De difficultate respirationis Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg056.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Leipzig 7 753-960 1824 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

Ὅτι μὲν ἡ δύσπνοια βλάβη τις τῆς ἀναπνοῆς ἐστιν, ὥσπερ ἡ δυσαισθησία τῆς αἰσθήσεως, καὶ ἡ δυσκινησία τῆς κινήσεως, ἱκανὸν ἐνδείξασθαι τοὔνομα· πόσαι δὲ τῆς βλάβης διαφοραὶ, καὶ διὰ τίνας αἰτίας γιγνόμεναι, καὶ πῶς ἑκάστην αὐτῶν χρὴ διαγινώσκειν, οὐκ ἐκ τῆς προσηγορίας διδαχθῆναι νῦν ἔστιν, ἀλλ’ ἡ φύσις αὐτὴ τῆς ἀναπνοῆς ἐνδείξεται. ταῦτά τοι καὶ διεσπούδασται τοῖς παλαιοῖς ἰατροῖς ἅπασιν ἡ τοῦ κατὰ φύσιν ἐπίγνωσις, ἄλλων τε πολλῶν ἕνεκα καὶ τῆς ἐν τοῖς παρὰ φύσιν ἐνδείξεως οὐχ ἥκιστα. ἐπειδὴ γὰρ ἓν μέν τι τὸ κατὰ φύσιν καὶ οἷον κανὼν καὶ μέτρον καὶ ὅμοιον ἑαυτοῦ, ποικίλον δὲ καὶ ἀνόμοιον καὶ πολυειδὲς τοῖς σφάλμασιν τὸ παρὰ φύσιν, ὡς κινδυνεύειν ἄπειρον μὲν τῷ πλήθει, τῇ τέχνῃ δὲ ἀπεριόριστον ὑπάρχειν, ἀδύνατον ἔδοξε περιλαβεῖν ὅροις τισὶ τὴν ἀπειρίαν αὐτοῦ, χωρὶς τῆς τοῦ κατὰ φύσιν γνώσεως. ἐπειδὴ γὰρ ἕν ἐστι τοῦτο καὶ χρηστὸν τῷ ζώῳ, δῆλον ὡς καὶ σύμμετρον· εἰ δὲ τοῦτο σύμμετρον, ἄμετρον ἂν εἴη τὸ παρὰ φύσιν· εἰ δὲ ἄμετρον, διττὸν μὲν τῷ γένει πάντως· ἢ γὰρ ἐλλείπει τι τοῦ κατὰ φύσιν, ἢ ὑπερβάλλει· τοσαύτας δὲ ἐν αὐτῷ διαφορὰς ἕξει τὰς κατὰ μέρος, ὅσας περ ἂν οἷόν τε ᾖ δέξασθαι τὸ πρᾶγμα κατὰ τάς θ’ ὑπερβολὰς τοῦ μετρίου καὶ τὰς ἐλλείψεις. δέχεται δὲ τὸ μὲν ἁπλοῦν διττὰς, τὸ δ’ ἐκ πλειόνων σύνθετον διπλασίας κατὰ τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ μὲν οὖν ἕν τι καὶ ἁπλοῦν ἐστιν ἡ ἀναπνοὴ, διττὰς μὲν ἕξει τὰς ἀμετρίας, διττὰς δὲ τῷ γένει τὰς δυσπνοίας· εἰ δ’ οὐχ ἓν, τὰς διαφορὰς ἕξει διπλασίας τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ μὲν οὖν αὕτη σαφής τε ἅμα καὶ σύντομός ἐστιν ἡ διδασκαλία, μακρὰ δικαίως ἡ παρὰ ταῦτα.

Καὶ τοίνυν ἐπειδὴ δύο μέν ἐστι τὰ πρῶτα καὶ κυριώτατα μόρια τῆς ὅλης ἀναπνοῆς, εἰσπνοή τε καὶ ἐκπνοὴ, δύο δ’ ἄλλα κατὰ συμβεβηκὸς αἱ μεταξὺ τούτων ἡσυχίαι, ἐν τέσσαρσιν ἂν οὕτω τοῖς πᾶσιν ἡ περὶ δυσπνοίας γίνεται σκέψις. ὥστε πάντως δεήσει τινὶ τῶν εἰρημένων, ἤ τισιν, ἢ καὶ πᾶσιν ἅμα πλημμελεῖσθαί τε καὶ διαφθείρεσθαι τῆς κατὰ φύσιν ἰδέας εἰς δυσπνοίας γένεσιν. ὀνομάζειν δὲ σαφοῦς ἕνεκα διδασκαλίας οὐδὲν ἂν εἴη χεῖρον ἁπλῆν μὲν δύσπνοιαν, ἥ τις ἂν ἓν μόριον ἑκάστοτε τῆς ὅλης ἀναπνοῆς καταλαμβάνει, σύνθετον δὲ τὴν ἐν πλείοσι συνισταμένην. ἀλλ’ ἐπεὶ δεύτερόν ἐστιν ἀεὶ τὸ σύνθετον τῶν ἁπλῶν, κατὰ λόγον ἂν εἴη πρότερον περὶ φύσει προτέρων ποιήσασθαι τὸν λόγον, ὥστε καὶ ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν ἄρξασθαι. ἐπειδὰν δὲ ταύτας αὐτάρκως διέλθωμεν, μετὰ ταῦτα ἐπαλλάττοντες τάς τε κινήσεις καὶ τὰς ἡσυχίας κατ’ ἀλλήλας τε καὶ καθ’ ἑαυτὰς, οὕτω τὰς συνθέτους ἐξευρήσομεν. τίνες οὖν εἰσιν αἱ κατὰ φύσιν αἰτίαι τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, καὶ τίνες ἑκατέρας τῶν ἡσυχιῶν; ταυτὶ γὰρ ἦν τὰ πάντα μόρια τῆς ἀναπνοῆς. ἐπειδὴ δύο μὲν ἐξ ὧν εἴπομεν μορίων κινήσεις εἰσὶν, ἡ ἔξω καὶ ἔσω φορὰ τοῦ πνεύματος, δύο δὲ διορίζουσαι ταύτας ἠρεμίαι, γένεσις δὲ ταῖς μὲν κινήσεσι σύνθετος, ταῖς δ’ ἠρεμίαις ἁπλῆ, δῆλον ὡς τῶν μὲν πλείους ἀμετρίαι, τῶν δ’ ἡσυχιῶν διτταὶ γενήσονται. αὗται μὲν γὰρ οὖσαι ἁπλαῖ τοῦ χρόνου τῷ ποσῷ τὰς διαφορὰς ἴσχουσι μόνῳ· αἱ κινήσεις δ’ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ποσῷ τοῦ διαστήματος καθ’ οὗ φέρονται διοίσουσιν. ὥστ’ ἔσονται διτταὶ μὲν ἀμετρίαι αὐτῶν, καθὰ καὶ τῶν ἡσυχιῶν ἑκάτεραι, τοῦ χρόνου τῷ ποσῷ διαιρούμεναι, καθ’ ἃς ἤτοι ταχεῖαι ἢ βραδεῖαι λεχθήσονται· διτταὶ δ’ ἄλλαι τῷ ποσῷ τῆς διαστολῆς τῶν ἀναπνευστικῶν ὀργάνων διαφέρουσαι, καθ’ ἃς ἤτοι μεγάλας ἢ μικρὰς αὐτὰς ὀνομάζουσιν. εἴπερ γὰρ ἀχώριστα πάσης ἐστὶ τῆς κατὰ τόπον κινήσεως ὅ τε χρόνος ἐν ᾧ κινεῖται τὸ κινούμενον καὶ τὸ διάστημα καθ’ οὗ φέρεται, διὰ μὲν τὸν χρόνον ταχέως μὲν καὶ βραδέως ἐροῦμεν γίνεσθαι τὴν κίνησιν, διὰ δὲ τὸ διάστημα πολὺ καὶ ὀλίγον. ἀλλὰ τήν γε διαστολὴν τῶν ἀναπνευστικῶν ὀργάνων οὐκ ὀλίγην καὶ πολλὴν, ἀλλὰ μικρὰν καὶ μεγάλην ὀνομάζειν ἔθος, ὥσπέρ γε καὶ τὴν συστολήν· ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων τῶν κινήσεων. ὥσπερ δὲ κινήσεως ἴδια τάχος καὶ βραδύτης, οὕτω καὶ τοῦ ποσοῦ τῶν διαλειμμάτων ἀραιότης καὶ πυκνότης. πυκνὰς γοῦν τὰς ἀμπέλους ἢ τὰς ἐλαίας ἢ ὁτιοῦν ἄλλο τοιοῦτον φυτεύεσθαι λέγομεν, ὅταν τὸ βραχύτατον διάστημα αὐτῶν δηλῶσαι βουληθῶμεν· οὕτω δὲ καὶ ἀραιὰς, ὅταν πολὺ τὸ ἐν μέσῳ τῶν πεφυτευμένων σωμάτων ᾖ, καὶ καθόλου φάναι πάντα τὰ ἐκ πλειόνων διωρισμένων συγκείμενα τούτοις χρῆται τοῖς ὀνόμασιν. ἐπεὶ οὖν καὶ ἡ ἀναπνοὴ σύνθετός ἐστιν ἐξ ἐναντίων κινήσεων ἡσυχίαις διωρισμένων, πυκνὴν αὐτὴν ἐργάζεται τὸ βραχὺ τῶν ἡσυχιῶν,  ἀραιὰν δὲ τὸ μακρόν. αὗται μὲν οὖν πᾶσαι δυσπνοίας ἁπλαῖ διαφοραὶ καὶ ταῦτ’ αὐτῶν τὰ ὀνόματα, τοῖς τε ἄλλοις παλαιοῖς συνήθη καὶ Ἱπποκράτει. εἰ δέ τις ἑτέρως ὀνομάζειν ἐθέλει, καθάπερ ἤδη τινὲς τῶν νεωτέρων ἰατρῶν, οὐδὲν ἡμῖν διαφέρει· πλὴν ἴστω γε οὗτος μήτε τοῖς Ἱπποκράτει συνήθεσι μήτε τοῖς ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς ἄλλοις Ἕλλησιν ὀνόμασι χρησάμενος· ἀλλ’ εἰ καὶ τούτων καταφρονοίη, μήτε κυρίως μήτε σαφῶς ἑρμηνεύων. εἰ μὲν γὰρ ἓν ὄνομα κατ’ ἀμφοῖν φέρει, τῆς τε κινήσεως καὶ τῆς ἡσυχίας, ἤτοι τὸ τάχος μόνον ἢ τὴν πυκνότητα, καὶ αὖθις ἐπὶ τῶν ἐναντίων ἢ τὴν βραδυτῆτα μόνον ἢ τὴν ἀραιότητα, τοῖς ἑτέροις μηδόλως χρώμενος, ἀσαφείας ἄντικρυς ὁ τοιοῦτος ἐπιθυμεῖ. πολὺ γὰρ, οἶμαι, σαφέστερον, ἓν ἑκατέρῳ τῶν πραγμάτων ὄνομα θέμενον ἴδιον, ἐκεῖνο καλεῖν διαπαντὸς, εἰδότα γε ὡς τὰ κοινὰ τῶν ὀνομάτων οὐδὲν μᾶλλόν γε τὸ ἕτερον τούτων δηλοῦντα, συγχεῖ καὶ ταράττει τὸν ἀκροατὴν, ὡς μὴ γνῶναι, τί ποτ’ ἐστὶ τὸ λεγόμενον, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν· εἰ δὲ ἓν μὲν ἑκατέρῳ τῶν πραγμάτων ἐπιφέρει τις ὄνομα, μὴ ὡς ἡμεῖς μέντοι διείλομεν, ἀλλ’ ὑπεναντίως, τάχος μὲν καὶ βραδυτῆτα κατὰ τῶν ἡσυχιῶν, ἀραιότητα δὲ καὶ πυκνότητα κατὰ τῶν κινήσεων, οὐκ οἷδ’ ὅ τι βούλοιτ’ αὐτῷ τοῖς ἀκύροις τε καὶ ἀήθεσιν ὀνόμασι πρὸ τῶν κυρίων τε καὶ δι’ ἔθους χρῆσθαι. ὅτι γὰρ καὶ οἱ νῦν ἅπαντες ἄνθρωποι καὶ οἱ παλαιοὶ βραδυτῆτα καὶ τάχος οὐδενὸς ἄλλου κατηγοροῦσι, πλὴν τῶν κινουμένων, οὐδεὶς ἀγνοεῖ. τί ποτ’ οὖν σοφὸν ἀπειργασμένον ἔσται τῷ μετατιθέντι τὴν τῶν ὀνομάτων χρῆσιν εἰς τοσοῦτον, ὡς τὰς ἡσυχίας τοῖς τῶν κινήσεων προσαγορεύειν ὀνόμασιν; τί δὲ σοφὸν, εἰ τὰ τῶν διαλειμμάτων ὀνόματα ταῖς ἐνεργείαις ἐπιφέρει; ὡς γὰρ καὶ τὰς ἀμπέλους πυκνὰς καὶ τὰς ἐλαίας, ὅταν ὀλίγον ἔχωσι τὸ μεταξὺ διάστημα, λέγομεν, ἀραιὰς ὀνομάζοντες, εἰ πλέον εἴη, οὕτω τὰς τῶν ζώων ἐνεργείας τὰς μὲν δι’ ὀλίγου χρόνου γινομένας πυκνὰς, ἀραιὰς δὲ τὰς διὰ πολλοῦ καλοῦμεν. εἰ δέ τις, ὡς ἔφην, οὐχ οὕτως, ἀλλ’ ἑτέρως ὀνομάζειν ἐθέλει, μήθ’ Ἱπποκράτει μήτε τοῖς ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς Ἕλλησιν ἑπόμενος, ἀλλὰ μηδὲ τοῦ σαφοῦς τῆς ἑρμηνείας φροντίζων, ἐκείνῳ μὲν ἐπιτρεπτέον νικᾷν νίκην Καδμείαν.

Τοῖς δ’ ἄλλοις, ὅσοι τῶν μὲν ὀνομάτων εἰς τοσοῦτον φροντίζουσιν, ὅσον αὐτῶν εἰς διδασκαλίαν χρηστὸν, ἅπασα δ’ αὐτοῖς ἡ σπουδὴ τὴν ἐν τοῖς πράγμασιν ἐξευρεῖν ἀλήθειαν, ἤδη διαλεξώμεθα περὶ ὧν ἐξ ἀρχῆς γράφειν προὐθέμεθα. τῆς ἀναπνοῆς τῷ μὲν γένει κινήσεως οὔσης, συγκειμένης δὲ ἐκ δυοῖν μορίων ἐναντίων ἀλλήλοις, ὧν τὸ μὲν εἰσπνοὴν, τὸ δὲ ἐκπνοὴν ὀνομάζομεν, ἀλλὰ καὶ δύο ἄλλα κατά τι συμβεβηκὸς ἐχούσης οὐχ ὅμοια, τὰς καλουμένας ἠρεμίας τε καὶ ἡσυχίας, αἱ βλάβαι γίνονται, περὶ μὲν τὰς κινήσεις εἰς τάχος καὶ βραδυτῆτα καὶ μέγεθος καὶ σμικρότητα· περὶ δὲ τὰς ἡσυχίας εἰς ἀραιότητα καὶ πυκνότητα· καὶ παρὰ ταύτας οὐκ ἂν εὕροις ἁπλῆν ἄλλην δυσπνοίας διαφοράν. ἡ γὰρ τῆς διαιρέσεως μέθοδος οὕτως ἐνδείκνυται.

Λοιπὸν δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἐξευρόντας ἐπὶ τὰς συνθέτους αὖθις τρέπεσθαι. τίς οὖν αἰτία ταχείας ἀναπνοῆς καὶ βραδείας καὶ τῶν ἄλλων ἑκάστου; ἐμοὶ μὲν δοκεῖ κᾀνταῦθα μεθόδῳ χρῆναι ζητεῖν αὐτὰς, οὐχ ἁπλῶς ἀποφαίνεσθαι. τίς οὖν ἡ μέθοδος; ἐπειδὴ πρὸς τῶν αὐτῶν ἕκαστον ἢ χεῖρον ἢ βέλτιον γίνεται, πρὸς ὧνπερ ὅλως γίγνεσθαι πέφυκεν, ἐὰν εἰδῶμεν ὑπὸ τίνων αἰτίων ἀναπνοὴ γίγνεται, γνωσόμεθα δηλονότι καὶ τὰς δυσπνοίας αἰτίας. τίνες οὖν αἰτίαι τῆς ἀναπνοῆς; ἔχεις μὲν αὐτὰς ἑτέρωθι μετ’ ἀποδείξεως γεγραμμένας· νῦν δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμνησθῆναι μόνον. ἡ μὲν δύναμις ἡ ψυχικὴ κινεῖ τὸν θώρακα, τῷ δὲ ὁ πνεύμων συγκινεῖται, ταῖς τούτου δ’ ἕπεται κινήσεσι, διαστελλομένου μὲν εἰσπνοὴ, συστελλομένου δὲ ἐκπνοή. δέδεικται δ’ ἐν ἐκείνοις καὶ ὡς ἡ χρεία τῆς ἀναπνοῆς ἡ μεγίστη μὲν καὶ κυριωτάτη φυλακὴ τῆς ἐμφύτου θερμασίας ἐστὶν, ἤδη δὲ καὶ τοῦ ψυχικοῦ πνεύματος θρέψις. οὕτω δὲ τούτων ἐχόντων, ἐπειδὰν μὲν ἡ δύναμίς τε καὶ ἡ χρεία καὶ τῶν ὀργάνων ἕκαστον εὐπραγῇ, νόμῳ φύσεως ἀναπνεῖ τὸ ζῶον· ἐπειδὰν δέ τι πάθῃ, κατ’ ἐκεῖνο καὶ τὴν ἀναπνοὴν ἀναγκαῖον ἐμποδίζεσθαι. καὶ τοίνυν, ὥσπερ ἐν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις διττὴν ἐποιούμεθα διδασκαλίαν, ἢ καθ’ ἕκαστον αὐτῶν ζητοῦντες τὰς αἰτίας, ἢ καθ’ ἑκάστην ἐκείνων τὰς ἀλλοιώσεις, οὕτω κᾀνταῦθα χρὴ καθ’ ἑκάτερον γυμνάσασθαι, ὥστε καὶ τῆς αἰτίας προβληθείσης, εὐθὺς ἔχειν εἰπεῖν καὶ τὴν ἑπομένην δύσπνοιαν, καὶ τῆς δυσπνοίας ῥηθείσης, ἀναμιμνήσκεσθαι ῥᾳδίως τῆς ποιούσης αἰτίας. ἀρκτέον οὖν ἡμῖν κᾀνταῦθα κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν, ὡς ἐν ἐκείνοις ἀπὸ τῶν σφυγμῶν, καὶ ζητητέον, τίνες αἰτίαι ταχεῖαν εἰσπνοὴν ἐργάζονται. ταχὺν μὲν γὰρ σφυγμὸν ἀπεδείξαμεν, ἐπειγούσης μὲν τῆς χρείας, ἐῤῥωμένης δὲ τῆς δυνάμεως, εὐπειθῶν δ’ ὄντων γίγνεσθαι τῶν ὀργάνων. ἐοίκαμεν δὲ κᾀνταῦθα τὰς αὐτὰς ἐρεῖν αἰτίας, εἴ γε μὴ κακῶς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐδείξαμεν τὴν αὐτὴν ὠφέλειαν, παρὰ μὲν τῆς ἀναπνοῆς τῷ κατὰ τὴν καρδίαν θερμῷ, παρὰ δὲ τῶν σφυγμῶν τῷ καθ’ ὅλον γίγνεσθαι τὸ ζῶον. ἐν ἐκείνῳ δ’ αὐτῷ λόγῳ τῷ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων αὐτάρκως  εἴρηται καὶ περὶ τῆς Ἀρχιγένους πρὸς Μάγνον ἀντιλογίας, ὡς οὐχ ὑπὸ ῥώμης δυνάμεως ὁ ταχὺς γίνεται σφυγμὸς, ἀλλὰ μᾶλλον ὑπὸ ἀῤῥωστίας, καὶ οὐ χρὴ δὶς περὶ τῶν αὐτῶν λέγειν, ἑνὸς καὶ ταὐτοῦ τρόπου τῆς ἀποδείξεως ἐσομένου. καὶ εἴπερ οὕτω περὶ δυσπνοίας, ὡς περὶ σφυγμῶν, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπραγματεύσαντο, καὶ μὴ τελέως αὐτῆς ὠλιγώρησαν, οἰκειότερον ἂν ἦν ἐνταῦθα ζητεῖσθαι τὸν περὶ τῆς ταχείας κινήσεως λόγον, ὡς ἂν καὶ σαφεστέρας τῆσδε τῆς πραγματείας οὔσης, καὶ διὰ τοῦτο προτέρας ὀφειλούσης διδάσκεσθαι. ἀλλ’ οὐκ οἶδ’ ὅπως περὶ μὲν αὐτῆς τῆς ἀναπνοῆς ἐπὶ πλεῖστον ἐζήτησαν, οὔτε χρείαν ἧς ἕνεκα γίγνεται παραλιπόντες ἄσκεπτον οὔτε δύναμιν ὑφ’ ἧς δημιουργεῖται, ἐπολυπραγμονήσαντο δὲ καὶ περὶ τῶν ὀργάνων αὐτῶν ἐπιμελῶς, πόσα τε καὶ τίνα καὶ ὅπως εἴη κινούμενα, περὶ δὲ τῆς δυσπνοίας, ὥσπερ οὐκ ἀναγκαιότερον ὄντα τὸν λόγον, ἢ οὐ ποικιλώτερον, ἢ οὐ χαλεπώτερον εὑρεθῆναι, παντάπασιν ἀργῶς παρέδραμον, οἱ μὲν μηδ’ ὅλως μηδὲ τοὐλάχιστον ὑπὲρ αὐτῆς εἰπόντες, οἱ δὲ ἐπὶ βραχὺ κομιδῆ προσαψάμενοι, καί τοι γράψαντος Ἱπποκράτους ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν, ὥσπέρ τινα μύωπα, τὰς διαφορὰς τῶν δυσπνοιῶν, ὑφ’ οὗ νυττομένους αὐτοὺς ἐχρῆν ἐξεγερθῆναί ποτε τοῦ βαθέος ὕπνου, καὶ ζητῆσαι, τίς ἐφ’ ἑκάστης αὐτῆς ὁ πεπονθὼς τόπος ἐστὶν, καὶ τίς ὁ τρόπος τῆς διαθέσεως, καὶ τίς ἡ αἰτία, καὶ εἰ παραλέλειπται ταῦτα τελέως ὑφ’ Ἱπποκράτους, ἢ τινὰ μὲν εἴρηται πρὸς αὐτοῦ, τινὰ δ’ οὔ; καὶ ποῦ τῶν συγγραμμάτων καὶ πῶς; ἆρά γε τελέως καὶ σαφῶς, ἢ ἐλλιπῶς τε καὶ οἱονεὶ σπερματικῶς; οὐδὲν γὰρ τούτων ἐζήτησεν οὐδεὶς, οὔτ’ αὐτοῦ τοῦ πράγματος ἀξίως τῶν θ’ Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων, ἐξηγητικά τε γραφόντων ὑπομνήματα τῶν συγγραμμάτων αὐτοῦ, τὸν περὶ τῆς δυσπνοίας οὐδεὶς τελέως ἐπεξῆλθε λόγον. ἀλλ’ ἡμεῖς τά τε καθ’ ἕκαστον εἰρημένα τῶν βιβλίων εἰς ταὐτὸν ἀθροίσωμεν ἅπαντα, καὶ δείξωμεν, ὡς κᾀν τούτοις ὁ ἀνὴρ πολὺ δή τι ὑπὲρ τοὺς ἄλλους ἐστίν. οὐ μὴν ἤδη γε τοῦτο ποιητέον. οὐ γάρ μοι πρόκειται μόνον ἐξηγήσασθαι τὴν Ἱπποκράτους γνώμην, ἀλλὰ καὶ τὰς οἰκείας ἀποδείξεις τῶν δογμάτων προσθεῖναι, καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ἀκρίβειαν παρασχεῖν τοῖς ἐντυγχάνουσιν. εἰς δὲ τοῦτο πολὺ κάλλιόν ἐστι μὴ προκαταλαμβάνειν τὸν καιρὸν τῇ δόξῃ τοῦ παλαιοῦ. καὶ τοίνυν ὅδε μὲν ὁ πρότερός μοι λόγος διδασκαλία μετὰ ἀποδείξεως ἔσται τῶν ἀληθῶν· ὁ δ’ ἑξῆς δεύτερος ἐξήγησις ὧν Ἱπποκράτης ἐγίγνωσκε περὶ δυσπνοίας.

Αὖθις οὖν ἀναλάβωμεν ὅθεν λέγοντες ἀπελίπομεν, ὡς ἡ περὶ τάχους κινήσεως ζήτησις ἐν τοῖς περὶ σφυγμῶν ἡμῖν ἅπασα περαίνεται, διὰ τὸ σπουδασθῆναι μὲν ἐκείνην τὴν πραγματείαν τοῖς πλείστοις τῶν νεωτέρων ἰατρῶν, ἀμεληθῆναι δὲ τὴν νῦν προκειμένην σχεδὸν ἅπασι, καίτοι σαφεστέραν τε μακρῷ, καὶ οὐχ ἧττον ἐκείνης χρησίμην ὑπάρχουσαν· ἀλλὰ καὶ αὐτὸς ταύτην τὴν αἰτίαν εἴποιμι ἂν ἐπὶ προήκοντι τῷ λόγῳ, νυνὶ δὲ τὸ συνεχὲς περαντέον, ὡς ἅπασιν ἡ ταχεῖα κίνησις διά τε τὴν ἐπείγουσαν χρείαν γίνεται καὶ προσέτι τὴν δύναμιν ὑπηρετεῖν αὐτῇ δυναμένην, ὅπερ ἐστὶν ἐῤῥωμένην, καὶ τῶν ὀργάνων οὐδενὸς ἀντιπράττοντος, ὧν τὰς ἀποδείξεις ἐν τοῖς περὶ σφυγμῶν ἐλέγομεν εἰρῆσθαι. εἴρηται δ’ ἐν ἐκείνοις καὶ ὡς ἐνδέχεταί ποτε τῆς χρείας ἱκανῶς ἐπειγούσης, κᾂν ἡ δύναμις ἀῤῥωστοτέρα μετρίως ᾖ, τὴν κίνησιν γίνεσθαι ταχεῖαν· εἰ δ’ ἐπὶ πλέον ἀσθενείας ἥκοι, μηκέτ’ ἐγχωρεῖν γενέσθαι ταχέως, ἀλλὰ τηνικαῦτα πυκνὴν μᾶλλον ἀντὶ ταχείας γίνεσθαι τὴν ἐνέργειαν. ἁπάσης γὰρ πυκνότητος ἐνεργειῶν μίαν ὑπάρχειν αἰτίαν, τὸ τῆς προτέρας ἐνεργείας ἐνδεές. ἀναγκάζονται γὰρ ἐπειγούσης ἐκείνης μηκέθ’ ἡσυχάζειν ἐπὶ πλέον. ἅπαντα δὲ ταῦτα δι’ ἐκείνων μὲν ἀποδέδεικται, κοινὸς δ’ αὐτῶν ὁ λόγος ἐστὶ καὶ πρὸς τὴν ἀναπνοήν· πρῶτον μὲν, ὅτι περὶ κινήσεως ἁπάσης ἐν τῷ καθόλου λέλεκται· ἔπειτα καὶ ἡ ἀναπνοὴ ὀλίγου δεῖν ἅπασα τῇ τῶν σφυγμῶν ἀναλογίᾳ ἀνάλογον ἔχει. σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων κινήσεων ἠρεμίαις διαιρουμένων, καὶ χρείας ἕνεκα τῆς αὐτῆς γίνεται, καὶ τῶν μορίων δ’ αὐτῆς ἡ μὲν εἰσπνοὴ παραπλήσιος οὖσα τῇ διαστολῇ τῶν σφυγμῶν ἀναψύχει τὴν ἔμφυτον θερμασίαν· ἡ δ’ ἐκπνοὴ, καθάπερ ἡ συστολὴ τῶν σφυγμῶν, ἐκκρίνει τὸ καπνῶδες τῆς συγκαύσεως. ἀλλὰ καὶ τὸ τῇ θρέψει τοῦ ψυχικοῦ πνεύματος ἀμφοτέρας τὰς ἐνεργείας συντελεῖν, καὶ τὸ τῶν ἠρεμιῶν τὴν μὲν ἐπὶ τῇ διαστολῇ βραχυτέραν ὑπάρχειν, τὴν δὲ ἐπὶ συστολῇ μακροτέραν, ἀμφοτέρων κοινά. τάχος μὲν οὖν ταῖς ἀναπνευστικαῖς κινήσεσιν ὅπως προσγίνεται, καὶ δὴ λέλεκται.

Περὶ τοῦ μεγέθους δὲ ἑξῆς δίειμι. χρὴ τοίνυν κᾀν τούτῳ καλεῖν μὲν τὴν χρείαν εἰς τοὔργον, ὑπηρετεῖν δ’ αὐτῇ τὴν δύναμιν ἐῤῥωμένην, ἑτοιμότητα δὲ ὑπάρχειν τοῖς ὀργάνοις. τῆς αὐτῆς γάρ τοι συνοδίας τῶν αἰτίων δεῖται μέγεθος ἀναπνοῆς ἧσπερ καὶ τάχος. τά γε μὴν ἐναντία τούτων βραδύτης τε καὶ μικρότης, οὐ πάντη γε δεῖται τῶν ἐναντίων ἁπάντων ὁμοῦ, ἀλλ’ ἕν μὲν ἐξ αὐτῶν χρὴ παρεῖναι πάντως, πλείω δὲ οὐκ ἀναγκαῖον. ἄν τε γὰρ ἡ χρεία μεγάλως ἐκλυθῇ, συνεκλύεται καὶ τὸ τάχος τῆς κινήσεως καὶ τὸ μέγεθος τῆς διαστολῆς, κᾂν ὅτι μάλιστα ῥώμης ἔχῃ καλῶς ἡ δύναμις· ἀργὴν γὰρ ἕξει ταύτην, ἔστ’ ἂν μὴ δεήσεται τὸ ζῶον ἐνεργούσης αὐτῆς· ἄν τε μεγάλη μὲν ἡ χρεία, ἐκλύηται δέ πως ὁ τόνος τῆς δυνάμεως, ἄν τε ταῦτα μὲν ὑπάρχῃ, βλάβη δέ τις συμβῇ  τοῖς ὀργάνοις, οἵαν ἐν τοῖς περὶ σφυγμῶν διήλθομεν· ὅ τι γὰρ ἂν εἴη τούτων, κωλυθήσεται τὸ τάχος καὶ τὸ μέγεθος τῆς ἀναπνοῆς.

Κατὰ μὲν δὴ ταῦτα πάντως ἐοίκασιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ὥστε εἰ καὶ τὰς αἰτίας πρῶτα προχειριζόμενοι, τὰς ἀκολουθούσας αὐταῖς ἀλλοιώσεις τῆς ἀναπνοῆς ἐπισκοποίμεθα, παραπλησίους εὑρήσομεν. οἷον εἰ καὶ τῆς θερμασίας αὐξηθείσης, τῶν ἄλλων αἰτίων τῆς ἀναπνοῆς ἀτρέπτων μενόντων, ὁποῖόν τι τὸ τῆς δυσπνοίας εἶδος ἔσται, ζητοῦμεν· εὑρήσομεν γὰρ, ὡς κᾀν τῷ πρώτῳ δέδεικται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὅτι βραχὺ μὲν αὐξηθείσης αὐτῆς, μείζων μὲν σαφῶς, οὐ μὴν καὶ θάττων· ἐπὶ πλεῖστον δὲ καὶ μεγίστη καὶ ταχεῖα καὶ ἤδη πυκνὴ γίγνοιτ’ ἂν ἡ εἰσπνοή· κατὰ ταὐτὰ δὲ καὶ εἰ μειωθείη τὸ κατὰ φύσιν θερμὸν, τῶν ἄλλων αἰτίων ἀτρέπτων μενόντων, ὅτι μικρὰν οὕτω καὶ βραδεῖαν καὶ ἀραιὰν ἀνάγκη γίνεσθαι τὴν εἰσπνοὴν, ἀλλ’ ὀλίγῳ μέν τινι τοῦ κατὰ φύσιν μικροτέραν, πολὺ δὲ βραδυτέραν, πάμπολυ δ’ ἀραιοτέραν. ἐῤῥωμένης γὰρ τῆς δυνάμεως οὔσης οὐκ ἐνδέχεται πολλῷ μικροτέραν γίνεσθαι τὴν διαστολήν. ἀλλ’ εἴπερ ἐκλυθείη τὰ τῆς χρείας ἱκανῶς, ἐπὶ πλεῖστον ἡσυχάζειν εἰκὸς, οὐ μὴν οὐδὲ κινεῖσθαι διὰ ταῦτα παντάπασι βραδέως, ἐῤῥωμένης τῆς δυνάμεως. ἃ δὲ ἐπὶ τῆς θερμασίας αὐξανομένης, ταῦτα κᾀπὶ τῆς τοῦ ψυχικοῦ πνεύματος ἐπειγούσης θρέψεως εἴδη δυσπνοιῶν ἔσται, δηλονότι τῶν περὶ τὴν εἰσπνοὴν συνισταμένων. ὥσπέρ γε καὶ ἡ ἀμετρία τῆς λιγνυώδους τῶν χυμῶν συγκαύσεως τὰς αὐτὰς τῆς ἐκπνοῆς δυσπνοίας ἐργάσεται ταῖς ἐπὶ τῆς εἰσπνοῆς εἰρημέναις. ταχεῖαι μὲν γὰρ ἔσονται καὶ μεγάλαι καὶ πυκναὶ, πολλοῦ τοιούτου περιττώματος ἠθροισμένου· βραδεῖαι δὲ καὶ μικραὶ καὶ ἀραιαὶ κατὰ τὰς ἐναντίας διαθέσεις. ἆρ’ οὖν ὁ μὲν λόγος οὕτως ἀξιοῖ, μάχεται δέ τι τῶν ἐναργῶς φαινομένων; ἐγὼ μὲν ὁμολογοῦντα ταῦτα πάντα κατά τε τὰς ἡλικίας καὶ τὰς χώρας καὶ ὅλως τὰς καταστάσεις ἁπάσας τοῦ περιέχοντος ἡμᾶς ἀέρος εὑρίσκω· μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ τὰ ἐν τοῖς ἐπιτηδεύμασιν ἅπασι καὶ τὰ ἐν τοῖς νοσήμασιν. ἄνθα μὲν γὰρ τὸ θερμὸν πλεονεκτεῖ, ταχείας καὶ μεγάλας καὶ πυκνὰς ἔστιν ἰδεῖν γιγνομένας εἰσπνοάς· ἔνθα δ’ αὖ τὸ ψυχρὸν, τὰς ἐναντίας, βραδεῖς τε καὶ μικρὰς καὶ ἀραιάς. καὶ μὴν ὅσοις μὲν κενοῦται τὸ ψυχικὸν πνεῦμα, καὶ διὰ τοῦτο τάχα δεῖται τῆς ἀναθρέψεως, οὐ μόνον μέγα, ἀλλὰ καὶ ταχὺ καὶ πυκνὸν εἰσπνέουσιν· οἷς δ’ οὐδὲν κενοῦται, τὸ ἐναντίον τούτοις εἶδος τῆς εἰσπνοῆς· εἰ δ’ ἄμφω συνδράμοι, καὶ θερμασίας αὔξησις καὶ πνεύματος ἀνάλωσις, οὗτοι τὴν μεγίστην ἁπασῶν καὶ ταχίστην καὶ πυκνοτάτην εἰσπνοὴν ἴσχουσι, καὶ μάλιστ’ εἰ σφοδρῶς ἑκάτερα αὐξηθείη, ὥσπέρ γε καὶ μειωθέντων ἀμφοῖν ἰσχυρῶς, μικρόταται καὶ βραδύταται καὶ ἀραιόταται γίνονται εἰσπνοαί. καὶ μὲν δὴ καὶ τὸ τῶν ἐκπνοῶν εἶδος, εἰ μὲν ἀθροισθείη πολλὰ καπνώδη περιττώματα, μέγιστόν τε καὶ τάχιστον καὶ πυκνότατον· εἰ δ’ ὀλίγιστα παντελῶς εἴη, μικρότατόν τε καὶ βραδύτατον καὶ ἀραιότατον. ἡλικιῶν μέν γε τὰς μὲν ἐν αὐξήσει πάσας καὶ μέγα καὶ ταχὺ καὶ πυκνὸν εἰσπνεούσας ὁρῶμεν· τὰς δ’ ἐν παρακμῇ τοὐναντίον, ἀραιὸν μὲν καὶ μικρὸν καὶ βραδύ· ὅτι ταῖς μὲν θερμὸν πλέον, ταῖς δ’ ἔλαττον· καὶ ταῖς μὲν συναύξεσθαι τῷ σώματι τὴν οὐσίαν τοῦ ψυχικοῦ πνεύματος ἀνάγκη, ταῖς δὲ συμμαραίνεσθαι. δι’ ἀμφοτέρας οὖν τὰς αἰτίας πολὺ παραλλάττουσιν ἐν ταῖς τῆς εἰσπνοῆς ἰδέαις οἱ νέοι τῶν πρεσβυτέρων· δι’ ἄλλας δ’ αὖ δύο αἰτίας ἐν ταῖς ἐκπνοαῖς. ἐπεὶ γὰρ ταῖς αὐξανούσαις ἡλικίαις διά τε τὴν τῆς ἐμφύτου θερμασίας ῥώμην καὶ δι’ αὐτὴν τὴν αὔξησιν πάμπολύ τι πλῆθος ἀναλίσκεται χυμῶν, ταῖς δὲ παρακμαστικαῖς ὅσον εἰς αὐτὸ τὸ ζῇν μόνον, ὡς μήτε αὐξανομέναις ἔτι καὶ ἀποψυχομέναις ἤδη, κατὰ λόγον ταῖς μὲν ταχεῖα καὶ μεγάλη καὶ πυκνὴ, ταῖς δὲ ἐναντίως διακειμένη κατὰ πᾶν ἡ ἐκπνοὴ φαίνεται. τὴν αὐτὴν δὲ ταύτην ἰδέαν καὶ οἱ σφυγμοὶ κατὰ τὰς τῶν ἡλικιῶν διαφορὰς ἔχοντες εὑρίσκονται, καθάπερ καὶ τοῦτ’ ἐν τρίτῳ τῶν ἐν αὐτοῖς αἰτίων διήλθομεν. ὡς δ’ ἐν ταῖς ἡλικίαις, οὕτω κᾀν ταῖς ὥραις καὶ ταῖς χώραις καὶ πάσαις ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεσιν οἵ τε σφυγμοὶ ταῖς ἀναπνοαῖς αἵ τ’ ἀναπνοαὶ τοῖς σφυγμοῖς ἀνάλογον ἔχουσιν, ἐν μὲν ταῖς θερμαῖς εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρεπόμεναι, κατὰ δὲ τὰς ψυχρὰς εἰς τἀναντία. καὶ εἴρηται περὶ τούτων ἁπάντων ἐν ἐκείνοις, ὥσπέρ γε καὶ περὶ τῶν ἐπιτηδευμάτων. ἐν μὲν γὰρ τῷ τρέχειν καὶ παλαίειν καὶ ὁπωσοῦν ἄλλως ἀνδρίζεσθαι μέγα καὶ ταχὺ καὶ πυκνὸν ἀναπνέομεν, ἡσυχάζοντες δὲ μικρὸν καὶ βραδὺ καὶ ἀραιόν· ὅτι ταῖς μὲν συντόνοις κινήσεσιν αὐξάνεται μὲν τὸ θερμὸν, δαπανᾶται δὲ τὸ πνεῦμα τὸ ψυχικόν· ἠρεμούντων δὲ καὶ ἀκινήτων μενόντων, τὸ μὲν θερμὸν μαραίνεται, πνεῦμα δ’ οὐδ’ ὅλως ἢ παντελῶς ὀλίγον ἀναλίσκεται. καὶ τοίνυν καὶ τῶν λουτρῶν τὰ μὲν θερμὰ ταχεῖάν τε καὶ μεγάλην καὶ πυκνὴν ἐργάζεται τὴν ἀναπνοὴν, τὰ δὲ ψυχρὰ τὴν ἐναντίαν. ἐν τοῖς ὕπνοις δὲ καὶ πάνυ δεῖ προσέχειν τὸν νοῦν τῷ γινομένῳ. πλεονεκτεῖ γὰρ καὶ κατὰ μέγεθος καὶ τάχος κινήσεως ἡ ἐκπνοὴ τῆς εἰσπνοῆς, ὅτε τῶν σιτίων τε καὶ χυμῶν ἁπάντων αἱ κατεργασίαι, καὶ αἱ πέψεις μάλιστα γίνονται. πλεῖστον οὖν εἰκὸς ἐν αὐτοῖς καὶ τὸ καπνῶδες ἀθροίζεσθαι περίττωμα.

Καὶ τῶν νοσημάτων δὲ, καὶ γὰρ καὶ περὶ τούτων ἤδη λεκτέον, ἐν μὲν τοῖς πυρετώδεσιν ἅπασι, καὶ μάλιστα ὅσοις περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τὴν καρδίαν ἤθροισταί τι πολὺ πλῆθος θερμότητος, ἡ ἀναπνοὴ πᾶσα μεγάλη καὶ ταχεῖα καὶ πυκνὴ φαίνεται γιγνομένη· ἐν οἷς δὲ ἀπέψυκται τὸ θερμὸν, ἡ ἐναντία, ὥστε καί τισιν ἤδη τελέως ἔδοξεν ἀπολωλέναι, καὶ ἣν ὁ Ποντικὸς Ἡρακλείδης ἄπνουν ἔγραψεν, ἥδε ἐστιν. τὸ ἀνάλογον γὰρ ἔχειν ἔοικεν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν ἀναπνοή τε καὶ σφυγμὸς, οὕτω κᾀν τῷδε. παντελῶς γὰρ οὐδέτερον αὐτῶν ἀπολέσθαι δυνατὸν, ἔστ’ ἂν περιείη τὸ ζῶον, ἀπολωλέναι μέντοι δόξαι διὰ σμικρότητα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τούτοις γε δὴ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐσχάτως μικροῖς τὸ διαφεύγειν τὰς αἰσθήσεις κοινόν.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν ὡσαύτως ὑπαρχόντων ἀναπνοαῖς τε καὶ σφυγμοῖς αὐτάρκως εἴρηται, ζητήσομεν ἤδη καὶ ὅσον ἐν αὐτοῖς οὐχ ὡσαύτως ἔχει. τὸ γὰρ ἀπὸ τῆς τῶν δυνάμεων ἑτερότητος ἐν ἑκάστῳ τῶν ἐνεργειῶν ἴδιον εἰκός ἐστι πολλαχῶς καὶ τὰς ἰδέας αὐτῶν διαφερούσας ἐργάσασθαι. τοῦτ’ οὖν χρὴ σκοπῆσαι καὶ ζητῆσαι καὶ ἀνευρίσκειν μεθόδῳ. δοκῶ δή μοι καθορᾷν εὐθὺς ἀπ’ αὐτῆς τῆς οὐσίας τῶν πραγμάτων μεγίστην τινὰ διαφορὰν ἁπάντων τῶν ψυχικῶν ἔργων πρὸς τὰ ζωτικά. τῶν μὲν γὰρ ἡ προαίρεσις ἐξουσίαν ἔχει τῆς γενέσεως καὶ δύναταί ποτε, κᾂν ἡ χρεία καλῇ καὶ ἡ δύναμις εὐεκτῇ κᾂν τῶν ὀργάνων ἕκαστον ἐπιτήδειον ᾖ πρὸς τὴν ἐνέργειαν, ὅμως ἴσχειν τε καὶ κωλύειν αὐτὰ τῆς κινήσεως· ὅπου δ’ ἴσχειν μέγα οὕτως, ἦπού γε καὶ τὸ βραδέως κινεῖν ἢ ταχέως, καὶ ἐπιπλέον ἢ ἐπ’ ἔλαττον ἐξαίρειν, καὶ διὰ πλείονος ἢ ἐλάττονος χρόνου, ῥᾷστον αὐτῇ. τοῖς ζωτικοῖς δ’ ἔργοις οὐχ οὕτως ἔχει, ἀλλ’ ὅταν ἡ χρεία καλῇ, τῆς γε δυνάμεως ἐῤῥωμένης καὶ τῶν ὀργάνων ἐπιτηδείων ὑπαρχόντων εἰς τὰς κινήσεις, οὔτε βραδεῖαν οὔτε μικρὰν γενέσθαι οἷόν τε τὴν ἐνέργειαν. ἐπὶ γοῦν τῶν κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμῶν ἐναργέστατα φαίνεται διὰ τὴν τῶν ἐν αὐτοῖς ἀρτηριῶν κίνησιν ὀδύνη μὲν σφοδρὰ προσγινομένη διὰ τὸ μὴ ἐφ’ ἡμῶν εἶναι τὴν κίνησιν ἐλάττονα ποιῆσαι τῷ μεγέθει ἢ βραδυτέραν τῷ τάχει· καίτοι γε εἴπερ ἦν ἐφ’ ἡμῖν ἐλάττονά τε καὶ βραδυτέραν αὐτὴν ἐργάσασθαι, οὐδὲν ἂν προὐργιαίτερον ἐποιησάμεθα, μέλλοντές γε ἐκ τούτου παρηγορήσειν τὴν ὀδύνην. παντὶ μὲν γὰρ τῷ φλεγμαίνοντι τελέας ἡσυχίας δεῖ· κινουμένων γὰρ καὶ τριβομένων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων, θλίβεταί τε καὶ ῥευματίζεται καὶ παντοίως ὀδυνᾶται. εἰ δ’ ἄρα ποτὲ καὶ διὰ τὴν τῆς χρείας ἔπειξιν ἀναγκάζοιτο, τὴν μικροτέραν τε καὶ βραδυτέραν κίνησιν ῥᾷον φέρει τῆς μείζονός τε καὶ ὠκυτέρας. οὕτω καὶ τὸ σκέλος, ὅταν φλεγμαίνῃ τι μέρος ἐν αὐτῷ, μάλιστα μὲν ἀναπαύεσθαι ποθεῖ· εἰ δ’ ἀναγκαζοίμεθα κινεῖν αὐτὸ χρείας τινὸς ἐπειγούσης, ἔλαττόν τε καὶ βραδύτερον βαδίζομεν· ἀλλ’ οὐχ οἷόν τε τοῦτ’ ἐπὶ τῶν ἀρτηριῶν ἐργάσασθαι. οὐ γάρ ἐστιν ἐφ’ ἡμῖν ἡ κίνησις αὐτῶν, οὔθ’ ὥστε καταπαύειν γιγνομένην, ὥστε βραδυτέραν ἐξ ὠκυτέρας ἢ ἐκ μείζονος ἐλάττω ποιεῖν, ἀλλ’ ἀνάγκῃ στέργειν τῇ παρούσῃ, κᾂν ὠκεῖα κᾂν μεγάλη κᾂν ὁπωσοῦν ᾖ βιαία. διὰ τοῦτο ἐν τοῖς φλεγμαίνουσι μορίοις τῶν ἀρτηριῶν κινουμένων ὀδυνώμεθα μὲν, ἀλλ’ οὔτε ἀμυδροτέραν οὔτε ἐλάττω τὴν κίνησιν οὔτε βραδυτέραν ἐργάσασθαι δυνάμεθα, καίτοι τῶν γε κατὰ τὴν προαίρεσιν ἐνεργειῶν ἢ παντελῶς ἀναπαύοντες τὸ σκέλος, ἢ μικρὰν κομιδῆ καὶ βραδεῖαν ποιοῦντες. ὅταν δὲ λέγωμεν μικρὰν καὶ μεγάλην κίνησιν, ὅτι μὴ κυρίως, ἀλλ’ ἀπὸ τῶν διαστημάτων φαμὲν, καθ’ ὧν τὸ κινούμενον φέρεται, παντί που δῆλον. οὐκοῦν ἐπειδὴ καὶ ὁ θώραξ ἕν τι τῶν τοῦ ζώου μορίων ἐστὶν ὄργανον ἀναπνοῆς, ὡς ἡ μὲν ἀρτηρία σφυγμῶν, τὸ δὲ σκέλος βαδίσεως, εἰ μέν ἐστι τῶν ζωτικῶν ἔργων ἡ ἀναπνοὴ, ταῖς ἀρτηρίαις ἀνάλογον, εἰ δὲ τῶν ψυχικῶν, τοῖς σκέλεσιν ὁμοίως κινηθήσεται· ἀλλὰ μὴν τῶν ψυχικῶν, ὡς ἐν ἄλλοις ἀποδέδεικται, δῆλον ἄρα ὡς τοῖς σκέλεσιν ὁμοίως κινηθήσεται. εἰ τοίνυν φλεγμαίνων εἴη ἀναγκάζοιτό τε κινεῖσθαι, βραδύτερόν τε καὶ πολὺ ἧττον τοῦ δέοντος διαστήσεται. ἀλλ’ εἰ τοῦτο ποιήσει, ἐνδεῶς ἀναπνεύσει. εἰ δὲ καὶ δεύτερον ἔτι καὶ τρίτον ταὐτὸ τοῦτ’ ἐργάσεται, τὸ καθ’ ἑκάστην ἐνδεὲς ἓν ἀξιόλογόν ποτε κεφάλαιον γενόμενον, ἐγγὺς ἄξει τοῦ πνίγεσθαι τὸ ζῶον. ἵν’ οὖ μὴ γένηται τοῦτο, πυκνοτέρας ποιεῖται τὰς ἐνεργείας, μηκέτι ἡσυχάζων τοσοῦτον, ὅσον ὁπότε εἶχε κατὰ φύσιν, ὅμοιόν τι ποιῶν τοῖς διὰ τὸ μὴ δύνασθαι τὴν αὐτάρκη τροφὴν εἰς ἅπαξ προσενέγκασθαι, συνεχῶς ὀλίγον τρεφομένοις. ἀλλ’ ἐν τούτῳ ἀναγκαῖον τὴν ὅλην ἀναπνοὴν γενέσθαι μικρὰν καὶ βραδεῖαν καὶ πυκνὴν, καὶ πλέονί γε μικροτέραν τοῦ προσήκοντος, ἢ βραδυτέραν. οὐχ οὕτω γὰρ ἰσχυρὸς ὁ πόνος τῷ θώρακι διὰ τὸ τάχος τῆς κινήσεως, ὡς διὰ τὸ μέγεθος τῆς διαστολῆς. τὸ μὲν γὰρ τάχος, εἰ καὶ κατ’ αὐτὴν τὴν ἐνέργειαν ὀδυνηρὸν, ἀλλὰ τῷ γε βραχυχρόνιον ἐργάζεσθαι τὴν ὅλην κίνησιν ἧττον λυπεῖ τὸν θώρακα· συντόμως γὰρ ἐφ’ ὃ σπεύδει παραγίνεται· σπεύδει δὲ δήπουθεν ἐπὶ τὴν ἡσυχίαν καὶ ταύτης ὅτι τάχιστα γλίχεται τυχεῖν, ὡς ἂν μόνης αὐτῷ τὴν ἐκ φλεγμονῆς ὀδύνην παραμυθουμένης. τὸ δὲ μέγεθος τῆς διαστολῆς πάντως χαλεπὸν, αὐτῷ τε τῷ βιαίῳ τῆς κινήσεως καὶ τῷ θλίβειν τε ἅμα καὶ τείνειν τὰ φλεγμαίνοντα, καὶ παντοίως ὀδυνᾷν τὸν θώρακα. ταῦτ’ ἄρα καὶ πλέον ἀφαιρεῖ τοῦ μεγέθους ἢ τοῦ τάχους, καὶ ὅταν γε  τοῦτ’ αὐτὸ μόνον ᾖ τὸ πάθημα, πόνος τις τῶν κατὰ τὸν θώρακα μορίων, μὴ μέντοι τά γε τῆς χρείας ἐπείγει, μενούσης δηλονότι τῆς ἐν τῇ καρδίᾳ θερμασίας ἐν τοῖς κατὰ φύσιν ὅροις, ἐναργῶς ἡ κίνησις τοῦ θώρακος βραδυτέρα γίνεται· πυρώσεως δέ τινος ἐν αὐτῇ γενομένης, τὸ μὲν τάχος οὐκ ἐκλύεται δι’ ἃς ἔμπροσθεν εἴπομεν αἰτίας, καθαιρεῖται δὲ κᾀνταῦθα τὸ μέγεθος ἱκανῶς, ἀλλ’ ἀντ’ αὐτοῦ πυκνότης γεννᾶται, διὰ τὴν τῆς χρείας ἔπειξιν.

