In Hippocratis Aphorismos Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg092.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Knobloch Leipzig 17.2-18.1 345-887 1-195 1829 HathiTrust HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν.

Ὅτι μὲν οὖν οὗτος ὁ λόγος, εἴθ’ εἷς ἀφορισμός ἐστιν εἴτε δύο, προοίμιον ὑπάρχει τοῦ παντὸς συγγράμματος ὡμολόγηται σχεδὸν ἅπασι τοῖς ἐξηγησαμένοις αὐτόν. τί δὲ βουλόμενος ὁ Ἱπποκράτης ἐχρήσατο τοιούτῳ προοιμίῳ τῶν ἀπορωτάτων ἐστί. τάχα δ’ ἂν εὕροιμεν αὐτὸ, τὰ κατὰ μέρος ἅπαντα τοῦ λόγου προδιασκεψάμενοι. τὸν μὲν βίον ὅτι τῇ τέχνῃ παραβάλλων ἔφη βραχὺν ἅπασι σχεδὸν τοῖς ἐξηγησαμένοις τὸ βιβλίον πρόδηλον· τὴν τέχνην δ’ αὐτὴν διὰ τοῦτο ὑπολαμβάνω ἡγεῖσθαι μακρὰν, ὅτι τόν τε καιρὸν ὀλίγου δεῖν ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν ὀλιγοχρόνιον ἔχει καὶ κατὰ τοῦτο δύσληπτον, ὡς μακρᾶς δεῖσθαι τριβῆς, τὸν διαγνωσόμενον αὐτήν. ὀργάνοιν τε δυοῖν ὄντοιν ὑφ’ οἷν εὑρίσκεται τὰ κατὰ τὰς τέχνας τὸ μὲν ἕτερον, ἡ πεῖρα, σφαλερόν ἐστι, τὸ δ’ ἕτερον, ἡ ἐκ λόγου κρίσις, οὐκ εὐπετὲς, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν δυσκολωτάτων. ὁ μὲν οὖν καιρός ἐστιν ὀξὺς διὰ τὸ τῆς ὕλης ῥευστὸν, ἣν ἡ τέχνη μεταχειρίζεται· εὐμετάβλητον γὰρ ἡμῶν τὸ σῶμα καὶ ῥᾳδίως ἀλλοιούμενον οὐχ ὑπὸ τῶν ἔξωθεν αἰτίων μόνον, ἀλλὰ καὶ ἐξ ἑαυτοῦ. σφαλερὰ δὲ ἡ πεῖρα, διὰ τὸ τῆς ὕλης ἀξίωμα, οὐ γὰρ δὴ διὰ τὸ μεταβάλλειν ἑτοίμως, ἐν γὰρ τῷ τοῦ καιροῦ βραχυχρονίῳ περιέχεται τοῦτο. τὴν κρίσιν δὲ, εἰ μὲν, ὡς ἐγώ φημι, τὸν λόγον ἀκούει τις, εὔδηλον δή που τὸ χαλεπώτατον αὐτοῦ μέχρι τήμερον ἔτ’ ἀμφισβητούμενον· εἰ δ’, ὡς ἔνιοι τῶν ἐμπειρικῶν ὑπονοοῦσι, τὴν τῶν ἀποβαινόντων ἐκ πείρας ἐπίκρισιν καὶ οὕτως εὔδηλον τὸ δυσκατόρθωτον αὐτῆς. ἀλλ’ ὅτι γε δογματικός ἐστιν ὁ γράψας τὸ βιβλίον ἐν ὅλῳ τῷ συγγράμματι δειχθήσεται. τὸ μὲν οὖν πρότερον αὐτοῦ μέρος τοῦ προοιμίου, κατὰ τουτὶ τελευτᾷ· τὸ δὲ δεύτερον οὐχ ὡς ἀποφαινόμενος, ἀλλ’ ὡς συμβουλεύων γράφει. δεῖ δ’ οὐ μόνον ἑαυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν· δυνάμει τοῦτο λέγων, ὡς εἰ μέλλεις ἐξετάζειν τε καὶ βασανίζειν τῶν ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένων τὴν ἀλήθειαν, οὐ μόνον αὐτόν σε χρὴ τὸν ἰατρὸν ἅπαντα πράττειν προσηκόντως, ἀλλ’ καὶ τὸν νοσέοντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ καὶ πρὸς τούτοις ἔτι, τὰ ἔξωθεν, ἀμέμπτως ἔχειν ἅπαντα. γενήσεται τοίνυν ὁ μὲν πρότερος λόγος, ἓν τόδε τὸ κεφάλαιον ἔχων, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρά. τὰ γὰρ ἑξῆς ἅπαντα τοῦ μακρὰν εἶναι τὴν τέχνην ἀποδείξειν ἔχει. μετὰ δὲ τοῦτον καὶ ὁ δεύτερος οἷον συμβουλὴν ἢ συνθήκην τινὰ πρὸς τοὺς ἀναγνωσομένους τε καὶ κρινοῦντας αὐτοῦ τὸ σύγγραμμα φέρων. τί δή ποτ’ οὖν αὐτῷ βούλεται τὸ προγράψαι ἐν ἀρχῇ τοῦ βιβλίου τὸ, βραχὺν εἶναι τὸν βίον, ὡς πρὸς τὸ τῆς τέχνης μέγεθος; ἐξ ἀρχῆς γὰρ ἡμῖν τοῦτο προὔκειτο. ἔνιοι μὲν οὖν βούλονται προτροπῆς ἕνεκεν τῶν ἀσκησόντων ἀξιολόγως τὴν τέχνην, ἔνιοι δ’ ἀποτροπῆς, ἔνιοι δ’ οἷον ἀποπείρας τινὸς καὶ διακρίσεως, τῶν τε ἀσκησόντων ἀξιολόγως τὴν τέχνην καὶ τῶν μή. ἔτι δὲ τὴν αἰτίαν ἀποδιδόναι φασὶν αὐτὸν ἐν τῷδε, τοῦ δεῖν γράφειν συγγράμματα, τινὲς δὲ τοῦ ἀφοριστικά. τινὲς δὲ οἴονται τοῦ στοχαστικοῦ τῆς τέχνης ἐν τούτῳ τῷ λόγῳ τὰς αἰτίας αὐτὸν εἰρηκέναι, ἄλλοι δὲ παρ’ ὅσας αἰτίας, ἀποτυγχάνουσιν οἱ ἰατροί. οὗτοι μὲν οὖν, ἵν’ ἀπὸ τῶν ὑστάτων πρῶτον ἄρξωμαι, παντάπασί μοι δοκοῦσιν οὐδὲν πρὸς ἔπος ἀποφαίνεσθαι. τί γὰρ ἂν εἴη σοφὸν ἢ τῆς Ἱπποκράτους ἄξιον γνώμης, ἀρχόμενον εὐθὺς τοῦ συγγράμματος, ἢ ὅτι στοχαστικὴ τίς ἐστιν ἡ τέχνη διδάσκειν ἢ ὅτι γε τοῦ τέλους ἁμαρτάνομεν, ἤτοι δι’ ἡμᾶς αὐτοὺς ἢ διὰ τὸ τῆς τέχνης αὐτῆς μέγεθος; ἀλλὰ καὶ τό· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν, τοὐναντίον ἅπαν ἐνδείκνυται. πρέπει γὰρ ταῦτα πάντα γράφειν τῷ πάντα ἐπαγγελλομένῳ, τὰ κατὰ τὸ βιβλίον ὑπάρχειν ἀληθῆ μᾶλλον ἢ ὅστις ὁμολογεῖ διὰ πολλὰς αἰτίας ἁμαρτάνειν τοῦ τέλους. οὐ γὰρ ἂν εἶπε δεῖ δέ· ἀλλὰ μετὰ τὸ γράψαι, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὰ, ἡ δὲ κρίσις χαλεπὴ, προσέθηκεν ἂν καὶ ὁ ἰατρὸς δὲ καὶ αὐτὸς ἁμαρτάνει καὶ οἱ ὑπηρετοῦντες αὐτοῖς. οὐ μὴν οὐδ’ ὅσοι φασὶν ἀποτρέπειν αὐτὸν, ἐξ ὧν τὸν μὲν  βίον εἶπε βραχὺν, τὴν δὲ τέχνην μακρὰν, οὐδ’ οὗτοί μοι δοκοῦσι προσηκόντως λέγειν. ἐσχάτης γὰρ ἠλιθιότητος, ἅμα τε γράφειν συγγράμματα καταλείποντα τοῖς μετ’ αὐτὸν ἀνθρώποις ὡς δή τι χρήσιμον, ἅμα τε κατὰ τὴν ἀρχὴν εὐθὺς ἀποτρέπειν, οὐκ ἀπὸ τῆς τοῦδε τοῦ συγγράμματος ἀναγνώσεως ἢ μαθήσεως τῶν γεγραμμένων, ἀλλὰ καὶ τῆς ὅλης τέχνης ἣν ἐπαγγέλλεται διδάσκειν. ὅσοι δὲ προτρέπειν φασὶν αὐτὸν ἐπὶ τὸ φιλοπόνως ἀναλαμβάνειν τὴν τέχνην, μὴ γὰρ ἂν ἄλλως αὐτὴν δυνηθῆναι γνωσθῆναι πᾶσαν, ἐν βραχεῖ χρόνῳ, μακρὰν οὖσαν, εἰ καὶ ἀληθές τι λέγουσιν, ἀλλ’ οὐκ ἄξιόν γέ μοι δοκοῦσι τὸ προοίμιον ἀποφαίνειν, οὔτε τῆς γνώμης τἀνδρὸς οὔτε τῶν κατὰ βιβλίον εἰρημένων, ὥσπερ οὐδ’ οἱ πειραστικὸν εἶναι τῶν προσερχομένων τῇ τέχνῃ τὸν λόγον ὑπειληφότες. ἔστι μὲν γὰρ ἀληθὲς, ὡσπερ εἴρηται καὶ Πλάτωνι, τὸ πεῖραν οὕτω μάλιστα γίνεσθαι τῆς προαιρέσεως τῶν ἀναληψομένων ἡντιναοῦν τέχνην, εἰ μεγάλην τε καὶ χαλεπὴν αὐτοῖς εἶναι τὴν διδασκαλίαν ἐπιδεικνύοιμεν, ἀλλ’ οὔτε διὰ βιβλίου τὸ τοιοῦτον, ἀλλ’ ἐν ταῖς συνουσίας γίνεται, οὔτε πρέπον μοι δοκεῖ εἶναι ἐν τῷ παρόντι συγγράμματι. χρὴ γὰρ τὸ προοίμιον οἰκεῖον εἶναι τῶν κατὰ τὸ βιβλίον εἰρησομένων, εἰ μὴ ἄρα πρώτους ἁπάντων ἀναγινώσκεσθαι βούλεται τοὺς ἀφορισμοὺς καὶ διὰ τούτου κοινὸν ὅλης τῆς τέχνης ἐν τῷ προοιμίῳ τοῦ συγγράμματος ἐποιήσατο τὸν λόγον ἐνδεικνύμενος διὰ τούτου, μὴ πάντων τῶν βουληθέντων εἶναι μάθημα τὴν ἰατρικὴν μακρὰν οὖσαν τέχνην, ἀλλὰ τῶν καὶ χρόνον ἱκανὸν ἐχόντων ἐν ᾧ μαθήσονται καὶ φύσιν ἐπιτηδείαν. εἰ δ’ ὅλως πιθανὸν εἶναι δόξειε τὸ κοινὸν ἁπάσης τῆς τέχνης αὐτὸν πεποιῆσθαι τὸ προοίμιον, οὐδ’ ἐκείνους ἄν τις μέμψοιτο τοὺς φάσκοντας αἰτίαν ἀποδίδοσθαι τοῦ συγγράφειν. ἐποιήσατο δὲ ἐν τῷ κατ’ ἰητρεῖον ἁπασῶν τῶν ἀναγνώσεων προοίμιον κοινὸν, ὡς ἐν τῇ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει δείκνυται. ὅσοι τοίνυν ἢ τοῦ τρόπου τῆς διδασκαλίας ἢ ὅλως τῆς χρείας τῶν συγγραμμάτων αἰτίαν ἀποδίδοσθαι κατὰ τὸ προοίμιόν φασιν, οὗτοί μοι δοκοῦσιν ἄμεινόν τι τῶν ἄλλων γινώσκειν. τό τε γὰρ ἀφοριστικὸν εἶδος τῆς διδασκαλίας, ὅπερ ἐστὶ τὸ διὰ βραχυτάτων ἅπαντα τὰ τοῦ πράγματος ἰδία περιορίζειν, χρησιμώτατον τῷ βουλομένῳ μακρὰν τέχνην διδάξαι ἐν χρόνῳ βραχεῖ· τό τε ὅλως διὰ τοῦτο συγγράφειν, ὅτι ὁ βίος βραχύς ἐστιν, ὡς πρὸς τὸ τῆς τέχνης μέγεθος εὐλογώτατον. οὐδεὶς γὰρ ἡμῶν ἱκανός ἐστι συστήσασθαί τε ἅμα καὶ τελειῶσαι τὴν τέχνην, ἀλλ’ ἀγαπητὸν εἰ πολλοῖς ἔτεσι τὰ τῶν ἔμπροσθεν οἱ μετέπειτα παραλαμβάνοντες καὶ τι προστιθέντες αὐτοὶ συντελέσαιμέν ποτε αὐτήν. ἤτοι γὰρ διὰ θάτερον τούτων ἢ δι’ ἄμφω δοκεῖ μοι τοιούτῳ τινὶ κεχρῆσθαι τῷ προοιμίῳ, ὡς εἰ καὶ οὕτως ἔγραψεν· ἐπειδὴ τὸ τῆς τέχνης μέγεθος ὑπὲρ τὸν βίον ἐστὶ τὸν ἀνθρώπειον ὡς ἀδύνατον εἶναι, κἂν πάνυ τις εἴη φιλόπονος, ἄρξασθαί τε ἅμα καὶ τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφικέσθαι. διὰ τοῦτ’ ἄριστόν ἐστιν, ὅσα τις ἔγνω τοῖς μετέπειτα καταλιπεῖν ἐν συγγράμμασιν, ἀκριβῶς τε ἅμα καὶ ταχέως καὶ σαφῶς ἅπασαν τὴν τῶν διδασκομένων πραγμάτων φύσιν ἑρμηνεύοντα. τοῦ μέντοι τὴν τέχνην εἶναι μακρὰν ἀπόδειξίς ἐστι τὰ ἐπιφερόμενα ταῦτα, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. ὡς εἰ καὶ οὕτως ἔλεγεν, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὅτι ὁ καιρὸς καὶ ἡ πεῖρα σφαλερὴ καὶ ἡ κρίσις χαλεπή. διὰ τοῦτο γὰρ καὶ ἡ τέχνη μακρὰ, διότι καὶ ὁ τῶν πραττομένων καιρὸς ἐν αὐτῇ ὀξύτατός ἐστι, τουτέστι στενότατός τε καὶ ὀλιγοχρονιώτατος καὶ πρὸς τούτοις τῶν ὀργάνων τῶν εὑρισκόντων τὰ βοηθήματα δυοῖν ὄντοιν, λόγου καὶ πείρας, ἐπισφαλὴς μὲν ἡ πεῖρα, χαλεπὸς δ’ ὁ λόγος, τουτέστιν οὐ ῥᾴδιον δυνάμενος γνωσθῆναι θατέρῳ. ὅτι δ’ ἀληθές ἐστιν ἕκαστον τῶν εἰρημένων, οὐ χαλεπὸν ἐπιδεῖξαι διὰ βραχέων. ὁ μὲν γὰρ καιρὸς ὀξὺς διὰ τὴν τῆς τέχνης ὕλην, λέγω δὲ τὸ σῶμα ῥέον ἀεὶ καὶ μεταβαλλόμενον ἐν ἀκαριαίῳ χρόνῳ. ἐπισφαλὴς δὲ ἡ πεῖρα καὶ αὐτὴ διὰ τὴν ὕλην. οὐ γὰρ πλίνθοι καὶ πηλὸς καὶ ξύλα καὶ λίθοι καὶ κέραμος καὶ σκύτη, καθάπερ ἄλλων τεχνῶν ἡ ὕλη τῆς ἰατρικῆς ἐστὶν, ἐν οἷς ἄλυπον τὸ πειρᾶσθαι πολυειδῶς καὶ γυμνάζεσθαι παρὰ τὴν ὕλην ἀσκοῦντα καὶ μελετῶντα τὰ θεωρήματα, καθάπερ ἐν ξύλοις μὲν οἱ τέκτονες, ἐν δέρμασι δ’ οἱ σκυτοτόμοι. ξύλα μὲν γὰρ καὶ σκῦτος διαφθεῖραι κακῶς μεταχειριζόμενον οὐδεὶς κίνδυνος· ἐπ’ ἀνθρωπείου δὲ σώματος πειρᾶσθαι τῶν ἀπειράστων οὐκ ἀσφαλὲς, εἰς ὄλεθρον ὅλου τοῦ ζώου τῆς κακῆς πείρας τελευτώσης. καὶ μὴν καὶ ἡ κρίσις, ὁ λόγος δ’ ἂν ἡ κρίσις εἴη, τῷ κρίνεσθαι παρ’ αὐτοῦ τὰ ποιητέα, χαλεπὸς καὶ δυσθήρατός ἐστιν ὅ γε ἀληθὴς, ὡς δηλοῖ καὶ τὸ πλῆθος τῶν κατὰ τὴν ἰατρικὴν τέχνην αἱρέσεων. οὐ γὰρ ἂν εἴπερ οἷόν τ’ ἦν ῥᾳδίως εὑρεθῆναι τὸ ἀληθὲς, εἰς τοσοῦτον ἧκον ἀντιλογίας ἀλλήλοις οἱ ζητήσαντες αὐτὸ, τοιοῦτοί τε καὶ τοσοῦτοι γενόμενοι. τοῖς δ’ ἐμπειρικοῖς οὐχ ὁ λόγος εἰρῆσθαι δοκεῖ κρίσις, ἀλλ’ ἡ τῶν διὰ τῆς πείρας εὑρισκομένων βοηθημάτων ἐπίκρισις. ὄντως γὰρ καὶ τοῦτο χαλεπὸν καὶ δυσθήρατον, ὅταν πολλῶν ἰαμάτων τῷ κάμνοντι γεγενημένων ἕν τι ἐξ αὐτῶν αἰτιᾶται τῆς ὠφελείας ἢ βλάβης. εἰ γὰρ οὕτως ἔτυχε κοιμηθέντος καλῶς αὐτοῦ καὶ καταιωνηθέντος ἐφεξῆς καὶ καταπλασθέντος ἐπὶ τούτῳ, κἄπειτα κλυσθέντος ἢ αὐτομάτως τῆς γαστρὸς ἐνδούσης, εἶτα καὶ τραφέντος τοιάσδε τινὰς τροφὰς, κἀπὶ  τούτοις ἅπασιν ὠφεληθέντος ἢ βλαβέντος οὐ ῥᾴδιον εἰπεῖν διὰ τί τῶν γεγενημένων συνέβη τὸν ἄῤῥωστον ὠφεληθῆναι ἢ βλαβῆναι. διὰ ταῦτ’ οὖν ἅπαντα ἡ κρίσις χαλεπή. συγκεφαλαιωσόμεθα γοῦν ἤδη τὸν λόγον. ἡ μὲν τέχνη μακρὰ γίνεται, ἑνὸς ἀνθρώπου παραμετρουμένη βίῳ. χρήσιμον δὲ τὸ καταλιπεῖν συγγράμματα καὶ μάλιστα τὰ σύντομά τε καὶ ἀφοριστικά· εἴς τε γὰρ αὐτὴν τὴν πρώτην μάθησιν καὶ εἰς τὴν ὧν ἔμαθέ τις ὠφεληθῆναι μνήμην καὶ εἰς τὴν ὧν ἐπελάθετό τις μετὰ ταῦτα ἀνάμνησιν ὁ τοιοῦτος τρόπος τῆς διδασκαλίας ἐπιτήδειος. ὁμολογεῖ δὲ τούτοις καὶ τὸ ἐπιφερόμενον. ὡς γὰρ ὑπὲρ τοῦ συγγράμματος αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ λεχθησομένων προοιμίου γεγονότος εἰκότως ἐπιφέρων ἐρεῖ· δεῖ δ’ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν. εἰ μέλλοι τις κρῖναι, φησὶ, ποτὲ τὰ κατὰ τὸ βιβλίον εἰς ὅσον ἀληθείας ἥκει, οὐ μόνον ἑαυτὸν παρεκτέον ἐστὶ, τὰ δέοντα ποιέοντα καὶ μηδὲν τῶν χρησίμων τῷ νοσοῦντι παραλείποντα, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον εὐπειθῆ τε ἅμα καὶ μηδὲν ἰδίᾳ χαριζόμενον ἡδονῇ πεφυκέναι, καὶ μέντοι καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους καὶ δὴ καὶ τὰ ἔξωθεν ἅπαντα συμπαρεσκευασμένα. καὶ γὰρ δι’ ἐκεῖνα πολλάκις ἤτοι τὴν πρόγνωσιν ἢ τὴν θεραπείαν ἢ ἄμφω συνέβη διακοπῆναι, τὰ δ’ ἔξωθέν ἐστι, τά τε κατὰ τὰς οἰκήσεις ἐπιτηδείους οὔσας ἢ καὶ ἐνοχλουμένας ἢ οὐκ ἐνοχλουμένας, καὶ ἔτι τὰ προσαγγελλόμενα καὶ πραττόμενα θυμὸν ἢ λύπην, ἤ τι τοιοῦτον ἕτερον ἐργαζόμενα τῷ νοσοῦντι καὶ προσέτι τὰ νύκτωρ αὐτῷ τὸν ὕπνον διακόπτοντα μυρία ἐπὶ μυρίοις ὄντα. εἰ οὖν, φησὶν, ἅπαντα ταῦτα καλῶς καὶ ἀμέμπτως ἔχει τῶν κατὰ τοῦτο τὸ βιβλίον αὐτῷ γεγραμμένων, οὐδὲν εὑρεθήσεται ψεῦδος.

Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν ἢν μὲν οἶα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὲ καὶ ἡ κενεαγγείη ἢν μὲν οἵην δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ τοὐναντίον. ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην καὶ ὥρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ.

Οὐ περὶ ποσότητος αὐτῷ τῶν κενουμένων ἐστὶν ὁ λόγος, ὥς τινες ᾠήθησαν, ἀλλὰ περὶ τῆς ποιότητος μόνης, ὡς δηλοῖ σαφῶς ἑκάτερον τῶν ὀνομάτων, τό τε οἷα καὶ τὸ οἵη. ἐπὶ μὲν γὰρ τῶν αὐτομάτως γινομένων κενώσεων προσεῖπεν ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἐπὶ δὲ τῶν ὑπὸ τοῦ ἰατροῦ, ἢν μὲν οἶα δεῖ γίγνεσθαι, γίγνηται. καίτοι δυνάμενος εἰπεῖν, ἢν μὲν ὅσα δεῖ καθαίρεσθαι καθαίρηται, καὶ πάλιν εἰ ἢν μὲν ὅσα δεῖ γίγνεσθαι γίγνηται. δηλοῦται δὲ τοῦτο καὶ διὰ τοῦ καθαίρεσθαι ῥήματος. οὐ γὰρ ἁπλῶς εἶπεν ἢν μὲν οἷα δεῖ κενοῦσθαι, ἀλλὰ ἢν μὲν οἷα δεῖ καθαίρεσθαι ἔφη. καθάρσις δέ ἐστιν ἡ τῶν λυπούντων κατὰ ποιότητα κένωσις. ἔν γε δὴ τούτοις ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν ἐξηγητῶν, οὐ συνιέντες οὔτε τῶν φωνῶν οὔτε τῆς γνώμης τἀνδρός. ἔτι δὲ μᾶλλον ἐπειδὰν τὸ τῆς κενεαγγείας ὄνομα τινὲς μὲν ἐπὶ τῆς ἀσιτίας, τινὲς δὲ ἐπὶ τῆς φλεβοτομίας ἀκούωσιν. ὁ γὰρ Ἱπποκράτης ἅπασαν κένωσιν ὀνομάζει κενεαγγείαν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κενὰ τὰ ἀγγεῖα συμβαίνει γίνεσθαι κατὰ πάσας τὰς κενώσεις. ὁ μὲν δὴ λόγος αὐτῷ νῦν ἐστι περὶ ποιότητος τῶν κενουμένων. ὥσπερ δὲ παρακελεύεται διὰ παντὸς ὅσα καλῶς ὑπὸ τῆς φύσεως γίγνεται ταῦτα μιμεῖσθαι τὸν ἰατρὸν, οὕτω καὶ νῦν ἐποίησε τῶν περὶ τῶν αὐτομάτων κενώσεων προτάξας λόγον, ἐν αἷς ὅταν μὲν οἷα δεῖ κενῶνται, τουτέστι τὰ λυποῦντα ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν. εἰ δὲ ἄλλων τινῶν ἡ κένωσις γένηται καὶ μὴ τῶν λυπούντων, τὸ ἐναντίον οὔτε συμφέρει καὶ δυσφοροῦσιν οἱ κάμνοντες. οὕτως οὖν εἰ καὶ ὑπὸ τοῦ ἰατροῦ κένωσίς τις ἐπιτηδεύοιτο, τῶν λυπούντων αὕτη γιγνέσθω, καθάπερ καὶ ἐν ἄλλοις παρακελεύεται τὸν λυποῦντα συμβουλεύων κενοῦν χυμὸν καὶ μὴ ἄλλον τινὰ πρὸ αὐτοῦ. φλέγματος μὲν οὖν πλεονάζοντος τοῦτο κενωτέον ἂν εἴη παντὶ τρόπῳ. χολῆς δὲ ξανθῆς εἴτε μελαίνης ἐνοχλούσης ἀφεκτέον μὲν τοῦ φλέγματος, τὴν λυποῦσαν δὲ χολὴν κενωτέον. οὕτω δὲ κᾂν αἱματικὸν ᾖ τὸ πλεονάζον, αἵματος τὸ ποιητέον τὴν κένωσιν καὶ δὴ καὶ εἰ ὀῤῥὸς αἵματος ἐκείνου. τεκμαίρεσθαι δὲ δεῖ τὸν πλεονάζοντα χυμὸν τῇ χρόᾳ, πλὴν εἴ τινες ὑποχωρήσαιεν εἰς τὸ βάθος τοῦ σώματος. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐοικὸς ἀνθέων ὁκόσων μὴ ἄμπωτίς ἐστιν. ἐπὶ τούτων οὖν μάλιστα τῶν ὑπονοστησάντων καὶ μὴ κεχυμένων ὁμαλῶς εἰς ὅλον τὸ σῶμα, προσεπιβλέπειν δεῖ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ· τουτέστιν ἐν αἷς προσῆκεν ἢ μὴ τοιοῦδέ τινος ἢ τοιοῦδε χυμοῦ ποιεῖσθαι τὴν κένωσιν. ἔχει μὲν γὰρ καὶ αὐτὸς ἕκαστος τῶν πλεοναζόντων ἐν τῷ σώματι χυμῶν ἴδια γνωρίσματα, περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐροῦμεν, οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν τελείαν διάγνωσιν ἐπιβλέπειν χρὴ καὶ τὴν ἐνεστῶσαν ὥραν τοῦ ἔτους καὶ τὸ χωρίον  ἐν ᾦ νοσοῦσιν οἱ κάμνοντες καὶ τὴν ἡλικίαν αὐτῶν καὶ τὴν ἰδέαν τῆς νόσου. ἔστω γὰρ, εἰ οὕτως ἔτυχε, χολῆς ξανθῆς ἐν τῷ σώματι πλεονεκτούσης γνωρίσματα, συνεπιβλέπειν αὐτῇ δεήσει καὶ εἰ ὥρα θερινὴ καὶ εἰ τὸ χωρίον θερμὸν καὶ εἰ ὁ κάμνων ἀκμάζων. οὕτω δὲ καὶ ἐπὶ τοῦ φλέγματος, εἰ χειμὼν εἴη, εἰ τὸ χωρίον ψυχρὸν, εἰ πρεσβύτης ὁ ἄνθρωπος· ἀλλὰ καὶ πρὸς τούτοις ἅπασιν, αὐτὸ τὸ εἶδος τῆς νόσου ἐπιβλεπτέον, οἶον ὅτι τριταῖος μὲν, εἰ οὕτως ἔτυχεν, ὑπὸ τῆς ξανθῆς χολῆς ἐπικρατούσης γίνεται, τεταρταῖος δ’ ὑπὸ τῆς μελαίνης, ἀμφημερινὸς δὲ ὑπὸ τοῦ φλέγματος, καὶ καρκίνος μὲν ὑπὸ τῆς μελαίνης χολῆς, ἐρυσίπελας δὲ ὑπὸ τῆς ξανθῆς, τῶν τ’ ἄλλων νοσημάτων ὡσαύτως ἕκαστον. ἐὰν γὰρ ταῦτα πάντα διορισώμεθα, βεβαιότερον ἐπὶ τὴν τοῦ λυποῦντος χυμοῦ κένωσιν ἀφιξόμεθα. πάντων οὖν ἀτοπώτατοι τῶν ἐξηγητῶν εἰσιν οἱ νομίζοντες τὸν λόγον αὐτῷ ὑπὲρ ἀσιτίας γίνεσθαι μόνης τῆς ἐν τοῖς πυρετοῖς. οὔτε γὰρ αὐτὸς ὠνόμασε πυρετοὺς ὅ τε λόγος ἐπὶ πάντων ἐστὶ καθόλου τῶν παρὰ φύσιν, ἐκδιδάσκων ἡμῶν σκοποὺς, οἶς προσέχοντας εὑρίσκειν προσήκει τὸ ποιὸν τῆς κενώσεως, οὐ τὸ ποσόν. ὁ γὰρ ἐφεξῆς ἀφορισμὸς ὑπὲρ τοῦ ποσοῦ διαλέγεται. κατὰ τίνα δὲ καιρὸν τοῦ νοσήματος ἐπιχειρεῖν δεῖ τῇ κενώσει καὶ τίνι τρόπῳ ποιητέον αὐτὴν ἐν ἄλλοις ἀφορισμοῖς ἑξῆς ἐρεῖ. ὅθεν οὐδ’ ἐμοὶ νῦν ἀναγκαῖόν ἐστι λέγειν περὶ αὐτῶν. οὕτω γὰρ ἂν οὐδὲν μὲν εἴην σοφώτερος διδάσκων, εἰς μῆκος δὲ λόγων οὐκ ἀναγκαῖον ἐκτείνων τὰ ὑπομνήματα.

Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν. οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται οὖν ἐπὶ τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λάβῃ τὸ σῶμα. μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσεις αἱ ἐς τὸ ἔσχατον ἄγουσαι σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί.

Τὸν μὲν πρὸ τούτου λόγον αὐτῷ περὶ ποιότητος εἶναι ἐδείξαμεν τῶν κενουμένων. ἐν τούτῳ δὲ καὶ τοῖς ἐφεξῆς περὶ ποσότητος βούλεται διδάσκειν καὶ ἄρχεταί γε παρὰ τῆς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως ἐν τῷδε τῷ νῦν ἡμῖν προκειμένῳ ἀφορισμῷ, ὁμοίως τῷ πρόσθεν ὑποθέμενός τι παράδειγμα καὶ πρὸς τοῦτο κατευθύνων τὸν λόγον, ὥσπερ ἔθος αὐτῷ. τὸ παράδειγμα δὲ αὐτῷ ἐστιν ἡ γυμναστικὴ εὐεξία. γυμναστικὴν δὲ εὐεξίαν ὀνομάζει τὴν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, κατὰ τὸν βίον ἅπαντα διατριβὴν ἐν γυμνασίοις, τοῦ καταβάλλειν ἑτέρους ἕνεκα, καθάπερ οἱ ἀθληταί. ἡ μὲν γὰρ ἁπλῶς εὐεξία λεγομένη ἣν καὶ τῶν ἀγροίκων ἔχουσι πολλοὶ, σκάπτοντες καὶ θερίζοντες καὶ ἄλλα ὅσα κατὰ τὸν βίον διαπονούμενοι οὐχ ἥκει μέχρι πληρώσεως ἀμέτρου. τῆς δὲ τῶν ἀθλητῶν εὐεξίας οὐ μικρὸν τοῦτό ἐστιν ἔγκλημα τὸ περιβάλλεσθαι πειρᾶσθαι μέγεθος ὄγκου κατὰ τὸ σῶμα καὶ δηλονότι καὶ πλῆθος χυμῶν. παρασκευαὶ γὰρ αὗται τῆς τοῦ παντός εἰσι σώματος θρέψεως καὶ οὐχ οἶά τε χωρὶς αὐτῶν ἑτοίμως παρεσκευασμένων εἰς ὄγκον ἀρθῆναι τοῦ δέοντος μείζονα τὰ σώματα, διὸ καὶ σφαλερὰν ἀναγκαῖον εἶναι τὴν τοιαύτην διάθεσιν. ὅταν γὰρ ὑπερπληρωθῇ τὰ ἀγγεῖα ποτῶν ἢ σιτίων, τοῦ διαῤῥαγῆναι κίνδυνος αὐτοῖς ἢ καταπνιγῆναι ἢ καὶ σβεσθῆναι τὸ ἔμφυτον αὐτὸ θερμὸν, καθάπερ καὶ ἀπώλοντό τινες ἐξαιφνίδιον ἤδη τῶν εἰς ἄκραν πλήρωσιν ἀφικομένων ἀθλητῶν. ἡ δ’ εἰς τὰ κατὰ φύσιν ἔργα χρήσιμος εὐεξία τοιοῦτον οὐδένα κίνδυνον ἐφεδρεύοντα κέκτηται, τὸ μηδ’ εἰς ἄκρον ἥκειν ποτὲ τῆς πληρώσεως, ὅθεν οὐδὲ λύειν αὐτὴν προσήκει, καθάπερ τὴν τῶν ἀθλητῶν, ὅταν εἰς ἄκρον ἥκῃ. ταύτην γὰρ χρὴ λύειν μὴ βραδέως, ἀλλὰ φθάνειν δηλονότι τὸν κίνδυνον. τὴν αἰτίαν δὲ αὐτὸς τοῦ χρῆναι λύειν αὐτὴν τοιαύτην ἔγραψεν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδ’ ἀτρεμέειν εἰπών· ἀεὶ γὰρ τῆς φύσεως τὴν πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν πρόσθεσιν καὶ τὴν πρόσφυσιν καὶ τὴν ἐξομοίωσιν ἐργαζομένης, ὅταν μήτε προσθεῖναί τι τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐγχωρεῖ μήθ’ αἱ φλέβες ἔτι χώραν ἔχωσιν ὑποδέχεσθαι τὴν ἀναδιδομένην τροφὴν, ἀνάγκη κίνδυνον καταλαβεῖν ἢ ῥήξεως ἀγγείου τινὸς ἢ ἐξαιφνιδίου θανάτου. ἵνα οὖν ἔχῃ χώραν αὖθις ἀνατρέφεσθαι τὸ σῶμα, λύειν χρὴ μὴ βραδέως τὴν εὐεξίαν. ἡ λύσις δ’ αὐτῆς κένωσίς ἐστι δηλονότι καὶ χρὴ ταύτην οὐδ’ αὐτὴν ἀμέτρως ποιεῖσθαι. καὶ γὰρ καὶ τοῦτο σφαλερὸν, οὐχ ἦττον ἀμέτρου πληρώσεως. σκοπὸς δὲ τοῦ ποσοῦ τῆς κενώσεως οὐ τὸ πλεονάζον μόνον, ἀλλὰ καὶ ἡ φύσις ἂν εἴη, τουτέστιν ἡ δύναμις τοῦ κενουμένου ἀνθρώπου. ἄλλοι γὰρ ἄλλως εἰώθασι φέρειν μᾶλλον τὰς κενώσεις. ταῦτα μὲν οὖν αὐτῷ περὶ τῆς ἀθλητικῆς εὐεξίας εἴρηται καὶ αὐτὰ μὲν καθ’ ἑαυτὰ χρήσιμα τοῖς βουλομένοις τὴν ἐπιτήδευσιν  ἐκείνην μετέρχεσθαι καὶ τοῖς ἰατροῖς δὲ ὡς παράδειγμα τοῦ λόγου τοῦ μέλλοντος λεχθήσεσθαι. φησὶ γὰρ, ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ καὶ πάλιν αἱ ἀναλήψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, τοιοῦτόν τι βουλόμενος ἐνδείξασθαι καθ’ ὅλον τὸν λόγον, ὡς ὅτι οὔτε κενοῦν οὔτε πληροῦν ὑπερβαλλόντως προσήκει. μάθοιμεν δ’ ἂν τοῦτο μάλιστα παρὰ τῆς ἀθλητικῆς εὐεξίας, ἧς καίτοι τἄλλα κεκτημένης οὐ μεμπτά. καὶ γὰρ καὶ εὔχυμοι καὶ ἰσχυροὶ ταῖς δυνάμεσίν εἰσιν οἱ γυμναστικοὶ, ὅμως τοῦτό γε αὐτὸ μέγιστόν ἐστιν αὐτοῖς κακὸν, τὸ εἰς ἄκρον ἥκειν πληρώσεως. διὸ καὶ λύεσθαι δεῖται συντόμως, ὥσπερ αὖ πάλιν οὐδ’ εἰς ἔσχατον ἄγειν χρὴ κενώσεως τοὺς τοιούτους· οὕτως οὐδὲ τοὺς ἄλλης δεομένους ἡστινοσοῦν κενώσεως ὑπερκενοῦν προσήκει. καθόλου γὰρ εἰπεῖν ἐν πάσῃ κενώσει στοχάζεσθαι προσήκει τῆς δυνάμεως καὶ μέχρις ἂν ἀντέχῃ καὶ μὴ κάμνῃ, πειρᾶσθαι τὸ περιττὸν ἀπάγειν, καταλυομένης δὲ, κἂν ἔτι λείπηταί τι τῶν περιττῶν, φυλάττεσθαι χρὴ τὴν κένωσιν. τὸ δὲ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, εἰ μὲν ἀνταποδώσειν μέλλοι τις τῷ παραδείγματι τὸν λόγον, ὡς μὴ γενέσθαι κολοβὸν, ἐπὶ τῆς ἐσχάτης πληρώσεως εἰρῆσθαι δόξει, παραινοῦντος αὐτὴν φυλάττεσθαι καὶ μὴ μέχρι τοσοῦτον τὰς ἀναθρέψεις ποιεῖσθαι τῶν σωμάτων, μέχρις ἂν εἰς τὸ ἔσχατον ἀφίξωνται τῆς πληρώσεως. εἰ δὲ τῷ τῆς λέξεως σχήματι προσέχοις τὸν νοῦν, ὥσπερ ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον περὶ τοῦ αὐτοῦ πράγματος, δὶς αὐτὸν ἐπινοήσειε λέγειν ἑτέρως καὶ ἑτέρως. ὅταν μὲν οὖν εἴπῃ, ὡσαύτως καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ, κατ’ αὐτὸ τοῦτο μόνον φεύγειν κελεύοντα τὰς ἀμέτρους κενώσεις, ὅτι καὶ αἱ ἀναθρέψεις αἱ ἀπ’ αὐτῶν οὐκ ἀσφαλεῖς εἰσιν, ὡς ἂν ἀσθενοῦς γεγενημένης τῆς φύσεως καὶ μήτε πέπτειν ἱκανῶς μήτ’ ἀναδιδόναι μήτ’ ἐξομοιοῦν δυναμένης, παραλελείψεται δὴ φανερῶς, ἐὰν οὕτω τις δέξηται, θάτερον αὐτῷ μέρος τῆς διδασκαλίας, τὸ περὶ τῆς ἄκρας πληρώσεως, καὶ μάτην ἔσται τῆς γυμναστικῆς εὐεξίας μεμνημένος. καὶ μὲν δὴ καὶ αὐτὸ τοῦτο τὸ προκείμενον ὄνομα κατὰ τὴν λέξιν, τὸ πάλιν, ἐνδείκνυσθαί μοι δοκεῖ τὴν εἰρημένην γνώμην, εἰπόντος αὐτοῦ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί. ὥσπερ γὰρ ὑπὲρ ἄλλου πράγματος τὸν λόγον ποιούμενος οὕτως ἐμνημόνευσε τὸ καὶ πάλιν.

Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται χαλεπαί. καὶ γὰρ αἱ πληρώσιες αἱ ἐς τὸ ἔσχατον ἀφιγμέναι χαλεπαί.

Ἐν τῷ πρόσθεν ἀφορισμῷ περὶ πάσης καθόλου διαλεχθεὶς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως, ἐν τούτῳ περὶ τῆς τῶν νοσούντων διαίτης διεξέρχεται, κελεύων ἡμᾶς ἐν μὲν τοῖς μακροῖς ἀεὶ πάθεσι φυλάττεσθαι τὰς λεπτὰς διαίτας, ἐν δὲ τοῖς ὀξέσιν οὐκ ἀεί. φαίνεται γὰρ τὰ πλεῖστα τούτων λεπτῆς διαίτης δεόμενα, ἔνια δὲ αὐτῶν καὶ τῆς ἐσχάτης λεπτῆς. εἴη δ’ ἂν ἐσχάτως μὲν λεπτὴ δίαιτα ἡ δι’ ἀσιτίας μόνης ἢ μελικράτου μέχρι κρίσεως προϊοῦσα. λεπτὴ δὲ δι’ ὀλίγων ἐδεσμάτων ἢ δι’ ὀλιγοτρόφων, οἷόν περ καὶ ὁ τῆς πτισάνης ἐστὶ χυλός. ὅρος δ’ αὐτῆς ἡ τῆς δυνάμεώς ἐστι καθαίρεσις, ἧσπερ ἕνεκα καὶ τρέφομεν. ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ἀεὶ χρὴ τὴν ῥώμην τῆς δυνάμεως φυλάττειν ἢ παραύξειν ταῖς τροφαῖς, οὐ καθαιρεῖν. καὶ εἴη ἂν ἡ μὲν παραύξουσα τροφὴ ἁδρὰ, ἡ δὲ φυλάττουσα σύμμετρος, ἡ δὲ καθαιροῦσα λεπτή. ταύτην μὲν οὖν φεύγειν χρὴ ἀεί. τῶν δ’ ἄλλων ὁποτέρας ἂν δέηται τὰ παρόντα, χρῆσθαι ταύτῃ. ἐπὶ δὲ τῶν νοσούντων σπάνιον μὲν ἐνίοτε τὴν δύναμιν ἰσχυροτέραν ἧς παρελάβομεν ἐργάζεσθαι, σπεύδομεν δὲ ὡς τὰ πολλὰ, φυλάττειν μὲν ἐν τοῖς χρονίοις μετρίως δὲ καθαιρουμένην διασώζειν ἐν τοῖς ὀξέσιν. εἰ γὰρ ἤτοι φυλάττειν αὐτὴν οἵαν παρελάβομεν ἐν τούτοις ἢ προσαύξειν ἀεὶ σπεύδομεν, αὐξήσομεν τὴν νόσον. τίνα δ’ ἐστὶν ὀξέα νοσήματα, τὰ δεόμενα τῆς ἐσχάτως λεπτοτάτης διαίτης καὶ τίνα λεπτοτάτης μὲν, οὐ μὴν ἐσχάτως, καὶ τίνα τὰ λεπτῆς, ἐπὶ πλέον μὲν ἐν τῷ περὶ διαίτης ὀξέων, ὃ καὶ περὶ πτισάνης ἐπιγράφουσί τινες, ὁ Ἱπποκράτης ἐδίδαξε· καὶ ἡμεῖς δὲ ἐν ταῖς εἰς ἐκεῖνο τὸ βιβλίον ἐξηγήσεσι τὸν ἅπαντα λόγον ἐξειργασάμεθα. νυνὶ δὲ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐφ’ ὧν μὲν ἂν νοσημάτων ἡ ἀκμὴ καὶ ἡ κρίσις ἐν τῇ πρώτῃ μέλλῃ γενέσθαι τετράδι, τῆς δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης ἐπὶ ἀσιτίας παντελοῦς τούτους φυλάξομεν, ὅπερ ἐστὶν ἐσχάτως λεπτοτάτης διαίτης. ἐφ’ ὧν δὲ μὴ ἐξώτερον τῆς πρώτης ἑβδομάδος, ἰσχυρᾶς οὔσης τῆς δυνάμεως, ἀρκέσει μελικράτῳ μόνῳ χρήσασθαι. λεπτοτάτη δ’ ἂν εἴη καὶ αὕτη μόνη δίαιτα, οὐ μὴν ἐσχάτως γε· μὴ θαῤῥοῦντες δὲ τῇ δυνάμει, πτισάνης χυλῷ χρησόμεθα, λεπτὴ δ’ ἂν εἰκότως ἡ τοιαύτη δίαιτα καλοῖτο, καθάπερ ἡ διὰ τῆς κριθώδους πτισάνης. οὐκέτι μὲν ἀκριβῶς λεπτὴ πλὴν εἰ μὴ  παντελῶς ὀλίγη λαμβάνοιτο, οὐ μὴν ἤδη γε καὶ ἁδρὰ, ὥσπερ ἡ διὰ ὠῶν καὶ χόνδρου καὶ ἰχθύων καὶ ὅσα τοιαῦτα. τὸ τοίνυν οὗ μὴ ἐπιδέχεται, προσκείμενον ἐν τῷ περὶ τῶν ὀξέων λόγῳ, διὰ τὰ κατοξέα λέγεται, περὶ τούτων γὰρ αὐτὸς ἐρεῖ. ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.

Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται μέγα γίνεται μᾶλλον ἢ ἐν τῇσιν, ἐν ᾗσι λεπτῇσι ὀλίγον ἁδροτέρῃσι διαίτῃσι, διὰ τοῦτο καὶ τοῖσιν ὑγιαίνουσιν σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται σφαλεραὶ ἐς τὰ πλεῖστα, τῶν σμικρῶν ἁδροτέρων.

Διχῶς γράφεται δὲ καὶ ἑτέρως ἡ ἀρχὴ τοῦδε τοῦ ἀφορισμοῦ κατὰ τόνδε τὸν τρόπον· ἐν τῇσι λεπτῇσι διαίτῃσι τὰ πολλὰ ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. καί τισιν ἀρέσκει μᾶλλον ἥδε τῆς ἑτέρας ἡγουμένοις τοῦτο βούλεσθαι λέγειν τὸν Ἱπποκράτην, ὡς ἄρα ἐν ταῖς λεπταῖς διαίταις ἁμαρτάνοντες οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται. τρέφεσθαι γὰρ ἀναγκάζονται λάθρα τῶν ἰατρῶν δι’ αὐτὸ τοῦτο, διότι λεπτῶς ὑπ’ αὐτῶν διαιτῶνται, κᾀντεῦθεν μειζόνως βλάπτονται ἢ εἰ μὴ διῃτῶντο λεπτῶς. ἔτι δὲ ἁμαρτάνουσι δῆλον ὅτι καὶ ἐπ’ ἀσθενεῖ τῇ δυνάμει, ὡς ἂν ἐν ταῖς ἐνδείαις προκεκμηκυίᾳ. ἀμείνων δὲ ἡ προτέρα γραφή. περιλαμβάνει γὰρ καὶ ταύτην καὶ γενικώτερον ποιεῖται τὸν λόγον, ὑπὲρ ἁπάσης ἁμαρτίας ἐκδιδάσκουσα τῆς ἀκουσίως τε καὶ ἑκουσίως συμπιπτούσης τοῖς νοσοῦσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ὅ τι ἂν ἁμάρτημα συμπέση τοῖς λεπτῶς οὕτω διαιτωμένοις, σφαλερώτερον τοῦτο καθίσταται παρόσον ἥ τε δύναμις ἄῤῥωστος ὑπὸ τῆς τοιαύτης διαίτης γέγονεν ἥ τ’ ἐπ’ αὐτὴν μετάβασις ἀήθης. μαρτυρεῖ δὲ τῇ προειρημένῃ γραφῇ καὶ τὰ περὶ τῶν ὑγιαινόντων εἰρημένα. σφαλερὰς γὰρ ἐπ’ αὐτῶν ἔφη τὰς λεπτὰς διαίτας ὑπάρχειν, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν, οὐχ ὅτι διὰ τὸ λεπτὸν τῆς διαίτης ἁμαρτάνειν ἀναγκάζονται. τὰ δ’ ἐφεξῆς τοῦ ἀφορισμοῦ σαφῆ.

Ἐς δὲ τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην κράτισται

Ἔσχατα νοσήματα κέκληκεν ὁ Ἱπποκράτης τὰ μέγιστα, μεθ’ ἃ οὐκ ἔστιν ἄλλα. καὶ τοίνυν κελεύει τὴν θεραπείαν ὅλην ἐπ’ αὐτῶν ἀκριβεστάτην εἶναι καὶ δηλονότι καὶ τὴν δίαιταν λεπτοτάτην. εἴη δ’ ἂν πάντως ταῦτα κατόξεα καὶ διὰ τοῦτο ἐπιφέρων τὸν ἑξῆς ἀφορισμὸν ἐρεῖ·

Ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ χρέεσθαι ἀναγκαῖον, ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρων διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ᾖ.

Ὥσπερ ἔσχατα νοσήματα τὰ μέγιστα προσηγόρευσεν, οὕτω καὶ νῦν ἐσχάτους πόνους τοὺς μεγίστους καλεῖ, πόνους δὲ ἤτοι τοὺς παροξυσμοὺς, ἢ ἁπλῶς ἅπαντα τὰ συμπτώματα. καὶ γὰρ τοὺς παροξυσμοὺς καὶ πάνθ’ ἁπλῶς τὰ συμπτώματα μέγιστα κέκτηται τὸ κάτοξυ νόσημα καὶ τὰς πρώτας ἡμέρας εὐθὺς τῆς νόσου. συνεμπίπτει γὰρ αὐταῖς ἡ ἀκμὴ οὐδὲν ἄλλο οὖσα ἢ τὸ μέγιστον τοῦ νοσήματος, ὡς ἐν συμπτώμασι. καὶ δὴ καὶ κάτοξυ νόσημα τοῦτο ἂν εἴη, τὸ αὐτίκα ἀκμάζον. αὐτίκα δ’ ἀκουστέον περὶ τὴν πρώτην τετράδα ἢ μικρὸν ταύτης ἐξώτερον. προσήκει δὴ διὰ τοῦτο διαιτᾷν ἐσχάτως λεπτῶς, εἴπερ γε χρὴ ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων λεπτότατα διαιτᾷν, ὡς ἔν τε τῷ περὶ διαίτης ὀξέων ἐδίδαξεν καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἡ δ’ ἀκμὴ τοῦ κατόξεος νοσήματος εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἐστίν. ὅτι δ’ εὔλογον ἐν ταῖς ἀκμαῖς λεπτοτάτως διαιτᾷν, ἐπὶ πλέον μὲν ἐν ἑτέροις ἡμῖν δέδεικται. ἀρκέσει δὲ τό γε νῦν τοσοῦτον εἰπεῖν, ὡς εἴ γε διὰ τὰς φλεγμονὰς ἢ τοὺς πυρετοὺς τοὺς ἀχωρίστους τῶν ὀξέων νοσημάτων, δέδιέ τις διδόναι τροφὰς ἀξιολόγους, ἐν ταῖς ἀκμαῖς τοῦτο μᾶλλον ποιεῖν εὐλαβηθήσεται. μέγισται γὰρ δὴ αἱ φλεγμασίαι τηνικαῦτά εἰσιν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἔλεγε φλεγμασίας. εἴτ’ οὖν τὰς ἰδίως ὀνομαζομένας φλεγμονὰς ἐθέλοι τις ἀκούειν εἴτε συμπεριλαμβάνειν αὐταῖς καὶ τοὺς πυρετοὺς κατὰ τὸ παλαιὸν ἔθος τῆς λέξεως, ἔτι τε πρὸς τούτοις ἄμεινον ἐπιτρέψαι τῇ φύσει, σχολάζειν τῇ πέψει τῆς νόσου κατὰ τὰς ἀκμὰς καὶ μὴ περιέλκειν αὐτὴν εἰς τὴν τῶν ἄρτι ληφθέντων σιτίων κατεργασίαν. διὰ ταῦτα μὲν δὴ κατὰ τὰς ἀκμὰς διαιτᾷν χρὴ λεπτότατα. ἐπεὶ δὲ τοῦτο ὑπόκειται, τοὐντεῦθεν ἤδη τοῖς μὲν ἄλλοις νοσήμασιν, ὅσα τὴν ἀκμὴν ἐς ὕστερον ἀπολήψεσθαι μέλλει τὴν ἐσχάτως λεπτοτάτην δίαιταν, οὐχ οἷόν τε προσάγειν εὐθὺς ἀπ’ ἀρχῆς. φθάσει γὰρ οὕτως ἀποθανεῖν ὁ ἄνθρωπος,  πρὶν εἰς τὴν ἀκμὴν ἀφικέσθαι. ἐν οἷς δ’ ἂν αὐτίκα ἡ ἀκμὴ, τουτέστι κατὰ τὴν πρώτην τετράδα μέλλει γίνεσθαι, δυνατὸν ἐν τούτοις τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ χρῆσθαι, φερούσης τῆς δυνάμεως καὶ ἀσιτίαν παντελῆ καὶ μελικράτου μόνου προσφορὰν καὶ χυλὸν πτισάνης ὀλίγον παντελῶς. τοιαύτη μὲν οὖν τις ἡ λεπτοτάτη δίαιτα. ἡ δὲ ταύτης ἧσσον λεπτὴ, ἣν καὶ ἁδροτέραν ὠνόμασε, τῶν ἐξ ὑστέρου μελλόντων ἀπολήψεσθαι τὴν ἀκμὴν νοσημάτων ἐστὶν, ἐφ’ ὧν τοσοῦτον ὑποκαταβαίνειν τοῦ λεπτοῦ τῆς διαίτης κελεύει, ὅσον καὶ ἡ νοῦσος ἀπολείπεται τῶν ἐσχάτων, τουτέστι τῆς ἀκμῆς. ἐγγὺς μὲν γὰρ οὔσης τῆς ἀκμῆς ὀλίγον ἁδρότερον διαιτήσομεν, ἐξωτέρω δὲ αὐτῆς πλέον ἁδρότερον. καὶ ὅσῳ ἂν ποῤῥώτερον μᾶλλον τὴν ἀκμὴν ἔσεσθαι προσδοκήσωμεν, τοσούτῳ καὶ τὸ τῆς διαίτης ὑπαλλάξομεν σχῆμα.

Ὁκόταν δὲ ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.

Μόριόν ἐστιν αὐτῷ καὶ οὗτος ὁ λόγος τῆς διαιτητικῆς τέχνης, ὑπ’ ἐνίων μὲν ἰδίᾳ γραφόμενος ἐν τῇ νῦν εἰρημένῃ λέξει, προστιθέμενος δ’ ὑφ’ ἑτέρων τῷ πρόσθεν ἀφορισμῷ, καθότι προγέγραπται. διδάσκει δὲ ἡμᾶς, ὅπως ἂν ᾖ γεγραμμένος ἕν τε καὶ ταὐτὸν θεώρημα κελεύοντος τοῦ παλαιοῦ τῷ λεπτοτάτῳ τῆς διαίτης ἐν τῷ τῆς ἀκμῆς χρῆσθαι καιρῷ, διά τε τὸ μέγεθος δηλονότι τῶν συμπτωμάτων καὶ τὴν πέψιν τοῦ νοσήματος. οὐ γὰρ χρὴ περιέλκειν τὴν φύσιν εἰς ἑτέραν πέψιν πρόσφατον ἐγκειμένην ἰσχυρῶς τῇ πέψει τῶν νοσοποιῶν χυμῶν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ μέλλουσάν γε ὅσον οὔπω κρατήσειν αὐτῶν. οὕτω γὰρ ἡμῖν ἐπιδέδεικται κἀν τῇ περὶ κρίσεων πραγματείᾳ κατ’ ἐκεῖνα δηλονότι τὰ νοσήματα τοῦ λόγου παντὸς ἀνυομένου, ἐφ’ ὧν ὅλως ἐγχειροῦμεν διαίτῃ τε καὶ θεραπείᾳ. ταῦτα δ’ ἐστὶν ἐν οἷς τὴν ἀκμὴν ἐκδέχεται παρακμὴ, ὡς ἐφ’ ὧν γε θάνατος ἀκμαζόντων ἀκολουθεῖ, τῷ προγνωστικῷ μέρει τῆς τέχνης προσχρώμεθα μόνῳ, προλέγοντες τὸ γενησόμενον, ὅπως ἀναίτιοι τῶν ἀποβησομένων εἴημεν. αὕτη μὲν οὖν σοι μία περὶ τῶν καιρῶν τοῦ νοσήματος ἔνδειξις εἰς τὸ τῆς διαίτης εἶδος· ἑτέρα δ’ ἀπὸ τῆς δυνάμεως ἣν κατὰ τὸν ἑξῆς ἀφορισμὸν διδάσκει.

Συντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται.

Ἐπειδὴ κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν τοσοῦτον ὑποκαταβαίνειν ἐκέλευσε τῆς ἐσχάτως λεγομένης λεπτῆς διαίτης, ὁπόσον ἂν χρόνον ἡ νόσος μαλακωτέρα τῆς ἀκμῆς ᾖ, νῦν ἐνταῦθα προστίθησιν ἕτερον σκοπὸν εἰς ἀκριβείαν τοῦ τὸ ποσὸν λαβεῖν τῆς ὑποκαταβάσεως. ἔστι δὲ ὁ σκοπὸς οὗτος ἡ δύναμις, ἧς ἕνεκα καὶ τρέφειν ἐστίν. οὐ γὰρ δὴ τοῦ νοσήματος αὐτοῦ χάριν. ὅταν μὲν γὰρ οὕτως ἔχει ῥώμης ὡς ἐλπίζειν ἡμᾶς ἐξαρκέσαι τῷ μεταξὺ χρόνῳ παντὶ μέχρι τῆς ἀκμῆς, ἐπὶ τῷ τοιῷδε σχήματι τῆς διαίτης ἔχοιμεν ἂν ἤδη τὸ ποσὸν ἀκριβῶς. ἄν δ’ ἀσθενεστέρα φαίνηται, προσθετέον τι τῇ διαίτῃ καὶ ἁδρότερον διαιτητέον εἰς τοσοῦτον εἰς ὅσον ἂν ἡ τῆς δυνάμεως ἀσθένεια κελεύῃ. διὰ τοῦτο γοῦν ποτε καὶ κατ’ αὐτὴν τὴν ἀκμὴν ἐπιγενόμενον συμπτώματος ἐκλυτικοῦ τῆς δυνάμεως ἀναγκαζόμεθα τρέφειν. μέρος δ’ ἂν εἴη καὶ οὗτος ὁ λόγος τοῦ περὶ διαίτης παντὸς καὶ εἴ τις ἕνα τὸν σύμπαντα τοῦτόν τε καὶ τὸν προειρημένον καὶ τὸν ἐφεξῆς μέλλοντα ῥηθήσεσθαι ποιήσειεν, οὐχ ἁμαρτήσεται. ἐγὼ δ’ εἰς μόρια τέμνων ἐξηγοῦμαι εἰς ὅσον δύναμαι σαφηνείας ἕνεκα.

Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν. ὁκόσοισι δὲ ὕστερον ἡ ἀκμὴ ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου σμικρὸν ἀφαιρετέον. ἔμπροσθεν δὲ πιωτέρως διαιτᾷν ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.

Καὶ οὗτος ὁ λόγος τῆς αὐτῆς ἔχεται γνώμης. εἴρηται δὲ καθολικώτερον τοῦ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ κατοξέων τῶν νοσημάτων ἔλεγεν, ὡς αὐτίκα τῇ λεπτοτάτῃ διαίτῃ χρηστέον ἐπ’ αὐτῶν. ἐν ταύτῃ δὲ ἁπλῶς ἀποφαίνεται περὶ πάντων τῶν νοσημάτων, ὧν αὐτίκα ἡ ἀκμὴ, τουτέστιν οὐ μετὰ πολὺ τῆς πρώτης εἰσβολῆς, ταύτῃ κελεύων λεπτῶς διαιτᾷν. τὰ δ’ ἐφεξῆς δῆλα τῆς αὐτῆς ἐχόμενα γνώμης.

Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή. τὸ προστιθέναι  γὰρ βλάπτει. καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.

Τὸ μὲν τῆς ὅλης διαίτης εἶδος ἐν ἑκάστῳ τῶν νοσημάτων ἀπὸ δυοῖν σκοποῖν ἐκέλευσεν ἡμᾶς λαμβάνειν, ἔκ τε τῆς μελλούσης τοῦ ὅλου νοσήματος ἀκμῆς καὶ τῆς τοῦ κάμνοντος δυνάμεως. ὡς δ’ ἄν τις καὶ τὰς κατὰ μέρος προσφορὰς ποιοῖτο προσηκόντως ἐν τῷδε λόγῳ διδάσκει, τοὺς παροξυσμοὺς ἀξιῶν φυλάττεσθαι. σαφέστερον δὲ αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων εἶπεν, ὡς ἂν μήτ’ ὄντων ἤδη μήτε ὅσον οὔπω μελλόντων ἔσεσθαι τῶν παροξυσμῶν διδῶμεν τροφὰς, ἀλλὰ δηλονότι δεῖ διδόναι παρακμαζόντων τε καὶ παυομένων.

Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἀνταποδόσιες ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου, βραχὺν, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ.

