρωπον οὐκ ἐνδέχεται κακοχυμίαν ἠθροικέναι πολλήν. οὔκουν οὐδὲ τῆς ἐπανορθώσεως δεῖται μακρᾶς, ἀλλὰ χρὴ γυμνάσιον ἀποθεραπευτικὸν, οἷον ἐν τῷ πρὸ τούτου γράμματι διήλθομεν. εἴρηται δὲ καὶ περὶ τῆς ἀκολούθου διαίτης ἐν αὐτῷ. καὶ νῦν οὐδὲν ἔτι χρὴ μηκύνειν, ἀλλ’ ἀναμνῆσαι μόνον, ὡς ὁ σκοπὸς τῶν οὕτω διακειμένων σωμάτων κένωσίς ἐστι τῶν κατὰ τὸ δέρμα περιττωμάτων, ὡς ἂν καὶ τῆς διαθέσεως ἐν τούτῳ μόνῳ γεγενημένης. ὑποκείσθω δὴ πάλιν ὁ αὐτὸς ἄνθρωπος ἐπὶ τοῖς ἄλλοις τοῖς αὐτοῖς ἀπεψίαις πλείοσι περιπεπτωκώς· ὑποκείσθω δὲ καὶ ἡ ἑλκώδης αἴσθησις αὐτῷ μὴ κατὰ τὸ δέρμα μόνον, ἀλλὰ καὶ διὰ βάθους, ὡς ὑπονοεῖν, ὅλον ἐμπεπλῆσθαι τὸ σῶμα τῆς κακοχυμίας. οὐκέτι τὸν τοιοῦτον οὔτ’ ἐπὶ γυμνάσιον ἄξομεν, οὔτ’ ἐπὶ κίνησιν ὅλως οὐδεμίαν, ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες, ἐν ἀσιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν· εἶτ’ εἰς ἑσπέραν ἀλείψαντές τε λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ, τροφὴν εὔχυμον καὶ ῥοφηματώδη δώσομεν ὀλιγίστην· οὐκ ἀφέξομεν δ’ αὐτὸν οὐδ’ οἴνου, συμπέττει γὰρ καὶ τοὺς ἡμιπέπτους χυμοὺς ὁ οἶνος, εἴπερ τι καὶ ἄλλο, καὶ ἱδρῶτας καὶ οὖρα προτρέπει, καὶ ὕπνῳ συντελεῖ. δεόμεθα δ’ ἐπὶ τῶν οὕτως ἐχόντων, ὅσον μὲν ἤδη ἀκριβῶς μοχθηρόν ἐστι τῆς κακοχυμίας πεφθῆναι μηκέτι δυναμένης, ἱδρῶσί τε καὶ οὔροις ἐκκενῶσαι, τὸ δ’ οἷον ἡμίπεπτον ἔτι συμπέψαι τε καὶ χρηστὸν ἀπεργάσασθαι. τοῦτο δὲ κάλλιστα δι’ ἡσυχίας καὶ ὕπνου ἀποτελεῖται. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατ’ ὀλίγον ἐπαναγαγεῖν χρὴ τὸν ἄνθρωπον. εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι, σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου, καὶ μάλιστα εἰ διὰ τῆς νυκτὸς ἤτοι κοπώδης ἐπὶ μᾶλλον, ἢ ἀσώδης, ἢ ἄγρυπνος, ἢ ἐν ὕπνοις καὶ φαντασιώδεσι καὶ  ταραχώδεσι γένοιτο. τοὺς γὰρ τοιούτους, σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει, δυοῖν θάτερον, ἢ φλεβοτομεῖν, ἢ καθαίρειν προσήκει, διορισαμένους, ὁποτέρου δεῖ μᾶλλον, ὡς ἐφεξῆς ἐρῶ· σὺν ἀσθενεῖ δὲ, φλεβοτομεῖν μὲν οὐδαμῶς, ὑποκαθαίρειν δὲ μετρίως. ὁποῖαι δ’ εἰσὶν αἱ μέτριαι καθάρσεις, ἐν τοῖς ἑξῆς εἰρήσεται, πρότερόν γε διορισαμένων ἡμῶν τὰ πρότερον. τῆς γὰρ δυνάμεως ἰσχυρᾶς οὔσης, καὶ τοῦ κόπου παραμένοντος, ἐπισκεπτέον, εἴτε μετὰ πλήθους αἵματος, ἢ ὠμῶν καὶ ἀπέπτων χυμῶν, εἴτε αὐτὴ καθ’ ἑαυτὴν μόνη γέγονεν ἡ τὸν κόπον ἐργαζομένη κακοχυμία. εἰ μὲν γὰρ μετὰ πλήθους αἵματος, ἤτοι φλεβοτομητέον, ἤ τι τῶν ἀναλόγων τῷδε πρακτέον. ἀνάλογα δέ ἐστι τάδε· τοῖς μὲν αἱμοῤῥοΐδας ἐπεσχημένοις ἐκείνας ἀναστομῶσαι, ταῖς δὲ γυναιξὶ τὴν διὰ μήτρας ἔκκρισιν κινῆσαι, ὥσπερ γε καὶ οἷς τούτων οὐδέν ἐστιν, ἀποσχάσαι τὰ σφυρὰ, κᾄπειθ’ οὕτως ὑποκαθαίρειν φαρμάκῳ, ὃ μάλιστα οἰκεῖον τῇ κακοχυμίᾳ. μόνης δὲ συστάσης τῆς κακοχυμίας ἄνευ πλήθους αἵματος, ἐπὶ τὴν οἰκείαν τῷ λυποῦντι περιττώματι κάθαρσιν ἔρχεσθαι χρή. λυπεῖ δὲ ποτὲ μὲν ἤτοι πικρόχολον, ἢ μελαγχολικὸν, ἔστι δ’ ὅτε φλεγματῶδες, ἢ ἁλυκὸν, ἢ ὀξὺ, καὶ τούτων ἕκαστον ἢ ὀῤῥωδέστερον, ἢ παχύτερον, ἢ μέσον πως κατὰ τὴν σύστασιν· ὑπὲρ ὧν τῆς διαγνώσεως ἤδη λέγωμεν. εἰ μὲν ἅμα τισὶν ἐξανθήμασιν ἡ κοπώδης γένηται διάθεσις, ἐξ ἐκείνων ἕτοιμον εὑρίσκειν, ὁποῖόν τι τὸ εἶδός ἐστι τοῦ περιττώματος· εἰ δὲ τούτων χωρὶς, ἐπὶ μὲν εὐχύμου φύσεως ἔκ τε τῶν προηγησαμένων ἐδεσμάτων, καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσα συνέπεσεν αὐτῷ, κακοχύμου δ’ ὄντος φύσει, κᾀντεῦθέν τι ληπτέον. εἰρήσεται δ’ ἐπὶ πλέον αὖθις ὑπὲρ τῶν τοιούτων κράσεων· νυνὶ δὲ περὶ τῶν ἄλλων λεκτέον, ἐξ ὧν καὶ αὐτῶν ἔνεστι τεκμήρασθαι τὸ τῆς κακοχυμίας εἶδος. ἀργότερον μὲν γὰρ διῃτημένοις φλεγματωδέστερος ἀθροίζεται χυμός· ἐν πόνοις δὲ πλείοσιν ἤτοι πικρόχολος, ἢ μελαγχολικὸς, ἐν θέρει μὲν πικρόχολος, ἐν φθινοπώρῳ δὲ μελαγχολικός. ἀλλὰ καὶ τῶν πόνων τὸ μῆκος ἐπισκεπτέον· ὅσῳ γὰρ ἂν ὦσι πολυχρονιώτεροι, τοσούτῳ μᾶλλον ἐπὶ τὸ μελαγχολικὸν ἐκτρέπονται. καὶ τοίνυν, ὅσοι μὲν ἅμα πολλοῖς ἱδρῶσιν ἐγένοντο, παχύτερον ἐργάζονται τὸ περίττωμα, λεπτότερον δὲ οἱ χωρὶς ἱδρῶτος, ὥσπερ οἱ ἐν χειμῶνι καὶ ὅλως ταῖς ψυχραῖς καταστάσεσι. συνεπισκεπτέον δ’ ἐν τῷδε καὶ περὶ τῶν οὔρων τοῦ πλήθους, ὥσπερ γε καὶ περὶ τῆς τῶν ἱδρώτων ποιότητος· οἱ μὲν γὰρ ὀξώδεις, οἱ δὲ ἁλμυροὶ, οἱ δὲ οἷον βορβόρου τινὸς ἢ βρόμου σαφῶς ὄζουσιν. ἔνεστι δὲ τοῦτο καὶ διὰ τῆς στλεγγίδος, ὁπότε λούονται, σκοπεῖσθαι. πολλάκις γοῦν ἐφάνη πικρόχολος ἀκριβῶς, οἷος ἐπὶ τῶν ἰκτεριώντων ἀποκρίνεται. διάγνωσις δ’ αὐτῆς ῥᾳδία καὶ πρὸ τῆς γεύσεώς ἐστιν ἐκ μόνης τῆς χροιᾶς· ὠχρὰ γὰρ ὁμοίως τῇ τοιαύτῃ χολῇ φαίνεται. πολλάκις γε μὴν ἐπὶ πόνοις ἰσχυροτάτοις καὶ καύμασι σφοδροτάτοις ἀκριβῶς ξανθὴ ὤφθη. καὶ μὲν δὴ καὶ μέσος ποτὲ καὶ μικτὸς ἐξ ἀμφοῖν, οἷον ὠχρόξανθός τις, ὥσπερ καὶ ὁ τῆς χολῆς χυμός. ἔστι γὰρ καὶ τοῦτον ἰδεῖν ἐν ἐμέτοις τε καὶ διαχωρήμασιν ἤτοι γ’ ὠχρὸν, ἢ ξανθὸν, ἢ ἐξ ἀμφοῖν σύνθετον. ὁποῖος δ’ ἂν οὗτος ἐν τῷ σώματι περιέχηται, τοιοῦτον ἀναγκαῖον αὐτοῦ φαίνεσθαι καὶ τὸν ὀῤῥόν. ὁ μὲν οὖν ἱδρὼς τῶν καθ’ ὅλον τὸ σῶμα πλεοναζόντων χυμῶν ἐστι γνώρισμα, τὸ δ’ οὖρον ἐκείνων μόνον, ὅσοι περ ἂν ἐν τοῖς ἀγγείοις περιέχωνται. μηδὲν οὖν παραλιπεῖν ὅλως, ἀλλὰ καὶ τοὺς ἱδρῶτας ἐπισκεπτέον, ὡς εἴρηται. νῦν δὲ καί ποτ’ αὐτὸν τὸν κάμνοντα κελεύειν αὐτοῦ ἀπογεύεσθαι πρὸς ἀκριβεστέραν διάγνωσιν· ὅπερ εἴωθεν ἔστιν ὅτε καὶ αὐτόματον γενέσθαι, παραῤῥυέντος εἰς τὸ στόμα τοῦ καταφερομένου πολλάκις ἔκ τε τοῦ μετώπου καὶ τῶν τούτου μορίων. ἐπισκεπτέον δὲ καὶ τῶν οὔρων τήν τε σύστασιν ἅμα καὶ τὴν χρόαν. οὐ παραλειπτέον δὲ οὐδὲ τὰ ἐναιωρούμενα, οὐδὲ τὰ ὑφιστάμενα ἀνεπίσκεπτα. τὰ τοιαῦτα σύμπαντα γὰρ δηλοῖ ἀκριβῶς, ὁποῖόν τι ἐν ἀγγείοις ἐστὶν αἷμα. χολώδους μὲν οὖν ὄντος, ἀναγκαῖόν ἐστι καὶ τὸν ὀῤῥὸν αὐτοῦ χολώδη φαίνεσθαι καθ’ ἑκατέραν τῆς χολῆς ἰδέαν, ὁμοίως δ’ ἔτι καὶ φλεγματώδους ὑπάρχοντος. ὅταν μὲν οὖν ἀκριβῶς ἄπεπτον ὑπάρχῃ, λεπτὸν καὶ ὑδατῶδές ἐστι τὸ οὖρον, οὔθ’ ὑπόστασιν ἴσχον, οὔτε ἐναιώρημά τι· πεττομένου δὲ ταῦτα φαίνεται, καί τινες ἄνωθεν ἐφίστανται νεφέλαι λεπταὶ, καθάπερ καὶ ἡ καλουμένη γραῦς καὶ ἐπίπαγος ἐπὶ τῶν ἀποψυχομένων ζωμῶν. εἰ δὲ θολερὸν, οἷον καὶ τὸ τῶν ὑποζυγίων, φαίνοιτο, δηλώσει ἐμπεπλῆσθαι μὲν τῶν καλουμένων ὠμῶν χυμῶν τὰς φλέβας, οὐ μὴν ἡσυχάζειν γε περὶ αὐτοὺς τὴν φύσιν, ἀλλὰ πέττειν ἐῤῥωμένως. εἰ δὲ καὶ διακρίνοιτο ταχέως τὸ ὑφιστάμενον, λευκόν τε εἴη καὶ λεῖον καὶ ὁμαλὲς, ὅσον οὔπω φήσει κρατήσειν ἁπάντων αὐτῶν τὴν φύσιν. εἰ δ’ οὐρησάντων μὲν εἴη καθαρὸν, ἀναθολωθείη δ’ εὐθέως, ἐπιχειρεῖν τῇ πέψει τῶν ὠμῶν χυμῶν ἐνδείκνυται τὴν φύσιν, εἰ δὲ μετὰ πλείονα χρόνον, οὐκ εὐθὺς, ἀλλ’ ὕστερον ἐπιχειρῆσαι. κοινὸν δ’ ἐπὶ πάντων οὔρων θολερῶν ἔστω σοι γνώρισμα ἡ διάκρισις, ἤτοι ταχέως, ἢ βραδέως, ἢ μηδ’ ὅλως γιγνομένη. εἰ μὲν οὖν ταχέως γίγνοιτο, καὶ τὸ ὑφιστάμενον εἴη λευκὸν καὶ λεῖον καὶ ὁμαλὲς, ἰσχυροτέραν  ἐνδείκνυται μακρῷ τὴν φύσιν ὧν πέττει χυμῶν. εἰ δ’ ἀγαθὴ μὲν ἡ ὑπόστασις, ἐν χρόνῳ δὲ γίγνοιτο πλέονι, καὶ τὴν φύσιν ἐν χρόνῳ πλέονι κρατήσειν τῶν χυμῶν ἐπαγγέλλεται. εἰ δ’ ἤτοι μὴ διακρίνοιτο παντάπασιν, ἢ σὺν μοχθηραῖς ὑποστάσεσιν, ἀσθενὴς ἡ φύσις ἐστὶ καὶ δεῖται βοηθείας τινὸς εἰς τὸ πέψαι τοὺς χυμούς. ὥσπερ δὲ τὰ οὖρα τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐνδείκνυται τὴν διάθεσιν, οὕτως οἱ ἱδρῶτες, καὶ τὰ ἄλλα τὰ περὶ τὴν σύμπασαν ἕξιν τοῦ ζώου φαινόμενα τῶν κατ’ ἐκείνην ἐστὶ δηλωτικά. θερμοτάτη μὲν γὰρ αἴσθησις ἀήθης ἐν αὐτῇ γένεται, τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχροτάτη δὲ, τῶν ψυχρῶν. καὶ λευκότεροι μὲν ἐπὶ ταῖς τοῦ φλέγματος, ὠχρότεροι δὲ ἐπὶ ταῖς τῆς χολῆς φαίνονται πλεονεξίαις, εἰ δὲ καὶ ἀκρατεστέρα ποτ’ εἴη, ξανθότεροι. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστιν, οὐ τῶν στερεῶν τοῦ ζώου μορίων, ὅταν γε μὴ ὑποχωρήσωσιν εἰς βάθος οἱ χυμοί. συμβαίνει δ’ αὐτοῖς τοῦτο διὰ κρύος, ἢ ῥῖγος, ἢ πάθος ψυχικὸν, οἷον φόβον, ἢ λύπην ἰσχυρὰν, ἢ ἀρχομένην αἰδώ· μηδενὸς δὲ τούτων παρόντος, οὐκ ἄν ποθ’ ὑπονοστήσειαν εἰς τὸ βάθος οἱ χυμοὶ, ὥσπερ οὐδ’ ἐπικαύσαιεν ἄν ποτε τὸ δέρμα βιαιότερον ὁρμήσαντες ἐπ’ αὐτὸ χωρὶς τοῦ παθεῖν τι τὴν ψυχὴν, ἢ θάλπος ἄμετρον ἔξωθεν περιστῆναι τὸ ζῶον. ὀργισθέντων οὖν ποτ’ ἰσχυρῶς, ἢ θυμωθέντων, ἢ τὴν ἐκ τῆς αἰδοῦς οἷον ἄμπωτιν τῶν χυμῶν ἀναφερομένων, μὴ προσέχειν τὸν νοῦν τῇ χρόᾳ. χωρὶς δὲ τοῦ βιάζεσθαι τὸ περιϊστάμενον ἔξωθεν ἤτοι ψυχρὸν, ἢ θερμὸν, ἤ τι πάθος ὧν ἀρτίως εἴρηται γεγενημένον, ἀψευδής ἐστιν ἡ ἐκ τῆς χροιᾶς τοῦ ζώου διάγνωσις τῶν χυμῶν. ὡς οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸς σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, τὸ δ’ ὠχρότερον ἢ ξανθότερον τὸν χολώδη, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύσιν αἷμα πλεονάζειν, ἡ δὲ ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν χολὴν δηλοῖ. δόξειε δ’ ἄν σοί ποτε καὶ οἷον μολίβδου τὴν χρόαν ἔχειν, καὶ αὖθις οἷόν τις μίξις εἶναι λευκοῦ τε ἅμα καὶ πελιδνοῦ, καί ποτε τὸ πελιδνὸν αὐτὸ μόνον ἐπικρατεῖν ἄνευ τοῦ λευκοῦ. τὰ τοιαῦτα οὖν χρώματα τὸν ὠμὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, ἐν εἴδει μὲν ὑπάρχοντα φλέγματος, ἧττον δ’ ὑγρὸν ὄντα τοῦ συνήθους ὀνομαζομένου φλέγματος. ὡς τὰ πολλὰ δὲ οὐδὲ γλισχρότης αὐτῷ πρόσεστιν· ὡς, εἴ γε προσήκοι, τὸν τοιοῦτον χυμὸν ὁ Πραξαγόρας ὑαλώδη καλεῖ, ψυχρὸν μὲν ἱκανῶς ὑπάρχοντα, παχύτερον δ’ ἧττον ὄντα τοῦ κατ’ ἐξοχὴν ὠμοῦ προσαγορευομένου. κοινῇ μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λευκοί τε καὶ ὠμοὶ πάντες εἰσὶ, προσαγορεύεται δ’ αὐτῶν ἄλλος ἄλλῃ προσηγορίᾳ. καὶ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ διορίσασθαι πάντας αὐτούς· μόνου γὰρ εἰς τὰ παρόντα τοῦ κοινῇ πᾶσι συμβεβηκότος δεόμεθα, τοῦ μηδέπω κατειργάσθαι τελέως αὐτοὺς ὑπὸ τῆς φύσεως, ἀλλ’ ἔθ’ ὑπάρχειν ὠμούς. ἐν μεθορίῳ γάρ ἐστι τὸ αἷμα τῶν τε χολωδῶν χυμῶν καὶ τούτων, ὧν τὸ γένος ἑνὶ προσρήματι καλεῖν ἔξεστιν ἢ ὠμὸν χυμὸν, ἢ φλέγμα. ἐκεῖνοι μὲν γὰρ ὑπερκατεργασθέντος ἀποτελοῦνται τοῦ αἵματος, οὗτοι δ’ οὐδέπω γεγονότος. ἔστι δ’ ἑκατέρων ἄπειρος μὲν ἡ κατὰ μέρος διαφορὰ, διώρισται δέ πως ἤδη πρὸς τῶν περὶ τὰ τοιαῦτα δεινῶν εἴδεσιν εὐαριθμήτοις· ὧν οὐδ’ αὐτῶν ἀναγκαῖόν ἐστιν μεμνῆσθαι νῦν ἁπασῶν, ἀλλ’ ἀρκεῖ μόνον εἰς ἓν ἀγαγεῖν τὸ κεφάλαιον, ὅπερ οἷον σκοπόν τινα ποιήσασθαι προσῆκον τῶν πρακτέων. ἐπειδὴ γὰρ οἱ μέν τινές εἰσι, πρὶν ἀκριβῶς αἱματωθῆναι τὴν τροφὴν, οἷον ἡμίπεπτοί τινες, οἱ δ’ ἄπεπτοι παντάπασιν, οἱ δ’ ὀλίγον ἀποδέοντες αἵματος ἰδέας, ἕτεροι δ’ ἔσχατοι τῆς αἱματώσεως, ἀμετρίᾳ θερμότητος ἑπόμενοι, καὶ τούτων αὐτῶν οἱ μὲν ὀλίγον ἀποκεχωρηκότες αἵματος, οἱ δὲ πλέον, οἱ δὲ πλεῖστον, ἐπὶ μὲν τῶν ὀλίγον ἀπεχόντων ἐφ’ ἑκατέρῳ θαῤῥούντως χρῆσθαι φλεβοτομίᾳ, ἐπὶ δὲ τῶν πλέον εὐλαβέστερον, ἐπὶ δὲ τῶν πλεῖστον οὐδ’ ὅλως. συνεπισκοπεῖσθαι δὲ πειρᾶσθαι καὶ τὸ ποσὸν ἐν αὐτοῖς, οἷον, εἰ οὕτως ἔτυχεν, ἂν μὲν ὀλίγον ὑπάρχῃ τὸ χρηστὸν αἷμα, πλεῖστος δ’ ἄλλος τις χυμὸς, ἀφίστασθαι τῆς φλεβοτομίας· ἂν δ’ οὗτος μὲν ὀλίγος ᾖ, δαψιλὲς δ’ ὑπάρχῃ τὸ αἷμα, θαῤῥούντως χρῆσθαι ταῖς φλεβοτομίαις. εἶθ’ οὕτως, ὡς εἴρηται πρόσθεν, ὑπάγειν γαστέρα πρός τε τὸ πλῆθος ἀφορῶντα καὶ τὴν ἰδέαν τοῦ πλεονάζοντος χυμοῦ. εἰ δέ τις ἤτοι δι’ ἡλικίαν ἢ διὰ δειλίαν οὐκ ἐθέλοι παρέχειν ἑαυτὸν τῷ ἰατρῷ πρὸς οὐδένα τρόπον αἵματος ἀφαιρέσεως, ἐπὶ κάθαρσιν ἰσχυροτέραν ἄγειν αὐτόν. εἰ δὲ καὶ ταῦτα ὑποπτεύοι, δι’ ἑτέρων ἐκκενοῦν τὸ περιττόν. ἐπὶ μὲν οὖν τῆς ὑποκειμένης ἐν τῷ λόγῳ φύσεως οὐδὲν χαλεπὸν ἐξευρεῖν ἑτέρας κενώσεις· ἐπ’ ἄλλων δὲ μετὰ διορισμῶν ἀκριβεστέρων ἐξευρίσκειν αὐτὰς προσήκει, οὓς αὖθις ἐροῦμεν, ἐπειδὰν πρότερον ὑπὲρ τῆς εὐχύμου φύσεως εἴπωμεν. ὑποκείσθω γὰρ ὁ τοιοῦτος ἄνθρωπος ἐπὶ μοχθηρᾷ διαίτῃ κοπώδης γεγενημένος, εἶτ’ ἐξ ὧν εἰρήκαμεν σημείων, ἐν μὲν τῷ φλεβώδει γένει τῶν ἀγγείων παρεμφαινέσθω τι πλῆθος αὐτῷ χυμῶν ἡμιπέπτων, ἐν δὲ τῷ ὅλῳ σώματι τούτων δὴ τῶν δακνωδῶν, οἷς ὁ κόπος εἵπετο, συνηυξήσθω δέ πως αὐτῷ καὶ τὸ αἷμα. μάλιστα μὲν οὖν, ὡς εἴρηται, ἐχρῆν τοῦ αἵματος ἀφελόντα καθῇραι τοὐντεῦθεν  ἐκεῖνον τὸν χυμὸν, ὃς ἂν ἐπικρατεῖν φαίνηται. μὴ προσιεμένου δὲ τὴν τοῦ αἵματος ἀφαίρεσιν, αὐξῆσαι τὴν κάθαρσιν. εἰ δὲ μηδέτερον ὑπομένοι, σκοπεῖσθαι τὴν ἑτέραν ὁδὸν, ᾗ μάλιστα ἄν τις, εἰ καὶ μὴ διὰ ταχέων, ἀλλ’ ἐν χρόνῳ γε πλέονι πρὸς τὴν ἀρχαίαν τοῦ σώματος ἕξιν ἐπανάγοι τὸν ἄνθρωπον. ἐπεὶ οὖν οἱ πρῶτοι δύο σκοποὶ τῆς ἐπανορθώσεως ἐν ἁπάσαις ταῖς τοιαύταις διαθέσεσίν εἰσι, πέψις μὲν τῶν ἀπέπτων ἢ καὶ ἡμιπέπτων χυμῶν, ὁπόσοι πρὸς τοῦ αἵματος γεννῶνται, κένωσις δὲ τῶν δριμέων τε καὶ δακνωδῶν, ὁπόσοι δεύτεροί τ’ εἰσὶ καὶ ὕστεροι τοῦ αἵματος, ἀπέχειν μὲν αὐτοὺς χρὴ κινήσεως ἁπάσης ἰσχυρᾶς, ἀτρέμας δ’ ἀλείφοντας καὶ ἀνατρίβοντας ἐλαίῳ λούειν ὅτι μάλιστα προσηνεστάτοις λουτροῖς, εἶτ’ ἐφ’ ἡσυχίας τε καὶ ἀσιτίας διάγειν, εἰ δ’ οἷόν τ’ εἴη, καὶ ὕπνου, εὖ εἰδότας, ὡς οὐδὲν οὕτω πέττει μὲν τὰ πεφθῆναι δυνάμενα, διαφορεῖ δὲ τοὺς μοχθηροὺς χυμοὺς, ὡς ὁ ὕπνος μετὰ βαλανεῖον. ὅταν οὖν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τῇ πρώτῃ τῶν ἡμερῶν ἀποπειραθέντες, εἰ καθίσταται ὁ κόπος ῥᾳδίως, ὁμοίως ἐνοχλούμενον ὁρῶμεν τὸν ἄνθρωπον, ἐπί τε λουτρὸν ἄγειν αὐτὸν, καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἡσυχάζειν τε καὶ ἀσιτεῖν ἀναγκάζειν· ὡς εἰ καὶ τὸ δεύτερον ἔτι τε καὶ τρίτον γνόντες, λοῦσαι νῆστιν, ἡσυχίᾳ τε καὶ ὕπνῳ τὰ μεταξὺ τῶν βαλανείων διαλαμβάνοντα. συντελεῖ δ’ εἰς τὸν ὕπνον οὐχ ἥκιστα καὶ αὐτὸ τὸ βαλανεῖον αὐτοῖς. ὑπνωδέστεροι μὲν οἱ λουσάμενοι γίνονται πάντες, εἰ μηδὲν ἄλλο γε καὶ διακωλύσει μεῖζον. ὥστε σοι τὸν ὕπνον αἴτιόν τε καὶ σημεῖον ἀγαθὸν γίγνεσθαι τῆς ἐλπιζομένης ὠφελείας, ὥσπερ γε καὶ τὸ μὴ δυνηθῆναι καθεύδειν ἐπὶ τοῖς βαλανείοις οὐκ ἀγαθὸν αἴτιον ἅμα καὶ σημεῖον. ὡς τὰ πολλὰ μέντοι καὶ τῶν πλεοναζόντων χυμῶν ἐξ ὕπνου τε καὶ ἀγρυπνίας ἔνεστι λαβεῖν διάγνωσιν. ἐπὶ μὲν γὰρ τοῖς ψυχροῖς τά τε κώματα καὶ οἱ μακρότεροι τῶν ὕπνων, ἐπὶ δὲ τοῖς θερμοῖς καὶ δακνώδεσιν ἀγρυπνία, καὶ εἰ καθυπνώσειέ γέ ποτε, φαντασιώδεις τε καὶ θορυβώδεις ὕπνοι ὑποπίπτουσιν, ὡς ἐξανίστασθαι ταχέως αὐτούς. ὥσπερ δὲ κατὰ τὴν πρώτην ἡμέραν, οὕτω καὶ κατὰ τὴν δευτέραν ἐλάχιστά τε καὶ ἁπλᾶ ῥοφήματα προσοίσομεν αὐτοῖς· τὸ μὲν γὰρ πλείω διδόναι τοῖς κενώσεως δεομένοις ἄντικρυς ἐναντίον, τὸ δ’ αὖ μηδ’ ὅλως τρέφειν ἀσῶδές ἐστι, καὶ κακωτικὸν τοῦ στομάχου, καὶ τῆς δυνάμεως καταβλητικὸν, καὶ τῆς κακοχυμίας αὐξητικόν. ἐλάχιστον οὖν αὐτοῖς διδόναι, μάλιστα μὲν, εἰ οἷόν τε, χυλὸν πτισάνης ἁπλῶς ἠρτημένον, εἰ δὲ μὴ, ἀλλὰ τοῦ χόνδρου τὸν αὐτὸν τρόπον ἠρτημένου τῇ πτισάνῃ, ὀλίγον ὄξους ἔχοντος, καὶ μάλισθ’ ὅταν ὠμῶν πλῆθος ὑποπτεύωμεν ἢ ἐν ταῖς φλεψὶν ἢ καθ’ ὅλον ὑπάρχειν τὸν ὄγκον. εἰ γὰρ μηδὲν ὅλως ὄξους ὁ χόνδρος προσλάβοι, γλισχρότερός ἐστιν, ἢ πρέπει τοῖς παροῦσιν, ὥστ’ ἐμφράξει μᾶλλον, οὐ διαῤῥύψει τοὺς πόρους, οὗ μάλιστα χρῄζουσιν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοί πέρ εἰσι τοὐπίπαν οἱ φλεγματώδεις ἅπαντες. εὔχυμος μὲν οὖν ἐστι, καὶ διὰ τοῦτο κακοχυμίας ἐπικεραστικός. ἀλλ’ εἰ μὴ κολασθείη τὸ γλίσχρον ἐν αὐτῷ, προσλαβὼν ὄξους τε καὶ πράσου τὸ μέτριον, ἐμφράξει τε καὶ θρέψει μειζόνως, ἢ συμφέρει τοῖς ἐνεστῶσι. διὰ τοῦτ’ ἄρα καὶ ὁ τῆς πτισάνης χυλὸς ἀμείνων ἐστὶν εἰς τὰ τοιαῦτα, καὶ συμμέτρως τρέφων, καὶ μηδαμόσε κατὰ τὰς στενοτέρας ὁδοὺς ἰσχόμενος, ὥσπερ ὁ χόνδρος, ἀλλ’ αὐτός τε διερχόμενος, προσαποῤῥύπτων τε καὶ διαῤῥύπτων τοὺς πόρους ἅμα τῷ τέμνειν τε καὶ διαλύειν, ὁπόσον ἂν ἐν τοῖς ἡμιπέπτοις τε καὶ ἀπέπτοις χυμοῖς ὑπάρχῃ παχύ. διὰ ταῦτα δὲ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστιν αὐτοῖς, ὀξύμελί τε καὶ ἀπόμελι, καὶ πέπερι, καὶ ζιγγίβερι, καὶ πάνθ’ ὅσα τέμνει τε καὶ διαλύει τὰ παχέα χωρὶς τοῦ κακοχυμίαν ἐργάζεσθαι. λεχθήσεται δὲ ὑπὲρ τῆς ὕλης αὐτῶν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ὥσπερ τινὰ παραδείγματα τά τε προειρημένα λελέχθω μοι καὶ τὰ μέλλοντα λεχθήσεσθαι. ὀσπρίων μὲν γὰρ ἐπιτηδειοτάτη ἡ πτισάνη, λαχάνων δ’ ἡ θριδακίνη, τῶν δ’ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν ἄρτων οἱ κλιβανῖται καὶ ζυμῖται καὶ καθαροὶ συμμέτρως, τῶν δ’ ὀρνίθων οἱ ὄρειοι, τῶν δὲ ποτῶν ὀξύμελι, μελίκρατον, οἶνος λεπτὸς καὶ λευκὸς, ἁπλῶς δ’ εἰπεῖν, ὅσα περ εὔχυμά τ’ ἐστὶ καὶ ῥυπτικὰ, καὶ μὴ γλίσχρα, μηδὲ παχύχυμα, μηδ’ ἱκανῶς πολύτροφα. τὰ δ’ οὐρητικὰ προσαγορευόμενα κατὰ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἐπαινῶ, καὶ μάλιστα ὅσα σφοδρότερον ἐκθερμαίνει τε καὶ κατατήκει τὸ αἷμα· τῷ γὰρ μέλλοντι καλῶς πεφθήσεσθαι τοσαύτης ταραχῆς οὐδέπω χρεία. ταῦτά τε οὖν ἅπαντα πρακτέον οὕτως ἐστὶ κατὰ τὴν δευτέραν ἡμέραν, οὐχ ἥκιστα δὲ κατὰ τὴν τρίτην τε καὶ τὴν τετάρτην. ἔτι τε πρὸς τούτοις, εἰ πραΰνοιτο μὲν ἡ κοπώδης διάθεσις, εὔχρουν δὲ γίγνοιτο τὸ σῶμα, καὶ ὕπνοι χρηστοὶ, καὶ οὖρα πέπονα, τρῖψαι μὲν ἐπὶ πλέον αὐτὸν ἀποτολμήσαντα, γυμνάσαι δ’ ὀλίγον. πράξαντος γὰρ οὕτως, εἰ μὲν μηδεμία κοπώδης αἴσθησις ἐπιγίγνοιτο, πρὸς τὰ συνήθη γυμνάσια διὰ ταχέων ἐπανάγειν· εἰ δ’ ἐπιφανείη τι τῶν ἔμπροσθεν ἤτοι συμπτωμάτων ἢ σημείων, αὖθις οὖν καὶ σὺ πρὸς ἐκεῖνο βλέπων ἐξαλλάττειν πειρῶ τὰ κατὰ μέρος. εἰ μὲν οὖν τῆς κοπώδους αἰσθήσεως ἀνάμνησις γένοιτο μόνης ἐπὶ τοῖς ἄλλοις ἅπασι σημείοις ἀγαθοῖς διαμένουσιν, ἀποθεραπευτικοῖς ἐπανορθοῦμεν τὸν κόπον· εἰ δὲ ταραχθείη μὲν τὰ  σημεῖα καὶ οἷον χυθείη, μὴ παρείη δ’ ὁ κόπος, ἐν ἡσυχίᾳ πλέονι διαφυλάττειν τὸν ἄνθρωπον· εἰ δ’ ἄμφω συνέλθοι, διὰ τῆς αὐτῆς ἐπιμελείας ἄγων, ᾗ χρώμενος ἔμπροσθεν εἰς τοσοῦτον προσήγαγεν ὠφελείας αὐτὸν, ὡς τολμῆσαί τι καὶ περὶ γυμνασίων. οὕτω μὲν ἐπανορθοῦσθαι προσήκει τὴν εἰρημένην διάθεσιν.

Εἰ δὲ τἄλλα μὲν ταῦτα εἴη κατὰ τὸν αὐτὸν ἄνθρωπον, ὑπάρχοι δ’ αὖ τῷ κοπώδει σώματι τὸ μὲν αἷμα τὸ χρηστὸν ὀλίγον, οἱ δ’ ὠμοὶ χυμοὶ πάμπολλοι, μήτε φλεβοτομεῖν, μήτε καθαίρειν, μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως; μηδὲ λούειν. αἱ μὲν γὰρ φλεβοτομίαι τὸ μὲν χρηστὸν ἐκκενοῦσι, τὸ δὲ μοχθηρὸν, ὅπερ ἐν ταῖς πρώταις μάλιστα φλεψὶ ταῖς καθ’ ἧπάρ τε καὶ μεσάραιον ἀθροίζεται, πρὸς ὅλον ἐπισπῶνται τὸ σῶμα. κάθαρσις δὲ ἐπὶ τῶν τοιούτων στρόφους τε καὶ δήξεις ἐργάζεται καὶ λειποψυχίας σὺν τῷ μὴ κενοῦν ἀξιολόγως· οἱ γὰρ ὠμοὶ χυμοὶ πάντες ἀργοὶ καὶ δυσκίνητοι διὰ τὸ πάχος τε καὶ τὴν ψυχρότητα. προσεμφράττουσιν οὖν ἁπάσας τὰς στενὰς ὁδοὺς, δι’ ὧν χρὴ τὸ κενούμενον ἐν ταῖς καθάρσεσιν ἐπὶ τὴν γαστέρα παραγίνεσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ αὐτοὶ κενοῦνται, καὶ τοὺς ἄλλους ἐμποδίζουσι. τοῦτο μὲν οὖν ὑφ’ Ἱπποκράτους διὰ βραχυτάτου παρῄνηται ῥήματος, εἰπόντος· πέπονα φαρμακεύειν, μὴ ὠμά. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ γυμνάζειν, οὐδὲ κινεῖν ὅλως, ἀλλ’ οὐδὲ λούειν προσήκει τοὺς ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔχοντας. ἅπασαι γὰρ αἱ τοιαῦται κινήσεις εἰς ὅλον τὸ σῶμα ποδηγοῦσι τοὺς χυμούς. φυλακτέον οὖν αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ, καὶ δοτέον ἐδέσματά τε καὶ ποτὰ καὶ φάρμακα λεπτύνοντα, καὶ τέμνοντα, καὶ κατεργαζόμενα τὸ πάχος τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· οἱ γὰρ θερμανθέντες ἰσχυρότερον χυμοὶ πανταχόσε τοῦ σώματος ἴασιν. διαιτᾷν οὖν αὐτοὺς ἐπ’ ὀξυμέλιτι μάλιστα, βραχύ τι καὶ πτισάνης ἐνίοτε καὶ μελίκρατον διδόντα. καὶ γὰρ φέρουσι τὴν λεπτὴν δίαιταν, εἴ πέρ τινες ἄλλοι, καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυμῶν εἰς τροφὴν τοῦ σώματος, ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούς. ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῇρται καὶ διαπεφύσηται, καὶ ῥᾳδίως, ὅ τι ἂν προσάρωνται, πνευματοῦται, βέλτιον ἂν εἴη διδόναι σὺν τῇ τροφῇ πεπέρεως μακροῦ. καὶ γὰρ διαλύει τοῦτο παχύτητα φυσώδους πνεύματος, ἀπωθεῖται δὲ καὶ πρὸς τὴν κάτω γαστέρα τὰ καθ’ ὑποχόνδριον ἀργῶς συνεστῶτα, καὶ τῇ πέψει τῶν ληφθέντων συναίρεται κατὰ τὸν αὐτὸν κοινὸν λόγον ἁπάντων πεπέρεων. εἰ δὲ μὴ παρείη τοῦτο, τῷ λευκῷ χρηστέον· ἔστι γὰρ στομάχου τονικώτερον ἀμφοῖν τοῖν ἄλλοιν πεπερέοιν. εἰ δὲ μὴ τοῦτο παρείη, χρῆσθαι τῷ καλλίστῳ μέλανι· τοῦτο δὲ τὸ βαρύσταθμον. ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ προσαγορευομένῳ χρῆσθαι φαρμάκῳ. συντίθεται δὲ διττῶς, ἐνίοτε μὲν ἐξ ἁπάντων ἴσων, κυμίνου τε καὶ πεπέρεως, καὶ πηγάνου, καὶ νίτρου, καὶ ἔστιν οὕτω μᾶλλον ὑπακτικώτερον γαστρός· ἐνίοτε τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, τοῦ νίτρου δ’ ἥμισυ. κάλλιον δὲ, κύμινον μὲν ἐμβάλλεσθαι τὸ καλούμενον Αἰθιοπικὸν, πεπέρεως δὲ ἤτοι τὸ μακρὸν, ἢ τὸ λευκόν. ἐμβρέχεσθαι δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ· κᾄπειτ’ εὐθέως τριβέσθω, ἢ πρότερον φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμέῳ, τελέως ὠπτημένῳ κατὰ τὴν κάμινον. ὅσα γὰρ ἐνδεῶς ἐξηράνθη, πηλώδη μᾶλλόν ἐστιν, ἢ κεράμεα, καὶ τοῖς φαρμάκοις τι προστρίβεται τῆς ἑαυτῶν ποιότητος. ἔστω δὲ τὰ τοῦ πηγάνου φύλλα προανεξηραμμένα συμμέτρως. εἰ μὲν γὰρ ἐπὶ πλέον ἀναξηρανθείη, δριμέα τε γίνεται καὶ πικρὰ, καὶ περαίτερον τοῦ προσήκοντος θερμὰ, μηδ’ ὅλως δὲ προξηρανθέντα περιέχει τινὰ περιττωματικὴν ὑγρότητα, μηδέπω κατειργασμένην ἀκριβῶς, δι’ ἣν οὐ γίνεται παντάπασιν ἄφυσα. τούτοις τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δ’ οὐδὲν, ἀλλὰ μόνα χωρὶς τοῦ μέλιτος ἀποτίθενται, καὶ πτισάνης ἐμβάλλεται χυλῷ, καὶ ὅτῳ περ ἂν ἄλλῳ τῶν ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ. λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆς τε καὶ μετὰ τροφήν. καὶ ἔστι κάλλιστον ἐν τῇ τοιαύτῃ χρήσει τὸ μέλι μεμιγμένον, ἀκριβῶς ἀπηφρισμένον, τοῦτο γὰρ ἀφυσώτατόν ἐστιν. ἔστω δὲ δηλονότι καὶ αὐτὸ τὸ μέλι κάλλιστον, εἴπερ ἀφυσώτατόν τε καὶ τμητικώτατον ἔσεσθαι μέλλοι τὸ φάρμακον. ἐπιτήδειον δὲ τοῖς οὕτω διακειμένοις ἐστὶ καὶ τὸ διὰ τριῶν πεπέρεων, ὅταν μὴ πάνυ φαρμακῶδές τε καὶ ποικίλως σκευασθῇ, καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν συντιθέασιν αὐτὸ, δίκην καρυκείας τινὸς, ἢ συὸς ἀγρίου, πρὸς δὴ τούτων τῶν θαυμασίων ὀψοποιῶν ἐσκευασμένου. ὥστ’ ἔργον οὐ σμικρὸν ὑπάρχειν τοῖς ἰατροῖς, ἢ τοῖς προσαιρομένοις αὐτὸ τὸ ἐπεμβεβλημένον φάρμακον καταπέψαι τὸ ἄμμι, καὶ τὸ σέσελι, καὶ τὸ λιβυστικὸν, ὅσα τ’ ἄλλα τοιαῦτα· διαγινώσκεται γοῦν λαμβανόντων ὠμὰ καὶ ἀμετάβλητα μέχρι πλείστου κατὰ τὴν γαστέρα μένοντα. ταῦτά τε οὖν ἀφελεῖν χρὴ τοῦ φαρμάκου, καὶ προσέτι τὸ ἑλένιόν τε καὶ τὸν τῆς νάρδου στάχυν· ὡς δὲ ἔνιοι συντιθέασι, καὶ τὴν κασίαν. ἔχειν δ’ ἐσκευασμένον ἕτοιμον διττὸν, ὡς ἡμεῖς εἰώθαμεν· ἁπλοῦν μὲν τὸ ἕτερον, ὅπερ ἐπί τε τῶν ἠπεπτηκότων χρὴ διδόναι, καὶ τὴν πρόσφατον ψύξιν ἐχόντων κατὰ γαστέρα καὶ φλεγματώδη χυμόν· ἕτερον δὲ φαρμακῶδες, ᾧ μάλιστα ἐπὶ τῶν ἀπὸ τῆς κεφαλῆς  εἰς τὸν θώρακα ῥευμάτων χρώμεθα. ἀλλὰ τοῦτο μὲν ὅπως χρὴ σκευάζειν, αὖθις εἰρήσεται. τὸ δ’ ἁπλοῦν, ᾧ καὶ πρὸς τὸ πλῆθος τῶν ὠμῶν τῶν κατὰ τὰς πρώτας φλέβας χρώμεθα, τοιόνδ’ ἐστίν. εἰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως ἑκάστου δραχμὰς ὀκτὼ, τὸ μὲν ἁπλούσταστον τοῦτο, καὶ τούτου μᾶλλον ἔτι τὸ χωρὶς ζιγγιβέρεως. ἕτερον δὲ τὸ διὰ τῶν αὐτῶν συγκείμενον, ἀλλ’ εἰς τὰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων ἑκάστου τριῶν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως, ᾧ καὶ μάλιστα χρώμεθα πρὸς τὰ παρόντα. χρὴ δ’, εἴπερ οἷόν τ’ εἴη, τὸ μὲν ἄνισον εἶναι Κρητικὸν, Ἀττικὰ δὲ τὰ θύμα, ἢ πάντως γε ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν. ἐμβάλλειν δ’ αὐτῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἀποκρίνοντα τὸ ξυλῶδες. ἔστω δὲ καὶ τὸ πέπερι τὸ μὲν μακρὸν ἄτρητόν τε καὶ ὑγιὲς, ὥσπερ οὖν καὶ τὸ ζιγγίβερι· τάχιστα γὰρ ἀμφότερα τιτρᾶται. καὶ πρὸς τῷ μὴ τετρῆσθαι δηλονότι τὸ ἀληθινὸν αὐτὸ πέπερι τὸ ἀπὸ τῆς βαρβάρου κομιζόμενον ἔστω. διττὸν γὰρ ἐνταῦθα πανουργεύεται, σκευαζόμενον μὲν τὸ ἕτερον ἐπὶ τῆς Ἀλεξανδρείας μάλιστα, βοτάνης δέ τινος ἐκβλάστημα θάτερον ὑπάρχει. ὡς δ’ ἄν τις μάλιστα γνωρίζοι τὸ πεπανουργημένον, ἐγὼ διηγήσομαι, τοσοῦτον πρότερον εἰπὼν ὑπὲρ τοῦ μὴ θαυμάζειν τινὰ, μηδὲ ζητεῖν τὴν αἰτίαν, δι’ ἣν ἤτοι συνθέσεις φαρμάκων, ἢ δοκιμασίας ἐπῆλθέ μοι γράφειν ἐνταῦθα, μὴ πάνυ τι τοῦτο πράττειν εἰθισμένῳ κατὰ τὴν θεραπευτικὴν πραγματείαν. ἐν ἐκείνῃ μὲν γὰρ αὐτοῖς μόνοις διαλέγομαι τοῖς ἰατροῖς, ἐνταυθοῖ δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, οὓς ὀνόματι κοινῷ προσαγορεύουσιν ἔνιοι φιλιάτρους, ἐν τοῖς πρώτοις δηλονότι μαθήμασι γεγονότας, ὡς γεγυμνάσθαι τὴν διάνοιαν. οὔκουν ἀναγκαῖόν ἐστι τοῖς τοιούτοις οὔτ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων, οὔτ’ ἐν τῇ περὶ συνθέσεων αὐτῶν γεγυμνάσθαι πραγματείᾳ, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ὡς χρὴ δοκιμάζειν ἕκαστον ἐπίστασθαι. τούτοις οὖν ἄμεινόν ἐστι γράφεσθαι τὰ τοιαῦτα πάντ’ ἀκριβῶς, ὥσπερ ἀρτίως τὰ περὶ τοῦ μακροῦ πεπέρεως ἐπεχείρησα διηγεῖσθαι. χρὴ γὰρ ἀπογεύεσθαι μὲν αὐτοῦ πρῶτον, ἀκριβῶς ἐπισκοπουμένους, εἰ πεπέρεως ἀποσώζει ποιότητα, μετὰ δὲ τοῦτ’ ἐμβαλεῖν ὕδατι. τὸ γὰρ ἐσκευασμένον, εἰ βραχείη δι’ ὅλης ἡμέρας, αὐτίκα διαλύεται τηκόμενον. εἴπερ οὖν ἥ τε ποιότης ἀκριβῶς αὐτῷ πεπέρεως ὑπάρχῃ, καὶ μὴ διαλύηται βρεχόμενον, ᾖ δ’, ὡς εἴρηται, καὶ ἄτρητον, ἐπιτήδειον εἶναι νόμιζε τὸ τοιοῦτον μακρὸν πέπερι. τὸ δέ γε μέλαν μήτε μικρὸν ἔστω, μήτε ῥυσσὸν, μήτε παχύφλοιον, ἀλλ’ ἐκ τοῦ βαρυστάθμου καλουμένου τὸ μέγιστόν τε καὶ εὐτραφέστατον ἐκλεγέσθω. καὶ τοῦ λευκοῦ δ’ ὁμοίως ἐκλεγέσθω τὸ μέγιστόν τε καὶ εὐτραφέστατον. εἶτα πάντων ἅμα κοπέντων, καὶ λεπτῷ κοσκίνῳ διαττηθέντων, ἀπηφρισμένον ἐπιμελῶς μιγνύσθω μέλι τὸ κάλλιστον, εὐῶδες δήπου τοῦτο καὶ ξανθὸν ὑπάρχον, γλυκύτατόν τε ἅμα καὶ δριμύτατον, καὶ τῇ συστάσει μήτε παχὺ, μήθ’ ὑγρὸν, ὡς ἀποσπᾶσθαι αὐτοῦ τὸ συνεχὲς, ἀλλ’ ὥστε καταθέντα τὸν δάκτυλον εἰς αὐτὸ, κᾄπειτα καταστήσαντα μετέωρον, ἀποῤῥέον ὁρᾷν αὐτοῦ τὸ μέλι μέχρι πλείστου συνεχὲς ὂν ἑαυτῷ. ἄμεινον δ’ ἐπ’ ἀνθράκων ἑψεῖν, ἢ ξύλων ἀκριβῶς ξηρῶν, ἃ δὴ καὶ καλοῦσιν ἄκαπνα. τοῦτό τε οὖν διδόναι χρὴ τὸ φάρμακον, οὐχ ἅπαξ μόνον, ἢ καὶ δὶς, ἀλλὰ καὶ πλεονάκις ἑκάστης ἡμέρας· καὶ γὰρ ἕωθεν, καὶ πρὸ τροφῆς, καὶ μετὰ τροφὴν, καὶ καθυπνοῦν μελλόντων ἐπιτήδειον ὑπάρχει· τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω κοχλιαρίου μεστοῦ, μικροῦ μὲν ἐπὶ τῶν μικρῶν σωμάτων, μεγίστου δὲ ἐπὶ τῶν μεγίστων, ἀνάλογον δ’ ἐπὶ τῶν μεταξύ· καὶ μέντοι καὶ τὸ ζιγγίβερι, τὸ κομιζόμενον ἐκ τῆς βαρβάρου, διάβροχον ὄξει, συμφέρει λαμβάνειν. ἔστι δὲ τοῦτο ῥίζα χλωρᾶς τῆς πόας ἐμβαλλομένη τῷ ὄξει μετὰ τὴν ἀναίρεσιν εὐθέως. κατασβέννυται γὰρ ἡ τῶν τοιούτων φαρμάκων θερμότης αὐτόθι περὶ τὰς πρώτας φλέβας, οὐκέτ’ ἀναφερομένη πρὸς ὅλον τὸ σῶμα, καθάπερ ἑτέρων τινῶν, οἷον καὶ τὸ διὰ τῆς καλαμίνθης, ὑπὲρ οὗ μετ’ ὀλίγον ἐπὶ πλέον εἰρήσεται.