Ὥστε κᾀκ τῶν εἰρημένων ἤδη πρόδηλον ὑπάρχει, ὡς αὐτὴ μὲν καθ’ ἑαυτὴν ὀδύνη περί τι τῶν ἀναπνευστικῶν ὀργάνων γενομένη μικρὸν καὶ βραδὺ καὶ πυκνὸν ἐργάσεται τὸ πνεῦμα· μετὰ φλογώσεως δὲ μικρὸν μὲν ἔτι καὶ νῦν ὁμοίως, ἀλλὰ πυκνότερόν γε τοῦ διὰ μόνην τὴν ὀδύνην καὶ ἤδη κατά τι ταχύτερον· ἡ δὲ διὰ μόνην τὴν πύρωσιν γιγνομένη δύσπνοια πρόσθεν ἐδείχθη μέγα καὶ ταχὺ καὶ πυκνὸν ἐργαζομένη τὸ πνεῦμα. ὥστε σαφής ἐστι καὶ εὐδιόριστος τῶν θ’ ἁπλῶν ἑκατέρα καὶ ἡ ἐξ ἀμφοῖν σύνθετος. ἡ μὲν γὰρ ἐπὶ μόνῳ τῷ πλήθει τῆς θερμασίας, εἰ καὶ πυκνὸν ἐργάζεται τὸ πνεῦμα παραπλησίως τῇ διὰ μόνην τὴν ὀδύνην, ἀλλὰ τῷ μεγέθει καὶ τῷ τάχει σαφῶς διορίζεται· ἡ δ’ ἐξ ἀμφοῖν τῶν αἰτίων συνελθόντων τῆς μὲν διὰ τὴν φλόγωσιν μόνῃ τῇ μικρότητι διαφέρει, τῆς δὲ διὰ τὴν ὀδύνην μεγέθει καὶ τάχει· καὶ μὲν δὴ καὶ ἡ διὰ τὴν κατάψυξίν γε τῆς κατὰ φύσιν θερμασίας δύσπνοια σαφέσι τισὶ γνωρίσμασιν ἁπασῶν τούτων διορίζεται. μικρὸν γὰρ αὕτη γε ὡς ἐδείκνυτο καὶ βραδὺ καὶ ἀραιὸν ἐργάζεται τὸ πνεῦμα· τῶν δ’ ἄλλων οὐδεμιᾷ συμβέβηκεν ἅμα βραδύτης καὶ ἀραιότης. ἀλλ’ ὅσον μὲν ἐπὶ ταῖς ἐνδείαις τε καὶ πλεονεξίαις τῆς θερμασίας, ἡ τῆς ἀναπνοῆς ἰδέα τοῦ κατὰ φύσιν ἐξίσταται ῥυθμοῦ, ταῦτα καὶ τοῖς σφυγμοῖς ὡσαύτως ἔχει· τὰ δ’ ἐπὶ ταῖς ὀδυνηραῖς τῶν ὀργάνων διαθέσεσιν οὐκέθ’ ὡσαύτως, ἀλλ’ ὅπη παραλλάττει σαφῶς, οἶμαι, δέδεικται. αἱ λοιπαὶ μέντοι διαθέσεις τῶν ὀργάνων, ὅσαι χωρὶς ἀλγήματος ἐπ’ ἐμφράξεσιν ἢ σκιῤῥώσεσιν ἢ θλίψεσιν ἢ ὅλως στενοχωρίαις τισὶ γίνονται, παραπλησίως ἐργάζονται τὰς ἀλλοιώσεις ἑκατέραις ταῖς ἐνεργείαις ψυχικαῖς τε καὶ ζωτικαῖς. μικρὸν γὰρ ἐπ’ αὐτοῖς καὶ ταχὺ καὶ πυκνὸν γίνεται τὸ πνεῦμα· μικρὸν μὲν, ὅτι διὰ τὴν στενοχωρίαν τῶν ὑποδεχομένων ἔλαττον τοῦ δέοντος ἕλκεται· πυκνὸν δὲ, ὅτι τὰ τῆς χρείας οὐ πληροῦται· διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ταχύ. δέδεικται δὲ ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν, ὅτι τὸ μέγεθος τῆς διαστολῆς, ὅταν μὲν ἱκανῶς πληροῖ τὴν χρείαν, οὐδὲν δεῖται τάχους, ὅταν δ’ ἀπολείπηται κατά τι, τηνικαῦτα ἤδη καὶ εἰς τάχος ἡ τροπὴ γίνεται, τῆς δυνάμεως ἐῤῥωμένης, καὶ ὅταν μηδὲ τοῦθ’ ἱκανὸν ᾖ, τότε καὶ εἰς πυκνότητα. διὰ ταῦτα μὲν δὴ μικρὸν καὶ ταχὺ καὶ πυκνὸν γίνεται τὸ πνεῦμα κατὰ τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς ἐν ταῖς προειρημέναις διαθέσεσιν, ἐῤῥέθη δ’ ἐν τοῖς περὶ σφυγμῶν, ὅτι καὶ ἀνώμαλον, καὶ τοῦτ’ ἔστι μάλιστα τὸ ἴσιον αὐτῶν γνώρισμα, καὶ ὁ τῆς αἰτίας λογισμὸς ἐν ἐκείνοις εἴρηται, καὶ ὅτι γε κατὰ μὲν αὐτὰ τὰ τὰς ἐμφράξεις ἔχοντα μόρια, καὶ ὅσα τούτοις κοινωνεῖ, τὰ τῆς ἀνωμαλίας μάλιστα εὔδηλα, καὶ ἡ μικρότης τῶν σφυγμῶν ἢ διὰ παντὸς ἢ ὡς τὸ πολὺ συνεδρεύει· κατὰ δὲ τἄλλα τὸ μέγεθος μᾶλλον. εἰ δὲ πλησίον τῆς ἀρχῆς εἴη τὸ πάθημα, κοινὸν οὕτω γίνεται πάσαις ταῖς ἀρτηρίαις. ταῦτα μὲν οὖν ἐν ἐκείνοις εἴρηταί τε καὶ δέδεικται.

Τὰ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ἴδια νῦν ἐπέξιμεν, ὡς μηδὲν ἐλλείπειν τῷ λόγῳ. ὅταν οὖν ἤτοι φυμάτων ἀπέπτων ἐν αὐτοῖς συστάντων, ἢ γλίσχρων καὶ παχέων χυμῶν καταλαβόντων τὰς ὁδοὺς τοῦ πνεύματος, ἤ τινος ὄγκου σκιῤῥώδους ἐν αὐτοῖς ὑποτραφέντος, ἢ τῶν ὁμιλούντων αὐτοῖς σωμάτων ὅτου δὴ καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον ἀμετρότερον ἀρθέντος, ἔλαττον τοῦ δέοντος εἰσπνέηται διὰ στενοχωρίαν τὸ πνεῦμα, προσγίνεται ἐξ ἀνάγκης αὐτῷ διὰ τὰς εἰρημένας αἰτίας τάχος καὶ πυκνότης. ἰδέαι δέ τινες ἐν τῷ γένει τῆς δυσπνοίας ταύτης πλείους συνίστανται, ἄλλων ἄλλοτε μορίων στενοχωρουμένων ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις. οἱ μὲν γὰρ κατὰ τὴν γαστέρα καὶ ἧπαρ, ἤδη δὲ καὶ τὸν σπλῆνα καὶ τὸ κῶλον καὶ τὰ τούτοις συνάπτοντα, συνιστάμενοι παρὰ φύσιν ὄγκοι στενοχωρίᾳ τοῦ διαφράγματος μικρὸν καὶ ταχὺν καὶ πυκνὸν ἐργάζονται τὸ πνεῦμα· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τοῖς ὑδερικοῖς καὶ ταῖς κυούσαις καὶ τοῖς ὑπερεμπεπλησμένοις καὶ τοῖς προγάστορσι τοιοῦτον γίνεται τὸ τῆς ἀναπνοῆς εἶδος· ἐν δὲ ταῖς καλουμέναις ὀρθοπνοίαις, γλίσχρων καὶ παχέων ὑγρῶν ἐν ταῖς κατὰ τὸν πνεύμονα τραχείαις ἀρτηρίαις ἀθροιζομένων. οὕτω δὲ καὶ εἰ σκιῤῥωθείη τι κατ’ αὐτὸν, ἢ φῦμα γένοιτο, θλῖβον καὶ στενοχωροῦν τὸ τῶν τραχειῶν ἀρτηριῶν γένος, αὗται γὰρ ὑποδέχονται τὸν εἰσπνεόμενον ἀέρα, μικρὸν καὶ πυκνὸν καὶ ταχὺ ἔσται τὸ πνεῦμα. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀν τῷ θώρακι τοιοῦτον συσταίη φῦμα, οἷς δὴ πολλάκις κυφοῦνται καὶ λορδοῦνται καὶ σκολιοῦνται τὰ κατὰ τὴν ῥάχιν, μικρὸν καὶ πυκνὸν καὶ ταχὺ τὸ πνεῦμα γενήσεται, καταλαμβάνοντος δηλονότι τοῦ παρὰ φύσιν ὄγκου τὴν χώραν τοῦ πνεύμονος, εἰς ἣν διαστελλόμενον ἐξετείνετο. πολλάκις δὲ καὶ αὐτὸν ὅλον τὸν θώρακα στενώτερον αἱ τοιαῦται διαθέσεις ἀπέφηναν, ἢ κυουμέναις εὐθέως συμπεσοῦσαι, ἢ καὶ μετὰ ταῦτα ὕστερον ἀπαντήσασαι. διαφέρει δ’ οὐδὲν πρός γε τὸ στενοχωρούμενον τὸν πνεύμονα μὴ δύνασθαι τὸν ἱκανὸν ἕλκειν ἀέρα, ἢ στενὸν ὅλον γενέσθαι τὸν θώρακα καθ’ ἡντιναοῦν  διάθεσιν, ἢ τὴν μεταξὺ χώραν ἀπολέσαι καταληφθεῖσαν ὑπό τινων παρὰ φύσιν ἐν αὐτῷ συστάντων σωμάτων, ἢ καὶ σκιῤῥωθέντος αὐτοῦ ἢ φραχθέντος ἢ ἀνοιδήσαντος, ὡς ἐν τοῖς καλουμένοις πνευμονώδεσί τε καὶ περιπνευμονικοῖς γίνεται πάθεσιν· ἓν γὰρ ἐπὶ πάντων ἐστὶ τοῦτο τὸ συνεκτικὸν αἴτιον τοῦ μικρὰν γίνεσθαι τὴν εἰσπνοὴν, ἡ στενοχωρία τῶν τραχειῶν ἀρτηριῶν· διότι δ’ αὐτὴ μικρὰ, διὰ τοῦτο, ὡς πολλάκις εἴρηται, προσέρχεται πυκνότης καὶ τάχος. ἀλλ’ ὅταν μὲν κατ’ αὐτὸν τὸν πνεύμονα τὸ πάθημα συμπέσῃ, καίτοι διαστέλλειν δυναμένου μέχρι πλείστου τοῦ θώρακος, μικρὸν ὅμως εἰσπνέουσιν· οὕτω δὲ καὶ ὅταν αἱ μεταξὺ τῶν ὀργάνων χῶραι καταληφθῶσιν· ὅταν δ’ ὅλος ὁ θώραξ, ἤτοι κυουμένων ἢ καὶ ἄλλως, μικρὸς καὶ στενὸς γένηται, δῆλον ὡς καὶ τὴν διαστολὴν ἀνάλογον ἑαυτῷ μικρὰν ἐργαζόμενος αἰτία τῷ πνεύμονι τῆς περὶ τὴν εἰσπνοὴν ταχύτητος καθίσταται· οὕτως δὲ καὶ ὅταν αἱ φρένες ὑπό του θλίβωνται, κατ’ αὐτὸ τὸ κάτω πέρας ἰδίᾳ τοῦ θώρακος, ὡς ἐν τοῖς ἀνωδύνοις παθήμασι. τούτου γὰρ χρὴ μεμνῆσθαι μάλισθ’, ὅτι ποτὲ μὲν ἡ τοῦ θώρακος μόνου διάθεσις, ποτὲ δὲ ἡ τοῦ πνεύμονος, ποτὲ δὲ ἡ τῆς μεταξὺ χώρας ἀμφοῖν, εἰς μικρότητα, καὶ διὰ τοῦτο εἰς τάχος καὶ εἰς πυκνότητα τὴν τροπὴν τῆς ἀναπνοῆς ἐργάζεται, τῆς γε δυνάμεως ἐῤῥωμένης. καὶ γὰρ καὶ τούτου χρὴ μεμνῆσθαι πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένου. μὴ τοίνυν ἔτι τῶν πλευριτικῶν, ἢ τῶν ἀποστάσεις τινὰς ἢ ὅλως ὄγκους ὀδυνηροὺς ἐχόντων κατὰ τὸν θώρακα μνημονεύσωμεν ἐν τῷδε τῷ λόγῳ, περὶ δὲ τῶν ἀνωδύνων παθημάτων, ὅσα τῷ θλίβειν τε τὸν πνεύμονα καὶ στενοχωρεῖν τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας μικροτέραν ἐργάζεται τὴν εἰσπνοὴν, ὁ προειρημένος ἅπας ἐπεραίνετο λόγος, ἀλλ’ ἐκεῖνα μὲν τοῖς πρὸ τούτων γεγραμμένοις πάθεσι τοῦ θώρακος προσνείμωμεν, ἐφ’ ὧν ἐλέγομεν διὰ τὴν ὀδύνην ἧττον διιστάμενον τὸν θώρακα, μικρὸν ἐργάζεσθαι τὸ πνεῦμα· τὴν δὲ τῶν ἐμπύων καλουμένων διάθεσιν, κᾂν ὅτι μάλιστα πολλάκις ἐκ πλευρίτιδος ἡ γένεσις αὐτῆς συμπίπτῃ, τούτοις τοῖς νῦν εἰρημένοις συγκαταριθμήσωμεν, ὅσα χωρὶς ἀλγήματος στενοχωρίαν ἐργαζόμενα κατὰ τὸν πνεύμονα, μικρὰν ἀποφαίνει τὴν ἀναπνοήν. τὸ γάρ τοι περιεχόμενον ἐν αὐτῷ πύον κατὰ τὰς τοιαύτας διαθέσεις αἴτιον γίγνεται τῆς περὶ τὴν διάστασιν μικρότητος. ὡς οὖν μηκέτ’ αὐτὸς κατὰ φύσιν διαστελλόμενος, οὐδὲ τὴν ὁλκὴν ἴσην ποιεῖται τοῦ πνεύματος. πῇ ποτ’ οὖν ταῦτα χωρὶς ἀλγήματος πάθη τῶν ἀναπνευστικῶν ὀργάνων, τοῦτο γὰρ ἔτι λείπει τῷ παρόντι λόγῳ διορισθήσεται τῶν μετ’ ἀλγήματος, εἴ γε καὶ μικρὸν ὡσαύτως ἀμφοτέροις καὶ πυκνὸν γίνεται τὸ πνεῦμα; ἢ τῷ τάχει τῆς κινήσεως; ἐν γὰρ τοῖς μετ’ ὀδύνης ὀλίγον μὲν ἀναπνέουσι καὶ πυκνὸν, οὐ μὴν ταχέως, ὅταν γε χωρὶς πυρετοῦ τὸ τοιοῦτον συμπίπτῃ πάθημα· μετὰ μέντοι πυρετοῦ κᾂν εἰ τῇ μικρότητι καὶ τῷ τάχει παραπλήσιον ἀναπνέουσιν, ἀλλὰ τῇ γε πυκνότητι διορίζονται. οὐ μετρίως γὰρ αὐτοῖς πυκνοῦται τὸ πνεῦμα· τοῦτο δ’ οὐχ ὑπάρχει τοῖς διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν δυσπνοοῦσιν, ἀλλ’ εἰ καὶ πυκνότερον αὐτοῖς γίγνοιτο τὸ πνεῦμα, μετρίως τοῦτο πάσχει καὶ πολὺ κατωτέρω τῆς ἄκρας πυκνότητος. ἀλλὰ καὶ ἡ ἐκπνοὴ τοῖς πυρέττουσι μείζων τε ἅμα καὶ θερμοτέρα, ὅπερ οὐχ ὑπῆρχε τοῖς διὰ στενοχωρίαν μικρὸν καὶ πυκνὸν ἐκπνέουσιν. ὅπως δὲ χρὴ διαγινώσκειν ἀκριβῶς μικρότητά τε καὶ μέγεθος ἑκατέρων τῶν μορίων τῆς ὅλης ἀναπνοῆς, ὀλίγον ὕστερον εἰρήσεται, τελεσάντων πρότερον ἡμῶν ἅπαντα τὸν περὶ τῶν ὀργάνων λόγον. ὅτι μὲν γὰρ διαφέρουσιν αἱ χωρὶς ὀδύνης αὐτῶν δύσπνοιαι τῶν μετ’ ὀδύνης, καὶ δὴ λέλεκται.

Πότερον δὲ, ὥσπερ ἁπλῶς ἀπεφηνάμεθα τὴν στενοχωρίαν δεῖν εἰς τὸν πνεύμονα διήκειν, καὶ τούτου τὰς τραχείας μάλιστα ἀρτηρίας, ἵνα δυσπνοήσῃ τὸ ζῶον, οὕτω καὶ τὴν ὀδύνην ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις χρῆναι γίγνεσθαι, καὶ μάλιστά γε τῷ θώρακι, λεκτέον, ὁ γὰρ πνεύμων ὀλίγου δεῖν ἀναίσθητος, ἤ τινα ἑτέραν ἡμῖν ἐπὶ τῶν τοιούτων δυσπνοιῶν ζητητέον ἀπόφανσιν; οὐδὲ γὰρ ἂν, οἶμαι, δόξειεν ὅ γε τοῖς τῶν ἀναπνευστικῶν ὀργάνων ἀλγήμασι μόνοις τὸ τοιοῦτον εἶδος ἕπεσθαι τῆς δυσπνοίας λέγων ἐγνωκέναι καλῶς ὑπὲρ αὐτῶν τὸ σύμπαν, οὐδὲ μεμνῆσθαι τῶν ἔμπροσθεν λογισμῶν, ἐν οἷς οὐ διὰ τὸ πάθημα, διὰ δὲ τὴν τῆς ἐνεργείας δύναμιν ψυχικὴν οὖσαν ἐδείκνυτο μικρὸν καὶ πυκνὸν γινόμενον τὸ πνεῦμα. τὸ μέντοι ταῖς στενοχωρίαις τοῦ πνεύμονος εἶδος τῆς δυσπνοίας ἑπόμενον οὐδὲν προσδεῖται τῆς δυνάμεως εἰς τὴν γένεσιν, ὅθεν ἐπὶ μὲν τούτου καλῶς ἀπεφηνάμεθα καθ’ ὅλου τοῦ πράγματος τὸν λόγον ποιησάμενοι· περὶ δὲ τῶν ὀδυνηρῶν παθῶν οὐχ ἁπλῶς ἐχρῆν λέγειν, ὅταν γ’ ἐν τοῖς ἀναπνευστικοῖς συνίσταται μορίοις. οὐ γὰρ δι’ αὐτὴν τῶν μορίων τὴν φύσιν ἰδίως, ἀλλ’ ὅτι ψυχικὴ δύναμις ἐπετρόπευεν αὐτῶν τῆς κινήσεως, εἰς μικρότητα τὴν ἀναπνοὴν τρέπεσθαι συνέβαινεν, ὑπὲρ τοῦ μὴ μειζόνως ὀδυνᾶσθαι τὸ ζῶον, ἔλαττον τοῦ προσήκοντος διϊστάσης αὐτῆς τὸν θώρακα. αὕτη δ’ ἡ τοῦ μειζόνως ὀδυνᾶσθαι πρόνοια καὶ τοῖς ἄλλοις δήπου ἅπασίν ἐστι μορίοις, ὅσα κινουμένοις τοῖς ἀναπνευστικοῖς συγκινεῖται, στομάχῳ καὶ γαστρὶ καὶ ἥπατι καὶ σπληνὶ καὶ περιτοναίῳ καὶ τῷ κώλῳ τε καὶ τῶν λεπτῶν ἐντέρων τοῖς ἄνω καὶ τοῖς καθ’ ὑποχόνδριον μυσί.  ταῦτα γὰρ ταῖς τοῦ θώρακος κινήσεσι, καὶ μάλιστ’ ἐὰν μείζους ὦσι, συγκινεῖται. πρόδηλον οὖν, ὅτι μειζόνως μὲν ἐπὶ ταῖς μεγάλαις τοῦ θώρακος ὀδυνῶνται κινήσεσιν, ἔλαττον δὲ ἐπὶ ταῖς μικραῖς· καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν οὐ τοῖς πλευριτικοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὸν στόμαχον ἢ τὴν γαστέρα διακειμένοις ὀδυνωδῶς ἔσται τὸ πνεῦμα· ἧττον μὲν, ὅτι καὶ τὰ τῆς αἰσθήσεως ἐλάττω· παραπλησίως μέντοι δυσπνοοῦσιν, ὅσοι τὸ ἧπαρ ἢ τὸν σπλῆνα ἢ τῶν ἑτέρων τι τῶν προειρημένων ὀδυνῶνται. ἅπαντα γὰρ τὰ τοιαῦτα, τὰ μὲν ἐξηρτημένα, τὰ δὲ συμπεφυκότα τοῖς ἀναπνευστικοῖς ὀργάνοις, συσσείεται κινουμένοις αὐτοῖς, καὶ διὰ τοῦτ’ ἀναπνεόντων ἄχθεται. καὶ οὕτως οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἀναπνευστικῶν μορίων, ἀλλ’ ἐπὶ πάντων τῶν ἁπλῶς κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὁ λόγος ἡμῖν γιγνέσθω, καὶ τολμήσωμεν ἀποφήνασθαι καθόλου, τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα σημεῖον ὑπάρχειν ὀδύνης ἁπάντων τῶν τοῦ ζώου μορίων, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοάς. ἆρ’ οὖν ταύτῃ μόνον ἀνομοίως ἔχουσιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ἢ καὶ κατ’ αὐτὴν ἰδίᾳ τὴν ἀπὸ τῆς δυνάμεως αἰτίαν, ἄνευ τοῦ συμπεπλέχθαι τοῖς ὀργάνοις, ἔνεστιν εὑρεῖν τινὰ διαφοράν; αἱ μὲν γὰρ φυσικαὶ δυνάμεις πᾶσαι διαπαντὸς σχολάζουσι τοῖς ἀναγκαίοις σφίσιν ἔργοις, καὶ οὐδέποτε ῥᾳθυμοῦσιν οὐδ’ ἀμελοῦσιν· ὅσα δὲ ὑπὸ τὴν τῆς προαιρέσεως ἐξουσίαν ἔρχεται, ταῦτα πολλάκις, ἀσχολουμένης αὐτῆς περὶ πράξεις ἑτέρας, ἀμελέστερον ἀποτελεῖται. βαδίζοντες γοῦν ἐνίοτε συντόνως ἐπί τινα πρᾶξιν, εἶτα μεταξὺ κατὰ τὴν ὁδὸν ἐννοήσαντές τι, κᾄπειτα ἐπισκοπούμενοι τοῦτο καὶ φροντίζοντες ἀμφ’ αὐτοῦ, πολὺ τῆς κατὰ τὸν περίπατον συντονίας ἐκλύομεν, οὐ μὴν συνίεμέν γε οὐδὲ γινώσκομεν αὐτὸ τοῦτο, μέχρι περ ἂν τῷ φροντίσματι προσέχωμεν. τὸν νοῦν, ὁπόταν δὲ παυσώμεθα καὶ περὶ μηδὲν ἔτι τὴν διάνοιαν ἔχωμεν ἀλλ’ ἢ περὶ τὸ βαδίζειν μόνον, τότε, ὥσπερ ἐξ ὕπνου τινὸς ἐπεγερθέντες, ἐγνωρίσαμέν τε τὸ καταδεέστερον τῆς παρούσης ἐνεργείας ὡς πρὸς τὴν ἐξ ἀρχῆς ὁρμὴν, αὖθίς τε πρὸς τοὔργον ἐπηγείραμεν ἡμᾶς, οὕτω καὶ οἱ παραπαίοντες, ὡς ἂν, οἶμαι, τὸν νοῦν ἐν τοῖς φαντάσμασιν ἔχοντες, καθάπερ τισὶ φροντίσμασιν, ἀμελοῦσι τῶν ψυχικῶν ἐνεργειῶν, καὶ οὔτε οὐροῦσιν, εἰ μὴ ὑπομνήσειέ τις, οὔτ’ ἀποπατοῦσιν, οὔτε πιεῖν οὔτε φαγεῖν αἰτοῦσιν, οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων· εἰ δὲ τύχοιεν αἰτήσαντές ποτε, μεταξὺ προσενεχθέντος ἐπελάθοντο, καὶ αὖθις τῶν ὑπομνημάτων δέονται. παμπόλλους γοῦν ἴσμεν αἰτήσαντας ἀμίδα, δοθείσης δὲ μηκέτ’ οὐροῦντας, ἀλλ’ ἀργῶς ἐν ταῖν χεροῖν κατέχοντας· ἑτέρους δὲ διαναστάντας μὲν ὡς ἀποπατήσοντας, ἐπεὶ δ’ ἐκάθισαν, ἐπιλαθομένους τελέως καὶ μηδὲν ἐνεργοῦντας, ἄχρις αὐτοὺς οἱ παρόντες ἀναμνήσωσιν. ὥσπερ δὲ διὰ πολλοῦ χρόνου ποιοῦσι τὰς ἐνεργείας οὗτοι πάντες, οὕτω καὶ μεγάλας· ἀθρόως γοῦν οὐροῦσι πάμπολυ, καὶ πίνουσιν εἰς ἅπαξ ὑπὲρ τὸ σύμμετρον, ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως δρῶσιν. καὶ οὐδὲν, οἶμαι, θαυμαστόν· ὃ γὰρ ἐχρῆν πολλάκις ἐν τοῖς προσήκουσι χρόνοις δρᾷν, ἀθρόως ἐπειξάσης τῆς χρείας ἀναγκάζονται πληροῦν, καὶ μάλισθ’ ὅταν ἀναγκαῖον ᾖ πρὸς τὴν ζωήν. ἧττον μὲν γάρ τις πιὼν τοῦ δέοντος οὐχ ἡμέραις μόνον, ἀλλὰ καὶ μησὶν ὅλοις ἱκανὸς ἐξαρκεῖν, ἧττον δ’ ἀναπνέων οὐδ’ εἰς ἐλάχιστον μόριον τῆς ἡμέρας ἐξίκοιτ’ ἄν. ὅθεν εἰ καὶ πλεῖστον εἰς ἅπαξ οἱ παραπαίοντες πίνουσιν, ἀλλὰ τῷ γε διὰ πολλοῦ χρόνου προσφέρεσθαι τὸ σύμπαν αὐτοῖς πόμα πολὺ τοῦ συμμέτρου ἀπολείπεται· ἡ δὲ τῆς ἀναπνοῆς χρεία μὴ πληρουμένη τῷ τὸν κίνδυνον ὑπόγυόν θ’ ἅμα καὶ ἀνιαρὸν ἔχειν ἐπεγείρει τε πρὸς τὴν ἐνέργειαν καὶ οὐκ ἐᾷ ῥᾳθυμεῖν οὐδὲ εἰς πάνυ μικρὸν, ἀπολαμβάνει δὲ εὐθὺς ἅπαν, ὅσον ἐκ τοῦ τῆς ἠρεμίας ἀπεστέρηται χρόνου, καὶ οὕτως οὐκ ἀραιὸν μόνον, ἀλλὰ καὶ μέγα γίνεται, καὶ τοσοῦτόν γε μεῖζον τοῦ προσήκοντος, ὅσῳ καὶ ἀραιότερον, ὅπερ ἐπὶ τοῦ ποτοῦ οὐ γίνεται· πολλῷ μὲν γὰρ ἀραιότερον, ὀλίγῳ δὲ πλέον πίνουσιν, ὅθεν Ἱπποκράτης βραχυπότας αὐτοὺς ἐκάλεσεν. ὁ μὲν δὴ λόγος οὗτος ἀποδεικνύει, τῶν παραπαιόντων εἰς ἀραιότητα καὶ μέγεθος τρέπεσθαι τὴν ἀναπνοήν· μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ ἡ αὐτοψία τοῖς γε βουλομένοις ἐπ’ αὐτῶν τῶν ἔργων τῆς τέχνης ἐξετάζειν τὴν θεωρίαν. ὅσοι δὲ ἐν ταῖς μετὰ τῶν νέων διατριβαῖς ἐφ’ ὑψηλῶν θρόνων ὑψηλοὶ καὶ περίβλεπτοι καθεζόμενοι, τῶν μὲν ἔργων τῆς τέχνης ἠμελήκασιν, ὅ τι δ’ ἂν ἐπὶ γλῶτταν ἔλθῃ, τοῦτο ληροῦσιν, τούτοις οὐδὲν μᾶλλον πιστὰ τὰ μαρτυρούμενα πρὸς τῶν ἐναργῶς φαινομένων ἢ τοῖς μηδὲ τὴν ἀρχὴν οὐδ’ εἰ φαίνεται τόδε τι γινώσκουσιν. ἀλλά τις ἐμοί ποτε τῶν τοιούτων σοφιστῶν ἠμφισβήτησε περὶ τοῦ γίγνεσθαι μέγα καὶ ἀραιὸν τὸ πνεῦμα τοῖς παραπαίουσι. ὑπετίθετο μὲν γὰρ ἕν τι τῶν ζωτικῶν ἔργων εἶναι τὴν ἀναπνοὴν, οὐχ ὡμολόγει δὲ πρὸς τὴν τοιαύτην ὑπόθεσιν τὸ φαινόμενον, ὅθεν ὁμόσε χωρεῖν αὐτῷ δεῖν ἔγνωκε. τὴν ἀρχὴν γὰρ ἔφη μὴ φαίνεσθαι τὸ τοιοῦτον εἶδος ἀναπνοῆς ἐν παραφροσύναις. ἃ γὰρ οὐδεπώποτε ἐπεχείρησαν ἐπ’ αὐτῶν τῶν νοσούντων οἱ σοφισταὶ παραφυλάξαι, περὶ τούτων ὡς μυριάκις ἑωρακότες ἀναιδῶς διατείνονται, καὶ μακρὰν ἔχειν ἐμπειρίαν οὐκ ὀκνοῦσιν ἐπαγγέλλεσθαι τῶν μηδ’ ὄναρ αὐτοῖς ἑωραμένων. ἀλλ’ ὅσοι γε παραφυλάττουσι τὰ φαινόμενα καὶ τὰ συμπίπτοντα τοῖς νοσοῦσιν, οὕτω γράφουσιν ὥσπερ καὶ Ἱπποκράτης. ἑωράκασι γὰρ, οἶμαι, πολλοὺς ἀῤῥώστους ὁμοίους οἷς ἐκεῖνος ἔγραψε, μαρτυροῦντας τῷ  προειρημένῳ λόγῳ, καὶ παρεθέμην ἂν ἤδη τοὺς ἐν ταῖς ἐπιδημίαις ὑπ’ αὐτοῦ γεγραμμένους, εἰ μή μοι προὔκειτο τὸν ἑξῆς μοι λόγον ἅπαντα τὸν δεύτερον εἰς τὴν τούτων ἐξήγησιν, ὡς καὶ πρόσθεν εἶπον, ἀναβάλλεσθαι, τουτονὶ δὲ μόνον αὐτὸν καθ’ ἑαυτὸν ἅμα ταῖς οἰκείαις ἀποδείξεσι συμπεραίνεσθαι. καὶ τοίνυν ὁ μὲν τῶν παραπαιόντων λόγος ἐνταυθοῖ τελευτάτω.

Πῶς δ’ ἄν τις διαγινώσκοι κάλλιστα μεγάλην τε καὶ μικρὰν ἀναπνοὴν, οἶδα γὰρ καὶ τοῦτ’ ἀναβαλλόμενος ἐν τοῖς ἔμπροσθεν, ἤδη λεγέσθω. πρόχειρον μὲν γὰρ ἦν, οὐδὲν διαφέρειν, ἢ τῷ μεγέθει τῆς διαστάσεως τῶν ἀναπνευστικῶν ὀργάνων, ἢ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας διαγιγνώσκεσθαι τὴν μεγάλην εἰσπνοὴν, ὥσπερ ἀμέλει καὶ λέγουσί τινες, ἀνάλογον ἀεὶ δεῖν ἔχειν ἡγούμενοι τῷ ποσῷ τῆς ὀργάνων τὸ ποσὸν τῆς εἰσπνοῆς· οὐ μὴν ἔν γε τῷ καθόλου τὸ τοιοῦτον ἀληθές ἐστιν, ἀλλὰ δεῖταί τινος διορισμοῦ. ἐχόντων γὰρ κατὰ φύσιν τῶν ὀργάνων, ἀνάλογος ἀεὶ ταῖς διαστολαῖς αὐτῶν ἡ ποσότης τοῦ πνεύματος· οὐ μὴν ὅταν γε καὶ παρὰ φύσιν ᾖ διακείμενα, ἀλλ’ ἐνδέχεταί ποτε διΐστασθαι μὲν ἐπὶ πλεῖστον τὸν θώρακα, βραχὺ δ’ εἰσπνεῖσθαι τὸν ἔξωθεν ἀέρα. πολλαὶ γάρ εἰσιν διαθέσεις, εἴ τι μεμνήμεθα τῶν προειρημένων, ὑφ’ ὧν ὁ πνεύμων στενοχωρούμενος ἀδυνατεῖ τὸν ἱκανὸν ἀέρα δέξασθαι· οὔκουν ἀνάλογον πάντων τῶν ἀναπνευστικῶν ὀργάνων ταῖς διαθέσεσιν, ἀλλὰ μόνον τῶν τραχειῶν ἀρτηριῶν αἱ εἰσπνοαὶ γίγνονται. ἀλλὰ τούτων οὐδὲ μιᾷ τῶν αἰσθήσεων οἷόν τε διαγνῶναι τὴν διαστολήν· οὐκ οὖν οὐδὲ προσέχειν χρὴ τὸν νοῦν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὁπόταν τὸ ποσὸν τῆς εἰσπνοῆς διαγνῶναι βουλώμεθα. ἀρκεῖ γὰρ μόνον αὐτὸν ἐπισκοπεῖσθαι τὸν ἀέρα, πόσος μὲν εἰσπνέεται, πόσος δ’ αὖ ἐκπνέεται. οὐδὲ γὰρ τοῖς τῆς γαστρὸς ὄγκοις τεκμαιρόμεθά τι περὶ πλήθους ἐδεσμάτων, ἀλλ’ ἀρκεῖ κᾀνταῦθα τὸ ποσὸν μόνον ἐπισκοπεῖσθαι τῶν ἐσθιομένων. ἐπεὶ δ’ ἐν ταῖς ἐκπνοαῖς ποτὲ μὲν ἀργοῦσι παντελῶς οἱ μύες, ἐπιτρέποντες τῷ θώρακι καταπίπτοντι τὴν οἰκείαν ἀπολαμβάνειν κατάστασιν, ποτὲ δ’ ἐνεργοῦντες ἐπὶ πλέον αὐτὸν συστέλλουσιν, ἀπεδείχθη γὰρ ἡμῖν πολλάκις περὶ τούτων, αἱ μὲν χωρὶς τῆς τούτων συντονίας συστολαὶ τοῦ θώρακος οὐκ ἄν ποτε μεγάλην ἐκπνοὴν ἐργάσαιντο, αἱ δὲ μετὰ ταύτης, αἵπερ δὴ καὶ ἐκφυσήσεις εἰσὶ, ὡς καὶ τοῦτ’ ἐδείχθη, δημιουργοὶ τοῦ μεγέθους εἰσίν. ἀλλ’ οὐδ’ ἐπὶ τούτων γυμνοῦντας τὸν ἄνθρωπον ὁρᾷν ἀξιῶ τὴν τάσιν τῶν μυῶν, ἀλλ’ ἀρκεῖ τὸ μετ’ ἐκφυσήσεως εἶδος τῆς ἐκπνοῆς γνώρισμα τίθεσθαι μέγιστον. ἐπειγούσης γοῦν τῆς χρείας ἀθρόον ἐκπνεῖν ἀναγκαζόμεθα, ὥσπερ καὶ ὅταν ἡ τῆς εἰσπνοῆς ἐπείγῃ χρεία, πολὺν καὶ ἀθρόον ἕλκομεν τὸν ἔξωθεν ἀέρα.

Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διήλθομεν, τὰ κεφάλαια τῶν ἀπ’ ἀρχῆς εἰρημένων ἀναλαβόντες, ἐπὶ τὰ λείποντα τραπώμεθα. κεφάλαια δ’ ἦν, ὡς οἶμαι, ταῦτα, τὰς ἁπλᾶς δυσπνοίας ἐξευρόντας συνάψαι τοῖς συνεκτικοῖς αἰτίοις τῆς ἀναπνοῆς, καὶ δεῖξαι ἑκάστης αὐτῶν τὴν ποιοῦσαν αἰτίαν, αὖθις δὲ καθ’ ἑκάστην τῶν αἰτιῶν τὴν ἀκολουθοῦσαν δύσπνοιαν, ἐν ᾧ δὴ καὶ συνθέτων ἠναγκάσθημεν μνημονεῦσαι δυσπνοιῶν. ἀλλὰ πῇ μὲν ὁμολογεῖ τὰ κατὰ τοὺς σφυγμοὺς ταῖς ἀναπνοαῖς, πῇ δὲ καὶ διαφέρεται, καὶ τοῦτ’ ἦν οὐ μικρὸν ὧν διήλθομεν κεφάλαιον.

Ἐπεὶ δ’ ἅπαντα ταῦτα πεπέρανται, τὰς συνθέτους ἑξῆς σκοπώμεθα δυσπνοίας, αὗται γὰρ ἔτι λείπουσιν εἴς γε τὸ πρότερον ὧν προὐθέμεθα ὑπομνημάτων. εὑρημένων δὲ τῶν ἁπλῶν, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ταύτας εὑρεῖν, ἐξ ἐκείνων συντεθείσας. μεγάλης γάρ τινος οὔσης εἰσπνοῆς, ὡσαύτως δὲ καὶ ταχείας, καὶ τῶν ἐναντίων αὐταῖς μικρᾶς καὶ βραδείας, ἀνάγκη τέτταρας γίγνεσθαι τὰς ἁπάσας δυσπνοίας συνθέτους περὶ τὴν εἰσπνοὴν, τήν τε μεγάλην ἅμα καὶ βραδεῖαν, καὶ μεγάλην καὶ ταχεῖαν, καὶ μικρὰν καὶ ταχεῖαν, καὶ τετάρτην μικρὰν καὶ βραδεῖαν. οὕτω δὲ καὶ κατὰ τὴν ἐκπνοὴν τὰς αὐτὰς τέτταρας συζυγίας ἀναγκαῖον ὑπάρχειν, διττὰς μὲν τὰς μεγάλας, διττὰς δὲ τὰς μικρὰς, τάχει καὶ βραδυτῆτι διαιρουμένας. ἐν μέντοι ταῖς ἠρεμίαις οὐκ ἐνδέχεται σύνθετον ἰδέαν γενέσθαι δυσπνοίας. οὐδὲ γὰρ δύο ἀντιθέσεις αὐταῖς ὑπῆρχον, ὥσπερ ταῖς κινήσεσιν, ἀλλὰ μία μόνη, κατὰ πυκνότητα καὶ ἀραιότητα συνισταμένη.

Καὶ μὲν δὴ καὶ αὐτῶν τῶν κινήσεων ἀλλήλαις παραβαλλομένων, τῆς εἰσπνοῆς λέγω πρὸς τὴν ἐκπνοὴν, ὥσπερ ἐν τοῖς σφυγμοῖς τῆς διαστολῆς πρὸς τὴν συστολὴν, ἰδέαι τινὲς ἔσονται ῥυθμῶν τῆς ὅλης ἀναπνοῆς. ἐνδέχεται γὰρ εἰσπνοὴν μὲν γενέσθαι μεγάλην, ἐκπνοὴν δὲ μικράν· ἢ ἔμπαλιν εἰσπνοὴν μὲν μικρὰν, ἐκπνοὴν δὲ μεγάλην· ἢ ἀμφοτέρας σμικρὰς, ἢ ἀμφοτέρας μεγάλας. οὕτω δὲ καὶ ταχείας, ἢ βραδείας ἀμφοτέρας, ἢ τὴν μὲν ταχεῖαν, τὴν δὲ βραδεῖαν.

Καὶ μὲν δὴ καὶ ἀνώμαλός τίς ἐστιν ἀναπνοὴ, καθάπερ καὶ σφυγμὸς, ἥ τ’ ἐν ἀθροίσματι τῶν κινήσεων καὶ κατὰ μίαν κίνησιν· ὡσαύτως δὲ καὶ τεταγμένη καὶ ἄτακτος ἀναπνοὴ γίγνοιτ’ ἂν, ὥσπερ καὶ σφυγμὸς, ὅσαι τε διαφοραὶ τῶν ἀνωμάλων σφυγμῶν τῶν τε κατὰ μίαν κίνησιν καὶ τῶν ἐν πλείοσι συνισταμένων, τοσαῦται καὶ τῶν ἀναπνοῶν.  ἀλλ’ ὅπερ ἔφην ἐν ἀρχῇ εὐθὺς τοῦ λόγου, παντάπασιν ὀλιγώρως ὑπὲρ ἀναπνοῆς ἐπραγματεύσαντο πάντες, καὶ τὴν αἰτίαν τῆς περὶ ταύτην ῥᾳθυμίας αὐτῶν εἴποιμι ἂν ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ δὲ τὸ προκείμενον ἡμῖν περαντέον, ἀπὸ τῆς κατὰ μίαν κίνησιν ἀνωμαλίας ἀρξαμένοις, ὅτι καὶ κατὰ φύσιν δόξειεν ἂν ἥδε μεταξὺ τετάχθαι τῶν ἀκριβῶς ἁπλῶν καὶ τῶν ὁμολογουμένως συνθέτων. ἠμφισβήτει γοῦν ποτέ τις ὑπὲρ αὐτῆς πρὸς ἡμᾶς, ὡς οὐ σύνθετος, οὐκ ἂν ἄλλως τοῦτο παθὼν, εἰ μὴ πλησίον ἦν τῶν ἀπλῶν. ἀλλ’ ὅτι μὲν σύνθετός ἐστιν ἐνθένδε δῆλον, εἴ τις ἀρχόμενος μὲν εἰσπνεῖν ταχέως ἐπισπᾶται τὸν ἀέρα, τελευτῶν δὲ βραδέως, ἢ ἔμπαλιν ἐκ βραδείας τῆς ἀρχῆς εἰς ταχὺ μεθίσταται τὸ τέλος, οὐκ ἂν οὔτε ταχεῖαν οὔτε βραδεῖαν ἁπλῶς ταύτην φαίημεν εἶναι τὴν εἰσπνοὴν, ἀλλὰ σύνθετον δηλονότι, τὸ μέν τι μόριον ἑαυτῆς ἔχουσαν ὠκὺ, τὸ δέ τι βραδύ. κατὰ ταὐτὸν δὲ καὶ τὴν ἐκπνοὴν, εἰ παντοίως ἀλλοιοῦται, μεταπιπτούσης τῆς κινήσεως ἢ ἐκ βραδυτῆτος εἰς τάχος, ἢ ἔμπαλιν ἐκ τάχους εἰς βραδυτῆτα, συγκεῖσθαι φήσομεν ἐξ ἐναντίως ἐχόντων πρὸς ἄλληλα τῶν μορίων, καὶ διὰ τοῦτο μηδ’ ἁπλῆν ἀλλὰ σύνθετον ὑπάρχειν. ὡσαύτως δὲ καὶ ὅταν ἡσυχία τις σχίζῃ τε καὶ διακόπτῃ τὴν ἑτέραν τῶν κινήσεων, ἤτοι τὴν εἰσπνοὴν ἢ τὴν ἐκπνοὴν, σύνθετον καὶ τότε φήσομεν εἶναι τὴν διῃρημένην, ἥ τις ἂν εἴη. ὦπται δέ ποτε σπανίως οὐ θάτερον μόνον, ἀλλ’ ἀμφότερα τὰ μόρια τῆς ὅλης ἀναπνοῆς κατὰ τὸν αὐτὸν ἄνθρωπον οὕτως ἔχοντα, καὶ γίγνεσθαι μάλιστα τὸ τοιοῦτον, ὅταν ὑγρῶν πλῆθος ἠθροισμένον ἐν ταῖς τραχείαις ἀρτηρίαις ἀποπνίγῃ τὸν ἄνθρωπον, ἐκ πλευρίτιδος ὀλεθρίας ἢ περιπνευμονίας μὴ ἐκκαθαρθείσης ἢ ἐμπυήματος αὐτόθι συστάντος, ὥστε κατὰ τοῦτο τὰς ἀναπνοὰς ὁμολογεῖν τοῖς σφυγμοῖς. ἐδείκνυτο γὰρ οὖν καὶ ἐπ’ ἐκείνων ἐμφράξεσιν ὀργάνων καὶ θλίψεσι καὶ ὅλως στενοχωρίαις ἡ ἀνωμαλία γιγνομένη. καὶ τοίνυν ὅσα περὶ τῶν ἄλλων ἀρτηριῶν τῶν καθ’ ὅλον τὸ ζῶον ἐν τῷ δευτέρῳ περὶ τῶν ἐν σφυγμοῖς αἰτίων εἴρηται μαθών τις εὐπορώτερος ἂν εἴη περὶ τῶν ἐν πνεύμονι τραχειῶν καλουμένων λέγειν τὰ παραπλήσια. τὰς μὲν γὰρ, ἵν’ ἀνώμαλος ὁ σφυγμὸς γίνηται, στενοχωρεῖσθαι χρὴ, τὰς τραχείας δὲ ἀρτηρίας, ἵν’ ἡ ἀναπνοή. ἐῤῥέθη δ’ ἐν ἐκείνοις, ὅτι καὶ δι’ ἀῤῥωστίαν δυνάμεως ἀνωμαλότης σφυγμῶν γένοιτ’ ἂν, ὅταν ἀδυνατῇ τελέως διαστέλλειν εἰς ἅπαξ τὰς ἀρτηρίας. ἵστανται γὰρ ἐν τῷ μεταξὺ καὶ διαναπαύονται, καθάπερ οἱ πρεσβῦται κατὰ τὰς ὁδοιπορίας. γένοιτο δ’ ἄν ποτε καὶ κατὰ τὴν ἀναπνοὴν ἀνωμαλία τις, ἥ τε κατὰ μίαν μόνην ἐνέργειαν καὶ ἡ συστηματικὴ καλουμένη δι’ ἀσθένειάν τινα τῆς δημιουργούσης αὐτὴν δυνάμεως.

Οὔσης δὲ ταύτης μὲν ψυχικῆς, ζωτικῆς δὲ τοὺς σφυγμοὺς ἐργαζομένης, γένοιτ’ ἄν τις ἐπὶ τὰς προγνώσεις ἐξ αὐτῶν διαφορὰ, τῶν μὲν σφυγμῶν ἀνάλογον ἀεὶ τῇ καθ’ ἑαυτοὺς βλάβῃ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν ἐνδεικνυμένων, τῶν δ’ ἀναπνοῶν οὐκέθ’ ὡσαύτως, εἰ μὴ προσδιορίσοιτό τις τοῦ κάμνοντος τὴν προαίρεσιν. εἰ γὰρ ἐκ κοσμίου καὶ τὴν ἀπόκρισιν τὴν θρασεῖαν κακὸν εἶναί φησιν ὁ Ἱπποκράτης, οὐ μέντοι ἐπὶ τῶν θρασέων φύσει μὴ ὅτι τὴν τοιαύτην ἀπόκρισιν, ἀλλὰ μηδ’ αὐτὴν τὴν παραφροσύνην μέγα τι δηλοῦν νόμιζε. οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀναπνοῆς. οἱ μὲν γὰρ ἀταλαίπωροι καὶ μαλακοὶ καθ’ ἅπαν ἔργον ἀνωμάλως ἀναπνέουσι, κᾂν μηδὲν αὐτοὺς μέγα βιάζοιτο· ὅσοι δὲ φιλόπονοι καὶ γενναῖοι τὴν γνώμην, οὐκ ἄν ποτε, πρὶν εἰς ἐσχάτην ἀῤῥωστίαν ἀφικέσθαι τὴν δύναμιν, ἀνωμάλως ἀναπνεύσειαν. ἐπὶ δὲ τῆς κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίας ἡ αὐτὴ πρόγνωσις τῆς διαθέσεως ἔν τε τοῖς βελτίοσι τὴν γνώμην καὶ τοῖς χείροσι. καθόλου γὰρ εἰπεῖν, ὅλως ὅπου μηδὲν συντελεῖ πρὸς τὴν ἐνέργειαν ἡ προαίρεσις, ἐνταῦθα τὸ δηλούμενον ἴσον ἅπασιν· ἐν οἷς δ’ ἤτοι τὸ πᾶν ἢ τὸ πλεῖστον, ἐπὶ τούτοις προσεπισκοπεῖσθαι χρὴ τὸ ἦθος τοῦ κάμνοντος. ὥσπερ δὲ τῶν δημιουργουσῶν τὰς ἐνεργείας δυνάμεων διαφορὰ κατά τε τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς διαφόρους ἐργάζεται τὰς προγνώσεις, οὕτω καὶ παρ’ αὐτὴν τὴν τῶν ὀργάνων φύσιν ἔσται τις ἐνδείξεως ἑτερότης. οἱ μὲν γὰρ σφυγμοὶ διὰ τῶν λείων ἀρτηριῶν, ἀναπνοαὶ δὲ οὐ διὰ μόνων γίγνονται τῶν τραχειῶν ἀρτηριῶν, ἀλλ’ οὐχ ἧττον αὐτῶν, εἰ μὴ ἄρα καὶ μᾶλλον διὰ τοῦ μυώδους γένους. τοῦτο γάρ ἐστιν ὃ πρῶτον ἡ ψυχικὴ κινεῖ δύναμις εἰς γένεσιν ἀναπνοῆς· ὑπὸ δὲ τοῦδε ὁ θώραξ ὅλως κινηθεὶς αὐτὸς πάλιν τὸν πνεύμονα συγκινεῖ καθ’ ὃν ἐν τοῖς περὶ αὐτῶν ἐδείξαμεν λογισμοῖς τρόπον. τοῦ πνεύμονος δ’ εἰσὶ μέρος αἱ τραχεῖαι ἀρτηρίαι, εἰς ἃς πρώτας ὁ ἀναπνεόμενος ἀὴρ ἔρχεται. ὥσπερ οὖν τὰ τούτων παθήματα τὴν ἀναπνοὴν ὅλην ἀνώμαλον ἐργάζεται πολλάκις, οὕτω καὶ τὰ τῶν μυῶν, αἱ μὲν ὅτι χῶραι τοῦ πνεύματός εἰσιν, οἱ μύες δ’ ὅτι τὸ πρῶτον ὄργανον τῆς κινήσεως. ἀλλ’ οὐ ταὐτὸ πάθος ἐν ἑκατέρῳ τῷ γένει τῶν ὀργάνων ἀνώμαλον ἐργάζεται τὴν ἀναπνοὴν, ὅτι μηδὲ τὰ τῆς χρείας αὐτῶν ὅμοια. εἴπερ οὖν ἕκαστον τῶν ὀργάνων εἰς ἅπερ ὑγιαῖνον ὠφελεῖ τὴν ἐνέργειαν, εἰς ταῦτα καὶ νοσῆσαν βλάπτει, τῶν μὲν τραχειῶν ἀρτηριῶν ἡ βλάβη στενοχωρία τίς ἐστι, τῶν δὲ μυῶν πλημμελὴς καὶ ἄτακτος κίνησις· τῶν μὲν γὰρ ὡς χωρίων τοῦ πνεύματος, τῶν δ’ ὡς ὀργάνων κινήσεως ἡ βλάβη. τῆς μὲν οὖν ἐν ταῖς τραχείαις στενοχωρίας τοὺς παρὰ φύσιν ὄγκους ᾐτιασάμην, τῶν δ’ ἐν τοῖς μυσὶ  πλημμελῶν κινήσεων τὰς προφάσεις νῦν ἐροῦμεν. ἔστιν οὖν ἴδια παθήματα μυῶν σπασμοὶ καὶ παλμοὶ καὶ τρόμοι, ὡς δι’ ἑτέρων ἀποδέδεικται· ἀλλὰ καὶ ὅτι πλημμελεῖς κινήσεις εἰσὶν, οὐ δεῖται λόγου. εἴπερ δ’ ἄμφω ταῦθ’ ὑπάρχοι τοῖς παθήμασιν, ὥστε καὶ πλημμελέσι κινήσεσιν εἶναι καὶ μυῶν, αὐτὰ δὲ ταῦτ’ εἴη τὰ ζητούμενα, ἤδη πέρας ἂν ἡμῖν ἔχοι καὶ ὅδε ὁ λόγος· ἔσται γάρ ποτ’ ἀνώμαλος ἡ ἀναπνοὴ καὶ διά τι τούτων. ὡς γὰρ καὶ ἡ βάδισις ἀνώμαλος γίνεται τῶν ἐν τοῖς σκέλεσι μυῶν ἤτοι τρεμόντων ἢ παλλομένων ἢ σπωμένων, οὕτω καὶ ἀναπνοὴ γίνοιτ’ ἄν ποτε ἀνώμαλος διὰ τοὺς κινοῦντας τὸν θώρακα μῦς, ὡς εἴρηται, βεβλαμμένους. ὥστε καὶ πασῶν τῶν ἀνωμαλιῶν, τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν κατὰ πολλὰς ἑξῆς συνισταμένων, ἤτοι στενοχωρία τῶν τραχειῶν ἀρτηριῶν, ἢ τῶν τοῦ θώρακος μυῶν πλημμελὴς κίνησις, ἢ ἀῤῥωστία τῆς δημιουργούσης αὐτὴν δυνάμεως αἴτιον γενήσεται.