Εἰ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ περὶ διαίτης ἀναμνησθείημεν, ἐναργεστέρα ἡμῖν ἡ χρεία φανεῖται νῦν τῶν λεγομένων. τὰ δὲ προειρημένα ταῦτά ἐστιν. τὸ μὲν τῆς ὅλης διαίτης σχῆμα πρὸς δύο σκοποὺς ἀποβλέπων ἐποιεῖτο, τήν τε δύναμιν τοῦ κάμνοντος καὶ τὴν κατάστασιν τοῦ νοσήματος. τὸ γὰρ εἴτε κάτοξυ εἴτε ὀξὺ εἴτε χρόνιον ἔσοιτο τὸ νόσημα καὶ ὁπηνίκα μάλιστα τὴν ἀκμὴν ἀπολήψοιτο, τὴν κατάστασίν ἐστι τοῦ νοσήματος σκοπεῖν. τὰς δὲ κατὰ μέρος προσφαρὰς τῶν σιτίων τοῖς κατὰ μέρος παροξυσμοῖς ἐτεκμαίρετο. τριῶν οὖν ὄντων σκοπῶν εἰς τὸ τελέως καὶ ἀνελλιπῶς διαιτᾷν, πρώτου μὲν τῆς δυνάμεως τοῦ κάμνοντος, δευτέρου δὲ τῆς καταστάσεως τοῦ νοσήματος, ἐπ’ αὐτοῖς δὲ τρίτου τῶν κατὰ μέρος παροξυσμῶν, τὴν μὲν δύναμιν οἷόν τέ ἐστιν εὐθὺς εἰσελθόντα διαγινώσκειν, ἀπὸ τῶν σφυγμῶν δηλονότι καὶ τῶν ἄλλων, ἅπερ αὐτὸς ἐν τῷ προγνωστικῷ διῆλθεν. ὅθεν οὐδὲ ἀδύνατον ἔφησέ τις εἶναι διαγνῶναι μέγεθος δυνάμεως. ἀλλ’ εἰ καὶ μὴ δυνατὸν ἀκριβῶς αὐτῆς ἐξευρεῖν τὸ ποσὸν, τῷ τεχνικῷ γοῦν στοχασμῷ πλησίον ἀφικνεῖσθαι συγχωροῦσιν ἅπαντες. τὴν δὲ τοῦ νοσήματος κατάστασιν ὁποία τις ἔσται καὶ τοὺς κατὰ μέρος παροξυσμοὺς πολλοῖς τῶν ἰατρῶν ἀδύνατον ἔδοξε διαγνῶναι, οὐ μὴν Ἱπποκράτει γε. ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν ἄλλων, πολλάκις μὲν ἀκριβῶς καὶ ὡς ἂν εἴπῃ τις ἐπιστημονικῶς, πολλάκις δὲ στοχαστικῶς μὲν, ἀλλ’ οὐκ ἀτέχνως, οὐδὲ πόῤῥῳ τῆς ἀληθείας, ἀλλ’ ἐγγὺς καὶ πλησίον ἀφιξόμεθα, τήν τε μέλλουσαν ἀκμὴν προγινώσκοντες καὶ τὰς ἀνταποδόσεις τῶν παροξυσμῶν. ἐπὶ πλέον μὲν οὖν αὐτὰ διά τε τοῦ προγνωστικοῦ καὶ διὰ τῶν ἐπιδημιῶν ἐκδιδάσκει καὶ ἡμεῖς κατὰ τὴν γνώμην τοῦ παλαιοῦ μετὰ τῆς προσηκούσης ἐξηγήσεως τὰς ῥήσεις αὐτοῦ παρεθέμεθα κατὰ τὸ πρῶτον περὶ κρίσεων, δεικνύντες ὅπως ἄν τις μάλιστα δύναιτο προγινώσκειν τὴν μέλλουσαν ἀκμήν. νυνὶ δὲ διὰ κεφαλαίων αὐτοῦ τῷ Ἱπποκράτει λέλεκται τὸ πᾶν, ἡμεῖς τε καθόσον οἷόν τε διὰ συντόμων αὐτὰ σαφηνιοῦμεν. οἷς δὲ φροντὶς ἐπιμελῶς ἐκμαθεῖν ἅπασαν τὴν περὶ ταῦτα μάθησιν, ἐπὶ τὸ περὶ κρίσεων ὑφ’ ἡμῶν γεγραμμένον πορευέσθωσαν. αὗταί τε αἱ νόσοι καὶ τὰς τῶν παροξυσμῶν ἀναλογίας δηλώσουσι καὶ τὰς ἑαυτῶν δὲ καταστάσεις οὐδὲν ἧττον. οἷον ἐν μὲν τοῖς διαλείπουσιν, ὅτι ὁ μὲν τριταῖος ταχυκρίσιμος, ὁ δ’ ἀμφημερινὸς ὅτι χρόνιος, ὁ δὲ τεταρταῖος ἔτι καὶ τοῦδε χρονιώτερος. ἐν δὲ τοῖς συνεχέσιν οἱ μὲν καυσώδεις ὀξεῖς, οἱ δὲ τυφώδεις χρονιώτεροι, μέσοι δ’ ἀμφοῖν οἱ ἡμιτριταῖοι. ὡς δ’ ἄν τις καὶ τούτους ἅπαντας τοὺς πυρετοὺς εὐθὺς εἰσβάλλοντας γνωρίζοι, διὰ τοῦ δευτέρου τῶν περὶ κρίσεων ἐπὶ πλεῖστον εἴρηται. οὐκοῦν χρὴ μεταφέρειν εἰς τόνδε τὸν λόγον, ὅσα καλῶς ἐν ἄλλοις φθάνει ἤδη λελέχθαι, οὐδὲ πολλάκις ἐν πολλαῖς περὶ τῶν αὐτῶν πειρᾶσθαι λέγειν, ἀλλ’ ἀναμνῆσαι χρὴ μόνον, ὡς εἴπερ οἷόν τ’ ἐστὶν ἐν ἀρχῇ γνωρίσαι τριταῖον εἰσβάλλοντα εὐθὺς πυρετὸν, ἔστι λαβεῖν ἀπ’ αὐτοῦ ὅτι τε ταχυκρίσιμος ὅτι τε διὰ τρίτης οἱ παροξυσμοὶ, καὶ τοῦτ’ ἔστι τὸ λεγόμενον ὑφ’ Ἱπποκράτους· τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι. τεταρταίων γοῦν πυρετῶν ἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἡμεῖς γνωρίσαντες πολλάκις οὐδὲν ἔτι τῆς ἀνταποδόσεως δεηθέντες ἐξ ἀρχῆς κατεστησάμεθα τὸ τῆς διαίτης εἶδος, ὡς πρὸς νόσημα μετὰ πάμπολυν χρόνον ἤρχετο μέλλον λαβεῖν τὴν ἀκμήν. οὕτω δὲ καὶ ἀμφημερινῶν καὶ τριταίων ἑκατέρων κατὰ τὴν οἰκείαν προθεσμίαν τῆς ἐσομένης ἀκμῆς. ὥσπερ δὲ ἐπὶ τῶν πυρετῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων. πλευρῖτις μὲν γὰρ καὶ περιπνευμονία καὶ φρενῖτις ὀξέα νοσήματα. συνάγχη δὲ καὶ κυνάγχη καὶ χολέρα καὶ τέτανος κατόξεα.  ὕδερος δὲ καὶ μελαγχολία καὶ ἐμπύημα καὶ φθόη χρόνια. καὶ οἱ παροξυσμοὶ δὲ πλευρίτιδι μὲν καὶ φρενίτιδι διὰ τρίτης ὡς τὰ πολλὰ, τοῖς δὲ κατὰ γαστέρα καὶ καθ’ ἧπαρ ἐμπυήμασί τε καὶ φθίσεσι καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλλον εἰς νύκτα. τοῖς δ’ ἀπὸ σπληνὸς καὶ ὅλως μελαγχολικοῖς διὰ τετάρτης. τὸ δὲ καὶ ὧραι τοῦ ἔτεος ἐφεξῆς εἰρημένων αὐτῷ πρὸς τὰ εἰρημένα τὴν ἀναφορὰν ἔχει. καὶ γὰρ τὴν κατάστασιν τοῦ νοσήματος καὶ τοὺς παροξυσμοὺς αἱ ὧραι τοῦ ἔτεος ἅμα τῷ νοσήματι δύνανται δηλοῦν. οὐ γὰρ ἱκανὸν ὅτι τεταρταῖος εἰσέβαλλε κατὰ τήνδε τὴν ἡμέραν ἐπίστασθαι μόνον, ὡς ἐξ ἀρχῆς προγνῶναι τὸ σχῆμα τῆς διαίτης, ὡς πρὸς χρόνιον νόσημα καταστήσασθαι, ἀλλὰ καὶ εἴτε χειμῶνος, εἴτε ἔαρος, εἴτε θέρους, εἴτε φθινοπώρου συνέβη τὴν ἀρχὴν ταύτην γενέσθαι, προσεπισκοπεῖσθαι χρὴ γινώσκοντας ὅτι οἱ μὲν θερινοὶ τεταρταῖοι, ὡς τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μᾶλλον οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. ταῦτα γὰρ ἐν τοῖς ἑξῆς αὐτὸς ἡμᾶς διδάξει, καὶ μὲν δὴ καὶ ὁ τριταῖος πυρετὸς, ἔστι μὲν καὶ ἄλλως ταχυκρίσιμος, ἀλλ’ ἐν θέρει πολὺ μᾶλλον ἤπερ ἐν τῷ χειμῶνι. καὶ τῶν ἄλλων δὴ ἑκάστων νοσημάτων τάχος μὲν τὸ θέρος, βραδυτῆτα δὲ ὁ χειμὼν προστίθησιν. ἀλλὰ καὶ οἱ παροξυσμοὶ διὰ τρίτης μὲν τοὐπίπαν ἐν θέρει, διὰ τετάρτης δ’ ἐν φθινοπώρῳ, καθ’ ἑκάστην δ’ ἡμέραν ἢ νύκτα χειμῶνος. ὡς δ’ ἐπὶ τῶν ὡρῶν, οὕτω καὶ ἐπὶ τῶν κράσεων ἀνάλογον ἔχει, περὶ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης διεξῆλθε πολλάκις, οὐ μὴν ἐνταῦθά γε εἶπεν ἐπιτρέψας ἡμῖν, ἐξ ἑνὸς ἀναμνησθῆναι περὶ τῶν ἄλλων. ἃ γὰρ ἡ θερινὴ ὥρα, ταῦτα καὶ ἡ κρᾶσις τοῦ νοσοῦντος, εἰ φύσει θερμοτέρα καὶ ξηροτέρα ᾖ καὶ ἡλικία εἰ ἀκμάζουσα καὶ τὸ χωρίον, εἰ θερμὸν καὶ ξηρὸν συνενδείξεται καὶ τὰ ἐπιτηδεύματα δηλονότι καὶ τὰ ἔθη τὰ ὁμοίων ἔχοντα καὶ ἡ παροῦσα κατάστασις τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὑπὲρ ὧν ἑξῆς διδάξει. οὕτως δὲ καὶ ὅσα περὶ φθινοπωρινῆς ὥρας εἴς τε κατάστασιν νοσήματος καὶ εἰς ἀνταπόδοσιν παροξυσμῶν ἐλαμβάνετο, ταῦτα καὶ περὶ τῆς τοῦ κάμνοντος ἡλικίας καὶ φύσεως ἐπιτηδευμάτων τε καὶ ἐθῶν καὶ τῆς χώρας, ἐν ᾗ νοσεῖ, καὶ τῆς τοῦ περιέχοντος ἐπιδημούσης κράσεως οἷόν τέ ἐστι λαβεῖν. ἐκ μὲν δὴ τούτων εὔδηλον ὅτι τήν τε κατάστασιν τοῦ νοσήματος καὶ τοὺς παροξυσμοὺς γνωσόμεθα, τὴν μὲν κατάστασιν, εἰ κάτοξυ εἴη τὸ νόσημα ἢ χρόνιον, ὅπερ καὶ εἰς τὴν τῆς ἀκμῆς πρόγνωσιν ἀναγκαῖόν ἐστι, τοὺς δὲ παροξυσμοὺς, εἰ διὰ τρίτης ἢ διὰ τετάρτης ἢ καθ’ ἑκάστην ἡμέραν ἤ τινι τῆς ἡμέρας ἢ τῆς νυκτὸς εἰσβάλλουσιν ὥρᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον ἐφεξῆς ἴδωμεν, εἰ τῶν αὐτῶν τούτων ὧν εἰρήκαμεν ἐπίδειξιν ποιεῖται. λέγει μὲν γὰρ ὁ Ἱπποκράτης οὕτω. καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. εὔδηλον δ’ ὅτι ἐπιδόσεις τῶν περιόδων τὰς αὐξήσεις λέγει τῶν κατ’ αὐτὰς παροξυσμῶν, αἵτινες ὅτι τόν τε χρόνον τῆς αὐξήσεως τοῦ νοσήματος ἐπιδείκνυνται καὶ τὴν προθεσμίαν τῆς μελλούσης ἀκμῆς. ἐνθάδε ἂν μάλιστα μάθοις, ἐπίδοσις δευτέρου παροξυσμοῦ πρὸς τὸν πρότερον ἐν τρισὶ τούτοις ὁρᾶται, τῇ ὥρᾳ τῇ παροξυντικῇ, τῷ μήκει τοῦ παροξυσμοῦ καὶ τῷ μεγέθει. διοίσει δ’ οὐδὲν, οὐδ’ εἰ σφοδρότητα λέγοις. ἄμφω γὰρ συνήθη τοῖς ἰατροῖς ἐστι τὰ ὀνόματα καὶ κατὰ τοῦ αὐτοῦ πράγματος ἐπιφέρουσιν αὐτὰ πολλάκις, ἐνίοτε μὲν μείζονα φάσκοντες τὸν πυρετὸν γεγονέναι τοῦ πρόσθεν, ἐνίοτε δὲ σφοδρότερον. ἐνδέχεται δὲ τὸν σφοδρότερον τοῦτον πυρετὸν ἤτοι τὰς ἴσας τῷ πρόσθεν ὥρας κατασχεῖν ἢ ἐλάσσους ἢ πλείους, ὅπερ οὐ μέγεθος ἢ σφοδρότης, ἀλλὰ μῆκος ἔσται παροξυσμοῦ. παροξυσμὸν δὲ ἀκούειν σε χρὴ νῦν τὸ χεῖρον μόριον τῆς ὅλης περιόδου τὸ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, ὥσπερ γε τὸ ὑπόλοιπον τὸ τῆς παρακμῆς ἄμεινον. ἐπειδὰν οὖν ὁ παροξυσμὸς εἴτε διὰ τρίτης ἢ διὰ τετάρτης, εἴτε καθ’ ἑκάστην ἡμέραν γινόμενος προλαμβάνῃ τὴν ἀναλογίαν καὶ προλαβὼν ἐπὶ πλείονα χρόνον ἐκταθῇ, μετὰ τοῦ καὶ σφοδρότερον γενέσθαι, σαφὴς μὲν ἡ αὔξησις τοῦ νοσήματος, εἰς ὁπόσον δὲ αὔξεται τὸ καθ’ ἕκαστον τῶν εἰρημένων ἐνδείξεται. ὁ μὲν γὰρ πλείονά τε χρόνον προλαμβάνων καὶ πλείονα παροξύνων καὶ πολλῷ σφοδρότερον ἀξιόλογον μὲν ἐνδείξεται τὴν αὔξησιν, ταχεῖάν τε τοῦ νοσήματος τὴν κίνησιν, ἐγγὺς δὲ τὴν ἀκμήν. οὐ γὰρ ἐνδέχεται μεγάλας προσθήκας λαμβανόντων τῶν παροξυσμῶν μὴ οὐχ ὑπόγυον ἔσεσθαι τὴν ἀκμὴν, ὁ δ’ ἐναντίος παροξυσμὸς ὁ μικρὰς δηλονότι τὰς προσθήκας ποιούμενος ἑκάστου τῶν εἰρημένων, ὅσον ἐπὶ τούτῳ τὴν ἀκμὴν ἐπιδείξεται ποῤῥωτέραν γενήσεσθαι. τοῦτο οὖν αὐτὸ διὰ τῆς τῶν περιόδων ἐπιδόσεως μαθησόμεθα τοῦ στοχάσασθαι μετὰ πόσον ἔσται χρόνον ἡ ἀκμὴ τοῦ νοσήματος, ἔτι τε τὴν ἀκριβῆ προθεσμίαν τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. χρήσιμον δὲ τὸ μὲν πρότερον εἰς τὸ καταστήσασθαι τὴν ἰδέαν τῆς καθόλου διαίτης, τὸ δὲ δεύτερον εἰς τοὺς κατὰ μέρος καιροὺς τῶν τροφῶν, ὧν ἐξ ἀρχῆς αὐτῷ προὔκειτο διδάξαι τοὺς σκοπούς. ὅτι δὲ περίοδον καλεῖ τὴν ἐπὶ τὸ αὐτὸ ὁμοίαν ἐπάνοδον εὔδηλον δή που παντί. ἀλλὰ καὶ τοῖσιν  ἐπιφαινομένοισίν φησι τεκμαίρεσθαι χρῆναι, περί τε τοῦ παροξυσμοῦ καὶ τῆς καταστάσεως ὅλου τοῦ νοσήματος. εἴτε δὲ συμπτώματα καλεῖν εἴτε σημεῖα βούλοιτο ταῦτα τὰ ἐπιφαινόμενα διήνεγκεν οὐδέν. ἀλλ’ ἐκεῖνο γινώσκειν ὑπὲρ ἁπάντων τῶν συμπτωμάτων τε καὶ σημείων ἄμεινον ὡς τὰ μὲν αὐτῶν ἐστι παθογνωμονικὰ, τὰ δὲ συνεδρεύοντα, τὰ δὲ κρίσιμα, τὰ δὲ πέψεως, ἔνια δὲ ἀπεψίας, καὶ τὰ μὲν σωτηρίας, ἄλλα δὲ ὀλέθρου δηλωτικά. τὰ μὲν οὖν παθογνωμονικὰ συνεισβάλλει τῷ νοσήματι, τὰ δὲ συνεδρεύοντα ποτὲ μὲν συνεισβάλλει, ποτὲ δ’ ἐπιγίνεται, ποτὲ οὐδ’ ὅλως γίνεται· οὐ γὰρ ἀχώριστά ἐστι τοῦ νοσήματος, οὐδὲ τὴν οὐσίαν αὐτοῦ συνίστησιν, ἀλλὰ τὰς οἰκείας ἐργάζεται διαφοράς. τὰ δὲ ὑφ’ Ἱπποκράτους ὀνομαζόμενα κρίσιμα συμπτώματα τῇ μὲν ἀκριβῶς πρώτῃ τῶν νοσημάτων ἀρχῇ συνεισβάλλειν οὐ πέφυκε, ταῖς δ’ ἄλλαις δύο πέφυκε, περὶ ὧν ὀλίγον ὕστερον ἐρῶ. πολλάκις δὲ οὐδ’ ἐν ταύταις, ἀλλ’ ἐν ταῖς ἀναβάσεσιν ἢ ἀκμαῖς τῶν νοσημάτων ἐπιφαίνεται. τὰ δὲ τῆς πέψεως σημεῖα συνεισβάλλει μὲν οὐδὲ ταῦτα οὐδέποτε τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ, περιορίζει δὲ τὴν ὡς μέρος ἀρχὴν ὅλης τῆς νόσου. τὰ δὲ τῆς ἀπεψίας συνεισβάλλει μὲν τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ καὶ μετὰ ταῦθ’ ὕστερόν ἐστιν ὅτε γίνεται, καθάπερ γε καὶ τὰ τοῦ θανάτου. καὶ γὰρ καὶ τούτων ἡ γένεσις ἐξ ὑστέρου τῆς τοῦ νοσήματος ἀρχῆς. νοσήματος δὲ ἀρχὴν, ὡς ἐδιδάξαμεν ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι, τήν τε πρώτην εἰσβολὴν ἀπλάτη προσαγορεύομεν καὶ τὴν ὡς μέρος ὅλου τοῦ νοσήματος ὅταν εἰς ἀρχὴν, ἀνάβασίν τε καὶ ἀκμὴν καὶ παρακμὴν τέμνηται καὶ τὴν ἄχρι τῆς τρίτης ἡμέρας ἐκτεινομένην. ἐδιδάξαμεν δὲ καὶ τὰς τῶν εἰρημένων ἁπάντων συμπτωμάτων δυνάμεις ἐν ἐκείνῃ τῇ πραγματείᾳ, μετὰ τοῦ καὶ τὰς ἀναγκαίας εἰς τοῦτο τῶν Ἱπποκράτους ἐξηγήσασθαι ῥήσεων, ἀλλὰ καὶ νῦν ὡς ἐν ἐπιτομῇ λεχθήσεται καὶ περὶ αὐτῶν. ὅστις δ’ ἂν ἐθέλῃ περὶ ταῦτα τὴν ὅλην τέχνην Ἱπποκράτους ἐκμαθεῖν, ἐπ’ ἐκείνην ἀφικνείσθω τὴν πραγματείαν. τοῖς οὖν ἐπιφαινομένοις τεκμαίρεσθαι συμβουλεύει περὶ τῆς ὅλης καταστάσεως τοῦ νοσήματος, εἴτ’ ἐξ αὐτῶν ἓν νόσημά τι προχειρισάμενος, φησὶν, οἷον ἐν πλευριτικοῖσιν πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει. μάθοις δ’ ἂν ὃ διδάσκει σαφῶς, εἴ σοι παραγράψαιμι τὰ ἐκ τοῦ τρίτου τῶν ἐπιδημίων ἐπὶ Ἀναξίωνος εἰρημένα τοῦ πλευριτικοῦ, καὶ τοῦτον δὲ αὐτὸν ἐξηγησάμην τὸν ἄῤῥωστον ἐν τῷ πρώτῳ περὶ κρίσεων. ἔχει δὲ Ἱπποκράτους ἡ ῥῆσις ὧδε· ἐν Ἀβδήροισιν Ἀναξίωνα ὃς κατέκειτο περὶ τὰς θρηικίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη συνεχὴς, βὴξ ξηρὰ οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας, διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχροα πολλὰ λεπτά. ἕκτῃ παράληρος· εἰς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον, ἔῤῥυε πολὺ οἷον ἔδει, ξυνέδωκαν οἱ πόνοι, αἱ μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν. αἱ βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρά. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν. εἰκοστῇ ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη. διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ καὶ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά. οὔροις δ’ ὑπόστασις πολλὴ λευκὴ, ἄδιψος ἐγένετο, εὔπνους ὑπνοῖ. τριακοστῇ τε τετάρτῃ ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐκρίθη πάντῃ. οὗτος οὖν ὁ Ἀναξίων ἐξ ἀρχῆς μὲν ἦν πλευριτικὸς, οὐ μὴν ἐξ ἀρχῆς ἀπέπτυεν, ἀλλὰ καὶ κατὰ τὴν ὀγδόην ἡμέραν ἔτι αἱ βῆχες αὐτῷ ξηραὶ παρείποντο, ὥς φησιν Ἱπποκράτης. ὅθεν εἰκότως καὶ ἡ τοῦ νοσήματος ὅλου λύσις εἰς τὴν λδ΄ ἐξετάθη, καίτοι τῶν γε πλευριτικῶν ὡς τὰ πολλὰ τὴν ιδ΄ ὅρον ἐχόντων τῆς κρίσεως, εἰ δὲ καὶ μὴ ταύτην, ἀλλὰ πάντως γε τὴν εἰκοστήν. εἰ δὲ πρὸ τῆς γ΄ ἡμέρας ἔπτυσεν, ἤτοι περὶ τὴν ζ΄ ἢ τὸν θ΄ ἢ πάντως γε τὴν ια΄ ἐκρίθη, κἂν εἰ κατ’ αὐτήν γε τὴν τρίτην ἤρξατο πτύειν, οὐκ ἂν ἐξωτέρω τῆς ιδ΄ προὔβη. συμβαίνει γὰρ ἐπὶ τῶν φλεγμονῶν ἁπασῶν, ὅσαι μὴ καλύπτονται σκεπάσματι πυκνῷ, καθάπερ αἱ κατὰ τὸ ἐκτὸς δέρμα, διϊδροῦσθαί τινας ἰχῶρας, ἐν ἀρχῇ μὲν λεπτοὺς, ἐς ὕστερον δὲ, εἰ πέττοιντο καὶ πρὸς τὸ βέλτιον ἔρχοιντο, παχυτέρους· καὶ τούτων αὐτῶν τῶν παχυτέρων τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον πεπέφθαι. ταῦτα κᾀπὶ τῶν κατὰ τὸ στόμα φλεγμονῶν ἁπασῶν ἔστι θεάσασθαι κᾀπὶ τῶν ὀφθαλμῶν. οὐχ ἥκιστα δὲ καὶ καθ’ ἓν ὁτιοῦν ἄλλο μόριον, ὅταν ἅμα τοῦ δέρματος ὅλου διαιρέσει, φλεγμαίνει τι τῶν ἔνδον. καὶ γὰρ ἐκ τῶν τοιούτων ἑλκῶν ἰχῶρες ἀποῤῥέουσιν οἵους εἶπον. ὅταν οὖν ποτε φλεγμονή τις ᾖ μετὰ τοσαύτης στεγνώσεως, ὡς μηδὲν ἔξω ἀποχεῖν, ἀνάγκη δύσπεπτόν τε καὶ χρονίαν γενέσθαι ἐκείνην. κατὰ τοῦτον οὖν τὸν λόγον κἀν ταῖς πλευρίτισιν, ἐπειδὴ καὶ τοῦτο τὸ νόσημα φλεγμονή τις ὑπάρχει τῷ γένει, προσέχειν δεῖ τοῖς τῆς πέψεως σημείοις. ἀπεπτοτάτη μὲν γὰρ ἐφ’ ἧς ὅλως οὐδὲν πτύεται δευτέραν δ’ ἔχει τάξιν ἐφ’ ἧς ἰχῶρες λεπτοὶ, τρίτην δ’ ἐφ’ ἧς παχύτεροι  καὶ τετάρτην ἐφ’ ἧς εἰς τέλος ἐπέφθησαν. ἀλλ’ οὗτοι μὲν εἰ περὶ τρίτην ἢ δ’ ἡμέραν ἐπιφανεῖεν, οὐκ ἐγχωρεῖ τῆς ἑβδόμης ἐξωτέρω προβῆναι τὸ νόσημα. τῶν δ’ ἄλλων ἕκαστον κατὰ τὸ τῆς πέψεως μέτρον ἀναγκαῖον ἀκολουθῆσαι τὸν χρόνον. ὥσπερ οὖν τελείας ἐστὶ γνώρισμα τὸ πτύελον πέψεως, ὅταν ᾖ λευκόν τε καὶ λεῖον καὶ ὁμαλὸν, τῇ τε συστάσει μήθ’ ὑπέρυγρον μήθ’ ὑπέρπαχυ, κατὰ τὸν αὐτὸν τρόπον ἀπεψίαν ἐνδείκνυται παντελῆ τὸ μηδ’ ὅλως πτυόμενον. εἰ δὲ πτύοιτο μὲν, ἀλλὰ καὶ λεπτὸν εἴη ἔτι, πέψεως ἀμυδρᾶς ἐστι σημεῖον. εἰ δὲ ἄκρατον εἴη ἢ ξανθὸν ἢ πυῤῥον, οὐκ ἀγαθόν. εἰ δὲ καὶ πελιδνὸν ἢ ἰῶδες ἢ μέλαν, ὀλεθριώτατον. διῃρημένων οὖν ἡμῖν τῶν τε τῆς πέψεως καὶ τῆς ἀπεψίας σημείων, ἔτι τε τρίτον ἐπ’ αὐτοῖς τῶν ὀλεθρίων, ἰστέον ὅτι τὰ μὲν τῆς πέψεως σημεῖα διὰ παντός ἐστιν ἀγαθὰ, λύσιν τοῦ νοσήματος ἐνδεικνύμενα ταχεῖαν, ὥσπερ γε καὶ τὸ τῶν ὀλεθρίων σημείων γένος, ὡς ἐν τάχει τὴν ἀπώλειαν ἔσεσθαι τοῦ κάμνοντος προδηλοῖ. τὰ δὲ τῆς ἀπεψίας σημεῖα χρόνιον μὲν ἐξ ἀνάγκης προσημαίνει τὸ νόσημα, τεθνήξεσθαι δὲ ἢ σωθήσεσθαι τὸν ἄνθρωπον, ὅσον μὲν ἐφ’ ἑαυτοῖς, οὐ δηλοῖ. προλογιζομένῳ δέ σοι τὴν ῥώμην τῆς δυνάμεως καὶ ταῦθ’ ὑπάρχει προγινώσκειν. ἄλλο δὲ γένος ἔστι σημείων, τῶν κρισίμων ὑπ’ αὐτοῦ προσαγορευομένων. ἰδρῶτες δ’ ἐστὶ ταῦτα, αἱμοῤῥαγίαι τε καὶ ῥῖγος καὶ γαστὴρ καταῤῥήξασα πολλὰ καί τις ἔμετος τοιοῦτος καὶ ἄλγημα κεφαλῆς ἐξαιφνίδιον ἢ δύσπνοια παράλογός τε καὶ σφοδρὰ ἢ καρδιωγμὸς ἤ τις ὑποχονδρίου σύντασις ἀνώδυνος, ἀγρυπνία τε σφοδρὰ καὶ παραφροσύνη καὶ νὺξ ἀλόγως δύσφορος καὶ παροξυσμὸς προληπτικὸς, ἀλλὰ καὶ δάκρυον ἀκούσιον ἐν ἀπαθέσιν ὀφθαλμοῖς ἄνευ λύπης, ἔρευθός τε καὶ τὸ κάτω χεῖλος σειόμενον, ἐνηλιωμένα καὶ σκοτεινὰ, ὀρφνώδη τε προφαινόμενα τῶν ὀφθαλμῶν ἢ μαρμαρυγαί τινες ἢ μῆλον ἢ ῥὶς ἐξαίφνης ἐρυθρὰ γενόμενα καὶ παρωτίδες ἢ ὅλως ἀποστήματος εἰς ἄρθρον τινὸς γένεσις, ταῦτά τε οὖν σύμπαντα καὶ πρὸς τούτοις ἄλλα πολλὰ τοιαῦτα, κατὰ μὲν τὴν αὐτῶν ἰδίαν οὐσίαν ὀνομαζόμενα συμπτώματα, καθότι δὲ μεταβολὴν ὀξύῤῥοπον δηλοῖ, κρίσιμα σημεῖα προσαγορευόμενα, διττὴν παρέξει σοι τὴν πρόγνωσιν. εἰ μὲν ἐπὶ πεπεμμένῳ τῷ νοσήματι γίγνοιτο, σωτηρίαν ὑπόγυον, εἰ δὲ ἐπὶ ἀπέπτῳ, κρίσιν οὐκ ἀγαθὴν, ἤτοι γε εἰς ὄλεθρον ἄξουσαν ἢ εἰς χρόνου μῆκος. ὅτι δὲ ἄλλη μέν ἐστιν ἡ φύσις ἡ τῶν κρισίμων τούτων σημείων, ἄλλη δὲ ἡ τῶν τῆς πέψεως, ἐνθένδε μάλιστα μάθοις, ὡς ἐν τῷ πρώτῳ τῶν ἐπιδημίων φησὶν Ἱπποκράτης· πεπασμοὶ ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσεις τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. οὕτω μὲν ἐπῄνεσε καθόλου τὴν τοῦ νοσήματος πέψιν. ἐν δὲ τῷ προγνωστικῷ κατὰ μέρος ὧδέ πως ἄμα τῷ διδάσκειν αὐτῆς τὰ γνωρίσματα. οὖρον δὲ ἄριστον, ὅταν ᾖ λευκὴ ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔς τ’ ἂν κριθῇ ἡ νοῦσος, σημαίνει τε γὰρ ἀσφάλειαν ὑγιεινὴν καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. οὕτως πάλιν ἐπῄνεσεν οὖρον ἐνδεικνύμενον πέψιν ἐν τῷ φλεβώδει γένει. αὖθις δ’ ἐν τῷ λέγειν· διαχώρημα δὲ ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ κατὰ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, τὰ γνωρίσματα τῶν κατὰ γαστέρα πέψεων ἐπαινεῖ τε ἅμα καὶ διδάσκει. οὕτω δὲ καὶ τὴν ἐν τοῖς ἀναπνευστικοῖς πέψιν ἐπαινῶν τε ἅμα καὶ διδάσκων εἶπε. πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖς περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς, ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετῶς, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς, τῷ πτυέλῳ. τὰ μὲν τῆς πέψεως σημεῖα διὰ παντὸς ἀγαθὰ, τὰ δὲ τῆς κρίσεως οὐκ ἔτι. φησὶν οὖν οὕτως τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. καὶ μέντοι κἀν τῷ λέγειν τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι, τὴν αὐτὴν ἐνδείκνυται γνώμην. τὰ γὰρ τῆς πέψεως σημεῖα, καθ’ ὃν ἂν ἐπιφαίνεσθαι χρόνον ἀγαθά. διὰ παντὸς γάρ ἐστι τὸ γένος αὐτῶν ὅλον χρηστόν. οὔκουν μάχεται τῷ νῦν εἰρημένῳ τῷ ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται. τὰ μὲν γὰρ κρίσιμά ποτε γίνεται κακὰ, πέψεως δὲ σημεῖον οὐδὲν οὐδέποτε μοχθηρὸν, ἀλλ’ ἀεὶ πάντα χρηστὰ καὶ τοσούτῳ θᾶττον ὑγιασθήσεσθαι δηλοῖ τὸν ἄνθρωπον, ὅσῳπερ ἂν ἐπιφαίνηται θᾶττον. ἀρκεῖ τοσαῦτα πρός γε παρὸν, ὡς ἐν ἐπιτομῇ λελέχθαι. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν γνώμην τοῦ παλαιοῦ διὰ τῆς περὶ κρίσεων ἐδήλωσα πραγματείας. ἵνα δέ μοι τέλειος ὁ κατὰ τὴν διαίρεσιν, ὃν ἀρτίως εἶπον, ὑπάρχῃ λόγος ὅπως τῶν εἰρημένων διαφέρει τά τε παθογνωμονικὰ καὶ τὰ συνεδρεύοντα καλούμενα δίειμι, προχειρισάμενος ὡς ἐν παραδείγματι, πάθος ἓν αὐτὸ δὴ τοῦτο πρὸς Ἱπποκράτους ὠνομασμένον. ἐπὶ τοίνυν τῆς πλευρίτιδος ὁ μὲν ὀξὺς πυρετὸς ἅμα τῇ δυσπνοίᾳ καὶ τῇ βηχὶ καὶ τῷ κατὰ τὴν πλευρὰν ἀλγήματι νυγματώδει, παθογνωμονικὰ σημεῖά εἰσι. τὸ δ’ ἤτοι πρὸς ὑποχόνδριον ἢ πρὸς τὴν κλεῖν ἐξήκειν τὴν ὀδύνην, συνεδρεύοντα, καθάπερ γε καὶ τοῦτο ῥᾷον ἐπὶ τοῦ πεπονθότος  ἢ θατέρου κατακλίνεσθαι πλευροῦ. γέγραπται δὲ καὶ Πραξαγόρᾳ τῷ Νικάνδρου, δύο μὲν τῶν συνεδρευόντων βιβλία, τῶν δ’ ἐπιγενομένων ἓν ἕτερον, ὡς εἰ καὶ ἐπιφαινομένων ἐπεγέγραπτο. ταῦτα οὖν τὰ ἐπιφαινόμενα, φησὶν ὁ Ἱπποκράτης, εὔκριτά τε καὶ δύσκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῦν. ἐμνημόνευσε δὲ οὐ μόνον πτυέλων, ἀλλὰ καὶ οὔρων καὶ διαχωρημάτων καὶ ἱδρώτων, ἐν παραδείγματι δηλονότι τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἀναμιμνήσκων ἡμᾶς, ἃ νῦν ἐνταῦθα μεταφέρειν περιττόν. ἔν τε γὰρ τοῖς περὶ κρίσεων εἴρηται κἀν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, ἐν οἶς ἔτι καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἐξηγησάμεθα τὴν γνώμην τοῦ παλαιοῦ.

Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια πάντων δὲ μάλιστα παιδία. τούτων δὲ αὐτέων, ἅπερ ἂν τύχῃ αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα.

Καὶ ἡ τῶν ἡλικιῶν διαφορὰ συμβάλλεταί τι πρὸς τὰ διαιτήματα. γέροντες μὲν γὰρ εὐφόρως ἀσιτοῦσι, παῖδες δὲ δυσφόρως. ἔστι δὲ τὸ μὲν εὐφόρως κατά τε τὸ μὴ ὀρέγεσθαι καὶ μὴ βλάπτεσθαι, τὸ δὲ δυσφόρως κατὰ τὰ ἐναντία. καὶ γὰρ ὀρέγονται καὶ βλάπτονται μᾶλλον οἱ παῖδες ἐν ταῖς μακραῖς ἀσιτίαις. αἱ δὲ μεταξὺ ἡλικίαι τῆς τε τῶν παίδων καὶ τῆς τῶν γερόντων ἐφ’ ὅσον ἂν ἐγγυτέρω τῆς ἑτέρας αὐτῶν ἥκωσιν, ἐπὶ τοσοῦτον ἢ μᾶλλον ἢ ἦττον ἀνιῶνται καὶ βλάπτονται κατὰ τὰς μακρὰς ἀσιτίας. τούτου δὲ τοῦ ἀφορισμοῦ τὴν αἰτίαν αὐτὸς ἐν τῷ ἐφεξῆς διδάσκει, οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα σώματα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, ὥστε κἂν εἰ συνάπτειν τις αὐτὸν βούλοιτο καὶ μετὰ τοῦ γὰρ ἐκφέρειν συνδέσμου, γένοιτ’ ἂν ὁ λόγος εἶς τε ἅμα καὶ σαφὴς, οὕτως ἔχων, γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια καὶ μάλιστα πάντων παιδία. τὰ γὰρ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. καθεστηκότας δὲ λέγει δηλονότι τοὺς τὴν μέσην ἔχοντας ἡλικίαν, ἀκμῆς τε καὶ γήρως, ὡς παύεσθαι μὲν ἤδη τὰ τῆς ἀκμῆς, μηδέπω δὲ μηδεμίαν αἴσθησιν σαφῆ γήρως ἔχειν. οὕτω δὲ καὶ Θουκυδίδης εἶπε τοὺς ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ. μεταξὺ δὲ ταύτης τε καὶ τῆς τῶν μειρακίων ἡλικίας ἑτέρα τίς ἐστιν ὥσπερ καὶ τῇ τάξει μέση τούτων, οὕτω καὶ κατὰ τὴν εὐφορίαν τε καὶ δυσφορίαν, ὡς μήτ’ εὐφόρως ἡμᾶς δύνασθαι φέρειν τὴν ἀσιτίαν, καθάπερ οἱ καθεστηκότες καὶ γέροντες, μήτε δυσφόρως, ὡς τὰ μειράκιά τε καὶ οἱ παῖδες. ἀλλ’ οὐκ ἐμνημόνευσεν αὐτῆς ὁ Ἱπποκράτης, ὡς νοεῖσθαι δυναμένης ἐξ ὧν εἷπεν. ἐν γὰρ τῷ φάναι, τούτων δὲ αὐτέων ἃ ἂν τύχῃ, αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα, τὰς φυσικὰς ἐνεφάνισε διαφοράς. ὅσα γὰρ τῶν παιδίων τὸ θερμὸν τὸ ἔμφυτον ἔχει πολὺ, ταῦτα καὶ προθυμότερα τῶν ἄλλων ἐστὶ περὶ τὰς τῶν σιτίων προσφορὰς καὶ κρατεῖν μᾶλλον αὐτῶν δύνανται καὶ μὴ λαμβάνοντα μᾶλλον βλάπτεται. τοιοῦτος μὲν ὁ Ἱπποκράτους λόγος· δεῖται μέντοι καὶ βραχείας τινὸς ἔτι προσθήκης εἰς τὸ τέλειον. ἐπὶ μὲν γὰρ τῶν ἐν ἀρχῇ τῆς γεροντικῆς ἡλικίας ὀρθῶς εἴρηται τὸ γέροντες εὐφορώτατα νηστείην φέρουσιν· ἐπὶ δὲ τῶν ἔσχατον ἡκόντων γῆρας οὐκ ἔτι ὀρθῶς, ὅτι μηδὲ φέρουσιν ἐκεῖνοι τὰς μακρὰς ἀσιτίας. ἢ τοίνυν προσθετέον ἐστὶ τῷ ἀφορισμῷ βραχύ τε καὶ κατὰ τόνδε τὸν τρόπον αὐτὸν λεκτέον, γέροντες εὐφορώτατα νηστείην φέρουσι, πλὴν τῶν ἐσχατογήρων, δεύτερον οἱ καθεστηκότες. ἢ τὴν νηστείην ὄνομα μεταθετέον εἰς ὀλιγοσιτίην, καὶ οὕτως ῥητέον. γέροντες εὐφορώτερον ὀλιγοσιτίην φέρουσιν, δεύτερον οἱ καθεστηκότες. εὑρεθήσονται γὰρ καὶ οἱ ἐν ἐσχάτῳ γήρᾳ, εἰ καὶ μὴ φέροντες τὴν μακρὰν ἀσιτίαν, ὀλιγοσιτίας γοῦν δεόμενοι. παραπλήσιον γάρ τοι πάσχουσι τοῖς ἀποσβεννυμένοις λύχνοις, οἳ καὶ συνεχεστέρας μὲν δέονται χορηγίας, ἀθρόας δὲ ἅμα καὶ πολλῆς οὐ δέονται. καὶ δὴ καὶ προσήκει τοῖς τοιούτοις διδόναι τὸ σύμπαν πλῆθος ὀλίγον, μερίζοντας δὲ καὶ αὐτὸ τοῦτο τὸ ὀλίγον εἰς πλείω μέρη καὶ μὴ μίαν ἀσιτίαν ἐπιφέρειν μακρὰν αὐτοῖς.

Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ πολλῶν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσι οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα.

Εἴρηται ἡμῖν κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐπὶ πλέον ὅπως οἱ ἀκμάζοντες ἐνίοις μὲν τῶν ἰατρῶν, ἐνίοις δὲ οἱ παῖδες ἔδοξαν εἶναι θερμότεροι. ἔχουσι γὰρ οἱ μὲν δριμύτερον τὸ θερμὸν, οἱ δὲ πλέον. ἀνάγκη δὲ καὶ νῦν εἰπεῖν, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ἐν ὀλίγοις ὡς οἷόν τε μακροὺς περιλαμβάνοντας λόγους. τὸ τοίνυν ὄνομα τουτὶ τὸ θερμὸν ἐνίοτε μὲν ἐπὶ τὴν ποιότητα φέρομεν, ἧς ἴδιον ὄνομα θερμότης ἐστίν. ἐνίοτε δὲ παρωνύμως ἀπὸ τῆς ποιότητος, ὅλον τὸ σῶμα θερμὸν προσαγορεύομεν καί ἐστιν ἡ  χρῆσις ἥδε πολλὴ κατὰ τὸν βίον ἅπαντα καὶ παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Θεόφραστος ἐδήλωσεν ἐν τῷ περὶ θερμοῦ καὶ ψυχροῦ γράμματι. τῆς γὰρ τῶν σωμάτων οὐσίας δεχομένης ἐν μέρει τὰς ἐναντίας ταύτας ποιότητας, θερμότητά τε καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, κατὰ μὲν τὴν δεδεγμένην οὐσίαν, ὅταν ὀνομάζωμεν θερμὸν, τὸ σῶμα λέγομεν, ὀλίγον τε ἢ πολὺ φαμὲν ὑπάρχειν τὸ θερμὸν, τῷ ποσῷ τῆς οὐσίας προσέχοντες τὸν νοῦν, καὶ τοῦτο ποιοῦμεν διττῶς. ἕνα μὲν γὰρ τρόπον ἐπὶ τῶν ἀμίκτων οὐσιῶν, ἕτερον δ’ ἐπὶ τῶν μεμιγμένων. ἐπὶ μὲν τῶν ἀμίκτων, ὡς ἂν εἰ καὶ δυοῖν ἐχόντοιν ὕδωρ ὁμοίως θερμὸν ἐν δεξαμεναῖς ἀνίσοις περιεχόμενον, τὸν μὲν ἕτερον πλέον ἔχειν λέγομεν τὸ θερμὸν, ᾧ μείζων ἡ δεξαμενὴ, τὸν ἕτερον ἔλαττον. ἐπὶ δὲ τῶν μεμιγμένων ὡς ἂν ἴσων μὲν ἀλλήλαις οὐσῶν, ἀνίσῳ δὲ μέτρῳ κεκραμένων, ἐξ ὕδατός τε καὶ οἴνου τὴν μὲν ἑτέραν αὐτῶν τὸν οἶνον ἔχειν πλείονα, τὴν δ’ ἑτέραν τὸ ὕδωρ φαμέν. ὅσπερ τρόπος ἐστὶ, κἂν ἀνίσους ὑποθώμεθα τὰς δεξαμενὰς εἶναι κατὰ τὴν αὐτὴν ἀναλογίαν κεκραμένας. ἐνίοτε δὲ οὐ πρὸς τὸ πλῆθος ἀναφέροντες τῆς οὐσίας τὸν λόγον, ἀλλὰ πρὸς τὴν ποιότητα μόνην, τῷ μέν τινι πλέον εἶναι φαμὲν, τῷ δ’ ἦττον τὸ θερμὸν, ὡς καὶ δυοῖν δεξαμεναῖν ἴσαιν ἀκριβῶς τὸ μέγεθος, τῆς μὲν θερμοτέρας πλέον εἶναι τὸ θερμὸν λέγομεν, τῆς δὲ ψυχροτέρας ἧττον, οὐκέτι κυρίως ἐνταῦθα τὸ πλέον ἐπιφέροντες. ἄμεινον γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον καὶ σφοδρότερον καὶ ἀμυδρότερον καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ποιότησιν ἀναφέρειν ὀνόματα, τὸ δ’ ὀλίγον καὶ πολὺ κατὰ τοῦ ποσοῦ μόνον τῆς οὐσίας φυλάττειν. ἀλλὰ γὰρ οὐκ ἐνταῦθα μόνον αἱ τοιαῦται καταχρήσεις εἰσὶ τῶν ὀνομάτων, ἀλλὰ καὶ κατ’ ἄλλα πάμπολλα τῶν κατὰ τὸν βίον, οὐχ ἥκιστα δὲ καὶ κατὰ τὴν ἰατρικὴν αὐτήν. ἁπάσας γοῦν τὰς νόσους ὀνομάζουσι μεγάλας τε καὶ μικρὰς, καίτοι γε οὐκ οὔσας οὐσίας, πυρετὸν μέγαν, πυρετὸν μικρὸν, ἀποπληξίαν μεγάλην, ἀποπληξίαν μικρὰν, ὡσαύτως δὲ πλευρῖτιν καὶ φρενῖτιν καὶ περιπνευμονίαν, ἁπάσας τε τὰς ἄλλας. προσέχειν οὖν χρὴ ταῖς ὁμωνυμίαις καὶ σκοπεῖσθαι τί ποθ’ ἡ σύμπασα λέξις ἑκάστοτε βούλεται τοῦ λέγοντος. εἰ γὰρ ἐκείνου καθ’ ἑτέρου σημαινομένου τοὔνομα φέροντος ἡμεῖς καθ’ ἕτερόν τι δεξάμενοι τὸν λόγον εὐθύνομεν, οὐ τὸν εἰρηκότα δή που κατά γε τὴν ἀλήθειαν αὐτὴν ἐξελέγξομεν, ἀλλὰ τὴν ἡμετέραν ὑπόληψιν, ὥσπερ ἀμέλει κἀνταῦθα ποιοῦσιν ἔνιοι τῶν πρὸς Ἱπποκράτους σπευδόντων ἀντιλέγειν. ἐπὶ γὰρ τὴν ποιότητα μεταφέροντες τοὔνομα τοῦ θερμοῦ, πειρῶνται δεικνύναι σφοδροτέραν ὑπάρχουσαν αὐτὴν τοῖς ἀκμάζουσιν. ἀλλ’ Ἱπποκράτης οὐκ ἐπὶ ταύτην, ἀλλ’ ἐπὶ τὴν οὐσίαν ἀναφέρει τοὔνομα κατὰ τὸν ἐνεστῶτα λόγον. ἡ γὰρ οὐσία τοῦ ἐμφύτου θερμοῦ ἀερώδης καὶ ὑδατώδης ὑπάρχει, ὡς ἐκ τοῦ σπέρματος ἔνεστι τεκμήρασθαι, παντάπασι μὲν ὀλίγης γεώδους οὐσίας μετέχοντος, τὸ πλεῖστον δ’ ἐν αὐτῷ περιέχοντος ἀέρος θερμοῦ τε καὶ ὑγροῦ, ὡς κἀν τοῖς περὶ σπέρματος ὑπομνήμασι δεδήλωται. καὶ μὴν καὶ ἡ ἑτέρα τῆς γενέσεως ἡμῶν ἀρχὴ, τὸ καταμήνιον, ὑγρὸν δήπου τὴν φύσιν ἐστίν. ὅταν οὖν ἐπὶ τὸ γεωδέστερον μεταβάλλῃ τὸ σῶμα τοῦ ζώου, μεταβάλλει δὲ καθ’ ἑκάστην ἡμέραν αὐξανόμενον, τηνικαῦτα κἂν πάνυ σφόδρα θερμὸν ᾖ καὶ πυρῶδες, ἀλλὰ τήν γε οὐσίαν τοῦ ἐμφύτου θερμοῦ ὀλιγίστην ἔχει, ἐπεὶ οὕτως ἂν καὶ τοὺς πυρέττοντας εἴπομεν πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν, οἵτινες οὐχ ὅπως πλέον, ἀλλ’ οὐδὲ τῷ πρόσθεν ἴσον ἔχουσιν. εὔκρατος μὲν οὖν ἐστιν ἡ οὐσία τοῦ ἐμφύτου θερμοῦ, πυρώδης δὲ ἡ τοῦ ἐπικτήτου. καὶ δὴ καὶ αἱ δι’ ὅλου τοῦ σώματος ἡμῶν ἀπόῤῥοιαι ἕπονται καπνώδεις μὲν καὶ λιγνυώδεις καὶ ξηραὶ καὶ δριμεῖαι τῷ ἐπικτήτῳ θερμῷ, ἀτμώδεις δὲ καὶ ἡδεῖαι καὶ εὔκρατοι τῷ κατὰ φύσιν, καίτοι διὰ τῆς ἁφῆς ἔνεστι διαγινώσκειν ταῦτα. τὸ μὲν γὰρ τῶν ὑγιαινόντων θερμὸν ἀτμῶδές ἐστι καὶ ἡδὺ καὶ οἰκεῖον τῇ ἁφῇ, μηδὲν ἀνιαρὸν, μηδὲ ταχὺ, μηδὲ δακνῶδες ἔχον. τὸ δὲ τῶν πυρεττόντων καὶ μάλιστα τοὺς ἑκτικοὺς πυρετοὺς ἢ τοὺς ἐπὶ σήψει χυμῶν δριμὺ καὶ ἀηδὲς καὶ δάκνον καὶ διαβιβρῶσκον ἡμῶν τὴν ἁφήν. ἀκριβοῦται δὲ ἡ ὑγιεινὴ ποιότης αὐτοῦ ἐν τοῖς παισὶν, ὡς τῶν γε ἀκμαζόντων τοὺς πλείστους ἔστιν εὑρεῖν δακνῶδες ἤδη τὸ θερμὸν ἔχοντας καὶ οὐκ ἔθ’ ὑγρὸν οὐδὲ ἀτμῶδες οὐδὲ ἀερῶδες. καὶ οὐδὲν θαυμαστόν· ὁμοίαν γὰρ εἶναι τὴν ἀπόῤῥοιαν δεῖ τῇ ὑποκειμένῃ οὐσίᾳ· ἡνίκα μὲν ὑγρὰ καὶ ἀερώδης ἐστὶν ἡ οὐσία, καὶ τὸ ἀποῤῥέον αὐτῆς ἀτμῶδές ἐστι καὶ ἡδύ· ἡνίκα δὲ γεώδης καὶ ξηρὰ, τηνικαῦτα καὶ τὸ ἀποῤῥέον καπνῶδες γίνεται καὶ λιγνυῶδες καὶ δριμὺ, ὥσπερ γε κἀπὶ τῶν ἐκτὸς αἱ μὲν ἐξ ὕδατος ἀναθυμιάσεις γλυκέος τε καὶ θερμοῦ χρησταὶ καὶ ἀτμώδεις εἰσὶν, αἱ δὲ ἔκ τινος τῶν στερεῶν σωμάτων καιομένου καπνώδεις τε καὶ δριμεῖαι. διττῶν οὖν οὐσιῶν οὐσῶν, καὶ τῆς μὲν ἡδεῖαν ἐχούσης θερμότητα, τῆς δὲ ἀνιαρὰν, τὴν μὲν ἑτέραν πλείστην ἔχει τὰ παιδία, τὴν δ’ ἑτέραν οἱ ἀκμάζοντες ὡς πρὸς τὴν ὅλην τοῦ σώματος ἀναλογίαν δηλονότι. ἵνα δὲ καὶ φυσικώτερον ἔτι τὸν λόγον ἀναγαγὼν ἐπὶ τὰ στοιχεῖα τὸ πᾶν διέξειμι, τεττάρων ὄντων στοιχείων ἐξ ὧν τὰ πάντα σώματα κέκραται, τὸ μὲν τῶν παιδίων ἥκιστα μετέχει τοῦ γεώδους, πλεῖστον ἐν ἑαυτῷ κεκτημένον τό τ’ ἀερῶδες καὶ ὑδατῶδες. τὸ δὲ τῶν ἀκμαζόντων ἔμπαλιν ὑπὸ ξηρότητος ἐπικρατεῖται  γεώδους. ἐνδεῖ δ’ ἡ ὑδατώδης αὐτοῦ καὶ ἀερώδης οὐσία, ὥστ’ εἰ καὶ τὸ τέταρτον τὸ στοιχεῖον ἴσον πῦρ ἐν ἀμφοῖν θείημεν, ὡς ὁμοίως αὐτὰ λέγειν εἶναι θερμὰ, ἀλλ’ οὐ παραπλησίαν γε τὴν θερμὴν οὐσίαν ἐν ἀμφοτέροις αὐτοῖς ὑπάρχειν ἐροῦμεν, τῆς μὲν τῶν παίδων ὑγρᾶς οὔσης, τῆς δὲ τῶν ἀκμαζόντων ξηρᾶς. ἡ μὲν γὰρ ὑγρὰ κατὰ τὸ ἔμφυτον θερμὸν μάλιστα, ἐξ ὑγροῦ γὰρ ἡ γένεσις ἡμῖν, ἡ δὲ ξηρὰ κατὰ τὸ ἐπίκτητον. οὕτως οὖν οἱ μὲν ἄρτι γεγενημένοι παῖδες, οὐσίας θερμῆς ὑδατώδους τε καὶ ἀερώδους πλείστης μετέχοντες, πλεῖστον ἂν ἔχειν λέγονται τὸ ἔμφυτον θερμὸν, οἱ δ’ ἀκμάζοντές τε καὶ παρακμάζοντες, εἰς ὅσον αὗται μὲν ἐνδέουσι, περιττεύει δὲ ἡ γεώδης εἰς τοσοῦτον καὶ τὴν οὐσίαν ἔχουσιν ἐλάττονα τοῦ ἐμφύτου θερμοῦ. ὅτι δ’ ἀποῤῥεῖν ἀναγκαῖόν ἐστι τῆς ὑγρᾶς καὶ ἀερώδους οὐσίας πλέον ἤπερ τῆς γεώδους, κἂν ὁμοίως ἀμφότεραι θερμαὶ τυγχάνωσιν οὖσαι κατὰ τὴν ποιότητα, πρόδηλον παντί. θεάσασθαι γοῦν σοι τοῦτο κἀπὶ τῶν ἐκτὸς ἐναργῶς ὑπάρχει. τῶν γὰρ εἰς τὴν ὁμοίαν ἡκόντων θερμότητα σωμάτων οὐκ ἴσον ἀποῤῥεῖν φαίνεται, ἀλλὰ τῶν μὲν ξηρῶν ἐλάχιστον, τῶν δ’ ὑγρῶν πλεῖστον. αὐτίκα γοῦν ὕδατος μὲν καὶ ἐλαίου θερμῶν μετρίως γενομένων πλεῖστον ἀποῤῥεῖ καὶ διαφορεῖται, σιδήρου δὲ καὶ χαλκοῦ καὶ λίθων ἐλάχιστον, ὥστε καὶ εἰ καταθεῖναι βουληθείης εἰς ἥλιον θερμότατον ὕδωρ, εἰ οὕτως ἔτυχε, καὶ σίδηρον ἴσα τῷ σταθμῷ ποιήσας, εἶτα διελθούσης ὅλης τῆς ἡμέρας ἄμφω στῆσαι, τὸ μὲν ὕδωρ εὑρήσεις ἔλαττον ἑαυτοῦ παραπολὺ γεγενημένον, τὸν δὲ σίδηρον ἴσον. οὕτως δὲ καὶ ἔλαιον εἰ θέλεις παραβάλλειν χαλκῷ καὶ σιδήρῳ καὶ λίθῳ, τὸ μὲν ἐκδαπανώμενον εὑρήσεις, τὰ δ’ ὑπομένοντα κατὰ τὸν ὄγκον τῆς οὐσίας. ἐντεῦθεν δὲ μεταβαίνων ἐπὶ κηρόν τε καὶ πίτταν, ἄσφαλτόν τε καὶ ῥητίνην, ὅσα τ’ ἄλλα πλείστης ὑγρᾶς οὐσίας μετέχει, θεάσῃ καὶ ταῦτα ἐν ἡλίῳ θερμῷ πολὺ πλέον δαπανώμενα καὶ ἀποῤῥέοντα ἤπερ τοῦ λίθου τε καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων τῶν οὕτω ξηρῶν. ὥστ’ εἴπερ ἡ χρεία τῆς τροφῆς ἀναπλήρωσίς ἐστι τῶν ἀποῤῥεόντων ἐκ τοῦ σώματος, ἀποῤῥεῖ δὲ τῶν ὑγροτέρων τε καὶ ἀερωδεστέρων πλέον, ἀναγκαῖον καὶ τροφῆς πλείονος δεῖσθαι τὰ τοιαῦτα. τὸ δὲ τῶν παίδων σῶμα τοιοῦτόν ἐστιν, ὑγρᾶς καὶ ἀερώδους οὐσίας πλέον μετέχον, οὐχ ὡς τοῦ τῶν ἀκμαζόντων καὶ παρακμαζόντων καὶ γερόντων, ξηρᾶς καὶ γεώδους. ὁ τοίνυν Ἱπποκράτης ἐπειδὴ προὔκειτο κατὰ τόδε τὸ βιβλίον αὐτῷ σύντομόν τε καὶ ἀφοριστικὴν ποιεῖσθαι τὴν διδασκαλίαν, οὐχ οὕτως διῆλθεν τὸν λόγον ὡς ἐγὼ νῦν, ἀλλ’ ἀντὶ τοῦ φάναι τὰ αὐξανόμενα, κἂν ἴσον ἐν αὐτοῖς ἔχῃ θερμῆς οὐσίας καὶ πυρώδους τοῖς ἀκμάζουσιν, ἀλλὰ τῆς γε ὑδατώδους καὶ ἀερώδους οὐσίας πλέον ἔχει τὰ αὐξανόμενα, πλεῖστον εἶπεν ἔχειν τὸ ἔμφυτον θερμὸν, ἅμα μὲν ἀναμιμνήσκων ἡμᾶς τῆς οὐσίας αὐτῶν, ἅμα δὲ τὸ προκείμενον ἀποδεικνύς. ἐπειδὴ γὰρ ὑγρὰν καὶ θερμὴν ἔχει τὴν οὐσίαν τὰ αὐξανόμενα, διὰ τοῦτο πλεῖστον ἀποῤῥεῖν αὐτῶν ἀναγκαῖόν ἐστι, πλείστης τε δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεσθαί φησιν εὐλόγως. ἔνθα γὰρ τὸ μὲν ἀποῤῥέον πλεῖστον, τὸ δ’ ἐπιῤῥέον ὀλίγον, ἐνταῦθα ἀναγκαῖον διαφθείρεσθαι τὴν ὑποκειμένην οὐσίαν. γέρουσι δ’ ὀλίγον τὸ θερμὸν, τούτοις μέν γε κατ’ ἄμφω τὰ σημαινόμενα τῆς προσηγορίας ὀλίγον ὑπάρχει τὸ θερμὸν, εἴτ’ ἐπὶ τὴν ποιότητά τις ἀναφέρει τὸν λόγον εἴτ’ ἐπὶ τὴν οὐσίαν. καὶ γὰρ καὶ ἡ ποιότης ἀμυδρὰ καὶ ἡ οὐσία ἐλαχίστη, εἴπερ τι μεμνήμεθα τῶν προειρημένων. διὰ τοῦτ’ ἄρα, φησὶν, ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπεκκαύματα τὰς τροφὰς ὠνόμασεν, ἑπόμενος τῷ ἑαυτοῦ δόγματι καὶ σχεδὸν ἁπάντων τῶν ἐνδοξοτάτων φιλοσόφων, οἵτινες τῶν συντιθέντων στοιχείων τὰ ζῶα τὸ θερμὸν αἰτιώτατον ἐνόμιζον εἶναι τῆς ζωῆς. ὥσπερ γὰρ αἱ λυχνιαῖοι φλόγες, καίτοι τροφὴν ἔχουσαι τοὔλαιον, ὅμως ἐὰν ἀθρόως τις ἐπιχέῃ, σβέννυνται μᾶλλον ἢ τρέφονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἐν τοῖς γέρουσι θερμὸν ὑπέκκαυμα μὲν ἔχει τὰς τροφὰς, εἰ δὲ πολλαῖς καὶ ἀθρόαις ἐπισωρεύσεσι καταπνίγοιτο, σβεσθῆναι κίνδυνος αὐτὸ, καθάπερ εἰ καὶ σμικρῷ σπινθῆρι πυρὸς, πλῆθος ἐπισωρεύσαις ξύλων. καὶ διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖς γέρουσιν οὐχ ὁμοίως ὀξέες, τὸ δ’ ἐπιφερόμενον τεκμήριον οὕτως ἐστὶν καὶ αὐτὸ τοῦ ψυχρὸν εἶναι τὸ τῶν γερόντων σῶμα καὶ ὅτι μάλιστα τροπῇ τῆς ἐμφύτου θερμότητος ἐπὶ τὸ πυρῶδες ὁ πυρετὸς γίνεται. ἀλλά τοι τηλικαύτην τροπὴν συμβῆναι τοῖς γέρουσιν, ὡς εἰς ἴσον ἀφικέσθαι τῇ τῶν νεωτέρων, οὐ πάνυ τι δυνατόν, τὸ μὲν γὰρ πολὺ θερμὸν ἑτοίμως ἐπὶ μήκιστον αἴρεται, τὸ δ’ ὀλίγον οὐ ῥᾳδίως, ἀλλὰ μεγίστης δεῖται τῆς βιαζομένης αἰτίας αὐτό. διὰ τοῦτο οὖν οὔτε πυρέττουσιν οἱ γέροντες, ὁμοίως τοῖς νέοις ὀξεῖς πυρετοὺς ὡς τὰ πολλὰ καὶ εἴ που σπανίως γένοιτό τις ὁποῖος ἐν νέῳ, πάντως οὗτος εἰς ὄλεθρον τοῦ κάμνοντος τελευτᾷ. ἐνδείκνυται γὰρ ἐξαίσιόν τι μέγεθος τῆς ἐργαζομένης αὐτὸν αἰτίας. ταῦτα ἀρκεῖ τοῖς κατὰ φύσιν ἔχουσιν εἰς νόησίν τε καὶ πίστιν ὧν Ἱπποκράτης ἔγραψεν· ὅσοι δὲ οὐκ ὀρθῶς ἐνεκάλεσαν αὐτῷ, καθάπερ καὶ Λύκος, ἓν ὅλον πρὸς ἐκείνους ὑπ’ ἐμοῦ γέγραπται βιβλίον ἀπολογούμενον ὑπὲρ ὧν ἐπηρεάζουσιν τὸν ἀφορισμόν. ἐπιγέγραπται δὲ τὸ βιβλίον πρὸς Λύκον, ὅτι μηδὲν ἡμάρτηται κατὰ  τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἐδόθη δέ μοι τὸ τοῦ Λύκου βιβλίον ἤδη γεγραμμένων τῶν ὑπ’ ἐμοῦ ὑπομνημάτων. ὅθεν αὐτὸς μὲν τούτοις ἐνέθηκα τήνδε τὴν ῥῆσιν οὐκ οὖσαν ἐν τοῖς προεκδοθεῖσιν· ἰδίᾳ δὲ καθ’ ἕτερον βιβλίον ἀπελογησάμην ὑπὲρ ὧν ἐνεκάλεσεν Ἱπποκράτει.

Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖον ἔχουσι, τροφῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ ἀθληταί.

Αἱ ὧραι τοῦ ἔτεος συντελοῦσιν εἰς τὴν δίαιταν οὐκ ὀλίγον. ἐν μὲν γὰρ τῷ χειμῶνι καὶ ὀρέγονται πλειόνων οἱ ἄνθρωποι καὶ πέπτουσι ῥᾷον αὐτὰ, κατὰ δὲ τὸ θέρος ἔμπαλιν. τὴν δὲ αἰτίαν αὐτὸς ὁ Ἱπποκράτης εἶπεν ἀποφηνάμενος, τὰς κοιλίας χειμῶνος καὶ ἦρος θερμοτάτας εἶναι. τί δέ ἐστιν αὐτὸ τὸ φύσει καὶ ὅτι οὐ μάτην αὐτῷ προσέθηκεν ἐν τῷδε τῷ ἀφορισμῷ ὀλίγον ὕστερον ἐξηγήσατο, φάμενος, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ πλείστης οὖν τροφῆς δεῖται. αἱ γοῦν κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται οὐχ ἁπλῶς, ἀλλὰ τῷ φυσικῷ θερμῷ θερμόταται, οὗ τὴν οὐσίαν ἔμπροσθεν ἐδήλωσα. διὰ τί δὲ τοῦ χειμῶνος αὐξάνεται τοῦτο καὶ Ἀριστοτέλης εἶπεν, ὑποφεύγει γὰρ διὰ τὸ περιϊστάμενον ἔξωθεν κρύος, ὥσπερ αὖ πάλιν ἐν τῷ θέρει πρὸς τὸ συγγενὲς ἀποτείνεται. καὶ οὕτω συμβαίνει διαφορεῖσθαι μὲν αὐτοῦ καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἐν τῷ θέρει, συνέχεσθαι δὲ καὶ σφίγγεσθαι καὶ εἰς βάθος ὑποχωρεῖν ἐν τῷ χειμῶνι. διὰ τοῦτο οὖν καὶ αἱ πέψεις καὶ αἱ ἐξαιματώσεις καὶ αἱ θρέψεις ἀμείνους εἰσὶν ἐν ταῖσδε ταῖς ὥραις. προσέθηκε δὲ καὶ ἄλλο τι συμβεβηκὸς αὐτοῖς τὸ καὶ τοὺς ὕπνους μακροτάτους γίνεσθαι, διὰ τὸ μῆκος δηλονότι τῶν νυκτῶν, οὐ σμικρὸν οὐδ’ αὐτὸ συντελοῦν εἰς τὰς φυσικὰς ἐνεργείας. τὸ δ’ ἐπὶ τέλει προσκείμενον σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταὶ τοῦ δεῖσθαι τροφῆς, ἔνθα πλεονάζει τὸ θερμὸν ἀξιόλογον τεκμήριόν ἐστιν. οἵ τε γὰρ παῖδες διότι τὸ θερμὸν ἔχουσι πλεῖστον, διὰ τοῦτο καὶ δέονται πλειόνων καὶ περιγίνονται· οἵ τε ἀθληταὶ διότι τοῖς γυμνασίοις αὐξάνουσι τὴν ἔμφυτον θερμασίαν, διὰ τοῦτο καὶ τροφῶν ἀπολαύειν δύνανται πλειόνων. τὰ μὲν οὖν εἰρημένα κατὰ τὸν ἀφορισμὸν αὐτάρκως ἐξηγησάμεθα· περὶ δὲ τῆς ἐν αὐτοῖς ἀληθείας εἴ τις σκοποῖτο, μὴ κατὰ πάντων ἐκτεινέτω τῶν ζώων τὸν λόγον, ἀλλ’ ἀποχωριζέτω τὰ φωλεύοντα. ταυτὶ γὰρ οὐ δεῖται πλείονος τροφῆς ἐν τῷ φωλεύειν· εἴ γε καὶ μηδ’ ὅλως ἐσθίοντα διαρκεῖ καὶ καθ’ ὑπόθεσιν προσηνέγκατο τοσαύτην ὅσην πρὶν φωλεύειν ἐχρῆτο, κακῶς ἂν αὐτὴν ἔπεψεν. ὁποῖον γάρ τι κατὰ τὰς ψυχρολουσίας συμβαίνει τοῖς ἀνθρώποις, τοιοῦτον τοῖς ζώοις ἐν τῷ χειμῶνι. συμβαίνει δὲ τοῖς ἐν ψυχρῷ λουομένοις, οἷς μὲν ἀσθενές ἐστι τὸ σῶμα, ψύχεσθαί τε καὶ βλάπτεσθαι, οἷς δὲ ἰσχυρὸν ἐν μὲν τῷ παραχρῆμα τὴν θερμασίαν εἰς τὸ βάθος ὑποφεύγουσαν ἀθροίζεσθαι, μετὰ δὲ ταῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπανέχεσθαι καὶ πολὺ πλείονα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῆς. οὕτω δὲ καὶ τῶν ζώων ὅσα μέν ἐστι ψυχρότερα φύσει, νικᾶται τούτων ὑπὸ τοῦ κατὰ τὸν χειμῶνα κρύους, τὸ ἔμφυτον θερμὸν ὡς ὀλίγου δεῖν αὐτὸ ἀποσβέννυσθαι καὶ διὰ τοῦτ’ αὐτῶν τὰ πλεῖστα παραπλήσια νεκροῖς ἔστιν ἰδεῖ, ἀναίσθητά· τε ἅμα καὶ ἀκίνητα κατὰ τοὺς φωλεοὺς κείμενα. τινὰ δὲ καὶ παντάπασιν ἐν τῷ τοιούτῳ πάθει διαφθείρεται. τὰ δὲ πολυαιμότερα καὶ θερμότερα τῶν ζώων ὅμοιόν τι πάσχει κατὰ τὸν χειμῶνα τῷ συμβαίνοντι τοῖς ἰσχυροῖς σώμασιν ἐπὶ τοῖς ψυχροτέροις λουτροῖς. ἀθροίζεται γὰρ αὐτῶν ἐν τῷ βάθει τὸ θερμὸν, οὐ μὰ Δία τῶν σαρκῶν ἀποφευγουσῶν εἰς τοῦτο καὶ καταλιπούσης ἑκάστης ἣν ἐξ ἀρχῆς εἴληφε χώραν, ἀλλὰ τοῦ πνεύματος ἅμα τῷ αἵματι. τρία δ’ ἦν ταῦτα σώματα τὰ τὴν ἀρχέγονον ἡμῶν οὐσίαν συμπληροῦντα, πνεῦμα καὶ αἷμα καὶ ἡ ὀῤῥώδης ὑγρότης, ἐξ ἧς κατ’ ἀρχὰς μὲν, ὡς ἐν τοῖς περὶ σπέρματος ἐδιδάξαμεν, ἡ γένεσις τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ὕστερον δὲ ἡ αὔξησίς τε καὶ θρέψις ἐν τούτοις προσέρχεται. ὅτι μὲν οὖν ἄμεινον ἐν τῷ χειμῶνι πέπτομεν, τοῦ αἵματος εἴσω καὶ τοῦ πνεύματος εἰς τὸ βάθος ὑποκεχωρηκότων, εὔδηλον παντί. λέγει γοῦν οὐ τοῦτο μόνον ὁ Ἱπποκράτης, ἀλλ’ ὅτι καὶ συμφέρει πλείω λαμβάνειν. ἐν ταύτῃσι γὰρ, φησὶ, τῇσιν ὥρῃσι, τοῦτ’ ἔστι χειμῶνος καὶ ἦρος, καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ μὴν εἴπερ γε ὀλίγον ἀποῤῥεῖ καὶ διαπνεῖται χειμῶνος εἰς τοὐκτὸς, οὐ δεῖται τὰ σώματα πολλοῦ τοῦ θρέψοντος, ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος ἡ θρέψις. ἀνάλογον οὖν εἶναι χρὴ τὸ ποσὸν τῆς τροφῆς τῷ ποσῷ τῆς διαπνοῆς. ὅτι μὲν οὖν ἐστιν ἀληθὲς τὸ μὴ μόνον ἐν χειμῶνι πέττειν ἡμᾶς ἄμεινον, ἀλλὰ καὶ λαμβάνοντας ὀλίγα, καταψύχεσθαί τε καὶ διὰ τοῦτο βλάπτεσθαι, προσφερομένους δὲ πλείονα μηδενὶ τῶν πληθωρικῶν ἁλίσκεσθαι νοσημάτων αὐτὸ τὸ γενόμενον ἐναργῶς μαρτυρεῖ. τῆς δὲ αἰτίας ἡ ζήτησις ἐν κοινῷ προκείσθω· οὐ γὰρ δὴ  Ἱπποκράτει γε μόνῳ μάχεται τὸ προβεβλημένον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. οὐδεὶς οὖν ἐστιν ὃς οὔ φησι διαπνεῖσθαι τὰ τῶν ζώων σώματα τῇ διὰ τῶν ἀδήλων αἰσθήσει διαπνοῇ πόρων. φανερὸν γὰρ τῷ εἰς χρείαν ἥκειν τροφῆς ὅτι κενοῦται, ὡς εἴ γε μηδὲν ἡμῶν ἀπέῤῥει, διὰ παντὸς δ’ ἐφυλάττετο τῆς οὐσίας ὁ ἀρχαῖος ὄγκος, οὐκ ἂν οὐδὲ τροφῆς ἐδεόμεθα. σκόπει τοίνυν εἰ κᾀνταῦθα τοῖς μὲν ἄλλοις ἅπασιν ἄπορος ὁ λόγος Ἱπποκράτει δὲ καὶ τοῖς ἀπ’ αὐτοῦ μόνοις εὔπορος. οὐ γὰρ ἄλλο τι τὸ διαπλάσαν ἐξ ἀρχῆς τὸ ζῶον, ὥσπερ οὐδ’ αὖθις αὐξῆσαν, ἢ μέχρι τελευτῆς τρέφον, ὅτι μὴ τὸ θερμὸν τοῦτο τὸ ἔμφυτον, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστὶν αὐτῷ. τοιγαροῦν τοῦτο πάντων τῶν φυσικῶν ἔργων αἴτιον ὑπάρχον, ἐπειδὴ πλεῖόν ἐστιν ἐν τῷ χειμῶνι καὶ τὰς ὀρέξεις ἐπιτείνει καὶ τὰς πέψεις αὐξάνει καὶ πλέον ἀθροίζει τὸ αἷμα καὶ παχύνει τὸ σῶμα καὶ τοῦ κενοῦν τὰ περιττώματα προνοεῖται. τὸ μὲν γὰρ πέριξ θάλπος οὐ τὰ περιττὰ μόνον, ἀλλὰ καὶ πάνθ’ ὁμοτίμως ἐκκενοῖ διαφοροῦν ἅμα τοῖς περιττοῖς τῶν ἐν τῷ ζώῳ καὶ τὰ κατὰ φύσιν ἐν αὐτῷ περιεχόμενα κατὰ τὴν ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην ἄδηλον διαπνοὴν, ἔμφυτον ἐργάζεται θερμόν. οὐ γὰρ δὴ ἄλλο τι τοῖς ζώοις ἡ φύσις ἐστὶν ἢ τοῦτο κατὰ τὸν Ἱπποκράτους λόγον. δέδεικται δ’ ὑφ’ ἡμῶν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων οὐ μόνον ὀρεγομένη καὶ κατεργαζομένη καὶ προσφύουσα τοῖς μορίοις ἡ φύσις ἑκάστῳ τὴν οἰκείαν τροφὴν, ἀλλὰ καὶ διαφοροῦσα τὰ περιττώματα ταύτης καὶ ὅσῳ περ ἂν ᾖ ῥωμαλεώτερον τὸ ἔμφυτον θερμὸν, τοσοῦτο μᾶλλον ἐκφεύγει τὴν αἴσθησιν ἡ διαπνοή. καὶ διὰ τοῦτο παρὰ φύσιν εἶναι τοὺς ἱδρῶτας ὁ Διοκλῆς εἶπεν, ὅτι καλῶς ἁπάντων διοικουμένων τῶν κατὰ τὸ σῶμα, κρατουμένης τῆς τροφῆς ὑπὸ φύσεως, οὐκ ἄν ποτε αἰσθητὴ διὰ τοῦ δέρματος ὑγρότης ἐκκριθείη. ὅσα γὰρ ἐν βαλανείοις ἢ γυμναζομένοις σφοδρῶς ἢ διὰ θερινὸν θάλπος ἱδροῦσιν ἄνθρωποι, βιαίων αἰτίων εἰσὶν ἔγγονα. καλῶς οὖν ἐν τῷ χειμῶνι διοικεῖται πάντα τὰ κατὰ τὸ ζῶον, ὅταν γε μέτριος ὑπάρχῃ δηλονότι. τὰς γὰρ ἀμέτρους δυσκρασίας καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς μέμφεται. γνωρίσματα δὲ οὐ σμικρὰ τοῦ καλῶς διοικεῖσθαι πάντα τὰ κατὰ τὸ ζῶον ἐν τῷ χειμῶνι τῶν κατὰ φύσιν ἔργων ἡ ῥώμη. πέττεται μὲν γὰρ ἐν τῇ γαστρὶ τὰ σιτία, διότι πλεῖστόν ἐστι τὸ κατὰ φύσιν θερμὸν, ὕπνοις τε ἅμα μακροτέροις ἐκκαθαίρεται τὰ περιττώματα τοῦ σώματος, ὅσα μὲν ἀκριβῶς λελέπτυνται διὰ τοῦ δέρματος, ὅσα δὲ ἀτμώδη, διὰ τῆς ἐκπνοῆς, ὅσα δ’ ἱκανῶς παχέα, διὰ τῶν οὔρων. ὑφίσταται γὰρ αὐτοῖς πολὺ πλέον ἢ κατὰ τὸ θέρος πρὸς τῷ καὶ τὸ πλῆθος τῶν οὔρων ὅλων ἱκανῶς αὐξάνεσθαι κατὰ τὸν χειμῶνα. καὶ μὴν καὶ τρέφεται μὲν καὶ σαρκοῦται τὰ σώματα μᾶλλον ἐν τῷ χειμῶνι καὶ πλῆθος αἵματος ἀθροίζει χρηστοῦ, τοῖς γε μὴ παντάπασι μοχθηρῶς διαιτωμένοις. εἰ γὰρ ἐννοήσεις ὡς ὀλίγαιμόν τε καὶ ἰσχνὸν τὸ σῶμα ἡμῶν παρὰ τοῦ φθινοπώρου διαδεχόμενος ὁ χειμὼν εὔχυμόν τε καὶ παχύτερον ἀπεργάζεται, γνωρίσεις, οἶμαι, τὴν ῥώμην τῆς διοικούσης ἡμᾶς δυνάμεως, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμόν. ἀλλ’ εἰ μὴ τροφῆς ἀπολαύσει δαψιλοῦς τοῦτο, νικηθήσεται μὲν αὐτὸ πρῶτον ὑπὸ τοῦ περιέχοντος κρύους, ἔξωθέν τε προσπίπτοντος καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένου, συναῤῥωστήσει δ’ αὐτῷ καὶ πέψις σιτίων καὶ γένεσις αἵματος χρηστοῦ καὶ θρέψις τῶν τοῦ ζώου μορίων καὶ περιττωμάτων κένωσις. εἰ δ’ ὅσον κρατεῖν δύναται σιτίων, ἀπολαύει τούτων δαψιλῶς, αὐτό τ’ ἂν αὐξηθείη καὶ πάνθ’ ὅσα προείρηται, διαπράξεται περὶ τὸ ζῶον. ὅτι δ’ ἐκ τοῦ προσφέρεσθαι πλείω σιτία καὶ κατεργάζεσθαι καλῶς, οὐκ ἐν τῆ γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ παντὶ τῷ τοῦ ζώου μορίῳ, πολὺ μὲν εὐσαρκότερον ἕκαστον ἑαυτοῦ γίνεται καὶ πολὺ εὐαιμότερον, ἱκανῶς ἐνδείκνυται καὶ τὸ διὰ τῆς πείρας ἐγνωσμένον τοῖς ἀνθρώποις, οὐκ ἐφ’ ἑαυτῶν μόνων, ἀλλὰ καὶ τῶν ὑποζυγίων. πρὶν γὰρ ἄρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἦρος, αἵματος ἀφαιροῦσιν ἑαυτῶν τε κἀκείνων, ἀναμιμνησκόμενοι τῶν καταλαμβανόντων αὐτοὺς νοσημάτων, ὅταν ἐξαίφνης ἐπιγίνηται θέρος θερμόν. ἐκτείνει γὰρ ἐπὶ πλεῖον τοῦτο καὶ χεῖ τὸ αἷμα καὶ ὥσπερ τινὰ ζέσιν αὐτοῦ κατασκευάζει, ὡς μηκέτ’ ἐν ταῖς φλεψὶ στέγεσθαι τὸ τέως σύμμετρον, ἀλλ’ ἤτοι ῥηγνύειν αὐτὰς ἢ ἀναβιβρώσκειν· καὶ ὅταν ἀμετρότερον ἐφ’ ἕν τε μόριον, ὅπερ ἂν ἁπάντων ἀσθενέστερον, ᾗ, ῥυῇ, φλεγμονὴν ἢ ἐρυσίπελας, ἤ τι τοιοῦτον ἕτερον ἐν τούτῳ νόσημα ἐργάζεται. πολὺ γὰρ πλείω τε καὶ μείζω τῶν πληθωρικῶν νοσημάτων ἐκ τῆς τῶν χυμῶν γίνεται χύσεως. ἅπαντα οὖν ταῦτα μαρτυρεῖ τοῖς ἄλλοις, ὅσα κατὰ τὸν προκείμενον ἀφορισμὸν ὁ Ἱπποκράτης ἐδίδαξε, καὶ τὸ μὴ μόνον δύνασθαι πέττειν πλείω σιτία κατὰ τὴν ὥραν ἐκείνην, ἀλλὰ καὶ δεῖσθαι πλειόνων. ἀνάλογον γὰρ ἀεὶ χρὴ εἶναι τὰ σιτία τῷ πλήθει τῆς ἐμφύτου θερμασίας, πλὴν εἴ ποτε, ὡς ἔφην, ἐκ τῆς τοῦ περιέχοντος θερμασίας ἀσθενὴς γενομένη ἡ φύσις ἀφαιρεῖν ἀναγκάζει. διὸ καὶ περὶ τοῦ ἦρος, ἀδιοριστότερον εἰπόντος Ἱπποκράτους ἐγὼ διοριοῦμαι, πρῶτον μὲν ὅτι κατὰ τὴν ἀρχὴν ὅμοιόν ἐστι μᾶλλον κράσει χειμῶνος ἢ θέρους, ἐπὶ δὲ τῆς τελευτῆς ἔμπαλιν. εἶθ’ ὅτι πολλάκις μὲν οἶον χειμῶνος γίνεται ψυχρὸν, ἐνίοτε  δὲ οἷόν περ θέρος θερμόν. ἐν μὲν οὖν τοῖς πρώτοις αὐτοῦ μέρεσι κἀπειδὰν γένηταί ποτε ψυχρὸν, ὁμοίαν τῇ χειμερινῇ ποιησόμεθα τὴν δίαιταν· ἐν δὲ τοῖς ὑστέροις μέρεσιν ἐπειδὰν γένηταί ποτε θερμότερον, ὁμοίαν τῇ θερινῇ, μέσου δ’ ὄντος τῇ κράσει καὶ τὴν δίαιταν ἀνάλογον τῇ κράσει ποιησόμεθα. ταῦτα μὲν οὖν πάντα περὶ τῆς τῶν ὑγιαινόντων εἴρηται διαίτης· ἑξῆς δὲ περὶ τῆς τῶν νοσούντων λέγει.

Ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι.

Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς περὶ τοῦ κατὰ τὴν δίαιταν ποσοῦ τὴν διδασκαλίαν ἐποιήσατο, νυνὶ δὲ περὶ τοῦ ποιοῦ διεξέρχεται, πολλὰ καὶ χρήσιμα τῶν κατὰ τὴν τέχνην ἐν βραχυτάτῳ διδάσκων λόγῳ. πρῶτον μὲν ὅπως χρὴ διαιτᾶν τοὺς πυρέττοντας, εἶθ’ ὅτι τὰς ἐνδείξεις τῶν ὑγιεινῶν διαιτημάτων ἐπὶ μὲν τῶν παρὰ φύσιν ἐναντίας, ἐπὶ δὲ τῶν κατὰ φύσιν ὁμοίας χρὴ ποιεῖσθαι. τῷ μὲν γὰρ πυρετῷ, διότι θερμὸν καὶ ξηρὸν ὑπάρχει πάθος (ἔστι γὰρ τροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδες) ὑγρὰν δίαιταν συμβουλεύει. ταῖς δ’ ὑγροτέραις φύσεσιν, εἴτε δι’ ἡλικίαν εἴτε δι’ ἔθος, οὐ τὴν ἐναντίαν, ἀλλὰ τὴν οἰκείαν. φυλάττεσθαι γὰρ αὐτῶν δεῖ διὰ τῶν ὑγρῶν τὴν φύσιν οὐκ ἀνασκευάζεσθαι, καθάπερ τὰ νοσήματα. ὅσοι δὲ τοὺς ἅμα πυρετοῖς ὑδέρους προχειριζόμενοι τῷ λόγῳ διαβάλλειν οἴονται τὸν ἀφορισμὸν, ὡς οὐ χρὴ ἐκείνων ζώντων ὑγρᾶς, ἀλλὰ ξηρᾶς διαίτης, ἀγνοοῦσιν ἀναγκαιότατόν τε τῆς θεραπευτικῆς μεθόδου κεφάλαιον, ὅπερ ἡμεῖς ἐπὶ πλέον ἐν ἐκείνῃ τῇ πραγματείᾳ διεληλύθαμεν, ὡς ἕκαστον μὲν τῶν ἁπλῶν παθῶν ἰδίας δεῖται θεραπείας, ἐπιπλεκομένων δ’ ἀλλήλοις εἰς ὅσον ἂν ἐπιπλέκηται, εἰς τοσοῦτον ἕξει κοινὴν καὶ τὴν τῆς θεραπείας ἔνδειξιν, ἤτοι πρὸς τὸ κατεπεῖγον ἡμῶν ἱσταμένων, μετὰ τοῦ μηδὲ ἑτέρων παντάπασιν ἀμελεῖν ἢ ὁμοτίμως ἅπασι βοηθούντων. τὸ δὲ τῶν πυρεσσόντων ὑδρωπικῶν μεμνῆσθαι τοιοῦτόν ἐστιν οἷον καὶ τὸ τῶν αἷμα πτυόντων πλευριτικῶν. καὶ γὰρ ἐπὶ τούτων ἐναντίας μὲν δεῖται θεραπείας τὰ πάθη, αἵματος ἀναγωγὴ καὶ πλευρῖτις· ἀλλ’ εἴπερ ἅμα συμβαίη τινὶ πρὸς τὸ κατεπεῖγον, ἵστασθαι μᾶλλον ἐν αὐτοῖς χρὴ, μὴ ἀμελοῦντας μηδὲ τοῦ ἑτέρου. οὕτως οὖν εἰ πυρέττει τις ἅμα καὶ ὑδρωπικὴν ἔχει διάθεσιν, εἰς ἄμφω τὰ πάθη βλέποντες ἐναντίας θεραπείας δεόμενα, πρὸς ἑκάτερον αὐτῶν τῶν παθῶν εὐμηχάνως ἱστάμεθα, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι τοῖς οὕτως ἐπιπλεκομένοις. οὔκουν τοιοῦτον οὐδὲν οὔθ’ ἡμεῖς ἐροῦμεν οὔθ’ ἑτέρου λέγοντος προσοισόμεθα. καὶ εἴ τι μὴ ῥητῶς ὠνόμασται κατὰ τὸν ἀφορισμὸν, ἐκ τῆς αὐτῆς ὑπάρχον τῆς εἰρημένης κρίσεως καὶ τοῦθ’ ἡγητέον εἰρῆσθαι δυνάμει, ἡλικίας μὲν γὰρ ἐμνημόνευσε καὶ ἔθους· σὺ δ’ ἂν καὶ τῆς φυσικῆς κράσεως καὶ ὥρας καὶ χώρας εὐλόγως μνημονεύσεις, ἅπερ ἐνίοτε καὶ αὐτὸς μὲν Ἱπποκράτης προστίθησιν, ἐνίοτε δ’ ἑνὸς ἢ δυοῖν μνημονεύσας τὰ λοιπὰ τῶν ἐκ τῆς αὐτῆς συστοιχίας παραλείπει. γίνονται δὲ καὶ ἀπὸ τούτων ἐνδείξεις, ὥσπερ ἔμπροσθεν ἀπό τε τῆς ἡλικίας ἐῤῥέθη καὶ τοῦ νοσήματος· ὅσα μὲν ἄμεμπτα φυλαττόντων ἡμῶν αὐτὰ τοῖς ὁμοίοις τῇ κράσει διαιτήμασιν, ὅσα δὲ μεμπτὰ τοῖς ἐναντίοις ἐπανορθουμένων. εἴρηται δὲ τελεώτερον περὶ πασῶν ἐνδείξεων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι.