Ταῠτ’ ἄρα καὶ ὀξύμελι χρησιμώτατον αὐτοῖς ἐστιν, ὡς καὶ πρότερον εἴρηται. σκευάζειν δὲ καὶ τοῦτο προσήκει κατὰ τάδε. μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων ἀπαφρίσαντες, ἐπεμβάλλειν αὐτῷ τοσοῦτον ὄξους, ὡς γευομένῳ μήτ’ ἄγαν ὀξὺ φαίνεσθαι, μήτε γλυκύ· καὶ τότ’ αὖθις ἑψεῖν ἐπ’ ἀνθράκων, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς, καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος· εἶτ’ ἀποθέμενον τούτῳ μιγνύειν ὕδωρ ἐπὶ τῆς χρήσεως, οὕτως κεραννύντας, ὡς οἶνον. εἰ μὲν οὖν ὁ πίνων αὐτὸ μήθ’ ὡς ὀξὺ μήθ’ ὡς γλυκὺ μέμφοιτο, χρηστέον ἄχρι παντός· εἰ δὲ μὴ, τότε τὸ λεῖπον ἐπεμβάλλοντας ἀφεψεῖν αὖθις. οὐ γὰρ ἐπαινῶ τοὺς κατὰ μίαν τινὰ συμμετρίαν σκευάζοντας αὐτό· παραπλήσια γὰρ μοι δοκοῦσιν οἱ τοιοῦτοι ποιεῖν τοῖς ἀξιοῦσιν ἅπαντας τοὺς πίνοντας ὡσαύτως κεραννύναι τὸν οἶνον τῷ ὕδατι, μὴ γινώσκοντες, ὡς ἔνιοι μὲν ὑδαρέστερον εἰθισμένοι πίνειν εὐθέως πλήττονται τὴν κεφαλὴν, εἰ καὶ βραχύ τις αὐτοῖς ἀκρατέστερον κεράσειεν, ἔνιοι δ’ ἀκρατεστέρῳ χαίροντες ἀνατρέπονται τὸν στόμαχον ὑδαρέστερον πιόντες. ὁπότ’ οὖν ἐπὶ οἴνου ταῦτα συμπίπτει, συνήθους οὕτω ποτοῦ, πολὺ δήπου μᾶλλον ἐπ’ ὀξυμέλιτος, ὅσῳ καὶ ἀηθέστερον οἴνου,  καὶ ἰσχυρότερόν ἐστιν, εἰκὸς ἀκολουθήσειν αὐτά. βέλτιον οὖν ἐστιν ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον αὐταῖς, ἢ ἡμετέραις, οἰκειότατον μὲν τῇ φύσει τοῦ λαμβάνοντος εἶναι νομίζοντας τὸ ἥδιστον ὀξύμελι, καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστερον. αὐτὴν δὲ τὴν πρώτην κρᾶσιν αὐτῶν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσειε, κατὰ τόδε χρὴ ποιεῖσθαι. ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος· εἶθ’ οὕτως ἐπὶ μαλακοῦ πυρὸς ἑψείσθω, μέχρις ἂν ἑνωθῶσι αὐτῶν αἱ ποιότητες· οὕτω γὰρ ἂν οὐδὲ τὸ ὄξος ὠμὸν ἔτι φαίνοιτο. δι’ ὕδατος δ’ εὐθέως οὕτω σκευάζειν ὀξύμελι. τῷ μέλιτι μίγνυσθαι τετραπλάσιον ὕδατος καλλίστου· κᾄπειθ’ ἑψείσθω μετρίως, μέχρις ἂν ὁ ἀφρὸς ἀφίστηται. τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξεργάζεται τὸν ἀφρὸν, ὥστε καὶ ἡ ἕψησις αὐτοῦ πολυχρονιωτέρα γίνεται· τὸ δὲ ἄριστον ἐν ἐλαχίστῳ τε χρόνῳ καὶ βραχύτατον ἀφίησιν, ὅθεν οὐδὲ ἴσον αὐτῷ δεῖται τῆς ἑψήσεως. ἡ δ’ οὖν πλείστη τὸ τέταρτον ἀπολείπει μέρος τοῦ κραθέντος ἐξ ἀρχῆς. μίξαντας δ’ ὄξους ἥμισυ, πάλιν ἑψητέον ἄχρι τοῦ τὰς ποιότητας αὐτῶν ἀκριβῶς ἑνωθῆναι, καὶ μηκέτ’ ὠμὸν φαίνεσθαι τὸ ὄξος. σκευάζονται γὰρ καὶ κατ’ ἀρχὴν εὐθέως τῶν τριῶν μιχθέντων οὕτως. ἔστω δὲ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ δ΄· καὶ ταῦθ’ ἑψείσθω μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν. εἰ δὲ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς ὄξους, ὅσον καὶ μέλιτος. ἀπόμελι δὲ κάλλιστον ἐν ὕδατι σκευάζεται, καὶ πίνουσιν αὐτὸ δι’ ὅλου τοῦ θέρους, ὡς ἐμψῦχον. ἔνεστι δὲ τῷ βουλομένῳ καὶ πρὸς τὴν ὑποκειμένην ἐν τῷ παρόντι λόγῳ διάθεσιν ὠφελίμως χρῆσθαι, καὶ μάλισθ’, ὅταν ὀξυνθῇ· πάσχει δὲ τοῦτο πλειστάκις, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, ὡς ἂν δι’ ὕδατος σκευαζόμενον, οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμελι, ἀλλὰ τοῦ ἐπιτυχόντος. ἔνεστι δ’, εἰ βούλοιτό τις, καὶ δι’ ὀμβρίου συντιθέναι. καὶ ἐγώ γ’ ἂν τοῦτο ποιεῖν συνεβούλευον, εἰ ἐπῄνουν τὸ ὄμβριον, ἀλλὰ γὰρ οὔτε τοῦτο ἐπαινῶ, καὶ οὐδὲν χεῖρον ὀξυνόμενον ἀποτελεῖται, καὶ μάλιστα εἰς τὰ παρόντα. καὶ γὰρ οὖν καὶ μετρίως ὀξύνεται τό γε μὴ παντάπασιν ἀμελῶς ἐσκευασμένον. ἡ δ’ ἐπιμέλεια τῆς σκευασίας ἐστὶν ἐν τῷ τὸ κηρίον μὴ εἶναι πάνυ φαῦλον, ἑψεῖσθαί τ’ ἐπὶ πλέον ἐν ὕδατι πηγαίῳ, καθαρῷ τε καὶ ἡδεῖ. χρὴ γὰρ ἐκπιέσαντα τῶν κηρίων τὸ μέλι μέχρι τοσούτου καθεψεῖν ἐν ὕδατι, μέχρις ἂν μηκέτι μηδεὶς ἀφρὸς ἐπανίστηται. τούτῳ τε οὖν χρῆσθαι ποτῷ καὶ τῶν οἴνων τοῖς ὀξυσμένοις ἀτρέμα, καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν ἄνευ τοῦ θερμαίνειν, οἷά πέρ ἐστι καὶ ἡ κάππαρις, εἰ δι’ ὀξυμέλιτος ἢ δι’ ὀξελαίου λαμβάνοιτο. μέχρι δή που δυοῖν ἢ τριῶν ἡμερῶν, ὡς εἴρηται, διαιτᾷν· εἰ δ’ ἐλπίζοις, ἱκανῶς ἤδη λεπτύνεσθαι τοὺς ὠμοὺς χυμοὺς, οἶνον προσφέρειν, λεπτὸν μὲν τῇ συστάσει, κιῤῥὸν δὲ ἢ λευκὸν τῇ χροιᾷ· ὁ μὲν γὰρ εἰς εὐχυμίαν τε καὶ πέψιν, ὁ δ’ εἰς οὔρησιν ἀγαθός. εἰσὶ δ’ ἐπὶ μὲν τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Σουῤῥεντῖνος ἐκ τοῦ προτέρου γένους, ὥσπερ οὖν ἐκ τοῦ δευτέρου ὁ Σαβῖνός τε καὶ ὁ Ἀλβανὸς καὶ Ἀδριανὸς, ἐπὶ δὲ τῆς Ἀσίας ἐκ μὲν τοῦ προτέρου Λέσβιός τε καὶ Ἀριούσιος, ἐκ δὲ τοῦ δευτέρου Τιτακαζηνός τε καὶ Ἀρσυῗνος. οὗτοι μὲν ὡς παραδείγματα εἴρηνται τῷ λόγῳ. πολλοὶ δὲ καὶ ἄλλοι κατὰ τὴν Ἰταλίαν εἰσὶ καὶ τὴν Ἀσίαν, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ἄλλοις ἔθνεσιν, ὅμοιοι τοῖς εἰρημένοις, οὓς αὐτὸν ἐκλέγεσθαι χρὴ, πρὸς τοὺς εἰρημένους ἀποβλέποντα σκοποὺς τήν τε χρόαν καὶ τὴν σύστασιν, ἀποδοκιμάζειν τε τούς τε παχεῖς καὶ τοὺς μέλανας, ὡς κακοχύμους τε καὶ βραδυπόρους. εἰ δ’ ἐπὶ τοῖσδε βέλτιον ὁ ἄνθρωπος γίγνοιτο, καὶ λούειν ἤδη προσήκει, καὶ ἀλείφειν, καὶ ἀνατρίβειν μαλακῶς, κᾀπειδὰν πρῶτον ὑπόστασιν ἴσχῃ τὰ οὖρα, τάς τε τρίψεις αὐξῆσαι καὶ πρὸς τὰ συνήθη γυμνάσια κατ’ ὀλίγον ἐπαναγαγεῖν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ τοῖς διαφορητικοῖς ἀλείμμασι χρηστέον, ὧν καὶ πρόσθεν μὲν ἐμνημόνευσα, καὶ αὖθις δ’ ὑπὲρ αὐτῶν ἐρῶ. οὐ μὴν ἐμέτοις χρῆσθαι συμβουλεύω κατὰ τὰς τοιαύτας διαθέσεις, ὥσπερ ἐνίοις ἔδοξεν ἰατροῖς τε καὶ γυμνασταῖς, ἐξαπατηθεῖσιν, ὡς οἶμαι, πρὸς τῶν ὑπὸ Φιλοτίμου τε καὶ Πραξαγόρου γεγραμμένων ἐπὶ ταῖς τῶν τοιούτων χυμῶν θεραπείαις. οὐ γὰρ, ὅταν κοπώδεις διαθέσεις πλεονάζωσιν, ἀλλ’ ἐπειδὰν μόνοι λυπῶσιν, ἔμετοι αὐτοὺς ἐκκενοῦσιν· οὐδεὶς γὰρ κίνδυνος ἀντισπασθῆναι τηνικαῦτα βιαιότερον ἔσω τῶν κατὰ σάρκα περιττωμάτων, ὥσπερ ὅταν ἄμφω πλεονάζῃ, τὰ μὲν ὠμὰ κατὰ τὰς πρώτας φλέβας, ἐν δὲ τοῖς στερεοῖς τὰ δακνώδη. φυλάττεσθαι γὰρ τῶν τοιούτων ἄμεινόν ἐστιν ἑκατέρας τὰς ἀντισπάσεις, ἔξω μὲν τὴν τῶν ὠμῶν, ἔσωθεν δὲ τὴν τῶν δακνωδῶν. ὥσπερ οὖν ἐφυλαξάμεθα κατὰ τὸν ἔμπροσθεν λόγον ἔξω τοὺς ὠμοὺς ἐπισπᾶσθαι χυμοὺς, οὕτω χρὴ φυλάττεσθαι τοὺς δακνώδεις ἀντισπᾷν ἔσω. κεφάλαια δὲ τῆς μὲν ἔξω φορᾶς αὐτῶν εἰσι γυμνάσια, καὶ τρίψεις, καὶ λουτρὰ, καὶ θάλπος, ἀλείμματά τε θερμαίνοντα, καὶ τῶν ψυχικῶν παθῶν ἡ ὀξυθυμία, καὶ ἁπλῶς εἰπεῖν ἅπανθ’, ὅσα τοὺς ἐν τῷ βάθει τοῦ ζώου χυμοὺς εἰς τὴν πανταχόθεν κίνησιν ἐξορμᾷ, τῆς δ’ εἴσω τὰ ἀποτρέποντα τῆς ἔξωθεν φορᾶς. ἔστι δὲ δήπου ταῦτα τῶν ὁμιλούντων τῷ δέρματι τά τε ψυχρὰ καὶ στύφοντα, καὶ ὅσα πρὸς τούτοις ἐπισπᾶται τοὺς χυμοὺς, ἢ ἄλλως ὁπωσοῦν ἐπεγείρει τὴν ἔσω  κίνησιν αὐτῶν, ἐξ ὧν ἐστι λύπη, καὶ φρίκη, καθ’ ἡντιναοῦν αἰτίαν γιγνομένη· καὶ γὰρ καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐδείχθη, φρίκη τε καὶ ῥῖγος γιγνόμενον, καὶ διὰ τῶν ἐμπληττόντων τε καὶ φοβούντων τὴν ψυχὴν ἤτοι ἀκουσμάτων, ἢ θεαμάτων. ἅπαντ’ οὖν τὰ τοιαῦτα φυλακτέον ἐστὶν, ἐπειδὰν ἅμα τε κοπώδης ὁ αὐτὸς ἄνθρωπος ᾖ καὶ τὰς φλέβας ἔχῃ μεστὰς ἀπέπτων χυμῶν. οὔτε γὰρ τοὺς ἔξω χυμοὺς ἀντισπᾷν ἔσω καλὸν, οὔτε τοὺς ἔνδον ἔξω, ἀλλὰ τοὺς μὲν ἔξω διαφορεῖν ἀτρέμα, (τὰ γὰρ ἰσχυρότερον τοῦτο δρῶντα καὶ τῶν ἔνδοθεν ἐπισπᾶταί τι,) τοὺς δ’ ἔνδον λεπτύνειν τε καὶ συμπέπτειν. εἰ δ’ ἤτοι δι’ ἐμέτων ἢ διὰ γαστρὸς ὑπαγωγῆς ἐπιχειρήσαις αὐτοὺς ἐκκενῶσαι σφοδρότερον, ἐπισπάσῃ τινὰς ἐκ τῶν ἔξωθεν ἔσω. τοὺς δὲ περὶ τὸν Φιλότιμον οὐ χρὴ μέμφεσθαι τῇ τοιαύτῃ κενώσει χρωμένους, ὅταν ἐν ταῖς πρώταις φλεψὶ πλῆθος ὠμῶν περικέηται χωρὶς ἑτέρας διαθέσεως, ἀλλὰ μᾶλλον ἡμᾶς αὐτοὺς ἐθιστέον ἀκριβέστερον ἕπεσθαι παλαιοῖς γράμμασιν. εἰς αὐτὸ μὲν οὖν τὸ μελίκρατον ὕσσωπον ἀφεψοῦντες, οὐκ εὐθέως μὲν, οὐδ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐν δὲ ταῖς ἐχομέναις δώσομεν, ἐφ’ ὧν ἅμα τε τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔνδον ἥ τε κοπώδης αἴσθησις ἔξω. τοὺς δ’ ἐμέτους παραιτήσομεν δεδιότες, ὡς εἴρηται, τῶν ἔξωθέν τι περιττωμάτων εἴσω παλινδρομῆσαι. Πραξαγόρας δὲ καὶ Φιλότιμος εὐλόγως ἔμετον ἐπὶ τοιούτῳ μελικράτῳ παραλαμβάνουσιν, ὠμοὺς χυμοὺς θεραπεύοντες ἄνευ κοπώδους διαθέσεως.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη τῆς ὑπολοίπου διαθέσεως ὑπάρξασθαι, καθ’ ἣν ἅμα τῇ ἑλκώδει διαθέσει καὶ τὸ τῶν ὠμῶν πλῆθος εἰς τὴν ἕξιν ἀνελήφθη. γίνεται δὲ ταῦτα κατ’ ἐκείνας μάλιστα τὰς περιστάσεις τῶν πραγμάτων, ἐν αἷς ἤτοι θάλπος ἢ γυμνάσιον ἄμετρον ἐκ τῶν φλεβῶν εἰς τὰς σάρκας ἀναρπάζει τοὺς ὠμοὺς χυμοὺς, οὐδεμίαν ἐν τῷ παρόντι πρόσφατον ἀπεψίαν ἠπεπτηκότων, ὡς, εἴ γε καὶ τοῦτο συνέλθοι, σύμπαν οὕτως ἐμπλησθήσεται τῶν ὠμῶν χυμῶν τὸ σῶμα. καὶ λεχθήσεται μὲν ὀλίγον ὕστερον, ὡς χρὴ καὶ τὴν τοιαύτην ἐπανορθοῦσθαι διάθεσιν. ἀλλ’ ἐπεὶ τὸ σύνθετον ὕστερόν τέ ἐστι καὶ δεύτερον τῶν ἁπλῶν, ἄμεινον ἂν εἴη περὶ τῆς ὑπολοίπου διαθέσεως ἁπλῆς διελθόντας ἐπὶ τὰς συνθέτους αὖθις ἰέναι. καίτοι γε οὐδὲ ταύτην ἀκριβῶς ἁπλῆν χρὴ νομίζειν, ἀλλ’ ὡς ἐν αὐτομάτοις κόποις ἁπλῆν. ὑποκειμένης γὰρ τῆς τὸν κόπον ἐργαζομένης διαθέσεως, ἐπιμίγνυμεν αὐτῇ τὰς ἄλλας. ἀλλ’ ὅτι καὶ κατὰ τὴν μίξιν ἐνίοτε μὲν ἁπλῆ καὶ μία μίγνυται διάθεσις, ἐνίοτε δὲ σύνθετος, οὕτως ὠνομάσαμεν ἁπλῆν, ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκεν. ἔστω δὲ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἐν τοῖς στερεοῖς τοῦ ζώου μέρεσιν, οὐκ ἐν ταῖς φλεψὶν, ἅμα τῷ καὶ τὴν ἑλκώδη τοῦ κόπου διάθεσιν ἐν τοῖς αὐτοῖς ὑπάρχειν· ἡ γὰρ ἐξ ἀρχῆς ὑπόθεσις τοῦ λόγου τοιαύτη τις ἦν. ὡς οὖν ἐφ’ οἷς κατὰ τὰς φλέβας ἦν, καὶ μάλιστα κατὰ τὰς πρώτας τῶν ὠμῶν, ἐφυλαττόμεθα τὰ θερμαίνοντα, δεδιότες εἰς τὴν ἕξιν ἀναληφθῆναι τοὺς τοιούτους χυμοὺς, οὕτω νῦν οὐδὲν χρὴ δεδιέναι. δοτέον οὖν αὐτοῖς, ὅσα μέχρι τοῦ δέρματος ἐκτείνει τὴν θερμότητα, καὶ ἀνατριπτέον ἐπὶ πολὺ ἐλαίῳ χαλαστικῷ, καὶ μάλιστα μετὰ τὸν ὕπνον ἕωθεν ἐξαναστάντας· ἡ γὰρ τοιαύτη τρίψις ἅμα τε πέττει τοὺς ὠμοὺς χυμοὺς καὶ τρέφει τὸν ὄγκον τοῦ ζώου. χρὴ δ’ ἡσυχάσαι μετὰ ταῦτ’ ἄχρι πλέονος, εἰ μέλλοι καλῶς γενήσεσθαι ταῦτα. πολὺ δ’ ἐνεργέστερον ἂν ἀνύσειεν, οὗ χάριν γίνεται, βραχέα τε σιτία προσενηνεγμένου κατὰ τὴν προτεραίαν τοῦ ἀνθρώπου, καὶ μηδὲν ἐπὶ τῷ δείπνῳ πίνειν πλὴν κιῤῥοῦ καὶ λεπτοῦ οἴνου. μὴ γυμνάζεσθαι δὲ συνεχῶς καὶ σφοδρῶς αὐτίκα, μή πῃ λάθωμεν ἀπέπτῳ ἔτι χυμῷ ἀναγκάζοντες τρέφεσθαι τὸ σῶμα. βέλτιον οὖν ἕωθεν ἐπὶ πλεῖον ἀνατρίψαι τε καὶ μετὰ ταῦτα ἡσυχάσαι περιπατῆσαί τε τὰ μέτρια, καὶ αὖθις χρήσασθαι τρίψει πολλῇ, καὶ λουτρῷ συμμέτρῳ θερμῷ, καὶ τροφαῖς εὐχύμοις τε ἅμα καὶ μὴ γλίσχροις. εἴρηται δ’ ἔμπροσθεν αὐτῶν ἡ ὕλη, πτισάνην ἐπαινούντων ἡμῶν εἰς τὰ τοιαῦτα, καὶ τοὺς πετραίους ἰχθύας, καὶ τῶν ὀρνίθων τοὺς ὀρείους. ἐπιτήδεια δὲ καὶ τὰ λεπτύνοντα τῶν ἐδεσμάτων, ὑπὲρ ὧν ἓν ἰδίᾳ γέγραπται βιβλίον. εὐλαβεῖσθαι δὲ χρὴ μηδὲν, εἰ καὶ θερμαίνοι σφοδρῶς, ἀλλὰ καὶ τὸ διὰ τῆς καλαμίνθης φάρμακον ἀδεῶς λαμβάνειν. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιαύτη. καλαμίνθης, καὶ γλήχωνος, καὶ πετροσελίνου, καὶ σεσέλεως ἑκάστου ἀνὰ ὀγ. β΄, σελίνου σπέρματος, κορύμβων θύμου, ἀνὰ ὀγ. δ΄ ἑκατέρου, καὶ πρὸς τούτοις ἔτι λιβυστικοῦ μὲν ὀγ. ἑκκαίδεκα, πεπέρεως δὲ ὀκτὼ καὶ μ΄. πεπέρεως μὲν οὖν ἔστω τὸ βαρύσταθμον ὀνομαζόμενον, σέσελι δὲ τὸ Μασσαλεωτικὸν, πετροσέλινον δὲ τὸ Μακεδονικὸν, καὶ τούτου μάλιστα τὸ Ἀστρεωτικὸν, ἡ καλαμίνθη δὲ καὶ ἡ γλήχων μάλιστα μὲν ἐκ Κρήτης, εἰ δὲ μὴ, ἀλλ’ ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν, ὡσαύτως δὲ καὶ τὰ θύμα. τὰ μὲν οὖν ξυλώδη καὶ σκληρὰ τῶν βοτανῶν ἀποῤῥίπτειν, λαμβάνειν δ’ εἰς τὸ φάρμακον τὰ φύλλα, καὶ τούτων μάλιστα τὰ λεπτότατά τε καὶ εὐθαλέστατα καὶ ἐπ’ ἄκραις ταῖς βοτάναις, καὶ πρὸς αὐτοῖς ἄνθη τε καὶ τὰ σὺν αὐτοῖς λεπτότατα κάρφη. κόπτειν δ’ ἅμα σύμπαντα καὶ διαττᾷν χρὴ διὰ λεπτοῦ κοσκίνου· μάλιστα γὰρ εἰς ὅλην τὴν ἕξιν τοῦ ζώου τὰ τοιαῦτα φάρμακα ἀναδίδοται, καθάπερ γε τὰ παχύτερα κατὰ τὴν γαστέρα μένει, τοῖς στενοῖς  στόμασι τῶν φλεβῶν ἐναρμοσθῆναι μὴ δυνάμενα. καὶ διὰ τοῦτο καὶ τὸ Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, οὗ κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπροσθεν ἐμνημόνευσα, παχυμερέστερον εἴωθα σκευάζειν, ἐπειδὰν ὑπαχθῆναι τὴν γαστέρα δι’ αὐτοῦ δεήσῃ. καί τις οὐκ εἰδὼς τοῦτο, λεπτότατόν τε καὶ χνοωδέστατον ἐργασάμενος αὐτὸ, τὴν μὲν ὑποχώρησιν οὐδέν τι προὔτρεψεν, οὖρα δ’ ἐκίνησεν οὐκ ὀλίγα, καὶ ἡμῖν ἐκοινοῦτο, θαυμάζων τε ἅμα καὶ ζητῶν τοῦ γεγονότος τὴν ἀληθινὴν αἰτίαν. αὐτὸς μὲν γὰρ ἔφη νομίζειν ἰδιοσυγκρασίαν τινὰ τοῦ ἀνθρώπου, καὶ γὰρ ἐκάλεσεν οὕτως, αἰτίαν εἶναι τοῦ συμβεβηκότος. ὡς δὲ ἔμαθεν, ὅτι τὸ τῆς συνθέσεως εἶδος αἴτιον ἴδιον ὑπῆρχεν, αὖθις ἑτέρως ἐσκεύασε, τυχὼν τοῦ σκοποῦ. τούτου μὲν οὖν τοῦ παραγγέλματος ἐπὶ πάσης συνθέσεως φαρμάκου ἄμεινον μεμνῆσθαι. τὸ δὲ προκείμενον ἐν τῷ παρόντι λόγῳ φάρμακον ἀκριβῶς ἅπαντα λεπτὰ λαμβανέτω χάριν τοῦ ῥᾳδίως ἀναδίδοσθαί τε καὶ φέρεσθαι πάντη. μιγνύσθω δὲ τοῖς οὕτω παρεσκευασμένοις μέλι τὸ κάλλιστον, ἀκριβῶς ἀπηφρισμένον. ἡ δὲ χρῆσις αὐτοῦ γιγνέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν, καὶ πρὸ τῶν γυμνασίων τε καὶ λουτρῶν. ἔξεστι δὲ καὶ χωρὶς τοῦ μίξαι τὸ μέλι ξηρῷ τῷ φαρμάκῳ φυλάξαντα χρῆσθαι παραπλησίως ἁλσὶ τοῖς εἰς ὄψα παρεσκευασμένοις. ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβαλεῖν οἷον ὄξος ἤ τι τοιοῦτον ἀντὶ πεπέρεως. οὐ μόνον δὲ τὸ ξηρὸν ἁλῶν δίκην ἐστὶ πολύχρηστον, ἀλλὰ καὶ τὸ σὺν τῷ μέλιτι. καὶ γὰρ καὶ τοῦτο δυνατὸν ἀναμιγνύντα τοῖς ἐδέσμασιν, ἀποχεῖσθαι μετά τινος ἐξ αὐτῶν, ὡς ἡδὺ τῷ χρωμένῳ φαίνεσθαι. μηδὲν μέντοι μετὰ τὴν τροφὴν μηδέποτε λαμβάνειν, μήτε τοῦτο, μήτ’ ἄλλο τι φάρμακον, ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον. οὐ γὰρ ἀναδίδοσθαι τηνικαῦτα βέλτιον, ἀλλὰ πέττεσθαι τοῖς ληφθεῖσιν. ἄμεινον οὖν ἐστι τοῖς ἐπικουρίας τινὸς ἔξωθεν εἰς πέψιν δεομένοις ἐν τούτῳ τῷ καιρῷ δίδοσθαι φάρμακον, οὗ τὴν σύνθεσιν ἔμπροσθεν ἐδήλωσα. λέγω δὲ τὸ διὰ τριῶν πεπέρεων ἁπλοῦν. καὶ αὐτὸ δὲ τὸ πέπερι μόνον ἐπιπαττόμενον τῷ ποτῷ χρηστὸν εἰς τὰ παρόντα, καὶ εἴπερ ἄρα μείζων τις εἴη χρεία, καὶ τὸ διὰ χυλοῦ τῶν κυδωνίων μήλων, οὗ τὴν σύνθεσιν ἅπασαν ἐρῶ καὶ τὴν δύναμιν ἀκριβῶς ἐξηγησόμενος κατὰ τὸν ἑξῆς λόγον. εἰς δὲ τὰ παρακείμενα νῦν ἁπάντων ἄριστον φάρμακον ὧν ἐγὼ γινώσκω τὸ διὰ τῆς καλαμίνθης ἐστί. καὶ γὰρ λεπτύνει τὰ παχέα καὶ γλίσχρα, καὶ διαφορεῖ, καὶ οὔρησιν κινεῖ, καὶ καταμήνια γυναιξίν. ἔστι δὲ καὶ ἥδιστον ἐν τῇ χρήσει, καὶ μάλισθ’ ὅταν λάβῃ πλεῖον τοῦ μέλιτος. ἑψεῖσθαι δ’ ἐπὶ πλέον αὐτὸ χρὴ τηνικαῦτα. τοῖς δ’ ἀπεστραμμένοις τὰ γλυκέα καὶ φεύγουσι τὸ μέλι, καὶ γὰρ τοιαῦται μέν τινες εὑρίσκονται φύσεις, ὀλίγον ἐν τῇ συνθέσει μιγνύσθω τὸ μέλι. βέλτιον δὲ καὶ μᾶλλον ἑψεῖσθαι τούτοις, καὶ γὰρ ἧττον οὕτως ἐστὶ γλυκὺ, καὶ ἧττον ἀνατρέπει τὸν στόμαχον ἐπὶ τῶν ἀπεστραμμένων φύσει τὸ μέλι. τὰ μὲν δὴ τοιαῦτα πάντα καὶ αὐτός τις ἐπινοείτω πρὸ τῆς ἡμετέρας συμβουλῆς, ἕνα κοινὸν ἐν ἅπασι διαφυλάττων σκοπὸν, ἥδιστον γενέσθαι τὸ φάρμακον, εἰς ὅσον ἐγχωρεῖ, φυλαττομένης αὐτοῦ τῆς εἰς τὴν ὠφέλειαν δυνάμεως· οὐ γὰρ δὴ ταύτην γ’ ἐκλῦσαι κελεύω τῆς ἡδονῆς στοχασάμενος. ὅταν οὖν ἐπὶ δύο που τὰς πρώτας ἡμέρας ἢ τρεῖς οὕτως ᾖ παρεσκευασμένος ὁ ἄνθρωπος, οὐδὲν ἂν εἴη χεῖρον ἤδη καὶ γυμνάσασθαι διὰ τῶν συνήθων αὐτῷ, ἀποπειρώμενον εὐχροίας τε καὶ τῶν ἄλλων σημείων, ἃ κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον. εἰ μὲν γὰρ ἅπαντά σοι χρηστὰ φαίνοιτο, τελέως γυμνάζειν αὐτόν· εἰ δὲ μὴ, προκαταπαύειν τε τοῦ συμμέτρου, κἀν τοῖς εἰρημένοις πρὶν διαιτήμασί τε καὶ φαρμάκοις φυλάξαντα κατ’ ἐκείνην τὴν ἡμέραν, αὖθις ἐπιχειρεῖν τῷ γυμνασίῳ κατὰ τὴν ὑστεραίαν ἐπὶ τοῖς αὐτοῖς σημείοις τε καὶ σκοποῖς, ἵν’, ὅταν ἤδη πάντα ἄμεμπτα φαίνηται, πρὸς τὴν αὐτὴν δίαιταν ἐπαναγάγῃς αὐτὸν, ἣ καὶ πρὶν ἁλῶναι τῷ κοπώδει συμπτώματι συνήθης ἦν.

Ἐπεὶ δὲ καὶ τῷ τῆς ἐλάτης ἀκόπῳ φαρμάκῳ χρῆσθαι συμφέρει τοῖς κατὰ τὴν σάρκα τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ ζώου χυμοὺς ἠθροικόσιν, ἤτοι πεφθῆναι δεομένους, ἢ διαφορηθῆναι, οὐδὲν ἂν εἴη χεῖρον εἰπεῖν τι καὶ περὶ τῇς ἐκείνου συνθέσεως. ἔστι μὲν οὖν ὡραιότατον αὐτῆς τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου, ὅστις καιρὸς ἐν Ῥώμῃ μὲν ὁ καλούμενος μήν ἐστι Σεπτέμβριος, ἐν Περγάμῳ δὲ παρ’ ἡμῖν Ὑπερβερεταῖος, Ἀθήνῃσι δὲ μυστήρια. ἐλαίῳ δ’ ἐμβάλλειν αὐτὸ χρὴ, καθ’ ἣν ἂν θέλῃς ὥραν τοῦ ἔτους, οὐδεμία γὰρ ὅσον ἐπὶ τούτῳ διαφορά. βέλτιον δὲ, εἰ καὶ θλάσας ἐμβάλλοις αὐτό· θᾶττον γὰρ οὕτω τὸ ἔλαιον ἐμπλήσει τῆς ἰδίας ποιότητός τε καὶ δυνάμεως. εἴη δ’ ἂν ὁ χρόνος οὗτος ἐλάχιστος ἡμερῶν μ΄· πολλάκις δ’ ἡμεῖς καὶ τρεῖς καὶ τέτταρας καὶ πολὺ πλείους μῆνας ἐπετρέψαμεν ἐμβραχῆναι, κᾄπειθ’ οὕτως ἀπεῤῥίψαμεν τὸ σπέρμα, τὸ δ’ ὑγρὸν ὀθονίῳ διηθήσαμεν. ἔστω δὲ τὸ μὲν ἔλαιον ἕν τι τῶν χαλαστικῶν, οἷόν περ ἐν Ἰταλίᾳ τὸ Σαβῖνον, ἐμβαλλέσθω δ’ εἰς τὰς εἴκοσι καὶ πέντε κοτύλας αὐτοῦ μόδιος Ἰταλικὸς τοῦ σπέρματος τῆς ἐλάτης, οὐσῶν δὲ καὶ τῶν κοτυλῶν Ἰταλικῶν, ἃς δὴ καὶ λίτρας ὀνομάζουσι. βραχέντος δ’ ἐν αὐτῷ τοῦ σπέρματος, πολλῷ δηλονότι μεῖον γίνεται. σύμμετρον δ’ οὖν ἐστι τῷ καταλειφθέντι, κηροῦ μὲν λίτρας ἐμβαλεῖν τέσσαρας, ῥητίνης  δὲ ἐλατίνης τὸ τρίτον τῆς λίτρας μέρος, αἵ πέρ εἰσιν ὁλκῆς β΄ καὶ λ΄. τὸ δ’ ἴσον ἐμβαλλέσθω μὲν τῆς στροβιλίου ῥητίνης. εἰ δ’ αὗται μὴ παρεῖεν, ἀντ’ αὐτῶν τῇ τερεβινθίνῃ χρῆσθαι. ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ, ἢ πάντως γ’ ἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων· ἔστωσαν δ’ οὖν μηδ’ οὗτοι πολλοί. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ἅπαντας κόπους αὐτομάτους τε καὶ οὐκ αὐτομάτους. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς αἰγείρου τῶν ἀνθῶν συντιθέμενον. ἔστι δὲ καὶ τοῦτο τοιόνδε. τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος Ἰταλικὸς ἐμβάλλεται λίτραις ἐλαίου Σαβίνου πεντεκαίδεκα ἢ εἴκοσι. μὴ παρόντος δὲ τοῦ Σαβίνου, τῶν ὁμοίων τι παρασκευαστέον ἐλαίων. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς ὅμοια πάντ’ ἐστὶ τὰ λεπτομερῆ θ’ ἅμα καὶ μὴ στύφοντα. κάλλιον δ’, εἰ καὶ μετρίως θλασθὲν ἐμβληθείη τῷ ἐλαίῳ τὸ ἄνθος. εἰ δὲ καὶ καθ’ ἑκάστην διακινοῖτο, καὶ μάλισθ’ ὅταν ἥλιος ᾖ θερμὸς, ἐν οἰκήματί τε θερμῷ τὴν ἀπόθεσιν ἴσχῃ, θᾶττόν τε ἂν οὕτω καὶ μᾶλλον ἡ τῆς αἰγείρου ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε μετὰ δύο που καὶ τρεῖς μῆνας δύνασθαι ἐκθλίψαντα τὸ ἄνθος αὐτὸ μὲν ἀποῤῥῖψαι, τὸ δ’ ἔλαιον ἔχειν ἀδήκτως διαφορητικὸν, οὐδέν τι μεῖον τοῦ ἐλατίνου. καὶ μέντοι καὶ κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβάλλειν αὐτῷ τοσοῦτον, ὅσον ἀρτίως ἐν τῇ συνθέσει τοῦ διὰ τῆς ἐλάτης εἴρηται φαρμάκου. παχύ τι δ’ εἴποτε γένοιτο τὸ ἐκθλιβόμενον ὑγρὸν, ἱκανὸν οὐ μόνον τὸ τέταρτον μέρος, ἀλλὰ καὶ τὸ πέμπτον μίγνυσθαι κηροῦ. ἐγὼ δ’ οἶδά ποτε καὶ τὸ ἕκτον ἐμβαλὼν, παχυτέρου τε τοῦ ἐλαίου γινομένου, καὶ τοῦ μέλλοντος αὐτῷ χρῆσθαι χαίροντος ὑγροτέρῳ φαρμάκῳ. τινὲς δ’ οὐκ ἀναμένοντες ἐν χρόνῳ πλέονι διαβρέχεσθαι τά τε ἄνθη καὶ τὰ σπέρματα, τοῦτο μὲν ἑψεῖν αὐτὰ δέονται, τοῦτο δ’ ὕδωρ ἐμβάλλειν, ὅσοι γε προμηθέστεροι, χάριν τοῦ μήτε φρυχθῆναι τὰ ἐμβληθέντα, μήτε κνισῶδες γενέσθαι τοὔλαιον. ὅσοι δ’ ἔτι τούτων ἐπιμελέστεροι, τὴν ἕψησιν ἐν ἀγγείοις διπλοῖς ποιοῦνται· καλεῖται δ’ οὕτως, ἐπειδάν, προϋποκειμένου λέβητος ὕδωρ ἔχοντος ζέον, ἔνεστί τέ τι τούτῳ μικρὸν ἀγγεῖον, εἰς ὃ μέλλει τὸ ἔλαιον ἐγχεῖσθαι. τοῦτο μέν γε καὶ ἡμεῖς ποιοῦμεν, ἀλλ’ οὐκ εἰς τὴν τῶν σπερμάτων ἢ ἀνθῶν ἕψησιν, οὐδὲν γὰρ ταύτης δεόμεθα πολυχρονίως αὐτὰ ἀποβρέχοντες, ἀλλ’ ὁπόταν διατήκειν ἐν τῷ λέβητι τὰς ῥητίνας καὶ τὸν κηρὸν ἐπιχειρῶμεν ἐν τῇ τοῦ φαρμάκου σκευασίᾳ. καταναγκαζόμενος δέ τις ἐν τάχει σκευάζειν αὐτὰ, δεήσεταί τε προαφεψεῖν, ὡς εἴρηται, καὶ ὕδατος ἐγχεῖν ἢ οἴνου χάριν τοῦ μὴ φρύγεσθαι. τὸ μὲν οὖν ὕδωρ εἰς τὰ παρόντα χρησιμώτερον, ὁ δ’ οἶνος εἴς τε τὰς ποδαγρικὰς διαθέσεις καὶ ὅλως ἀρθρίτιδας. ἀρκεῖ δὲ μιγνύναι τοσοῦτον ὕδατος, ὡς ἑψόντων ἐκδαπανηθῆναι πᾶν. εἴη δ’ ἂν οὕτως ὀλίγον, ὡς τετραπλάσιον ἢ πενταπλάσιον αὐτοῦ τὸ ἔλαιον ὑπάρχειν. ταῦτά τε οὖν τὰ φάρμακα διαφορεῖ τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα μὴ πάνυ παχεῖς μηδὲ γλίσχρους χυμοὺς, καὶ πρὸς τούτοις ἔτι τὸ ἐκ τοῦ χαμαιμήλου ἔλαιον, αὐτό τε καθ’ ἑαυτὸ μόνον, ἐμβληθέντων τε κηροῦ καὶ ῥητίνης αὐτῷ. ἱκανὸν δὲ κᾀνταῦθα τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, |τῆς δὲ ῥητίνης τὸ ιβ΄. εἰ δὲ μηδενὸς τῶν εἰρημένων ἐλαίων εὐποροίης, ἀνήθινον ἔλαιον ποιήσασθαί σοι ῥᾷστον. ἔστι δὲ καὶ τοῦτο διαφορητικὸν φάρμακον, εἴτε καταμόνας τις, εἴτε σὺν κηρῷ τε καὶ ῥητίνῃ χρῷτο. πειρᾶσθαι δ’ ἐπ’ ἀγγείου διπλοῦ τὸ ἀνήθινον ἑψεῖν. ἄμεινον δὲ καὶ χλωρὸν εἶναι τὸ ἄνηθον. ὅταν δὲ ᾖ τοῦτο, καθ’ ὃν χρήσῃ καιρὸν, ὡραῖον ὑπαρχέτω. καὶ τὸ σαμψύχινον δ’ ἔλαιον ἐπιτήδειον ἐν ὥρᾳ χειμερινῇ, καὶ χωρίῳ ψυχρῷ, καὶ καταστάσει παραπλησίᾳ. λαμβανέτω δὲ καὶ τοῦτο κηροῦ τε καὶ ῥητίνης, εἰ παραμένειν ἔτι πλέον αὐτό γε βούλει τοῖς ἀλειφομένοις ὑπ’ αὐτοῦ σώμασιν. ὁμοίως δὲ καὶ τὴν λιβανωτίδα πόαν ἐναφεψεῖν ἐλαίῳ. καὶ εἰ μηδὲ ταύτην ἔχοις, ῥίζα τεύτλου λευκοῦ, καὶ ἡ τοῦ σικύου ἀγρίου ῥίζα, καὶ ἡ τῆς ἀλθαίας, καὶ ἡ τῆς βρυωνίας ἱκανῶς διαφοροῦσιν ἐναποτιθέμεναι καὶ αὗται τὴν ἑαυτῶν ποιότητά τε καὶ δύναμιν ἐλαίῳ τινὶ τῶν διαφορητικῶν. ἐς ὅ τι δ’ ἂν ἐθέλῃς ἔλαιον οὕτω παρασκευασθὲν ἐμβαλεῖν, ἤτοι κηρὸν μόνον, ἢ καὶ ῥητίνην τινὰ σὺν αὐτῷ, καλλίστην τε καὶ παραμόνιμον ἀλοιφὴν κατασκευάσεις. ἀρκεῖ δὲ τοὐπίπαν ἐμβάλλειν τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον. εἰ δὲ καὶ δύο ῥητίνας ἐμβάλοις, ἐλατίνην τε ἅμα καὶ στροβιλίνην, ἢ καὶ τρίτην ἐπ’ αὐταῖς τὴν τερμινθίνην, ἢ καὶ, μὴ παρουσῶν τούτων, τὴν ὑγρὰν πιτυΐνην, ἔσται σοι καὶ οὕτω διαφορητικὸν τὸ φάρμακον. ἀπορῶν δὲ τούτων, ἤτοι τὴν ἐκ τῶν κεραμείων μιγνύναι πιτυΐνην, ἢ καὶ τὴν φρυκτὴν ὀνομαζομένην. οἶδα μὲν, ὡς ἀποδέουσιν αὗται τῶν προειρημένων, οὐ μὴν παντάπασίν εἰσιν ἀπόβλητοι.

Λοιπῆς δ’ οὔσης κοπώδους διαθέσεως, ἐν ᾗ πρὸς τῷ τῆς ἑλκώδους αἰσθήσεως πλῆθος ὠμῶν ἐν ὅλῳ τῷ σώματι περιέχεται, λεκτέον ἂν εἴη καὶ περὶ τῆσδε. χαλεπὸν δ’ οὐδὲν ἐξευρεῖν αὐτῆς τὴν ἐπανόρθωσιν, ἀπὸ τῶν εἰρημένων ὁρμώμενον. εἰ γὰρ καὶ ποτὲ μὲν ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν ἐστι, τέμνειν αὐτὰ καὶ πέττειν ἔφαμεν χρῆναι, φυλαττομένους τὴν εἰς τὸν ὄγκον  ἀνάδοσιν· ὁπότ’ ἐν ταῖς ἐσχάταις φλεψὶ, καὶ κατὰ τὴν ἕξιν τοῦ ζώου, πέττειν τε ἅμα καὶ διαφορεῖν. ἄμφω μικτέον ἐστὶν, ἐφ’ ὧν ἄμφω συμβέβηκεν· εἰ μὲν ἰσοσθενῶς ἐνοχλεῖν σοι δόξειεν, ὁμοτίμως ἀμφοτέρων στοχαζόμενον· εἰ δὲ εἴη θάτερον ἐπικρατέστερον, εἰς ἐκεῖνο μὲν ἀναφέρων τῆς ὅλης θεραπείας τὸ κῆδος, ἀμελῶν δὲ μηδὲ θατέρου τοῦ μικροτέρου. μιχθήσεται μὲν οὖν ἡ πρὸς ἀμφότερα θεραπεία κατὰ τόνδε τὸν τρόπον· οὐδὲν γὰρ χεῖρον ἐπὶ παραδειγμάτων ὀλίγον εἰπεῖν τι καὶ περὶ τοῦδε. τῷ διὰ τριῶν πεπέρεων ἁπλῷ φαρμάκῳ χρῆσθαι συνεβούλευον, ἐφ’ ὧν ὠμῶν χυμῶν πλῆθος ἐν ταῖς φλεψίν ἐστι, καὶ μάλιστα ταῖς πρώταις. εἰ τοίνυν μὴ μόνον ἐν αὐταῖς, ἀλλ’ ἐν πάσαις ταῖς φλεψὶν εἴη, καὶ ἤδη καὶ κατὰ τὰς σάρκας, ἐν ἀρχῇ μὲν τῆς ἐπιμελείας τῷ διὰ τριῶν πεπέρεων φαρμάκῳ χρηστέον, ἔχοντι καὶ πετροσελίνου τοσοῦτον, ὁπόσον ἂν ἔχῃ ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως· μετὰ δὲ τὴν πρώτην ἡμέραν, καὶ μᾶλλον ἔτι τὴν δευτέραν ἐπιμιγνύναι αὐτῷ τοῦ διὰ τῆς καλαμίνθης· εἶθ’ ἑξῆς ἴσα μικτέον· εἶτ’ ἐπὶ προήκοντι τῷ χρόνῳ πλέον τοῦ διὰ τῆς καλαμίνθης· εἶτ’ ἐπὶ τελευτῇ καὶ μόνον. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἄλλης ἁπάσης διαίτης, ὅταν ἰσοκρατεῖς αἱ διαθέσεις ὑπάρχωσι, μιγνύναι καὶ αὐτῶν τῆς ἐπανορθώσεως τοὺς σκοπούς. ἀλλ’ ἐν ἀρχῇ μὲν ἐπικρατείτω τὰ τῶν ἐν ταῖς πρώταις φλεψὶν ἰάματα· κατὰ δὲ τὴν τελευτὴν τὰ τῶν ἐν σαρκί· μεσοῦντος δὲ τοῦ χρόνου, μιγνύσθω κατ’ ἴσον ἀμφότερον. ταῦτά τε οὖν εἴρηταί μοι, καὶ ἤδη δῆλον, ὅπως ἐπανορθοῦσθαι χρὴ τὰ κατὰ τοὺς χυμοὺς ἁμαρτήματα, πρὶν νοσῆσαι τὸν ἄνθρωπον. ἐξ ὧν γὰρ ἐπὶ τῆς ἑλκώδους διαθέσεως εἴπομεν, ὅταν ἐπιμίγνυταί τινι κακοχυμίᾳ, πάρεστι συλλογίζεσθαι καὶ περὶ τῶν ἄλλων ἑκάστης, ἐπειδὰν μόνη ποτὲ συνίστηται.

Περὶ μὲν οὖν τοῦ τε πρώτου γένους τῶν κόπων, ἐφ’ ὧν νυγματώδης ἐστὶ κατὰ πάντα τοῦ ζώου αἴσθησις, ὅσαι τ’ ἄλλαι μοχθηρῶν χυμῶν ἐν τῷ σώματι γίγνονται πλεονεξίαι, καθ’ ἑαυτάς τε καὶ σὺν κόποις, σχεδὸν ἤδη λέλεκται πάντα· περὶ δὲ τοῦ τονώδους ὑφ’ ἡμῶν κληθέντος θέντος κόπου λέγω ἐφεξῆς. ὅτι μὲν οὖν ὁ τοιοῦτος κόπος, ὅταν ἄνευ γυμνασίων συνίστηται, πλῆθος ἐνδείκνυται διατεῖνον τὰ στερεὰ μόρια τοῦ ζώου, καὶ ἄλλοις μέν τισι τῶν εὐδοκίμων ἰατρῶν ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τοῖς περὶ τὸν Ἐρασίστρατον. ὅτι δ’, ὅταν αἵματος ᾖ πλῆθος, ἄριστον ἤτοι φλέβα τέμνειν, ἢ ἀποσχάζειν τὰ σφυρὰ, λέλεκται μέν που καὶ πρόσθεν, ἀναληπτέον δ’ ἔτι καὶ νῦν τὸν λόγον Ἐρασιστράτου χάριν, ὃς οὔτ’ ἐπ’ ἄλλης ὅλως οὐδεμιᾶς, οὐδὲ ἐπὶ τῆσδε τῆς διαθέσεως ἐχρήσατο φλεβοτομίᾳ. ὅτι μὲν οὖν ἐπὶ τῆς ὑγιεινοτάτης φύσεως, ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκεν, ἐγχωρεῖ καὶ κατ’ ἄλλον τρόπον ἐκκενοῦν τὸ τοιοῦτον πλῆθος, ἔμπροσθεν εἴρηται. κατὰ μὲν γὰρ τὰς μοχθηρὰς, ἐφ’ ὧν τὸ περιττὸν κατὰ τὸν ἐγκέφαλον ἢ τὰ τῆς ἀναπνοῆς ὄργανα φέρεται, πηλίκον ἐστὶ κακὸν ἑτέρῳ τρόπῳ κενώσεως χρῆσθαι, παραλείποντας φλεβοτομίαν, εἰρήσεται μέν που καὶ διὰ τῶν ἑξῆς ὑπομνημάτων, ὅταν ὑπὲρ τῶν μοχθηρῶν κατασκευῶν λόγος περαίνηται, λέλεκται δ’ ἤδη κᾀν τῷ περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον. ὅθεν οὐδὲ ἔστι μηκύνειν ἐν τῷδε περὶ αὐτῶν, ἀλλ’ ἐπὶ τὸν λοιπὸν καὶ τρίτον τῶν κόπων, ὅταν αὐτομάτως συνίστηται, τὸν λόγον ἄγειν, ὃν ἐν τῷ πρόσθεν ἐκαλέσαμεν φλεγμονώδη διά τε τὸ τῆς ὀδύνης μέγεθος, καὶ ὅτι μετὰ θερμότητος ἐπιφανοῦς συνίσταται, συνεξαίρων εἰς ὄγκον τοὺς μῦς. οὗτος ὁ κόπος οὐδ’ ὡρῶν ὀλίγων, μή τοί γε δυοῖν ἢ τριῶν ἔχεται ἡμερῶν ἴσον ὄγκον τῆς Ἐρασιστράτου βραδύτητος, ἀλλ’ αὐτίκα πυρετὸν ἐπιφέρει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ θερμότατόν ἐστι τὸ τῶν τοιούτων κόπων αἷμα, καὶ πλείστης αὐτοῦ δέονται τῆς κενώσεως ἅπαντες σχεδὸν οἱ καταληφθέντες τῷ κόπῳ. καὶ οἱ πολλοὶ δ’ αὐτῶν πυρέττουσι, κᾂν ἀποχέῃς τοῦ αἵματος. ὅθεν οὔτε βλακεύειν, οὔτε ὀλίγον ἀφελεῖν προσήκει, ἀλλὰ διὰ ταχέων ἐκκενοῦν, καὶ μέχρι λειποθυμίας ἄγειν, εἰ μηδὲν ἕτερον κωλύοι. κάλλιον δὲ, εἰ ἐγχωρεῖ, δὶς ἀφελεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν οὖν πρότερον οὕτω κενοῦντας, ὡς μὴ λειποθυμῆσαι τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποψυχίαν φοβεῖσθαι προσήκει. τῇ μὲν γὰρ προτέρᾳ κενώσει καταλυθεὶς, οὐκ ἂν ὑπομείναι τὴν δευτέραν· ἐν ταύτῃ δ’ εἴτι πάθοι τοιοῦτον, εὐανακόμιστος γίνεται. μὴ φλεβοτομηθέντες δὲ οἱ οὕτως διακείμενοι τύχης ἀγαθῆς εἰς τὸ σωθῆναι δέονται, καὶ οὐδὲ σώζονται, εἰ μὴ καθ’ ἕτερόν τινα τρόπον, ἢ αἱμοῤῥαγήσαντες ἐκ ῥινῶν, ἢ λάβρων ἱδρώτων αὐτοῖς ἐκχυθέντων. ἐπισκοπεῖσθαι δὲ χρὴ μάλιστα μέλλοντας τέμνειν φλέβα, πότερον κατὰ θώρακα, καὶ νῶτα, καὶ ὀσφῦν ἐρείδουσιν αἱ τάσεις τε καὶ αἱ νυγματώδεις ὀδύναι, ἢ κατὰ κεφαλὴν καὶ τράχηλον μᾶλλον. οὕτως μὲν γὰρ τὴν ὠμιαίαν διαιρήσεις, καὶ μᾶλλον εἰ πλήρους αἰσθάνοιντο καὶ θερμῆς τῆς κεφαλῆς, ἐκείνοις δὲ τὴν ἔνδον· εἰ δ’ ὅλως ὁμαλῶς ὑπὸ τοῦ κόπου τὸ σῶμα κατέχοιτο, τὴν μέσην ἀμφοῖν. εἰ μὲν οὖν ἐπὶ τῇ φλεβοτομίᾳ πυρέσσειν ἄρξαιντο, τῆς θεραπευτικῆς ἔργον ἤδη μεθόδου προνοήσασθαι τούτων· εἰ δ’ ἀπύρετοι διαμένοιεν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἐπὶ τῇ φλεβοτομίᾳ πτισάνης χυλὸν ἢ ἐκ χόνδρου ῥοφήματα διδόναι μόνον, ἐν δὲ τῇ δευτέρᾳ καὶ λούειν ἂν ἤδη δύναιο σὺν ἐλαίῳ δαψιλεῖ, διαιτᾷν δὲ, κᾂν λούσῃς, μετριώτατα θριδακίνης, εἰ βούλοιτο, διδόναι τι, εἴτε κολοκύνθης, εἰ παρείη, καὶ πτισάνης. ἀγαθὸς δὲ καὶ ὁ χόνδρος, εἴθ’ ὡς πτισάνην τις αὐτὸν ἡδύνας ὄξει σκευάζοι, εἴτε χωρὶς ὄξους. εἰ δὲ μὴ παρείη κολοκύνθη, μαλάχῃ καὶ τεύτλῳ καὶ λαπάθῳ καὶ ἀνδραφάξυϊ χρῆσθαι. εἰ δὲ σαρκὸς βούλοιτο γεύσασθαι, τὴν τῶν πετραίων ἰχθύων ἢ ὀνίσκων ἐν λευκῷ ζωμῷ καλῶς ἑψήσαντα διδόναι. προσαγορεύω δὲ λευκὸν ζωμὸν, ὅταν ἄνευ γάρου τε καὶ πολὺ δὴ μᾶλλον τῆς ἄλλης καρυκείας σκευασθῇ, ἀνήθου τε καὶ ἁλῶν ἐμβληθέντων εἰς ὕδωρ σὺν ἐλαίῳ καὶ πράσῳ βραχεῖ. κάλλιον δὲ, εἰ καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν οἴνου φείσαιτο. τῇ τρίτῃ δὲ, εἰ μὲν εὐπέπτως φέροι τὴν ὑδροποσίαν, εἴργειν οἴνου καὶ τότε· μὴ φέροντος δὲ, μάλιστα μὲν ἀπόμελι διδόναι, καὶ γὰρ ἐμψύχει γέ πως ἠρέμα τοῦτο τὸ ποτὸν, οὗ καὶ αὐτοῦ χρῄζουσιν οἱ φλεγμονώδεις κόποι· μὴ παρόντος δὲ τούτου, λεπτὸν καὶ λευκὸν οἶνον διδόναι, καὶ τἄλλα κατὰ  λόγον ἀνακομίζειν, εὐχύμῳ τε καὶ μηδαμῶς θερμαινούσῃ διαίτῃ χρώμενον. εὐλαβεῖσθαι δὲ μάλιστα πάντων ἀθρόως ἀνατρέφειν. ὅσοι γὰρ ἐπὶ τοιαύταις κενώσεσιν εἰς τὴν ἐξ ἀρχῆς δίαιταν εὐθέως ἐπανῆλθον, ἐμπίπλαται τούτοις ἡ ἕξις ἀπέπτων χυμῶν, οὓς ἀναρπάζει, πρὶν πεφθῆναι καλῶς ἔν τε γαστρὶ καὶ κατὰ τὰς φλέβας, ὁ τοῦ σώματος ὄγκος. αὕτη μὲν ἡ ἀρίστη πρόνοια τοῦ φλεγμονώδους κόπου. διὰ τί δὲ ἐπαφαιρεῖν τε κελεύομεν αἵματος ἐπ’ αὐτῶν καὶ μή πληροῦν ἀθρόως, ἀρκεῖ μὲν δήπου καὶ τὴν ἐμπειρικὴν αἰτίαν εἰπεῖν, ὅτι καὶ μᾶλλον ὀνίνανται κενωθέντες οὕτω, καὶ ὑγιαίνουσιν εἰς μακρὸν, ὡς εἴρηται, διαγόμενοι· προσθεῖναι δ’ οὐκ ἂν χεῖρον εἴη καὶ τὴν ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ἔνδειξιν. ἐπεὶ τοίνυν ἐν τῷ φλεγμονώδει κόπῳ πλῆθος αἵματος ἠθροισμένον θερμοῦ κατὰ τὸν ὄγκον ἐστὶν, ἡ φλεβοτομία δὲ τοὺς ἐν τοῖς ἀγγείοις ἐκκενοῖ χυμοὺς, ἄμεινον ἐπὶ τῇ προτέρᾳ κενώσει τοσοῦτον χρόνον διαλιπεῖν, ὡς μεταληφθῆναί τι καὶ εἰς τὰς φλέβας ἐκ τῶν κατὰ τὸ σῶμα. τοῦτο δ’ οὐκ ἐπιτρεπτέον ἐν αὐταῖς ἀπομένειν, ἡμιμόχθηρον ὑπάρχον, ἀλλ’ ἐκκενωτέον αὐτοῦ τὸ πλεῖστον. ταῦτά τοι καὶ κατὰ τὴν δευτέραν ἡμέραν ἐπαφαιροῦμεν αἵματος, ἐνίοτε δὲ καὶ κατὰ τὴν τρίτην, ἐπειδὰν ἀντισπᾷν τε καὶ μετάγειν ἐξ ἑτέρων εἰς ἕτερα συμφέρειν δόξῃ. λέγεται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων διορισμῶν ἀκριβέστερον ἐν τοῖς περὶ φλεβοτομίας, ὧν οὐκ ἐγχωρεῖ μεμνῆσθαι τανῦν διὰ τὸ τῆς θεραπευτικῆς πραγματείας ἰδιωτέρους ὑπάρχειν αὐτοὺς, καὶ μέλλειν που καὶ αὖθις ἴσως ἡμᾶς ἐν τῇδε τῇ πραγματείᾳ περὶ φλεβοτομίας ἐντελέστερον διέρχεσθαι.