Γέγραπται δ’, ὡς ἔφην, ἐπὶ πλείστου ὑπὲρ ἁπασῶν ἀνωμαλιῶν ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων, καὶ διὰ τοῦτο μὲν ὅσα κοινὰ πρὸς ἐκεῖνον τὸν λόγον, ἅπαντα παραλείπομεν, ὑπομιμνήσκοντες αὐτῶν μόνον· ὅσα δὲ ἴδια τῆς ἀναπνοῆς, ἐπέξιμεν ἐν τῷδε τῷ γράμματι. τὰ μὲν οὖν τῆς χρείας, ὡς καὶ πρόσθεν εἴρηται, κοινὰ, καὶ τὰ τῶν ἀρτηριῶν δὲ τῶν τραχειῶν ταῖς λείαις ἀνάλογον· ἴδιον δὲ ἐξαίρετον ταῖς ἀναπνοαῖς παρὰ τοὺς σφυγμοὺς τὸ τῶν μυῶν ὑπάρχει γένος. αἱ δημιουργοὶ δ’ αὐτῶν δυνάμεις ἔστι μὲν ᾗ ἀναλόγως, ἔστι δὲ ᾗ καὶ οὐχ οὕτως ἔχουσιν. ᾗ μὲν γὰρ αἰτίαι δραστικαί εἰσι, ταύτῃ μὲν ἀνάλογον ἔχουσιν, δὲ τῆς ἀναπνευστικῆς δυνάμεως ἡ προαίρεσις ἐπιτροπεύει, τῆς ζωτικῆς δὲ οὐδεὶς ἀνώτερος κύριος, ἀλλ’ ἐλευθέρα τελείως ἐστὶν, ταύτῃ διαφέρουσιν. καὶ τοίνυν περιττόν τι εἰς ἀνωμαλίας γένεσιν ἕξει ἡ ἀναπνοὴ πρὸς τοὺς σφυγμοὺς, ὃ μηδὲ τοῦτο παραλείπωμεν. ἔστι δὲ διττὸν, τὸ μὲν ἀπ’ αὐτῆς τῆς ψυχικῆς δυνάμεως μόνης ὁρμώμενον, τὸ δ’ ἀπὸ τῆς πρὸς τὰς ὀδύνας συμπλοκῆς· ὀλίγον μὲν καὶ δυσγνώριστον τὸ ἀπὸ τῆς δυνάμεως μόνον, πλεῖον δὲ καὶ σαφέστερον καὶ ποικιλώτερον τὸ διὰ τὰς ὀδύνας. ἐν γὰρ ταῖς παραφροσύναις ἐπικρατεῖ μὲν ἡ ἀραιότης καὶ τὸ μέγεθος, ἐμφαίνεται δέ τις ἀνωμαλία καὶ ἀταξία κατά τε πλείους ἀναπνοὰς καὶ κατὰ μίαν ἐνίοτε μόνην, ὡς ἂν, οἶμαι, καὶ τῶν φαντασμάτων ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον ἐξιστάντων τοῦ κατὰ φύσιν τὸν λογισμόν. ἐν γὰρ ταῖς τοιαύταις φαντασίαις εὔλογον καὶ τὴν ἀναπνοὴν μεταβάλλεσθαί τι καὶ ποικίλλεσθαι πρὸς τὴν τῆς ἀνωμαλίας τε καὶ ἀταξίας γένεσιν καὶ παρὰ τὸ τῆς χρείας ποσόν. ἕως μὲν γὰρ ὀλίγον αὐτῆς ἑκάστη τῶν ἐνεργειῶν ἀπολείπεται, μικρὰ τοῦ κατὰ φύσιν ἡ ἐναλλαγή· ἐπειδὰν δὲ τοῦ κατὰ φύσιν ἔλλειμμά τι ἱκανῶς πολὺ γένηται, τότ’ ἀναγκαῖον ἤδη τῶν μὲν ἡσυχιῶν τὸ ποσὸν, τῶν δὲ κινήσεων οὐ τὸ ποσὸν μόνον, ἀλλ’ ἤδη καὶ τὸ ποιὸν ἀλλοιοῦσθαι, κᾀν τούτῳ τὴν ὅλην ἀναπνοὴν ἀνώμαλόν τε καὶ ἄτακτον γενέσθαι. ταυτὸν δὲ τοῦτο καὶ ταῖς ὀδύναις συμπίπτειν ἀναγκαῖον. οὐδὲ γὰρ οὐδ’ ἐπ’ ἐκείνων ἡ χρεία πληροῦται καθ’ ἑκάστην ἐνέργειαν· οὔτε γὰρ ταχέως οὔτε πυκνῶς οὔτ’ ἐπὶ πλεῖστον δύναται διαστέλλειν τὸν θώρακα· πάντα γὰρ ταῦτ’ αὐτοῖς ἀνιαρὰ, μάλιστα μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, ἤδη δὲ καὶ πυκνότης· ἀλυπότερον γὰρ τοῖς ἀλγοῦσι τὸ διὰ πλείονος χρόνου κινεῖσθαι τοῦ δι’ ἐλάττονος. διὰ τοῦτ’ οὖν τοῦ μὲν μεγέθους ἀφαιροῦσι πάμπολλα, τάχους δ’ ἐλάχιστα, πυκνότητος δὲ ἀφαιροῦσι μὲν οὐδὲν, ἀλλὰ τὶ καὶ προστιθέασι, τὴν ἐκ τῶν κατὰ φύσιν τῆς σμικρότητος ἔνδειαν ἐπανορθούμενοι. οὐ μέντοι γε τοσοῦτόν ἐστι τὸ προστιθέμενον, ὡς ἀναπληρῶσαι τὸ λεῖπον ἅπαν. ὅσον οὖν ἀπλήρωτον τῆς χρείας ἀπολείπεται, τοῦτ’ ἐν πολλαῖς ἑξῆς ἐνεργείαις ἀθροιζόμενον, ὅταν ἐγγὺς ἤδη τοῦ πνίγεσθαι τὸ ζῶον ἀφίκηται, τότε καὶ τὴν προαίρεσιν ἀναγκάζει, μέχρι γοῦν χρόνου τινὸς, μείζονά τε ποιήσασθαι τὴν ἀναπνοὴν καὶ θάττονα πολὺ καὶ τῆς ἔμπροσθεν πυκνοτέραν. ἀλλ’ ἐν ταῖς ταύτης ἐνεργείαις, τῆς μὲν χρείας πληρουμένης, ἀποκναιομένου δὲ τοῖς ἀλγήμασι τοῦ ζώου, πάλιν ἡ προαίρεσις ἀφαιρεῖ καὶ τοῦ μεγέθους καὶ τοῦ τάχους καὶ τῆς πυκνότητος, ἄλλοτε ἄλλου πλέον, ὡς ἂν ἀπορουμένη τε καὶ μήτε στῆσαι τὴν ἐνέργειαν δυναμένη, φόβῳ πνίξεως, μήθ’ εὑρίσκουσά τινα τῆς ὀδύνης ἴασιν. ἄλλοτε γοῦν ἐπ’ ἄλλο μετέρχεται, τὸ μὲν, ὡς τὴν χρείαν πληρῶσον, τὸ δ’ ὡς τὴν ὀδύνην παραμυθησόμενον. ἁπάντων δὲ, τῶν μὲν τὴν χρείαν πληρούντων παροξυνόντων τὰς ὀδύνας, τῶν δὲ ταύτας παρηγορούντων αὐξανόντων τὴν χρείαν, οὐδενὸς δ’ ἀμφοτέρων ἰάματος εὑρισκομένου κοινοῦ, πολυειδῶς ἐπὶ πάντα μετέρχεται δι’ ἀπορίαν, ἀεὶ δυσαρεστουμένη τῷ παρόντι. κᾀνθένδε τό τ’ ἀνώμαλον ἑκάστῳ τε καταμόνας καὶ ἁπάσαις ἑξῆς ταῖς ἀναπνοαῖς, καὶ τὸ πολυειδῶς ἄτακτον ὑπάρχει. ἐν γὰρ τῇ τῆς ἰσότητος διαφθορᾷ τῶν τε ἀνωμαλιῶν ἁπασῶν καὶ τῶν ἀταξιῶν ἡ γένεσις. ἐδείχθη γὰρ καὶ τοῦτο ἐν τοῖς περὶ διαφορᾶς σφυγμῶν, ὡς ἡ μὲν ἐφεξῆς ἰσότης ὁμαλότης ἐστὶν, ἡ δὲ κατὰ περιόδους τάξις· καὶ ὡς τῆς μὲν ἐφεξῆς ἰσότητος διαφθειρομένης, ἡ ἀνωμαλία, τῆς δὲ κατὰ περιόδους, ἡ ἀταξία γίγνεται. ἀλλ’ ὅμως πολλῆς μὲν ἀνωμαλίας, πολλῆς δὲ ἀταξίας ταῖς τοιαύταις διαθέσεσι  συμπιπτούσης, ἐπικρατεῖ τὸ κατὰ μικρότητα καὶ πυκνότητα γένος τῆς δυσπνοίας. εἰ γὰρ καὶ μέγα ποτ’ ἀπαπνεύσειαν εἰς ἅπαξ, οἷον ἀποπειρώμενοι τῆς τοιαύτης ἀναπνοῆς, ἀφίστανται παραχρῆμα διὰ τὴν ὀδύνην, καὶ χρόνῳ γε παμπόλλῳ μικρὸν πάνυ ἀναπνέουσιν, ἄχρι περ ἂν ὑπὸ τῆς χρείας ἐπειγούσης ἀναγκασθέντες ἐφ’ ἑτέραν αὖθις πεῖραν τράπωνται μεγάλης ἀναπνοῆς. τὸ συνεχὲς οὖν τῆς ἀνωμαλίας καὶ ἀτάκτου μεταβολῆς αὐτοῖς ἐν τάχει καὶ βραδυτῆτι καὶ ταῖς τῆς πυκνότητος ἐξαλλαγαῖς μάλιστα συνίσταται, μηδέποτε μὲν ἁπλῶς ἀραιᾶς γιγνομένης τῆς ἀναπνοῆς διὰ τὴν τῆς χρείας ἔπειξιν, ἧττον μέντοι καὶ μᾶλλον πυκνῆς, κᾀν τούτῳ τὴν ἀνωμαλίαν κτωμένης. ὥστ’ ἔστι πυκνὸν μὲν ἀεὶ τοῖς οὕτω διακειμένοις τὸ πνεῦμα, μέγα δὲ σπανίως, βραδὺ δ’ οὐδὲν μᾶλλον ἢ ταχὺ, διὰ τὴν εἰς ἑκάτερον αὐτῶν ὀξύῤῥοπον μετάπτωσιν. ὀρθῶς οὖν ἔμπροσθεν ἐῤῥέθη πᾶσι τοῖς ὀργάνοις ὀδυνωμένοις, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοὰς, μικρὸν καὶ πυκνὸν ἕπεσθαι τὸ πνεῦμα· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν ταῖς παραφροσύναις μέγα τε γίγνεσθαι καὶ ἀραιὸν, εἰ καὶ ὅτι μάλιστα καὶ ταύταις ἀνωμαλία τις ἕπεται. πλεονεκτεῖ γὰρ ἐν αὐταῖς ἥ τε ἀραιότης καὶ τὸ μέγεθος· μᾶλλον μὲν γὰρ καὶ ἧττον ἀραιὸν καὶ μᾶλλον καὶ ἧττον μέγα τοῖς παραφρονοῦσι γίγνεται τὸ πνεῦμα, μικρὸν δὲ καὶ πυκνὸν οὐδέποτε. τοσαῦτα ἀρκεῖν μοι δοκεῖ περὶ τῶν ἀνωμαλιῶν εἰδέναι τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν ἐν πλείοσι συνισταμένων. καὶ γὰρ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα τῇ κοινωνίᾳ τοῦ λόγου. καὶ μέντοι σαφῶς μὲν αὗται σύνθετοι, παμπόλλων ἐνεργειῶν εἰς γένεσίν τε καὶ διάγνωσιν δεόμεναι· αἱ δὲ κατὰ μίαν, ὡς καὶ πρόσθεν εἴρηται, τάχ’ ἄν τῳ δόξειαν ὑπάρχειν ἁπλαῖ. οὐ μόνον δὲ περὶ τῶν συστηματικῶν ἀνωμαλιῶν, ἀλλὰ καὶ περὶ τῶν ἀταξιῶν ἐν ταὐτῷ διήλθομεν. ἐν εἴδει γάρ τινι τῶν ἀνωμαλιῶν εἰσιν, ὡς κᾀν τοῖς περὶ σφυγμῶν ἐδείχθη.

Ἐπὶ τὰς ἐπιλοίπους οὖν αὖθις ἐπανέλθωμεν δυσπνοίας συνθέτους, καὶ πρώτας γε αὐτῶν προχειρισώμεθα τὰς κατὰ μίαν ἐνέργειαν ἡντιναοῦν συνισταμένας. ἡ μὲν δὴ μεγάλη τε καὶ ἅμα ταχεῖα εἰσπνοὴ τῆς μὲν χρείας ἐπειγούσης γίνεται, τῶν δ’ ὀργάνων εὐπειθῶν ὑπαρχόντων, τῆς δυνάμεως δὲ ἤτοι τὴν ἰδίαν εὐρωστίαν εὐρωστούσης, ἢ μικρὸν μεταβεβλημένης. ἀποδείξεως δὲ οὐ δεῖ τῷ λόγῳ πρὸς τοὺς μεμνημένους τῶν ἔμπροσθεν. ἡ δ’ αὖ μεγάλη μὲν, βραδεῖα δὲ μόνοις τοῖς παραπαίουσι γίνεται, καὶ τούτοις οὐκ ἀεί. καὶ πρόδηλος τῆς αἰτίας ὁ λογισμὸς κᾀνταῦθα ἐκ τῶν προειρημένων, ὥσπερ καὶ ὅταν μικρὸν εἰσπνέωσι καὶ βραδέως, οἷς ἱκανῶς ἔψυκται τὸ ἔμφυτον θερμόν. ἡ δὲ λοιπὴ καὶ τετάρτη συζυγία μικρότης ἦν ἅμα τῷ τάχει καὶ γίγνεται διὰ παντὸς μὲν ἐπ’ οὐδεμιᾷ διαθέσει ἁπλῇ, καθάπερ οὐδὲ ἡ μεγάλη τε ἅμα καὶ βραδεῖα, ἣν ἔσθ’ ὅτε τοῖς παραπαίουσι συμπίπτειν ἔφαμεν· ἕπεται μέντοι κᾂν εἰ μὴ διηνεκῶς, ἀλλ’ ὡς τὸ πολύ γε, συνελθόντων εἰς ταὐτὸν ἀλγήματός τε καὶ χρείας αὐξήσεως. μικρὸν μὲν γὰρ ἐν τοῖς ἀλγήμασιν ἐξ ἀνάγκης ἀναπνέουσιν, ἀπληρώτου δὲ τῆς χρείας μενούσης, διά τε τὴν αὐτὴν ταύτην μικρότητα καὶ ὅτι πλεονεκτεῖν ὑπέκειτο καθ’ ἑαυτὴν, οὐκ ἀρκεῖ πυκνωθῆναι μόνον τὰς ἐνεργείας, ἀλλ’ ἀναγκάζονται πολλάκις ἐσπασμένως εἰσπνεῖν. ἀνάλογον δὲ τοῖς εἰρημένοις κᾀπὶ τῶν κατὰ τὰς ἐκπνοὰς συζυγιῶν τὰς διαθέσεις ἐξευρίσκειν χρή. καὶ γὰρ οὖν κᾀπὶ τούτων ἤτοι τὴν δύναμιν, ἢ τῶν ὀργάνων τι πεπονθὸς εὑρήσομεν, ἢ τῆς θερμασίας τὸ μέτρον ὑπηλλαγμένον. ἃ γὰρ οἷον αἰθαλώδη τε καὶ λιγνυώδη καὶ καπνώδη περιττώματα καλοῦμεν ἐν τῷ τῆς θερμασίας γένει, γεώδη εἰσὶ ταῦτα πάντα καὶ οἷον ἡμίπεπτα τῷ συμφύτῳ θερμῷ, καθάπερ καπνὸς τῷ πυρί. φαίνεται γὰρ ἐναργῶς ἐπὶ τούτου δριμέα πάντα καὶ θερμὰ τὰ καπνώδη τῆς ὕλης περιττώματα, ἐνδεικνύμενα δεδέχθαι μὲν εἰς ἑαυτὰ τὴν τοῦ πυρὸς δύναμιν, οὐ μὴν πάντα γε ὑπ’ αὐτοῦ κεκρατῆσθαι· φλὸξ γὰρ ἂν οὕτως ἐγεγόνει καὶ οὐκέτι καπνός. ὥστε εἴ τις θερμασίας καπνώδους ἐν τοῖς σώμασι τῶν ζώων πλεονεκτούσης, τὴν ἐκπνοὴν λέγοι μεγάλην τε ἅμα γίνεσθαι καὶ ταχεῖαν, οὐκ ἂν ἁμάρτοι· δῆλον δ’ ὅτι καὶ τὴν δύναμιν ἐῤῥῶσθαι χρὴ τηνικαῦτα, καὶ τῶν ὀργάνων μηδὲν πεπονθέναι· κατὰ ταὐτὰ δὲ καὶ τὴν μεγάλην τε ἅμα καὶ βραδεῖαν ἐνίοις τῶν παραφρονούντων, ὥσπερ εἶχε κᾀπὶ τῆς εἰσπνοῆς· οὕτω δὲ καὶ τὴν μικρὰν ἅμα καὶ βραδεῖαν, οἷς μηδὲν συνήθροιστο καπνῶδες περίττωμα, καὶ τὴν μικρὰν καὶ ταχεῖαν, οἷς ἤθροιστο, καὶ ὀδυνᾶται τῶν μορίων ὅσα δηλονότι κινεῖται κατὰ τὰς ἀναπνοάς. ἀεὶ γὰρ χρὴ τούτων μεμνῆσθαι, κᾂν τῇ λέξει ποτὲ παραλειφθῇ.

Αὗται μὲν οὖν αἱ τέτταρες συζυγίαι τῶν δυσπνοιῶν καθ’ ἑκάτερον ἰδίᾳ τῆς ὅλης ἀναπνοῆς μόριον συνίστανται· ἕτεραι δὲ κατὰ τὸν οἷον ῥυθμὸν αὐτῆς, οὐ καθ’ ἑκάτερον, ὅταν δὲ παραβάλλωμεν εἰσπνοὴν ἐκπνοῇ, καθάπερ ἐν τοῖς σφυγμοῖς διαστολὴν συστολῇ, ῥυθμὸν τὸ τοιοῦτον ὀνομάζομεν. δῆλον δ’ ὅτι τὴν αὐτὴν θεωρίαν ὁ τόπος ἐκδέξεται τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν ὑφ’ Ἡροφίλου γεγραμμένῃ. εἴρηται μὲν οὖν ἡμῖν περὶ αὐτῶν ὅσα χρὴ κᾀν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις· εἰρήσεται δὲ καὶ νῦν ὅσον οἷόν τε διὰ βραχυτάτων, οἷς χρὴ προσέχοντα τὸν νοῦν οἷον σκοποῖς τισιν ἐξευρίσκειν τὰς αἰτίας ῥᾳδίως τῆς ἐν ταῖς ἀναπνοαῖς ἀῤῥυθμίας. τὰ γὰρ ἄρτι καθ’ ἑκάτερον τῆς ὅλης ἀναπνοῆς  μόριον, τήν τε εἰσπνοὴν λέγω καὶ τὴν ἐκπνοὴν, ἅπερ ἐν τῷ πρόσθεν λόγῳ φθάνομεν εἰρηκότες, αὐτὰ ταῦτα καὶ νῦν ἀξιῶ σκοπεῖσθαι κατὰ τὰς ἀῤῥυθμίας αὐτῶν. οἷον, οὐδὲν γὰρ χεῖρον ἐφ’ ἑνός τινος ὡς ἐπὶ παραδείγματος ἐπιδεῖξαι τὸ λεγόμενον, βραδυτέρα μὲν ἔστω καὶ μικροτέρα τοῦ κατὰ φύσιν εἰσπνοὴ, θάττων δὲ καὶ μείζων ἡ ἐκπνοή· μεμειῶσθαι φήσομεν τοῖς οὕτω διακειμένοις τὸ κατὰ φύσιν θερμὸν, ηὐξῆσθαι δὲ τὸ καπνῶδες. ἐφ’ ἑτέρας δ’ αὖθις ἔμπαλιν ἀῤῥυθμίας ἐχούσης, ὡς τὴν μὲν εἰσπνοὴν εἶναι μεγάλην καὶ ταχεῖαν, τὴν δ’ ἐκπνοὴν μικρὰν καὶ βραδεῖαν, ηὐξῆσθαι μὲν τὸ κατὰ φύσιν θερμὸν, μηδὲν δ’ εἶναι καπνῶδες περίττωμα. διττὸν γὰρ ἀεὶ χρὴ νοεῖν τῷ γένει τὸ θερμὸν, τὸ μὲν οἰκεῖον καὶ σύμφυτον σώματι, τὸ δ’ ἐπίκτητόν τε καὶ νόθον. δῆλον οὖν ὡς οὐδὲν ἡ τοιαύτη σύζευξις ὑπαλλάττει τῶν ἑκατέρᾳ κατὰ μόνας ὑπαρχόντων. εἰ γὰρ ἡ εἰσπνοὴ μικρὰ καὶ βραδεῖα τύχοι γενομένη, κατάψυξιν δηλοῖ τῆς κατὰ φύσιν θερμασίας, ὅπως ἂν ἔχῃ ἡ ἐκπνοή· εἰ δὲ ἡ ἐκπνοὴ κατὰ ταὐτὸ ᾖ διακειμένη, ἐνδείξεται ταὐτόν· καὶ γὰρ εἰ μεγάλη ποτὲ καὶ ταχεῖα γένοιτο, πλεονεκτοῦσαν δηλώσει καὶ παρὰ φύσιν θερμασίαν, ὅπως ἂν ἔχῃ τὰ τῆς εἰσπνοῆς· ὅθεν οὐδὲν πλέον εἰς τὰς προγνώσεις ἡ τοιαύτη συμπλοκὴ διδάσκει τῶν ἤδη κατὰ μόνας ὑπὲρ ἑκατέρας αὐτῶν ἐγνωσμένων.

Μόναις γοῦν προσεκτέον ἡμῖν τὸν νοῦν ἐκείναις τῶν συνθέτων δυσπνοιῶν, ἐν αἷς αἱ μὲν ἁπλαῖ κοιναὶ πλειόνων εἰσὶ διαθέσεων, καὶ διὰ τοῦτο σαφὲς οὐδὲν ἐνδείκνυται· συνεζευγμέναι δ’ ἑτέραις τισὶν εἰς διορισμὸν ἥκουσιν ἀσφαλῆ. τὸ γὰρ μέγεθος τῆς ἀναπνοῆς αὐτὸ μὲν καθ’ ἑαυτὸ δύσπνοιά τίς ἐστιν ἁπλῆ· γνώρισμα δ’ οὐδενὸς ὑπάρχει βέβαιον, εἴ γε καὶ τῆς χρείας ἐπειγούσης γίνεται καὶ τῆς διανοίας βεβλαμμένης· ἀλλ’ εἰ μὲν ἅμα πυκνότητι συσταίη, τῆς χρείας ἔπειξιν, εἰ δὲ σὺν ἀραιότητι, παραφροσύνην ἐνδείκνυται. ὡσαύτως δὲ καὶ ἡ σμικρότης αὐτὴ μὲν καθ’ ἑαυτὴν ἢ ὀδυνᾶσθαί τι μόριον, ἢ τὴν χρείαν ἐκλύεσθαι δηλοῖ, ὥστ’ οὐδὲν οὐδ’ αὐτὴ σαφὲς ἐνδείκνυται· σύνθετος δὲ γενομένη, μετὰ μὲν πυκνότητος ἄλγημα, σὺν ἀραιότητι δὲ τῆς χρείας ἔκλυσιν δηλοῖ· κᾂν εἰ τὴν πυκνότητα δι’ αὐτὴν μόνην, ἢ τὴν ἀραιότητα προχειρίσαιο, καὶ τούτων ἂν εὕροις οὐδετέραν οὐδὲν σαφὲς δηλοῦσαν ἄνευ τοῦ διορισθῆναι συμπλακεῖσαν ἑτέρῳ τινὶ δυσπνοίας εἴδει. πυκνὴ γὰρ ἅμα καὶ μεγάλη, τῆς δυνάμεως αὔξησιν ἐνδείκνυται· πυκνὴ δὲ ἅμα καὶ μικρὰ, τινὸς τῶν ταῖς ἀναπνοαῖς συγκινουμένων ὀργάνων ἄλγημα· καὶ ἡ ἀραιὰ δὲ παραφροσύναις ἑπομένη καὶ καταψύξεσιν, εἰ μὲν μετὰ μεγέθους εἴη, τὸ πρότερον τῶν εἰρημένων· εἰ δὲ μετὰ σμικρότητος, τὸ δεύτερον ἐνδείκνυται. καὶ διὰ τοῦτο πασῶν τῶν συνθέτων δυσπνοιῶν αἱ τοιαῦται συζυγίαι χρησιμώταται, καὶ σαφῶς καὶ βεβαίως μίαν ἑκάστην διάθεσιν ἐνδεικνύμεναι, πυκνότης μὲν ἅμα μικρότητος, πόνον, εἰ δὲ σὺν μεγέθει γένηται, τῆς χρείας αὔξησιν· ἀραιότης δὲ μετὰ μὲν μεγέθους παραφροσύνην, μετὰ δὲ σμικρότητος τῆς χρείας ἔκλυσιν. γίγνονται δὲ τέτταρες αὗται συζυγίαι, τῶν ἐν ταῖς ἐνεργείαις κατὰ μέγεθος καὶ μικρότητα διαφορῶν ταῖς τῶν ἠρεμιῶν διαφοραῖς μιγνυμένων. δύο γὰρ ἀντιθέσεις ἀλλήλαις ἐπαλλαττόμεναι, τέτταρας ποιοῦσι τὰς συζεύξεις. ὥστε κᾀνταῦθα δῆλον ἤδη γέγονεν, ὡς οὔτε πλείους οὔτ’ ἐλάττους ἐνδέχεται τὰς ἐκ τῶν ἀντιθέσεων τούτων συμπλοκὰς γενέσθαι. ἀλλ’ ἐπὶ μὲν ταῖς ἠρεμίαις ἀντίθεσις μία μόνη συμβέβηκεν ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα, ταῖς δ’ ἐνεργείαις οὐχ ἡ κατὰ μέγεθος καὶ μικρότητα μόνον, ἀλλὰ καὶ ἡ κατὰ τάχος καὶ βραδυτῆτα. τέτταρες δὲ δηλονότι καὶ κατὰ τὰς τούτων ἐπαλλάξεις γενήσονται αἱ συζυγίαι· πρώτη μὲν πυκνὴ καὶ ταχεῖα; δευτέρα πυκνὴ ἅμα καὶ βραδεῖα, τρίτη ἀραιὰ ἅμα καὶ ταχεῖα, καὶ τετάρτη βραδεῖά τε ἅμα καὶ ἀραιά. γνωρίζουσι δ’ οὐδὲν ἁπλῶς ἐξ ἀνάγκης, ὡς αἱ πρότεραι τέτταρες, ἀλλ’ ὧδε χρὴ διορίζεσθαι· πολλῆς μὲν εἰς πυκνότητα μεταπτώσεως γινομένης, ὀλίγης δὲ τῆς εἰς τάχος, ὀδύνης τε ἅμα καὶ χρείας ἐστὶν αὔξησις· εἰ δ’ ἔμπαλιν εἰς τάχος μὲν πλέον, εἰς πυκνότητα δὲ ἔλαττον ἐξίσταται τοῦ κατὰ φύσιν, τὴν χρείαν μόνην ἐπιτετάσθαι δηλώσει. συνδραμεῖται δὲ τῇ μὲν τοιαύτῃ δυσπνοίᾳ πάντως καὶ μέγεθος, τῇ δὲ ἑτέρᾳ τῇ πρὸ αὐτῆς εἰρημένῃ σμικρότης, ὥστ’ οὐδὲν δεησόμεθα τάχους μνημονεύειν. εἰ γὰρ ἡ ἀδιόριστος μὲν κατὰ τάχος καὶ πυκνότητα συζυγία μηδὲν ἡμῖν δηλοῖ σαφὲς, εἰς διορισμὸν δ’ ἐλθοῦσα, τοῦ μὲν τάχους πλεονεκτοῦντος, εὐθὺς καὶ μετὰ μεγέθους γίγνεται, τῆς δὲ πυκνότητος κρατούσης, ἐξ ἀνάγκης ἑπομένην ἔχει τὴν μικρότητα, πυκνὴ μὲν ἅμα καὶ μεγάλη κατὰ τὸν ἕτερον ἔσται διορισμὸν, πυκνὴ δ’ ἅμα καὶ μικρὰ κατὰ τὸν ἕτερον. οὕτω δὲ καὶ πυκνὴ καὶ βραδεῖα συζυγία δειχθήσεται· πλεονεκτούσης μὲν γὰρ τῆς πυκνότητος, ἄλγημα μόνον ἐνδείξεται· τοσοῦτον δὲ ἐξισταμένη τοῦ κατὰ φύσιν, ὅσον καὶ κατὰ βραδυτῆτα, συνθέτου διαθέσεως ἔσται γνώρισμα. καὶ γὰρ τὴν δύναμιν μεμειῶσθαι δηλώσει καὶ ὀδυνᾶσθαί τι μόριον. οὕτω δὲ καὶ εἰ πλεονεκτεῖ τῆς πυκνότητος ἡ βραδυτὴς, ἔσται γνώρισμα διαθέσεως τῆς ἤδη λελεγμένης, ἀλλ’ ἔλαττον μὲν ὀδυνᾶσθαι δηλώσει τοὺς οὕτως ἔχοντας, μειζόνως δὲ τὴν δύναμιν μεμειῶσθαι. οὔκουν οὐδὲ ταύτης εἰς τὰς προγνώσεις δεόμεθά τι τῆς συζυγίας. ἐν μὲν γὰρ ταῖς πρώταις ῥηθείσαις τέτταρσιν, ἃς χρησιμωτάτας ἐλέγομεν ὑπάρχειν, ἔχομεν γνωρίσματα καὶ πόνου καὶ χρείας μειώσεως μεγάλα. καὶ ἡ τρίτη δὲ ῥηθεῖσα συζυγία, ἡ ἀραιά τε ἅμα καὶ ταχεῖα, δηλώσει μὲν οὐδὲν ἐξ ἀνάγκης, συνεδρεύει δ’ ἤτοι παραφροσύναις τισὶν, ἢ καὶ σὺν αὐταῖς ταῖς τῆς χρείας αὐξήσεσιν. εἴρηται δὲ καὶ πρόσθεν, ὡς τῶν παραπαιόντων ἀραιὰ μὲν πάντως ἐστὶν ἡ ἀναπνοὴ καὶ μεγάλη, ταχεῖα δὲ οὐ πάντως, ὥσπερ οὐδὲ βραδεῖα· γίγνεσθαι γὰρ ἑκάτερον αὐτῶν ἀτάκτως τε καὶ ἀνωμάλως· ὅταν μέντοι συνέλθῃ καὶ ἡ τῆς χρείας αὔξησις, ἀναγκάζονται τηνικαῦτα καὶ πολὺ μεῖζον ἀναπνεῖν ἢ εἰ παρέπαιον μόνον, καὶ ἤδη τε καὶ θᾶττον, ὥστε καὶ ταύτης τῆς συζυγίας οὐδὲν εἰς τὰς προγνώσεις δεόμεθα, τὰ δι’ αὐτῆς δηλούμενα μετὰ τοῦ διορισμοῦ φθάνοντες ἔχειν ἐν ταῖς πρώταις συζυγίαις τέτταρσι. λοιπὸν δ’ ἦν ἡ τετάρτη τῶν κατὰ τοῦτο τὸ γένος συνθέτων δυσπνοιῶν, ἡ βραδεῖά τε ἅμα καὶ ἀραιὰ, ἥ τις καὶ αὐτὴ παραφροσύναις τέ τισι συνεδρεύει καὶ χρείας μειώσεσιν. οὐκοῦν οὐδὲ ταύτης οὐκέτι προσδεόμεθα· καὶ γὰρ παραφροσύνην καὶ χρείαν μειουμένην ἐγνωρίζομεν ἐκ τῶν πρώτων τεττάρων συζυγιῶν.

Οὐ μόνον ἐκ τοῦ δεῖξαι τὴν κατὰ τάχος τε καὶ βραδυτῆτα διαφορὰν οὐκ ἀναγκαίαν εἰς τὰς προγνώσεις, οὔτ’ εἰ μόνην οὔτ’ εἰ συμπλέκοις ταῖς ἄλλαις, τὸ χρήσιμον ἐκείνων γίνεται εὔδηλον, ἀλλὰ κᾀξ αὐτῆς τῆς φύσεως τοῦ πράγματος φαίνεται. ἐπεὶ γὰρ τρία τὰ πρῶτα γένη τῶν αἰτίων ἐστὶ τῆς ἀναπνοῆς, ἡ χρεία καὶ ἡ δύναμις καὶ τὰ ὄργανα, δῆλον ὡς, ἂν εὕρωμεν ἐκ τίνων καὶ πόσων δυσπνοιῶν τὰς ἔν αὐτοῖς διαθέσεις γνωριοῦμεν, αὗται μὲν ἡμῖν χρησιμώταται πρὸς τὰς προγνώσεις ἔσονται, τὰς δ’ ἄλλας ἁπάσας ἐκ περιουσίας ἐπισκεψόμεθα. ἀλλ’ εὑρέθησαν αὔξησιν μὲν τῆς χρείας ἡ μεγάλη καὶ πυκνὴ, μείωσιν δὲ ἡ ἐναντία, ἡ μικρὰ καὶ ἀραιὰ, δηλοῦσαι, παραφροσύνης τε ἴδιος ἡ μεγάλη τε καὶ ἀραιὰ, πόνου δ’ ἡ μικρὰ καὶ πυκνή. προσίεσαν δ’ ἔξωθεν αἱ ἀνώμαλοι, ποτὲ μὲν τοῦ μυώδους γένους τὰς διαθέσεις, ποτὲ δὲ καὶ τῶν τραχειῶν ἀρτηριῶν τὰς στενοχωρίας δηλοῦσαι. δυνάμεως δ’ ἀῤῥωστούσης, πρῶτον μὲν ἐξ ἀνάγκης οὐδὲν εὑρίσκεται γνώρισμα δυσπνοίας, ἑτέρως μὲν τῶν ἀταλαιπώρων, ἑτέρως δὲ τῶν καρτερικῶν τυπούντων τὴν ἀναπνοήν· εἰ δ’ ἄρα καί τι εἵη ἀνώμαλόν τε καὶ ἄτακτον, ἀφανές ἐστι, καὶ τὰς ἀνωμαλίας τε καὶ τὰς ἀταξίας αὐτὰς αἱ κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ μικρότητα καὶ μέγεθος ἀνισότητες γεννῶνται, πρὸς τῷ καὶ δι’ ἄλλων μυρίων ἀῤῥωστίαν δυνάμεως ψυχικῆς γνωρίζεσθαι, μηδέν τι ἡμῶν ἀναπνοῆς δεομένων, ὧν τὰ μὲν ἐπικαιρότατα καὶ πλεῖστα διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξεν Ἱπποκράτης, εἰ δέ τι καὶ παραλέλειπται, ῥᾷστον ἐκ τῶν εἰρημένων εὑρίσκειν. εἰ δέ τις αὐτῆς τῆς ἀναπνευστικῆς δυνάμεως ἀῤῥωστούσης, καὶ κοινῶς ἁπάσης τῆς ψυχικῆς, ἐθέλοι γ’ ἔχειν ἴδια γνωρίσματα, καὶ μάλιστα τῆς ἐψυγμένης, τήν τε τῶν πτερυγίων τῆς ῥινὸς κίνησιν ἕξει καὶ τὴν ἁπάντων τῶν κατ’ ὠμοπλάτας μυῶν ἐνέργειαν, καὶ τὴν ἀθρόαν κατάπτωσιν τοῦ θώρακος. ὁπόταν γὰρ οὗτος ἀῤῥωστότερον τοῦ προσήκοντος κινῆται, κατὰ μὲν τὰς εἰσπνοὰς προστιμωρεῖ τῇ τοῦ πνεύματος ῥύμῃ τὰ τῆς ῥινὸς πτερύγια, συνεπισπώμενά πως καὶ αὐτὰ τὸν ἔξωθεν ἀέρα, καθ’ ὃν τρόπον καὶ διὰ τοῦ στόματος ἕλκειν τι προαιρούμενοι τὰ χείλη συνάγομεν· κατὰ δ’ αὖ τὰς ἐκπνοὰς ἀθρόα κατάπτωσις γίνεται τοῦ θώρακος, οὐ κατὰ βραχὺ σύμπτωσις. εἴρηται δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ μυῶν κινήσεως, ὅπῃ τε διαφέρει κατάπτωσις μορίου καθέσεώς τε καὶ χαλάσεως, ὅτι τὸ μὲν ἀῤῥωστούσης δυνάμεως γίνεται, τὸ δ’ ἐῤῥωμένης. συμβαίνει δ’ ἔτι κατὰ τὰς ἐκπνοὰς τοῖς ἀσθενέσι κατὰ τὴν ἀναπνευστικὴν δύναμιν τοιόνδε. τὴν τάσιν, ἣν ἐκέκτητο τέως κατὰ τὰς εἰσπνοὰς ὁ θώραξ ἅμα τῷ διαφράγματι, πᾶσαν ἀθρόως ἀποτίθεται, καθάπερ νεκρούμενος ἐξαίφνης. ἐῤῥέθη δ’ ἐν τοῖς περὶ τῆς ἀναπνοῆς ὑπομνήμασιν, ὡς μόνον ἐκλύουσιν αἱ φρένες τὴν τάσιν, ἐκπνεόντων· ἀλλ’ οὐ ταὐτὸν ἐκλῦσαι κατὰ βραχὺ καὶ ἀθρόως ἀποθέσθαι πᾶσαν. ὀλίγον δέ τι συνεργάζονται ταῖς τοιαύταις ἐκπνοαῖς οἱ κατὰ τὰ μεσοπλεύρια μύες, ὧν ἐνεργούντων τὰς ἐκφυσήσεις ἐδείξαμεν γίνεσθαι. τοιοῦτον μὲν δή τι καὶ διὰ ταύτας τὰς αἰτίας τὸ τῆς ἀναπνοῆς εἶδος τοῖς ἀῤῥώστοις τὴν δύναμιν.

Ὃ δέ μοι δοκεῖ λείπειν ἔτι πρὸς τὸ συμπληρῶσαι τοῦτον τὸν πρῶτον λόγον, ἤδη λελέξεται. διττῆς οὔσης ἠρεμίας ἐν ταῖς ἀναπνοαῖς, πρὸ τῆς εἰσπνοῆς μὲν μιᾶς, ἑτέρας δὲ πρὸ τῆς ἐκπνοῆς, ὁποτέρα ἂν τῶν κινήσεων βλάπτηται, καὶ τὴν πρὸ αὐτῆς ἠρεμίαν ἐξίστησι τοῦ κατὰ φύσιν. διττῆς μὲν οὖν οὔσης ἐν ταῖς κινήσεσι βλάβης, διττῆς δὲ κᾀν ταῖς ἠρεμίαις, αἱ μὲν ἐλλείψεις τῆς χρείας ἀεὶ πολυχρονίους ἐπιτελοῦσι τὰς ἡσυχίας, αἱ δὲ πλεονεξίαι βραχυχρονίους. ὥσθ’ ὅταν εἴπωμεν πυκνὴν καὶ μεγάλην γίγνεσθαι τὴν ἀναπνοὴν ὑπὸ πλήθους θερμασίας, ἐφ’ ἑκατέρᾳ τῶν κινήσεων ἀληθὴς ὁ λόγος. αἱ μὲν γὰρ τοῦ κατὰ φύσιν θερμοῦ πλεονεξίαι, τὴν εἰσπνοὴν μεγάλην ἐργαζόμεναι, βραχυχρόνιον εὐθέως καὶ τὴν προηγουμένην αὐτῆς ἠρεμίαν ἀποφαίνουσιν· αἱ δὲ τοῦ παρὰ φύσιν τε καὶ καπνώδους ὥσπερ τὴν ἐκπνοὴν μεγάλην, οὕτω καὶ τὴν πρὸ αὐτῆς ἡσυχίαν ὀλιγοχρόνιον ἐργάζονται. ὥστε μέγα μὲν γίνεται καὶ πυκνὸν τὸ πνεῦμα πάντως, ὁπόταν τῆς θερμασίας πλεονεκτῇ γένος· οὐ μὴν οὔτε τὸ αὐτὸ μόριον τῆς ἀναπνοῆς εἰς μέγεθος οὔτε τὴν αὐτὴν ἠρεμίαν εἰς πυκνότητα μεταβάλλει. οὕτω δὲ καὶ εἰ καθαιρεθείη τὰ τῆς χρείας, τοῦ θερμοῦ μειωθέντος, ἐπὶ μὲν τῷ συμφύτῳ θερμῷ βλαβέντι μικρᾶς τῆς εἰσπνοῆς γενομένης, ἠρεμία μακρὰ προηγεῖται· τοῦ παρὰ φύσιν δ’ ἀπολλυμένου, μικρὰ μὲν ἡ ἐκπνοὴ, μακρὰ δὲ πρὸ αὐτῆς ἡσυχία γίγνεται. πολλάκις δὲ τὸ μὲν παρὰ φύσιν θερμὸν ηὐξήθη, τὸ δὲ κατὰ φύσιν ἐμειώθη· καὶ οὕτως ἡ μὲν πρὸ τῆς ἐκπνοῆς ἡσυχία πολυχρόνιος γίνεται, βραχυχρόνιος δ’ ἑτέρα. ὁποτέραν γὰρ ἂν τῶν κινήσεων ἡ χρεία κατεπείγῃ, τὴν προειρημένην ἡσυχίαν οὐκ ἀνέχεται χρονίζειν.

Εἴρηται μὲν οὖν ἤδη περὶ αὐτῶν ὅσον εἰς τὰ παρόντα χρήσιμον· εἰ δέ τις ἀπορεῖ περὶ τῆς ἐν ταῖς θερμασίαις διαφορᾶς, οὐ καιρὸς νῦν ἂν εἴη διδάσκειν αὐτὸν, ἀλλ’ εἰς τὰ περὶ τῆς ἐμφύτου θερμασίας ἀναπέμπειν ὑπομνήματα· νομίζω γὰρ αὐτὸν, εἰ μὴ παντάπασιν ἐριστικὸς εἴη, πασῶν τῶν ἀποριῶν εὑρήσειν ἐν ἐκείνοις ἰάματα. τί οὖν λοιπόν ἐστι; προσθεῖναι μὲν οὐδὲν, ὅ τι μὴ καὶ πρόσθεν εἴρηται, τῶν εἰρημένων δ’ ὑπομνῆσαι πρὸς τὸ ῥᾳδίως ἀκολουθεῖν τοῖς ἑξῆς εἰρησομένοις, ἐν ὀλίγῳ τὴν ἅπασαν αὐτῶν σύνοψιν ἔχοντας. ἔστι δὲ ἡ σύνοψις ἀπ’ αὐτῆς οὐσίας τοῦ πράγματος ὁρμωμένη. χρὴ γὰρ τάς τε τῆς δυνάμεως καὶ τὰς τῶν ὀργάνων καὶ τὰς τῆς χρείας διαθέσεις γνωρίζειν. ἐδείξαμεν δὲ, πόσαι μὲν ἑκάστου τῶν εἰρημένων διαθέσεις, τίνες δ’ αὐτῶν αἱ γνωριστικαὶ δύσπνοιαι, καὶ ὡς ἀναγκαῖαι μὲν αἱ τέτταρες συζυγίαι, καὶ πρὸς ταύταις ἡ ἀνωμαλία πέμπτη· τὰ δ’ ἄλλα πάντα τὰ ταῖς ἀναπνοαῖς συμπίπτοντα, τά τε ἁπλᾶ καὶ τὰ σύνθετα, τίσιν αἰτίαις ἕπεται, ἀναγκαῖον ἀσκεῖν, οὐ προσῆκε δὲ ἐξ ἀνάγκης τόδε τι δηλοῦν νομίζειν, ἀλλ’ ὥστ’ ἐξ ἐπιμέτρου μέν τι ἔχειν παρὰ τούτων εἰς πρόγνωσιν, ἐπιμελεστάτην δὲ καὶ βεβαίαν εἶναι μόνην τὴν ἐπὶ ταῖς πολλάκις εἰρημέναις τέτταρσι συζυγίαις, καὶ ἔτι τὴν κατὰ τὴν ἀνωμαλίαν διαφορὰν τῆς δυσπνοίας.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Ὅδε μὲν ὁ λόγος ἐξήγησίς ἐστι τῶν ὑφ’ Ἱπποκράτους περὶ δυσπνοίας εἰρημένων. εἴρηται δὲ πολλὰ πολλαχοῦ τὰ μὲν ἐν τοῖς συγγράμμασιν αὐτοῦ, τὰ δὲ κᾀν τοῖς ὑπομνήμασι. τὰ πλεῖστα γάρ τοι τῶν ἐπιδημιῶν, εἰ μὴ ἄρα καὶ πάντα, δικαίως ἄν τις ὑπομνήματα νομίζοι. ἔστι μὲν οὖν ἡ ἐξήγησις, ὥς πού τις τῶν παλαιῶν εἶπεν, ἀσαφοῦς ἑρμηνείας ἐξάπλωσις· ἡμεῖς δ’ οὐ τοῦτο μόνον ἐοίκαμεν δράσειν, ἀλλ’ ὅτι καὶ ἀληθῶς ἔχει πάντα τὰ περὶ δυσπνοίας ὑπ’ αὐτοῦ γεγραμμένα, μαρτυρήσειν, οὐ μὴν ἀποδείξειν οὐδὲν αὐτῶν ἐν τῷδε τῷ γράμματι, ἀλλ’ εἰς τὸ προηγούμενον τούτου βιβλίον ἀναπέμψειν, ἐν ᾧ χωρὶς ἀποδείξεως οὐδὲν εἴρηται. καὶ ἵνα γε μὴ δυσωποῖτό τις ὑπὸ τῆς Ἱπποκράτους δόξης, καὶ θᾶττον ἤδη τοῖς λεγομένοις πιστεύοι πρὶν ὑπὸ τῶν ἀποδείξεων ἀναγκασθῆναι, τὸν πρῶτον λόγον ἰδίᾳ τε καὶ καθ’ ἑαυτὸν ἐγράψαμεν· ἐπεὶ δ’ ἐκεῖνος ἐτελειώθη μετὰ τῶν προσηκόντων συλλογισμῶν, ἐν τῷδε τῷ γράμματι τὸν εὑρετήν τε καὶ οἷον πατέρα τῶν δογμάτων τιμήσομεν. αὕτη καὶ δικαία τέ ἐστιν ἅμα καὶ πρέπουσα τοῖς ὁτιοῦν ἀγαθὸν ἐξευροῦσι τιμὴ, μήτε κατακεκρύφθαι τὰ εὑρέματα αὐτῶν μήτ’ ἀγνοεῖσθαι τοῖς ἀνθρώποις, ἀλλ’ αὐτά τε φαίνεσθαι τήν θ’ εὑροῦσαν αὐτὰ μέθοδον γιγνώσκεσθαι. οὕτως γὰρ αὐτοῖς καὶ τὸ θαυμάζεσθαι κατὰ τὴν ἀξίαν ὑπάρξει.

Πρῶτον οὖν, ὅπερ ἀεὶ διαφυλάττειν ἀξιοῦμεν οἷς ἂν ἀλήθεια σπουδάζηται, τὸ μηδὲν ἀποκρύπτεσθαι τῶν ἐναργῶς φαινομένων, μηδ’ ἂν ὅτι μάλιστα τὸν τῆς αἰτίας λογισμὸν ἀπορώτατον ἔχῃ, τοῦτ’ ἐπαινεῖν Ἱπποκράτην ἄξιον ἔν τε τοῖς ἄλλοις ἅπασι καὶ τοῖς περὶ δυσπνοίας λόγοις οὐχ ἥκιστα. τὸ γὰρ ἀραιὸν καὶ μέγα πνεῦμα μυρίοις μὲν τῶν παραφρονούντων ὁσημέραι φαίνεται συμπίπτειν, ὅσοι δ’ οὐ δύνανται τῶν σοφιστῶν εἰπεῖν αὐτοῦ τὴν αἰτίαν, οὗτοι δ’ εἰσὶν, ὡς ἔμπροσθεν ἐδείξαμεν, οἱ τὴν ἀναπνοὴν ἀπροαίρετόν τε καὶ φυσικὸν ἔργον ὑπειληφότες, οὐδὲ γίγνεσθαί φασιν οὐδέποτε τοιοῦτον εἶδος δυσπνοίας, ἐξ ὧν περὶ τῆς αἰτίας ἀποροῦσιν, ἐκ τούτων τὴν οὐσίαν τοῦ πράγματος ἀνατρέπειν τολμῶντες, δέον οὐ ταύτην, ἀλλὰ τὴν αὑτῶν μοχθηρὰν ὑπόληψιν ἀνατρέψαντας αὐτὰ τὰ συμπίπτοντα τοῖς νοσοῦσι παραφυλάττειν, ὡς Ἱπποκράτης ἐποίει. τουτωῒ γάρ, φησι, πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν καὶ μέγα. τουτωῒ, Φιλίσκῳ δηλονότι, τῷ πρώτῳ γεγραμμένῳ μετὰ τὰς τρεῖς καταστάσεις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἆρ’ οὖν τούτῳ μόνῳ τὸ πνεῦμα μέγα καὶ ἀραιὸν, ἢ καὶ ἄλλοις τισὶν Ἱπποκράτης ἐθεάσατο γιγνόμενον; οὐ τούτῳ μόνον, ἀλλὰ καὶ ἄλλοις τε πολλοῖς καὶ τῷ μετὰ ταῦτα γεγραμμένῳ, Σιληνῷ τοὔνομα. διελθὼν γὰρ καὶ περὶ τούτου πάνθ’ ὅσα συνέπεσεν αὐτῷ νοσοῦντι, κατ’ αὐτὴν τοῦ λόγου τὴν τελευτὴν ταῦτα γράφει. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα. αὖθις δ’ ἐν τοῖς ἑξῆς ἀῤῥώστοις, τὴν Δρομάδεώ, φησι, γυναῖκα τεκοῦσαν, καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον, δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν. εἶτα μικρὸν προελθών φησι· πνεῦμα ἀραιὸν, μέγα. τοῦτο μὲν οὖν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἔγραψεν οὕτως, αὖθις δὲ περὶ τῆς στ΄ διαλεγόμενος ὡδὶ γράφει· ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ διεθερμάνθη, ἵδρωσεν διόλου. ἄκρεα ψυχρά. παρέκρουσε. πνεῦμα ἀραιὸν, μέγα. ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἑκκαίδεκα τοὺς πάντας ἀῤῥώστους Ἱπποκράτης γράψας, τετράκις φαίνεται μνημονεύων ἀραιοῦ καὶ μεγάλου πνεύματος. οἱ γενναῖοι δ’ ἡμῖν οὗτοι σοφισταὶ τὴν ἀρχὴν οὐδὲ ἑωρακέναι φασὶν οὐδένα μέγα καὶ ἀραιὸν ἀναπνέοντα. (ἢ) ἀλλ’ ἴσως μὲν τοῦτο αὐτοῖς πιστευτέον. οὐ γὰρ ἑωράκασιν οὔτε ταύτης οὔτ’ ἄλλης δυσπνοίας διαφορὰν οὐδεμίαν, ὅτι μηδὲ τοὺς ἀῤῥωστοῦντας αὐτοὺς ὁρῶσιν, ἀλλ’ ἔνδον καθέζονται, μοχθηρὰ σοφίσματα συντιθέντες.