Καὶ οἷσιν ἅπαξ ἢ δὶς καὶ πλείω ἢ ἐλάσσω καὶ κατὰ μέρος. δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ, τῇ ἡλικίῃ καὶ τῷ ἔθει.

Ἐπειδὴ τὸν περὶ τῆς ποσότητος καὶ ποιότητος ἐποιήσατο λόγον, ἑξῆς ἡμᾶς διδάσκει περὶ τοῦ τρόπου τῶν προσφερομένων. οὐ γὰρ ἱκανὸν αὐτὸ τοῦτο μόνον, ὅτι τῷδε πλέον ἢ ἔλαττον δοτέον γινώσκειν ἢ ὅτι ξηραινούσῃ χρηστέον ἢ ὑγραινούσῃ τροφῇ, ἀλλ’ εἰ καὶ ἅπαξ ἢ καὶ πλεονάκις ἑκάστης ἡμέρας ἢ νυκτὸς εὔλογόν ἐστι προσφέρειν τὰς τροφὰς, ἀναγκαιότατα σκέπτεσθαι καὶ πρὸς ταῦτ’ οὖν ἀπό τε τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους ἔνδειξιν λαμβάνειν, καθάπερ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ ποίου. πρῶτοι μὲν γὰρ σκοποὶ καὶ πρὸς ταῦτα, τά τε νοσήματα αὐτὰ καὶ ἡ τοῦ κάμνοντος δύναμις, ἔτι τε ἡλικία καὶ ἡ ὥρα καὶ ἔθος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα. καὶ διὰ τοῦτο καὶ αὐτὸς ὁ Ἱπποκράτης προσέθηκεν τὸ δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ καὶ τῇ ἡλικίῃ καὶ τῷ ἔθει. σαφῶς δηλῶν διὰ τῆς, δοτέον δέ τι φωνῆς, ὡς οὔτε τὸ πᾶν οὔτε τὸ μέγιστον ἀπὸ τῶν τοιούτων λαμβάνει. τὸ γὰρ εἴτε πολλάκις εἴτ’ ὀλιγάκις εἴθ’ ὅλως χρὴ τρέφειν, ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως πρῶτον μάλιστα λαμβάνεται. μετὰ ταῦτα δὲ καὶ ἀπὸ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τῶν τοιούτων. εἰ μὲν γὰρ ἥτε δύναμις εἴη τοῦ κάμνοντος ἀσθενὴς καὶ ἡ κατὰ τὸ σῶμα διάθεσις, ἤτοι κατὰ διαφθορὰν ἢ κατ’ ἔνδειαν,  ὀλίγην τροφὴν πολλάκις τοῖς τοιούτοις δώσομεν, ὀλίγην μὲν ὅτι μὴ δύναται φέρειν εἰσάπαξ ἀθρόον πλῆθος ἄῤῥωστος δύναμις, πολλάκις δὲ ὅτι πολλῶν ἡ διάθεσις δεῖται. καὶ γὰρ ἡ ἔνδεια τῆς προσθέσεως δεῖται καὶ ἡ διαφθορὰ τῆς ἐπικράσεως. εἰ δ’ ἀσθενούσης τῆς δυνάμεως μήτ’ ἔνδειά τις συνυπάρχει μήτε διαφθορὰ, συμμετρία δὲ τῶν κατὰ φύσιν εἴη χυμῶν ἢ καὶ πλῆθος, ὀλιγάκις τε καὶ ὀλίγα τούτοις δώσομεν, ἔτι δὲ μᾶλλον εἰ τῆς δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης πλῆθος χυμῶν εἴη. εἰ δὲ μετ’ ἐνδείας ἢ διαφθορᾶς ἡ δύναμις ἐῤῥωμένη τύχοι, καὶ πολλὰ καὶ πολλάκις σιτία τοῖς οὕτω κάμνουσι δώσομεν, ὡς ἂν καὶ τῆς διαθέσεως δεομένης πολλῶν καὶ τῆς δυνάμεως κρατεῖν αὐτῶν δυναμένης. μὴ συγχωρούντων δὲ τῶν παροξυσμῶν, μηδὲ πολλοὺς τῆς τροφῆς ἡμῖν καιροὺς παρεχόντων, ὀλιγάκις δώσομεν τὰ πολλά· τῆς μέντοι δυνάμεως ἰσχυρᾶς οὔσης μετὰ πληθωρικῆς διαθέσεως, ὀλιγάκις ὀλίγα δώσομεν. εἰ γὰρ καὶ τὸ κατεργαζόμενον ἔχοιμεν εὔρωστον, ἀλλὰ τῆς γε διαθέσεως μὴ δεομένης πολλῶν, εὔλογον ὀλίγα προσφέρειν. οὕτω μὲν ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως εἰς τὰ προκείμενα τὰς ἐνδείξεις ληπτέον, ἀπὸ δὲ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους καὶ ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα ὧδε. κατὰ μὲν τὴν θερινὴν ὥραν, ὅσον ἐπ’ αὐτῇ τῇ ὥρᾳ, πολλάκις ὀλίγα δοτέον, ὅτι καὶ δέονται προσθήκης πλείονος, ὡς ἂν καὶ διαφορούμενοι καὶ ὅτι ἡ δύναμις αὐτῶν ἐστιν ἀσθενής. κατὰ δὲ τὴν χειμερινὴν πολλὰ μὲν διὰ τὴν ῥώμην τῆς δυνάμεως, οὐ πολλάκις δέ. οὐ γὰρ δέονται πάνυ πολλῆς προσθήκης οἱ κάμνοντες, ἅτε μηδὲ πολλὰ κενούμενοι. τοὺς γὰρ ὑγιαίνοντας ἔμπροσθεν ἐδείξαμεν ἱκανῶς κενουμένους ἐν χειμῶνι, διότι πλέον ἔχουσι τὸ ἔμφυτον θερμόν. κατὰ δὲ τὸ μέσον ἔτι τὸ ἔαρ, ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἐγγὺς ᾖ τοῦ θέρους, ὀλίγοις τε καὶ διὰ πολλοῦ θρέψομεν. κινδυνεύει γὰρ ἥδε ὥρα πληθωρικῆς εἶναι διαθέσεως ἐγγὺς, διὰ τὴν τῶν ἐν χειμῶνι πεπηγότων χύσιν. ὥσπερ οὖν ἐν ταῖς πληθωρικαῖς διαθέσεσιν, ὅταν ἡ δύναμις ἰσχύῃ, τὴν τροφὴν ὀλίγην τε καὶ διὰ πολλοῦ χρόνου δίδομεν, οὕτω καὶ κατὰ τὴν ἐαρινὴν ὥραν ποιητέον ἐπὶ τῶν πυρεσσόντων μάλιστα, ὑπὲρ ὧν ὁ λόγος οὗτός ἐστι τῷ Ἱπποκράτει. τὴν γὰρ τῶν ὑγιαινόντων δίαιταν ἔμπροσθεν ἐδίδαξε. τὸ δὲ φθινόπωρον τοῖς κατὰ διαφθορὰν ἐνοχλοῦσι νοσήμασιν ἔοικε, διὸ καὶ τῆς χρηστοῦ προσθέσεως συνεχοῦς οἱ τότε πυρέσσοντες δέονται, κἂν ἡ δύναμις ἰσχυρὰ εἴη, πολλάκις καὶ πολλὰ δώσομεν αὐτοῖς· εἰ δ’ ἀσθενὴς, ὀλίγα πολλάκις. παραπλησίως δ’ ἄν τις καὶ ἀπὸ τῶν ἡλικιῶν καὶ τῶν ἀπὸ ἐτῶν καὶ ἀπὸ τῶν χωρῶν λαμβάνῃ τὰς ἐνδείξεις, εἰς τοὺς πρώτους δύο σκοποὺς ἀνάγων αὐτάς. ἕκαστον γὰρ τῶν εἰρημένων ἤτοι ἰσχυρὰν ἢ ἀσθενῆ τὴν δύναμιν ἐργάζεται καὶ ἤτοι πληθωρικὸν ἢ ἐνδεὲς ἢ κακόχυμον τὸ σῶμα.

Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.

Οὐ δὶς ὑπὲρ τῶν αὐτῶν, ὡς ἄν τις οἰηθείη, διῆλθεν, ἔμπροσθεν μὲν γράψας τὸν ἀφορισμὸν ἐκεῖνον, οὖ ἡ ἀρχὴ αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. νυνὶ δὲ πάλιν, ὡς θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. ἀλλ’ ἐπειδὴ πρός τε τὸ ποσὸν τῆς διαίτης καὶ πρὸς τὸν τρόπον χρήσεως τῶν σιτίων, ἐπὶ τε τῶν ὑγιαινόντων καὶ τῶν νοσούντων ἀπὸ τῶν ὡρῶν ἔνδειξίν τινα λαμβάνει, δεόντως ἐν ἀμφοτέροις ἐμνημόνευσεν, ἐκεῖ μὲν δείξας ὡς τὰ προσάρματα τοῖς ὑγιαίνουσι πλείω διδόναι χειμῶνος· διότι τὸ ἔμφυτον θερμὸν πλεῖον καὶ τρέφεσθαι δεῖται. νυνὶ δὲ ὅτι κἂν ἅπαξ αὐτοῖς πολλὰ δοίης οὐ βλάψεις. εὐφόρως μὲν γὰρ φέρουσιν ἅπαντες πλῆθος σιτίων ἐν χειμῶνι, δυσφόρως δ’ ἐν θέρει. κατὰ τοῦτο ἐν χειμῶνι μὲν ὀλιγάκις τε καὶ πολλὰ προσφέρεσθαι σιτία συγχωρητέον, ἐν θέρει δ’ ἐπειδὴ δυσκόλως φέρουσι τὰ σιτία, διότι τὸ πέττον αὐτὰ καὶ κατεργαζόμενον τὸ ἔμφυτον θερμὸν ὀλίγον ὑπάρχει, τὸ μὲν ἀθρόον διδόναι ἅπαντι τρόπῳ φευκτέον, ἐπιχειρητέον δὲ συνεχέστερον ὀλίγα προσφέρειν. ἡ γὰρ τοῦ σώματος διάθεσις ὁμοία τοῖς κατ’ ἔνδειαν οὖσι νοσήμασιν προσθήκης δεῖται. χειμῶνος μὲν οὖν καὶ θέρους οὕτως ἔχουσι, τῶν δ’ ἄλλων δυοῖν ὡρῶν τὸ μὲν φθινόπωρον ἐφεξῆς θέρει, τὸ δ’ ἔαρ χειμῶνι καὶ ἡ αἰτία πρόδηλος. ἐμψύχεσθαι μὲν γὰρ ἄρχεται καὶ συνάγεσθαι καὶ πυκνοῦσθαι τὰ σώματα τῷ φθινοπώρῳ, χαλᾷσθαι δὲ καὶ ἀραιοῦσθαι τῷ ἦρι. διά γε οὖν ταῦτα δὶς οὐκ εἴρηται ταυτὸν ὑπὲρ τῶν ὡρῶν παράγγελμα ἢ καὶ ὅτι κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν ὑπὲρ τῶν ὑγιαινόντων ὁ λόγος ἦν αὐτῷ.

τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων.

Τριῶν οὖν ὄντων κεφαλαίων διαιτητικῶν, τοῦ ποσοῦ τῶν σιτίων καὶ τοῦ ποιοῦ καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν, εἰς μὲν τὰ πρότερα δύο κεφάλαια παρὰ τῶν παροξυσμῶν οὐδὲν ἡμῖν ἐγένετο λυσιτελὲς, εἰς δὲ τὸ τρίτον ἔστι τί γε κἀκ τῶν παροξυσμῶν λαβεῖν. δεόντως οὖν καὶ ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτῶν ἐν τῷ τρίτῳ κεφαλαίῳ. τοὺς καιροὺς γὰρ τῶν κατὰ μέρος τροφῶν οἱ παροξυσμοὶ μάλιστα διδάσκουσιν, ἐν οἶς γε νοσήμασι τεταγμένως ἀπαντῶσι, τουτέστι κατὰ περίοδον, καὶ διὰ τοῦτο καὶ αὐτὸς Ἱπποκράτης εἶπε τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, εἰδὼς ὅτι καὶ ἄλλοι τινές εἰσιν, οἳ παροξύνονται μὲν ἐν νόσοις, οὐ μὴν κατὰ περιόδους, τουτέστιν οὐ τεταγμένως. ἐπ’ ἐκείνων μὲν οὖν οὐδὲ δυνατόν ἐστιν ἀκριβῶς ἐξευρεῖν τὸν καιρὸν τῆς προσφορᾶς. ἐφ’ ὧν δὲ τὰ τῶν παροξυσμῶν τέτακται, φυλακτέον ἐστὶ τὰς ἀρχὰς αὐτῶν, τουτέστιν ὅπως μήτ’ ἤδη γεγονότος μήθ’ ὅσον οὔπω γενησομένου τρέφωμεν. τὸ δὲ πρὸ τῶν κρίσεων, ἤτοι πρὸ τῶν παροξυσμῶν ἁπάντων ἁπλῶς ἢ πρὸ τῶν κυρίως λεγομένων κρίσεων, ἀκουστέον ἐστὶν ἢ πρὸ τῶν ἀκμῶν. ἀληθῆ γὰρ τὰ τρία. μᾶλλον δ’ ἂν δόξειεν ἁρμόττειν ἐν τοῖς προκειμένοις τὸ πρὸ τῶν παροξυσμῶν ἁπλῶς. περὶ γὰρ τῆς ἀκμῆς ἔμπροσθεν εἴρηται καὶ περὶ ἐκείνης δηλονότι καὶ περὶ τῆς κρίσεως. ἐν ταῖς ἀκμαῖς γὰρ τοὐπίπαν αἱ κρίσεις.

Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινεῖν μηδὲ νεωτεροποιέειν μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθιμοῖσι χρῆσθαι, ἀλλ’ ἐᾷν.

Τὸν περὶ διαίτης συμπληρώσας λόγον ἐφ’ ἕτερον μεταβαίνει κεφάλαιον, ἐν ᾧ διδάσκει πότε μὲν ἐπιτρεπτέον ἐστὶ τῇ φύσει τὸ πᾶν αὐτῇ περὶ τὸν νοσοῦντα διαπράττεσθαι, μηδὲν ἡμῶν ἄλλο διαπραγματευομένων, ὅ τι μὴ τὸ κατὰ τὴν δίαιταν, πότε δὲ οὐ μόνον τῇ φύσει τὸ πᾶν ἐπιτρεπτέον, ἀλλά τι καὶ αὐτοὺς πραγματεύεσθαι. ἔνθα μὲν οὖν, φησὶν, ἤτοι γέγονεν ἤδη τελεία ἡ κρίσις ἢ γίνεται, τῇ φύσει τὸ πᾶν ἐπιτρέπειν χρὴ καὶ μηδὲν αὐτοὺς νεωτεροποιεῖν, ἔνθα δ’ ἐλλιπῶς κρίνεται, τὸ λεῖπον αὐτοὺς προστιθέναι. τοῦτο δ’ ἔλεγε κἀν τῷ περὶ χυμῶν κατὰ τήνδε τὴν λέξιν. τὰ κρινόμενα ἀπαρτὶ μὴ κινεῖν μήτε φαρμακίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσι νεωτεροποιεῖν. ὅπερ γὰρ ἀρτίως ἐν τοῖς ἀφορισμοῖς ἔφη, τοῦτο ἐν ἐκείνῳ τῷ βιβλίῳ μεταβαλὼν ἀπαρτὶ ὠνόμασεν. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς τοὔνομα τὸ ἀπαρτὶ κατὰ τούτου τοῦ σημαινομένου τοῦ ἀπηρτισμένως καὶ ὁλοκλήρως καὶ ἀνελλιπῶς, ὅπερ αὐτὸ καὶ τὸ ἀπαρτίως νῦν σημαίνει. οὐ γὰρ δὴ τό γε ἐν ἀρτίαις ἡμέραις, ψεῦδος γὰρ δὴ τοῦτο ἐναργῶς, εἴ τις ἐν ἀρτίαις ἡμέραις ἢ ἐκρίθη ἢ κρίνεται, μηδὲν ἐπὶ τούτων νεωτεροποιεῖν. οὐ μὴν οὐδὲ τὸ πρὸ ὀλίγου δηλοῖ τὸ ἀρτίως ἐν ταύτῃ τῇ ῥήσει. δῆλον δὲ μάλιστα μὲν ἐκ τοῦ ῥητοῦ τοῦ ἐπιφερομένου, οὐ γὰρ εἶπεν ἁπλῶς τὰ κεκριμένα ἀρτίως, ἀλλὰ τὰ κρινόμενα καὶ τὰ κεκριμένα. τούτων δὲ τὰ κεκριμένα τάχα ἂν ὁμολογήσειε τῷ ἀρτίως. τὰ δὲ κρινόμενα κατ’ οὐδένα τρόπον, ἀλλὰ κἀξ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας δῆλον. οὐ δήπου γὰρ εἴτε τι πρὸ ὀλίγου κέκριται, τοῦτο οὐ χρὴ νεωτεροποιεῖν, ἀλλ’ εἰ μὲν τελέως τε καὶ ἀνελλιπῶς καὶ ὁλοκλήρως, ἀληθὲς ἂν εἴη τὸ λεγόμενον, εἰ δ’ ἐλλιπῶς κατά τι, τὸ λεῖπον αὐτῶν χρὴ προσθεῖναι. τὰ γὰρ μετὰ κρίσιν ὑπολειπόμενα ὑποστροφὰς ποιεῖ, τίς οὖν ἐστιν ἡ τελεία καὶ ἀνελλιπὴς κρίσις, ἢ δῆλον ὅτι καθ’ ἣν πάντα καλῶς γίγνεται καὶ μηδὲ εἶς ἀριθμὸς ἐλλείπεται τῶν κριτικῶν; πρῶτον μὲν γὰρ ἀμείνων ἡ κατὰ κένωσιν τῆς κατ’ ἀπόστημα, εἶτα ἡ κατὰ τὸν λυποῦντα καὶ πλεονάζοντα χυμὸν τῆς ἄλλον τινὰ κενούσης, καὶ τρίτον ἡ κατ’ ἴξιν τῆς μή. κατ’ ἴξιν δὲ αὐτὸς ὀνομάζει τὸ κατ’ εὐθυωρίαν. ἐπὶ ταύταις ἡ μετ’ εὐφορίας, εἶθ’ ἡ μετὰ πέψεως ἐν ἡμέρᾳ κρισίμῳ. ταῦτα γὰρ πάντα χρὴ παρεῖναι τῇ τελείᾳ κρίσει. ἀπόντος δ’ αὐτῶν τινος ἢ καὶ πλειόνων, οὐκ ἀκριβὴς οὐδ’ ἀπηρτισμένη κρίσις ἂν εἴη.

Ἃ δεῖ ἄγειν, ταύτῃ ἄγειν ὅκου ἂν μάλιστα ῥέπῃ ἡ φύσις, διὰ τῶν ξυμφερόντων χωρίων.

Τίνα δή ποτε ἃ δεῖ ἄγειν; δηλονότι τὰ μήτε κρινόμενα μήτε κεκριμένα ἀρτίως. ταῦτα οὖν διὰ τίνος ἐκκενοῦν χρὴ μορίου διδάσκει, σκοπὸν ἡμῖν διδοὺς διττὸν, αὐτήν τε τοῦ μορίου τὴν φύσιν καὶ τὴν ῥοπὴν τοῦ χυμοῦ. ὅπως γὰρ ἂν, φησὶ, ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. ξυμφέροντα δ’ ἐστὶ χωρία κενώσεσιν, ἔντερά τε καὶ γαστὴρ καὶ κύστις καὶ μήτρα καὶ σύμπαν τὸ δέρμα, τῆς πρὸς τούτοις αἵ θ’ ὑπερῶαί τε καὶ ῥῖνες, ὅταν ἤτοι τὸν ἐγκέφαλον ἐκκαθαίρωμεν ἢ καθ’ αἱμοῤῥαγίαν ἡ κρίσις γίνεται καὶ μάλιστα εἰ κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθὺ τοῦ πεπονθότος  μορίου. τὰ γὰρ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν, ὡς ἀσύμφορα δὲ χωρία αἱ ῥοπαὶ τῶν λυπούντων χυμῶν γίνονται, ὅταν ἤτοι κύρια ταῦτα τὴν φύσιν ὑπάρχει καὶ μείζων ἡ ἐξ αὐτῶν ἔσεσθαι βλάβη μέλλει, τῆς τοῦ κρινομένου νοσήματος ἀξίας ἢ ὅταν μηδεμίαν ἔκκρισιν ἔχῃ. παραδείγματος δ’ ἕνεκα τῶν καθ’ ἧπαρ λυπούντων χυμῶν ἐκκενοῦσθαι χρῃζόντων ἐπιτήδειοι ῥοπαὶ διτταὶ, ἡ μὲν ἑτέρα κατὰ τὴν γαστέρα καὶ ταύτης αὐτῆς βελτίων ἡ κάτω τῆς δι’ ἐμέτων, ἡ δ’ ἑτέρα τῶν κατὰ νεφρούς τε καὶ κύστιν, οὐ μὴν ἥ γε εἰς πνεύμονα καὶ θώρακα καὶ καρδίαν ἀγαθή προσέχειν οὖν χρὴ τὸν ἰατρὸν τῇ ῥοπῇ τῆς φύσεως, εἴτ’ ἐπιτηδείως μὲν γενομένης ὑπηρετεῖν τε ἅμα καὶ συνεργεῖν εἴτ’ ἐναντίως τε ἅμα καὶ βλαβερῶς γίγνοιτο, κωλύειν τε ἅμα καὶ μετάγειν καὶ ἀντισπᾷν.

Πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ.

Τὸ μὲν φαρμακεύειν ἔθος ἐστὶν αὐτῷ λέγειν ἀντὶ τοῦ χρῆσθαι φαρμάκῳ καθαίροντι, τὸ δ’ ὀργᾷν ἀπὸ τῶν ὀργώντων ζώων μετενήνοχεν ἐπὶ τοὺς χυμούς. καθ’ ὃν γὰρ τρόπον ἐκεῖνα ἡσυχάζειν οὐ δύνανται γαργαλιζόμενά πως καὶ κινούμενα καὶ διανιστάμενα πρὸς τοῦ πάθους, οὕτω καὶ οἱ χυμοὶ πολλάκις ἐν κινήσει σφοδροτέρᾳ καὶ μεταῤῥύσει μορίων εἰς μόρια, κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐνοχλοῦσι τὸν ἄνθρωπον, κινοῦντες καὶ γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες, ἀλλ’ αὐτοί τε κινούμενοι καὶ μεταῤῥέοντες, ἐνοχλοῦντές τε τῇ τοσαύτῃ φορᾷ τὸν κάμνοντα. τοὺς μὲν δὴ τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει, τοὺς δ’ ἤδη καθ’ ἕν τι μόριον ἐστηριγμένους οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι. τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύσιν ἔχομεν βοηθοῦσαν τῇ κενώσει. φαίνεται γάρ τοι καὶ αὕτη μετὰ τὰς πέψεις διακρίνουσά τε τοὺς χυμοὺς, ἀπωθουμένη τε καὶ περιττὸν, ἐν ᾧ δὴ καιρῷ καὶ αἱ κρίσεις γίνονται. ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης οὐδενὸς δεῖ φαρμάκου. μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας, ἵν’ ἐξ ἀμφοῖν ἡ τοῦ λυποῦντος χυμοῦ γίνηται κένωσις, ἀπωθουμένης μὲν τῆς φύσεως, ἕλκοντος δὲ τοῦ φαρμάκου. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ἡ μὲν φύσις ἑκάστου τῶν μορίων τέτταρσι δυνάμεσι χρωμένη, ἑλκτικῇ τε τοῦ οἰκείου καὶ καθεκτικῇ τοῦ αὐτοῦ καὶ πρὸς ταύτῃ πεπτικῇ καὶ τετάρτῃ τῶν ἀλλοτρίων ἀποκριτικῇ, ἕκαστον δὲ τῶν φαρμάκων τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἐπισπώμενόν ἐστι. καλῶς δὲ προσέθηκε τῷ λόγῳ, τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. καὶ χρὴ τοῦτο διδαχθῆναι παρὰ τῆς ἐμπειρίας, ὡς αἱ μεταῤῥύσεις ἄλλοτ’ εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις γίνονται. τὰ πλείω δ’ ἡσυχάζει καὶ μένει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττονται παρ’ ὅλον τοῦ νοσήματος χρόνον ἄχρι λύσεως. χρὴ δὲ γινώσκειν ὅτι ἔν τισι τῶν ἀντιγράφων ὁ ἀφορισμὸς οὗτος οὐ γέγραπται, κατὰ μέντοι τὸ περὶ χυμῶν ἐν ἅπασι γέγραπται.

Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χωρέῃ οἷα δεῖ καὶ φέρει εὐφόρως καὶ ὅκου δεῖ μέχρι λειποθυμίης ἄγειν καὶ τοῦτο ποιεῖν, ἢν ἐξαρκέσῃ ὁ νοσέων.

Εἴθ’ ὑπὸ φύσεως εἴθ’ ὑφ’ ἡμῶν ἡ κένωσις γίνοιτο, χρὴ πάντως ὡρίσθαι τι μέτρον αὐτῆς· ὡς γὰρ τὴν ποιότητα κατὰ τὸν λυποῦντα χρὴ κενοῦσθαι χυμὸν, οὕτω δηλονότι καὶ τὴν ποσότητα τῷ πλήθει τοῦ λυποῦντος ἁρμόττειν. ἀλλὰ τῆς μὲν ποιότητος τὰς διαγνώσεις ἔμπροσθεν εἴπομεν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, οὗ ἡ ἀρχὴ, ἐν τῇσι ταραχῇσι τῆς κοιλίας καὶ τοῖσιν ἐμέτοισι. ποσότητος δ’ οὐδὲν τοιοῦτον ἔχομεν εἰπεῖν γνώρισμα. διὰ τοῦτ’ οὖν ἐπ’ αὐτῆς ἔδωκεν ὁ Ἱπποκράτης ἡμῖν κριτήριον τὴν εὐφορίαν. εἰ μὲν γὰρ τὸ πλεονάζειν ἐκκενοῖτο, κουφότερον ἑαυτοῦ τὸν κάμνοντα καὶ εὐφορώτερον ἀνάγκη γίνεσθαι. εἰ δέ τι καὶ τῶν κατὰ φύσιν ἐκκρίνοιτο, καταλύεσθαί τε καὶ ἀῤῥωστεῖν αὐτοῦ τὴν δύναμιν αἰσθάνεσθαί τε δυσφορίας, ὥστε μὴ τῇ προχείρῳ φαντασίᾳ τῆς ποσότητος τῶν κενουμένων προσέχειν τὸν νοῦν, ἀλλὰ τοῖς εἰρημένοις δύο γνωρίσμασιν, εἰ οἷα δεῖ κενοῦνται καὶ εἰ μετ’ εὐφορίας. τὸ δ’ ἐφεξῆς εἰρημένον ὑπ’ αὐτοῦ, τὸ καὶ ὅκου δεῖ ἄγειν μέχρι λειποθυμίας, ὀρθῶς μὲν λέλεκται. προσγεγράφθαι δὲ χρὴ τὰ γνωρίσματα τῆς χρήσεως. ἐπεὶ τοίνυν ἐκεῖνος οὐκ εἶπεν ἡμεῖς ἐξ ὧν αὐτῇ τε τῇ πείρᾳ καὶ τῷ λόγῳ δοκοῦμεν εὑρηκέναι τὰς διαθέσεις, ἐφ’ ὧν ἁρμόττει τὸ μέχρι τῆς λειποθυμίας κενοῦν ἐροῦμεν. καὶ πρῶτόν γε τὸ μέχρι ποίας λειποθυμίας εἴρηται ὑπ’ αὐτοῦ διορίσασθαι δίκαιον. οὐ  γὰρ δὴ τάς γε τοιαύτας λέγει λειποθυμίας, ὅσαι φοβηθέντων ἐνίοτε τῶν καμνόντων ἢ τὴν τῆς φλεβὸς διαίρεσιν, ἤ τι τοιοῦτον ἄλλο βοήθημα γίνονται. οὐ μὴν οὐδ’ ὅταν ἐν τῷ στόματι τῆς γαστρὸς ὑπάρχωσι δακνώδεις χυμοί τινες, ἤτοι πρότερον ἠθροισμένοι κατ’ αὐτὴν ἢ κατὰ τὴν τοῦ βοηθήματος χρῆσιν συῤῥυέντες λειποθυμίαι παρέσχον. λειποθυμοῦσι μὲν γὰρ καὶ τότε, οὐ μὴν ἱκανόν γε μέτρον κενώσεως ἡ τοιαύτη λειποθυμία, πρὸ τοῦ δέοντος ἐνίοτε γινομένη, καθάπερ καὶ ἐπὶ αὐτοῦ τοῦ διαναστῆναί τε καὶ καθίσαι πολλάκις ἐλειποθύμησάν τινες τῶν πυρεττόντων, διὸ δὴ καὶ κατακειμένους αὐτοὺς φλεβοτομοῦμεν. ἡ τοίνυν κατὰ τὸν λόγον τῆς κενώσεως ἐπιγιγνομένη λειποθυμία νῦν εἴρηται πρὸς Ἱπποκράτους μέτρον γινομένη τῆς κενώσεως, ἐπί τε μεγίστων φλεγμονῶν καὶ πυρετῶν διακαεστάτων καὶ ἀλγημάτων σφοδροτάτων. χρὴ δὲ, ὡς καὶ αὐτὸς εἶπεν, ἐῤῥωμένης τῆς δυνάμεως ἐπιχειρεῖν ἐπὶ τοσοῦτον κενοῦν καὶ ἡμεῖς πάνυ πολλάκις πεπειράμεθα τῶν τοιούτων κενώσεων ἰσχυρῶς ὠφελουσῶν. ἔν τε γὰρ τοῖς θερμοτάτοις πυρετοῖς ἡ μέχρι λειποθυμίας φλεβοτομία κατάψυξίν τε παραχρῆμα τῆς ὅλης ἕξεως ἐργάζεται καὶ σβέννυσι τὸν πυρετόν. καὶ δὴ καὶ ἡ γαστὴρ διαχωρεῖ τοῖς πλείστοις καὶ ἱδρῶτες προχέονται, καί τινες αὐτῶν ἐπὶ τούτων ἐπαύσαντο τελέως. ἄλλοι δὲ μεγάλως ὠφεληθέντες ἐνέκοψαν τὸ σφοδρὸν τοῦ νοσήματος. ἔν τε ταῖς μεγίσταις φλεγμοναῖς καὶ ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ μέχρι λειποθυμίας ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβοτομεῖν εἴτε καθαίρειν ἄχρι λειποθυμίας προσήκει, καθότι δεδήλωται ἐν τοῖς περὶ φλεβοτομίας ὑπομνήμασιν.

Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν.

Ὀλίγον ἔμπροσθεν εἴρηκε, πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. νῦν οὖν καὶ ὅτι κατὰ τὰς ἀρχὰς μόνων τῶν ὀξέων νοσημάτων ἐγχωρεῖ ποτε κάθαρσιν ποιήσασθαι συμφέρουσαν ἐδίδαξεν ἡμᾶς. ἐν μὲν γὰρ τοῖς χρονίοις ἀεὶ χρὴ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ καὶ κατ’ ἀρχὴν οἷόν τε φαρμακεύειν καὶ τοῦτο αὐτὸ πρᾶξαι μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως. ὅθεν μοι δοκεῖ ὁ Ἱπποκράτης καλῶς προσθεῖναι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν. εἴτε γὰρ προδιασκεψάμενος ἐπιμελῶς, εἴτε προπαρασκευάσας τὸν ἄῤῥωστον, εἴτε τὴν ἐνδεχομένην εὐκρίνειαν ἀναμείνας, εἴτε καί τινα τούτων, εἴτε καὶ πάντα σημαίνει τοὔνομα, τὴν εὐλάβειαν αὐτοῦ τὴν περὶ τὰς τοιαύτας καθάρσεις ἐνδείκνυται σαφῶς. κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι, τῷ πάντα μὲν τὰ καθαίροντα φάρμακα θερμὰ ταῖς δυνάμεσιν εἶναι, δεῖσθαι δὲ τὸν πυρετὸν, ᾗ πυρετός ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον, οὐχ ὅπως τῶν θερμαινόντων καὶ ξηραινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖς, τουτέστι τῶν ὑγραινόντων τε καὶ ψυχόντων. οὐκοῦν οὐδ’ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμασίας ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται. ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ βλαπτομένην, ἀλλὰ τῶν ἐργαζομένων αὐτὴν ἕνεκα χυμῶν. χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν κενώσεως γίγνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης λαμβάνεται τὸ σῶμα πρὸς τῶν καθαιρόντων φαρμάκων. ἔστι δὲ ἡ ὠφέλεια μείζων, ἐὰν ἀλύπως τε καὶ πᾶς ὁ βλάπτων καὶ λυπῶν ἐκκενωθῇ χυμός. ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ προσκέψασθαι εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν. οἱ γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων, ὡσαύτως δὲ οἷς καὶ ὑποχόνδρια διατεταμένα πεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυῤῥώδη τὰ οὖρα, καί τὶς αὐτόθι τῶν σπλάγχνων φλεγμονὴ, πάντες οὗτοι πρὸς τὰς καθάρσεις ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα καὶ τοὺς χυμοὺς ὡς ἔνι μάλιστα τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτοὺς καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένους τε τοὺς πόρους, δι’ ὧν ἡ κάθαρσις μέλλει γενέσθαι καὶ μηδεμίαν ἔμφραξιν ἔχοντας. ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμεν καθαίρειν τινὰ καὶ τοῦτό ἐστιν αὐτὸ τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν ἐκείνῳ τῷ ἀφορισμῷ. τὰ σώματα χρὴ ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι περὶ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἔξω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ μὴ ἄρα τις σχοίη καιρὸν, μελίκρατον δοῦναι πιεῖν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου, ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχωνος, ἤ τινος τῶν οὕτως λεπτυνόντων χυμοὺς, ὥστ’ εὐλόγως εἶπεν ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς ἔσεσθαι χρείαν ἡμῖν φαρμακείας, τῷ μήτε πολλάκις ὀργᾷν ἐν ἀρχῇ τοὺς λυποῦντας χυμοὺς μήτ’, εἰ καί τι τούτων ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ἔχοντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος τοῦ νοσήματος, ἐπιτήδειον αὐτὸν παρασκευάσαι.

Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δ’ ἐναντία δυσχερῶς.

Φανερῶς οὗτος ὁ ἀφορισμὸς ἐν ἐκείνῳ περιέχεται καθ’ ὃν ἔλεγεν· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τἀναντία. ἀλλ’ ἐπειδὴ κατὰ τοῦτο τὸ χωρίον τοῦ βιβλίου περὶ τῶν ὑπὸ τοῦ ἰατροῦ γινομένων διελέγετο καθάρσεων καὶ σχεδὸν ἅπαντας εἴρηκε τοὺς ἀναγκαίους διορισμοὺς, οὐκ ὤκνησεν οὐδὲ τοῦτον προσθεῖναι τὸν ἀφορισμὸν, οὐδὲν μὲν διδάσκοντα νεώτερον, ἀναμιμνήσκοντα δὲ ὧν ἔμπροσθεν ἐν ἑτέρῳ χωρίῳ τοῦ βιβλίου, περὶ τῶν αὐτομάτων κενώσεων προειρήκει, πρὸς τῶν κᾀνταῦθα συμπεπληρῶσθαι τὸν περὶ τῶν καθάρσεων ἅπαντα λόγον.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ. Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον, ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.

Ὅτι μὲν ὁ πόνος αὐτῷ βλάβην σημαίνει νῦν εὔδηλον ἐκ τῆς ἀντιθέσεως. φησὶ γὰρ, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. οὔσης δὲ διττῆς τῆς ἐξ ὕπνου βλάβης τῆς μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, ἃς ἐπισημασίας ὀνομάζουσιν, οἱ κάμνοντες κοιμηθῶσι, τῆς δ’ ἰδίας, ὡς ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ τινὶ καιρῷ, περὶ ταύτης αὐτὸν ἡγετέον λέγειν. ἐκείνη γὰρ οὔτε θάνατον οὔτ’ ἄλλο τι σημαίνει δεινὸν, ἑπομένῃ τῇ φύσει τοῦ καιροῦ. συννεύουσι γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς, ἤτοι θερμασία πᾶσα καὶ οἱ χυμοὶ, καθάπερ αὐτὸς ἐδίδαξε, καὶ μᾶλλον ἐφ’ ὧν ἤτοι φρίκη τις ἢ ῥῖγος ἢ ψύξις τῶν ἔξω μερῶν ἰσχυρὰ γίνεται. καὶ διὰ τοῦτο αὐτοῖς χρονίζει τὰ συμπτώματα κοιμηθεῖσιν ἐν ταῖς ἀρχαῖς καὶ μόγις ἐπὶ τὴν ἀκμὴν οἱ πυρετοὶ παραγίνονται. καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνων, εἰκότως αὔξεται· καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συῤῥέουσιν, οὐχ ὁμοίως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις ὕπνοις, ἀλλὰ πολλῷ πλείους γίνονται, διαμένοντες ἄπεπτοι. διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγορέναι τηνικαῦτα τὴν ὑπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἐν αὐτοῖς θερμασίας, ἀντιτάττοντες ὡς μέγιστον ἴαμα τῇ κατὰ τὰς ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ. διὸ καὶ φαίη ἄν τις οὐκ ἀλόγως μὲν αὐτὰς τὰς βλάβας ἐν τούτῳ τῷ καιρῷ γίγνεσθαι τῇ φύσει τοῦ παροξυσμοῦ, κωλυομένας δὲ ὑπὸ τῆς ἐγρηγόρσεως, ἐπειδὰν δὲ καὶ ταύτης στερηθῶσιν οἱ κάμνοντες, ἐναργεστέραν ἴσχειν τὴν βλάβην, οὐχὶ τῷ προσέρχεσθαί τινα διὰ τὸν ὕπνον ἑτέραν βλάβην, ἀλλὰ τῷ τὴν ἐκ τῆς ἐγρηγόρσεως ὠφέλειαν ἀπογίνεσθαι. οὗτος μὲν οὖν ὁ λόγος ἐπιδείκνυσι μηδεμίαν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν βλάβην ἐξ ὕπνου γινομένην, ἀλλ’ αὐτὸ δὴ τοῦτο μόνον, ἀπουσίαν ὠφελείας· ὁ δ’ ἕτερος λόγος ὁ καὶ τοίοις ὕπνοις συγχωρῶν ἐν τούτῳ τῷ καιρῷ βλάβην ἐργάζεσθαι τὴν διδασκαλίαν φησὶ γίνεσθαι νῦν Ἱπποκράτει περὶ τῶν ἐν ἄλλοις καιροῖς ὑπνούντων, οἷς ἀκολουθεῖ τοὐπίπαν ἐναργής τις ὠφέλεια καὶ μάλιστα ὅταν ἐν ταῖς παρακμαῖς γεννηθῶσιν. ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ κατ’ αὐτὰς τὰς ἀκμὰς γινόμενοι, καί ποτε κἀν τοῖς τῶν ἀναβάσεων τῶν γινομένων ἐν τοῖς ἐσχάτοις, ὅσαι συνάπτονται ταῖς ἀκμαῖς, ἀλλ’ ἡ πασῶν ἐναργεστάτη τῶν ὠφελειῶν ἐν ταῖς παρακμαῖς γίνεται. καὶ τοίνυν καὶ βλάπτοντες ἧττον μὲν ὀλέθριοι, κατά γε τὴν ἀκμήν εἰσι καὶ τὴν αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δ’ ἐν ταῖς παρακμαῖς ὀλέθριοι γίνονται. ἐν ᾧ γὰρ ἕκαστον τὸ ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνατον εἰκότως δηλώσει. βλάβαι δ’ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναντίαι, παραδείγματος χάριν τό τε τὸν πυρετὸν ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ παροξύνεσθαι καὶ τὸ τὰς ὀδύνας ἐπιτείνεσθαι καὶ τὰ ῥεύματα πλείω γίνεσθαι καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τινὲς δὲ καὶ κατ’ αὐτοὺς τοὺς ὕπνους φθέγγονται παρακοπτικῶς καὶ ἢν ἐξεγείρωνται, μέχρι πολλοῦ παρανοοῦσιν. ἐνίοις δὲ ἀρχὴ κώματος ἐν τῷ ὕπνῳ γίνεται καὶ μόγις ἀνίστανται νυττόμενοι. συμβαίνει δὲ ταῦτα πάντα διὰ τὴν τῶν χυμῶν κακοήθειαν, οὓς, ὅταν μὲν ἰσχυρότερον ᾖ τὸ ἔμφυτον θερμὸν ἡμῶν, ἐκπέττει κατὰ τοὺς ὕπνους· ὅταν δὲ ἀσθενέστερον, ἐνικήθη μὲν ὑπ’ ἐκείνων, βαρύνεται δ’ ὑπ’ αὐτῶν τὰ σπλάγχνα καὶ τοῖς εἰρημένοις ἁλίσκεται παθήμασιν ὁ ἄνθρωπος. αὐτὸς γάρ τοι ὁ Ἱπποκράτης βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερμότερον εἶναι, τὸν δὲ καθεύδοντα ἐναντίον, διδάσκων ἡμᾶς ὅπερ καὶ ἄλλοις τισὶ τῶν φυσικῶν ἔδοξε, κατὰ τὰς ῥοπὰς τῆς ἐμφύτου θερμασίας ἐγρήγορσίν τε καὶ ὕπνον γίνεσθαι. καὶ τοίνυν εἰκότως, ἐπειδὰν ἐν τοῖς σπλάγχνοις ἀθροισθὲν τοῦτο μὴ περιγίνηται τῶν νοσοποιῶν αἰτιῶν, ὄλεθρον σημαίνει. περιγινόμενον μέντοι οὐδέπω βεβαίας ἐστὶν ἀσφαλείας σημεῖον, πλὴν εἴ τις ὅσον ἐπὶ τούτῳ τῷ πάθει φάσκοι σωθήσεσθαι τὸν κάμνοντα, καθ’ ἑτέραν διάθεσιν ἀπολέσθαι δυνάμενον. εἰ γὰρ δὴ φθάνοι φλεγμονή τις εἶναι καθ’ ὁτιοῦν τῶν κυρίων δύσλυτος, ἐγχωρεῖ τὸν οὕτως ἔχοντα τεθνήξεσθαι· ὥστ’ ἀσφαλέστερον μὲν εἰπεῖν, ὅταν ἐξ ὕπνου γίνηταί τις βλάβη, θανάσιμον εἶναι τὸ σημεῖον, ὅταν δ’ ὠφέλεια, οὐ θανάσιμον. ὅτι δ’ ἐξ ὕπνων γίνονταί τινες βλάβαι κἀν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἐδήλωσεν εἰπών· ἐν τούτοις πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνου τοιοῦτοι ἐγίνοντο.

Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.

Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς, τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος ὁ λόγος γενήσεται τοιοῦτος· ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγαθόν. ἵνα δ’ οἶον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος, ἀγαθόν. ἀλλ’ ἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα μόνον. ἐναργέστερον γὰρ ἡ τῶν καθόλου λόγων ἀλήθεια διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.

Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν.

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἡ μὲν ἀγρυπνία μᾶλλον τοῦ μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον, οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δ’ ἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομίζοντας εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρ’ ἡμῶν ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύεσθαι συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν, ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμετρίαν, οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ ὁ τοιοῦτος ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μορίου τῶν αἰσθητικῶν, ἀλλ’ ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις. νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον γίγνεσθαι καὶ μηδέποθ’ ὑπάρχειν ὕπνον ἄμετρον, οὕτως ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν, ἀλλ’ εἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.

Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ.

Πάλιν οὗτος ὁ λόγος, ὥσπερ ὁ προγεγραμμένος ἀφορισμὸς, ἐπὶ μιᾶς ὕλης ὁ αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνεται. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμετρίας, ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δ’ οὐδέπω τὸ μέχρι πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.

Κόποι αὐτόματοι φράζουσι νούσους.

Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κόπος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξαμεν, ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων συντιθεμένου, ὁ μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, ὁ δὲ δεύτερος ὑπὸ πλησμονῆς, ὁ δὲ τρίτος ὑπ’ ἀμφοτέρων ἅμα συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.

Ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει.

Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς, ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδημίαις, ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δέ νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφ’ αἷς γίνονται. καὶ νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι μετ’ ὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα καὶ πᾶν εἴ τι τοιοῦτον. ὦν ἐάν τινος ὑπάρχοντος ὁ κάμνων ἀναίσθητος ᾖ, τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν ἢ διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.

Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν δεῖ, τὰ δ’ ἐν ὀλίγῳ ὀλίγως.

Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κενώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στερεῶν πέπονθε τοῦτο. τοῖς δ’ ἐν πλείονι χρόνῳ λεπτυνθεῖσιν ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, δι’ ὦν ἥ τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ ἡ ἀνάδοσις καὶ ἡ ἐξαιμάτωσις καὶ ἡ θρέψις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ σῶμα. διὰ τοῦτ’ οὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφ’ ὦν δὲ μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν στερεῶν εὐρωστίᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δοτικὴν πτῶσιν γεγραμμένον ᾖ, ἅν τ’ ἐπιῤῥηματικῶς, ὀλίγως μετὰ τοῦ σ΄.

Ἤν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, χρὴ εἰδέναι ὅτι κενώσεως δεῖται.

Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ νῦν ἔτι παρ’ ἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν πόλεων, ἀσαφὴς ὁ ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμβάνειν δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου. ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμενοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύνονται μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς. ὅσοι δ’ οὐδὲ λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι νῦν ὑγιεινὴν ἰσχὺν ἀναλαβεῖν. ὁ δ’ Ἱπποκράτης οὐ νῦν μόνον, ἀλλὰ κἀν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, ὅταν μὲν ἀναλόγως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ πάντες, αἵματος ἀφαιρέσει ποιεῖται τὴν βοήθειαν· ὅταν δ’ εἷς τις ἐξ αὐτῶν πλεονάσῃ, καθαρτικὸν ἐκείνῳ δίδωσι φάρμακον. ἅτε οὖν ταῦτα γινώσκων τε καὶ πολλάκις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν εἰρηκὼς, ὀρθῶς ἐπάγει τοὺς ἑξῆς ἀφορισμοὺς δύο, περὶ τῆς αὐτῆς ἔτι διαθέσεως διδάσκων, περὶ ἧς καὶ κατὰ τὸν προκείμενον ἀφορισμὸν ἐδίδαξεν εἰπών· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται· καὶ τήν γε τάξιν τῶν ἐφεξῆς δυοῖν ἀφορισμῶν πεπλημμελῆσθαι νομίζω κατὰ τὰ πλεῖστα τῶν ἄλλων ἀντιγράφων. καὶ κάλλιον ἐν ἐκείνοις γέγραπται, καθ’ ἃ ὁ πρότερος ἀφορισμὸς ἐξ αὐτῶν γέγραπται οὕτω. τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις, ἵν’ οὖν ὁ πᾶς λόγος ᾖ τοιοῦτος, ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις. ἀλλ’ ἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω ποιησόμεθα.

Τὰ σώματα χρὴ ὅκου ἄν τις βούληται καθαίρειν, εὔροα ποιέειν.

Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώματα τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δ’ ὑπηλάτων διὰ τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους. ἐγὼ δ’ ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ τουτὶ τὸ σμικρὸν, ἀλλά τι μεῖζον ἕτερον, ὃ διὰ μακρᾶς πείρας ἡμεῖς ἐδιδάξαμεν οὕτως ἔχον. εἰ γάρ τις λεπτύνοι καὶ τέμνοι τοῦτο, παχεῖς καὶ γλίσχρους χυμοὺς ἐν τῷ σώματι καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομώσειεν, ἡ κάθαρσις ἀρίστη γίνεται κατὰ πάντα. τοῖς δὲ τούτων μὲν ἀμελήσασιν, ἐμέτων δὲ καὶ γαστρὸς ὑπαγωγῆς προνοήσασιν αἱ καθάρσεις δυσχερῶς ἀπαντῶσι μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τέ τινος πολλῆς καὶ κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. ἀλλ’ ἡμεῖς γε τῆ λεπτυνούσῃ χρώμεθα ἀγωγῇ, περὶ ἧς ὅλον ἕν ἐστιν ὑπόμνημα γεγραμμένον ἡμῖν καὶ οὐδὲν οὔτε τούτων εἴωθε συμβαίνειν αἵ τε κενώσεις ἁπάντων τῶν παρὰ φύσιν ἀλυπόταται καὶ τάχισται γίνονται. διὰ τοῦτο τὸν Ἱπποκράτην φαμὲν τῷ λόγῳ προστεθεικέναι τὸ, ὅκου τις ἂν βούληται καθαίρειν, τὰ σώματα εὔροα ποιέειν, ὡσεὶ καὶ οὕτως εἶπεν, εἴτε καὶ δι’ ἐμέτων εἴτε καὶ δι’ ὑπαγωγῆς γαστρὸς ἐθέλοις καθαίρειν, εὔρουν ὅλον ἐργασάμενος τὸ σῶμα, κάλλιστα ἂν  οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πόρων ἁπάντων ἀναστομωθέντων, τῶν δ’ ὑγρῶν τμηθέντων καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν ᾒ κατὰ τὸ σῶμα.

Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις.

Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.

Ῥᾷον πληροῦσθαι ποτοῦ ἢ σιτίου.

Ἐπειδὴ περὶ τῶν ἀνατρέψεως δεομένων ὁ λόγος αὐτῷ προείρητο, διὰ τοῦτο τὸ νῦν ἔγραψε τὰς διαφορὰς τῶν ὑλῶν, ὑφ’ ὧν ἀνατρέφονται. γέγραπται δὲ καὶ ἐν τῷ περὶ τροφῆς ὡδί· ὁκόσοι ταχίστης προσθέσεως δέονται. ὑγρὸν ἴημα εἰς ἀνάληψιν δυνάμεως ἄριστον· ὅκου δὲ ἔτι ταχυτέρης δεῖ ὀσφρήσεως. ἀκούειν δ’ οὐχ ἁπλῶς χρὴ καθ’ ἑκάτερον βιβλίον οὔτ’ ἐκεῖ τὸ ὑγρὸν οὔτ’ ἐνταῦθα τὸ ποτὸν, ἀλλ’ ἐπὶ τῶν πεφυκότων τρέφειν ὑγρῶν καὶ ποτῶν. εἰ γὰρ μὴ ὁμοίως ταῦτα τοῖς στερεωτέροις τρέφει, πλεονεκτήσει τῷ πάχει, καθάπερ οἱ παχύτεροι τῶν οἴνων. οἱ μὲν γὰρ ὑδατώδεις, ὀνομάζουσι δ’ οὕτως τοὺς λευκοὺς καὶ λεπτοὺς, ἐγγὺς ὕδατος ὥσπερ τὴν ἰδέαν εἰσὶν, οὕτω καὶ τὴν δύναμιν, ὅθεν οὔρησιν μὲν κενοῦσιν, ἥκιστα δὲ τρέφουσιν. ὅσοι δὲ παχεῖς τε ἅμα καὶ τὴν χρόαν ἐρυθροὶ, τροφιμώτατοι πάντων οἴνων εἰσὶν, ὑπάρχει δὲ τούτοις καὶ τὸ τάχιστα πληροῦν τὰ κεκενωμένα σώματα καὶ διὰ τοῦτο προσθέσεως δεόμενα. ὅτι δ’ ὑγρὰ τροφὴ, καὶ μάλισθ’ ὅταν φύσει θερμὴ ᾖ, ῥᾷον ἀνατρέφει πρόδηλον τοῖς ἐγνωκόσιν ὅπως ἀνάδοσίς τε καὶ πέψις γίνεται.

Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς ποιέειν εἴωθεν.

Καὶ οὗτος ὁ ἀφορισμὸς συνέζευκται τοῖς προειρημένοις· εἰρηκὼς γὰρ ὁ Ἱπποκράτης, ἢν ἐκ νόσου τις τροφὴν λαμβάνων μὴ ἰσχύῃ, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίγνεται, σημεῖον ὅτι κενώσεως δεῖται. καὶ διὰ τοῦτο περὶ τῶν κενώσεων ἐφεξῆς διελθὼν ἀπέδωκε νῦν τὴν αἰτίαν τοῦ δεῖσθαι κενώσεως τοὺς ἀνορέκτους μετὰ νόσον, ὡσεὶ καὶ οὕτως ὁ πᾶς εἴρηται λόγος αὐτῷ· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνεται, σημαίνει ὅτι δεῖται κενώσεως. τὰ γὰρ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα δηλονότι τὰ λείψανα τῶν μοχθηρῶν χυμῶν ἐγκαταλιμπανόμενα κέκληκεν, ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυρετοὺς ἀνάπτειν. ἐπειδὴ πᾶν ὑγρὸν ἀλλότριον τῆς τοῦ περιέχοντος αὐτὸ σώματος φύσεως, οὔτε τρέφειν ἐκεῖνο πέφυκε καὶ λοιπὸν ἐξ ἀνάγκης ἔχει τὴν εἰς σηπεδόνα μεταβολήν. ὅταν δὲ καὶ θερμὸν ᾖ τὸ χωρίον, ἐν ᾧπερ ἂν ἠθροισμένον ὑπάρχῃ, τότε δὴ μάλιστά τε καὶ τάχιστα σήπεται.

Ὁκόσοισι ἡ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ.

Ἡ μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ μεταβολὴ πρὸς ὑγείαν ἢ θάνατον· γίγνεται δὲ τῆς φύσεως διακρινούσης ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρασκευαζούσης πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοιαύτῃ ταραχῇ δυσφοροῦσι καὶ μᾶλλον κατάφωρος ἡ δυσφορία γίνεται κατὰ τὰς νύκτας, ἐν ταύταις γὰρ ἡμῖν ἔθος ἐστὶ κοιμᾶσθαι. διακοπτομένων οὖν τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς ἐναργῶς ἡ δυσφορία διαγινώσκεται, καίτοι τῆς ἡμέρας ὁμοίαν ἐχούσης ταραχὴν, ἐπειδὰν ἡ μετ’ αὐτὴν νὺξ ἔχῃ τὴν κρίσιν. τὸ δὲ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ γεγραμμένον, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολὺ κατὰ τὰ πολλὰ τῶν ἀντιγράφων οὐ φέρεται. βούλεται δ’ ἡμᾶς διδάσκειν ὡς ἡ μετὰ τὴν κρίσιν νὺξ εὐφορωτέρα τῆς προηγησαμένης ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν τελευτᾶν. ἴσμεν γὰρ ὡς τῶν νοσούντων οἱ σωζόμενοι πλείους εἰσὶ ἀποθνησκόντων, πλὴν εἰ μή ποτε λοιμώδης ἡ κατάστασις γενηθείη.

Ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.

Αἱ μεταβολαὶ τῶν διαχωρημάτων πολλὰς ἰδέας ἐκκενοῦσαι χυμῶν ἀκριβέστερον ἐκκαθαίρουσι τὸ σῶμα, πλήν εἰ μὴ συντήξεως καὶ σηπεδόνος ἔχοιεν σημεῖα. περὶ ὧν ἐν τῷ προγνωστικῷ διῆλθεν αὐτὸς, ἔνθα καὶ λιπαρῶν καὶ δυσωδῶν ἐμνημόνευσε καὶ κακόσμων.

Ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.

Δύο λόγους ἀλλήλοις ἀντιτιθεὶς, ἐν ἑκατέρῳ παραλέλειπται τὸ συνεμφαινόμενον τῷ λόγῳ· ὥστε τοῦ λείποντος ἑκατέρῳ προστεθέντος ἡ σύμπασα λέξις ἐστὶ τοιαύτη, ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι γίνεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα συννοσέει καὶ οὐκ ἀσφαλὲς τρέφειν αὐτό. ἐξ ὧν δέ μοι δοκεῖ πείσας ἑαυτὸν ὁ Ἱπποκράτης οὕτως ἀποφήνασθαι καὶ δὴ φράσω. τῶν ζώων ἡ φύσις ἐστὶν, ὅτε τοὺς ἐν τοῖς κυρίοις μέρεσι μοχθηροὺς χυμοὺς ἐκκενοῦσα τινὰς μὲν δι’ οὔρων ἢ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκρίνειν, τινὰς δ’ ἐξωθεῖν μὲν ὡς ἐπὶ τὸ δέρμα, κενῶσαι δ’ οὐ δυναμένη διὰ τὸ πάχος ἀποτίθεται ταύτῃ φύματά τε ἐν τῷ σώματι οὕτω γίνεται. πολλάκις δὲ ἥ τε φάρυγξ ὑποδεχομένη τοὺς ἐκ τῆς κεφαλῆς καταῤῥέοντας χυμοὺς ἐνοχλεῖται. σκεπτέον οὖν ἐστι τηνικαῦτα καὶ διοριστέον εἴτε σύμπαν ἤδη τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται τοῖς πεπονθόσι μορίοις εἴτ’ ἐστὶν ἔτι καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα μοχθηρῶν χυμῶν περιουσία, δῆλον δ’ ἔσται τοῦτο ταῖς ἐκκρίσεσιν. εἰ γὰρ ὅλως ἡ φύσις ὥρμησεν ἐκκαθαίρειν τὸ σῶμα, χολώδεις αὗται φανοῦνται. διότι καὶ τὰ φύματα θερμανθέντος αἵματος ὑπὸ τοῦ πικροχόλου χυμοῦ γίγνεσθαι πέφυκε καὶ δηλονότι πρότερον καθᾶραι, οὐ τρέφειν χρὴ τὰ τοιαῦτα σώματα. τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς μᾶλλον βλάψεις. εἰ δ’ ὅμοιαι τοῖς τῶν ὑγιαινόντων αἱ ἐκκρίσεις εἶεν, ὑγιαῖνον ἐνδείκνυνται τὸ ὅλον σῶμα καὶ κίνδυνος οὐδείς ἐστι τρέφειν αὐτό.

Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.

Λιμώττειν ἐκείνους φαμὲν, ὅσοι δι’ ἀπορίαν σιτίων εἰς ἄκρον ἥκουσι πείνης. οὕτως οὖν καὶ Ἱπποκράτης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν, ἐν Αἴνῳ ὀσπριοφαγέοντες ἐν λιμῷ, σκελέων ἀκρατέες ἐγένοντο. καὶ μέντοι καὶ πᾶσαν τὴν σφοδρὰν ἔνδειαν τῶν σιτίων, εἰ καὶ χωρὶς ἀπορίας κατὰ προαίρεσιν ἢ πρόσταγμα γένοιτο, λιμὸν ὀνομάζειν εἴωθεν. ὅταν οὖν εἴπῃ, τοῖσιν ὑγρὰς ἔχουσι τὰς σάρκας, λιμὸν ἐμποιέειν, λιμὸς γὰρ τὸ σῶμα ξηραίνει. καὶ ἐπειδὰν ἐν τῷ προγνωστικῷ φησι ἐπανερέσθαι χρὴ μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίας ἐξυγρασμένα εἴη ἰσχυρῶς ἢ λιμῶδές τι ἔχει αὐτὸν, ἐπὶ τῆς τῶν σιτίων ἐνδείας φέρει τοὔνομα. καὶ νῦν δὴ οὕτως εἴρηκεν, ὅκου λιμὸς οὐ δεῖ πονέειν, ὡσεὶ καὶ οὕτως εἴρηκε, τοῖς μὴ μέλλουσιν ἐσθίειν μηδὲ πόνον τινὰ προσφέρειν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. πόνον δὲ νῦν ἀκούειν χρὴ τὴν σφοδρὰν κίνησιν, ἥνπερ καὶ γυμνάσιον ὀνομάζουσιν. οὕτω γοῦν ἔλεγεν αὐτὸς, πόνοι σιτίων ἡγείσθωσαν. ἔστιν οὖν ὁ λόγος αὐτῷ κοινὸς ὑγιαινόντων τε καὶ νοσούντων. ὑγιαίνουσί τε γὰρ οὐ χρὴ προστάττειν γυμνάσια ἅμα ταῖς ἀσιτίαις, ἐπί τε τῶν νοσούντων μηδεμίαν σφοδρὰν κίνησιν ἐπάγειν τῷ σώματι σὺν ἀσιτίᾳ, μήτε φλεβοτομοῦντα μήτε καθαίροντα μήτε ἐμέτοις κενοῦντα, μήτε τρίψει χρώμενον πολλῇ μήθ’ ὅλως ἰσχυρᾷ κινήσει ἢ ἀλλοιώσει τοῦ σώματος. ἐπὶ γὰρ ταῖς τοιαύταις κινήσεσιν ἁπάσαις, ὅταν ἄνευ τροφῆς γίνωνται, καταλύεσθαι πέφυκεν ἡ δύναμις, ἄν τε ὑγιαίνωσιν ἄν τε νοσῶσιν οἱ ἄνθρωποι. πεφρόντικε δ’ ἀεὶ μεγάλως ὁ Ἱπποκράτης τοῦ φυλάττειν ἐῤῥωμένην τὴν τὰ ζῶα διοικοῦσαν δύναμιν. ἐάν τε οὖν κατὰ τὸν ἑνικὸν ἀριθμὸν εἴπωμεν δύναμιν ἄν τε κατὰ τὸν πληθυντικὸν δυνάμεις οὐ διοίσει. καὶ τοῦτο κατὰ τὸ περὶ τῆς τροφῆς αὐτὸς εἶπε, δύναμις μία καὶ οὐ μία, κατὰ μὲν τὸ γένος δηλονότι ἐμφαίνων μίαν εἶναι τὴν δύναμιν, ἰδέας δὲ πλείους ἔχειν.

Ὅκου ἂν τροφὴ παρὰ φύσιν πλείων εἰσέλθῃ, τοῦτο νόσον ποιέει, δηλοῖ δὲ καὶ ἡ ἴησις.

Ὃ καθ’ ἕτερον ἀφορισμὸν ἔφη καθόλου, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους διδάσκει. καθόλου μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος, οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ. ὁ δὲ νῦν ἡμῖν προκείμενος  ἀφορισμὸς ὑπὲρ ἑνὸς ἀποφαίνεται πράγματος, τῆς πλησμονῆς. ἡ γὰρ πλείων τροφὴ τῆς τοῦ σώματος φύσεως ὀνομάζεται πλησμονή. πρὸς τὶ μὲν οὖν ἀεὶ τὸ πλέον, ἀλλ’ ἔν γε τοῖς ἡμετέροις σώμασι διττόν· ἓν μὲν ὡς πρὸς τὴν τῶν ἀγγείων εὐρυχωρίαν, ἕτερον δὲ ὡς πρὸς τὴν διοικοῦσαν ἡμᾶς φύσιν. ὑπὲρ οὗ νῦν διδάσκων ἡμᾶς ὁ Ἱπποκράτης ἔφη τὴν πλείονα τροφὴν εἶναι παρὰ φύσιν, ἵνα μήτε τοὺς ἐμπεπλησμένους εἰς τοσοῦτον σιτίων ὡς διατετάσθαι τὴν γαστέρα, πάντως ὑπολαμβάνομεν ἐκ τούτου βλαβήσεσθαι, μήτε τοὺς ἐνδεὲς ἔχοντας αὐτῆς τὸ κύτος, ὀλίγα δὲ προσενηνέχθαι καὶ πάντως πέψαι καλῶς αὐτά. καὶ γὰρ τοὺς προτέρους ἐγχωρεῖ πέψαι τὰ πεπληρωκότα τὴν κοιλίαν, εἰ ῥώμην αὐτὴν ἡ φύσις ἔχει καὶ τοὺς δευτέρους ἀπεπτῆσαι, δι’ ἀῤῥωστίαν καὶ μάλισθ’ ὅταν εὔπεπτα μὲν οἱ πρότεροι, δύσπεπτα δ’ οἱ δεύτεροι τὰ σιτία προσενηνεγμένοι τύχωσιν. οὕτω δὲ κἀπὶ τῆς ἀναδοθείσης τροφῆς ἡ αἱματοῦσα δύναμις ἀνάλογον τῇ πεπτούσῃ κατὰ τὴν γαστέρα ποτὲ μὲν ὑπ’ ἀῤῥωστίᾳ, οὐκ ἀλλοιώσει τὸν εἰς τὰς φλέβας ἀναδοθέντα χυμὸν, κἂν εἰ σύμμετρος εἶναι δοκεῖ, ποτὲ δὲ τὸν τούτου πολλαπλάσιον ἑτοίμως αἱματώσει, διά τε τὴν ἑαυτῆς ῥώμην καὶ τὴν ἐπιτηδειότητα τοῦ χυμοῦ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ τρίτη τροφὴ, ἥνπερ δὴ καὶ κυριώτατα λέγομεν τροφὴν, ἡ προστιθεμένη τοῖς τοῦ ζώου μορίοις, ὡς πρὸς τὴν δύναμιν, ἤτοι πλείων ἢ οὐ πλείων εἶναι λεχθήσεται, καὶ ἤτοι πεφθήσεται καλῶς καὶ θρέψει ἢ οὔ. καὶ κατὰ τοῦτο ἤτοι κρατηθήσεται πρὸς αὐτῶν ἢ μὴ κρατουμένη διαφθαρήσεται καὶ νόσον γεννήσει. μία μὲν οὖν ἐξήγησις αὕτη τὸ πλέον ὡς πρὸς τὴν διοικοῦσαν δύναμιν τὰ ζῶα ἀκουόντων ἡμῶν. ἑτέρα δὲ τὸ κατὰ ποιότητα παρὰ φύσιν ἀληθὴς καὶ αὕτη. τρέφεται γὰρ ἕκαστον μόριον ἐξ οἰκείας αὐτῷ τροφῆς, ἣν ὀρθῶς ἂν εἴποιμεν εἶναι κατὰ φύσιν ἑαυτῷ. ἐὰν οὖν ποτε εἰς αὐτὸ παραγίνηται χυμός τις, ἑτέρῳ μὲν μορίῳ κατὰ φύσιν, ἀλλότριος δὲ καὶ παρὰ φύσιν ἐκείνῳ, μοχθηρὸν μὲν τὸ τοιοῦτον, οὐ μὴν πάντως γε καὶ νόσος ἀκολουθήσει, βραχείας αὐτῷ ὑπαρχούσης ποσότητος. ὅπου γὰρ οὐδὲ τὰ διαφθείρειν ἡμῶν τὸ σῶμα δυνάμενα φάρμακα, μανδραγόρας καὶ μήκων, κώνειον, ἄνευ ποσότητος οἷά τε βλάπτειν ἐστὶν, ἦ πού γε τοιοῦτος χυμὸς, ὃς πρὸς τῷ μὴ διαφθείρειν ἔτι καὶ τρέφειν ἕτερα μόρια δύνανται. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ὠνόμασε τροφὴν αὐτὸν, εἰ μὴ τοιοῦτος ἦν. ὥσπερ οὖν εἰ πνεύματος μέν τι βραχὺ διὰ τοῦ στομάχου κατενεχθὲν εἰς τὴν γαστέρα τύχοι, τῆς δὲ πινομένης ὑγρότητος ὀλίγιστον μὲν εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας, οὔτ’ ἂν ἡ γαστὴρ, ὅσον ἐπὶ τούτῳ νοσήσῃ, οὔτε ὁ πνεύμων οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὰ λοιπὰ μόρια τροφῆς. καὶ μὲν δὴ καὶ τρίτη τις ἐξήγησις εἴρηται πρός τινων ἀκούειν ἡμᾶς ἀξιούντων τὸ παρὰ φύσιν ἀντὶ τοῦ μεγάλως καὶ ὑπερβαλλόντως, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ἂν τροφὴ πλείων ὑπερβαλλόντως εἰσέλθῃ. τοῦτο νόσον ποιεῖ. τὴν γὰρ ὀλίγον ὑπερβάλλουσαν τοῦ συμμέτρου μηδέπω δύνασθαι νόσον ποιεῖν, ἀλλ’ ἔτι φυλάττειν τὸ σῶμα κατά γε τῆς ὑγιείας πλάτος, ἀληθὲς μὲν οὖν καὶ τοῦτο· χρὴ γὰρ τὴν μέλλουσαν ἐργάσασθαι νόσον τροφὴν, οὐ μικρῷ τινι τῆς ἀκριβοῦς· συμμετρίας ὑπερέχειν. ἀλλ’ οὐκ ἔστιν ἔθος τούτου ἕνεκα διορίζεσθαι τὸν λόγον. εἰώθασι γὰρ αὐτὸ μόνον ἀποφαίνεσθαι τὸ γένος, ἔγκαυσιν ἢ ψύξιν ἢ κόπον, ἀπεψίαν τε καὶ φθορὰν χυμῶν, ὅσα τ’ ἄλλα τοιαῦτα νοσοποιεῖν φάσκοντες, ὡς ἡμῶν ἑκάστῳ τῶν εἰρημένων συνεπινοούντων ἀξιόλογον ποσότητα. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὴν πλείονα τροφὴν νοσοποιεῖν λέγουσιν, ἄνευ τοῦ προσθεῖναι τὸ πολλῷ, γινωσκόντων ἡμῶν ὡς ἐὰν δραχμῆς μοῖρα ιε΄ τὸ πλεῖον ἢ τοῦ συμμέτρου νόσον οὐδέπω δύναται κατασκευάζειν, ἀλλὰ πολλαπλασιαζομένη τε καὶ αὕτη ποτε ποιήσει νόσον. ἐκ γὰρ τοῦ γένους ἐστὶ μία τῶν κατεργαζομένων αἰτίων τὰς νόσους. κατὰ ταῦτα μὲν οὖν ἡ τρίτη τῶν ἐξηγήσεων, εἰ καὶ ὅτι μάλιστα ἀληθής ἐστι, περιεργοτέρα μοι δοκεῖ τοῦ τῶν παλαιῶν ἔθους ὑπάρχειν, μετὰ καὶ τοῦ βιαίως ἐξηγήσασθαι τῆς παρὰ φύσιν φωνῆς τὸ σημαινόμενον. ἡ δ’ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ προσγεγραμμένη λέξις, ἔνθα φησὶ, δηλοῖ δὲ ἡ ἴησις, ἄμεινον ἂν εἶχε μετὰ τοῦ καί συνδέσμου γεγραμμένη κατὰ τόνδε τὸν τρόπον, δηλοῖ δὲ καὶ ἡ ἴησις. οὐ γὰρ δὴ μόνον γε ἡ ἴησις δηλοῖ τὸ τὴν τροφὴν, ἔνθα ἂν εἰσέλθῃ, πλείω νοσοποιεῖν, ἀλλὰ καὶ ἡ τοῦ πράγματος φύσις συνενδείκνυνται συνεπιμαρτυρούσης αὐτῇ καὶ τῆς ἰάσεως. ἐν ἁπάσαις γὰρ ταῖς τέχναις τοῖς καλῶς ἐπινοουμένοις καὶ ἡ ἀπὸ τῆς ἐκβάσεως μαρτυρία προσέρχεται. τίς οὖν ἐστιν αὕτη κατὰ τὸν προκείμενον λόγον; ἡ ἐπὶ ταῖς κενώσεσιν ἴασις τῶν λυπούντων χυμῶν, ἥν τινα καὶ Ἡρόφιλος ἐν τῇ τριχρόνῳ καλουμένη σημειώσει παρέλαβεν. εἰ γάρ τις ἐσθίων μὲν πλείω τῶν συνήθων, ἤτοι δ’ ἴσα τοῖς ἔμπροσθεν ἢ ἐλάσσω γυμναζόμενος, βαρυνθείη τε τὸ σῶμα καὶ σὺν ἐρεύθει καὶ ὄγκῳ τῶν φλεβῶν ἄρξηται πυρέττειν, οὐκ ἂν ἀλόγως τις αὐτὸν ὑπὸ πλήθους νοσῆσαι νομίζῃ. εἰ τοίνυν καὶ κενωθεὶς ὠφεληθείη, βεβαίωσις καὶ παραχρῆμα τῆς περὶ τοῦ πλήθους γενήσεται δόξης, θάρσος τε πρὸς τὸ πάλιν ἐπὶ  τῶν αὐτῶν παραγενήσεται ὡσαύτως κενῶσαι, μὴ περιμείνοντας τὴν τῶν ἐμπειρικῶν τήρησιν, ἣν αὐτοὶ τῶν πλειστάκις ἐπὶ τοῖς αὐτοῖς ὡσαύτως ἀποβαινόντων εἶναί φασιν. ἴσως μὲν οὖν καὶ προσέκειτο κατὰ τὸν ἀφορισμὸν ὁ καί σύνδεσμος, εἶτά τίς ὡς περιττὸν ἀφεῖλεν αὐτόν. ἴσως δὲ καὶ ἐξ ἀρχῆς αὐτὸς ὁ Ἱπποκράτης ἁπλῶς ἔγραψε χωρὶς τοῦ καί συνδέσμου, δηλοῖ δὲ ἡ ἴησις, ὡς εἰ καὶ οὕτως εἰρήκει, τοῖς γὰρ προειρημένοις οὕτως ἔχουσιν ὡς εἴρηται, τουτέστι τροφῆς πλείονος παρὰ φύσιν ἐν τῷ σώματι περιεχομένης, ἐπειδὰν κενώσεως προσαχθείσης, ὁ κάμνων ὠφεληθείη, δῆλόν ἐστιν ὡς εἰς νόσον ἥκει διὰ τὸ πλῆθος τῆς τροφῆς. ὅτι δὲ κένωσιν μὲν ἁπλῶς εἴωθε λέγειν ὁ Ἱπποκράτης, ὅταν ὁμοτίμως ἅπαντες οἱ χυμοὶ κενῶνται, κάθαρσιν δὲ ὅταν οἱ μοχθηροὶ κατὰ ποιότητα, μεμνῆσθαι χρὴ, καὶ ὅτι ἡ νῦν ἴασις ὑπὸ κενώσεως, οὐ καθάρσεώς ἐστι γινομένη μαρτυρεῖ τῇ περὶ τοῦ πλήθους δόξῃ. κένωσις δ’ ὁμοτίμως ἁπάντων τῶν χυμῶν ἡ μὲν ἀκριβεστάτη διὰ φλεβοτομίας ἐστὶν ἐγγὺς δ’ αὐτῆς ἥ τε ἀποσχαζομένων τῶν σφυρῶν, ὥσπερ ἡμῖν εὔθισται, καὶ ἡ διὰ γυμνασίων ἢ τρίψεων ἢ λουτρῶν καὶ προσέτι κατὰ συμβεβηκὸς ἡ διὰ ἀσιτίας. κατὰ συμβεβηκὸς δ’ εἶπον, ὅτι μὴ δι’ ἑαυτῆς ἡ ἀσιτία κενοῖ, καθάπερ ἕκαστον τῶν προειρημένων. ἀλλ’ ἡ μὲν κένωσις γίνεται τῷ φυσικῷ τρόπῳ τῆς διαπνοῆς, μηδεμιᾶς δὲ ἀντὶ τῶν κενωθέντων εἰσενεχθείσης τροφῆς, ἐναργῶς τηνικαῦτα φαίνεται ἡ πρότερον λανθάνουσα. ταυτὶ μὲν οὖν αὐτάρκη πρός γε τὴν ἐξήγησιν τοῦ ἀφορισμοῦ. ὅστις δὲ βούλεται τὸν περὶ πλήθους λόγον ἀκριβῶς ἀναλέξασθαι, βιβλίον ἔχει γεγραμμένον ὑφ’ ἡμῶν ἓν ὅλον, ὃ δὴ καὶ περὶ πλήθους ἐπιγέγραπται. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον ἔτι προσθεῖναι τοῖς εἰρημένοις, ὡς ἄρξασθαι μὲν δύναται τὸ πρὸς τὴν δύναμιν πλῆθος, ἄνευ τοῦ διεφθάρθαι, μεῖναι δ’ οὐ δύναται χρηστόν. ἀνάγκη γὰρ πᾶσα μεταβάλλειν αὐτὸ κατὰ ποιότητα, διαφθείρεσθαι τοῦ χρόνου προϊόντος· ἀλλὰ κἂν τοῦτο γένηται, μέχρι τοσούτου πλῆθος αὐτὸ καλέσομεν, μέχρι περ ἂν ἐπὶ τῇ κενώσει τοῦ περιττοῦ τὸ λοιπὸν δύνηται γίνεσθαι χρηστόν. ὁποῖον γὰρ κατὰ τοὺς ὀξυνομένους οἴνους συμβέβηκε, τοιοῦτόν τι καὶ κατὰ τὴν ἀλλοίωσιν τοῦ αἵματος. ἔστι δὲ τὸ συμβαῖνον ἐπὶ τῶν οἴνων τοιόνδε. τελέως μὲν ὀξεῖς γενηθέντες οὐκέτ’ εἰς τὴν τοῦ οἴνου φύσιν ἐπανέρχονται, βραχεῖαν δέ τινα ποιησάμενοι ῥοπὴν ὡς ὀξύνεσθαι μὲν, ὄξος δ’ οὐδέπω γεγονέναι, πολλοὶ πολλάκις ἀνεκτήσαντο τὴν πρότερον φύσιν. οὕτως ἔχει κἀπὶ τοῦ αἵματος· καὶ γὰρ καὶ τοῦτο μεγάλης μὲν τῆς διαφθορᾶς γενομένης οὐκέτ’ ἐπανέρχεται πρὸς τὸ κατὰ φύσιν, ἐπὶ βραχὺ δὲ συμβάσης, ἐπειδὰν τὸ περιττὸν ἀποκενωθῇ τὸ κατάλοιπον ἀνακτᾶται τὴν ἑαυτοῦ φύσιν, καὶ δὴ καὶ καλεῖν ἔθος ἐστὶ τὴν τοιαύτην διάθεσιν οὐ διαφθορὰν, ἀλλὰ πλῆθος, ἐκείνης, ὡς ἔφην, μόνης ὀνομαζομένης διαφθορᾶς, ἥτις ἂν οὕτως ἀξιόλογον ἔχῃ τὴν τὸ παρὰ φύσιν ἐκτροπὴν, ὡς μηκέθ’ ὑπὸ φύσεως δύνασθαι πεττομένης χρηστὸς γίνεσθαι χυμός.

Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται.

Ταχέως μὲν τρέφειν ἀκουστέον εἰρῆσθαι πρὸς αὐτοῦ τὰ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς εὐθέως τρέφοντα κατά γε τὴν ἑαυτῶν φύσιν. ἐξετάζεται δ’ αὕτη κατά γε τοὺς ἀμέμπτως ὑγιαίνοντας. ἀθρόως δὲ τὰ μετὰ τὸ ἄρξασθαι τρέφειν ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τὴν ἐξ αὐτῶν τροφὴν δίδονται τῷ σώματι. τὰ τοιαῦτα οὖν, ὅσον ἐπὶ τοῦτο μόνον τῷ τρέφειν ἀθρόως καὶ διαχωρηθήσεται ταχέως. εἰ δ’ ἤτοι δριμύτης τις αὐτοῖς ἐρεθίζουσα πρὸς ἀπόκρισιν ἢ γλισχρότης ὑπάρχει, δι’ ἣν ἐπὶ πλέον κατέχεται, τὰ μὲν θᾶττον κατὰ τὴν διαχώρησιν ὁρμήσει, τὰ δὲ βραδύτερον. τάχιστα μὲν οὖν καὶ ἀθροώτατα οἶνος τρέφει, βραδύτατα δὲ καὶ κατὰ βραχὺ βόειον κρέας καὶ κοχλίαι καὶ σπόνδυλοι θαλάττιοι καὶ ἀκρίδες καὶ κάραβοι καὶ ἀστακοὶ, καὶ συνελόντι φάναι πάντα τὰ σκληρόσαρκα τῆς αὐτῆς ἐστι τούτοις φύσεως. καὶ σκληροὶ τυροὶ καὶ τὰ τεταριχευμένα τῶν κρέων καὶ φακοὶ καὶ βολβοὶ καὶ τὰ μέχρι τοῦ σκληρωθῆναι τῶν ὠῶν ἀφεψημένα. ταυτὶ γὰρ πάντα μετὰ πολὺν χρόνον τοῦ προσαχθῆναι τρέφει κατὰ βραχύ. σημεῖον δ’ ἔστω σοι τοῦ τρέφειν ἤδη τὸ προσενηγμένον ἐν μὲν τοῖς σφυγμοῖς ἥ τε σφοδρότης καὶ τὸ μέγεθος, ἐν δὲ ταῖς καθ’ ὁρμὴν κινήσεσιν ἡ προστιθεμένη τοῖς τεθραμμένοις ῥώμη. μάλιστα δ’ ἐξετάζειν αὐτὴν προσῆκον ἐπὶ τῶν ἐκλελυμένων διὰ κένωσίν τινα αἰσθητὴν ἢ διὰ κάματον ἢ δι’ ἀσιτίαν. ἐπὶ μὲν οὖν τῶν προειρημένων ἁπάντων αἱ κατὰ τὴν γαστέρα διαχωρήσεις βραδεῖαι γίνονται, τοῦτ’ ἔστι μετὰ πολὺν τῆς προσφορᾶς χρόνον, ἐπὶ δὲ τῶν ἐναντίων ταχεῖαι, μάλιστα δ’ ἐναντίος ἁπάντων αὐτοῖς ἐστιν ὁ οἶνος ὡς εἴρηται, τάχιστα τρέφων, ἐφεξῆς δ’ αὐτῷ κατὰ στοῖχον ἄλλα περὶ ὧν ἐρῶ, πρῶτόν γε περὶ τῶν οἴνων αὐτῶν διερχόμενος. οἱ μὲν γὰρ ὑδατώδεις αὐτῶν ἐλαχίστην τροφὴν τῷ σώματι διδόασιν. εἰσὶ δὲ οὗτοι λευκοὶ μὲν τὴν χρόαν, λεπτοὶ δὲ τὴν σύστασιν,  οἱ δὲ παχεῖς καὶ κιῤῥοὶ πολὺ μὲν πλείονα τὴν τροφὴν τούτων διδόασι τῷ σώματι, ἀπολείπονται δὲ τῶν μελάνων ἐς τοσοῦτον τροφῆς, ὅσον πλεονεκτοῦσιν εἰς τὸ ταχέως καὶ ἀθρόως τρέφειν. ὅσοι δὲ λευκοὶ μὲν, ἀλλὰ παχεῖς εἰσιν ἀτροφώτεροι μὲν τοσοῦτον ὑπάρχουσιν, τροφιμώτεροι δὲ τῶν λεπτῶν τε καὶ λευκῶν, ἀλλ’ οὔτε ταχέως οὔτε ἀθρόως τρέφουσιν. εἰς ὅσον δὲ ἐν τούτοις διαφέρουσιν, εἰς τοσοῦτον καὶ κατὰ τὴν διαχώρησιν. οἱ μὲν γὰρ ὑδατώδεις κατ’ οὖρα διαχωροῦσι τάχιστα, διὰ τὸ φθάνειν τάχιστα σχεδὸν ἀναλαμβάνεσθαι ὅλοι, τῶν δ’ ἄλλων πάντων ὅσον ὑπέρχεταί τι κατὰ τὴν γαστέρα σαφὲς, ἀνάλογον τῷ χρόνῳ τῆς θρέψεως ἔχει τὴν διαχώρησιν. οὕτω δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων συμβέβηκεν. ὁ μὲν γὰρ τῆς πτισάνης χυλὸς οὐ μετὰ πολὺν χρόνον τῆς προσφορᾶς φαίνεται τρέφων, οὐ μὴν πολλὴν τροφὴν διδοὺς τῷ σώματι καὶ ταύτην ἐν ὀλίγῳ χρόνῳ παρέχων ἀθρόαν. ὁ χόνδρος δὲ οὔτ’ ὀλίγην οὔτ’ ἀθρόαν, ἀλλ’ ἐν πολλῷ τε χρόνῳ καὶ πολλὴν παρέχει τροφήν. ὡσαύτως δὲ δηλονότι προσήκει τῇ συστάσει ἔχειν τὰ παραβαλλόμενα καὶ μὴ τὸ μὲν ἀκριβῶς εἶναι ὑγρὸν, τὸ δὲ ἄκρως ξηρόν. ἐπὶ μὲν οὖν τῆς πτισάνης καὶ χόνδρου καὶ πάντων τῶν τοιούτων, ὅσα σκευάζουσιν ἐκ κέγχρων ἢ κυάμων, ἤ τινων ἄλλων καρπῶν; ὁμοίως ἐχέτω τὰ παραβαλλόμενα, κατὰ τὸ ποιὸν τῆς συστάσεως. ἐπὶ δὲ τῶν κρεῶν ἰδία μὲν ἡ σύστασις ἑκάστου. παραβάλλεσθαι δὲ αὐτὰ χρὴ κατὰ τὸ ποιὸν τῆς σκευασίας ἢ ὠπτωμένων ἀμφοῖν ἢ ἑψημένων ὡσαύτως. ἀφαιρείσθωσαν δὲ κατὰ τὴν σκευασίαν καὶ οἱ δακνώδεις χυμοὶ, καθάπερ ἐπὶ κράμβης τε καὶ ὀσπρίων, εἰ μέλλεις ἀκριβῆ βάσανον αὐτῆς τῆς τρεφούσης οὐσίας λαβεῖν. ἡ δ’ ἀφαίρεσις τῶν χυμῶν ἐκ τοῦ μετατίθεσθαι κατὰ τὴν ἕψησιν εἰς ἕτερον ὕδωρ ἐξ ἑτέρου γίγνεται. ἐὰν οὖν ἅπαντα ταῦτα διορισάμενος ἐξετάσῃς ἀκριβῶς, εὑρήσεις ὅσα μὲν ὀλίγῳ χρόνῳ τρέφει, τοῦτο δέ ἐστι τὸ ἀθρόως καὶ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς, τοῦτο γάρ ἐστι τὸ ταχέως, τούτων καὶ τὴν διαχώρησιν ἐν τάχει γινομένην, ὅταν γε ὡσαύτως ἔχουσιν ἀνθρώποις δίδοται. καὶ γὰρ καὶ τοῦτο ἐπὶ πάντων τοιούτων χρὴ προσδιορίσασθαι. τὰ δ’ ἐναντίως ἔχοντα βραδέως ὑποχωρεῖν. τὴν δ’ αἰτίαν τῶν γινομένων μάθοις ἂν ἐκ τῶν ἀποδεδειγμένων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἡ γάρ τοι γαστὴρ ἀπολαύειν ἐνεδείκνυτο τῶν σιτίων αὐτὴ πρώτως τὸν οἰκεῖον ἐξ αὐτῶν ἕλκουσα χυμὸν, ἐναποτιθεμένη τε τοῖς ἑαυτῆς χιτῶσιν, εἶτ’ ἐπειδὰν τούτου κορεσθῇ, τηνικαῦτα ἐκπέμπειν αὐτὰ πρὸς τὴν διαχώρησιν. ἐν τούτῳ δὲ τῷ χρόνῳ καὶ τὸ ἧπαρ ἐκ τῶν σιτίων ἕλκειν ἐδείκνυτο, ἐπειδὰν ἐνδεῶς ἔχῃ τροφῆς. εἰ δὲ μὴ, χρήσεται τῇ προϋπαρχούσῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον ἕλκειν αὖθις ἐκ τοῦ ἥπατος ὅλον τὸ σῶμα, καθ’ ὃν ἂν χρόνον καὶ τοῦτο ἀπορεῖ τροφῆς. ὅθεν ἐφ’ ὧν ὅλον τὸ σῶμα κενόν ἐστι, μάλιστα ἄν τις λάβῃ τὴν πεῖραν τῶν ἀθρόως τε καὶ ταχέως τρεφόντων, οἷσπερ, ὡς ἔφαμεν, ὑπάρχει καὶ τὸ πρὸς τὴν διαχώρησιν ἰέναι θᾶττον, ὅσον ἐπὶ τῷδε. τινὲς μέντοι τὴν ἐξ ὅλου τοῦ σώματος ἔφασαν κένωσιν εἰρῆσθαι διαχώρησιν, ἵνα ταυτὸν ᾖ τὸ νῦν διδασκόμενον τῷ λελεγμένῳ κατὰ τὸ περὶ τροφῆς βιβλίον, ἔνθα φησίν· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος, ὅπερ ἀληθέστατον μέν ἐστιν, οὐ μὴν οἰκείως ἀκούσεσθαί τε δοκεῖ τῇ τῆς διαχωρήσεως προσηγορίᾳ. λέγεται γὰρ αὐτὴ μᾶλλον ἐπὶ τῆς κατὰ γαστέρα μόνον, δυνατόν γε μὴν κἀπὶ τῶν καθ’ ὅλον ἀκούειν αὐτὴν τὸ σῶμα. διαφέρει γὰρ ἢ ὑποχώρησιν ἢ διαχώρησιν εἰπεῖν. ἡ μὲν οὖν ὑποχώρησις ἐπὶ τῶν κατὰ τὴν γαστέρα μόνον λέγεται, κοινὸν δ’ ἀμφοῖν τὸ τῆς διαχωρήσεως ὑπάρχειν ἐγχωρεῖ ὄνομα. τὰ μὲν οὖν χοίρεια κρέα καὶ ὅσα γλίσχρους καὶ παχεῖς ἔχει τοὺς χυμοὺς, ἐν χρόνῳ ποιεῖται τὴν ἐξ ὅλου τοῦ σώματος διαπνοήν· λάχανα δὲ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπλῶς ὅσα λεπτὸν ἔχει τὸν ἀναδιδόμενον χυμὸν, ἐν μὲν τῷ τάχει τῆς ἀναδόσεως καὶ τῆς προσθέσεως πλεονεκτεῖ, μόνιμον δ’ οὐκ ἔχει τὴν φύσιν, ἀλλὰ διαπνεῖται ῥᾳδίως.

Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες οὔτε τοῦ θανάτου οὔτε τῆς ὑγείας.

Τὰ ὀξέα νοσήματα πρὸς τὸ κρίνεσθαι ταχέως εὐθέως καὶ μέγεθος ἔχει· τοὺς γὰρ ἐφημέρους πυρετοὺς καίτοι ταχέως παυομένους οὐ καλοῦσιν ὀξέα νοσήματα. διττὴ δέ ἐστιν ἡ τῶν ὀξέων νοσημάτων φύσις· ἢ γὰρ ἐπὶ χυμοῖς μόνοις θερμοῖς οὐδένα τόπον ἐγκατειληφόσιν, ἀλλ’ ὁμοτίμως ἐν ἅπασι τοῦ ζώου τοῖς μέρεσι γίγνεσθαι πεφυκόσιν ἢ τόπου τινὸς πεπονθότος, ὡς ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ κυνάγχῃ. καὶ οἵ γε πυρετοὶ τοὐπίπαν οἷον συνεχεῖς εἰσιν ἐν τοῖς ὀξέσι νοσήμασι. σπάνια γὰρ τὰ χωρὶς πυρετῶν, ὁποία ἐστὶ καὶ ἡ ἀποπληξία. τὰ δὲ χρόνια νοσήματα διὰ χυμοὺς γίνεται παχεῖς καὶ γλίσχρους καὶ ψυχροὺς, οὔτε πεφθῆναι ῥᾳδίως δυναμένους, ἐμπλαττομένους τε καὶ σφηνουμένους ἐν τοῖς πεπονθόσι μορίοις, ὥστε καὶ σκιῤῥώδεις  αὐτῶν μᾶλλον ἢ φλεγμονώδεις εἶναι τὰς διαθέσεις. ὀλίγα δ’ ἐξ αὐτῶν γίγνεται τὰ κατὰ συμπάθειαν καὶ χωρὶς τόπου πεπονθότος, ἐν οἷς ὁμοτίμως ἁπασῶν τῶν φλεβῶν, ἤτοι μελαγχολικοὺς ἢ φλεγματώδεις χυμοὺς ἐχουσῶν σηπομένους. ἐπὶ μὲν τούτων ἁπάντων ἔοικεν ὁ Ἱπποκράτης θαῤῥεῖν ταῖς προγνώσεσιν, ἐπὶ δὲ τῶν ὀξέων οὐχ ἁπάντων, ἀλλ’ ἔστιν ὅτε καὶ διαμαρτάνεσθαι τὴν πρόγνωσιν ὁμολογεῖ. τοιοῦτον γάρ ἐστι τὸ οὐ πάμπαν, ἀπόφασις ὄν. τὸ γὰρ οὐ πάμπαν τῷ οὐ παντελῶς ταὐτὸν σημαίνει. καὶ ἔστι τὸ οὐ πάμπαν ἴσον τῷ οὐκ ἐπὶ πάντων, ὅπερ ὅταν ὀλίγα τῶν πάντων ἐξαιρῶσιν ὀνομάζειν εἰώθασιν. οἷον οὐ πάντες ἄνθρωποι κακοί. δηλοῖ γὰρ ὁ τοῦτ’ εἰπὼν ὀλιγοστοὺς εἶναι τοὺς ἀγαθοὺς. οὕτω γοῦν καὶ νῦν ὁ Ἱπποκράτης ἐμφαίνει λέγων, οὐ πάμπαν ἀσφαλεῖς εἶναι τὰς προσαγορεύσεις ἐπὶ τῶν ὀξέων ὡς ὀλιγάκις ποτὲ καὶ σφαλλομένου τοῦ ἀρίστου ἰατροῦ. συμβαίνει δ’ αὐτὸ τοῦτο διά τε τὴν ὀξύῤῥοπον ἐν κρίσει μεταβολὴν, ἥτις ἕπεται τῶν ἐργαζομένων αὐτὰ χυμῶν τῇ φύσει καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα.

Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραὶ εἰσι, τουτέοισιν ἀπογηράσκουσιν ὑγραίνονται.

Ὅτι μὲν ὡς τὸ πολὺ τοῦτο γίνεται καὶ οὐ διὰ παντὸς ἐδήλωσεν αὐτὸς ἐν τοῖς κατωτέρω γράψας τόνδε τὸν ἀφορισμὸν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ἐόντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρος χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ πολὺ τοῖσιν ἀπογηράσκουσιν. ἀκουστέον δέ ἐστι ξηρᾶς καὶ ὑγρᾶς κοιλίας οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς αὐτοῖς διαιτήμασιν. εἰ γάρ τις ἐν μὲν τῇ νεότητι τῇ τῶν Ἀλεξανδρέων χρῆται διαίτῃ, ταρίχη τε καὶ πράσα ἐσθίων, ἐπιπίνων τε ζυθὸν, ἐν δὲ τῷ γήρᾳ μηδὲν τούτων προσφέρηται, φακὴν δὲ ἐσθίει καὶ οἶνον αὐστηρὸν ἔτι πίνει, πῶς ἂν φαίημεν ὑπηλλάχθαι τούτῳ τὰ διαχωρήματα τῷ λόγῳ τῆς ἡλικίας; οὕτω δὲ καὶ ὁ μὲν κατὰ τὴν νεότητα φακὴν ἐσθίων καὶ μέσπιλα καὶ οἶνον αὐστηρὸν πίνων, ἐπὶ δὲ τοῦ γήρως τῇ τῶν Ἀλεξανδρέων χρώμενος διαίτῃ, συμμεταβάλλει ταῖς διαίταις τὴν κατὰ τὴν διαχώρησιν, οὐκ ὀρθῶς ποιησόμεθα κρίσιν. ἀλλ’ ὅταν ἁπάντων τῶν ἄλλων, οὐ μόνον τῶν κατὰ τὴν τροφὴν, ὁμοίως πραττομένων ὑπηλλάχθαι τὰ κατὰ τὰς διαχωρήσεις, ἡ κρίσις ὀρθὴ γενήσεται τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων· ὑπαλλαχθήσεται δὲ τὰ κατὰ τὰς διαχωρήσεις, ὅσον ἐπὶ τῇ φύσει τῶν ἡλικιῶν κατὰ τὰς ἐν τῷ σώματι διαθέσεις ἀλλαττομένας, ὑφ’ ὧν ἡ γαστὴρ ὑγροτέρα τε καὶ ξηροτέρα γίνεται. τίνες δέ εἰσιν αὗται τῶν ἐζητημένων ἐστὶ καὶ οὕτω γε μακρὸν ἔσεσθαί μοι νομίζω τὸν λόγον, εἰ σὺν ταῖς οἰκείαις ἀποδείξεσι γράφειν αὐτὸν ἐπιχειρήσαιμι, ὥσθ’ ἑνὸς ὅλου δεήσεσθαι βιβλίου. τοῦτο μὲν οὖν αὖθις ἔσται ποτὲ, νῦν δὲ διὰ βραχέων ἐρῶ τὰ κεφάλαια, συγχρησάμενος οἷς ἔν γε τοῖς τῶν φυσικῶν δυνάμεων ἀπέδειξα ὑπομνήμασι καὶ τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὑγροτέρα τοῦ συμμέτρου γίνεται ἡ γαστὴρ, ὅταν ἡ χυλωθεῖσα τροφὴ κατ’ αὐτὴν ἐνδεέτερον ἀναδίδοται, ξηροτέρα δὲ πάλιν τῆς κατ’ αὐτὴν ὑγρότητος ἁπάσης εἰς τὸ ἧπαρ ἀναφερομένης. ἀλλὰ τὸ μὲν ἐνδεέστερον ἀναδίδοσθαι γίνεται μέν ποτε πλείονα τροφὴν λαμβανόντων ἢ ὅσης δεῖται τὸ ἧπαρ, ἔστι δ’ ὅτε θᾶττον ἐπὶ τὴν διαχώρησιν ἰούσης αὐτῆς. τῆς μὲν γὰρ πλείονος ἀπολείπεται τὸ περιττὸν, ἐπειδὰν ἑλκύσει τὸ ἧπαρ, ὅσης δεῖται. τῆς δὲ ταχέως διεξιούσης οὐ φθάνει τοσοῦτον ἕλκειν τὸ ἧπαρ ὅσου δεῖται. θᾶττον δὲ ὑπέρχεται τὰ διαχωρούμενα, ποτὲ μὲν διὰ τὸ πλῆθος τῆς καταῤῥεούσης εἰς τὴν γαστέρα χολῆς ἐρεθιζούσης αὐτὴν εἰς ἀπόκρισιν, ἐνίοτε δὲ τῆς μὲν ἐν αὐτῇ τῇ γαστρὶ καθεκτικῆς δυνάμεως, ἀῤῥωστοτέρας γινομένης, τῆς δὲ ἀποκριτικῆς ἐν ταύτῃ γε καὶ τοῖς ἐντέροις ἰσχυρᾶς ὑπαρχούσης. πλειόνων μὲν οὖν ὀρεγόμεθα τοῦ στόματος τῆς γαστρὸς, ἐνταῦθα γὰρ μάλιστα ἡ ὄρεξίς ἐστι, ψυχροτέρου τὴν κρᾶσιν ὑπάρχοντος. οὕτω δὲ καὶ τὸ ἧπαρ ἧττον ἕλκει διὰ ψυχρότητα· τὴν δὲ καθεκτικὴν ἡ γαστὴρ δύναμιν ἀσθενεστέραν ἔχει δι’ ὑγρότητα, καθάπερ δὴ καὶ τὴν προωστικὴν ἰσχυροτέραν διὰ ξηρότητα. γερόντων οὖν ἐπειδὰν ψυχρότερον γένηται τὸ σῶμα, τὴν ἐν τῷ στόματι τῆς κοιλίας ὑγρότητα συμβαίνει γίνεσθαι ψυχρὰν ἐς τοσοῦτον, ὡς μεταπίπτειν εἰς ἀνορεξίαν, καὶ οὕτω ξηραίνεσθαι τὴν διαχώρησιν, ἐνδείᾳ τῶν προσφερομένων, ὡς πρὸς τὴν ἀνάδοσιν. οὕτω δὲ καὶ ὅσοι διὰ τὸ πλῆθος ἢ τὴν φύσιν τοῦ πικροχόλου χυμοῦ τὴν κοιλίαν ὑγραίνονται, πρὸς τοὐναντίον μεταπίπτουσι, μηκέτι ἐν τῷ γήρᾳ τοῦ τοιούτου χυμοῦ πολλοῦ γενομένου. τοῖς μέντοι δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ὑγραινομένοις τὴν κοιλίαν οὐχ ἅπασιν ἡ μετάπτωσις ἔσται, ἀλλὰ παρὰ τὸ ποσὸν τῆς συνεζευγμένης αὐτῇ θερμασίας. εἰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς εἴη ψυχροτέρα τὴν κρᾶσιν ἡ γαστὴρ, εἰς ἀμετρίαν  τῆς κατὰ ψυχρότητα δυσκρασίας ἐν τῷ γήρᾳ παραγινομένη τὴν καθεκτικὴν δύναμιν ὁμοίως ἄῤῥωστον ἕξει, διὰ τὸ πᾶσαν ἄμετρον δυσκρασίαν ἐκλύειν τὰς ἐνεργείας. εἰ δ’ ἀκριβῶς εἴη θερμὴ μέχρι πλείστου τῆς ἡλικίας ἰσχυρὰν ἔξει τὴν καθεκτικὴν ἐνέργειαν, ὡς ἂν μηδ’ ἑτέραν ἔχουσα τῶν δυσκρασιῶν ἀκριβῶς, μηδὲ τὴν κατὰ ξηρότητα, φύσει γὰρ ἦν ὑγροτέρα πάντως· ἢ οὐκ ἂν ἄῤῥωστον εἶχε τὴν καθεκτικὴν δύναμιν μήτε κατὰ θερμότητα. τοῦτο γὰρ ὑπέκειτο. δῆλον οὖν ὡς ὀλίγου δεῖν ἅπασιν, οἷς ὑγρότεραι φύσεις γαστρός εἰσιν, εἰς τοὐναντίον ἡ μετάπτωσις γίνεται γηράσκουσιν. οἷς δὲ ξηρότεραι, τούτοις ὑγρότεραι γενήσονται γηρῶσι, διὰ τὰς ἐναντίας κράσεις· ἤτοι γὰρ ὅταν ἐλάττονα τροφὴν προσφέρωνται τῆς κατὰ τὸ ἧπαρ δυνάμεως ἢ δι’ ἐξίκμασιν ἢ τὸ συῤῥέειν τῆς χολῆς εἰς τὴν κοιλίαν ὀλίγον ἢ δι’ εὐρωστίαν τῆς καθεκτικῆς δυνάμεως ἡ διαχώρησις ἔσται ξηροτέρα. τούτων δὲ τὸ μὲν ἧττον ὀρέγεσθαι καὶ θᾶττον ἐμπίπλασθαι διὰ τὴν θερμότητα γίνεται τῶν ὀρεκτικῶν μορίων. τὸ δ’ ἐξικμάζεσθαι τὴν τροφὴν ἤτοι συμμέτρως ἔχοντος ἐν τῇ κράσει τοῦ ἥπατος ἢ καὶ βραχεῖ τινί θερμοτέρου τὴν κράσιν ὑπάρχοντος. τὸ δ’ ὀλίγην συῤῥεῖν εἰς τὴν γαστέρα χολὴν, ὡς ἂν δηλονότι καὶ γενομένης ὀλίγης, ἐπὶ τῇ ψυχρότητι τοῦ σπλάγχνου συμβαίνει. ῥωμαλέα δ’ ἡ καθεκτικὴ δύναμις γίνεται τοῖς νέοις ἐπὶ τὸ ξηρότερον τῇ κράσει ῥέπουσιν. εἰκότως οὖν γερόντων ἁπάντων τῶν προειρημένων εἰς τἀναντία μετάπτωσις ἔσται. οἵ τε γὰρ ἀνόρεκτοι διὰ θερμότητα προηκούσης τῆς ἡλικίας ὀρεχθήσονται πλειόνων ἢ ὅσων δύναται κρατήσειν τὸ ἧπαρ. ὅσοις τε διὰ ξηρότητα σύμφυτον ἡ καθεκτικὴ δύναμις ἦν ἰσχυροτέρα, τούτοις γηρῶσιν ἀῤῥωστοτέρα γενήσεται τῇ τῆς ξηρότητος ἀμετρίᾳ. καὶ διὰ τοῦθ’ ἡ διαχώρησις ὑγρανθήσεται, τῷ ταχύνειν τὴν διέξοδον τῶν σιτίων. ὅσοις δὲ διὰ τὴν ἔνδειαν τῆς χολῆς ἡ διαχώρησις βραδύνουσα, τῷ πολυχρονίῳ τῆς διεξόδου τὸ πολὺ τῆς ὑγρότητος ἐξικμάζεται, δυνατὸν μὲν ἔτι μεῖναι αὐτὴν διάθεσιν. ἐγχωρεῖ δὲ καὶ διὰ ψύξιν ἄμετρον τοῦ ἥπατος εἰς ἀῤῥωστίαν ἱκανὴν τῆς ἀναδόσεως ἀφικομένης ὑγρὰ γίνεσθαι τὰ διαχωρήματα. ταῦτ’ ἐν τῷ παρόντι περὶ τῆς αἰτίας εἰρήσθω μοι τῶν ἐν ταῖς ἡλικίαις μεταβολῶν, ὅσα ἴσχουσι διὰ ξηρότητα καὶ ὑγρότητα γαστρὸς, ἀσαφῆ διὰ βραχυλογίαν ἐσόμενα τοῖς μὴ προγεγυμνασμένοις ἐν οἶς ὑπομνήμασιν· ἀλλ’ ὕστερόν ποτε δι’ ἑνὸς ὅλου βιβλίου σαφέστερον ὑπὲρ τῶν αὐτῶν εἰρήσεται. πρὸς μέντοι τὴν ἐν τῇ τέχνῃ χρείαν ἱκανὸν καὶ τοῦτο μόνον ἐπίστασθαι, τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἄνευ τοῦ προσκεῖσθαι τὴν αἰτίαν.

Λιμὸν θώρηξις λύει.

Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε· φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά ἐστιν. ὅτι δ’ ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ἐκ τοῦ τοίνυν ἀντιθεῖναι τοῖς ὑδροποτέουσι τοὺς θωρησσομένους ἐδήλωσεν, ὅτι τοὺς οἰνοποτοῦντας ὀνομάζει θωρησσομένους, ὥστε καὶ θώρηξις ἡ τοῦ οἴνου πόσις ὑπ’ αὐτοῦ λέγεται, ταύτην οὖν φησι λύειν λιμὸν, οὐ μὰ Δία ἅπασαν ἔνδειαν ὀνομάζων λιμὸν, ὥς τινες ὑπολαμβάνουσιν. οὐ μὴν οὐδὲ τὴν μετ’ ὀρέξεως, ἀλλὰ τὴν ἐπ’ αὐτῶν δὴ τοῦτο πάθημα ἐχόντων ὄρεξιν σφοδρὰν καὶ ἄπαυστον σιτίων, ἣν ἔνιοι τῶν ἰατρῶν ὀνομάζουσι κυνώδη. τούτου γάρ τοι τοῦ λιμοῦ ἡ τοῦ οἴνου θώρηξις ἴαμά ἐστιν, οὐχ ὅστις ἂν ἤτοι διὰ μακρὰν ἀσιτίαν ἢ ῥύσιν γαστρὸς ἢ αἱμοῤῥαγίαν ἤ τινα ἑτέραν κένωσιν ᾖ γεγενημένος. οἱ μέντοι διά τι τῶν τοιούτων ἐνδεεῖς οὐχ ὅπως ἀγαθόν τι τῆς οἰνοποσίας ἀπολαύουσι, ἀλλὰ καὶ μέγιστα βλάπτονται, σπασμοῖς καὶ παραφροσύναις ἁλισκόμενοι διὰ ταχέων, εἰ πρὸ τοῦ σιτία προσενέγκασθαι θωρηχθεῖεν. οἶς δέ ἐστι πάθος ὁ λιμὸς, ἴαμα τούτοις ἐστὶν ἡ τοῦ οἴνου πόσις, οὐ τροφῆς πλῆθος. ἐγὼ γοῦν οὕτως ἰασάμην ἐνίους τῶν ἀπαύστως λιμωττόντων, οἶνον πίνειν διδοὺς δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων. οὐ γὰρ δὴ οἱ στρυφνοὶ τῶν οἴνων ἰῶνται τὸν τοιοῦτον λιμὸν, ὅτι μηδὲ θερμαίνουσιν. ἀλλ’ ὅσοι γε κιῤῥοὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν, οὗτοι μέγιστον ἴαμα τῶν τὴν κυνώδη καλουμένην ὄρεξιν ἐχόντων εἰσί. χρὴ γὰρ αὐτοῖς ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι λιπαρὰ καὶ ὡς ἂν εἴπῃ τις ἐλαιώδη τῶν ἐδεσμάτων καὶ τἄλλα δὲ πάντα, ἃ δι’ ἐλαίου πολλοῦ σκευάζονται. μάλιστα δὲ μηδὲν αὐστηρὸν ἢ στρυφνὸν ἔστω. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων τινὰ, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι. πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. ἐν πλείονι δὲ χρόνῳ πραττόντων οὕτω παύεται. καί μοι δοκεῖ τοῦτο μᾶλλον ὁ Ἱπποκράτης ἐνδείκνυσθαι κατὰ τὸν προκείμενον ἀφορισμόν. ἐπειδὴ γὰρ αἱ κυνώδεις ὀρέξεις ἤτοι διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρότερον ἢ διά τινας χυμοὺς ὀξεῖς γίνεσθαι πεφύκασιν ἐναποθέντας εἰς αὐτὸ τὸ στόμα τῆς γαστρὸς, ἄμφω δ’ ἰᾶσθαι ταῦτα  πέφυκεν ὁ εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέξεις. ὅσοι δ’ ἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι λιμὸν νῦν ὑφ’ Ἱπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθόλου ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδόμενοι. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως ὁ βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δ’ ἔχων αὐτὴν συνοῦσαν.

Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται καὶ ὁκόσα ἀπὸ κενώσιος πλησμονὴ καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.

Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλ’ ὅσα κατὰ τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως χρῄζει. ὅτι μὲν οὖν πλῆθος ἐργάζεται νόσον ἔμπροσθεν εἴρηται, ὅτι δὲ ἡ ἴασις αὐτοῦ κένωσίς ἐστιν οὐδὲ λόγου δεῖται, καθάπερ οὐδ’ ὅτι πάντων τῶν ποιούντων τὰς νόσους ἡ ἐναντίωσις. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἄλλο τι παρὰ τοὐναντίον τῶν ποιούντων τὰς νόσους αἰτίων, ὡς ἐπί γε τῶν νόσων αὐτῶν ἤδη γεγενημένων αὖθις ἐπισκεψόμεθα, καθάπερ γε κἀπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς συμπτωμάτων. ἀλλὰ νῦν γε περὶ τῶν ἔτι γινομένων ὁ λόγος ἐστὶ νοσημάτων. εὔδηλον οὖν ὡς ἅμα τοῖς ποιοῦσιν αἰτίοις ἀναιρουμένοις ἀναγκαῖόν ἐστι καὶ αὐτὰ συναναιρεῖσθαι. τῶν ποιούντων δ’ αἰτίων ἡ ἀναίρεσις ἀπὸ τῶν ἐναντίων γίνεται. εἰ μὲν γὰρ τῷ ψύχειν τι νόσον ἐργάζοιτο, διὰ τοῦ θερμαίνοντος ἡ ἴασις, εἰ δὲ τῷ θερμαίνειν, διὰ τοῦ ψύχοντος. οὕτω δὲ καὶ εἰ διὰ πλησμονὴν νόσος συνίσταται, τὸ τηνικαῦτα κενῶσαι χρὴ τὴν πλησμονὴν, ὥσπερ γε καὶ εἰ ὑπὸ κενώσεως ἀνατρέφειν ὅτι τάχιστα προσήκει. καίτοι δοκεῖ τισιν ὡς οὐδέποτε ἐργάζεται κένωσις νόσον. ἡγοῦνται δ’, ὡς ἔοικεν, οἱ τοιοῦτοι μόνον τὸν πυρετὸν εἶναι νόσον. ὡς εἴ γε ἔγνωσαν ὡς ἅπασα διάθεσις ἐνέργειαν βλάπτουσα νόσος ἐστὶ καὶ ὡς αἱ σφοδραὶ δυσκρασίαι τὰς ἐνεργείας βλάπτουσιν, οὐκ ἠμφισβήτουν περὶ τοῦ τὰς ἰσχυρὰς κενώσεις αἰτίας γίνεσθαι νόσων. αἷμα μὲν γὰρ ἄν τε διὰ μήτρας ἄν τε δι’ αἱμοῤῥοΐδος ἄν τ’ ἐξ ἕλκους ῥυῇ δαψιλὲς ἢ πάσας ἢ τάς γε πλείστας ἐνεργείας, οἱ οὕτω παθόντες βλάπτονται. τινὲς δ’ ἐξ αὐτῶν οὐ μόνον ταῦτα πάσχουσιν, ἀλλὰ καὶ ὑδέροις ἁλίσκονται. μακραὶ δ’ ἀσιτίαι τοῖς φύσει πυρετωδέστερον ἔχουσι τὸ θερμὸν οὐ μόνον τὰς ἄλλας βλάβας, ἀλλὰ καὶ πυτὸν ἐπιφέρουσιν. ὅσον μὲν οὖν ἀληθὲς ἅμα ἐστὶ καὶ χρήσιμον εἴρηται. προσθῶμεν δὲ αὐτῷ τι καὶ διὰ τοὺς ληροῦντας, οἵοιπερ νεώτεροί εἰσι τῶν ἰατρῶν, ὑπὲρ ὀνομάτων μὲν ἐρίζοντες, οἰόμενοι δὲ περὶ τῶν πραγμάτων αὐτῶν ποιεῖσθαι τοὺς λόγους. οὗτοι τοίνυν εἰσὶν οἱ λέγοντες οὐκ εἶναι θεραπείαν τὴν ἀναίρεσιν τῶν ποιούντων τὰς νόσους αἰτίων, ἀλλὰ καὶ προφυλακὴν, οἷς πρῶτον μὲν ἐπιδεικτέον ἐστὶν ὡς περὶ ὀνόματος ἐρίζουσιν, εἶθ’ ὅτι μηδὲ περὶ τούτου καλῶς· ἔνθα μὲν γὰρ οὐκ ἔστι τὸ ποιῆσαν αἴτιον τὴν νόσον, ἐνταῦθα ἴασις μόνη τῶν γεγονότων ὑπολείπεται, ἔνθα δὲ οὐδέπω ποιεῖ τὸ ἐνυπάρχον αἴτιον τῷ σώματι, καθάπερ ἡ πληθώρα, τοῦτο προφυλακτικοῦ μέρους τῆς τέχνης ἐστὶν ἡ τῶν τοιούτων αἰτίων ἀναίρεσις. ὁπότε δ’ ἤδη ποιεῖ, μικτόν πώς ἐστι τὸ τοιοῦτον ἔκ τε προφυλακῆς καὶ θεραπείας. ὅσον γὰρ ἔμελλε ποιήσειν ἐκωλύθη γενέσθαι καὶ τοῦτό ἐστι τοῦ προφυλακτικοῦ τῆς τέχνης. ὅσον δ’ ἤδη γέγονεν τῆς νόσου, δεῖται θεραπείας ἰδίας. ὅθεν ἐπειδὴ μικτὰ τὰ τοιαῦτά ἐστιν ἔκ τε προφυλακῆς καὶ θεραπείας, ἴδιον οὐκ ἔχομεν ὄνομα καὶ διὰ τοῦτο ἄλλοτε ἄλλως αὐτὸ προσαγορεύουσιν οἱ ἰατροὶ, ποτὲ μὲν προφυλάττεσθαι λέγοντες, ὡς μὴ τελειωθῆναι τὴν ὑπηργμένην ἤδη γεννᾶσθαι νόσον, ἔστι δ’ ὅτε ἰᾶσθαι λέγοντες, ὡς ἐπὶ τῶν ὑπὸ λυττῶντος κυνὸς δεδηγμένων. ὅσα γὰρ ἐπ’ αὐτῶν προσφέρεται φάρμακα, διττῶς ὀνομάζουσι, ποτὲ μὲν ἰάματα λύττης, ὡς εἰ καὶ τῆς γεννώσης αὐτὴν διαθέσεως ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προφυλακτικὰ τῆς μελλούσης ἔσεσθαι λύττης.

Τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι.

Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως ἐν νόσῳ γενηθῶσιν, αὐτὸς ὁ Ἱπποκράτης ὀνομάζει κρίσεις, ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἢ ἀποθνησκόντων, ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων ἐπὶ σωτηρίαν ἢ ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων ἢ ἀποθανόντων, ὥστ’ εἶναι δ΄ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς  μεταβολὰς, ἃς αὐτὸς ἐδίδαξεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. ὅτι δ’ ἀνάγκη διὰ τὸ μέγεθος τῶν νοσημάτων καὶ τὴν σφοδρότητα τῶν συμπτωμάτων ἢ νικηθῆναι διὰ ταχέων τὴν δύναμιν, ὥστ’ ἀπολέσθαι τὸν ἄνθρωπον, ἢ πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ὁρμήσασαν, εἰ μὲν κρατήσειεν ὧν προὔθετο, κρίσιν ἀγαθὴν, εἰ δὲ κρατηθείη, κακὴν ἐργάσασθαι, πρόδηλον παντί. διὰ τοῦτ’ οὖν ἀδύνατον εἰς μακρὸν χρόνον ἐκπεσεῖν τὴν κρίσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. ὅρον οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ὁ Ἱπποκράτης ἔθετο, τὸν τοῖν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξώτερον μὲν οὐδενὸς προϊόντος· ἔμπροσθεν δὲ τῆς ιδ΄ πολλῶν κρίνεσθαι δυναμένων. καὶ γὰρ ἡ ια΄ καὶ ζ΄ καὶ ἡ ε΄ πολλοὺς φαίνονται κεκρικυῖαι κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία. κρίνει δὲ καὶ ἡ στ΄ τινὰς, ἀλλ’ οὐκ ἀγαθῶς, ὡς κἀν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἐπὶ πλέον ἐδείξαμεν, ἐν οἷς ἀξιοῦμεν τὸν μέλλοντα γεγυμνάσθαι παρακολουθήσειν οἷς Ἱπποκράτης διὰ βραχέων ἔγραψεν. ὅσαι δὲ τῶν κρίσεων οἷον ἡμόῤῥοποι γίνονται, ταύταις τὸ τέλος ἄλλη τις τῶν ἑξῆς ἡμερῶν ἐπιτίθησιν, ἃς αὐτὸς ἐδίδαξεν, ὁποῖαί τινές εἰσιν ἐν τῷ προγνωστικῷ· διδάξει δέ τι κἀνταῦθα κατὰ τὸν ἑξῆς ἀφορισμὸν ὑπὲρ αὐτῶν. ἔστι δέ τις καὶ τούτων τῶν ἡμιῤῥόπων κρίσεων ὅρος ἄλλος ἐξώτερον, μεθ’ ὃν οὐκέτι προέρχεσθαι πέφυκεν ἡ μ΄ τῶν ἡμερῶν. ὅσα μὲν οὖν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἐκρίθη τελέως, ταῦθ’ ἁπλῶς ὁ Ἱπποκράτης εἴωθε προσαγορεύειν ὀξέα, ὅσα δὲ ἡμιῤῥόπως κριθέντα τῶν ἐφεξῆς τινα κρισίμων ἡμερῶν ἄχρι τῆς μ΄ ἐφυλάχθη, ταῦτα οὐκέτι ἁπλῶς προσαγορεύειν ὀξέα εἴωθεν, ἀλλ’ ἐν συνθέτῳ προσηγορίᾳ, δι’ ὅλης τῆς λέξεως, ὀξέα τὰ ἐν μ΄ ἡμέραις κρινόμενα σαφεστέρᾳ δ’ αὐτὰ λέξει δηλοῦσιν οἱ προσαγορεύοντες ἐκ μεταπτώσεως ὀξέα. περὶ τούτων μὲν οὖν ἐν τῷ προγνωστικῷ τάδε γράφει· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετοῖς μέν εἰσιν καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. νυνὶ δὲ ἐν τοῖς ἀφορισμοῖς περὶ τῶν ἁπλῶς ὀξέων ἀποφαινόμενος ιδ΄ φησὶ κρίνεσθαι αὐτὰ ἡμέραις, οὐ μὰ Δία τοῦτο λέγων, ὥς τινες ὑπέλαβον, ὅτι ιδ΄ τὸν ἀριθμόν εἰσιν αἱ τὴν κρίσιν ἐπὶ τούτων τῶν νοσημάτων ἐργαζόμεναι. κατὰ τοῦτον γὰρ τὸν λόγον καὶ τὰ μεταπτώσεως ὀξέα τὰς κρινούσας ἡμέρας μ΄ τὸν ἀριθμὸν εἶναι φήσομεν, ὡς ἡ αὐτή γε λέξις ἐπ’ ἀμφοῖν ἐστιν, ἐνταυθοῖ μὲν εἰπόντος αὐτοῦ, ἐν ταῖς ιδ΄ ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, ἐν δὲ τῷ προγνωστικῷ, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν ταῖς μ΄ κρίνεται ἡμέραις. ἀλλ’ οὗτοι μὲν οὐχ εὑρίσκοντες ὅπως ἀλλήλοις ἐπιδείξωσιν ὁμολογοῦντας τοὺς λόγους, τήν τε ἐν τοῖς ἀφορισμοῖς καὶ τὸν ἐν τῷ προγνωστικῷ γεγραμμένον ἀλλόκοτον ταύτην ἐπενόησαν ἐξήγησιν. οὐδὲ γὰρ εἰς τὴν ιδ΄ μέχρι τῆς μ΄ αἱ κρίσιμοι, ἀλλὰ μετὰ μὲν τῶν ἐκ μεταπτώσεως πλείους, ἄνευ δὲ ἐκείνων ἐλάττους, ὡς ἡ περὶ κρίσεως ἡμερῶν ἐδίδαξε πραγματεία σαφῶς. αὐτὴ δὲ ἡ τῶν πραγμάτων φύσις μαρτυρεῖ τῷ λογισμῷ τῷ φάσκοντι τὰ ὀξέα τῶν νοσημάτων ὅρον ἔχειν τῆς κρίσεως τὴν ιδ΄ ἡμέραν. οὐδὲν γὰρ οὐδέποτ’ ὤφθη κινούμενον ἀπ’ ἀρχῆς ὀξέως ὑπερβὰν τοῦτον τὸν ὅρον, ἄνευ τοῦ δέξασθαί τινα τῶν εἰρημένων τεσσάρων κρίσεων μίαν, ὡς ἔνιά γε καὶ βληχρὰ καὶ μικρὰ κατὰ τὰς πρώτας ἡμέρας ὄντα περὶ τὴν δ΄ ἢ τὴν ε΄ ἡμέραν ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν ι΄ ἐτελεύτησεν. ἄλλα δὲ ἐπὶ τῆς στ΄ ἢ ζ΄ ἡμέρας ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν κ΄ ἐτελεύτησεν. ὥστε μηδέποτε ὀξύτητα νοσήματος συνεχοῦς πλείους ἡμέρας δύνασθαι κατασχεῖν τῶν ιδ΄. τῶν δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις ἐκτείνεται πολλὰ πρός τινα τῶν ἐξωτέρων προθεσμιῶν. λέγω δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις, ὅσαι τισὶν ἡμέραις σφοδρωθέντα μετὰ ταῦτα ἀσήμως ἐῤῥᾳστώνησαν, εἶτ’ αὖθις ἐξαυξηθέντα τὴν συνέχειαν ἔλαβεν. ἐὰν οὖν τις, ὡς εἴρηκα, τὴν τήρησιν ἐπὶ τῶν ἀῤῥώστων ποιεῖται, πάντα εὑρήσει τὰ δι’ ὅλων τοῖν δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω προερχόμενα.

Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος, ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρης ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.

Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅστινας αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην τετράδα τῆς ζ΄ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδ΄, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα  τῆς δευτέρας ἑβδομάδος ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ἡ ιζ΄ τῆς κ΄ ἐστὶν ἐπίδηλος ἐκ τοῦ τμηθῆναι τὴν γ΄, ἑβδομάδα δίχα γενομένην, πλὴν ὅτι ταύτην ἑβδομάδα συνάπτει τῇ β΄, καίτοι τὴν δευτέραν ἀποχωρίσας τῆς α΄, ἀρχὴν γὰρ αὐτῆς ἔφησεν εἶναι τὴν η΄ ἡμέραν, οὐ μήν γε τῆς γ΄ τὴν ιε΄, ὥς τινες τῶν μετ’ αὐτὸν ὑπέλαβον· ὅτι μηδὲ τὴν κα΄ τὸ πέρας, ἀλλ’ ἀρχὴν μὲν τῆς γ΄ ἑβδομάδος τὴν ιδ΄ ἡμέραν, τελευτὴν δὲ καὶ πέρας τὴν κ΄. διὰ τί δὲ τὰς πρώτας μὲν ἑβδομάδας κατὰ διάζευξιν ἀλλήλων ἔταξε, τὴν τρίτην δὲ τῇ δευτέρᾳ κατὰ συνέχειαν, ἐν τῇ περὶ κρισίμων ἡμερῶν πραγματείᾳ λέλεκται. κατὰ δὲ τὸ παρὸν ἀρκεῖ καὶ χωρὶς τῆς αἰτίας ἐπίστασθαι τὸ διὰ τῆς πείρας μαρτυρούμενον. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης παμπόλλους ἀῤῥώστους κατὰ τὴν τοιαύτην τάξιν τῶν κρισίμων ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν βιβλίοις ἔγραψεν κεκριμένους. λέγω δὲ τοιαύτην τάξιν, ὥστε τὰς πρώτας ἑβδομάδας τρεῖς εἰς τὴν κ΄ ἡμέραν περιάγεσθαι, τὰς δ’ ἐφεξῆς αὐταῖς τρεῖς εἰς τήν μ΄. οὕτω δὲ καὶ τὴν ξ΄ καὶ τὴν π΄ ἕξομεν κρισίμους μεμαρτυρημένας καὶ αὐτὰς τῇ πείρᾳ, καθότι κἀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν, παραγράψαντες τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν κεκριμένους κατὰ τὴν εἰρημένην τάξιν τῶν ἡμερῶν. ἐκείνους μὲν οὖν τοὺς ἀῤῥώστους ἐνταῦθα περιγράφειν μακρὸν, ἀρκέσει δὲ μόνον τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι ῥῆσιν, τόνδε τὸν τρόπον ἔχουσαν. οἱ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες, τεταρταῖοι παύονται ἢ πρόσθεν. οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτοι γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη εἰς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν διὰ τεσσάρων ἐκ τῶν ὀξέων εἰς τὰς εἴκοσιν ἐκ προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ἡ ῥῆσις ἐδίδαξεν ὅτι τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ καὶ ὅτι τὴν ιζ΄ ἐπίδηλον ποιεῖται τῆς κ΄.

Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες. οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες.

Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλλὰ καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφ’ ὧν μὲν οὖν ἡ δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων αἱ νοῦσοι παύονται. ἐφ’ ὧν δ’ ἀσθενὴς ἅμα τοῖς λυποῦσι χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται ὥστ’ εἰκότως οὐδὲν τῶν θερινῶν χρονίζει νοσημάτων. ὁ δ’ Ἱπποκράτης ἐπὶ τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων. ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτ’ οὖν λύεται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀποθνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.

Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γίνεσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ.

Αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν ὁ πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θ’ ἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δ’ ἐκ πυρετῶν διακαῶν ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει μὲν τὴν δύναμιν, ὀξὺν δὲ θάνατον ἐπιφέρει.

Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τοι διαμένειν οὐδὲ χρονίζειν εἴωθεν.

Ὅλος μὲν ὁ λόγος ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων εἴρηται. νυνὶ δὲ ὅσον εἰς ἐξήγησιν προκειμένων ἱκανόν ἐστι λέγειν, λεχθήσεται. ὅταν εἰσβάλλῃ νόσημα σφοδρὸν, εἶτ’ ἐξαίφνης ῥᾳστωνήσει, μήτε δι’ ἱδρῶτος ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥαγίας κενωθέντος τοῦ σώματος, ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστοι ἡγεῖται εἶναι τὴν τοιαύτην ῥᾳστώνην, ὥστ’ εἰ καὶ δυσπνοήσειεν ἀλόγως ἢ παραφρονήσειεν ἢ πυρέξειεν σφοδρώτερον ἢ καὶ μεγάλῳ ῥίγει καταληφθείη. καὶ γὰρ καὶ ταῦτά ἐστιν ἀβέβαια καὶ τοσοῦτον δεῖ χαλεπόν τι σημαίνειν, ὥστ’ ἐνίοτε κρίσιν ἀγαθὴν, ὅσον οὔπω γενησομένην καταγγέλλεται· ὅπως δὲ ταῦτα χρὴ διαγινώσκειν τε καὶ προγινώσκειν ἐν τοῖς περὶ κρίσεων εἴρηται.

Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ ἀσθένειαν.

Τὸ μὴ παντάπασιν ἐπιπολαίως διορισμοῦ χάριν ὁ Ἱπποκράτης προσέθηκε. εἰ γὰρ ἁπλῶς εἴρητο, τῶν πυρεσσόντων τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθηρὸν ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὴς ὁ λόγος. ἐγχωρεῖ γοῦν ἐν καταστάσει ψυχρᾷ διὰ πλῆθός τινα νοσοῦντα μὴ συμπίπτειν τὸ σῶμα, μηδ’ ἰσχνοῦσθαι, μικρῶν γινομένων αὐτῶν τῶν πυρετῶν, ἀλλ’ ὅταν γε μείζους ὦσι, πάμπολύ τι πλῆθος ἐνδείκνυται. τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν ἐστι καὶ χωρὶς τοῦ προστεθεικέναι, τὸ μὴ παντάπασιν ἐπιπολαίως. ἄν τε γὰρ ἐπιπολαίως πυρέττωσιν ἄν τε καὶ μὴ, σημεῖον ἀσθενείας ἐστὶν ἡ παράλογος ἰσχνότης. οὐ γὰρ δὴ τὸ λεγόμενον κυρίως συντήκεσθαι νῦν εἰρῆσθαι πρὸς αὐτοῦ νομιστέον ἐστὶν, ἀλλὰ καταχρῆσθαι μᾶλλον αὐτὸν τῷ ῥήματι ἀντὶ τοῦ ἰσχνοῦσθαι. κάλλιστα δ’ εἶπεν ἐν τῷ δευτέρῳ μέρει τοῦ ἀφορισμοῦ τὸ μᾶλλον τοῦ κατὰ λόγον, καὶ βέλτιον εἰρῆσθαι νομίζειν αὐτὸν κατὰ τοῦ προτέρου μέρους, ὥσθ’ ὅλον τὸν λόγον γενέσθαι τοιοῦτον· τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν τὸ σῶμα καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. ἵν’ ἀμφοῖν ᾖ κοινῇ κατηγορούμενον τὸ μᾶλλον τοῦ κατὰ λόγον. ἄν τε γὰρ διαμένωσι μᾶλλον τοῦ κατὰ λόγον, ἄν τε ἰσχνοὶ γίνονται μοχθηρόν. αὐτὸ δὲ τὸ μᾶλλον τοῦ κατὰ λόγον ἄμεινον μὲν ἦν εἰρῆσθαι πρὸς αὐτοῦ, τίσι κρίνεται σκοποῖς. ἐπεὶ δ’ ἀφοριστικόν ἐστι τὸ τῆς διδασκαλίας εἶδος ἐνταῦθα καὶ κατὰ βραχυλογίαν ἄκραν γινόμενον, ἡμεῖς ἐξηγούμενοι τὸ κατὰ λόγον, ἀνοίσομεν εἰς τὸ μέγεθος τοῦ πυρετοῦ καὶ τὸν χρόνον τῆς νόσου καὶ τὴν ἡλικίαν καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τήν ποτε ὑπάρχουσαν κατάστασιν, ἔτι τε τὰς αἰσθητὰς κενώσεις, ἀγρυπνίας τε καὶ φροντίδας καὶ ἀσιτίας καὶ κινήσεις πλείονας. οἱ μὲν γὰρ μείζους τῶν πυρετῶν θᾶττόν τε καὶ μᾶλλον ἰσχνοὺς ἀποφαίνουσι τοὺς κάμνοντας, ὥσπερ γε καὶ τὸ τῆς νόσου μῆκος καὶ ἡλικιῶν, ἥ τε τῶν παίδων καὶ ἡ τῶν ἐν ἐσχάτῳ γήρᾳ, καθ’ ἕτερον ἑκάτερα λόγον. ἐπὶ μὲν γὰρ τῶν παίδων διά τε τὴν ὑγρότητα καὶ τὴν θερμασίαν πλεῖστον ἀποῤῥεῖ καὶ κενοῦνται σώματα, ἐπὶ δὲ τῶν ἐν ἐσχάτῳ γήρᾳ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν. ὡρῶν δὲ καὶ χωρῶν καὶ κατακαστάσεων αἱ μὲν θερμαὶ καὶ ξηραὶ μᾶλλον κενοῦσιν, αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ μᾶλλον σφίγγουσι τὸ σῶμα καὶ κωλύουσι διαπνεῖσθαι τε καὶ κενοῦσθαι. περὶ δὲ τῶν αἰσθητῶν κενώσεων τί δεῖ λέγειν; οὐδένα γὰρ ἀγνοεῖν οἶμαι περὶ τοῦ δι’ αἱμοῤῥαγίαν ἢ δι’ ἱδρῶτας πολλοὺς ἢ οὔρου πλῆθος ἢ ἐμέτων ἢ διαχωρημάτων, ὥστ’ εἰκότως ἐν τάχει λεπτύνεσθαι. παράκειται δὲ τοῖς εἰρημένοις αἰτίοις καὶ ἡ ἀσιτία, καὶ μὲν δὴ καὶ ἀγρυπνία καὶ φροντὶς ἱκανῶς λεπτύνουσιν, ὥσπερ γε καὶ κινήσεις πλείονες· ἀλλ’ αὗται μὲν ὀλιγάκις ἐπὶ τῶν πυρετῶν γίνονται, κατάκεινται γὰρ ὡς τὰ πολλὰ ἡσυχάζοντες. συμβαίνει γε μὴν ἔστιν ὅτε καὶ καθ’ ὁδοιπορίαν ἀρξαμένου τἀνθρώπου πυρέττειν, ἤτοι δι’ ἀνάγκην ἢ διὰ τὸ σπεύδειν οἴκαδε καταλύσαντες αὐτὴν καταλύσασθαι, ἀλλὰ καὶ διὰ παραφροσύνην ἀνιστάμενοι συνεχῶς ἔνιοι τῶν νοσούντων ἢ κατακείμενοι μὲν, ἀεὶ δὲ κινοῦντές τι μόριον ἢ καὶ φθεγγόμενοί τι κατὰ λόγον, ἐν ὀλίγαις ἡμέραις ἰσχνοὶ γίνονται. ταυτὶ μὲν οὖν ἅπαντα τοὺς κάμνοντας ἰσχνοὺς ἐργάζεται, καθάπερ γε τἀναντία τούτων ἐν ὄγκῳ μείζονι τὸ σῶμα φυλάττει. σημεῖον δὲ οὐδέν ἐστιν αὐτῶν ἀσθενοῦς δυνάμεως, ἀλλὰ μόνον αἴτιον ἕκαστον. ἐπ’ αὐτῶν γὰρ ὥσπερ τὸ σῶμα λεπτύνεται κατὰ λόγον, οὕτω καὶ ἡ δύναμις καθαιρεῖται. τὸ δ’ ἄνευ τῶν εἰρημένων λεπτύνεσθαι τὸ σῶμα παρὰ λόγον ἀσθενοῦς δυνάμεως εἶναί φησι σημεῖον ὁ Ἱπποκράτης, ἥντινα κἀπὶ τῶν πάνυ γερόντων αἰτιώμενοι ταχέως αὐτῶν ἐφάσκομεν ἰσχνοῦσθαι τὸ σῶμα καὶ οὐδὲν θαυμαστὸν, ἐπὶ τῶν οὕτως ἐχόντων τὴν μὲν ἀσθένειαν αἰτίαν γίνεσθαι τῆς ἰσχνότητος, τὴν δ’ ἰσχνότητα τῆς ἀσθενείας σημεῖον. οὕτως ἐπὶ πάντων ἔχει τῶν  ποιούντων καὶ ποιουμένων. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους γνώμη διὰ παντὸς ἡγουμένου τὴν παρὰ λόγον ἰσχνότητα σημεῖον ἀσθενείας ὑπάρχειν. ἡμεῖς δὲ προσθῶμεν αὐτοῦ τῷ λόγῳ καὶ ἄλλην διάθεσιν, ὡς αἰτίαν ἰσχνότητος ἐν πυρετοῖς γινομένην. ἔστι δ’ αὕτη λεπτότης μὲν τῶν χυμῶν, ἀραιότης δὲ τοῦ σώματος. ὅταν γὰρ ἄμφω ταῦτα συνέλθῃ, τάχιστα κενοῦται τὰ σώματα κατὰ τὴν ἄδηλον καλουμένην διαπνοὴν, ὥσπερ γε κἀπὶ τῆς ἐναντίας τῷ πάχει τῶν χυμῶν καὶ τῇ πυκνώσει τοῦ σώματος, οὔθ’ ἡ κένωσις γίνεται τῶν χυμῶν καὶ τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸν ὄγκον αὐτοῦ τηνικαῦτα συμβαίνει. ταύτην μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐν τῷ πρώτῳ μέρει τοῦ ἀφορισμοῦ διὰ τοῦ φάναι μῆκος νόσου σημαίνεσθαι. τὴν δ’ ἀντικειμένην αὐτῷ παρέλειπεν· ἀλλ’ ἡμεῖς μέν γε κἀκείνην προσθέντες ὁλόκληρον ἤδη τὸν λόγον εἴπωμεν, εἰς ὅσον οἷόν τε διὰ βραχέων τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. τὸ μὲν γὰρ ἐπιμένειν ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος γίνεται καὶ τῷ πάχει χυμῶν καὶ διὰ τοῦτο μῆκος νόσου σημαίνει, τὸ δὲ συντήκεσθαι ποτὲ μὲν διὰ λεπτότητα χυμῶν καὶ μανότητα τοῦ δέρματος, ἔστι δ’ ὅτε καὶ διὰ μόνην ἀσθένειαν δυνάμεως.

Ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινεῖν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίην ἄγειν βέλτιόν ἐστι.

Διὰ τί τοῦτο συνεβούλευσεν ὁ Ἱπποκράτης ἐδήλωσε κατὰ τὸν ἑξῆς ἀφορισμὸν, ὃν ἐὰν συνάψῃ τις τῷ προειρημένῳ, τὸν ὅλον λόγον ποιήσει τοιοῦτον. ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίαν ἔχειν βέλτιόν ἐστι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. προσθεῖναι δ’ αὐτῷ χρὴ πάντα τὰ συμπτώματα· περὶ γὰρ τούτων εἴρηκε τὸ πάντα· ὡς ἥ γε διάθεσις ἡ ταῦτα γεννῶσα, ἣν δὴ καὶ νόσον ὀνομάζομεν, οὐκ ἐξ ἅπαντος ἐν ταῖς ἀκμαῖς ἐστιν ἰσχυροτέρα, ἀλλ’ ἐπί γε τῶν σωθήσεσθαι μελλόντων πολλῷ βελτίων ἢ ἐν ἀρχῇ τοῦ νοσήματος, ἐφ’ ὧν καὶ συμβουλεύει νῦν Ἱπποκράτης, ἡσυχίαν ἔχειν ἀρχομένων τῶν νούσων, ἤν τε δοκέῃ κινοῦντας. τῶν γὰρ ὀλεθρίων νοσημάτων οὐ μόνον ἐγγὺς τῆς ἀκμῆς οὐδὲν δεῖ κινεῖν, ἀλλὰ κἀν τοῖς ἔμπροσθεν ταύτης καιροῖς μεμνημένον, ὡς οὐ χρὴ κεκρατημένοις ἐγχειρεῖν, ἀλλ’ ἀφίστασθαι δηλονότι προσαγορεύσαντα μόνον ἐς ὅ τι τελευτήσει τὸ νόσημα. κατὰ δὲ τὰς ἀρχὰς ἐκείνων τῶν νοσημάτων, ἐν οἶς ἐλπίζει σωθήσεσθαι τὸν κάμνοντα, πειρᾶσθαι χρὴ τὰ μείζω βοηθήματα προσφέρειν, ὑπὲρ ὧν εἶπεν ὁ Ἱπποκράτης, ἤν τι δοκέῃ κινέειν, κίνει. ἔστι δὲ ταῦτα μὲν μάλιστα φλεβοτομία, ἐνίοτε δὲ καὶ ἡ κάθαρσις, ὧν οὐδέτερον ἐν τῇ ἀκμῇ χρὴ παραλαμβάνειν. ὡς γὰρ ἐν τῷ περὶ κρίσεων ἐδείξαμεν, αἱ πέψεις τῶν νοσημάτων τηνικαῦτα γίνονται μάλιστα. πρὸς μὲν οὖν τὸ γίνεσθαι θᾶττον αὐτὰς ἄμεινον ἐν ἀρχῇ κενοῦν ὅπως ἐλάττονα τὴν ὕλην γινομένην ῥᾷον ἡ φύσις δυνηθῇ πέψαι, κατὰ δὲ τὰς ἀκμὰς, ὁπότ’ ἤδη πέττει, περιττὸν τὸ κενοῦν, διὰ τά τ’ ἄλλα καὶ τῆς ψυχικῆς δυνάμεως κεκμηκυίας τοὐπίπαν ἐν ταῖς ἀκμαῖς, εἰ καὶ ὅτι μάλιστα κατ’ ἐκεῖνον τὸν χρόνον ἡ ζωτική τε καὶ φυσικὴ δύναμις ἰσχυραὶ διαμένοιεν.

Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.

Τὰ συμπτώματα πάντα περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη φησὶν ὑπάρχειν ἀσθενέστερα, τοὺς παροξυσμοὺς δηλονότι τῶν πυρετῶν καὶ τὰς ἀγρυπνίας καὶ τὰ ἀλγήματα καὶ τὴν ἄσην καὶ τὸ δίψος, ὡς τάς γε διαθέσεις αὐτὰς, ἐφ’ αἷς ταῦτα γίνεται κατὰ τὰς ἀκμὰς ἀναγκαῖον εἶναι βελτίους ἐπὶ τῶν σωθήσεσθαι μελλόντων.

Τῷ ἐξ ἀῤῥωστίης εὐσιτέοντι μηδὲν ἐπιδιδόναι τὸ σῶμα μοχθηρόν.

Ἔδει καὶ τοῦτον τὸν ἀφορισμὸν καὶ τὸν ἑξῆς αὐτοῦ γεγραμμένον ἐζεῦχθαι τοῖς ἀνωτέρω γεγραμμένοις, ἡνίκα ἔλεγεν ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ. κατ’ ἐκεῖνον μὲν οὖν τὸν ἀφορισμὸν ἀντὶ τῆς νῦν εἰρημένης λέξεως τῆς εὐσιτέοντι τροφὴν λαμβάνειν εἰπὼν, ἐδίδαξέ τι περὶ συμπτώματος τοῦ μὴ ἰσχύειν. ἐνταυθοῖ δὲ τὸ μὲν λαμβάνειν τὰ σιτία τὸ κοινὸν ἀμφοῖν ἐφύλαξε, τὸ σύμπτωμα δ’ ὑπήλλαξεν, ἀνάλογον ἐκείνῳ τι γράψας. τὸ γὰρ μηδὲν ἰσχύειν τῷ μηδὲν ἐπιδιδόναι τὸ σῶμα παραπλήσιόν πώς ἐστιν· ἐκεῖνο μὲν γὰρ τῆς δυνάμεως τῆς διοικούσης τὸ σῶμα· τοῦτο δ’ αὐτοῦ τοῦ σώματός ἐστι πάθημα καὶ γίνεται δηλονότι τὸ μηδὲν εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα,  ποτὲ μὲν διὰ τὴν τῆς τῆς τρεφούσης αὐτὸ δυνάμεως ἀῤῥωστίαν, ἔστι δ’ ὅτε καὶ διὰ μοχθηρῶν χυμῶν περιουσίαν.

Ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες κατ’ ἀρχὰς μὲν εὐσιτέοντες καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν. οἱ δὲ κατ’ ἀρχὰς μὲν ἀσιτέοντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτέοντες, βέλτιον ἀπαλλάσσουσιν.

Ἔοικεν ἔτι καὶ οὗτος ὁ ἀφορισμὸς εἰρῆσθαι παρὰ τῶν ἀνακομιζομένων ἐκ νόσου. τὸ γὰρ μηδὲν ἐπιδιδόναι κατὰ τούτων εἰώθασι λέγειν οἵ τ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἱπποκράτης. ἐὰν οὖν τις εὐσιτῶν ἐν ἀρχῇ μὴ ἀνατρέφηται, δι’ ἢν αἰτίαν τοῦτο πάσχει, διὰ ταύτην αὖθις ἔσται κακόσιτος. αἰτία δ’ ἐστὶ τοῦ κατ’ ἀρχὰς εὐσιτοῦντος μηδὲν ἐπιδιδόναι μοχθηρία μέν ὅλου τοῦ σώματος, εὐρωστία δὲ τῶν ὀρεκτῶν μορίων. ἀλλ’ ἐν τῷ χρόνῳ διὰ τὸ πλῆθος τῆς τροφῆς αὐξηθείσης τῆς ἐν ὅλῳ τῷ σώματι μοχθηρίας βλαβήσεταί τι καὶ τὸ τῆς ὀρέξεως ὄργανον, ὥστ’ ἀνορέκτους γενέσθαι τοὺς πρότερον ὀρεγομένους. καλῶς οὖν εὐσιτέοντας ὠνόμασεν. εἰρήκει δὲ κἀν τοῖς ἔμπροσθεν ἀφορισμοῖς αὐτὸ τοῦτο κατὰ τοῦτον τὸν τρόπον. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται. τοὺς μέντοι κατ’ ἀρχὰς μὲν ἀποσίτους ἰσχυρῶς γενηθέντας, ὡς παντάπασιν ὀλίγον λαμβάνειν, ὕστερον δ’ εἰς τοὐναντίον μεταβάντας ἄμεινον ἀπαλλάττειν φησί. συμβαίνει δὲ τοῦτο εἰς τοὐναντίον πεψάσης τῆς φύσεως ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἂν ἐνδεῶς διῃτῶντο τὴν αἰτίαν τῆς ἀποσιτίας διάθεσιν.

Ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν, τὸ δ’ ἐναντίον κακόν.