Λοιπὸν οὖν, ὅτι ταχέως οὐ χρὴ πληροῦν ἐπὶ φλεβοτομίαις, εἰπόντες ἐνταῦθα καταπαύσομεν τὸν λόγον. ἕξει δὲ καὶ οὗτος εἰς πίστιν ὑπόθεσίν τινα τῶν ἤδη προαποδεδειγμένων ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ. δέδεικται γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ πᾶσι τοῖς ὑπὸ φύσεως διοικουμένοις ὑπάρχουσα δύναμις ἔμφυτος ἡ ἑλκτικὴ τῶν ὁμοίων χυμῶν, ὑφ’ ὧν τρέφεσθαι μέλλει. δέδεικται δὲ καὶ ὡς, ἐπειδὰν ἀπορῇ μὲν οἰκείας τε ἅμα καὶ χρηστῆς τροφῆς, ἐπείγεται καὶ τῶν οὐ χρηστῶν τι συναρπάσαι. τοιοῦτον δ’ ἐστί που τὸ μήπω πεφθὲν ἐν κοιλίᾳ τε καὶ φλεψίν. ἀναγκαῖον οὖν, ἐπειδὰν πλείω λαμβάνῃ τὰ σιτία κατὰ τὸν καιρὸν τοῦτον ὁ ἄνθρωπος, ἀναρπάζεσθαι πλεῖστον ὠμὸν χυμὸν εἰς τὸν ὄγκον τοῦ ζώου διὰ πολλὰς αἰτίας· ὅτι τε φαυλότερον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ πέττεται τὸ πλέον, ὅτι τε πλέον εἰς τὸν ὄγκον ἀνέρχεται διὰ τὸ πλέον ὑπάρχειν, ὅτι τε πρωϊαίτερον, ἢ χρὴ, διὰ τὸ συγχωρεῖν μὲν τὴν γαστέρα ταῖς φλεψὶ, τὰς φλέβας δὲ ἅπασι τοῖς ἄλλοις τοῦ ζώου μορίοις ἐπισπᾶσθαι τὸ μήπω κατειργασμένον, ὅπερ οὐκ ἂν συνεχώρησαν ὁμοίως, εἴπερ ὀλίγον ἦν. ἐπιδέδεικται γὰρ, ὡς αὐτὰ πρότερον ἀπολαύει τὰ μόρια τῆς οἰκείας τροφῆς, εἶθ’ οὕτως ἑτέροις ἐπιπέμπει. τὸ δὲ δὴ τελευταῖον καὶ μέγιστον αἴτιον τῆς βλάβης τοῖς οὕτω διακειμένοις ἐστὶ τὸ πολλὴν τὴν ἡμίπεπτον ἐπισπασάμενα τροφὴν τὰ καθ’ ὅλον τὸν ὄγκον τοῦ ζώου μόρια πλῆθος οὐκ ὀλίγον ἐξ αὐτῆς ἀπογεννᾷν περιττωμάτων. οὐδὲ γὰρ πέττειν αὐτὴν ἅπασαν ὁμοίως τῇ χρηστῇ δυνατὸν αὐτοῖς, οὔτε προσφύειν, οὔθ’ ὁμοιοῦν, ἀλλ’ ἀτυχεῖν ἐν ἑκάστῳ τῶν οἰκείων ἔργων ἐπὶ τῇ μοχθηρᾷ τε ἅμα καὶ πολλῇ τροφῇ. ὅμοιον γάρ τι συμβαίνειν αὐτοῖς ἀναγκαῖον, οἷόν τι καὶ αὐτῇ τῇ γαστρὶ προσενεγκαμένῃ σιτία πολλὰ κακῶς παρεσκευασμένα. λέγω δὲ παρεσκευάσθαι κακῶς, ὅσα δεόμενά τινος ἑψήσεως ἢ ὀπτήσεως οὐκ ἀπέλαυσε τελέως αὐτῆς. ἄρτον οὖν ἐλλιπῶς ὠπτημένον ἢ κρέας ἢ ὄσπριον ἀτελῶς ἑψημένον ἀδύνατόν ἐστι πεφθῆναι χρηστῶς ἐν γαστρί. τὸν αὐτὸν δὲ λόγον ἔχει τὰ κατὰ τὴν γαστέρα μοχθηρῶς κατεργασθέντα πρὸς τὴν δευτέραν τὴν ἐν φλεψὶ πέψιν, ὃν τὰ φαῦλα παρασκευασθέντα σιτία πρὸς τὴν ἐν τῇ γαστρί. καὶ μέντοι τὰ κατὰ τὰς φλέβας οὐκ ὀρθῶς πεφθέντα τὸν αὐτὸν ἔχει λόγον ὡς πρὸς τὴν ἐν σαρκὶ πέψιν, ὃν εἶχεν τὰ μὲν σιτία πρὸς τὴν ἐν τῇ γαστρὶ, τὰ δ’ ἐκ ταύτης ἀναδιδόμενα πρὸς τὴν ἐν ταῖς φλεψίν. οὔτ’ οὖν ἡ γαστὴρ ἀκριβῶς πέττει τὰ ἔξωθεν, οὔθ’ αἱ φλέβες τὰ ἐκ τῆς γαστρὸς, οὔθ’ αἱ σάρκες τὰ ἐκ τῶν φλεβῶν, ὅταν μὴ καλῶς ᾖ προκατειργασμένα· κᾀν τούτῳ πλῆθος ἀναγκαῖόν ἐστιν ἐν σώματι γεννᾶσθαι περιττωμάτων. ἐμοὶ μὲν οὖν εἴρηται τὸ σύμπαν, ὡς ἐν βραχυτάτῳ διελθεῖν· εἰ δέ τις ἑκάστου τῶν εἰρημένων εἰς τὴν ἀπόδειξιν ἐπιστήμην ἀκριβῆ λαβεῖν βούλεται, τούτῳ τὰ περὶ τῶν φυσικῶν δυνάμεων ἀναγνωστέον ἐστὶν, ἐν οἷς ἀποδέδεικται, πρῶτον μὲν, ὡς ἡ γαστὴρ ἑαυτῆς ἕνεκα λαμβάνει τὴν τροφὴν, ἴνα ἀπολαύσῃ τε καὶ ἀναπληρώσῃ τὸ ἐλλεῖπον ἑαυτῇ, καὶ διὰ τοῦτο περιπτύσσεται πανταχόθεν αὐτῇ, καὶ κατέχει σύμπασαν, ἄχρε περ ἂν ἱκανῶς κορεσθῇ· δεύτερον καὶ ὡς, ἐπειδὰν μηκέτι δέηται τοῦ τρέφεσθαι, τότ’ ἀνοίγνυσι μὲν τὸν πυλωρὸν, ἐκθλίβει δὲ καὶ ὠθεῖ κάτω τὰ περιττὰ τῶν σιτίων, οἷον ἄχθος ἀλλότριον· εἶθ’ ὡς ἐν τῇ διὰ τῶν ἐντέρων ὁδῷ, καὶ μάλιστα τῶν λεπτῶν, ἀναρπάζουσιν αἱ καθήκουσαι φλέβες τὴν τροφὴν, ἐκ τῆς πρὸς τὴν κοιλίαν ὁμιλίας ἠλλοιωμένην τε καὶ ἐπιτηδειοτέραν τῷ ζώῳ γεγενημένην· εἶτα καὶ κατὰ τὰς φλέβας ἐξ ἄλλης εἰς ἄλλην διαδίδοται τὸν ὅμοιον τρόπον, ὃν ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας· ἐντεῦθεν δ’ ἤδη κατειργασμένη τέλεον εἰς ἕκαστον ἕλκεται τῶν τοῦ ζώου μορίων, ἵνα πέττεται τὴν τρίτην πέψιν ὁμοιοῦταί τε τῷ τρεφομένῳ. ταῦτ’ οὖν ὅστις ἐξ ἐκείνων ἀναλέξεται τῶν γραμμάτων, οὐκέτ’ ἀπορήσει τὴν αἰτίαν, δι’ ἣν πολλοὶ κενωθέντες τὴν ἕξιν, εἰ μὴ μετρίως ἀνατρέφοιντο αὖ, πολλὰ περιττώματα καθ’ ὅλην αὐτὴν ἀθροίζουσι, καὶ νοσοῦσιν ἐξ αὐτῶν οὐκ εἰς μακρόν.

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Ε.

Πέμπτον ἐνιστάμενος λόγον ὑπὲρ τῆς ὑγιεινῆς πραγματείας, παραμυθήσασθαι βούλομαι πρότερον, εἴ τινες ἄρα δυσχεραίνουσι τῷ μήκει τῆς διδασκαλίας. οὐ γὰρ ἡμέτερον ἔγκλημα τοῦτό ἐστιν, ἀλλὰ τῆς φύσεως αὐτοῦ τοῦ προκειμένου πράγματος ἴδιον. εἰ μὲν γὰρ οἷόν τ’ ἐστὶν, μακρὰν θεωρίαν ἐν βραχέσι διελθόντα μηδὲν τῶν χρησίμων παραλιπεῖν, ἡμεῖς ἁμαρτάνομεν, σὐκ ἀνάγκῃ μηκύνοντες· εἰ δ’ οὐκ ἐγχωρεῖ σαφέστερόν τε ἁμὰ καὶ θᾶττον. ὑπὲρ τῶν αὐτῶν εἰπεῖν, οὐχ ἡμῖν μέμφεσθαι προσῆκεν, ἀλλὰ τοῖς παραλιποῦσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων. ἔστι δ’ ἐν τοῖς ἀναγκαιοτάτοις τε ἅμα καὶ οἷον στοιχεῖον ἁπάσης τῆς ὑγιεινῆς πραγματείας, ὡς πάμπολλαι φύσεις τῶν ἀνθρώπων εἰσὶν, ὥσπερ ὡμολόγηται μὲν ἅπασιν ἰατροῖς τε καὶ γυμνασταῖς. οὕτω δὲ γράφουσιν οἱ πλείους αὐτῶν ὑπὲρ τῆς ὑγιεινῆς ἀγωγῆς, ὡς ὑπὲρ ἑνὸς ἀνθρώπου διαλεγόμενοι, καὶ ταῦτα μηδὲν ἐπιδειξάμενοι κᾂν ἕνα τινὰ πρὸς αὐτῶν ὠφεληθέντα, καίτοι γ’ οὐδ’ ἕνα δίκαιον ἦν, ἀλλὰ παμπόλλους ἐπιδείξαντας, ἔμπροσθεν μὲν νοσοῦντας συνεχῶς, ὕστερον δ’ ἀνόσους ἔτεσι παμπόλλοις ὑφ’ ἑαυτῶν διαφυλαχθέντας, οὕτως ἐπιχειρεῖν γράφειν. ἀλλ’ ἡμεῖς γε τοῖς ἔργοις αὐτοῖς ἐπεδείξαμεν τοῦτο, καὶ τοὺς ἔμπροσθεν συνεχῶς νοσοῦντας ἀνόσους φυλάξαντες ἐκ τοῦ πεισθῆναι τοῖς ὑγιεινοῖς παραγγέλμασιν, οὕτως ἐπεχειρήσαμεν ὑπὲρ αὐτῶν γράφειν. ἐνίους μὲν γὰρ ὅλως ἐκωλύσαμεν γυμνάζεσθαι, ταῦτα δὴ τἀκ τῶν ἐπιτηδευμάτων γυμνάσια, μόναις ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἀρκεῖσθαι βουλεύσαντες· ἐνίους δὲ τοῦ πλήθους ἀφελεῖν τῶν γυμνασίων ἐκελεύσαμεν, ὡς εἰς ἐλάχιστον συστεῖλαι τὸ πᾶν· ἐνίους δὲ τὰς ποιότητας ὑπαλλάξαι μόνας, ἢ τὴν τάξιν, ἢ τὸν καιρόν· ἐνίους δὲ τὴν σύμπασαν αὐτῶν ἰδέαν μεταβαλεῖν. ὡσαύτως δὲ καὶ περὶ λουτρῶν ὑποθήκας δόντες, ὡς ἤτοι μὴ λούεσθαι παντάπασιν, ἢ πλείω τῶν ἔμπροσθεν, ἢ ἐλάττω, καὶ πρὸ τροφῆς μόνον, ἢ καὶ μετὰ τροφὴν, ἢ θερμοτέροις τῶν πρόσθεν, ἢ χλιαρωτέροις ὕδασιν, ἢ ψυχροτέροις, παντάπασιν ἀνόσους ἐφυλάξαμεν ἔτεσι παμπόλλοις. ἀλλ’ οὐκ ἂν τούτων οὐδὲν ἐποιήσαμεν, εἰ μήτε δὴ τὰς φυσικὰς τῶν σωμάτων διαφορὰς ἠπιστάμεθα, μήτε τὴν ἑκάστῳ προσήκουσαν ὑγιεινὴν δίαιταν. ἔνιοι δὲ τῶν ὑγιεινὰ συγγράμματα γραφόντων ἢ καὶ χωρὶς γραμμάτων ὑποθήκας διδόντων οὐδὲ σφᾶς αὐτοὺς ἀνόσους ἠδυνήθησαν φυλάξαι, κᾄπειθ’, ὅταν ἐπισκώπτωνται πρός τινων, ἄλλα τέ τινα λεγόντων πρὸς αὐτοὺς, καὶ προσφερομένων ἐκεῖνο τὸ ἔπος,

Ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων,

οἱ μὲν εἰς ἀσχολίας δή τινας ἀναφέρουσι τὴν αἰτίαν, οἱ δὲ καὶ δι’ ἀκολασίαν ὁμολογοῦσι νοσεῖν. ἀλλὰ τούτοις μὲν ἡ ἀπολογία πολὺ χείρων ἐστὶ τῆς κατηγορίας, ἐμοὶ γοῦν κριτῇ. τοῖς δ’ εἰς τὰ κατὰ τὸν βίον αὐτοῖς συμπίπτοντα τὴν αἰτίαν ἀναφέρουσιν, εἰ μὲν ἐφήμερόν τινα πυρετὸν πυρέξειαν ἐπ’ ἐγκαύσει, καὶ ψύξει, καὶ κόπῳ, καί τισιν ἑτέροις τοιούτοις αἰτίοις, ἀφίστασθαι χρὴ τῶν ἐγκλημάτων, εἰ δέ τινα τῶν ἄλλων, οὐκ ἀφίστασθαι. οὐδὲ γὰρ ἡμεῖς τὸ πάμπαν ἀπύρετοι διεμείναμεν, ἀλλὰ διὰ κόπους δή τινας ἐπυρέξαμεν, ἁπάντων τῶν ἄλλων νοσημάτων ἀπαθεῖς διατελοῦντες ἐτῶν ἤδη παμπόλλων, καὶ μέντοι καὶ πληγέντες τινὰ μέρη τοῦ σώματος, ἐφ’ οἷς ἕτεροι φλεγμοναῖς τε ἅμα καὶ βουβῶσιν ἁλόντες ἐπύρεξαν, οὔτε βουβῶνα ἔσχομεν, οὔτε ἐπυρέξαμεν, οὐκ ἄλλοθέν ποθεν, ἢ ἐκ τῆς ὑγιεινῆς θεωρίας, τῶν τηλικούτων ἐπιτυχόντες, καὶ ταῦτα μήτε κατασκευῆς σώματος ὑγιεινῆς εὐτυχήσαντες ἐξ ἀρχῆς, μήτε βίον ἀκριβῶς ἐλεύθερον ἔχοντες, ἀλλὰ καὶ ταῖς τῆς τέχνης ὑπηρεσίαις δουλεύοντες, καὶ φίλοις, καὶ συγγενέσι, καὶ πολίταις ὑπουργοῦντες εἰς πολλὰ, καὶ τῶν νυκτῶν τὸ πλεῖστον ἀγρυπνοῦντες; ἐνίοτε μὲν ἀῤῥώστων ἕνεκα, διαπαντὸς δὲ τῶν ἐν παιδείᾳ καλῶν. ἀλλ’ ὅμως οὐκ ἐνοσήσαμεν οὐδὲν νόσημα τῶν ἐκ τοῦ σώματος ὁρμωμένων ἐτῶν ἤδη παμπόλλων, ὅτι μὴ, καθάπερ ἔφην, ἐφήμερόν ποτε πυρετὸν ἐν τῷ σπανιωτάτῳ διὰ κόπον γενόμενον. καίτοι κατά γε τὴν τῶν παίδων ἡλικίαν καὶ προσέτι τῶν ἐφήβων τε καὶ μειρακίων οὐκ ὀλίγαις οὐδὲ μικραῖς ἑάλωμεν νόσοις. ἀλλὰ μετά γε τὸ εἰκοστὸν ὄγδοον ἔτος ἀπὸ γενετῆς, ἐμαυτὸν πείσας, ὡς ἔστι τις ὑγιεινὴ τέχνη, τοῖς προστάγμασιν αὐτῆς ἠκολούθησα παρ’ ὅλον τὸν ἑξῆς βίον, ὡς μηκέτι νοσῆσαι νόσημα μηδὲν, ὅτι μὴ σπάνιόν που πυρετὸν ἐφήμερον. ἔστι δὲ δήπου καὶ τοῦτον αὐτὸν φυλάξασθαι τελέως, ἐλεύθερον βίον ἑλόμενον, ὡς ἔν τε τοῖς ἔμπροσθεν ἤδη γέγονε δῆλον, ἔτι τε μᾶλλον ἔσται σαφὲς ἐν τοῖς ἐφεξῆς εἰρησομένοις, εἰ θέλει τις προσέχειν τὸν νοῦν. ἐγὼ γάρ φημι, μηδὲ βουβῶνα δύνασθαι γενέσθαι τοῖς ἀκριβῶς παρεσκευασμένοις εἰς ὑγίειαν, εἴγ’ ἀπέριττον αὐτοῖς ἐστι τὸ σῶμα τοῦ γένους τῶν περιττωμάτων ἑκατέρου, τοῦ τε κατὰ τὸ ποσὸν καὶ τοῦ κατὰ τὸ ποιόν. πρὸς μὲν δὴ τοὺς νῦν ἐπαγγελλομένους ἢ λέγειν ἢ γράφειν ὑγιεινὰ παραγγέλματα καὶ ταῦθ’ ἱκανά· πρὸς δὲ τοὺς ἔμπροσθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆς τῶν ἄλλων ἱστορίας ἠκούσαμεν, ὡς ἤτοι σφᾶς αὐτοὺς ἀνόσους διεφύλαξαν, ἢ τοὺς πεισθησομένους αὐτοῖς, οὔτ’ ἐτόλμησαν ἐν τοῖς συγγράμμασιν ἀλαζονεύεσθαί τι τοιοῦτον, οὐδ’ ἀντιλέγειν ἀνάγκη, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινες αὐτῶν ἑνὶ βιβλίῳ τὴν ὑγιεινὴν ἅπασαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ μὰ Δί’ οὕτω γράφοντες ὑπὲρ αὐτῆς, ὡς Ἱπποκράτης, ἐν τοῖς πρώτοις τε καὶ γενικωτάτοις κεφαλαίοις ἐνδεικνύμενος τὴν μέθοδον, ἀλλ’ ἐξεργαζόμενοι πᾶν ἀκριβῶς, ὥσπερ ἡμεῖς. ἡ μὲν δὴ τοῦ μήκους τῶν λόγων αἰτία καὶ δὴ λέλεκται. χρὴ δ’, ὅστις ἐστὶ φιλόκαλός τε ἅμα καὶ φιλόπονος ἐπὶ τοῖς ἀρίστοις, οὐ πρὸς τὸ μῆκος ἀπαγορεύειν τῆς ὑγιεινῆς τέχνης, ἀλλὰ τοῦ μεγέθους ἄγασθαι τῶν ἐπαγγελμάτων αὐτῆς. πῶς γὰρ οὐ μεγάλα καὶ θαυμαστὰ τῆς τέχνης ταῦτ’ ἔστιν ἔργα, γηράσαντα μέχρι πλείστου, ταῖς αἰσθήσεσιν ἀπαθῶς ὑγιαίνοντα διὰ πάντων φυλάξαι ἄνοσον, ἀνώδυνον, ὁλόκληρον, εἴ γε μὴ παντάπασιν ἐξ ἀρχῆς νοσώδης εἴη τετυχηκὼς, σῶμα; ἀλλ’ ἐγὼ καὶ πάνυ μοι δοκῶ τινας ὑγιεινοὺς φύσει τεθεᾶσθαι παμπόλλαις νόσοις ἁλισκομένους, καὶ τελευτῶντας δὲ κατά γε τὸ γῆρας ἀνιάτοις περιπεσεῖν πάθεσιν, οὓς ἐνῆν, ὅσον ἐπὶ τῇ φυσικῇ τοῦ σώματος ἕξει, ταῖς τ’ αἰσθήσεσιν ἁπάσαις ἀπηρώτους διατελέσαι μέχρι γήρως ἐσχάτου καὶ τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ σώματος ὑγιαίνοντας. πῶς οὖν οὐκ αἰσχρόν ἐστιν, ἀρίστης φύσεως τυχόντα βαστάζεσθαι μὲν ὑπ’ ἄλλων διὰ ποδάγραν, κατατήκεσθαι δὲ ταῖς ὀδύναις λιθιῶντα, καὶ τὸ κῶλον ἀλγοῦντα, καὶ κατὰ κύστιν ἕλκος ἐκ κακοχυμίας ἔχοντα; πῶς δ’ οὐκ αἰσχρόν ἐστι, διὰ τὴν θαυμαστὴν ἀρθρῖτιν ἀδυνατοῦντα χρῆσθαι ταῖς ἑαυτοῦ χερσὶν, ἑτέρου δεῖσθαι τοῦ προσφέροντος τὴν τροφὴν τῷ στόματι, καὶ τοῦ τὴν ἕδραν ἀπονίζοντος ἐν τοῖς ἀποπάτοις; ἄμεινον γὰρ, ὅστις μὴ παντάπασιν εἴη μαλακὸς, ἑλέσθαι μυριάκις τεθνάναι, πρὶν τοιοῦτον ὑπομεῖναι βίον. εἰ δὲ δὴ καὶ τοῦ κατ’ αὐτὸν αἴσχους τις ὑπερορᾷ δι’ ἀναισχυντίαν τε καὶ μαλακίαν, ἀλλὰ τῶν γε πόνων οὐκ ἐχρῆν ὑπερορᾷν, οὓς νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἔχουσιν, ὥσπερ ὑπὸ δημίων στρεβλούμενοι τῶν παθῶν. καίτοι τούτων ἁπάντων ἢ ἀκολασίαν, ἢ ἄγνοιαν, ἢ ἀμφοτέρας ἀναγκαῖον αἰτιᾶσθαι. ἀλλὰ τὴν μὲν ἀκολασίαν οὐκ ἦν καιρὸς ἐπανορθοῦσθαι· τὴν δ’ ἄγνοιαν ὧν χρὴ ποεῖσθαι ἐλπίζω διὰ τῆσδε τῆς πραγματείας ἰάσασθαι, καθ’ ἑκάστην φύσιν σώματος ἰδίαν ὑγιεινὴν ἀγωγὴν θέμενος.

Ἄρξασθαι δέ μοί που δίκαιον ἂν ἦν ἀπὸ τῆς ἀρίστης, ἧς ὁ σκοπός ἐστιν οὐκ ἐπανόρθωσις, ἀλλὰ φυλακὴ τῶν ὑπαρχόντων, ὅπερ ἡμεῖς ἐποιήσαμεν, εἰπόντες ὑπὲρ αὐτῆς ἄχρι δεῦρο, καθ’ ἑκάστην τῶν ἡλικιῶν, πλὴν τῆς παρακμαστικῆς καλουμένης, ἧς τὸ τελευταῖον μέρος ἰδίως ὀνομάζεται γῆρας, ἔχοντός τινα καὶ τούτου τομὴν ἰδίαν, ὡς ὕστερον εἰρήσεται κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα τὸ καλούμενον τῆς τέχνης γηροκομικὸν μέρος εἰς διδασκαλίαν ἄξομεν. ἀλλὰ νῦν γε τὰ κυριώτατα τῶν εἰρημένων ἀναλαβόντες ἐπὶ τὰς μοχθηρὰς φύσεις τῶν σωμάτων μεταβήσομεν, δεικνύντες, ὅπως ἑκάστην αὐτῶν ἐν ὑγείᾳ μάλιστα φυλακτέον ἐστίν. τὸ τοίνυν ἄριστον σῶμα σκοποὺς ἔχει κατὰ μὲν τὰς ποσότητάς τε καὶ ποιότητας καὶ δυνάμεις, ἐν μὲν τοῖς γυμνασίοις τὰ μέτριά τε καὶ σύμμετρα προσαγορευόμενα, μετὰ τοῦ πᾶσιν ὁμοτίμως τοῖς μορίοις τοῦ σώματος προσάγεσθαι, φυλαττομένων ἡμῶν ἅπασαν ὑπερβολὴν, εἰ δέ ποθ’ ἁμαρτηθείη, καθ’ ὁτιοῦν τῶν εἰρημένων ἐπανορθούντων τὸ σφάλμα. κατὰ δὲ τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων φύσιν ἐν ποσότητι καὶ ποιότητι καὶ δυνάμει σκοπὸς πάλιν ἐστὶν κᾀνταῦθα τὸ σύμμετρον, ὡς μήτε πλείω, μήτ’ ἐλάττω λαμβάνειν, ἀλλ’ ἢ ὅσα πεφθέντα, καὶ ἀναδοθέντα, καὶ θρέψαντα τὸ σῶμα καλῶς, εἰ δέοι καὶ τοῖς ἔτι αὐξομένοις τι προστεθῆναι σύμμετρον, οὐδὲν ἐάσειν περιττὸν οὐδ’ ἐνδεές. οὕτω δὲ καὶ κατὰ τοὺς ὕπνους τε καὶ τὰς ἐγρηγόρσεις, καὶ τὰ λουτρὰ, καὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν συμμετρίαν δηλονότι προσήκει φυλάττειν, εἰ δέ ποθ’ ἁμάρτοι τις καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθοῦσθαι τὸ σφάλμα. κοινὸς δ’ ἔστω σοι σκοπὸς ἁπάσης ἐπανορθώσεως ἡ τῆς ἐναντίας ἀμετρίας χρῆσις, εἰ μὲν ἐπὶ πλέον ἐπόνησε τὸ σῶμα τῇ προτεραίᾳ, καθαιροῦντι τὸ πλῆθος τῶν γυμνασίων, εἰ δ’ ἐνδεέστερον, αὐξάνοντι, οὕτω δὲ εἰ καὶ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν, ἀνιέντι μετρίως, εἰ δ’ ἐκλελυμέναις, ἐπιτείνοντι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν τοῖς εὐτονωτέροις τὰ μαλακώτερα γυμνάσια παραλαμβάνων, ἐπὶ δὲ τοῖς ἀτονωτέροις ἰσχυρότερα, καὶ τὰ σφοδρὰ δὲ τοῖς ἀμυδροῖς ἀντεισάγων, καὶ τοῖς σφοδροῖς τἀναντία, καὶ συλλήβδην εἰπεῖν ἁπάσας ἀμετρίας ἐπανορθούμενος, διὰ τῆς ἐναντίας ἀμετρίας ὑγιαίνοντα διαφυλάξαι τὸν ἄνθρωπον. εἰς δὲ τὸ μηδὲν ταῖς ἐπανορθώσεσι σφάλλεσθαι πρῶτον μὲν χρὴ γινώσκειν ἀκριβῶς τὰς διαθέσεις τοῦ σώματος, εἶτα μεμνῆσθαι τῶν ἐν τῇ προτεραίᾳ προγεγενημένων ἁπάντων. αἱ μὲν γὰρ διαθέσεις ἐνδείξονται τὸ πλημμεληθὲν, ἡ μνήμη δὲ τῶν προγεγενημένων, εἰς ὅσον χρὴ μετακινῆσαί τι τῶν συνήθων, ὑπαγορεύσει. κατὰ μὲν δὴ τὰς διαθέσεις αἱ τοιαίδε εἰσὶν ἀμετρίαι, ὡς ἰσχνότερον, ἢ εὐογκότερον, ἢ σκληρότερον, ἢ μαλακώτερον, ἢ ξηρότερον, ἢ ὑγρότερον, ἢ ἀραιότερον, ἢ πυκνότερον ἑαυτοῦ φαίνεσθαι τὸ σῶμα, πρὸς τῷ μὴ κατὰ φύσιν ἀκριβῶς ἀποσώζειν εὔχροιαν. ἡ μνήμη δὲ τῶν προγεγονότων αὐτό τε τὸ ἁμαρτηθὲν ἐνδείξεταί σοι, καὶ διδάξει τὴν ἐπανόρθωσιν ἐκ τοῦ παραβάλλεσθαι τοῖς ἐνεστῶσιν. εἰ μὲν γὰρ ἰσχνότερον τὸ σῶμα φαίνοιτο, σκοπεῖσθαι χρὴ καὶ ἀναμιμνήσκεσθαι, πότερον πλείω τοῦ προσήκοντος ἐπόνησεν, ἢ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν, ἢ περὶ τὴν τρίψιν ἐπλεόνασεν, ἢ τὰ λουτρά· καὶ μετὰ ταῦθ’ ἑξῆς ἐπισκοπεῖσθαι, πότερον ἐφρόντισεν, ἢ ἠγρύπνησεν, ἢ ἐξέκρινε κατὰ γαστέρα πολὺ πλείω τοῦ προσήκοντος· ἐπισκοπεῖσθαι δὲ καὶ εἰ ὁ οἶκος θερμότερος, ἐν ᾧ διέτριψεν, ἢ ἔφαγεν ἔλαττον, ἢ ἔπιεν, ἢ ἀφροδισίοις ἐχρήσατο πλείοσιν. εἰ δ’ ἐν ὄγκῳ μείζονι τὸ σῶμα φαίνοιτο, μὴ τρίψις μαλακὴ, ἢ γυμνάσιον ἔλαττον ἢ βραδύτερον, ἢ πλείων ὕπνος, ἢ ἐποχὴ γαστρὸς, ἢ σιτίων πλῆθος ἀμέμπτως πεφθέντων. εἰ δὲ σκληρότερον ἑαυτοῦ φανείη τὸ σῶμα, τρίψεων ἀναμνησθῆναι χρὴ πρῶτον, εἶτα γυμνασίων εὐτόνων μετ’ ἀνταγωνιστοῦ σκληροῦ πιλοῦντος, καὶ πρὸς τούτοις εἰ ἐν κόνει, καὶ ταύτῃ σκληρᾷ καὶ ψυχρᾷ, καὶ εἰ χωρὶς τῆς καλουμένης ἀποθεραπείας· εἶθ’ ἑξῆς λουτρῶν, εἰ ψυχρᾲ παντάπασιν, ἢ λίαν θερμὰ, καὶ ὁ οἶκος, ἐν ᾧ διέτριψεν ἐγρηγορώς τε καὶ κοιμώμενος, ψυχρός· ἔτι δὲ σιτίων ξηρότητα καὶ πομάτων ἔνδειαν. εἰ δὲ μαλακώτερος ἑαυτοῦ γένοιτο κατὰ τὴν ὑστεραίαν τὸ σῶμα, πρῶτον μὲν ἀναμιμνήσκεσθαι χρὴ τῆς τρίψεως, εἰ μαλακή τε καὶ σὺν λίπει, καὶ λουτροῖς ἀτρέμα καὶ χλιαροῖς ἐγένετο· μετὰ δὲ τὴν τούτων ἐπίσκεψιν, εἰ τὰ γυμνάσια βραδέα καὶ ὀλίγα, καὶ μετὰ τοῦ συμπαλαίοντος ἀμετρώτερον ἁπαλοῦ, κᾄπειτα περὶ πόματος, εἰ πλέον, εἶθ’ ἑξῆς ἐδεσμάτων, ἢ πλειόνων, ἢ ὑγροτέρων τὴν φύσιν, εἶθ’ ὕπνων, εἰ πλείους. ἐγγὺς δὲ τῆς μαλακῆς τοῦ σώματός ἐστι διαθέσεως ἡ ὑγρὰ καλουμένη, πλὴν ὅσον ἡ μὲν μαλακὴ τῶν σωμάτων αὐτῶν ἐστιν οἰκεία ποιότης, ἡ δ’ ὑγρὰ τῶν ἐν αὐτοῖς ὑγρῶν. διακρίνεται δ’ ἁπτομένων, ἡ μὲν γὰρ ὑγρὰ σὺν ἰκμάσιν ἐστὶν, ἡ δὲ μαλακὴ χωρὶς τούτων, ὄντος δὲ δηλονότι καὶ τοῦ μαλακοῦ σώματος ὑγροῦ τοῖς οἰκείοις μορίοις, ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας μαλακὸν μὲν τοῦτο καλείσθω, τὸ δ’ ἕτερον ὑγρόν. ἡ μὲν οὖν ἀμέτρως ξηρὰ διάθεσις εὐθὺς σκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκης δὲ μετὰ μαλακότητός ἐστιν ἡ ὑγρά. δύναται μὲν γὰρ ἐσκληρύνθαι μὲν ἡ σὰρξ, ἀναφέρεσθαι δ’ ἐκ τοῦ σώματος ἰκμὰς ἢ ἱδρώς. ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γ’ ἀφροδισίων χρῆσιν ἄκαιρον, ἢ ἀπό τινος ἑτέρας αἰτίας ἀῤῥωστίαν τῆς δυνάμεως ὑποπτευτέον, ἢ ἀραιότητα τοῦ σώματος ἐπὶ μαλακαῖς ἀμέτρως τρίψεσιν, ἢ λουτροῖς πλέοσιν, ἢ ἀέρι τῷ κατὰ τὸν οἶκον, ἐν ᾧ διέτριψε, θερμοτέρῳ παρὰ τὸ δέον. ἐπισκεπτέον δὲ καὶ περὶ πομάτων, εἰ πλέον, ἢ ὕπνοι πολλῷ πλείους τῶν κατὰ φύσιν, ἢ εἰ τὸ περιέχον ἀθρόως μετέβαλεν εἰς ὑγρότητά τε καὶ θερμότητα, καὶ περὶ τροφῶν δ’ ὡσαύτως. ἐπὶ δὲ τῆς ἁπαλότητος ἢ μαλακότητος, (ἑκάτερον γὰρ ὀνομάζειν ἔθος ἐστὶν,) ὅταν ποτὲ χωρὶς ὑγρότητος ᾖ, πεπέφθαι μὲν τὴν τροφὴν ὀρθῶς, καὶ τεθράφθαι τὸ σῶμα, γεγυμνάσθαι δὲ ἐνδεέστερον. ἔμπαλιν δὲ ἐπὶ τῆς σκληρότητος, ἢ τετρίφθαι σκληρῶς, ἢ γεγυμνάσθαι πλείω μετὰ τοῦ σκληροῦ σώματος ἐν κόνει. ξηρότης δὲ τῆς ἕξεως ἔνδειαν πόματος ἢ τροφῆς, ἢ ἀγρυπνίαν, ἢ μέριμναν βιωτικὴν, ἢ πολλὴν τρίψιν, ἢ γυμνάσιον ἄμετρον ἐνδείκνυται. ταῦτά τε οὖν βίον σκεπτόμενος, ἐπανορθοῦσθαι ἂν δυνηθείης καθ’ ἑκάστην ἡμέραν τὸ σφάλμα, πρὶν αὐξηθὲν δυσίατον γενέσθαι. μέμνησο δ’ ἀεὶ τοῦ πᾶσαν ἀμετρίαν εἰς ἐπανόρθωσιν ἄγεσθαι διὰ τῆς ἐναντίας ἀμετρίας. ὁ γάρ τοι σκοπὸς οὗτος ἁπάντων ἐστὶ κοινὸς τῶν παρὰ φύσιν. ὥστε χρὴ προσθέντα σε τῷδε τήν τε τῶν σωμάτων αὐτῶν διάγνωσιν, ὧν προνοεῖσθαι μέλλεις, ἑκάστου τε τῶν βοηθημάτων τὴν δύναμιν, ἁπάσης ἐπιστήμονα τῆς περὶ τὸ σῶμα τέχνης γενέσθαι, καθ’ ἣν οὐ μόνον τοὺς ὑγιαίνοντας ἐν ὑγείᾳ διαφυλάξεις, ἀλλὰ καὶ τοῖς νοσοῦσιν ἀναλήψῃ τὴν ἀρχαίαν ἕξιν.

Ὁποῖον μὲν οὖν ἐστι τὸ ἄριστον σῶμα, πρότερον εἴρηται. τὸ δ’ ἀπολειπόμενον τοῦδε γινώσκειν μέν σε χρὴ διὰ τρεῖς αἰτίας ἀπολειπόμενον, ἢ ὅτι κακῶς ἐξ ἀρχῆς κατεσκευάσθη κυούμενον, ἢ ὅτι μετὰ ταῦτα πρός τινος αἰτίας εἰς τὴν παρὰ φύσιν ἤχθη διάθεσιν, ἢ τῷ τῆς ἡλικίας λόγῳ. πειρᾶσθαι δ’ ἐπανορθοῦσθαι πάντα διὰ τῆς ἀντικειμένης ἀμετρίας· οἷον αὐτίκα περὶ γήρως. τὸ γῆράς ἐστι μὲν ψυχρὸν καὶ ξηρὸν, ὡς ἐν τοῖς περὶ κράσεων ἐπιδέδεικται λόγοις. ἐπανόρθωσις δ’ αὐτοῦ διὰ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων γίνεται. τοιαῦτα δ’ ἐστὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων, καὶ οἴνου πόσις, ὅσαι τε τῶν τροφῶν ὑγραίνειν τε ἅμα καὶ θερμαίνειν πεφύκασι. περὶ δὲ γυμνασίων, ἢ τρίψεων, ἁπάσης τε κινήσεως, (ἀπὸ τούτων γὰρ ἄρξασθαι βέλτιον, ἐπειδὴ καλῶς εἴρηται, τοὺς πόνους τῶν σιτίων ἡγεῖσθαι,) τάδε χρὴ γινώσκειν, ὡς ἐκ μέρους μέν τινος ὀρθῶς εἶπεν ὁ ποιητὴς,

— — ἐπὴν λούσαιτο φάγοι τε, Εὑδέμεναι μαλακῶς, ἡ γὰρ δίκη ἐστὶ γερόντων.