Ἆρ’ οὖν ἔτι καὶ τῶν ἄλλων ἀῤῥώστων μνημονευτέον ἡμῖν ἐστιν, οὓς ἐν τοῖς ἄλλοις βιβλίοις τῶν ἐπιδημιῶν ἔγραψεν μέγα καὶ ἀραιὸν ἀναπνέοντας; ἢ πρὸς μὲν τὴν τοῦ νῦν προκειμένου πίστιν ἀρκεῖ μὲν ταῦτα; φαίνεται γὰρ ὁ ὑπὸ πάντων ἰατρῶν Ἱπποκράτης ὡμολογημένος εἰς τὴν τῶν συμβαινόντων τοῖς νοσοῦσι τήρησιν ἐπιμελέστατος γεγονέναι, πολλοὺς ἑωρακὼς οὕτως ἀναπνέοντας. ἐν δὲ τῷ μετὰ ταῦτα λόγῳ καὶ ἄλλων τινῶν ἀῤῥώστων ἀναγκαῖον ἡμῖν ἐστι μνημονεῦσαι μέγα καὶ ἀραιὸν ἀναπνευσάντων, οὓς ἐν τοῖς ἑξῆς βιβλίοις ἔγραψεν ὁ Ἱπποκράτης· ἀλλ’ οὐκ εἰς πίστιν ἔσται τοῦ νῦν προκειμένου, τοῦτο μὲν γὰρ ἤδη δῆλον, ἀλλ’ εἰς ἑτέρων τινῶν ἐν τῷ κατ’ αὐτοὺς λόγῳ περιεχομένων ζητημάτων ἐξήγησιν, ἐν παρέργῳ δὲ καὶ ἡ πίστις τοῦ πολλοὺς οὕτως ἀναπνεῖν αὐξηθήσεται. τίνος οὖν διαθέσεως ἡ τοιαύτη δύσπνοια γνωριστική; οὐδεμιᾶς ἄλλης, ὅτι μὴ παραφροσύνης.  διὰ τίνα τὴν αἰτίαν, ἐν μὲν τῷ προτέρῳ λόγῳ σαφῶς δέδεικται, ὑπομνήσεως δ’ ἕνεκα καὶ νῦν εἰρήσεται διὰ βραχέων. τῷ γὰρ ὄντι παραφροσύνης ἴδιον σύμπτωμα μεγάλην τε καὶ ἀραιὰν, ὅπερ ἐστὶ διὰ πολλοῦ τοῦ χρόνου, τὴν ἀναπνοὴν ποιεῖσθαι. τί γὰρ ἔδει πλέον εἰσπνεῖν, μὴ δεόμενον πλέονος; ἢ τί διὰ πολλοῦ χρόνου, παρὸν δι’ ἐλάττονος; ὅτι δ’ οὐ δέονται πλέονος ἀέρος οἱ μέγα τε καὶ ἀραιὸν εἰσπνέοντες, ἡ ἀραιότης κατηγορεῖ. πάντως γὰρ ἂν ἠπείγοντο συνεχέστερον εἰσπνεῖν, εἴπερ ἐδέοντο πλέονος· τὸ δ’ ἡσυχάζειν εἰς μακρὸν σημεῖόν ἐστι τοῦ μὴ δεῖσθαι πολλοῦ. ἀλλ’ ἔοικεν ἄμφω ταῦτα οἷον ἐπιλανθανομένου τῆς ἐνεργείας εἶναι παθήματα. τὸ γὰρ ἄμετρον μὲν ποιήσασθαι τὴν ὁλκὴν τοῦ πνεύματος, ἄμετρον δὲ τὴν ἡσυχίαν, οὔθ’ ὅπου καταπαῦσαι χρὴ τὴν ἐνέργειαν εἰδότος ἐστὶν οὔθ’ ὅτε πάλιν ἄρξασθαι, ἀλλ’ ἐν ἀμφοτέροις τὸ μέτρον ὑπερβαίνοντος ἀγνοίᾳ τοῦ προσήκοντος. ὡς οὖν ἀμίδα πολλάκις αἰτήσαντες, ἵν’ οὐρήσωσιν, οἱ παραφρονοῦντες ἐπελάθοντο ἐν τῷ μεταξὺ, εἶτ’ οὐκ ἂν οὐρήσαιεν, εἰ μὴ ὑπομνήσει τις, οὕτως ἐπειδὴ καὶ τὸ ἀναπνεῖν ψυχικόν ἐστιν ἔργον, βέβλαπται δ’ αὐτοῖς ὁ λογισμὸς, ἐπιλησμονέστεροι περί τε τὰς ἐνεργείας αὐτὰς καὶ περὶ τὰ διαλείμματα αὐτῶν γίγνονται. ἀμφότερα οὖν ἐν πολλῷ χρόνῳ ποιοῦντες, καὶ τὰς ἐνεργείας καὶ τὰς ἡσυχίας, μέγεθος οὕτω καὶ ἀραιότητα περὶ τὴν ὅλην ἀναπνοὴν ἐργάζονται. ἆρ’ οὖν ἡμεῖς μὲν οὕτω φαμὲν, Ἱπποκράτης δ’ ἄλλως ἐγίγνωσκεν; ἢ κᾀκεῖνος ἐν προγνωστικῷ τόνδε τὸν τρόπον ἔγραψεν; μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ὃ γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἀραιὸν ὠνόμασε, τοῦτ’ ἐν τῷ προγνωστικῷ διὰ πολλοῦ κέκληκε, εἰς λόγον μεταβαλὼν τοὔνομα. καὶ γὰρ οὖν κᾀπὶ τῶν ἀῤῥώστων ἐκείνων, οἷς μέγα καὶ ἀραιόν φησι γίγνεσθαι τὸ πνεῦμα, πρὸς τοῖς ἄλλοις συμπτώμασι καὶ παραφροσύνην γράφει, ἐπὶ μὲν τοῦ πρώτου πάντων τοῦ Φιλίσκου τόνδε τὸν τρόπον. νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. οὕτως μὲν ἐν τῇ τῆς τρίτης ἡμέρας διηγήσει. ἐν δὲ τῇ τῆς πέμπτης πάλιν· ὕπνοι σμικροὶ, λόγοι, λῆρος. ἐπὶ δὲ τοῦ δευτέρου τῶν ἀῤῥώστων, ᾧ Σιληνὸς ἦν ὄνομα, ἐν μὲν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει, σμικρὰ παρέκρουσέ, φησιν, ἐν δὲ τῇ τῆς τρίτης, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο. εἶτ’ ἐπιφέρων ἐρεῖ, τετάρτη διὰ τῶν αὐτῶν. Φιλίσκος μὲν δὴ καὶ Σιληνὸς ὅτι παρεφρόνησαν, οὕτως ἐμνημόνευσεν. ἐπὶ δὲ τῆς Δρομάδεω γυναικὸς, καὶ γὰρ καὶ ταύτην ἀραιὸν καὶ μέγα ἀναπνεῦσαί φησι, τόνδε τὸν τρόπον ἔγραψε. περὶ μέσης ἡμέρης πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενόει. οὕτως μὲν οὖν ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν. εἶτα ἐπιφέρει· νυκτὸς ἐπεκοιμήθη, παρέκρουσε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ διὰ τῆς ἕκτης ἡμέρας γενόμενα γράφων ὧδέ πώς φησι· ἄκρεα ψυχρὰ, παρέκρουσεν. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἔνθα μεγάλου καὶ ἀραιοῦ πνεύματος, ἐνταῦθα καὶ παραφροσύνης μνημονεύει· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ διὰ τῶν ἑξῆς βιβλίων ἡμᾶς ὑπομιμνήσκει, μηδαμοῦ μεγάλου καὶ ἀραιοῦ πνεύματος μνημονεύων, ὅπου μη μεγάλης παραφροσύνης.

Ὅτι μὲν οὖν ἐπὶ τῶν νοσούντων ἐθεάσατο πολλάκις Ἱπποκράτης τὴν τοιαύτην δύσπνοιαν ἐπὶ παραφροσύνῃ γινομένην, καὶ ὅτι καθόλου περὶ αὐτοῦ ἀπεφήνατο διὰ τοῦ προγνωστικοῦ, καὶ ταῦτα μὲν ἱκανῶς ἔχειν ἡγοῦμαι, βεβαιωθήσεται δ’ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἑξῆς εἰρησομένων. καὶ γάρ τοι καὶ δίκαιον ἦν μὴ πάνυ πολλὰ λέγεσθαι περὶ αὐτῆς· ἀλλὰ διὰ τοὺς ἐν τοῖς περὶ φύσεως ἀναπνοῆς λογισμοῖς σφαλέντας, εἶθ’ ὑπὸ φιλονεικίας ἀναισχυντοῦντας, ἠναγκάσθημεν καὶ ἡμεῖς πλείω τοῦ προσήκοντος εἰπεῖν, εἴ πως αὐτοὺς δυνηθείημεν κᾂν νῦν γοῦν μετάξαι πρὸς τὸ βέλτιον. ἔστι δ’, ὡς ἔοικεν, οὐδεμία βαφὴ δευσοποιὸς οὕτως ὡς τὸ τῶν ἄνευ λογισμοῦ πρὸς τὰ μοχθηρὰ δόγματα πάθος. οὐ γὰρ ἔστι μεταπεῖσαι τοὺς ἐν αὐτοῖς τραφέντας, ὡς ἂν μήτ’ ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις γεγυμνασμένους μήθ’ ὅλως πεπορισμένους τι κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀλλὰ μηδ’ εἶναι βουλομένους τούς γε πλείστους αὐτῶν, καὶ ταύτην μισοῦντας τὴν σοφίαν. τῶν δὴ τοιούτων ποτέ τις ἄῤῥωστον ἡμῖν ἐπιδείξας παραφρονοῦντα μὲν, ἀλλὰ μήτε μέγα μήτ’ ἀραιὸν ἀναπνέοντα, καταγελῶν, μᾶλλον δὲ καγχάζων ἀναισχύντως, καὶ διαπαίζων Ἱπποκράτην καὶ ἡμᾶς ἀπηλλάττετο, μηδὲ λόγον μεταδοὺς ἡμῖν, μηδ’ ἀνασχόμενος μηδὲν ἐπακοῦσαι, καίτοι διδάξειν ἐπαγγελλομένοις, ὡς οὐ μάχεται τὸ φαινόμενον οὔτε τοῖς πρὸς ἡμῶν λεγομένοις οὔτε τοῖς Ἱπποκράτει γεγραμμένοις. ὁ μὲν γὰρ τὸ μέγα καὶ ἀραιὸν πνεῦμα παραφροσύνης εἶναί φησι γνώρισμα, οὐ μὴν εἴ τις παραφρονεῖ, πάντως τοῦτον ἀραιὸν ἀναπνεῖν καὶ μέγα, τά τε πρὸς ἡμῶν λεγόμενα ταὐτὸ τοῦτ’ ἐπαγγέλλεται, μηδὲν παραχαραττόντων ἡμῶν μηδὲ μεταποιούντων ὧν ἐκεῖνος ἔγραψεν, ἀλλὰ τὰς ἐξηγήσεις καὶ τὰς ἀποδείξεις μόνας προστιθέντων. εἰ δέ σοι νῦν, ἔφην, ὦ οὗτος, ἐξεύρηται τὸ πᾶσι τοῖς παραφρονοῦσιν ἀραιὸν καὶ μέγα γίγνεσθαι τὸ πνεῦμα, σαφῶς ἐνδείκνυσαι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνωκὼς, καίτοι προσποιεῖς γε καταγιγνώσκειν αὐτῶν, ὡς ἀνεγνωκὼς δή που πρότερον. ἀλλ’ ἐκεῖνος μὲν ἀπηλλάγη πρὶν μαθεῖν τι χρηστόν· σὺ δ’ ὁ τοῖσδε τοῖς γράμμασιν ὁμιλῶν, εἴπερ ὄντως ἀληθείας ἐρᾷς, ἐπάκουσον Ἱπποκράτους ἐν τῷ τρίτω τῶν ἐπιδημιῶν ἐπ’ ἀῤῥώστου τινὸς,  ὄνομα Πυθίωνος, ὡδὶ γράφοντος ἐν τῇ τῆς ζ΄ ἡμέρας διηγήσει. νυκτὸς ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. εἶθ’ ἑξῆς ἐπὶ τῆς η΄ ἡμέρας ὡδί· ὀψὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσε. καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἐννάτης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν. ὡς οὖν ταῦτα ἐπήκουσας, οὕτω πάλιν ἐπάκουσον, οἷόν τι τὸ τῆς δυσπνοίας εἶδος ἐγένετο τούτῳ τῷ Πυθίωνι. γνώσει γὰρ ὅτι μήτε μέγα μήτ’ ἀραιὸν ἀνέπνει, καίτοι παραφρονῶν. ἐμνημόνευσεν οὖν τῆς γενομένης αὐτῷ δυσπνοίας ὁ Ἱπποκράτης δὶς τὸ σύμπαν ἐν ὅλῃ τῇ διηγήσει, κατά τε τὴν δευτέραν ἡμέραν καὶ κατὰ τὴν ὀγδόην. ἀλλ’ ἐγὼ τὸ κατὰ η΄ παραθήσομαι πρότερον, ἐν ᾗ καὶ παραπαῖσαί φησι καὶ δυσπνοῆσαι τὸν ἄνθρωπον, ὡδὶ γράφων· ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὸν, ἄφνω δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν. ἑξῆς οὖν ἐνταῦθα γέγραφεν ἀλλήλων, ὅτι λεπτὸν αὐτῷ καὶ μινυθῶδες ἦν τὸ πνεῦμα καὶ ὅτι παρέκρουσεν ἐν μιᾷ καὶ αὐτῇ ἡμέρᾳ ταύτῃ τῇ ὀγδόῃ. ἆρ’ ὦ πρὸς Διὸς οὐκ ἤδη σαφές ἐστιν, ὡς οὐκ ἐπὶ πάσης παραφροσύνης Ἱπποκράτης ἀραιὸν καὶ μέγα φησὶ γίγνεσθαι τὸ πνεῦμα; εἰ μή τι νομίζεις ὦ οὗτος οὐδὲν διαφέρειν τοῦ μεγάλου τὸ μινυθῶδες. εἰ γὰρ τοῦτο, δῆλον, ὡς οὐδὲ τὸ μινύθειν οἷόν τί ἐστιν, οἶσθα, καὶ νομίζεις ταὐτὸν εἶναι τῷ αὐξάνειν αὐτό. μὴ τοίνυν παρ’ ἡμῶν τά γε τοιαῦτα μάνθανε, ἀλλ’ ἐπὶ τοὺς τὰ πρῶτα γράμματα διδάσκοντας ἴθι. ἀλλ’ ὥσπερ ταῦτα οὐκ ἔμαθεν ὁ τὸ μινύθειν ἀγνοῶν, οὕτως οὐδὲ τὰ Ἱπποκράτους ἀνέγνω συγγράμματα. πάντως γὰρ ἂν ἐν αὐτοῖς μυριάκις εὗρε καὶ τὸ μινύθειν καὶ τὸ μινυθῆναι καὶ τὴν μινύθησιν κατὰ πάντας σχεδὸν ἀριθμοὺς καὶ γένη καὶ πτώσεις ἐγκεκλιμένα πανταχοῦ, τοὐναντίον αὐξήσει τε καὶ τῷ αὐξάνειν δηλοῦντα, ὥστε καὶ τὸ μινυθῶδες εἴη ἂν τὸ ἐναντίον τῷ ηὐξημένῳ. εἴπερ οὖν τὸ ηὐξημένον μέγα, τὸ μινυθῶδες μικρόν ἐστιν. οὕτως οὖν καὶ ὁπότε τὴν δευτέραν ἡμέραν διηγεῖτο τοῦ Πυθίωνος, βραχύπνοον αὐτὸν ὠνόμασε. ἡ γάρ τοι βραχύπνοια καὶ τὴν ἐνέργειαν αὐτὴν βραχεῖαν γίγνεσθαι δηλοῖ καὶ τὴν ἡσυχίαν· ὥσπερ ἡ μακρόπνοια κατὰ τοὐναντίον ἄμφω μεμηκύνθαι. καί τοι κᾂν εἰ θάτερον αὐτῶν ἐδηλοῦτο, τό γε μὴ πᾶσι γίγνεσθαι τοῖς παραπαίουσι μέγα τε καὶ ἀραιὸν τὸ πνεῦμα καὶ οὕτως ἂν ὡμολόγητο. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα κατ’ ἄμφω μακρόν ἐστι, καὶ κατὰ τὴν ἐνέργειαν καὶ κατὰ τὴν ἡσυχίαν· ἡ βραχύπνοια δὲ πάντως κατὰ τὸ ἕτερόν γε αὐτῶν βραχεῖα, ὥσπερ καὶ τὸ λεπτὸν καὶ τὸ μινυθῶδες πνεῦμα βραχὺ πάντως ἐστίν.

Ἱπποκράτης οὖν αὐτὸς οἶδε σαφῶς οὐκ ἐξ ἀνάγκης ὑπάρχειν ἅπασι τοῖς παραπαίουσι τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, οὐ μὴν μάχεταί γε τοῦτο τῇ περὶ τῆς τοιαύτης δυσπνοίας ἀποφάνσει. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα παραφροσύνης ἴδιον, καὶ διὰ τοῦτ’ ἐξ ἀνάγκης αὐτὴν δηλώσει· οὐ μὴν εἰ παραφρονεῖ τις, μέγα καὶ ἀραιὸν ἐξ ἀνάγκης ἀναπνεῖ. οὐ γὰρ ἀχώριστον, ἀλλὰ ἴδιον ἔφαμεν εἶναι παραφροσύνης τὸ ἀραιὸν καὶ μέγα πνεῦμα, καθάπερ τὸ γεωμετρεῖν, τὸ τεκταίνεσθαι, τὸ φιλοσοφεῖν, τὸ ῥητορεύειν καὶ ἄλλα μυρία, ὧν ἕκαστον οὐδενὶ μὲν ὑπάρχει τῶν ἄλλων ζώων, ὅτι μὴ ἀνθρώπῳ μόνῳ, καὶ διὰ τοῦτο ἴδιον αὐτοῦ λέγεται, οὐ μὴν ἀχώριστόν γέ τι, καθάπερ τὸ λογικόν. οὐ γὰρ πᾶν ἴδιον εὐθὺς καὶ ἀχώριστον. ὥσπερ δὲ ταῦθ’ ἡμᾶς ἡ λοιδορουμένη πρὸς αὐτῶν ἐδίδαξεν διαλεκτικὴ, οὕτως καὶ ὅτι τὸ τοιοῦτον ἀξίωμα, εἰ μέγα καὶ ἀραιὸν ἀναπνεῖ, παραφρονεῖ, οὔτε ταὐτόν ἐστι τῷ, εἰ παραφρονεῖ, μέγα καὶ ἀραιὸν ἀναπνεῖ, οὔτ’ ἀναγκαῖον αὐτὰ συναληθεύεσθαι. οὐ γὰρ ἀντιστρέφει πρὸς ἄλληλα ταῦτα, ἀλλὰ μόνον ἀναστρέφει. ὡς οὖν οὐδεὶς Ὀλύμπια νικῆσαι δύναται μὴ πολλῷ πρότερον γυμνασάμενος, οὕτως οὐδὲ τῆς ἐν τοῖς λόγοις ἀληθείας ἐπιβοηθὸς γενέσθαι μὴ μαθὼν τὰ κᾀν τούτοις παλαίσματα. καὶ ὥσπερ οὐδὲ πεσεῖν εὐσχημόνως ἴσασιν οἱ παντάπασιν ἀμαθεῖς παλαισμάτων, ἀλλ’ ἔσθ’ ὅτε κατὰ τῆς γῆς ὕπτιοι κείμενοι κρατοῦσι καὶ ἄγχουσι καὶ οὐ μεθιᾶσι, τὸν αὐτὸν, οἶμαι, τρόπον οἱ ἀμαθεῖς τῆς ἐν τοῖς λόγοις τέχνης, ἐναργῶς πεπτωκότες πολλάκις αἴσχιστον πτῶμα, τοσαῦτα δέουσιν αἰδεῖσθαι, ὥστε καὶ νενικηκέναι νομίζουσιν· ὥσπερ καὶ ὁ τὸν παραφρονοῦντα δεικνύων μικρὸν ἀναπνέοντα, κᾄπειτα νομίζων ἐξηλέγχθαι διὰ τούτου τοῦ φαινομένου τὴν Ἱπποκράτους ἀπόφανσιν. οὗτος γοῦν αἴσχιστον πτῶμα πεσὼν, ᾤετο καταβεβληκέναι. πῶς γὰρ οὐκ αἴσχιστα, ἅμα μὲν εὑρεθῆναι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνωκότα, καὶ διὰ τοῦτο οἴεσθαι κενῶς εἰρῆσθαι τὰ πάλιν πρὸς ἐκείνου γεγραμμένα· ἅμα δὲ μηδὲ συνιέναι τῶν λεγομένων, ἀλλὰ παρακούειν τε καὶ ταὐτὸν εἶναι νομίζειν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα παραφροσύνης εἶναι γνώρισμα τῷ πάντως ἕπεσθαι παραφροσύνῃ τὴν εἰρημένην δύσπνοιαν; εἶτα τί θαυμαστόν ἐστιν, ἐν τοῖς τῶν ἰάσεων λογισμοῖς τυφλώττειν τοὺς μηδὲ τὰ οὕτω σμικρὰ γιγνώσκοντας; ἀλλ’ ἤρτηται δηλονότι τὰ σμικρὰ ταῦτα ἐξ ἑτέρων σμικρῶν μὲν καὶ αὐτῶν, ὀλιγωρηθέντων δ’ αὐτοῖς. τὸ γὰρ ἀγνοῆσαι, τίς δύναμις ἐπιτροπεύει τὴν ἀναπνευστικὴν ἐνέργειαν, ἀρχὴ τῶν τοιούτων σφαλμάτων· ἠγνοήθη δ’ ἐκεῖνο, διότι προηγνοήθη, πόθεν χρὴ πορίζεσθαι ταῖς ἀποδείξεσι τὰς προτάσεις. τούτου γάρ τοι τοῦ παλαίσματος οἱ μὲν ἀγύμναστοι γενηθέντες, οἱ δὲ τελέως ἀμαθεῖς, τὰ τηλικαῦτα πίπτουσι πτώματα· καὶ ἡμῖν ἐν ἑτέροις ἀποδέδεικται, καὶ μάλιστ’ ἐν τῷ δευτέρῳ περὶ μυῶν  κινήσεως, ὅτι τοῖς ἀπροαίρετον εἰποῦσιν ἔργον εἶναι τὴν ἀναπνοὴν, ἐκ τοῦ μὴ δυνηθῆναι παρὰ τῆς οὐσίας αὐτῆς τοῦ πράγματος πορίσασθαι τὰς εἰς τὴν ἀπόδειξιν προτάσεις, ἀλλὰ τοῖς ἄλλοις ὡς συμβεβηκὸς ἀκολουθῆσαι, σφαλῆναι συνέπεσεν. ἀλλὰ καὶ Ἱπποκράτης γε ὁ τὴν φύσιν μὲν αὐτὴν ὁρῶν τῶν πραγμάτων, ὑπερορῶν δὲ τῶν ἄλλων ὡς συμβεβηκότων, ἐν μὲν τῷ καθόλου βεβαίως ἀπεφήνατο διὰ τοῦ προγνωστικοῦ· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· κατὰ μέρος δὲ διὰ τῶν ἐν τοῖς νοσήμασι φαινομένων ἐβασάνισε τὸν λόγον ἐσχάταις εἰς ἀκρίβειαν βασάνοις, ἃς, οἶμαι, θαυμάσειεν, εἴ τις ἐθελήσειεν προσέχειν τὸν νοῦν τοῖς λεγομένοις· μαθήσεται γὰρ, ὅτι παραφροσύναις μὲν ἁπάσαις ἕπεται μέγα καὶ ἀραιὸν πνεῦμα κατὰ τὸν ἴδιον αὐτῶν λόγον, οὐ μήν γε τοῖς παραφρονοῦσιν ἅπασιν, ἀλλὰ μόνοις ἐκείνοις, ὅσοι μὴ δι’ ἄλλην τινὰ διάθεσιν μείζονα τῆς παραφροσύνης ἑτέρως ἠλλοιωμένην ἔχουσι τὴν ἀναπνοήν. συγχωρησάτω δέ μοι πρότερον μιᾶς ἀῤῥώστου γυναικὸς προσθεῖναι διήγησιν, ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν γεγραμμένης, εἰς ἀπόδειξίν τε ἅμα τῶν ἤδη προειρημένων εὕρεσίν τε τῶν νυνὶ προκειμένων. ἄρχεται μὲν οὖν τοῦ περὶ αὐτῆς λόγου τόνδε τὸν τρόπον· ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ Ληΐου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος ἀεὶ σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ ὑπομιμνησκόντων ἔπινεν, οὖρα σμικρὰ, λεπτὰ, οὐκ ἔχοντα ὑπόστασιν, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις· ἐννάτῃ πολλὰ παρέλεγε, καὶ πάλιν ἐνιδρύνθη σιγῶσα. οὐκοῦν ὅτι μὲν ἐξ ἀρχῆς τε καὶ διὰ τέλους αὕτη παρεφρόνει, μεμαθήκαμεν· οὐδὲ γὰρ ἕν τι παραφροσύνης εἶδος αὐτῇ συνέπεσεν, οὐδὲ τὸ τυχὸν, ἀλλὰ πολλά τε καὶ ἰσχυρὰ, τὰ μὲν σιωπώσῃ, τὰ δὲ φθεγγομένῃ, καὶ τὰ μὲν μετὰ δακρύων, τὰ δέ γε μετὰ γέλωτος. ἀκούσωμεν δ’ ἑξῆς καὶ τοῦ Ἱπποκράτους, οἷόν τι δυσπνοίας εἶδος αὐτῇ γενέσθαι φησί. γράφει δὲ ὧδε· τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. ἐνταῦθα μέν γε σαφῶς πάλιν κατ’ ἀντίθεσιν ἡ βραχύπνοος εἴρηται τῇ μέγα καὶ ἀραιὸν ἐχούσῃ πνεῦμα, καὶ οὐδεὶς ἂν ἔτι, οὐδ’ εἰ παντάπασιν εἴη σκαιότατος, ἀπορήσειεν, ὅτι μὴ πᾶσι τοῖς παραφρονοῦσιν ὁ Ἱπποκράτης ἀραιὰν καὶ μεγάλην γίγνεσθαί φησι τὴν ἀναπνοήν. ἐπὶ γοῦν μιᾶς καὶ τῆς αὐτῆς γυναικὸς τῶν δυσπνοιῶν ἑκατέρων ἐφεξῆς μέμνηται, καὶ μικρὸν ἔτι προελθὼν ὧδέ πως γράφει· εἰκοστῇ λόγοι πολλοὶ, καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἶτα εἰπὼν, μιῇ καὶ εἰκοστῇ ἀπέθανεν, ἐπὶ τέλει τοῦ παντὸς λόγου τάδε προσγέγραφεν· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο.

Δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἐξ ἁπάντων ὧν παρεθέμεθα ποτὲ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα τοῖς παραφρονοῦσι γιγνόμενον εἰδὼς, ποτὲ δὲ τὸ ἐναντίον αὐτοῦ, ποτὲ δ’ ἀμφότερα κατὰ τὸν αὐτὸν ἄνθρωπον ἐν μέρει συμπίπτοντα. καί σοι νομίζω δείξειν, ἂν προσέχῃς τὸν νοῦν καὶ μὴ παρέργως ἀκούῃς τῶν λεγομένων, ἐν αὐτοῖς οἷς ἔγραψεν ἀῤῥώστοις, ἐνδεικνυμένην αὐτῷ ἑκάστης τῶν προειρημένων διαφορῶν τὴν αἰτίαν. ἄρξομαι δ’ ἀπὸ τῆς ὑστάτης ἡμῖν παραγραφείσης ἀῤῥωστίας τῆς Δεάλκους γυναικὸς, ἐφ’ ἧς ἅπαντα συμπληρώσας τὸν λόγον, εἶθ’ ὥσπερ εἴωθεν ἀναλαμβάνων ἐν ὀλίγῳ τὰ συνέχοντα κεφάλαια ταυτὶ γράφει· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν. ἓν γὰρ τῶν πάντων καὶ ἡ τῆς ἀναπνοῆς χρεία, ἧς καὶ αὐτῆς ὠλιγώρει μέχρι πλείονος, ὅτι μηδὲν ᾐσθάνετο, κᾀν τούτῳ μακρᾶς ἡσυχίας ἀποτελουμένης, ἀραιὸν ἐγένετο τὸ πνεῦμα, τότε πρῶτον ἐπὶ τὴν ἐνέργειαν ἐξορμώσης τῆς προαιρέσεως, ἡνίκα πλησίον ὀλέθρου καὶ πνίξεως ἀφικνῆται. ὥσπερ δὲ οὐκ ἔπινεν αὐτάρκως ἡ ἄνθρωπος αὕτη· μικρὰ γάρ, φησι, ὑπομιμνησκόντων ἔπινεν· οὕτως οὐδ’ ἀνέπνει πρὶν ὑπὸ τῆς κατὰ τὸ πνίγεσθαι βίας ἀναμνησθῆναι, πολὺ σφοδρότερον νυττούσης τε καὶ κεντριζούσης καὶ πρὸς τὴν ἐνέργειαν ἐπεγειρούσης τῶν πίνειν ὑπομιμνησκόντων. ἀρξαμένη δ’ ἀναπνεῖν, ἀνεκαλεῖτο μηδὲν ἧττον πᾶν τὸ πρόσθεν λεῖμμα τῷ μεγέθει τῆς ἐνεργείας, ὁμοίως τοῖς ἐν ταῖς λύπαις καὶ τῷ κλαίειν στενάζουσιν. ἀλλ’ ἐκεῖνοι μὲν ὑπὸ διττῆς αἰτίας τοῦτο πάσχουσιν, ὅτι τε περὶ τὸ φροντιζόμενον, ἐφ’ ᾧ λυποῦνται, καταγίγνονται, καὶ διὰ τοῦτο ἀραιότερόν τε καὶ μικρότερον ἀναπνεύσαντες ἐπὶ πολλαῖς ἐνεργείας ἐφεξῆς, ἔπειτα βιασθέντες ὑπὸ τοῦ λείποντος, ἅπαν εἰσάπαξ ἠναγκάσθησαν αὐτὸ πληρῶσαι· καὶ προσέτι, διότι κατὰ τὰς λύπας ἔσω κινεῖται τό τε πνεῦμα καὶ τὸ θερμὸν, ἐπὶ δὲ ταῖς τοιαύταις διαθέσεσι λεληθότως τε καὶ κατὰ βραχὺ πολλὴ κατὰ τοῦ βάθους ἀθροιζομένη θερμότης ὁπότε πρῶτον ἀνιάσῃ τὸν ἄνθρωπον, ἀνάγκη μεῖζον ἀναπνεῦσαι. ἐν δὲ ταῖς κατὰ τοὺς παραφρονοῦντας διαθέσεσιν ἡ μὲν ἀπὸ τῆς πρώτης αἰτίας ἀνάγκη παραπλήσιος, ἡ δ’ ἀπὸ τῆς δευτέρας οὐκέθ’ ὑπάρχει. οὐ γὰρ δὴ ἔσω γε μᾶλλον ἢ ἔξω κινεῖται τούτοις τὸ θερμὸν, εἰ μή τι ἄλλο κατὰ τύχην προσγένηται σύμπτωμα. διαφέρουσι δὲ καὶ τῷ πυρέττειν οἱ παραπαίοντες τῶν ἄλλως λυπουμένων. καὶ τοίνυν καὶ αὐτὸς ὁ Ἱπποκράτης εὑρίσκεται χρώμενος τῷ τῆς ἀνακλήσεως ὀνόματι, καθάπερ ἄλλοτε καὶ περὶ Φιλίσκου λέγων· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλεομένῳ. τί ποτ’ οὖν ἐστι τὸ διὰ χρόνου, καὶ δὴ τοῦτ’ ἐξηγήσασθαι δίκαιον. εἰ γὰρ ἐλλείποι τὸ πολλοῦ, ταὐτὸν δύναται τὸ διὰ χρόνου τῷ κατὰ τὸ προγνωστικὸν εἰρημένῳ, μέγα δ’ ἀναπνεόμενον καὶ διὰ  πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ἀλλ’ εἰ τοῦτο, δὶς ἂν ἐφεξῆς εἴη ταὐτὸ λεγόμενον ἐπί τε τῆς Δεάλκους γυναικὸς καὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. γράφει οὖν ἐπ’ ἀμφοῖν ὡσαύτως· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· εἰ τὸ πολλοῦ προστεθείη, γένοιτ’ ἂν τὸ λεγόμενον τοιοῦτον· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου πολλοῦ· καὶ δὶς ἂν εἴη λεγόμενον τὸ ἀραιόν. οὐκ οὖν ἐλλείπειν ἡγητέον τὸ πολλοῦ, ἢ οὐχ οὕτως ἐλλείπειν, ὡς καὶ νῦν εἴπομεν, ἀλλ’ ἑτέρως τε καὶ καθ’ ἕτερον τρόπον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· πνεῦμα μέγα καὶ ἀραιὸν, οὐ συνεχῶς οὐδ’ ἐφεξῆς, ἀλλὰ διὰ χρόνου πλείονος; εἰ μὲν γὰρ συνεχῶς καὶ κατὰ τὸ ἑξῆς ἁπάσας τὰς ἀναπνοὰς συμπέσοι γενέσθαι μεγάλας τε καὶ ἀραιὰς, μὴ προστιθέναι ταῖς τοιαύταις αὐτὸν τὸ διὰ χρόνου, ἀλλ’ ἁπλῶς γράφειν, πνεῦμα μέγα καὶ ἀραιόν· εἰ δ’ αἱ μὲν πλείους τῶν ἀναπνοῶν μὴ γίγνοιντο μεγάλαι καὶ ἀραιαὶ, παρεμπίπτοιεν δέ τινες ὀλίγαι τοιαῦται, τότ’ οὐκέθ’ ἁπλῶς αὐτὸν ἀραιὸν καὶ μέγα λέγειν, ἀλλὰ τὸ διὰ χρόνου προστιθέναι. ἢ καὶ τούτῳ μάχεται τὸ ἐπὶ τῆς Δεάλκους γυναικὸς εἰρημένον ἐπὶ τῇ τελευτῇ τοῦ παντὸς λόγου; ταῦτα γάρ φησιν· πνεῦμα διὰ τέλεος ἀραιὸν καὶ μέγα· καίτοι ἀνώτερον εἶπεν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας· πνεῦμα ἀραιὸν καὶ μέγα, διὰ χρόνου. σαφῶς γὰρ ὅπερ νῦν διὰ χρόνου, τοῦτ’ ἐν τοῖς ἑξῆς διὰ τέλεος εἴρηκεν. τί οὖν ἐστι τὸ διὰ τέλεος; τὸ μέχρι τέλους δηλονότι διὰ παντὸς τοῦ νοσήματος γινόμενον. ἀλλὰ τούτῳ δόξειεν ἂν μάχεσθαι τὸ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης εἰρημένον· πνεῦμα ἀραιὸν καὶ μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. πῶς γὰρ εἰ διὰ παντὸς τοῦ χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, τὸ καὶ πάλιν βραχύπνοος προσγέγραπται; εἴπερ γὰρ ὅλος ἐγένετό τις χρόνος, ὅταν βραχύπνους, οὐ διὰ παντὸς ἦν μακρόπνους. καὶ μὴν ὅτι γε διὰ παντὸς ἤθελεν αὐτὴν γενέσθαι μακρόπνουν, εἰ καὶ μὴ διὰ ταύτης τῆς λέξεως τῆς ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, ἀλλ’ ἐπί γε τῆς τελευτῆς, ἡνίκ’ ἔφη διὰ τέλεος, ἐναργῶς δηλοῦται, καὶ πᾶσιν ὁμολογηθήσεται τοῖς εἰθισμένοις ἀκούειν τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις εὑρίσκεται παρ’ αὐτῷ τὸ διὰ τέλεος, οὐδ’ ἐφ’ ἑνὸς ἄλλου ταττόμενον, ἢ ὅταν τὸ διὰ παντὸς τοῦ χρόνου δηλῶσαι βουληθῇ. ὥστε τοῦτ’ ἄπορον μένει πάντως, εἴτε αὐτὸ τὸ διὰ τέλεος τὸ διὰ χρόνου δηλοῦν ὑπολαμβάνοιμεν, εἴθ’ ἕτερόν τι. μήτε τοίνυν οὐδ’ ἄπορόν ἐστιν, ἀλλ’ ἐπηρεάζομεν ἡμᾶς αὐτοὺς μάτην. οὐ γὰρ διακόπτει τὸ σπανίως παρεμπῖπτον ἐν οὐδενὶ τῶν οὕτως λεγομένων τὴν ἐν τῷ καθόλου γιγνομένην ἀπόφανσιν, ὥσπερ εἰ καὶ οὕτως ἐλέγομεν· ταύτῃ τῇ γυναικὶ διὰ παντὸς μὲν τοῦ χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, παρενέπιπτε δέ ποτε κατὰ τὸ σπάνιον ἡ βραχύπνοια. καὶ ὅτι γε αὐτῷ τῷ Ἱπποκράτει σύνηθές ἐστι τὸ τοιοῦτον, ἔκ τε τῶν ἄλλων ἔστιν ἐπιδεῖξαι βιβλίων κᾀξ αὐτοῦ τοῦ τρίτου τῶν ἐπιδημιῶν, ἐν ᾧ καὶ ἥδε ἡ ἄῤῥωστος γέγραπται. τὴν γὰρ λοιμώδη κατάστασιν ἐκδιηγούμενος ᾧδέ πως ἤρξατο· ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. καί τι βραχὺ προελθών φησιν· ἐτήσια σμικρὰ διεσπασμένα ἔπνευσεν. ἀλλὰ δι’ αὐτὸ τοῦτ’ ἄπνουν εἶπε τὸ ἔτος, ὅτι μήτ’ ἄλλοι τινὲς ἄνεμοι μήθ’ οἱ ἐτήσιοι καλούμενοι συνεχῶς τε καὶ ἀξιολόγως ἔπνευσαν, ἀλλὰ μικρά τε καὶ διεσπασμένως· Ἀπολλώνιόν τε τὸν ἐν Ἀβδήροις τρισκαιδέκατον ἀπὸ ταύτης τῆς καταστάσεως γράφων, ὁπότε περὶ πασῶν τῶν αὐτοῦ διειλέχθη τῶν κατὰ τὴν νόσον ἡμερῶν, ἐπὶ τῆ τελευτῇ τοῦ παντὸς λόγου προσέθηκε· παράληρος διὰ τέλεος· καίτοι μικρὸν ἄνω περὶ αὐτοῦ γράψας αὐτοῖς ὀνόμασιν· περὶ δὲ τετάρτης καὶ εἰκοστῆς, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἀλλ’ οὐχ ἱκανόν γε ἦν τὸ σμικρὰ κατανοῆσαι τὴν περὶ παντὸς τοῦ νοσοῦντος ἀπόφανσιν ἀνατρέψαι, καὶ διὰ τοῦτ’ ὀρθῶς εἶπε, παράληρος διὰ τέλεος, τουτέστιν ἕως τέλους, ὅπερ ταὐτὸν δύναται τῷ διὰ παντὸς τοῦ νοσήματος.

Οὐκοῦν, ἤδη γὰρ ἐπιθεῖναι χρὴ κεφαλὴν τῷ λόγῳ, τὸ (ὅτι) διὰ χρόνου τῷ διὰ τέλεος οὐ ταὐτόν ἐστι. καὶ ἐπειδὴ τοῦτο δέδεικται, τὴν αἰτίαν ἐφεξῆς εἴπωμεν, δι’ ἣν τισὶ μὲν τῶν παραφρονούντων ἀραιὸν καὶ μέγα διὰ παντὸς τοῦ νοσήματος γίνεται τὸ πνεῦμα, τισὶ δὲ οὐδέποτε· καὶ τισὶ μὲν ἐν τῷ πλείονι τοῦ χρόνου παρεμπίπτοντος ὀλιγάκις ἢ τοῦ διαφέροντος ἁπλῶς, ἢ καὶ τοῦ ἐναντίου, τισὶ δ’ ἔμπαλιν ὀλιγάκις μὲν τὸ μέγα καὶ ἀραιὸν, πολλάκις δ’ ἤτοι τὸ ἐναντίον ἢ τὸ διαφέρον ὁπωσοῦν· τισὶ δὲ ἐπίσης ἑκάτερον. ἀναμνησθῶμεν πάλιν κᾀνταῦθα τῶν ἀποδεδειγμένων ἐν τῷ προτέρῳ λόγῳ περὶ τῶν ἁπλῶν διαθέσεων. ἄλγημα μὲν γὰρ μόνον, ἔν τινι τῶν κινουμένων κατὰ τὰς ἀναπνοὰς μορίων γιγνόμενον, μικρὰν καὶ πυκνὴν ἐργαζόμενον ἐδείκνυτο τὴν ὅλην ἀναπνοήν· παραφροσύνη δὲ μόνη τὴν ἐναντίαν αὐτοῦ τὴν ἀραιὰν καὶ μεγάλην, αὔξησις δὲ τοῦ θερμοῦ τὴν μεγάλην καὶ πυκνήν· ἡ δ’ ἐναντία αὐτῷ ψύξις τὴν μικρὰν καὶ ἀραιάν. εἰ μὲν οὖν ὑπὸ παραφροσύνης μόνον ὁ τῆς ἀναπνοῆς κόσμος συγχέοιτο, μέγα καὶ ἀραιὸν ἔσται τὸ πνεῦμα διὰ παντός· εἰ δ’ ὑπὸ πόνου μόνον, σμικρὸν καὶ πυκνόν· εἰ δ’ ἄμφω συνέλθῃ, κρατοῦντος μὲν τοῦ πόνου σφοδρῶς, ἀφανὴς παντάπασιν ἡ ἐκ τῆς παραφροσύνης ἀλλοίωσις· μετρίου δ’ ὄντος, ἤτοι πλεῖον μὲν ἐκ τοῦ πόνου, ἔλαττον δ’ ἐκ τῆς παραφροσύνης τὴν ἀναπνοὴν ἀλλοιοῦσθαι συμβήσεται, ἢ ἔμπαλιν, ἢ ἐπ’ ἀμφοῖν ἐπίσης. ἀφανίσαι μὲν γὰρ οὐ πάνυ τι τελέως ἡ παραφροσύνη δύναται τὴν ἐκ τοῦ πόνου ἀλλοίωσιν, πλὴν εἰ αὐτὴ μὲν εἴη  μεγάλη καὶ σφοδρά τις ἄγαν, ὁ δὲ πόνος μικρὸς καὶ ἀμυδρός· ὁ μέντοι πόνος ἐκνικᾷ τελέως, ὅταν ἰσχυρὸς ᾖ, τὴν ἐκ τῆς παραφροσύνης δύσπνοιαν, ὡς μηδ’ ὅλως ἐμφαίνεσθαι. οὕτω δ’ εἰ καὶ πρός τινα τῶν ἑτέρων διαθέσεων ἡ παραφροσύνη συμπλέκηται, τὴν ἰδέαν τῆς ἀναπνοῆς ἄλλοτ’ ἄλλην ἐργάσεται παρὰ τὸ κρατεῖν, ἢ κρατεῖσθαι, ἢ ἰσοσθενῶς ἔχειν, ἢ νῦν μὲν, εἰ τύχοι, κρατεῖν, αὖθις δ’ ἐν ἑτέρῳ καιρῷ τοῦ νοσήματος κρατεῖσθαι. δείξομεν οὖν ὅτι καὶ κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία τοῦτ’ αὐτὸ διδάσκει διὰ τῶν ἐν αὐτοῖς γεγραμμένων ἀῤῥώστων. ἐναργῶς δὲ καὶ σαφῶς δειχθήσεται, προειπόντων ἡμῶν ὀλίγον τι περὶ τῆς προαιρέσεως τοῦ Ἱπποκράτους. δοκοῦσι γὰρ οἱ παλαιοὶ πάντα τὰ τοῖς νοσοῦσι συμβαίνοντα γράφειν αὐτὸν, ὥσπερ καὶ τὸν Θουκυδίδην· ἔχει δ’ οὐχ οὕτως, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ἐναντιώτατον ὑπάρχει τοῖς Ἱπποκράτους γράμμασι πρὸς τὰ Θουκυδίδου. ὁ μὲν γὰρ πάντα γράφει τὰ καὶ τοῖς ἰδιώταις γνώριμα, μηδὲν ὅλως αὐτῶν παραλιπὼν, ὁ Θουκυδίδης, ὁ δ’ Ἱπποκράτης ὀλίγα μὲν τούτων, ὅσα πρὸς τὴν ὅλην διάθεσιν, καθ’ ἣν ἐκινδύνευσεν ὁ κάμνων, διαφέρει, πάμπολλα δ’ ἄλλα τοῖς ἰδιώταις μὲν παρεωραμένα, τεχνικὴν δὲ πάνυ καὶ ἀκριβῆ τὴν διάγνωσιν παρεχόμενα, καὶ δυνάμενα πολλάκις καὶ αὐτοὺς τοὺς ἀρίστους ἰατροὺς λαθεῖν. οὗτος δ’ ὢν ταχὺς ἐν τῷ ἑρμηνεύειν, καὶ μηδὲν ὅ τι μὴ καὶ μεγάλως ὀνήσει γράφειν ἀξιῶν, δόξει σοι πάλιν ἐξεστάναι τῶν οἰκείων φρενῶν, ὅταν τὰ μηδ’ ὅλως γενόμενα τῷ νοσοῦντι γράφῃ, τοῦτ’ αὐτὸ προσδηλῶν, ὅτι μὴ ἐγένετο. ὁ γὰρ καὶ τῶν γενομένων τὰ πλεῖστα παραλείπων οὐκ ἂν δόξειε τοῖς μὴ γενομένοις διατρίβων παραπαίειν; ἀλλ’ εἰ ἐνόεις ὅτι διὰ τὴν αὐτὴν αἰτίαν κᾀκεῖνα παραλείπει καὶ ταῦτα γράφει, τότ’ οἶμαί σε θαυμάσειν αὐτόν. οὐδὲ γὰρ τὸ τυχὸν, οὐδ’ εἰς τὸν τυχόντα δυνάμενον ἰατρὸν ἐλθεῖν ἐκεῖνος ἔγραψεν. ἀποδέδεικται δὲ καὶ περὶ τούτων ἡμῖν ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ κᾀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, οὐχ ἥκιστα δὲ κᾀν τοῖς περὶ τοῦ παρὰ τοῦ Θουκυδίδου λοιμοῦ. τούτων τοίνυν μεμνημένος, οὐ χαλεπῶς αἰσθήσῃ τῶν λεγομένων. μέλλω γὰρ δείξειν, εἰ καί τῳ παράδοξον εἶναι δόξει, πολλοὺς μὲν τῶν ἐν ἐπιδημίαις γεγραμμένων δυσπνοήσαντας, μηδὲν δ’ ὑπὲρ τῆς δυσπνοίας αὐτῶν εἰπεῖν τὸν Ἱπποκράτην, διότι σαφὴς ἦν καὶ πρόδηλος ἅπασιν ἰατροῖς. εἰ γὰρ ἤτοι τὸ στέρνον, ἢ τὰς πλευρὰς, ἢ τὰ περὶ τὰς κλεῖς καὶ τὴν φάρυγγα συνέβαινέ τῳ φλεγμᾶναι, καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνεῖν, ὡς ἐν τῷ πρόσθεν ἐπεδείκνυτο λόγῳ, γράφειν οὐκ ἂν ἠξίωσεν Ἱπποκράτης οὔτε τὸ τῆς δυσπνοίας εἶδος οὔτε τὴν ἀρχὴν ὅτι δύσπνους ἐγένετο. πολὺ γάρ ἐστι τὸ τοιοῦτον τῆς δυσπνοίας εἶδος ἑκάστης σχεδὸν ἡμέρας ὁρώμενον ἐπί τε περιπνευμονικῶν καὶ πλευριτικῶν καὶ συναγχικῶν καὶ πάντων ἁπλῶς οἷς τι κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα φλεγμαίνει. καὶ ταῖς ἥπατος δὲ φλεγμοναῖς, καὶ μάλιστα ταῖς κατὰ τὰ κυρτὰ, καὶ ταῖς τοῦ σπληνὸς, καὶ ταῖς κατὰ τὴν κεφαλὴν αὐτοῦ, καὶ ταῖς τοῦ περιτοναίου, τὸ τοιοῦτον εἶδος ἕπεται τῆς δυσπνοίας. ἀλλὰ καὶ οἷς ἡ γαστὴρ φλεγμαίνει, καὶ μᾶλλον εἰ τὸ στόμα τε καὶ ὁ στόμαχος αὐτῆς, καὶ οἷς τῶν ὑμένων τις ἢ τῶν μυῶν τῶν καθ’ ὑποχόνδριον, ἢ αἱ φρένες αὐταὶ, τούτοις ἅπασι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα, πολλάκις δὲ καὶ τῶν ἐντέρων τι τῶν λεπτῶν, καὶ μάλιστα τῶν κατὰ τὴν νῆστίν τε καὶ τοῦ κώλου τὰ ἄνω μειζόνως φλεγμήναντα, δυσπνοεῖν οὕτως ἠνάγκασε τὸν ἄνθρωπον, φλεγμονῆς νῦν ἀκουομένης τοῦ σκληροῦ καὶ θερμοῦ καὶ ὀδυνῶντος ὄγκου, καθάπερ τῷ Ἐρασιστράτῳ καλεῖν ἔθος ἐστὶ καὶ τοῖς νεωτέροις ἰατροῖς πᾶσιν, ἐπεὶ ὅτι γε τὴν φλόγωσιν οὕτως ὠνόμαζον οἱ παλαιοὶ σχεδὸν οὐδεὶς ἀγνοεῖ. δέδεικται δ’ ἐν τῷ πρὸ τούτου λόγῳ καὶ διότι τοῖς ὑδερικοῖς καὶ τοῖς ὑπερεμπεπλησμένοις ἢ πόματος ἢ σιτίων, καὶ ταῖς κυούσαις, καὶ τοῖς προγάστορσι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα, καὶ καθόλου φάναι πᾶσιν ὅσοις στενοχωρεῖταί τι τῶν ἀναπνευστικῶν ὀργάνων. οὕτω γὰρ καὶ τοῖς ἀσθματικοῖς καὶ τοῖς πνευμονώδεσι καὶ τοῖς ἐμπύοις, καὶ οἷς ἡ ῥάχις διέστραπται μεγάλως, καὶ οἷς ἀπέπτων φυμάτων σύστασις ἢ ἐν θώρακι ἢ ἐν πνεύμονι, καὶ ὅλως ἅπασιν οἷς σκίῤῥος ἢ ἄλλος τις ὄγκος ἀξιόλογος ὅτου δὴ τῶν προειρημένων μορίων ἐστὶν ἁπάντων, μικρὸν καὶ πυκνὸν ἀναπνεῖν ἀνάγκη. οὔτ’ οὖν οὗτοι δύνανται λαθεῖν οὐδὲ τὸν ἐπιτυχόντα τῶν ἰατρῶν, οὔτε αἱ διαθέσεις αὐτῶν, αἷς ἐξ ἀνάγκης ἕπεται δύσπνοια. καὶ γὰρ αἱ διαθέσεις σαφεῖς, καὶ τὸ τῆς δυσπνοίας εἶδος ἐναργές ἐστι, καὶ πολλοῖς μονονουχὶ καθ’ ἑκάστην ἡμέραν γιγνόμενον. ἀλλ’ ὅτι μηδὲν τῶν οὕτω σαφῶν Ἱπποκράτης γράφει, πολλάκις ἀποδέδεικται. Θουκυδίδης μὲν γὰρ τὰ συμβάντα τοῖς νοσοῦσιν ὡς ἰδιώτης ἰδιώταις ἔγραψεν, Ἱπποκράτης δὲ τεχνίτης τεχνίταις.