Οὔθ’ ὅταν ἀγαθόν τι εἴπῃ τῶν κατὰ τὸ σῶμα, πάντως ἡγητέον ἐπ’ αὐτῷ σωθήσεσθαι τὸν ἄνθρωπον, οὔθ’ ὅταν κακὸν, τεθνήξεσθαι πάντως. καὶ γὰρ ἀγαθὸν σημεῖον ὑπὸ μείζονος κακοῦ νικηθῆναι δυνατὸν καὶ κακὸν ὑπὸ μείζονος ἀγαθοῦ. κατὰ τὰς τοιαύτας οὖν ἀποφάσεις ἀκουστέον ἐστὶν ἐκείνου μόνου τοῦ λεγομένου. λέγεται δ’ ὅτι σημεῖον ἀγαθόν ἐστιν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, κᾆτα σημεῖον κακὸν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, περὶ δὲ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι, πάντων τῶν σημείων τὰς δυνάμεις ἐκλογισαμένων οὕτω χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν, ὡς κἀν τῷ προγνωστικῷ συνεβούλευσεν αὐτός. οὕτως οὖν καὶ νῦν τό τ’ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ τὸ τὴν ὄρεξιν διαμένειν ἀγαθὰ σημεῖα κατὰ πάσας τὰς νόσους. ἔνια γὰρ οὐκ ἐν ἁπάσαις ἐστὶν ἀγαθὰ, καθάπερ καὶ αὐτὸς εἴωθεν ἐπισημαίνεσθαι λέγων, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην, ἐν πᾶσι τοῖς ὀξέσι νοσήμασιν. ὅτι δὲ τὸ τὴν διάνοιαν ἐῤῥῶσθαι σημεῖον ἀγαθόν ἐστιν ἐντεῦθεν γνώσῃ. τὰ περὶ τὸν ἐγκέφαλόν τε καὶ τοὺς μήνιγγας, ἔτι δὲ νωτιαῖον μυελὸν καὶ διάφραγμα καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλισθ’ ὅσα πλησίον ἐγκεφάλου ἐστὶ, πάντως ὑγιεινὰ σημαίνεται τῆς διανοίας ἐῤῥωμένης. ὥσπερ γε καὶ τὰ κατὰ γαστέρα τε καὶ ἧπαρ αὐτήν τε τὴν καρδίαν, ὅταν ἕτοιμοι πρὸς τὰς τῶν σιτίων ὦσι προσφοράς. πάντων δὲ τούτων ἐῤῥωμένων οὐ μικρὰ τῷ κάμνοντι τῆς σωτηρίας ἐλπίς.

Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκειότατά τι τουτέων.

Τῆς φύσεως πολλαχῶς λεγομένης ἀκουστέον νῦν ἐστιν αὐτῆς κατ’ ἐκεῖνο τὸ σημαινόμενον, ᾧ κέχρηται αὐτὸς, ἐν ἑτέροις πολλοῖς καὶ καθ’ ὅλον γε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἐν ᾧ τὴν ἐκ τῶν πρώτων στοιχείων κρᾶσιν ὀνομάζει φύσιν, ὡς εἰ καὶ οὕτως ἔφη, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν οἶς ἂν οἰκεία τῆς πρώτης τοῦ σώματος κράσεως καὶ τῆς νῦν διὰ τὴν ἡλικίαν ἢ τὴν ἕξιν ἢ τὴν ὥραν προσγεγενημένης ἡ νόσος ᾖ μᾶλλον, ἢ οἷς ἂν μὴ οἰκεία κατά τι τούτων ᾖ. τῇ μὲν γὰρ θερμῇ φύσει καὶ ἡλικίᾳ καὶ ἕξει καὶ ὥρᾳ δηλονότι καὶ καταστάσει καὶ χώρᾳ τὰ θερμότερα τῶν νοσημάτων ἐστὶν οἰκεῖα, ταῖς δὲ ψυχροτέραις τὰ ψυχρότερα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ταῖς μὲν ξηροτέραις τὰ ξηρότερα, ταῖς δ’ ὑγροτέραις τὰ ὑγρότερα. τὸ δ’ ἐναντίον ὑπὸ Διοκλέους εἵρηται κἀν τῷ περὶ ἑβδομάδων, ὑπολαβόντων, ὡς εἴρηται, τῶν γραψάντων ἀνδρῶν αὐτὰ, παροξύνεσθαι μὲν ὑπὸ τῶν ὁμοίων τὰ νοσήματα, λύεσθαι δὲ ὑπὸ τῶν ἐναντίων, ἐπειδὴ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. νομίζουσιν οὖν ἐν χειμῶνι συστάντα καῦσον εὐϊατότερον εἶναι τοῦ κατὰ τὸ θέρος, οὐκέτ’ ἐννοοῦντες ὡς ἐπὶ μεγίστῃ διαθέσει γίνεται καῦσος ἐν χειμῶνι, μηδὲ γὰρ ἂν συστῆσαι τὴν ἀρχὴν αὐτὸν ἑτέρως, εἰ μὴ διὰ τὴν τῆς αἰτίας  ἰσχὺν ἐνίκησε τὴν ἐκ τῆς ὥρας ἐναντίωσιν. ὁπότ’ οὖν οὐ κατέσχεν ἡ ὥρα τὸ μέγεθος τῆς αἰτίας, καίτοι βοηθὸν ἔχουσα τὴν ὑγίειαν, ἦ πού γ’ ἂν ἐν τῇ νόσῳ κινήσειεν αὐτὴν, μηδὲ τῆς ὑγιεινῆς ἰσχύος ἔτι παρούσης. ἀλλὰ καὶ δι’ αὐτῆς τῆς πείρας ἐναργῶς φαίνεται τοῦτο. τῶν γὰρ ἴσων τὸ μέγεθος καύσων ὀλεθριώτερός ἐστιν ὁ ἐν χειμῶνι συνιστάμενος, ὅταν γε συστῇ μὲν ἐν θερμοτέρᾳ καταστάσει, μεταβολὴ δ’ ἐξαιφνίδιος εἰς ψυχρότερα γένηται, μεγάλως ὁ τοιοῦτος καῦσος ὑπὸ τῆς τοῦ περιέχοντος ὀνίναται ψύξεως, ἀμφοτέρων αὐτῷ γινομένων ἀγαθῶν. τῆς μὲν προτέρας καταστάσεως, ἐν ἧ τὴν γένεσιν ἔσχεν ὡς σημείου, τῆς δ’ ἑτέρας ἐν ᾗ τὴν λύσιν, ὡς αἰτίου. ταῦτ’ οὖν ἅπαντα μαρτυρεῖ μᾶλλον καὶ οὐ μάχεται τῇ κατὰ τὸν ἀφορισμὸν γνώμῃ. καθάπερ οὐδὲ τὸ βράγχους καὶ κορύζας τοῖς σφόδρα πρεσβυτέροις μὴ πεπαίνεσθαι, καίτοι γε οἰκεῖα παθήματα τῆς τῶν γερόντων ἡλικίας ὄντα. πρῶτον μὲν γὰρ οὐ ταυτόν ἐστι τῷ μὴ πεπαίνεσθαι τὸ κινδυνῶδες ὑπάρχειν. εἶτα καὶ τὸ μηδ’ ἁπλῶς εἰρῆσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ μετὰ τοῦ σφόδρα, πάντα γὰρ ἐκείνοις ἐστὶ κινδυνώδη διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ τὸ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν γεγραμμένον, καὶ μάλιστα ἔθνησκον οἷς ἕῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἐναντιοῦται τοῖς εἰρημένοις. οὐ γὰρ τὴν ἐκ τῶν στοιχείων κρᾶσιν εἴρηκε νῦν, ἀλλὰ τὴν τοῦ σώματος ἰδέαν. ἔστιν ὅτε γὰρ ὀνομάζουσι φύσιν καὶ ταύτην. καὶ ὥσπερ ἀληθές ἐστι τὴν θερμὴν κρᾶσιν ἧττον ἐν τοῖς θερμοῖς κινδυνεύειν νοσήμασιν, οὕτως καὶ τοὺς στενοθώρακας οὐ μόνον μᾶλλον ἁλίσκεσθαι ὑπὸ φθίσεως, ἀλλὰ καὶ κινδυνεύειν ἁλόντας. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὑπὸ τῶν τοιούτων πιθανῶν ἀπατηθέντες, οἰκεῖον νόσημά τι τῇ τοῦ κάμνοντος φύσει τὸ κατὰ τὴν κρᾶσιν ἐναντίον ἔφασαν, ὡς εἰ καὶ ἐπιτήδειον εἴρηται, πάμπολυ καὶ τῆς τῶν πραγμάτων ἀληθείας καὶ τῆς Ἱπποκράτους γνώμης ἁμαρτάνοντες, ὡς δέδεικται.

Ἐν πάσῃσι νούσοισι τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι. τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς μοχθηρόν. ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω καθάρσιας.

Ὅτι μὲν ἔξω εἶναι χρὴ πάσης διαθέσεως τῆς παρὰ φύσιν ἅπαντα τὰ κατ’ ἐπιγάστριον χωρία πρόδηλόν ἐστι. καὶ λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησὶν ὑποχόνδριον ἄριστον μὲν ἀνώδυνόν τε εἶναι καὶ μαλθακὸν καὶ ὁμαλόν. ἀλλὰ καὶ τούτων αὐτῶν ἐστι τὰ μὲν ἰσχνότερα, τὰ δὲ παχύτερα, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται, ὅσα μὲν παχύτερα, βελτίω ταῦτ’ εἶναι λέγων, ὅσα δὲ ἰσχνὰ, μοχθηρὰ καὶ ὡς σημεῖα δηλονότι καὶ ὡς αἴτια. ὡς σημεῖα μὲν γάρ εἰσι τῆς ἐν τοῖς ἐκτετηκόσι μορίοις ἀσθενείας, ὡς αἴτια δὲ τοῦ μηδὲ πέττεσθαι καλῶς ἐν τῇ γαστρὶ τὰ σιτία, μηδ’ αἱματοῦσθαι κατὰ τὸ ἧπαρ. ἄμφω γὰρ ταῦτα πάντα τὰ μόρια πρὸς τοῦ πάχους τῶν εἰρημένων σωμάτων ὠφελεῖται θαλπόμενα. τοσούτων οὖν εἰκός ἐστιν ἐκτακέντων αὐτῶν βλάπτεσθαι τὰς ἐνεργείας, ὅσον ὑγιαινόντων ὠφελοῦνται. ὅτι δὲ ἡ λεπτότης τῶν εἰρημένων μερῶν καὶ πρὸς τὰς κάτω καθάρσεις ἐπισφαλής ἐστι πρόδηλον. ἰσχυρὰ γὰρ δεῖ εἶναι πάντα τὰ κάτω τοῦ θώρακος μόρια πρὸς τῷ καλῶς ὑπηρετεῖν ταῖς καθάρσεσιν· εἰ δὲ μὴ, μεγάλαις περιπίπτειν βλάβαις. διὰ τί δὲ μόνας εἶπε τὰς κάτω καθάρσεις ἄξιον ζητῆσαι. καὶ γὰρ αἱ ἄνω, τουτέστιν αἱ δι’ ἐμέτων, ἐπισφαλεῖς εἰσι τοῖς οὕτω διακειμένοις. ἢ ταύτας μὲν ὡς σαφεῖς παρέλιπεν, ἐκείνων δ’ ὡς ἀσαφεστέρων ἐμνημόνευσεν; ἦτρον δὲ ἰδίως ὀνομάζει τὸ κάτω χωρίον τῆς γαστρὸς, ὅσον ἐστὶ μεταξὺ τοῦ αἰδοίου καὶ τοῦ ὀμφαλοῦ. ὡς εἰς τρία ταῦτα διαιρεῖσθαι τὸ σύμπαν ἐπιγάστριον, ὑποχόνδριον, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον.

Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα ἐν τῇσιν φαρμακείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως οἱ πονηρᾷ τροφῇ χρεέμενοι.

Οἱ μὲν ὑγιεινῶς ἔχοντες τὰ σώματα δεόντως ἐν ταῖς φαρμακείαις ἐκλύονται ταχέως· συντήκονται γὰρ, οὐ καθαίρονται. οἱ πονηρᾷ δὲ τροφῇ χρώμενοι διὰ τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐκλύονται ῥᾳδίως ἐπὶ ταῖς καθάρσεσιν. εἴτε δὲ τὴν ἔξωθεν εἰσφερομένην τροφὴν τῷ σώματι, εἴτε τὴν ἐν αὐτῷ περισχομένην εἴρηκε μοχθηρίαν, ἑκάτερος ἀληθὴς ὁ λόγος, ἐπειδὴ καὶ τὰ μοχθηρὰ σιτία μοχθηρὸν εἴωθεν αἷμα γεννᾷν. οὕτως οὖν καὶ λέγεται μοχθηρὰ τῆς ἀναφορᾶς γενομένης, ἐπὶ τὸ γενηθησόμενον ἐξ αὐτοῦ αἷμα.

Οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες.

Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμακεύεσθαι λέγειν εἴωθεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐπὶ μόνων τῶν καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. ὁ μὲν οὖν προγεγραμμένος ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύεσθαι· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν ἢ τὴν μέλαιναν χολὴν ἢ τὸ φλέγμα ἢ τὸ ὑδατῶδες περίττωμα. τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκει, ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.

Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ μᾶλλον αἱρετέον.

Οὐ διὰ τὸ κεχαρισμένον μόνον τῷ κάμνοντι τοῦτο ποιητέον, ἀλλὰ καὶ ὡς ὠφελιμώτερον αὐτῷ γενησόμενον. ὅσα γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τούτοις ἡ γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον αὐτὰ ῥᾳδίως. ἀποχωρεῖν δὲ ἀπὸ τῶν ἀηδῶν ὡς ἤτοι ναυτίας ἐπιφέρειν ἢ πνευματώσεις ἢ κλύδωνας. ὅπερ οὖν ἐπὶ τῶν πλείστων καὶ εὐχύμων ὄντων γίνεται, ὅταν ᾖ μικρῷ χεῖρον, ἐπὶ τῶν ἡδέως λαμβανόντων οὐ μόνον οὐκέτι χεῖρον, ἀλλ’ ἐνίοτε καὶ βέλτιον γίνεται.

Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον, ὁκόσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκουσιν.

Οἱ πρεσβῦται τῶν νέων οὐ πάντες ἧσσον νοσοῦσιν, οὐδὲ γὰρ ἅπαντες ἐγκρατέστερον διαιτῶνται. ὅσοις δ’ οὐχ ὑπάρχει τοῦτο, μᾶλλον νοσοῦσιν ἀσθενέστεροι τῶν νέων ὄντες. ὅτι δ’ αὐτοῖς πάμπολλα τῶν χρονίων νοσημάτων συναποθνήσκει πρόδηλον, εἴ γε καὶ ἡ δύναμις ἀσθενὴς, ὡς μήτε πέττειν ἔτι δύνασθαι ῥᾳδίως τὰς νόσους καὶ ψυχρὰ πάντα ἐστὶ τὰ χρόνια νοσήματα, διὸ καὶ μᾶλλον γέρουσιν ἢ νεωτέροις γίνεται. τοῖς γὰρ οἰκείοις νοσήμασιν ἑαλωτότεροι πάντες.

Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται.

Ἐὰν συνάψωμεν ἀλλήλοις τοὺς ἀφορισμοὺς, ἑκατέρου ὁ λόγος ἔσται τοιοῦτος. οἱ πρεσβύτεροι τῶν νέων τὰ μὲν πλεῖστα νοσοῦσιν ἧττον, ὅσα δ’ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνήσκει. βράγχοι γοῦν καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται, ὥστε οἷόν τι παράδειγμα τὸν ἀφορισμὸν εἶναι τοῦτον τοῦ προγεγραμμένου. συναποθνήσκει γὰρ οὐ ταῦτα μόνον τοῖς πρεσβυτέροις, ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ ἰσχιὰς, αἵ τε περὶ κῶλον ἢ σπλῆνα διαθέσεις ψυχραὶ καὶ πρὸς ταύταις ἄσθματα, βῆχες, κυρτώσεις, λορδώσεις, σκολιώσεις, ὅσα τ’ ἄλλα διὰ τοὺς ψυχροὺς γεννᾶται χυμοὺς, οὓς καὶ τῶν ἀκμαζόντων τισὶ, μὴ ὅτι πρεσβύταις χαλεπὸν ἐκπεφθῆναι.

Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσιος ἐξαπίνης τελευτῶσιν.

Οὐ πάντες οἱ ἐκλυόμενοι ἐξαίφνης τελευτῶσιν, ἀλλ’ εἰ προσθείης αὐτοῖς διορισμοὺς τρεῖς, ἕνα μὲν καὶ πρῶτον, ἵνα πολλάκις τοῦτο πάσχωσι, δεύτερον δὲ ἵνα ἰσχυρῶς καὶ τρίτον ἄνευ φανερᾶς αἰτίας. ἐπεὶ γυνή τις ἐπὶ πλεῖστον ἐν τῷ βαλανείῳ διατρίβουσα χρόνον συνεχῶς ἐξελύετο, διὰ τὸ μῆκος τοῦ χρόνου καὶ ὅτι τὸ βαλανεῖον ὡς τὰ πολλὰ μοχθηροῖς ὑπεκαίετο ξύλοις. ἀλλ’ οὐ νοσήματός που τοῦτο σημεῖον, ἐπὶ φανερᾷ προφάσει γινόμενον. ἑτέρα δὲ καὶ ὑστερικοῖς ἐνοχλουμένη παθήμασιν ἔπασχε τοῦτο· καί τις ἄλλος εἰ ἐπὶ πλέον ἀσιτήσας ἔτυχεν, ἐξελύετο λυομένη. ἄλλος δὲ εἰ μὴ προὔλαβεν ἄρτου τι, τοῦτ’ ἔπασχεν, εἰ καὶ καθ’ ὥραν ἐλούετο. τοῖς τοιούτοις μὲν οὖν ἢ ἀσθενὲς ἢ αἰσθητικὸν ἱκανῶς ἐστι τὸ τῆς γαστρὸς στόμα. ὅσαι δὲ διὰ μηδὲν τούτων ἐκλύονται πολλάκις καὶ ἰσχυρῶς, οὗτοι δι’ ἀῤῥωστίαν τῆς ψυχικῆς δυνάμεως τοῦτο πάσχουσιν, ὥσπερ κἀκεῖνος, ᾧ μετὰ τῆς ἐκλύσεως παλμὸς ἐγένετο τῆς  καρδίας ἰσχυρὸς, ἀπέθανεν ἐξαίφνης ὥσπερ οἱ ταῖς ὀξυτάταις ἁλισκόμενοι καρδιακαῖς συγκοπαῖς.

Ἀποπληξίην ἰσχυρὴν λύειν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον.

Ἐν ταῖς ἀποπληξίαις ἐξαίφνης ἀναίσθητοί τε καὶ ἀκίνητοι γίνονται πᾶν τὸ σῶμα, πλὴν μόνης τῆς ἀναπνοῆς, ὡς εἴ γε καὶ αὕτη κωλυθῇ, ἡ μεγίστη τέ ἐστιν ἥδε καὶ ὀξυτάτη τῶν ἀποπληξιῶν. ὅσοι δ’ ἀναπνέουσι μὲν, ἀλλὰ μετὰ βίας σφοδροτάτης, ἰσχυρὰ τούτοις ἐστὶν ἡ ἀποπληξία. ἰσχυρὰ δὲ καὶ τοῖς τοιούτοις, ἀλλ’ ἧττον ὅσοι χωρὶς μὲν συντονίας καὶ βίας ἀνώμαλόν τε καὶ ἄτακτον, ἔτι δὲ διαλείπουσαν ἔχουσιν τὴν ἀναπνοήν. ὡς ἐφ’ ὧν γε διασώζει τινὰ τάξιν, ἀσθενὴς ἡ τοιαύτη, καὶ πράττων ἃ χρὴ πάντα, τάχα ἂν αὐτὴν ἰάσαιο. πᾶσαι μὲν οὖν αἱ ἀποπληξίαι γίνονται τῆς ψυχικῆς δυνάμεως ἐπιῤῥεῖν ἀδυνατούσης τοῖς κάτω τῆς κεφαλῆς, ἤτοι διὰ φλεγμονώδη τινὰ διάθεσιν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ συστᾶσαν ἢ τῶν κοιλιῶν αὐτοῦ ἐμπιπλαμένων ὑγρότητος φλεγματώδους. ἀλλὰ τῷ μεγέθει τῆς αἰτίας καὶ τὸ τοῦ πάθους ἕπεται μέγεθος. ἀνίατον δ’ ἐστὶν ὡς τὰ πολλὰ διὰ τὴν βλάβην τῆς ἀναπνοῆς. καὶ θαυμάσαι γέ ἐστιν ὅπως τῶν ἄλλων μυῶν ἁπάντων ἀκινήτων ἐν ταῖς ἀποπληξίαις γινομένων οἱ τὸν θώρακα διαστέλλοντες, εἰ καὶ μόγις, ἀλλὰ κινοῦνταί γε πολλάκις. ἔοικε δὲ γίνεσθαι τοῦτο διὰ τὴν χρείαν τῆς ἀναπνοῆς, ἐπεγειρούσης αὐτὴν τὴν ἐν τοῖς νεύροις δύναμιν ἐπὶ τὴν ἐνέργειαν. καὶ δι’ αὐτό γε τοὐπίπαν ἅπαντες οἱ μύες ἐπὶ τῶν ἀποπλήκτων ἐνεργοῦσιν, οἱ κινοῦντες τὸν θώρακα, καίτοι πρόσθεν ὀλιγάκις ἐνεργοῦντες ἅπαντες, ὥσπερ ἐν ταῖς σφοδροτάταις γυμνασίαις, ἐπειδὴ πλείστης τῆς ἀναπνοῆς ἐστι χρεία κατὰ ταῦτα. ἀλλὰ τοῖς ἀποπλήκτοις οὐ τῷ τὴν χρείαν ηὐξῆσθαι τῆς ἀναπνοῆς, ἀλλὰ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως συνεργεῖν ἀναγκάζονται πάντες οἱ τοῦ θώρακος μύες. ὥσπερ καὶ τῶν ἄλλως ἐν πυρετῷ ἀσθενῆ τὴν δύναμιν ἐχόντων δι’ αὐτό γε τοῦτο καὶ κινεῖν ἀναγκάζονται πάντες ἑαυτοὺς εἰς ἓν ἀξιόλογον κεφάλαιον, τὴν ἐξ ἁπάντων ἐνέργειαν ἀθροίζοντες.

Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μήπω δὲ τεθνηκότων οὐκ ἀναφέρουσιν οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.

Πᾶσα μὲν ἀφροῦ γένεσις ἐκ μίξεως ἀποτελεῖται δυοῖν οὐσιῶν, τῆς μὲν ἑτέρας πνευματικῆς, ὑγρᾶς δὲ τῆς ἑτέρας. γίνεται δ’ ἡ μίξις αὐτῶν εἰς πολλὰ θραυσθείσης ἑκατέρας καὶ πολλὰς ἐν τῇ συμπλοκῇ σμικρὰς πομφόλυγας ἐργαζομένων. ὅταν δὲ ᾖ γλίσχρον τῇ συστάσει τὸ καταθραυσθὲν ὑγρὸν, οὗ περιπλεκομένου τῷ πνεύματι τὰς πομφόλυγας γενηθῆναι συμβῇ, δύσλυτός τε καὶ μόνιμος ὁ ἀφρὸς γίνεται, οἷον μάλιστα τοῖς δραμοῦσιν ἵπποις ἢ τοῖς θυμωθεῖσι κάπροις ἀθροίζεται περὶ τὸ στόμα. τὴν δ’ ἑκατέρων τῶν οὐσιῶν θραῦσίν τε καὶ μίξιν ἐνίοτε μὲν ἐργάζεται βιαία κίνησις ἤτοι γ’ ἀμφοῖν ἢ μόνης τῆς ἑτέρας, ἐνίοτε δὲ ἰσχυρὰ θερμότης, εἰ μὴ ἄρα καὶ ταύτην τῇ κινήσει τις λέγοι τὸν ἀφρὸν ἐργάζεσθαι. ἀλλὰ τῷ γε τοῖς ἐναργῶς φαινομένοις ἑπομένῳ διττὴν ἀσφαλέστερόν ἐστι φάναι τὴν γένεσιν εἶναι, κατὰ μὲν τοὺς σφοδροὺς ἀνέμους ἐμπίπτοντας τῇ θαλάττῃ διὰ πληγὴν ἰσχυρὰν, ἐπὶ δὲ τῶν λεβήτων διὰ τὴν θερμασίαν. οὕτω δὲ κἀν τοῖς τῶν ζώων σώμασιν ἐν μὲν τοῖς ἐπληπτικοῖς σπασμοῖς ἡ συντονία τῶν κινήσεων τὸν ἀφρὸν εἴωθε γεννᾷν, ἐπὶ δὲ τῶν κάπρων ἡ θερμασία, κατὰ δὲ τοὺς δρόμους τῶν ἵπτων ἄμφω φαίνεται σύντονα. συνεχῶς γὰρ εἴσω καὶ ἔξω τοῦ κατὰ τὰς ἀναπνοὰς ἀέρος φερομένου τό τε σίελον αὐτοῖς λεπτύνεται καί τι κἀκ τοῦ πνεύμονος ἀτμοειδῶς ἀναφερόμενον, ἐπιμίγνυταί τε καὶ συμπλέπεται τῷ σιέλῳ τοῦ γενομένου τὴν οὐσίαν ἀφροῦ συναῦξον. ὅσοι δ’ ἡγοῦνται τὸν ἀφρὸν τοῦτον ἐκ τῆς κοιλίας ἀναφέρεσθαι διαμαρτάνουσιν. οὔτε γὰρ ἀθρόως αὐτὸν ἐκεῖθεν ἥκειν ἐγχωρεῖ, μήτε ἐμοῦντος τοῦ ζώου τηνικαῦτα μήθ’ ὅλως ναυτιῶντος, ὧν συμπτωμάτων χωρὶς οὐχ οἷόν τέ ἐστιν ἐκ τῆς γαστρὸς ἀνενεχθῆναί τι, καὶ πολὺ δὴ μᾶλλον ἀδύνατον ἀναφέρεσθαί τινα ἀτμὸν ὁμοίως τῷ κατὰ τὰς ἀναπνοὰς, μηδεμιᾶς τοιαύτης ἐκ τῆς γαστρὸς ἀναφερομένης οὐσίας, οἵαν ὁ πνεύμων ἀναπνεῖ. καὶ γάρ τοι καὶ τὸ αἷμα τὸ μὲν ἐκ τοῦ πνεύμονος ἀναγόμενον ἀφρῶδες ὁμοίως ἐστὶ τῷ σπλάγχνῳ. τὸ δ’ ἐκ τῆς γαστρὸς οὐδ’ ἐγγὺς τῷ τοιούτῳ, ἀλλ’ ὁ μὲν ἅμα τῷ αἵματι ἐκ τοῦ πνεύμονος συναναφερόμενος ἀφρὸς ἀθρόως τε καὶ μετὰ βηχὸς ἀνάγεται, ὁ δ’ ἐκ τοῦ τοιούτου χυμοῦ κατ’ ὀλίγον ἐκπνεόμενος ἀτμὸς οὐ κινεῖ βῆχας. περιβληθείσης γε μὴν ἀγχόνης τῷ τραχήλῳ δεῖται μὲν ἡ καρδία καὶ ὁ πνεύμων ἐκπνεῦσαι τὸ λιγνυῶδες περίττωμα· δέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ χρείας ἀναπνοῆς γράμματι· κωλυόμενον δὲ διὰ τὴν ἀγχόνην βιαίως ὠθεῖ πᾶν αὐτὸ, κἀν τούτῳ καὶ τῆς οἰκείας ὑγρότητός τι συνεκβάλλει, καθάπερ κἀν ταῖς τοῦ αἵματος  ἀναγωγαῖς. ὀλέθριον οὖν τοῦτο τὸ σημεῖόν ἐστιν, ἐπειδὴ τῆς βίας τοῦ πνεύμονός ἐστι δηλωτικὸν, ἣν πάσχει πνιγομένου τοῦ ζώου. μάλιστα δ’ εἰκὸς αὐτῷ γίνεσθαι τοῦτο διὰ τὴν ἐκ τῆς καρδίας εἰς αὐτὸν ὠθουμένην θερμασίαν, ὥστε καὶ τῇ ζέσει τοῦ θερμοῦ καὶ τῇ τοῦ πνεύματος βιαίᾳ κινήσει καὶ τῇ σφοδρᾷ τοῦ πνεύμονος συντονίᾳ, τῆς ἀναγωγῆς γενομένης τοῦ ἀφροῦ, θανατῶδες τὸ σημεῖον. ἔνιοί γε μὴν ἐν τῷ σπανίῳ τῶν ἀπαγχομένων ἀπήνεγκαν, ἀφροῦ φανέντος περὶ τὸ στόμα· καὶ ἴσως ὁ Ἱπποκράτης οὐχ ὡς διὰ παντὸς ἀπολλυμένων, ἀλλ’ ὅτι τοὐναντίον σπανιώτατα, οὕτως ἀπεφήνατο, καθάπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, ἔνθα φησὶ κατὰ τὸν ἀφορισμόν· ὁκόσοισι νέοισιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. τὸ γὰρ ὡς τὸ πολὺ παρέλιπεν ἐνταῦθα εἰπεῖν, ἐν τοῖς κατωτέρω προσθεὶς αὐτὸ, ἔνθα φησὶν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.

Οἱ παχέες σφόδρα κατὰ φύσιν ταχυθάνατοι μᾶλλον γίνονται τῶν ἰσχνῶν.

Τοὺς ἐκ τῆς πρώτης ἡλικίας παχεῖς καὶ ἰσχνοὺς ἀλλήλοις παραβάλλων ἀποφαίνεται περὶ τῶν παχέων, ὡς εἰσὶ ταχυθάνατοι μᾶλλον τῶν ἰσχνῶν. ἄριστον μὲν γὰρ εὔσαρκον φῦναι, τουτέστι σύμμετρον, ὥστε μήτε παχὺν εἶναι μήτ’ ἰσχνὸν, οὕτω γὰρ ἂν δυνατὸν καὶ εἰς μακρὸν ἀφικέσθαι γῆρας. εἰ δ’ ὑπερβάλλοι τὸ σύμμετρον, ἀμείνων μὲν ἰσχνότης, μοχθηρὰ δὲ ἡ εἰς πάχος ὑπερβολή. στεναὶ γάρ εἰσι τούτων αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ διὰ τοῦτο καὶ αἷμα καὶ πνεῦμα παντελῶς ὀλίγον ἔχουσιν, ὥστ’ ἐπειδὰν προέρχωνται κατὰ τὴν ἡλικίαν, ταχέως αὐτοῖς ἐπὶ μικρᾷ προφάσει ἡ ἔμφυτος θερμασία διαφθείρεται. οἱ δ’ ἰσχνοὶ ταύτῃ μὲν οὐ κινδυνεύουσι, τῷ δὲ διαχεῖσθαι τὰ κύρια μόρια μηδὲν ἔχοντα πρόβλημα, πρὸς τῶν ἔξωθεν αἰτίων ἑτοίμως βλάπτονται. ὅσοι μέντοι ἦσαν σύμμετροι, διαίτῃ δ’ ἀγροτέρᾳ χρησάμενοι παχεῖς ἐγένοντο, τούτοις, εἰ καὶ σαρκὸς καὶ πιμελῆς ἐπετράφη πλῆθος, ἀλλ’ εὐρεῖαι αἵ τε φλέβες εἰσὶ καὶ αἱ ἀρτηρίαι καὶ διὰ τοῦτο μείζονα ἔχουσι τὴν ἔμφυτον θερμασίαν, ἧττον εὔσβεστον.

Τῶν ἐπιληπτικῶν τοῖσι νέοισι ἀπαλλαγὴν αἱ μεταβολαὶ τῆς ἡλικίης καὶ τῶν χωρίων καὶ τῶν βίων ποιέουσιν.

Ἐγγὺς πῶς ἐστιν ἀποπληξίας τὸ τῆς ἐπιληψίας πάθος, ὡς ἂν τὸν πάσχοντα τόπον ἐχόντων ἀμφοῖν τὸν αὐτὸν καὶ τὸν ποιοῦντα χυμόν. ἀλλ’ ἡ μὲν ἀποπληξία διὰ παντελῆ στέρησιν τῆς ἐπιῤῥεούσης δυνάμεως τοῖς νεύροις, ἡ δ’ ἐπιληψία διὰ πλημμελῆ κίνησιν γίνεται. ψυχρὸς δ’ ἐστὶν ἀμφοῖν καὶ παχὺς χυμός. καὶ διὰ τοῦθ’ ἡ τῶν νεανίσκων ἡλικία ξηρὰ καὶ θερμὴ τὴν κρᾶσιν ὑπάρχουσα μέγιστον βοήθημα γίνεται τῶν ἐπιληπτικῶν διαθέσεων, οὕτω δὲ καὶ τῶν χωρίων αἱ ἀνάλογοι μεταβολαί. λέγω δ’ ἀνάλογον, ὅταν εἰς ξηρότητά τε καὶ θερμότητα μεθιστῶνται. κατὰ ταὐτὰ δὲ καὶ τῶν βίων. οὐδὲ γὰρ αἱ τούτων μεταβολαὶ πᾶσαι λύουσι τὴν ἐπιληψίαν, ἀλλ’ ὅσαι θερμοτέραν καὶ ξηροτέραν ἐργάζονται τὴν τοῦ σώματος ἕξιν. ἐγχωρεῖ δὲ καὶ ἁπλῶς ἀκοῦσαι τὴν μεταβολὴν τοῦ βίου τὰς ἐπιληψίας ὠφελεῖν. ἐπειδὴ τοὐπίπαν ἡ μοχθηρὰ δίαιτα γεννᾷ τὸ πάθος, ὥσθ’ ἡ μεταβολὴ πάνυ ἐπὶ τὸ βέλτιον ἄγει.

Δύο πόνων ἅμα γιγνομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.

Εἰ μὲν ἀκριβῶς ἀκούει τις τὸν αὐτὸν τόπον, οὐδέποτε δύο δύνανται πόνοι γίνεσθαι κατὰ τὸν αὐτόν. εἰ δ’ ἐν πλάτει, δυνατόν. λέγω δ’ ἐν πλάτει περὶ μόριον μεῖζον, οἷον ἢ περὶ βραχίονα ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην. ἀλλ’ οὗτοί γε οἱ πόνοι συναύξουσιν ἀλλήλοις τὴν ἀνίαν τοῦ μορίου, μηδ’ ἑτέρου τὸν κάμνοντα διαλανθάνοντος. εἰ δ’ ἐν διαφόροις τόποις εἶεν, ὁ μὲν εἰ τύχῃ κατὰ τὸν πῆχυν, ὁ ἐν τῇ κνήμῃ. συμβαίνει τηνικαῦτα πρὸς τοῦ σφοδροτέρου τὸν ἕτερον ἀμαυροῦσθαι, τῆς αἰσθητικῆς δυνάμεως ὅλης ἐπὶ τὸ σφοδρότερον ἀπαγομένης τε καὶ περιελκομένης. τοῦτο γὰρ ἡμῖν καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν, οὔσας καὶ αὐτὰς οἷον ἀλγήματά τινα τῆς ψυχῆς ἄνευ τοῦ σώματος. κατακρύπτουσι γὰρ οὖν ἐν αὐταῖς αἱ σφοδρότεραι τὰς ἐλάσσους, ὅταν γε μὴ περὶ ἑνὸς γίνονται πράγματος· εἰ δὲ μή γε, ἀλλήλας κἀκεῖναι συναύξουσιν.

Περὶ τὰς γενέσιας τοῦ πύου, οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον ἢ γενομένου.

Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμιμόχθηρον, ὡς ἂν εἴπῃ τις μεταβολήν. ἡ μὲν γὰρ ἁπλῶς  μοχθηρὰ μετὰ σηπεδόνος ἀποτελεῖται δυσώδους, ὥσπερ καὶ ἡ ἁπλῶς χρηστὴ θρέψις ἐστὶ τῶν τοῦ ζώου μορίων· ἡ δὲ τὸ πῦον ἐργαζομένη μεταξὺ τούτων ἐστὶν, οὔθ’ ὑπὸ τῆς παρὰ φύσιν μόνης οὔθ’ ὑπὸ τῆς ἐμφύτου θερμασίας γινομένη. μικτὴ γάρ πως ἐξ ἀμφοῖν ἐστιν ἡ τῆς φλεγμονῆς. πόνος μὲν γίνεται τεινομένου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαίνοντος μορίου. πυρετοὶ δ’ ἕπονται καὶ ἀρχῆς συνεκθερμανθείσης καὶ ταῦτ’ ἄμφω συμβαίνει, κατὰ τὴν οἷον ζέσιν τε καὶ καῦσιν τοῦ αἵματος. ἐπειδὰν δὲ τελέως καυθῇ τὸ λείψανον αὐτοῦ, πῦον γίνεται, καθάπερ ἐπὶ τῶν καυθέντων ξύλων ἡ τέφρα. καὶ διὰ τοῦτο κατ’ ἐκεῖνον τὸν χρόνον οἵ τε πόνοι καὶ οἱ πυρετοὶ λωφῶσι καὶ μάλισθ’ ὅταν ἐκκριθῇ τὸ πῦον, ὡς ἂν ἤδη δεδαπανημένης μὲν τῆς ὕλης, ἐσβεσμένης δὲ τῆς φλογώδους θερμασίας.

Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὅταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον.

Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ τὸ κάμνειν καὶ καθ’ ἑκάτερόν γε ὁ λόγος αὐτῶν ἀληθής ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείονας κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.

Οἱ εἰθισμένοι τοὺς συνήθεας πόνους φέρειν, κἂν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀσυνήθων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσι.

Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, ἤ τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, ἤ τις ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἢ ἐρέσσειν ἢ ἀροῦν ἡ ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δ’ ἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἢ ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς ἢ μᾶλλον ἢ ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.

Τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν ἀσυνήθων, ἧσσον ἐνοχλεῖν εἴωθε. δεῖ οὖν καὶ εἰς τὰ ἀσυνήθεα μεταβάλλειν.

Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς ὁ πρόσθεν, ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ὁ ἀφορισμὸς οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλουσίας, ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων. ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ φύσει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένον. τὸ μὲν οὖν ἐπὶ τῶν γυμνασιῶν οὕτως ἔχειν εἰς τὴν εὐρωστίαν τῶν ἐνεργούντων μορίων ἀναφέρεται, καθ’ ὅ τι προείρηται, τὸ δ’ ἐπὶ τῶν ἄλλων ὅπως γίνεται νῦν ἐροῦμεν. ἐδέσματα μὲν καὶ πόματα φύσιν ἐπίκτητον ἐργάζεται, μάλιστα μὲν ἐν τῆ γαστρὶ, σὺν ἐκείνῃ δέ πως ἤδη καὶ κατὰ τἄλλα μόρια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα κρατοῖτο καὶ μεταβάλλοιτο πρὸς τοῦ σώματος, ἀλλά τοι καὶ αὐτὰ διατίθησί πως αὐτὸ, κατὰ τὴν ἑαυτῶν φύσιν, ὥστ’ ἐν τῷ χρόνῳ πολλὴν γενέσθαι τὴν ἐναλλαγὴν καὶ τὴν ὁμοίωσιν τοῖς τρεφομένοις συστῆναι πρὸς τὰ τρέφοντα. ἐπιδέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ ἐθῶν βιβλίῳ. δέδεικται δὲ καὶ ὅτι πρὸς τῶν ὁμοίων ἕκαστον θᾶττον ἀλλοιοῦται. διὰ τοῦτ’ οὖν, ὅταν ὁμοιότερον γένηται τῷ μεταβαλλομένῳ τὸ μεταβάλλον, ἀλλοιοῖ θᾶττον αὐτό. καὶ μὲν δὴ καὶ πρὸς τῶν ἄλλων ἁπάντων, οἷς ὁμιλεῖ τὸ σῶμα, διατίθεταί πως οἷον ἐν ἀέρι ψυχρῷ καὶ θερμῷ, πυκνούμενον μὲν ὑπὸ τοῦ ψυχροῦ, ἀραιούμενον δ’ ὑπὸ τοῦ θερμοῦ, καὶ διὰ τοῦτο ἀνέχονται μὲν τῶν συνήθων μᾶλλον, ἐνοχλεῖται δ’ ὑπὸ τῶν ἀήθων. εἰ γὰρ ἀραιῷ σώματι διὰ τὴν πρὸς τὸ θερμὸν ὁμιλίαν ἐξαίφνης προσπέσοι τὸ ψυχρὸν, εἴς τε τὸ βάθος αὐτοῦ διαδύεται παραχρῆμα καὶ βλάπτει μεγάλως. ἡ μὲν οὖν αἰτία καθ’ ἕκαστον τῶν συνήθων ἐν τῷ περὶ ἔθους λέγεται γράμματι. τὸ δ’ ἐκ τῆς πείρας ἐγνωσμένον ἤδη γινώσκομεν, ὃ μόνον ἔγραψεν ὁ Ἱπποκράτης, οὐκ ἀξιώσας προσγράψαι τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς καὶ πρὸς τὴν αὐτῆς εὕρεσιν ἀφορμάς τινας δεδώκαμεν. ταῦτα μὲν οὖν ἱκανὰ πρός γε τὸ πρότερον μέρος τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου. τὸ δ’ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, ἐν ᾧ συμβουλεύει μεταβάλλειν πως εἰς τὰ μὴ συνήθη, χάριν ἀσφαλείας ὑγιεινῆς εἴρηται. σφαλερὸν γάρ ἐστι πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις τύχαις πραγμάτων ὑποπεπτωκοτῶν ἁπάντων ἀνθρώπων. ἵν’ οὖν μή ποτ’ ἐξαίφνης περιπέσοντες ἀήθεσι πράγμασι μεγάλως βλαβῶμεν, ἄμεινον εἶναί φησιν ἁπάντων πεπειράσθαι. γένοιτο δ’ ἂν τοῦτο, μὴ μενόντων ἡμῶν  ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναντίων ἀποπωρωμένων.

Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλὲς καὶ ἄλλως ἢν καί τις ἐξ ἑτέρου μεταβαίνῃ ἐφ’ ἕτερον.

Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ ἡ φύσις ἐν συμμετρίᾳ τῶν στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν ἢ κενοῦν δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθ’ ὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μεταβαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μικρὸν ἀσφαλές.

Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἔξ ἀρχῆς.

Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἄν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.

Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.

Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.

Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀηδές ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.

Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε πάγει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης δύσφορον.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.

Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολλοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δ’ οὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος ἐπιδειχθήσεται τοῦ λόγου.

Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος καὶ τἄλλα κατὰ λόγον οὕτως.

Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένεσίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλοντος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπιδημίαις ἔγραψε καὶ νῦν δ’ ὀλίγον ὕστερον ἐρεῖ. ἡ δὲ μιᾶς ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς, ἀλλ’ οὐ μάλιστα. πότ’ οὖν μάλιστα νόσοι γίνονται κατὰ μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν μεταβολήν καὶ διὰ τοῦτ’ αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος ἤ τινος τῶν ἄλλων, οἶον ὑγρότητος ἢ ξηρότητος ἢ πνευμάτων ἢ ἀπνοιῶν. αὕτη μὲν οὖν ἡ ἐξήγησις ὀρθῶς εἴρηται τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγιστα. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαί. καθ’ ἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκηκοόσιν ὦν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.

Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.

Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα πάλιν ὡς θερμή.

Τῶν νούσων ἄλλα πρὸς τὰς ἄλλας εὖ ἢ κακῶς πεφύκασι. καὶ ἡλικίαι τινὲς πρὸς ὥρας καὶ χώρας καὶ διαίτας.

Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν τοῦτον ὁ Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν νούσων καὶ τῶν ἡλικιῶν, ἄλλαι πρὸς ἄλλας ὥρας καὶ χώρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύκασι. νόσοι μὲν οὖν εὖ πεφύκασι πρὸς ὥρας, ὡς μὲν πρὸς γένεσιν αἱ ὅμοιαι, ὡς δὲ πρὸς λύσιν αἱ ἐναντίαι. διώρισται γὰρ ἡμῖν ὑπὲρ τοῦδε πρόσθεν ἡνίκα ἐξηγούμεθα τὸν ἀφορισμὸν, οὖ ἡ ἀρχὴ, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶς ἂν οἰκείη τῆς φύσεως. ἡλικίαι δὲ ὥσπερ καὶ φύσεις αἱ ψυχραὶ μὲν πρὸς θερμὰς, αἱ δὲ θερμαὶ πρὸς ψυχράς. ἡ μὲν τῶν γερόντων πρὸς θέρος, ἡ δὲ τῶν ἀκμαζόντων πρὸς χειμῶνα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας οὐχ αἱ νοῦσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκεινται. γεννῶνται γὰρ μᾶλλον ἐν ταῖς θερμοτέραις χώραις αἱ θερμαὶ νοῦσοι καὶ ἧσσόν εἰσι κινδυνώδεις. ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχροτέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. οὕτω δὲ καὶ πρὸς διαίτας ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς διάκεινται νοῦσοί τε καὶ ἡλικίαι. αἱ μὲν γὰρ θερμότεραι πρὸς τὰς ψυχροτέρας, αἱ δὲ ψυχρότεραι πρὸς τὰς θερμοτέρας. καὶ αἱ μὲν ξηρότεραι πρὸς τὰς ὑγροτέρας, αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ ἡ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅμοιαι καλῶς διακείσονται. ταῖς δ’ ἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὥραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δ’ ἀμετριῶν οὐσῶν ἁπάντων ἡ γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ χώραις, ἡ λύσις δ’ ὑπὸ τῶν ἐναντίων γίνεται.

Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή.

Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν νοσημάτων, ἀλλ’ αἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μεταπέσωσιν, ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσήματα.

Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤῥωστίῃσι προσδέχεσθαι χρή.

Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον ποιῆται. τὴν δ’ αἰτίαν δι’ ἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦσι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐτοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ τοῦτ’ οὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δ’ ἀρχῆς τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ διαλελυμένον ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναντίου δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατωτέρω, συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵν’ εἰδότες ταῦτα ἀποχωρίζωμεν ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος, ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυπακούσωμεν τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρμηνεύειν ἐνίοτε· μετ’ ὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις καταστάσεσι γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύχεσθαι καὶ ἡ γαστὴρ ἡ κάτω σκληρὰ διαχωρεῖ διά τε τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμάζεται. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτομένης ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι ψυχρὰ καὶ διὰ ταῦτα πλέον ἢ τἄλλα μόρια τοῖς ψυχροῖς αἰτίοις εὐάλωτα. ἡ αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.

Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἐν τοῖσι πυρετοῖσιν ἱδρῶτας πολλοὺς προσδέχεσθαι χρή.

Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρετοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτ’ ἄνευ τοῦ περιέχεσθαί τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δ’ ἕτερον ἐν τῷ χειμῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δ’ ἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶτας πολλοὺς ἐργάζεται.

Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.

Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν, ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τούτων εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.

Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, ἢν ὡραίως τὰ ὡραῖα ἀποδίδωσιν, εὐσταθέες καὶ εὐκρινέστατοι γίνονται αἱ νοῦσοι. ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.

Καθεστῶτας καλεῖται καιροὺς τὰς ὥρας τὰς ἐν τάξει τὴν οἰκείαν κράσιν ἀπειληφυίας. τίνα δὲ καθεστῶτα καλεῖ τῶν ἐτῶν ἔνεστί σοι μαθεῖν παρ’ αὐτοῦ λέγοντος ἐν τοῖς περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ὧδε· ἢν μὲν κατὰ λόγον γένηται τὰ σημεῖα ταῦτ’ ἐπὶ τοῖσι ἄστροις δύνουσί τε καὶ ἐπιτέλλουσι, ἔν τε τῷ μετοπώρῳ, ἢν ὕδατα γένηται καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίαν εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι γένηται ὕδατα ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς ὑπάρχειν. ὁπότ’ οὖν ἤδη μεμάθηκας ὁποῖόν τι τὸ καθεστὸς ἔτος εἶναι βούλεται, ῥᾷστόν σοι νοῆσαι τὸ ἀκατάστατον. ἅπαντα γὰρ ὅσα μὴ φυλάττῃ κατά τι τὴν τοῦ καθεστῶτος ἔτους ἀγωγὴν, αὐτά τε καλεῖ νῦν καὶ Ἱπποκράτης ἀκατάστατα καὶ τὰς ἐν αὐτοῖς νόσους ὁμοίως προσαγορεύει. φησὶ δ’ αὐτὰς καὶ δυσκρίτους εἶναι, τουτέστι κακοκρίτους. ἢ γὰρ μετὰ κινδυνωδῶν συμπτωμάτων αἱ κρίσεις γίνονται τοῖς τοιούτοις νοσήμασιν ἢ αὐτίκα ὀλέθριοι ἢ πάντως ὑποτροπιάζουσιν.

Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι καὶ θανατωδέστατοι ὡς ἐπίπαν. ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.

Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔκρατον ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐτῆς ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα διαδέχεται τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνονται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δ’ οὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πληροῦνται.

Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.

Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρόσθεν ἀφορισμῷ, νυνὶ δ’ ὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νοσοῦντας μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι ὁ πνεύμων, ἢ πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ οἷόν τε ἀμφιβάλλειν. ὅτι δ’ ἀμφοτέροις κακὸν τὸ φθινόπωρον εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ ἀνώμαλον.

Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ καὶ ἀνδράσι τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.

Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδάσκει, τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιησάμενος, ἦρος δ’ ἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δ’ ὅμως εἰσί· διὸ καὶ εἰς τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας. τὴν δ’ αἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ’ ἡ ῥῆσις ὧδε· ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλοῦν τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις, μήτε τοῦ ἐγκεφάλου ἀνεξηραμμένου. οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ συντήκεσθαι τὸ σῶμα καὶ τὴν σάρκα, ὥστε τοὺς πυρετοὺς συνεμπίπτειν ὀξυτάτους τοῖσιν ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίαισι. τὰς δὲ δυσεντερίας εἰκὸς γενέσθαι τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τοῖσιν ὑγροτέροισιν. ταῦτα μὲν οὖν ὁ Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λόγον αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτ’ ἐν αὐτῷ τῷ χειμῶνι μήτ’ ἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν φησι νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν κατ’ αὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέσθαι τοὺς ἄνθρακας. ἔχει δ’ ἡ ῥῆσις οὕτως· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ ἡ αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄνθρακας· οὐ γὰρ ἐπὶ βραχὺ μετέστη τῆς κατὰ φύσιν κράσεως, ἀλλ’ εἰς τοιαύτην κατάστασιν ἧκον, ἐν ᾗ σήπεται ῥᾳδίως, ὅσα σήπεσθαι φύσιν ἔχει· ἱκαναὶ μὲν γὰρ ὑγρότητες ἄμετροι γενηθεῖσαι σήπειν, ὥσπερ αὐτὸς ἐρεῖ. νοσήματα δὲ ἐν μὲν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνεται πυρετοί γε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἔτι δὲ μᾶλλον αὐτῶν αἱ θερμότητες. ἐς ταυτὸν δ’ ἀμφοῖν ἀφικομένων οὕτως ἰσχυρῶν τε καὶ ἀμέτρων ὡς ἐν Κρανῶνι. δευτέραν ὥραν οὐκ ἀναμένει τὸ σῶμα, φθάνον ἐν αὐτῇ τῇ πρώτῃ μέγιστα βλάπτεσθαι. κατὰ δὲ τὸν αὐχμηρὸν καί βόρειον χειμῶνα λυπηθείη μὲν ἄν τι τὰ σώματα τοιοῦτον, οἷον αὐτὸς εἶπε· ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρῶν, στηθέων· οὐ μὴν ἀξιόλογόν γε τὸ νόσημα συστήσεται. πρὸς γὰρ τοῖς ἄλλοις καὶ αἱ ξηρότεραι τῶν καταστάσεων ὑγιεινότεραι. τὸ γὰρ ὅλον, φησὶν, οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧττον θανατώδεες. ὁ δὲ χειμὼν ὁ βόρειος καὶ αὐχμηρὸς λυπήσει μὲν ὀρθοστάδην τοὺς ἀνθρώπους εἰς βῆχάς τε καὶ γαστρὸς ἐποχὴν καὶ δυσουρίαν καὶ τὰς ὀδύνας τῶν κατὰ τὸν θώρακα χωρίων· οὐ μὴν πυρετοὺς ἢ δυσεντερίας ἢ τοιοῦτόν τι ἐργάσεται. τί δή ποτ’ οὖν οὐδὲ κατὰ τὸ ἔαρ ἔπομβρόν τε καὶ νότιον γενόμενον ἐπιδημήσει νοσήματα; ὅτι προϋπῆρχεν ὁ χειμὼν ἱκανῶς ψυχρός τε καὶ ξηρός. εἰρήκει δ’ αὐτὸς, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὰς ἐνεστώσας καταστάσεις, ἀλλὰ καὶ τὸ ἐξ οἵων εἰς οἷά εἰσιν αἱ μεταβολαὶ προσεπισκοπεῖσθαι. προεξηρασμένον οὖν τὸ σῶμα κατὰ τὸν χειμῶνα γινόμενον αὐχμηρὸν καὶ βόρειον, οὐ μόνον οὐδὲν πείσεται τοῖς ὄμβροις τοῖς ἠρινοῖς, ἀλλά τι καὶ προσωφεληθήσεται μέχρι τινὸς εἰς κατὰ φύσιν ἐπανερχόμενον συμμετρίαν· εἰ δ’ ὅλον τὸ ἔαρ ὑγρὸν γενηθῇ, πρὸς τὴν ἐναντίαν ἀχθήσεται τὸ σῶμα κατάστασιν τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ τῆς ξηρᾶς, ὑπερβαῖνον τὴν ἐν τῷ μέσῳ συμμετρίαν, ὥσθ’ ἕτοιμον αὐτὸ πρὸς βλάβην διαδέξεται τὸ θέρος, ἔτι τῆς γῆς ὑγρᾶς οὔσης, καὶ διὰ τοῦτο πνῖγος ἐργαζομένης, ἄτε μήτε τῶν ἐτησίων ἤδη πνεῖν δυναμένων. ὕστερον γὰρ ἐκεῖνοι καὶ μετὰ κύνα πεφύκασιν ἄρχεσθαι, ὥστε ὁ μεταξὺ χρόνος ἅπας ἕξει τούς τε πυρετοὺς ὀξεῖς διά τε τὴν ὑγρότητα καὶ θερμότητα σηπομένων τῶν ἐν τῷ σώματι χυμῶν καὶ τὰς ὀφθαλμίας καὶ τὰς δυσεντερίας, κατά γε τὴν ἐπιτηδειότητα τῶν δυναμένων βλάπτεσθαι μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον εὐπαθῆ τέ ἐστι καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμάτων. αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι πληρουμένης τῆς κεφαλῆς, πλήν εἴ τινες ἰσχυροὶ πάνυ τοῖς ὀφθαλμοῖς εἶεν. δυσεντερίαι δ’, ὡς αὐτὸς εἴρηκε, τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶν, ὑγρότεραι γάρ εἰσιν αὗται τῶν ἀνδρῶν. εἴπερ οὖν ὅλην τὴν κατάστασιν ὡς σήπουσαν ἡμῶν τὰ σώματα μεμφόμεθα, πρόδηλον ὅτι μᾶλλον ἡ σηπεδὼν ἐν τοῖς ὑγροῖς ἔσται σώμασιν. αὐτὸ γὰρ δὴ τοῦτ’ ἔστι τὸ σηπόμενον ἐν τοῖς σώμασιν ὑγρὸν, ὡς ὕλη τις ὑπὸ δυνάμεως τῆς θερμότητος. ἡ δ’ ὑγρότης ἡ τοῦ περιέχοντος ὅτι κωλύει ξηραίνεσθαι τὴν ἐν τῷ σώματι περιουσίαν τῶν ὑγρῶν, κατὰ τοῦτο συντελεῖ τῇ σηπούσῃ δυνάμει. θαυμαστὸν οὖν οὐδὲν ἐν ταῖς τοιαύταις καταστάσεσι μᾶλλον βλάπτεσθαι τὰς ὑγροτέρας φύσεις. διὰ τοῦτο καὶ τοὺς πυρετοὺς ἔφη τοῖς φλεγματώδεσι μᾶλλον γίνεσθαι· καὶ γὰρ καὶ τούτους ὑγροτέρους ἀναγκαῖον εἶναι. μενούσης μὲν οὖν ἐν τῷ σώματι τῆς σηπεδόνος οἱ πυρετοὶ γίνονται, κενουμένης δὲ διὰ τῆς γαστρὸς αἱ δυσεντερίαι, καὶ ταῦτ’ ἔσται σοι δι’ ὅλου τοῦ θέρους, ἐὰν μὴ μεταβολή τις περὶ κυνὸς ἐπιτολὴν γένηται, περὶ ἧς αὐτὸς ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐφεξῆς τῇ γεγραμμένῃ μικρὸν ἔμπροσθεν ῥήσει διῆλθεν, ἦς ἐστι τελευτή. τὰς δὲ δυσεντερίας εἰκὸς γίνεσθαι ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι τοῖς ὑγροτέροις. τούτοις γὰρ συνάπτων ἐφεξῆς γράφει, καὶ ἢν μὲν ἐπιγένηται περὶ κυνὸς ἐπιτολὴν ὕδωρ καὶ χειμὼν, ἐτησίαι πνεύουσιν, ἐλπὶς παύσεσθαι καὶ τὸ μετόπωρον ὑγιεινὸν γενέσθαι· εἰ δὲ μὴ, κίνδυνος θανάτου γενέσθαι τοῖς παιδίοις καὶ ταῖς γυναιξὶν, ἥκιστα δὲ τοῖσι πρεσβυτέροισι, τοὺς δὲ παραγενομένους εἰς τεταρταῖον ἀποτελευτᾷν καὶ αὐτὸν τεταρταῖον εἰς ὕδρωπα. ἀλλὰ περὶ μὲν τούτων ὧν προσέθηκεν ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων, ὅταν τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορισμοῖς προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πεπιστευκὼς, οὐ τηρήσει τινὶ γράφεν ταῦτα. ποσάκις οὖν εἰκός ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἢ ἐν πόσοις χωρίοις, ἆρά γε δὶς ἢ τρὶς ἔσται ἢ τετράκις, ἀλλ’ οὐδ’ εἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παντὸς οὕτως ἔσται, καθάπερ οὐδ’ εἰ κεκαθαρμένους ὑπὸ φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στ΄ ἢ ζ΄ δυνήσῃ διατεταγμένως εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης καθαρθήσονται. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγματος ὁ Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.

Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὔδιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες ᾖσιν οἱ τόκοι πρὸς τὸ ἦρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν. αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα. τοῖσι δὲ ἄλλοισι δυσεντερίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες.

Ἔμπαλιν ἡ κρᾶσις ἔχει ταῖς κατὰ τὸν πρότερον ἀφορισμὸν εἰρημέναις ὥραις δύο πρὸς τὰς νῦν λεγομένας. οἶος μὲν γὰρ πρότερος ὁ χειμὼν ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστι τὸ ἔαρ, ὁποῖον δὲ τὸ ἔαρ ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστιν ὁ χειμών. ὅτι μὲν οὖν ἐπ’ ἐκείνων οὐκ ἦν ἀναγκαῖον ἐν τῷ ἦρι νόσους ἐπιδημῆσαι σφοδρὰς αὐτάρκως ἐδείχθη. νυνὶ δὲ ὅτι τοῦ χειμῶνος μὲν ὑγροῦ καὶ θερμοῦ γινομένου, τοῦ δ’ ἦρος ξηροῦ καὶ ψυχροῦ, νοσεῖν ἀναγκαῖόν ἐστι τοὺς ἀνθρώπους ἐν αὐτῷ τῷ ἦρι δεικτέον ἐστί. αἱ μὲν οὖν γυναῖκες αἷς ἂν ὁ τόκος ᾖ πρὸς τὸ ἔαρ, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ἐκτιτρώκουσιν. ὑγρὰ γὰρ τὰ σώματα καὶ μαλακὰ, ἀραιὰ γεγονότα κατὰ τὸν εὔδιον χειμῶνα, ῥᾳδίως εἰς τὸ βάθος αὐτῶν διαδίδωσι τὴν ἐκ τοῦ περιέχοντος ψύξιν, ὥσθ’ ὅσα τῶν παίδων ἤδη πολυχρόνιον ἔθος ἔσχεν ἀέρος ἀλέας, ταῦτα πληττόμενα σφοδρῶς ὑπὸ τοῦ κρύους εἰκότως ἁλίσκεται τὰ μὲν ἤδη νεκρὰ, τὰ δ’ ἀποθνήσκοντα κατ’ αὐτὸν τὸν τόκον. ἃ δ’ ἂν αὐτῶν ζῶντα τεχθῇ, τὴν εἰς τοὐναντίον ἐξαιφνίδιον οὐ φέροντα μεταβολὴν, ἤτοι διὰ τάχους ἀποθνήσκει ἢ λεπτὰ καὶ νοσώδεα γινόμενα μόλις διαζῇ. τῶν δ’ ἄλλων τοῖς μέν φλεγματώδεσι καὶ ταῖς γυναιξὶ δυσεντερίας φησὶ γίνεσθαι, φλέγματος ἀπὸ τῆς κεφαλῆς εἰς τὴν γαστέρα καταῤῥέοντος. εἰκὸς γὰρ δήπου τοῦτο πολὺ γεννᾶσθαι κατὰ τὴν εἰρημένην κατάστασιν· ἐν μὲν τῷ χειμῶνι πληρωθείσης τῆς κεφαλῆς, ψυχθείσης δὲ ἀθρόως ἐν ἀρχῇ τοῦ ἦρος, ἐπειδὴ φλεγματικὰ περιττώματα πέφυκε γεννᾷν ὁ ἐγκέφαλος, ὅταν ψυχθεὶς ἀδυνατεῖ κρατεῖν τῆς τροφῆς. ὑπάρχει δὲ καὶ τοῦτο τῇ τοῦ φλέγματος γενέσει, τὸ μὲν γὰρ ὑπὸ ψύξεως ἰσχυρᾶς γιγνόμενον ὀξὺ γίγνεται. τὸ δ’ ὑπὸ θερμασίας πληρούσης τὴν κεφαλὴν ἁλυκὸν, ὥσπερ γε καὶ τὸ διὰ βραχεῖαν ψύξιν ἤ τι βραχὺ γλυκύτητος ἔχει ἢ μηδεμίαν ἐναργῆ ποιότητα. τὸ τοίνυν ἐπὶ τῇ προκειμένῃ καταστάσει γενόμενον φλέγμα διὰ τὴν ἐν τῷ χειμῶνι θερμασίαν ἁλυκὸν ἔσται καὶ κατὰ τοῦτο μάλιστα γεννήσει δυσεντερίας, ὅταν ἐν χρόνῳ πλείονι δάκνον καὶ ξύον κακώσῃ τὸ ἔντερον. ἅτε γὰρ διὰ τὴν γλισχρότητα κατὰ τὴν διέξοδον ἐν τοῖς ἐντέροις ἰσχόμενόν τε καὶ βραδῦνον, ἀεί τε ῥῖπτον αὐτὸ διὰ τὴν ποιότητα τὴν δυσεντερίαν ἐργάζεται. τοῖς μέντοι φύσει θερμοῖς καὶ χολώδεσιν αὐτός φησιν ὀφθαλμίας γίνεσθαι ξηράς. οὕτω δ’ ὀνομάζει τὰς ἄνευ ῥεύματος. εἰκὸς δὲ δήπου ταῖς θερμαῖς καὶ ξηραῖς φύσεσιν ἐν ξηρᾷ καὶ ψυχρᾷ καταστάσει διαδεξαμένῃ θερμὴν καὶ ὑγρὰν τοιαύτας γίνεσθαι τὰς ὀφθαλμίας. ἡ μὲν γὰρ κεφαλὴ πεπλήρωται πρόσθεν τῇ θερμῇ καὶ ὑγρᾷ καταστάσει, τὸ δὲ κρύος ἐπιγινόμενον, ὥσπερ χείρ τις ἔξωθεν λαβοῦσα καὶ θλίψασα, καθάπερ τινὰ σπόγγον τὸν ἐγκέφαλον ἐκθλίβει τὴν κατ’ αὐτὸν ὑγρότητα. φερομένη δ’ αὕτη ἄλλοτε πρὸς ἄλλον τόπον τῶν εὐπαθῶν πλείονα γεννᾷ τὰ νοσήματα. καὶ κατὰ τοῦτο καὶ ὀφθαλμίαι συμβήσονται τοῖς ἀσθενέσι φύσει τοὺς ὀφθαλμούς. ἀποῤῥήσεται δὲ οὐδὲν αὐτῶν ἐκτὸς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος πυκνοῦντος τὴν ἐπιφάνειαν. ὅτι δ’ αὐτὸς ὁ Ἱπποκράτης εἰς τάσδε τὰς αἰτίας ἕκαστον τῶν εἰρημένων ἀναφέρει, δῆλον ἐξ ὧν ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων κατὰ τήνδε τὴν ῥῆσιν. τοῖσι μὲν οὖν φλεγματικοῖσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπικαταῤῥέοντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσεως, τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον· τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες, κατὰ τήνδε τὴν λέξιν αὐτὸς ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων· τοῖσι δ’ ἄγαν πρεσβυτέροισι κατάῤῥους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι, τοὺς δὲ παραπλῆγας γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. διὰ τούτων ἔοικεν ὁ Ἱπποκράτης οὐ τοὺς πάνυ συνήθεις λεγομένους κατάῤῥους δηλοῦν, τοὺς ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας γιγνομένους, ἀλλὰ πάντα καταφερόμενα ῥεύματα διὰ τῶν φλεβῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὰ κάτω μόρια. διὸ καὶ τὸ συντόμως ἀπολλύντες καλῶς δοκεῖ προσκεῖσθαι, διότι ταχεῖαν τὴν κρίσιν οὗτοι ποιοῦνται τῶν ἄλλων χρονιζόντων. ἔνιοι δὲ τῶν ἐξηγητῶν κατάῤῥους ἀκούσαντες τοὺς ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα γιγνομένους διὰ φάρυγγος καὶ ἀρτηρίας, μετὰ τῆς ἀποφάσεως τῆς οὐ γράφουσι τὴν λέξιν. κατάῤῥους γίγνεσθαι τοῖς πρεσβυτέροισι, οὐ συντόμως ἀπολλύντας, εἰκότως φάσκοντες. οὐ γὰρ πέττεται τὰ ψυχρὰ τῶν ῥευμάτων αὐτοῖς διὰ τὴν ἡλικίαν. ἔν τισι δὲ τῶν ἀντιγράφων γέγραπται συντόμως ἀπολλύντες, ἐπειδὴ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων αὐτὸς εἶπεν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι.

Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἰσχυραὶ ἐς τὸν χειμῶνα γίνονται καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.

Τὴν αὐτὴν κρᾶσιν ἀνατέθεικε νῦν θέρει καὶ φθινοπώρῳ, τὴν μικρὸν ἔμπροσθεν εἰρημένην περί τε χειμῶνος καὶ ἦρος ἡνίκα ἔλεγεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ ταύτῃ τῇ καταστάσει τοῦ θέρους ἔφησε τοὺς πυρετοὺς ὀξεῖς, ὀφθαλμίας καὶ δυσεντερίας γίγνεσθαι. νυνὶ δὲ ἐν τῷ χειμῶνι κεφαλαλγίας καὶ βῆχας καὶ βράγχους καὶ κορύζας· προσέγραψε δὲ οὔτε ἐκεῖ τὴν τοῦ θέρους κατάστασιν, οὔτε ἐνταῦθα τὴν τοῦ χειμῶνος ὡς ἐν τῇ κατὰ φύσιν ἀξιῶν φυλάττεσθαι κράσει τὰς ὥρας ἀμφοτέρας. ἐὰν γὰρ ἔτι καὶ κατὰ ταύτας ἑτέρα τις γένηται δυσκρασία τοῦ περιέχοντος, ἔσται τι καὶ δι’ ἐκείνην ἕτερον ἐπὶ τοῖς εἰρημένοις νοσήμασι τῆς δυσκρασίας οἰκεῖον. ἀλλ’ ἐπὶ μὲν ἐκείνης τῆς καταστάσεως, ἐν ᾗ τὸν χειμῶνά φησιν αὐχμηρὸν καὶ βόρειον γενέσθαι, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον αὐτὸς ἔγραψε τὰς αἰτίας τῶν εἰρημένων νοσημάτων ἐν τῷ θέρει γενέσθαι, ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων βιβλίῳ. ἐπὶ δὲ τῆς νῦν προκειμένης οὐδὲν εἶπεν ἐν ἐκείνῳ. μετὰ γὰρ τὰς δύο τὰς προγεγραμμένας καταστάσεις μίαν μὲν ἐν ᾗ τὸν χειμῶνα βόρειόν τε ἅμα καὶ αὐχμηρὸν ἄξιοι γενέσθαι, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἑτέραν δὲ ἐν ᾗ τοὐναντίον ἔπομβρον μὲν καὶ νότιον τὸν χειμῶνα, τὸ δ’ ἔαρ αὐχμηρὸν καὶ βόρειον. τὴν δ’ ἐφεξῆς αὐταῖς τήνδε τρίτην οὖσαν τροπὴν, ὑπὲρ ἧς ὁ ἐνεστηκὼς λόγος, οὐκέτι προσέγραψεν, ἀλλὰ ἀντὶ ταύτης ἑτέραν τοιαύτην. ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται καὶ φθινόπωρον ὡσαύτως, ἀνάγκη τὸν χειμῶνα νοσερὸν εἶναι· εἶτ’ ἐφεξῆς ἄλλας τινὰς οὐδὲ ἐκείνας ὡσαύτως τῇ νῦν προκειμένῃ. περὶ μὲν οὖν ἐκείνων, ὅταν εἰς αὐτὰ ἐξηγησώμεθα, τὸν λόγον ποιησώμεθα. νυνὶ δὲ περὶ τῆς ἐν τοῖς ἀφορισμοῖς εἰρημένης ὑπ’ αὐτοῦ λέγωμεν, ἀρχὴν τῷ λόγῳ τὴν αὐτὴν θέμενοι τὴν μικρῷ πρόσθεν εἰρημένην. φυλάττειν γὰρ εἰκός ἐστιν αὐτὸν ὅμοιον τῷ κατὰ φύσιν τὸν χειμῶνα, τουτέστιν ὑγρόν τε καὶ ψυχρὸν εἰς ὅσον αὐτῶν ἑκάτερον πρέπει τοῖς εὐκράτοις τῆς οἰκουμένης χωρίοις, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὧν ὀλίγον ὕστερον ὀνομαστὶ μνημονεύσω, φυλάξαντός τε τὴν ἑαυτοῦ κρᾶσιν τοῦ χειμῶνος οὐδὲν ἐν αὐτῷ συστήσεται ἰσχυρὸν νόσημα, κεφαλαλγίαι δὲ μόνον καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, πεπληρωμένης τῆς κεφαλῆς συμπτώματα. εἰ μὲν οὖν, ὡς καὶ πρόσθεν ἔφην, ἀμφοτέραις ταῖς ὥραις, τῇ θερινῇ καὶ τῇ φθινοπωρινῇ, τοὺς νοτίους ὄμβρους γενέσθαι συνέβη, τάχα μὲν ἂν καὶ κατ’ αὐτὸ τὸ θέρος. εἰ δὲ μὴ, ἀλλὰ πάντως γε κατὰ τὸ φθινόπωρον ἐπεδήμησεν ἂν οἰκεῖα νοσήματα καταστάσεως ὑγρᾶς καὶ νοτίου. νῦν ἐπειδὴ τὸ θέρος αὐχμηρόν τε καὶ βόρειον ὑπέθετο προγεγονέναι, τὸ δὲ φθινόπωρον ὑγρόν τε καὶ νότιον, εὔλογον οὐ μόνον αὐτίκα νοσεῖν οὐκ ἄρξαρθαί τινας, ἀλλὰ καὶ τῆς ἀμετροτέρας ἐν τῷ θέρει ξηρότητος ἴαμα ἔχειν οὐ σμικρὸν τὴν ἐν τῷ φθινοπώρῳ κατάστασιν ὑγρὰν γενομένην. ἐπεὶ δ’ ὅλον τὸ φθινόπωρον ἠκολούθησε τοιοῦτον, ἀναγκαῖον ἔσται τοῖς ὑγροτέραν ἔχουσι τὴν φύσιν ἱκανώτερον τοῦ μετρίου πληρωθείσης τῆς κεφαλῆς ἀπαντῆσαι κατὰ τὸν χειμῶνα τὰ προειρημένα νοσήματα, τισὶ δ’ αὐτῶν δηλονότι καὶ φθίσιν, ὅσοι πρὸς τὸ πάθος ἐπιτηδείως εἶχον, οἵ τε κατὰ τὸν θώρακα στενοὶ καὶ οἷς ἀπὸ τῆς κεφαλῆς εἰς πνεύμονα καταφέρεται ῥεῦμα. τούτοις οὖν ἔσονται φθίσεις, τοῖς δ’ ἄλλοις οὐδὲν μὲν ἰσχυρὸν νόσημα, τὰ δὲ περὶ τὰς βῆχας καὶ τοὺς βράγχους, ὅσα τ’ ἄλλα γενήσεται συμπτώματα τοιαῦτα τῆς χειμερινῆς ὥρας, πεπληρωμένας ὑπὸ τῶν νοτίων ὄμβρων κεφαλὰς διαδεξαμένης, εἶτ’ ἐπ’ ἐνίων μὲν αὐτὸ δὴ τοῦτο μόνον ἐργασαμένης, ὡς ἐν τῇ κεφαλῇ διαμένον τὸ περιττὸν, ἀλγήματος αἴτιον αὐτῇ γίνεσθαι. διαφορεῖ γὰρ οὐδὲν πλῆθος οὐδὲ καθ’ ἓν μόριον ὁ χειμών. ἐπ’ ἐνίων δὲ συναχθείσης ἐπὶ πλέον καὶ οἱονεὶ πιληθείσης τῆς κεφαλῆς, ἐκθλιβόμενον τὸ περιττὸν εἰς τὰ κάτω τῆς κεφαλῆς ἰέναι χωρία. τοῦτο μὲν οὖν οἷον κάθαρσίς ἐστι καὶ κένωσις τῆς κεφαλῆς. ἐφ’ ὧν δὲ διὰ τὸ βαρυνθῆναι τῷ πλήθει προκαμοῦσα τὸ τοῦ χειμῶνος οὐκ ἤνεγκε κρύος, ἐπὶ τούτων ψυχθεῖσα κατὰ δυσκρασίαν ἤδη μειζόνων ῥευμάτων αἰτία τοῖς κάτω μέρεσιν ἑαυτῆς γίνεται.

Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσιν ἐοῦσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον, τοῖσι δὲ λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ κόρυζαι χρόνιαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.