οὐ μὴν τό γε σύμπαν ἐν τούτῳ τέτακται. δέονται γὰρ οἱ γέροντες οὐδὲν ἧττον τῶν νέων εἰς κίνησιν ἄγειν τὸ σῶμα, κινδυνευούσης αὐτοῖς σβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐπεί γε τῶν ἀκμαζόντων σωμάτων εὑρίσκονταί τινες φύσεις, ἡσυχίας δεόμεναι, περὶ ὧν εἴρηται καὶ Ἱπποκράτει, γερόντων δ’ οὐδεὶς χρῄζει παντελοῦς ἡσυχίας, ὥσπερ οὐδὲ γυμνασίου σφοδροῦ· ῥιπίζεσθαι μὲν γὰρ αὐτῶν δεῖται τὸ θερμὸν, ἐξελέγχεται δὲ κατὰ τὰς σφοδροτέρας κινήσεις. αἱ μὲν οὖν μεγάλαι φλόγες οὐδὲν ἔτι χρῄζουσι τοῦ ῥιπίζοντος, ἀλλ’ ἑαυταῖς εἰσιν ἱκαναὶ πρὸς τὸ διασώζεσθαί τε καὶ κρατεῖν τῆς ὕλης. οὔκουν οὐδ’ ἀνατρίβεσθαι ἄμετρα μετὰ τοὺς ὕπνους ἕωθεν ἅπαντες οἱ ἀκμάζοντες δέονται, καθάπερ οἱ γέροντες. ὁ γὰρ τοι σκοπὸς τῆς τοιαύτης ἀνατρίψεως ἅμα λίπει γινομένης διττός ἐστιν, ἢ κοπώδη διάθεσιν ἰάσασθαι, πρὶν αὐξηθεῖσαν ἀνάψαι πυρετὸν, ἢ ἀῤῥωστοῦσαν ἀνάδοσιν ἐπεγεῖραι. πολλοὺς γὰρ ἀτροφοῦντας ἐκ μακροῦ χρόνου ῥᾳδίως ἐν ὀλίγαις ἡμέραις ἐσαρκώσαμεν, ἐπὶ τὴν τοιαύτην ἀνάγοντες τρίψιν. ἀλλ’ ὅπερ ἄλλοις κατὰ πάθος ἐν χρόνῳ τινὶ γίνεται, τοῦτ’ ἀεὶ τοῖς γέρουσιν ὑπάρχει. καὶ ψυχρὸν γὰρ ὅλον αὐτῶν ἐστι τὸ σῶμα, καὶ ἀδύνατον ἕλκειν τὴν τροφὴν ἐφ’ ἑαυτὸ, καὶ κατεργάζεσθαι καλῶς, καὶ τρέφεσθαι πρὸς αὐτῆς. ἀλλ’ ἡ τρίψις ἐπεγείρουσα τὸν ζωτικὸν τόνον αὐτῶν, καὶ θερμαίνουσα τὰ μέτρια, τήν τ’ ἀνάδοσιν εὐπετεστέραν ἐργάζεται, καὶ τὴν θρέψιν ἑτοιμοτέραν. οὕτω τοι καὶ διαιτώμενοι νέοι τε πολλοὶ τῶν ἀτροφούντων ἐσαρκώθησαν, οἵ τε γέροντες ὠνίναντο πάντες. ἓν μὲν δή σοι τοῦτο καθάπερ τι γυμνάσιον ἔστων τοῖς γέρουσιν ἕωθεν γιγνόμενον, ἡ μετ’ ἐλαίου τρίψις, ἐφεξῆς δὲ περίπατοί τε καὶ αἰωρήσεις ἄκοποι, στοχαζομένῳ τῆς τοῦ γέροντος δυνάμεως. διόπερ ἡμῖν εἴρηται πρόσθεν περὶ ἐδεσμάτων τε καὶ πομάτων οὐκ ὀλίγα· παραδείγματος δ’ ἕνεκεν καὶ νῦν εἰρήσεται περὶ τῶν γυμνασίων, ὑπὲρ ὧν ἐμάθομεν ἔμπροσθεν, ὡς τὰ μὲν ὀξέα, (προσαγορεύουσιν δ’ οὕτως, ὧν αἱ κινήσεις ταχεῖαι,) λεπτύνει τὸ σῶμα, τὰ δ’ ἐναντία παχύνει, καὶ πολλὰ μὲν ξηραίνει, τὰ δὲ μέτρια σαρκοῖ. λέλεκται δὲ καὶ περὶ τῶν ἄλλων ἐν αὐτοῖς διαφορῶν ἁπασῶν, ὥσπερ γε καὶ περὶ τῶν τρίψεων. αἱ δὲ τῶν γυμνασίων ἰδέαι τοῖς γέρουσιν, ὅσαι τ’ ὠφέλιμοι καὶ ὅσαι βλαβεραὶ, κριθήσονται τῇ τε τοῦ σώματος ὅλου διαθέσει καὶ τοῖς ἐνοχλοῦσι παθήμασι. τῇ μὲν ὅλου τοῦ σώματος διαθέσει κατὰ τάδε. τὸ μὲν γὰρ ἄριστον τῇ κατασκευῇ σῶμα, περὶ οὗ μέχρι δεῦρο πεποίημαι τὸν λόγον ἐξ ἀρχῆς, ὥσπερ ἐν νεότητι πρὸς ἅπαντας τοὺς σφοδροτάτους πόνους ἐπιτηδειότατόν ἐστιν, οὕτως ἐν γήρᾳ πρὸς ἅπαντας τοὺς μετρίους· τὸ δ’ ἤτοι παχυσκελὲς, ἢ εὐρύστερνον, ἢ περαιτέρω τοῦ προσήκοντος ἰσχνοσκελὲς, ἢ ὅσοις ὁ θώραξ μικρός ἐστιν, ἢ κομιδῆ στενὸς, ἢ τὸ βλαισὸν, ἢ τὸ ῥαιβὸν, ἢ ὁπωσοῦν ἄλλως ἀσύμμετρον, εἰς τὰ πολλὰ τῶν γυμνασίων οὐκ ἐπιτήδειον. ἐν μὲν γὰρ τοῖς διὰ τῆς φωνῆς γιγνομένοις ὁ κακῶς παρεσκευασμένος θώραξ, ἐν δὲ τοῖς διὰ τῶν περιπάτων τὰ σκέλη βλάπτεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε χειρῶν εἰρῆσθαί μοι νόει, καὶ τραχήλου, καὶ νώτου, καὶ ὀσφύος, ἰσχίων τε καὶ τῆς ῥάχεως ὅλης. ὅ τι γὰρ ἂν αὐτῶν ᾖ κακῶς ἐξ ἀρχῆς κατεσκευασμένον, ἐξελέγχεται μᾶλλον ἢ ῥώννυται γυμναζόμενον, εἰ μὴ ἄρα τις τὰς συμμέτρους κινήσεις ὀνομάζειν ἐθέλει γυμνάσια σύμμετρα τοῖς ἀσθενέσι μορίοις· ἀλλ’ οὕτως περὶ ὀνόματος μᾶλλον ἢ πράγματος ἡ ἀμφισβήτησις ἔσται. τὰ δ’ εἰς ὑγείαν διαφέροντα τῷ γέροντι γυμνάσια διὰ τῶν ἰσχυροτέρων χρὴ ποιεῖσθαι μορίων· συγκινεῖται γὰρ ἐκείνοις καὶ γυμνάζεται τὰ λοιπά. καὶ μὲν δὴ καὶ ἔθη μεγίστην ἔχει μοῖραν εἰς αἵρεσιν ἰδέας γυμνασίων. ἄκοποί τε γὰρ αὐτοῖς αἱ εἰθισμέναι γίνονται κινήσεις, ἥδονταί τε κατ’ αὐτὰς ἐνεργοῦντες, ὥσπερ αὖ πάλιν ἐν τοῖς ἀήθεσιν ἄχθονταί τε καὶ κοπώδεις γίνονται τῶν δὲ τεχνικῶν ἐνεργειῶν οὐδ’ ἅψασθαι δυνατόν ἐστι, ἢ αὐλεῖν, ἢ σαλπίζειν, ἢ κιθαρίζειν, ὥσπερ γε τῶν κατὰ παλαίστραν, ὅσοι παλαισμάτων ἀμαθεῖς. ἕκαστον οὖν τῶν γερόντων ἐν τοῖς συνήθεσι γυμνάζειν, ἀνιέντας αὐτῶν τὴν σφοδρότητα. τρίτος δὲ σκοπὸς ἰδέας γυμνασίων ἀπὸ τῶν παθημάτων λαμβάνεται, κοινὸς μὲν ἁπάσης ἡλικίας ὑπάρχων, οὐ μὴν ἴσην γε τὴν δύναμιν ἐν ἁπάσαις ἔχων, ὅτι μηδὲ τὴν βλάβην ἴσην ἐργάζεται παροφθείς. ὅσοι μὲν γὰρ ἑτοίμως ἁλίσκονται σκοτώμασιν, ἢ ἐπιληψίαις, ἢ ὀφθαλμίαις σφοδραῖς, ἢ ὠταλγίαις, οὐ χρὴ τούτους ἐπινεύοντας, ἢ κατακύπτοντας, ἢ καλινδουμένους χαμαὶ γυμνάζεσθαι. περιπάτοις δὲ πολλάκις, καὶ δρόμοις μετρίοις, αἰωρήσεσί τε ἐπὶ τῶν ὀχημάτων ἀκόπως χρῆσθαι. παραπλησίῳ δὲ τρόπῳ καὶ ὅσοις παρίσθμια ῥᾳδίως, ἢ ἀντιάδες, ἢ συνάγχαι γίνονται, καὶ ὅσοις γαργαρεὼν ἑτοίμως ῥευματίζεται, καὶ ὅσος οὖλα, καὶ ὅσοις ὀδόντες, ἢ ὅλως τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν ὅλην κεφαλὴν μορίων. ἡμικρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοὶ, καὶ τένοντας ἄλλοι συνεχῶς ἀλγοῦσιν ἐπὶ μικραῖς προφάσεσιν. ὧν οὐδεὶς ἀνέχεται γυμνασίου πληροῦντος κεφαλὴν, ἀλλ’ ἔστιν ἅπασιν αὐτοῖς τὰ διὰ τῶν σκελῶν ὠφέλιμα, καθάπερ γε τοῖς ἀσθενέσι φύσει τὰ σκέλη βελτίω τὰ διὰ τῶν ἄνω μερῶν γυμνάσια, χειρονομίαι τε καὶ ἀκροχειρισμοὶ, καὶ δισκοβολίαι, καὶ ἁλτήρων χρῆσις, ὅσα τε κατὰ τὴν παλαίστραν γυμνάζεται χαμαὶ πάντα. τοῖς γε μὴν τὰ μέσον μόρια χειρῶν καὶ σκελῶν πάσχουσι ῥᾳδίως ἅπαν μὲν εἶδος ἐπιτήδειόν ἐστι γυμνασίων, ἐπεὶ τῶν ἄλλων τις ἀπείργει σκοπῶν· ἤδη δὲ τὰ μὲν κατὰ θώρακα τοῖς κάτω μᾶλλον χαίρει, τὰ δὲ κατὰ κύστιν ἢ νεφροὺς τοῖς ἄνω, σπλὴν δὲ καὶ γαστὴρ καὶ ἧπαρ ἔντερά τε καὶ κῶλον, ὥσπερ ἐν τῷ μέσῳ τῶν κάτω μερῶν ἐστιν, οὕτω καὶ τοῖς γυμνασίοις ὁμοίως χαίρει. τάς γε μὴν τρίψεις ἐπὶ τῶν ἀσθενῶν μορίων, ἐν οἷς μὲν χρόνοις νοσοῖ, φυλάττεσθαι προσήκει, ἐν οἷς δὲ ὑγιαίνει, προσφέρεσθαι μᾶλλον ἢ τοῖς ἄλλοις, καὶ μάλιστα τὰς ξηρὰς, ἐπὶ πλεῖστον ἀνατρίβοντα διά τε τῶν ὀθονίων καὶ μόναις ταῖς χερσί. καὶ μὴν δὴ καὶ ὅσαι κατὰ περίοδον ὀδύναι γίνονται μορίοις τισὶ, οὐ σμικρὸν γίνεται κώλυμα τοῦ γίνεσθαι τοιαῦθ’ ἡ τρίψις ἐν τῷ μεταξὺ χρόνῳ παραλαμβανομένη, καὶ μάλιστα πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ παροξυσμοῦ· ῥώννυται γὰρ ὑπ’ αὐτῆς τὰ μόρια, καὶ ἧττον δέχεται τὰ συνήθη κατασκήπτοντα ῥεύματα. ταυτὶ μὲν οὖν ἅπαντα κοινὰ γερόντων ἐστὶ καὶ τῶν ἄλλην ἡλικίαν ἐχόντων ἡντιναοῦν. τὸ δὲ μὴ γυμνάζεσθαι τοῖς ἀσθενέσι μορίοις ἐπὶ γέροντος μόνον συμβουλεύω· τῶν δ’ ἄλλων ὅσον τις ἂν ᾖ τοῦ γήρως ἀπωτέρω, τοσούτῳ μᾶλλον αὐτῷ γυμναστέον ἐστὶ τὸ ἀσθενὲς, ὅπερ δὴ καὶ διὰ παραδείγματος, ἵνα μᾶλλον ὁ λόγος ᾖ σαφὴς, οὐκ ὀκνήσω διελθεῖν. ὑποκείσθω τι σῶμα τῶν ἔτ’ αὐξανομένων ἰσχνὸν τοῖς σκέλεσι. τούτῳ συμφέρει πιττοῦσθαί τε τὰ σκέλη καὶ τρίβεσθαι μετρίως, καὶ δρόμῳ χρῆσθαι μᾶλλον ἢ ἄλλῳ τινὶ γυμνασίῳ. χρὴ δ’ ἐπιστατεῖν αὐτῷ τινα, τὸν σύμμετρον ὁρίζοντα τὴν κίνησιν, ὡς μήτε τοῦ προσήκοντος ἐνδεέστερον γυμνάζοιτο, μήθ’ ὑπερβάλλοι τοσοῦτον, ὡς ἁλῶναι κόπῳ. τοῦτο δὴ, καίτοι δύσγνωστον εἶναι δοκοῦν, οὐκ ἐν γυμνασίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ἡμεῖς ἐπεδείξαμεν εὔγνωστον ἔν γε τοῖς κατὰ τὴν ὑγιεινὴν δίαιταν. οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς ὀξὺς ὁ καιρὸς, ὡς ἐν ταῖς νόσοις, ἀλλ’ ἔξεστιν ἄρξασθαι μὲν ἀπὸ τῶν ἀσφαλεστάτων ἐν ἑκάστῳ μέτρῳ, ἐπισκοπουμένους δὲ τὸ ἀποβαῖνον ἤτοι γ’ ἀφαιρεῖν, ἢ προστιθέναι τι, καθ’ ἑκάστην ἡμέραν ἐπανορθουμένους τὸ παρεθέν. οἷον εὐθέως ἐπὶ τῶν ἰσχνοσκελῶν, ἐγώ ποτε παιδάριον ἐτῶν τρισκαίδεκα παραλαβὼν, εἶτα παντὶ τῷ μετὰ ταῦτα χρόνῳ τῆς αὐξητικῆς ἡλικίας προνοησάμενος αὐτοῦ κατὰ τοὺς προγεγραμμένους σκοποὺς, ἀπέφῃνα νεανίσκον εὔρυθμόν τε καὶ σύμμετρον. ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν αὐτὸν κατέχρισα τῇ πίττῃ δὶς ἐφεξῆς, ὡς εἴωθα, καὶ δραμεῖν ἐκέλευσα μήτ’ ὀξέως μήτε πολύ. κατὰ δὲ τὴν δευτέραν τρίψει συμμέτρῳ μὲν κατὰ σκληρότητά τε καὶ μαλακότητα, βραχείᾳ δὲ κατὰ τὸ πλῆθος ἅμα λίπει προμαλάξας, ἐκέλευσα βραχεῖ πλείω δραμεῖν, οὐ μὴν ὀξύτερά γε τῶν πρόσθεν. ἐπὶ δὲ τῷ δρόμῳ δηλονότι ταῖς ἀποθεραπευτικαῖς ὀνομαζομέναις ἐχρώμην τρίψεσιν. ἐκέλευον δὲ περιπατεῖν αὐτῷ καθ’ ἑκάστην ἡμέραν ἀπὸ μετρίων ἀρξαμένῳ εἰς πλείω, κατασκεπτόμενος τά τ’ ἄλλα τῶν σκελῶν καὶ μάλιστα τὰς φλέβας, εἰ μὴ περιττότερον εὐρύνοιντο τῆς τῶν σκελῶν εὐτροφίας. χαλεπὸν γὰρ τοῦτο, καὶ ῥευματικὸν, καὶ βλαισώδη τῷ χρόνῳ παρασκευάζον, οὐκ εὔτροφα τὰ κῶλα. τούτῳ τε οὖν προσέχειν σε χρὴ τῷ γνωρίσματι, καὶ εἰ θερμότερα περαιτέρω τοῦ προσήκοντος γίγνοιτο τὰ σκέλη, καὶ εἰ κοπώδη τινὰ αἴσθησιν ἔχοντα. μηδενὸς μὲν γὰρ τούτων τῶν σημείων φανέντος, αὐξάνειν τε χρὴ τὸ πλῆθος τῶν περιπάτων τε καὶ τῶν δρόμων, καὶ πιττοῦν διὰ τρίτης. ὀφθέντος δέ τινος αὐτῶν ἀνάῤῥοπά τε σχηματίζειν ἐν τῇ κοίτῃ τὰ κῶλα, καὶ τοῦ πλήθους ἁπάντων ὧν διῆλθον ἀφαιρεῖν, ἐλάττω μὲν περιπατεῖν, ἐλάττω δὲ τρέχειν κελεύοντα, καὶ τῇ τρίψει κάτωθεν ἄνω. ὅταν δέ σοι ταῦτα πράξαντι κατὰ φύσιν ἀκριβῶς ἔχῃ τὰ σκέλη, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς χρὴ χρῆσιν τῶν βοηθημάτων ἰέναι, βραχυτάταις αὐξήσεσι χρώμενον ἢ διὰ παντὸς ἐπὶ τῶν αὐτῶν καταμένοντα. παρεμβάλλειν δὲ χρὴ καὶ τὰς στρογγύλας καλουμένας τρίψεις μέσας σκληρότητός τε καὶ μαλακότητος, ἔσθ’ ὅτε μὲν ἄνωθεν, ἐνίοτε δὲ ἐκ τῶν κάτω μερῶν ἀρχομένους. καί που κεκονιαμένοις τοῖς σκέλεσι παραχέοντας ἔλαιον οὕτω τρίβειν. ἔστω δὲ κόνις ἡ καλουμένη λιπαρά· προσαγορεύουσι δ’ οὕτως, ἐν ᾗ μήτε τραχὺ, μήτε δριμύ. λεπτύνουσι γὰρ μᾶλλον, ἢ σαρκοῦσιν, ὅσαι τραχύτητος κισσηρώδους, ἢ δριμύτητος νιτρώδους ἢ ἁλμώδους μετέχουσιν. ὅτῳ δὲ παχύτερα μὲν τὰ σκέλη, βραχίονες δὲ καὶ πήχεις ἰσχνοὶ, τούτῳ τὰ μὲν διὰ χειρῶν γυμνάσια πάντ’ ἐπιτηδευτέον ἐστὶ, φυλακτέον δὲ τὰ διὰ τῶν σκελῶν. αἵ γε μὴν τρίψεις καὶ πιττώσεις ὁμοίως γενέσθωσαν, ὅσα τ’ ἄλλα περὶ τῶν κατὰ τὰ σκέλη λέλεκται γυμνασίων. οὐ γὰρ μικρά τίς ἐστιν ἐν αὐτοῖς διαφορὰ, τινῶν μὲν ἐσχάτως ἀῤῥώστων εἰς τὰς κινήσεις ὄντων, εἰ καὶ μηδέπω τύχοιεν ἑβδομηκοντοῦται εἰς τὴν ἡλικίαν ὄντες, ἐνίων δὲ πολὺ ῥωμαλεωτέρων ἢ κατὰ τούσδε γεγονότων ἔτη πλείω ἢ ὀγδοήκοντα. τοὺς μὲν ἀσθενεστέρους αἰωρεῖν μᾶλλον ἢ περιπατεῖν κελεύων κινήσεις· τοὺς δ’ ἰσχυροτέρους δι’ ἀμφότερα γυμνάσαντα, ἄξαντά τε πρὸς τὴν δευτέραν τρίψιν οὐχ ὁμοίως ἀμφοτέρους, ἀλλ’ ἀεὶ τὸν ἀῤῥωστότερον θᾶττον. ἔστω γάρ σοι τοῦτο τῶν κοινοτάτων παραγγελμάτων, ἐπὶ μὲν ἀσθενοῦς δυνάμεως ἀνατρέφειν τὸ σῶμα πυκναῖς καὶ βραχείαις τροφαῖς, ἐπὶ δὲ ἰσχυρᾶς ἀραιαῖς καὶ πολλαῖς.

Εἰπεῖν μὲν οὖν καὶ ταῦτα καὶ τἄλλα ῥᾷστον, ἐπιστατῆσαι δὲ γέροντι, διαφυλάττοντα τὴν ὑγείαν αὐτοῦ, τῶν χαλεπωτάτων, ὥσπερ γε καὶ τῶν ἀνακομιζομένων ἐκ νόσου. καλεῖται δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν τουτὶ μὲν τὸ μέρος τῆς τέχνης ἀναληπτικὸν, τὸ δὲ ἐπὶ τῶν γερόντων γηροκομικόν. καὶ δοκοῦσιν αἱ διαθέσεις ἀμφοῖν οὐ κατὰ τὴν ἀκριβεστάτην ὑπάρχειν ὑγείαν, ἀλλ’ ἤτοι μέσαι τινὲς εἶναι νόσου τε καὶ ὑγείας, ἢ πάντως γε μὴ τῆς καθ’ ἕξιν, ἀλλὰ τῆς κατὰ σχέσιν ὀνομαζομένης ὑπ’ αὐτῶν ὑγείας. εἴτ’ οὖν νόσον, εἴτε νοσώδη διάθεσιν, εἴτε μέσην ὑγείας τε καὶ νόσου διάθεσιν, εἴτε κατὰ σχέσιν ὑγείαν ὀνομάζειν χρὴ τὸ γῆρας, οὐ πάνυ τι τῶν τοιούτων ζητήσεων φροντίζοντας, βωμολόχων προσερχομένων, ἐπίστασθαι δὲ χρὴ τὴν κατάστασιν τοῦ τῶν γερόντων σώματος, ὅτι ἐπὶ μικροῖς αἰτίοις εἰς νόσον μεθισταμένην ὁμοίως τοῖς ἀναλαμβάνουσιν ἐκ νόσου τὴν ἀρχαίαν ὑγείαν διαιτᾷν χρή. διόπερ εἰπεῖν μὲν ῥᾴδιον, ἄμεινον εἶναι χρίεσθαι λίπει μετ’ ἀνατρίψεως ἕωθεν τὸν γέροντα, προσηκόντως δὲ ἐργάσασθαι τοὖργον ἁπάντων χαλεπώτατον. ἥ τε γὰρ σκληροτέρα βραχὺ τρίψις κοπώδης, ἥ τ’ ἄγαν μαλακὴ πλέον οὐδὲν ἐργάζεται, καθάπερ οὐδ’ ἡ βραχεῖα παντάπασιν, ἡ δέ γε πολλὴ διαφορεῖ μᾶλλον ἢ ἀνατρέφει. καὶ μὴν καὶ τὸ χωρίον, ἐν ᾧ γυμνοῦται τὸ τοῦ γέροντος σῶμα, ψυχρότερον μὲν ὂν οὐ μόνον οὐδὲν ἐργάζεται χρηστὸν, ἀλλὰ καὶ πυκνώσει, καὶ καταψύξει, θερμότερον δ’ εἴπερ εἴη τοῦ δέοντος, ἐν μὲν χειμῶνι πλέον, ἢ προσήκει, τὸ σῶμα τοῦ γέροντος ἀραιότερον ἀποτελέσαν εὔψυκτον ἐργάσεται, θέρους δὲ διαφορήσει τε καὶ καταλύσει τὴν δύναμιν αὐτοῦ. τοῖς μὲν γὰρ καθ’ ἕξιν ὑγιαίνουσιν οὐδὲ τῶν ἰσχυρῶν αἰτίων οὐδὲν ἀλλοιοῖ τὸ σῶμα, τοῖς γέρουσι δὲ καὶ τὰ σμικρότατα μεγίστην ἐργάζεται μεταβολήν. οὕτω τοίνυν ἔχει κᾀπὶ τῆς τῶν σιτίων ποσότητός τε καὶ ποιότητος. καὶ γὰρ κᾀν τούτοις ἂν βραχύ τι τοῦ προσήκοντος ὑπερβῶσιν οἱ γέροντες, οὐ σμικρὰ βλάπτονται, τῶν νεανίσκων ἐπὶ μεγίστοις ἁμαρτήμασι βραχέα βλαπτομένων. ἀσφαλέστερον οὖν ἐστι τοῖς ἀσθενέσι γέρουσιν ὀλίγα διδόναι τρὶς τῆς ἡμέρας, ὡς Ἀντίοχος ὁ ἰατρὸς ἑαυτὸν διῄτα, γεγονὼς γὰρ ἐτῶν πλείω τῶν ὀγδοήκοντα, προϊὼν δὲ καθ’ ἑκάστην ἡμέραν εἰς τὴν ἀγορὰν, ἐπὶ τὸ χωρίον, ἐν ᾧ τὸ συνέδριον ἦν αὐτὸ τῶν πολιτῶν, ἔστι δ’ ὅτε μακρὰν ὁδὸν ἀπιὼν ἐπισκέψεως ἀῤῥώστων ἕνεκα. ἀλλ’ εἰς μὲν τὴν ἀγορὰν ἀπὸ τῆς οἰκίας ἐβάδιζεν, ὁδὸν ὡς τριῶν σταδίων· οὕτως δὲ καὶ τοὺς πλησίον ἀῤῥώστους ἑώρα· ποῤῥώτερον δ’ ἄν ποτ’ ἀναγκασθῇ πορευθῆναι, τὸ μὲν ἐν δίφρῳ βασταζόμενος ἐκομίζετο, τὸ δ’ ἐπ’ ὀχήματι αἰωρούμενος. ἦν δ’ αὐτῷ κατὰ τὴν οἰκίαν οἴκημα ἐκ καμίνου θερμαινόμενον ἔν γε τῷ χειμῶνι, θέρους δὲ εὔκρατον ἔχον ἀέρα καὶ χωρὶς τοῦ πυρός. ἐν τούτῳ πάντως ἀνετρίβετο καὶ χειμῶνος καὶ θέρους ἕωθεν, ἀποπατήσας δηλονότι πρότερον. ἐν δὲ τῷ κατὰ τὴν ἀγορὰν χωρίῳ περὶ τρίτην ὥραν ἢ τὸ μακρότερον περὶ τετάρτην ἤσθιεν ἄρτον μετὰ μέλιτος Ἀττικοῦ, πλειστάκις μὲν ἑφθοῦ, σπανιώτερον δ’ ὠμοῦ. καὶ μετὰ ταῦτα τὸ μέν τι συγγιγνόμενος ἑτέροις διὰ λόγων, τὸ δὲ καθ’ ἑαυτὸν ἀναγινώσκων ἑβδόμην ὥραν παρέτεινεν, μεθ’ ἣν ἐτρίβετό τε κατὰ τὸ δημόσιον βαλανεῖον, ἐγυμνάζετό τε τὰ πρέποντα γέροντι γυμνάσια, περὶ ὧν τῆς ἰδέας ὀλίγον ὕστερον εἰρήσεται. κᾄπειτα λουσάμενος ἠρίστα σύμμετρον, πρῶτα μὲν ὅσα λαπάττει τὴν γαστέρα προσφερόμενος, ἐφεξῆς δὲ ἰχθύων τὸ πλεῖστον, ὅσοι πετραῖοί τε καὶ πελάγιοι. κᾄπειτ’ αὖθις ἐπὶ τοῦ δείπνου τῆς μὲν τῶν ἰχθύων ἐδωδῆς ἀπείχετο, τῶν δ’ εὐχυμοτάτων καὶ δυσφθάρτων ἐλάμβανεν, ἤτοι χόνδρον μετ’ οἰνομέλιτος, ἢ ὄρνιν ἐξ ἁπλοῦ ζωμοῦ. τούτῳ μὲν οὖν τῷ τρόπῳ γηροκομῶν ἑαυτὸν Ἀντίοχος ἕως ἐσχάτου διετέλεσεν ἀπήρωτος ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσιν ἄρτιος ἅπασι. Τήλεφος δὲ ὁ γραμματικὸς ἐπὶ πλείονας μὲν ἐξίκετο χρόνους Ἀντιόχου, σχεδὸν ἑκατὸν ἔτη βιοὺς, ἐλούετο δὲ τοῦ μηνὸς δὶς μὲν ἐν τῷ χειμῶνι, τετράκις δὲ ἐν τῷ θέρει, τρὶς δὲ ἐν τοῖς μεταξὺ τούτων ὥραις. ἐν αἷς δ’ ἡμέραις οὐκ ἐλούετο, περὶ τρίτην ὥραν ἠλείφετο μετὰ βραχείας ἀνατρίψεως. εἶτα χόνδρον ἡψημένον ἐν ὕδατι, μέλι μιγνὺς ὠμὸν ὅτι κάλλιστον, ἤσθιε, καὶ τοῦτ’ ἤρκει μόνον αὐτῷ τήν γε πρώτην. ἠρίστα δὲ καὶ οὗτος ἑβδόμης ὥρας, ἢ βραχεῖ τινι θᾶττον, λάχανα μὲν πρῶτον προσφερόμενος, εἶθ’ ἑξῆς ἰχθύων ἢ ὀρνίθων γευόμενος. ἐς ἑσπέραν δὲ μόνον ἄρτον ἤσθιε, διαβρέχων ἐν οἴνῳ κεκραμένω.

Ὥσπερ δὲ τοῖς παισὶν ὁ οἶνος ἐναντιώτατός ἐστιν, οὕτω τοῖς γέρουσι χρησιμώτατος. ἔστω δὲ τῶν φύσει θερμοτέρων, ὁποῖοι τῶν Ἑλληνικῶν ὁ Ἀριούσιός ἐστι καὶ ὁ Λέσβιος, καὶ ὁ καλούμενος Μύσιος, οὐκ ἐκ τῆς περὶ Ἴστρον Μυσίας, ἀλλ’ ἐκ τῆς Ἑλλησποντίας ὀνομαζομένης, ἥτις ἐστὶ κατὰ τὴν ἡμετέραν Ἀσίαν, ὁμοροῦσα Περγάμῳ, τῶν δ’ ἐκ τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Σουῤῥεντῖνος. ἐφεξῆς δ’ αὐτῶν εἰσι, κατὰ μὲν τὴν Ἰταλίαν ὅ τε Τιβουρτῖνος καὶ ὁ Σιγνῖνος, ἀμφότεροι παλαιωθέντες, ὡς νέοι γε ὄντες οὔτ’ εἰς ἀνάδοσιν ὁρμῶσιν, οὔτ’ οὖρα κινοῦσιν, ἀλλ’ ἐπὶ πολὺ κατὰ τὴν γαστέρα μένουσι, κλύδωνας ἐργαζόμενοι· δεύτεροι δ’ ἐπ’ αὐτοῖς Ἀδριανός τε καὶ Σαβῖνος, καὶ Ἀλβανὸς, καὶ Γαβιανὸς, καὶ Τριφυλῖνος, ὅσοι τ’ Ἀμιναῖοι κατὰ τὴν Ἰταλίαν γεννῶνται, περί τε Νεάπολιν καὶ κατὰ τὴν Θούσκων γῆν. κατὰ μέν γε τὴν τοῦ Σουῤῥεντίνου δύναμιν ὁ Μύσιός ἐστι, κατὰ δὲ τὴν τοῦ Φαλερίνου τῶν Τμωλιτῶν οἱ κάλλιστοι, Σαβίνῳ δὲ καὶ Ἀδριανῷ Τιτακαζηνὸς τε καὶ Ἀρσυϊνὸς ἐοίκασι. τούτων οὖν μετρίως παλαιωθέντων, πίνειν χρὴ τοὺς πρεσβύτας, ὅσοι μὴ πάνυ γε κεφαλὴν ἰσχυρὰν ἔχουσιν· οἷς δ’ ἰσχυρὰ, τούτοις Φαλερῖνός τε καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Λέσβιος καὶ Μύσιος καὶ Τμωλίτης ἐπιτήδειοι. δῆλον οὖν, ὡς καθ’ ἕκαστον ἔθνος ἐκ τῶν εἰρημένων παραδειγμάτων αἱρεῖσθαι τὸν ἐπιτηδειότατον ἕκαστος δυνήσεται, σκοποὺς ἔχων ἐπὶ τῇ τῶν γερόντων ἡλικίᾳ ἐν τῇ τῶν οἴνων δοκιμασίᾳ κατὰ μὲν τὴν σύστασιν ἀεὶ τὸν λεπτότατον αἱρεῖσθαι, κατὰ δὲ τὴν χρόαν, ὃν ὁ Ἱπποκράτης εἴωθε κιῤῥὸν καλεῖν· δύναιτο δ’ ἂν καὶ ξανθὸν ὀνομάζειν αὐτόν. ἀγαθὸς δὲ καὶ ὁ ὠχρὸς, ἐν τῷ μέσῳ καθεστὼς ξανθοῦ τε καὶ λευκοῦ. καὶ γὰρ εἰ βουληθείης μίξαι τὸν ξανθὸν οἶνον τῷ λευκῷ, μικτὸν ἐξ ἀμφοῖν ὠχρὸν ἐργάσῃ, καὶ κραθεὶς μεθ’ ὕδατος ξανθὸς τοιοῦτος γίνεται. παρὰ δὲ τὸ πλέον ἢ ἔλαττον ὕδωρ ἐπεμβάλλειν ἐνίοτε μὲν ὠχρὸς, ἐνίοτε δὲ οἷον ὠχρόλευκος ἢ ὠχρόξανθος φαίνεται. θερμότατος μὲν, ὅσον ἐπὶ τῇ χρόᾳ, τῶν εἰρημένων οἴνων ὁ ξανθὸς, ἥκιστα δὲ θερμὸς ὁ λευκός· οἱ δ’ ἐν τῷ μεταξὺ, καθ’ ὅσον ἂν ἑκατέρῳ πλησιάσωσι, τῆς ἐκείνου μετέχουσι δυνάμεως. ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν ἐξ οἴνου τοῖς γέρουσι περιγίνεται, τὸ θερμαίνεσθαι πάντ’ αὐτῶν τὰ μόρια· δεύτερον δὲ, τὸ δι’ οὔρων καθαίρεσθαι τὸν ὀῤῥὸν τοῦ αἵματος. διὸ καὶ κάλλιστος ἐπὶ γερόντων οἶνος, ὃς ἂν ταῦτ’ ἐργάζηται μάλιστα. τοιοῦτος δ’ ἐστὶν ὁ τῇ συστάσει μὲν λεπτὸς, οὖρα γὰρ οὗτοι κινοῦσι, τῇ χρόᾳ δὲ ξανθὸς, ἴδιον γὰρ τοῦτο τῶν θερμῶν ἱκανῶς οἴνων τὸ χρῶμα. διὸ κᾂν πάνυ λευκοὶ τὸ κατ’ ἀρχὰς ὦσι, παλαιούμενοι προσλαμβάνουσι τινὰ ξανθότητα, δι’ ἣν ὕπωχροι μὲν τὸ πρῶτον, ὕστερον δὲ τελέως ὠχροὶ γίνονται, κᾂν ἐπὶ πλεῖστον ἥκωσι χρόνου, τελευτῶντες ὠχρόξανθοι φαίνονται· τελέως γὰρ οὐχ οἷόν τε τοῖς λευκοῖς οἴνοις γενέσθαι ξανθοῖς. ὅσοι δὲ τῶν ὠχρῶν ἢ ξανθῶν οἴνων παχεῖς εἰσιν, αἷμά τε γεννῶσιν οὗτοι καὶ τρέφουσι τὸ σῶμα· διὸ γένοιντ’ ἄν ποτε καὶ αὐτοὶ χρήσιμοι τοῖς γέρουσι, καθ’ ὃν δηλονότι χρόνον οὔτ’ ὀῤῥῶδες ὑγρὸν ἔχουσιν ἐν ταῖς φλεψὶ, καὶ δέονται θρέψεως περιττοτέρας. ὡς ἐπὶ τὸ πολὺ δὲ τῶν οὐρητικῶν οἴνων χρῄζουσιν οἱ τὴν ἡλικίαν ταύτην ἄγοντες, διὰ τὸ πλεονάζειν καὶ αὐτοῖς ὑδατῶδες περίττωμα. τῶν δ’ ἐπὶ πλέον ἐν τῇ γαστρὶ μενόντων οἴνων οὐδέποτ’ οὐδεὶς οἰκεῖος γέροντι. τοιοῦτοι δ’ εἰσὶν οἱ ἀπὸ τῆς Βιθυνίας Ἀμιναῖοι, καὶ τῶν ἀπὸ τῆς Ἰταλίας ὁ Μάρσος, καὶ Σιγνῖνος, καὶ Τιβουρτῖνος, ἔστ’ ἂν ὦσι νέοι. ἀλλ’ οὗτοι μὲν πάντες λευκοὶ, μέλανες δὲ ἄλλοι, καὶ παχεῖς, ὅσοι στύφουσιν, ἐν τῇ γαστρὶ μένουσι χρόνῳ πολλῷ, καὶ κλύδωνας ἐργάζονται κατ’ αὐτὴν, ὥσπερ ὁ ἐν Κιλικίᾳ μὲν Συβάτης, ἐν Ἀσίᾳ δὲ Αἰγεάτης τε καὶ Περπερίνιος. ὅσοι δὲ χωρὶς τοῦ στύφειν μέλανές τε εἰσι καὶ παχεῖς, οἷος καὶ ὁ Σκυβελίτης καὶ ὁ Θηραῖος, ἧττον μὲν ἐν τῇ γαστρὶ μένουσιν, οὔρησιν δὲ οὐδ’ αὐτοὶ κινοῦσιν, ἀλλ’ ὑπέρχονται κάτω· διὸ καὶ προπίνουσιν αὐτοὺς ἐδωδῆς σιτίων. ἀλλ’ οὐδ’ οὗτοι χρήσιμοι τοῖς γέρουσιν, οὔτε προπίνειν, οὔτε πολὺ μᾶλλον ἐν ἑτέρῳ καιρῷ προσφέρεσθαι, καθότι μηδ’ ἄλλο μηδὲν τῷ γέροντι παχύχυμον· ἐμφράττεται γὰρ ἐξ αὐτῶν ἧπάρ τε καὶ σπλὴν καὶ νεφροί· κᾀντεῦθεν οἱ μὲν ὑδεριῶσιν, οἱ δὲ λιθιῶσι τῶν ἐπὶ πλέον αὐτοῖς χρησαμένων γερόντων. εἴπερ οὖν ἐθέλοι μετὰ τὸ λουτρὸν οἴνῳ χρήσασθαι γλυκεῖ τῶν πρεσβυτέρων τις, ἐδηδοκότι μὲν ἕωθεν αὐτῷ, καθότι τὸν Ἀντίοχον ἔφην πράττειν, ἄριστος ὁ Φαυστιανὸς Φαλερῖνος, ἐκείνου δ’ ἀποροῦντι τῶν ὁμοίων τις. ὅμοιοι δ’ ἂν εἶεν οἱ γλυκεῖς τε ἅμα καὶ ὠχροὶ κατὰ χρόαν· ἐφεξῆς δὲ τούτοις ὅ τε Θηρῆνος καὶ ὁ Κυριῆνος. οὐ κωλύω δὲ οὐδὲ τοῖς ἐσκευασμένοις διὰ μέλιτος οἴνοις χρήσασθαι, καὶ μάλισθ’ ὅσοις τῶν γερόντων ὑποψία τίς ἐστιν ἐν νεφροῖς λίθων γενέσεως, ἢ καὶ ποδάγρα τις, ἢ ἀρθρῖτις ἐνοχλεῖ. τὸν δ’ οἶνον ἐπὶ τῆς τοιαύτης συνθέσεως ἄριστον εἶναι Σαβῖνον ἤ τινα τῶν ὁμοίων. ἐπεμβάλλεται δὲ αὐτῷ πετροσέλινον, καὶ μόνον ἀρκεῖ τοῦτο τοῖς ἀρθριτικοῖς. ἐπὶ δὲ τῶν λιθιώντων καὶ τῆς βετονίκης τι πόας μίγνυται, καὶ κέστρου τοῦ παρὰ τοῖς Κελτοῖς γεννωμένου· καλοῦσι δὲ τὴν βοτάνην ταύτην σαξίφραγον. ἔνιοι δὲ περιεργότερον σκευάζοντες τὸ φάρμακον ἐπεμβάλλουσι καὶ ναρδοστάχυος. εἰσὶ δὲ καὶ ἄλλα τινὰ οὔρησιν κινεῖν δυνάμενα. ἀλλὰ τό γ’ ἁπλοῦν πόμα δι’ οἴνου καὶ μέλιτος οἱ πολλοὶ συντιθέασι, πηγάνου τε καὶ πεπέρεως ἔχον ὀλίγον. εἰ δὲ καὶ προεδηδοκὼς εἴη, πρὶν λούσασθαι, καὶ ἡ γαστὴρ αὐτοῦ μηδεμιᾶς βοηθείας χρῄζοι, τῶν λευκῶν καὶ ὀλιγοφόρων οἴνων πίνειν καὶ μετὰ τὸ λουτρόν. ὅσοι δὲ παχεῖς, καὶ γλυκεῖς, καὶ μέλανες, ὡς ἐμφράττοντας τὰ σπλάγχνα τοὺς τοιούτους ἅπαντας φεύγειν προσήκει.

Ἀλλ’ αἱ μὲν ἀπὸ τῶν οἴνων ἐμφράξεις μέτριαι, τὰς δ’ ἀπὸ τῶν ἐδεσμάτων, ὅσα γλίσχρον ἢ παχὺν ἐργάζεται χυμὸν, οὐ ῥᾴδιον ἰᾶσθαι. διόπερ οὐ χρὴ πλεονάζειν τοὺς γέροντας οὔτε χόνδρων, ἢ τυρῶν, ἢ ὠῶν ἑφθῶν, ἢ κοχλιῶν, ἢ βολβῶν, ἢ φακῆς, ἢ χοιρείων κρεῶν ἐδωδῇ, πολὺ δὲ δὴ μᾶλλον ταῖς τῶν ἐγχελύων, ἢ ὀστρέων, ἢ ὅλως τῶν σκληρὰν καὶ δυσκατέργαστον ἐχόντων τὴν σάρκα. διὰ τοῦτο οὖν οὐδὲ τῶν ὀστρακοδέρμων οὐδὲν, ἢ σελαχίων, ἢ θύννων, ἢ ὅλως τῶν κητωδῶν, ἢ τῶν κρεῶν τῶν ἐλαφείων, ἢ αἰγείων, ἢ βοείων. καὶ ταῦτα μὲν οὐδ’ ἄλλῳ τινὶ χρήσιμα· προβάτεια δὲ νέοις μέν ἐστιν οὐ φαῦλον ἔδεσμα, γέρουσι δὲ οὐδὲ ταῦτα, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἀρνῶν, ὑγρὰ γάρ ἐστι καὶ βλεννώδη, καὶ γλίσχρα, καὶ φλεγματώδη. τά γε μὴν τῶν ἐρίφων οὐκ ἀνεπιτήδεια γέροντι, καὶ τῶν πτηνῶν, ὅσα μὴ καθ’ ἕλη καὶ ποταμοὺς ἢ λίμνας διαιτᾶται. τὰ δὲ ταριχευθέντα πάντα τῶν προσφάτων ἀμείνω. χρὴ τοίνυν, ὥσπερ εἴρηται, μάλιστα μὲν ἀπέχεσθαι ἐμφραττόντων ἐδεσμάτων, εἰ δ’ ὑπ’ ἀνάγκης ποτὲ χρήσασθαι συμβαίη πλείοσιν αὐτοῖς, αὐτίκα προσφέρεσθαι τὸ διὰ τῆς καλαμίνθης φάρμακον, ὑπὲρ οὗ τῆς συνθέσεως ἔμπροσθεν εἴρηκα κατὰ τόδε τὸ τέταρτον γράμμα. μὴ παρόντος δὲ αὐτοῦ, τῷ διὰ τῶν τριῶν πεπέρεων χρηστέον. εἰ δὲ μηδὲ τοῦτο παρείη, κόπτοντάς τε καὶ διαττῶντας ἀκριβῶς, ὡς χνοῶδες γενέσθαι, πέπερι λευκὸν ἅμα τε τοῖς ὄψοις ἐσθίειν, ἐπιπάττειν τε τῷ ποτῷ. καὶ κρόμμυα δὲ ἐσθίειν τηνικαῦτα συμφέρει, κᾂν εἰ τούτῳ σύνηθες εἴη, καὶ σκόδορον. καὶ τὴν διὰ τῶν ἐχιδνῶν ἣν καλοῦσι θηριακὴν ἀντίδοτον ἐπὶ τῶν γερόντων οὐ κακῶς χρῷτο, καὶ μάλισθ’ ὅταν ἐν τοῖς ἐμφράττουσιν ἐδέσμασιν αὖθις τῶν ἐκφραττόντων φθάσῃ προσενεχθῆναι· καλλίστη γὰρ ἡ ἀπὸ τοῦ θηριακοῦ φαρμάκου βοήθεια τηνικαῦτα γίνεται. καὶ γαστρὸς ἐπὶ τοῖς τοιούτοις ὑπαχθείσης, χρησιμώτατον ἂν εἴη διδόναι τῇ ὑστεραίᾳ τὸ διὰ τῶν ἐχιδνῶν. οὐδὲν δὲ ἧττον αὐτοῦ τὴν ἀμβροσίαν τε καὶ ἀθανασίαν ὀνομαζομένην, ὅσα τ’ ἄλλα διὰ τῶν εἰρημένων ἀρωμάτων σύγκειται φάρμακα. τῷ γε μὴν ἀκριβῶς ἑαυτῷ προσέχοντι γέροντι φαρμάκου μὲν οὐκ ἄν ποτε γένοιτο χρεία τοιούτου· δεηθέντι δὲ ἐνίοτε λεπτυνούσης διαίτης ἀρκέσει τὰ λελεγμένα δι’ ἑτέρου γράμματος ἰδίᾳ, καθ’ ὃ περὶ τῆς λεπτυνούσης διαίτης ὁ λόγος ἡμῖν ἐγένετο.

Πρόδηλον δ’, ὅτι καὶ τῶν ἄρτων τοὺς μήτ’ ἐνδεῶς ἔχοντας ἁλῶν, ἢ ζύμης, ἢ φυράσεως, ἢ ὀπτήσεως ἐσθίειν χρὴ, μήτε τὴν ἐπαινουμένην ὑπὸ πάντων σεμίδαλιν, ἢ τὰ δι’ αὐτῆς πέμματα, καὶ γὰρ δύσπεπτα πάντα, καὶ κακόχυμα, καὶ σπλάγχνων ἐμφρακτικά. καὶ εἴ γε μὴ τοῖς διὰ βουτύρου καὶ σεμιδάλεως σκευαζομένοις πλακοῦσιν ἐμίγνυτο μέλιτος δαψιλὲς, οὐδὲν ἂν ἦν ἔδεσμα πολεμιώτερον ἀνθρώποις πᾶσιν, οὐ μόνοις τοῖς πρεσβύταις. ἀλλὰ τί δεῖ τοῖς βλαβεροῖς τὸ χρήσιμον μιγνύειν, ἐνὸν αὐτῷ μόνῳ χρῆσθαι τῷ μέλιτι, τοῦτο μὲν ἀφεψοῦντα, τοῦτο δὲ σὺν ἄρτῳ λαμβάνοντα, πρὶν ἑψηθῆναι; προνοητέον δὲ τῆς κατὰ τὸν ἄρτον ἀρετῆς μᾶλλον ἢ τῆς κατὰ τὸ μέλι. βέλτιον μὲν γὰρ ἂν τὸ μέλι τοιοῦτον εἴη τὴν ἰδέαν καὶ τὴν δύναμιν, οἷον τὸ Ἀττικόν· εἰ δὲ μὴ τοιοῦτον ἔχοιμεν, ὀλλὰ παντὶ μέλιτι χρηστέον ἐστὶ πλὴν τῶν δυσωδῶν, ἢ ἐν ὅσοις αἰσθητῶς κηροῦ ποιότης ἐμφαίνεται, καὶ πολὺ δὴ μᾶλλον, εἴ τινος ἑτέρας ἀλλοκότου. τῶν δ’ ἄρτων ὁ μὲν τοιοῦτος, οἷον ἀρτίως εἶπον, οὐ μόνον οὐδὲν ἀγαθὸν ἐργάζεται κατὰ τὸ σῶμα τοῦ γέροντος, ἀλλὰ καὶ βλαβερώτατός ἐστι, καὶ μάλισθ’ ὅταν ᾖ καθαρώτερος. ὁρῶ δὲ τοῖς ἀθληταῖς αὐτὸν ἐπίτηδες σκευαζόμενον. ἀλλ’ ἐκείνοις μὲν εἰς ὅπερ ἐπιτηδεύουσιν ἁρμόττει, γέροντι δὲ, εἰ μὴ πολὺ μὲν ἁλῶν ἔχοι, πολὺ δὲ ζύμης, ὠπτημένος δ’ ἀκριβῶς εἴη, παχὺν ἐργάζεται καὶ γλίσχρον χυμὸν, ὃς οὐδ’ ἄλλῳ μὲν ἀγαθός ἐστιν, ἐπὶ πλέον αὐξανόμενος. ἀτὰρ οὖν οὗτος καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ νεφροὺς ἐμφράξεις ἐργάζεται, καὶ μάλισθ’ ὅτε φύσει στενότερα τῶν ἐπὶ τούτοις τοῖς σπλάγχνοις ἀγγείων ἐστὶ τὰ πέρατα. καθάπερ γὰρ ἐπὶ τῶν ἐκτὸς τούτων φλεβῶν, ἃς ἐναργῶς ὁρῶμεν, οὐ σμικρὰ διαφορὰ φαίνεται κατὰ τὸ εὖρος ἄλλου τε πρὸς ἄλλον ἄνθρωπον καὶ καθ’ ἕκαστον ἐν τοῖς μορίοις, οὕτως εἰκὸς ἔχειν κᾀπὶ τῶν ἔνδον. ἀλλ’ οὐχ οἷόν τε γνῶναι τὴν διαφορὰν πρὸ τῆς πείρας· λέγω δὲ πεῖραν, ἣν ἐφ’ ἑκάστῳ τῶν προσφερομένων ἔνεστι ποιεῖσθαι. γέροντα γοῦν τινα γεωργικὸν ἔγνωμεν, ἔτη πλείω τῶν ἑκατὸν βιώσαντα κατ’ ἀγρὸν, ᾧ τὸ πλεῖον τῆς τροφῆς αἴγειον ἦν γάλα, ποτὲ μὲν αὐτίκα λαμβανόμενον, ἄρτου θρυμμάτων ἐν αὐτῷ διαβρεχομένων, ἔστιν ὅτε δὲ καὶ μέλιτος ἐμίγνυε, καί ποτε ἥψει, ἐμβάλλων ἀκρέμονας θύμων ἅμα τοῖς ἄρτοις. ἀλλὰ τοῦτόν γέ τις μιμησάμενος, (ᾤετο γὰρ αἴτιον αὐτῷ τὸ γάλα τῆς πολυχρονίου ζωῆς γεγονέναι,) διὰ παντὸς ἐβλάβη καὶ κατὰ πάντα τρόπον προσφορᾶς. ἐβαρύνετο γὰρ αὐτῷ τὸ στόμα τῆς γαστρὸς, καὶ μετὰ ταῦτα τὸ δεξιὸν ὑποχόνδριον ἐτείνετο. καί τις ἕτερος, ὁμοίως ἐπιχειρήσας χρήσασθαι τῷ γάλακτι, τῶν μὲν ἄλλων οὐδὲν ἐμέμφετο, (καὶ γὰρ ἔπεττε καλῶς αὐτὸ, καὶ οὔτε ὀξυρεγμία τις, ἢ ἐρυγὴ κνισσώδης, ἢ πνευμάτωσις; ἢ βάρος ἐπεγίνετο καθ’ ὑποχόνδριον,) τῇ δ’ ἑβδόμῃ ἡμέρᾳ μετὰ τὴν ἀρχὴν ἐναργῶς ἔφη τοῦ ἥπατος αἰσθάνεσθαι βαρυνομένου, δοκεῖν γὰρ ἑαυτῷ κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐγκεῖσθαί τι, καθάπερ λίθον, ὡς κατασπᾶσθαί τε τὰ ἐπικείμενα καὶ μέχρι κλειδὸς ἀνήκειν τὴν τάσιν. εὔδηλον οὖν, ὅτι τούτῳ μὲν ἐνεφράττετο τὸ ἧπαρ, ἐπνευματοῦτο δὲ θατέρῳ. καὶ μὲν δὴ καὶ ἐπὶ γάλακτος χρήσει πολυχρονίῳ λίθον γεννήσαντα κατὰ τοὺς νεφροὺς οἶδα, καί τινα ἕτερον ἀπολέσαντα καὶ βλαβέντα ἅπαντας ὀδόντας. τοῦτο μὲν οὖν καὶ ἄλλοις ἐγένετο πολλοῖς τῶν ἐπὶ γάλακτι μακρῶς διαιτηθέντων. ἀλύπως δ’ ἕτεροι διαπαντὸς ἐχρήσαντο τῷ γάλακτι, καὶ μετ’ ὠφελείας μεγίστης, παραπλησίως τῷ κατ’ ἀγρὸν βιώσαντι πλείω τῶν ἑκατὸν ἐτῶν, ὡς ἔφην. ὅταν γὰρ ἥ τε ποιότης αὐτοῦ τῇ τοῦ χρωμένου φύσει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε σπλάγχνων εὐπετεῖς αἱ διέξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα ὦσι, τῶν μὲν ὠφελίμων ἀπολαύουσιν οὗτοι, μοχθηροῦ δ’ οὐδενὸς πειρῶνται. τὰ δ’ ἐκ τοῦ γάλακτος ἀγαθὰ λέλεκται καὶ τοῖς ἔμπροσθεν ἰατροῖς· ὑπαγωγὴ μετρία γαστρὸς, εὐχυμία τε καὶ θρέψις, οὐ βραχέα συντελούσης εἰς ταῦτα καὶ τῆς νομῆς τῶν ζώων, ὧν μέλλεις χρήσασθαι τῷ γάλακτι. καίτοι γ’ ἀμελοῦσιν ἔνιοι παντάπασιν τῆς νομῆς, ὡς ἤτοι μηδὲν, ἢ βραχύτατον εἰς ἀρετὴν γάλακτος συντελούσης. ἀλλ’ ἐναργῶς γε θεώμεθα τὰ νεμηθέντα τῶν ζώων, ὧν μέλλομεν χρήσασθαι τῷ γάλακτι, ἢ σκαμμωνίαν, ἢ τῶν τιθυμάλλων τινὸς, καθαρτικὸν ἴσχοντα τὸ γάλα. δῆλον οὖν, ὡς καὶ δριμὺ, καὶ ὀξὺ, καὶ αὐστηρὸν ἐπὶ ταῖς μοχθηραῖς ἔσται νομαῖς, ἐξομοιούμενον ἀεὶ τῇ φύσει τῆς πόας. καὶ διὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν ἰατροῖς ἐκ τῆς πείρας διδαχθεῖσιν εἴρηνταί τινες ἀγάλακτοι νομαὶ, προσαγορεύουσι γὰρ οὕτως αὐτὰς, ὑπὲρ ὧν καὶ ἡμεῖς ἑτέρωθι διερχόμεθα. νῦν δ’ ἀρκεῖ τό γε τοσοῦτον ἐπίστασθαι περὶ αὐτῶν, ὡς οὔτε δριμείας, οὔτ’ ὀξείας, οὔτ’ αὐστηρὰς πάνυ χρὴ τὰς τροφὰς εἶναι τῶν ζώων, ὧν τῷ γάλακτι μέλλομεν ὡς εὐχυμοτάτῳ χρῆσθαι. καὶ μὴν καὶ ὅτι κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ σώματος ἄμεμπτον τὸ ζῶον, εὔδηλον δήπου, κᾂν ἐγὼ μὴ λέγω. κάλλιόν γε, τὸ μὲν αἶγα, τὸ δ’ ὄνον εἶναι, χρῆσθαι δὲ τῷ γάλακτι παρὰ μέρος ἑκατέρου· λεπτότερον μὲν γάρ ἐστι καὶ ὀῤῥωδέστερον τὸ τῆς ὄνου, σύμμετρον δὲ τῷ πάχει τὸ τῆς αἰγός. ὥστε τοῦτο μὲν ἀνατρέφει μᾶλλον, εἰ τούτου χρεία, τὸ δ’ ὄνειον ἀσφαλέστερον πάντη. καὶ γὰρ εἰ μόνον ποτὲ λαμβάνοιτο χωρὶς ἄρτου, καὶ ὑπέρχεται θᾶττον, καὶ ἥκιστά ἐστι φυσῶδες, οὐ τυροῦταί τε κατὰ τὴν γαστέρα, καὶ μάλισθ’ ὅταν ἁλῶν καὶ μέλιτος προσλάβῃ. χρὴ δὲ καὶ τούτου καὶ τῆς ἄλλης ἁπάσης ὕλης τῶν βοηθημάτων τὰς δυνάμεις ἰδίᾳ προμεμαθηκέναι τὸν μέλλοντα χρήσασθαι καλῶς, ἵνα μὴ πολλάκις ἀναγκαζώμεθα περὶ αὐτῶν λέγειν τὰ αὐτά. καὶ νῦν γέ μοι δοκῶ μακρότερον, ἢ ὡς τοῖς ἐνεστῶσι προσήκει, διεληλυθέναι περί τε γάλακτος καὶ οἴνων. ἄμεινον γὰρ ἦν εἰπόντα τὴν ἐξ αὐτῶν ὠφέλειαν τοῖς γέρουσι γινομένην ἐπὶ τὴν τῆς ὕλης ἐκλογὴν ἀποπέμψαι τὸν ἤδη μεμαθηκότα τάς τε κοινὰς δυνάμεις καθ’ ἑκάτερον αὐτῶν καὶ τὰς ἐν μέρει διαφορὰς, ἐπὶ μὲν τῶν οἴνων εἰπόντα τὰς διαφορὰς, τοὺς θερμοτέρους τε καὶ οὐρητικωτέρους ἀμείνους εἶναι τοῖς γέρουσι, ἐπὶ δὲ τοῦ γάλακτος, ὡς οὐδὲ πᾶσι δοτέον, ἀλλὰ μόνοις, ὅσοι γε πέττουσιν αὐτὸ καλῶς, καὶ συμπτώματος οὐδενὸς αἰσθάνονται κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δ’ ἔστιν ὅτε διὰ τὴν πολλῶν ὀλιγωρίαν, οὐχ ὑπομενόντων ἀναγινώσκειν τὰ βιβλία, δι’ ὧν ἐπὶ πλέον ὑπὲρ τῆς τῶν βοηθημάτων ὕλης λέλεκται, μηκύνειν ἀναγκαζόμεθα πολλάκις, εἰκότως τις ἂν ἡμῶν καὶ νῦν συγγνοίη τῷ τρόπῳ τῆς διδασκαλίας, οὐ κατὰ τὴν ἀκριβῆ βραχυλογίαν ἐπὶ ταῖς καθόλου μεθόδοις προερχομένης. ἰστέον γε μὴν, ὡς ἀδύνατόν ἐστιν ἀμέμπτως χρήσασθαι ταῖς γραφομέναις ὕλαις ἐκ μόνων τῶν τοιούτων λόγων, οἵους καὶ νῦν εἷπον ὑπὲρ οἴνου τε καὶ γάλακτος. ἀλλὰ χρὴ τὸν ἄριστα μεταχειριούμενον αὐτὰς ἰδίᾳ πρότερον ὑπὲρ ἑκάστης μεμαθηκέναι τὸν οἰκεῖον λόγον, ἐν ᾧ τήν τε κοινὴν τῆς ὕλης δύναμιν ἐπισκεπτόμεθα καὶ τὰς κατὰ μέρος ἐν αὐτῇ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν. οὐδὲ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα χρὴ γινώσκεσθαι τῷ μέλλοντι προνοήσασθαι γέροντος, ἄμεινον ἐν τῇδε τῇ πραγματείᾳ διέρχεσθαι μακρῶς, ἀλλ’ ἀρκεῖ, περὶ μὲν ἐνίων, ὅσα μάλιστά ἐστι χρήσιμα τοῖς πρεσβύταις, οὕτως εἰπεῖν, ὡς νῦν εἴρηται περὶ γάλακτος καὶ οἴνου, περὶ δὲ ἐνίων ἔτι βραχύτερον ἢ κατὰ ταῦτα διελθεῖν, ὥσπερ γε καὶ περὶ ἄλλων ὅλως μηδὲν εἰπεῖν· καίτοι τῷ γε μηκύνειν βουλομένῳ δυνατόν ἐστι ἁπάντων μνημονεῦσαι, ὅσα πλεονάζει τοῖς γέρουσιν, ᾧδέ πως λέγοντι.