Εἴπωμεν οὖν ἤδη καὶ αὐτοὺς δὴ τοὺς δυσπνοήσαντας ἀῤῥώστους, ἐφ’ ὧν οὐκ ἠξίωσεν οὐχ ὅπως τὸ τῆς δυσπνοίας εἶδος, ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο μόνον ἁπλῶς εἰπεῖν, ὅτι ἐδυσπνόησαν. ἐπεὶ δ’ ἑπτὰ μέν ἐστιν ἅπαντα τὰ τῶν ἐπιδημιῶν βιβλία, τούτων δὲ τὸ μὲν ἕβδομον σαφῶς νόθον εἶναι πᾶσι δοκεῖ καὶ νεώτερον καὶ διεσκευασμένον, τὸ δὲ πέμπτον οὐ τοῦ μεγάλου Ἱπποκράτους τοῦ Ἡρακλείδου υἱέος, ἀλλὰ τοῦ νεωτέρου τοῦ Δράκοντος· τὸ δὲ δεύτερον καὶ τὸ τέταρτον καὶ τὸ ἕκτον ἔστι μὲν οἷς τοῦ Ἱπποκράτους υἱέος, ἔστι δὲ οἷς καὶ αὐτοῦ Ἱπποκράτους ἔδοξεν, οὐ μὴν συγγράμματά γε οὐδ’ ὥστε διαδοθῆναι τοῖς Ἕλλησι μέλλοντα, ἀλλ’ ὑπομνήματα  μᾶλλον εἶναι· τισὶ δὲ οἵπερ καὶ ἀκριβέστερά μοι δοκοῦσι καταμαθεῖν τῶν βιβλίων τὴν δύναμιν, ὑπὸ μὲν τοῦ Θεσσαλοῦ γεγράφθαι δοκεῖ τὰ ε΄, δύο δ’ εἶναι τοῦ μεγάλου Ἱπποκράτους, καὶ ἐπιγεγράφθαι γέ που διὰ τοῦτο τὰ ἐκ τοῦ μικροῦ πινακιδίου, δηλονότι τοῦ Θεσσαλοῦ πάντα ὅσα περ ὁ πατὴρ αὐτοῦ γεγραφὼς ἔτυχεν ἀθροῖσαι σπουδάσαντος ἐς ταὐτὸν, ὡς μηδὲν ἀπόλοιτο· μόνα δὲ καὶ λοιπὰ τῶν ζ΄ τούτων βιβλίων Ἱπποκράτους εἶναι τοῦ μεγάλου σχεδὸν ἅπασιν ὡμολόγηται, τό τε πρῶτον καὶ τὸ τρίτον· εὔλογον ἔδοξε μοι πρῶτον μὲν τοὺς ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένους ἀῤῥώστους προχειρίσασθαι, μετὰ δὲ τοῦτο καὶ τοὺς ἐν τοῖς ἄλλοις τῶν ἐπιδημιῶν εὐθὺς αὐτοῖς συνάπτοντα κατὰ τὴν τῶν λόγων οἰκειότητα καὶ ὅσα διὰ τῶν ἄλλων συγγραμμάτων αὐτῷ περὶ δυσπνοίας εἴρηται. καὶ δὴ καὶ πρώτου πάντων μνημονεύσωμεν Ἀναξίωνος, ὅν τινα, ὥς φησιν αὐτὸς, πυρετὸς ὀξὺς ἔλαβεν, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχὴς, ἔβησσε ξηρὰ, οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας. καὶ πρῶτόν γε αὐτὸ τοῦτο δείξωμεν, τί δή ποτε καίτοι βραχυλόγος ὢν ὁ Ἱπποκράτης, ἐνὸν εἰπεῖν αὐτὸ δι’ ἑνὸς ὀνόματος, ὅτι πλευριτικὸς ἦν ὁ Ἀναξίων, οὕτως εἰπὼν τὰ συμπτώματα τὰ κατὰ τοῦτο τὸ νόσημα, δι’ ἐκείνων μᾶλλον ἠξίωσε τὴν ὑπὲρ αὐτοῦ ποιήσασθαι διήγησιν. οὔτε γὰρ ἔθος αὐτῷ τὸ τοιοῦτον, ἀλλ’ αὐτὸ τοὐναντίον ἐστὶν, εἰς ἓν ὄνομα καὶ κεφάλαιον ἀνάγειν ἀεὶ τὰ κατὰ μέρος· οὔτε μὴν κατὰ τὸ τυχὸν ἐνδέχεται νῦν οὕτω γράφειν τὸν μηδ’ ἓν εἰκῆ γράφοντα. τίς οὖν ἡ αἰτία; τῶν νοσημάτων ἑκάστῳ συμπτώματα τὰ μὲν ἐξ ἀνάγκης ὑπάρχει, τὰ δ’ ὡς τὸ πολύ. αὐτῶν δὲ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων πλείους εἰσὶ διαφοραὶ, τινὲς μὲν πλειστάκις ὁρώμεναι, καὶ διὰ τοῦτ’ οἰκεῖαι τῇ φύσει τοῦ νοσήματος εἶναι πεπιστευμέναι· τινὲς δὲ σπανίως πάνυ, καὶ διά τι συμπεσὸν ἰδίως ἐξαίρετον. ὁ τοίνυν Ἱπποκράτης, ὅταν μὲν αἱ συνήθεις ἰδέαι τῶν συμπτωμάτων ὦσιν, ἀρκεῖται τηνικαῦτα μόνῳ τῷ καθόλου τοῦ νοσήματος ὀνόματι· ὅταν δέ τι ἐμπίπτῃ τῶν σπανίων, μετὰ τὴν καθόλου τε καὶ κοινὴν ἅπαντος τοῦ νοσήματος προσηγορίαν εὐθὺς ἐκεῖνο διορίζεται· εἰ δὲ πλείους ποτὲ θεάσαιτο παθημάτων ἰδέας ὑπὲρ τὴν κοινὴν καὶ συνήθη φύσιν, δεομένην ἑκάστην οἰκείου διορισμοῦ, τηνικαῦτα ὑπερβαίνει μὲν τὸν καθόλου, διηγεῖται δ’ εὐθὺς ἕκαστον τῶν κατὰ μέρος, ὡς ἂν ἐκ τούτων κᾀκείνου δηλουμένου. πλευριτικοῖς οὖν ἐξ ἀνάγκης μὲν συμπίπτει τό τε τῆς πλευρᾶς ἄλγημα, καὶ μετὰ τοῦ πυρετοῦ, καὶ ἡ δύσπνοια καὶ ἡ βήξ· οὐκ ἐνδέχεται γὰρ πλευριτικὸν εἶναι μὲν, μὴ οὐ πάντα δὲ ταῦθ’ ὑπάρχειν αὐτῷ· τὸ δὲ ἀνάγεσθαί τι τῶν ἀπὸ τῆς φλεγμονῆς ἅμα ταῖς βηξὶν, οὐκ ἀναγκαῖον μὲν, ὡς τὸ πολὺ μέντοι συμβαίνει. οὕτω δὲ καὶ ἡ τῶν ἀναγομένων ἰδέα ὑπέρυθρος, ἢ ὑπόξανθος, ἢ ἀφρώδης ἐστίν. ὥσπερ δ’ ἐν τοῖς εἰρημένοις τὸ μέν ἐστι σύνηθες, τὸ δὲ ξένον, οὕτω καὶ ἐν αὐτοῖς τοῖς ἐξ ἀνάγκης συμπίπτουσι τινὲς μὲν ἰδέαι πλειστάκις, τινὲς δὲ σπανίως ὁρῶνται. καὶ τοίνυν ὁ Ἱπποκράτης, ἐπὶ τοῦ προκειμένου νῦν ἀῤῥώστου τοῦ Ἀναξίωνος, ἐπειδὴ τὰ κατὰ μέρος παθήματα διορισμοῦ ἐδεῖτο, τῆς σπανιωτέρας ἰδέας ὄντα, διοριζομένων δ’ αὐτῶν ᾔδει γνωρισθησομένην σαφῶς τὴν πλευριτικὴν συνδρομὴν, περιττὸν ἡγήσατο γράφειν ὃ πάντως ἔμελλεν καὶ χωρὶς τοῦ συγγραφῆναι νοηθήσεσθαι. πυρετὸς γάρ, φησιν, ὀξὺς ἔλαβε, καὶ πλευροῦ δεξιοῦ ὀδύνη συνεχὴς, καὶ ἔβησσε ξηρὰ, δηλονότι βηχία. οὐκοῦν οὐ μόνον ὅτι πυρετὸς, ἀλλὰ καὶ ὁποῖός τις, ἔμαθες· ὀξὺς γάρ, φησιν· οὐδ’ ὅτι πλευρᾶς πόνος, ἀλλὰ καὶ ὁποῖος, ὅτι συνεχής· οὐδ’ ὅτι βῆχες μόνον, ἀλλὰ καὶ ὁποῖαι καὶ τίνες, ὅτι ξηραὶ καὶ ἄπτυστοι· ἐν ταὐτῷ δὲ τούτῳ λόγῳ καὶ ὅτι πλευριτικὸς ἦν οὗτος ὁ ἄνθρωπος, ἔμαθες· οὐδενὶ γὰρ τῶν πάντων νοσημάτων ἡ τῶν εἰρημένων παθῶν ὑπάρχει σύνοδος, ὅτι μὴ πλευρίτιδι. δι’ ἑνὸς οὖν λόγου καὶ ὅτι πλευρίτιδι διεπάλαιεν ὁ ἄνθρωπος, καὶ ὁποίᾳ τινὶ ταύτῃ, δεδήλωται. ἐπεὶ δ’ ἐξ ἀνάγκης ἕπεται πλευρίτισιν ἡ δύσπνοια, παρέλειψε γράφειν, ὅτι καὶ δύσπνους ἦν. εἰ μὲν γὰρ καὶ περὶ ταύτης τι ξένον εἶχεν εἰπεῖν καὶ σπάνιον, οὐκ ἂν ἐσιώπησεν· ἐπεὶ δ’, ὡς ἔοικεν, ἐφύλαττε τὴν εἰθισμένην ἰδέαν, εὐλόγως παρέλιπεν. ὥσπερ δὲ ταῦτα παρῆκεν, οὕτως ἄλλα παρέγραψεν, ἃ μήτε ἐξ ἀνάγκης ὑπάρχει πλευρίτισι μήθ’ ὡς πολὺ μήτ’ ἐκ τῶν εἰρημένων νοηθῆναι δύναται. τὸ τί γάρ φησι; διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχροα, πολλὰ, λεπτά. εἶτα ἐπιφέρων, ἕκτῃ παράληρος, πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. τούτων οὐδὲν οὔτ’ ἀναγκαίως ὑπάρχει πλευρίτισιν οὔθ’ ὡς τὸ πολύ. εἰ δὲ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ἀκούσῃς αὐτοῦ διηγουμένου, σαφέστερον ἐπιγνώσῃ τὴν προαίρεσιν τἀνδρός. ἔχει δ’ οὕτως· ἑβδόμῃ ἐπίπονος, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα δυσπνοίας ἐμνημόνευσεν, ὁπότε τοῦ κακῶς διακεῖσθαι τὸν ἄνθρωπον ἐποιεῖτο συλλογισμὸν, ἐν τοῖς ἄλλοις καὶ αὐτὴν καταλέγων τοῖς ἐξ ἀρχῆς μὲν αὐτῷ συμπεσοῦσι, μήτε δὲ πεπαυμένοις μήτε ἐνδεδωκόσι. τοὺς μὲν γὰρ πυρετοὺς καὶ προσεπιτεῖναί φησι, τὰ δὲ λοιπὰ τρία, τέτταρα γὰρ εὑρέθη τὰ συμπληροῦντα τὴν πλευριτικὴν συνδρομὴν, ἐπὶ τῶν αὐτῶν διαμεῖναί φησι, τοὺς πόνους, τὰς βῆχας, τὰς δυσπνοίας, ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ νοσήματος συλλογιζόμενος ἐπιπόνως ἔχειν τὸν ἄνθρωπον. εἰ γὰρ τῶν συμπληρωτικῶν αὐτῷ παθημάτων τεττάρων ὄντων τὰ τρία μὲν ὡσαύτως ἔχοντα διέμενε, τὸ τέταρτον δὲ χεῖρον ἐγένετο, παντὶ δῆλον, ὅτι κακῶς ὁ ἄνθρωπος εἶχεν. ὁρᾷς οὖν ἐναργῶς, ὅτι διὰ τὸ  χρῄζειν εἰς πρόγνωσιν τῆς τοῦ νοσήματος καταστάσεως, ἐμνημόνευσε τῆς δυσπνοίας, οὐκ ἂν ἄλλως μνημονεύσας αὐτῆς. καὶ διὰ τοῦτο πρῶτον τῶν ἄλλων τοῦτον προὐχειρισάμην τὸν ἄῤῥωστον, ἵνα δείξω, ὑπὲρ ἧς μηδὲν εἶπεν καταρχὰς δυσπνοίας, ὅτι μηδ’ ἔχρῃζεν ὅλως αὐτῆς, ὡς οὐ κακῶς μνημονεύει νῦν. εἰ γὰρ προσέχεις τῇ λέξει τὸν νοῦν, εὑρήσεις αὐτὴν τοῦτ’ ἐνδεικνυμένην. ἑβδόμῃ, φησὶν, ἐπίπονος. ὅ τε γὰρ πυρετὸς ἐπέτεινέ, φησιν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα μὲν γὰρ, ὡς ἔφην, ἓν μὲν ἐπιτετάσθαι δηλοῖ, τὰ δ’ ἄλλα μένειν ἐπὶ τῶν αὐτῶν. ὃ γὰρ ἐδήλωσεν, οὐ ξυνεδίδοσαν, εἰπὼν τοῦτ’ ἐπὶ τῶν λοιπῶν, τῶν βηχῶν καὶ τῆς δυσπνοίας, ἀπὸ κοινοῦ χρὴ νοεῖν, συνηθεστάτης οὔσης τῆς τοιαύτης ἑρμηνείας οὐχ Ἱπποκράτει μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις παλαιοῖς σχεδὸν ἅπασι. ὡς γὰρ οἱ πόνοι οὐδὲν ξυνεδίδοσαν, οὕτω καὶ αἱ βῆχες ἠνώχλεον, ὡσαύτως δηλονότι μηδὲν ἐνδιδοῦσαι, δύσπνοός τε ἦν, ὡσαύτως δηλονότι μηδὲν τῆς δυσπνοίας ἐνδιδούσης. ἐνδείκνυται δὲ καὶ αὐτὸ τὸ ἦν ταὐτὸν τῷ ὡς πρώην. οὐ γὰρ δύσπνοος ἐγένετο, εἶπε, καί τοι δυνάμενος εἰπεῖν, μᾶλλον δὲ παντὸς ἂν εἰρηκὼς, εἰ κατὰ τὴν ἑβδόμην προσεγεγόνει τοῦτο τὸ πάθημα, πρότερον οὐκ ὄν· ἀλλ’ οὔτε προσεγένετο δηλονότι, πάντως γὰρ ἐχρῆν ἐξ ἀρχῆς αὐτὸ συστῆναι τοῖς ἄλλοις, Ἱπποκράτης τε δεόντως ἐδίδαξεν, ἐν ἀρχῇ μὲν τῆς διηγήσεως παραλιπὼν αὐτὸ, μετὰ ταῦτα δὲ μνημονεύσας· ἐπ’ ἄλλων μέντοι παμπόλλων ἀῤῥώστων, ὥσπερ ἐν ἀρχῇ παρέλιπεν, οὕτως οὐδ’ ἐπὶ προήκοντι τῷ λόγῳ φαίνεται μνημονεύων δυσπνοίας. ἅπαντας δ’ αὐτοὺς ἑξῆς παραγράψω τοὺς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὡς ἔφην, καὶ τοὺς ἐν τῷ τρίτῳ γεγραμμένους, πρότερόν γε προσθεὶς τὰ λείποντα τῆς εἰς τὸν προγεγραμμένον ἄῤῥωστον ἐξηγήσεως. ὥσπερ οὖν ὅτι δύσπνους ἦν, ἐξ αὐτοῦ τοῦ νοσήματος τῆς φύσεως ἂν ἔγνωμεν, εἰ καὶ μὴ πρὸς Ἱπποκράτους εἴρητο μετὰ ταῦτα, οὕτω καὶ ὅτι τὸ τῆς δυσπνοίας ἦν εἶδος αὐτῷ μικρὸν καὶ πυκνὸν, οὐκ ἄδηλόν ἐστι, κᾂν Ἱπποκράτης μὴ γράφῃ· ὡς γὰρ ὅτι δυσπνοοῦσιν οἱ πλευριτικοὶ, φαίνεται, οὕτω καὶ ὅτι μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν· εἴπομεν δὲ ἔμπροσθεν, ὡς οὐδὲν τῶν καὶ τοῖς ἄλλοις σαφῶς γιγνωσκομένων Ἱπποκράτης γράφει. καί τοι καὶ παρεφρόνησεν οὗτος ὁ ἄνθρωπος· λέγει γοῦν οὕτω περὶ αὐτοῦ· ἕκτῃ παράληρος· ἀλλὰ τοῦτο μὲν οὐχ ὡς νόσημα φύσει παρακοπτικὸν, ἀλλ’ ὡς ἐπιγιγνόμενον πάθημα πλευρίτισιν ἰσχυραῖς, οὐκ ἔμελλε δήπουθεν ἐκνικήσειν τὴν ἀπὸ τοῦ πόνου τροπὴν, οὐδὲ καθ’ αὑτὸ τυπώσειν τὴν τῆς δυσπνοίας ἰδέαν· ὁ δ’ ἐν τῇ πλευρᾷ πόνος ἰσχυρὸς ὢν, καθ’ ἑαυτὸν πάντως ἔμελλεν ἀλλοιώσειν τὴν ἀναπνοήν· εἰ δέ γε καθ’ ὑπόθεσιν ὁ μὲν πόνος ἦν ἀμυδρὸς, σφοδρὰ δὲ ἡ παραφροσύνη, πάντως ἂν ἢ τελέως ἐνίκησεν ἡ παραφροσύνη τὸν πόνον, ἢ ὡς τὸ πολύ· καὶ οὕτως ἂν ἤτοι διὰ παντὸς τοῦ νοσήματος ἀνέπνεεν ὁ τοιοῦτος ἄῤῥωστος μέγα καὶ ἀραιὸν, ἢ πλεῖστα μὲν οὕτως, σπανιάκις δὲ σμικρὸν καὶ πυκνόν· καὶ τοῦτο πάντως ὁ Ἱπποκράτης προεσημήνατο, καθάπερ ἐπὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. τούτῳ γὰρ ἦν μέν τις καὶ καθ’ ὑποχόνδριον ἔντασις ὑπολάπαρος, ἀλλὰ καὶ παρεφρόνησε μεγάλως. γράφει γοῦν ἐπὶ μὲν τῆς ἐντάσεως οὕτως· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· περὶ δὲ τῆς παραφροσύνης οὕτως· ἐν μὲν τῇ δεκάτῃ τῶν ἡμερῶν παρέκρουσεν ἀτρεμέως, ἐπὶ δὲ τῆς τεσσαρεσκαιδεκάτης πολλὰ παρέλεγεν, ἐπὶ δὲ τῆς εἰκοστῆς ἐξεμάνη, φησίν. ἦν μὲν οὖν καὶ μόνον αὐτῷ τοὔνομα τὸ ἐξεμάνη μέγεθος παραφροσύνης ἱκανὸν ἐνδείξασθαι, ἀλλὰ καὶ τὸ κόσμιον εἶναι καὶ σιωπηλὸν τὸν νεανίσκον αὐξητικόν ἐστιν οὐ σμικρὸν τοῦ μεγέθους αὐτῆς, εἴ γε δὴ κᾀν τῷ προῤῥητικῷ καὶ τὰς ἀποκρίσεις τὰς θρασείας, μήτοι γε τὰς παραφροσύνας αὐτὰς, κακάς φησιν εἶναι τοῖς κοσμίοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλου τινὸς ἕνεκεν ἐν τῇ τῆς δεκάτης ἡμέρας διηγήσει προσέγραψεν τὰ περὶ τοῦ ἤθους τοῦ νεανίσκου. ἵνα δὲ μὴ δόξωμεν, ἐπειδὴ γέγραπται, παρέκρουσεν ἀτρεμέως, ἁπλῆν τινα εἶναι καὶ τὴν τυχοῦσαν παραφροσύνην, διὰ τοῦτο ἐπιφέρει, ἦν δὲ κόσμιος καὶ σιγῶν, ἐξ ὧν πάντων μὲν δὴ τούτων τὸ σφοδρὸν τῆς παραφροσύνης ἐνεδείξατο. τὴν δὲ καθ’ ὑποχόνδριον ἔντασιν ἐξ ἀμφοτέρων τῶν μερῶν τάχ’ ἄν τις δόξειεν μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ πνεῦμα· δι’ αὐτῶν γὰρ ὧν ὑπὲρ αὐτῆς ἔγραψεν, ἐνεδείξατο νενικημένην εὐλόγως ὑπὸ τῆς παραφροσύνης. οὐ γὰρ ἁπλῶς εἶπεν· ἦν δὲ καθ’ ὑποχόνδριον ἔντασις, ἀλλὰ προσέθηκεν ὑπολάπαρος, δηλῶν ὡς οὐκ ἦν σὺν ὄγκῳ μεγάλῳ. λαπαρὸν γὰρ τὸ κενόν. ἐκ δὲ τοῦ παραμήκης τοὐναντίον ἐμφαίνει ᾧ πολλάκις αὐτὸς λέγει τῷ ἀνεσπασμένῳ ὑποχονδρίῳ. ὅταν μὲν γὰρ ὑπὸ τῶν φρενῶν τείνηται, τότε μὲν ἀνασπᾶταί τε καὶ κατακρύπτεται πᾶν, ἑλκόμενον εἰς τὸν θώρακα· ὅταν δ’ ὑπό τινος τῶν κάτω, παραμήκης τηνικαῦθ’ ἡ τάσις φαίνεται, οὐδὲν γάρ ἐστιν ἐπίπροσθεν τὸ κατακρύψον αὐτὴν, ὥσπερ ἐπὶ τοῦ θώρακος αἵ τε νόθοι πλευραὶ καὶ τὸ στέρνον. οὐ μόνον οὖν ἐκ τούτων δῆλον, ὡς σμικρὰ παντάπασιν ἡ κατὰ τὸ ὑποχόνδριον ἦν διάθεσις εἰς δυσπνοίας γένεσιν, ἀλλὰ κᾀξ αὐτοῦ τοῦ προσγράψαι τὸν Ἱπποκράτην περὶ τῆς ὀδύνης αὐτοῦ μηδέν. οὐ γὰρ ἂν ἐσιώπησεν, εἴπερ ἦν ὀδυνηρὸν, ἔθος ὂν αὐτῷ μηδὲν τῶν τοιούτων ἀργῶς παρέρχεσθαι. εἴπερ οὖν ταῦτα μὲν ἦν πάντως σμικρὰ, οὔτε γὰρ ὄγκος τις ἐν αὐτῷ μέγας οὔτε πόνος, οὔτε τὰς φρένας ἔθλιβεν, ἀλλὰ κατὰ τῆς γαστρὸς ὅλης ἐξετέτατο, τῇ παραφροσύνῃ δ’ οὐδὲν  ἐνέδει πρὸς τὸ μεγίστην εἶναι καὶ χαλεπωτάτην, κατὰ λόγον ἐνικήθη τελέως ὑπ’ αὐτοῦ ἡ κατὰ τὸ ὑποχόνδριον διάθεσις, ὥστε γενέσθαι δι’ ὅλου τοῦ νοσήματος τὴν ἀναπνοὴν ἀραιὰν καὶ μεγάλην. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων ὁμοῦ μνημονεύει, τοῦ τε τῆς δυσπνοίας εἴδους καὶ τῆς κατὰ τὸ ὑποχόνδριον διαθέσεως. ἔχει δ’ ἡ λέξις ὧδε· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, ὑποχονδρίου ἔντασις ὑπολάπαρος· ἵνα μή τις ἀργῶς παρέλθοι τὸν λόγον, ἀλλ’ ἑξῆς ἀλλήλων ἀναγνοὺς δύο διαθέσεις, ἐναντίον εἶδος δυσπνοίας ἐργάζεσθαι πεφυκυίας, ἐπισκέπτηται τὴν αἰτίαν τοῦ κρατῆσαι μὲν τελέως τὴν παραφροσύνην, νικηθῆναι δὲ τὴν καθ’ ὑποχόνδριον ἔντασιν. ἀλλ’ ἡμεῖς γε καὶ τὴν αἰτίαν εἰρήκαμεν καὶ τὴν γνώμην τἀνδρὸς ἐξηγησάμεθα, καὶ χρὴ μεταβάντας ἤδη τὸ λοιπὸν μέρος τοῦ προτεθέντος λόγου διελθεῖν. ὅταν μὲν γὰρ ἡ παραφροσύνη τελέως νικήσῃ τὴν ἐναντίαν διάθεσιν, αὕτη μόνη κατὰ τὴν ἑαυτῆς δύναμιν ἀλλοιοῖ τὴν ἀναπνοὴν, ὡς ἐπὶ τοῦ προγεγραμμένου γέγραπται νεανίσκου, τοῦ κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν ὑστάτου γεγραμμένου· ἀλλὰ μὴν καὶ ὅτι τοῦ πόνου τελέως λέως κρατοῦντος, οὐδὲν παρεμφαίνεται τῆς κατὰ τὴν παραφροσύνην δυσπνοίας, ἐπ’ Ἀναξίωνος ἐδείξαμεν, ὃς ἐν τῷ τρίτῳ καὶ αὐτὸς γέγραπται τῶν ἐπιδημιῶν, ὄγδοος ἀπὸ τῆς λοιμώδους καταστάσεως· ἐπὶ δ’ αὖ τῆς Δεάλκους γυναικὸς, ἧς καὶ πρόσθεν ἐμνημονεύσαμεν, ὀγδόης μὲν ἀπὸ τούτου, πεντεκαιδεκάτης δὲ μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένης, ὡς τὰ πολλὰ μὲν ἡ παραφροσύνη κρατεῖ, σπανιάκις δὲ καὶ κρατεῖται. ἀλλὰ τὰς μὲν ῥήσεις ὀλίγον ἔμπροσθεν, ἡνίκ’ ἐξηγούμην οἷόν τι δηλοῖ τὸ διὰ χρόνου, παρέγραψα, νυνὶ δὲ καὶ τὰς διαθέσεις αὐτὰς τὰς μαχομένας ἐρῶ, ἑπόμενος κᾀνταῦθα ταῖς ὑφ’ Ἱπποκράτους εἰρημέναις λέξεσιν. ἐπώδυνος μὲν οὖν διάθεσις οὐδεμία ταύτῃ τῇ ἀνθρώπῳ συμβῆναι φαίνεται, κατάψυξις δὲ ἐπεκράτησε, μαραινομένης τῆς ἐμφύτου θερμασίας. ἐκ γὰρ τοῦ γεγράφθαι περὶ αὐτῆς, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις, τοῦτο δηλοῦται, κᾀκ τοῦ περιστέλλεσθαι δι’ ὅλου τοῦ νοσήματος. εἰπὼν γὰρ, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, μετὰ ταῦτα ἐπὶ τέλει τῆς ὅλης διηγήσεως, ἀεὶ περιεστέλλετό, φησι. ἀλλὰ καὶ τὸ ἀπὸ λύπης ἄρξασθαι, τούτοις ὁμολογεῖ. τί γὰρ φησι; πυρετὸς φρικώδης ἐκ λύπης ἔλαβε. ἀλλὰ καὶ αὐτὸς ὁ φρικώδης πυρετὸς κατὰ τὴν αὐτὴν αἰτίαν ἐγένετο. καὶ μὲν δὴ καὶ τὸ τὰ πινόμενα διεξέρχεσθαι τὴν γαστέρα, μηδ’ ἐπὶ βραχὺ συνιστάμενα, μέγιστον τεκμήριον τοῦ τὴν ἔμφυτον θερμασίαν ἀποσβέννυσθαι. καὶ τὸ δέρμα δὲ τὸ καρφαλέον, τὸ ἀπεξηραμμένον ἐστί. συναπόλλυται δὲ ταῖς τοιαύταις ξηρότησι τὸ ἔμφυτον θερμόν. ἀλλὰ μὴν ὅτι γε ταῦτ’ ἐπ’ αὐτῆς ἐγένετο, δηλοῦσιν αἱ λέξεις αὗται. ἑπτακαιδεκάτῃ γάρ, φησιν, ἐρεθισμοὶ ἀπὸ κοιλίης ταραχώδεες, ἔπειτα δ’ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέα. εὐλόγως οὖν δι’ ὅλου τοῦ νοσήματος ἐπεκράτησε τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, παρενέπιπτε δέ ποτε καὶ τὸ βραχὺ τὸ ταῖς καταψύξεσιν ἑπόμενον. ἀναμνήσω δὲ καὶ νῦν τῶν ῥήσεων, ὡς ἔμπροσθεν ἤδη παρέγραψα· τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. εἰκοστῇ λόγοι πολλοὶ, πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. μιῇ καὶ εἰκοστῇ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα. ἐνταῦθα μὲν οὖν ἡ παραφροσύνη τῆς καταψύξεως ἐπεκράτει, καὶ διὰ τοῦτο σπανίως μὲν βραχύπνους, δι’ ὅλου δὲ τοῦ νοσήματος μακρόπνους ἐτηρήθη. ἔμπαλιν δὲ ἐπὶ τοῦ Πυθίωνος, οὗ καὶ πρόσθεν ἐμνημόνευσα, βραχύπνοια μὲν ἦν δι’ ὅλου τοῦ νοσήματος, ὀλιγάκις δέ ποτε συνέβαινεν ἡ μακρόπνοια, κατὰ λόγον, δύο γὰρ ἀντέκειντο τῇ παραφροσύνῃ διαθέσεις βραχυπνοίας αἰτίαι, πόνος καὶ κατάψυξις, ἄμφω μὲν μικρὰν πεφυκότα ποιεῖν τὴν ἀναπνοὴν, ἀλλ’ ὁ μὲν πόνος μετὰ πυκνότητος, ἡ δὲ κατάψυξις μετὰ ἀραιότητος. ὅτι μὲν οὖν παρεφρόνησε, γέγραπται πολλάκις αὐτοῖς ὀνόμασιν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους, ὥστε τοῦτο μὲν οὐκ ἄν τινα λάθοι· ἀλλ’ οὐδὲ τὸ τοῦ πόνου τοῦ κατὰ τὴν κοιλίαν, καὶ γὰρ καὶ τοῦτο σαφῶς ὧδε γέγραπται· κατὰ δὲ κοιλίην, βάρος μετὰ πόνου· ὅτι δὲ κατέψυκτο, καὶ ἡ ἔμφυτος θερμασία ἐμαραίνετο, δῆλον ἐκ τῶνδε· δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ δὲ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον· εἶθ’ ἑξῆς ἐν τῇ τῆς τρίτης ἡμέρας διηγήσει, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη μικρά· ἐπὶ δὲ γε τῆς τετάρτης ἡμέρας, οὐ μόνον ὅτι ψύξις, ἀλλὰ καὶ ὅτι ἀνεθερμάνθη μετὰ χρόνον, προσγέγραπται. σαφέστερον δὲ περὶ τῆς ὀγδόης ἡμέρας διηγούμενος, πρωῒ μὲν ἐκοιμήθη, φησὶ, μικρὰ, ταχὺ δὲ ψύξις, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη. αὖθις δ’ ἐπὶ τῆς δεκάτης ἡμέρας, πολλὴ ψύξις, φησί. ἐκ τῶνδε μὲν οὖν δῆλον ὅτι καὶ ψύξις ἦν, οὐ μόνον πόνος καὶ παραφροσύνη τῷ Πυθίωνι. ὅτι δὲ ἐπεκράτει μὲν ἡ βραχύπνοια, ἦν δέ τις καὶ μακρόπνοια, γένοιτ’ ἂν σαφὲς ἐν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει. γέγραπται γὰρ ὡδὶ, βραχύπνοος ἐπὶ χρόνον πολύν. τοῦτο γὰρ τὸ, χρόνον πολὺν, ἐνδεικτικόν ἐστι τοῦ γε μὴ μόνην εἶναι τὴν βραχύπνοιαν, ἀλλὰ καὶ τοῦ πλεονεκτεῖν αὐτὴν τῆς (ἐπὶ) μακροπνοίας. γέγραπται δὲ καὶ οὗτος ὁ Πυθίων ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, τρίτος μετὰ τὴν λοιμώδη κατάστασιν, ὥστ’ ἔνεστιν ἑκάστῳ καθ’ ἑαυτὴν ἐπὶ πλέον ἐνδιατρίβειν ταῖς τοῦ παλαιοῦ ῥήσεσιν, ἵνα μὴ πάσας αὐτὰς ἡμεῖς παραγράφοντες μακρὸν ποιῶμεν τὸν λόγον.

Ἀλλὰ καὶ ὅτι μηδεμίαν λέξιν ἐναντίαν τοῖς ὑφ’ ἡμῶν λεγομένοις ἑκόντες εἶναι παραλείπομεν, εἴ τις ἐπ’ αὐτὰ τὰ βιβλία παραγένηται, μάλιστ’ ἂν πεισθείη. καὶ διὰ τοῦτο μηνύομεν ἡμεῖς, ἐν τίνι τε τῶν βιβλίων ὁ ἄῤῥωστος, ὑπὲρ οὗ ποτ’ ἂν ἑκάστοτε διαλεγόμενοι τύχωμεν, γέγραπται  καὶ πόστος ἐστὶν ἢ ἀπὸ τῆς ἀρχῆς, ἢ ἀπὸ καταστάσεως ἀριθμοῦντι, πρὸς τὸ μὴ καταμέλλειν διὰ ταῦτά τινα, καὶ περὶ τὴν ἀνεύρεσιν ὀκνοῦντα ἢ ἀβασανίστως ἡμῖν πιστεύειν, ὅπερ οὐ βουλόμεθα, ἢ ὑποπτεύειν, ὥστε καὶ παραγράφοντας ἡμᾶς, ὃ δὴ πολλοὶ τῶν ἐξηγησαμένων ἐποίησαν. ἀλλ’ ἐκεῖνοι μὲν διὰ τοῦτο σιγῶσι τὰ βιβλία, καὶ κατακρύπτουσιν ἑκόντες, ἐξ ὧν ἂν ἑκάστοτε παραγράφωσι τὰς λέξεις, ἡμεῖς δὲ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τοὺς τόπους αὐτοὺς καὶ τὰ κεφάλαια μηνύομεν, ὑπὲρ τοῦ ῥᾷον εὑρίσκειν τὰ βουλόμενα· ἴσμεν γὰρ ὅτι βεβαιοτέραν πίστιν ὧν λέγομεν ἕξουσιν οἱ πᾶν ἀναγνόντες τοῦ βιβλίου τὸ χωρίον, ἐξ οὗ τὴν ῥῆσιν παραγράφομεν. τῶν μὲν δὴ προειρημένων ἀῤῥώστων ἠνάγκασεν ἡμᾶς ἡ ἀκολουθία τοῦ λόγου μνημονεῦσαι, βουληθέντας δηλῶσαι, καθ’ ὅντινα τρόπον ἐνίοτε μὲν ἡ παραφροσύνη μόνη τὴν δύσπνοιαν ἐργάζεται, νικῶσα τὴν ἐναντίαν διάθεσιν, ἐνίοτε δὲ νικηθεῖσα τελέως ἐξίτηλος γίνεται· καὶ ποτὲ μὲν ὡς τὸ πολὺ κρατεῖ, σπανίως ἐμπιπτούσης τῆς διαφερούσης δυσπνοίας, ποτὲ δὲ κρατεῖται κατὰ τὸ σπάνιον αὐτή που παρεμφαινομένη. καὶ ἤδη δῆλον ὅπερ ἐν ἀρχῇ ἐλέγομεν, ὡς ᾧ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, πάντως καὶ παραφροσύνη, ᾧ δὲ παραφροσύνη, οὐ πάντως τούτῳ μέγα καὶ ἀραιὸν τὸ πνεῦμα.

Ὅπερ δ’ ἔτι λείπει τῶν προτεθέντων, προσθῶμεν τῷ λόγῳ, πάντας ἐπελθόντες τοὺς ἔν τε τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους γεγραμμένους ἀπὸ τοῦ πρώτου μέχρι τοῦ πάντων ὑστάτου, τὴν τάξιν τῷ λόγῳ τὴν αὐτὴν ἐντιθέντες ἥπερ δὴ καὶ τῆς γραφῆς ἐστιν αὐτῷ. ὁ μὲν δὴ πρῶτος ἁπάντων Φιλίσκος, ὅτι μὲν καὶ παρεφρόνησε, καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, διὰ τῶν ἔμπροσθεν λόγων ἐδείξαμεν, αὐτοῦ τοῦ Ἱπποκράτους παραθέμενοι τὴν ῥῆσιν· ὅτι δὲ οὐδὲ ἦν τις πόνος αὐτῷ κατ’ οὐδὲν μορίων, ὧν πασχόντων ἐλέγομεν μικρὰν καὶ πυκνὴν γίγνεσθαι τὴν ἀναπνοὴν, νυνὶ δείξομεν, αὐτῆς κᾀνταῦθα τῆς τοῦ παλαιοῦ λέξεως ὑπομνήσαντες, ἐχούσης ὧδε· σπλὴν ἐπῄρθη περιφερεῖ κυρτώματι. οὔκουν οὔτ’ ἄλλως ὀδυνηρὸν τὸ σπλάγχνον ὁ σπλὴν, οὔτε θλίβει τὰς φρένας ὁμοίως ἥπατι καὶ γαστρὶ, πλὴν εἰ μὴ μέγιστόν ποτε ὄγκον σχοίη κατὰ τὴν κεφαλὴν, ὅπερ οὐκ ἦν τῷ Φιλίσκῳ, καὶ διὰ τοῦτο οὐχ ἱκανὸς ἐγένετο νικῆσαι τὴν ἐκ τῆς παραφροσύνης δύσπνοιαν ὁ σπλὴν, μήτ’ ἐπώδυνος ὢν μήτε θλίβων τὰς φρένας. ὁ δ’ ἐφεξῆς τούτῳ γεγραμμένος Σιληνὸς, οὗ καὶ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν λόγοις μετὰ τὸν Φιλίσκον ἐμνημονεύσαμεν, ὅτι μὲν ἀραιὸν καὶ μέγα καὶ αὐτὸς ἔσχε τὸ πνεῦμα, καὶ ὅτι παρεφρόνησεν, ἐν ἐκείνοις ἐδείξαμεν· ὅτι δὲ οὐδεμία διάθεσις ἦν αὐτῷ νικῆσαι δυναμένη παραφροσύνην, ἐν τῷδε δειχθήσεται. ἡ γάρ τοι τῆς τρίτης τοῦ νοσήματος ἡμέρας διήγησις ἔχει καὶ τοῦτο γεγραμμένον· ὑποχονδρίου ξύντασις, ἐξ ἀμφοτέρων παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος. οὐκοῦν καὶ πρὸς ὀμφαλὸν ἀπεχώρει ἡ σύντασις, οὔτ’ ὀδύνη τις οὔτ’ ὄγκος ἀξιόλογος. ἀλλὰ καὶ τὸ ἐπὶ τῆς τελευτῆς εἰρημένον, ὑποχονδρίου παλμὸς, οὐχ ἱκανὸν οὐδ’ αὐτὸ τὴν ἐκ τῆς παραφροσύνης ἀλλοιῶσαι δύσπνοιαν. ἐῤῥέθη γὰρ ἤδη μυριάκις, ἤτοι πόνον δεῖν εἶναι περί τι τῶν κατὰ τὰς ἀναπνοὰς κινουμένων μορίων, ἢ στενοχωρεῖσθαί τι τῶν ἀναπνευστικῶν ὀργάνων, ἵνα μικρὸν καὶ πυκνὸν γένηται τὸ πνεῦμα. οὐκ οὖν οὐδ’ οὗτος ὁ Σιληνὸς, ὥσπερ οὐδ’ ὁ πρότερος ὁ Φιλίσκος, εἶχέ τινα διάθεσιν ἑτέραν, ἀλλοιοῦν δυναμένην τὴν ἀναπνοὴν, ὅτι μὴ παραφροσύνην. οὔτε γὰρ πόνος οὔτε θλίψις τῶν ἀναπνευστικῶν ὀργάνων, ἀλλ’ οὐδὲ κατάψυξίς τις ἦν, οἵαν ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐδείξαμεν Πυθίωνί τε καὶ τῇ Δεάλκους γυναικὶ γινομένην. τοὺς μέντοι τρεῖς τοὺς ἑξῆς τούτων γεγραμμένους, Ἡροφῶντα καὶ τὴν Φιλίνου γυναῖκα καὶ τὴν Ἐπικράτους, εὕροις ἂν ἀκριβῶς ἀναλεγόμενος τὰς ὑπὲρ αὐτῶν διηγήσεις ἐλάττονα τὴν παραφροσύνην ἔχοντας, ἢ ὥστε κατὰ ταύτην ἀλλοιωθῆναι ἀναπνοήν. ἀλλ’ Ἡροφῶντι μὲν ὅ τε σπλὴν ἐπῄρθη, καὶ ὑποχονδρίου, φησὶ, ξύντασις, οὐκέτι προσθεὶς, ὑπολάπαρος, οὐδὲ, παραμήκης, οὐδὲ, πρὸς ὀμφαλὸν, ὥστε τούτῳ τὰ κατὰ τὰς φρένας ἐφλέγμηνεν, αἵπερ ἐδείχθησαν ἡμῖν ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων τὸ πρῶτόν τε καὶ κυριώτατον αὐτῶν ὄργανον. ἡ δὲ τοῦ Φιλίνου γυνὴ ἤλγεέ, φησι, καρδίην καὶ ὑποχόνδριον δεξιόν· ἡ δέ γε τοῦ Ἐπικράτους, οὐ τὴν καρδίαν μόνην, ἀλλὰ καὶ πλευροῦ, φησιν, ἀριστεροῦ βάρος μετ’ ὀδύνης εἶχε. διὰ τοῦτ’ οὖν οὐδὲ προσέγραψεν οὐδενὶ τούτων πνεῦμα μικρὸν καὶ πυκνὸν, ἀλλ’ ὅλως ἐσιώπησεν, ἔθος ἔχων, ὡς καὶ πρόσθεν ἐδείξαμεν, τὰ σαφῶς ἅπασι γινωσκόμενα παραλείπειν. σαφεστάτη δὲ καὶ πᾶσι γνώριμος ἦν, ὡς καὶ τοῦτ’ ἐδείξαμεν, ἡ κατὰ μικρότητα καὶ πυκνότητα δύσπνοια, ἣν ἐδυσπνόουν ἐξ ἀνάγκης οἱ προγεγραμμένοι τρεῖς ἄῤῥωστοι. καὶ μέντοι καὶ ὁ μετ’ αὐτοὺς γεγραμμένος Κλεανακτίδης, ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ὁμοίως ἐδυσπνόει διὰ τὴν ὀδύνην τῆς ἀριστερᾶς πλευρᾶς, ἀλλ’ οὐδ’ ἐπὶ τούτου γέγραπταί τι περὶ δυσπνοίας, ὡς ἂν καὶ χωρὶς τοῦ γραφῆναι νοηθῆναι δυναμένης. οὐ μὴν παρεφρόνησέ γε οὗτος ὁ Κλεανακτίδης· ὁ δέ γε μετ’ αὐτὸν γεγραμμένος Μέτων οὔτ’ ὀδυνῆσαι δυναμένην διάθεσιν οὔτε στενοχωρῆσαί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἔσχεν, ἀλλ’ οὐδὲ παραφροσύνης ὑπόθεσιν οὐδεμίαν νοσώδη, παράδοξον δέ τι καὶ οὐκ εἰθισμένον ἀπαντᾷν συνέπεσεν αὐτῷ. τῇ γὰρ ε΄. τῶν ἡμερῶν αἱμοῤῥαγήσας τε καὶ ἱδρώσας ἐκρίθη τελέως. ᾑμοῤῥάγει οὖν ἔτι καὶ μετὰ κρίσιν ἄγρυπνος ὢν, ἀλλὰ καὶ παρέλεγέ, φησι, καίτοι πρὶν κριθῆναι μηδ’ ὅλως παραφρονήσας. διὰ τοῦτο οὖν καὶ ἡμεῖς ἔφαμεν αὐτῷ μηδεμίαν γενέσθαι νοσώδη διάθεσιν παραφροσύνης.  ἀλλ’ οὕτως παρέλεγεν, ὡς τοῖς μεθύουσι συμβαίνει, πληρώσει τῆς κεφαλῆς. δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ, παρέλεγεν, ὄνομα γέγραπται πρὸς Ἱπποκράτους, ἐνδεικνυμένου τὴν πρὸς μέθην ὁμοιότητα γενομένην αὐτῷ ἐκ τῆς περὶ τὴν κεφαλὴν πληρώσεως. ἧκε γὰρ ἐπ’ αὐτὴν, ὡς ἐκ τῶν συμβάντων ἐστὶ τεκμήρασθαι, πλῆθος οὐκ ὀλίγον αἵματος, ἐφ’ ᾧ δὴ καὶ τὸ σύμπαν ἐκρίθη νόσημα, δεξαμένης τῆς κεφαλῆς ἅπασαν αὐτοῦ τὴν διάθεσιν. ἀλλὰ τοιούτου τοῦ αἵματος οὐκ ὀλίγον μὲν εὐθὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν λάβρως ἐξεκρίθη σὺν ἱδρῶτι, πολὺ δέ τι πλέον τοῦ κενωθέντος ὑπέμεινεν ἐν τῇ κεφαλῇ, βαρῦνόν τε αὐτὴν καὶ παραλέγειν τὸν ἄνθρωπον ἀναγκάζον· ὅθεν Ἱπποκράτης λουτροῖς ἐχρήσατο κατὰ κεφαλῆς εἰπὼν, ᾑμοῤῥάγει πολλάκις μετὰ κρίσιν. ὥστ’ ἐπί γε τούτου οὐ μόνον οὐκ ἔγραψεν οὐδένα τρόπον δυσπνοίας, ἀλλ’ οὐδὲ εἰ γεγένηται τὴν ἀρχὴν δύσπνοος. οὐ γὰρ τοῖς παραλέγουσιν ὁπωσοῦν, ἢ τοῖς μεθύουσιν, ἀλλὰ τοῖς παραφρονοῦσι μόνοις μέγα γίνεται καὶ ἀραιὸν τὸ πνεῦμα. καὶ διὰ τοῦτ’ ἐν τῷ προγνωστικῷ φησιν· μέγα δ’ ἀναπνεόμενον, καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει. ἀλλ’ ὅ γε μετ’ αὐτὸν ἄῤῥωστος Ἐρασῖνος ἐξ ἀνάγκης μὲν ἐδυσπνόει, παραλέλειπται δ’ ἡ δύσπνοια διὰ τὴν πολλάκις εἰρημένην αἰτίαν. ὅλως γὰρ οὐδαμοῦ φαίνεται προειπὼν οὐδεμίαν διάθεσιν ὀδυνηρὰν ᾒ θλίβουσάν τι τῶν ἀναπνευστικῶν ὀργάνων, εἶθ’ ἑξῆς ταύτης παραγράφων τὴν ἑπομένην δύσπνοιαν, ἀλλὰ πανταχοῦ παραλείπων, ὡς ἅπασι γνώριμον. ὅτι δ’ ἦν τοιαύτη διάθεσις τῷ Ἐρασίνῳ, σαφὲς ἐποίησεν εἰπών· ὑποχόνδρια μετέωρα, σύντασις μετ’ ὀδύνης· μέγεθος γάρ τοι φλεγμονῆς ἐμφαίνεται, δι’ ἣν καί τοι παραφρονήσας ὁ ἄνθρωπος οὐκ ἐδυσπνόησε τὴν τῆς παραφροσύνης ἰδίαν δύσπνοιαν, ἢ πάντως ἂν καὶ ταύτης ἐμνημόνευσεν Ἱπποκράτης. ὥσπερ γὰρ τὴν ἐπὶ ταῖς ὀδύναις, τὴν μικρὰν καὶ πυκνὴν, ἀεὶ παραλείπων ὅδε εὑρίσκεται, διότι σαφής ἐστιν, οὕτω τὴν ἐπὶ ταῖς παραφροσύναις εἰδὼς ἀμφισβητουμένην, οὐδαμοῦ παρέλιπεν, οὐδὲ παρῆλθεν ἀόριστον. τὰ γὰρ ἐπὶ Κρίτωνος τοῦ μετ’ αὐτὸν ἑξῆς γεγραμμένου σαφῆ τὴν αἰτίαν ἔχει. δευτεραίου γὰρ ἀποθανόντος αὐτοῦ παραδοξοτάτως, ὡς ἐξ αὐτῆς τῆς διηγήσεως ἔνεστι μαθεῖν, εἰκότως παρέλιπεν εἰπεῖν τι περὶ δυσπνοίας ὁ Ἱπποκράτης, ἢ οὐ παραφυλάξας τὴν γενομένην δύσπνοιαν, ἤ οὐκ ἀξιώσας μνημονεύειν. ἔστι γὰρ ἑκάτερον αὐτῶν εὔλογον, τὸ μὲν μὴ παραφυλάξαι, διά τε τὸ τάχος τοῦ θανάτου καὶ τὸ τῶν συμπτωμάτων ἐκπληκτικόν· οὐ γὰρ δὴ μικρόν γε θαῦμα περιερχόμενον ἄνθρωπον, καὶ τὰ συνήθη πράττοντα, κᾄπειτα τὸν μέγαν ἐν τῷ ποδὶ δάκτυλον ἀλγήσαντα σφοδρῶς, τῇ πρώτῃ μὲν ἡμέρᾳ μικρὸν ὑποθερμανθῆναι, τῇ δ’ ἑξῆς ἀποθανεῖν. οὔτ’ οὖν διατριβῆς ἐν τῷ μεταξὺ γενομένης, ἀλλ’ ἐν τάχει μὲν ἀποθανόντος τἀνθρώπου, παραφρονήσαντος δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐκμανέντος, ὥς φησιν, οὐχ οἷόν τε ἦν παραφυλάττειν, ὅπως ἀνέπνει. τοῖς μὲν γὰρ ἐκμανεῖσιν οὐδ’ ἐγγὺς ἐλθεῖν ὑπομένομεν, ἀλλ’ ἐξιστάμεθα παντὶ τρόπῳ δεδιότες, μή τι κακὸν ἡμῖν προστρίψωνται. ἢ οὖν οὐ παρεφύλαξεν, ὡς εἴπομεν, ἢ οὐκ ἠξίωσε μνημονεῦσαι τοῦ τῆς δυσπνοίας εἴδους διὰ τὸ παράδοξον τῆς ὅλης συνδρομῆς, ᾗ μόνῃ προσέχειν τὸν νοῦν ἡμᾶς ἄξιον, καὶ μὴ περιέλκεσθαι πρὸς τὰ δι’ ἄλλων ἀῤῥώστων εὑρεθῆναι δυνάμενα. ἑξῆς δὲ γράφει τὸν Κλαζομένιον, ὃς ἤλγει, φησὶ, κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς· ἀλλὰ ταῦτα μὲν οὐχ ἱκανὰ μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ πνεῦμα, πλὴν εἴπερ ἄρα ὁ τράχηλος. ἔστι δὲ καὶ ὅθι τοῦτο προϊόντος τοῦ λόγου διορισθήσεται· τὸ δὲ ὑποχόνδριον τὸ μετ’ ὄγκου ἐπηρμένον ἱκανὸν, ὥστ’ εἰ καὶ παρεφρόνησεν οὗτος, οὐκ ἐδυσπνόησε τὴν οἰκείαν τῇ παραφροσύνῃ δύσπνοιαν, κρατησάντων τῶν εἰρημένων ἐπωδύνων παθημάτων. ἡ μέντοι μετὰ αὐτὸν Δρομάδεω γυνὴ, ἣν καὶ κατ’ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου παρεθέμην, οὐ μόνον παρεφρόνησεν, ἀλλὰ καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, μηδενὸς μήτε περὶ θώρακα, μήτε καθ’ ὑποχόνδριον γενομένου παθήματος, ὃ μικρὰν καὶ πυκνὴν ἐπεφύκει τὴν ἀναπνοὴν ἐργάσασθαι. ταῦτ’ ἆρα καὶ ὁ Ἱπποκράτης ἀκριβῶς πάντα τὰ καταλαβόντα τὴν ἄνθρωπον γράφων, ἤρξατο πονέειν τὴν πρώτην περὶ ὑποχόνδριον, ἔφη, ἀσώδης, ἀλύουσα· μοχθηρῶν δηλονότι χυμῶν αὐτόθι δακνόντων τὸ στόμα τῆς γαστρὸς, οὐ μὴν φλεγμονῆς γε οὐδεμιᾶς ὑπαρχούσης, οὐδ’ ἄλλου παθήματος οὐδενὸς, ὑφ’ οὗ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα· καὶ μὲν δὴ καὶ βραχὺ προελθὼν κατὰ τὴν διήγησιν ὁ Ἱπποκράτης, εἶτα γράψας, ὑποχονδρίου πόνος, τὸ ἀσώδης προσέθηκεν, εἶθ’ ἑξῆς πάλιν, διψώδης· οὔτ’ οὖν τῶν καθ’ ὑποχόνδριον ἢ θώρακά τι γινομένων ἱκανὸν ἦν κρατῆσαι τῆς παραφροσύνης, ἀλλ’ οὐδὲ τὸ ἔμφυτον θερμὸν ἐσβέννυτο, καθάπερ ἐδείξαμεν ἑτέροις οὕτω συμβὰν, ὥστ’ εὐλόγως μηδεμιᾶς διαθέσεως τῶν ἀντιτεταγμένων τῇ παραφροσύνῃ, τὴν ἀναπνοὴν ἀλλοιῶσαι δυνηθείσης, μέγα ταύτῃ καὶ ἀραιὸν τὸ πνεῦμα ἐγένετο. ἐπεὶ δὲ προσγέγραπται τὸ, αὐτίκα ἀνεσπασμένον, τοῦτο ἐπισημήνασθαί με χρὴ νῦν, ἵνα μή τις ὑπολάβοι μέλλειν ἡμᾶς αὐτὸ ῥᾳθύμως παρέρχεσθαι. ἐξηγεῖσθαι δὲ οὐ νῦν καιρὸς, ἀλλ’ ἐν τῷ μετὰ ταῦτα λόγῳ σὺν τοῖς ἄλλοις ὁμοίως εἰρημένοις ἐξετασθήσεται· ἐν δέ γε τῷ παρόντι τοὺς ὑπολοίπους ἔτι τρεῖς ἀῤῥώστους προχειρισόμεθα, παραφρονήσαντας μὲν καὶ αὐτοὺς, οὐ μὴν δυσπνοήσαντάς γε τὴν ἰδίαν τῆς παραφροσύνης  δύσπνοιαν. διὰ τοῦτ’ ἐπὶ μὲν τοῦ πρώτου γέγραπται, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ εἴσω μέρεος, τοῦ πρὸς τὰς φρένας δηλονότι. ἐπὶ δὲ τοῦ δευτέρου, κατὰ τὸ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, καὶ μετ’ ὀλίγον, ὑποχονδρίου πόνος, καὶ αὖθις ἑξῆς, περὶ δὲ κληῗδα ἀριστερὰν πόνος παρέμενεν. ἐπὶ δὲ τοῦ τρίτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη, ὥσπερ καὶ ἡ πρὸ αὐτῆς, κεφαλῆς, φησι, καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, καὶ μετ’ ὀλίγον, οἱ πόνοι παρέμενον.