Οὗτος ὁ λόγος ὁ νῦν εἰρημένος εὔδηλον ὡς οὐκ ἔστι τέλειος ἀφορισμὸς, ἀλλ’ ἑνὸς ἀφορισμοῦ μέρος δεύτερον, οὗ τὸ πρότερον μέρος ἄρτι πεπαύμεθα διεξερχόμενοι. μενούσης γὰρ κοινῆς τῆς κατὰ τὸ θέρος ὑποθέσεως ἀμφοτέροις τοῖς λόγοις, ὁ μὲν πρότερος ἔπομβρον καὶ νότιον ἐπ’ αὐτῇ προϋποτίθεται τὸ φθινόπωρον, ὁ δὲ δεύτερος ὁ νῦν ἐνεστὼς ἄνυδρον καὶ βόρειον. ὅτι δ’ οὐδὲν διαφέρει ξηρὸν ἢ αὐχμηρὸν ἢ ἄνυδρον εἰπεῖν πρόδηλον παντί. γενομένων οὖν ἀμφοτέρων τῶν ὡρῶν αὐχμηρῶν τε καὶ ξηρῶν, αἱ μὲν ὑγραὶ φύσεις οὐ μόνον οὐδὲν βλαβήσονται πρὸς τῆς τοιαύτης καταστάσεως, ἀλλὰ καὶ ὠφέλειά τις ἐν αὐταῖς γενήσεται. τὴν δ’ αἰτίαν αὐτὸς εἶπεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων οὕτω γράψας· τοῖσι δὲ φλεγματίῃσι ταῦτα πάντα ἀρωγά ἐστιν. ἀναξηραίνονται γὰρ καὶ εἰς τὸν χειμῶνα ἀφικνέονται οὐ πλαδῶντες, ἀλλ’ ἀνεξηραμμένοι. τοῖσι δὲ λοιποῖσιν, ὅσοι μὴ τοιοῦτοι, ξηραὶ μὲν ὀφθαλμίαι, πυρετοὶ δὲ ὀξέες ἕπονται καὶ κόρυζαι, τισὶ δ’ αὐτῶν καὶ μελαγχολίαι. τὴν δ’ αἰτίαν τῆς τούτων γενέσεως αὐτὸς εἶπεν ἐν τῷ προγεγραμμένῳ βιβλίῳ διὰ τῆσδε τῆς λέξεως· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται, λίαν γὰρ ἀναξηραίνονται καὶ ὀφθαλμίαι τούτοισι ἐπιγίνονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι· εἶτα ἐπιφέρων φησὶ, τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀποξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον, ἀφ’ ὦν ταῦτα τὰ νοσήματα αὐτοῖς γίνεται. ταῦτα μὲν οὖν ἡμῖν εἰς τὰς προκειμένας καταστάσεις αὐτάρκως εἰρήθη. διὰ τί δὲ μόνον τούτων τῶν καταστάσεων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, οὐσῶν γε ἄλλων πολλῶν, οὐκ ἔχω φάναι. δηλῶσαι δὲ μᾶλλον βούλομαι τὴν μέθοδον, ᾗ τις ἂν χρώμενος, συμπλέκοι πάσας τὰς καταστάσεις, οὖσαν τοιαύτην. ἄρξασθαι μὲν οὖν ἀναγκαῖόν ἐστιν ὡς ἀπὸ στοιχείων, τῶν ἁπλῶν δυσκρασιῶν τοῦ περιέχοντος ἡμᾶς ἡμᾶς ἀέρος. διελόμενον δὲ αὐτὰς εἴς τε τὰς πάνυ μικρὰς καὶ εἰς τὰς πάνυ σφοδρὰς καὶ εἰς τὰς καὶ μετὰ ταῦτα εἰπεῖν περὶ ἑκάστης τῶν εἰρημένων δυσκρασιῶν, ἐν ἑκάστῃ τῶν ὡρῶν γενομένης, τίνα γενήσει νοσήματα καθ’ ἑκάστην φύσιν, εἶθ’ ἑξῆς συμπλέκειν ἀλλήλαις δυοῖν ὡρῶν δυσκρασίαν, ὡς νῦν Ἱπποκράτης ἐπεχείρησε. διελθόντας δὲ καὶ ταύτας ἁπάσας ἐφεξῆς τὰς τῶν τριῶν ὡρῶν δυσκρασίας συμπλέξαι πάσας πάσαις, εἶθ’ ἐξῆς τὰς τῶν τεσσάρων, οὕτως γὰρ ἂν ἡ γυμνασία γένοιτο τελεία. ταυτὶ μὲν οὖν ἴσως ποτὲ καὶ ἡμεῖς, σχολῆς ἐὰν ἐπιλαβώμεθα πλείονος, ἰδίᾳ γράψομεν. ἐν τῷ παρόντι δ’ ἀρκείτω μόνον τοῦτο εἰρημένον ὡς ὀλίγας πάνυ συμπλοκὰς δυσκρασιῶν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς παράδειγμα δοκεῖν εἶναι μᾶλλον αὐτὰς, ἤ τι μέρος ἀξιόλογον ὅλης τῆς περὶ ταῦτα διδασκαλίας. ἐροῦμεν δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν, ἐπειδὰν ἐξηγησώμεθα τό τε περὶ τῶν ὑδάτων καὶ ἀέρων καὶ τόπων σύγγραμμα καὶ τὸ πρῶτον τῶν ἐπιδημιῶν ὃ δὲ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν ἐρεῖν ἤδη προγράψας ἐπ’ αὐτῷ καταπαύσω τὸν λόγον. ἀκούειν γὰρ ἡμᾶς χρὴ τῶν καταστάσεων ἁπασῶν ὦν ἔγραψεν ὁ Ἱπποκράτης ἐν τοῖς εὐκράτοις χωρίοις τῆς οἰκουμένης γινομένων, ἐξῃρημένων τοῦ λόγου τῆς μὲν Θρᾴκης ὅσα τῆς θαλάττης ἀποκεχώρηκεν, ὑγρὰ γὰρ ταῦτα καὶ ψυχρὰ περαιτέρω τοῦ μετρίου, καθάπερ τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην θερμὰ καὶ ξηρὰ, πλὴν κἀνταῦθα τῶν ἐπὶ τῇ θαλάττῃ κειμένων. ἐν γὰρ τοῖς ψυχροῖς χωρίοις ὁποῖα τὰ κατὰ τὴν Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς τῇ θαλάττῃ, διὰ τοῦτ’ ἔστι θερμότερα ταῖς κράσεσιν. ἐν δὲ τοῖς θερμοῖς ὁποῖα τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην, ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ τοῦτ’ ἔστιν ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγειον. ἡ δ’ ἀκριβῶς εὔκρατός τε καὶ μέση ζώνη τῆς οἰκουμένης ἐστὶν ἡ διὰ Κνίδου καὶ Κῶ καὶ ὅσα χωρία μὴ πολὺ τούτων ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον ἢ πρὸς νότον. ἐπινοῆσαι δέ σε χρὴ δι’ ὦν εἴρηκα χωρίων, ἐπ’ ἀνατολήν τε καὶ δύσιν εὐθεῖάν τινα τεταμένην γραμμὴν εἶναι, τὴν εὔκρατον καλουμένην ζώνην καὶ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ἀκριβῶς νοήσεις. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἀστρολόγων οὐ ζώνας, ἀλλὰ παραλλήλους τὰς τοιαύτας ἐπὶ τῆς γῆς ὁμοιότητας τῶν οἰκήσεων ἐπ’ ἀνατολῆς ἕως δύσεως ἐκτεταμένας. ὁ μὲν οὖν λόγος τῷ Ἱπποκράτει περὶ τούτων ἐστὶ μάλιστα τῶν χωρίων, ἡ δὲ τῶν ὡρῶν τάξις, ὡς αὐτός τε πολλάκις ἐνδείκνυται διὰ τῶν ἐπιδημιῶν οἵ τ’ ἄριστοι τῶν περὶ τὰ τοιαῦτα δεινῶν ἔγραψαν, ἥδ’ ἐστίν. ἐπιτολὴ πλειάδος ἀρχὴ θέρους ἐστὶ, μεθ’ ἣν κυνὸς ἐπιτολὴ τῆς καλουμένης ὁπώρας, ἣν δὴ καὶ αὐτὴν τὸ δεύτερον μέρος τοῦ θέρους τίθενται, μεθ’ ἣν ἀρκτοῦρος ἐπιτέλλων ἀρχὴν ποιεῖται φθινοπώρου, κᾄπειτα δύσις πλειάδων χειμῶνος ἀρχὴ γίνεται, εἶτα μετὰ τὸν χειμῶνα ἰσημερία τὴν ἀρχὴν ἔχει τοῦ ἦρος.

Τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες.

Ὅτι βέλτιον ἦν τῶν προειρημένων ἀφορισμῶν, ἐν οἶς διδάσκει περὶ τῆς ἐν ταῖς ὥραις καταστάσεως γεγράφθαι τοῦτον πρῶτον τὸν ἀφορισμὸν, ὃν νῦν προκεχειρίσμεθα, δι’ αὐτῶν τῶν πραγμάτων ἐμάθομεν. ἐπειδὴ πρότερόν ἐστι καὶ τῇ φύσει καὶ τῇ διδασκαλίᾳ τὸ ἁπλοῦν τοῦ συνθέτου· μετ’ ἐκεῖνον οὖν τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοί. πρότερον μὲν τάξομεν οὖ ἡ ἀρχὴ, αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι. δεύτερον δὲ τόν γε νῦν ἡμῖν προκείμενον, ἐν ᾧ τῶν ὅλων τοῦ ἐνιαυτοῦ καταστάσεων προκρίνει τοὺς αὐχμοὺς τῶν ἐπομβρίων, εἰκότως. ἐν μὲν γὰρ τοῖς αὐχμοῖς διαφορεῖται τὰ περιττὰ ὑγρὰ, κατὰ δὲ τὰς ἐπομβρίας ἔνδον τοῦ σώματος ἀθροιζόμενα σήπεται πλὴν εἴ τις αὐτὰ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενα ἐκκαθαίρει τοῖς γυμνασίοις. οὐ μεγάλη γὰρ ἡ διὰ τῶν βαλανείων κένωσις καὶ μόνος σχεδόν τι τῶν κατὰ τὸ δέρμα. τὰ δ’ ἐν τῷ βάθει κατεσπαρμένα τῇ τε σαρκὶ καὶ τοῖς στερεωτέροις ὀργάνοις οὐκ αὐτάρκως ἐκκενοῦται διὰ τῶν βαλανείων, οὐ μὴν οὐδὲ διὰ τῶν καθαρτικῶν φαρμάκων ἡ κένωσίς γε τῶν περιττῶν ἐπιτήδειος. μεγάλως τε γὰρ δεομένοις χρήσιμος καὶ διὰ χρόνων μακρῶν, αἱ δὲ τῶν ὁσημέραι γενομένων ἐν τῷ σώματι περιττωμάτων κενώσεις ἐλάττους εἰσὶν ἢ κατὰ φαρμάκου καθαίροντος ἐνέργειαν. εἰ δὲ καὶ βουληθείη τις αὐταῖς χρῆσθαι δὶς τοῦ μηνὸς ἢ πάντως γε ἅπαξ εὐλαβούμενος ἀθροισθῆναι πολλὰ τῶν περιττωμάτων, κακώσει τὸ σῶμα, μετὰ καὶ τοῦ μοχθηρῷ περιβάλλειν ἔθει. τῆς γάρ τοι τροφῆς τὸ μὲν οἷον ὀῤῥῶδές ἐστι καὶ ὑγρὸν, ὃ χάριν τῆς ἀναδόσεως αὐτῇ μέμικται, τὸ δὲ οἷον λιγνυῶδες περίττωμα κατὰ πλεῖστά γε τῶν σιτίων ὅσα μοχθηρότερα καὶ διαφεύγει τὴν ἐργασίαν τῆς φύσεως, ὡς μήθ’ ὁμοιωθῆναι τῷ τρεφομένῳ σώματι μήτε προσφῦναι. ταῦτα οὖν πάντα κενοῦσθαι μὲν ἐφ’ ἡμέρᾳ δεῖται, κενοῦται δὲ μᾶλλον ἐν ταῖς ξηραῖς καταστάσεσιν ἤπερ ἐν ταῖς ὑγραῖς καὶ διὰ τοῦτο ταύτας ὑγιεινοτέρας εἶπεν.

Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες καὶ ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι. ἐν δὲ τοῖσιν αὐχμοῖσι φθινώδεες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι καὶ δυσεντερίαι.

Τὸ μὲν τοὺς μακροὺς πυρετοὺς ὑγρότητος ἕπεσθαι πλήθει θαυμαστὸν οὐδὲν, εἴ γε δέονται μὲν τῆς πέψεως οἱ κάμνοντες εἰς λύσιν τῶν νοσημάτων, τὰς πλείονας δὲ ὑγρότητας εἰκὸς ἐν πλείονι χρόνῳ πέττεσθαι. προσέτι δὲ καὶ τὸ ψυχροτέρους καὶ φλεγματικωτέρους ἐν ταῖς ἐπομβρίαις γίνεσθαι τοὺς χυμοὺς, ὥσπερ αὖ πάλιν ἐν τοῖς αὐχμοῖς χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονιοῦσι μὲν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς πυρετοὶ γενήσονται, τὸ δὲ καὶ τὰς ῥύσεις τῆς κοιλίας εἰκότως ἐν ταῖς ἐπομβρίαις γίνεσθαι, τῆς ἐν τοῖς χυμοῖς περιουσίας ἐκκαθαιρομένης διὰ τῆς γαστρὸς οὐκ ἄδηλον, ὥσπερ γε οὐδὲ τὰς σηπεδόνας· ἀσηπτότερα γὰρ ἐναργῶς ὁρᾶται τὰ ξηρὰ τῶν ὑγρῶν. εἰσὶ δὲ δήπου καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἐπιληψίαι φλεγματικὰ νοσήματα. κυνάγχη δὲ γίνεται μὲν ἔστιν ὅτε καὶ αὐτοῦ τοῦ πλήθους τῶν περιττωμάτων ἐνεχθέντος εἰς φάρυγγα. γίνεται δὲ ὡς τὰ πολλὰ καὶ τῶν ἐκ τῆς κεφαλῆς ῥευμάτων ἐν φάρυγγι στηριχθέντων. ὅτι δὲ ἐν ταῖς ἐπομβρίαις τά τε ἄλλα ῥεύματα καὶ μάλιστα τὰ ἐκ τῆς κεφαλῆς ὁρμώμενα πλεονάζει, πρόδηλόν ἐστι καὶ λέλεκται πολλάκις. ἐν δὲ τοῖς αὐχμοῖς τάς τε φθινώδεις νόσους φησὶ πλεονάζειν καὶ τὰς ὀφθαλμίας, ἀρθρίτιδάς τε καὶ στραγγουρίας καὶ δυσεντερίας, ἀδιοριστότερον ὡς ἐμοὶ δοκεῖ, τὴν περὶ τούτων ἀπόφασιν ποιησάμενος. αἱ γὰρ φθινώδεις νόσοι δύο ταύταις ἕπονται καταστάσεσι, τῇ τε ἄκρως ψυχρᾷ, καθ’ ἣν καὶ ῥήγνυνταί τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀγγείων τινὰ, καὶ τῇ μεθ’ ὑγρότητος θερμῇ, καθ’ ἣν ἡ κεφαλὴ πληρουμένη καταπέμπει τῷ πνεύμονι ῥεύματα. τῇ δὲ ξηρᾷ μὲν, ὅσον ἐπὶ τῇ θερμότητι καὶ ψυχρότητι κατὰ φύσιν ἐχούσῃ, πάντα μᾶλλον ἢ φθινώδεες ἀκολουθήσουσι νόσοι. διό μοι δοκοῦσί τινες ἀναγκασθῆναι τὸ περὶ τῶν ὀφθαλμῶν ἀκοῦσαι τὸ φθινῶδες, ἵνα ὁ λόγος ᾖ τοιοῦτος. ἐν δὲ τοῖς ἀμέτροις αὐχμοῖς αἵ τ’ ὀφθαλμίαι φθινώδεις γίνονται, τουτέστιν εἰς φθίσιν ὀφθαλμῶν τελευτῶσι, καθ’ ἣν ἀτροφώτεροί τε καὶ ξηρότεροι τῶν κατὰ φύσιν ἀποτελοῦνται μετὰ τοῦ καὶ τὴν κόρην αὐτῶν στενὴν γίνεσθαι, ξηραινομένων δηλονότι τῶν ὑγρῶν, ὑφ’ ὧν διατεινομένη μετρίως μὲν ἐν τῇ κατὰ φύσιν ἐφυλάττετο συμμετρίᾳ, μειζόνως δὲ ἢ προσῆκεν εἰς πλάτος ἐξετείνετο μοχθηρόν. εἰ δ’ αὐτὰς ταθ’ ἑαυτὰς ἀκούομεν εἰρῆσθαι τὰς ὀφθαλμίας, προσθήσομεν αὐταῖς τὰς ξηράς. εἴρηται δ’ ὀλίγον ἔμπροσθεν ἡ αἰτία τοῦ ξηρὰς ὀφθαλμίας ἐν τοῖς ἀμέτροις αὐχμοῖς γίνεσθαι. καὶ μὲν δὴ καὶ τὰ ἀρθριτικὰ νοσήματα τὰ μὲν ἐπὶ ῥεύμασιν, οὐδὲ ὅλως ἔσται κατὰ τὰς ἀμέτρους ξηρότητας, τὰ δ’ ὑπὸ δριμύτητός τινος, ἐὰν καὶ θερμότης ἄμετρος προσγένηται, τηνικαῦτα μόνον ἔσται. τίνας οὖν εἴρηκεν ἀρθρίτιδας ἐν τοῖς αὐχμοῖς γίνεσθαι ζητητέον. εἰ γὰρ ἄμετροι γεννηθέντες δαπανήσειαν ἐκ τῶν ἄρθρων τὴν ὑγρότητα, δυσκινησίαν μέν τινα κατὰ ξηρότητα ποιήσουσιν, ἴσως δ’ ἄν ποτε καὶ ἄλγημα. τὴν μέντοι καλουμένην ἀρθρῖτιν οὐκ ἂν ἐργάσαιντο, πλὴν εἰ πᾶν ἄρθρων ἄλγημα καλεῖν τὸ τοιοῦτόν τις ἐθέλῃ. καίτοι αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν φησιν, ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες, σκελέων ἀκρατέες ἐγένοντο· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες, οὐκ ἀρθριτικοὺς, ἀλλὰ γονυαλγεῖς ὠνόμασεν αὐτούς. ἴσως δ’ ἄν τις λέγοι μὴ τὸν ἑνὸς ἄρθρου πόνον, ἀλλὰ τῶν πολλῶν ἀρθρῖτιν ὀνομάζεσθαι, καὶ κατὰ τοῦτο μηδέπω τοὺς γονυαλγεῖς ἀρθριτικοὺς προσαγορεύεσθαι. περὶ μὲν οὖν τῆς ἀρθρίτιδος ἀρκείτω διηπορῆσθαι μέχρι τοσούτου· περὶ δὲ τῶν στραγγουριῶν ἐφεξῆς εἴπωμεν. οὐδὲ γὰρ οὐδ’ αὗται τοῖς αὐχμοῖς ἁπλῶς ἕπονται, χωρὶς τοῦ διορίσασθαι τοὺς τρεῖς διορισμοὺς, ἕνα μὲν τὴν ἀμετρίαν τῆς ξηρότητος, ἕτερον δὲ τὴν μετὰ θερμότητος, καὶ τρίτον τὴν μετὰ ψυχρότητος, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀλλ’ ἐάν τις, ὡς ἔφην, ἐθελήσῃ πασῶν τῶν ἐν ταῖς ὥραις καταστάσεων ἐρευνήσασθαι τὴν φύσιν, οὕτως αὐτῷ ποιητέον. ἔσται δ’ ὁ λόγος σαφὴς ἐπὶ παραδείγματος αὐτοῦ τοῦ νῦν προκειμένου σκέμματος. αὐχμὸς μὲν γὰρ ἄμετρος ἐν μὲν ταῖς εὐκράτοις φύσεσιν ἑτέραν ἐργάζεται κατὰ τὸ σῶμα διάθεσιν, ἑτέραν δ’ ἐν ταῖς ξηραῖς, ὥσπερ γε κὰν ταῖς ὑγραῖς ἑτέραν. οὕτω δὲ καὶ κατὰ τὴν θερμήν τε καὶ ψυχρὰν ἄλλην ἐν ἑκατέρᾳ διάθεσιν ἐργάζεται. καὶ κατὰ τὰς συζυγίας δὲ τῶν ἁπλῶν δυσκρασιῶν ἄλλην μὲν ἐν τῇ θερμῇ τε καὶ ξηρᾷ, διαφέρουσαν δ’ αὐτῆς ἐν τῇ ψυχρᾷ τε καὶ ξηρᾷ, κἀπὶ τῶν ὑπολοίπων δυοῖν ὡσαύτως. ὥσπερ δ’ ἁπλῆν φυλάξαντες ἄρτι τὴν τοῦ περιέχοντος δυσκρασίαν καθ’ ἑκάστην φύσιν ἔφαμέν τινα ἰδίαν ἐργάζεσθαι διάθεσιν, οὕτω σύνθετον ὑποθέμενοι καθ’ ἑκάστην αὖ πάλιν φύσιν ἐπισκεψόμεθα τὰς ἐσομένας διαθέσεις. ἔσται δὲ σύνθετος ἡ ξηρὰ τοῦ περιέχοντος κατάστασις, ὅταν ἤτοι μετὰ ψυχρότητος ἢ θερμότητος μιχθῇ. καίτοι γε ἁπλῆ δόξειεν ἂν εἶναί πως σύνθετος, ἐμίγνυτο γὰρ εὐκράτῳ καταστάσει μέσῃ τῶν ἀμετριῶν ἑκατέρων, τῆς τε κατὰ θερμότητα καὶ τῆς κατὰ ψυχρότητα. συγκεχωρημένου δ’ ἐν ταῖς διδασκαλίαις ἁπλᾶς μὲν δυσκρασίας γίγνεσθαι τὰς κατὰ μίαν ποιότητα τοῦ κατὰ φύσιν ἐξισταμένας, οὐχ ἁπλᾶς δὲ τὰς κατὰ πλείους· εἰκότως. ὅταν ἐν μὲν τῇ κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἀντιθέσει δύσκρατον ᾖ τὸ περιέχον, ἐν δὲ τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν εὔκρατον, ἁπλῆν ἐροῦμεν εἶναι τὴν δυσκρασίαν. ἐφ’ ἁπάντων οὕτω σκοποῦσιν ἡμῖν εὔδηλον εἰς ὅσον ἐκταθήσεται μῆκος ὅ τ’ ἄλλος τῶν καταστάσεων λόγος, ὅ τε νῦν εἰρημένος ἐπὶ τῆς κύστεως. αἱ γάρ τοι στραγγουρίαι γίγνονται διά τε τὴν δριμύτητα τῶν οὔρων καὶ ἀῤῥωστίαν τῆς ἐν τῇ κύστει καθεκτικῆς δυνάμεως, ἥτις πάλιν ἀῤῥωστία γίνεται δι’ ἄμετρόν τινα δυσκρασίαν. οὐσῶν δ’ ὀκτὼ τῶν ἀμετριῶν, καθ’ ἑκάστην αὐτῶν ἄῤῥωστός τε ἡ κύστις ἔσται καὶ διὰ τοῦτο ἀκολουθήσουσιν αὐτῇ στραγγουρίαι. καὶ μὲν δὴ καὶ αἱ δριμύτητες τῶν οὔρων ὑπὸ δυσκρασιῶν γίγνονταί τινων καὶ μᾶλλον ἐπὶ τῆς κατὰ τὸ θερμὸν, ἐφεξῆς δ’ ἐπὶ τῆς κατὰ τὰ θερμότητά τε καὶ ὑγρότητα καὶ τρίτον τῆς κατὰ ξηρότητα. γενήσεται γοῦν καὶ διὰ ταῦτα στραγγουρία τῶν αὐτῆς τῆς κύστεως παθῶν ἰδίων ἐξῃρημένων, οἷς ἀκολουθοῦσιν αἱ στραγγουρίαι λόγῳ συμπτώματος, οἷον ὅταν ἤτοι δι’ ἕλκος, ἢ ἐρυσίπελας, ἢ ἀπόστημα κατ’ αὐτὴν γενόμενον, ἢ φλεγμονὴν, ἤ τι τῶν τοιούτων ἕτερον, τῇ στραγγουρίᾳ συμπέσῃ. νυνὶ γὰρ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ μόνον τῶν ἐκ τῆς τοῦ περιέχοντος κράσεως γινομένων ἐστὶν, ὥσπερ γε οὐδὲ περὶ τῶν ἐκ διαίτης τινὸς πλημμελοῦς. ἃ δὲ ἐπὶ τῆς στραγγουρίας εἴρηται, ταὐτά μοι νόει κἀπὶ τῆς δυσεντερίας εἰρῆσθαι, περὶ ἧς οὐδ’ αὐτὸς συμφέρομαι τῷ Ἱπποκράτει. δυσεντερίαι γὰρ οὐχ ἁπλῶς ἀκολουθήσει ταῖς ξηρότησιν ἄνευ τοῦ διορίσασθαι, πρῶτον μὲν τὸ κατ’ αὐτὴν ἐσχάτως ἄμετρον εἶτα τὴν θερμότητα καὶ ψυχρότητα τοῦ περιέχοντος ἐξαλλαγὴν, εἶτα καὶ τὰς πασχούσας φύσεις τῶν σωμάτων. ἔστι δ’ οὐχ οὕτως ὑπὲρ Ἱπποκράτους ἀπορῆσαι δίκαιον, ὅτι τηλικαύτην θεωρίαν πρῶτος συστησάμενος οὐκ ἐξειργάσατο πᾶσαν, ὥσπερ Διοκλέους μὲν πρῶτον καὶ Μνησιθέου μετ’ αὐτὸν, εἶτα καὶ ἄλλων πολλῶν ἰατρῶν, ὅσοι ταῖς ἀληθέσιν ὁδοῖς Ἱπποκράτους χρώμενοι πολλὰ τῶν κατὰ μέρος ἐξεργάσασθαι προὔθεντο. δέον γὰρ αὐτοὺς εἴπερ τι καὶ ἄλλο, τὴν περὶ τῶν καταστάσεων θεωρίαν ὡς ὑπεθέμην ἄρτι διαρθρώσασθαι καὶ πᾶσαν ἐξεργάσασθαι παντελῶς ὠλιγώρησαν. ἀλλ’ ἡμεῖς αὐτὸ πειρασόμεθα ποιῆσαι, γράψαντες ἑτέραν ἰδίαν πραγματείαν ὅλην περὶ τούτων. ταῦθ’ ἡμῖν πρότερον ὅσα μετὰ χεῖρας ἔχομεν συντελεσθῇ.

Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα ξυνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, πονέουσι μᾶλλον. αἱ δὲ νότειοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ καρηβαρίας καὶ βαρυηκοΐας καὶ ἰλίγγους ποιέουσιν, ἔν τε τοῖσιν ὀφθαλμοῖσι καὶ ἐν τοῖσι σώμασι δυσκινησίην καὶ τὰς κοιλίας ὑγραίνουσιν.

Ξηρὸς καὶ ψυχρὸς ἄνεμος ὑπάρχων ὁ βοῤῥᾶς, ἀναλίσκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον δὲ ἐντίθησι τοῖς ὀργάνοις αὐτοῖς ἐκ τοῦ σφίγγειν τε καὶ συνάγειν αὐτὰ, πιλήσει τῆς οὐσίας. διὰ τοῦτο γοῦν βελτίω πάντα γίγνεται, φησὶ, κατά τε τὰς φυσικὰς καὶ τὰς ψυχικὰς ἐνεργείας. τὰς μὲν γὰρ ψυχικὰς ἐνεδείξατο διὰ τοῦ φάναι εὐκίνητά τε καὶ εὐηκοώτερα, τὰς δὲ φυσικὰς ἐνεργείας, ὅταν εὔχροα λέγῃ. κοινὸν δ’ ἀμφοῖν ἡ εὐτονία, καὶ δῆλον ὡς ἐκ μιᾶς αἰσθήσεως τῆς ἀκοῆς οἷον παραδείγματος ἐδήλωσε καὶ περὶ τῶν ἄλλων. ταυτὶ μὲν οὖν ἀγαθὰ ταῖς βορείαις ὑπάρχει καταστάσεσι καὶ μάλιστα τούτων ἀπολαύουσιν οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα καὶ τούτων αὐτῶν οἱ ὑγρότεροι μᾶλλον. ὑπάρχει δέ τινα καὶ κατὰ ταῖς καταστάσεσι ταύταις, ἀλλὰ μικρὰ καὶ οὐχ ὅμοια τοῖς νοτίοις. πῶς γὰρ οὐ σμικρὰ τό τε ἐπισχεθῆναι τὴν γαστέρα καὶ δηχθῆναι τοὺς ὀφθαλμοὺς καὶ παροξυνθῆναι τὰς προϋπαρχούσας ὀδύνας κατὰ τὸν θώρακα; γνώσῃ δ’ ἐναργέστερον αὐτῶν τὴν σμικρότητα παραβάλλων ταῖς νοτίαις καταστάσεσιν, ἃς διαλύειν ἔφη τὰ σώματα. μέγιστον γὰρ τοῦτο κακὸν εἰς ἅπαν ἐστὶν ἔργον, ζωτικόν τε καὶ ψυχικόν. οὐ μικρὸν δ’ οὐδ’ ἡ καρηβαρία τε καὶ δυσηκοΐα. περὶ δὲ τῶν ἰλίγγων τί δεῖ καὶ λέγειν; ἐγγὺς γὰρ οὗτοί εἰσιν ἐπιληψίας τε καὶ ἀποπληξίας. ἴλιγγος γάρ ἐστιν ἡ σκοτοδινία, ἥτις γίνεται ὑγροῦ μετὰ παχέος πνεύματος κινουμένου κατὰ τὴν κεφαλὴν, διὸ καὶ προηγεῖται ἐπιληψίας καὶ ἀποπληξίας. ἀλλὰ καὶ δυσκινησίας, φησὶ, κατά τε τοὺς ὀφθαλμοὺς ἀποτελοῦσι καὶ σύμπαν τὸ σῶμα, μοχθηρὰ δὲ καὶ ταῦτα τὰ συμπτώματα. μόνον δ’ ἐν αὐτοῖς ὑπάρχει τὸ μέτριον, ὅτι τὰς γαστέρας ὑγροτέρας ἐργάζονται. δρῶσι δὲ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα μάλιστα μὲν διὰ τὴν ὑγρότητα, πρὸς ταῦτα δὲ καὶ διὰ τὴν θερμότητα. καὶ τό γε κατὰ τὴν ἀρχὴν τοῦ λόγου γεγραμμένον ἄμεινον ἦν ἐνηλλάχθαι τῇ τάξει, πρῶτον μὲν ἔχον ἐν ἑαυτῷ τὸ ὑγιαίνουσι, δεύτερον δὲ τὸ διαλύουσιν, εἶθ’ οὕτω τὰ ἐφεξῆς. εἰ γὰρ ὑγραίνουσι καὶ τῶν ἄλλων ἕκαστον ποιοῦσι, συντελούσης εἰς ταῦτα καὶ τῆς θερμασίας. αἱ μὲν γὰρ ἐνέργειαι γίνονται διὰ τῶν στερεῶν τοῦ ζώου μορίων, ἅπερ δὴ καὶ ὄντως ἐστὶν αὐτοῦ μόρια. βαρύνεται δὲ ταῦτα καὶ διὰ τοῦτ’ ἐνεργεῖ χεῖρον ὑπὸ πλήθους τῶν ὑγρῶν.

Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσι.

Οὐ μόνον ἐπὶ τῶν ἡλικιῶν, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ κρᾶσιν ἤτοι συμμέτρως ἢ ἀμέτρως ἔχει τὸν εἰρημένον νῦν ὑπὸ Ἱπποκράτους λόγον ἐξετάζων εὑρήσεις ἀληθῆ. ταῖς μὲν γὰρ εὐκράτοις φύσεσι καὶ ἡλικίαις καὶ χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν ἡ εὐκρατοτάτη, δεομέναις γε οὐ μεταβολῆς ἧς ἔχωσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ τῶν ὄντων ἕκαστον ὑπὸ μὲν τῶν ὁμοίων φυλάττεται, μεταβάλλεται δὲ ὑπὸ τῶν ἐναντίων. ὥσθ’ ἡ τῶν παίδων ἡλικία καὶ τούτων μᾶλλον ἔτι ἡ τῶν μειρακίων, αὕτη γὰρ ἀρίστη τῶν ἡλικιῶν ἐστιν, ἐν ἦρι κάλλιστα διάγουσι, καὶ κατὰ τὸν αὐτὸν λόγον ὅσαι τῶν φύσεων ἢ τῶν χωρῶν εἰσιν εὔκρατοι. προσέθηκε δὲ τὸ ἦρι τὴν ἀρχὴν τοῦ θέρους ὁ Ἱπποκράτης, εἰς πλάτος ἐκτείνων τὴν χρείαν ἑκάστου τῶν θεωρημάτων. ἀκριβέστερον δ’ ἦν εἰπεῖν τὰ μὲν μειράκια τοῦ ἦρος, τοὺς δὲ παῖδας ἐν ἀρχῇ τοῦ θέρους ἄριστα διάγειν. ἐπὶ δὲ τῶν γερόντων διὰ τὴν ψυχρότητα τῆς κράσεως ὠφέλιμόν ἐστι τὸ θέρος, ὥσπερ γε καὶ τοῖς ἀκμάζουσιν ὁ χειμὼν ὠφελιμώτατός ἐστιν. ἐναντίος γάρ ἐστι καὶ οὗτος τῇ κατὰ τούτους δυσκρασίᾳ χολώδει οὔσῃ· οὕτω καὶ τῶν φύσεων αἱ μὲν χολωδέστεραι χειμῶνος ἄριστα διάγουσιν, αἱ δὲ φλεγματικώτεραι θέρους, αἱ δ’ εὔκρατοι τοῦ ἦρος. ὁμοίως δὲ καὶ τῶν χωρῶν αἱ μὲν εὔκρατοι κάλλιστον ἔχουσι τὸ ἔαρ, αἱ δ’ ἄλλαι θέρους μὲν αἱ ψυχραὶ, χειμῶνος δ’ αἱ θερμαί. καὶ μὲν δὴ καὶ τὰς χειρίστας ὥρας ἑκάστη τῶν ἡλικιῶν καὶ τῶν φύσεων καὶ τῶν χωρῶν ἐκ τῶν εἰρημένων ἔνεστιν εὑρεῖν. ἐναντιώταται γάρ εἰσι ταῖς ἀρίσταις αἱ κάκισται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τάς μέσας τῶν ἀρίστων τε καὶ χειρίστων εὑρήσεις. ἔτι δὲ κἀκείνῳ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν ὡς τὸ μὲν ἔαρ ἄριστον εἴρηται εἶναι τοῖς μειρακίοις, ἅπασι δὲ τοῖς ἄλλοις ἐστὶ μέσον. οὔτε γὰρ ἄριστον ὑπάρχει οὔτε χείριστον. οὕτω δὴ καὶ πρὸς τὰς φύσεις ἔχει καὶ τὰς χώρας. τό γε μὴν φθινόπωρον ἁπάσαις καὶ ἡλικίαις κακὸν καὶ φύσεσι καὶ χώραις. ἧττον δ’ ἐν αὐταῖς τῶν ἄλλων αἱ ὑγραὶ καὶ θερμαὶ βλάπτονται κατὰ τὸ φθινόπωρον.

Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνονται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται.

Εἰ μὲν ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰτία μόνη τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ τῶν ὡρῶν, ἐκείνας τὰς νόσους ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι. νυνὶ δὲ ἐπειδὴ καὶ διὰ τὰς ἐν τῷ βίῳ πλημμελείας αἱ νόσοι γίνονται, πᾶσαι μὲν ἐν ἁπάσαις ἔσονται ταῖς ὥραις, πλείους δὲ καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι. συμβάλλεται μὲν οὐ μικρὸν εἰς τοῦτο καὶ ἡ τῶν φύσεων διαφορά. οὐ γὰρ ὁμοίως ὑπὸ τῆς αὐτῆς αἰτίας ὁ θερμὸς τῷ ψυχρῷ βλάπτεσθαι πέφυκεν ἢ ὁ ὑγρὸς τῷ ξηρῷ. καθάπερ οὐδὲ ὁ εὔκρατος ἑκάστῳ τούτων, οὔτε τοῖς κατὰ συζυγίαν τινὰ δυσκράτοις, ὡς ἔμπροσθεν εἴρηται.

Τοῦ μὲν ἦρος τὰ μανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες, ἑλκώδεες πλεῖσται καὶ φύματα καὶ ἀρθριτικά.

Καὶ πῶς ἂν ἔτι δόξειεν ὀρθῶς εἰρῆσθαι πρόσθεν, ἔαρ δ’ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, παμπόλλων παθῶν ἐν αὐτῷ γιγνομένων; ἔοικε γὰρ μᾶλλον ἁπάσῃ ὥρᾳ ἐξισοῦσθαι κατὰ τὴν ποικιλίαν ὦν γεννᾷ νοσημάτων. αἱ μὲν γὰρ μανίαι καὶ αἱ μελαγχολίαι, ἐπιληψίαι τε καὶ κυνάγχαι φθινοπωρινὰ νοσήματα. κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι χειμερινά. περὶ δὲ τοῦ θέρους αὐτὸς ἐφεξῆς ἐρεῖ, τὴν κοινωνίαν ἐνδεικνύμενος αὐτοῦ τὴν πρὸς τὸ ἔαρ· τοῦ δὲ θέρεος ἔνια τουτέων, τουτέστι τῶν προειρημένων κατὰ τὸ ἔαρ. ἔξ ἐπιμέτρου δὲ παρὰ τὰς ἄλλας τὸ ἔαρ, αἵματός τε ῥύσεις καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλωοὺς καὶ ἐξανθήσεις ἑλκώδεις πλείστας ἐργάζεται καὶ φύματα ἀρθριτικά. ταῦτα μὲν οὖν ὅσα τῆς ἐαρινῆς ὥρας ἴδια, διὰ πάντ’ ἐστὶν ἀκίνδυνα καὶ τοσοῦτον δεῖ τὸν ἀφορισμὸν ἐκεῖνον ἀναφαίνειν ψευδῆ, καθ’ ὃν εἶπεν αὐτὸς, ἔαρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, ὥστε μαρτυρεῖν αὐτῷ μᾶλλον ἔοικεν. ἐκκαθαίρεσθαι γὰρ ἐν αὐτῇ τῇ ὥρᾳ τὸ βάθος τοῦ σώματος ἀπὸ τῶν κυρίων μερῶν, ἐπὶ τὸ δέρμα τῶν μοχθηρῶν χυμῶν ἀφικνουμένων. οὕτω γοῦν αἵ τε λέπραι καὶ οἱ ἀλφοὶ, ἑλκώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίγνονται. καθ’ ἕτερον δὲ τρόπον ἐν τοῖς φύμασι καὶ ταῖς ἀρθρίτισι καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα, μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν. ὅτι δὲ καὶ αἱ τοῦ αἵματος ῥύσεις κενοῦσαι τὸ πλῆθος καὶ τὴν κακοχυμίαν κωλύουσι τὰς ἐν αὐτοῖς νόσους ἄντικρυς δῆλον. εἰ δέ τι σῶμα εὔχυμον παρέλαβεν ἡ τοῦ ἦρος ὥρα φυλάττει τοῦτο ὑγιεινότατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως νεωτερίζουσα. οὐ μὴν τό γε θέρος ἢ τὸ φθινόπωρον ἢ ὁ χειμών. ταῦτα γὰρ εἰ καθαρὸν τὸ σῶμα καὶ παντοίως ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν εἴωθε χολὴν πλείονα τοῦ δέοντος γεννᾷν, τὸ δὲ τὴν μέλαιναν, ὁ χειμὼν δὲ τὸ φλέγμα. παραπλήσιον δέ τι συμβαίνει κατὰ τὸ ἔαρ, ὁποῖον ἐπὶ τῶν γυμνασιῶν ὁρῶμεν γιγνόμενον. καὶ γὰρ καὶ τοῦθ’ ὑγιεινότατον μέν ἐστιν, ἀλλ’ ἐὰν φλέγματος ἄνθρωπον μεστὸν ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης ἢ καὶ αὐτοῦ τοῦ αἵματος ἐθελήσεις γυμνάζειν, ἤτοι γε ἐπίπληκτον αὐτὸν ἢ ἀπόπληκτον ἐργάσῃ τοῖς γυμνασίοις. ἢ εἰ μὴ ταῦτα κινδυνεύει, ῥαγέντος ἀγγείου κατὰ τὸν πνεύμονα περιπεσεῖν ἀνηκέστῳ κακῷ. πολλοὶ δὲ πυρέττειν ἀρξάμενοι διὰ τὰ γυμνάσια νόσοις ὀξυτάταις ἑάλωσαν. ὅσοις δ’ ἀντὶ καθάρσεως τῶν ἐν τῷ βάθει χυμῶν γένηται τὸ γυμνάσιον εἰς τὸ δέρμα τὴν κακοχυμίαν ἐκτεῖνον, ἕλκη καὶ ψώρας ἐργάζεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔλεγεν, ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. καὶ δὴ καὶ κατὰ τὸ ἔαρ ἡ ἐκ τοῦ περιέχοντος θερμασία, χέουσα τοὺς χυμοὺς, ἐξάγει πρὸς τὸ δέρμα καὶ τοῦτο τὸ ἔργον αὐτοῦ τοῖς γυμνασίοις ἐστὶ παραπλήσιον. οὐ μόνον δὲ τοῖς τούτων ἔργοις ἔοικε τὰ τοῦ ἦρος, ἀλλὰ καὶ τοῖς τῆς φύσεως αὐτῆς. ταύτης γοῦν ἐστὶν ἔργα τήν τε ἄδηλον διαπνοὴν ἐργάζεσθαι καθ’ ὅλον τὸ σῶμα, δι’ ἦς ἐκκρίνεται τὰ περιττὰ, καθαίρειν τε τὸ σῶμα πολυειδῶς ἐν ταῖς νόσοις.

Τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ ξυνεχέες καὶ καῦσοι καὶ τριταῖοι πλεῖστοι καὶ τεταρταῖοι, ἔμετοι καὶ διάῤῥοιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα.

Τοῦ θέρους φησὶν ἔνια μὲν καὶ τῶν ἠρινῶν γενέσθαι νοσημάτων, κατὰ τὴν ἀρχὴν δηλονότι αὐτοῦ. τὰ γὰρ συνάπτοντα τῷ τέλει τοῦ ἦρος, ὥσπερ ὁμοιότητα τῆς κράσεως ἔπει πρὸς τὸ θέρος, οὕτω καὶ τῆς τῶν παθῶν γενέσεως. γενέσθαι μὲν γάρ φησι καὶ ἄλλα τινὰ τοῦ θέρους ἴδια πυρετοὺς συνεχεῖς καὶ καύσους καὶ τριταίους καὶ ἁπλῶς εἰπεῖν ὅσα διὰ τὴν ξανθὴν χολὴν συμβαίνει πάσχειν τὰ σώματα. καὶ γὰρ οὖν καὶ οἱ ἔμετοι ταύτης ἐπιπολαζούσης καὶ διάῤῥοιαι κάτω χωρούσης γίγνονται, καὶ ὀφθαλμίαι δὲ τοῦ θέρους πολλαὶ, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω δὲ καὶ ὤτων πόνοι καὶ τὰ ἄλλα τὰ ὅμοια πάσχει τῷ θέρει τὸ σῶμα, διὰ τὴν πλήρωσιν τῆς κεφαλῆς, ἄλλοτε εἰς ἄλλο μέρος ἀποτιθεμένης τὸ περιττόν. αἱ δὲ ἑλκώσεις αἱ τῶν στομάτων ὅτι διὰ τὸν χολώδη γίγνονται χυμὸν εὔδηλόν ἐστιν. αἱ μέντοι σηπεδόνες τῶν αἰδοίων οὐχ ἁπλῶς, ἀλλ’ ὅταν ὑγρότερον μᾶλλον ἢ ἀπνούστερον ἢ νοτιώτερον γένηται. τὸ μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἀποκεχωρηκὸς εἰς ὑγρότητα καὶ ἄπνοιαν, οὐκ αἰδοίων μόνων ἐργάζεται σηπεδόνας, ἀλλὰ καὶ παντὸς ἄλλου μορίου, καθάπερ ἥ τε ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν κατάστασις ἥ τ’ ἐν τῷ δευτέρῳ κατὰ τὴν ἀρχήν. αἱ δ’ ἐπ’ ὀλίγον ἐκτροπαὶ τῶν αἰδοίων ἅπτονται, δι’ ὑγρότητα καὶ θερμότητα σήπεσθαι πεφυκότων, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. ὥστ’ ἐπειδὰν τὴν ἑαυτοῦ κρᾶσιν φυλάττῃ τὸ θέρος, οἳ περιττώμασιν ἐνοχλοῦνται πολλοῖς, ἐπειδὰν ῥυῇ ταῦτα κατά τινα πρόφασιν, ἐπὶ τὰ αἰδοῖα τὰς σηπεδόνας αὐτῶν πάσχουσι. τὰ δ’ ἵδρωα τῶν κατὰ τὴν ἐπιφάνειαν ἐξανθημάτων ἐστὶν, ἑλκωδῶς τραχύνοντα τὸ δέρμα. καὶ γίγνεται, καθάπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, διὰ τοὺς πολλοὺς ἱδρῶτας, ὅταν χολωδέστεροί πως ἢ ὅλως δακνωδέστεροι τυγχάνουσιν ὄντες. ὀδαξοῦσι γὰρ οὗτοι τὸ δέρμα καὶ κνησμῶδες ἐργάζονται καὶ τραχύνουσιν ἑλκωδῶς.

Τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες καὶ ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι, λειεντερίαι καὶ δυσεντερίαι καὶ ἰσχιάδες καὶ κυνάγχοι καὶ ἄσθματα καὶ εἰλεοὶ καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά.

Ἐν τῷ φθινοπώρῳ, φησὶ, καὶ τῶν θερινῶν νοσημάτων γίνονται πολλὰ, μένοντος ἔτι κατ’ αὐτὸ τοῦ θερινοῦ χυμοῦ δηλονότι τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐπὶ τῷ ἦρι τὸ θέρος γιγνόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινόπωρον ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ τοὐναντίον ἅπαν ἀπὸ τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. δεόντως οὖν τὸ μὲν θέρος ἔνια τῶν ἠρινῶν νοσημάτων, φησὶ γεννᾷν, τὸ δὲ φθινόπωρον οὐκ ἔνια τῶν θερινῶν, ἀλλὰ πολλά. καὶ μέντοι καὶ τεταρταίους πυρετοὺς ἐν ταύτῃ τῇ ὥρᾳ γίγνεσθαί φησιν, ἐπὶ τῇ μελαίνῃ δηλονότι συνισταμένους χολῇ, διττὴν ἐχούσῃ τὴν γένεσιν, ἐκ μὲν τῆς ξανθῆς ὑπεροπτηθείσης τὴν ἑτέραν, ἐκ δὲ τοῦ παχέος αἵματος τὴν ἑτέραν. γίνονται δὲ καὶ πλάνητες ἐν φθινοπώρῳ πυρετοὶ, διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως καὶ σπλῆνες μεγάλοι, διὰ τὸ μελαγχολικὸν περίττωμα, καὶ δὴ καὶ ὕδεροι διὰ τὸν σπλῆνα. καὶ εἴ τι φθινῶδες ἀμφίβολον, ἐν φθινοπώρῳ μάλιστα ἐξελέγχεται, διὰ τὴν ξηρότητα καὶ τὴν ψύξιν καὶ τὴν ἀνωμαλίαν τῆς ὥρας, οὐδὲν δ’ ἧττον καὶ διὰ τὴν κακοχυμίαν. διὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ αἱ στραγγουρίαι γίνονται μάλιστα κατὰ τὴν ὥραν ἐκείνην. ψύχεται γὰρ ἡ κύστις ἐν ταῖς ἀτάκτοις καὶ ἐξαπίνης ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολαῖς, αἵ τ’ ἐκ τῆς κακοχυμίας ἐνοχλοῦσιν αὐτὴν δριμύτητες καὶ μάλισθ’ ὅταν ἐξαίφνης ἐπὶ τὸ ψυχρὸν γιγνομένης μεταβολῆς τοὺς τέως διαπνεομένους καὶ δι’ ἱδρώτων κενουμένους χυμοὺς ἀποστρέψῃ πρὸς τὴν κύστιν. αἱ λειεντερίαι δὲ ταχεῖαί τέ εἰσι καὶ κατὰ πάντα ἀμετάβλητοι τῶν σιτίων διαχωρήσεις, ἤτοι δι’ ἕλκωσιν ἐπιπολῆς κατά γε τὴν γαστέρα ἢ κατὰ τὰ ἔντερα συνισταμένην τοιαύτην, οἷαί περ καὶ ἐπὶ τῶν παιδίων αἱ ἄφθαι καλούμεναι ἢ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως. ὧν τὸ μὲν πρότερον ἐπὶ δακνώδεσι χυμοῖς ἢ λεπτοῖς τῇ συστάσει, τὸ δὲ δεύτερον ἐπὶ δυσκρασίᾳ μεγάλῃ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων γίγνεται. ἄμφω δὲ ταῦτα τῷ φθινοπώρῳ μάλιστα γίνεσθαι συμβαίνει. τὰς δ’ ἰσχιάδας εὔλογον ἐπί τε τῇ κακοηθείᾳ τῶν χυμῶν καὶ τῇ ψύξει μάλιστα γίνεσθαι συμβαίνει. κυνάγχαι δὲ ἐπὶ χολώδεσι χυμοῖς συνίστανται, κατασκήπτουσιν εἰς τὴν φάρυγγα. καὶ διαφέρουσι τῶν κατὰ τὸ ἔαρ, ὅτι φλεγματωδέστεραί πως ἐκεῖναι. καὶ μὲν δὴ καὶ τὰ ἄσθματα, διά τε τὴν ἔσω κίνησιν τῶν χυμῶν καὶ τὴν ψύξιν εἴωθε γίγνεσθαι. δι’ αὐτὰ δὲ ταῦτα καὶ οἱ εἰλεοὶ τῆς κάτω διεξόδου τῶν τῆς τροφῆς περιττωμάτων ἐπίσχεσις ὄντες, ἐπὶ φλεγμοναῖς τὰ πολλὰ λὰ μέρους τινὸς ἐντέρων γίγνονται. μάλιστα δὲ εἰκὸς ἐν ψυχρῷ καὶ ξηρῷ καὶ ἀνωμάλῳ καὶ κακοχύμῳ καιρῷ βλάπτεσθαι τὰ κατὰ γαστέρα τε καὶ τὰ ἔντερα. λεπτοὺς γὰρ καὶ εὐκινήτους ἐν τῷ θέρει τοὺς χυμοὺς γιγνομένους διαδεχόμενον τὸ φθινόπωρον ψυχρόν τε ἅμα καὶ ἀνώμαλον ὑπάρχον εἰς τὸ βάθος ἄγει τοῦ σώματος. ἐν τῷ βάθει δ’ ἐστὶ καὶ ἡ τῶν ἐντέρων θέσις. αἱ δ’ ἐπιληψίαι γίγνονται τοῖς ἐπιτηδείως ἔχουσι πάσχειν τὸ πάθος τοῦτο, διὰ τὴν ἐξαιφνίδιον ἐπὶ τἀναντία μεταβολήν. θάλπος μὲν γὰρ ἐν τοῖς μέσοις τῆς ἡμέρας, ψῦχος δ’ ἐν τοῖς πρώτοις καὶ τελευταίοις γίγνεσθαι, οὐδὲν δ’ οὕτω τοὺς ἐπιληπτικοὺς, ὡς ἡ τοιαύτη μεταβολὴ γεννᾷν πέφυκε. τὰ δὲ μανικὰ πάθη διὰ τὴν ἐν τοῖς λεπτοῖς χολώδεσι χυμοῖς κακοήθειαν γίγνεται, καθάπερ γε καὶ τὰ μελαγχολικὰ διὰ τὴν μέλαιναν, ὑπὲρ ἧς ὀλίγον ἔμπροσθεν εἴρηται.

Τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων καὶ πλευρέων καὶ ὀσφύος καὶ κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.

Τὰ χειμερινὰ νοσήματα ἐξηγούμενος ἐφεξῆς τῶν φθινοπωρινῶν, οὐκέθ’ ὁμοίως ὡς ἔμπροσθεν εἶπεν, οὔθ’ ὅτι τοῦ χειμῶνος τὰ πολλὰ τῶν φθινοπωρινῶν, καίτοι γ’ ἔμπροσθεν ἐπὶ μὲν τῶν θερινῶν εἰρήκει, παραβάλλων αὐτὰ τοῖς ἠρινοῖς, τοῦ δὲ θέρεος ἔνιά τε τουτέων. ἐπὶ δὲ τῶν φθινοπωρινῶν τοῦ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλά. νυνὶ δὲ τοῦ χειμῶνος ἁπλῶς τὸν κατάλογον ἐποιήσατο τῶν νοσημάτων, ἤτοι γὰρ ἀπὸ κοινοῦ βουλόμενος ἡμᾶς κἀνταῦθα προσυπακοῦσαί τι τῶν εἰρημένων ἢ ἁπλῶς ἀποφαινόμενος μὴ κατὰ μηδὲν κοινωνούσης τῆς φθινοπωρινῆς ὥρας τῇ χειμερινῇ. καίτοι τά γε πρῶτα τοῦ χειμῶνος εὔλογόν τε ἅμα καὶ διὰ τῆς πείρας φαίνεται κοινωνοῦντα τῷ φθινοπώρῳ. καὶ γὰρ αὐτὸς εἶπεν· οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. εἰ μὴ λέγῃ τὸν αὐτὸν τῶν ἐν τῷ φθινοπώρου ἐσχάτῳ γινομένων μνημονεύειν. ἀλλὰ τά γε τοῦ χειμῶνος ἴδια ταῦτ’ εἶναι βούλεται, πλευρίτιδας καὶ περιπνευμονίας, διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων, ἐπεὶ τὰ μὲν ἄλλα καὶ σκεπάσαι δυνατὸν οὕτως ἀκριβῶς, ὡς ἤτοι μηδὲν ἢ ὡς ἤκιστα αἰσθάνεσθαι τῆς τοῦ περιέχοντος ψυχρότητος· τῆς δ’ ἀναπνοῆς οὔτ’ εἶρξαί τινα δυνατὸν οὔτ’ ἀναπνεῖν ἑτέρωθεν ἐγχωρεῖ. διά τε οὖν ταύτην αὐτὴν τὴν ψύξιν αἵ τε βῆχες ἐν χειμῶνι γίνονται μάλιστα καὶ οἱ τῶν πλευρῶν πόνοι. διὰ δὲ τὴν αὐτὴν ταύτην ψύξιν καὶ ἡ κεφαλὴ βλαπτομένη κορύζας τε καὶ βῆχας καὶ βράγχους ἐργάζεται. γίγνονται δ’ ὥσπερ τῶν πλευρῶν οἴ πόνοι διὰ τὴν ψύξιν, οὕτω καὶ τῆς κεφαλῆς καὶ τῆς ὀσφύος καὶ ἁπλῶς τῶν νευρωδῶν. καὶ οἱ ἴλιγγοι δὲ ταῖς τῆς κεφαλῆς ἕπονται βλάβαις, ὥσπερ γε καὶ ἀποπληξίαι. καὶ γὰρ καὶ τοῦτο τὸ πάθος, ὅταν ὁ ἐγκέφαλος ἐμπλησθῇ φλέγματος, γίνεται.

Ἐν δὲ τῇσι ἡλικίῃσι τοιάδε συμβαίνει, τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.

Ἐπιμελέστερον ἐξείργασται τὰ κατὰ τὰς ἡλικίας τῶν κατὰ τὰς ὤρας, εἰς μικρὰ μόρια τέμνων αὐτάς. ἐπὶ οὖν τῶν παιδίων τῶν νεογνῶν ἄφθας φησὶ γίγνεσθαι. καλοῦσι δὲ οὕτως τὰς ἐπιπολῆς ἑλκώσεις κατὰ τὸ στόμα, διὰ μαλακότητα μάλιστα τῶν ὀργάνων γιγνομένας, μὴ φερόντων μήτε τὴν ποιότητα τοῦ γάλακτος ἔχοντος οὐκ ὀλίγον ὀῤῥῶδες ἐν αὐτῷ. ῥυπτικὸν δ’ ἐστὶ τοῦτο τὴν φύσιν, ὥστ’ οὐδὲν θαυμαστὸν ἐν μαλακοῖς σώμασιν ἐργάζεσθαί τινας ἐπιπολῆς ἑλκώσεις. τοὺς δ’ ἐμέτους τηνικαῦτα εἰκὸς γίνεσθαι τούτοις διὰ τὸ πλῆθος οὗ προσφέρονται γάλακτος. ἀγρυπνίαι δ’ αὐτοῖς οὐδαμῶς συνήθεις εἰσὶ, κοιμᾶται γὰρ τὸ πλέον τοῦ χρόνου, πλὴν εἰ δι’ αὐτὸ τὸ πάθος νομίζει γινομένας ποτ’ ἀγρυπνίας τοῖς παιδίοις, ἐπειδὴ τὸ πλῆθος τῶν ὕπνων κατὰ φύσιν ἦν αὐτοῖς μάλιστα. οἱ φόβοι δὲ τοῖς παιδίοις γίνονται κατὰ τοὺς ὕπνους καὶ μάλιστα ἐξ αὐτῶν τοῖς ἀδηφάγοις, ὅταν εὐαίσθητα μὲν ᾖ, ἀσθενῆ δ’ ὑπάρχῃ φύσει τὰ κατὰ τὴν γαστέρα χωρία, διαφθείρεται δὲ ἡ τροφή. παρεφυλάξαμεν γὰρ οὐκ ἐπὶ τῶν τηλικούτων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἤδη τελείων ἐν τοῖς ὕπνοις γιγνομένας φαντασίας φοβερὰς, ὅταν πολλοί τε ἅμα καὶ μοχθηροὶ χυμοὶ βαρύνουσι καὶ δάκνουσι τὰ κατὰ τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, τοῦτο γὰρ αὐτῆς ἐστι τὸ αἰσθητικώτατον. αἱ δὲ τῶν ὀμφαλῶν φλεγμοναὶ τῶν ἀποτετμημένων οὐ πρὸ πολλοῦ δεόντως τοῖς νεογενέσι παιδίοις γίνονται, καθάπερ εἰ καί τι μέρος ἔτυχεν ἑλκωθέν. ἀλλὰ τάς γε μὴν τῶν ὤτων ὑγρότητας ἐν παθήμασι τίθεται, καίτοι τάς γε τῆς ὑπερώας καὶ τῆς ῥινὸς οὐ τιθέμενος, ὅτι κατὰ φύσιν μέν ἐστι διὰ ῥινῶν καὶ ὑπερώας μετοχετεύεσθαι τὸ περίττωμα τοῦ ἐγκεφάλου καὶ γίγνεται τοῦτο καὶ τοῖς τελείοις ἤδη, παρὰ φύσιν δὲ διὰ τῶν ὤτων. ἀλλὰ τοῖς γε βρέφεσι καὶ διὰ τούτων ὁ ἐγκέφαλος καὶ ἐκκαθαίρεται καὶ καλῶς ὁ Ἱπποκράτης ἐν τοῖς ἰδίοις τῆς ἡλικίας ἔγραψε καὶ τὰς τῶν ὤτων ὑγρότητας. ἔστι μὲν οὖν καὶ ὅλον τὸ σῶμα τοῖς νεογενέσι παιδίοις ἐσχάτως ὑγρὸν, ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν ἐν αὐτοῖς οἷον κηρώδη μᾶλλον ὑπάρχειν ἢ λιθώδη. πολὺ δὲ μᾶλλον τῶν ἄλλων μορίων ὁ ἐγκέφαλος ὑγρός ἐστιν, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων τοιοῦτος, ὥστε εὐλόγως αὐτοῖς ἐπειδὴ πλῆθός ἐστι τῶν περιττῶν διὰ πάντων ἐκκρίνεσθαι τῶν πόρων.

Πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι τὰς κοιλίας σκληρὰς ἔχουσι.

Τὸ μὲν ὀδαξησμούς τινας γίνεσθαι τῶν οὔλων, ὅταν οἱ ὀδόντες φύειν μέλλωσι τοῖς παιδίοις, οὐδὲν θαυμαστόν. ὁ γὰρ ὀδαξησμὸς κνησμός τίς ἐστι μετὰ βραχείας τινὸς ἀνίας. οἱ πυρετοὶ δὲ καὶ οἱ σπασμοὶ καὶ αἱ διάῤῥοιαι συμβαίνουσι τοῖς παιδίοις ὀδοντοφυοῦσιν ἤδη καὶ μηκέτι μέλλουσιν, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν, καὶ μάλισθ’ ὅταν ἀνάγωσι τοὺς κυνόδοντας. εὔλογον δὲ δή που ὅτι διατετραμμένων τῶν οὔλων ὑπὸ τῶν ἀνιόντων ὀδόντων ταῦτα γίνεσθαι τὰ συμπτώματα, καθάπερ ὅταν ἐμπεπαρμένος ᾖ σκόλοψ σαρκὶ, καὶ πλέον γ’ ἐστὶ τὸ κατὰ τοὺς ὀδόντας ἢ τοὺς σκόλοπας τὸ τῆς ἀνίας. οἱ μὲν γὰρ σκόλοπες ἡσυχάζουσιν ἐστηριγμένοι κατὰ τὸ μόριον ᾧ κατ’ ἀρχὰς ἐμπεπήγασιν, οἱ δ’ ὀδόντες ἀεὶ προχωροῦσι τοσοῦτον ὅσον αὐξάνονται. πυρέττει μὲν οὖν ἐν τούτῳ τῆς ἡλικίας τὰ παιδία διά τε τὰς ὀδύνας καὶ τὰς ἀγρυπνίας καὶ τὰς φλεγμονάς. οἱ σπασμοὶ δ’ αὐτοῖς ἕπονται διά τε ταῦτα καὶ διὰ τὴν τροφὴν ἀπεπτουμένην, καὶ διότι μηδέπω τὰ κατὰ τῶν νεύρων φύσιν ἐστὶν ἰσχυρά. τούτοις ἅπασιν ἀκολουθοῦσιν ἐξ ἀνάγκης καὶ διάῤῥοιαι, διὰ τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφὴν μήτε ἀναδίδοσθαι. τὸ δὲ καὶ τοῖς παχυτάτοις τῶν παιδίων καὶ τοῖς τὰς κοιλίας σκληρὰς ἔχουσιν ἐπὶ τοὺς σπασμοὺς ἀναφέρεται. τούτοις μάλιστα λέγοντος αὐτοῦ τῶν παιδίων γίγνεσθαι σπασμοὺς, ἅπερ ἂν ᾖ παχύτατα καὶ κοιλίας ἔχοντα σκληράς. πληθωρικὰ γὰρ ἐστι τὰ τοιαῦτα καὶ περιττωματικὰ καὶ διὰ τοῦτο σπασμοῖς εὐάλωτα, μάλιστα δὲ σπασμοὶ τὰς τοιαύτας καταλαμβάνουσι φύσεις.

Πρεσβυτέροισι δὲ γενομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθος στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.

Πρῶτον μὲν ἔγραψε τῶν νεογνῶν παιδίων, εἶθ’ ἑξῆς τῶν ὀδοντοφυούντων, εἶτα νῦν περὶ τῶν μεταξὺ κατὰ τὴν ἡλικίαν ἤδη, τῶν πεπαυμένων τοὺς ὀδόντας φύειν καὶ τῶν πλησίων τοῦ ἡβάσκειν. ἐφεξῆς γὰρ ἐκείνων, ἐπὶ τοῖς δὲ τετάρτων τῇ τάξει, μνημονεύει κατὰ τὸν ἑξῆς ἀφορισμόν. ἀλλὰ τήν γε τρίτην ἡλικίαν, ἥτις νῦν πρόκειται ἡμῖν, τὴν ἄχρι δωδεκάτου καὶ τρισκαιδεκάτου προϊοῦσαν ἔτους, ἁλίσκεσθαι πάθεσί φησιν, ὧν πρῶτα γράφει παρίσθμια, φλεγμονὰς ὄντα τῶν κατὰ τὸν ἰσθμὸν χωρίων. ἀκούειν δὲ νῦν ἰσθμὸν χρὴ, τὸ μεταξὺ τοῦ στόματός τε καὶ τοῦ στομάχου μόριον, ἐκ μεταφορᾶς οὕτως ὠνομασμένον, ἀπὸ τῶν κυρίως λεγομένων ἰσθμῶν. αἳ δή τινές εἰσι στεναὶ γῆς διέξοδοι, μεταξὺ δυοῖν θαλαττῶν. τὰ δὲ παρίσθμια ταῦτα, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κοινοῦ, τῇ τε γαστρὶ καὶ τῷ στομάχῳ καὶ τῇ φάρυγγι καὶ ὅλῳ τῷ στόματι χιτῶνός εἰσι φλεγμοναὶ, ποτὲ δὲ καὶ τῶν ὑποκειμένων αὐτῶν μυῶν, ἡνίκα καὶ τοῦ κατὰ τὸ ἰνίον σπονδύλου συμβαίνουσιν αἱ εἴσω ῥοπαὶ, περὶ ὧν ἐφεξῆς ἐν τοῖς παρισθμίοις ἐρεῖ· σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες. ἑλκόμενος γὰρ ὑπὸ τῶν φλεγμαινόντων μυῶν ὁ σπόνδυλος οὗτος εἰς τὸ πρόσω τοῦ τραχήλου μέρος ἐπινεύει. κέκληκε δὲ οὐ πρόσω τοῦτο μέρος, ἀλλ’ εἴσω Ἱπποκράτης, ὡς πρὸς τὸν σπόνδυλον ἀναφέρων τὸν λόγον ὀπίσω κείμενον. ἡ γὰρ εἰς τὸ βάθος μετάστασις τοῦ σώματος, ἐάν τε ἐκ τῶν ὀπίσω ἐάν τε ἐκ τῶν πρόσω γένηται, διὰ μιᾶς φωνῆς δηλοῦται τῆς ἔσω. τί δή ποτ’ οὖν Ἱπποκράτης ἐπὶ τῶν ἀρτιγενῶν παιδίων οὔτε περὶ τῶν παρισθμίων οὔτε περὶ τῆς ἔσω ῥοπῆς τοῦ κατὰ τὸ ἰνίον σπονδύλου διῆλθεν, οὐδὲν ἧττον κἀκείνων ὑγρὸν καὶ περιττωματικὸν ἐχόντων τὸν ἐγκέφαλον, ὡς ἐπιπέμπειν ῥεῦμα τοῖς ὑποκειμένοις μορίοις· ἢ ὅτι φθάνει τὰ τηλικαῦτα διαφθειρόμενα, πρὶν ὑπομεῖναι φλεγμονὴν ἰσχυρὰν, τοὺς ὑποκειμένους τῇ φάρυγγι μύας ἅμα τοῖς νεύροις. καὶ ἄλλως ὅτι μαλακὰ ταῦτά ἐστιν αὐτοῖς τὰ μόρια καὶ διὰ τοῦτο ἀδύνατα τάσιν ὑπομεῖναι σφοδρὰν, ὡς ἐπισπᾶσθαι δύνασθαι τὸν σπόνδυλον εἴσω πρὸς αὐτά. καὶ μὲν δὴ καὶ τὸ ἆσθμα, καλοῦσι δ’ οὕτως οἱ Ἕλληνες τὴν πυκνὴν ἀναπνοὴν, οἷα συμβαίνει τοῖς δραμοῦσιν, ἢ ὁπωσοῦν ἑτέρως εἰς σφοδρὰν κίνησιν ἀχθεῖσιν. ἐπὶ μὲν τούτων γίνεται δι’ αὐτὸ τὸ γυμνάσιον, ἀναπνοῆς πολλῆς τοῦ ζώου χρῄζοντος. ἐπὶ δὲ τῶν ἄνευ γυμνασίου, διὰ τὴν στενοχωρίαν τῶν ἐν τῷ πνεύμονι κοιλιῶν. ἡ στενοχωρία δ’ αὕτη πληρουμένου τοῦ σπλάγχνου τῶν ἄνωθεν ῥευμάτων γίνεται. τὰ δὲ ῥεύματα ταῦτα πλείω μέν ἐστι τοῖς νεογόνοις παιδίοις, ἀναιρεῖ δ’ ὀξέως αὐτὰ, διότι καὶ ἄλλως ἔχει κακῶς. ἥτε γὰρ ἐκ τῆς μήτρας εἰς τὸν πέριξ ἀέρα κατάστασις ἥ τε τῆς τροφῆς ἑτερότης, ἥ τε φλεγμονὴ κατ’ ἀρχὰς μὲν τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, αὖθις δὲ διὰ τὴν τῶν ὀδόντων γένεσιν ἀσθενῆ πάντα ποιεῖ τὰ τοιαῦτα καὶ μόγις ἐφ’ οἷς εἴρηκα διαρκοῦνται, μή τί γε δὴ πρὸς ἐκείνοις ἔτι καὶ τὸ ῥεῦμα δυνάμενα φέρειν, εἰς πνεύμονα κατασκῆπτον. αἱ δὲ λιθιάσεις ἴδιόν ἐστι τῶν παίδων πάθημα, διὰ τὴν ἀδηφαγίαν ὠμοὺς χυμοὺς ἀθροιζόντων οὐκ ὀλίγους, ἐξ ὧν τὸ παχύτερον ἅμα τοῖς οὔροις εἰς τὴν κύστιν ἀφικνούμενον ὕλη τῆς τῶν λίθων ἐστὶ γενέσεως καὶ διὰ τὴν θερμασίαν τὴν πολλήν. ἀθροίζουσι μὲν γὰρ καὶ οἱ γέροντες οὐκ ὀλίγον ὠμὸν χυμὸν, οὐ διὰ τὴν ἀδηφαγίαν ὡς οἱ παῖδες, ἀλλὰ διὰ τὴν ἀῤῥωστίαν τῆς πεπτικῆς δυνάμεως. οὐ μὴν τὸ γε θερμὸν ἔχουσιν ἰσχυρὸν, ὃ τὴν παχεῖαν ὕλην ἐξατμίζον ἐργάζεται τοὺς λίθους. ἕλμινθες δὲ καὶ ἀσκαρίδες ἀνάλογον ἐοίκασι γίνεσθαι τοῖς ἄλλοις ζώοις, ὅσα τὴν γένεσιν οὐκ ἐκ σπερμάτων, ἀλλ’ ἐκ σηπεδόνος ἔχει μόνον. μόνη γὰρ οὐχ ἱκανὴ ταῦτα γεννῆσαι σηπεδὼν, ἀλλὰ καὶ θερμασίας πολλῆς προσδεῖται. διαφθείρεται μὲν οὖν ἡ τροφὴ πολλάκις ἐν τῇ γαστρὶ καὶ μάλιστα ἐν τῇ κάτω τοῖς παιδίοις. ἀλλ’ ἡ θερμασία τοῖς μὲν πάνυ νέοις οὐδέπω τῆς ὕλης ἐγκρατής ἐστι. τῶν δὲ τηλικούτων καὶ τὴν ὕλην ἐπέχει τὴν ἐπιτήδειον εἰς ζώων τοιούτων γένεσιν, ἐπ’ αὐτῇ τε τὴν θερμασίαν προσείληφεν. ἀσκαρίδες μὲν οὖν εἰσι λεπταί τινες ἕλμινθες, ἐν τῷ κάτω μάλιστα τοῦ παχέος ἐντέρου μέρει γεννώμεναι, καὶ φαίνονταί γε πλεῖσται σαφῶς ἐπὶ τῶν ἀπεπτούντων ὑποζυγίων γεννώμεναι. τὴν δ’ ἀπεψίαν αὐτῶν ἡ δυσωδία τῶν διαχωρημάτων ἐνδείκνυται. τὸ δ’ ἄλλο γένος τῶν ἑλμίνθων αἱ στρογγύλαι γεννῶνται μὲν ἐν τοῖς ἄνω μᾶλλον ἐντέροις, ὥστε καὶ εἰς αὐτὴν ἐπιβαίνουσιν ἔστιν ὅτε τὴν γαστέρα. πολὺ δὲ πλείους αὗται τῶν ἀσκαρίδων ἐν τοῖς παισὶ γίγνονται. σπανιωτέρα δ’ ἡ τῆς πλατείας ἕλμινθος γένεσίς ἐστιν, ἥτις καὶ μακροτάτη γίγνεται, παρεκτεινομένη πολλάκις ἅπασι τοῖς ἐντέροις. ἀλλὰ ταύτης μὲν οὐδ’ ὅλως ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ὅτι μηδὲ προὔκειτο περὶ πάντων αὐτῷ διεξέρχεσθαι τῶν παθημάτων ὅσα συμβαίνει τοῖς ἀνθρώποις, ἀλλ’ ἐκείνων μόνων, ὅσα γίγνεται καθ’ ἑκάστην τῶν ἡλικιῶν. διὰ τοῦτο γοῦν αὐτὸς μετὰ τῶν εἰρημένων κατάλογον ἐφεξῆς ἀκροχορδόνας τε καὶ χοιράδας ἔγραψε κακοχύμου πλήθους ἔγγονα νοσήματα ῥέποντος ἔξω τε καὶ πρὸς τὸ δέρμα. πᾶν δὲ αὐτῶν τὸ γένος ὀνομάζει φύματα γράψας ἐφεξῆς οὕτως, ἀκροχορδόνες χοιράδες καὶ τἄλλα φύματα. λέγονται δ’ ἐξαιρέτως ἔνια φύματα, φλεγμοναί τινες αὐτόματοι τάχιστα μὲν γεννώμεναι, τάχιστα δ’ εἰς ὀξὺ ὑψηλὸν αἰρόμεναι, τάχιστα δὲ καὶ ἐκπυϊσκόμεναι, καὶ πλείστη γε καὶ ἡ τούτων γένεσίς ἐστιν ἐν βουβῶνι καὶ μασχάλη, ὅτι καὶ ἀδένες ἐνταῦθα πολλοὶ φύσιν ἔχοντες εἰς ἑαυτοὺς ἑτοίμως δέχεσθαι τὰ περιττά. τούτων τῶν ἀδένων ἐστὶ πάθημα καὶ ἡ χοιρὰς οὐχ ὑπὸ θερμῆς ὕλης, οὐδ’ εἰς ἐκπύησιν ἐπειγομένης, μάλιστα δὲ ψυχροτέρας τε καὶ φλεγματικωτέρας.

Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προάγουσι, τουτέων τε τὰ πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες.