Κάλλιον δὲ καὶ περὶ τῶν ἄλλων διελθεῖν, ὅσα τοῖς πλείστοις τῶν γερόντων γίνεται· βράγχοι, καὶ κόρυζαι, καὶ λίθων γενέσεις ἐν νεφροῖς, ἀρθρίτιδές τε καὶ ποδάγραι, καὶ ἄσθματα, καὶ τἄλλα ὅσα τοιαῦτα. πρὸς μὲν οὖν τοὺς βράγχους τε καὶ τὰς κορύζας δίαιταν μὲν τήνδε, φάρμακα δὲ τάδε προσφέρεσθαι χρή· πρὸς δὲ τὰς τῶν λίθων γενέσεις ταῦτα. καθ’ ἕκαστον τῶν ἄλλων οὕτως ἐπερχόμενος ἐπιμελὴς εἶναί τις δόξει καὶ περιττὸς εἰς ἐπιστήμην γηροκομικήν. ἀλλ’ ὥσπερ οὐδὲν τούτων χρὴ γράφειν ἐν συγγράμματι γηροκομικῷ, μεταφέρειν γε δυναμένων αὐτὰ τῶν γεγυμνασμένων ἐν ταῖς τῶν νοσημάτων θεραπείαις, οὕτως αὖ πάλιν οὐδ’ ἐπὶ μόνοις τοῖς κοινοῖς παύεσθαι, προειπόντα δ’ αὐτὰ προστιθέναι τινὰ τῶν κατὰ μέρος, ἃ μάλιστ’ ἐστὶν οἰκεῖα τῷ προκειμένῳ σκέμματι, καθάπερ ἡμεῖς ἐποιήσαμεν. ἐπειδὴ γὰρ ἐδείχθη τὸ γῆρας ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὁμολογουμένως εἶναι ψυχρὸν, οὐχ ὁμολογουμένως δὲ ξηρὸν, ἐνίων ὑγρὸν αὐτὸ φάντων εἶναι, προσήκει δήπου λαβόντας ὑπόθεσιν εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης, ὃ νῦν ἡμῖν πρόκειται, τὰ δειχθέντα περὶ τῆς κράσεως αὐτοῦ, τὸν μὲν σκοπὸν αὐτῶν τῶν πραγμάτων ἀπ’ ἐκείνης λαβεῖν, ἐπελθεῖν δ’ ἔνια τῶν κατὰ μέρος, τὰ μὲν ἕνεκα τοῦ γυμνάσαι τὸν μαθητὴν, τὰ δ’ ὡς παραδείγματα πρὸς τὴν τῶν οὐκ εἰρημένων εὕρεσιν γενησόμενα, διὰ τὸ μὴ πάντας οὕτως εἶναι συνετοὺς, ὡς ἐκ μόνου τοῦ καθόλου γνωσθέντος εὑρίσκειν τὰ κατὰ μέρος, ἀλλὰ τοῦ ποδηγήσοντος ἐπ’ αὐτὰ προσδεῖσθαι. γεγυμνασμένος γάρ τις τὸν λογισμὸν, ἀκούσας τὸ τοῦ γέροντος σῶμα κατὰ μὲν αὐτὰ τὰ μόρια ψυχρὸν καὶ ξηρὸν, ἐμπίπλασθαι δὲ ῥᾳδίως ὀῤῥωδῶν τε καὶ φλεγματωδῶν περιττωμάτων δι’ ἀῤῥωστίαν τῆς δυνάμεως, ἐξοχετεύειν μὲν ταῦτα πειράσεται, τὰ στερεὰ δ’ αὐτὰ τοῦ σώματος μόρια θερμαίνειν τε καὶ ὑγραίνειν. ὅσοι δ’ ἐκ τοῦ τῶν περιττωμάτων πλήθους ἀπατηθέντες ἀδιορίστως ἀπεφῄναντο, τὴν τῶν γερόντων κρᾶσιν ὑπάρχειν ὑγρὰν, οὗτοι περὶ τὸν πρῶτον εὐθέως ἐσφάλησαν σκοπὸν, ἡγούμενοι χρῆναι ξηραίνειν τὰ πρεσβυτικὰ σώματα. τῶν τε οὖν ἐδεσμάτων ὅσα ξηραντικὰ, διδόασι μᾶλλον, οἷον ἐν μὲν τοῖς λαχάνοις τὴν κράμβην πρὸ τῆς μαλάχης καὶ βλίτου, καὶ τοῦ λαπάθου, καὶ τῆς ἀτραφάξυος, καὶ τῆς θριδακίνης, ἐν δὲ τοῖς ὀσπρίοις τὴν φακῆν πρὸ τῆς πτισάνης, καὶ τὸν κέγχρον πρὸ τοῦ κυάμου, καὶ τὸν ἔλυμον πρὸ τῆς ζειᾶς, ἐν δὲ τοῖς καρποῖς ἀμύγδαλα καὶ τερμίνθου σπέρμα μᾶλλον, ἢ κολοκύνθης τε καὶ σικύων πέπονα, καὶ κοκκύμηλα, καὶ μόρα, κρεῶν δὲ τὰ τῶν ἀγρίων ζώων μᾶλλον, ἢ τὰ τῶν ἡμέρων, καὶ τὰ ταριχηρὰ τῶν προσφάτων, ἐν ὅλῃ τε τῇ διαίτῃ φεύγουσι μὲν, ὧν ἡ δύναμις ὑγρὰ, προαιροῦνται δὲ διδόναι τὰ ξηραίνοντα. καίτοι γε τοὐναντίον ἅπαν ἐστὶν ἀληθὲς, ὠφελουμένων ἐναργῶς τῶν γερόντων ὑπὸ τῶν ὑγραινόντων ἐδεσμάτων. ἐπεὶ δ’ ἐξ αὐτῶν ἔνια ψυχρὰ ταῖς κράσεσίν ἐστιν, καὶ διὰ τοῦτο φλέγμα γεννῶσιν ἐν τῇ γαστρὶ καὶ κατὰ τὰς πρώτας φλέβας, ἐντεῦθεν οὖν ἔδοξαν εἶναι βλαβερὰ τοῖς μήτε τὴν ὅλην κρᾶσιν ἐπισταμένοις τῶν γερόντων, μήτε τὸ κεφάλαιον τῆς διαίτης ὁρῶσιν. οὔτε γὰρ ἔλαιον αὐτοὺς, οὔτε λουτρὰ θερμὰ ποτίμων, οὔτ’ οἴνου πόσις ὠφελεῖ, μὴ δεομένους ὑγραίνεσθαι. καὶ μὴν καὶ τὸ μέτρια κινεῖσθαι καὶ τὸ χρῄζειν ὕπνων ἱκανὰ μαρτύρια τοῦ σκοποῦ τῆς διαίτης. ὥστε καὶ εἴποτε, φλέγματος γεννηθέντος, ἐξ ἀνάγκης ἑλοίμεθά τι τῶν τεμνόντων αὐτὸ, μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν. οὕτως δὲ κᾂν δι’ ὑποψίαν ἐμφράξεως ἐπί τι τῶν ἐκφραττόντων ἐδεσμάτων ἢ φαρμάκων ἀφικώμεθα, οὐδὲ τὰ θρέψοντα τῶν σιτίων ὑγρᾶς εἶναι κράσεως οὐ χρὴ παντάπασιν οὐδὲ κατ’ ἐκείνην αὐτὴν ἀποστῆναι τὴν ἡμέραν, πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῆς ὑστεραίας ἔχεσθαι προσήκει τοῦ σκοποῦ, τόν τε χόνδρον ἅμα τῷ μέλιτι διδόντας, ἢ ὄξους τι αὐτῷ μιγνύντας, ὅταν ὡς πτισάνην σκευάζωμεν, δι’ οἰνομέλιτος ἢ οἴνου Φαλερίνου προσφέρεσθαι κελεύοντας, ἢ τῷ γάλακτι χρωμένους, ὡς προεῖπον, ἢ πτισάνην καλῶς ἑφθὴν, πεπέρεως ἀκριβῶς χνοώδους ἐπεμβάλλοντας. οὕτως δὲ καὶ πέπειρα σῦκα πρὸ τῆς ἄλλης ὀπώρας αἱρετέον ἐστὶν, καὶ κατὰ τὸν χειμῶνα τὰς ἰσχάδας, ἄρτον τε παρεσκευασμένον, ὡς εἶπον, ἢ μετὰ μέλιτος, ἢ μετ’ οἰνομέλιτος, ἢ μετά τινος οἴνου τῶν ἐπιτηδείων. ὡς παραδείγματα γὰρ ἕνεκα σαφηνείας λέγεται αὐτὰ τάδε πρὸς τὸ καὶ τοὺς ἀναγνόντας αὐτὰ δύνασθαι κρίνειν τὴν ὕλην ὁμοίως ἀποβλέποντας εἰς τὸν καθόλου σκοπὸν, ὃν ἐν τῷ θερμαίνειν τε καὶ ὑγραίνειν ἔφην κεῖσθαι.

Ὅτι δὲ τά τε φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα, τήν τε οὔρησιν ἐφ’ ἡμέρᾳ προτρέπειν χρὴ, μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ σελίνῳ, καὶ μέλιτι, καὶ οἴνοις οὐρητικοῖς, ὑπάγειν τε τὴν γαστέρα, δι’ ἐλαίου μάλιστα, καταῤῥοφοῦντας αὐτὸ πρὸ τῶν σιτίων. εὔδηλον δὲ, ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων σιτίων ἐσθίειν χρὴ δι’ ἐλαίου τε καὶ γάρου. τὸ μὲν οὖν ἐφ’ ἡμέρᾳ διά τε τούτων ἱκανῶς ἐνίοις ἡ γαστὴρ λαπάττεται, καὶ σύκων, ὁπότ’ εἴη, καὶ κοκκυμήλων, ὅσα τ’ ἄλλα κατὰ θέρος καὶ φθινόπωρον ἀκμάζει, χειμῶνος δὲ διά τε τῶν ἰσχάδων καὶ τῶν Δαμασκηνῶν κοκκυμήλων, ἤτοι γ’ ἑψημένων, ἢ ἁπλῶς διαβεβρεγμένων ἐν μελικράτῳ, τὸ πλέον ἔχοντι μέλιτος. ἔσται δὲ τοῦτο κάλλιον, ἐὰν Ἀττικὸν ᾖ τὸ μέλι. πολύ γε τῶν Δαμασκηνῶν ὑπακτικώτερα τὰ ἀπὸ τῆς Ἱσπανίας ἐστί. καὶ τῶν ἐλαιῶν δὲ τῶν ἐκ τῆς ἅλμης ἐγχωρεῖ ποτε προλαμβάνειν. οὐ μὴν ἀλόην γε συμβουλεύω προσφέρεσθαι, καθάπερ ὁρῶ πολλοὺς τῶν γερόντων, ὅσοις ἡ γαστὴρ ξηρά. τινὲς μὲν ἀναπλάττοντες εἰς καταπότια καὶ χυμῷ κράμβης· ἔνιοι δὲ καὶ μόνης αὐτῆς λείας ἐπιπάττοντες ὑγρῷ τινι, καὶ γὰρ καὶ τοῦτο τισὶ μὲν ὕδωρ ἐστὶ, τισὶ δὲ μελίκρατον· ὅσοι δ’ ἐξ αὐτῶν πλούσιοι, τὴν μετὰ τοῦ κινναμώμου σκευαζομένην ἀλόην λαμβάνουσιν. ὀνομάζουσι δὲ τὸ φάρμακον ἔνιοι μὲν ἱερὰν τὴν δι’ ἀλόης, ἔνιοι δὲ πικράν. ἔχουσι δέ τινες ξηρὸν, ὡς ἐπιτάττειν τῷ ποτῷ· τινὲς δὲ μετὰ μέλιτος ἀνέφθου μετρίως ἀνειλημμένου. ἀλλ’ οὐδενὸς τούτων ἐστὶ χρεία τοῖς γέρουσιν, ὅτι μὴ μεγάλης ἀνάγκης καταλαβούσης. ὑπακουούσης μὲν γὰρ τοῖς εἰρημένοις τῆς γαστρὸς, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ παρὰ μίαν, οὐδὲν ὅλως χρὴ φαρμακῶδες προσφέρειν· εἰ δὲ μὴ διὰ τρίτης ὑπέλθοι, δυοῖν ἡμερῶν ἐπισχεθεῖσα, τηνικαῦτα καὶ λινόζωστις αὐτάρκης ἐστὶ, καὶ ἡ καλουμένη θαλασσοκράμβη, καὶ κνίκος ἐπὶ πτισάνῃ διδόμενος, ὅσα τ’ ἄλλα μετρίως φαρμακώδη, καθάπερ οὖν καὶ ἡ τερμινθίνη ῥητίνη. λαμβάνουσι δὲ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ μέγεθος, ἐνίοτε δὲ καὶ δυοῖν, ἢ τριῶν, οὐ μόνον γὰρ ἀλύπως λαπάττειν πέφυκεν, ἀλλὰ καὶ τὰ σπλάγχνα πάντα διαῤῥύπτειν, ἧπαρ καὶ σπλῆνα καὶ νεφροὺς καὶ πνεύμονα. ποικίλως δὲ χρῆσθαι δεῖ τοῖς εἰρημένοις, οὐχ ἕν ἐπιλεξαμένους ἐκεῖνο μόνον προσφέρεσθαι· συνήθης γὰρ ἐν τῷ χρόνῳ τοῦ λαμβάνοντος ἡ φύσις αὐτῶν γινομένη καταφρονεῖ τῆς τοῦ φαρμάκου δυνάμεως. ὑπαλλάττειν οὖν χρὴ τοῖς εἰρημένοις, καὶ πρὸς αὐτοῖς τὸ διὰ τῶν ἰσχάδων σκευαζόμενον· ἔστωσαν δὲ λιπαραὶ, καὶ ἀφαιρείσθω τὸ περικείμενον αὐταῖς ἔξω δέρμα· κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς κνίκους, εἶτ’ ἄμφω μιγνύμενα κοπτέσθω. τῷ σταθμῷ δ’ ἔστω παραπλησία τοῦ κνίκου ἡ ἰσχάς. ἔξεστι δὲ κᾀνταῦθα πειρωμένους τοῦ φαρμάκου, ὡς ἔχει πρὸς τὴν τοῦ λαμβάνοντος φύσιν, ἐνίοτε μὲν ἔλαττον, ἐνίοτε δὲ πλέον μιγνύναι τοῦ κνίκου. λαμβάνειν δὲ τὸ μέγεθος ἰσχάδων δυοῖν ἢ τριῶν. ἐξ αὐτῆς δὲ, ὡς εἶπον, τῆς πείρας ἑαυτῷ τις εὑρήσει τὸ μέτρον ἐπὶ τῶν τοιούτων ἁπάντων· ἐνίοις μὲν γὰρ μᾶλλον, ἐνίοις δ’ ἧττον ὑπακούσει τοῖς φαρμάκοις ἡ γαστήρ. ἀλλ’ ἱκανῶς γε δαψιλὲς οὐδέν ποτε χρὴ τῶν εἰρημένων φαρμάκων. ἐν μὲν γὰρ τῷ παραχρῆμα χαίρουσιν ἔνιοι σφοδρῶς κενωθέντες, ὅσῳ δ’ ἂν μᾶλλον κενωθῶσι, τοσούτῳ μᾶλλον αὐτοῖς ἡ γαστὴρ ἴσχεται κατὰ τὰς ἐφεξῆς ἡμέρας. διὰ τοῦτο δ’ ἐγὼ καὶ τοὺς ἐν νόσοις χρονίαις τὴν κοιλίαν ἐπεχομένους, ὁποῖαι μάλιστα κατὰ χειμῶνα γίνονται πολλοῖς, καὶ μετὰ μακρὰν ἀῤῥωστίαν ἐν ταῖς ἀναλήψεσιν ὁμοίως ἐνοχλουμένους οὐ κλύζω δριμέσι κλύσμασιν, ἀλλ’ ἔλαιον ἐνίημι μόνον. ὅπερ οὐδὲν κωλύει καὶ τοῖς ὑγιαίνουσιν ἐγχεῖν ἐνίοτε, τῆς γαστρὸς ἐπισχεθείσης, καὶ γὰρ διαβρέχεται τὰ σκληρὰ τῶν περιττωμάτων, καί τις ὄλισθος ἐν τῇ διόδῳ γίγνεται, καὶ τὸ σῶμα τῶν γερόντων αὐτὸ μαλάττεται, ταῖς σκληραῖς ὁμοίως διφθέραις ἐσκληρυμμένον. ἀλλ’ οὐδὲ ταῦτα τοῦ γέροντος, ᾗ γέρων ἐστὶν, ἰδία, καὶ γὰρ καὶ τοῖς ἐκ νοσημάτων μακρῶν ἀνακομιζομένοις συμφέρει. τί τοίνυν ἴδιόν ἐστι τοῦ γέροντος, ᾗ γέρων ἐστί; τὸ τῇ κράσει συμφέρον. αὕτη γάρ ἐστι, δι’ ἣν καὶ γηρῶμεν, ἄλλος ἐν ἄλλῳ χρόνῳ, πρωϊαίτερον ἢ ὀψιαίτερον, ὡς ἂν καὶ τῆς φύσεως ἔχωμεν ἐξ ἀρχῆς, ἢ ἐπιτηδεύματος, ἢ διαίτης, ἢ νόσου, ἢ φροντίδος, ἤ τι τοιοῦτον ξηρανθέντες ἀμετρότερον τύχωμεν. ἔστι μὲν γὰρ, ὅ γε κυρίως ἅπαντες ἄνθρωποι γῆρας ὀνομάζουσιν, ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶσις τοῦ σώματος, ἐκ πολυετείας γινομένη. συμβαίνει δέ ποτε καὶ διὰ πυρετῶδες νόσημα, καὶ καλοῦμεν αὐτὸ ἐκ νόσου γῆρας, ὡς ἐν τῷ περὶ μαρασμοῦ λέλεκται γράμματι· μαρασμὸς γάρ τοι καὶ ἡ τοιαύτη διάθεσίς ἐστιν, οὐκ ἐν ζώοις μόνον, ἀλλὰ καὶ φυτοῖς γιγνομένη. γέγραπται δὲ κατὰ τὸ πρῶτον βιβλίον τῆσδε τῆς πραγματείας ἡ ἀναγκαία τοῦ γήρως γένεσις. ἔκ τε οὖν ἐκείνων κᾀξ ὧν ἐν τοῖς περὶ κράσεων εἴρηται, καὶ προσέτι τοῦ περὶ μαρασμοῦ γράμματος εὐπορώτερος δή τις εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης ἂν γενηθείη.

Σύγκειται γὰρ ἅπασα πρόνοια σωματικῆς διαθέσεως ἔκ τε τοῦ γινώσκειν αὐτῆς τὴν οἰκείαν οὐσίαν καὶ τῆς τῶν βοηθημάτων ὕλης τὰς δυνάμεις· οἷον εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν ἡμῖν, τοῦ γήρως, ὁ γνοὺς τὴν διάθεσιν ἐπιστημονικῶς, ὅτι ξηρότης ἐστὶ μετὰ ψύξεως, ἐὰν ἐκμάθῃ τὰς ὑγραινούσας ὕλας καὶ θερμασίας τῶν βοηθημάτων, ἀγαθὸς ἂν ἰατρὸς εἴη γερόντων. οὐσῶν δὲ τεττάρων ὑλῶν κατὰ γένος, ἃς ὀνομάζουσι, προσφερομένων καὶ ποιουμένων καὶ κενουμένων καὶ προσπιπτόντων ἔξωθεν, ἐκλέγεσθαι προσήκει καθ’ ἑκάστην αὐτῶν τὰ θερμαίνειν τε καὶ ὑγραίνειν δυνάμενα. πρὸς δὲ τὴν οἰκείαν ἑκάστου χρῆσιν ἡ ἐπὶ τῶν παραδειγμάτων ἄσκησις ὠφελιμωτάτη. οἶδα δέ ποτε θώρακα παιδὸς ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆς τῶν ἄλλων συμμετρίας μορίων αὐξήσας τὸ μέτρον ἐκ τοιαύτης ἰδέας βοηθημάτων. ἐζώννυον μὲν αὐτῷ τὰ κάτω τοῦ θώρακος ἅπαντα μέχρι τῶν ἰσχίων ζώνῃ συμμέτρως πλατείᾳ, οὕτω παραβάλλων, ὡς ἐρηρεῖσθαι μὲν ἀλύπως, μήτε δὲ χαλαρὸν ἀπολιπεῖν τι, μήτε πεπιέσθαι, γυμνάσια δὲ τά τε δι’ ὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰς καλουμένας ὑπὸ τῶν φωνασκῶν ἀναφωνήσεις παρελάμβανον, ἐφ’ ἑκατέροις δὲ κατάληψιν πνεύματος ἐκέλευον ποιεῖσθαι. γίγνεται δ’ αὕτη, σφοδρῶς μὲν θλιβόντων ἡμῶν ἐκ παντὸς μέρους τὸν θώρακα, τὴν δ’ ἐκπνοὴν κατεχόντων, ὡς ἐπέχεσθαι πᾶν ἔνδον τὸ πνεῦμα τὸ διὰ τῆς εἰσπνοῆς φθάνον εἱλκύσθαι. διὸ καὶ πλεῖον εἰσπνευστέον ἐστὶ τῷ μέλλοντι καλῶς τοῦτο δράσειν· ὅσῳ γὰρ ἂν ᾖ πλείων ὁ θλιβόμενος ἀὴρ, τοσούτῳ μᾶλλον ὁ θώραξ εὐρύνεται διατεινόμενος. ὅτι δὲ καὶ τὰς ἀναφωνήσεις ἐν μεγέθει τε καὶ τῇ κατ’ ὀξύτητα τάσει τῆς φωνῆς ποιητέον ἐστὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε δὴ πρόκειται γυμνάζειν ἰσχυρῶς πάντα τοῦ θώρακος τὰ μόρια. ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανομένων σωμάτων εἰς συμμετρίαν ἄξει τὰ φύσει κακῶς διαπεπλασμένα· μέτρια δὲ καὶ τοὺς ἤδη τελείους ὠφελήσει. οὐ μὴν ἐπί γε πρεσβυτῶν ἐπιχειρήσεις ἔργῳ τοιούτῳ, βέλτιον γὰρ ἐπ’ ἐκείνων ἡσυχάζειν τοῖς ἀσθενέσι μορίοις εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν συνήθων ἐπιτηδευμάτων γυμνάζειν, εἰ καὶ βλαβερὰ μετρίως εἴη. τοῖς γε μὴν νέοις ὑπαλλάττειν πειρᾶσθαι τὰ βλάπτοντα, κᾂν ἐκ παιδὸς ᾖ συνηθέστατα· δύναται γὰρ ἡ δύναμις αὐτῶν ὑπομεῖναι τὴν μεταβολὴν ἐν μέτρῳ γινομένην, ἐλπίς τ’ ἐστὶ, τῷ λοιπῷ χρόνῳ τῆς ζωῆς ὀνήσεσθαί τι πρὸς τῶν ἀμεινόνων ἐπιτηδευμάτων. ὁ δὲ γέρων, εἰ δυνηθείη χρόνῳ συχνῷ κατὰ βραχὺ μεταστῆναι τῶν φαύλων ἐθῶν, οὐδ’ ἐν ᾧ χρόνῳ χρήσεται τοῖς βελτίοσιν ἕξει, συμβήσεται δ’ αὐτῷ πονῆσαι μάτην, ὥσπερ εἰ καὶ τέχνην ἄρχοιτο μανθάνειν ὀγδοηκοντούτης τις ὤν. ὥσπερ δὲ τῶν γερόντων αὐτῶν οὐ σμικρά τίς ἐστι διαφορὰ πρὸς ἀλλήλους, εἴτε κατὰ τὴν ἡλικίαν αὐτὴν, εἴτε κατὰ τὴν διάθεσιν τοῦ σώματος, οὕτω καὶ τῶν φύσει ξηροτέρων τε ἅμα καὶ ψυχροτέρων, ὡς πρὸς τὸν σύμμετρον παραβάλλειν, οὐκ ὀλίγον τοὐν μέσῳ τῆς δυσκρασίας ἐστὶ πρὸς ἀλλήλους τε καὶ τοὺς γέροντας. ὑγραίνειν μὲν οὖν αὐτοὺς δηλονότι καὶ θερμαίνειν προσήκει, θαῤῥαλεώτερον δὲ ταῦτα πράττειν, διὰ τὴν ἡλικίαν ἀνεχομένους ἰσχυρῶν γυμνασίων, ὡς ἂν ἐῤῥωμένης ἔτι τῆς δυνάμεως. ὁ γάρ τοι πρῶτος σκοπὸς, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν ἰαμάτων λαμβάνομεν, ἡ τοιάδε δυσκρασία τοῦ σώματός ἐστιν, οὐ τὸ γῆρας, ἢ ὅλως ἡλικία τις. ἀλλ’ ἐπειδὴ στοχαστικῶς ἡμῖν τὸ τῶν διαθέσεων μέτρον λαμβάνεται, διὰ τοῦτο καὶ τὴν ἡλικίαν ἐπισκοποῦμεν. ἡ δ’ αὐτὴ χρεία καὶ τῆς τῶν ἐθῶν γνώσεώς ἐστι, καὶ τῆς τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων· εἰς γὰρ τὴν τῆς διαθέσεως ἀκριβεστέραν γνῶσιν ἐκ τῶν τοιούτων ἁπάντων ὠφελούμεθα, τῶν δ’ ἰαμάτων ἡ ἔνδειξις οὐκ ἐκ τούτων γίνεται. τῷ γε μὴν ἐμπειρικῷ μέρος τῆς ὅλης συνδρομῆς ἐστι καὶ τὰ τοιαῦτα, τετηρημένης ἐπ’ αὐτῆς τῆς θεραπείας, οὐκ ἐνδεικτικῶς εὑρισκομένης. εἰκότως τοιγαροῦν Ἱπποκράτης τὰ πλεῖστα περὶ διαγνώσεων καὶ προγνώσεων ἔγραψε, γυμνάζων ἡμᾶς ἐν τοῖς κατὰ μέρος, οἵ τ’ ἄριστοι μετ’ αὐτὸν ἰατροὶ ὡσαύτως ἔπραξαν, εὖ εἰδότες, ὡς τῷ γνόντι τὴν διάθεσιν ἀκριβῶς τοῦ σώματος, ὃ μεταχειριζόμεθα ὑγιαῖνον ἢ νοσοῦν, οὐ χαλεπῶς εὑρίσκεται τὰ βοηθήματα. χρὴ γὰρ, ὡς εἴρηται πολλάκις, ἄρχεσθαι μὲν ἀπὸ θεραπευτικοῦ παραγγέλματος τοῦ, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, τῆς δ’ ὕλης τῶν βοηθημάτων ἐπιστήμονα γενόμενον, ὡς ἐκμάθῃ αὐτῆς τὰς δυνάμεις, ἀεὶ προσφέρειν ἅπαντι σώματι, τῷ μὲν φαύλως διακειμένῳ τἀναντία, τῷ δ’ ἄριστα κατεσκευασμένῳ τὰ παραπλήσια ταῖς δυνάμεσι. καὶ τοίνυν καὶ τὰς δυσκρασίας αὐτὰς, ὅσαι κατὰ τὸ τῆς ὑγείας ἔτι πλάτος εἰσὶν, ἐπανορθοῦσθαι μὲν βουλόμενος ὑπεναντίως διαιτήσεις· ὅπερ ἐπὶ πολλῆς γίνεται σχολῆς. ἐν ἀσχολίᾳ γὰρ οὖσι διὰ τῶν ὁμοίων ὑπηρετήσεις, καὶ μάλισθ’ ὅταν οὕτως ὦσιν εἰθισμένοι. συμβαίνει δὲ ὡς τὰ πολλὰ θάτερον τούτων μᾶλλον, ὡς ἂν τῶν φύσεων ἀδιδάκτως αἱρουμένων τὰ οἰκεῖα. καὶ μέχρι γε τοσούτων προσφερόμεθα αὐτὰ, μέχρι περ ἂν εἰς τὴν ἀρχαίαν ἐπανέλθωσι κατάστασιν.

Ἡ δέ γ’ ἐπανορθουμένη τὴν δυσκρασίαν δίαιτα περαιτέρω προέρχεται τὰ πολλά. διὸ καὶ τοῖς οἰκείοις νοσήμασιν ἁλισκόμεθα πλείοσι, τοῦ μὲν φύσει θερμοτέρου ῥᾳδίως τὰ θερμὰ νοσήματα νοσοῦντος, τοῦ δὲ ψυχροτέρου τὰ ψυχρὰ, καὶ τῶν ἄλλων ὡσαύτως. ἐπανέρχεται τοιγαροῦν θᾶττον εἰς τὴν ἰδίαν φύσιν ἕκαστον τῶν δυσκράτων σωμάτων, ἤπερ ἐπὶ τὴν ἀρίστην κρᾶσιν. ἐν τῷ μεσαιτάτῳ γὰρ αὕτη πασῶν οὖσα τῶν δυσκρασιῶν, ἐὰν μὲν οἰκείῳ τις ἁλῷ τῇ φύσει νοσήματι, πλέον ἀφέστηκεν, ἐὰν δὲ οὐκ οἰκείῳ, βραχύτερον. οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον ἐστὶ, κᾂν εἴη μοχθηρὰ, δυσαρεστουμένων ἔτι τῶν σωμάτων. ἀλλ’ ἐν ταῖς ἀκριβεστέραις ὑγείαις οὐκ ἀεὶ τοῦτο πρακτέον, ἀλλ’ ὅταν ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ σχολὴν ὁ μέλλων μεταχθήσεσθαι. ταῦτ’ οὖν ὄντα κοινὰ παραγγέλματα πασῶν τῶν κράσεων ὑπαλλάττεται κατὰ μέρος, εἰς ὅσον ἂν ἑκάστη δυσκρασία τῆς ἄκρας εὐκρασίας ἀπολείπηται, καὶ θαυμαστὸν οὐδέν ἐστι, τὰς δυσκράτους φύσεις ἐν τῷ μέσῳ καθεστηκυίας ἀκριβοῦς ὑγείας αἰσθητοῦ τε νοσήματος ἐπαμφοτερίζειν καὶ τῷ τρόπῳ τῆς διαίτης. οὐ μὴν οὐδὲ τὸ φαίνεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῶν αὐτῶν ὠφελουμένους τε καὶ βλαπτομένους θαυμαστόν. εἰ μὲν γὰρ ἅπαντες ὁμοίαν ἀλλήλοις εἶχον κατασκευὴν, τότ’ ἂν ἦν θαυμαστὸν, ὑπὸ τῶν ἐναντίων ἐνίους ὠφελεῖσθαι βλαπτομένους ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δ’ ἐναντίαι πολλῶν τῶν ἀνθρώπων εἰσὶ κατασκευαὶ τοῦ σώματος, εὔλογόν ἐστι, καὶ τὴν ὠφέλειαν αὐτοῖς ὑπὸ τῶν ἐναντίων γίνεσθαι. διὸ καὶ θαυμάσειεν ἄν τις ἁπάντων τῶν ἰατρῶν, ὅσοι γράφειν ἐπεχείρησαν ὑγιεινὰ συγγράμματα, μὴ διελομένων τῷ λόγῳ τὰς φύσεις. ὥσπερ γὰρ ἑνὶ καλοποδίῳ πρὸς ἅπαντας ἀνθρώπους ἀδύνατον χρῆσθαι τοῖς σκυτοτόμοις, οὕτω τοῖς ἰατροῖς ἰδέᾳ βίου συμφερούσῃ μιᾷ. διὰ τοῦτο οὖν ἐνίοις μὲν ὑγιεινότατον εἶναί φασι τὸ γυμνάζεσθαι καθ’ ἑκάστην ἡμέραν ἱκανῶς, ἐνίοις δὲ μηδὲν κωλύειν, εἰ καὶ παντάπασί τις ἐν ἡσυχίᾳ διατρίβοι, καὶ λούεσθαι τοῖς μὲν ὑγιεινότατον εἷναι δοκεῖ, τοῖς δ’ οὒ, καὶ πίνειν ὕδατος καὶ οἴνου, καὶ περὶ τῶν ἄλλων ὡσαύτως, οὐ μόνον ὑγιεινῶν διαιτημάτων, ἀλλὰ καὶ τῶν τοῖς νοσοῦσι προσφερομένων ἰαμάτων, ἐναντιώτατα γράφουσιν ἀλλήλοις, ὡς σπάνιον εὑρεῖν ὁμολογούμενον ἕν τι πᾶσιν αὐτοῖς. ἥ γε μὴν πεῖρα δείκνυσιν ὑπό τε τῶν αὐτῶν ἐνίους βλαπτομένους τε καὶ ὠφελουμένους, ὑπό τε τῶν ἐναντίων ὡσαύτως. οἶδα γ’ οὖν τινας, οἵ τρεῖς ἡμέρας ἀγύμναστοι μείναντες εὐθέως νοσοῦσιν, ἀγυμνάστους δ’ ἑτέρους ἀεὶ διατελοῦντας, ὑγιαίνοντας δὲ, καὶ τούτων ἐνίους μὲν ἀλούτους, ἐνίους δὲ, εἰ μὴ λούσαιντο, πυρέττοντας αὐτίκα, καθάπερ ὁ Μιτυληναῖος Πρημιγένης. ὅτι μὲν οὔν οὕτως φαίνεται ταῦτα γιγνόμενα, καὶ οἱ τῇ πείρᾳ μόνῃ τὴν τέχνην ἀθροίζοντες ἴσασιν. οὐ μὴν ἔγραψέ τις αὐτῶν γνωρίσματα, καθάπερ ἐπὶ τῶν νοσημάτων, οἷς προσέχοντες εὑρήσομεν, ὁποίας ἕκαστος δεῖται διαίτης. ἐπ’ ὀλιγίστων γὰρ ἔστιν εὑρεῖν τὰς καλουμένας ὑπὸ τῶν ἐμπειρικῶν συνδρομὰς ἠκριβωμένας, ὡς ἐν περιπνευμονίᾳ τε καὶ πλευρίτιδι· τὰ δὲ πλεῖστα νοσήματα στοχαστικὴν ἔχει διάγνωσιν, ὡς οὐκ ἐξ ἀθροίσματος ὡρισμένων συμπτωμάτων γινωσκόμενα, ἀλλ’ ἀνδρὸς δεόμενα ἀκριβῶς ἐπισταμένου τὴν διάθεσιν τοῦ σώματος, εὑρίσκειν δ’ ἱκανοῦ τὰ κατὰ μέρος ἅπαντα τὰ τῇ τοιαύτῃ συμφωνοῦντα. τό γ’ οὖν προκείμενον αὐτῷ τῷ λόγῳ ποδηγηθέντες ἡμεῖς εὕρομεν ἔτι νέοι τὴν ἡλικίαν ὄντες. ᾧ καὶ δῆλον, ὡς ἡ μακρὰ πεῖρα χωρὶς λόγου τὰ τοιαῦτα εὑρίσκειν ἀδύνατος. ἐπί γ’ οὖν τοῦ Πρημιγένους ἀκούσας, ὅτι πάντως πυρέττοι μὴ λουσάμενος, ἐλογισάμην, αὐτῷ καπνώδη περιττώματα γεννᾶσθαι, διαπνεῖσθαι δεόμενα, πυκνοτέρου δὲ τοῦ δέρματος ὄντος, ἢ ὡς ἐπιτρέπειν αὐτοῖς κενοῦσθαι πᾶσιν ἀθροιζομένοις ὑπὸ τῷ δέρματι, θερμασίαν γεννᾷν. διὸ καὶ τὰ λουτρὰ χρησιμώτατα ταῖς τοιαύταις φύσεσιν, οὐ μόνον τῷ κενοῦν τὸ καπνῶδες, ἀλλὰ καὶ τῷ τέγγειν ὑγρότητι γλυκείᾳ. καταμαθεῖν οὖν ἔδοξέ μοι πλατεῖαν ἐπιβαλόντι τὴν χεῖρα τῷ θώρακι τοῦ Πρημιγένους, ὁποία τίς ἐστιν ἡ τῆς θερμασίας ποιότης. ὡς δὲ δριμεῖα καὶ δακνώδης εὑρέθη παραπλησίως τοῖς κρόμμυα προσενηνεγμένοις δαψιλῆ, πολὺ δὴ μᾶλλον ἔτι τὴν αἰτίαν τοῦ γινομένου καλῶς εὑρῆσθαί μοι πεισθεὶς, ἐπυθόμην, εἴ τινες ἱδρῶτες αὐτῷ γίγνοιντο χωρὶς τοῦ λουτροῦ, καὶ φάντος μὴ γίγνεσθαι, βεβαιοτέραν γνῶσιν ἐπείσθην ἔχειν τῆς διαθέσεως αὐτοῦ. καὶ μὴν δὴ καὶ ἄλλους τινὰς εἶδον, ὁμοίως μὲν ἐκείνῳ δακνῶδες ἔχοντας τὸ θερμὸν, οὐ μὴν ἐπ’ ἀλουσίᾳ γε μιᾷ πυρέττοντας, ἐπειδὴ δι’ ἱδρώτων αὐτοῖς ἐκενοῦτο τὰ περιττώματα. τῷ Πρημιγένει δὲ πρὸς τῇ φυσικῇ κατασκευῇ καὶ ὁ τρόπος τῆς διαίτης αἴτιος ἦν τοῦ πυρέττειν ἐπ’ ἀλουσίᾳ μιᾷ, διατρίβοντι τὸ πλεῖστον ἐπὶ τῆς οἰκίας, ἐν ᾗ γράφων ἢ ἀναγινώσκων διετέλει διὰ τὸ προσκεῖσθαι θεωρίᾳ περιπατητικῇ, καθ’ ἣν οὐδενὸς ἦν δεύτερος τῶν κατ’ αὐτόν. ἴσμεν δ’, ὅτι καὶ τοῖς μὴ κατὰ φύσιν τοιοῦτον γεννῶσι περίττωμα φιλοπονία καὶ φροντὶς αἰτίαι γίνονται τῆς γενέσεως αὐτοῦ. διόπερ ἕτερον ἄνθρωπον ὁμοίως ἐκείνῳ τὴν θερμασίαν ἔχοντα δακνώδη συνέβαινε μὴ πυρέττειν μετὰ μίαν ἡμέραν ἀλουσίας, ἐπειδὴ μήτε φροντιστὴς ἦν, αἵ τε πράξεις αὐτῷ κατὰ τὴν πόλιν ἐγίγνοντο περιπατοῦντι πολλὰ, καὶ ὠνουμένῳ, καὶ πιπράσκοντι, καὶ μαχομένῳ πολλάκις, ἐν οἷς ἱδροῦν ἠναγκάζετο. διὰ τοῦτο ἕτερόν τινα τῶν νοσούντων καθ’ ἕκαστον θέρος ὀξὺ καὶ χολῶδες νόσημα παμπόλλων ἐτῶν ἤδη τελέως ἄνοσον ἐφύλαξα γυμνάζεσθαι κωλύσας. θερμὸς γὰρ ὢν καὶ ξηρὸς τὴν κρᾶσιν ὁμοίως τῷ Πρημιγένει γυμνασίοις τε συντόνοις ἐχρῆτο καὶ ἡλίῳ καὶ κόνει. συνέβαινεν οὖν αὐτῷ, τὴν μὲν θερμασίαν ἀμετρότερον αὐξάνεσθαι, πυκνοῦσθαι δὲ τὸ δέρμα καὶ δυσδιάπνευστον γίνεσθαι· συνελθόντων δὲ εἰς ταὐτὸ ἀμφοτέρων, ἕτοιμον ἤδη πυρέξαι τῷ ταῦτα πάσχοντι σώματι. ὅπερ οὖν κατὰ τὴν ἰατρικὴν τέχνην εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν ἐρῶ· τάχιστα μὲν ὁ λογισμὸς εὑρίσκει τὰ ζητούμενα, βεβαιοῖ δὲ τὴν πίστιν αὐτῶν ἡ πεῖρα. καίτοι γε θαυμασιώτερον Ἱπποκράτους εἰρηκότος, ὡς ταῖς θερμαῖς φύσεσιν ἄμεινον ἀργεῖν ἐστιν, ἢ γυμνάζεσθαι, παμπόλλους τῶν ἰατρῶν ἰδεῖν ἔστι μηδὲ γινώσκοντας, οἵτινές ποτέ εἰσιν οἱ τοιοῦτοι τῶν ἀνθρώπων, ἀλλ’ ἑξῆς ἅπασι γυμνάσια προστάττοντας, ὥσπερ αὖ πάλιν ἄλλους οὐκ ὀλίγους ἰατροὺς οὐδὲν ἐκ γυμνασίων πλέον εἰς ὑγίειαν ἡγουμένους γίνεσθαι, καὶ πρὸς τούτοις γε τρίτους ἄλλους, τοῖς μὲν εἰθισμένοις γυμνάζεσθαι συγχωροῦντας, εἴργοντας δὲ τοὺς ἀήθεις ἀπὸ τῶν γυμνασίων. ἅπαντες μὲν οὖν ἁμαρτάνουσιν, ἀλλ’ οἱ τρίτοι ῥηθέντες ἧττον. οἱ πλείους γὰρ τῶν ἐθιζόντων ὁτιοῦν ἔθος οἰκεῖον αἱροῦνται τῇ φύσει διὰ τὸ βλαπτομένους πολλάκις ὑπὸ τῶν οὐκ οἰκείων ἀφίστασθαι. τινὲς δ’, ἤτοι νικηθέντες ὑφ’ ἡδονῆς, ἢ δι’ ὑπερβάλλουσαν ἄνοιαν οὐκ αἰσθανόμενοι τῆς βλάβης, ἐμμένουσι τοῖς κακοῖς ἔθεσιν. ἀλλ’ οὗτοι μὲν ὀλίγοι, πλείους δέ εἰσιν οἱ μεθιστάμενοι. διὸ καὶ τοὺς ἰατροὺς ἧττον ἁμαρτάνειν εἰκός ἐστιν, ὅσοι διαφυλάττειν ἀξιοῦσιν ἅπαν ἔθος· ὅσοι μέντοι νομίζουσι μηδὲν διαφέρειν εἰς ὑγείαν ἀγύμναστον προσαίρεσθαι ἢ γυμνασθέντα σιτίον, καὶ ὅσοι πάντας ἀξιοῦσι γυμνάζεσθαι, πλείω βλάπτουσι τῶν προειρημένων. αὐτῶν δὲ τούτων ἀλλήλοις παραβαλλομένων ἧττον βλάπτουσιν οἱ πρὸ τῶν σιτίων ἀεὶ γυμνάζεσθαι ἐθέλοντες. οἴονται δ’ ἔνιοι καὶ Ἱπποκράτην παραινεῖν, πόνους γὰρ σιτίων ἡγεῖσθαι κατὰ τοὺς ἀφορισμοὺς, μὴ γινώσκοντες, ὡς περὶ τάξεως νῦν ὁ λόγος αὐτῷ ἐστι τῶν γυμνασίων τε καὶ σιτίων, οὐ τοῦτο λέγοντι, ὡς ἐπὶ πάντων ἀνθρώπων ἄμφω χρήσιμά ἐστιν, ἀλλ’ ὡς, ἐφ’ ὧν συμφέρει γυμνάσια, προηγεῖσθαι χρὴ τῶν σιτίων. ὅτι δ’ οὐ πᾶσι συμφέρει, διά τε τῶν ἐπιδημιῶν ἐδήλωσε σαφῶς, τὰς θερμὰς φύσεις ἀξιῶν ἐλιννύειν, ἔν τε τοῖς ἀφορισμοῖς δυνάμει, διὰ τοῦ δηλῶσαι καθόλου, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. δύναται δέ ποτε καὶ διαφωνίας φαντασία γενέσθαι κατὰ τὰ τοιαῦτα παραγγέλματα, τινῶν μὲν ἅπασαν κίνησιν σύμμετρον τῷ κινουμένῳ σώματι γυμνάσιον ὀνομαζόντων, ἐνίων δὲ τὴν σφοδροτέραν μόνην. ὥστε κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἅπαντας ἀνθρώπους δεῖσθαι γυμνασίων, καὶ τοῦτο εὔδηλον παντί· κατὰ δὲ τὸ δεύτερον οὐκ ἀληθές. τῶν γὰρ ἐν ταῖς εἱρκταῖς ὑγιαινόντων οὐκ ὀρθῶς μοι δοκοῦσιν ἔνιοι μεμνῆσθαι· διαφθείρονται γοῦν οὗτοι πάντως ἐν τῷ χρόνῳ, κωλυόμενοι παντάπασιν ἀλείφεσθαί τε καὶ λούεσθαι· τὸ δὲ πρὸς ὀλίγας ἡμέρας ἀντέχειν αὐτοὺς τῇ νοσώδει διαίτῃ θαυμαστὸν οὐδέν. εἴπερ οὖν ἅπασα κίνησις ὑπὸ τὴν τοῦ γυμνασίου προσηγορίαν ἄγοιτο, καὶ ὁ περιπατήσας, καὶ ὁ τριψάμενος, καὶ ὁ λουσάμενος γεγυμνάσθαι ἂν λέγοιτο, ἐὰν συμμέτρως κινηθῇ τῇ παρούσῃ τοῦ σώματος καταστάσει· ἐὰν δὲ καὶ τούτων εἴρξῃς τινὰ, νοσήσει πάντως. ὁρῶμεν γὰρ νῦν εἰργομένους οὐ μόνον νοσοῦντας, ἀλλὰ καὶ ἀποθνήσκοντας ἐν ταῖς εἱρκταῖς, ἐπειδὰν κατακλεισθῶσι πλέονα χρόνον. εἰ δὲ τὰς σφοδρὰς κινήσεις μόνας ὀνομάζοι τις γυμνάσια, γένοιθ’ οὕτως ἂν ἀληθὲς τὸ μὴ δεῖσθαι πάντας ἀνθρώπους γυμνασίων. εὐθέως μέν τοι ὁ Πρημιγένης ἐκεῖνος οὐδεμιᾶς ἐδεῖτο βιαίας κινήσεως, οὐκ ὀλίγου δὲ πρὸ τοῦ λουτροῦ περιπάτου κατὰ τὰς πρὸ τοῦ βαλανείου στοάς. ἀλλὰ καὶ τρίψασθαι μετ’ ἐλαίου καὶ τὸ μετὰ λουτρὸν ἀπομάξασθαι τὸ ὕδωρ αὐτάρκεις εἰσὶ κινήσεις ἀνδρὶ τοιαύτης κράσεως. ὁ δὲ καὶ πρὸ τοῦ δείπνου περιεπάτει τε καὶ διελέγετο τοῖς ἑταίροις, ὥσπερ οὖν καὶ κατὰ τὴν οἰκίαν ἕωθεν. οὔκουν ἐστί τις ὑπὸ παντελοῦς ἀργίας ὀνινάμενος. ἀλλ’ ὅτε ἐλιννύειν ταῖς θερμαῖς φύσεσιν ὁ Ἱπποκράτης συμβουλεύει, τῶν σφοδρῶν κινήσεων ἀπέχεσθαι κωλύει. κᾀγὼ πολλοὺς ὤνησα ἔτι νοσοῦντας ἐν ἀρχῇ φθινοπώρου διὰ τὰς ἐπιτηδευομένας αὐτοῖς ἤδη κινήσεις ἐν ὅλῳ τῷ θέρει· κωλύσας τοῦτο πράττειν ὑγιαίνοντας ἀπέφῃνα· καθάπερ οὖν ἄλλους εἶρξα τοῦ γυμνάζεσθαι σφοδρῶς, ἑτέρους δ’ ἔμπαλιν ἐξ ἀργίας εἰς γυμνάσια μεταστήσας ἀνόσους διεφύλαξα, νοσοῦντας ἔμπροσθεν οὐκ ὀλιγάκις. εἰσὶ δ’ οὗτοι ψυχρότεροι τῶν εὐκράτων τε καὶ συμμέτρων, ἐναντίως διακείμενοι τοῖς θερμοτέροις τε καὶ ξηροτέροις. εἴρηται δὲ οὐ μόνον ἐν τῇ περὶ κράσεων πραγματείᾳ τὰ γνωρίσματα τῶν κράσεων, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τῇ ἰατρικῇ· τοῦτο γάρ ἐστι τὸ ἐπίγραμμα τῶν ἡμετέρων ἑνὶ βιβλίων. θαυμάσαι δ’ ἔστι τῶν ἰατρῶν, ὅσοι μηδὲ τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα γινώσκουσι. τίς γὰρ οὐχ ὁρᾷ τὴν διαφορὰν τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἐκτεταμένην, ὥσθ’ ὑπὸ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ σιτίων ἐνίους μὲν ὠφελεῖσθαι, βλάπτεσθαι δ’ ἑτέρους, ὥσπερ γε κᾀν ταῖς νόσοις; ὥσθ’, ὅτι μὲν οὐ χρῄζουσι τῶν αὐτῶν ἅπαντες, ἐναργῶς φαινόμενον ἐχρῆν αὐτοὺς εἰδέναι, γράφοντας δὲ συγγράμματα διορίσασθαί τε καὶ διδάξαι, τίνες ὑπὸ τίνων ὠφελοῦνταί τε καὶ βλάπτονται. τίς οὖν ἡ αἰτία τοῦ παραλείπεσθαι τοὺς διορισμοὺς αὐτοῖς, καίτοι γ’ ὑφ’ Ἱπποκράτους εἰρημένους; ἡ ἐπίτριπτος ἐπιθυμία τοῦ δόξαν ἔχειν ἐν ἀνθρώποις αἱρεσιάρχας ὀνομασθέντας. διὰ ταῦτα μὲν γὰρ ἐκεῖνοι μὴ ἐπεχείρησαν τοῖς ἐναργῶς φαινομένοις ἀκολουθεῖν, ἀλλὰ ταῖς δόξαις αἷς ὑπέθεντο. τῶν δὲ εἰς αὐτοὺς ἐμπεσόντων νεωτέρων ἐπείσθησαν οἱ πλεῖστοι, τῷ μήτ’ ἄλλο τι μεμαθηκέναι βέλτιον, ἀμαθεῖς τε εἶναι καὶ ἀγύμναστοι παντάπασιν ἀποδείξεως. εἰ γὰρ ἕποιτό τις ἀποδείξει, ῥᾷστα διακρινεῖ τῶν τ’ ἀληθῶν δογμάτων τὰ ψευδῆ, τῶν τε μετὰ διορισμοῦ γεγραμμένων τὰ μὴ τοιαῦτα, καταγνώσεταί τε πάντων ἀτεχνίας, ὅσοι χωρὶς διορισμοῦ ἔγραψάν τι.