Οὗτοι μὲν δὴ οἱ τεσσαρεσκαίδεκα ἄῤῥωστοι ἐκ τοῦ πρώτου τῶν ἐπιδημιῶν εἰσιν, ἐφεξῆς οὕτως ὑφ’ Ἱπποκράτους, ὥσπερ καὶ ἡμεῖς αὐτῶν ἐμνημονεύσαμεν, γεγραμμένοι· ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν δώδεκα μέν εἰσιν οἱ πρὸ τῆς λοιμώδους καταστάσεως, ἑκκαίδεκα δὲ οἱ μετ’ αὐτὴν, ὁμολογοῦντες ἅπαντες οἷς ἐξ ἀρχῆς ὑπεθέμεθα. καὶ οἶδα σαφῶς, ὅτι παραλιπὼν μὲν αὐτοὺς, καὶ τοῖς βουλομένοις ἐπισκοπεῖσθαι τὴν ἐν ἅπασιν ὁμολογίαν ἐπιτρέψας ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ἀναλέγεσθαι τὰς ὑπὸ τοῦ παλαιοῦ γεγραμμένας διηγήσεις, οὐ διὰ τὸ φυλάττεσθαι μακρολογεῖν δόξω τοῦτο δρᾷν, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἐν ὅλῳ τῷ λόγῳ διασώζειν· εἰ δὲ πάντας ἑξῆς ἐπίοιμι, φλύαρός τις εἶναι δόξω καὶ ληρώδης, ἃ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἱκανὸς ἦν ἐξετάζειν, αὐτὸς ταῦτα μάτην παραγράφων. οὐ μὴν δὲ ἀλλ’ εἰ πάντως με χρὴ θάτερον ὑπομεῖναι τῶν ἀτόπων, ἤτοι τὴν ὑποψίαν τῆς μοχθηρίας τῶν δογμάτων, ἢ τὴν μακρολογίαν, εὑρίσκω δὲ τῆς μὲν μακρολογίας παραμυθίας τινὰς, τῆς δ’ ὑποψίας οὐδεμίαν, εὐλογώτερον τὸ περὶ πάντων εἰπεῖν. τίνες οὖν αἱ τῆς μακρολογίας παραμυθίαι; πρώτη μὲν τὸ διὰ ταχέων ἐπιδραμεῖν τῷ λόγῳ τοὺς ἀῤῥώστους, μηκέθ’ ὁμοίως ἐγχρονίσαντα καθ’ ἕκαστον, ἀλλ’ ἢ μόνον ὑπομιμνήσκοντα· δευτέρα δὲ, τοὺς μηδὲ τῶν οὕτω βραχέων ὑπακούειν ἀνεχομένους ὑπερβαίνειν αὐτὰ παρακαλέσαι, μηδὲ γεγράφθαι νομίζοντας. ὡς γὰρ ἐν ἑστιάσει λαμπρᾷ, πολλῶν παρασκευασθέντων, ἄλλος ἄλλο προαιρεῖται, τὸ μὲν ὡς ἡδὺ, τὸ δ’ ὡς ὠφελῆσον, οὕτω χρὴ καὶ τῶν λόγων τὴν μὲν παρασκευὴν εἶναι δαψιλῆ, τὴν δ’ αἵρεσιν ἐπὶ τοῖς χρωμένοις.

Ὁ μὲν δὴ πρῶτος ἁπάντων ἄῤῥωστος, ᾧ Πυθίων ὄνομα, δῆλός ἐστιν ἐξ αὐτῆς τῆς διηγήσεως οὐδεμίαν ὑπόθεσιν ἔχων δυσπνοίας. ὁ δὲ δεύτερος, Ἑρμοκράτης, ἤρξατό, φησιν, ἀλγέειν κεφαλὴν, ὀσφῦν· ὑποχονδρίου ἔντασις ὑπολάπαρος. οὐ μὴν ὅτι κάτω καὶ πρὸς ὀμφαλὸν ἔῤῥεπεν ἡ τάσις, ἤ ὅτι προμήκης ἦν, ἔτι προσέγραψεν, ᾧ δῆλον, ὅτι πρὸς τῶν φρενῶν φλεγμαινουσῶν ἀνεσπᾶτο τὸ ὑποχόνδριον, καὶ διὰ τοῦτο καὶ ὑπολάπαρον ἐφαίνετο, ὡς ἂν μηδεμίαν οἰκείαν ἔχον φλεγμονήν. οὗτος οὖν εἰ καὶ παρέπαιεν, ἀλλ’ ὑφ’ ἑτέρου γε μείζονος ἐνικᾶτο ἡ παραφροσύνη, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου. ἐπὶ μὲν γὰρ τοῦ τρίτου ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος γέγραπται· ἐπὶ δὲ τοῦ τετάρτου ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὰ εἴσω· ἐπὶ δὲ τοῦ πέμπτου τράχηλον ἐπωδύνως εἶχεν· ἐπὶ δὲ τοῦ ἕκτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη, προειπὼν ὁ Ἱπποκράτης, αὕτη ἀρχομένη τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχεν, γαργαρεὼν ἀνεσπασμένος, ῥεύματα πολλὰ, λεπτὰ, σμικρὰ, δριμέα· ἔβησσε, πέπον δ’ οὐδὲν ἀνῆγε· μετ’ ὀλίγον ἐρεῖ, ἦν δέ τι καὶ ξυγγενικὸν φθινῶδες· ὥστε δήλη κᾀπὶ ταύτης ἡ ἐπικρατοῦσα διάθεσις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις συστᾶσα. τὴν μέντοι μετὰ ταύτην ἄῤῥωστον διηγούμενος, ἄρχεται τόνδε τὸν τρόπον· ἡ κυναγχικὴ ἡ παρὰ τὰ Ἀριστίωνος· προελθὼν δέ φησι· πνεῦμα μετέωρον· ὃ καὶ αὐτὸ προϊόντος ἐξηγησόμεθα τοῦ λόγου, νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἐπὶ μὲν τοῦ ὀγδόου ἀῤῥώστου γέγραπται· ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων· ἐπὶ δὲ τοῦ ἐννάτου, πόνοι περὶ ὑποχόνδριον. ἀλλ’ αὕτη γε οὐ παρεφρόνησε, τὰς δ’ ἑξῆς δύο γυναῖκας ἐξ ἀποφθορᾶς μέν φησι σχεῖν κακῶς, αἱ διαθέσεις δ’ αὐτῶν, ἃς διηγεῖται, τὸ μὲν καθόλου ἀποφάναι φλεγμοναὶ τῶν ὑστερῶν εἰσι, κατὰ μέρος δὲ, ὅσα ταύταις ἕπεται παθήματα. μίαν δ’ ἔτι τὴν λοιπὴν καρδίαν ἀλγῆσαί φησι, μὴ προσθεὶς, ἀσώδης, ἀλλὰ καὶ ἱδρῶσαι ψυχρὸν, καὶ δι’ ὅλου τοῦ νοσήματος φρικώδη γενέσθαι, καὶ καταψυχομένην μεγάλως, καὶ μόγις ἀναθερμαινομένην, ἢ οὐδ’ ὅλως. ὥστε δῆλον ὅτι καὶ αὐτὴ βραχύπνους μὲν ἦν πάντως κατ’ ἀμφοτέρας τὰς διαθέσεις, τήν τε τῆς ὀδύνης καὶ τὴν τῆς καταψύξεως, οὐ μὴν ἠξίωσέ γε οὐδ’ ἐπὶ ταύτης εἰπεῖν περὶ δυσπνοίας ὁ Ἱπποκράτης, ὡς πάνυ σαφοῦς.

Ἑξῆς δ’ ἐστὶν ἡ λοιμώδης κατάστασις, μεθ’ ἣν πάλιν πρῶτον μὲν ἄῤῥωστον γράφει τὸν Πάριον, ἐφ’ ὧ κατὰ τὴν τελευτὴν τοῦ λόγου, ἔνθα τὰ ἐν ὅλῳ τῷ σώματι διηνεκῶς παραμείναντα γράφει, πρόσκειται καὶ τοῦτο· μετὰ πόνων ἄγρυπνος· δεύτερον δὲ τὸν ἐν Θάσῳ, περὶ οὗ φησι, βῆχες δὲ συνεχέες, ὑγραὶ, πολλαί· τρίτος δέ ἐστι Πυθίων, ὃν ἐξηγήσασθαι φθάνομεν, καὶ τέταρτος ὁ φρενιτικὸς, καὶ πέμπτος ὁ ἀρξάμενος ἐξαίφνης τὸν δεξιὸν μηρὸν ἀλγεῖν, τοῦ ῥεύματος δ’ εἰς τὰ κατὰ τὴν κεφαλὴν ἐπανελθόντος, εὐθύς μὲν παραφρονήσας, εὐθὺς δὲ καὶ ἀποθανὼν, ὁμοίως τῷ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν, ἀρξαμένῳ, ἀρξαμένῳ μὲν ἀπὸ τοῦ κατὰ τὸν μέγαν δάκτυλον πόνου, δευτεραίῳ δὲ ἀποθανόντι· ὥστε οὐδ’ ἐπὶ τούτοις περὶ δυσπνοίας ὅλως οὐδὲν ἔγραψε, δι’ ἃς  ἐπ’ ἐκείνου φθάνομεν αἰτίας εἰρηκέναι. ὁ δ’ ἕκτος οὔτε παρεφρόνησεν οὔτ’ ἄλλη τινὰ ἔσχε διάθεσιν δυσπνοίας ποιητικήν. ὁ δ’ ἕβδομος ἄῤῥωστος ἡ παρθένος ἐστὶν, ἡ διὰ τὸ πλῆθος τοῦ αἵματος ἐνοχληθεῖσα τὴν κεφαλὴν οὕτως, ὡς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ ἕβδομος γεγραμμένος, αἱμοῤῥαγήσας ἐκ ῥινῶν· ὥσθ’ ὅσα φθάνομεν εἰρηκότες ὑπὲρ ἐκείνου, ταῦτα κᾀνταῦθα μεταφερέσθω. ὁ δ’ ὄγδοος ἄῤῥωστος Ἀναξίων ἐστὶν, ὃν διὰ τὸν ἔμπροσθεν ἐξηγσάμεθα. ὁ δ’ ἔννατος, τῇ τε παρθένῳ καὶ τῷ αἱμοῤῥαγήσαντι ἐκείνῳ τῷ ἐκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παραπλήσιον ἔσχε τῆς ὅλης νόσου τὴν ὑπόθεσιν. ὁ δὲ δέκατος, ὅσπερ ἐστιν ὁ ἐν Ἀβδήροις Νικόδημος, παρέπαισε μὲν ἅπαξ ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, εἶτα εἰκοσταῖος κριθεὶς ἱδρῶτι, καὶ δόξας ἀπύρετος γενέσθαι, αὖθις ἀνεπύρεξε καὶ αὖθις μικρὰ παρέκρουσε. γράφει δ’ ἐπ’ αὐτοῦ καὶ τάδε· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος· τίνων πόνοι; τάχ’ ἄν τις ἔροιτο. καρδιαλγικὸν μὲν εὐθὺς κατ’ ἀρχὰς ἔφησεν αὐτὸν γενέσθαι, μικρὸν δὲ προελθὼν, πόνοι πάντων ἔγραψε. ταῦτ’ ἄρα καὶ ἡ παραφροσύνη μικρὰ καὶ ὀλιγοχρόνιος γενομένη, τὴν ἀναπνοὴν οὐκ ἠλλοίωσε. εἶθ’ ἑξῆς ἐστι τὸ γύναιον τὸ ἐκ τῆς λύπης ἀρξάμενον, ἐφ’ ᾧ γράφει· πόνοι μεγάλοι συνεχεῖς, ἀλλὰ καὶ σπασμοὶ πολλοί, φησι. γράφει δ’ ἐν ἀφορισμοῖς περὶ σπασμῶν ὧδε· ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακὸν, σπασμὸν γὰρ σημαίνει· καὶ τοίνυν καὶ τὸ τῆς δυσπνοίας εἶδος τῇ γυναικὶ ταύτῃ, τὸ μέν τι κατὰ τὰς ὀδύνας, τὸ δέ τι κατὰ τοὺς σπασμοὺς ἐγένετο· διὰ τοῦτ’ οὖν καίτοι παραφρονήσασα, μέγα καὶ ἀραιὸν οὐκ ἔσχεν, οἷα νικηθὲν ὑφ’ ἑτέρων δυοῖν ἰσχυροτέρων διαθέσεων. μετὰ ταῦτα δὲ ἡ ἐν Λαρίσσῃ παρθένος, ἡ δωδεκάτη μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένη, διὰ πλῆθος αἵματος νοσήσασα, καὶ κριθεῖσα τῇ τε διὰ ῥινῶν αἱμοῤῥαγίᾳ καὶ ἱδρῶτι καὶ γυναικείοις τότε πρῶτον ἐπιφανεῖσιν, οὐδεμίαν ἔσχε κατασκευὴν δυσπνοίας οὐδεμιᾶς. τῷ δὲ μετὰ ταῦτα Ἀπολλωνίῳ τῷ ἐν Ἀβδήροις ὑποχονδρίου δεξιοῦ, φησιν, ἔπαρμα σὺν ὀδύνῃ· ἀλλὰ καὶ ὅτι διὰ παντὸς ἦν μεγαλόσπλαγχνος καὶ συνήθης αὐτῷ περὶ τὸ ὑποχόνδριον ὑπῆρχεν ὀδύνη, καὶ τοῦτ’ ἐν ἀρχῇ γέγραπται τῆς διηγήσεως. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ παρεφρόνησε, μὴ δυσπνοῆσαι κατὰ τὸ τῆς παραφροσύνης εἶδος αὐτὸν, οὕτως μεγάλην διάθεσιν ὀδυνηρὰν ἐν ὑποχονδρίῳ κεκτημένον. ἑξῆς δὲ τούτου ἡ ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκοῦσά ἐστιν, ὑπὲρ ἧς ὡδί πως ἔγραψε· κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης, ὥστε καὶ ἡ δύσπνοια κατὰ τοῦτο. λοιποὶ δ’ ἐπὶ ταύτῃ δύο εἰσὶν ἄῤῥωστοι κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν, ἡ Δεάλκους γυνὴ καὶ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ἀμφότεροι παραφρονήσαντές τε καὶ μέγα καὶ ἀραιὸν ἔχοντες τὸ πνεῦμα, περὶ ὧν ἔμπροσθεν αὐτάρκως διελέχθη. ἀλλ’ ἐπεὶ καὶ τοῦθ’ ἡμῖν τὸ βιβλίον ἱκανὸν ἤδη μέγεθος ἔχει, περὶ τῶν λοιπῶν ἁπάντων, ὅσα περὶ δυσπνοίας εἴρηται τῷ παλαιῷ, διὰ τοῦ μετὰ ταῦτα σκεψόμεθα.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

Τὸν περὶ τῆς δυσπνοίας λόγον εἰς δύο διδασκαλίας τεμόντες, ἐν μὲν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ὅσα χρὴ γινώσκειν ὑπὲρ αὐτοῦ τὸν ἰατρὸν, ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἐδηλώσαμεν· ἐν δὲ τῷ πρὸ τούτου δευτέρῳ καὶ αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἱπποκράτει περὶ δυσπνοίας εἰρημένων ἐν ἅπασι τοῖς συγγράμμασιν ἐξήγησιν ποιούμεθα· ὥστε τοὺς μὲν αὐτῶν τῶν ἔργων τῆς τέχνης μόνων ἐφιεμένους, μηδὲν δ’, ὡς αὐτοί φασιν, πολυπραγμονεῖν ἀξιοῦντας ὑπὲρ τῶν τοῖς παλαιοῖς εἰρημένων, ἔχειν ἅπαν ἱκανῶς, ὃ σπουδάζουσιν, ἐκ τοῦ πρώτου λόγου· τοὺς δὲ καὶ τὴν Ἱπποκράτους γνώμην ἐπιμαθεῖν ὀρεγομένους τε ἅμα καὶ δυναμένους, ἐκ τῶνδε τῶν γραμμάτων ἀναλέγεσθαι. τὸ μὲν οὖν ὀρέγεσθαι γνῶναι τὰ τοῖς ἀρίστοις εἰρημένα, κοινὸν ἁπάντων ἐστὶ τῶν φύσει φιλοκάλων· τὸ δὲ καὶ δυνηθῆναι μαθεῖν αὐτὰ, μακροτέρου χρόνου δεόμενον, οὐκέθ’ ὁμοίως πᾶσιν ὑπάρχει· πολλοὶ γὰρ ὑπὸ πολλῆς περιστάσεως πραγμάτων ἀποστεροῦνται τῆς περὶ τὰ κάλλιστα σχολῆς. ταῦτ’ ἄρα καὶ ἡμεῖς οἴδαμεν καὶ τὸ κατεπεῖγον εἰς τὰ τῆς τέχνης ἔργα διήλθομεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἰδίᾳ δ’ ἑξῆς τὴν Ἱπποκράτους γνώμην ἐξηγούμεθα διὰ τῶν ὑπολοίπων δυοῖν γραμμάτων, ὧν τὸ μὲν δεύτερόν ἐστι, τὸ δὲ τρίτον γινόμενον κατὰ τὴν ἐξ ἀρχῆς τάξιν. καὶ χρὴ τὸν μέλλοντα τοῖς ἐν αὐτῷ λεγομένοις ἀκολουθήσειν ὡμιληκέναι τῷ δευτέρῳ πρότερον ἐπιμελῶς, ἐν ᾧ πρῶτον μὲν τὴν ὅλην γνώμην ἐδείξαμεν τοῦ Ἱπποκράτους, ὅτι μηδὲν τῶν ἐπιτυχόντων, μηδ’ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἴσασι, γράφειν ἀξιοῖ, δεύτερον δὲ καὶ κατὰ μέρος ἅπαντας ἐπήλθομεν τοὺς ἐν τῷ πρώτῳ τε καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἐπιδεικνύντες ἐπὶ πολλῶν μὲν, ὅτι εἰ καὶ δυσπνοεῖν ἀναγκαῖον ὂν τοῖς κάμνουσιν, ὅμως οὐκ ἔγραψε, καθάπερ οὐδ’ ἄλλα πολλὰ τῶν ἐξ ἀνάγκης τοῖς γεγραμμένοις ἑπομένων, ἃ γὰρ ἔστι καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν, ἐξ ὧν εἶπεν ὁρμώμενον αὐτόν τινα ἐξευρεῖν, ταῦτ’ οὐκ ᾤετο χρῆναι γράφειν, ἐπὶ πολλῶν δὲ καὶ τὸ τῆς δυσπνοίας εἶδος αὐταῖς παραγράφει ταῖς τῶν νοσούντων διηγήσεσιν, ἐπειδὰν ἤτοι μὴ κατ’ ἀνάγκην ἕπηται τοῖς νοσοῦσιν, ἢ μὴ πρόχειρον ᾖ γνωσθῆναι τοῖς ἀναλεγομένοις αὐτοῦ τὰ γράμματα. τούτων οὖν ἐχόμενοι καὶ νῦν τῶν σκοπῶν, ἐπειδὴ τὸ πρῶτόν τε καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν διὰ τῶν ἔμπροσθεν ἐξηγησάμεθα, πάλιν ἀπὸ τοῦ δευτέρου τὴν ἀρχὴν ποιησόμεθα, συνάπτοντες αὐτῷ καὶ τὰ λοιπὰ τῶν Ἱπποκράτους συγγραμμάτων. ὥσπερ δὲ τὸ πρῶτον καὶ τὸ τρίτον οὐ μόνον ὑφ’ Ἱπποκράτους συγκεῖσθαι δοκεῖ τοῖς ἄριστα περὶ τούτων ἐγνωκόσιν, ἀλλὰ καὶ τῇ τῆς θεωρίας οἰκειότητι συνῆφθαι πρὸς ἄλληλα, τὸν αὐτὸν οἶμαι τρόπον ἔχειν καὶ τὰ κατὰ τὸ δεύτερον καὶ τὸ δ΄ καὶ τὸ ἕκτον. ὡμολόγηται γὰρ οὖν ἤδη καὶ ταῦτα συνθεῖναι Θεσσαλὸν τὸν Ἱπποκράτους υἱὸν, τὰ μὲν αὐτοῦ τοῦ πατρὸς ἐν διφθέραις τισὶν ἢ δέλτοις εὑρόντα ὑπομνήματα, προσθέντα δέ τινα καὶ αὐτὸν οὐκ ὀλίγα. τό γε μὴν πέμπτον τε καὶ ἕβδομον τῶν ἐπιδημιῶν οὐκ ἄν τίς μοι δοκεῖ τῆς Ἱπποκράτους γνώμης οἰκείας ἀξιῶσαι, κατ’ ἐμὴν δὲ γνώμην οὐδὲ τὸ τέταρτον, εἰ καί τισιν ἔδοξε καὶ τοῦθ’ ὑπὸ Θεσσαλοῦ συντεθῆναι· τὸ δὲ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων, ἔτι τε τὸ περὶ διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, οὐκ ἀλόγως Ἱπποκράτους αὐτοῦ πεπίστευται γράμματα εἶναι. τούτων τε οὖν τῶν βιβλίων ἔνθ’ ἂν ἡ χρεία καλῇ μνημονεύσομεν, ὅσα τ’ ἄλλα τὰ μὲν εἰς αὐτὸν Ἱπποκράτην, τὰ δὲ εἰς Εὐρυφῶντα καὶ Θεσσαλὸν καὶ Πόλυβον ἀναφέρουσιν.

Ἀρκτέον οὖν ἤδη τῆς ἐξηγήσεως ἀπὸ τῆς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γεγραμμένης ῥήσεως, ἐχούσης ὧδε· πνεῦμα σμικρὸν, πυκνόν· μέγα, ἀραιόν· σμικρὸν, ἀραιόν· ἔξω μέγα, εἴσω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ἡ δ’ αὐτὴ ῥῆσις ἥδε ἐν τῷ ἕκτῳ γέγραπται τελεώτερον. ἐπὶ γὰρ ταῖς τρίταις συζυγίαις αὐτῆς δυσπνοίας ἡ τετάρτη πρόσκειται, παραλελειμμένη σαφῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, οὐχ ὑπὸ τοῦ γράψαντος, ἐμοὶ δοκεῖν, αὐτοῦ· δῆλος γάρ ἐστιν οὐκ ἐξ ἐμπειρίας τινὸς καὶ μνήμης ἀθροίζων τὸ πλῆθος τῶν δυσπνοιῶν, ἀλλ’ ἐκ λογικῆς διαιρέσεως· οὐκ οὖν ἔμελλε παραλείψειν τινὰ δύσπνοιαν· ἀλλά τις τῶν παλαιῶν βιβλιογράφων ἥμαρτεν, ἔπειθ’ οὕτως ἔχον ἔφθασεν ἐκδοθῆναι τὸ βιβλίον, ἐφυλάχθη τε εἰκότως μέχρι δεῦρο τοῦτ’ αὐτὸ τὸ σφάλμα, τινῶν μὲν ὀλιγώρως ὁμιλούντων τοῖς τῶν παλαιῶν βιβλίοις, ὡς μήτ’ εἰ λείπει τι, μήτ’ εἰ δι’ ἑτέρου γράμματος εἴρηται, γνωρίζειν, ἐνίων δὲ γνωριζόντων μὲν, ἀλλὰ προσθεῖναι τὸ λεῖπον οὐ τολμώντων. οὐ γὰρ δὴ ὁμοίως τοῖς νῦν οἱ πρόσθεν εὐχερεῖς ἦσαν οὐδ’ ἕτοιμοι παραγράφειν παλαιὰν λέξιν ὡσαύτως γεγραμμένην ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἀλλ’ ἐπισημήνασθαι μόνον αὐτοῖς ἱκανὸν ἦν, ὡς ἐνταῦθα μὲν ἐλλιπῶς, ἐν τῷ ἕκτῳ δὲ τῶν ἐπιδημιῶν τελέως ἡ διαίρεσις γέγραπται τῶν δυσπνοιῶν, ἥ τε κατὰ μέγεθος καὶ μικρότητα καὶ πυκνότητα καὶ ἀραιότητα. δύο γὰρ οὖν δὴ ταύτας ἀντιθέσεις ὁ Ἱπποκράτης, τήν τε κατὰ μέγεθος  καὶ μικρότητα καὶ τὴν ἀραιότητα καὶ πυκνότητα, δῆλός ἐστιν ἐπιπλέκων ἀλλήλαις, καὶ ποιῶν συζυγίας δυσπνοίας δ΄· μίαν μὲν ἐν ᾗ μικροτέρα τε ἅμα καὶ πυκνοτέρα τῆς κατὰ φύσιν ἡ ἀναπνοὴ γίγνεται, ἑτέραν δ’ ὅταν μείζων τε ἅμα καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις ἄλλην τρίτην ἐν ᾗ μικροτέρα τε καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις τετάρτην, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν παραλελεῖφθαί φαμεν, ἐν ᾗ μείζων τε ἅμα καὶ πυκνοτέρα γίγνεται. δέδεικται γάρ μοι πολλάκις, εἰ καὶ ἄρα χωρὶς τοῦ δειχθῆναι πρόδηλον ὑπάρχει πᾶσιν, ὡς δύο ἀντιθέσεις ἀλλήλαις ἐπιπλεκόμεναι, τέσσαρας ἀπεργάζονται συζυγίας. οὐ μόνον δὲ κατ’ αὐτὸ διενήνοχεν ἡ ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ῥῆσις τῆς ἐν τῷ δευτέρῳ, ἀλλὰ καὶ καθ’ ὅσον ἐν τοῖς ἐφεξῆς, ὁπότε παραβάλλει τὸ τῆς εἰσπνοῆς μέγεθος τῷ τῆς ἐκπνοῆς, ἡ ἑτέρα συζυγία παραλέλειπται παντάπασιν ἐν τῷ δευτέρῳ, ἐνδεικνυμένου κᾀνταῦθα σαφῶς τοῦ γραφέως ἤτοι ῥᾳθυμίαν ἐσχάτην, ἢ ῥᾳδιουργίαν. εἰ μὲν γὰρ ὅλας ὑπερέβαινε λέξεις, ἐσχάτως ἦν ῥᾴθυμος· εἰ δὲ τὰς ὁμοίας ἀλλήλαις, ἀγνοῶν ὅπῃ διαφέρουσιν, ἓν καὶ ταὐτὸν ἀμφοτέρας δηλοῦν ἐνόμιζεν, εἶτ’ ἐξῄρει τὴν ἑτέραν, εἰς ἄκρον ἀφῖκτο περιεργίας, ἐπανορθωτὴν αὑτὸν τῶν Ἱπποκράτους συγγραμμάτων, οὐχ ὑπηρέτην, ἀποφαίνων. τοῦτο μὲν δὴ χρήσιμόν ἐστι μεμνῆσθαι πρὸς πολλὰς τῶν ἀσαφῶν ῥήσεων, ἐν αἷς ἤτοι παραλελεῖφθαί τι πιθανόν ἐστιν, ἢ παραγεγράφθαι. οὐδὲν γὰρ κωλύει κατ’ ἐκείνας, ἤτοι τὸ λεῖπον προστιθέντας, ἢ τὸ ἡμαρτημένον ἐπανορθοῦντας, ἀπεργάζεσθαι τέλεόν τε καὶ ἀληθῆ τὸν λόγον. ὥσπερ γὰρ τὸ μεταγράφειν τὰς παλαιὰς ῥήσεις προπετὲς, οὕτω καὶ φυλάττοντας, ὡς γέγραπται, βραχείαις τέ τισιν ἢ προσθέσεσιν, ἢ ὑπαλλάξεσι διαλύεσθαι τὰς ἀπορίας, ἀγαθῶν ἐξηγητῶν ἐστιν ἔργον. ἀλλὰ περὶ τούτων μὲν οἶμαι δι’ αὐτῶν τῶν ἔργων ἐπιδείξειν ὀλίγον ὕστερον ἅπερ χρὴ δρᾷν. οὐ γὰρ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, αὐτὸ ποιητέον, ἀλλὰ μετὰ τοῦ δεικνύναι τήν τε τῶν πραγμάτων ἀλήθειαν, ἔτι τε πρότερον αὐτὴν τοῦ παλαιοῦ τὴν γνώμην οὕτως ἔχουσαν, ὁμολογεῖν τε ἀμφοτέρας κατὰ τὴν λέξιν μετακοσμηθεῖσαν.

Ἐπὶ δὲ τὸ προκείμενον ἤδη χωρήσαντες, καὶ παραθέμενοι τὴν τελεωτέραν λέξιν, τὴν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν, ἴδωμεν ὁποῖός τις ὁ νοῦς αὐτός ἐστιν. ὅτι μὲν γὰρ ἐκ διαιρέσεως λογικῆς εὑρίσκειν ἐπιχειρεῖ τὰς διαφορὰς ἁπάσας τῶν δυσπνοιῶν, τοῦτο μὲν καὶ τοῖς ἐξηγησαμένοις αὐτοῦ τὰ βιβλία δοκεῖ, καὶ πάντῃ ῥᾴδιον εἶναι νομίζω συμβαλεῖν· εἰ δ’ ὀρθῶς διαιρεῖται, καὶ εἰ μηδὲν παραλείπει δυσπνοίας εἶδος, οὐκ ἔτι τοῦτο ῥᾴδιον ἅπασιν ἐξευρεῖν, ἀλλὰ καὶ τῆς διαιρετικῆς μεθόδου χρεὼν ἔμπειρον εἶναι τὸν περὶ τούτων κρινοῦντα, καὶ τῶν Ἱπποκράτους δογμάτων οὐκ ἀμελέτητον. ἡ μὲν δὴ μέθοδος ἀποβλέπειν φησὶ χρῆναι πρὸς τὸ διαιρούμενον, ὁποῖον τὴν φύσιν ἐστίν. εἰ μὲν γὰρ ἁπλοῖν εἴη, τὰ κατὰ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ὑπάρχοντα, πόσα τ’ ἐστὶ καὶ τίνα καὶ ὁποῖα, σκοπεῖσθαι, κᾀκ τούτων διαιρεῖσθαι· συνθέτου δ’ ὄντος, ἑκάτερον μὲν, ἢ ἕκαστον τῶν μερῶν, ὡς εἴρηται, διαιρεῖν, τὸ δ’ ὅλον ἐκ τοῦ τρόπου τῆς συνθέσεως. ἡ δ’ Ἱπποκράτους γνώμη περὶ τῆς συνθέσεως, ἥ τίς ποτέ ἐστιν, εἴρηται μὲν ἡμῖν ἐν ἑτέροις ἐπιπλεῖστον, εἴρηται δὲ καὶ ἐν τοῖς ἔμπροσθεν, ὥστ’ οὐδὲν κωλύει πρὸς τούτους τοὺς σκοποὺς ἀποβλέποντας ἐπισκέψασθαι τὴν τῶν ἐπιδημιῶν ῥῆσιν, ὡδί πως ἔχουσαν· πνεύματα μικρὰ πυκνὰ, μεγάλα ἀραιά· μικρὰ ἀραιὰ, μεγάλα πυκνά· ἔξω μέγα, εἴσω μικρόν· εἴσω μέγα, ἔξω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ὅτι μὲν οὖν οὐχ ἡ τετάρτη μόνη κατὰ τὸ πυκνὸν καὶ μέγα συζυγία παραλέλειπται κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἀλλὰ καὶ τῶν ἐφεξῆς δυοῖν, ἐν οἷς παραβάλλει τὴν ἐκπνοὴν τῇ εἰσπνοῇ, καὶ τούτων ἡ δευτέρα γέγραπται μὲν ἐν τῇ νυνὶ προχειρισθείσῃ, παραλέλειπται δ’ ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, πρόχειρον συνιδεῖν. οὐκέτι γὰρ ἐκείνῳ βιβλίῳ πρόσκειται τὸ, εἴσω μέγα, ἔξω μικρὸν, ἀλλὰ περὶ θατέρου μόνον εἴδους τῆς δυσπνοίας δηλοῦται, καθ’ ὃ μέγα μὲν ἐκπνεῖται πνεῦμα, μικρὸν δὲ εἰσπνεῖται. πολλαχόθι μὲν οὖν εὑρίσκειν ἔστι καὶ προσγεγραμμένον τοῦτο τὸ λεῖπον, ἀλλ’ ἐν τοῖς πλείστοις καὶ ἀξιοπιστοτάτοις τῶν ἀντιγράφων παραλέλειπται, καὶ οὐδὲν τοῦτό γε πρὸς τὸ παρὸν διαφέρει. πρόκειται γὰρ ἡμῖν τὴν τελεωτέραν ῥῆσιν ἐπισκοπεῖσθαι, τὴν νῦν γεγραμμένην. ὅτι μὲν οὖν ἐκ τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος ἡ τῆς ὅλης ἀναπνοῆς ἐνέργεια σύνθετος ὑπάρχει, καὶ ὅτι τὸ μὲν ἕτερον αὐτῆς τῶν μερῶν εἰσπνοὴ, τὸ δ’ ἕτερον ἐκπνοὴ προσαγορεύεται, λέλεκται μὲν καὶ διὰ τοῦ πρώτου γράμματος εὐθὺς κατ’ ἀρχὰς, ἀλλὰ κᾂν εἰ μὴ πρὸς ἡμῶν εἴρηται, σχεδὸν οὐδεὶς ἀγνοεῖ. ὅτι δ’ οὐδενὸς ἄλλου τῶν πάντων ἢ κινήσεως ἴδια τάχος τ’ ἐστὶ καὶ βραδύτης, εἴρηται μὲν ἤδη καὶ τοῦτ’ ἔμπροσθεν, ἀλλὰ καὶ νῦν εἰς ἀνάμνησιν ἡκέτω. μέγεθος μέντοι καὶ σμικρότης ὥσπερ οὐκ ἴδια κινήσεως, οὕτως ἀχώριστα παντὸς τοῦ κατὰ διαστήματος φερομένου. καὶ διὰ τοῦτο καθ’ ἑκάτερον τῶν μερῶν τῆς ἀναπνοῆς ἀντιθέσεις διαφορῶν διτταὶ γενήσονται, μία μὲν ἡ κατὰ τάχος καὶ βραδυτῆτα, δευτέρα δὲ ἡ κατὰ μέγεθος καὶ μικρότητα. τῆς δ’ ὅλης ἀναπνοῆς, ὅτι ἑτέρα ἀντίθεσίς τίς ἐστι κατὰ πυκνότητά τε καὶ ἀραιότητα συνισταμένη, καὶ τοῦτ’ ἔμπροσθεν εἴρηται, καὶ ὡς ἥδε ἀντίθεσις οὐχ ὡς κινήσεως τῆς ἀναπνοῆς, ἀλλ’ ὡς συνθέτου πράγματος, ἐκ διαστάσεών ἐστι συγκειμένη. ὥστ’ ἐν τρισὶ τούτοις γένεσιν ἀνάγκη πάσας εἶναι τὰς τῆς ἀναπνοῆς διαφοράς· ἐν τάχει μὲν καὶ βραδυτῆτι, διότι κινήσεως ἁπάσης ἴδιά τε καὶ ἀχώριστα ταῦτ’ ἐστίν· ἐν μεγέθει δὲ καὶ μικρότητι, διότι κατὰ διαστήματος ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις· πυκνότης  δὲ καὶ ἀραιότης, τὸ τρίτον τῶν εἰρημένων γενῶν, οὐδετέρου μέν ἐστι τῶν οἰκείων τε καὶ πρώτων μερῶν τῆς ἀναπνοῆς οὔτ’ ἴδιον οὔτ’ ἀχώριστον, ὅλης δὲ μέρος γίνεται κατά τι συμβεβηκὸς, ἐπειδὴ σύνθετον πρᾶγμά ἐστιν ἐκ δυοῖν ἐναντίων κινήσεων ἡσυχίᾳ διαιρουμένων. αὗται μὲν οὖν αἱ πρῶται διαφοραὶ τῆς ὅλης ἀναπνοῆς. τῷ δ’ εἶναι ποιεῖν τι καὶ πάσχειν πεφυκὸς τὴν ἀναπνοὴν, εἴη ἄν τι καὶ ἄλλο γένος ἐν αὐτῷ διαφορῶν, ἑκατέρου τῶν μορίων ὁμαλῶς ἢ ἀνωμάλως ἐπιτελουμένου· καὶ μὴν καὶ ἄλλο πάλιν ὅλης αὐτῆς ὡς συνθέτου, παραβαλλομένων ἀλλήλοις τῶν μορίων. τούτων οὕτως ἐχόντων, ἰστέον τὰς μὲν πρώτας γεγραμμένας ἐν τῇ προκειμένῃ ῥήσει δυσπνοιῶν διαφορὰς τέτταρας ὅλης ἀναπνοῆς ὑπάρχειν· οὐδετέρου γὰρ τῶν μερῶν ἐστι πυκνότης καὶ ἀραιότης, εἴγε δὴ μεμνήμεθα τῶν εὐθὺς κατ’ ἀρχὰς τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἰρημένων. οὕτως δὲ καὶ τὰς ἐφεξῆς αὐτῶν τὰς δύο, καὶ γὰρ ἐν ταύταις παραβάλλεται τὰ δύο μόρια τῆς ὅλης ἀναπνοῆς, καὶ διὰ τοῦθ’ οὕτως γέγραπται, ἔξω μέγα, εἴσω μικρὸν, εἴσω μέγα, ἔξω μικρὸν, δηλονότι πνεῦμα· τὰς δ’ ἐφεξῆς δύο διαφορὰς, ἐν αἷς λέγεται τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον, τῶν μερῶν τῆς ἀναπνοῆς θατέρου νομιστέον ἰδίας ὑπάρχειν, ὃ δὴ κατὰ τὴν οὐσίαν εἶναι μάλιστα τῆς ἀναπνοῆς ἔφαμεν· ἐκτεῖνον μὲν γὰρ τὸ βραδὺ, κατεπεῖγον δὲ τὸ ταχύ. βραδύτης δὲ καὶ ταχύτης ἁπάσης κινήσεως ἀχώριστα. τὸ δ’ ἐφεξῆς λεγόμενον, τὸ, διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν, ἔστι μὲν εἰσπνοῆς ἀνωμάλου δηλωτικὸν, ἐπιζητεῖ δὲ τὴν αὐτὴν ἀντίθεσιν ἐπὶ τῆς ἐκπνοῆς, ἣν ἐγὼ πέπεισμαι παραλελεῖφθαι πρὸς τῶν μεταγραφόντων μᾶλλον ἢ πρὸς Ἱπποκράτους αὐτοῦ, εἴγε δὴ φαίνεται μεμνημένος ἐν ἑτέροις συγγράμμασι καὶ τοῦ τοιούτου τῆς δυσπνοίας εἴδους, ὡς ἐπιδείξω σαφῶς ἐν τοῖς ἐφεξῆς· εἰ δέ τῳ δοκεῖ πρὸς Ἱπποκράτους αὐτοῦ παραλελεῖφθαι, οὗτος αἱρεῖται τὰ χείρω πρὸ τῶν βελτιόνων· τὸ μὲν γὰρ μηδ’ ὅλως ἀνωμαλίας μνημονεῦσαι κατὰ μηδ’ ἕτερον τῶν τῆς ἀναπνοῆς μερῶν, ἀλλὰ τελέως ἐπιλαθέσθαι τε καὶ παραλιπεῖν, ἦν μὲν οὐδὲ τοῦτο κατὰ τὴν Ἱπποκράτους ἐπιμέλειαν, ἀλλ’ ἔγωγ’ ἂν εἰ καὶ τὸ νῦν γεγραμμένον ἐπὶ τῆς εἰσπνοῆς οὐδ’ ὅλως ἐγέγραπτο, τοῦ γραφέως ἁμάρτημα ὑπάρχειν αὐτὸ μᾶλλον ἢ Ἱπποκράτους εἰπεῖν ἐτόλμησα, λόγον δ’ ἂν οὖν εἶχεν οὕτω τινὰ τοῖς τὰ χείρω νοοῦσιν· ἐπεὶ δὲ καὶ τὸ τῆς εἰσπνοῆς εἶδος ἐμήνυσε σαφῶς οὕτως, ὡς μὴ μόνον εἰπεῖν διπλῆν εἴσω γίγνεσθαι τοῦ πνεύματος τὴν ἐπανάκλησιν, ἀλλὰ καὶ τὸ οἷον ἐπεισπνέουσι προσθεῖναι, πῶς ἄν τις ἔθ’ ὑπολάβοι τῆς ἐκπνοῆς αὐτὸν ἐπιλαθέσθαι; περὶ μὲν οὖν τούτων καὶ αὖθις, ἐφεξῆς δὲ πρόσκειταί τις ἀντίθεσις ἄλλη δυσπνοιῶν, ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς ὡδί πως γεγραμμένη· θερμὸν, ψυχρόν· ἵνα δηλονότι κᾀνταῦθα προσυπακούωμεν τὸ πνεῦμα. καθάπερ γὰρ μέγα καὶ μικρὸν, καὶ πυκνὸν καὶ ἀραιὸν, οὕτω καὶ θερμὸν καὶ ψυχρὸν ἐκπνεῖται τὸ πνεῦμα. καίτοι κᾀνταῦθα παρακούοντές τινες ἐξ ὧν αὐτοὶ μὴ συνίασιν, ἐπανορθοῦνται καὶ μεταγράφειν τὴν λέξιν τολμῶσιν, οὐ ψυχρὸν καὶ θερμὸν, ὡς νῦν εἴρηται, γράφοντες, ἀλλὰ συνάπτοντες αὐτὰ τῷ προειρημένῳ, καὶ οὕτως ἀναγινώσκοντες, οἷον ἐπεισπνέουσι θερμῷ ψυχρόν. οὗτοι μὲν οὖν πρὸς τὸ μηδένα νοῦν ἔχουσαν ἐργάζεσθαι τὴν λέξιν, ὅτι μηδ’ ἀνεγνώκασι τὰ τοῦ παλαιοῦ βιβλία, κατάδηλοι γίνονται· πάντως γὰρ ἂν ἐμέμνηντο τῶν ἐν ἑτέροις ὑπ’ αὐτοῦ γεγραμμένων περί τε θερμῆς καὶ ψυχρᾶς ἐκπνοῆς, ἃ τίνα λόγον εἶχεν ἢ ἐν ἐκείνοις αὐτὸν γράφειν, ἢ ἐνταῦθα παραλιπεῖν, οὐκ ἂν εἰπεῖν ἔχοιεν. εἰ μὲν γὰρ οὐκ ἐνόμιζεν ἐκ τῶν δυσπνοιῶν εἶναι τὴν θερμὴν καὶ ψυχρὰν ἐκπνοὴν, οὐ καλῶς ἐν ἑτέροις ὡς δυσπνοιῶν ἐμνημόνευσεν· εἰ δ’ ὀρθῶς ἐν ἐκείνοις ἔπραξεν, οὐκ ὀρθῶς νῦν παρέλιπεν. ἀλλ’ οὐχ ὧδ’ ἔχει ταῦτα· καὶ γὰρ ἐνταῦθά τε καλῶς ἐν τῇ διαιρέσει τῶν δυσπνοιῶν περιέχονται καὶ τί ποτ’ οὖν δηλοῦν πεφύκασιν, ὀρθῶς ἐν ἑτέροις εἴρηται.