Ἄρχονται μὲν ἡβάσκειν μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος οἱ παῖδες. ὅσοι δὲ πλησίον ἥκουσι τῆς ἡλικίας ἐκείνης, εἶεν ἄν ποτε ἐτῶν δυοκαίδεκα ἢ τρισκαίδεκα, καὶ μέντοι καὶ τεσσαρεσκαίδεκά τινες αὐτῶν. οὐ γὰρ ἁπάντων ἀκριβὴς μία προθεσμία τῆς ἥβης ἐστὶ, διὰ τὴν θερμότητα καὶ ψυχρότητα τῆς κράσεως. οἱ μὲν γὰρ θερμοὶ πρωϊαίτερον, οἱ ψυχροὶ δὲ ὀψιαίτερον ἡβάσκουσι. νοσοῦσι δ’ οἱ παῖδες οὗτοι πολλὰ μὲν καὶ τῶν ἤδη προειρημένων τῇ τῆς κράσεως ὁμοιότητι καὶ μέντοι καὶ πυρετοὺς χρονιωτέρους τῶν ἔμπροσθεν. οὐ μὴν εἴρηκέ τι περὶ τῶν ἐν ἐκείνῃ τῇ ἡλικίᾳ πλεοναζόντων πυρετῶν, ἀλλ’ ἐκ τοῦ νῦν εἰρημένου δῆλός ἐστιν ἐνδεικνύμενος ὀξεῖς αὐτοὺς γίγνεσθαι. ἀλλοιοῦνται γὰρ αἱ διαθέσεις τῶν παίδων τάχιστα, διὰ τὴν ὑγρότητα τοῦ σώματος καὶ τὴν τῆς φυσικῆς δυνάμεως ἀῤῥωστίαν. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γίνονται τοῖς τηλικούτοις, ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκείνην ὁ χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεννᾶται ἢ προσθὲν, ἀλλ’ ὅτι νῦν ἦττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος, ἦττον κατὰ τὴν ἡλικίαν ταύτην γίνεσθαι τῆς ἔμπροσθεν.

Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ’ ἐν ἑπτὰ μησὶ, τὰ δ’ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προάγουσιν. ὅσα δ’ ἂν διαμένῃ τοῖσι παιδίοισι πάθεα καὶ μὴ ἀπολυθῇ παρὰ τὸ ἡβάσκειν ἢ ταῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.

Εἰ προσέκειτο τῷ λόγῳ τὰ χρόνια, κάλλιον ἂν ἦν. ὅθεν ἔνιοι τὸ τοῦ πάθους ὄνομα κατὰ τῶν χρονίων μόνων οἴονται λέγειν αὐτόν. ἀλλ’ ἐναντιοῦταί γε αὐτοῖς τὰ τοιαῦτα κατὰ τοὺς ἀφορισμοὺς εἰρημένα, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακείῃσι χρέεσθαι καὶ αἱ λεπταὶ δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσι. δῆλον οὖν ἐκ τούτων ἐστὶν ὡς οὐ μόνον ἐπὶ τῶν χρονίων, ἀλλὰ καὶ ἐπὶ ὀξέων λέγειν εἴωθεν ὁ Ἱπποκράτης τὸ τοῦ πάθους ὄνομα. φαίνεταί γε μὴν νῦν ἤτοι κατὰ τῶν χρονίων αὐτὸ φέρων ἢ τὸν λόγον ἐλλιπῆ πεποιημένος. ἀλλ’ ἡμεῖς γε ἀναπληρώσαντες αὐτὸν φήσομεν οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθη χρόνια κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι. τῶν μὲν οὖν ἡμερῶν ἡ τεσσαρακοστὴ πρώτη μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ μεταπτώσεως ὀξέων, ὡς καὶ πρόσθεν εἶπον. ὅσα δὲ τὸν ἀριθμὸν τούτων ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδομάδος λόγον ἴσχει τὴν κρίσιν, οὐκέθ’ ἡμερῶν ἑπτὰ συναριθμουμένων, ἀλλὰ πρότερον μὲν μηνῶν, εἶθ’ ἑξῆς ἐτῶν. καὶ μὲν δὴ καὶ ὅτι κατὰ τοῦτον ὑπερβάντα τὸν χρόνον εἰς τὴν τετάρτην ἡλικίαν ἀφικνεῖται πρόδηλον. δευτέρα τε γὰρ ἑβδομὰς ἐν τούτῳ τῷ χρόνῳ συμπληροῦται. καὶ ἄλλως αἱ μεταβολαὶ τοῦ σώματος μεγάλαι γίνονται κατὰ τὴν ἥβην καὶ μάλιστα ἐπὶ τῶν θηλειῶν, διὰ τὴν τῶν καταμηνίων φορὰν, ὥσθ’ ὅσα γε νοσήματα μηδὲ κατὰ ταύτην τὴν ἡλικίαν ἐλύθη μέχρι πολλοῦ χρόνου παραμένειν εἴωθεν.

Τοῖσι δὲ νεανίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα.

Λεπτομερῶς πάνυ διελθὼν τὰς πρώτας ἡλικίας ἄχρι τῆς τῶν ἡβώντων οὐκ οἶδ’ ὅπως ὑπερέβη τὴν τῶν μειρακίων, ἐν τῷ μεταξὺ τῆς τῶν ἡβώντων καὶ τῶν ἀκμαζόντων οὖσαν. ἀλλ’ ἐκ τῶν εἰρημένων ἔνεστί σοί τι καὶ περὶ ταύτης τεκμήρασθαι, κοινωνούσης μὲν κατὰ πολλὰ ταῖς περιεχούσαις αὐτὴν ἑκατέρωθεν ἡλικίαις, ἴδιον δ’ ἐξαίρετον ἐχούσης ἐπὶ τῶν ἀῤῥένων τὴν ἐκ ῥινῶν αἱμοῤῥαγίαν, ἧς ἐμνημόνευσεν ἐπὶ τῶν ἐγγὺς τῆς ἥβης. ἄρχεται μὲν γὰρ ἐπιφαίνεσθαι κατ’ ἐκείνην τὴν ἡλικίαν τοῦτο τὸ σύμπτωμα, μάλιστα δ’ ἀκμάζει τοῖς μειρακίοις, εἶθ’ ὑφίησιν ἀνδρουμένους. ἀλλὰ ταύτην τὴν ἡλικίαν ὑπερβὰς ὁ Ἱπποκράτης ἐπὶ τὴν τῶν νεανίσκων ἀφικνεῖται, καὶ πρῶτον μὲν αἵματος πτύσιν καὶ φθίσιν ἔγραψεν, εἶθ’ ἑξῆς πυρετοὺς ὀξεῖς καὶ μετ’ αὐτοὺς ἐπιληψίαν. εἶτ’ ἐπὶ τούτοις ἔφη καὶ τὰ ἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα, καλῶς μὲν τοῦτο προσγράψας, ὁρᾶται γὰρ οὕτως ἔχον, ἐλλιπῶς δὲ περὶ τῶν ὀξέων πυρετῶν διελθών. οὐ γὰρ ἁπλῶς ἐχρῆν εἰπεῖν ὀξεῖς καὶ οἵ γε τοῖς παισὶν οὐδὲν ἧττον ὁρῶνται γιγνόμενοι, ἀλλὰ τῶν ὀξέων τριταίους μάλιστα καὶ καύσους. οὗτοι γὰρ χολωδέστατοί τε πυρετῶν ἁπάντων εἰσὶ καὶ πλεῖστοι τοῖς νεανίσκοις γίνονται. διότι καὶ ἡ ξανθὴ χολὴ πλεονάζει κατ’ αὐτὴν τὴν ἡλικίαν, ἐφ’ ἧς αἱ τοιαῦται νόσοι τοῖς ἀκμάζουσι γίνονται. φθίσεις δὲ καὶ πτύσεις αἵματος οὐ κατὰ τὴν φύσιν τῆς ἡλικίας πάσχουσιν, ἀλλὰ κατά τι τῶν συμβεβηκότων αὐτῇ. διὸ καὶ πρόσθεν ἔλεγεν· οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἦττον, ἔνθα καὶ ἡμεῖς εἴπομεν ὡς διὰ τὴν ἀκρασίαν τοῖς νέοις, οὐ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως τὰ νοσήματα γίγνεται πολλά. κατὰ τοῦτο οὖν καὶ τοῖς νεανίσκοις αἱ τοῦ αἵματος πτύσεις συμβαίνουσιν, ἤτοι διὰ τὸ πληγῆναι καὶ θλασθῆναι καὶ πηδῆσαι καὶ κράξαι σφοδρῶς ἢ διὰ ψύξιν καὶ χαμευνίαν ἢ πλησμονὴν ἤ τι τοιοῦτον. ταῖς δὲ τοῦ αἵματος πτύσεσιν ἕπονται φθίσεις, ὥστε καὶ διὰ ταῦτα νοσήσουσιν οἱ νεανίσκοι κατὰ συμβεβηκὸς, οὐ πρώτως οὐδὲ τῷ λόγῳ τῆς ἡλικίας. ἐπιληψίαι δὲ καίτοι κακῶς διαιτωμένοις αὐτοῖς, ὅμως οὐ γίγνονται πολλαὶ, καὶ θαυμάζω πῶς καὶ ταύτας ἔγραψεν ὁ Ἱπποκράτης αὐτὸς ἐν ἑτέροις, οὐ μόνον ὅτι πλεονάζουσι τοῖς παισὶν εἰπὼν, ἀλλὰ καὶ ὅτι διὰ τοῦτο παιδικὸν ὀνομάζεται τὸ πάθημα καὶ ὅτι κατὰ τὴν μεταβολὴν τῆς ἡλικίας παύονται. γίνονται μὲν οὖν τισι καὶ τῶν νεανίσκων ἐπιληψίαι πρότερον οὐκ οὖσαι, διὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν ἣν ἔν τε τοῖς προσφερομένοις ποιοῦνται καὶ ἣν ἐν τοῖς διαπραττομένοις ὑπ’ αὐτῶν ἔργοις, ἔν τε χαμευνίαις καὶ ἡλιώσεσι καὶ χειμῶσι καὶ τοιούτοις. ἀλλ’ αὗταί γε οὐ πολλαί τινές εἰσι καὶ γίγνεται δὲ καὶ ἄλλα τινὰ νοσήματα κατὰ τὸν αὐτὸν λόγον, ὥστε κάλλιον ἦν ὧδέ πως εἰρῆσθαι τὸν ἀφορισμόν. τοῖς δὲ νεανίσκοις γίνεται μὲν καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ ῥητὰ κατὰ τὰς ἄλλας ἡλικίας, ἐξαιρέτως δὲ οἵ τε καῦσοι καὶ οἱ τριταῖοι πυρετοί. ἰστέον δὲ ὅτι ἡ ἀκμαστικὴ ἡλικία λε΄ ἔτεσι περιγράφεται, ἡ δὲ παρακμαστικὴ μθ΄.

Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην ἄσθματα, πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, χολεραὶ, διάῤῥοιαι χρόνιαι, δυσεντερίαι, αἱμοῤῥοΐδες.

Τῶν νεανίσκων ἡλικία κατὰ τὴν πέμπτην ἑβδομάδα περιγράφεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ἔλεγεν ἐν τῷ προγνωστικῷ. μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥύσιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων. ἡ γὰρ ἐχομένη τῶν νεανίσκων ἡλικία ταῖς ἐφεξῆς ἑβδομάσι δύο παρεκτείνεται, πάντα μὲν ἔτι πράττειν ἐπιχειρούντων αὐτῶν τὰ κατὰ τὸν βίον, παραπλησίως τοῖς ἀκμάζουσιν, οὐ μὴν ὁμοίως γε ἐξαρκούντων τοῖς πόνοις. ὑπό τε γὰρ ἐγκαύσεως καὶ ψύξεως καὶ χαμευνίας, ἀγρυπνίας τε καὶ πλησμονῆς μᾶλλον ἐκείνων βλάπτονται. καὶ μὲν δὴ καὶ ἡ κρᾶσις αὕτη τῶν τοιούτων μελαγχολικωτέρα πως ἔστι. καὶ διὰ τοῦτο ἐν αὐτῇ μελαγχολῶσι πολλοὶ, καθάπερ τῶν ὡρῶν ἐν φθινοπώρῳ. ὡς γὰρ ἐκεῖνο τὴν ἐν τῷ θέρει κατοπτηθεῖσαν ὠχρὰν χολὴν διαδέχεται ψυχρὸν ὂν, οὕτω καὶ ἡ παρακμαζόντων ἡλικία τὴν τῶν νεανίσκων, ἐπεὶ αὐτῇ ἐοικυῖα μάλιστα θέρει καὶ θαυμάσαι γέ ἐστι πῶς οὐκ ἔγραψεν ἐπ’ αὐτῆς μελαγχολίας. εὗρόν γε μὴν ἔν τισι τῶν ἀντιγράφων καὶ ταύτην γεγραμμένην, ἤτοι προσθεῖναι τὸ λεῖπον τολμήσαντός τινος ὡς παρεωραμένον ὑφ’ Ἱπποκράτους, ἢ τῶν ἄλλων ἡμαρτημένοις ἀντιγράφοις πιστευσάντων. ἀπόλλυνται δὲ καὶ τῶν φθινόντων πολλοὶ κατὰ ταύτην τὴν ἡλικίαν καὶ τῶν νεανίσκων καὶ ὅσοι ἐξ αἵματος πτύσεως ἁλίσκονται φθόῃ κατὰ ταύτην ἀπόλλυνται. οὐ μὴν πτύουσί γε αἷμα πολλοὶ κατὰ ταύτην, ὅτι μηδὲ πλῆθος αἵματός ἐστιν ἐπὶ τοῖς τηλικούτοις. ἄσθμασι δὲ καὶ περιπνευμονίαις καὶ πλευρίτισιν ἁλίσκονται μᾶλλον τῶν νεανίσκων, ὡς ἂν τῇ μὲν διαίτῃ καὶ τοῖς πόνοις ὁμοίως χρώμενοι, πολὺ δ’ ἀσθενέστερον ἐκείνων ἔχοντες τὸ σῶμα. καὶ ὅλως ἃ παρέλιπεν ἐπὶ τῶν ἀκμαζόντων κατὰ λέξιν νοσήματα, ταῦτα νῦν ἅπαντα διέρχεται. καὶ γὰρ αἱ φρενίτιδες καὶ οἱ καῦσοι καὶ αἱ χολεραὶ καὶ αἱ δυσεντερίαι τοῖς νεανίσκοις οὐδὲν ἧττον, ἢ τοῖς παρακμάζουσι γίνονται, τὴν ὑπόθεσιν τῆς γενέσεως ἐκ τῆς ὠχρᾶς χολῆς λαμβάνουσαι. χρονιώτεραι δὲ ἐπὶ τῶν παρακμαζόντων αἱ διάῤῥοιαι γίνονται, διὰ τὸ τῆς ἀναδόσεως ἐλλιπές. σχεδὸν γὰρ ἁπασῶν τῶν ἡλικιῶν ἡ παρακμαστικὴ βραχυτάτων δεῖται τῶν ἀναλαμβανομένων εἰς τὴν ἕξιν, ὅτι καὶ τὸ διαφορούμενον ὑπ’ αὐτῶν ὀλίγιστον. οὔτε γὰρ ἔτι θερμὸν ὁμοίως ἐστὶ τὸ σῶμα ὡς ἔμπροσθεν οὔτε εἰς αὔξησιν ἔτι δαπανᾶται κατ’ αὐτὴν, ἀλλ’ οὐδὲ τῆς καθεκτικῆς δυνάμεως ἱκανῶς ἀῤῥωστούσης, ὡς ἐπὶ τῶν γερόντων, ἀποῤῥεῖ τι πλέον ἐκ τοῦ σώματος. ἐπεὶ τοίνυν αἱ διάῤῥοιαι γίγνονται μὲν, ἤτοι τῆς πέψεως ἢ τῆς ἀναδόσεως ἀποτυγχανομένων, γίγνονται δὲ καὶ διὰ χολῆς δριμύτητα ξυούσης τὸ ἔντερον, ἅπαντα δὲ ταῦτα ἐπὶ τῶν παρακμαζόντων ἐστὶν, εἰκότως ἐπ’ αὐτῶν αἱ διάῤῥοιαι χρονίζουσιν. οἵ γε μὴν ληθαργικοὶ πυρετοὶ γίγνονται μὲν ἐπὶ φλεγματώδει χυμῷ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένῳ. ταῖς δὲ ἔμπροσθεν ἡλικίαις ἐνδεῖ μᾶλλον ὁ χυμὸς οὗτος ἢ περιττεύει. κατά γε μὴν τὴν τῶν γερόντων πάμπολυς μέν ἐστιν, ἀλλὰ διὰ τὸ ψυχρὸν τῆς ἡλικίας οὐκ ἐξάπτει πυρετούς. ἐπὶ δὲ τῆς τῶν ἀκμαζόντων καὶ περιττεύει ὁ τοιοῦτος χυμὸς καὶ ψυχρὸν οὐδέπω τὸ σῶμά ἐστιν. αἱ λειεντερίαι δὲ ἐδείχθησαν αἱ μὲν ὑπὸ τοῦ ψυχροῦ φλέγματος, αἱ δὲ ὑπὸ δυσκρασίας μόνης ἄῤῥωστον ἐργαζομένης τὴν καθεκτικὴν τῆς γαστρὸς δύναμιν, αἱ δ’ ὑπό τινος ἑλκώδους διαθέσεως γιγνόμεναι, καὶ ταῦτα πάντα πλεονάζει τοῖς παρακμάζουσιν. αἱ δ’ αἱμοῤῥοΐδες οἰκεῖον ὄντως εἰσὶ τῆς ἡλικίας ταύτης πάθος, ὥσπερ αἱ μελαγχολίαι. γίνονται γὰρ ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέβας ἀθροώτερον κατασκήψῃ. ἐμοὶ μὲν οὖν εἴρηται τῶν κατειλεγμένων ἁπάντων παθῶν ἡ αἰτία. τὸ δ’ ἐπιστημονικὸν τῆς πίστεως αὐτῶν, ὑπάρχει τοῖς ἀναλεξαμένοις τὰς περὶ τούτων ἀποδείξεις, ἃς ἐν ταῖς ἡμετέραις πραγματείαις πεποιήμεθα. καταμαθήσεται δ’ αὐτὰς ὁ βουλόμενος ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ἥντινα θεωρίαν διδάσκουσα ἑκάστη τὸ περὶ τῆς τάξεως τῶν ἡμετέρων ὑπομνημάτων ἀναγνοὺς βιβλίον. ἐκ τούτων γὰρ ὁρμηθεὶς εἴσεται πῶς ἑκάστην αὐτῶν ἀναγνωστέον ἐστί.

Τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι καὶ κατάῤῥοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμὸς τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.

Τοὺς πρεσβύτας τῶν γερόντων ἔνιοι τῶν ὑπὸ Ἱπποκράτους διορίζουσιν, ἐπὶ μὲν τῆς τελευταίας ἡλικίας τὸ τῶν γερόντων ὄνομα διορίζοντές τε καὶ διὰ παντὸς ἡγούμενοι λέγεσθαι, τὸ δὲ τῶν πρεσβύτων ἐπὶ τῆς πρὸ αὐτῆς, ἥτις ἐστὶ μέση τῆς τε τῶν νεανίσκων καὶ τῆς τῶν γερόντων. ἀλλὰ νῦν γε σαφῶς ἐνεδείξατο πρεσβύτας ὀνομάζων τοὺς τὴν ἐσχάτην ἄγοντας ἡλικίαν· ἐν αὐτοῖς γοῦν καταπαύει τὸν λόγον ὡς ἁπάσας ἤδη διεληλυθώς. ἁλίσκονται δ’ οὗτοι συνεχέστατα κατάῤῥοις βηχώδεσι, διά τε τὸ ῥᾳδίως ψύχεσθαι τὰ περὶ τὴν κεφαλὴν καὶ διὰ τὸ πολλὰ γεννᾶσθαι περιττώματα τούτοις φλεγματικὰ ψυχρῶν τὴν κρᾶσιν ἱκανῶς ἤδη γενομένων τῶν κατὰ τὸν ἐγκέφαλον. ἄσθματα δὲ διά τε τοὺς κατάῤῥους τούτους καὶ ἄλλως τῶν ἀναπνευστικῶν ἰδίαν ἀρχὴν ψύξεως πολλάκις λαμβανόντων, ἅτε δὴ πολλῶν τε καὶ παχέων ἐν αὐτοῖς περιττωμάτων γιγνομένων καὶ προσέτι τῆς δυνάμεως ἀσθενοῦς οὔσης, ἐμφράττονται πολλάκις οἱ νεφροὶ καὶ τοὺς λίθους γεννῶσιν, ὅταν γλίσχρον ἢ παχὺ περίττωμα μένον αὐτόθι πωρώδη λάβῃ σύστασιν. ἄρθρων δὲ πόνοι γίγνονται, ὁτὲ μὲν ἐπιῤῥεόντων ἐνίοις περιττῶν ἐνταῦθα, ἔστι δ’ ὅτε καὶ τῇ ψύξει ἐτῶν κινούντων ὀργάνων αὐτά. καὶ τοὺς ἰλίγγους δὲ πολλάκις μὲν αὐτοῖς τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις ἀτμώδους πνεύματος ἄτακτος κίνησις ἐργάζεται, πολλάκις δ’ ἀθροισθέντων ἐν τῇ γαστρὶ περιττωμάτων μοχθηρῶν ἀτμώδης ἀναθυμίασις ἐπὶ τὸν ἐγκέφαλον φέρεται. περὶ δὲ τῆς ἀποπληξίας τί δεῖ καὶ λέγειν; οὐδὲν γὰρ οὕτως οἰκεῖόν ἐστι νόσημα τῇ τῶν γερόντων ἡλικίᾳ, διὰ τὸ πληροῦσθαι τὸν ἐγκέφαλον αὐτοῖς φλεγματωδῶν περιττωμάτων. εἴ γε μὴν ἕλκος που γένηται γέροντι, δυσχερῶς ὑγιάζεται διὰ τὴν ἔνδειαν τοῦ αἵματος καὶ κνῶνται πυκνῶς ὅπερ, ὠνόμασε ξυσμοὺς, ὡς ἂν τῶν τὴν κίνησιν ἐργαζομένων περιττωμάτων δυσχερῆ τὴν διὰ τοῦ δέρματος ἐχόντων κένωσιν. εἰκὸς γάρ που τῇ ψύξει καὶ τὸ δέρμα πυκνούμενον αὐτοῖς εἶναι καὶ τὰ περιττώματα πλείω τε ἅμα καὶ παχύτερα. οὐ γὰρ δὴ πάντες συνεχῶς ἀγρυπνοῦσι καὶ ἄλλως μὲν ὅτι φροντιστικόν πως ὑπάρχει τὸ γῆρας, ἀλλὰ καὶ διὰ τὴν τοῦ σώματος ξηρότητα, διὸ καὶ μᾶλλον ἀγρυπνοῦσιν ὅταν ἀκριβῶς ὑγιαίνουσι. λέλεκται τοιγαροῦν ἡμῖν ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν αὐτὰ μὲν τὰ μόρια τοῦ σώματος ἐν τῷ γήρᾳ γίνεσθαι ξηρότητα, περιττωμάτων δὲ πλῆθος ἀθροίζεσθαι φλεγματωδῶν. διὸ πρὸς τῶν πολλῶν εἰκότως ὑπολαμβάνεται ψυχρὸν καὶ ὑγρὸν τὸ γῆρας. ἐν ᾧ μὲν χρόνῳ ταῦτ’ ἀθροισθῇ, πλείω κατὰ τὸ ἐγκέφαλον, ὑπνώδεις γίγνονται μᾶλλον, ἐν ᾧ δ’ ἂν ἐκκρίνηται καλῶς, ἀγρυπνητικοί. συμβαίνει δὲ καὶ γεννᾶσθαι μείω καὶ θᾶττον ἐκκρίνεσθαι μᾶλλον καθ’ ὃν ἂν ὑγιεινῶς διάγωσι χρόνον, ὅθεν καὶ μάλιστα πάθος ἴδιον δοκεῖ γεροντικῆς ἡλικίας ἀγρυπνία. αἱ δ’ ὑγρότητες αὐτοῖς αἵ τε τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν εὔδηλον ὅτι διὰ τὰ τοῦ ἐγκεφάλου περιττώματα γίγνεται. τῶν δ’ αὐτῶν τούτων καταῤῥεόντων εἰς τὴν γαστέρα καὶ αὐτὴ πολλάκις ὑγραίνεται. αἱ δ’ ἀμβλυωπίαι καὶ αἱ βαρυηκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀμαύρωσιν αὐτοῖς γίγνονται. γλαυκώσεις δὲ διὰ τὴν τῶν ὀργάνων ἄμετρον ξηρότητα καὶ διὰ τὸ τὴν ἰδέαν τοῦ ὑποχύματος ἔχειν.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.

Αἱ πρὸς τὰς μήτρας συμφύσεις τῶν ἐμβρύων ἀνάλογον ἔχουσι ταῖς τῶν καρπῶν πρὸς τὰ φυτά. ταυτὶ γάρ τοι κατὰ μὲν τὴν πρώτην γένεσιν ἀσθενέσι λαβαῖς συνέχεται καὶ διὰ τοῦτο ἀποπίπτει ῥᾳδίως, ἐπειδὰν σφοδρότερος ἄνεμος αὐτὰ διασείσῃ. μετὰ ταῦτα δὲ αὐξανόμενα δύσλυτον ἔχει τὴν πρὸς τὰ φυτὰ κοινωνίαν, ὥσπερ αὖ πάλιν, ἐπειδὰν τελειωθῇ, καὶ χωρὶς τῆς ἔξωθεν βίας ἀποπίπτει. κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ κυούμενα ἐν μὲν τῷ πρώτῳ χρόνῳ τῆς καταβολῆς τοῦ σπέρματος, κἂν ἅλλεσθαί ποτε συμβῇ τὴν γυναῖκα ἢ καταπεσεῖν ὀλισθήσασαν ἢ ὁπωσοῦν ἄλλως σφοδρότερον ἢ κατὰ ψυχὴν ἢ κατὰ σῶμα κινηθῆναι, ῥᾳδίως ἀποῤῥήγνυνται. παραπλησίως δὲ καὶ ἐπειδὰν ἤδη τέλεια τυγχάνειν ὄντα. ὁ δὲ μεταξὺ χρόνος ἀσφαλεστέραν ἔχει τὴν σύμφυσιν, ὥστε καὶ κινήσεων σφοδροτέρων ἀνέχεσθαι τὴν κύουσαν ἄνευ τοῦ βλαβῆναι τὸ ἔμβρυον. ἅπερ ἐπιστάμενος ὁ Ἱπποκράτης εἰκότως ἔφη, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ὅσπερ ἐστὶν ἐν τῷ μέσῳ τῆς κινήσεως, ἡνίκα ἀκριβῶς ἐνέχεται τῇ μήτρᾳ τὸ κυούμενον. οὐ μὴν οὐδ’ ἐν τούτῳ πάσας ὅσαι δέονται καθάρσεως ἐπιτρέπει καθαίρειν, ἀλλ’ ἢν ὀργᾷ, φησὶ, τουτέστιν ἐπείγεται· μετενήνεκται γὰρ ἀπὸ τῶν ὀργώντων ἐπὶ συνουσίαν ζώων ἡ προσηγορία. ὅταν οὖν κινῶνταί τε καὶ φέρωνται πάντῃ τοῦ σώματος οἱ πλεονάζοντες χυμοὶ, μηδέπω καθ’ ἕν τι μόριον ἐστηριγμένοι, τηνικαῦτα πρὸς τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις ὁρμᾷ καὶ δεῖταί τινος ὀρέξοντος χεῖρα καὶ ποδηγήσοντος αὐτὴν τὴν ὁρμὴν ἐπὶ τὴν γαστέρα. τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους χυμοὺς οὐ χρὴ κινεῖν· οὕτως γοῦν εἴρηται κἀκεῖνο. ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇσι τῶν νοσημάτων φαρμακεύῃ, λύειν εὐθέως ἐπιχειροῦσι, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος, τὰ δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ὅτι δὲ τὸ φαρμακεύειν ὁ Ἱπποκράτης ἐπὶ τοῦ διὰ φαρμάκου καθαίρειν εἴωθε λέγειν ὡμολόγηται πᾶσιν ὅσοι κἂν ἐπὶ βραχὺ τῆς λέξεως αὐτοῦ συνιᾶσιν. ἵνα γὰρ ἐάσας τις τὰ ἄλλα βιβλία τῶνδε γεγραμμένων ἀφορισμῶν μνημονεύσῃ, κατ’ οὐδένα τρόπον οἶόν τ’ ἐστὶν ἀκούειν ἐν αὐτοῖς ἄλλο τι σημαίνεσθαι πρὸς τῆς φαρμακεύειν φωνῆς, ὡς ὀλίγον ὕστερον ἔσται δῆλον.

Ἐν τῇσι φαρμακεύῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν.

Αὐτόματα κενοῦσθαι λέγομεν ἐκ τοῦ σώματος ὅσα χωρὶς τοῦ πρᾶξαί τι τὸν ἰατρὸν ἐκκρίνεται, ποτὲ μὲν τῆς διοικούσης τὸ σῶμα φύσεως ἐκκαθαιρούσης αὐτὰ, ποτὲ δὲ δι’ ἐρεθισμὸν ἢ τὸ μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων. ὅτε μὲν οὖν ἡ φύσις ἐκκενοῖ τὸ περιττὸν, ὠφελεῖται τὸ ζῶον, ὅταν δ’ ἄλλως ἀποκρίνηται, λόγῳ συμπτώματος οὔτ’ ὠφέλειά τις ἕπεται καὶ σημεῖόν ἐστιν ἡ τοιαύτη κένωσις μοχθηρᾶς διαθέσεως. εἰκότως οὖν ὁ Ἱπποκράτης συμβουλεύει μιμεῖσθαι τὴν φύσιν. ἡ μίμησις δ’ ἐστὶν ἐν τῷ πειρᾶσθαι κενοῦν τοὺς τοιούτους χυμοὺς ἐφ’ ἑκάστῳ τῶν νοσημάτων, οἵους εἴδομεν ὠφελοῦντας ἐν ταῖς αὐτομάτοις κενώσεσιν. ἔμπροσθεν μὲν οὖν εἴρηται περὶ πάσης κενώσεως αὐτῶν γενικώτερον. οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν οἵην δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, νυνὶ δὲ περὶ μόνης καθάρσεως τὸν αὐτὸν ἐποιήσατο λόγον, ἐπειδὴ περὶ ταύτης αὐτῷ προὔκειτο διδάσκειν ἐν τῷ χωρίῳ τῷδε τοῦ βιβλίου. βέλτιον δ’ οὖν ἴσως ἐστὶ κἀμὲ ἀναλαμβάνειν τὸν λόγον ὑπὲρ ἁπασῶν κενώσεων, ἃς οἱ ἰατροὶ μηχανῶνται περὶ τὰ τῶν καμνόντων σώματα. γίγνονται δὲ αὗται ποτὲ μὲν διὰ τῶν καθαιρόντων ὅλον τὸ σῶμα φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων, ἐνίοτε δὲ μορίου τινὸς κενωτικόν ἐστι τὸ φάρμακον, οἶον ὅσα δι’ ὑπερώας καὶ ῥινῶν ἀπάγει τῆς κεφαλῆς τὰ περιττά. τοῦ γένους δ’ ἐστὶ τῶν καθαιρόντων τὰ περιττὰ καὶ ὅσα διὰ βηχὸς ἐκκαθαίρει τὰ κατὰ θώρακα καὶ πνεύμονα καὶ ὅσα δι’ οὔρων ἀπάγει τὸ τοῦ παντὸς αἵματος ὀῤῥῶδες περίττωμα· καὶ κλυστὴρ δ’ ἂν ἐκ τοῦ τοιούτου γένους εἴη καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν  μὴ κενούντων ὁμοτίμως ὅλον τὸ σῶμα, καθάπερ ἥ τε φλεβοτομία κενοῦν πεπίστευται καὶ ὅλως ἀφαίρεσις αἵματος πᾶσα καθ’ ὁντιναοῦν γιγνομένη τρόπον. ἐκ τῶν τοιούτων δ’ ἐστὶ κενώσεων ἥ τε διὰ μήτρας καὶ ἡ δι’ αἱμοῤῥοΐδων, ἥ τ’ ἐπὶ τοῖς γυμνασίοις καὶ τρίψεσι καὶ πάσῃ κινήσει τε καὶ ἀλέᾳ καὶ λουτροῖς θερμοῖς καὶ μάλιστα εἰ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη τύχῃ καὶ κατὰ συμβεβηκὸς ἡ ἀσιτία. τὰ γὰρ τοιαῦτα πάντα δοκεῖ μὲν ὁμοτίμως ὅλον τὸ σῶμα κενοῦν. καίτοι γε εἰ ἀκριβῶς τις ἐξετάζοι, εὑρήσει μὴ κενοῦν ὁμοτίμως, ἀλλ’ ἐν τούτοις μὲν ἐπειδὴ μικρὰ τοῦ ἑτέρου πρὸς τὸ παρὰ τὸ ἕτερόν ἐστιν ὑπεροχὴ κατὰ τὴν ποιότητα τῶν κενουμένων ὁμότιμος εἶναί μοι δοκεῖ. τὰ δὲ καθαρτικὰ καλούμενα φάρμακα φανερῶς διάφορον εἶδος ἐργάζεται κενώσεως, ὑπὲρ ὧν, ὡς ἔφην, νῦν αὐτῷ πρόκειται λέγειν. οὐ μὴν περιττότερόν γε διδάσκει τι τοῦ περὶ πασῶν κενώσεων αὐτῷ εἰρημένου. σκοπὸς γάρ ἐστιν ἁπάσαις εἷς ὁ πλεονάζων χυμὸς, οὗ πειρᾶσθαι διαγνωστικὸν ὑπάρχειν ἔκ τε τῆς καθ’ ὅλον τὸ σῶμα παρὰ φύσιν ἑκάστῳ γιγνομένης χρόας, ἔτι τε τῶν συμπτωμάτων καὶ τῶν νοσημάτων, ὥρας τε καὶ χώρας καὶ ἡλικίας καὶ καταστάσεως καὶ φύσεως τοῦ κάμνοντος, ἐπιτηδευμάτων τε καὶ διαίτης, οἷον εἰ τύχῃ καθ’ ὅλον μὲν τὸ σῶμα τῆς χρόας ὠχροτέρας γεγενημένης, ὡς ἐν ἰκτέροις, οὐχ ὑποχωρούσης δὲ δι’ ἕδρας τῆς χολῆς, ἤ τινων ἐξανθημάτων ἐν ὅλῳ τῷ σώματι γεγενημένων χολωδῶν, κατὰ μέρος δὲ δήξεως ἐν τῇ γαστρὶ καὶ ἄσης καὶ ἀσιτίας καὶ δίψης ἐκπικρουμένου τε τοῦ στόματος ἢ κατά τι μέρος ἐρυσιπέλατος ἢ τριταίου πυρετοῦ κατέχοντος τὸν ἄνθρωπον ἢ τῶν καυσωδῶν τοῦ πικροχόλου. πλεονάζει γὰρ ἐν τοῖς τοιούτοις ἅπασιν ἡ ξανθὴ χολὴ καὶ διὰ τοῦτο ἐξάγειν αὐτὴν ἐπιχειρήσομεν ἐκείνοις τοῖς φαρμάκοις, ὅσα δ’ αὐτὴν τὴν ἐνέργειαν ὀνομάζουσι χολαγωγά· καὶ τοῦτ’ ἔστι τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον· ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. τὸ γὰρ οἷα δεῖ τὸ πλεονάζον ἐστὶ τῶν λυπούντων δηλονότι κατὰ ποιότητα τὸν κάμνοντα, διὰ τοῦτ’ οὖν συμφέρειν φησὶ τὰς τοιαύτας κενώσεις. ἀλλ’ ἐπεὶ πάντες οἱ τεχνικοὶ στοχασμοὶ κατὰ τὰς πράξεις ἔστιν ὅτε καὶ διαμαρτάνουσιν, αἱ γὰρ ὁμοιότητες, ὡς αὐτὸς εἶπεν, οὐ μόνον τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰατροῖς φέρουσιν ἀπάτην, ἕτερον ἡμᾶς γνώρισμα ταῖς ἀγαθαῖς κενώσεσιν ἐζευγμένον ἐδίδαξε, τὴν εὐφορίαν, ἵνα κἀν τούτῳ θαῤῥῶμεν, ὀρθῶς ποιούμενοι τὴν κένωσιν. ὅπερ οὖν ἐπὶ τῆς ξανθῆς χολῆς ὡς ἐπὶ παραδείγματος εἴρηκα, τοῦτό μοι καὶ ἐπὶ τῆς μελαίνης νόει. καὶ γὰρ κἀπὶ ταύτης ἡ μὲν καθ’ ὅλον τὸ σῶμα χρόα πρὸς τὸ μελάντερον τρέπεται, τά τε ἐξανθήματα μέλανα διὰ τὴν τῆς μελαίνης γίνεται χρόαν. ὅσα δὲ πάθη διὰ τὴν πλεονεξίαν αὐτῆς γίγνεται, φανερῶς ἐνδείκνυται τὸ πλῆθος τοῦ χυμοῦ, καθάπερ ἐλέφας τε καὶ καρκίνος. καὶ μὴν καὶ ἡ τεταρταία περίοδος ἐπὶ τῷ μελαγχολικῷ γίγνεται χυμῷ καὶ σπλὴν μέγας καὶ κιρσοὶ μελαινόμενοι τῆς αὐτῆς ταύτης ἔγγονα πάθη, καθάπερ γε καὶ ἡ μελαγχολία καλουμένη καὶ πᾶσα παραφορὰ διανοίας, ὀργίλη, θρασεῖα, θηριώδης Ἱπποκράτης δὲ κἀκ τῶν καταμηνίων ἐτεκμαίρετο τὸν πλεονάζοντα χυμὸν ταῖς γυναιξὶ καὶ γέγραπται αὐτῷ τὰ γνωρίσματα κατὰ τὸ πρότερον τῶν γυναικείων. ἐκ τούτων μὲν οὖν ὅτι πλεονάζει μέλαινα διαγινώσκειν χρὴ καὶ τούτους ἔχοντά σε τοὺς σκοποὺς ἐπὶ τὴν κένωσιν αὐτῆς ἰέναι, δεύτερον δὲ κατ’ αὐτὴν τὴν κένωσιν σκοπὸν ἔχειν τὴν εὐφορίαν. ὅσα δὲ ἐπὶ τῆς μελαίνης χολῆς καὶ ὠχρᾶς εἴρηται, ταῦτα καὶ ἐπὶ τοῦ φλέγματός μοι νόει, ὄγκους οἰδηματώδεις, ἐξανθήματά τε καὶ σύμπαν τοῦ σώματος τὸ χρῶμα κατὰ τὴν ἰδέαν τοῦ χυμοῦ καὶ τῶν πυρετῶν τοὺς ἀμφημερινοὺς καὶ τῆς διανοίας ἀργίας καὶ νωθρότητας, ἔτι τε καταφορὰς ὑπνώδεις καὶ βάρη τῆς κεφαλῆς ὀξυρεγμίας τέ τινας, ὅταν ἐν τῇ γαστρὶ πλεονάζῃ τὰ τοιαῦτα, προτρέψηται διδόναι φάρμακον ἐκκαθαῖρον τὸ φλέγμα. γενομένης δ’ ἤδη τῆς καθάρσεως ἡ εὐφορία ἐπιμαρτυρήσει τῇ τε διαγνώσει καὶ τῇ δι’ ἐκείνην τολμηθείσῃ κενώσει πρός τε τὴν διάγνωσιν καὶ ἐλπίδα τῆς κενώσεως, ἔχεις ἄν τι συντελοῦσαν οὐχ ἡλικίαν μόνην ἢ φύσιν τοῦ κάμνοντος, ἀλλὰ καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ καὶ τὴν χώραν καὶ τὴν προγεγενημένην δίαιταν, ἅμα τοῖς ἄλλοις ἅπασιν ἐπιτηδεύμασιν. ἔμαθες γὰρ ὡς καὶ τούτων ἁπάντων τὰ μὲν τὸ φλέγμα, τὰ δὲ τὴν ξανθὴν, τὰ δὲ τὴν μέλαιναν αὐξάνει χολήν. ταῦτα μὲν, ὡς εἵρηται, πάντα σκοποὶ τοῦ προσάγειν τὸ καθαρτικὸν τοῦ λυποῦντος χυμοῦ φάρμακον. ἐν αὐτῇ δὲ τῇ κενώσει σκοπὸς ἔσται ἕτερος, ἤτοι μαρτυρῶν ἡμῖν ὅτι καλῶς διέγνωμεν ἢ διελέγχων τὸ σφάλμα μαρτυρῶν τῇ μὲν εὐφορίᾳ, διελέγχων δὲ τῇ δυσφορίᾳ· τῶν μὲν γὰρ λυπούντων κενουμένων εὐφορήσουσιν οἱ κάμνοντες. εἰ δὲ ἕτερόν τι κενοῖτο καὶ μὴ τὸ λυποῦν εἴη κενούμενον, ἀνάγκη πᾶσα δυσφορεῖν αὐτούς. ὅπερ οὖν, ὡς ἔφην ἐν ἀρχῇ τοῦ βιβλίου, δι’ ἑνὸς ἐδίδαξεν ἀφορισμοῦ λέγων οὕτω καὶ κενεαγγείη ἢν μὲν οἵη δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τοῦτο νῦν ἐνταῦθα δίχα τεμὼν ἐν ταῖς φαρμακείαις, διὰ μὲν τοῦ προτέρου λόγου τίνες εἰσὶν αἱ ξυμφέρουσαι κενώσεις διδάσκει, διὰ δὲ τοῦ μετ’ αὐτὸν ὅτι ταῖς τοιαύταις ἕπεται γνώρισμα βέβαιον  ἡ εὐφορία. παραδείγματα δ’ αὐτὸς εἴρηκε τῶν αὐτομάτως γιγνομένων κενώσεων ἐπ’ ἀγαθῷ, πάμπολλα μὲν ἐν τοῖς τῶν ἐπιδημίων, ὀλίγα δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον τὸ τῶν ἀφορισμῶν, ὁποῖα καὶ ταῦτά ἐστιν, ὑπὸ ὕδρωπος ἐχομένῳ κατὰ τὰς φλέβας εἰς τὴν κοιλίαν ὕδατος ῥυέντος λύσις. ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίας ληφθῆναι ἀγαθόν. οἷσι χολώδεα διαχωρήματα κωφώσιος γενομένης παύεται. καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.

Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσι. τὰ δ’ ἐναντία δυσχερῶς.

Προεξήγημαι τοῦτον ἐν τῇ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ἐξηγήσει, γεγραμμένον κἀν τοῖς ἀνωτέρω τοῦ βιβλίου κατὰ τὴν αὐτὴν λέξιν, ὅθεν ἔνιοι καὶ περιαίρουσιν αὐτὸν ἐντεῦθεν.

Φαρμακεύειν θέρεος μὲν τὰς ἄνω μᾶλλον, χειμῶνος δὲ τὰς κάτω.

Προϋπακοῦσαι χρὴ δηλονότι κοιλίας. εἰκότως δὲ θέρους μὲν ἄνω καθαίρει. καὶ γὰρ ὁ πλεονάζων τηνικαῦτα χυμὸς ἡ ξανθὴ χολὴ καὶ ὅλως ἡ φύσις ἅπασα τοῦ ζώου, διὰ τὴν περιέχουσαν θερμασίαν ἄνω κινεῖται μᾶλλον. ἀκτέον δέ ἐστιν ἕκαστον τῶν περιττῶν ᾗ ῥέπει διὰ τῶν συμφερόντων, ὡς αὐτὸς ἐν τῷ περὶ χυμῶν ἔγραψε. προσέθηκε δὲ τῷ κατὰ τὸν ἀφορισμὸν λόγῳ μᾶλλον. καὶ οὐχ ἁπλῶς εἶπε φαρμακεύειν θέρεος τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω. καὶ γὰρ εἰ μὴ πολλάκις, ἀλλὰ σπανίως γοῦν ποτε θέρους ὥρᾳ φλεγματικὸς ὤφθη τινὶ πλεονάζων χυμὸς, ὥσπερ ἐνίοτε τῆς ὠχρᾶς χολῆς χειμῶνος.

Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.

Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα, διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρθέντων, ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσκαταλυθήσεται τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρμάκῳ τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυμούς. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντιπράττειν πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.

Τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.

Προσθεῖναι κἀνταῦθα χρὴ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον τὸ μᾶλλον, ὡς τὸ πολὺ γὰρ οἱ ἰσχνοὶ χολώδεις εἰσίν. ἐὰν οὖν αὐτοῖς ὑπάρχῃ καὶ εὐεμέσιν εἶναι, φαρμακευτέον ἄνω, πλὴν εἰ μὴ χειμὼν ἐναντιῷτο. προειρήκει γὰρ ὡς θέρους μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω φαρμακευτέον ἐστί.

Τοὺς δὲ δυσεμέας καὶ μέσας εὐσάρκους κάτω, ὑποστελλομένους θέρος.

Εἰ μὲν εὐεμής τε εἴη καὶ ἰσχνὸς, ἄνω φαρμακεύειν αὐτὸν, πλὴν εἰ μὴ χειμὼν εἴη, τουτέστι καὶ θέρους καὶ φθινοπώρου καὶ ἦρος. ἢν δὲ δυσεμὴς εἴη καὶ μέσος εὔσαρκος, κάτω φαρμακευτέον, ἐὰν ἐπείγῃ μόνον τοῦ θέρους φυλαττόμενον. ἐν ἄλλῃ δ’ ὥρᾳ οὐ φυλακτέον.

Τοὺς δὲ φθινώδεας ἀποστελλομένους τὰς ἄνω φαρμακείας.

Ἐπὶ τὰς ἄνω, φησὶ, φαρμακείας οὐδέποτ’ ἄξεις, εὐλαβούμενος δηλονότι τὴν ἐν τοῖς ἀναπνευστικοῖς αὐτῶν ὀργάνοις ἀσθένειαν. ἀκουστέον δὲ φθινώδεις ἤτοι τοὺς φθίσει τῇ νόσῳ ἑαλωκότας ἢ τοὺς ἐπιτηδείως ἔχοντας πρὸς τὴν φθίσιν, ὑπὲρ ὧν εἴρηκεν αὐτὸς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· καὶ μάλιστα ἔθνησκον οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, στενὸς δὲ τούτοις ἐστὶν ὁ θώραξ καὶ ὁ περιεχόμενος ἐν αὐτῷ πνεύμων.

Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.

Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν μελαγχολικῶν ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ. ἐναντίον οἶν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.

Φαρμακεύειν ἐν τῇσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.

Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπποκράτης ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνουσίας σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρισιν τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομάζειν εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλωμένους κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί καὶ μέντοι καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.

Ὁκόσοισι στρόφοι καὶ περὶ τὸν ὀμφαλὸν πόνοι καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακίης μήτ’ ἄλλως εἰς ὕδρωπα ξηρὸν ἰδρύεται.

Οἱ μὲν στρόφοι γίγνονται διά τε δῆξιν ἰσχυρὰν καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ἀλλ’ ἐν ταῖς ἐντέρων ἕλιξιν ἐναπειλημμένον, οἱ πόνοι δὲ ὅτι ταῖς τοιαύταις διαθέσεσιν ἕπονται πρόδηλον. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ὀμφαλὸν ἐρείδωσι καὶ τὴν ὀσφὺν, εἶτα μήθ’ ὑπὸ φαρμακείας μήθ’ ὑπὸ τῶν ἄλλων βοηθημάτων λύονται, δυσκρασία τίς ἐστιν ἑκτικὴ τῶν αὐτῶν μορίων, ἥτις ὡς τὰ πολλὰ χρονίζοντα τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ξηρὸν ὕδρωπα ἐργάζεται. ὀνομάζεται δ’ ὑπὸ τῶν μετ’ αὐτὸν ἰατρῶν ὁ τοιοῦτος ὕδερος τυμπανίας, ὅτι κρουόμενον τὸ ὑπογάστριον ἀποτελεῖ ψόφον οἶόν περ τὰ τύμπανα. καὶ γὰρ οὖν καὶ κατ’ ἐκεῖνα διὰ τοῦ περιτεταμένου δέρματος ὁ ἀὴρ πλήττεται, καθάπερ ὁ ἐν τῷ βάθει τῶν τοιούτων ὑδρῶν. ὅτι δὲ ἀπὸ τῆς κατὰ τὸν ὄγκον ὁμοιότητος ὕδρωπα καὶ τοῦτον ὁ Ἱπποκράτης ὠνόμασεν εὔδηλον. οὐ μὴν ὑγρόν γε καθάπερ τὴν ἀσκίτην, ἐφ’ ᾧ τὸ συνειλεγμένον οὐκ ἀήρ ἐστι φυσώδης, ἀλλ’ ὑγρὸν ὑδατῶδες. ἔοικε δὲ μείζονος μὲν τῆς ψύξεως ἔκγονος ὑπάρχειν ὁ ὑδατώδης ὕδερος, ὃν ἀσκίτην ὀνομάζουσιν, ὅτι καθάπερ ἐν ἀσκῷ τινι τῷ περιτονίῳ κατακέκλεισται τὸ ὑγρὸν, ἐλάττονος δ’ ὁ τυμπανίας. οὐδὲ γὰρ οὐδὲ μεταβάλλειν ἡ ὑγρότης εἰς ἀέρα φυσώδη δύναται χωρὶς θερμασίας τινός.

Ὁκόσοισι κοιλίαι λειεντεριώδεις, χειμῶνος φαρμακεύειν ἄνω κακόν.

Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνηται τοιούτων, οἶα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νόσημα. γίγνεται μὲν οἶν ἐπὶ τῇ τῆς καθεκτικῆς δυνάμεως ἀῤῥωστίᾳ, ταῖς δυσκρασίαις δ’ ἕπεται πάντων τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, τουτέστιν αὐτῆς τε τῆς γαστρὸς εἰς ἣν καταπίνομεν τὰ σιτία καὶ τῶν ἐκ ταύτης αὐτὰ διαδεχομένων τε καὶ παραπεμπόντων ἐντέρων. γίγνεται δ’ ἔστιν ὅτε λειεντερία καὶ κατά τινα ἐπιπολῆς ἕλκωσιν, ὁμοίαν ταῖς ἄφθαις. αἱ μὲν οὖν δυσκρασίαι ποτὲ μὲν ὡς ἂν εἴποι τις ἑκτικαὶ γίνονται, καλοῦσι δ’ οὕτως τὰς αὐτῆς τῆς ἕξεως τῶν σωμάτων βεβλαμμένης ἀποτελουμένας, ἔστιν ὅτε διὰ φλέγμα ψυχρὸν, οἷόν ἐστι μάλιστα τὸ ὀξύ· τῶν δ’ ἐπιπολῆς ἑλκώσεων αἴτιόν ἐστι χυμὸς ὁ δριμὺς καὶ λεπτός. οὗτος μὲν οὖν, εἰ καὶ τῆς ἄνω φαρμακείας δεῖται, διὰ τὸ μᾶλλον ἐπιπολάζειν ἢ ὑποχωρεῖν κάτω τοὺς τοιούτους χυμοὺς, ἀλλ’ οὐκ ἐν χειμῶνί γε δίδοται, καθότι καὶ πρόσθεν εἴρηται. ὁ δ’ ἕτερος ὁ φλεγματικὸς, ὅταν ᾖ τοῖς ἐντέροις ἐμπεπλασμένος, οὐδέποτε δεῖται τῆς ἄνω φαρμακείας, ὅπερ ἐστὶν ἐμετηρίου φαρμάκου. μόνα γὰρ ἐμεῖσθαι πέφυκε τὰ κατὰ 7 τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν οἷόν τε δι’ ἐμέτου κενῶσαι.

Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥᾳδίως καθαιρομένοισι πρὸ τῆς πόσιος ὑγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.

Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, προνγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν, ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν, ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξηραίνει τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσικῶν δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ περὶ μαρασμοῦ βιβλίῳ.

Ἐπὴν πίῃ τις ἐλλέβορον πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας ἧσσον. δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει.

Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν κινεῖσθαι κελεύει τὰ σώματα τῶν τὸν ἐλλέβορον εἰληφότων. ἡσυχία μὲν γὰρ ἐπὶ τῆς καταστάσεως φυλάττει, μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὸ σῶμα κίνησις, ὡς δηλοῖ καὶ ναυτιλία, κίνησις μὲν οὖσα, ταράσσουσα δὲ τὰ σώματα μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν. ὁπότ’ οὖν ἡ τοιαύτη κίνησις ἱκανὴ καὶ μόνη παρασκευάσαι τὸ σῶμα πρὸς ἔμετον, εἰκὸς δήπου συνελθοῦσαν αὐτὴν ἐμετηρίῳ φαρμάκῳ μικρῷ τινι γενέσθαι δραστικωτέραν. ἔνιοι δὲ ἀντὶ τοῦ ναυτιλίη ναυτίη γράφουσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· δηλοῖ δὲ καὶ ἡ ναυτίη ταῖς σφοδραῖς τοῦ σώματος κινήσεσιν ἐπιγιγνομένη ὅτι κίνησις αὐτὰ ταράσσει. πρόδηλον δὲ ὡς καὶ οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ προειρημένῳ.

Ἐπὴν βούλει μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα. ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει καὶ μὴ κίνει.

Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀναντία τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνεργειῶν, ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.

Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι· σπασμὸν γὰρ ἐμποιέει.

Ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐπὶ πασῶν τῶν καθάρσεων εἶπε, τοῦτο νῦν ἐπὶ μόνης τῆς δι’ ἐλλεβόρου, ὥστε καὶ συναφθῆναι δύνασθαι τοὺς ἀφορισμοὺς τρόπῳ τοιῷδε· οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες. οὕτω γοῦν καὶ ὁ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι· σπασμοὺς γὰρ ἐμποιέει· ἐξαίρετον γάρ τοι πρόσεστι τῷ ἐλλεβόρῳ τὸ τοῦ σπασμοῦ, διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας.

Ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω Φαρμακείης δεῖσθαι σημαίνει.

Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρδιωγμὸς δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται, δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκεφάλου καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’ ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμπτώμασιν ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν, ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμπτώματα σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖσθαι φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.

Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ὁκόσα καθάρσεως δέονται, ἄνω φαρμακείας σημαίνει δεῖσθαι, ὁκόσα δὲ κάτω, κάτω.

Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίστανται καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρμακεύειν. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύτας κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι, χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπποκράτην διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν, ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμετικῶν.

Ὁκόσοι ἐν τῇσι φαρμακοπωσίῃσι μὴ διψῶσι καθαιρόμενοι, οὐ παύονται πρὶν ἢ διψήσωσιν.

Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’ ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενουμένου χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξηρότητος ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κενούμενον χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέχρι πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγροτέραν ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τούτων, ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν δριμύτητα καὶ θερμασίαν.

Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γένηται στρόφος καὶ γονάτων βάρος καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακίης δεῖσθαι σημαίνει.

Ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδίδαξε τὰ σημεῖα τῶν δεομένων τῆς ἄνω φαρμακείας, οὕτω νῦν διδάσκει δι’ ὧν ἄν τις γνοίη τοὺς δεομένους τῆς κάτω. κοινὸς δ’ ἀμφοῖν ἐστιν ὁ λογισμὸς ἐπὶ διαφέρουσι συμπτώμασι. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι.

Ὑποχωρήματα μέλανα, ὁκοῖον αἷμα μέλαν ἀπὸ ταὐτομάτου ἰόντα καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ κάκιστα καὶ ὁκόσῳ ἂν χρώματα πλείω πονηρότερα ᾖ μᾶλλον κακόν. ξὺν φαρμάκῳ δὲ ἄμεινον καὶ ὁκόσῳ ἂν χρώματα πλείω ᾖ, οὐ πονηρόν.

Περὶ τῶν διαχωρημάτων αὐτῷ νῦν ὁ λόγος ἐστὶν, ἅπερ ὀνομάζεται μὲν ὑπὸ τῶν παλαιῶν ἰατρῶν μέλανα. μέλαινα δ’ ἀκριβῶς οὐκ ἔστι χολὴ, τὸ γὰρ δριμὺ καὶ διαβρωτικὸν καὶ ὀξῶδες οὐκ ἔχει. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ζυμοῖ τὴν γῆν ἐκχεόμενα κατ’ αὐτῆς, ἀλλ’ ἔστιν ὥσπερ ἂν εἴ τις εἰκάζων εἴποι σαφῶς, οἷον ἰλύς τις αἵματος, οἷα καὶ τοῖς παχέσιν οἴνοις καθισταμένοις ὑφίστασθαι πέφυκεν, ἢν ὀνομάζουσι τρύγα. χρονιζούσης δ’ αὐτῆς ἐν τῷ σώματι καὶ μήτε ἐκκρινομένης κατά τινα τῶν αἰσθητῶν ἐκροῶν, μήτε κατὰ τὸ ἄδηλον, ἀλλὰ μεταβαλλομένης τε καὶ σηπομένης ἀκριβῶς, μέλαινα γεννᾶται χολή. πρὶν δὲ γεννηθῆναι  ταύτην ὁ σπλὴν ἕλκει τὴν οἷον τρύγα τοῦ αἵματος, ἐκκαθαίρων τὸ ἧπαρ, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται. καὶ τοίνυν καὶ καταχρῆται τούτῳ μελαγχολικῷ χυμῷ πρὸς τὴν ἑαυτοῦ τροφὴν ὁ σπλὴν, ὅσον δ’ αὖ πάλιν αὐτὸς ἐργάζεται περίττωμα, τοῦτο ὠθεῖ πάλιν εἰς τὴν γαστέρα, μετὰ τῶν ἄλλων περιττωμάτων ἐκκριθησόμενον. ἐὰν οὖν ποτε μήθ’ ὁ σπλὴν ἐκκαθαίρῃ καλῶς, αὐτό τε τὸ αἷμα τὸ κατὰ τὸ ἧπαρ ἔχει πολλὴν ἰλὺν τοιαύτην ἀῤῥωστήσει τε τὸ σπλάγχνον, ὡς μὴ κατέχειν ἐν ἑαυτῷ τὰ περιττὰ δυνάμενον, τηνικαῦτα ὑποχωρεῖ τὰ καλούμενα μέλανα, περὶ ὧν ὁ λόγος ἐστὶν αὐτῷ νῦν. προσέθηκε δ’ ἐν τῷ λόγῳ τὸ οἷον αἷμα, τοιοῦτον δηλῶν ὁποῖόν τι γίγνεται τὸ αἷμα τὸ μελανθὲν ἐν τῇ διὰ τῶν ἐντέρων φορᾷ, τοιαῦτ’ ἔστι τὰ μέλανα. τελέως γὰρ ἠλίθιόν ἐστιν ὑπολαμβάνειν αἵματι τῷ κατὰ φύσιν ἔχοντι ταῦτα ἐοικέναι τὰ μέλανα. γενήσεται γὰρ ἐρυθρά τε καὶ μέλανα ταῦτα. καίτοι γε ἀδύνατον ἅμα ταὐτὸν ἐρυθρόν τε καὶ μέλανα ὑπάρχειν, πάμπολλα τοιαῦτα διαχωρήματα κατὰ τὴν λοιμώδη νόσον εἴδομεν ταύτην τὴν μακρὰν, οὐ μᾶλλόν τι τοῖς ὀλεθρίως ἔχουσιν ἢ τοῖς σωθησομένοις ἐπιφανέντα, οὐ μὴν ἀρχομένων τε καὶ αὐξανομένων τῶν νοσημάτων ἑωρᾶτο. συντήξεις γὰρ ἦσαν αἱ τότε κενούμεναι ξανθαί τε καὶ πυῤῥαὶ τὸ χρῶμα. τὰ δ’ ὕστερον ἐπιφαινόμενα μέλανα, καθάπερ αἵματος τρὺξ, ἤτοι γε ὑπεροπτηθέντος αὐτοῦ τὴν γένεσιν ἔσχεν ἢ σηπεδόνα τινὰ ἀλλόκοτον, ἀνάλογον ταῖς ἐν τῇ γαστρὶ γενομέναις ἀπεψίαις, ὅταν εἰς μοχθηροὺς χυμοὺς ἡ διαφθορὰ τελευτήσει. διὸ καὶ κατ’ ἀρχὰς μὲν οὐδέποτε ἐπ’ ἀγαθῷ φαίνεται τοιαῦτα, μεγάλην κάκωσιν ἐνδεικνύμενα τοῦ σπλάγχνου, ταῖς δ’ ἀκμαῖς ἕπεται πολλάκις ἐκκαθαιρούσης τὰ περιττὰ τῆς φύσεως, οὐ μὴν προσέθηκέ γε αὐτὸ κατὰ τὸν ἀφορισμὸν ὁ Ἱπποκράτης, καίτοι γε ἄλλοθι μὲν εἰπὼν καθόλου τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι. κατὰ δὲ τὸν ἐφεξῆς ἀφορισμὸν ἐπὶ μέρους ἐν τῷ φάναι· νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον. μή τι τοίνυν ἔδοξεν αὐτάρκως δεδηλωκέναι τὴν ἑαυτοῦ γνώμην ἰόντα φάμενος. ἐνδείκνυται γὰρ τοῦτο τοὔνομα χρόνου μῆκος, ὡς ἤτοι δι’ ὅλου τοῦ νοσήματος ἢ κατὰ πολὺν χρόνον αὐτοῦ, ἰόντων τοιούτων ὑποχωρημάτων. εἰ γὰρ ἕνα τινὰ καιρὸν ἐβούλετο δηλῶσαι, πάντως ἂν ἢ ἐπιφανέντα ἢ ἐλθόντα εἶπεν, οὐκ ἀπὸ ταὐτομάτου ἰόντα· τουτὶ γὰρ τὸ ἰόντα τῷ ἐρχόμενα ταὐτὸν, οὐ τῷ ἐλθόντα δηλοῖ. φαρμάκου μέντοι ληφθέντος, ὑφ’ οὗ κενοῦται μέλανα, διαχωρῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδέν. οὕτω δὴ καὶ τὰ πλείω τῶν διαχωρημάτων χρώματα παρὰ φύσιν αὐτόματα μὲν ἐκκενούμενα, σημεῖα πολλῶν ἐστι διαθέσεων ἐν τῷ σώματι ἐνδεικτικά. τὰ ὑπὸ φαρμάκου δ’ ἀγόμενα πεφυκότος ἐκκενοῦν ἤδη πλείονα χυμὸν οὐδὲν ἄτοπον σημαίνει.

Νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ἐπέλθῃ, θανάσιμον.

Διώρισταί μοι καὶ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ὁ μελαγχολικὸς χυμὸς, αὐτῆς τῆς μελαίνης χολῆς, ὑπὲρ ἧς νῦν ὁ λόγος αὐτῷ, καὶ τήν γ’ αἰτίαν τοῦ κατ’ ἀρχὰς μὲν ὀλεθρίους εἶναι τοὺς τοιούτους χυμοὺς, ἐξ ὑστέρου δὲ κρισίμους ἐπιφαίνεσθαι, καὶ κατ’ ἐκεῖνον μὲν αὐτάρκως διῆλθον. ἀναλήψομαι δὲ καὶ νῦν, ἐπειδὴ καὶ περὶ τῶν ἀναγκαιοτάτων τῇ τέχνῃ διέρχεσθαι πολλάκις ἄμεινόν ἐστιν. ὅταν ἄρχηταί τι νοσήμα, τῶν ἐκκρινομένων οὐδὲν ἐκκρίνεται τηνικαῦτα τῷ λόγῳ τῆς φύσεως, ἀλλ’ ἔστιν ἅπαντα συμπτώματα τῶν ἐν τῷ σώματι παρὰ φύσιν διαθέσεων. ἐν ᾧ γὰρ χρόνῳ βαρύνεται μὲν ὑπὸ νοσωδῶν αἰτίων ἡ φύσις, ἀπεψία δ’ ἐστὶ τῶν χυμῶν, ἐν τούτῳ κενοῦσθαί τι χρηστῶς ἀδύνατον, εἴ γε προηγεῖσθαι μὲν χρὴ πέψιν, ἀκολουθῆσαι δὲ διάκρισιν, εἶθ’ ἑξῆς κένωσιν, ἵν’ ἀγαθὴ γένηται κρίσις. ἐδίδαξε γοῦν ἡμᾶς ταῦτα αὐτὸς κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅταν οὖν ἐπὶ πέψει νοσήματος ἐκκρίσις γένηται μοχθηροῦ χυμοῦ, καθαίρεται τηνικαῦτα τὸ σῶμα πρὸς τῆς φύσεως καὶ διὰ τοῦτο καὶ μέλαινα χολή. καὶ πᾶς ἄλλος τοιοῦτος χυμὸς ἐπειδὴ πέψεως φανῇ σημεῖα προήκοντος τοῦ νοσήματος, ἀγαθὴν σημαίνει τὴν κένωσιν. εἰ δ’ ἄλλως ἐκκρίνοιτο χωρὶς τῶν τῆς πέψεως σημείων, ὀλέθριόν ἐστι τὸ σύμπτωμα. ὥστ’ ἐπειδὴ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀπεψίας ἐστὶν ἀεὶ σημεῖα μοχθηρὰ, διὰ παντὸς ἔσται τῶν τοιούτων χυμῶν ἡ κένωσις.

Ὁκόσοισιν ἐκ νοσημάτων ὀξέων ἢ ἐκ πολυχρονίων ἢ τρωμάτων ἢ ἄλλως πως λελεπτυσμένοισι, χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ τῇ ὑστεραίῃ ἀποθνήσκουσι.

Ὁ κατὰ τόνδε τὸν ἀφορισμὸν λόγος ἐστὶ δυνάμει τοιοῦτος, ἐάν τε χολὴ μέλαινα, περὶ ἧς ὁ προγεγραμμένος ἀφορισμὸς ἐδίδαξεν, ἐάν τε τὰ μέλανα τὰ τῷ αἵματι ἐοικότα, περὶ ὧν ὁ προκείμενος, λελεπτυσμένοις ἐσχάτως ἐπιφανῇ, κατὰ τὴν ὑστέραν ἀποθνήσκουσιν. ἀσθενὴς γὰρ ἐπὶ τῶν τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνασθαι μήτε διακρῖναι μήτε ἐκκρῖναι τὰ οὕτω μοχθηρά. διὰ μέγεθος οὖν τοῦ νοσήματος ἀποχεῖται μὴ στεγόμενα καὶ ταύτῃ χαλεπὸν τὸν θάνατον οὐκ ἐν ὑστέρῳ φέρει, καθάπερ ἐν ἄλλοις νοσήμασι διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐδήλωσε μέντοι κατὰ τοῦτον τὸν ἀφορισμὸν ἐναργῶς ὅτι κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν ἡνίκα ἔλεγεν, ὑποχωρήματα μέλανα ἢ οἷον αἷμα, προσυπακοῦσαι χρὴ τὸ μέλαν, ἵνα ᾖ τὸ πλῆρες τοιοῦτον, ὑποχωρήματα οἷον αἷμα μέλαν. ἐδήλωσε δὲ καὶ ὅτι καλῶς ἡμεῖς διωρίσαμεν ἀπὸ τῶν μελάνων τὴν μέλαιναν χολήν. τὰ μὲν γὰρ αἵματι μεμελασμένῳ παραπλήσια φέρεται διαφέροντα τῷ κεχύσθαι τε καὶ μὴ πεπηγέναι καθάπερ ἐκεῖνο. μέλαινα δὲ χολὴ καὶ τῷ κεχύσθαι, χωρὶς πεπῆχθαι, καὶ τῷ στίλβον ἔχειν τὸ μέλαν. ἔτι δὲ δακνῶδες εἶναι καθάπερ ὄξος, ἀναδέρειν τε καὶ ζυμοῦν τὴν γῆν, ὧν οὐδὲν ὑπάρχει τοῖς μέλασιν.

Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.

Ὑπὸ τῆς ὠχρᾶς μὲν ὑπ’ ἐνίων, ὑπ’ ἄλλων δὲ ξανθῆς ὀνομαζομένης χολῆς ἄρχεται τοὐπίπαν ἡ δυσεντερία. ξυομένων τὰ πρῶτα τῇ τῶν χυμῶν δριμύτητι τῶν ἐντέρων, ἀναβιβρωσκομένων δ’ ὕστερον, ὡς ἑλκοῦσθαι καὶ γίνεσθαι δυσεντερίαν. ταύτην μὲν οὖν τὴν δυσεντερίαν ἰώμεθα πολλάκις. ἥτις δ’ ἂν ὑπὸ τῆς μελαίνης γένηται χολῆς, ἀνίατός ἐστι πάντῃ, οὐδὲν διαφέρουσα καρκίνου τοῦ μεθ’ ἑλκώσεως. ὅπου τοίνυν ἐπιπολῆς συνιστάμενος ὁ τοιοῦτος καρκίνος ἤτοι δυσίατος ἢ παντάπασιν ἀνίατός ἐστι, καίτοι διὰ παντὸς ἐπικείμενον ἑαυτῷ φάρμακον ἔχειν δυνάμενον, εἰκὸς δήπου τὸν ἐν τοῖς ἐντέροις γιγνόμενον οὐ μόνον τῷ μηδὲν ἔχειν δύνασθαι παντὸς ὁμιλοῦν φάρμακον ἑαυτῷ, ἀλλὰ καὶ τῶν τῆς τροφῆς περιττῶν ἀεὶ ψαυόντων αὐτοῦ παντάπασιν ἀνίατον μένειν.

Αἷμα ἄνωθεν μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ ἀγαθὸν, τὰ μέλανα ὑποχωρέοντα κακόν.

Ἐν τοῖς ἔμπροσθεν ἀφορισμοῖς ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν διὰ τοῦ στόματος ἢ τῆς ἕδρας ἐκκρινομένων, ὥστε καὶ κατὰ τόνδε τὸν προκείμενον ἀκούσωμεν αὐτοῦ λέγοντος, ἄνω τὴν διὰ τοῦ στόματος ἔκκρισιν μόνην ἄνευ τοῦ περιλαμβάνεσθαι τὴν διὰ τῶν ῥινῶν. ταύτην οὖν φησι διὰ παντὸς εἶναι κακὴν, ὁποῖον ἂν ᾖ τὸ αἷμα ἐκκρινόμενον, τουτέστιν ἄν τε ἀφρῶδες ἄν τε ἐρυθρὸν ἄν τε ξανθὸν ἄν τε μέλαν ἄν τε ὑδατῶδες ἄν τε παχύ. κάτω γὰρ ὑπέρχεσθαι βέλτιον εἶναί φησιν αὐτό. οὔκουν οὐδ’ ἐνταῦθα τρόπον αἱμοῤῥαγικὸν, ἀλλὰ κατὰ βραχὺ συῤῥέον, ὥστε ἐν τῷ βραδεῖ τῆς διεξόδου μελανθῆναι. αὐτὸ μὲν οὖν τὸ συῤῥεῖν ὅλως εἴς τι τῶν ἐντέρων αἷμα φαῦλον εἶναι χρὴ νομίζειν. ἄμεινον δ’ ὀλίγον ἤπερ ὅταν αἱμοῤῥαγικῶς ἐκκρίνηται πάμπολλα. διὸ καὶ τὸ ἀγαθὸν ὡς οὐ κυρίως εἰρημένον ἀκούειν προσῆκον, ἀλλ’ ἐν ἴσῳ τῷ ἄμεινον ὡς εἰ καὶ οὕτως εἴρητο. κάτω δὲ ἄμεινον τὰ μέλανα χωρέοντα, τῷ γὰρ ὄντι τοῦτ’ ἂν ἕλοιτό τις πρὸ τοῦ διὰ στόματος ὁπωσοῦν ἀναφέρεσθαι τὸ αἷμα. τουτὶ μὲν οὖν ἄν τις εἴποι, διαλυόμενος τὴν μάχην τῶν λόγων τοῦ παλαιοῦ, νυνὶ μὲν εἰπόντος, ἀγαθὸν εἶναι κάτω ὑποχωρεῖν τὰ μέλανα, μικρὸν δ’ ἔμπροσθεν κάκιστον ὑπάρχειν. ἐγχωρεῖ δὲ καὶ οὕτως ἀκοῦσαι τὰ μέλανα, καθάπερ αὐτὸς ἐπὶ τῶν αἱμοῤῥοΐδων ἐν ἐπιδημίαις ἔλεγεν ὡς ἰωμένων τὰ μελαγχολικὰ πάθη. τῷ γὰρ ὄντι μελαγχολίας ἤδη γεγενημένης ἴαμα μέγιστόν ἐστιν αἱμοῤῥοῒς, μελλούσης ἔσεσθαί γε κώλυμα. τοιγαροῦν οὕτως ἀκουόντων ἡμῶν ὁ λόγος ἔσται τοιοῦτος, ἄνω μὲν ὁποῖον ἂν ᾖ, κακὸν, κάτω δὲ δι’ αἱμοῤῥοΐδων ἀγαθὸν, ὅταν ἐκκενοῖ τὰ μέλανα, τουτέστιν ὅταν ἡ φύσις τοῦ ἀνθρώπου πολὺν τὸν τοιοῦτον ἀθροίζῃ χυμόν. ἄλλως δὲ οὐκ ἐπιτρεπτέον ἐθίζεσθαι τῇ τὴν δι’ αἱμοῤῥοΐδος κενώσει σφαλερὰν ἐχούσῃ τὴν ἀμετρίαν ἑκατέρᾳ, ἔν τε τῷ περαιτέρω τοῦ προσήκοντος ἐκκρίνεσθαι κἀν τῷ παντάπασιν ἴσχεσθαι.

Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ σάρκες ὑποχωρήσωσι, θανάσιμον.

Ἐν ταῖς δυσεντερίαις ἔτι μὲν συνισταμέναις ἐκκρίνεταί τινα πιμελώδη σώματα. τούτοις δ’ ἐφεξῆς ὅταν μὴ φθάσῃ παυσαμένη, ξύσματά τινα τῶν ἐντέρων αὐτῶν, ἀποῤῥιπτομένης τῆς ἔνδοθεν ἐπιφανείας αὐτῶν ὑμενώδους οὔσης καὶ πυκνῆς ἀνάλογον τῇ κατὰ τὸ δέρμα τοὐκτὸς ἐπιδερμίδι. μετὰ δὲ ταῦτα αὐτῆς τι οὐσίας τῶν ἐντέρων ἀποξύεται, καθ’ ὃν  ἤδη χρόνον οὐκέτι γίνεσθαι τὴν δυσεντερίαν, ἀλλ’ ἤδη γεγονέναι καὶ κατεσκευάσθαι φαμέν. ὅταν οὖν οὕτω μεγάλα μέρη τῶν ἐντέρων ἐκκρίνηται κατὰ τὴν δυσεντερίαν ὡς δύνασθαι σάρκας ὀνομάζεσθαι αὐτὰ, θανάσιμον εἶναί φησι τὸ νόσημα, μήτε σαρκωθῆναι τῆς τηλικαύτης ἑλκώσεως μήτε ἐπουλωθῆναι δυναμένης.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος ὁκοθενοῦν ἐν τῇσιν ἀναλήψεσι, τουτέοισιν κοιλίαι καθυγραίνονται.