Πρόσχες οὖν μοι τὸν νοῦν ἄνωθεν ἐπερχομένῳ διὰ βραχέων, ὁποίους εἶναι χρὴ τοὺς διορισμούς. ὅσοις μὲν φύσει τὸ θερμὸν δακνῶδές ἐστιν, ὡς καπνώδη γεννᾷν περιττώματα, τούτοις λουτρὰ χρήσιμα, καὶ κινήσεις. βραχεῖαί τε καὶ νωθραὶ, πολλαὶ δὲ καὶ ὀξεῖαι βλαβερώτεραι. τούτοις οὖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς λούεσθαι τῆς ἡμέρας συμφέρει, καὶ μάλιστα θέρους, ἐσθίειν τε τροφὰς εὐχύμους, μηδὲν ἐχούσας δριμύ· πολέμιον δ’ αὐτῶν ἐστι τὸ ἡλιοῦσθαι, καὶ τὸ θυμοῦσθαι, καὶ τὸ φροντίζειν πολλά. τοὺς δ’ ἐναντίας ἢ κατὰ τούσδε φύσεως (εἰσὶ δ’. οὗτοι ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶσιν) ἰσχυροτέρων τε κινήσεων χρεία ἔχεσθαι καὶ διαίτης πλέον ἐχούσης τὸ λεπτόν· εἴρηται δ’, ἥτις ἐστὶν ἡ τοιαύτη, δι’ ἑνὸς ὑπομνήματος· οὐ μὴν οὐδ’ ἐν ἡλίῳ γυμναζόμενοι βλάπτονται, καθάπερ οὐδ’ ἀλουτοῦντες. μεγίστη μὲν οὖν διαφορὰ ταῖς εἰρημέναις ἐστὶ φύσεσι πρὸς ἀλλήλας· ἐναντιωτάτη γὰρ ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις τῇ θερμῇ καὶ ξηρᾷ· μεγίστη δὲ ἡ ψυχρᾶς τῇ θερμῇ καὶ ὑγρᾶς πρὸς τὴν ξηράν. ἔστι δὲ ἡ μὲν ψυχρὰ καὶ ξηρὰ τῇ τῶν γερόντων ὁμοία· διὸ καὶ ταχέως γηρᾷ τὰ τοιαῦτα σώματα, καὶ λέλεκται περὶ αὐτῆς αὐτάρκως ἔμπροσθεν. ἡ δ’ ὑγρὰ καὶ θερμὴ τοῖς ῥευματικοῖς εὐάλωτος πάθεσι. τό γε μὴν κοινὸν ἐπὶ πασῶν τῶν δυσκράτων φύσεων ἄμεινόν ἐστι κᾀπὶ τῆσδε πράττειν. ἔστι δὲ τοῦτο, κολάζειν μὲν αὐτὰ διὰ τῶν ἐναντίων ἐπὶ πολλῇ σχολῇ, φυλάττειν δὲ διὰ τῶν ὁμοίων, ἐπειδὰν ὑπὸ πλειόνων ἀσχολιῶν εἴργηταί τις ἑαυτῷ σχολάζειν. περί γε μὴν τῶν ἐν τοῖς τοιούτοις σώμασιν γυμνασίων ᾧδ’ ἔχει. πλείω μὲν χρὴ πονεῖν διὰ τὴν ὑγρότητα τῶν σωμάτων, σύντονα δὲ οὐ χρὴ διὰ τὴν θερμότητα. προσέχειν δ’ ἀκριβῶς, ὅταν ἐξ ἀργοτέρας διαίτης εἰς τὰ γυμνάσια μεταβάλλωσι· παραχρῆμα γὰρ ἁλίσκονται ῥευματικοῖς νοσήμασιν, εἰ μὴ προκενωθέντες ἅπτονται τῶν γυμνασίων. ὅσον γὰρ ἂν ἐν τῷ σώματι συνεστὸς ᾖ καὶ παχὺ κατὰ τοὺς χυμοὺς, ἢ καὶ μετρίως ψυχρὸν, αὐτίκα τοῦτο πνευματοῦταί τε καὶ χεῖται. ταῦτ’ ἄρα καὶ κατὰ τὸ ἔαρ αἱ τοιαῦται φύσεις μάλιστα τοῖς ὑπὸ πλήθους γιγνομένοις ἁλίσκονται νοσήμασι, συνάγχαις, κυνάγχαις, κατάῤῥοις, αἱμοῤῥοΐσιν, αἱμοῤῥαγίαις, ἀρθρίτισιν, ὀφθαλμίαις, περιπνευμονίαις, πλευρίτισι, τοῖς τ’ ἄλλοις ἅπασιν, ὧν τὸ γένος ἐστὶ φλεγμονή. διὸ καὶ φθάνειν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος αἵματος ἀφαιρεῖν αὐτῶν, ἢ φλέβα τέμνοντα, ἢ ἀποσχάζοντα τὰ σφυρά. μὴ βουλομένων δ’ οὕτως κενοῦσθαι, καθαρτέον ἐστὶ φαρμάκῳ ποικίλῳ, δυναμένῳ καὶ ξανθῆς χολῆς ἕλκειν τι, καὶ φλέγματος, καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. ἃ δ’ ἐπὶ τῶν γυμνασίων εἴρηται, ταῦτα κᾀπὶ τῶν βαλανείων εἰρῆσθαι χρὴ δοκεῖν, καὶ γὰρ καὶ ταῦτα σφαλερὰ, πρὶν κενωθῆναι, κενωθέντα δὲ ὠφελήσει, καὶ μάλισθ’ ὅσων λουτρῶν οὐκ ἔστι πότιμον ὕδωρ, ἀλλ’ ἔχει τινὰ διαφορητικὴν δύναμιν. ὅ γε μὴν οἶνος ὅτι μὲν ὠφελιμώτατος ταῖς ψυχραῖς καὶ ξηραῖς φύσεσιν, εἴρηται πρόσθεν. εἰ δέ γε ταῖς θερμαῖς ἁπάσαις οὐκ οἰκεῖος, ἀλλ’ ἄμεινον ἐπ’ αὐτῶν ἐστιν ὕδωρ ποτὸν, ὡς ἐν ταῖς ἐπιδημίαις γέγραπται, σκεπτέον ἐφεξῆς. ἴσως γάρ τινι δόξει παντάπασιν ἄτοπον εἶναι, νεανίσκον, ἢ τὸν στρατιωτικὸν, ἢ ἀθλητικὸν, ἤ τινα τῶν σκαπτόντων, ἢ θεριζόντων, ἢ ἀροτριώντων, ἢ ὅλως ὁτιοῦν ἰσχυρὸν ἔργον ἐργαζόμενον, ἐφ’ ὕδατος μόνου διαιτᾶσθαι, καὶ ταῦτα σφάλλεσθαι τὸν Ἱπποκράτην περὶ τῶν θερμῶν κράσεων ἁπλῶς ἀποφηνάμενον, ὡς ὑδροποσίας δεομένων. ἐμοὶ δ’ οὐχ ἁπλῶς Ἱπποκράτῃ, ἀλλὰ περὶ τῆς ἄκρως θερμῆς φύσεως εἰρῆσθαι δοκεῖ τοῦτο, κατὰ δυσκρασίαν δηλονότι τοιαύτης οὔσης, οὐ τῷ πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ αὐτὸς αὐξάνεσθαί φησιν ἐν τῷ τῶν ἀθλητῶν ἐπιτηδεύματι. ἀλλ’ ὅγε δύσκρατος θερμὸς οὔτ’ ἀθλητὴς, οὔτε στρατιώτης, οὔτε τῶν κατὰ γεωργίαν ἢ πολιτείαν ἔργων ἀγαθὸς ἃν ποτε γένοιτο ἐργάτης· ἰσχυρῶν γάρ ἐστιν ἀνδρῶν τὰ τοιαῦτα ἐπιτηδεύματα. τοιοῦτοι δ’ οὐκ ἂν εἶεν ἄνευ τοῦ συμμέτρως κεκρᾶσθαι· συμμέτρως δ’ αὐτῶν κεκραμένων, πλεῖστον ἂν εἴη τὸ ἔμφυτον θερμόν. τῇ μὲν οὖν τοιαύτῃ φύσει σύμμετρον δηλονότι δοτέον ἐστὶ τὸν οἶνον, ὥσπερ καὶ αὐτὴ σύμμετρός ἐστι, καὶ μέχρι τοσούτου γε σύμμετρον, ἄχρι περ ἂν ᾖ σύμμετρος. ἀνάγκη γάρ ἐστι καὶ ταύτην οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ καὶ τῷ τῆς παρακμῆς χρόνῳ, τῆς συμμέτρου γενέσθαι ψυχροτέραν. εἴ τις δ’ ἄρα, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, θερμοτάτη κρᾶσις ᾖ, ταύτῃ συμφέρει μηδ’ ὅλως οἶνον διδόναι. τριῶν δ’ οὐσῶν κατὰ γένος διαφορῶν τῆς θερμῆς κράσεως, μιᾶς μὲν, καθ’ ἣν ἡ ἑτέρα τῶν ἀντιθέσεων, ἡ κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, εὔκρατός ἐστι, δευτέρας δὲ, ᾗ σύνεστιν ἀμετροτέρα τοῦ συμμέτρου ξηρότης, καὶ τρίτης, καθ’ ἣν ἅμα τῷ θερμῷ πλεονάζει τὸ ὑγρὸν, ἐν ᾗ μὲν ἡ ἑτέρα τῶν ἀντιθέσεων εὔκρατός ἐστιν, οὐκ ἂν γένοιτό ποτε ἄκρως ἄμετρον, ἐπειδὴ τῷ τοιούτῳ ξηρότης ἐπιγίνεται διὰ ταχέων, αὕτη δὲ οὐχ ὑπόκειται τῇ ξηρᾷ· ἐν ᾗ δὲ ἐστὶ καὶ ξηρότης ἅμα τῇ θερμότητι, δυνατὸν ἐν αὐτῇ γενέσθαι ποτὲ τὴν παρὰ φύσιν θερμότητα πλείστην, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, μέχρι πλείονος χρόνου, πλείστην δὲ ἐν ὀλίγῳ χρόνῳ, καὶ τὴν μεθ’ ὑγρότητος ἄκρως ἄμετρον θερμασίαν, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, δυνατὸν γενέσθαι. τῇ μὲν οὖν πρῶτον ῥηθείσῃ τοσοῦτον ἐπιτρέψομεν ὑδατώδους οἴνου προσφέρειν, ὅσον ἀποκεχώρηκε τῆς ἄκρας δυσκρασίας· τῶν δ’ ἄλλων οὐδετέρᾳ συγχωρήσομεν, ἄκρᾳ γε οὔσῃ, καθότι δέδεικται. ταῖς γὰρ μὴ τοιαύταις δυσκρασίαις οἶνον δώσομεν ὀλίγον καὶ ὑδατώδη· τοιοῦτος δ’ ἐστὶν ὁ λευκὸς μὲν τῇ χροιᾷ, λεπτὸς δὲ τῇ συστάσει· καθάπερ γε καὶ ταῖς ψυχραῖς δυσκρασίαις τοὺς θερμοτέρους τῶν οἴνων προσοίσομεν. ὁ μὲν οὖν ἄκρως θερμὸς οἶνος ταῖς ἄκρως ψυχραῖς δυσκρασίαις σύμφορος, ἐπὶ δὲ τῶν ἄλλων ὁ ἀνάλογος. οὐ γὰρ μόνον ἁπλῶς χρὴ μεμνῆσθαι τοῦ τἀναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, ἀλλὰ καὶ τοῦ καθ’ ἑκάστην ἐναντίωσιν ποσοῦ. καθάπερ οὖν ἐπὶ τῶν φαρμάκων ἐδείξαμεν, ὡς οὐ μόνον χρὴ σκοπεῖν, εἰ θερμὸν ἢ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τίνος δι’ αὐτῶν τάξεως, οὕτω κᾀπὶ τῶν οἴνων ἐστὶ ποιητέον, οὐ τὸν ὑδατώδη μόνον ἢ τὸν θερμὸν αἱρουμένους, ἀλλὰ καὶ τὸν τὴν ἀντιλογίαν ἔχοντα τῆς ἑαυτοῦ θερμότητος ἢ ψυχρότητος οἰκείαν ὡς πρὸς τὸ τῆς δυσκρασίας εἶδος. ταῦτα δὲ περὶ τῶν μέσην ἡλικίαν ἐχόντων τοῦ γήρως εἴρηται, γινωσκόντων ἡμῶν τὸ μὲν πρῶτον αὐτοῦ μέρος, ὃ τῶν ὠμογερόντων ὀνομάζουσι, δυναμένων ἔτι πράττειν τὰ πολιτικὰ, τὸ δὲ δεύτερον, ἐφ’ οὗ τὸ σύμφορον ὄνομα φέρουσιν, αὐτὸ τοῦτο εἶναι, καθ’ οὗ λέγουσιν,

— — Ἐπὴν λούσαιτο φάγοι τε, Εὑδέμεναι μαλακῶς — —

οὐ μὴν ἐπί γε τῆς τρίτης, ἐν ᾗ τὸν γραμματικὸν ἔφην Τήλεφον ὄντα ἐν τῷ μηνὶ δὶς ἢ τρὶς λούεσθαι· διὰ γὰρ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως οὐ φέρουσιν οὗτοι τὰ συνεχῆ λουτρά. πρόσεστι δ’ αὐτοῖς τὸ μηδ’ ἀθροίζειν δακνώδη περιττώματα διὰ τὴν ψύξιν τῆς ἕξεως. ὀνομάζουσι δὲ τὸν κατὰ τὴν ἡλικίαν ταύτην πέμπελον, ὡς οἱ ταῖς ἐτυμολογίαις χαίροντές φασι, παρὰ τὸ ἐκπέμπεσθαι τὴν εἰς ᾅδου δηλονότι πομπήν.

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Ζ.

Ἑτέρας ὑποθέσεως ὑγιεινῶν θεωρημάτων ἀρχὴν ἐν τῷδε ποιούμενον ἀναμνῆσαι δεῖ με τὰ κεφάλαια τῶν ἔμπροσθεν εἰρημένων, ἀναγκαῖα τοῖς λεχθησομένοις ὄντα. πρῶτον μὲν οὖν ἐῤῥήθη, τί ποτ’ ἐστὶν ὑγίεια· δεύτερον δὲ ὑπ’ αὐτῇ, καθόλου τίς ὑπογραφή· τρίτον δὲ, πῶς ἂν φυλάττοιτο· καὶ πρὸς τούτῳ, ὅτι μεταβάλλει διαπαντὸς τὰ τῶν ζώων σώματα, καὶ κατὰ τοῦτο ἀναγκαῖον εἴη καὶ τὴν ὑγίειαν αὐτῶν κινδυνεύουσαν φθαρῆναι τῆς ἐξ ἡμῶν ἐπικουρίας δεῖσθαι πρὸ τοῦ μεγάλην γενέσθαι μεταβολὴν, ὡς νοσεῖν ἤδη σαφῶς. ἐπικουρία δ’ ἐστὶν ἐξ ἐδεσμάτων τε καὶ πομάτων ἀναπληρούντων ὅσον ἀποῤῥεῖ τῆς τοῦ σώματος οὐσίας. ἑτέρα δ’ ἀβοήθητος ἐδείχθη μεταβολὴ, κατὰ τὸν τῶν ἡλικιῶν λόγον γιγνομένη, ξηραινομένου τοῦ παντὸς ζώου μετὰ τὴν πρώτην γένεσιν ἄχρι τῆς τελευτῆς ἐν τῷ μεταξὺ χρόνῳ παντί. τοὺς δ’ ἀγνοοῦντας τὴν ὑγιεινὴν δίαιταν εἰκός ἐστι θᾶττον ἢ κατὰ τὸν τῆς φύσεως λόγον ἀποθνήσκειν. ἐπεὶ δ’, ὡς ἔφην, ἀναγκαῖον μὲν ἐστὶ τρέφεσθαι ζῶον ἅπαν γεννητὸν, ἡ δ’ οὐσία τῶν ἐδεσμάτων οὐκ ἔστιν ἅπασα τρόφιμος, καὶ διὰ τοῦτο τὸ περιττὸν αὐτῆς ὑπολείπεταί τι μοχθηρὸν, ὃ καλοῦσιν ἰδίως περίττωμα, παρεσκευάσθη τῇ φύσει μόρια τοῦ σώματος εἰς τὴν διάκρισίν τε καὶ κένωσιν αὐτοῦ. πολλῆς δὲ οὔσης ἐν τῇ τῶν σωμάτων φύσει διαφορᾶς, εὔλογόν ἐστι καὶ τὴν ἑκάστου πρόνοιαν ὑγιεινὴν ἰδίαν ὑπάρχειν ἑκάστῳ. πρῶτον οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον, ὅπως ἄν τις τοῦτον ὑγιαίνοντα διαφυλάττοι, διελθεῖν προὐθέμεθα. πολλῶν δ’ αἰτίων κατὰ πολλοὺς τρόπους διακοπτόντων τὴν ὑγιεινὴν ἀγωγὴν, ὑπεθέμεθα τὸν ἄριστα κατεσκευασμένον ἑαυτῷ φυλάττειν ἐλεύθερον ὄντα πολιτικῆς ἀσχολίας ἁπάσης. καὶ τοῦτον ὥσπερ ἄν τις ἀπὸ πρώτης ἡλικίας ἄχρι γήρως ἐσχάτου διαφυλάξειεν ὑγιαίνοντα, διελθόντες ἐν τοῖς πρώτοις ὑπομνήμασι πέντε, μεταβησόμεθα νῦν ἐπί τε τοὺς κατὰ περίστασιν πραγμάτων ἀδυνατοῦντας ἐν τοῖς προσήκουσι καιροῖς ἐσθίειν τε καὶ πίνειν καὶ γυμνάζεσθαι, καὶ τοὺς εὐθὺς ἐξ ἀρχῆς νοσώδη κατασκευὴν σώματος ἔχοντας. συντομώτερος δὲ τοῦ πρόσθεν ὁ περὶ τούτων ἐστὶ λόγος, καίτοι γε, ὅσον ἐφ’ ἑαυτῷ, μακρότερος ὢν, διὰ τὸ προειρῆσθαι τῶν πλείστων ὑλῶν τὰς δυνάμεις, αἷς εἰς τὴν ὑγιεινὴν πρόνοιαν χρώμεθα. διά τε γὰρ τρίψεων, καὶ λουτρῶν, καὶ γυμνασίων, ἐδεσμάτων τε καὶ ποτῶν, θάλψεών τε καὶ ψύξεων, ἀφροδισίων τε χρήσεως καὶ ἀποχῆς, εἴ τί τε τοιοῦτόν ἐστιν ἄλλο, τὰς μεταβολὰς τοῦ σώματος ὁρῶμεν γιγνομένας, ὧν, ὡς ἔφην, εἴρηνται πρόσθεν αἱ δυνάμεις.

Αἱ μοχθηραὶ δὲ τῶν σωμάτων κατασκευαὶ διτταὶ κατὰ γένος εἰσίν· ἔνιαι μὲν γὰρ αὐτῶν ὁμαλῶς, ἔνιαι δὲ ἀνωμάλως ἔχουσι κεκραμένα τὰ στοιχειώδη τε καὶ πρῶτα τοῦ σώματος μόρια, καλούμενα δ’ ὑπ’ Ἀριστοτέλους ὁμοιομερῆ. λέγω δ’ ὁμαλῶς μὲν, ὅταν ἐπί τινα δυσκρασίαν ἐκτραπῇ πάντα ὁμοίως τὰ τοῦ σώματος μόρια, ψυχρότερα τοῦ προσήκοντος ἢ θερμότερα γενόμενα, ἢ ξηρότερα ἢ ὑγρότερα, καὶ κατὰ συζυγίαν τινὰ μὲν ἅμα θερμότερά τε καὶ ξηρότερα, τινὰ δὲ ὑγρότερα καὶ ψυχρότερα γιγνόμενα, καί τινα μὲν ὑγρότερα καὶ θερμότερα, τινὰ δὲ ψυχρότερα καὶ ξηρότερα. καὶ μέντοι καὶ κατὰ τὴν τῶν ὀργανικῶν μορίων σύνθεσιν ἔνια μὲν ὁμαλῶς, ἔνια δὲ ἀνωμάλως σύγκειται. πρῶτον μὲν οὖν ἐρῶ καὶ νῦν, ὁποῖαι κατασκευαὶ σωμάτων εἰσὶν αἱ νοσωδέσταται, καθάπερ καὶ πρόσθεν ἐδήλωσα τὴν ὑγιεινήν. ἀλλ’ αὕτη μὲν μία, τὸ γὰρ ἄριστον ἐν παντὶ γένει πράγματος ἕν ἐστι· τὰ μοχθηρὰ δὲ δηλονότι πάμπολλα. διττὴ δ’ αὐτῶν ἐστιν ἡ γενικὴ διαφορὰ, καθάπερ ἀρτίως εἶπον, ἐνίων μὲν ἐν ὁμοίᾳ δυσκρασίᾳ ἅπαντα ἐχόντων τὰ μόρια, τινῶν δ’ ἐν διαφερούσῃ. τῶν μὲν οὖν ὁμοίαν ἐχόντων δυσκρασίαν εὔδηλον ὡς χείριστά ἐστι τὰ σφοδρὰς ἔχοντα ταύτας, καὶ μάλιστα τὰς ψυχρὰς ἅμα καὶ ξηράς· τῶν δ’ ἀνωμάλους ἐχόντων κατασκευὰς σωμάτων οὐδ’ ἀριθμῆσαι ῥᾴδιόν ἐστι τὰς ὑπαλλάξεις. ἀλλὰ κᾀκεῖνα δ’ ὑπαλλάξειεν ἄν τις διττοῖς εἴδεσιν, ἢ γένεσιν, ἢ ὅπερ ἄν τις ὀνομάζειν ἐθέλοι. νοσωδέστατα μὲν γὰρ αὐτῶν ἐστιν, ὅσα ταῖς ἐναντίαις κράσεσι τὰ κυριώτατα τῶν μορίων ἔχει πλεονεκτούμενα· μετριώτερα δ’, ἐν οἷς οὕτω διάκειται τὰ μὴ κύρια. τεθέαμαι γάρ τινας ἤδη ἔχοντας κοιλίαν μὲν ψυχρὰν, κεφαλὴν δὲ θερμὴν, ὥσπερ ἐνίους ἔμπαλιν ἐπὶ κεφαλῇ ψυχρᾷ θερμὴν κοιλίαν. ἐθεασάμην δὲ κατὰ συμβεβηκὸς, οὐ πρώτως, οὐδὲ κατὰ τὸν ἴδιον λόγον τῆς κράσεως ἐκχολουμένην γαστέρα συνεχῶς, οὐκ οὖσαν φύσει θερμὴν, ὥσπερ γε καὶ ψυχομένην ἑτέραν, καίτοι οὐκ οὖσαν φύσει ψυχράν· οὕτως δὲ καὶ κεφαλὴν, ἧπάρ τε καὶ σπλῆνα, καὶ ἄλλο μόριον ἀπολαῦον ἐνίοτε τῆς ἑτέρας δυσκρασίας, ἤτοι μηδὲν αὐτὸ φύσει βεβλαμμένον εἰς τὴν προσήκουσαν κρᾶσιν, ἢ διακείμενον ἐναντίως αὐτῇ. περὶ πρώτων οὖν ὁ λόγος ἔσται μοι τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐχόντων, ἀπὸ τῶν θερμοτέρων ἀρξαμένῳ. λέλεκται δ’ ἐν τοῖς περὶ κράσεων, ἀδύνατον εἶναι διαμένειν ἐπὶ πολὺ δυσκρασίαν τινὰ μίαν, αὐτὴ γὰρ ἑαυτῇ προσκτᾶταί τινα ἐξ ἀνάγκης ἑτέραν. διὸ καὶ τοῖς πλείστοις τῶν ἰατρῶν τέτταρες ἔδοξαν εἷναι μόναι δυσκρασίαι σύνθετοι, τὰς δὲ ἁπλᾶς οὐκ εἶναι· τήν τε γὰρ θερμὴν ἐξικμάζουσαν ἀεὶ τὰς ὑγρότητας ἐπικτᾶσθαι ξηρότητα, τήν τε ψυχρὰν, ἅτε οὐκ ἐκδαπανῶσαν, ὑποτρέφειν ὑγρότητα, κατὰ ταὐτὰ δὲ καὶ τὴν ξηρὰν ἐν μὲν τῷ χρόνῳ τῶν αὐξητικῶν ἡλικιῶν ἑαυτοῦ θερμότερον ἀποφαίνειν τὸ ζῶον, ἐν δὲ τῷ τῶν παρακμαστικῶν ἀποψύχειν· ξηραίνειν μὲν τὰ στερεὰ μόρια τοῦ σώματος, ἀθροίζειν δὲ περιττωμάτων πλῆθος· ὥσπερ γε καὶ τὴν ὑγρὰν, ἢν ἅμα τῷ θερμοτάτῳ συμμέτρῳ συστῇ, γίνεσθαί ποτε κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις εὔκρατον. ἀμφοτέρας δ’ ἀντιθέσεις δηλονότι λέγω τὴν κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν. ἔσται δ’ εὔκρατος ἡ τοιαύτη κατὰ τὸν τῆς ἀκμῆς καιρὸν, οὐχ ἥκιστα δὲ κᾀν τῷ κατὰ τὴν παρακμὴν, ὡς ἐκείνοις πρέπει. τὴν μὲν γὰρ ἀρίστην κρᾶσιν ἴσχει τὸ σῶμα κατὰ τὴν τῶν μειρακίων ἡλικίαν, αἱ δ’ ἄλλαι πᾶσαι χείρους ταύτης εἰσὶν, ὡς ἐδείχθη. καὶ μέντοι καὶ τοῦτ’ ἀναμεμνήσθω, ἕν τι ὂν αὐτὸ τῶν εἰρημένων. διττῶν γὰρ οὐσῶν ἐνεργειῶν κατὰ τὰ ζῶα, τὰς μὲν σωματικὰς οἱ παῖδες ἀρίστας ἔχουσι, τὰς δὲ ψυχικὰς ἡ μετὰ τοὺς παῖδας ἡλικία μέχρι τῆς παρακμαστικῆς. οὐκ ἔστι δὲ καὶ ἐτῶν ἀριθμῷ περιορίσαι ταύτας, καθάπερ ἔνιοι πεποιήκασι, πλὴν ἢ κατὰ πλάτος. ἡβάσκειν οὖν ἄρχονταί τινες ἅμα τῷ πληρῶσαι τὸ τεσσαρεσκαιδέκατον ἔτος, ἔνιοι δὲ μετ’ ἐνιαυτὸν, ἢ καὶ πλείονα χρόνον· ἀρχήν τε τῆς παρακμῆς ἴσχουσιν, ἔνιοι μὲν εὐθέως μετὰ τὸ τριακοστὸν ἔτος, ἔνιοι δὲ μετὰ τὸ τριακοστὸν πέμπτον. τὴν μὲν οὖν ἰσχὺν ἅπαντες ἄνθρωποι καθαιροῦνται μετὰ τὴν ἀκμαστικὴν ἡλικίαν, οὐ μὴν τήν γε ὑγίειαν ἀπολλύουσιν, ἀλλ’ ἧττον μὲν ἐπαινετὴν ἔχουσιν ἢ πρόσθεν, ἔχουσι δ’ ὅμως οὐ μόνον ἄχρι γήρως ἀρχῆς, ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ γῆρας ὅλον, ὃ δὴ δοκεῖ τισιν εἶναι νόσημα φυσικὸν, ὁπόταν μήτ’ ὀδυνῶνταί τι, μήτε τινὰ τῶν ἐνεργειῶν, αἷς εἰς τὰς κατὰ τὸν βίον πράξεις χρώμεθα, τελέως ἀπολέσωσιν, ἢ μὴ παντάπασιν ἄῤῥωστον ἔχωσιν, ὑγιαίνουσιν ὑγίειαν οὖσαν οἰκείαν γήρᾳ. μεμνῆσθαι γὰρ δεῖ που καὶ τῶν περὶ τῆς ὑγιείας ἀποδεδειγμένων, ὡς πάμπολυ τὸ πλάτος αὐτῆς ἐστιν. εἰ δὲ καὶ τρίτη τίς ἐστι διάθεσις σώματος, ἣν οἱ περὶ τὸν Ἡρόφιλον οὐδετέραν ὀνομάζουσι, τὴν τοῖς ἐκ πυρετῶν χαλεπῶν διασωθεῖσιν ὑπάρχουσαν κατὰ τὸν τῆς ἀναλήψεως χρόνον, καὶ τῇ τοῦ γήρως ἡλικίᾳ, τὸ μὲν ἔξω νόσου τοῖς γέρουσιν εἶναι πάντως ὑπάρξει, τὸ δὲ τὰς ἐνεργείας ἰσχυρὰς ἔχειν ὁμοίως τοῖς ἀκμάζουσιν οὐχ ὑπάρχει. ἀλλ’ ἐὰν, εἰς ὅσον γέροντι χρεία βλέπειν τε καὶ ἀκούειν καὶ βαδίζειν καὶ τἄλλα πράττειν δύνασθαι, μηδὲν ἐλλίπῃ τὸ σῶμα, καὶ τοῦτ’ ἄν τις εἰκότως ὀνομάζοι γέροντος ὑγίειαν, ὅλον τοῦτο λέγων ὑγίειαν γέροντος, οὐχ ἁπλῶς ὑγίειαν. ἐκείνη μὲν γὰρ ἄμεμπτός ἐστι τὴν διὰ τῶν ἐνεργειῶν ἀρετὴν, μεμπτὴ δ’ ἡ τῶν γερόντων· ἔχουσα γὰρ ἁπάσας τὰς ἐνεργείας οὐδεμίαν ἐῤῥωμένην ἔχει. καὶ δὴ καὶ τὸ γηροκομικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς σκοπὸν ἔχει τὴν γεροντικὴν ὑγείαν εἰς ὅσον οἷόν τε διαφυλάττειν. ὅσα δὲ σώματα νοσώδη κατασκευὴν ἔσχηκεν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει, ταῦτα τὴν ἀρχὴν μὲν οὐδ’ ἀφικνεῖταί ποτε εἰς τὸ γῆρας, εἰ δ’ ἀφίκοιτο, πάντα ἕν γέ τι νόσημα χρόνιον ἴσχει. προὐθέμεθα δ’ ἐν τῷ νῦν λόγῳ περὶ τῶν μοχθηρὰν ἐχόντων κατασκευὴν διελθεῖν, σκοποῦντες, ὅπως ἄν τις αὐτὰ φυλάττοι κατὰ τὸ πλεῖστον ὑγιαίνοντα.

Τὴν ἀρχὴν οὖν ἀπὸ τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐν ἅπασι τοῖς μέρεσι τοῦ σώματος ἐχόντων ποιησάμενοι λέγωμεν ἤδη περὶ τῆς θερμοτέρας κράσεως, οὐ μὴν ἐν τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα συμμετρίᾳ μεμπτῆς. εὐθὺς μὲν οὖν ἀπ’ ἀρχῆς ἡ τοιαύτη φύσις τοῦ σώματος ὑγιεινοτέρα φαίνεται τῆς κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτου· λέγω δ’ ἀμφοτέρας, τῆς τε κατὰ θερμότητα καὶ ψυχρότητα, καὶ τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα. καὶ τούς τε ὀδόντας φύσει θᾶττον, καὶ φθέγξεται διηρθρωμένην φωνὴν, καὶ βαδιεῖται θᾶττον, αὐξήσεταί τε κατὰ τὴν ἀναλογίαν ἑκάστοτε τῶν ἐτῶν. ἐπειδὰν δὲ τὴν τῶν μειρακίων ἡλικίαν διεξέλθῃ, τὸ μεταξὺ πᾶν ἄχρι τῆς παρακμῆς σαφῶς πλέον ἤδη φανεῖται θερμὸν, ὡς τοῖς ἀπὸ ξανθῆς χολῆς νοσήμασί τε καὶ συμπτώμασιν εὐάλωτον ὑπάρχειν. ἡ γὰρ τοι πολλὴ θερμότης ἐκδαπανῶσα τὴν ὑγρότητα ξηροτέραν ἐργάζεται τὴν κρᾶσιν. οὔσης δὲ καὶ τῆς τῶν ἀκμαζόντων ἡλικίας θερμῆς, ἡ συζυγία τῆς κράσεως αὐτῶν ἔσται θερμή τε ἅμα καὶ ξηρά· χολὴ δὲ ἐν ταῖς τοιαύταις κράσεσιν ἡ ὠχρά τε καὶ ξανθὴ καλουμένη πλεονάζει. τοὺς οὖν οὕτως πεφυκότας ἄχρι μὲν τῆς τῶν μειρακίων ἡλικίας ὁμοίως χρὴ τοῖς ἄριστα πεφυκόσι διαιτᾷν, ὑπὲρ ὧν εἴρηται κατὰ τὸν ἔμπροσθεν λόγον· ἐπειδὰν δὲ τέλειον αὐτῶν ᾖ τὸ σῶμα, διασκέψασθαι προσήκει, πότερον ὑπέρχεται τὸ περιττὸν τῆς χολῆς αὐτοῖς ἅμα τοῖς διαχωρήμασιν, ἢ πρὸς τὴν ἄνω κοιλίαν ὁρμᾷ. κάτω μὲν ὑπιόντος αὐτοῦ, πρόδηλον, ὡς χρὴ οὐδὲν περιεργάζεσθαι, πρὸς δὲ τὴν ἄνω γαστέρα φερομένου, δι’ ἐμέτων ἐκκενοῦν, μακρὰν χαίρειν εἰπόντας ἐκείνοις τῶν φιλοσόφων, ὅσοι κωλύουσι μετὰ τὰ γυμνάσια πρὸ τῆς τροφῆς ἀφ’ ὕδατος χλιαροῦ ἐμεῖν. οἴνῳ γὰρ οὐδ’ ἐγὼ συμβουλεύω τηνικαῦτα χρῆσθαι, πλὴν εἰ δυσχερῶς ἐμοῖεν ἀφ’ ὕδατος. εἰσὶ γάρ τινες καὶ τοιαῦται φύσεις σωμάτων, αἷς συγχωρητέον οἴνου γλυκέος προσφέρεσθαι, εἰ προπίονται αὐτοῦ τὸ ὕδωρ. ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἡ κρᾶσις ἐξ ἀρχῆς ᾖ θερμοτέρα τε καὶ ξηροτέρα, πρὸς τοὺς ἐμέτους ἔρχεσθαι· καὶ γὰρ καὶ μᾶλλόν εἰσιν οὗτοι χολώδεις ἐπὶ τῆς ἀκμαστικῆς ἡλικίας. καὶ δὴ καὶ γυμνάζεσθαι βέλτιον αὐτοὺς, οὐκ ὀξὺ καὶ σύντονον γυμνάσιον, ἀλλὰ σχολαιότερόν τε καὶ μαλακώτερον· εἰσὶ γὰρ δὴ καὶ ἰσχνότεροι πάντες οἱ τοιοῦτοι. συμπεφώνηται δὲ τοῖς γυμνασταῖς ἅπασι, λεπτύνειν μὲν τὰ ὀξέα γυμνάσια, σαρκοῦν δὲ τὰ βραδέα. τινὲς δὲ καὶ τῶν σφόδρα θερμῶν τὴν κρᾶσιν οὐδ’ ὅλως χρῄζουσι γυμνασίων, ἀλλ’ ἀρκεῖ περίπατός τε καὶ λουτρὸν αὐτοῖς, ἀνατριψαμένοις ἐλαίῳ μαλακαῖς τρίψεσι. δριμὺ γὰρ καὶ θερμὸν καὶ δακνῶδες τὸ διαπνεόμενον ἀπ’ αὐτῶν ἐστιν, οὐκ ἀτμῶδες οὐδ’ ἡδὺ καὶ ἄδηκτον. οὗτοι δὲ καὶ τοῖς μετὰ τροφὴν χαίρουσι λουτροῖς. καὶ τινες αὐτῶν ἄπιστον ὅπως ἐπαχύνθησαν ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. παλαιὸς δὲ οἶνος ἐναντίος αὐτοῖς ἐστι, οἰκεῖος δὲ ὁ λευκὸς καὶ λεπτός. ἐπιβλέπειν δὲ ἐπὶ πάντων τῶν μετὰ τροφὴν λουομένων, μή πως κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ, αἰσθάνονταί τινος ἀλγήματος, ἢ βάρους, ἢ τάσεως. αἱ γὰρ τοιαῦται κατασκευαὶ τῶν σωμάτων ἡπατικαῖς ἁλίσκονται νόσοις, ἐὰν ἐδηδοκότες λούωνται. κᾂν αἴσθωνται δέ ποτε τοιούτου τινὸς συμπτώματος, αὐτίκα διδόναι τι τῶν ἐκφραττόντων τὸ ἧπαρ, ἀπέχειν τε καὶ τῶν παχυχύμων ἐδεσμάτων, καὶ μάλιστα ὅσα γλίσχρα. λέγεται δὲ περὶ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς τρισὶν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἔγραψα, καὶ τῷ περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας, ἔτι τε κᾀν τῷ τῆς λεπτυνούσης διαίτης. καὶ γὰρ οὖν καὶ χρῆσθαι ἐν τοῖς ἀλγήμασι τοῖς καθ’ ἧπαρ ἀναγκαῖόν ἐστι λεπτυνούσῃ διαίτῃ, μέχρι περ ἂν αὐτοῖς ἀνώδυνόν τε καὶ κοῦφον γένηταί πως τὸ δεξιὸν ὑποχόνδριον. ἀγαθὸν δὲ καὶ τῆς κόμης τοῦ ἀψινθίου τὸ ὑπόβρεγμα προσφέρεσθαι, καὶ τὸ διὰ ταύτης τε καὶ ἀνίσου καὶ πικρῶν ἀμυγδάλων συντιθέμενον, ὃ δι’ ὀξυμέλιτος ἄμεινον πίνειν ἐν τῷ μέσῳ χρόνῳ τῆς τε ἐκ τῶν ὕπνων ἀναστάσεως καὶ τοῦ λουτροῦ. προκατειργασμένων τε γὰρ τῶν ἀναδεδομένων εἰς ἧπαρ ἐκ τῆς γαστρὸς ἄμεινον προσφέρεσθαι τὰ τοιαῦτα, τῇ τε ἐξ αὐτῶν ἐνεργείᾳ χρόνον τινὰ δίδοσθαι πρὸ τῆς τῶν σιτίων προσφορᾶς. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς καλαμίνθου φάρμακον, οὗ τὴν σύνθεσιν ἐν τῷ δ΄ τῶν ὑπομνημάτων ἔγραψα. ἀλλ’ ἐπί γε τῶν χολωδῶν κράσεων φυλάττεσθαι προσήκει τὴν συνεχῆ τοῦδε χρῆσιν. καὶ μέντοι καὶ ὁπότε τις αὐτῶν χρῆται αὐτῷ τῆς καθ’ ἧπαρ ἐμφράξεως ἕνεκεν, ἄμεινον δι’ ὀξυμέλιτος πίνεσθαι. τὸ δὲ τῶν τροφῶν εἶδος, εἰ μὲν ὑπαλλάττειν ἐπὶ τὸ βέλτιον ἐθέλεις τὴν κρᾶσιν τῶν οὕτως ἐχόντων, ἐναντίον ἔστω τῇ δυσκρασίᾳ. κατὰ βραχὺ δὲ γίνεται τοῦτο χωρὶς βλάβης, ἐπιστατοῦντος μὲν ἰατροῦ, σχολὴν δ’ ἄγοντος αὐτῷ τοῦ βοηθουμένου τοσαύτην, ὡς ἅπαντα ποιεῖν ἐν τῷ προσήκοντι καιρῷ. πράττοντι δὲ ἀνθρώπῳ τὰ πολιτικὰ καὶ πολλαῖς ἀσχολίαις δουλεύοντι κάλλιόν ἐστι μηδ’ ἐπιχειρεῖν ὑπαλλάττειν τὴν κρᾶσιν, ἀλλὰ τὰς οἰκείας τροφὰς αὐτῷ δοτέον. οἰκεῖαι δ’ εἰσὶν αἱ μὲν ὑγραὶ ταῖς ὑγραῖς, αἱ δὲ ξηραὶ ταῖς ξηραῖς. ἡ γάρ τοι θρέψις ὁμοιουμένου γίνεται τοῦ θρέψοντος ἐδέσματος τῷ τρεφομένῳ σώματι· θᾶττον δὲ ὁμοιοῦται τὰ μὲν ξηρὰ ταῖς ξηραῖς, τὰ δ’ ὑγρὰ ταῖς ὑγραῖς. ἐπὶ δὲ τῶν ὁμαλὴν τὴν κρᾶσιν ἐχόντων, ὅσον περ ἂν ἥδιον ᾖ τὸ βρῶμα, τοσοῦτον τροφιμώτερον γίγνεται· τῶν δ’ ἀνώμαλον ἐχόντων τὴν κρᾶσιν σωμάτων, ὡς ἄλλην μὲν εἶναι τὴν τοῦ ἥπατος, ἄλλην δὲ τὴν τῆς γαστρὸς, ἤ τινος τῶν καθ’ ἧπαρ, ἕτερον μὲν ἐστι τὸ κατὰ τὴν προσφορὰν ἡδὺ, ἕτερον δὲ τὸ καθ’ ἕκαστον μόριον οἰκεῖον. ἐπεὶ δὲ καὶ τὸ καθ’ ἕκαστον μόριον οἰκεῖον ἐδείχθη διττὸν, ἕτερον μὲν τὸ κατὰ τὰς ἁπλᾶς ποιότητας, ἕτερον δὲ τὸ κατὰ τὴν ὅλην οὐσίαν, ἡ μὲν οὖν κατὰ τὰς ἁπλᾶς ποιότητας οἰκειοτάτη ὁποία τίς ἐστιν, ὀλίγῳ πρόσθεν εἴρηται, μεταβάλλειν τε αὐτὴν βουλομένοις ἐπὶ σχολῆς, ὑπηρετεῖν τε ἀναγκαζομένοις ἐν ἀσχολίᾳ, ἡ δὲ κατὰ τὴν ὅλην οὐσίαν τῇ πείρᾳ μόνῃ· γινώσκεται. μεγίστην οὖν δύναμιν εἰς τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων κατεργασίαν, οὐ κατὰ τὴν γαστέρα μόνον, ἀλλὰ καὶ κατὰ σύμπαν τὸ σῶμα, ἡ κατὰ τὴν ὅλην οὐσίαν οἰκειότης ἔχει, δι’ ἥν αἱ τροφαὶ τοῖς ζώοις ὑπηλλαγμέναι τε καὶ πολὺ διαφέρουσαι ταῖς ἰδέαις εἰσὶν, οὐδὲν ὅμοιον ἐχούσης τῆς ἐκ τῶν ἀχύρων τε καὶ πόας τῇ ἐξ ὀστῶν τε καὶ σαρκῶν, ἢ τῆς ἐξ ἄρτων τῇ ἐκ κωνίου τε καὶ ἑλλεβόρου· καὶ γὰρ ταῦτα ζώοις τισίν εἰσι τροφαί. γίνονται δὲ καὶ κατὰ τὴν ποιότητα οἰκειότητες, εἰ μὲν φυλάττειν ἐθέλοις τὰς κράσεις, ταῖς μὲν ὑγραῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἁρμοττόντων, ταῖς δὲ ξηραῖς τῶν ξηραινόντων, εἰ δὲ ὑπαλλάττειν, τῶν ἐναντίων. ἐπὶ δὲ τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν εἰς δυσκρασίαν ἐκτροπῆς ἡ τῶν ἐναντίων προσφορὰ διαπαντὸς ἁρμόττει. δραστικώταται γάρ εἰσι καὶ, ὡς ἂν εἴποι τις, δυναστικώτεραι τῶν καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασιῶν αἱ τοιαῦται· ῥᾳδίως γοῦν ὑπὸ τῶν ὁμοίων τροφῶν εἰς νοσώδη δυσκρασίαν ἀφικνοῦνται. ξηρότερον δ’ ἐργασάμενος ὁτιοῦν τῶν μορίων οὐδέν τι βλάψεις σαφὲς, ὥσπερ οὐδ’ εἰ φυλάττοις ὑγρότερον. ἐναργέστερον δέ σοι τεκμήριον καὶ αἱ ἡλικίαι γινέσθωσαν, αἱ μὲν ἀπὸ τῆς πρώτης γενέσεως ἄχρι τῶν μειρακίων ὑγροτάτην ἔχουσαι τὴν σάρκα, ξηρὰν δὲ ἱκανῶς αἱ πρεσβυτικαί. μεμνῆσθαι δ’ ἐν τοῖς τοιούτοις λόγοις χρὴ τῶν εἰρημένων ἐν τοῖς περὶ κράσεων, ὅπως μή τις ὑπολάβῃ, τοὺς ὑπὸ περιττῶν ὑγρῶν βαρυνομένους ὑγροὺς γίνεσθαι τὴν κρᾶσιν, ὃ καὶ τοὺς οἰηθέντας, ὑγρὸν καὶ ψυχρὸν εἶναι τὸ γῆρας, ἐξηπάτησεν. οὐ γὰρ αὐτὰ τὰ μόρια τοῖς γέρουσιν ὑγρότερα ταῖς κράσεσίν ἐστιν, ἀλλὰ αἱ μεταξὺ τῶν σωμάτων χῶραι τῆς περιττῆς ὑγρότητος ἐμπίπλανται γερόντων τε καὶ νοσούντων νόσους ὑγράς. ὁποῖον δέ τι τὸ ξηρὸν νόσημά ἐστιν, ἐπιστημονικὴν ἕξει γνῶσιν τὸ γεγραμμένον μοι περὶ μαρασμοῦ βιβλίον ἐπιμελῶς ἀναγνοὺς, οὐχ ἅπαξ ἢ δὶς, οὐδὲ παρατρέχων, ἀλλ’ ἐφιστὰς καὶ προσέχων τὸν νοῦν ἑκάστῳ τῶν λεγομένων. προγεγυμνάσθαι δὲ χρὴ τὸν μέλλοντα καλῶς ἀναλέξασθαι ταῦτα τῷ δευτέρῳ περὶ κράσεων ὑπομνήματι, καθ’ ὃ δέδεικται τοῦ γέροντος ἡ κρᾶσις ξηρά. τὸ δὲ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα θερμότερον τοῦ δέοντος, ἐὰν μὲν ἐν τῇ πρώτῃ συστάσει μέσον ὑγρότητός τε καὶ ξηρότητος ᾖ, πάντως τοῦτο κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν γίνεται ξηρὸν, ἔτι δὲ μᾶλλόν τε καὶ θᾶττον, εἰ καὶ φύσει ξηρότερον εἴη. καὶ δὴ καὶ γηράσει τοῦτο θᾶττον, ὅσῳ καὶ θᾶττον εἰς ἀκμὴν ἀφίκοιτο. πάντων γὰρ ἐν τῇ παρακμῇ ξηραινομένων, εὔλογόν ἐστι τὸ φύσει ξηρότερον εἰς τὴν τῆς γεροντικῆς ἀμετρίας ξηρότητα ἀφικνεῖσθαι θᾶττον. δέονται τοίνυν οὗτοι μάλιστα κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν ὑγρᾶς διαίτης, ἧς τὸν τύπον ἄρτι ὑπέγραψα, διά τε τῶν ὑγραινόντων ἐδεσμάτων καὶ λουτρῶν, ἀποχῆς τε καὶ γυμνασίων συντόνων καὶ πολλῶν γινομένης, ὥστε θέρους ὥρᾳ καὶ θᾶττον λούεσθαι, καὶ μετὰ τροφὴν αὖθις τὸ δεύτερον. ὀνίνησι τούτους καὶ ἡ τοῦ ψυχροῦ πόσις. ἐναντιώτατα δὲ ταῖς ξηραῖς κράσεσίν εἰσιν ἀφροδίσια. φείδεσθαι δὲ χρὴ καὶ μάλιστα αὐτοὺς ἐγκαύσεων, καὶ κόπων, καὶ φροντίδων, καὶ ἀγρυπνιῶν, καὶ κινήσεων ἁπασῶν ὀξειῶν. καὶ οἱ θυμοὶ δὲ μάλιστα τὰς χολώδεις φύσεις ἐκπυροῦντες ὀξεῖς γεννῶσι πυρετούς. ἅπερ οὖν ἐπῄνηται διαιτήματα τοῖς θερμοῖς τὴν κρᾶσιν ἐπὶ τῆς ἀκμῆς καὶ σύμμετρον ἐξ ἀρχῆς ἔχουσιν ὑγρότητα, ταῦτα μᾶλλον ἁρμόττει τοῖς φύσει θερμοῖς καὶ ξηροῖς. εὔδηλον δ’, ὅτι τὴν ποσότητα τῆς ὑπεροχῆς τοῦ κρατοῦντος στοιχείου σκεπτέον ἐστὶν ἐν τοῖς μάλιστα. τοσοῦτον γὰρ ἐπιτείνειν τε καὶ ἐκλύειν ἢ αὐξάνειν χρὴ τὸ τῆς διαίτης εἶδος, ὅσον ὑπὲρ τὸ κατὰ φύσιν ηὔξηταί τε καὶ μεμείωται τὰ τῆς κράσεως στοιχεῖα. διὸ καὶ τοὺς ὑγροτέρους τε καὶ τοὺς φύσει θερμοτέρους, εἰ μὲν ὑπαλλάττειν αὐτῶν ἐθέλοις τὴν κρᾶσιν ἐπὶ τὸ ξηρότερόν τε καὶ ψυχρότερον εἶδος, χρὴ διὰ τῆς ἐναντίας διαίτης ἄγειν, εἰ δὲ φυλάττειν, διὰ τῶν ὁμοίων. αἱ δὲ τοιαῦται φύσεις ἐν τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖς τε καὶ πληθωρικοῖς ἁλίσκονται νοσήμασι, καὶ πρὸς τούτοις γε σηπεδονώδεσι. δέονται τοίνυν γυμνασίων πλεόνων, ἀκριβοῦς τε τῆς ἐν τῇ γαστρὶ πέψεως· ὅσα γὰρ ἐν ταύτῃ διαφθείρεται, νοσημάτων σηπεδονωδῶν ὑπόθεσις γίνεται παντὶ τῷ σώματι. διὸ καὶ πρὸ τροφῆς δὶς καὶ τρὶς οὗτοι λουόμενοι, καὶ τοῖς αὐτοφυέσι θερμοῖς ὕδασιν οὗτοι χρώμενοί, μάλιστα ὠφελοῦνται. σκοπὸς γὰρ ἐπ’ αὐτῶν ἐστιν αὐτὰ μὲν τὰ μόρια τοῦ ζώου φυλάττειν ὑγρὰ, κοινὸν ὂν τοῦτο πάσης κράσεως, εἴ γε καὶ τοὐναντίον αὐτῆς θᾶττον ἐπὶ τὸ γῆρας ἄγει τὰ σώματα τῶν ζώων ἁπάντων, αὐτό τε τὸ θνητὸν εἶναι τὸ γεννητὸν σῶμα τὴν αἰτίαν ἔχει· ὡς, εἴγε δυνατὸν ἦν ἀεὶ διαφυλάττειν ὑγρὰν τὴν κρᾶσιν τοῦ σώματος, ὁ τοῦ σοφιστοῦ λόγος, ὃν ἐν ἀρχῇ διῆλθον, ἀθάνατον ἐπαγγελλόμενος ποιήσειν τὸν αὐτῷ πειθόμενον, ἀληθὴς ἦν. ἀλλ’ ἐπεὶ τὴν φυσικὴν ὁδὸν τὴν ἐπὶ τὸ ξηραίνεσθαι τὸ σῶμα φυγεῖν οὐκ ἔστιν, ὡς ἐδείχθη, διὰ τοῦτο γηρᾷν ἀναγκαῖον ἡμῖν ἐστι καὶ φθείρεσθαι, πολυχρονιώτατος δ’ ἂν ὁ ἥκιστα ξηραινόμενος γένοιτο. τῆς δ’ ὑγρᾶς διαίτης περιττώματά τε καὶ πλῆθος χυμῶν γεννώσης, χαλεπὸν γίνεται κρατῆσαι τῆς συμμετρίας, ὡς μήτε νόσοις ἁλίσκεσθαι, μήτε ταχέως γηρᾷν. ὅσον δ’ αὖ ἐπὶ τῇ κράσει, πολυχρονιώτατοι πάντων εἰσὶν οἱ ὑγρότατοι, καὶ μέντοι καὶ ὑγιαίνουσιν, ἐπειδὰν κρατυνθῇ τὸ σῶμα, τῶν ἄλλων μᾶλλον, ὥσπερ καὶ ἰσχυρότεροι μέχρι γήρως ἐσχάτου τῶν τὴν αὐτὴν ἡλικίαν ἐχόντων εἰσί. καὶ κατὰ τοῦτο ἐπῄνηται σχεδὸν ὑπὸ πάντων ἰατρῶν τε καὶ φιλοσόφων, ὅσοι τὰ στοιχεῖα τοῦ σώματος ἀκριβῶς ἔγνωσαν, ἡ κρᾶσις αὕτη· καὶ μέντοι καὶ διὰ τοῦτο μόνη τισὶν ἔδοξε κατὰ φύσιν εἶναι. κρείττων γὰρ ἐν τῷ χρόνῳ τῶν ἄλλων γίγνεται, τό γε κατ’ ἀρχὰς οὖσα χείρων. ὥστε καὶ τὸν ἐπιστατοῦντα τῷ τοιούτῳ σώματι τῶν ἀποῤῥοιῶν αὐτοῦ προνοεῖσθαι χρὴ διά τε γυμνασίων, ὡς ἔφην, καὶ λουτρῶν πρὸ τροφῆς πλεόνων, ἐκκρίσεώς τε τῶν δι’ οὔρων καὶ γαστρὸς γιγνομένων. οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματισμοῖς ποτε χρῆσθαι καὶ καθάρσεσιν, εὐχύμοις τε πρὸ πάντων ἐδέσμασιν, οἴνων τε πόσει τῶν οὔρησιν κινούντων.