Καταλιπόντες οὖν ἤδη τοὺς οὕτω παρακούοντας τοῦ παλαιοῦ καὶ παντὸς μᾶλλον ἢ τῆς γνώμης αὐτοῦ συνιέντας, αὐτοὶ καθ’ ἡμᾶς αὐτοὺς ἐπισκεψώμεθα, τί δή ποτε κατὰ τὸ προγνωστικὸν γράμμα περὶ δυσπνοίας ὧδέ πως γράφει· πνεῦμα πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται· φαίνεται γὰρ ἐν τούτῳ τῷ βιβλίῳ τριῶν τούτων μόνον δυσπνοιῶν μνημονεύων, καίτοι γ’ εἰ μὲν τοσαῦται μόνον εἰσὶν, τί δή ποτε πολὺ πλείους ἐν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἔγραψε; εἰ δὲ οὕτως εἰσὶ πολλαὶ, τί δή ποτε ὀλιγίστων ἐμνημόνευσεν ἐν τῷ προγνωστικῷ; ἢ τὸν μὲν ἀριθμὸν αὐτῶν ἐπίστασθαι ἐνόμιζε χρηστὸν, ὁποῖον δέ τι δηλοῦν ἑκάστη πέφυκεν, οὐκ εἶναι. χρηστόν; ἢ μόναις ταῖς εἰρημέναις δηλοῦν ὑπάρχει τι, ταῖς δ’ ἄλλαις οὐδὲν, ἀλλ’ ἐνδέχεταί ποτ’ ἀναπνεῖν μὲν παρὰ φύσιν, οὐδεμίαν δ’ εἶναι διάθεσιν ἐν τῷ ζώῳ παρὰ φύσιν; ἢ τοσοῦτον δεῖ τοῦτ’ ἀληθὲς ὑπάρχειν, ὥστ’ ἀνάγκη πᾶσα τὴν παρὰ φύσιν ἐν τῷ ζώῳ διάθεσιν αὐτὴν γίγνεσθαι τῆς δυσπνοίας αἰτίαν; εἴπερ οὖν λόγον αἰτίας ἡ διάθεσις ἔχει πρὸς τὴν δύσπνοιαν, εἴη ἂν οὕτω καὶ χρόνῳ καὶ τάξει καὶ δυνάμει πρότερον. πῶς οὖν φαίνεται παραλιπὼν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τοσοῦτον ἀριθμὸν δυσπνοιῶν; ἐγὼ μὲν διὰ ταῦτ’ ἐβουλόμην καὶ παραβάλλειν τοὺς ἐξηγητὰς ἀλλήλοις  καὶ ζητεῖν καὶ λύειν· ἔχει δ’ οὐχ ὧδε· τῶν μὲν γὰρ ἐξηγουμένων τίς ἄν τις καὶ μνημονεύοι; τῶν δ’ ἔμπροσθεν, ὧν γε καὶ πρὸς ἡμᾶς ὑπομνήματα διασώζεται, πολλοὺς μὲν καὶ μακροὺς λήρους καταγεγραμμένους εὑρεῖν ἔστι, τὰ δ’ οὕτως ἐπίκαιρα παραλέλειπται τελέως. ἀλλ’ ἡμεῖς γε ζητῶμεν αὐτὰ, κᾂν μηδεμίαν ὁδὸν εἰς τὴν εὕρεσιν ὑπ’ ἐκείνων ἔχωμεν παραδεδομένην. εἴρηται μὲν δὴ κᾀν τοῖς περὶ τῆς ἀρίστης αἱρέσεως κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅπως χρὴ τὰ τοιαῦτα πάντα καὶ ζητεῖν καὶ ἀνευρίσκειν· ἀλλὰ κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων διττὴν ὁδὸν ἔδειξα τῆς τῶν τοιούτων εὑρέσεως, ἑτέραν μὲν ἐκ τῶν ἐν τῇ δυσπνοίᾳ διαφορῶν ὁρμωμένην, ἑτέραν δ’ ἀπὸ τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις διαθέσεων, ἣν καὶ ῥᾴω τε καὶ σαφεστέραν ὑπάρχειν ἔλεγον· καὶ ὅστις ἐκείνοις ἐπιμελῶς ἐνέτυχε τοῖς γράμμασιν, οὐ δεήσεται λόγων πολλῶν εἰς τὴν τῶν παρόντων λύσιν· εἰ δ’ ἤτοι ῥᾳθύμως ἐκείνοις ὡμίλησεν, ἢ ἄλλως ἐστὶ δυσμαθὴς, ὁ μὲν ῥᾴθυμος αὖθις (ἢ) ἀναλεξάμενος αὐτὰ πάλιν ἐπὶ ταῦθ’ ἡκέτω· ὁ σκαιὸς δ’ ἄλλό τι πραττέτω, γινώσκων ὡς οὐχ οἵα τε μεγάλου γνώμην ἀνδρὸς ἐκμαθεῖν φύσις μικρὰ, ὁποῖος ἦν ὁ Ἱπποκράτης. ἃ γοῦν οὐδεὶς ἔμπροσθεν οὔτε προὔβαλεν οὔτ’ ἠπόρησεν οὔτ’ ἐζήτησεν οὔθ’ εὗρεν, ἐγὼ καὶ προβαλῶ καὶ ἀπορήσω καὶ ὅπως χρὴ ζητεῖν ἐρῶ καὶ σὺν θεοῖς εὑρίσκειν ἐλπίζω. τὸ μὲν δὴ πρόβλημα καὶ μικρῷ πρόσθεν εἴρηταί μοι, τί δή ποτε τοσαῦτα δυσπνοιῶν εἴδη παρέλιπεν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τὸ δ’ ἀπόρημα νῦν εἰρήσεται τῶν ἐν τῷ πρώτῳ λόγῳ γεγραμμένων ἀναμνήσαντι πρότερον. ἁπάσας γὰρ τῶν δυσπνοιῶν τὰς διαφορὰς ἐν ἐκείνοις τοῖς λόγοις εἰς πέντε τὰ πάντα γένη διαθέσεών τε καὶ δυσπνοιῶν ἀνήγαγον, ὥστ’ ἀπορώτερον ἔτι τὸ πρόβλημα καθίσταται, τῆς μόνης ἔθ’ ὑπολειπομένης ἐλπίδος ἀνῃρημένης. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ὅτου δή ποτε τῶν ὄντων διαφοραὶ πλείους μὲν ὑφ’ ἑτέρου τινὸς ἢ ἀνδρὸς ἢ γράμματος, ἥττους δ’ ὑφ’ ἑτέρου λέγονται, μία μόνη τῆς συμφωνίας ἐλπὶς, εἴ τις ἐπιδεῖξαι δύναιτο τὸν μὲν ἐν τοῖς πρώτοις μέρεσι τῆς διαιρέσεως μεμενηκότα, τὸν δὲ καὶ κατατέμνοντα. ταύτης τοίνυν ἡμῶν ἀφῃρημένης τῆς ἐλπίδος (ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ λόγῳ, μήτε τῶν διαθέσεων μήτε τῶν δυσπνοιῶν εἰς ἀριθμὸν ἐλάττονα δύνασθαι ἀναχθῆναι τὰ γένη) τίς ἂν ἔτι μηχανὴ τῆς λύσεως τῶν νῦν ζητουμένων εὑρεθείη; τά τε γὰρ ἄλλα καὶ πρὸς τῷ παραλελεῖφθαί τινα τῶν πρώτων γενῶν ἔτι καὶ τὸ διεσπάσθαι τε καὶ κακῶς ἀντιδιῃρῆσθαι πρὸς ἄλληλα καὶ ἀσαφῶς ἡρμηνεῦσθαι μέμψαιτ’ ἄν τις ἐν τῷ προγνωστικῷ, καίτοι γ’ εἴπερ τῳ καὶ ἄλλῳ τῶν Ἱπποκράτους βιβλίων ὑπάρχοντι σαφεῖ. καὶ μὴν ἀσαφές τε ἅμα καὶ ἀδιόριστόν ἐστι τὸ κατὰ τὴν ἀρχὴν εὐθὺς εἰρημένον τῆς λέξεως· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. εἰ μὲν γὰρ μὴ διττὸν ἦν τὸ πυκνὸν πνεῦμα, θάτερον μὲν μετὰ μεγέθους, θάτερον δὲ μετὰ σμικρότητος, ἢ εἰ μὴ διαφόρου διαθέσεως ἑκάτερον αὐτῶν ἔκγονον ὑπῆρχεν, εὐλόγως ἂν ὁ Ἱπποκράτης ἢ ἄτμητον αὐτὸ κατέλιπε, ἢ τοῦ δηλουμένου καθ’ ἑκάτερον τὴν διαφορὰν οὐκ ἐμήνυσεν· ἐπεὶ δ’ αὐτός τε σαφῶς ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἕτερον μὲν τὸ πυκνὸν ἅμα καὶ σμικρὸν, ἕτερον δὲ τὸ πυκνὸν καὶ μέγα γινώσκει, καὶ ἡμεῖς ἀπεδείξαμεν ἐκ τῶν πρώτων εἶναι διαφορῶν αὐτὰ, κακῶς ἄτμητον ἐάσας τὸ πυκνὸν, ἁπλῶς οὕτως εἰπὼν ἠρκέσθη· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. ἓν μὲν δὴ τοῦτ’ ἄπορον. ἐφεξῆς δὲ τῆς τρίτης διαφορᾶς μνημονεύσας ὡδί· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· καὶ ταύτην εἰπὼν μόνην σαφῶς τῶν πρώτων διαφορῶν, οὐδ’ ὁτιοῦν τῆς παρακειμένης αὐτῇ τῆς ἀραιόν τε καὶ μικρὸν ἀποδεικνυούσης τὸ πνεῦμα δυσπνοίας ἐμνημόνευσε, καίτοι γε ὥσπερ τὸ πυκνὸν πνεῦμα διττὸν ἦν, μεγέθει καὶ σμικρότητι διαιρούμενον, οὕτω καὶ τὸ ἀραιὸν διττὸν ἐξ ἀνάγκης ἐστὶ, μεγέθει καὶ σμικρότητι διαιρούμενον. θατέρου δὲ μόνου κατὰ τὸ προγνωστικὸν ἐμνημόνευσεν εἰπών· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· ἕτερον δὲ τὸ ἀραιὸν ἅμα καὶ σμικρὸν παραλελεῖφθαι φαίνεται. ὥστ’ ἐκ τῶν τεσσάρων συζυγιῶν, ἃς ἐν τῇ ἐπιδημίᾳ ἔγραψε, τὰς μὲν δύο τὰς πρώτας ἀδιορίστως τε καὶ ἀσαφῶς καὶ συγκεχυμένως εἰρῆσθαι, μόνην δ’, ὡς ἔφαμεν, τὴν τρίτην, αὐτήν τε καὶ τὸ δηλούμενον ὑπ’ αὐτῆς, ἄμφω γεγράφθαι σαφῶς. οὐ μόνον δ’ ἐν τούτοις ἀσαφής τε ἅμα καὶ ἀδιόριστος καὶ παραλιπὼν τὰ πλείω δόξειεν ὑπάρχειν ὁ λόγος, ἀλλὰ κᾀξ ὧν ἐπιφέρων φησί· ψυχρὸν δ’ ἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. τί δήποτε γὰρ, εἰ τὰς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν διαφορὰς ἐπελθεῖν ἐγνώκει, τῆς ψυχρᾶς ἐμνημόνευσε μόνης; ἔτι τε τί δή ποτε μὲν τῶν ἄλλων δύο, ἥν τε ἀδιορίστως ὀνομάζει πυκνὸν πνεῦμα καὶ ἣν διοριζόμενος ἀραιὸν καὶ μέγα, τὰς διαθέσεις αὐτὰς μόνας παρέγραψεν, οὐ μὴν εἰς ὅ τι τελευτήσουσιν ἐμήνυσε, πόνον μὲν καὶ φλεγμονὴν ὑπὸ τῆς πυκνῆς, παραφροσύνην δ’ ὑπὸ τῆς ἀραιᾶς τε ἅμα καὶ μεγάλης δυσπνοίας δηλοῦσθαι φάμενος; ἐπὶ δὲ τῆς κατὰ τὸ ψυχρὸν διαφορᾶς ἐς ὅ τι μὲν τελευτήσει λέγει· φησὶ γὰρ ὀλέθριον εἶναι κάρτα τὸ τοιοῦτον πνεῦμα· τὴν διάθεσιν δ’ ἀφ’ ἧς οὕτω δυσπνοοῦσιν, ἀσαφεστέραν οὖσαν, οὐκέτι λέγει, βέλτιον ὂν ὀπὶ πασῶν τῶν δυσπνοιῶν καὶ τὰς διαθέσεις αὐτὰς εἰπεῖν,  αἵ τινές ποθ’ ὑπάρχουσι, καὶ τὸν τρόπον αὐτῶν προσγράψαι, διορίζοντα τὰς ἐπιεικεῖς ἀπὸ τῶν κακοηθῶν. οὐ τοίνυν οὕτως ἐποίησεν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων δυσπνοιῶν τὰς διαθέσεις, ἐπὶ δὲ τῆς ἐσχάτης τὸν τρόπον μόνον ἐδήλωσεν. ὃ δὴ πάντων ἀφυκτότατόν ἐστι τῶν ἐγκλημάτων, τὸ μηδὲν ὅλως εἰρῆσθαι περὶ τῆς ἀνωμάλου δυσπνοίας, ἤδη δὴ καὶ αὐτὸ προσκείσθω τῷ λόγῳ. τὸ μὲν γὰρ ἐκτεῖνον καὶ κατεπεῖγον πνεῦμα καὶ τὸ ἔξω μέγα καὶ εἴσω μικρὸν, οὐκ εἴρηται μὲν οὐδ’ αὐτὰ διὰ τοῦ προγνωστικοῦ γράμματος, ἐξ ὧν δὲ ἡμεῖς ἐν τῷ πρώτῳ λόγῳ διήλθομεν, ἐν ταῖς τέσσαρσι τῶν δυσπνοιῶν συζυγίαις εὑρίσκεται περιεχόμενα· τὴν δέ γε πέμπτην ἀνώμαλον, ἧς τὸ μὲν ἥμισυ μέρος ἐν τοῖς τῶν ἐπιδημιῶν ἔγραψε, διπλῆν εἴσω φάμενος ἐπανάκλησιν, ἐν δὲ τῷ προγνωστικῷ τελέως παρέλιπεν, οὐκ ἔστιν ὑπ’ οὐδεμιᾶς τῶν τεττάρων συζυγιῶν κατ’ οὐδένα τρόπον εὑρεῖν περιεχομένην. αἵ μὲν οὖν ἀπορίαι τοσαῦταί τε καὶ τοιαῦται.

Χρὴ δὲ τοὐντεῦθεν μὴ τοῖς πολλοῖς τῶν ἀντιλεγόντων Ἱπποκράτους παραπλησίως, καὶ ἡμᾶς τὰς μὲν ἀπορίας εὐπόρως ἐξευρίσκειν, ἐν δὲ ταῖς λύσεσιν αὐτῶν ἀπορεῖν, ἀλλὰ πρῶτον μὲν ὁδόν τινα τῆς εὐπορίας εὑρεῖν, ἐφεξῆς δ’ ἀποδείξει πιστώσασθαι τὰ δι’ αὐτὴν εὑρεθέντα. τίς οὖν ὁδὸς τῆς εὐπορίας; χρὴ γὰρ ἐντεῦθεν ἄρξασθαι· μία μὲν ἡ κοινὴ πάντων τῶν παλαιῶν συνήθης βραχυλογία· δευτέρα δὲ Ἱπποκράτους αὐτοῦ μεγαλοφροσύνη. δέδεικται γὰρ ἡμῖν δεινὸς πολλάκις ὁ ἀνὴρ οὗτος, ὅσα μὲν καὶ τοῖς ἄλλοις ἰατροῖς ἐστι γνώριμα παρατρέχων, ὡς ὑπὸ μηδενὸς τῶν γνησίως ἀσκούντων τὴν τέχνην ἀγνοηθῆναι δυνάμενα, τὰ δὲ τοῖς τοιούτοις ἀγνοούμενα πάντ’ ἐπιμελῶς τε ἅμα καὶ σαφῶς ἐξηγούμενος. εἰ δὴ τοῦτ’ ἐστὶν ἔθος αὐτῷ, τί θαυμαστὸν ἀμφισβητουμένην τε καὶ ἀσαφῆ τοῖς πολλοῖς δυσπνοίας διαφορὰν τὴν κατὰ μέγεθός τε καὶ ἀραιότητα διά τε τῶν ἄλλων συγγραμμάτων ἐπιδεῖξαι πειραθῆναι παραφροσύνης ἰδίαν οὖσαν ἔν τε τῷ προγνωστικῷ σαφοῦς ἀξιῶσαι διδασκαλίας, τὰς δὲ τῆς πυκνότητος, ὡς ἂν μηδὲ ταύτας ἀγνοηθῆναι τοῖς ἰατροῖς δυναμένας, ἑνὶ κεφαλαίῳ περιλαβόντα, διὰ ταχέων δηλῶσαι; ἔν τε γὰρ πλευρίτισι καὶ περιπνευμονίαις καὶ συνάγχαις καὶ ὀρθοπνοίαις πυκνὸν καὶ μικρὸν γίνεται τὸ πνεῦμα· καὶ εἰ μὴ πλευρῖτις δ’ εἴη, μόνη δ’ ὀδύνη κατὰ τὰς πλευρὰς ὑπάρχοι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα, καθάπερ εἰ καὶ περὶ τὸ στόμα τῆς κοιλίας, ἢ τὸν στόμαχον, ἢ τοῦ σπληνὸς τὴν κεφαλὴν, ἢ τοῦ ἥπατος τὰ κυρτά. καὶ γὰρ οὖν κᾀνταῦθα πόνου τινὸς ὑπάρχοντος, ἀνάγκη μικρὸν καὶ πυκνὸν γενέσθαι τὸ πνεῦμα, καὶ πολύ γε μᾶλλον, εἰ περὶ τὸ διάφραγμα γένοιτο καὶ τὸ συνάπτον αὐτοῦ τῷ περιτοναίῳ καὶ τοὺς μῦς τοὺς περικειμένους αὐτόθι. καίτοι κᾂν εἰ μὴ τῇδε μόνον, ἀλλὰ καὶ κατωτέρω μειζόνως πεπονθὸς τὸ περιτόναιον, αἰσθάνεταί τε τῆς βλάβης αὐτοῦ τὸ διάφραγμα καὶ οὕτω μικρὸν καὶ πυκνὸν ἐργάζεται τὸ πνεῦμα. καὶ τῆς γαστρὸς αὐτῆς αἱ μείζους διαθέσεις, αἱ σὺν ὀδύνῃ τε καὶ ὄγκῳ, καὶ τοῦ σπληνὸς τὰ κάτω καὶ τοῦ ἥπατος, οὐδὲν ἧττον καὶ αὐταὶ πυκνὸν καὶ μικρὸν ἐργάζονται τὸ πνεῦμα· καὶ ὅλως, εἴτ’ ὄγκος τις εἴη, θλίβων τε καὶ στενοχωρῶν ὁτιοῦν τῶν ἀναπνευστικῶν ὀργάνων, εἴτ’ ὀδύνη περί τι μόριον οὕτω πλησιάζον τοῖς ἀναπνευστικοῖς, ὡς κινουμένοις αὐτοῖς συγκινεῖσθαι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα. τὰς δ’ ἄλλας αἰτίας τούτων ἐν τῷ πρώτῳ γράμματι διήλθομεν, ὥσπέρ γε καὶ ὅτι θερμασίας πολλῆς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης, πυκνὸν καὶ μέγα γενήσεται τὸ πνεῦμα. φαίνεται δὲ καὶ τοῦτο σχεδὸν ἁπάσης ἡμέρας ἐπὶ τῶν διακαῶν πάντων πυρετῶν, ὥστ’ οὐδ’ αὐτὸ διαλάθοι τινά. καὶ μέν τοι καὶ ὡς τὴν παρὰ φύσιν φλόγωσιν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ πρὸ Ἐρασιστράτου φλεγμονὴν ὠνόμαζον, οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ σύμπασιν ὡς εἰπεῖν τοῖς Ἱπποκράτους ἐξηγηταῖς ἀποδέδεικται. τούτων οὖν ὑποκειμένων, οὐδὲν ἔτι θαυμαστὸν ἑνὶ κεφαλαίῳ τὰς εἰρημένας ἀμφοτέρας διαφορὰς δηλῶσαι τὸν Ἱπποκράτην, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν, εἰπόντα, πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἂν καὶ ἡμῶν νοῆσαι δυναμένων, ὅτι τὸ μὲν μετὰ μικρότητος πόνον σημαίνει, τὸ δὲ μετὰ μεγέθους φλεγμονὴν, ὅ πέρ ἐστι φλόγωσιν, δηλοῖ· προσθέντα δ’ εὐλόγως, ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ἤτοι τοῖς ἀναπνευστικοῖς, ὡς ἂν τῶν κάτω τοῦ διαφράγματος ἀμέτρων θερμασιῶν εἰς μέγεθός τε καὶ πυκνότητα τὴν ἀναπνοὴν ἐξᾶραι μὴ δυναμένων.

Ἡ μὲν ὁδὸς τῆς εὑρέσεως τῶν ζητουμένων κατά γε τὰς πρώτας διαφορὰς ἥδε· προσθεῖναι δ’ ἀνάγκη τινὰ καὶ ἀπόδειξιν τῷ λόγῳ. νυνὶ μὲν γὰρ, ὡς οὐκ ἀδύνατόν ἐστι, ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι τὸν Ἱπποκράτην, δεδήλωται· δειχθήσεται δ’ ἐφεξῆς, ὅτι πάντως οὕτως ἔχει. τί δή ποτε γὰρ ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἀμφοτέροις, ἔν τε τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ, πρώτας ἁπασῶν δύο ταύτας εὑρίσκεται διαφορὰς δυσπνοίας διαιρούμενος, προτέραν μὲν τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, δευτέραν δὲ τὸ πυκνὸν καὶ μέγα, κατὰ δὲ τὸ προκείμενον ἀγνοεῖν αὐτὰς νομίζεται, πρὸς τῷ καὶ μετὰ ταῦτ’ εὐθὺς ἐν τῷ προγνωστικῷ γράφειν, ἀραιὸν καὶ μέγα; ἀραιὸν μὲν οὖν καὶ μέγα πνεῦμα γινώσκει, πυκνὸν δὲ καὶ μικρὸν ἀγνοεῖ; κᾂν φαίη τις τῶν τὰ χείρω σπουδαζόντων, ὡς αὐτὸ μὲν τί ποτ’ ἐστὶ πυκνὸν καὶ μικρὸν πνεῦμα γινώσκειν ἠδύνατο, τίς δ’ ἐστὶν ἡ ἀπεργαζομένη διάθεσις αὐτὸ, μὴ γινώσκειν ἠδύνατο, ἀλλ’ ὅταν εἴποι, τὸ πυκνὸν πνεῦμα πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, δῆλός ἐστι καὶ τὰς διαθέσεις γράφων  καὶ οὐδετέραν παραλιπὼν, ἀλλὰ κατὰ τὴν αὐτὴν τάξιν ἐδήλωσεν, ἣν κᾀν τοῖς δύο τῶν ἐπιδημιῶν βιβλίοις ἐποιήσατο. δῆλον οὖν ἐστι τῷ μὲν πυκνῷ καὶ σμικρῷ τὸν πόνον, τῷ δὲ πυκνῷ καὶ μεγάλῳ τὴν φλόγωσιν συνάπτων. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν δύο ἐμνημόνευσε μικροῦ καὶ πυκνοῦ καὶ μεγάλου καὶ πυκνοῦ πνεύματος, ἑτέρωθι δ’ οὐδαμόθι. καὶ γὰρ ἐν αὐτοῖς ἐκείνοις πολλάκις κᾀν τῷ περὶ διαίτης ὀξέων, ὃν ἐπιγράφουσι περὶ πτισάνης, εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος οὐ μόνον διαῤῥήδην ὀνομάζει τὸ τῆς δυσπνοίας ταύτης εἶδος, ἀλλὰ καὶ τὴν διάθεσιν ἐφ’ ᾗ γίγνεται καὶ τὸν τρόπον αὐτῆς καθ’ ὃν βλάπτειν πέφυκε, καίτοι τῶν ὑπὸ φιλονεικίας πολλὰ παρακοπτόντων ὡς οὐ γνήσια τοῦ Ἱπποκράτους βιβλία οὐδεὶς ἐτόλμησεν ἀφελέσθαι τὸν ἄνδρα τουτὶ τὸ σύγγραμμα. τὰ μὲν γὰρ ἐπὶ τέλει τὰ μετὰ τὴν τοῦ λουτροῦ χρῆσιν ἀφαιροῦσι πολλοὶ, τὰ δὲ ἕως τοῦδε φυλάττουσιν ἅπαντες. ἂν οὖν μὴ μόνον ἐν τούτῳ τῷ βιβλίῳ δείξωμεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ὁμοίως εὑρεθῇ τάς τε διαφορὰς τοῦ πυκνοῦ πνεύματος γινώσκων καὶ τὰς διαθέσεις, ἐνδεῖν τι δόξει πρὸς τὴν ἀπόδειξιν; εἰ δὲ καὶ κατ’ αὐτὸ τὸ προγνωστικὸν εὑρεθείη κατωτέρω μήτε τὰς διαφορὰς ἀγνοῶν καὶ τὰς διαθέσεις ἐπιστάμενος, οὐκ ἂν ἔτι μᾶλλον πιστεύσαις ἀποδεδεῖχθαι τὸ προκείμενον; καὶ μὴν ὅτι ταῦθ’ οὕτως ἔχει καὶ μηδὲν ψευδόμεθα, πάρεστι σκοπεῖν ἐξ αὐτῶν τῶν ῥήσεων. ἄρξομαι δ’ ἀπὸ τοῦ περὶ διαίτης ὀξέων. ἐν τούτῳ τῷ βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς περὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα νοσημάτων τὸν λόγον ποιούμενος ὡδί πως φησίν· οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ’ ἄν· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ὅτι καὶ διὰ πόνον τὸ πυκνὸν γίνεται πνεῦμα δεδήλωκεν, ἡμῖν, οἶμαι, καταλιπὼν ἐπινοεῖν τὸν τρόπον τῆς γενέσεως, ὃν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων σαφῶς μοι δοκῶ διεληλυθέναι. καθ’ ὃν γὰρ τρόπον ὀδυνώμενοι τὰ σκέλη μέγα προβαίνειν οὐ δυνάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν πονῇ τι τῶν κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὀργάνων, μικρὸν ἀναπνεῖν ἀναγκαζόμεθα καὶ θᾶττον παύσασθαι γλιχόμεθα. ἐπεὶ γὰρ συμπαρεκτείνεται τῷ μήκει τοῦ χρόνου τῆς ἀναπνοῆς ὁ πόνος, ὁ θᾶττον ἂν ἐπισχὼν τὴν κίνησιν τῶν ἀναπνευστικῶν θᾶττον ὀδυνώμενος παύσεται. ἀλλ’ ὅσον πρωϊαίτερον τοῦ δέοντος ἐπαύσατο, τοσοῦτον τὸ ζῶον ἐλλιπέστερον ἀπήλαυσε τῆς εἰσπνοῆς. ὥσπερ οὖν εἴ τις ἐλάττω τῆς χρείας σιτία προσάρηται, ταχέως οὗτος ἑτέρων δεήσεται σιτίων, οὕτως εἴ τις εἰσπνεύσειεν ἔλαττον τῆς χρείας, θᾶττον οὗτος εἰσπνοῆς προσδεήσεται, κᾀν τῷδε συμβήσεται πυκνοῦσθαι τὸ πνεῦμα. ὃν γὰρ ἡσύχαζε χρόνον ἐν τῷ μεταξὺ τῶν ἐνεργειῶν ἀναπαυόμενα τὰ τῆς ἀναπνοῆς ὄργανα, τοῦτον νῦν αὐτοῖς οὐκ ἐπιτρέπει ἡσυχάζειν τὸ ζῶον. ἅτε γὰρ ἐλλιπῶς ἀναπνέον ἑκάστην ἀναπνοὴν, ἀεὶ καὶ μᾶλλον ἐγγυτέρω πελάζει πνίξεως· δέει δὲ αὐτοῦ τοῦδε τοῦ παθήματος ἀναπνεῦσαι θᾶττον ἐπείγεται, καὶ κινεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα πρωϊαίτερον τοῦ δέοντος, οὐκ ἐπιτρέπον αὐτοῖς ἡσυχάζειν ἐς ὅσον ἡσύχαζεν, ὅτ’ εἶχε κατὰ φύσιν. ὅταν οὖν διὰ τὴν ὀδύνην ὁ Ἱπποκράτης πυκνότερον τὸ πνεῦμα γενέσθαι λέγῃ, φαίνηται δὲ διὰ μέσης τῆς μικρότητος ἡ πυκνότης γεννᾶσθαι, παντί που δῆλον, ὡς καὶ τὴν σμικρότητα γινώσκει. τίς γὰρ ἂν τὸ τρίτον ἀπὸ τοῦ πρώτου δύναιτο γνῶναι τὸ μέσον ἀγνοῶν, καὶ μάλισθ’ ὅταν αὐτὸ τῷ τρίτῳ τῆς γενέσεως αἴτιον ὑπάρχῃ; καὶ μέν γε καὶ προελθὼν ὀλίγον αὐτοῖς τοῖς ἰδίοις ῥήμασιν ἄντικρυς αἰτιᾶται τὴν μικρότητα τῆς πυκνότητος, γράφων ὡδί· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι. τὴν ἑτέραν ἐνταῦθα πάλιν αἰτίαν διδάσκει τῆς τοῦ πυκνοῦ πνεύματος γενέσεως, ὠνόμαζε δ’ αὐτὴν ἐν τοῖς ἔμπροσθεν λόγοις στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων. ὅπερ οὖν ἐπὶ τοῦ πόνου παρέλιπεν ἡμῖν ἐπινοῆσαι, τοῦτ’ ἐνταῦθα αὐτὸς ἐξηγήσατο. τί δ’ ἐστὶ τοῦτο; πολλοῦ, φησι, τοῦ πτυέλου περιεχομένου κατὰ τὰς ἀρτηρίας, τοῦ πνεύμονος δηλονότι, καὶ τὴν χώραν τοῦ πνεύματος αὐτοῦ φθάνοντος κατειληφέναι, κωλύεται κατὰ τὴν τῆς εἰσπνοῆς ἐνέργειαν εἴσω παραγενέσθαι τὸ πνεῦμα. ἆρ’ οὖν ἕτερόν τι τῆς μικρᾶς εἰσπνοῆς ἐστι τὸ νῦν λεγόμενον; οὐ μὴν, εἴγε τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας παραμετρεῖν χρὴ τὸ μέγεθος τῆς ἀναπνοῆς, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ· ἀλλὰ εἰ δι’ ἄλλην τινὰ αἰτίαν ἀναγκάζεσθαι ταχέως ἔξω φέρεσθαι τὸ πνεῦμά φησι ἢ διὰ τὴν μικρότητα τῆς εἰσπνοῆς, οὐκ ἔστιν οὐδὲ τοῦτ’ εἰπεῖν, ἐχούσης οὕτω τῆς λέξεως· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον, κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως φέρεσθαι ἔξω. διότι γὰρ ἐστερήθη τῆς εἴσω φορᾶς, ἡσυχάζειν οὐκ ἐπιτρέπει τὸ ζῶον, πνιγῆναι κινδυνεῦον, κᾀν τῷδε πυκνὸν γίνεται. τὸ γὰρ ἐπὶ τὴν ἐκπνοὴν ἰέναι ταχέως ἀπὸ τῆς εἰσπνοῆς οὐδὲν ἕτερόν ἐστι τοῦ πυκνῶς ἀναπνεῖν. οὐ γὰρ δὴ τάς γε συλλαβὰς τῶν ὀνομάτων αὐτὰς ἐθέλειν ἀκούειν προσήκει, τῶν λόγων ὅλων σαφῶς λεγομένων, οὐδ’ ἄλλο μέν τι νομίζειν εἶναι τὸ ταχέως ἐπὶ τὴν ἐκπνοὴν ὁρμᾷν τοῦ πυκνῶς ἀναπνεῖν, ἄλλο δέ τι τὸ κωλύεσθαι τὴν εἰσπνοὴν αὐτάρκως γίγνεσθαι τοῦ μικρὰν εἶναι τὴν ἀναπνοήν. ἀλλ’ ἐνταῦθα μὲν αὐτὸς ὁ Ἱπποκράτης ἐξηγήσατο σαφῶς, ὅπως ἐπὶ τῷ πτυέλῳ κατεχομένῳ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ μέσης τῆς μικρότητος· ἐπὶ δὲ τῆς ὀδύνης παρέλιπεν, ὡς ἂν, οἶμαι, πολλαχοῦ μὲν αὐτὸς εἰρηκὼς κωλύεσθαι τὰς ἐνεργείας  τῶν ὀργάνων ὑπὸ τοῦ πόνου, δυναμένων δὲ καὶ ἡμῶν, κᾂν εἰ μὴ παρ’ ἐκείνου προσηκούσαμεν, ἐκ τῶν ἐναργῶς φαινομένων εὑρεῖν αὐτό. πρὸς τῷ τοίνυν ἄμφω ταῦθ’ ἡμᾶς ἐν τῷδε τῷ λόγῳ διδάξαι σαφῶς, ὡς καὶ πόνος καὶ στενοχωρία μικρὰν ἐργαζόμενα τὴν ἀναπνοὴν, εὐθὺς καὶ πυκνὴν δείκνυσιν, ἔτι καὶ τοῦτ’ ἐκδιδάσκει, τὸ μὴ ταῦτ’ εἶναι μόνον πυκνοῦ πνεύματος αἴτια. πρῶτον μὲν γὰρ ἐν τῷ φάναι, εἴρηται δ’ οὕτως ἐπὶ τῆς ὀδύνης, αὐτὸ δῆλον ποιεῖται πυκνὸν ἤδη διὰ τὴν ἑτέραν αἰτίαν ὑπάρχον τὸ πνεῦμα, πυκνότερον γίγνεσθαι λέγων διὰ τὸν πόνον, ὡς ἂν, οἶμαι, κᾀνταῦθ’ ἡμῶν λογίσασθαι δυναμένων, τὴν πυρεκτικὴν θερμασίαν πάντως αὐτὸ πυκνὸν ἀπεργάσασθαι· δεύτερον δ’ ἐν τῷ λέγειν, ὅτι ὑπὸ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίνεσθαι. τοῦ μὲν γὰρ πυκνοῦ πνεύματος ὁ πόνος αἴτιον, τοῦ πολλοῦ δὲ οὐχ οὗτος, ἀλλ’ ἡ πυρεκτικὴ θερμασία. πάνυ δὲ κᾀνταῦθα σαφῶς, οὐ μεγάλου πνεύματος εἶπεν, ἀλλὰ πολλοῦ. τὸ μὲν γὰρ μέγα τῷ καθ’ ἑκάστην ἀναπνοὴν ποσῷ κρίνεται, τὸ δὲ πολὺ δυνατόν ἐστιν ἐκ μικρῶν ἐνίοτε πολλῶν ἀθροίζεσθαι. καὶ φαίνεταί γε σαφῶς τοῦτο γιγνόμενον ἐπὶ τῶν πλευριτικῶν, μέγα μὲν εἰσάπαξ ἀναπνεῖν μὴ δυναμένων διὰ τὸν πόνον, καίτοι γε δέονται πλέονος ἀέρος διὰ τὸν πυρετὸν, τῇ συνεχείᾳ δὲ τῆς ἐνεργείας ἴσον ταῖς μεγάλαις ἀναπνοαῖς τὸ πλῆθος τοῦ πνεύματος ἀθροιζόντων. ὃ γὰρ ὀλίγαι μεγάλαι, τοῦτο πολλαὶ σμικραὶ δύνανται. κατὰ δὲ ταὐτὰ κᾀπὶ τῶν περιπνευμονικῶν πολλοῦ μὲν τοῦ πνεύματος ἡ χρεία, διὰ δὲ τὴν στενοχωρίαν ὀλίγον εἰσπνεῖται· κᾀνταῦθ’ οὖν ἡ πυκνότης πολλὰς ἐργαζομένη τὰς μικρὰς ἀναπνοὰς, εἰς ἴσον ἄγει ταῖς ὀλίγαις τε καὶ μεγάλαις.

Ἆρ οὖν ἔτι δεησόμεθα τὰς συλλαβὰς εὑρίσκειν τῶν ὀνομάτων ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένας ἐφεξῆς οὕτω, μικᾶς τε καὶ μεγάλης ἀναπνοῆς, οὐκ ἀρκούμενοι τοῖς πράγμασιν αὐτοῖς οὕτω σαφῶς δηδηλωμένοις; καὶ μὴν οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, εἰ τοὔνομα γινώσκει τὸ τῆς μικρᾶς καὶ μεγάλης ἀναπνοῆς Ἱπποκράτης· εὑρίσκεται γὰρ ἔν τε τοῖς τῶν ἐπιδημιῶν βιβλίοις γεγραμμένον κᾀν τῷ προγνωστικῷ πάλιν ἐν οἷς ἔλεγε· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει· ἀλλ’ εἰ διττὸν οἶδε τὸ πυκνὸν πνεῦμα καὶ τὸ μὲν αὐτῶν ὑπὸ πόνου γίγνεσθαί φησι, τὸ δὲ ὑπὸ θερμασίας πολλῆς ἐν τοῖς ἀνπνευστικοῖς ὀργάνοις ἀθροιζομένης. ὅπου τοίνυν ἐπιδέδεικται ταῦτα, περιττὸν ἔτι ποθεῖν ἀκούειν τὰς τῶν ὀνομάτων συλλαβὰς, ἐπεὶ καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἐν τῷ προγνωστικῷ λόγον, ὃν ἐπὶ τῆς παραφροσύνης ἔγραψεν, ἐξέσται τινὶ λέγειν οὐκ ἀραιὸν μὲν καὶ μέγα τὸ δηλοῦν αὐτὴν εἰρῆσθαι πνεῦμα, καὶ τὴν λέξιν προτείνεσθαι τόνδε τὸν τρόπον ἔχουσαν, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ὥσπερ οὐ ταὐτὸν μόνον ἢ ἀραιὸν εἰπεῖν, ἢ διὰ πολλοῦ χρόνου, ἢ νῦν ἡμῶν ὀνόματα θηρευόντων, καὶ οὐ τὰ πράγματα ζητούντων. ἀλλ’ ἐπειδή τινες εἰς τοσοῦτον ἥκουσι σκαιότητος, ὡς καὶ τῶν ὀνομάτων ἀκούειν ἐθέλειν αὐτῶν, ἀναμνήσωμεν καὶ αὐτοὺς ἐξ αὐτοῦ τοῦ περὶ διαίτης ὀξέων βιβλίου δυοῖν τινων ῥήσεων ὡδί πως ἐχουσῶν· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν ἢ μέγα. ἐνταῦθα μὲν ἔχεις, εἴπερ ἐπιθυμεῖς, τοὔνομα τὸ μέγα· τὸ δ’ αὖ μικρὸν, ἐπειδάν φησι· καὶ πνεῦμα σμικρὸν καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. κατὰ δ’ αὖ τὸ προγνωστικὸν αὐτὸ δυσπετέως φέρειν τὴν νοῦσόν φησι καὶ πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τοῦτο μὲν οὖν ἄντικρυς αὐτοῖς τοῖς ὀνόμασιν ἔγραψε, μέγα καὶ πυκνὸν, τὸ δ’ αὖ μικρὸν καὶ πυκνὸν ἐν τῷ περὶ συνάγχης λόγῳ, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, εἰπών. ὅτι γὰρ ἐν ταῖς ὀρθοπνοίαις μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐκ οἶδ’ εἴ τις ἀγνοεῖ. καίτοι κᾂν εἰ τὰ τοιαῦτα παρ’ Ἱπποκράτους αὐτοῦ μαθεῖν ἐθέλομεν, ἐν μὲν τῷ περὶ διαίτης ὀξέων ἐν αἷς ὀλίγον ἔμπροσθεν ἔγραψα λέξεσιν ἐδίδαξεν ἡμᾶς, ὅπως γίγνεται μικρὸν καὶ πυκνὸν πνεῦμα κατὰ τὴν τῶν πτυέλων ἐπίσχεσιν. ἐν δὲ τῷ περὶ ἄρθρων εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ τῆς ῥάχεως αὐτοῦ, τὰς ὑπὸ τῶν ὄγκων ἢ νοσημάτων γιγνομένας κυφώσεις ἐν τοῖς ἀνωτέρω τῶν φρενῶν χωρίοις διηγούμενος, ὡδί πως φησὶν, ( ὅλην γὰρ, οἶμαι, κάλλιον εἶναι δοκεῖ παραγράψαι τὴν ῥῆσιν) οἷσι μὲν ἄνω τῶν φρενῶν τὸ κυφὸν, τουτέοισι μὲν αἱ πλευραὶ οὐκ ἐθέλουσιν εἰς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίγνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίγνονται καὶ κερχνώδεες· ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ᾖ αὐτέοισιν ἡ κεφαλή. στενοχωρίην οὖν πολλὴν τῇ φάρυγγι παρέχουσι· καὶ τοῦτο συμβάλλεται εἰς τὸ εἴσω ῥέπον. καὶ γὰρ αὐτοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἂν ἔσω ῥέπει, ἔστ’ ἂν ἀναπιεσθῇ. διὰ οὖν τὸ τοιοῦτον πρῆγμα ἐξεχέμβροχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ἢ ὑγιέες, φυματίαι τε ὡς ἐπὶ πολὺ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι, σκληρῶν φυμάτων καὶ ἀπέπτων. καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίγνεται, οἷσιν ἂν κοινωνήσωσιν οἱ ξύντονοι. ἐν τούτῳ τῷ λόγῳ παντὶ τὴν μὲν κύφωσιν ἐπὶ τοῖς ἐν πνεύμονι φύμασιν ἀπέπτοις τε καὶ σκληροῖς γίγνεσθαι λέγει, τὴν δὲ δύσπνοιαν ἐπὶ τῇ στενοχωρίᾳ· κερχνώδη δὲ κέκληκε τὴν τοιαύτην διαφορὰν αὐτοῦ. ἐν δέ γε τῷ  περὶ διαίτης ὀξέων, ἡνίκα τῶν εἰς μικρότητά τε καὶ πυκνότητα τὴν ἀναπνοὴν τρεπομένων ἐμέμνητο, καὶ αὐτὸ μὲν τοῦτο τὸ τῆς ὀρθοπνοίας ὄνομα προσέθηκε, καὶ ῥέγχειν αὐτοὺς ἔφησεν, ὥστε κᾀπειδὰν ἐν προγνωστικῷ περὶ συνάγχης διηγούμενος εἶπε· πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, οὐκ ἄλλο τι δυσπνοίας εἶδος ἢ τὸ σμικροῦ καὶ πυκνοῦ πνεύματος οὕτως ὀνομάζει. πάντες γὰρ οἱ διὰ στενοχωρίαν αὐτάρκως εἰσπνεῖν μὴ δυνάμενοι πνίγεσθαι κινδυνεύουσιν, ἢν κατακαίωνται. καὶ διὰ τοῦτ’ ὀρθὸν ἔχειν δέονται τόν τε θώρακα σύμπαντα καὶ τὸν τράχηλον, ὡς ἂν οὐ σμικρᾶς αὐτοῖς βοηθείας ἐκ τοῦ τοιούτου σχήματος προσερχομένης. εὐρύτερά τε γὰρ ἅμα καὶ μακρότερα σύμπαντα τὰ τῆς ἀναπνοῆς ὄργανα γίνονται, τοῦτο μὲν ἐξευθυνόμενα πρὸς τῶν ὀρθίων σχημάτων, τοῦτο δ’ ἧττον εἰς ἑαυτὰ καταπίπτειν κωλυόμενα. δῆλος δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτω γινώσκων ὑπὲρ αὐτῶν, ὡς ἡμεῖς νῦν λέγομεν, ἐξ ὧν φησιν ἐν τοῖς περὶ ἄρθρων· αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες, ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προ πέμπουσαι· πᾶσιν οὖν τοῖς διὰ στενοχωρίαν δυσπνοοῦσιν καὶ μικρὸν γίνεται τὸ πνεῦμα καὶ δύο ἐξ ἀνάγκης ἕπεται συμπτώματα, τό τε κερχνῶδες εἶδος τῆς ἀναπνοῆς, ὃ δὴ καὶ ῥέγχειν ὀνομάζεται, καὶ τὸ μικρῷ πρόσθεν εἰρημένον, ἡ ὀρθόπνοια. καὶ δὴ ὥσπερ ἐξεπίτηδες διατέμνων αὐτὰ τὸ μὲν ἕτερον ἐν προγνωστικῷ γράφει ταῖς ὀλεθρίαις συνάγχαις προσεῖναι λέγων, τὸ δὲ δεύτερον ἐν τῷ περὶ ἄρθρων, ἐν μὲν τῷ προγνωστικῷ τὴν ὀρθόπνοιαν, ἐν δὲ τῷ περὶ ἄρθρων τὸ κερχνῶδες· ἄμφω δὲ ἐν τῷ περὶ διαίτης ὀξέων ἐς ταὐτὸν ἤγαγεν, οὕτως γράψας ὁ Ἱπποκράτης· οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίας καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ὃ γὰρ ἐν τῷ περὶ ἄρθρων κέρχνον, τοῦτ’ ἐνταῦθα ῥέγχος ὠνόμασε. χρῆται δὲ καὶ ἀλλαχόθι τῶν συγγραμμάτων ἀμφοτέροις τοῖς ὀνόμασιν, ὡς ταὐτὸν δυναμένοις δηλοῦν. ἐπειδὴ οὖν οὕτως ἐπιμελῶς αὐτὸς ἐν τῷ περὶ διαίτης περὶ πάσης γενέσεως πυκνοῦ πνεύματος διεξῆλθε, θαυμαστὸν οὐδὲν, εἰ μόνον τὸ κεφάλαιον αὐτὸ τοῦ παντὸς λόγου γέγραφεν ἐν τῷ προγνωστικῷ. ὅτι δ’ ἐπιμελῶς διῆλθε πάντα περὶ πυκνοῦ πνεύματος λόγον, οὐδὲν ἔτι δέομαι πλεῖον λέγειν, ἀλλ’ ἀναμνήσας τοῦτο μόνον, ὡς ἤτοι διὰ πόνον, ἢ στενοχωρίαν, ἢ πλῆθος θερμασίας, πυκνὸν γίνεται τὸ πνεῦμα, τὴν ὅλην ῥῆσιν ἐφεξῆς παραγράψω τόνδε τὸν τρόπον ἔχουσαν· οἷσί τε γὰρ σιτία αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πυκνότερον γένοιτ’ ἂν τὸ πνεῦμα· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος, καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν. ἢν δέ τι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καὶ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα τεμὼν, ὁπότερον ἂν τουτέων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρεώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέν τι καὶ τὴν γνώμην βλαβέντες, οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες· μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ὠνόμαζον εἶναι, διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ ὅτι ἀποθανόντων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον δὲ τούτου ἐστὶ, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι. ταχέως γὰρ πνευματίαι γίνονται, ὑπὸ δὲ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἰσχόμενον ἐν τοῖσι βρόγχοισι τοῦ πνεύμονος. ὁκόταν ἐς τοῦτο ἔλθῃ, θανατῶδες ὡς ἐπὶ τὸ πολύ ἐστι. καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι, καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι ξυντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν, ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. εἴ τις ταύτῃ τῇ ῥήσει τὸν νοῦν ἐπιμελῶς προσχοίη, καὶ πολλάκις αὐτὴν ἀναλέξαιτο, τοῦτον ἐλπίζω ῥᾳδίως πεισθήσεσθαι τοῖς εἰρημένοις. ὅτι γὰρ οὐ μεγάλης ἐδεῖτο σοφίας ἡ τοῦ πυκνοῦ πνεύματος εἰς τὰς ἐν αὐτῷ διαφορὰς τομὴ, καὶ ὅτι τελέως αὐτὴν ἔφθασεν ἐν τούτῳ τῷ βιβλίῳ γεγραφέναι, διὰ τοῦτο ἐν τῷ προγνωστικῷ ταχέως πάνυ περιέδραμε, ὡς πρὸς εἰδότας ἤδη τὸ σύμπαν οἷον ἐπιτομήν τινα τοῦ λόγου ποιησάμενος.

Τρεῖς μὲν οὖν ἡμῖν ἤδη συζυγίαι δυσπνοιῶν ἐξεύρηνται, λείπεται δ’ ἡ τετάρτη, ἐν ᾗ σμικρὸν καὶ ἀραιὸν τὸ πνεῦμα. τί δή ποτ’ οὖν αὐτὴν παραλιπὼν τὴν ψυχρὰν ἐκπνοὴν ἔγραψε; ἢ ὅτι οὐκ ἄλλη μέν τίς ἐστιν ἡ μικρά τε ἅμα καὶ ἀραιὰ, ἄλλη δὲ ἡ ψυχρά; δῆλον δὲ τοῦτο. τὴν γὰρ ἐναντίαν αὐτῇ, τὴν μεγάλην τε ἅμα καὶ πυκνὴν ἀμέτρου θερμασίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης ἔκγονον ὑπάρχειν ἐδείκνυμεν. ἐξ ἀνάγκης οὖν ἡ μικρὰ καὶ ἀραιὰ τούτων αὐτῶν τῶν ὀργάνων κατεψυγμένων ἔσται, καὶ δύο ἡμῖν ἀπορήματα λελυμένα, τῷ μήτε τὴν τετάρτην συζυγίαν τῆς δυσπνοίας, τὴν μικρὰν καὶ ἀραιὰν, παραλελεῖφθαι μήτε τὴν θερμήν. ἐκείνην γὰρ ἐν θατέρῳ μέρει τοῦ πυκνοῦ πνεύματος τοῦ κατ’ ἀρχὰς εἰρημένου περιειλημμένην ἕξομεν· ἡ αὐτὴ γάρ ἐστι τῇ πυκνῇ καὶ  μεγάλῃ· τὴν ἀραιὰν δ’ αὖ καὶ μικρὰν ἐν τῇ ψυχρᾷ, καὶ γὰρ ἥδε τῆς ψυχρᾶς οὐ διαφέρει. τί δή ποτ’ οὖν οὐκ ἀραιὰν καὶ μικρὰν, ἀλλὰ ψυχρὰν αὐτὴν ἔγραψεν; ὅτι πρῶτον μὲν ἀπὸ τοῦ προχειροτέρου συμπτώματος ἠβουλήθη αὐτὴν δηλῶσαι· δεύτερον δὲ ἐνδείξασθαι τὴν αἰτίαν δι’ ἣν ὀλεθρίαν αὐτὴν λέγει· καὶ τρίτον, ὅτι τάχιστα οὕτω νοήσειν ἡμᾶς ὑπενόησεν, αὐτήν τε ταύτην μηδὲν διαφέρειν τῆς ἀραιᾶς καὶ μικρᾶς τήν τ’ ἐναντίαν αὐτῇ, τὴν θερμὴν, τῆς πυκνῆς καὶ μεγάλης· τὸ γὰρ ψυχρὸν πνεῦμα πάντως ἀραιόν τ’ ἐστὶ καὶ μικρὸν, ὡς κᾀν τῷ δευτέρῳ δεδήλωται λόγῳ· τὸ δὲ πυκνὸν καὶ μέγα, τὸ τῆς φλογώσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἐνδεικτικὸν, οὐδ’ ἂν ὀρθῶς τις λέγοι, εἰ μὴ καὶ θερμὸν ἐκπνέοιτο. καὶ μὲν δὴ κᾀν τῷ προσθεῖναι τῷ ψυχρῷ πνεύματι μόνῳ, ὡς ὀλέθριον κάρτα ἤδη γίγνεται, δηλοῖ σαφῶς ἣν ἔχει γνώμην περὶ τῶν ἔμπροσθεν εἰρημένων τριῶν δυσπνοιῶν. εἴπερ γάρ τινα κᾀκείνων ὀλεθρίαν ἡγεῖτο, πάντως ἄν που προσέγραψεν. ἆρ’ οὖν ἀκινδύνους αὐτὰς ὑπελάμβανεν ὑπάρχειν; οὐδαμῶς, ἀλλ’ οὐκ ὀλεθρίας μὲν, οὐκ ἀκινδύνους δὲ ἔτι. τὸ μὲν γὰρ καταψύχεσθαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἄντικρυς ὀλέθριον, ἐνταυθοῖ γε τῆς καρδίας τεταγμένης, ἣν ἀρχὴν καὶ πηγὴν ἐπιστάμεθα τῆς ἐμφύτου θερμασίας· τὸ δ’ ἤτοι φλόγωσιν εἶναι πολλὴν ἐν αὐτοῖς, ἢ ὀδύνην, ἢ παραφροσύνην, οὐ πάντως ὀλέθριον· ἥ τε γὰρ τοιαύτη θερμασία πολλοῖς τῶν ὀξέων συνεδρεύει πυρετῶν, ἥ τ’ ὀδύνη πόσοις καὶ τίσι νοσήμασιν ὑπάρχει, προείρηται. καὶ μέντοι καὶ ἡ παραφροσύνη τῶν οὐκ ἐξ ἀνάγκης ὀλεθρίων ἐστί. ὅτι δ’ οὕτως ὑπὲρ αὐτῶν γινώσκει, σαφῶς ἐνεδείξατο διὰ τῆς ἐπιφερομένης λέξεως, εἰπών· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. εἰ γὰρ δὴ μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐνόμιζε τὴν εὔπνοιαν, οὐκ ἀκινδύνους ἀεὶ δηλονότι τὰς δυσπνοίας ὑπελάμβανεν· ὥστε αἱ μὲν ἄλλαι δύσπνοιαι τοῦτ’ αὐτὸ μόνον, οὐκ ἀκίνδυνοί τινές εἰσιν, ἡ δ’ ὑστάτη πασῶν εἰρημένη, πρὸς τῷ κινδυνώδης τ’ εἶναι καὶ ὀλέθριος, οὐκ εἰς μακρὰν τεθνήξεσθαι τὸν ἄνθρωπον ὑπαγορεύει. διὰ τοῦτ’ οὖν οὐχ ἁπλῶς ὀλέθριον εἶναι αὐτὴν ἔφη, ἀλλὰ καὶ τὸ κάρτα προσέφερεν, καὶ οὐδὲ τούτῳ πάλιν ἀρκεσθεὶς ἐπήνεγκε τὸ ἤδη, ὡσὰν ὑπόγυιον τὸν θάνατον μόνης ταύτης τῆς δυσπνοίας ὑπαγορευούσης. οὕτως γὰρ ὀλέθριός ἐστιν, ὥστε μοι δοκεῖ, ὅτι οὐδ’ ἂν ἔγραψέ τι περὶ αὐτῆς ὁ Ἱπποκράτης, εἰ μὴ τὸν τρόπον ὅλον ὑπεξῄει, εἰπὼν περὶ τῶν δυσπνοιῶν. ἃ γὰρ ἀποθνήσκουσιν ἤδη γίγνεται, ταῦτ’ οὐδεμίαν ἔχει μεγάλην ἐν προγνώσεσιν ἀξίαν· ἀγαθῶν δ’ ἰατρῶν ἔργον, οὐ τὰ τοῖς ἰδιώταις ἤδη φαινόμενα προγινώσκειν, ἀλλ’ ὅσα τε τούτους λανθάνει καὶ μηδὲν φαῦλον ἔχειν δοκοῦντος τοῦ κάμνοντος φαίνεται. ἀλλὰ διὰ τὸ τὰ πάντ’ ἐφεξῆς ἐθελῆσαι γράψαι τὰ τῆς δυσπνοίας εἴδη δοκεῖ μοι καὶ ταύτης ἐπιμνησθῆναι, καὶ προσέτι διὰ τὴν τῆς μεγάλης τε καὶ πυκνῆς ἀντίθεσιν. ταυτὶ μὲν οὖν ἐνταῦθα τελευτάτω.