Περὶ μὲν οὖν τῶν θερμῶν κράσεων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ψυχρῶν ἐφεξῆς ἂν εἴη λεκτέον. εἰσὶ δὲ καὶ τούτων αἱ μέγισται διαφοραὶ τρεῖς· ἤτοι γὰρ εὔκρατοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὡς μηδὲν μᾶλλον ὑγροὺς ἢ ξηροὺς ὑπάρχειν, ἢ τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν ἐν αὐτοῖς ἐπικρατεῖ. χειρίστη δ’ εἰκότως ἐστὶν ἡ ξηρὰ κρᾶσις· ὃ γὰρ ἐν τῷ χρόνῳ τοῖς γηρῶσι γίνεται, τοῦτ’ εὐθέως ἐξ ἀρχῆς ὑπάρχει τούτοις. ὑγραίνειν τε οὖν αὐτοὺς χρὴ καὶ θερμαίνειν. ἔσται δὲ τοῦτο γυμνασίοις συμμέτροις καὶ τροφαῖς ὑγραῖς τε καὶ θερμαῖς, οἴνου τε πόσει τῶν θερμοτέρων, ὕπνοις τε πλείοσι, προνοουμένων ἡμῶν, ὅπως τὰ καθ’ ἑκάστην ἡμέραν ἐν τῷ σώματι γεννώμενα περιττώματα τῆς τε τροφῆς καὶ τοῦ πόματος ἐκκενῶται πάντα. περὶ δὲ τῶν ἀφροδισίων εἴρηται μὲν καὶ πρόσθεν, ὡς ἅπαντας μὲν τοὺς ξηροτέρους τῇ κράσει βλάπτει, νυνὶ δ’, ὅτι τούτων αὐτῶν μάλιστα τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχρούς. ἀβλαβῆ γὰρ ἀφροδίσια μόνοις τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι, καὶ ὅσοι φύσει πολύσπερμοι, περὶ ὧν ἐν ταῖς ἀνωμάλοις κράσεσιν αὐτίκα λεχθήσεται. μοχθηραὶ δὲ καὶ αἱ μεθ’ ὑγρότητος ψυχραὶ κράσεις εἰσὶ, καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς ἁλίσκονται νοσήμασιν, ὀνίνησί τ’ αὐτὰς ἀλουσία τε καὶ γυμνάσια, καὶ δίαιται λεπτότεραι, καὶ χρίσματα μετρίως θερμαίνοντα, περὶ ὧν τῆς ἰδέας ἔμπροσθεν εἴρηται κατὰ τὸν περὶ τῶν κόπων λόγον. ὅσοι δὲ ψυχρότεροι μέν εἰσι φύσει, συμμέτρως δ’ ἔχουσι τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράσεως, ἧττον οὗτοι τῶν κατὰ τοῦτο δυσκράτων εἰσὶ μοχθηροὶ πρὸς ὑγίειαν τε καὶ ῥώμην σώματος. ἐπεγείρειν οὖν αὐτῶν χρὴ καὶ ῥωννύναι τὴν θερμασίαν, ἐν δὲ τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέᾳ τὸ μέσον ἐκλέγεσθαι. ταῦτά μοι σύμπαντα περὶ τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐχόντων εἴρηται, τουτέστιν ὁμοίως ἅπαντα μόρια πρὸς τὸ θερμότερον, ἢ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἐκτεταμένα.

Περὶ δὲ τῶν ἀνώμαλον ἐχόντων τὴν κατασκευὴν τοῦ σώματος οὐκ ἐγχωρεῖ διὰ βραχέων εἰπεῖν, ἐπειδὴ πολλαὶ τῶν τοιούτων ὑπαλλάξεις εἰσὶν, ἄλλων ἄλλο μόριον ἐχόντων δύσκρατον. ἀλλὰ κᾂν δύο δύσκρατα ἔχωσί τινες, ὑπαλλάξεις καὶ τούτων γίνονται πολλαί. καὶ διὰ τοῦτο πρότερον εἰπόντες, ὅσα τῷ τε τὴν ἄμεμπτον ἔχοντι κατασκευὴν, βιοῦντι δὲ βίον δουλικὸν, ἢ περισταστικὸν, ἢ ὅπως ἄν. τις ὀνομάζειν ἐθέλοι, ποιητέον ἐστὶν, καὶ μετὰ ταῦτα, ὅσα τοῖς ὁμαλὴν τὴν δυσκρασίαν ἐν ὁμοίῳ βίῳ, μεταβήσομεν τηνικαῦτα πρὸς τοὺς ἀνώμαλον ἔχοντας ἐν τοῖς τοῦ σώματος μέρεσι τὴν κατασκευήν. ἄμεμπτον δὲ κατασκευὴν σώματος, ὡς πολλάκις εἴρηται, κατὰ πλάτος νοητέον ἐστὶν, ὥσπερ καὶ αὐτὴν τὴν ὑγίειαν. οὔτε γὰρ ὑγιαίνειν τις ἡμῶν ἂν δόξειε τήν γ’ ἀκριβῶς ἄμεμπτον ὑγίειαν οὐκ ἔχων, οὔτ’ ἀμέμπτως κατεσκευάσθαι τὸ σῶμα. λέγουσι δ’ ὑγιαίνοντας μὲν, ὅσοι μήτ’ ὀδυνῶνταί τι μέρος σώματος, εἴς τε τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπαραπόδιστοι τυγχάνουσιν ὄντες, οὕτω δὲ κατασκευὴν σώματος ἄμεμπτον ἔχειν, ὅταν μήθ’ ὑπὸ τῶν ἔξωθεν αἰτίων ἑτοίμως εἰς νόσον ἄγηται, μήθ’ ὑπὸ τῶν ἐξ αὐτῶν, διωρισμένου δηλονότι τοῦ νοσεῖν ἐνίους συνεχῶς, οὐ διὰ τὴν οἰκείαν κατασκευὴν τοῦ σώματος, ἀλλὰ καὶ διὰ μοχθηρὰν δίαιταν, ἤτοι γ’ ἀργὸν βίον βιοῦντας, ἢ ὑπερπονοῦντας, ἢ περὶ τὰς τῶν σιτίων ποιότητας ἢ ποσότητας ἢ καιροὺς ἁμαρτάνοντας, ἤ τινα τῶν ἐπιτηδευμάτων βλαβερῶς ἐπιτηδεύοντας, ἢ περὶ τὴν τῶν ὕπνων ποσότητα σφαλλομένους, ἢ χρῆσιν ἀφροδισίων ἄμετρον, ἢ καὶ συντήκοντας ἑαυτοὺς ἐν λύπαις καὶ φροντίσιν οὐκ ἀναγκαίαις. οἶδα γὰρ παμπόλλους διὰ τοιαύτας αἰτίας νοσοῦντας καθ’ ἕκαστον ἐνιαυτόν· ἀλλ’ οὐ φήσομεν αὐτοὺς κακῶς κατεσκευάσθαι τὸ σῶμα, καθάπερ ἐκείνους, ὅσοι μηδὲν ἁμαρτάνοντες ὧν κατέλεξα συνεχῶς νοσοῦσιν. ὑποκείσθω τοίνυν ἐν λόγῳ πρῶτος ὁ τὴν κατὰ πλάτος ἄμεμπτον ἔχων κατασκευὴν σώματος, ἐν βίῳ δουλικῷ, δι’ ὅλης ἡμέρας ὑπηρετῶν, ἤτοι τῶν μεγίστων δυνάμεών τισιν, ἢ μονάρχῳ, χωριζόμενος δὲ τοῦ δεσπότου περὶ τὰ πέρατα τῆς ἡμέρας. ὁρίσαι δὲ πάλιν ἐπὶ τούτου χρὴ, τίνα λέγω πέρατα, παρακοὴν γὰρ ὁ λόγος ἐργάσεται τοῖς ἀναλεγομένοις αὐτὸ, εἰ μὴ τύχοι διορισμοῦ προσήκοντος. ἐὰν γοῦν εἴπω, χωρίζεσθαι τηνικαῦτα πρῶτον εἰς τὴν ἐπιμέλειαν τοῦ σώματος, ἡνίκα ὁ ἥλιος δύνῃ, μὴ προσθεὶς, ὁποίας ἡμέρας λέγω, πότερον τῆς περὶ τὰς θερινὰς τροπὰς, ἢ χειμερινὰς, ἢ κατά τινα τῶν ἰσημερινῶν, ἢ χρόνον ἑκάτερον ἐν τῷ μεταξὺ τῶν εἰρημένων καιρῶν, ἀδύνατόν ἐστι συμφερούσας ὑποθήκας ποιήσασθαι. κατὰ γοῦν τὴν Ῥωμαίων πόλιν αἱ μέγισται μὲν ἡμέραι καὶ νύκτες βραχὺ μείζους ὡρῶν ἰσημερινῶν ιε΄ γίγνονται, καθάπερ γε πάλιν αἱ ἐλάχισται μικρὸν ἀποδέουσαι τῶν θ΄, κατὰ δὲ τὴν μεγάλην Ἀλεξάνδρειαν ιδ΄ μὲν ὡρῶν αἱ μέγισται, ι΄ δὲ αἱ σμικρόταται. ὁ μὲν οὖν ταῖς σμικροτάταις μὲν ἡμέραις, μεγίσταις δὲ νυξὶν ἀφιστάμενος τῆς ὑπηρεσίας, ἡλίου δυομένου, καὶ τρίψασθαι κατὰ σχολὴν, καὶ λούσασθαι δύναται, καὶ κοιμηθῆναι συμμέτρως. οὐδεὶς δ’ ἐστὶν ὃς οὐδ’ ἐν ταῖς μεγίσταις, οὐδ’ ἐν τούτοις οἷός τ’ ἐστί τι πρᾶξαι μετρίως· οὐ μὴν οὐδ’ ἔγνων τινὰ τοιαύτη δυστυχίᾳ βίου χρησάμενον. ὁ γοῦν ὧν ἴσμεν αὐτοκρατόρων ἑτοιμότατα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν ἀφικόμενος Ἀντωνῖνος ἐν μὲν ταῖς μικραῖς ἡμέραις ἡλίου δύνοντος εἰς τὴν παλαίστραν παρεγίγνετο, κατὰ δὲ τὰς μεγίστας ὥρᾳ θ΄ ἢ τὸ πλεῖστον ι΄. ὥστ’ ἔξεστι τοῖς παραμένουσιν αὐτῷ κατὰ τὰς ἡμερησίας πράξεις, ἀπαλλαγεῖσι, προνοήσασθαι τοῦ σώματος ἐν τῷ λοιπῷ μέρει τῆς ἡμέρας, ὡς ἅμα τῷ δῦναι τὸν ἥλιον εἰς ὕπνον τρέπεσθαι. τῆς γάρ τοι σμικροτάτης νυκτὸς ἴσης οὔσης θ΄ ταῖς ἰσημεριναῖς ὥραις, αὐτάρκης ὁ τοσοῦτος χρόνος αὐτοῖς ὕπνου τυχεῖν. ἐπισκεπτέον οὖν, εἴτε γυμνάζεσθαι κατὰ τὸν ἔμπροσθεν βίον ὁ τοιοῦτος ὑπηρέτης ἔθος ἔχει, εἴτ’ ἀγύμναστος λούεσθαι. τινὲς γὰρ οὐδὲ ἄχρι τοῦ τρίψασθαι προνοοῦνται σφῶν αὐτῶν, ἄντικρύς τ’ εἰς τὸ βαλανεῖον εἰσίασιν παραχεόμενοι τὸ ἔλαιον, ἢ καὶ στλεγγίδα μόνον λαβόντες, ὡς κατ’ αὐτὸ τὸ βαλανεῖον ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα. καὶ μέντοι καὶ μετρίως φέρουσι τὸ τοιοῦτον ἔθος ἔνιοι. ὥστε τινὰς αὐτῶν μηδὲ νοσεῖν συνεχῶς, ὅταν ὦσιν εὐδιάπνευστοι. καὶ καλοῦσί γε αὐτοὺς ἀραιοσυγκρίτους ἔνιοι τῶν ἰατρῶν τε καὶ γυμναστῶν. εἴρηται δὲ καὶ ὑφ’ Ἱπποκράτους, ὑγιεινοτέρους μὲν εἶναι τοὺς τοιούτους· ἀραιότης γὰρ, φησὶ, σώματος ἐς διαπνοὴν οἷς πλείω φέρεται, ὑγιεινότεροι, ὅσοις δ’ ἐλάσσω, νοσερώτεροι. τὴν μὲν δὴ τοιαύτην φύσιν σώματος οὐ χρὴ μετάγειν ἐφ’ ἕτερον ἔθος, οὐδ’ ὅλως οὐδεμίαν, ἀλλ’ ὅσαι διὰ τοῦ πολλοῦ χρόνου νοσοῦσιν.

Εἰ δὲ συνεχῶς τις νοσοίη, σκεπτέον ἐπ’ αὐτοῦ τὴν αἰτίαν. εὑρεθήσεται δὲ, τὴν ἀρχὴν τῆς ζητήσεως ἡμῶν ἀπὸ τοῦ τῶν νόσων εἴδους ποιησαμένων. ὅσα γὰρ ἐκ τῆς ἐντὸς κακίας νοσεῖ τὸ σῶμα, διττὴν ἔχει τὴν πρόφασιν, ἤτοι πλῆθος, ἢ κακοχυμίαν. εἰ μὲν δὴ πληθωρικὰς νόσους νοσεῖν φαίνοιτο, σκοπὸς ἔστω καθόλου εἰς τὴν ὑγιεινὴν δίαιταν αὐτῷ, ὅπως συμμέτρους ἕξει τοὺς χυμούς· εἰ δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους. ἡ δὲ κατὰ μέρος πρόνοια τῆς μὲν ἐν ποσότητι συμμετρίας εἰρήσεται πρότερον, τῆς δ’ ἐν ποιότητι δεύτερον. λέγωμεν οὖν ἤδη περὶ τῆς προτέρας, ἐπ’ ἀρχὴν ἀναγαγόντες τὸν λόγον. ὅταν ἐλάττω τὰ διαπνεόμενα τοῦ σώματος ᾖ τῶν λαμβανομένων, αἱ πληθωρικαὶ νόσοι γίγνονται. φυλακτέον οὖν ἐστι τὴν συμμετρίαν τῶν ἐσθιομένων τε καὶ πινομένων πρὸς τὰ κενούμενα· σύμμετρα δὲ ἔσται, σκεψαμένων ἡμῶν ἐν ἑκατέροις τὴν ποσότητα. τοὺς μὲν γὰρ ἄντικρυς εἰς τὸ βαλανεῖον εἰσιόντας, ἔπειτα τρίψει τε χρῆσθαι, καὶ τι καὶ βραχὺ κινεῖσθαι πρότερον, ὅσοι δ’ ἔφθανον ταῦτα ποιεῖν, ἐπ’ ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν. ἀφαιρεῖν δὲ χρὴ καὶ τῶν τροφῶν ἤτοι τῆς ποιότητος ἢ τῆς ποσότητος, ἢ καὶ συναμφοτέρων. τοὺς μὲν γὰρ ταχέως ἀθροίζοντας ἀξιόλογον πλῆθος ἑκατέρων· ὅσοι δ’ οὐ ταχέως ἢ οὐκ ἀξιόλογον, ἀρκέσει θάτερον, ὃ ἂν αὐτὸς ὁ ἄνθρωπος αἱρῆται. τὸ μὲν οὖν τῆς ποσότητος ἀφελεῖν γνώριμον, τὸ δὲ τῆς ποιότητος ἐν τῇ τῶν ὀλιγοτρόφων προσφορᾷ ἐδεσμάτων γίγνεται. πολλοὶ γὰρ ἐπὶ χοιρείοις κρέασι διαιτώμενοι πλῆθος ἀθροίζουσι τάχιστα, δεομένης τῆς τοιαύτης τροφῆς τρίψεών τε καὶ γυμνασίων ἰσχυρῶν. ἐπὶ λάχανα τοίνυν αὐτοὺς ἀκτέον ἐστὶ καὶ χέδροπα τὰ μὴ πολύτροφα, καὶ ἰχθῦς ὁμοίως καὶ ὄρνιθας, ὅσοι μὴ πολύτροφοι. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων, οὐχ ὡσαύτως τοῖς τὸ πλῆθος ἀθροίζουσιν, οὐχ εἷς ἐστιν ὁ σκοπὸς, ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία. τινὲς μὲν γὰρ ψυχροτέραν τε καὶ φλεγματικωτέραν ἀθροίζουσι κακοχυμίαν, τινὲς δὲ θερμοτέραν τε καὶ χολωδεστέραν, ἔνιοι δὲ ὑδατωδεστέραν, ὥσπερ ἄλλοι μελαγχολικωτέραν. ἀφεκτέον οὖν ἐστιν ἑκάστῳ σιτίων τε καὶ ποτῶν, ὅσα πέφυκε γεννᾷν ἑτοίμως τὸν ἀθροιζόμενον αὐτῷ χυμόν. εἴρηται δὲ περὶ αὐτῶν ἱκανῶς ἐν τρισὶ μὲν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται, καθ’ ἕτερον δὲ, ἐν ᾧ περὶ εὐχυμίας καὶ κακοχυμίας ἡ διαίρεσις γίγνεται. καὶ τούτων δ’ ἔξωθέν ἐστι τὸ περὶ τῆς λεπτυνούσης διαίτης, ἥτις ἐπιτήδειος τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἀθροίζουσι γίγνεται, παχὺν μὲν ὑπάρχοντα πάντως, οὐκ ἀεὶ δὲ καὶ γλίσχρον. ἐπὶ πάντων δὲ τούτων κοινὸν βοήθημα γαστρὸς ὑπαγωγὴ, καὶ μάλισθ’ ὅσοις ἐστὶ φύσει σκληροτέρα, κοινὸν δὲ καὶ τὸ τῶν ἀφροδισίων σύμμετρον.

Ἐπὶ μὲν γὰρ τῶν ἀμέμπτων κατασκευῶν τοῦ σώματος οὐ χρὴ παντάπασιν ἀφροδισίων ἀπέχεσθαι, καθάπερ ἐπὶ τῶν ξηρῶν ἔμπροσθεν εἴρηται. σκεπτέον δ’ ἐν τοῖς μάλιστα, πότερον ἅπαξ ἢ δὶς ἐσθίειν τοὺς ἐν τῷ τοιούτῳ βίῳ συμφέρει. τῆς σκέψεως δ’ ἔστι κεφάλαιον ἥ τε τοῦ σώματος αὐτῶν φύσις, ἥ τ’ ἐπὶ ταὐτὸν συνήθεια τῆς διαίτης, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐάν σοι φανῇ μετακινητέον εἶναι τὸ ἔθος, ὅπως αὐτοῦ φέρει τὴν ὑπαλλαγὴν ὁ ἄνθρωπος. ἀπὸ μὲν οὖν τῆς φύσεως ἡ τοῦ συμφέροντος ἔνδειξις γίνεται. τῶν μὲν ἐκχολουμένης τῆς γαστρὸς, εἴρηται μὲν ἤδη καὶ διὰ τοῦ δ΄ γράμματος, εἰρήσεται δὲ καὶ νῦν· ἔστω μὲν ἀεὶ τὰ πρῶτα τῶν ἐσθιομένων τε καὶ πινομένων, ὅσα λαπάττει τὴν γαστέρα, τῶν μὲν οἴνων οἱ γλυκεῖς καὶ ὑπακτικοὶ, (οὐ γὰρ ἅπαντές εἰσι τοιοῦτοι,) ἐδεσμάτων δὲ τὰ λάχανα δι’ ἐλαίου τε καὶ γάρον. φυλακτέον δὲ τῶν οἴνων τοὺς αὐστηροὺς, ὥσπερ γε καὶ τῶν ἐδεσμάτων τὰ στύφοντα, πλὴν εἰ μετὰ τὴν ἐδωδὴν ἅπασαν ἕνεκα τοῦ τονῶσαι τὸ στόμα τῆς γαστρὸς ἡ προσφορὰ γίγνοιτο. κριτέον δὲ καὶ τοῦτο τῇ πείρᾳ· τισὶ γὰρ οὐ μόνον ἄλυπός ἐστιν ἡ τοιαύτη χρῆσις τῶν στυφόντων, ἀλλὰ καὶ συντελεῖ τι πρὸς ὑπαγωγὴν γαστρὸς ἐκ τοῦ τονωθῆναι κατὰ τὸ στόμα τὴν κοιλίαν. ἐναργέστατον δὲ ἐπὶ τῶν ἀτονώτερον ἐχόντων αὐτὴν φαίνεται τοῦτο γιγνόμενον. ὅσοι δὲ τοῖς κατὰ παλαίστραν γυμνασίοις ἐχρῶντο πρὸ τοῦ λουτροῦ, πρὶν ἐμπεσεῖν ἀσχόλῳ βίῳ, τούτοις ἀποστῆναι μὲν αὐτῶν βλαβερώτατον, ὁμοίως δὲ χρῆσθαι πρὸς τῷ βλαβερῷ καὶ ἀδύνατον. ὅπερ οὖν ἔφην ὀνομάζεσθαι γυμνασίων εἶδος ἀποθεραπευτικὸν, τούτῳ χρηστέον αὐτοῖς ἅμα καὶ τοῦ πλήθους τῶν χοιρείων κρεῶν ἀφαιρετέον. ἐπεὶ δὲ, ὡς ἔφην, ἐνίοις ἐσθίειν ἄμεινόν τι πρὸ τοῦ λουτροῦ, περί τε τῆς ὥρας, ἐν ᾗ τοῦτο πρακτέον αὐτοῖς ἐστι, καὶ περὶ τῆς ποιότητός τε καὶ ποσότητος ὧν χρὴ προσφέρεσθαι λεκτέον ἐφεξῆς. ὅπερ οὖν εἴωθα ποιεῖν αὐτὸς ἐγὼ καθ’ ἣν ἂν ἡμέραν ὀψιαίτερον ἡγῶμαι λούσασθαι δι’ ἀῤῥώστων ἐπισκέψεις ἤ τινα πολιτικὴν πρᾶξιν, εἰπεῖν οὐκ ὀκνήσω. ὑποκείσθω μὲν ἡμέρα, καθ’ ἣν τοῦτο γίγνεται, ιγ΄ τῶν ἰσημερινῶν ὡρῶν, ἐλπίζεσθαι δὲ περὶ δεκάτην ὥραν ἡ τοῦ σώματος ἐπιμέλεια γενήσεσθαι. κατὰ ταύτην τὴν ὑπόθεσιν ἔδοξέ μοι περὶ τετάρτην ὥραν προσφέρεσθαι τροφὴν ἁπλουστάτην, ἥτις ἐστὶν ἄρτος μόνος. ἐγὼ μὲν οὕτως αὐτὸς ἔπραξα, τινὲς δὲ οὐχ ὑπομένουσιν ἄρτον ἐσθίειν μόνον, ὄψων χωρὶς, ἀλλ’ ἤτοι μετὰ βαλάνων φοινίκων, ἢ ἐλαιῶν, ἢ μέλιτος, ἢ ἁλῶν ἐσθίουσιν, εἶτα καὶ πίνουσιν ἔνιοί τινες αὐτῶν, ἐγὼ δὲ οὐκ ἔπιόν ποτε ἐπὶ τοιαύτῃ τροφῇ, καὶ μόνον ἔφαγον τὸν ἄρτον. ἔστω δ’ αὐτῶν πλῆθος ἑκάστου τοσοῦτον, ὅσον ἄχρι τῆς δεκάτης ὥρας ἐν τῇ γαστρὶ πεφθῆναι δύναται· καὶ γὰρ, εἰ γυμνάζεσθαι βούλοιντο, μάλιστα ἂν οὕτως ἀβλαβῶς γυμνάσαιντο. βλάβη γὰρ ἐνίοις οὐ σμικρὰ γίγνεται γυμναζομένοις ἐν τῷ πλήθει σιτίων, ἐνίοις δὲ καὶ ἡ κεφαλὴ πληροῦται, καὶ κατὰ τὸ ἧπαρ αἴσθησις γίγνεται τάσεως, ἢ βάρους, ἢ ἀμφοῖν. ὅταν οὖν τι τοιοῦτον συμβαίνῃ, θεραπευτέον αὐτὸ παραχρῆμα, τὰς μὲν κατὰ τὸ ἧπαρ ἐμφράξεις διὰ τῶν ἐκφραττόντων, τὰς δὲ τῆς κεφαλῆς πληρώσεις διὰ περιπάτων, μάλιστα μὲν πρὸ τροφῆς, οὐδὲν μὴν κωλύει καὶ μετὰ τὴν τροφήν. ἀλλὰ τούτους μὲν ἐσχάτως βραδεῖς ποιεῖν προσήκει, τοὺς δὲ πρὸ τῆς τροφῆς συντονωτέρους μὲν τούτων, οὐ μὴν τοιούτους, ὁποίους ἐπειγόμενοι πρός τινα πρᾶξιν ἐνεργοῦμεν. ὅσα δ’ ἐκφράττει τὸ ἧπαρ, ἁρμόζει ταῦτα ταῖς βραδυπεψίαις, ἄριστα δ’ αὐτῶν ἐστιν ὀξύμελί τε καὶ τὸ διὰ τριῶν πεπέρεων, ἐν ᾧ μηδὲν μέμικται τῶν ἀήθων φαρμάκων, καὶ ἡ λεπτύνουσα δίαιτα· ταῦτα γὰρ βραδυπεψίας ἐπανορθοῦται, καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις ἰᾶται. διαφθορᾶς δὲ τῶν ἐν τῇ γαστρὶ σιτίων γιγνομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον ἐφόδιον εἰς ὑγίειαν ἔχουσιν, οἷς δὲ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύπως ὑπαγόντων ἐρεθιστέον. ἔστι δὲ ταῦτα τό τε Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, ὅταν ἴσον τοῖς ἄλλοις λάβῃ τὸ νίτρον, τό τε διὰ τῶν ἰσχάδων τε καὶ τοῦ κνίκου, ὅσα τ’ ἄλλα διὰ κνίκου ἢ ἐπιθύμου συντίθεται. τοῖς δ’ οὕτω διακειμένοις ἀνθρώποις συμφέρουσι καὶ οἱ πρὸ τροφῆς ἔμετοι· ἔμετος δὲ δι’ οἴνου πόσεως γλυκέος γινόμενος. συμβουλεύειν δὲ αὐτοῖς χρὴ μηδὲν κνισσῶδες, ἢ βρομῶδες, ἢ ὅλως εὔφθαρτον ἔδεσμα προσφέρεσθαι, τὰ καλούμενα δὲ ὑπὸ τῶν ἰατρῶν εὔχυμα, ταῦτα ἐκλέγεσθαι. γέγραπται δὲ περὶ αὐτῶν ἑτέρωθι κατὰ τὸ περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας ὑπόμνημα· γέγραπται δὲ, ὡς ἔφην ἤδη, κᾀν τοῖς τρισὶν, ἐν οἷς περὶ τῆς ἐν ταῖς τροφαῖς δυνάμεως ὁ λόγος ἐστίν. ἐπιτήδειον δὲ τοῖς οὕτως ἔχουσιν ἀνθρώποις ἐκ διαλειμμάτων χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγὴ διὰ τῶν μετρίως καθαιρόντων, ὁποῖόν ἐστι τὸ δι’ ἀλόης πικρὸν, οὕτως γὰρ αὐτὸ καλοῦσι πολλοὶ τῶν ἰατρῶν, ὥσπερ ἔνιοι πικρὰν θηλυκῶς. ἐὰν δ’ ἐπιτρέψῃς πολλῷ χρόνῳ τὴν κακοχυμίαν ἀθροίζεσθαι, νόσημά τι χαλεπὸν αὐτοῖς συμβήσεται. καὶ δύνανταί γε τὴν τοιαύτην ἑαυτῶν πρόνοιαν ποιεῖσθαι κατὰ τὰς ἡμέρας ἐκείνας, ἐν αἷς ἑορτή τίς ἐστι δημοτελὴς, ἐλευθεροῦσα τῆς δουλικῆς ὑπηρεσίας αὐτούς. ἀλλὰ δι’ ἀκρασίαν οὐ μόνον οὐδὲν ποιοῦσιν εἰς ἐπανόρθωσιν τῶν κατὰ τὸ σῶμα μοχθηρῶς ἠθροισμένων, ἀλλὰ καὶ προσεπιπληροῦσιν αὐτὰ κακῶς διαιτώμενοι κατὰ τὰς ἑορτάς. ἁλίσκονται τοιγαροῦν νοσήμασιν, ἔνιοι μὲν αὐτῶν οὕτως χρονίοις, ὧς ἐν ἁπάσῃ τῇ ζωῇ περιμένειν, ὁποῖόν ἐστι κακὸν ἥ τε ποδάγρα καὶ ἡ ἀρθρῖτις καὶ ἡ νεφρῖτις, ἔνιοι δὲ ὀξέσι μὲν, ἀλλ’ ἐνοχλοῦσιν αὐτοῖς ἤτοι καθ’ ἕκαστον ἔτος, ἢ πάντως γε διὰ δυοῖν, τινὲς δὲ καὶ δὶς οὕτω νοσοῦσιν καθ’ ἓν ἔτος.

Ἡ δ’ ὑγιεινὴ τέχνη τοὺς πειθομένους αὐτῇ διαφυλάττειν ὑγιαίνοντας ἐπαγγέλλεται, τοῖς δ’ ἀπειθοῦσιν ἐν ἴσῳ καθέστηκεν ὡς εἰ καὶ μηδόλως ἦν. ἀπειθοῦσι δ’ ἔνιοι μὲν ὑπὸ τῆς ἐν τῷ παραχρῆμα νικηθέντες ἡδονῆς, οὓς ἀκρατεῖς τε καὶ ἀκολάστους ὀνομάζομεν, ἔνιοι δὲ ὑπὸ φιλοτιμίας, ἣν ὀνομάζουσιν οἱ Ἕλληνες κενοδοξίαν, ὁποῖος ἦν καὶ ὁ πάντα μᾶλλον ὑπομείνας παθεῖν, ἢ πιττοῦσθαι συνεχῶς ὅλον τὸ σῶμα, συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν τὸ βοήθημα τοῦτο διὰ τὴν ἰσχνότητα. γίγνεται δ’ αὕτη τισὶ μὲν ἐπὶ τῇ καθ’ ὅλον τὸ σῶμα δυσκρασίᾳ κατὰ τὴν ἐπὶ τὸ ξηρόν τε καὶ ψυχρὸν ὑπερβολὴν, ἐνίοις δὲ διὰ τὴν ἀναδοτικὴν δύναμιν ἢ θρεπτικὴν ἢ ἀμφοτέρας ἀῤῥωστοτέρας οὔσας φύσει. πάντας δὲ τοὺς οὕτως ἔχοντας ὀνίνησιν ὁ καλούμενος ὑπὸ τῶν νῦν Ἑλλήνων δρῶπαξ· καὶ γὰρ ἀναδόσει συντελεῖ καὶ θρέψει, καὶ πολλούς γε τῶν ἰσχνῶν ἔμπροσθεν ἔστιν ἰδεῖν παχυνθέντας ἐπὶ τῷ βοηθήματι, καὶ μάλισθ’ ὅσοις ἡ μὲν ἀναδοτικὴ δύναμις ἄῤῥωστός ἐστιν, ἡ θρεπτικὴ δὲ οὐκ ἄῤῥωστος μὲν, ἀλλὰ δι’ ἀπορίαν ὕλης ἐπιτηδείου τρέφειν αὐτάρκως οὐκ ἐδύνατο, τούτου συμβαίνοντος αὐτῇ δι’ ἔνδειαν τῆς ἀναδιδομένης τροφῆς. ἀλλ’ ἔνιοι, ὡς ἔφην, ὑπὸ φιλοτιμίας, ἵνα μὴ δόξωσιν ὁμοίως τοῖς τρυφῶσιν ἢ καλλωπιζομένοις πιττοῦσθαι, φεύγουσι τὴν ἐξ αὐτοῦ βοήθειαν, ἄλλο τι κελεύοντες ἡμᾶς ἐφευρεῖν αὐτοῖς βοήθημα τῆς ἰσχνότητος. ἔστι δὲ οὐδὲν μὲν τῷδε δύναμιν ἔχον ἴσην· ὠφελεῖν μέντοι δύναται καὶ τὰ τοιαῦτα, πρὸ τοῦ λουτροῦ χερσὶ μὴ πάνυ μαλακαῖς, ὥσπερ αὖ μηδὲ τραχείαις, ἀνατρίβειν τὸ σῶμα, μέχρι περ ἂν ἔρευθος σχῇ, κᾄπειτα τρίψει σκληρᾷ, μὴ πολλῇ, πιλοῦντας τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι, καὶ μετὰ ταῦτα γυμνασίοις συμμέτροις χρησάμενον, εἶτα λουσάμενον, ἄνευ τοῦ χρονίσαι κατὰ τὸ βαλανεῖον, ἐκμάττεσθαι παραπλησίως τῇ προειρημένῃ ξηροτριβίᾳ, καὶ μετὰ ταῦτα ἐπαλείφεσθαι ἐλαίῳ βραχεῖ, καὶ προσφέρεσθαι τὰ σιτία. σκοπὸς γὰρ τῶν τοιούτων ἐστὶ, εἰς τὸ σαρκῶδες γένος ἑλκύσαντας αἷμα χρηστὸν, ἐπιῤῥῶσαι τὴν ἐν αὐτοῖς θρεπτικὴν δύναμιν, ὅπως μὴ διαφορηθείη τὸ ἑλχθέν. ῥώννυται μὲν οὖν ἡ θρεπτικὴ δύναμις ἐκ τοῦ θερμανθῆναι τὰς σάρκας, οὐ διαφορεῖται δὲ τὸ παραγόμενον εἰς αὐτὰς αἷμα, χρισαμένων ἐλαίῳ, δύναμιν ἐμπλαστικὴν ἔχοντι φαρμάκῳ. εἰ δὲ τὰ τῆς ἡλικίας ἐπιτρέποι, καὶ ψυχρολουσίαις ὁ αὐτὸς ἄνθρωπος χρώμενος ἅμα τοῖς εἰρημένοις ὀνήσεται μεγάλως. ἔμπαλιν δ’ ἐπὶ τῶν ἀμέτρως παχυνθέντων ἐκλύειν μὲν χρὴ τὴν ἀνάδοσιν, αὐξάνειν δὲ χρὴ τὰς ἀποῤῥοίας τοῦ σώματος. ἡ μὲν οὖν ἀνάδοσις ἐκλύεται συνεχέσιν ὑπαγωγαῖς γαστρὸς, ἐθισάντων ἡμῶν τὰ τῆς τροφῆς ὄργανα κάτω ταχέως ὠθεῖν, ὅσα περιέχεται κατὰ ταῦτα. τὰς δὲ ἀποῤῥοίας τοῦ σώματος αὐξήσομεν ὀξέσι γυμνασίοις, ὧν ἐστι καὶ δρόμος, ἀλείμμασί τε διαφορητικοῖς τρίβοντες ἐπὶ πλεῖστον. εἶναι δὲ χρὴ τὴν τρίψιν δηλονότι μαλακήν τε καὶ ἀραιωτικήν. ἐγὼ γοῦν τινα παχὺν ἱκανῶς ὀλίγῳ χρόνῳ συμμέτρως εὔσαρκον εἰργασάμην, ὀξεῖ δρόμῳ χρῆσθαι καταναγκάζων, εἶτ’ ἀπομάττων μὲν τὸν ἱδρῶτα σινδόσιν, ἤτοι λίαν μαλακαῖς, ἢ λίαν τραχείαις, ἐφεξῆς δὲ τρίβων ἐπὶ πλεῖστον ἀλείμμασι διαφορητικοῖς, ἃ καλοῦσιν ἤδη συνήθως οἱ νεώτεροι τῶν ἰατρῶν ἄκοπα, καὶ μετὰ τὴν τοιαύτην τρίψιν ἐπὶ τὸ λουτρὸν ἄγων, ἐφ’ ᾧ λουτρῷ τροφὴν μὲν εὐθέως οὐ προσέφερον, ἡσυχάζειν δὲ μεταξὺ κελεύων, ἢ καί τι τῶν συνήθων αὐτῷ πράττειν, αὖθις ἐπὶ τὸ δεύτερον ἦγον λουτρὸν, εἶτ’ ὄγκους ἐδεσμάτων ὀλιγοτρόφους ἐδίδουν, ὡς ἐμπίπλασθαι μὲν, ὀλίγον δ’ ἐξ αὐτῶν εἰς ὅλον ἀναδίδοσθαι τὸ σῶμα. καὶ τὰς ἄλλας δὲ δυσκρασίας, ἐν ὅλῳ τῷ σώματι γιγνομένας, ὁμοίως ἐπανορθοῦσθαι χρὴ, πρῶτον μὲν ὧν προσήκει πράττειν εὑρίσκοντα τὸν σκοπὸν, εἶτα τὰς δυναμένας αὐτὰ δρᾷν ὕλας. διὸ καὶ σύντομος ὁ νῦν λόγος ἅπαξ γίγνεται πρὸς τοὺς μεμνημένους τῶν τε τρίψεων καὶ τῶν γυμνασίων καὶ τῶν λουτρῶν τὰς διαγωγὰς, ἔτι τε πρὸς τούτοις ἐδεσμάτων τε καὶ φαρμάκων. περὶ μὲν οὖν τρίψεων τε καὶ γυμνασίων ἐν τῇδε τῇ πραγματείᾳ πρόσθεν εἴρηται, περὶ δὲ τῶν τροφῶν ἑτέρωθι, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων. ἡ γάρ τοι κατὰ μέθοδον διδασκαλία, τὰ κοινὰ καὶ καθόλου περιλαμβάνουσα, εἰς πολλὰ τῶν κατὰ μέρος εὐμνημόνευτός τε καὶ σύντομος γίγνεται. ἐγὼ δὲ οὐ μόνα τὰ καθόλου λέγω, ἀλλὰ καὶ τὰ παραδείγματα τῶν κατὰ μέρος αὐτοῖς προστιθεὶς τελειοτάτην ἡγοῦμαι ποιεῖσθαι τὴν διδασκαλίαν.

Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὰς ἀνωμάλους κατασκευὰς τῶν σωμάτων, αἳ δὴ καὶ νοσώδεις πάντως εἰσίν. ἀνώμαλοι δὲ κατασκευαὶ γίγνονται τριττῶς, διὸ καὶ ἡ τοῦ σώματος ἡμῶν σύνθεσίς ἐστι τριττή· μία μὲν ἡ ἐκ τῶν πρώτων στοιχείων, ἐξ ὧν γέγονε τὰ καλούμενα παρὰ Ἀριστοτέλους ὁμοιομερῆ· δευτέρα δὲ ἡ ἐκ τούτων αὐτῶν τῶν ὁμοιομερῶν, ἃ δὴ καὶ αὐτὰ στοιχεῖα πάλιν ἐστὶν αἰσθητὰ τῶν ἀνομοιομερῶν, ὅθεν ἡ τῶν ὀργανικῶν γίγνεται σύνθεσις· ἐπ’ αὐτοῖς ἡ τρίτη τοῦ παντὸς σώματος ἐκ τῶν ὀργανικῶν. εὐκολωτέρα μὲν οὖν ἐστιν ἡ τρίτη λεγομένη καὶ διαγνωσθῆναι, καὶ προνοίας τυχεῖν, δυσκολωτέρα δὲ ἡ δευτέρα, χαλεπωτάτη δὲ ἡ πρώτη. βέλτιον οὖν ἀπὸ τῆς τρίτης ἄρξασθαι, ῥᾴονα τήν τε διάγνωσιν ἐχούσης καὶ τὴν πρόνοιαν, οἷον εὐθέως ἐπὶ τῆς κεφαλῆς, (οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι,) δυσκράτου φύσει γινομένης, ὡς πολλὰ γεννᾷν περιττώματα, ἐξ ὧν αἱ βλάβαι γίνονται τοῖς ὑποκειμένοις ὀργάνοις, ἐφ’ ὅ τι ἂν αὐτῶν τράπηται τὸ περιττόν. ἑτοιμοτάτη μὲν οὖν ἡ εἰς τὸ στόμα καὶ τὰς ῥῖνας φορὰ, παραγίγνεται δὲ καὶ εἰς ὀφθαλμοὺς, ἐνίοις δὲ καὶ εἰς ὦτα. τὴν δὲ εἰς τὸ στόμα φορὰν τῶν περιττωμάτων ὑποδέχεται στόμαχός τε καὶ ἡ τραχεῖα ἀρτηρία, (καλοῦσι δὲ αὐτὴν καὶ βρόγχον,) ἧς τὸ συνάπτον τῷ στόματι πέρας ὑψηλὸν (ὀνομάζεται δὲ λάρυγξ) ὄργανον φωνῆς ὑπάρχει, ὡς ἐν τῷ περὶ φωνῆς ὑπομνήματι δέδεικται. οὕτως τε οὖν αὐτὸς ὁ λάρυγξ ὑπὸ τῶν εἰς αὐτὸν ἐκ τῆς κεφαλῆς καταῤῥεόντων ὑγραινόμενος ἐν ἀρχῇ μὲν βραγχώδη τὴν φωνὴν ἐργάζεται, προϊόντος δὲ τοῦ χρόνου μικράν· ἢν δ’ ἐπὶ πλέον ἥκῃ τὸ κακὸν, ἀπόλλυται πᾶσα, συνδιαβρέχεται γὰρ τῷ λάρυγγι καὶ ἡ ἀρτηρία. δριμέος δὲ τοῦ ῥεύματος ὄντος, οὐκ εἰς φωνὴν μόνην ἡ βλάβη τοῖς εἰρημένοις μορίοις, ἀλλὰ καὶ χαλεπωτάτη τις ἀνάβρωσις προσέρχεται, τοιαύτη τὴν φύσιν, οἵας καὶ κατὰ τὸ δέρμα βλέπομεν βλαπτόμενον γιγνομένας πολλάκις ἄνευ τῆς ἔξωθεν αἰτίας. οὕτως δὲ καὶ πνεύμων αὐτοῖς ἑλκοῦται, καὶ φθόη καλεῖται τὸ πάθος. ἐὰν δὲ εἰς στόμαχόν τε καὶ γαστέρα τρέπηται τὸ ῥεῦμα, ψυχρὸν μὲν ὑπάρχον εἰς δυσκρασίαν ψυχρὰν ἄγει τὰ σώματα, θερμὸν δὲ εἰς θερμήν. ἑλκοῖ δὲ τοιοῦτον τῷ χρόνῳ, κατ’ ἀρχὰς δὲ τάς τε ὀρέξεις βλάπτει καὶ τὰς πέψεις. ἐὰν μὲν οὖν ψυχρὸν ᾖ τὸ ῥεῦμα, βραδυπεψίας τε καὶ ἀπεψίας καὶ ὀξυρεγμίας ἐργάζεται· ἐὰν δὲ καὶ διεφθαρμένον, εἰς διαφθορὰν ἄγει τὴν τροφὴν, ἤτοι κνισσώδεις, ἢ ὀξώδεις ἐρυγὰς ἀναπέμπουσαν, ἤ τινος ἑτέρας ἀῤῥήτου τε καὶ ῥητῆς ποιότητος. ὑποκαταβαίνουσα δὲ ἡ βλάβη καὶ τὴν νῆστιν ἀδικεῖ καὶ τὸ κῶλον. ἅπτεται δὲ καὶ τῶν κατὰ τὸ μεσεντέριον ἀγγείων, δι’ ὧν εἰς ἧπαρ ἡ ἀνάδοσις γίγνεται· καί τισι μὲν ἀνορεξίαι παρακολουθοῦσιν, ἐνίοις δὲ ὀρέξεις παρὰ φύσιν, ἃς ὀνομάζουσι κυνώδεις, ἢ καὶ μοχθηρῶν ἐδεσμάτων ἐπιθυμία, καθάπερ ταῖς κιττώσαις. εὔδηλον δὲ, ὅτι καὶ σταφυλὴ, καὶ παρίσθμια, καὶ παρουλίδες, ἀντιάδες τε καὶ βρώσεις ὀδόντων, ἑλκώσεις τε καὶ σηπεδόνες ἐν τῷ στόματι τοῖς ἐκ τῆς κεφαλῆς εἰς αὐτὰ καταῤῥέουσιν ἰχῶρσιν ἕπονται. καὶ τό γε πολὺ πλῆθος τῶν ἰατρῶν ἢ τὸν γαργαρεῶνα τέμνουσιν, ἢ φάρμακα διδόασιν, ὅπως ἀναπτύηται τὰ διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα κατενεχθέντα. τῆς γαστρὸς δὲ ἄλλοι προνοοῦνται, καθάπερ ἄλλοι τῶν ὀδόντων τε καὶ τοῦ στόματος, ἢ καὶ τῶν ἐν τῇ ῥινὶ συνισταμένων· ἵνα τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα παραλίπω, βλαπτομένων οὐκ ὀλίγων εἰς αὐτά. βέλτιον δ’ ἦν, οἶμαι, τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι, ῥώσαντα τὴν κεφαλὴν, ἢ, εἴπερ ἀδύνατον εἴη τοῦτο διὰ τὴν σφοδρότητα τῆς φυσικῆς δυσκρασίας, προνοεῖσθαι γοῦν αὐτῆς διὰ παντὸς, τὴν ἔνδειξιν τῆς προνοίας ἀπὸ τῆς κατ’ αὐτὴν ἰδέας ποιούμενον, οὐχ, ὡς ἔνιοι τῶν ἰατρῶν ἁπάσαις ἀεὶ ταῖς κεφαλαῖς τὰ διὰ θαψίας καὶ νάπυος προσφέρουσιν, οὕτως δὲ καὶ αὐτοὶ πράττοντες· εἰ γὰρ ὑπὸ θερμῆς δυσκρασίας ἡ κεφαλὴ κακὸν ἴσχει, βλαβερὰ τὰ τοιαῦτα φάρμακα. χρὴ τοίνυν αὐτοὺς λουτροῖς πολλοῖς ποτίμων ὑδάτων παρηγορεῖν, διαφοροῦντάς τε ἅμα τοὺς ἐν τῇ κεφαλῇ γενομένους ἀτμοὺς θερμοὺς, καὶ τὴν κρᾶσιν ὅλην ἐργαζομένους βελτίω. βλαβερὰ δὲ τούτοις ἡ τῶν αὐτοφυῶν θερμῶν ὑδάτων χρῆσις. ὅσα μὲν γὰρ αὐτῶν θειώδη τέ ἐστι καὶ ἀσφαλτώδη, τῷ θερμαίνειν ἐναντιώτατα ταῖς φύσει θερμαῖς κεφαλαῖς, ὅσα δὲ στυπτηριώδη, τῷ στεγνοῦν. μόνοις δ’ ἂν, εἴπερ ἄρα, τοῖς γλυκέσι τῶν αὐτοφυῶν ὑδάτων ἀβλαβῶς χρῷντο· τοῦτο γὰρ ἀσφαλὲς εἰπεῖν, ὡς τό γέ τι καὶ ὠφελεῖσθαι παρ’ αὐτῶν οὐχ ὁμοίως ἀσφαλές. οὐ γὰρ ἂν ἦν ἴσως θερμὰ, μὴ μετέχοντά τινος δυνάμεως φαρμακώδους θερμῆς. ἄμεινον δὲ τῇ πείρᾳ κρίνειν τὰ τοιαῦτα τῶν ὑδάτων· καὶ γὰρ καὶ σπανίως εὑρίσκεται, παρ’ ἡμῖν ἀπὸ σταδίων τῆς πόλεως πολὺ πλειόνων ρ΄, ἐν Προύσῃ δὲ ἐλαττόνων ἢ δέκα. τὸ μὲν οὖν παρ’ ἡμῖν ἐν Ἀλλιανοῖς, (οὕτως γὰρ ὀνομάζεται τὸ χωρίον,) ἑνὸς εἴδους ἐστὶν ὅλον, ἐκ μιᾶς πηγῆς ἀνίσχον· ἐν δὲ τῷ τῆς Προύσης ἑτέρου καὶ ἄλλη πηγὴ φαρμακώδους ὕδατος, ὥσπερ παρ’ ἡμῖν ἐν Λυκέτοις. ὅσοι δὲ σφόδρα θερμὴν καὶ διακαῆ ἔχουσι κεφαλὴν, ἄμεινον αὐτοῖς ὥρᾳ θέρους ἀλείφεσθαι ῥοδίνῳ, χωρὶς στυμμάτων ἐκ μόνων ῥόδων γεγονότι· καὶ τούτου γε αὐτοῦ βέλτιόν ἐστι τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἔλαιον, ἐμβεβλημένων τῶν ῥόδων, καὶ πολύ γε βέλτιον, εἰ καὶ χωρὶς ἁλῶν ἐσκευασμένον εἴη. τινὲς δὲ κεφαλαὶ διὰ τὴν τῶν ἀρτηριῶν κρᾶσιν ἐν συμπτώμασι γίγνονται σκοτωματικοῖς τε καὶ κεφαλαλγικοῖς, ἐφ’ ὧν καὶ ταῖς ἀρτηριοτομίαις χρώμεθα, τῆς ὑγιεινῆς πραγματείας ἐκπεπτωκυίαις.