Διὰ τί δ’ οὐδὲν ἔγραψεν ἐν τῷ προγνωστικῷ περὶ τῆς ἀνωμάλου δυσπνοίας, καί τοι γιγνώσκων αὐτὴν οὐκ ἐν τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν μόνον, ἀλλὰ κᾀν τῷ πρώτῳ καὶ τρίτῳ, καὶ προσέτι κᾀν τῷ περὶ διαίτης ὀξέων καὶ τοῖς ἀφορισμοῖς, καὶ ἀλλαχόθι πολλαχόθι τῶν συγγραμμάτων; ἐν μὲν γὰρ τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ἐμνημόνευσεν, εἰπών· διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι. καὶ προσέτι κατὰ μὲν τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐν τῷ διηγεῖσθαι τὰ τῇ Λυκίῃ συμβάντα, πνεῦμα δὲ ἐδιπλασιάζετο, προσέγραψε. τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ, διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν. ἐν δὲ τῷ ἕκτω, ἢν πνεῦμα ἐγκαταλείπηταί, φησι. καὶ γὰρ καὶ τοῦτο ταὐτόν ἐστι τῷ κατὰ τὸ περὶ διαίτης εἰρημένῳ· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ. ὡς γὰρ εἰσπνέοντές τινες οὐχ ἅπαξ τοῦτο δρῶσιν, ἀλλ’ ἡσυχίᾳ διακόπτουσι τὴν ἐνέργειαν ὁμοίως τοῖς κλαυθμυριζομένοις παιδίοις, οὕτω καὶ ἐκπνέοντες. ἀλλὰ κᾀν τοῖς μετὰ τὸν περὶ τῶν λουτρῶν λόγον πνευμάτων προτάσεις εἴρηκε, τὴν διακεκομμένην ἐνέργειαν ἐνδεικνύμενος. ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Φιλίσκου τόνδε τὸν τρόπον ἔφη· τούτῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ· ὁμοίως γὰρ τῷ, διπλῆ εἴσω ἐπανάκλησις, εἴρηται κᾀνταῦθα τὸ ἀνακαλουμένῳ. πάλιν δ’ ἐπὶ τῆς Δρομάδεω γυναικὸς, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον, ἔφη. καὶ γὰρ καὶ τοῦθ’ ὡσαύτως εἴρηται· ἐν δὲ τοῖς ἀφορισμοῖς, καί τί ποτε σημαίνει τὸ τοιοῦτον πνεῦμα, ἐκδιδάσκει γράφων ὧδε· ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει. κατὰ λόγον οὖν κᾀν τοῖς τῶν ἐπιδημιῶν τὴν Δρομάδεω γυναῖκα σπασθεῖσαν ἀποθανεῖν φησιν, ἐφ’ ἧς προειρήκει, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. ἔνθα δὴ καὶ θαυμάσαι μάλιστα ἔστιν, ὅπως ἑκατέρα τῶν δυσπνοιῶν τὴν οἰκείαν αὐτῆς ἐδήλωσε διάθεσιν. οὐ γὰρ ἐσπάσθη μόνον ἥδε ἡ ἄνθρωπος, ἀλλὰ καὶ παρέπαισεν, ὡς ἂν μὴ μόνον τὴν ἰδίαν τῶν σπασμῶν ἐσχηκυῖα δύσπνοιαν, ἀλλὰ καὶ τὴν τῆς παραφροσύνης. ὥσθ’ ὅτι μὲν ἐγίγνωσκε τὴν ἀνώμαλον ταύτην δύσπνοιαν ὁ Ἱπποκράτης, ἀποδέδεικται σαφῶς· ὅτι δὲ κᾀν προγνωστικῷ παρέλιπεν εὐλόγως, ὥσπερ  καὶ τὰ πολλὰ τῶν προγνωστικῶν γνωρισμάτων, ἐφεξῆς ἂν εἴη λεκτέον αὐτῷ, πρότερον ἀναμνήσαντας διὰ κεφαλαίων, ὡς οὔτε περὶ τῶν κατὰ τὰς ἡλικίας, ἢ χώρας, ἢ ὥρας, ἢ τὰς ἐπιδήμους καταστάσεις, ἐν τῷ προγνωστικῷ γέγραφέ τι, καὶ βιβλίου μὲν ὅλου τοῦ περὶ ἀέρων, τόπων καὶ ὑδάτων ὑπ’ αὐτοῦ γεγραμμένου, κατὰ δὲ τοὺς ἀφορισμοὺς ἐν ἐπιτομῇ πάντων τούτων εἰρημένων, ἀλλ’ οὐδὲ περὶ τῶν οὔρων τῆς διαγνώσεως, ὅσα τοῖς ἀφορισμοῖς ἐνέγραψε, ταῦτα κᾀν τῷ προγνωστικῷ διῆλθεν, οὐδὲ δὴ τῶν ἀμφὶ τὰς γυναῖκας, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν, εἰς τὸ προγνωστικὸν μετέθηκε· καίτοι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς ἰατρικῆς ἐστιν, ὡς αὐτὸς ἐνδείκνυται διὰ τῶν αὐτοῦ ῥημάτων· ἔν τε γὰρ τῷ λέγειν· ἢν δὲ βόρειος ᾖ, βῆχες, φάρυγγες, κοιλίαι ξηραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων· ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι ἐν τῇσιν ἀῤῥωστίῃσιν. ἐν δὲ τῷ φάσκειν· ὅταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι· δῆλός ἐστιν ἐπισημαινόμενος ὡς τοῦ προγνωστικοῦ μέρους τῆς τέχνης ἐστὶ τὰ τοιαῦτα. τὸ γὰρ προσδέχεσθαι καὶ προσδοκᾷν καὶ ἐλπίζειν, καὶ πάνθ’ ὅσα τοιαῦτα ῥήματα, προγνώσεως ἴδια. καὶ μὲν δὴ κᾀν τῷ φάσκειν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γενέσθαι· σαφῶς ἐνδείκνυται ταὐτὸ τοῦτο, καὶ πολύ γε μᾶλλον, ὅταν ὡδί πως γράφῃ περὶ τῶν οὔρων· οἷσιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελεῖ· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, ἐν οἷσιν ἂν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν ἴσχῃ. καὶ πάλιν· οἷσιν οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται. καὶ πάλιν· οἷσιν ἑβδομαῖα κρίνονται, ἐπινέφελον ἴσχει τῇ τετάρτῃ τὸ οὖρον ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον. ὁμοίως δὲ τούτοις καὶ τὰ τῆς κύστεως καὶ τῶν νεφρῶν τὰς διαθέσεις δηλοῦντα κατὰ τοὺς ἀφορισμοὺς γέγραπται, παραλέλειπται δὲ ἐν τῷ προγνωστικῷ καὶ ἄλλα πάμπολλα, καθάπερ καὶ τὰ τοιαῦτα· τῶν νοσημάτων ὁκόσοισιν ἀρχομένων χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθοι, θανάσιμον· δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον· οἷσιν ἐν πυρετοῖσιν αἱμοῤῥαγεῖ πλῆθος ὁκοθενοῦν, ἐν τοῖσιν ἀναλήψεσι τοῖσι τοιουτέοισιν αἱ κοιλίαι καθυγραίνονται. τοιαῦτά τε πάμπολλα κατὰ τοὺς ἀφορισμοὺς ἔστιν εὑρεῖν γεγραμμένα τοῦ προγνωστικοῦ μέρους τέχνης. τί δή ποτ’ οὖν οὐδὲν τούτων ἐν τῷ προγνωστικῷ γράμματι διῆλθεν; ὅτι περὶ τῶν ὀξέων νοσημάτων ἐν ἐκείνῳ προὔθετο διδάσκειν, ὡς ἀρχόμενός τε ἅμα καὶ συντελέσας τὸ βιβλίον, αὐτὸς ἡρμήνευσεν, ἐν ἀρχῇ μὲν εἰπών· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασιν· ἐπὶ δὲ τῆς τελευτῆς προσγράψας ὡδί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων, καὶ ὅσα ἐκ τούτων γίγνεται. τίνα δέ ἐστιν ἐκ τούτων γιγνόμενα, πάλιν αὐτὸς ὁ Ἱπποκράτης ἐν ταὐτῷ βιβλίῳ διέρχεται· οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων πάντες κακοί. τοῦτο δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. κᾀνταῦθα τῶν ἐκ μεταπτώσεως ὀξέων μνημονεύει, καθάπερ κᾀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν. ἐπεσημήνατο δὲ καὶ ἄλλοθεν πολλαχόθεν τοῦ συγγράμματος, ὡς ἤτοι περὶ τῶν ὀξέων νοσημάτων, ἢ περὶ τῶν γινομένων ἐκ τούτων ὁ λόγος ἐστὶν αὐτῷ, καθάπερ κᾀν τοῖσδε· οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι, οἳ ἂν ἐν ἡμέρῃσι κρισίμοισι γένωνται. καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸς γὰρ, ὡς ἑκὼν παραλείπει πολλὰ τῶν προγνωστικῶν σημείων ἐν ἐκείνῳ τῷ βιβλίῳ, σαφῶς ἐνδείκνυται, ποτὲ μὲν ὡδί πως λέγων· μὴ ἐξαπατάτω δέ σε, ἤν τι αὐτέη ἡ κύστις νόσημα ἔχουσα, τῶν οὔρων τι ἀποδιδοῖ τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν. οὐ μὴν προστίθησί γε τὰ γνωρίσματα κατὰ τὸ προγνωστικὸν, ἀλλ’ ἐν τοῖς ἀφορισμοῖς γράφει. αὖθις δ’ αὖ λέγει· χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν νοσημάτων τῶν ἐπιδημεόντων ταχέων ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρας τὴν κατάστασιν· οὐ μὴν οὐδὲ περὶ τούτου τι διδάσκων ἡμᾶς ἐν προγνωστικῷ. προὔθετο γὰρ, ὡς ἔφην, τὰ τῶν ὀξέων νοσημάτων ἴδια διελθεῖν μόνα, τὰ δέ γε τῶν χρονίων ἴδια σύμπαντα παραλιπεῖν, ὥστ’ εὐλόγως καὶ τὴν ἀνώμαλον δύσπνοιαν, ἐξ ἑτέρου γένους ὑπάρχουσαν νοσήματος, ἐνταῦθα παρέλιπεν. εἰ γὰρ δὴ σπωμένων γίγνεται τῶν ἀναπνευστικῶν ὀργάνων, εἴη μὲν ἂν καὶ τοῖς χρονίοις νοσήμασι συνεδρεῦον τὸ πάθημα, καὶ ταύτῃ γε μηδὲν δὴ τῶν ὀξέων ἢ χρονίων ἴδιον· εἴη δ’ ἂν καὶ χωρὶς πυρετοῦ γιγνόμενον, ὥς γε καὶ οἱ σπασμοί· πρόκειται δ’ αὐτῷ κατὰ τὸ προγνωστικὸν ὑπὲρ τῶν ἰδίως ὀξέων ὀνομαζομένων ποιήσασθαι τὸν λόγον. ἔστι δὲ ταῦτα τὰ σὺν πυρετοῖς γιγνόμενα συνεχέσι τοὐπίπαν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδήλωσεν ὡδί πως γράψας· ἔστι δὲ ἄρα ταῦτα ὀξέα, ὁποῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπνευμονίαν καὶ φρενῖτιν καὶ καῦσον καὶ τἄλλα ὅσα τούτων ἐχόμενα, ὧν οἱ πυρετοὶ τοὐπίπαν ξυνεχέες. οὔκουν οἱ σπασμοὶ τούτου τοῦ γένους εἰσὶ τῶν νοσημάτων, ὅθεν οὐδὲ τὴν ἴδιον αὐτῶν δύσπνοιαν ἅμα  τούτοις διῆλθε, καθάπερ οὐδὲ περὶ τῶν οὔρων, ἢ τῶν διαχωρημάτων, ἢ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, διότι τῶν ὀξέων νοσημάτων οὐκ ἦν ἴδια. διὰ τί δ’ οὐδὲν οὐδὲ περὶ τῶν τοιούτων δυσπνοιῶν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ, ἐν αἷς ἤτοι μόνον τὸ εἰσπνεόμενον, ἢ μόνον τὸ ἐκπνεόμενόν ἐστι μέγα, περιττὸν ἡγοῦμαι νῦν ἐπεξιέναι, δείξας γε σαφῶς ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ὡς εἰς πέντε ταύτας τὰς δυσπνοίας, ὑπὲρ ὦν νῦν πέπαυμαι λέγων, αὔταρκες ἀνάγειν τὰς ἄλλας διαφοράς· οὐδὲ γὰρ ἢ ταχείας, ἢ βραδείας ἀναπνοῆς ἐμνημόνευσεν ἐν προγνωστικῷ. κατὰ τὸν αὐτὸν δὲ λόγον ἐδείξαμεν, ὡς πάσας τὰς ἄλλας διαφορὰς ἐν ταῖς προειρημέναις περιέχεσθαι συμβέβηκε, ὥσθ’ ἑκάτερον αὐτῶν ὀρθῶς ὁ Ἱπποκράτης φαίνεται ποιήσας, ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν τὴν εἰς ἁπάσας τὰς κατὰ μέρος δυσπνοίας διαίρεσιν τιθέμενος, ἐν δὲ τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς τὸ πρὸς τὴν χρείαν ἐπεῖγον.

Ὁπότ’ οὖν ταῦθ’ ἡμῖν ἱκανῶς ἀποδέδεικται, λείποιτ’ ἂν ἔτι τὰς ὑπολοίπους ἐξ ἁπάντων αὐτῶν τῶν συγγραμμάτων ἐξηγήσασθαι ῥήσεις, ἀρξαμένους αὖθις ἀπὸ τοῦ δευτέρου τε καὶ ἕκτου τῶν ἐπιδημιῶν. ἐν ἀμφοτέροις γὰρ τούτοις τοῖς βιβλίοις, ἐφεξῆς τῇ πρώτῃ πασῶν εἰρημένῃ ῥήσει τῇ διδασκούσῃ τὰς διαφορὰς ἁπάσης τῆς δυσπνοίας, ὡδί πως γέγραπται· ἰητήριον συνεχέων χασμέων μακρόπνους· ἐν τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, βραχύπνους. ἐνταῦθ’ εἴτε τὸν ἄνθρωπον μακρόπνουν, εἴτε τὴν δύσπνοιαν αὐτὴν οὕτως ὠνόμασεν, ὅτι τὸ διὰ μακροῦ χρόνου γινόμενον, τουτέστι τὸ ἀραιὸν πνεῦμα καὶ προσέτι τὸ πολὺ, δηλοῦται διὰ τῆς προσηγορίας ταύτης, ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ, καθάπερ γε καὶ ὡς τὸ δι’ ὀλίγου, τοῦτ’ ἔστι τὸ πυκνὸν, καὶ προσέτι τὸ μικρὸν, ἐκ τοῦ, βραχύπνους. ἰητήριον οὖν ἤτοι σημεῖον ἢ αἴτιον, ἑκάτερον γὰρ ἔστι δείξασθαι, τῶν συνεχῶν χασμῶν, τὸ μέγα καὶ ἀραιὸν γίγνεται (τὸ) πνεῦμα· σημεῖον μὲν, ὡς εἰς τἀναντία τῆς διαθέσεως μεθισταμένης, αἴτιον δὲ, ὅτι ἐναντίων ἐναντία τὰ ἰάματα· χασμῶνται γὰρ καὶ σκορδινῶνται συνεχῶς, ἀτμώδους τινὸς καὶ παχέος πνεύματος ἐν τῷ μυώδει γένει κατειλημμένου, καθότι δέδεικται δι’ ἑτέρων· εὐθὺς δ’ οἷς τοῦτο συμβέβηκε καὶ συνεχῶς ἐκπνέουσιν, ὡς ἂν ἐκκαθαιρομένου τε καὶ κενουμένου τοῦ τοιούτου πνεύματος ἐν ταῖς ἐκπνοαῖς· εἰ δέ τις μηκέτι συνεχῶς, ἀλλ’ ἤδη διὰ μακροῦ χρόνου τὰς ἐκπνοὰς ποιεῖται, δῆλον ὡς αἱ προϋπάρχουσαι διαθέσεις αὐτῷ πέπαυνται καὶ σημεῖον οὕτως ἰητήριον ἡ μακρόπνοια τῆς χάσμης ἔσται. καὶ μὲν δὴ καὶ ὡς αἰτίαν ἰωμένην τὴν μακρόπνοιαν τὰς χάσμας τὰς συνεχεῖς ἀκούειν ἐγχωρεῖ, δοκεῖ μοι καὶ αὐτὸ μηκέτι δεῖσθαι μακροῦ λόγου. τὸ γὰρ ἕως πλείστου τὴν ἀναπνοὴν ἐπισχεῖν, ὅπερ ὀνομάζεται κατάληψις πνεύματος, ᾧ λόγῳ τοὺς λυγμοὺς ἰᾶται, τούτῳ καὶ τὰς χάσμας ἰάσεται. καὶ γὰρ οὖν καὶ ποιοῦσιν ἐπὶ τοῖς γυμνασίοις αὐτὸ σύμπαντες οἱ ἀθληταὶ, διώσασθαι τῇ βίᾳ σπεύδοντες ἅπαν ὅσον ἐν τοῖς κατὰ δέρμα λεπτοῖς πόροις, ἢ ὑγρῶν ἢ ἀτμῶν ἴσχεται. διὰ ταῦτα μὲν οὖν ἡ μακρόπνοια τῶν συνεχῶν χασμῶν σημεῖόν ἐστιν, ἢ αἴτιον ἰατρικόν· ἐν δ’ αὖ τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσιν ἡ βραχύπνοια· τοῦτο δ’ οὐκέτι σαφῶς, ἀλλ’ ἤδη συμβολικώτερον εἴρηται. πότερον γὰρ τοὺς φρενιτικοὺς ἡγητέον ὑπ’ αὐτοῦ δηλοῦσθαι νῦν, ὅτι καὶ δι’ ἄλλων εἶπεν, οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες; ἢ μᾶλλον οἷς κατέψυκται τὰ περὶ τὸν πνεύμονα καὶ τὴν καρδίαν, ὡς ἀναπνεῖν τε ἅμα διὰ μακροῦ καὶ ψυχρὸν ἐκπνεῖν; εἰσαγομένη γὰρ ἐξ ἀμφοῖν ἡ βραχύπνοια, σημεῖον ἰητήριον· ἐπὶ δὲ τῶν κατέψυγμένων οὐ σημεῖον μόνον, ἀλλὰ καὶ αἴτιον. ὡς γὰρ ἡ κατάληψις τοῦ πνεύματος ἐκκενοῦν ἠδύνατο τὰ περιττὰ καὶ διὰ τοῦτο ταύτην ἐπὶ τῶν λυζόντων τε καὶ χασμωμένων πολλὰ καὶ σκορδινωμένων καὶ συντόνως γεγυμνασμένων παρελαμβάνομεν, οὕτως ἡ συνεχὴς ἀναπνοὴ ῥιπίσαι τε ἅμα καὶ ἐκθερμᾶναι τὰ κατεψυγμένα δυνήσεται. κατὰ τοῦτον οὖν τὸν λόγον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν συνεβούλευσεν ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν, καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐκχυμώσιος, ὡς καὶ τῆς ὀξυθυμίας ἐπεγείρειν τὴν ἔμφυτον θερμασίαν δυναμένης. ἀλλ’ ὅτι γε πυκνοτέραν ἐργάζεται πάντως ἡ ὀξυθυμία τὴν ἀναπνοὴν, οὐδεὶς ἀγνοεῖ. παραληψόμεθα οὖν αὐτὴν ἐπὶ τῶν κατεψυγμένων τε καὶ ἀχροούντων καὶ ἰσχνῶν, ἐκ διαλειμμάτων τέ τινων καὶ προσηκόντων καιρῶν· οὐ γὰρ δὴ συνεχῶς γε οὕτως, ὡς ἄγαν βλάψαι τὴν δύναμιν, ἀλλ’ ὥσπερ τὰ γυμνάσια τὰ ῥωννύντα τὴν ἔμφυτον θερμασίαν, οὐκ ἄμετρα ποιεῖσθαι κελεύομεν, ἀλλ’ ἐν καιρῷ τε καὶ μέτρῳ παραλαμβάνομεν, οὕτω καὶ βραχύπνοιαν, εἴ τε κατὰ μόνας εἴ τε καὶ μετὰ τῆς ὀξυθυμίας ἐπιτηδεύσομεν, οὐκ ἄνευ καιροῦ καὶ μέτρου παραληψόμεθα· προσέχειν δ’ ἐνταῦθα χρὴ τῷ λόγῳ καὶ μὴ νομίζειν τὴν αὐτὴν εἶναι διάθεσιν τῇ νῦν ὑφ’ ἡμῶν δηλουμένῃ τὴν κατὰ τὸ προγνωστικὸν, ἐφ’ ἧς ἔλεγε· ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος, ὀλέθριον κάρτα ἤδη γίγνεται. ἐπὶ γὰρ τῶν ἐν ὀξέσι νοσήμασι, περὶ ὧν ἐν ἐκείνῳ τῷ βιβλίῳ ποιεῖται τὸν λόγον, ἡ τοιαύτη δύσπνοια θάνατον δηλοῖ· τοῖς δ’ ἄλλοις νοσήμασιν, ὅσα χωρὶς πυρετοῦ, ψυχρότης τὴν ὅλην ἕξιν τοῦ  ζώου καταλαμβάνει· συμπίπτει μὲν οὐδὲ τούτοις ἀκινδύνως, οὐ μὴν ἐξ ἅπαντός γε ὀλεθρίως. ἐκ τούτων δ’ ἐστὶ καὶ ἡ καλουμένη ὑστερικὴ πνὶξ καὶ ὅλως αἱ ἄπνοιαι πᾶσαι, γυναιξὶ μὲν συνεχῶς καὶ μάλιστα ταῖς στειρευούσαις συμπίπτουσαι, σπανίως δέ ποτε καὶ ἀνδράσι. ἐπὶ γὰρ τῶν τοιούτων ἁπασῶν διαθέσεων ὑπὸ πλήθους ὕλης ψυχρᾶς ἡ ἔμφυτος θερμασία· βαρύνεται, δίκην φλογὸς ὑπὸ πολλῶν ὑγρῶν ξύλων καταπνιγομένης, ὥστε καὶ ἀνάψαι ποτὲ δυνατὸν ταύτην κρατήσαντα τῆς ὕλης· ἐφ’ ὧν μέντοι δαπανηθείσης τῆς ὕλης ἐξ ἀνάγκης αὐτὴ συναποσβέννυται, καθάπερ ἐπὶ τῶν ἐν τοῖς ὀξέσι νοσήμασιν οὕτως ἐκπνεόντων, οὐδεμία σωτηρίας ἐλπὶς ὑπολείπεται. τούτων δὲ οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς ἐν ταῖς ἀπνοίαις ἀπολωλέναι μὲν τελέως ἅπασαν τὴν ἀναπνοὴν, οὔθ’ ὑπονοῆσαι δυνατὸν, οὔθ’ οὕτως ἔχον φαίνεται τοῖς ἐπιμελῶς κατασκεπτομένοις τὸ συμβαῖνον· ἐλάχιστον δ’ αὐτοῖς ἅμα καὶ διὰ μακροτάτου χρόνου γίνεται τὸ πνεῦμα καὶ ταύτῃ λανθάνει τοὺς πολλούς· ἀλλ’ εἰ προσέχοι τις ἐπιμελῶς τὸν νοῦν, ἢ καὶ προσθείη τινὰ τῶν δακτύλων πρὸ τῆς τοῦ κάμνοντος ῥινὸς, αἰσθήσεται τῆς ἀναπνοῆς. εἰ δὲ καὶ τρίχα κατακρεμάσει πρὸ αὐτῆς, ἢ ἔριον λεπτὸν, ἀκριβῶς διεξεσμένον, ὄψεται καὶ ταῦτα σειόμενα. κατὰ μὲν δὴ τὰς τοιαύτας διαθέσεις βραχύπνοια, τουτέστιν ἡ διὰ βραχέος χρόνου κίνησις τῶν ἀναπνευστικῶν ὀργάνων, ἥνπερ δὴ καὶ πυκνὸν πνεῦμα καλοῦμεν, αἴτιόν τε ἅμα καὶ σημεῖον ἰητήριον ὑπάρχει· κατὰ δὲ ταὐτὸ τῶν συνεχῶν χασμῶν οὐ μόνον ἡ διὰ μακροῦ, τουτέστιν ἡ ἀραιὰ, σημεῖόν τε ἅμα καὶ αἴτιόν ἐστιν ἰητήριον, ἀλλὰ καὶ ἡ μεγάλη. καλεῖται γὰρ καὶ ἥδε κατὰ δεύτερον λόγον μακρόπνοια. πρώτως μὲν γὰρ ἡ διὰ μακροῦ χρόνου γινομένη, τουτέστιν ἡ ἀραιὰ, τοῦτο κέκτηται τοὔνομα, δευτέρως δὲ καὶ ἡ μεγάλη. περὶ μὲν δὴ τούτων ὧδε ἔχει.

Παραθώμεθα δὲ δὴ καὶ τἄλλα σύμπαντα τὰ περὶ τῆς δυσπνοίας αὐτῷ γεγραμμένα. κατὰ μὲν δὴ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐπὶ μὲν τῆς Ἀντιγένους, προειπὼν ὡς ἀσθμώδης ἐγένετο πρὸ τόκου, μετὰ ταῦτ’ ἐπιφέρει· ἔπειθ’ ἅμα τόκῳ πύον ἀνήμεσεν. ὥσθ’ ὁμολογεῖ καὶ τοῦτο τοῖς ὑφ’ ἡμῶν ἀποδεδειγμένοις· ἀσθμαίνουσι μὲν γὰρ οἱ πυκνὸν ἀναπνέοντες ἅμα καὶ τὸν θώρακα μέχρι πολλοῦ διαστέλλοντες. γίγνεται δὲ τοῦτο ποτὲ μὲν ἐν διαθέσεσι πολλῆς εἰσπνοῆς δεομέναις. ἀμέλει καὶ τοῖς δραμοῦσιν ἢ ὁπωσοῦν ἄλλως ὀξέως γυμνασαμένοις τὸ τοιοῦτον συμπίπτει καὶ πᾶσι τοῖς περικαέσι πυρετοῖς· γίγνεται δ’, ὡς ἐδείχθη, κᾀπειδὰν ἔμφραξις, ἢ θλίψις, ἢ στενοχωρία τις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ὑπάρχῃ· τοιοῦτον δέ τι φαίνεται συμβῆναι καὶ τῇ τοῦ Ἀντιγένους, ὡς ἐδήλωσε τὸ πύον. ταύτης μὲν δὴ πρώτης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν δυσπνοίας μέμνηται· μετὰ δὲ ταύτην τῆς συμβάσης τῇ Λυκίῃ, περὶ ἧς, ὡς καὶ πρόσθεν ἔλεγον, ἔγραψε· πνεῦμα ἐδιπλασιάζετο, οὐ μὴν μέγα κατὰ λόγον. ἐπεπόνθει γὰρ αὐτῆς τὸ νευρῶδες γένος τῶν ὀργάνων, ὥστε καὶ τῶν οὔρων ἐπίσχεσιν παντελῆ γενέσθαι. διὰ τοῦτο μὲν δὴ τὸ διπλασιαζόμενον ἐγίνετο πνεῦμα· διά τί δὲ οὐ μέγα; ἢ διότι κατέψυκτο; περιέσταλτο γοῦν, φησι· τούτω δ’ ἐδείχθη χρώμενος τῷ ὀνόματι κατὰ τῶν ἀποψυχομένων τὴν ἔμφυτον θερμασίαν. ἐφεξῆς δὲ καὶ περὶ τῶν γενομένων τότε κυναγχικῶν διαλεγόμενος, ὡδὶ γράφει· πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον· ὡς δηλονότι μετεώρου τὰ πολλὰ τοῖς κυναγχικοῖς γιγνομένου τοῦ πνεύματος. οὕτως δὲ καλεῖν ἔθος αὐτῷ τὸ μικρὸν πνεῦμα, καὶ ὡς δόξειέ τινι, αὐτόθι που μέχρι τῆς φάρυγγος εἰσιὸν, οὐκ εἰς τὸ βάθος τοῦ θώρακος κατερχόμενον. ὅτι δὲ τοιοῦτον ἀνάγκη ὑπάρχειν τὸ πνεῦμα τοῖς ὁτιοῦν ὀδυνωμένοις τῶν ἀναπνευστικῶν ὀργάνων, ἔμπροσθεν εἴρηται. τίς οὖν ἡ αἰτία δι’ ἣν τοῖς κυναγχικοῖς οὐ πάνυ τὸ πνεῦμα μετέωρον; ἢ διότι μηδὲ τὸ τῆς κυνάγχης εἶδος αὐτοῖς εἰθισμένως ἐγένετο; πρῶτον μὲν γὰρ ἐρεῖ· φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ· εἶθ’ οὕτω φησίν· οὐ πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο· καὶ ὅλως ἡ διήγησις ἅπασα τῆς τότε γενομένης κυνάγχης, ἀπαθῆ μὲν ἐδείκνυτο μεῖναι τὴν φάρυγγα, τὰ δὲ ἐπιγειτνιῶντα ταύτῃ μέρη, τὰ συνεχῆ τοῖς σπονδύλοις τοῦ τραχήλου, παθεῖν. καὶ γὰρ οὖν καὶ μεταστῆναί φησι καὶ αὐτοὺς τοὺς σπονδύλους, τοὺς μὲν εἴσω μόνον, τοὺς δὲ καὶ εἰς τὰ πλάγια. μήτ’ οὖν ἄλλου τινὸς τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθότος, ἀλλὰ μηδὲ τῆς φάρυγγος αὐτῆς κατὰ τὸν ἴδιον λόγον, ὅτι μὴ τῇ κοινωνίᾳ τῆς θέσεως συναπολαυούσης τῶν παθημάτων, δεόντως οὐ πάνυ μετέωρον ἦν αὐτοῖς τὸ πνεῦμα· μηδ’ ὅλως μὲν γὰρ ἐνοχλουμένης τῆς φάρυγγος, οὐδ’ ἂν μετέωρον ἦν μηδαμῶς· ἐπεὶ δ’ ἐκ τοῦ συμπάσχειν τοῖς παρακειμένοις ἠνωχλεῖτο, τὴν μέσην τῶν εἰρημένων κατάστασιν ἐκτήσατο, μετρίως πυκνωθέν. ἐφεξῆς δὲ τῆσδε τῆς καταστάσεως ἑτέρας μνημονεύει γενομένης ἐν Περίνθῳ, τόνδε τὸν τρόπον ἀρχόμενος τῆς διηγήσεως· ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν· ἔπειτα διηγεῖται τὴν ὅλην τῶν νοσημάτων ἰδέαν, ἀπὸ καύσου μὲν ἀρξαμένην, ἐμετώδη δὲ γενομένην καὶ μέχρι πλείστου χρονίσασαν. ἀλλὰ καὶ ὡς χωρὶς ἐμέτων οἱ καῦσοι τούτοις ἐγίγνοντο, καὶ ὡς ἡ γαστὴρ αὐτοῖς διεχώρει πολλὰ, καὶ τοῦτο προσέθηκεν. ὥστ’ ἐκ τούτων καὶ τῶν ἄλλων ἁπάντων εὔδηλον εἶναι, τῆς καταστάσεως τὴν ὑπόθεσιν ἐν φλέγμασι διασηπομένοις γεγενημένην, ἀπαθῶν  μὲν τῶν ἀναπνευστικῶν μεινάντων, καὶ τοῦ στόματος τῆς κοιλίας, ἐκ δὲ τῶν κατωτέρω μερῶν αὖθις ὁρμωμένου τοῦ καύσου· εἰκότως οὖν αὐτοῖς οὔθ’ ὥσπερ οἷς ἐν πνεύμονί τε καὶ καρδίᾳ πλῆθος ἤθροιστο θερμασίας πυρώδους, ἐγένετο μέγα τὸ πνεῦμα, μικρόν τ’ οὐκ ἦν παντάπασιν, ὡς μήτ’ ὀδυνωμένοις μήτε κατεψυγμένοις. εἴπερ οὖν τὸ μετέωρον οὐδὲν τοῦ μικροῦ διαφέρον δηλοῖ, κατὰ λόγον αὐτοῖς φησι τὰ πνεύματα μετέωρα γίγνεσθαι, οὐ μὴν πάνυ γε. μετὰ δὲ ταύτην τὴν κατάστασιν οὐδεμιᾶς ἐν τοῖς ἐφεξῆς δυσπνοίας ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἄχρι τῆς ῥήσεως ἐκείνης ἣν πρώτην παρεθέμην ἁπάντων ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἣ ἄρχεται τόνδε τὸν τρόπον· πνεύματα πυκνὰ σμικρὰ, μεγάλα ἀραιά. ταύτην δὲ σύμπασαν ἐξηγήσασθαι φθάνω. τῆς οὖν ἐφεξῆς αὐτῷ γεγραμμένης δυσπνοίας ἐπὶ ἀῤῥώστου τινὸς, οὗ τὸ ὄνομα Σκόπος, εἴη ἂν ἤδη μνημονεύειν καιρός· ἔχει δ’ ἡ τοῦ παλαιοῦ λέξις ὧδε· πνεῦμα δὲ ὑπόπυκνον, ὑποχόνδρια ἤλγει, καὶ ἀναπνέων, καὶ στρεφόμενος. φαίνεται δὴ καὶ οὗτος ὁ ἄῤῥωστος μαρτυρῶν τοῖς πολλάκις ὑφ’ ἡμῶν προειρημένοις· ἐπεὶ γὰρ τὰ ὑποχόνδρια τοῖς ἀναπνευστικοῖς ὀργάνοις συνῆπται, διὰ τοῦτο ὀδυνωμένων αὐτῶν ὑπόπυκνον ἦν τὸ πνεῦμα. ταυτὶ μὲν οὖν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἴδη δυσπνοίας ἔγραψεν. ἐν δὲ τῷ τετάρτῳ πρῶτον μὲν μέμνηται τῆς Νικοστράτου γυναικὸς, τῆς ἐν Κρανῶνι, μικρὸν καὶ πυκνὸν ἐχούσης τὸ πνεῦμα· δεύτερον δὲ τῆς Ἀντιγένους, ἀσθματώδους οὐχ ὑπόγυιον τότε γενομένης, ἀλλ’ ἐξ ἀρχῆς οὔσης, ὥστε καὶ βήττειν ἀεί· περὶ μὲν δὴ ταύτης οὐδ’ ἓν ἂν εἴη ζήτημα· περὶ δὲ τῆς ἐν Κρανῶνι, τῆς Νικοστράτου γυναικὸς, διὰ τοῦτό μοι δοκεῖ προσθεῖναι τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, διότι παρεφρόνησεν. εἴρηται γὰρ ἤδη πολλάκις, ὡς τοὐναντίον τὸ ἀραιὸν καὶ μέγα πνεῦμα παραφροσύνης ἐστὶν ἴδιον· ὥστε ἄξιον ζητῆσαι, διὰ τί τουτὶ μὲν οὐκ ἐγένετο, τὸ δ’ ἐναντίον αὐτῷ τὸ τῶν ἀλγημάτων ἴδιον, τὸ μικρὸν καὶ πυκνόν. οὐδὲ γὰρ προσέθηκεν ἐν τῇ διηγήσει τῆς ἀῤῥωστίας, γενέσθαι τινὰ ὀδύνην οὐδενὸς τῶν μορίων, ἀλλ’ οὐδ’ ὄγκον ἐπίσημον οὔτε καθ’ ὑποχόνδριον οὔτε κατὰ θώρακα. τί δὴ οὖν ἐστι τὸ γινόμενον; ἐμοὶ μὲν δοκεῖ διττή τις ἰδέα νοσήματος συστῆναι περὶ τὸ γύναιον ἀπὸ διττῆς ἀρχῆς· ἐν μὲν γὰρ τῷ παραφρονῆσαι καὶ τὸν τράχηλον καὶ τὸ στόμα καὶ τὴν ῥῖνα παρασπασθῆναι δῆλον ὡς ἐν τῇ κεφαλῇ τις ὑπόθεσις αὐτῇ νοσήματος ὑπῆρχεν· ἐκ δὲ τοῦ τὸν σῖτόν τε ἐγκατακλεισθῆναι μέχρι δεκάτης ἡμέρας καὶ τοῖς οὔροις ὀροβοειδῆ γενέσθαι τὴν ὑπόστασιν, οὐ μικρὰν ἐν ἥπατι νομίζω γενέσθαι φλεγμονὴν, ἐφ’ ἧς τὴν ἄνωθεν διάθεσιν νικηθεῖσαν οὐ δυνηθῆναι καθ’ ἑαυτὴν τυπῶσαι τὴν ἀναπνοήν. εἴρηται γὰρ οὖν καὶ πρόσθεν ἤδη πολλάκις, ὡς κατὰ τὴν ἐπικρατοῦσαν διάθεσιν ἡ τῆς δυσπνοίας ἰδέα σχηματίζεται. δηλοῖ δ’ οὐχ ἥκιστα τῆς παραφροσύνης τὸ βραχὺ καὶ ἡ λέξις αὐτὴ τοῦ παλαιοῦ. παραλέγειν γοῦν αὐτὴν εἶπεν· εἴωθεν δὲ τῷ τοιούτῳ ῥήματι χρῆσθαι μικρὰν ἐνδείξασθαι βλάβην βουλόμενος, ὡς καὶ τοῦτ’ ἀποδέδεικται πολλάκις. οὐδὲν οὖν θαυμαστὸν, ἐπὶ βραχὺ μὲν αὐτῆς παραφρονούσης, ἰσχυρῶς δὲ φλεγμανθείσης κατὰ τὸ ἧπαρ, οὐ τὴν τῆς παραφροσύνης, ἀλλὰ τὴν τῆς φλεγμονῆς οἰκείαν ἀπαντῆσαι δύσπνοιαν. οὕτω μὲν δὴ καὶ περὶ τούτων ἔχει.

Τί δ’ ὅταν εἴπῃ, πνευματώδη τινὰ γενέσθαι, χρὴ δέχεσθαι; πότερον ὃν ἐν τῷ περὶ διαίτης ὀξέων πνευματίαν ἐκάλεσεν; ἢ τὸν πεπνευματωμένον τὴν γαστέρα; τί δέ ἐστιν ὁ πνευματίας, ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς ἐξηγήσατο σαφέστατα. προειπὼν γὰρ, ὡς ταχέως πνευματίαι γίνονται, συνάπτων εὐθὺς ἐπιφέρει· ὑπὸ δὲ πολλοῦ καὶ πυκνοῦ πνεύματος. τοῦτο μὲν δὴ καὶ κατ’ ἀρχὰς εὐθὺς ἐξηγησάμην ἐν τῷδε τῷ βιβλίῳ· τὸ δ’ ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν ἐπισκεπτέον, αὐτὴν ὑπογράψαντας τὴν ῥῆσιν ἔχουσαν ὧδε· ὁ ἐκ τῶν μετάλλων· ὑποχόνδριον δεξιὸν ἐντεταμένον, σπλὴν μέγας, κοιλίη ἐντεταμένη, ὑπόσκληρος, πνευματώδης, ἄχροος. ἐγχωρεῖ γὰρ ἑκάτερον, καὶ δύσπνουν αὐτὸν γεγονέναι, διὰ (τε) τὰς ἐν τοῖς ὑποχονδρίοις διαθέσεις, καὶ πνευματωθῆναι τὴν γαστέρα. πολὺ δ’ ἔτι μᾶλλον ἀσαφὴς ὁ ἐφεξῆς ἄῤῥωστος, ἔχων ὡδί· ὁ Τιμαίνεω εἶχέ τι πνεύματος, ὡς ὠχρῶδες εἶναι. καὶ γὰρ καὶ τούτῳ πάνυ τις ἦν ἥπατος κακοπραγία, δι’ ἣν ἐνεχώρει δυσπνοεῖν αὐτὸν, καὶ πνευματοῦσθαι τὴν γαστέρα· τὸ γὰρ ὠχρῶδες χρῶμα κακοπραγοῦντος ἥπατος γνώρισμα. τὸ δ’ ἐφεξῆς λεγόμενον ὡδί· ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ Σιτοδόκῳ, ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον εἰσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρὰ, καὶ πνεῦμα πυκνόν· οὐδὲ ζήτημ’ ἔχει. σκληρῶν γὰρ οὐ μετρίως καὶ μεγάλων τῶν ὑποχονδρίων γενομένων, εὔλογον πυκνὸν εἶναι αὐτῷ τὸ πνεῦμα. ἀσαφὲς δὲ τελέως ἐστὶ τὸ τούτου συνεχὲς ἐπὶ τῆς λεχοῦς εἰρημένον ὧδε· διαίροντος δὲ τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη. τί γὰρ εἶδος εἶχε δυσπνοίας, οὔτ’ αὐτὸς ἐδήλωσε σαφῶς οὔτε τι σύμπτωμα ἄλλο τοιοῦτον ἔγραψεν, ἐξ οὗ τεκμαίροιτ’ ἄν τις τὴν γενομένην αὐτῇ διάθεσιν. καὶ μέντοι καὶ μετὰ ταύτην οὐκ ὀλίγον προελθὼν  ἄρχεται διηγεῖσθαι τόνδε τὸν τρόπον· ἡ Τιμαίνεω πνευματώδης. δύναται μὲν γὰρ δύσπνους ἀκούεσθαι, δύναται δὲ καὶ ὥσπερ οἱ πλεῖστοι τῶν ἐξηγησαμένων οἴονται λέγεσθαι, ἐμπεπνευματωμένη τὰ ὑποχόνδρια· βέλτιον δὲ δοκεῖ μοι, καὶ ἴσως ἀναγκαῖον, τὴν πεπνευματωμένην τὰ ὑποχόνδρια λέγεσθαι μᾶλλόν περ ἢ δύσπνουν. ὀλίγον οὖν ἐν τῇ διηγήσει προελθὼν, καί τινι εὐπνοωτέρη, φησὶν, ὡς ἂν ἤδη προειρηκὼς ὑπὲρ αὐτῆς δύσπνουν εἶναι. ὅτι δὲ πνευματώδεις, οἷς πυκνόν ἐστι τὸ πνεῦμα, προσαγορεύειν εἴωθεν, εἴρηται μὲν κᾀν τοῖς πρόσθεν, ἀλλὰ καὶ νῦν δῆλον· ἐπὶ τὸ χεῖρον γὰρ αὖθις ἐτέτραπτο τὰ τῆσδε τῆς ἀνθρώπου συμπτώματα, καὶ κατὰ τὴν ἑξκαιδεκάτην ἡμέραν ἀποθανεῖν αὐτήν φησι, πυκνὸν ἔχουσαν τὸ πνεῦμα. καὶ ὁ μετὰ ταύτην δὲ γεγραμμένος, ὅτι καὶ αὐτὸς ἀνέπνευσε πυκνὸν ἐπὶ τῇ τῶν ὑποχονδρίων διαθέσει, δῆλον ἡ ῥῆσις αὐτὴ ποιήσει, τόνδε τὸν τρόπον ἔχουσα· ὁ παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀποιμάντου ἀδελφῆς, ὑποχόνδρια μεγάλα, καὶ σπλὴν, πνεῦμα, διαχώρησις πικρόχολος. ὥσπερ γὰρ πνευματώδεις ἐνίοτε καλεῖ τοὺς πυκνὸν ἀναπνέοντας, οὕτω ποτὲ καὶ ἁπλῶς γράφει, πνεῦμα. θαυμαστὸν δ’ οὐδὲν εἰ μεγάλων ὄντων ὑποχονδρίων, ἐγίγνετο πυκνὸν τὸ πνεῦμα. καὶ γὰρ αὖ καὶ προελθὼν ἐπ’ αὐτοῦ πάλιν ἐρεῖ· τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν, καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῆ. καθόλου γὰρ, ὡς ἔφαμεν, ἐπειδὰν ἢ ὄγκος, ἢ ὀδύνη τις ἐν τοῖς καθ’ ὑποχόνδρια συσταίη, μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνέουσιν. ὥστ’ οὐδὲν θαυμαστὸν οὐδ’ ἐπειδὰν ἐν τοῖς μετὰ ταῦτα, προειπὼν, ὑποχόνδριον ὑπολάπαρον, προσθῇ, πνευματῶδες δὲ οὐ κάρτα. εἰ γὰρ δὴ τὸ μὲν λαπαρὸν κενὸν, τὸ δὲ ὑπολάπαρον ὑπόκενον, ἐπὶ τοσοῦτον δυσπνοήσουσιν, ἐφ’ ὅσον αὐτοῖς ἔχει κακῶς τὰ καθ’ ὑποχόνδριον. μετρίως οὖν αὐτῶν πεπονθότων, μετρίως δυσπνοήσουσιν· ὥσπερ πάλιν ἐν τοῖς κατωτέρω τοῦ βιβλίου, ὧδέ πως γράφει· τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον, ᾗ τὸ σκλήρυσμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες· εὐλόγως ἐπάγει, καὶ οὐ πάνυ δύσπνοος. εἴπερ γὰρ τὸ σκλήρυσμα μὴ κάρτα ὀδυνῶδες ἦν, οὐδὲ πάνυ. δύσπνουν εἶναι τὴν ἄνθρωπον εἰκὸς ἦν. οὕτω δὲ καὶ κατὰ τὴν τελευτὴν ἤδη τοῦ βιβλίου περὶ τοῦ πρεσβυτέρου διηγούμενος, εἶτα προειπὼν, παρηνέχθη κοσμίως, ἐπήνεγκεν, οὐ πάνυ δύσπνοος. ἀεὶ γὰρ κατὰ τὸ μέγεθος τῆς ἐργαζομένης τὴν δύσπνοιαν αἰτίας καὶ τὸ τῆς δυσπνοίας γίνεται μέγεθος. ἀλλὰ καὶ ταῦτα μὲν ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν γέγραπται, ὁμολογοῦντα τοῖς περὶ δυσπνοίας ὑφ’ ἡμῶν ἀποδεδειγμένοις. ἐν δ’ αὖ τῷ ε΄ τῶν ἐπιδημιῶν ιδ’ μὲν ἄῤῥωστος γέγραπται τόνδε τὸν τρόπον· ἐν Λαρίσσῃ Ἱπποσθένης, περιπνευμονίῃ ἐδόκει τοῖς ἰητροῖσι συνέχεσθαι· ἦν δὲ οὐδαμῶς· ἀρχὴν δὲ παλαίων, ἔπεσεν ἐν σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπέπεσεν αὐτῷ· καὶ ἐλούσατο ψυχρῷ, καὶ ἔμεινε, καὶ ἔδοξε βαρύτερος γενέσθαι· τῇ δ’ ὑστεραίῃ ἐπύρεσσε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ πνεῦμα πυκνόν. εἶτα μικρῷ προελθὼν. ὁπότε δὲ βήσσοι, φησὶν, ὠδυνᾶτο τὰ στήθεα καὶ τὰ νῶτα. οὐδὲν οὖν θαυμαστὸν, οὕτω διακειμένων τῶν κατὰ θώρακα, πυκνὸν γενέσθαι τὸ πνεῦμα τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον, οὐδὲ ῥέγχος εἶχεν, εἰς ἀπόδειξιν μὲν εἴρηται τοῦ μὴ γενέσθαι περιπνευμονικὸν τὸν ἄνθρωπον, ὁμολογεῖ δὲ καὶ αὐτὸ τοῖς κατ’ ἀρχὴν εὐθὺς ἐν τῷδε τῷ λόγῳ πρὸς ἡμῶν εἰρημένοις, ὁπότ’ ἐν τῷ περὶ διαίτης ὀξέων ἐξηγούμεθα τὴν λέξιν ταύτην· οἱ δ’ ἀπὸ τῆς ὀρθοπνοίας τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ἔννατός τε καὶ τριακοστὸς ἄῤῥωστος ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν γέγραπται, πυκνὸν ἔχων καὶ αὐτὸς τὸ πνεῦμα. παραγράψω δὲ κᾀνταῦθα τὴν ῥῆσιν αὐτὴν, ὧδέ πως ἔχουσαν· παιδίον ὑπὸ ὀρέος ἐπλήγη τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τεταρταῖον· τὸ πνεῦμα πυκνὸν εἶχε, καὶ οὐ κατενόει, καὶ πυρετὸς εἶχεν. οὐκ ἄδηλον ἐπὶ τούτου, τὸ περιτόναιον καὶ τὸ διάφραγμα συμφλεγμῆναι γαστρὶ καὶ ἥπατι, καὶ διὰ τοῦτο καὶ παραφρονῆσαι τὸ παιδίον. ἀλλ’ οὐ κατὰ τὴν παραφροσύνην ἐδυσπνόησεν, ἡ γὰρ μείζων διάθεσις ἡ καθ’ ὑποχόνδριον, καθ’ ἑαυτὴν ἐτύπωσε τὴν ἰδέαν τῆς ἀναπνοῆς, ἡ δ’ ἥττων ἡττήθη. ἐν δὲ τῷ ε΄ ταῦτα.

Πάλιν δὲ μεταβάντες ἐπὶ τὸ ἕκτον, οὗ καὶ πρόσθεν ἤδη τὴν κοινὴν πρὸς τὸ δεύτερον ἐξηγησάμεθα ῥῆσιν, ἐπὶ τὰς ὑπολοίπους ἔλθωμεν. εἰσὶ δὲ ὀλίγου δεῖν ἅπασαι σαφεῖς ἤδη διὰ τὰ προειρημένα. τὸ γὰρ πνεῦμα μόνον ἁπλῶς οὕτω γράφων ἐν ταῖς τῶν νοσημάτων ἐδείχθη συνδρομαῖς ἀντὶ τῆς δυσπνοίας, ἀφ’ ἧς πυκνὸν γίνεται τὸ πνεῦμα· τὸ δ’ αὐτὸ τοῦτ’ ἐπὶ πλέον πυκνούμενον ἔθος αὐτῷ ἆσθμα καλεῖν. ὥστε κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἐπειδὰν εἴπῃ, πνεῦμα ἐγκαταλείπηται, τὴν μετὰ πυκνότητος ἀκουσόμεθα δύσπνοιαν. ὡσαύτως δὲ κᾀπὶ τῆς ἐν Κρανῶνι γυναικὸς, ἐφ’ ἧς οὕτω γράφει· σπλὴν φύσει μέγας, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα, τὴν προειρημένην δύσπνοιαν ἀκουστέον, ἐφ’ ἧς πυκνοῦται τὸ πνεῦμα, ὡς καὶ ἐπὶ τῆς Ἀγίσιος κόρης. ὅτι δὲ διαφέρει τὸ πυκνὸν πνεῦμα  τοῦ ἄσθματος, ἐδήλωσε σαφῶς. ἔχει δὲ ἡ ῥῆσις ὧδε· ἡ Ἀγίσιος κόρη μὲν ἐοῦσα πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα, ἐπιπολαίως ἦρεν ἄχθος μέγα καὶ αὐτίκα ψοφῆσαι μὲν ἐδόκει κατὰ τὸ στῆθος· τῇ δ’ ὑστεραίῃ ἆσθμά τε εἶχε καὶ ἤλγεε ἰσχίον τὸ δεξιόν. εἶτ’ ἐφεξῆς ἔπτυσεν ἀφρῶδές, φησιν, ἀρχομένη δ’ ἦν ἀνθηρά. καὶ δῆλός ἐστιν ἐξ ὅλης τῆς συνδρομῆς, ὡς φύματος ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις παλαιοῦ καὶ δυσπέπτου ῥαγέντος ἔπτυσε ταῦτα καὶ ὡς διὰ ταῦτα τὰ φύματα πυκνοπνεύματος ἦν. ἐν δ’ αὖ τοῖς κατωτέρω τοῦ βιβλίου, κατὰ μὲν τὴν κατάστασιν, ἧς ὑπήρξατο τόνδε τὸν τρόπον· βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινάς· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετό, φησι, (καὶ ὅτι μετέωρόν ἐστι πνεῦμα τὸ σμικρὸν καὶ πυκνὸν, διήλθομεν ἐν τοῖς ἔμπροσθεν) ἀμέλει καὶ συνάγχας γενέσθαι κατ’ ἐκείνην τὴν κατάστασιν ἔφη. μοχθηροὶ γοῦν οἱ τὸ μετέωρον ἀντὶ τοῦ μεγάλου νομίζοντες εἰρῆσθαι, διότι μετεωρίζει τὸν θώρακα, διαῖρον ἐπὶ πλεῖστον· ὀλίγον δὲ προελθὼν, πνευματίας ὀνομάζει τινάς· καὶ εἴρηται καὶ περὶ τοῦδε πρόσθεν, ὡς ἤτοι τοὺς ἐμπεπνευματωμένους, ἢ τοὺς ἀσθματώδεις, οὕτως καλεῖ. τὸ δ’ ἐν τοῖς ἐφεξῆς λεγόμενον, ἄσημον πνεῦμα, σμικρόν ἐστι καὶ διὰ τοῦτ’ ἀφανὲς, οἷον καὶ ταῖς καλουμέναις ἀπνοίαις καὶ ταῖς ὑστερικαῖς πνιξὶ συνεδρεύει. τοιοῦτον δέ τι βούλεται δηλοῦν ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ὧδε· καὶ τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὰ, καὶ τοῖσιν ἀτόκοισι· καὶ ὅσα ἄλλα τοιαῦτα ἀπὸ τῆς αὐτῆς καταστάσεως. αἱ γὰρ δὴ ἄτοκοι γυναῖκες, αὗται δὲ τοὐπίπαν εἰσὶν αἱ μὴ καθαιρόμεναι καλῶς, ἁλίσκονται μάλιστα ταῖς ἀπνοίαις, ὥσπερ ἀμέλει καὶ ὅσαι χηρεύουσιν ἐπὶ πλεῖστον. ὥσθ’ ὅσα μὴ διάσημα σαφῶς πνεύματα, μηδ’ ἐστὶν ἡμῖν κατάδηλα, ταῦτ’ ἄσημα κέκληκεν. ἐκ τούτων ὁρμώμενος ἄν τις εὑρίσκοι καὶ χωρὶς ἐμοῦ τἄλλα πάντα τὰ περὶ δυσπνοίας εἰρημένα κατὰ τε τὰ γνήσια καὶ τὰ νόθα τῶν βιβλίων, καίτοι σχεδὸν ἡμεῖς πάντα διήλθομεν ἐν τῷδε τῷ λόγῳ τὰ γνήσια. ἀλλ’ ἐπεὶ καὶ τὰ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ καὶ τὰ Πολύβου τοῦ γαμβροῦ, τῆς Ἱπποκράτους ἐστὶ τέχνης, οὐ πόῤῥω δ’ αὐτῶν οὐδ’ ὅσα δοκεῖ μὲν Εὐρυφῶντος εἶναι, φέρεται δ’ ἐν τοῖς Ἱπποκράτους, ἐάν μοι σχολὴ γένηταί ποτε πλείων, ἄλλο τέταρτον προσθήσω βιβλίον, ἐξηγούμενον ἃ κατὰ τὰ λοιπὰ τῶν ἐπιγεγραμμένων Ἱπποκράτους εἴρηται περὶ δυσπνοίας. νυνὶ δ’ ἑτέρων κατεπειγόντων, οὐκ ἐπ’ ἐκεῖνα μεταβήσομαι.