Τὰς μὲν συνεχῶς ὀδυνωμένας διὰ τὴν τῶν νεύρων εὐαισθησίαν, ὅσα τῆς κεφαλῆς ἐκφυόμενα τῷ πλείστῳ μὲν ἑαυτῶν μέρει τὸ τῆς γαστρὸς στόμα διαπλέκει, φέρεται δέ τις αὐτῶν μοῖρα καὶ πρὸς τὴν λοιπὴν γαστέρα, τῆς ὑγιεινῆς τέχνης ἔργον ἰάσασθαι, μᾶλλον δ’, ὅπως μηδ’ ὅλως γίγνηται ταῦτα, παρασκευάζειν, ἀρίστῃ προφυλακῇ προνοουμένων ἡμῶν τὸν χολώδη χυμὸν ἤτοι μηδ’ ὅλως συῤῥεῖν εἰς τὴν κοιλίαν, ἢ ὅτι τάχιστα κενοῦσθαι. τοῦ μὲν οὖν μηδ’ ὅλως συῤῥεῖν ἡ πρόνοια γίγνεται διὰ τοῦ θᾶττον ἐσθίειν. ὅταν μὲν γὰρ ἡ μὲν ὅλου τοῦ σώματος κρᾶσις ᾖ χολωδεστέρα, τὰ δὲ κατὰ κοιλίαν ἀτονώτερα, στηρίζεσθαι δεῖται διὰ τροφῆς εὐστομάχου. μὴ γενομένου δὲ τούτου, καταῤῥέουσιν ἰχῶρες εἰς αὐτὴν, οὓς ἀθροίζει τὸ σῶμα περιττούς. ἐκ δὲ τῆς τούτων ἀναθυμιάσεως οὐ μόνον αἱ κεφαλαλγίαι γίνονταί τισιν, ἀλλὰ καὶ τὰ τῶν ὑποχεομένων συμπτώματα, καί τισιν αὐτῶν ἐπιληπτικοὶ σπασμοί. τούτοις οὖν ἅπασιν ἡ μὲν ὅλη δίαιτα πρὸς τὸ ψυχρότερον μᾶλλον καὶ ὑγρότερον ὑπαλλαχθήτω, κενούσθω δὲ τὰ συῤῥέοντα δι’ ἐμέτων τε καὶ γαστρὸς ὑπαγωγῆς, ῥωννύσθω δ’ ὁ στόμαχος ἐδέσμασι μὲν ἑκάστης ἡμέρας, πρὶν ἐκχολωθῆναι, φαρμάκοις δ’ ἐκ διαλειμμάτων μακροτέρων, ἀψινθίου τε κόμης, καὶ διὰ τῆς ἀλόης, ἣν καλοῦσι πικράν. ἐκκαθαίρει γὰρ τοῦτο καὶ τὸ διὰ βάθους χολῶδες ἐν τοῖς χιτῶσι τῆς γαστρὸς, οὐ πάνυ τι τοῦ ἀψινθίου δυναμένου ποιεῖν τοῦτο· ῥυπτικαί τε γὰρ αὐτῷ καὶ στυπτικαὶ δυνάμεις εἰσὶ μόναι, ὥστε τὸ μὲν, ὡς ἂν εἴποι τις, ῥύπον τῶν χιτώνων τῆς γαστρὸς ἀποσπᾷν, οὐ μὴν, εἴ τι κατὰ βάθος αὐτοῦ ἐστιν, ἕλκειν ἔξω τοῦτο καὶ κενοῦν, ὥσπερ ἡ ἀλόη. τὰ δ’ ἔξωθεν τοῦ σώματος χρίσματα τῆς γαστρὸς ἐπὶ ταύτῃ ἔστω μετρίως στύφοντα. μήλινον δέ ἐστι, καὶ μαστίχινον, καὶ νάρδινον, καὶ τὰ τοιαῦτα· θέρους μὲν τὸ μήλινον μᾶλλον, ἐν χειμῶνι δὲ ἡ νάρδος, ἦρος δὲ τὸ μαστίχινον· ἐν τῷ μέσῳ γὰρ τοῦτό ἐστι μηλίνου τε καὶ ναρδίνου μύρου, θερμαίνοντος μὲν τοῦ ναρδίνου, καὶ μάλισθ’ ὅταν ἀμώμου πλέον ἔχῃ, ψύχοντος δὲ τοῦ μηλίνου. ταῖς δὲ πλουσίαις γυναιξὶν ὑπάρχει νάρδου κρεῖττον χρίσμα, φουλιάτον τε καὶ τὰ καλούμενα σπικάτα, θερμαίνοντα καὶ ῥωννύντα τὴν γαστέρα. ἐὰν δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺς ἰχῶρας ἐπιπέμπῃ τοῖς κατὰ γαστέρα χωρίοις, ἀλλὰ καὶ αὐτὴν τύχῃ θερμὴν δυσκρασίαν ἔχειν, τοῖς ἐμψύχουσιν ἐδέσμασί τε καὶ πόμασιν ἀεὶ χρῆσθαι προσήκει, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ὑπαλλάττοντα κατὰ τὰς ὥρας τοῦ ἔτους, οὐ πρὸς τοὐναντίον ἀφικνουμένους, ὥσπερ ἐπὶ τῶν εὐκράτων ἐργαζόμεθα, χειμῶνος μὲν θερμαίνοντες, θέρους δὲ ψύχοντες. ὡσαύτως δὲ, εἰ καὶ ἀμφότερα τὰ μόρια τὴν ψυχρὰν ἔχει δυσκρασίαν, ἀεὶ μὲν χρῆσθαι τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασι καὶ χρίσμασιν, ὑπαλλάττειν δὲ αὐτὰ κατὰ τὴν ὥραν, ἐπιτείνοντας καὶ ἀνιέντας. χαλεπὴ δὲ γίνεται μίξις, ὅταν ἤτοι γε εἰς θερμὴν γαστέρα καταῤῥέωσιν ἐκ τῆς κεφαλῆς οἱ ψυχροὶ καὶ φλεγματώδεις ἰχῶρες, εἰς τὴν ψυχρὰν δὲ οἱ θερμοί· καὶ τούτων γ’ ἀμφοτέρων |ἐπειράθην ἀεὶ δυσμεταχειριστοτέρας οὔσης τῆς ἑτέρας, καθ’ ἣν εἰς θερμὴν κοιλίαν οἱ φλεγματώδεις τε καὶ ψυχροὶ καταφέρονται χυμοί. χειρίστη δὲ, ὅταν οὕτως ἔχῃ κατασκευῆς τε καὶ φύσεως ὁ ἄνθρωπος, ὡς μήτ’ εὔλυτον ἔχειν γαστέρα, μήτ’ ἐμεῖν ἑτοίμως. διαφθείρονται γὰρ οἱ φλεγματώδεις χυμοὶ, κατὰ τὴν γαστέρα χρονίζοντες, ὡς δάκνειν ταύτην, ἀναπέμπειν τε πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἔστιν ὅτε μοχθηρούς. ὡς ἐάν γε φλεγματώδεις χυμοὶ ἐκ τῆς κεφαλῆς εἰς ψυχρὰν φύσει γαστέρα καταῤῥέωσι, ῥᾷστα τοῖς τοιούτοις βοήθεια γίγνεται, λαμβάνουσιν ἕωθεν τοῦ διὰ τριῶν πεπέρεων ἁπλοῦ φαρμάκου. καὶ πέπερι δὲ μόνον ἀκριβῶς λεῖον ὕδατι μίξαντα πίνειν ἐγχωρεῖ· κάλλιον δ’ ἐστὶ καὶ εὐστομαχώτερον εἰς αὐτὰ τὸ λευκόν. ἀψινθίου δὲ πόσις ἐναντιωτάτη τοῖς οὕτω διακειμένοις· ἐμπλάττει γὰρ αὐτῶν τῇ γαστρὶ τὸν φλεγματώδη χυμὸν, ὡς ἂν οὐκ ἔχον ἀξιόλογον ἐν ἑαυτῷ δύναμιν ῥυπτικήν. οὐ μὴν οὐδ’ ἀλόη τούτους ὀνίνησιν, ἑλκτικὴν δύναμιν ἔχουσα χολώδους χυμοῦ. καὶ διὰ τοῦτ’ ἐπενοήθη καλῶς ἡ καλουμένη πικρὰ, τῇ τῶν μιγνυμένων δριμύτητι καὶ θερμότητι τέμνουσα καὶ ῥύπτουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς, ὁποῖόν ἐστι τὸ κιννάμωμον. ἀλλ’ οὐχ οἷόν τε τοιούτῳ φαρμάκῳ χρῆσθαι συνεχῶς, ὥσπερ τῷ διὰ τριῶν πεπέρεων, ἢ τῷ διὰ τῆς καλαμίνθης. εἰ γὰρ καὶ καθ’ ἑκάστην ἡμέραν χρῷτο τούτοις ὁ τὴν ψυχρὰν ἔχων γαστέρα, βλάβης οὐδεμιᾶς πειραθήσεται. τοὐπίπαν μὲν οὖν εἰς ρ΄ δραχμὰς τῆς ἀλόης ἓξ ἑκάστου τῶν ἄλλων μίγνυται, ὄντων καὶ αὐτῶν ἕξ. καὶ αὕτη γ’ ἐστὶν, ἣν ἅπαντες ἐν Ῥώμῃ σκευάζουσι πικράν. ἐγὼ δὲ καὶ δύο ἄλλας συντίθημι, κατὰ μὲν τὴν ἑτέραν αὐτῶν πλέονα μιγνὺς τὰ θερμαίνοντα, κατὰ δὲ τὴν ἑτέραν ἐλάττονα. πλέονα μὲν οὖν τἄλλα ἐμβληθήσεται, τῆς ἀλόης μόνης ἀφελόντων ἡμῶν τοῦ πλήθους, ὡς εἰς π΄ ἀλόης δραχμὰς ἐμβάλλεσθαι τῶν ἄλλων ἑκάστου τὰς ἕξ· ἐλάττονα δὲ, τῆς ἀλόης τὸ πλῆθος αὐξησάντων κ΄ δραχμαῖς, ὡς εἰς ρ΄ καὶ κ΄ τῆς ἀλόης ἑκάστου τῶν ἄλλων ἐμβάλλειν ἕξ. εὔδηλον δὲ, ὅτι κινναμώμου τις ἀπορῶν ἐμβάλλει κασίας τῆς ἀρίστης τὸ διπλάσιον, ἔνιοι γὰρ εἰς τοσοῦτον ἥκουσι τῆς κασίας τῆς ἀρετῆς, ὡς μηδὲν ἀποδεῖν ἀτόνου κινναμώμου, τοῦ γὰρ εὐτόνου καὶ ἡ τοιαύτη κασία πολλῷ λείπεται. ἀλλ’ ὥσπερ, ὅταν ἀπορῶμεν ἄρτου καλοῦ, τὸν φαυλότατον ἐσθίομεν, οὕτω καὶ κασίας τῇ καλλίστῃ χρησόμεθα κατὰ τὴν ἀπορίαν τοῦ κινναμώμου. ἐφ’ ὧν μὲν οὖν σωμάτων ἡ γαστήρ ἐστι ψυχρὰ, ἤτοι γ’ εὔκρατος μὲν, ἀλλ’ ἐπὶ τὸ ψυχρότερον ῥέπουσα, ἐπιτήδειόν ἐστι τὸ Διοσπολιτικὸν καλούμενον φάρμακον, ὃ καὶ αὐτὸ διττῶς εἴωθα συντιθέναι, τοῖς μὲν ἐπεχομένοις τὴν γαστέρα, νίτρου τοῦ Βερενικαρίου καλουμένου μιγνὺς ἴσον τῷ τε κυμίνῳ καὶ τῷ πηγάνῳ καὶ τῷ πεπέρει, τοῖς δ’ εὔλυτον ἔχουσιν ἥμισυ. συμπεφώνηται γὰρ, ὑπὸ τούτου τοῦ φαρμάκου λεπτύνεσθαι μὲν τὸ φλέγμα, καὶ φυσώδη πνεύματα ἐκκενοῦσθαι. χαλεπὴ δ’ ἐστὶ καὶ δυσμεταχείριστος ἡ ἐπιπλοκὴ τῆς δυσκράτου κατὰ θερμότητα γαστρὸς τῇ ψυχρᾷ κεφαλῇ. τὸ μὲν γὰρ φλέγμα τὸ καταῤῥέον εἰς τὴν γαστέρα χρῄζει τοῦ διὰ τῶν τριῶν πεπέρεών τε καὶ καλαμίνθης, ὥσπερ γε καὶ τοῦ προειρημένου Διοσπολιτικοῦ, τὸ δὲ στόμα τῆς γαστρὸς ὑπὸ τῶν ἐκπυρούντων βλάπτεται. τέμνειν οὖν τῶν οὕτω διακειμένων καὶ ἀποῤῥύπτειν τὸ φλέγμα πειρᾶσθαι χρὴ διὰ τῶν μὴ θερμαινόντων, ὁποῖόν ἐστι καὶ ὀξύμελι. χαλεπὴ δὲ καὶ δυσδιάθετός ἐστιν ἐπιπλοκὴ καὶ ἡ τῶν τοιούτων κατασκευῶν τοῦ σώματος, ἐν αἷς ἄτονον μέν ἐστι καὶ ναυτιῶδες τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ἴσχεται δὲ ἡ γαστήρ. ὅσα γὰρ αὐτὴν προτρέπει, πάντα εὐθέως ἀνατρέπει τὸν στόμαχον, ὡς ἐπιπολάζειν τε αὐτοῦ τὰ σιτία καὶ ναυτίαν ἐργάζεσθαι πολλάκις· οἷς ἐξ ἀνάγκης ἕπεται τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφήν. ἐὰν δὲ πάλιν εὐστόμαχα διδῷς αὐτοῖς ἐδέσματα, καὶ τρίτης καὶ τετάρτης ἡμέρας ἡ γαστὴρ ἐπέχεται. τοῖς τοιούτοις οὖν ἓν εἶδος εὗρον διαίτης ἁρμόττειν, ἐν ἀρχῇ προσφερομένοις λάχανά τε δι’ ἐλαίου καὶ γάρου, καὶ τἄλλα, ὅσα μαλάττειν εἴωθε τὴν γαστέρα, μετὰ δὲ τὴν αὐτάρκη τροφὴν ἐπιλαμβάνουσί τι τῶν τονούντων τὸν στόμαχον. ἔστι δὲ δὴ μῆλόν τε καὶ ἄπιον καὶ ῥοιά· ἔνια γάρ ἐστι τοιαῦτα γένη, χωρὶς ὀξύτητος στύφοντα. αὐτὸς δὲ ὁ ἄνθρωπος, ἁπάντων αὐτῷ ἐν μέρει πειραθέντων, ὅπερ ἂν ἀβλαβέστατόν τε καὶ ἥδιστον εὑρίσκῃ, τούτῳ χρήσθω. μὴ πάνυ δὲ τούτων ἑκάστου λαμβάνειν, ἀλλ’ ὅσον, ὡς ἔφην, ἰάσασθαι τὴν ἀτονίαν τοῦ στομάχου· τῆς γὰρ τοιαύτης αὐτῶν χρήσεως ἐπειράθην, εὔλυτον ἐργαζομένης τὴν κοιλίαν. καὶ μᾶλλόν γε τοὐπίπαν οἱ οὕτω διακείμενοι διαχωροῦσιν, ἐπιφαγόντες τι τῶν στυφόντων, ἢ εἰ μηδ’ ὅλως ἐχρήσαντο. τονωθὲν γὰρ αὐτῶν τὸ στόμα τῆς κοιλίας ὠθεῖ κάτω τά τ’ ἐπιπολάζοντα καὶ σὺν αὐτοῖς τὰ καθ’ ὅλην τὴν ἄνω γαστέρα, καὶ τήν γε φορὰν τῶν σιτίων ὑποδεχόμενα τὰ ἔντερα διαφυλάττει, προωθοῦντα καὶ αὐτὰ τὸ περιγινόμενον ἐκ τῶν ὑπερκειμένων εἰς αὐτά. φαίνεται γὰρ ἡ προωστική τε καὶ ἀποκριτικὴ δύναμις, κᾂν ἐκ τῶν κατὰ τὴν ἕδραν χωρίων ὁρμήσῃ τι πρὸς τὴν ἄνω φορὰν, ἄχρι πλείστου διαφυλάττουσα, καίτοι παρὰ φύσιν οὔσης ἐν ζώῳ τῆς τοιαύτης ὁδοῦ. ὅτι δὲ ἀληθές ἐστιν ὃ λέγω, πάρεστι μαθεῖν ἑκάστῳ, τῶν πολλάκις ἡμῖν συμβαινόντων ἀναμνησθέντι. δακνώδης γ’ οὖν ἐνίοτε χυμὸς, εἰς τὰ κατὰ τὴν ἕδραν χωρία παραγενόμενος, ἐρεθίζει μὲν ἡμᾶς ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ· κατασχεῖν δὲ αὐτὸν ἀναγκασθέντες, ἐπειδὰν ἐν πολιτικαῖς ὦμεν πράξεσιν, ἀπαλλαγέντες αὐτῶν, οὐκέτ’ ἀποκρίνομεν, αἰσθανόμεθά τε πολλάκις ἐκ τούτου τῆς κεφαλῆς ὀδυνηρᾶς γινομένης, ἀνατροπῆς γινομένης. εὐλόγως οὖν, εἰ καὶ τοῖς ὑπακτικοῖς σιτίοις ἐπιπολευομένου στομάχου, τὰ στύφοντα ληφθέντα, τόνον ἐποιήσαντο τοῖς ἄνω μέρεσι τῆς γαστρὸς, ἀρχὴν τῆς κάτω φορᾶς ἐργάζεται τοῖς ἐν αὐτῷ περιεχομένοις, ἣν διαδεχόμενα τὰ ἔντερα μέχρι τοῦ κάτω πέρατος εἴωθε φυλάττειν.

Αὐτάρκως οὖν εἰρημένων τούτων, ὥρα μεταβαίνειν ἐπ’ ἄλλην κατασκευὴν ἀνώμαλον, οὐδεμιᾶς τῶν πρόσθεν ἀπολειπομένην τῇ κακίᾳ, καθ’ ἣν οἱ μὲν νεφροὶ λίθους, ἢ πώρους, ἢ ὅπως οὖν ὀνομάζειν ἐθέλεις, γεννῶσιν, ἡ δὲ τοῦ σώματος ἅπαντος φύσις ἰσχνὴ τετύχηκεν οὖσα. χρῄζουσι μὲν γὰρ οὗτοι φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων, ἐναντιώτατα δ’ ἐστὶ ταῦτα τοῖς ἰσχνοῖς σώμασιν. ὥστε τις τῶν χρωμένων αὐτοῖς διὰ τοὺς νεφροὺς, δυσκινήτων τε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων τι καπνηστὸν, ὡς αὐτὸς ὠνόμαζεν, αἰσθανόμενος τῶν δακτύλων, ἐκοινώσατο μὲν τὰ πρῶτα τοῖς κατὰ τὴν Καμπανίαν ἰατροῖς, ἔνθα διέτριβεν, οἱ δὲ, ὡς κατισχομένου αὐτοῦ ἐπὶ διαθέσει παράλυσιν ἀπειλούσῃ, τοῖς δι’ εὐφορβίου καὶ λιμνήσεως, ἣν ἀδάρκην τε καὶ ἄδαρκον ὀνομάζουσιν, ἐχρῶντο φαρμάκοις. ὡς δὲ πολὺ χείρων ἡ διάθεσις ἐγένετο, καὶ προανέβαινεν ἀεὶ τὰ συμπτώματα τοῖς ὑπερκειμένοις μέρεσι μετὰ τοῦ σφόδρα ὀδυνᾶσθαι, κατά τινα τύχην ἐπιδημήσαντί μοι τὴν Καμπανίαν δηλώσας ὁ κάμνων τὰ συμβάντα παρεκάλει βοηθεῖν. ἐγὼ δὲ, ὅτι μὲν ἐκ τῶν φαρμάκων ὧν εἶπεν ὑποξηρανθεὶς εἰς τοιαύτην ἧκε διάθεσιν, συνῆκα, ζητῶν δὲ, τίνα ἄν τις αὐτῷ δίαιταν εὕροι, καθ’ ἣν ἄνευ τοῦ βλάπτεσθαι τοὺς νεφροὺς ἰάσεται τῆς ξηρότητος, πτισάνης τε χυλὸν ἐπενόησα, καὶ τῶν ἰχθύων τοὺς πετραίους τε καὶ πελαγίους, ὅσοι τ’ ἄλλοι μηδὲν ἔχουσι γλίσχρον. οὕτω δὲ καὶ τῶν πτηνῶν ζώων ὅσα παραπλήσιον ἔχει τὴν σάρκα. πολλὰ δέ ἐστι τῶν ὀρείων ὀνομαζομένων ὀρνίθων τοιαῦτα ταῖς κράσεσιν· ὅσα γὰρ ἐν ταῖς πόλεσι κατακλείσαντες ὑγραῖς καὶ πολλαῖς τροφαῖς πιαίνουσιν οἱ τὰ τοιαῦτα καπηλεύοντες, ἐναντιώτατα τούτοις ἐστί. ἀρίστη δὲ σὰρξ εἰς τὰς τοιαύτας διαθέσεις ἐστὶν, ὡς τῶν ὀρνίθων περδίκων, ἐπ’ αὐτοῖς δὲ τῶν ἀτταγήνων, καὶ ψάρων, καὶ κοττύφων, καὶ κιχλῶν. ἐὰν δὲ ἀπορῶμεν ὀρείων ὀρνίθων, ἐκ τῶν ἐν τοῖς ἀγροῖς τρεφομένων καὶ τῶν κατὰ τοὺς πύργους περιστερῶν νομάδων λαμβάνειν προσήκει, καθάπερ γε καὶ τῶν ἐν τοῖς πύργοις νεοττευόντων στρουθίων, οὓς ὀνομάζουσι πυργίτας· ἔστωσαν δὲ ἐν ὑψηλοῖς χωρίοις οἱ τοιοῦτοι τῶν πύργων· οὕτω γὰρ καὶ ταῖς ἀλεκτορίσι καὶ τοῖς ἀλεκτρυόσι τοῖς κατὰ τὰς ἐπαύλεις τρεφομένοις ἔνεστι χρῆσθαι. γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζώων εἴργειν τοὺς οὕτω διακειμένους, μόνῳ δ’ ἐπιτρέπειν χρῆσθαι τῷ τῶν ὄνων, ἐπειδὴ λεπτομερέστερόν ἐστι τοῦτο τῶν ἄλλων. καὶ συνελόντι φάναι, μεταξὺ τῆς τε λεπτυνούσης διαίτης καὶ τῆς παχυνούσης εἶναι χρή. τὴν δὲ τούτοις ἁρμόττουσαν τὴν κατὰ μέρος ὕλην ἐν τοῖς περὶ τῶν τροφῆς δυνάμεων ὑπομνήμασιν ἔγραψα, καὶ προσέτι ἐν τῷ περὶ τῆς εὐχυμίας τε καὶ κακοχυμίας. διὸ καὶ μηκύνειν ἐν τῷ παρόντι περιττὸν, ἀρκεῖ γὰρ τοῦτο μόνον εἰπεῖν, ὡς καὶ τῆς τοῦ ὅλου σώματος ἀναθρέψεως ἐπὶ τῶν τοιούτων προνοεῖσθαι χρὴ δι’ ἧς ἔμπροσθεν εἶπον ἀγωγῆς, ἡνίκα ἐμνημόνευσα τοῦ πάντα μᾶλλον ὑπομένοντος παθεῖν, ἢ πιττώσασθαι. παχέος δὲ ὄντος τοῦ λιθιῶντος ἀνθρώπου, θαῤῥῶν ἂν προσφέροιτο τῇ λεπτυνούσῃ διαίτῃ. τὰ δ’ αὐτὰ νόμιζε καὶ περὶ τῶν ἀρθριτικῶν προϊέναι. πίνοντες γὰρ κᾀκεῖνοι τὰς ἀρθριτικάς τε καὶ ποδαγρικὰς ἀντιδόσεις, οἱ μὲν εὔσαρκοι καὶ παχεῖς καὶ πιμελώδεις οὐδὲν βλάπτονται, λεπτοὶ δὲ ὑπάρχοντες, ὅλον τε τὸ σῶμα ξηραίνοντες, καὶ πόδας αὐτοὺς ἐνίοτε καὶ τὰς χεῖρας, εἰ πρότερον ἐπεπόνθεισαν, εἰς χαλεπωτάτην ἄγουσι διάθεσιν. εἰδέναι μέντοι χρὴ, τὰς ποδαγρικὰς ταύτας ἀντιδότους πολλῷ τῶν νεφριτικῶν διαλλάττειν, οὐ μόνον τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς, ἀλλὰ καὶ τῷ θερμαίνειν τε καὶ ξηραίνειν· ἐπὶ γάρ τοι τῶν νεφριτικῶν οὐδὲ τὴν ἀρχὴν ὅσα θερμήνειε σφοδρῶς διδόναι χρή. λέλεκται δὲ τελέως δηλονότι περὶ τῶν τοιούτων ἁπάντων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, κᾀν ταῖς περὶ τῶν φαρμάκων, διτταῖς οὔσαις καὶ ταύταις, προτέρας μὲν τῇ τάξει τῆς τῶν ἁπλῶν, δευτέρας δὲ τῆς τῶν συνθέτων, οὔτε μηδ’ ὅλως, οὔτ’ ἐπὶ πλέον μεμνῆσθαι προσήκει, διὰ τὸ καὶ τὰ τοιαῦτα σώματα μεταξὺ τῶν τε ἀκριβῶς ὑγιαινόντων καὶ τῶν ἤδη νοσούντων εἶναι· τὸ γάρ τοι προφυλακτικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς τῶν οὕτω διακειμένων προνοεῖται σωμάτων. οὐδένα γοῦν τῶν ἄμεμπτον ἐχόντων τὴν τοῦ σώματος ἕξιν οὔτ’ ἀξιοῦμεν φάρμακα πίνειν, οὔτε λεπτυνούσῃ διαίτῃ χρῆσθαι· τοὺς δὲ διὰ φυσικὴν ἀσθένειαν ἤτοι τοῦ σώματος ἅπαντος ἢ μορίων τινῶν ἑτοίμως βλαπτομένους εἰς τὴν προφυλακτικὴν ὀνομαζομένην ἀγωγὴν ἀξιοῦμεν ἕλκεσθαι, τῆς ὑπόπτου διαίτης ἀφισταμένους, ὑφ’ ἧς οὐδὲν ὁρῶμεν βλαπτομένους, ὅσοι καλῶς κατεσκευασμένοι τὰ σώματα φύσει διαπονεῖν οὐκ ὀκνοῦσι τὰ μέτρια.

Τοῖς μέντοι ῥᾳδίως πάσχουσιν, ὡς καὶ τοῖς μεγάλοις νοσήμασιν ἐμπίπτειν συνεχῶς, οἷον τοῖς ἐπιληπτικοῖς τε καὶ σκοτωματικοῖς καὶ κεφαλαλγικοῖς, ἔτι τε τοῖς ἄλλοις, ἐφ’ ὧν ἡ κεφαλὴ τοῖς ὑποκειμένοις μορίοις αἰτία γίγνεται τῶν συμπτωμάτων, ἐν οἷς εἰσιν ὀδόντες, οὖλά τε καὶ κίων, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ κατὰ τὸ στόμα καὶ τὸν φάρυγγα μόρια, καὶ πρὸς αὐτοῖς ὦτα, καὶ ὀφθαλμοὶ, καὶ στόμαχος, καὶ κοιλία, καὶ τὰ πνευματικὰ μόρια, λάρυγξ, καὶ τραχεῖα ἀρτηρία, καὶ πνεύμων, καὶ θώραξ, ὁ σκοπὸς τῶν διαιτημάτων κοινὸς, αὐτὴν μὲν καὶ πρώτην καὶ μάλιστα τὴν κεφαλὴν ἐργάζεσθαι δυσπαθῆ, μετὰ ταῦτα δὲ καὶ τῶν βλαπτομένων μορίων προνοεῖσθαι, γινώσκοντας, ὡς καὶ τοῦτ’ αὐτὸ πάλιν ἑτέρου δεῖται διορισμοῦ, λέγω δὲ τοῦ μὴ πάντα ῥωννύναι τὰ βλαπτόμενα μόρια. ἄριστος δὲ διορισμὸς ὁ εἰς τὴν χρείαν αὐτῶν ἀναγόμενος. ὀφθαλμῶν μὲν γὰρ καὶ ὤτων ἡ χρεία μεγάλη, καὶ διὰ τοῦτο προσήκει τῶν ἐκ τῆς κεφαλῆς περιττωμάτων εἰς αὐτὰ φερομένων τὴν ὑφ’ Ἱπποκράτους ὀνομαζομένην παροχέτευσιν ἐργάζεσθαι, μάλιστα μὲν ἐπὶ ῥῖνα περισπῶντα τὸ φερόμενον ἐπ’ αὐτὰ ταύτης δ’ οὐχ ὑπακουούσης, εἰς τὸ στόμα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων, ὥσπερ γε καὶ ἐπὶ τὴν ῥῖνα διὰ τῶν πταρμοὺς κινούντων, ὅσα τε πρὸς τὰς ἐμφράξεις αὐτῶν ἁρμόττει. ὀφθαλμοὺς δὲ τονώσεις τῷ διὰ τοῦ Φρυγίου λίθου χρώμενος ξηρῷ κολλυρίῳ, τοῖς βλεφάροις ἐπάγων τὴν μήλην χωρὶς τοῦ προσάπτεσθαι τοῦ κατὰ τὸν ὀφθαλμὸν ἔνδον ὑμένος. οὕτως γοῦν πράττουσιν ὁσημέραι καὶ αἱ στιμμιζόμεναι γυναῖκες. εἰς δὲ τὴν τῶν ὤτων ῥώμην ἀπόχρη μὲν καὶ τὸ γλαύκιον μόνον, ἀποτριβόμενον ἐπ’ ἀκόνης σὺν ὄξει, κᾄπειτα διὰ μήλης ἐκχεόμενον ἀτρέμα χλιαρὸν, ἢ διὰ τούτου δὴ τοῦ συνήθους ὀργάνου, καλουμένου δὲ ὑπὸ πάντων ὠτεγχύτου· κᾀπειδὰν ἤδη σοι δοκῇ τονοῦσθαι καλῶς, ὡς μηδὲν ἐπιῤῥεῖν αὐτοῖς, συνεχῶς ἐνστάζειν τι ναρδίνου μύρου τοῦ ἀρίστου, πρότερον μὲν ἐν Λαοδικείᾳ μόνῃ τῆς Ἀσίας σκευαζομένου καλλίστου, νυνὶ δὲ καὶ κατ’ ἄλλας πόλεις. ἔτι δὲ μᾶλλον τὸ διὰ γλαυκίου καλούμενον κολλύριον ὀνήσει τε καὶ ῥώσει τὰ ὦτα, καὶ τὸ διὰ ῥόδων, καὶ τὸ κροκῶδες, καὶ τὸ νάρδινον, καὶ τὸ δι’ οἴνου, καὶ τῶν μύρων τὰ ἐν ῾Ρώμῃ σκευαζόμενα ταῖς πλουσίαις γυναιξὶν, ἃ φουλίατά τε καὶ σπικάτα προσαγορεύουσιν. εἰ δὲ πολὺ συνεχῶς ἐπὶ τὰ ὦτα φέροιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα, καὶ πύον καὶ ἕλκωσις ἤδη γεγονυῖα τύχοι, τὴν μὲν ἕλκωσιν διά τε τοῦ Ἀνδρωνίου φαρμάκου καὶ τῶν ὁμοίων ἐκθεραπευτέον, ἐν δὲ τῷ ταῦτα πράττειν ἀντισπαστέον ἐπὶ ῥῖνά τε καὶ στόμα, καὶ μετὰ ταῦτα τοῖς εἰρημένοις χρηστέον.

Ὥσπερ δὲ ὑπὸ τῶν ἐκ τῆς κεφαλῆς καταῤῥεόντων βλάπτεται πολλάκις πολλὰ τῶν ὑποκειμένων, οὕτως καὶ δι’ ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα νόσοι συμβαίνουσιν ἑτέροις μορίοις ἀσθενεστέροις αὐτῶν. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕκαστον μόριον ἑλκτικὴν τῶν οἰκείων αὐτοῦ χυμῶν ἔχον δύναμιν, οὕς τ’ ἀλλοιοῦσά τε κᾀξομοιοῦσα εἰς τὴν τροφὴν καταχρῆται, καί τινι πάλιν ἑτέρᾳ δυνάμει τὸ περιττὸν ἀποκρίνειν ἐφιέμενον εἴς τι τῶν πλησίον. ἂν μὲν οὖν αὐτὸ τὸ πεπονθὸς εὔρωστον ἔχῃ τὴν ἕξιν τοῦ σώματος, οὐ δέχεται τὸ πεμπόμενον, ὥστ’ ἐν τῷ πρώτῳ παθόντι μόνον ἐκείνῳ τῷ μορίῳ συνεχῶς πάσχοντα τὸν ἄνθρωπον ἀπέδειξεν· ἐὰν δ’ ἀσθενέστερον ᾖ κατά τι τοῦ πέμποντος, ἐδέξατο μὲν, αὖθις δὲ ὠθεῖ πρός τι καὶ αὐτὸ τῶν ἀσθενεστέρων, κᾀκεῖνο πάλιν εἰς ἄλλο, μέχρις ἂν εἴς τι τῶν οὐδὲν ἐχόντων ἀσθενέστερον ἑαυτῶν κατασκήψῃ τὸ περιττόν. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἄλλῳ μέρει συνεχῶς ἐνοχλεῖται τῶν ἀμελῶς διαιτωμένων· τοῖς δὲ μηδὲν ἀθροίζουσιν περιττὸν ἀβλαβὲς ἀεὶ μένει τὸ ἀσθενές. ἀπόδειξις δὲ τούτου σαφεστάτη τὸ δι’ ἓξ μηνῶν ἢ πλεόνων ἐνίους ἐνοχλεῖσθαι τοῖς ἀσθενέσι μορίοις. εἰ γὰρ αὕτη μόνη ἦν ἀσθένεια, τὴν βλάβην διὰ παντὸς ἂν ἔπασχε τὸ ἄῤῥωστον μόριον, ὡς ἄν γε διαπαντὸς ἔχον ἐν αὑτῷ ἐνυπάρχουσαν τὴν τοῦ πάσχειν αἰτίαν. ἐπεὶ τοίνυν οὐ πάσχει διὰ παντὸς, εὔδηλόν ἐστι, καὶ ἄλλο τι προσέρχεσθαι τὸ συμπληροῦν τοῦ παθήματος αὐτοῦ τὴν γένεσιν, ὅπερ οὐδὲν ἕτερόν ἐστι τοῦ περιττεύοντος ἢ κατὰ τὸ πλῆθος. ἢ κατὰ ποιότητα. καὶ τοῦτό γε αὐτὸ τὸ περιττεῦον ἢ καθ’ ὅλον ἀθροίζεται τὸ σῶμα, καὶ καλοῦσι πληθώραν τὴν τοιαύτην διάθεσιν, ἢ ἔν τινι τῶν κυρίων μὲν, ἀσθενῶν δὲ φύσει μορίων, ὅπερ ἤτοι γε ἐν αὐτῷ μένον, ἢ πρός τι τῶν ἀσθενεστέρων φύσει μορίων ἀποχωροῦν τὴν βλάβην ἐργάζεται. σκεπτέον οὖν ἐστι καὶ διοριστέον αὐτὸ τοῦτο πρῶτον, εἴτε δι’ ἑαυτοῦ συνεχῶς νοσεῖ τὸ μόριον, εἴτε δι’ ἄλλο τι πρότερον αὐτοῦ πάσχον. ἐνίοτε μὲν οὖν ἔξωθεν ἡ βλάβη τοῖς ἀσθενέσι γίνεται μορίοις, ἤτοι ψυχθεῖσιν, ἢ θλασθεῖσιν, ἢ πληγεῖσιν, ἢ κοπωθεῖσιν, ὡς τὰ πολλὰ δὲ ἐπὶ τοῖς διαιτήμασι πλῆθος ἢ κακοχυμίαν ἀθροίζουσι. προσέχειν οὖν χρὴ τῷ μεγέθει τῆς φυσικῆς ἀσθενείας τοῦ μορίου, διορισμῷ χρώμενον τοιῷδε. λεπτότερον χρὴ διαιτῆσαι τὸν ἄνθρωπον, ἢ πρόσθεν, ἅμα τῷ δηλονότι καὶ τὰ προσήκοντα γυμνάσια γυμνάζεσθαι, φυλάττεσθαι δὲ καὶ τὴν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβην· εἶτ’, ἐὰν μὲν ἐπὶ τούτοις μήτ’ ἰσχνὸς γίγνηται, μήτε διοχλῆται τὸ ἄῤῥωστον αὐτοῦ μόριον, ἐπιμένειν τοῖς διαιτήμασιν, ἐὰν δ’ ἤτοι λεπτύνηται πᾶσι τοῖς μέρεσιν, ἢ καί τι πάσχῃ τὸ φαύλως κατεσκευασμένον, ὑπαλλάττειν τὴν τοιαύτην δίαιταν· ἐὰν μὲν πάσχῃ, δυοῖν θάτερον ἐργαζομένους, ἢ τὴν δίαιταν ἐπὶ τὸ λεπτότερον ἄγοντας, ἢ κενώσεσιν ἀραιαῖς χρωμένους. ἐνίοις μὲν οὖν ἦρος εἰσβάλλοντος αὐτάρκης κένωσις μία καθ’ ἕκαστον ἔτος γιγνομένη, τισὶ δ’ ἐπὶ τῇδε καὶ δευτέρας φθινοπωρινῆς γίνεται χρεία. πλῆθος μὲν οὖν ἀθροίζοντος τοῦ σώματος, αἵματος ἀφαιρέσει κενοῦν, κακοχυμίαν δὲ διὰ καθαίροντος φαρμάκου τὸν ἐπικρατοῦντα χυμόν. ἐὰν δὲ ἐπὶ τῇ προσηκούσῃ διαίτῃ μηδὲν πάσχῃ τὸ μόριον, ἰσχναίνηται δὲ τὸ σῶμα, τῇ πιττώσει χρηστέον, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ἀνάθρεψιν ἕξεως λεπτυνούσης.

Μοχθηροτάτη δὲ σώματός ἐστι καὶ ἡ τοιάδε. σπέρμα πολὺ καὶ θερμὸν ἔνιοι γεννῶσιν, ἐπείγει γὰρ αὐτοὺς εἰς ἀπόκρισιν, αὗ μετὰ τὴν ἔκκρισιν ἔκλυτοί τε γίγνονται τῷ στόματι τῆς κοιλίας, ὃ καὶ αὐτὸ καλεῖται στόμαχος, οὐ μόνον ὑπὸ τῶν ἰατρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων, ὥσπερ ὑπὸ τῶν παλαιῶν ἐκαλεῖτο καρδία, καὶ τῷ σώματι δὲ παντὶ καταλύονταί τε καὶ ἀσθενεῖς γίγνονται, καὶ ξηροὶ, καὶ λεπτοὶ, καὶ ὠχροὶ, καὶ κοιλοφθαλμιῶντες οἱ οὕτω διακείμενοι. εἰ δὲ ἐκ τοῦ ταῦτα πάσχειν ἐπὶ ταῖς συνουσίαις ἀπέχοιντο μίξεως ἀφροδισίων, δύσφοροι μὲν τὴν κεφαλὴν, δύσφοροι δὲ καὶ τῷ στομάχῳ, καὶ ἀσώδεις. οὐδὲν δὲ μέγα διὰ τῆς ἐγκρατείας ὠφελοῦνται· συμβαίνει γὰρ αὐτοῖς ἐξονειρώττουσι παραπλησίας γίνεσθαι βλάβας, ἃς ἔπασχον ἐπὶ ταῖς συνουσίαις. ὡς δέ τις ἐξ αὐτῶν ἔφη μοι, δακνώδους τε καὶ θερμοῦ πάνυ τοῦ σπέρματος αἰσθάνεσθαι κατὰ τὴν ἀπόκρισιν, οὐ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τὰς γυναῖκας, αἷς ἂν ὁμιλήσῃ. τούτῳ τοίνυν ἐγὼ συνεβούλευσα, βρωμάτων μὲν ἀπέχεσθαι τῶν γεννητικῶν σπέρματος, προσφέρεσθαι δὲ οὐ βρώματα μόνον, ἀλλὰ καὶ φάρμακα τὰ τούτου σβεστικά· λέλεκται δὲ αὐτῶν ἡ ὕλη κατὰ τὰ περὶ τροφῶν καὶ τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα· γυμνάζεσθαι δὲ γυμνάσια τὰ διὰ τῶν ἄνω μορίων μᾶλλον, ὁποῖόν ἐστι τό τε διὰ τῆς σμικρᾶς σφαίρας, καὶ τὸ διὰ τῆς μεγάλης, καὶ τὸ διὰ τῶν ἁλτήρων· μετὰ δὲ τὸ λουτρὸν ὅλην τὴν ὀσφὺν ἀλείφεσθαι τῶν ψυχόντων τινὶ χρισμάτων. ἔστι δὲ τὰ τοιαῦτα τό τε καλούμενον ὠμοτριβὲς καὶ ὀμφάκινον ἔλαιον, ῥόδινόν τε καὶ μήλινον ἐκ τοιούτου γεγονὸς ἐλαίου. συνέθηκα δ’ αὐτὸς ἐνίοις καὶ παχύτερα τῇ συστάσει χρίσματα πρὸς τὸ μὴ ῥᾳδίως ἀποῤῥεῖν. ἡ δὲ σύνθεσις αὐτῶν ἐστι διά τε κηροῦ καί τινος ἄλλου τῶν ψυχόντων γιγνομένη. τὸ πρῶτον δὲ, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν κηρέλαιον, ποιήσας, εἶτ’ ἐν θυίᾳ μαλάξας ταῖς χερσὶν ἱκανῶς ἐπίχει τὸν ψύχοντα χυλὸν ἐπὶ πλεῖστον, ὡς ἑνωθῆναι. τὴν δ’ ὕλην τῶν τοιούτων χυλῶν ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ γεγραμμένην ἔχετε. προχειρότατοι δὲ αὐτῶν εἰσι καὶ ῥᾷστοι πορισθῆναι οἵ τε τῶν ἀειζώων καὶ τοῦ στρύχνου, κοτυληδόνος τε καὶ ψυλλίου, καὶ πολυγόνου, καὶ τριβόλου, καὶ ἀνδράχνης· οὐκ ἀνίησι δὲ αὕτη χυλὸν, ἐὰν μὴ κοπτομένης ἐν ὅλμῳ παρεγχέηταί τις ἄλλου ὑγροῦ, καὶ λεπτοῦ, καὶ ὑδατώδους τῆς συστάσεως, μὴ γλίσχρου καὶ παχέος, ὥσπερ ὁ τῆς ὄμφακός τε καὶ τῶν ῥόδων. ἀλλ’ οὗτοι μὲν ἐν τῷ θέρει, τῶν δ’ ἄλλων πολλοὶ καὶ κατὰ τὰς ἄλλας ὥρας εἰσὶν, ὥσπερ ὁ τῆς θριδακίνης, τῶν ψυχόντων καὶ αὐτὸς ὑπάρχων. ἀλλὰ καὶ τὸ λινόσπερμον ἑψόμενον ἐν ὕδατι ψύχοντα χυλὸν ἐργάζεται. γυμναστῶν δέ τινα τῶν ἀθληταῖς ἐπιστατούντων ἐθεασάμην μολυβδίνην λεπίδα ταῖς ψόαις ὑποβάλλοντα τοῦ ἀθλητοῦ πρὸς τὸ μὴ ἐξονειρώττειν αὐτὸν, καί τινι τῶν οὕτω πασχόντων ἰδιωτῶν ἐδήλωσα, καὶ χάριν ἔγνω τῇ χρήσει τοῦ δηλωθέντος. ἕτερος δέ τις, ἀσθενεστέραν ἔχων τὴν φύσιν τῆς σαρκὸς, οὐκ ἠνέσχετο τῆς τοῦ μολύβδου σκληρότητος, ᾧ συνεβούλευσα, τῶν εἰρημένων ἄρτι βοτανῶν ὑποστρώννυσθαί τινας, ἀναμιγνύναι δὲ αὐταῖς καὶ ἄγνου κλῶνας ἁπαλοὺς καὶ πηγάνου, ᾔσθετό τε παραχρῆμα τῆς ἐξ αὐτῶν ὠφελείας, ὡς χρῆσθαι τοῦ λοιποῦ διαπαντός. ἀλλὰ καὶ συνεχῶς ἐσθίειν τὸ σπέρμα τοῦ ἄγνου συμβουλεύσαντός μου, καὶ τούτου χάριν ᾔδει ἐμοὶ, καθάπερ καὶ τοῦ πηγάνου. τῶν μὲν οὖν τοιούτων ἡ ὕλη κατά τε τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα καὶ ἐν τῷ περὶ τῶν τροφῶν δυνάμεως εἴρηται. νυνὶ δ’ ἀναγκαῖον εἶναί μοι δοκεῖ προσθεῖναι τῷ λόγῳ, φυλάττεσθαι τὰ σφοδρῶς ψύχοντα, καθάπερ ὅσα διὰ μήκωνός τε καὶ μανδραγόρου γίνεται χρίσματα. μήτε γὰρ τούτων τι προσφέρειν, μήτε, ὅταν ἀκμάζῃ τὰ φυτὰ, καθάπερ τοῖς προειρημένοις, οὕτω καὶ τούτοις ἔστιν ὑποστρώμασι χρῆσθαι· αἱ γὰρ σφοδραὶ ψύξεις τῶν ἐπιτιθεμένων τοῖς κατὰ τὴν ὀσφὺν χωρίοις ἀδικοῦσι τοὺς νεφρούς. καὶ ῥόδων ἠξίωσά τινα πειραθῆναι, καὶ ὠνήσατο δὲ οὗτος ὑποστρωννὺς αὐτὰ χωρὶς τοῦ βλαβῆναί τι κατὰ τοὺς νεφρούς. ἐπενόησα δέ τι καὶ ἄλλο τοῖς οὕτω διακειμένοις χρήσιμον, ὡς ἐκ τῆς πείρας ἐμαρτυρήθην. ταύτην γὰρ ἀεὶ κριτήριον ἔχειν τῶν ἐπινοηθέντων, καὶ μηδὲν γράφειν ὡς χρήσιμον, ὅτε τις αὐτοῦ οὐκ ἐπειράθη, πλὴν εἰ παραγράφοιτο τοῦτο αὐτὸ, πεπειρᾶσθαι μηδέπω. τί οὖν ἐστιν, ὃ ἔφην ἐπινοήσαντός μου μεγάλης ὠφελείας; φράσω. παραφυλάττειν ἔφην χρῆναι τοὺς τοιαύτῃ κατασκευῇ σώματος ἐνοχλουμένους, ἡνίκα μάλιστα φαίνονται πλῆθος ἠθροικέναι σπέρματος ἀποκρίσεως δεόμενον, ἐν ἡμέρᾳ τινὶ διαιτηθέντας εὐχύμῳ τε καὶ μετρίως, χρῆσθαι μὲν ἐπὶ τῷ δείπνῳ, τρεπομένους εἰς ὕπνον, τῇ συνουσίᾳ· κατὰ δὲ τὴν ἑξῆς ἡμέραν, ὅταν αὐτάρκως ἔχωσιν ὕπνου, διαναστάντας ἀνατρίψασθαι σινδόνι, μέχρις ἂν ἔρευθός τι σχῇ τὸ δέρμα· κᾄπειτά τινι δι’ ἐλαίου τρίψει συμμέτρως χρησαμένους, εἶτα μὴ πολὺ διαλιπόντας, ἄρτον εὔζυμον, κλιβανίτην, καθαρὸν, ἐξ οἴνου κεκραμένου προσενεγκαμένους, οὕτως ἐπὶ τὰς συνήθεις ἔρχεσθαι πράξεις· ἐν τῷ μεταξὺ τῆς τε δι’ ἐλαίου τρίψεως καὶ τῆς δι’ ἄρτου προσφορᾶς, εἰ χωρίον ἔχει τι πλησίον, ἐμπεριπατῆσαι τούτῳ, πλὴν εἰ κρύος εἴη χειμέριον, ἄμεινον γὰρ ἔνδον μένειν τηνικαῦτα. ταύτην μέντοι τὴν διὰ τῆς ἐδωδῆς ῥῶσιν τοῦ στομάχου καὶ γραμματικῷ τινι συνεχῶς ἁλισκομένῳ σπασμοῖς ἐπιληπτικοῖς συνεβούλευσα, καὶ μεγάλως ὤνητο. μάλιστα δὲ αὐτὸν ὠφελῆσαι ἤλπισα, πυθόμενος παρ’ αὐτοῦ, τὸ τῶν σπασμῶν σύμπτωμα τότε περιπίπτειν, ὅταν ἐπὶ πλεῖον ἄσιτος διαμείνῃ, καὶ μᾶλλον ἐπανιέντων μεταξὺ λύπης ἢ θυμοῦ. καὶ μέντοι καὶ τὴν ἕξιν αὐτοῦ τοῦ σώματος ἰσχνὴν ἑώρων, ἐρωτώμενός τε συνεχῶς ἐκχολοῦσθαι τὸν στόμαχον ὡμολόγει. κοινὴν δέ τινα συμβουλὴν ἅπασι τοῖς ταῦτα ἀναγνωσομένοις, ἰδιώταις μὲν τῆς ἰατρικῆς, οὐκ ἀγυμνάστοις δὲ τὸν λογισμὸν, ὑποτίθεμαι τοιῶσδε· μὴ, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ὡς ἄλογα ζῶα διαιτῶνται, καὶ αὐτοὺς οὕτως ἔχειν, ἀλλὰ καὶ διὰ τῆς πείρας κρίνειν, τίνα μὲν αὐτοὺς ἐδέσματά τε καὶ πόματα βλάπτει, τίνες δὲ καὶ πόσαι κινήσεις· ὁμοίως δὲ καὶ περὶ χρήσεως ἀφροδισίων ἐπιτηρεῖν, εἴτε ἀβλαβής ἐστιν αὐτοῖς, εἴτε βλαβερὰ, καὶ διὰ πόσων ἡμερῶν χρωμένοις ἀβλαβής τε καὶ βλαβερὰ γίγνεται. καθάπερ γὰρ ἱστόρησα μεγάλως βλαπτομένους ἐνίους, οὕτως ἑτέρους ἀβλαβεῖς διαμένοντας μέχρι γήρως ἐπὶ ταῖς χρήσεσιν αὐτῶν. οὗτοι μὲν οὖν σπάνιοι καθ’ ἑκάτερον τὸ γένος, οἵ τε μεγάλως βλαπτόμενοι καὶ οἱ μηδὲν ἀδικούμενοι· τὸ δὲ μεταξὺ πᾶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἰς τὸ πολὺ τῶν ἀνθρώπων ἐκτέταται πλῆθος. ὧν τοῖς πεπαιδευμένοις (οὐ γὰρ οἱ τυχόντες γε ταῦτα ἀναγνώσονται) συμβουλεύω παραφυλάττειν, ὑπὸ τίνων ὠφελοῦνται καὶ βλάπτονται· συμβήσεται γὰρ οὕτως αὐτοῖς εἰς ὀλίγα δεῖσθαι τῶν ἰατρῶν, μέχρις ἂν ὑγιαίνωσιν.

Τούτων ἤδη γεγραμμένων, ἀναγνούς τις τῶν ἑταίρων ὅλον τὸ βιβλίον, ἕν τι τῶν πρόσθεν ἀναλειφθέντων, ὕστερον δὲ ῥηθησομένων παραλελεῖφθαί μοι τελέως ἔφη, τὸ διὰ χυλοῦ τῶν μήλων φάρμακον, ἐπιτήδειον εἴς τε τὰς ὀρέξεις τοῖς ἀνορέκτοις καὶ τὰς πέψεις τοῖς μὴ καλῶς πέττουσι, καὶ συνελόντι φάναι, τὴν γαστέρα ῥωμαλεωτέραν ἐργαζόμενον. ἐπαινέσας οὖν αὐτὸν ἀναμνήσαντα, προσθήσω τῷ λόγῳ τὴν σκευασίαν αὐτοῦ, τοιαύτην οὖσαν. τῶν κυδωνίων μήλων τὰ μείζω τε καὶ ἡδίω καὶ ἧττον στρυφνὰ, ἃ στρουθία καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες, ἐκ τούτων τοῦ χυλοῦ λαβόντας ξέστας Ῥωμαϊκοὺς δύο, χρὴ μίξαι μέλιτος ὅτι καλλίστου τὸ ἴσον μέτρον, ὄξους δὲ ξέστην α΄ καὶ ἡμίσειον. καὶ ταῦτα ἐπ’ ἀνθράκων διακεκαυμένων προεψήσαντα μετρίως, καὶ προαφρίσαντα, μίξαι ζιγγιβέρεως ὀγ. γ΄, πεπέρεως δὲ τοῦ λευκοῦ δύο, καὶ οὕτως πάλιν ἐπὶ τῶν ὁμοίως διακεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως, ἐν οἵᾳ καὶ τὰ στομαχικὰ τῶν φαρμάκων σκευάζεται. τοῦτο τὸ φάρμακον ἐν τοῖς ἄτονον ἔχουσι τὸ ἧπαρ ὠφελιμώτατόν ἐστιν. εὔδηλον δὲ, ὅτι μάλιστα μὲν αὐτὸ νήστην ὄντα προσφέρεσθαι χρὴ πλῆθος, ὅσον ἂν ᾖ μύστρου συμμέτρου τῷ μεγέθει. βλάπτει δὲ οὐδὲν, οὐδὲ ἐὰν μετὰ τροφήν τις αὐτὸ λαμβάνῃ. καλῶς δ’ ἂν προσφέροιτο καὶ εἰ προηριστηκώς τις εἴη, εἶτα δειπνεῖν μέλλων προσλάβοι. κάλλιστος δὲ καιρὸς ὁ πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τῆς τροφῆς. εἰ δὲ στυπτικώτερον αὐτὸ βούλοιο ποιῆσαι, καὶ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων μήλων σκεύαζε. τοῖς μέντοι δύσκρατον ἔχουσι κατὰ θερμότητα τὴν γαστέρα, καὶ τοῖς ὁπωσοῦν πληρουμένοις χολῆς, ἀφελὼν τό τε ζιγγίβερι καὶ τὸ πέπερι, τὸν χυλὸν τῶν μήλων δίδου, μετ’ ὄξους τε καὶ μέλιτος ἑψήσας μόνον ἐν τῇ προγεγραμμένῃ συμμετρίᾳ. ὅσαι δὲ μέσαι πέρ εἰσι κατὰ τὴν κρᾶσιν γαστέρες, ὡς μήτε χολῶδες ἀθροίζειν περίττωμα, μήτε φλεγματῶδες, ἥμισυ τῆς προειρημένης συμμετρίας τοῦ τε ζιγγιβέρεως καὶ πεπέρεως ἐμβαλεῖν, ὡς εἶναι τοῦ πεπέρεως μὲν ὀγ. α΄, ζιγγιβέρεως δὲ μίαν καὶ ἡμίσειαν. ὅσαι δὲ δυσκρασίαι κατὰ ψυχρότητα, τέτταρας μὲν τοῦ ζιγγιβέρεως οὐγγίας, τοῦ πεπέρεως δὲ τρεῖς, ἢ δύο καὶ ἡμίσειαν. ἔξεστι δέ σοι καὶ κατὰ τὴν μέσην συμμετρίαν σκευάζοντι προσβάλλειν ἐπὶ τῆς χρήσεως τοῦ πεπέρεώς τι. οὕτω μὲν οὖν προνοητέον ἐστὶ τῶν ἐν διαφέρουσι μορίοις τοῦ σώματος ἐναντίας ἐχόντων κράσεις. ὅσοι δὲ καθ’ ἓν ὁτιοῦν, ἤτοι γε ὁμοιομερὲς, ἢ ὀργανικὸν, ἀνώμαλον ἔχουσι κρᾶσιν, ἕτερος ἐπ’ αὐτοῖς εἰρήσεται λόγος.