Τῆς ἐμφύτου θερμασίας ἀῤῥώστου γιγνομένης διὰ τὴν αἱμοῤῥαγίαν οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ’ αἱματοῦσθαι, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ἀναδίδοσθαι δύναται, καὶ διὰ ταῦτα πάντα τὰς κοιλίας ὑγροτέρας γίνεσθαι τοῖς τοιούτοις εἰκός ἐστι, μέχρι περ ἂν ἐν χρόνῳ πλείονι τὴν ἑαυτῆς ἰσχὺν ἡ φύσις ἀνακτήσηται.

Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γινομένης παύεται καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.

Οὐ περὶ τῆς ἐν ἕξει δυσλύτου κωφώσεως ὁ λόγος αὐτῷ νῦν ἐστιν, ἀλλὰ περὶ τῆς ἐξαίφνης πυρετοῖς ἢ ἄλλως γινομένης, ἀναδραμούσης ἐπὶ τὴν κεφαλὴν τῆς χολῆς. αὕτη γὰρ, ὅταν μὲν καταλάβῃ τοὺς ἀκουστικοὺς πόρους τὴν κώφωσιν ἐργάζεται. ὅταν δ’ ἐντεῦθεν ἀπωσαμένης αὐτὴν τῆς φύσεως ἐπὶ τὴν διαχώρησιν ἀφίκηται, λύει τὴν κώφωσιν.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται δύσκριτα.

Ὅσα τοῖς πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι ἐπιγίνεται ῥίγη, κρίνειν εἴωθεν ἀγαθὴν μὲν καὶ τελέαν κρίσιν, ὅταν ἐν ἡμέρᾳ κρισίμῳ γίνηται καὶ μετὰ τῶν τῆς πέψεως σημείων, οὐκ ἀγαθὴν δὲ οὐδὲ τελέαν, ὅταν ἤτοι τὰ τῆς ἡμέρας ἢ τὰ τῆς πέψεως σημεῖα ἐλλιπῶς ἔχῃ. ὅτι μὲν οὖν πεπέφθαι χρὴ τὰ μέλλοντα κρίνεσθαι καλῶς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐδίδαξε, διὰ τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης ῥήσεως, ἧς ἡ ἀρχὴ πεπασμοὶ, ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὅτι δ’ οὐδ’ ἐν ἁπάσαις ταῖς ἡμέραις, ἔν τε τῷ προγνωστικῷ διῆλθον καὶ κατὰ τουτὶ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔτι δὲ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἠθροίσθη δ’ ὑφ’ ἡμῶν ἅπαντα ταῦτα μετὰ τῆς προσηκούσης ἐξηγήσεως. ὅσα μὲν εἴρηται περὶ τῶν κρισίμων ἡμερῶν, κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν, ὅσα δὲ περὶ τῶν τῆς πέψεως σημείων, ἐν τῇ περὶ τῶν κρίσεων. εἴρηται δ’ ἐν αὐταῖς καὶ περὶ τῆς κατὰ τὴν ἕκτην ἡμέραν κρίσεως, ἧς καὶ νῦν μνημονεύων ἔφη, τὰ κατ’ αὐτὴν ῥίγη δύσκριτα γίνεσθαι, τουτέστιν ἤτοι κακὴν ἐπιφέροντα κρίσιν, ὡσεὶ καὶ κακόκριτα ἐλέλεκτο, ἢ οὐ βεβαίαν. ἀλλ’ ὥστε ῥᾳδίως ὑποτροπιάζειν ἢ εἰς μακρὸν ἐμπίπτοντα χρόνον, ὡσεὶ καὶ δύσλυτα ἐλέλεκτο, καὶ μετὰ συμπτωμάτων δ’ ἔστιν ὅτε χαλεπῶν, εἰ ἑκταία γίνεται ἡ κρίσις, ὑπὲρ ὧν ἁπάντων γέγραπταί μοι τελέως ἐν ταῖς προειρημέναις πραγματείαις. ταῦτα μὲν οὖν οὕτως γίγνεσθαι καὶ πρὸς τῆς ἐμπειρίας μεμαρτύρηται. τὰς δ’ αἰτίας αὐτῶν μακρὸν ἂν εἴη νῦν διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν κρινουσῶν ἡμερῶν ἐν τῷ τρίτῳ τῶν περὶ κρίσεων εἴρηται, περὶ δὲ τοῦ ῥίγους ἰδίᾳ κατ’ αὐτό.

Ὁκόσοισι παροξυσμοὶ γίνονται ἣν ἂν ὥρην ἀφῇ ὁ πυρετὸς, εἰς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.

Ὑποθώμεθά τινα κατὰ τὴν πρώτην ἡμέραν ἀρξάμενον ὥραν τὴν τρίτην, πεπαῦσθαι δὲ καθ’ ἡντιναοῦν ὥραν ἑτέραν, εἶθ’ ὑπῆρχθαι πάλιν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν κατὰ τὴν ὥραν τὴν τρίτην, εἶτα παυσάμενον αὖθις, ὅτε δή ποτε τῇ τρίτῃ τῶν ἡμερῶν πάλιν ἄρξασθαι κατὰ τὴν τρίτην ὥραν, εἶτ’ αὖθις ὡς ἔτυχε παυσάμενον ἄρξασθαι τῇ τετάρτῃ τῶν ἡμερῶν κατὰ τὴν τρίτην ὥραν καὶ οὕτως ἀεὶ κατὰ τὸ ἑξῆς φυλάττεσθαι μὲν αὐτῷ τὴν τρίτην ὥραν, ἐν ᾗ τὴν ἀρχὴν ὁ παροξυσμὸς λαμβάνει, μὴ φυλάττεσθαι δὲ τὰς ἄλλας, ἐν αἷς παύεται. τὸν οὖν οὕτω νοσοῦντα μακρότερον ἀνάγκη νοσῆσαι χρόνῳ τῶν ἄτακτον ἐχόντων τὴν ὥραν τῆς ἀρχῆς τοῦ παροξυσμοῦ. τοῦτο μὲν οὖν ἡμεῖς ὑπὸ τῆς πείρας μαρτυρούμενον εἰρῆσθαί φαμεν. εἰσὶ δ’ οἳ τοιοῦτό τί φασιν εἶναι τὸ λεγόμενον. εἰ τῇ πρώτῃ τῶν ἡμερῶν παροξυνθεὶς ὁ κάμνων ὥρᾳ, φέρε εἰπεῖν, τρίτῃ παυσάμενός τε δωδεκάτην ὥραν, εἰ τύχοι, πάλιν ἄρξαιτο τῇ δευτέρᾳ τῶν ἡμερῶν, κατὰ τὴν δωδεκάτην ὥραν δύσκριτον ἔσεσθαί φασιν αὐτῷ τὸ νόσημα, μήτε λογισμόν τινα προστιθέντες, ἀλλὰ μηδ’ ἀπὸ τῆς πείρας μαρτυρούμενον ὑποδεῖξαι δυνάμενοι τὸν ἑαυτῶν λόγον. οὐ μὴν οὐδὲ τὸ δύσκριτον, οἷόν τ’ ἐστὶν ἐπινοῆσαι κατ’ ἄλλο τι σημαινόμενον εἰρῆσθαι παρὰ τὸ δύσλυτον, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, ἐάν τε καθ’ ἑκάστην ἡμέραν ἐάν τε διὰ τετάρτης ὁ κάμνων παροξύνηται κατὰ τὴν αὐτὴν ὥραν, δύσλυτον ἔσται  τοῦτο νόσημα, κἂν πολλαῖς κἂν ὀλίγαις ὁ παροξυσμὸς ὥραις γένηται. τοῦτο μὲν οὖν, ὡς ἔφην, ὑπὸ τῆς ἐμπειρίας μαρτυρεῖται. τὴν δ’ αἰτίαν αὐτοῦ νομιστέον εἶναι τοιαύτην, ὅταν μὲν ἀστήρικτον ᾖ τὸ τῶν παροξυσμῶν αἴτιον, οὐ φυλάττει τὴν αὐτὴν περίοδόν τε καὶ προθεσμίαν, ὅταν δ’ ἐστηριγμένον, φυλάττει καὶ διὰ τοῦτο δύσλυτον μέν ἐστι τὸ ἐστηριγμένον, εὔλυτον δὲ τὸ μὴ τοιοῦτον. μοχλείας γὰρ, ὡς ἂν εἴποι τις, ἰσχυρᾶς δεῖ τοῖς ἐστηριγμένοις, ἥτις ἐν χρόνῳ πλείονι καὶ διὰ βοηθημάτων ἰσχυροτέρων τε καὶ πλειόνων γίγνεται.

Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα αἱ ἀποστάσιες γίνονται.

Ἐῤῥέθη ἤδη καὶ πρόσθεν ὡς τῶν κόπων ἔνιοι μὲν ἐπὶ κινήσεσι γίγνονται πολλαῖς, οἵπερ ἁπλῶς τε καὶ κυρίως ὀνομάζονται κόποι. τινὲς δὲ οὔτε σφοδρὰς κινήσεις κινηθέντες εἰώθασι γίγνεσθαι κοπώδεις. τοὺς τοιούτους οὖν κόπους οὐχ ἁπλῶς κόπους, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι κόπους αὐτομάτους. ἀμφοτέρων δ’ αὐτῶν κοινὸς ὁ πεπονθὼς ὑπάρχει τόπος, ἔστι δ’ οὗτος ἅπαν τὸ μυῶδες ἐν τῷ σώματι γένος. ὅσοι δ’ ἐπὶ κινήσεσι πλείοσι γίγνονται κόποι, πρόσεστιν αὐτοῖς ἴδιον ἐξαίρετον ἡ ἐν τοῖς ἄρθροις θερμότης, ὥστ’ ἐπὶ τούτων μὲν οὐδέν θαυμαστὸν εἰς τὰ ἄρθρα γίγνεσθαι τὰς ἀποστάσεις, ὡς καὶ πεπονηκότα τοῖς μυσὶν, ὁμοίως καὶ τεθερμασμένα περαιτέρω τοῦ προσήκοντος. τοῖς δ’ αὐτομάτοις κόποις ἑνὶ μόνῳ λόγῳ τὰ ῥεύματα κατασκήπτειν εἰς ἄρθρα συμβέβηκεν, ὡς καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασι νοσήμασιν, ὅσα δι’ ἀποστάσεως κρίνεται τῆς εὐρυχωρίας αὐτῶν ἐπιτηδείως ἐχούσης ὑποδέξασθαι τὰ περιττά. σπανιώτερα μὲν οὖν ἐπ’ ἐκείνων εἰσὶν αἱ ἀποστάσεις, ἐπὶ δὲ τῶν κοπωδῶν πλείους, καὶ μάλισθ’ ὅταν αὐτόματος ὁ κόπος ᾖ καὶ τούτων αὐτῶν μάλισθ’ ὅσοι διὰ πλῆθος. ἔσται τοιγαροῦν καὶ κατὰ τὸν ἀφορισμὸν τοῦ λόγου τὸ κεφάλαιον τοιοῦτον. τοῖς κοπώδεσιν ὁπωσοῦν ἐν πυρετοῖς γενομένοις, ἐς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους αἱ ἀποστάσιες γίνονται. συμβαίνει δὲ τοῦτο διὰ τὴν ἐν τοῖς πυρετοῖς θερμασίαν, ἐπὶ κεφαλὴν ἀναφερομένου τοῦ πλήθους, εἶτ’ ἐντεῦθεν τῶν περὶ τὰς γνάθους ἀδένων ὑποδεχομένων αὐτὸ, καθάπερ ὅταν εἰς βουβῶνας ἢ μασχάλας ἀφίκηταί τι τῶν ἐν ἐκείνοις τοῖς μέρεσιν.

Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, ἤν τι πονήσῃ, ἐνταῦθα αἱ ἀποστάσιες γίνονται.

Εἴπερ ὁ πόνος τήν τε σφοδρὰν κίνησιν σημαίνει καὶ τὴν ὀδύνην καὶ τὴν βλάβην, ὡς ἔμπροσθεν ἐδείχθη, πρόδηλον δήπου ὅτι καὶ πονεῖν τὸ ἐν πλείονι κινήσει γενέσθαι δηλώσει καὶ τὸ σχεῖν τινὰ ὀδύνην ἢ βλάβην. ἀτὰρ οὖν καὶ φαίνεταί τισι τῶν ἀνακομιζομένων ἐκ νόσου, μὴ πάνυ καλῶς κεκαθαρμένων τῶν ἐργασαμένων τὴν νόσον χυμῶν, ἀλλά τινα περιττὰ καταλελοιπότων, ὅταν ἤτοι κάμνωσιν ἢ ὀδυνηθῶσί τι μόριον, ἐκεῖσε κατασκήπτειν ἀποστήματα, τοῦ μὲν καμάτου λόγον αἰτίας ἔχοντος, τῆς δ’ ὀδύνης σημείου. κατὰ μὲν γὰρ τὰς σφοδροτέρας κινήσεις ἥ τε δύναμις ἀῤῥωστοτέρα γίνεται καὶ θερμασία πλείων ἀνάπτεται. τὸ δ’ ὀδυνᾶσθαι τοῦ ῥεύματος ἤδη κατασκήπτοντος ἀποτελεῖται. τοῦτο μὲν οὖν, ὡς ἔφην, γιγνομένης ἀποστάσεώς ἐστι σημεῖον. ἡ ἀῤῥωστία δὲ καὶ ἡ θερμασία ποδηγεῖ τοὺς περιττοὺς ἐπὶ τὸ πεπονθός. ἑκατέρως μὲν οὖν ὡς ἐπιδέδεικται δυνατὸν ἀκούειν τοῦ πονῆσαι. τῷ μέντοι λόγῳ παντὶ τῷ νῦν ὑφ’ Ἱπποκράτους περαινομένῳ τὸ ἕτερον τῶν σημαινομένων οἰκειότερόν ἐστιν, εἴ γε δὴ προειρήκει μὲν ὑπὲρ τῶν κοπωδῶν πυρετῶν. ἐφεξῆς δὲ πάλιν, φησὶν, ἀτὰρ καὶ ἢν προπεπονηκός τι ᾖ. φαίνεται γὰρ ὁ μὲν πρῶτος ἀφορισμὸς οὗ ἡ ἀρχὴ, ἐν τοῖσι κοπώδεσι, περὶ τῶν ἐν ταῖς νόσοις κόπων διαλεγόμενος, ὁ δὲ νῦν προκείμενος ὑπὲρ τῶν ἐν ταῖς ἀναλήψεσιν, ὁ δ’ ἑξῆς ὑπὲρ τῶν προηγησαμένων τῆς νόσου.

Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσεῖν, ἐνταῦθα στηρίζει ἡ νοῦσος.

Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λόγοις καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλήρωσιν εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακομιζόμενος ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν  τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὦν ἐλπίς ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμπας λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.

Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγίγνηται, θανάσιμον.

Ἔνεστι μὲν καὶ ἁπλῶς ἀκοῦσαι τῆς ἀρχῆς τοῦ ἀφορισμοῦ, καθ’ ἥν φησιν, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, ὡς εἰ καὶ οὕτως ἔτυχεν εἰπὼν, ἢν πυρέσσοντι ἀνθρώπῳ οἰδήματος μὴ ἐόντος ἔνεστι δὲ καὶ σὺν ἐνδείξει τινὶ πλείονι, καθάπερ εἴωθε καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν γράφειν, οὐ τὸν ἁπλῶς ὁπωσοῦν πυρέττοντα δηλῶν, ὅταν εἴπῃ πυρετὸς εἶχεν αὐτὸν, ἀλλ’ ὅτῳ μέγας ἐστὶν ὁ πυρετὸς, οὕτως ἑρμηνεύων. ἐγχωρεῖ μὲν οὖν καὶ χωρὶς μεγάλου πυρετοῦ πνίξεως ἐξαίφνης ἐπιγενομένης ἀπολέσθαι τὸν ἄνθρωπον. ἀφυκτότερος δὲ καὶ θάττων ὁ θάνατος, ὡς μηδ’ ἐκ παραδόξου ποτὲ σωθῆναι, σφοδροῦ κατέχοντος τὸν κάμνοντα πυρετοῦ. δεῖται γὰρ ὁ τοιοῦτος πυρετὸς, ὡς ἐν τοῖς περὶ δυσπνοίας δέδεικται λόγοις, εἰσπνοῆς δαψιλοῦς. γίνεται δ’ οὐχ ὅπως δαψιλὴς, ἀλλὰ καὶ παντάπασιν ὀλίγη τοῖς πνιγομένοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλο τί ἐστιν ἡ πνὶξ παρὰ τὴν γινομένην ἀπώλειαν ἐξαιφνίδιον ἐξ ἐνδείας ἀναπνοῆς, διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἀποτελουμένης· ἡ γὰρ τοιαύτη στενοχωρία οὐκ αὐτῶν χωρὶς τῶν τῆς ἀναπνοῆς ἐστι, γιγνομένης καὶ ταύτης ἤτοι διὰ τὴν ἀῤῥωστίαν τῆς κινούσης τὸν θώρακα δυνάμεως ἢ διὰ ψύξιν ἰσχυρὰν τῆς ζωτικῆς ἀρχῆς. ἀλλ’ ἥ γε πνὶξ ἐπὶ στενοχωρίᾳ μὲν γίγνεται πάντως, ἡ στενοχωρία δὲ ἤτοι πεπληρωμένης τῆς μεταξὺ τοῦ θώρακός τε τῆς πνεύμονος χώρας ἢ τῶν σηράγγων τοῦ πνεύμονος ἤ τινος φλεγμονῆς περὶ τὸ σπλάγχνον ὅλον οὔσης ἢ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἢ τὴν οἶον κεφαλὴν αὐτὴν, ἣν ὀνομάζουσι λάρυγγα. καί ποτε κατὰ τὴν προκειμένην εὐρυχωρίαν ταύτης, ᾖ τοὔνομα φάρυγξ ἐστὶ, πνίγεσθαι πέφυκεν. οὕτως οὖν καὶ Ὅμηρος ἔφη·

— φάρυγος δ’ ἐξέσσυτο οἶνος, ψωμοί τ’ ἀνδρόμεοι

τὴν προκειμένην εὐρυχωρίαν στομάχου καὶ λάρυγγος ὀνομάζων φάρυγγα. φαίνεται δὲ καὶ νῦν ὁ Ἱπποκράτης ταὐτὸ τοῦτο τὸ μόριον ὡσαύτως Ὁμήρῳ καλέσας· φησὶ γοῦν οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, ὡς δυνατὸν ἐπὶ πλέον ἀνοιχθέντος τοῦ στόματος, ἀκριβῶς θεάσασθαι τὸ μόριον, ὅπερ οὐχ ὑπάρχει τῷ λάρυγγι. γενήσεται γοῦν ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ πνὶξ ἐξαίφνης ἐπιγενήσεται χωρὶς ὄγκου τοῦ κατὰ τὴν φάρυγγα, θανατῶδές ἐστιν. ὡσαύτως ὠνόμαζον οἱ παλαιοὶ τὸ οἴδημα καὶ τὸν ὄγκον. ἴσμεν δ’ ὅτι τρίτη τίς ἐστιν ἡ διαφορὰ τῶν ὄγκων. ἤτοι γὰρ μετ’ ὀδύνης εἰσὶ καὶ καλοῦσιν αὐτοὺς οἱ νεώτεροι φλεγμονὰς ἢ χωρὶς ὀδύνης καὶ σκληροὶ, καλοῦσι δὲ καὶ τούτους σκίῤῥους ἢ χωρὶς ὀδύνης καὶ μαλακοί. προσαγορεύουσι δὲ καὶ τούτους ἰδίως οἰδήματα καὶ δι’ αὐτό γε τοῦτο τῆς παλαιᾶς χρήσεως ἀπέστησαν ὡς μηκέτι τὰς παρὰ φύσιν αὐξήσεις ἁπάσας οἰδήματα προσαγορεύειν. ὅταν οὖν ἡ φάρυγξ φαίνηται χωρὶς ὄγκου, πνὶξ δὲ ἐξαίφνης ἐπιγένηται, τοῦ λάρυγγός ἐστι μόνου τὸ τοιοῦτον πάθημα. πνίγονται μὲν γὰρ, ὡς ἔφην, καὶ δι’ ἄλλα νοσήματα τὰ μικρῷ πρόσθεν εἰρημένα. τὸ δ’ ἐξαίφνης ὑπάρχει μόνῳ τῷ λάρυγγι· περιπνευμονία γὰρ οὐκ ἐξαίφνης πνίγει τοὺς κάμνοντας ἀνθρώπους, ἀλλὰ κατὰ βραχὺ τὴν αὔξησιν ἀπὸ τῆς ἀρχῆς λαβοῦσα μέχρι τῆς ἰδίας ἀκμῆς, ἐν ᾖ τοῦτ’ ἐπάγει τὸ σύμπτωμα. καὶ εἴ τι φῦμα καὶ ἀπόστημα κατὰ πνεύμονα γίγνεται, χρόνιον καὶ τοῦτ’ ἔστι, καθάπερ γε καὶ ἡ μεταξὺ πνεύμονός τε καὶ θώρακος χώρα πληρουμένη πύου, πολλάκις ἀποπνίγει τὸν ἄνθρωπον ἀποστήματος εἰς αὐτὴν ῥαγέντος, ἐν χρόνῳ πολλῷ δηλονότι καὶ τούτου συστάντος. τῆς γε μὴν τραχείας ἀρτηρίας φλεγμονῆς δύσπνοιαν μέν τινα δύναται ποιῆσαι, πνίγα δ’ οὐ δύναται, διά τε τὸ μέγεθος τῆς κατ’ αὐτὴν εὐρυχωρίας καὶ τὴν λεπτότητα τοῦ χιτῶνος, ἀδύνατον γάρ ἐστιν οὕτω λεπτοῦ σώματος φλεγμονὴν εὐρυχωρίαν ἀξιόλογον πληρῶσαι. λοιπὸν οὖν ὁ λάρυγξ ἐστὶν ὁ τὴν αἰφνίδιον πνίγα δυνάμενος ποιῆσαι, ἐπειδὴ στενοῦταί τε κατὰ τοῦτον ὁ τοῦ πνεύμονος πόρος οἵ τ’ ἔνδον αὐτοῦ μύες ἅμα τῷ περιέχοντι χιτῶνι φλεγμήναντες ἀποκλεῖσαι δύνανται τὴν ὁδὸν τοῦ πνεύματος. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἰατρῶν τὴν τοιαύτην διάθεσιν οὐ διὰ τοῦ σ συνάγχην, ἀλλὰ διὰ τοῦ κ κυνάγχην, οἶς ἀρέσκει τὴν τῆς φάρυγγος φλεγμονὴν διὰ τοῦ συνάγχην. ἔνιοι δὲ καὶ παρασυνάγχην καὶ παρακυνάγχην ὀνομάζουσι. παρασυνάγχην μὲν, ὅταν τῶν ἐπικειμένων τῇ φάρυγγι μυῶν γένηται φλεγμονὴ, παρακυνάγχην δὲ, ὅταν ἔξωθεν τοῦ λάρυγγος. ἐκ γοῦν τῶν εἰρημένων εὔλογόν ἐστι τὴν τοιαύτην διάθεσιν ὀδύνην τινὰ φέρειν κατὰ τὸν λάρυγγα. καὶ φαίνεταί γε σαφῶς μεμνημένος ὁ Ἱπποκράτης αὐτῆς ἐν τῷ προῤῥητικῷ κατὰ τήνδε τὴν ῥῆσιν· φάρυγξ ἐπώδυνος ἰσχνὴ  μετὰ δυσφορίης, πνιγώδης, ὀλέθριοι ὀξέως. ἀλλὰ νῦν γε τὸ ἐπώδυνον οὐκ εἶπεν, ὡς τοῖς προειρημένοις συνεπινοεῖσθαι δυνάμενον ἢ ὡς καὶ χωρὶς ὀδύνης, ὑπολαμβάνων ποτὲ τὴν ἐν τῷ προειρημένῳ λόγῳ συνίστασθαι πνίγα. εἴπερ ὅλως δύναται χωρὶς ὀδύνης γενέσθαι πνὶξ, ἐπ’ αἰτίαις ἔσται τοιαῖσδε. δυνατὸν μὲν καὶ πλήθους ὑγρότητος καὶ μάλιστα φλεγματώδους διαβρέξαι τὸν ἔνδοθεν τοῦ λάρυγγος χιτῶνα, γενέσθαι τὸν ὄγκον ἀνώδυνον αὐτῷ, δυνατὸν δὲ καὶ τῶν διοιγόντων αὐτῶν μυῶν παχυνθέντων στενώτερον ἀποτελεσθῆναι τὸν πόρον, ἐγχωρεῖ δὲ καὶ ἄμφω συνελθεῖν. οὐκ ἀδύνατον δὲ οὐδὲ δι’ ὑπερβάλλουσαν ξηρότητα τῶν ἔνδον τοῦ λάρυγγος. μυῶν ἐπὶ πλεῖον ταθέντων, στενωθῆναι τὸν πόρον. οἵτινες δ’ εἰσὶν οὗτοι καὶ ὅπως κλείουσι τὸν λάρυγγα τεινόμενοι δέδεικται κατὰ τὴν περὶ φωνῆς πραγματείαν.

Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστρέφηται καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον.

Οὐκέτι προσέθηκεν ἐνταῦθα τὸν τόπον, ἐν ᾧ φησιν, οἰδήματος μὴ ἐόντος, ὥσπερ ἐν τῷ πρόσθεν ἀφορισμῷ τῆς φάρυγγος ἐμνημόνευσεν εἰπὼν, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι. ἀλλ’ ἡμεῖς γε δυοῖν θάτερον ἐροῦμεν. ἤτοι ἀπὸ κοινοῦ δεῖν ἀκούειν ἐπὶ τῆς φάρυγγος ἢ ὅλως ἐπὶ πάντων τῶν κατὰ τὸν τράχηλον χωρίων. ὁπόταν γὰρ ἐν μηδενὶ τούτων φαίνηται, μήτε διοιγομένου τοῦ στόματος ἐν τῇ φάρυγγι μήτ’ ἔξωθεν οἴδημα, συμβῇ δὲ τὸν ἄνθρωπον ἀδυνατεῖν καταπίνειν, ὀλέθριον σύμπτωμά ἐστι γινόμενον ἐπὶ φλεγμονῇ ποτὲ μὲν τῶν προβεβλημένων μυῶν τῷ στομάχῳ, ποτὲ δὲ αὐτοῦ τοῦ στομάχου. κοινωνία γάρ τίς ἐστι τούτοις τοῖς μορίοις διὰ νεύρων καὶ συνδέσμων πρὸς τε τὸν νωτιαῖον μυελὸν καὶ τὰς ἀμφ’ αὐτὸν μήνιγγας, ἔτι τε τὰ παρακείμενα τούτοις ἔξωθεν ὀστᾶ τῶν σπονδύλων. τεινομένων οὖν ἐπὶ τὰ φλεγμαίνοντα μόρια τῶν τε συνδέσμων καὶ τῶν νεύρων ἕλκεσθαι τοῖς σπονδύλοις, ἤτοι γε εἰς τὸ ἐντὸς ἢ εἰς τὰ πλάγια, ἀναγκαῖόν ἐστιν· εἰ μὲν κατὰ τὴν ἑτέραν ἀπόφυσιν τῶν νεύρων τὴν τάσιν συμβαίνῃ γενέσθαι, πρὸς τὰ πλάγια, εἰ δὲ κατ’ ἀμφοτέρας, εἰς τὸ ἐκτός. ἐπὶ πλέον δὲ περὶ τούτων ἐροῦμεν ἐξηγούμενοι τὸ περὶ τῶν ἄρθρων βιβλίον, ἔνθα τὰς διαστροφὰς τῆς ῥάχεως γίνεσθαί φησι, φυμάτων ἀπέπτων ἔνδον αὐτῆς συστάντων. ἐν ἐκείνῳ μὲν οὖν τῷ βιβλίῳ καὶ τὰς κυφώσεις ἔφη γίνεσθαι, τεινομένων ἔσω τῶν τοῦ σπονδύλου μορίων, οὐ μόνον τὰς λορδώσεις τε καὶ σκολιώσεις. ἐν μέντοι τῷ δευτέρῳ τῶν ἐπιδημιῶν καὶ νῦν προκειμένης κατὰ τὸν ἀφορισμὸν συνάγχης μνημονεύων ἔφη, ἦν δὲ τῶν συναγχικῶν τὰ παθήματα τοιάδε. οἱ σπόνδυλοι τοῦ τραχήλου εἴσω ἔῤῥεπον καὶ ἔξωθεν ἦν δῆλος κοῖλον ἔχων ὁ τράχηλος καὶ ἤλγεε ταύτῃ ψαυόμενος. ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ μίαν ἐδήλωσε διαστροφὴν τῶν σπονδύλων τὴν ἐπὶ τὰ ἔσω. κατὰ δὲ τὸν προκείμενον ἀφορισμὸν ὀνόματι γενικωτέρῳ κέχρηται λέγων, ἢν ὁ τράχηλος ἐπιστραφῇ. τὸ γὰρ ἐπιστραφῇ ῥῆμα τὴν ἐκτροπὴν τὴν εἰς τὸ παρὰ φύσιν ἅπασαν δηλοῖ τῆς τῶν σπονδύλων εὐθυωρίας. ἐν μὲν οὖν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν προσέθηκε τῷ λόγῳ, καὶ ἤλγεε ταύτῃ ψαυόμενος, ἐνταυθὶ δ’ οὐδὲν εἶπεν ὑπὲρ ἀλγήματος, καίτοι γε ἀναγκαῖον ἄλγημα συνεῖναι τῇ κατὰ τὸν τράχηλον φλεγμονῇ. πλὴν εἰ κἀνταῦθα τὴν δι’ ὑπερβάλλουσαν ξηρότητα γιγνομένην ὁλκὴν καὶ τάσιν καὶ διαστροφὴν τῶν μορίων ἐνδείκνυται μόνην καὶ διὰ τοῦτο αὐτὸ θανάσιμον εἶναί φησι τὸ σύμπτωμα, τοῦ ἑτέρου τοῦ κατὰ τὴν φλεγμονὴν συνισταμένου μὴ πάντως ὄντος θανασίμου, καθάπερ τὸ πρότερον ἦν, τὸ μετὰ τοῦ πνίγεσθαι καὶ τοῦ καταπίνειν μόγις. ἀλλ’ ἐὰν δι’ ὑπερβάλλουσαν ξηρότητα γεγονὸς ᾖ τὸ παραστράφθαι τὸν τράχηλον καὶ τὸ καταπίνειν μόγις, ὀλέθριον ἔσται τὸ σύμπτωμα καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ᾖ σφοδρὸς, ἵνα τὸ ἢν ὑπὸ τοῦ πυρετοῦ ἐχομένῳ καὶ κατὰ τοῦτο ἀκούοι τις, διὰ δὲ τὸν αὐτὸν τοῦτον πυρετὸν καὶ τὴν ἄμετρον ἐν τοῖς μέλεσιν εἰκὸς γίγνεσθαι ξηρότητα. καὶ διττὸν ἕξει λόγον ὁ σφοδρὸς πυρετὸς ὡς πρὸς τὸν θάνατον, ὅτι τε σημεῖον ἔσται τοῦ διὰ ξηρότητα τήν τε διαστροφὴν γεγονέναι καὶ τὸ καταπίνειν μόγις, ὅτι τε συντελέσει τι καὶ αὐτὸς ὡς ἕν τι τῶν ἐπὶ θάνατον ἀγόντων αἰτίων.

Ἱδρῶτες πυρεταίνοντι ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι καὶ τεσσαρεσκαιδεκαταῖοι καὶ ἑπτακαιδεκαταῖοι καὶ μιῇ καὶ εἰκοστῇ καὶ ἑβδόμῃ καὶ εἰκοστῇ καὶ τριηκοστῇ πρώτῃ καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νόσους κρίνουσιν. οἱ δὲ μὴ οὕτως γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου, ὑποτροπιασμόν.

Οὐχ ἱδρῶτες μόνον, ἀλλὰ καὶ διαχωρήσεις γαστρὸς ἀξιόλογοι καὶ οὖρα πολλὰ καὶ ἀποστήματα παρ’ οὖς ἢ κατ’ ἄλλο τι τῶν ἄρθρων ἐν ταῖς ἡμέραις ταῖς εἰρημέναις ἐπιφαίνεται  χρηστῶς. ὁ γάρ τοι καθόλου λόγος ἐστὶ τοιόσδε. τὰ δὲ κρίσιμα σημεῖά τε καὶ συμπτώματα ταῖς κρισίμοις ἡμέραις ἀρχέσθω. καὶ ἤρκει οὗτος ὁ λόγος ὁ εἰρημένος. ἀλλ’ ὁ Ἱπποκράτης νῦν οὐ περὶ πάντων αὐτὸν ἐποιήσατο τῶν κρισίμων, ἀλλ’ ἱδρώτων μόνων. ἀνέμνησέ τε τῶν κρισίμων ἡμᾶς ἡμερῶν, ὅσαι τῆς τεσσαρακοστῆς ἐντός εἰσι. τὰ γὰρ τούτων χρονιώτερα νοσήματα δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεσθαι πέφυκεν, ὥσπερ οὐδὲ δι’ ἐκκρίσεως ὅλως, ἀλλ’ ἤτοι κατὰ τὴν σύμπεψιν ἢ δι’ ἀποστημάτων. ὅτι δ’ οὐ πάσης τῆς ἡμέρας ἀριθμὸς ἐπιτήδειος εἰς κρίσιν ἐναργῶς ἡ πεῖρα μαρτυρεῖ καὶ θαυμάσειεν ἄν τις τῶν φασκόντων μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν. ἄμεινον μὲν γὰρ ἐκ τῶν ἐναργῶς φαινομένων διδάσκεσθαι τὴν διαφορὰν, τὴν δ’ αἰτίαν τοῦ γιγνομένου κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅπερ ἡμεῖς ἐποιήσαμεν ἐν τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ. τὸ μὲν εἰς τὴν χρείαν τῆς τέχνης διάφορον ἐν τοῖς πρώτοις ὑπομνήμασι δύο διελθόντες, τὰς δ’ αἰτίας αὐτῶν ἐν τῷ τρίτῳ πειραθέντες ζητῆσαι. διαπεφώνηνται δ’ ἱκανῶς αἱ νῦν εἰρημέναι κατὰ τὸν ἀφορισμὸν ἡμέραι, γραφόντων αὐτὰς ἄλλων ἄλλως ὡς ἂν ἐθέλωσιν. ἀλλ’ ἡμεῖς γε κατὰ τὰ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένα διά τε τοῦ προγνωστικοῦ καὶ τῶν ἐπιδημιῶν καὶ αὐτοῦ τοῦ βιβλίου τοῦ τῶν ἀφορισμῶν τὴν ἐξαρίθμησιν αὐτῶν ἐποιησάμεθα. τὰς δὲ ῥήσεις ἐν αἷς ἔγραψε περὶ τούτων τῶν ἡμερῶν ὁ Ἱπποκράτης ἔν τε τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ καὶ τῇ τῶν κρίσεων ἁπάσας ἔχεις ἠθροισμένας. νυνὶ δ’ ἀπὸ τῆς τρίτης ἤρξατο προλαμβανούσης τὴν τετράδα κατὰ βραχὺ τὰ χρονιώτερα τῶν νοσημάτων καὶ μετὰ ταύτην ἔγραψε τὴν πέμπτην, ὑστερίζουσαν ἡμέραν μίαν τῆς τετάρτης. οὕτω γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται, οὐκέτι γεγραμμένης τῆς τετάρτης ἡμέρας κατὰ τὸν ἀφορισμόν. καίτοι δοκεῖ πρώτη κρίσιμος ὑπάρχειν αὕτη, ἀλλ’ ὅμως αὐτὴν ὑπερέβη νῦν ἢ αὐτὸς ὁ Ἱπποκράτης ὁ πρῶτος τὸ βιβλίον γράψας. εἴπερ δ’ ὅλως ὁ Ἱπποκράτης αὐτὴν ὑπερέβη, δοκεῖ μοι διὰ τήνδε τὴν αἰτίαν αὐτὸ ποιεῖσθαι, τὰ πλεῖστα κατοξέων νοσημάτων, ὅσα σὺν ἱδρῶτι κρίνεται, τῇ τρίτῃ καὶ τῇ πέμπτῃ μᾶλλον ἢ τετάρτῃ τὴν κρίσιν λαμβάνει. σπανιώτεροι γὰρ οἱ διὰ τῆς τετάρτης κρινόμενοι; καί μοι τοῦτο ἐξεύρηται πάνυ σφόδρα διὰ πείρας αὐτὸ τοῦτο ζητήσαντι, διότι παραλέλοιπε κατὰ τὸν προκείμενον ἀφορισμόν. ἔοικε δὲ συμβαίνειν οὕτως, ἐπειδὴ τὰ κατόξεα νοσήματα τόν τε πρῶτον εὐθὺς παροξυσμὸν ἔχει σφοδρότερον καὶ τὸν ἀνάλογον αὐτῷ διὰ τρίτης, ἐμάθομεν δ’ ὡς ἐν τοῖς σφοδροτέροις παροξυσμοῖς αἱ κρίσεις γίνονται. καὶ μέντοι καὶ ὅτι τὰ μὲν ἐν περισσαῖς ἡμέραις παροξυνόμενα θᾶττον κρίνεται. τὰ δ’ ἐν ἀρτίαις χρονίζει. καὶ διὰ τοῦτο κἂν ἐν ἀρχῇ τε παροξύνηται νόσημα, κατὰ τὰς περιττὰς μᾶλλον. ἐὰν δὲ μέλλῃ χρονίζειν, εἰς τὰς ἀρτίους μεταπίπτουσιν οἱ σφοδρότεροι παροξυσμοί. ταυτὶ μὲν ἔχω περὶ τῆς τετάρτης λέγειν. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ τινὲς μὲν τὴν τριακοστὴν πρώτην ἡμέραν, τινὲς δὲ τὴν τριακοστὴν τετάρτην γράφουσιν. ἴσμεν δ’ αὐτὰς ἐν τῷ καταλόγῳ περιεχομένας τῶν κρισίμων ἡμερῶν καὶ ἴσως ἰσχυροτέραν γε τὴν τριακοστὴν τετάρτην. οὐ μὴν τῆς τεσσαρακοστῆς ἐμνημόνευσεν ἴσως, ἐπειδὴ ταύτην τινὰ ἀρχὴν τῶν χρονίων ἐνόμιζεν, ἃ δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεται. καὶ γὰρ καὶ αὐτὴν τὴν τριακοστὴν πρώτην καὶ τριακοστὴν τετάρτην καὶ πρὸ αὐτῶν τὴν εἰκοστὴν ἑβδόμην σπανίως ἔστιν ἱδρῶσι κρινούσας εὑρεῖν.

Οἱ ψυχροὶ ἱδρῶτες σὺν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον σημαίνουσι, ξὺν δὲ πρηοτέρῳ μῆκος νούσου.

Ὅτι μὲν οὖν οὕτω γίνεται πολλάκις ἡ πεῖρα διδάσκει. τίς δ’ ἡ αἰτία τοῦ γινομένου σκεπτέον. ἀπορώτατον γὰρ εἶναι δοκεῖ πυρετοῦ θερμοτάτου κατέχοντος τὸν ἄνθρωπον ἱδρῶτα ψυχρὸν γίγνεσθαι. ὅτι μὲν οὖν ἐν ἄλλοις χρὴ μέρεσι τοῦ σώματος εἶναι τὴν σφοδρὰν θερμασίαν, ἐξ ἄλλων δὲ κενοῦσθαι τοὺς ψυχροὺς ἱδρώτας εὔδηλον. ἐθερμάνθησαν γὰρ ἂν εἴπερ ἐκ τῶν θερμοτάτων ἐφέροντο. κενοῦνται δὲ ἐκ τοῦ αὐτοῦ δέρματος οἱ ἱδρῶτες, ὅπερ ἐγχωρεῖ ψυχρὸν εἶναι, διακαιομένων τῶν ὑπ’ αὐτό. σηπομένων γάρ τινων χυμῶν ἐδείχθησαν ὀξέες γινόμενοι πυρετοί. σήπονται δ’ οὗτοι πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι, πολλάκις δ’ ἐν τοῖς ἀγγείοις μόνοις. ὅταν οὖν ποτε συμβῇ δύο ταῦτα, τοὺς μὲν ἐν τοῖς ἀγγείοις χυμοὺς σήπεσθαι, τὴν δὲ τὰ στερεὰ μόρια διοικοῦσαν φύσιν, ἥτις ἐστι καθ’ Ἱπποκράτην τὸ ἔμφυτον θερμὸν, ἤτοι γε ἐσβέσθαι παντάπασιν ἢ πλησίον ἥκειν σβέσεως, τὰ μὲν ἐκ τούτων κενούμενα ψυχρὰ φαίνεται. τὴν δ’ ἐπὶ τῇ σήψει θερμασίαν οὐδὲν κωλύει σφοδροτάτην εἶναι. καὶ διὰ τοῦτο ὀλέθριον τὸ σημεῖον, ἐνδεικνύμενον ἐν τῷ τοῦ ζώου σώματι πλεονεκτεῖν ὑγρῶν πλῆθος, ψυχρῶν τοσοῦτον ὡς μήθ’ ὑπὸ τῆς ἐμφύτου μήθ’ ὑπὸ τῆς πυρεκτικῆς ἐκθερμαίνεσθαι. χλιαρῶν μέντοι πυρετῶν ὑπαρχόντων ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρωπον  ἐν χρόνῳ πλείονι τοῦ ψυχροῦ πλήθους πεφθέντος καὶ κρατηθέντος ὑπὸ τῆς φύσεως. ὁ μὲν γὰρ ὀξὺς πυρετὸς αἴτιόν ἐστι καὶ σημεῖον δὲ ὀλεθριώτατον· αἴτιον μὲν, ἐπειδὴ πέφυκε διαλύειν τὰ σώματα, σημεῖον δὲ, ὅτι τὸ πλῆθος τῶν ὑγρῶν ἐνδείκνυται ὅτι ψυχρότατον ὑπάρχει, ὅπου γε μηδ’ ὑπὸ τῆς τοῦ πυρετοῦ μεταβάλλεται θερμότητος. ὁ δ’ οὐκ ὀξὺς, ἀλλὰ μέτριος πυρετὸς ἐπιτρέπει χρόνῳ πλείονι πρὸ τῆς φύσεως πεφθῆναι τὸ πλῆθος, ὡς ἂν μὴ φθάνων διαλύειν τὸ ζῶον. σημεῖον δ’ οὐκ ἔστιν οὕτως ὀλέθριον ὡς ὁ σφοδρός. ἐγχωρεῖ γὰρ ἐν χλιαρῷ πυρετῷ, κἂν μετρίως ψυχρὸν ᾖ τὸ πλῆθος, ἀνεκθέρμαντον μένειν.

Καὶ ὅκου ἔνι τοῦ σώματος, ἱδρὼς ἐκεῖ φράζει τὴν νοῦσον.

Εἴπερ γὰρ εἰς ὅλον ἡ νόσος ἐξέτατο τοῦ ζώου τὸ σῶμα καὶ τὴν κένωσιν ἂν ἐξ ἅπαντος ὁμοίως ὁμότιμον ἐποιεῖτο. γίγνονται μὲν γὰρ οἱ ἱδρῶτες ἤτοι τῆς φύσεως ἐκκενούσης τὰ περιττὰ, ἡνίκα καὶ κρίνουσι χρηστῶς, ἢ καὶ τῷ μὴ στέγεσθαι κατὰ τὸ σῶμα, τῷ λόγῳ τοῦ νοσήματος. ὁποτέρως δ’ ἂν γένωνται, τὴν τῶν πεπονθότων μερῶν ἐκκρίνουσιν ὑγρότητα.

Καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐνταῦθα ἡ νοῦσος.

Ἐν ᾧπερ ἂν ἢ μορίῳ τοῦ σώματος ἐπίσημος ἤτοι θερμότης ἢ ψύξις, ἐν τούτῳ καὶ τὴν νόσον ἀναγκαῖον ὑπάρχειν. ἐξέστηκε γὰρ τοῦτο δηλονότι τῆς κατὰ φύσιν εὐκρασίας, ἥτις ἐστὶν ἡ ὑγίεια.

Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα καταψύχηται ἢ αὖθις θερμαίνηται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.

Αἱ ποικίλαι διαθέσεις ἀεὶ χρονιώτεραι γίγνονται τῶν μονοειδῶν, ἀδυνατούσης δηλονότι τῆς φύσεως ἐν ὀλίγῳ χρόνῳ κατεργάζεσθαι τὰς πολλὰς διαθέσεις.

Ἱδρὼς πολὺς ἐξ ὕπνου γινόμενος ἄνευ φανερῆς αἰτίας τὸ σῶμα σημαίνει, τροφῇ ὅτι πλείονι χρέεται. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται.

Ἔνιοι γράφουσιν οὕτω τὸν ἀφορισμὸν, ἱδρὼς πολὺς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερᾶς αἰτίας, ἔνιοι δὲ ἄνευ τινὸς αἰτίης ἑτέρης. ἀλλά γε τὰ τοιαῦτα κἂν μὴ προσγραφῇ νοῆται, μυριάκις ἐν μυρίαις ῥήσεσιν ὑπ’ αὐτοῦ παραλελειμμένα, διὰ τὸ προσυπακούειν ἡμᾶς αὐτὰ, κἂν μὴ ῥηθῇ, μεμαθηκότας γε ἅπαξ παρ’ αὐτοῦ ὅτι διὰ τὴν ἔξωθεν αἰτίαν οὐκ ἐκ τῆς τοῦ σώματος διαθέσεως γιγνόμενα συμπτώματα πρόγνωσιν οὐδεμίαν ποιεῖται ἀσφαλῆ. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι, τὸ δὲ κατὰ τὸν προκείμενον ἀφορισμὸν διδασκόμενον ἐν τῇ τοῦ πολὺς προσθήκῃ μάλιστά ἐστιν. εἰ γὰρ μὴ πολὺς ἱδρὼς ᾖ, δύναιτ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν καὶ διὰ τὴν τοῦ σώματος ἀραιότητα γίγνεσθαι. τὸ γὰρ πλῆθος ὑπ’ αὐτοῦ δυοῖν θάτερον, ἤτοι διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν ἢ διὰ τὴν τῶν ἔμπροσθεν ὑπάρχει. εἰ μὲν διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν, κωλυτέον πολλὰ λαμβάνειν, εἰ δὲ διὰ τὴν τῶν ἔμπροσθεν, κενωτέον.

Ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω, ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει.

Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομένων ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρόνῳ τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ, χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐνδείκνυται πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες ὀλέθριοι πυρετοί.

Οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται μᾶλλον ἐπικίνδυνοι, ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

Ὅτι τὸ διαλείπειν ὁ Ἱπποκράτης ἐπὶ τῶν εἰς ἀπυρεξίαν παυομένων παροξυσμῶν λέγει δῆλον ἐποίησεν ἐν τῷδε τῷ ἀφορισμῷ, τοὺς ὁπωσοῦν διαλείποντας τῶν διὰ τρίτης παροξυνομένων ἀκινδύνους ἀποφαινόμενος. μόνοι  γὰρ οἱ εἰς ἀπυρεξίαν λήγοντες ἐξ αὐτῶν εἰσιν ἀκίνδυνοι, κἂν σφοδρότατον ποιῶνται τὸν παροξυσμὸν κἂν ἱκανῶς μακρόν. ἐὰν μὲν γὰρ οὗτος ᾖ βραχὺς, ὡς ἐν τοῖς ἀκριβέσι τριταίοις ἐστὶν ἐλάττονι ἢ τῶν δώδεκα ὡρῶν χρόνῳ περιγραφόμενος, οὐ μόνον ἀκίνδυνος ὁ τοιοῦτός ἐστι πυρετὸς, ἀλλὰ καὶ ταχυκρίσιμος· ἐὰν δὲ μακρότερος ὡς ὡρῶν, εἰ τύχοι, ἡ, ὑπάρχει ἀκίνδυνος μὲν ἔτι καὶ οὗτος, εἰς τοσοῦτον δὲ χρονιώτερος, εἰς ὅσον ὁ παροξυσμὸς αὐτοῦ μείζων ἐστὶν ἢ κατὰ τὸν ἀκριβῆ τριταῖον. εἰκότως δὲ τοὺς εἰς ἀπυρεξίαν τελευτῶντας ἀκινδύνους εἶναί φησιν, ὡς ἂν μήτε διὰ φλεγμονήν τινα γιγνομένους μήτε ἐπὶ κακοήθει σήψει χυμῶν. οὐδέτεροι γὰρ τούτων εἰς ἀπυρεξίαν ἀφικνοῦνται. ὅτῳ δ’ ἂν οὖν τρόπῳ διαλείπῃ σημαίνει ὅτι ἀκίνδυνοι, τουτέστιν, ἐάν τε σφοδροῦ τοῦ παροξυσμοῦ γεγονότος ἐάν τε μακροῦ.

Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι γίνονται.

Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεομένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ περιττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λόγον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.

Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρετῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται.

Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.

Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.

Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλόνον τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκατέρως οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κακὸν ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μοχθηρὸν ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυνατούσης δ’ αὐτὸ νῦν ποιεῖν.

Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.

Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα  καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται, ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον, ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προτέραν γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δὲ τι τῶν μὴ συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων οὖν ἡ προτέρα γραφή.

Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον.

Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοηθεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερμότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ διακαίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι. γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρετῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμονή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυσίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ σώματος ἕλκεται τὸ αἷμα καὶ διὰ ταῦτα μὲν διακαίεται τὸ βάθος, ἀποψύχεται δὲ τὸ δέρμα, καθάπερ ἐν ταῖς ἐπισημασίαις.

Ἐν μὴ διαλείποντι πυρετῷ ἢν χεῖλος ἢ τὸ βλέφαρον ἢ ὀφρὺς ἢ ὀφθαλμὸς ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενέος ἐόντος τοῦ κάμνοντος ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.

Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομένων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται. χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλησίον συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι, ἔτι δὲ μᾶλλον, ὅταν ἢ μὴ ἀκούῃ τις ἢ μὴ βλέπῃ, διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀῤῥωστίαν.

Ὁκόσοισι δ’ ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνηται καὶ παραφροσύνη, θανάσιμον.

Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα, δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε καὶ ἀραιόν, ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευρίτιδες καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀνταῦθα τὸ ἐν πυρετῷ μὴ διαλείποντι κατὰ τὸν αὐτὸν ἔοικε λόγον εἰρῆσθαι τῷ κατὰ τὸν ἔμπροσθεν ἀφορισμόν.

Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας μῆκος νούσου σημαίνει.

Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεόμενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον. ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.

Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς  ὁ ὀφθαλμὸς ἴδιον ἐξαίρετον πάθος, οἷον ὀφθαλμίαν ἢ τραχύτητα περὶ τὰ βλέφαρα ἤ τι τοιοῦτον. ἀῤῥωστία γάρ τις ἐμφαίνεται τῆς καθεκτικῆς δυνάμεως, ἐπειδὰν μηδενὸς ὄντος τοιούτου δακρύουσιν. οὐκ ὀρθῶς δὲ ἀτοπώτερον γέγραπται παραβλητικῶς· ἄμεινον γὰρ ἦν ἀπολελυμένως ἄτοπον εἰρῆσθαι, καί μοι δοκεῖ τὸ σφάλμα τοῦ πρώτου βιβλιογράφου γεγονέναι μᾶλλον ἢ Ἱπποκράτους αὐτοῦ.

Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυροὶ γίνονται οἱ πυρετοί.

Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραινούσης.

Ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ βραχέα ἐρεθίζουσι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.

Ξηρὰς ὀνομάζουσι βῆχας ἐφ’ ὧν οὐδὲν ἀναπτύεται, γίγνονται δὲ ποτὲ μὲν ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων, ἔστι δ’ ὅτε ἐπὶ τραχύτητι τῆς φάρυγγος ἥ τινος ὑγροῦ λεπτοῦ τε καὶ ὀλίγου καταῤῥέοντος. ὅ τι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως τὰ περὶ τὴν ἀρτηρίαν χωρία καὶ διὰ ταῦθ’ ἧττον γίγνονται διψώδεις. καὶ γὰρ ἐὰν τραχύτης ᾖ μόνη, διὰ τὴν ἐν τῇ βηχὶ κίνησιν ἐκ τῶν πλησίον ἕλκεταί τις ὑγρότης. οὕτω δὲ κἂν ᾖ δυσκρασία μόνη.

Οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.

Ἐφήμεροι πυρετοὶ πάντες πρὸς αὐτοῦ καλοῦνται ὅσοι κατὰ τὸν ἴδιον λόγον ἡμέρᾳ γίγνονται μιᾷ. τοιοῦτοι δέ εἰσι καὶ οἱ ἐπὶ τοῖς βουβῶσιν, ὅταν ἐπὶ φανεροῖς αἰτίοις συστῶσι. τοὺς δ’ ἄλλους βουβῶνας, ὅσοι χωρὶς αἰτίας φανερᾶς ἐγένοντο, ταῖς τῶν σπλάγχνων εἰκός ἐστι συνεισβάλλειν φλεγμοναῖς καὶ διὰ τοῦτο καὶ τοὺς ἅμα αὐτοῖς γιγνομένους πυρετοὺς κακοὺς εἶναι.

Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ κακόν. μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην πλείω σημαίνει.

Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρόσθεν εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν, ὅτι πρὸς τῷ μὴ λύειν τὴν νόσον ἔτι καὶ μηκύνειν αὐτὴν δηλοῖ. τὴν δ’ αἰτίαν τοῦ κατὰ τὸν χρόνον μήκους ὑγρότητα πολλὴν εἶναί φησιν, ἣν ἐν χρόνῳ πλείονι διαφερούσης τε καὶ πεττούσης τῆς φύσεως ἀναγκαῖόν ἐστι μηκῦναι τὸ νόσημα.

Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐνοχλουμένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.

Ἔστι μὲν δήπου καὶ ὁ τέτανος σπασμὸς, ἀλλ’ οὐ φαίνεται σπώμενα τὰ μόρια κατ’ αὐτὸν, ὅτι κατ’ ἴσον ὀπίσω τε καὶ πρόσω τείνεται καὶ διὰ τοῦτο ἐξαίρετόν ἐστιν ὄνομα τέτανος ὡς εἶναι πάντας τοὺς τρεῖς σπασμοὺς ὀπισθότονον, ἐμπροσθότονον, τέτανον. ἅπαντες δ’ οἱ σπασμοὶ γίγνονται κατ’ αὐτὸν, ὑπὸ κενώσεως ἢ πληρώσεως τῶν νευρωδῶν δηλονότι μορίων. ὅσοι μὲν οὖν ἐπιγίγνονται πυρετοῖς καυσώδεσι σπασμοὶ, τούτους μὲν εἰκός ἐστι διὰ ξηρότητα συνίστασθαι. ὅσοι δ’ ἀπ’ ἀρχῆς ἰδίας εἰσβάλλουσιν, ἐπὶ πληρώσει τὴν γένεσιν ἴσχουσι. τούτοις οὖν τοῖς σπασμοῖς ἐπιγινόμενοι πυρετοὶ τὸ μέν τι διαφοροῦσι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι καὶ συμπέττουσι τῆς ὑγρότητος, οἵπερ εἰσὶ καὶ τοῖς ἰατροῖς σκοποὶ τῶν ἰαμάτων. εἰκότως οὖν ὀλέθριοι μὲν οἱ ἐπὶ πυρετοῖς σπασμοὶ, οὐκ ὀλέθριοι δὲ οἱ πρὸ τῶν πυρετῶν.

Ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις.

Ἐδείχθη γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ καὶ διὰ τὴν ξανθὴν χολὴν φερομένην ὀξέως διὰ τῶν αἰσθητικῶν σωμάτων ῥῖγος γιγνόμενον. ἐφ’ ὧν δηλονότι καὶ κοιλίαι καταῤῥήγνυνται καὶ ἱδρῶτες καὶ ἔμετοι χολώδεις ἐπιφαίνονται. καθαιρομένης οὖν τῆς τὸν καῦσον ἐργαζομένης χολῆς ἡ λύσις τῷ πυρετῷ. καῦσον γὰρ ἴσμεν γιγνόμενον, ὅταν ἐν θερινῇ  ὥρᾳ ἀναξηρανθέντα τὰ φλεβία ἐπισπάσηται δριμέας καὶ χολώδεις ἰχῶρας εἰς ἑαυτά.

Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.

Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φερομένην τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κινουμένην, τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ ὁ παροξυσμὸς γίγνοιτο μετὰ ῥίγους καὶ ἡ λύσις αὐτοῦ μεθ’ ἱδρῶτος ἢ ἐμουμένης ἢ ὑπιούσης τῆς ξανθῆς χολῆς ἢ καὶ πάντων ἅμα τούτων γιγνομένων. ἔσται δὲ τῷ τοιούτῳ τριταίῳ καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος ἐλάττων πολλῷ τοῦ τῆς ἀνέσεως. ἐν δυοῖν γὰρ ἡμέραις καὶ νυξὶ ταῖς ἴσαις συντελουμένης ὅλης αὐτοῦ τῆς περιόδου τὸν ἀκριβῆ τριταῖον οὐκ ἄν ποθ’ εὕροις ἐξωτέρω τῶν δώδεκα ὡρῶν ἐκτείνοντα τὸν παροξυσμόν. τὸν τοιοῦτον οὖν ὁ Ἱπποκράτης φησὶν ἐν ἑπτὰ περιόδοισι κρίνεσθαι τὸ μακρότατον. ὃ γὰρ ἐπὶ τῶν συνεχῶν ἡμέρα μία δύναται, τοῦτο ἐπὶ τῶν διαλειπόντων ὁ παροξυσμός. κατὰ γοῦν τὴν τούτων συναρίθμησιν αἱ κρίσεις αὐτῶν γίγνονται. τοῦτο δ’ ᾐνίξατο μὲν καὶ αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τὸν περὶ τεταρταίων λόγον εἰπών· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. τετήρηται δὲ καὶ ἡμῖν ἐπὶ τῶν τεταρταίων αὐτῶν καὶ τῶν τριταίων ἡ κρίσις γιγνομένη κατὰ τὸν τῶν περιόδων ἀριθμὸν οὐ τὸν τῶν ἡμερῶν. εὐθὺς γοῦν ἐπὶ τοῦ τριταίου πυρετοῦ ὁ ἕβδομος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρισκαιδεκάτην ἡμέραν ἐμπίπτει καὶ κρίνεται πολλάκις ἐν αὐτῷ τὸ νόσημα, μὴ περιμεῖναν τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν. καθάπερ οὖν ἐν τοῖς συνεχέσι νοσήμασι τῶν μὲν ὀξέων νοσημάτων ὅρος ἦν ἡ τεσσαρεσκαιδεκάτη, τῶν δὲ κατοξέων ἡ ἑβδόμη, οὕτως ἐν τοῖς διαλείπουσιν ὁ μακροχρονιώτατος πυρετὸς τριταῖος ὅρον ἔχει τὴν ἑβδόμην περίοδον. ὥσπερ δὲ πάλιν ἐπὶ τῶν κατοξέων ἐνεδέχετο κριθῆναι τὸ νόσημα καὶ κατὰ τὴν πέμπτην ἡμέραν καὶ κατὰ τὴν τετάρτην καὶ κατὰ τὴν τρίτην, οὕτως καὶ τοῦ τριταίου καὶ κατὰ τὰς αὐτὰς περιόδους ἐνδέχεται γενέσθαι τὴν λύσιν, οὐκ ἀναμενούσης τῆς φύσεως τὴν ἑβδόμην περίοδον. ἐνίοτε μὲν οὖν μετὰ προσθήκης ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον ὀνομάζει τὸν τοιοῦτον. ἐνίοτε δὲ ἁπλῶς ἀρκεῖται τριταῖον εἰπὼν, ὥσπερ καὶ νῦν ἔθους ὄντος καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησι τὰ τοιαῦτα πάντα πράγματα ἀδιορίστως ὀνομάζειν.

Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νόσημα.

Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολωδῶν διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην, δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομένων τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύεσθαι τὰ νοσήματα.

Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ὁ πυρετὸς ἀφῇ, ὑποτροπιάζειν εἴωθεν.

Οὐκ οἶδ’ εἰ τοῦτον τὸν ἀφορισμὸν Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ μὴ τῶν παρεγγεγραμμένων ἐστίν. ἔν τε γὰρ τῷ προγνωστικῷ τὰς κατὰ τετράδα τῶν κρισίμων ἡμερῶν αὐξήσεις τε καὶ συνθέσεις ἐδίδαξε καὶ κατὰ τοῦτ’ αὐτὸ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔν τε ταῖς ἐπιδημίαις οὐ μόνον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πολλοὺς οἶδε κρινομένους, ἀλλὰ καὶ κατὰ τὴν εἰκοστὴν καὶ τὴν τεσσαρακοστὴν καὶ ἑξηκοστήν καὶ ὀγδοηκοστήν. κρίνει δ’ αὐτῷ καὶ εἰκοστὴ τετάρτη καὶ τριακοστὴ τετάρτη, ὀγδοηκοστή τε καὶ κατ’ ἀρχὰς εὐθέως ἡ τετάρτη. πῶς οὖν νῦν φησιν, εἰ μὴ ἐν περισσῇ ἡμέρᾳ ὁ πυρετὸς παύσεται, μὴ γίνεσθαι πιστὴν τὴν κρίσιν. ἄμεινον οὖν ἀντὶ τοῦ ἐν περισσῇ ἡμέρᾳ, ἐν κριτικῇ γράφειν, ὡς ἐνίοις ἔδοξε. πολλὰ μέντοι τῶν ἀντιγράφων πληθυντικῶς τό τ’ ἐν περισσῇσι καὶ τὸ ἡμέρῃσιν ἔχει γεγραμμένα.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίαν γίνωνται.

Ἴκτερος μὲν ἐνίοτε γίγνεται καὶ κριτικὸς, ἀποτιθεμένης τῆς φύσεως εἰς ὅλον τὸ σῶμα καὶ μάλιστα πρὸς τὸ δέρμα τὴν ξανθὴν χολήν. γίγνεται δὲ καὶ σύμπτωμα κακοπραγοῦντος τοῦ ἥπατος. αἱ κακοπραγίαι δ’ αὐτοῦ τρεῖς εἰσιν, ἐφ’ αἷς ἴκτερος εἴωθεν ἐπιγίγνεσθαι, σκίῤῥος καὶ φλεγμονὴ καὶ ἔμφραξις. ἀλλὰ σκίῤῥος μὲν χρόνιον νόσημα, φλεγμονὴ δὲ καὶ ἔμφραξις καὶ ἐξαίφνης δύναται γενέσθαι. καὶ δὴ καὶ οἱ πρὸ τῆς ἑβδόμης ἡμέρας ἴκτεροι κατά τι τούτων γίγνονται. θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναχυθῆναι τὴν χολὴν εἰς τὸ σῶμα. τὸ μὲν οὖν πρὸ τῆς ἑβδόμης ἡμέρας κακὸν εἶναι τὸν ἴκτερον ἀληθὲς, οὐ μὴν τό γε μετὰ τὴν ἑβδόμην ἀκίνδυνον ὁμοίως ἀληθὲς, οὐδ’ εἴρηται νῦν τοῦτο. δύναται γὰρ καὶ φλεγμονὴ καὶ ἔμφραξις ἄχρι πλείονος παραμεῖναι. θᾶττον μέντοι τῆς ἑβδόμης ἀναχυθῆναι τὴν χολὴν κριτικῶς ἀδύνατόν ἐστιν. ἔν τισι δὲ τῶν ἀντιγράφων πρόσκειται τῷ ἀφορισμῷ κατὰ τὸ τέλος, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γίνονται, τῶν προσθέντων αὐτὸ βουλομένων καὶ κατὰ τὴν κοιλίαν ἐκκαθαίρεσθαι τὴν χολήν.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γίνεται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται.

Ἐπειδὴ κινουμένης τῆς χολῆς κατὰ τὴν ὅλην τοῦ σώματος ἕξιν ἐπιγίγνεται ῥίγη καὶ διὰ τοῦτο ἐκκαθαίρεταί τε καὶ κενοῦται καθ’ ἕκαστον παροξυσμὸν, εἰκότως εἰς ἀπυρεξίαν ἀφικνεῖται τὸ διάλειμμα τῶν τοιούτων πυρετῶν. τοῦτο οὖν ἐστιν αὐτὸ τὸ νῦν εἰρημένον, τὸ καθ’ ἑκάστην ἡμέραν οἱ πυρετοὶ λύονται, ὡς εἰ καὶ καθ’ ἡμέραν ἀπυρέτους γίγνεσθαι τοὺς κάμνοντας εἰρήκει. ὥσπερ δὲ εἰ καθ’ ἡμέραν γίγνοιτο τὰ ῥίγη, καθ’ ἡμέραν οἱ πυρετοὶ παύοιντο, οὕτω δηλονότι καὶ εἰ διὰ τρίτης καὶ εἰ διὰ τετάρτης, ὅπερ ἀμέλει καὶ φαίνεται γιγνόμενον ἐπί τε τῶν τριταίων καὶ τεταρταίων περιόδων, ἐφ’ ὧν οἱ μὲν πυρετοὶ λύονταί τε καὶ πάλιν γίγνονται. μένει δέ τις ἐν τῷ σώματι παρὰ φύσιν διάθεσις, ἐφ’ ἧς κατὰ περίοδον οἵ τ’ ἄλλοι πυρετοὶ καὶ τὰ νοσήματα γεννῶνται.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ ἐνάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ ὑποχόνδριον τὸ δεξιὸν σκληρὸν γένηται, εἰ δὲ μὴ, οὐκ ἀγαθόν.

Ὁ πρὸ τούτου γεγραμμένος ἀφορισμὸς ἀτάκτως μοι δοκεῖ παρεγκεῖσθαι. βέλτιον γὰρ ἦν συνῆφθαι τὸν νῦν εἰρημένον ἀφορισμὸν ἐκείνῳ, καθ’ ὅν φησιν· οἷσιν ἂν ἐν πυρετῷ ἴκτερος ἐπιγένηται πρὸ ἑπτὰ ἡμερῶν, κακόν· ἵν’ ὁ σύμπας λόγος γένηται τοιοῦτος, πρὸ μὲν τῶν ἑπτὰ ἡμερῶν ἴκτερον γενέσθαι κακὸν πάντως, μετὰ δὲ τὰς ἑπτὰ χρηστόν· εἰ μή τι τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν εἴη, τουτέστιν εἰ μή τις ἐν τῷ σπλάγχνῳ ἤτοι τῷ ἥπατι κακοπραγία τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει. καθαιρομένου γὰρ ἐν αὐτῷ τοῦ αἵματος καὶ τῆς χολῆς μεταλαμβανομένης ἐκ τῶν φλεβῶν εἰς τοὺς χοληδόχους πόρους, ἐάν τε ἔμφραξίς τις γένηται, κατά τι τῶν μεταλαμβανόντων χωρίων, ἐάν τε φλεγμονή τις ἢ σκίῤῥος, ἀνάγκη πᾶσα μήτε καθαίρεσθαι τὸ αἷμα καὶ συναναφέρεσθαι τὴν χολὴν αὐτῷ πάντῃ σώματος, ἐντεῦθέν τε τὸν ἴκτερον γίγνεσθαι.

Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς κακόν.

Ὅτι μὲν οὖν οὐ μόνον τὸ σφύζον ἐξ ἑαυτοῦ κατὰ φύσιν σπλάγχνον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρὸς οἱ παλαιοὶ καρδίαν ὠνόμαζον ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, ὥσπερ γε καὶ ὅτι καρδιαλγίαν τὰ τούτου τοῦ μέρους ἀλγήματα προσαγορεύουσι. τό γε μὴν καρδιώσσειν οἱ πλεῖστοι μὲν τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς ταυτὸν ἡγοῦνται σημαίνειν τῷ καρδιαλγεῖν. ἔνιοι δὲ τῆς καρδίας αὐτῆς, λέγω δὴ τοῦ σπλάγχνου, καρδιωγμὸν δηλοῦσθαί φασιν, ἐξηγούμενοί τε κίνησίν τινα φασὶ παλμώδη τὸν καρδιωγμὸν εἶναι. τὸ μὲν οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεούσης ἐν τοῖς χιτῶσιν αὐτοῖς γίγνεται. κατὰ λόγον δὲ τοῖς οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. εἰ δὲ καὶ τὴν πυκνὴν καὶ ταχεῖαν κίνησιν τῆς καρδίας καὶ μάλισθ’ ὅταν ᾖ καὶ παλμώδης, ἀκούοι τις εἰρῆσθαι καρδιωγμὸν, ἔσχατον ἤδη τοῦτο κακόν ἐστι, σημαῖνον ἐκπεπυρῶσθαι τὴν ζωτικὴν ἀρχήν.

Ἐν τοῖσι πυρετοῖσι ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ κακόν.

Οἱ σφοδροὶ πυρετοὶ παραπλησίως πυρὶ ξηραίνοντες τὰ νεῦρα τείνουσί τε καὶ σπῶσι καὶ κατὰ τοῦτο ἐπιφέρουσιν ὀλεθρίους σπασμούς. ἐνίοτε δὲ καὶ αὐτὰ τὰ σπλάγχνα κατὰ  τὴν τοιαύτην διάθεσιν ὀδυνᾶται τῷ σφοδρῷ τῆς φλογώσεώς τε καὶ ξηρότητος, καὶ διὰ τοῦτο κακὴν εἶναί φησιν αὐτὴν, ἔτι δὲ μᾶλλον κακὴ ἔσται τῶν πόνων ἰσχυρῶν γιγνομένων. ἴσμεν δὲ δήπου καὶ διὰ φλεγμονὴν ἢ ἐρυσίπελας ἢ ἔμφραξιν ἰσχυρὰν ἢ ἀποστήματα ἐν τοῖς σπλάγχνοις ὀδύνας γιγνομένας. ἀλλὰ νῦν οὐκ εἰκὸς αὐτῷ τὸν λόγον ὑπὲρ ἐκείνων εἶναι. προφανής τε γὰρ ὁ ἐπ’ αὐτῆς κίνδυνός ἐστι καὶ οὐκ ἐξ ἀνάγκης συνημμένος σπασμῷ, καὶ τὸ ἐν πυρετοῖς εἴωθε λέγειν ὁ Ἱπποκράτης ἀντὶ τοῦ πυρετικοῖς νοσήμασιν, ὅταν αὐτοῖς πάθος ὑπάρχωσιν οἱ πυρετοὶ καὶ μὴ σύμπτωμα μορίου πεπονθότος τι τῶν προειρημένων παθῶν.

Ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι ἢ σπασμοὶ κακόν.

Εἴρηται μὲν ὑπ’ αὐτοῦ καὶ πρόσθεν ὅτι ὁ μὲν βλάπτων τὸν ἄῤῥωστον ὕπνος θανάσιμος ὑπάρχει, ὁ δὲ μὴ βλάπτων οὐ θανάσιμος. ἔνθα καί παράδειγμα τοῦ λόγου προσθεὶς εἶπεν· ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν· ὡς ὄντος τινὸς ὕπνου τοῦ μήτε παύοντος παραφροσύνην, παροξύνοντος δ’ ἐνίοτε καὶ γεννῶντος. ἀλλὰ καὶ νῦν ἕτερα παραδείγματα τῆς ἐξ ὕπνου βλάβης εἶπε τοὺς φόβους καὶ τοὺς σπασμούς. γράφουσι δ’ οὐ φόβους, ἀλλὰ πόνους ἔνιοι, καὶ μέντοι καὶ τεθεάμεθα πολλάκις ἐν ὀλεθρίοις νοσήμασι καὶ φόβους καὶ πόνους καὶ σπασμοὺς ἔξ ὕπνου γενομένους. ἔοικε δὲ τοῦτο συμβαίνειν, ὅταν ἐν τοῖς ὕπνοις ἐπὶ τὸν ἐγκέφαλον ὁ λυπῶν ἀφίκηται χυμὸς, ἔσω κινουμένης τηνικαῦτα τῆς φύσεως μᾶλλον ἤπερ ἔξω. καὶ μέντοι καὶ ὥσπερ ἐπὶ τῇ τροφῇ κατενεχθέντες εἰς ὕπνον πληροῦνται τὴν κεφαλὴν, οὕτω κἀν ταῖς πληθωρικαῖς διαθέσεσιν οἱ ὕπνοι πληροῦντες αὐτὴν βαρύνουσι τὸν ἐγκέφαλον. ἐὰν μὲν οὖν μελαγχολικώτερον ᾖ τὸ πλῆθος, οἱ φόβοι γίγνονται, μὴ τοιούτου δὲ ὄντος οἱ πόνοι τε καὶ οἱ σπασμοὶ, καὶ οἱ ὕπνοι δὲ δηλονότι διὰ παντὸς ἂν ἔβλαπτον, ὅσον ἐπὶ τὸ συῤῥεῖν εἰς τὸ βάθος τε καὶ τὰ σπλάγχνα τὴν ὕλην, εἰ μὴ τῷ τῆς πέψεως λόγῳ πλέων εἶχε τὸ τῆς ὠφελείας ἤπερ τὸ τῆς βλάβης ἐστὶν ἐκ τῆς ἔσω ῥοπῆς. οὐ μόνον δὲ κατὰ τὸν ἐγκέφαλον αὐτὸν ἀθροιζόμενοι μοχθηροὶ χυμοὶ τοιαῦτα συμπτώματα φέρουσιν, ἀλλὰ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὅθεν καὶ μᾶλλον ἐν τοῖς ὕπνοις αἱ ἀναθυμιάσεις γίγνονται, μενόντων ἀπέπτων αὐτῶν, ὡς αἵ γε πέψεις τοὺς ὠφελίμους ἐπιφέρουσιν ὕπνους.

Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει.

Πνεῦμα νῦν ἀκουστέον αὐτὸν λέγειν, ὥσπερ κἀν τῷ προγνωστικῷ τὸ κατὰ τὴν ἀναπνοὴν, ὅπερ ἐπειδὰν προσκόπτῃ, τουτέστιν ἴσχηται μεταξὺ καὶ διακόπτηται, σπασμὸν σημαίνει. καὶ γὰρ καὶ γίγνεται τῶν τὸν θώρακα κινούντων μυῶν καὶ νεύρων ἤδη σπασμωδῶς διακειμένων. αὐξηθείσης οὖν τῆς διαθέσεως, ἐπιλαβούσης τε πλείονα μόρια σαφὴς σπασμὸς καταλήψεται τὸν ἄνθρωπον. οὔσης δὲ διπλῆς τῆς κατὰ τὴν ἀναπνοὴν κινήσεως ἡ μὲν ἔσω φορὰ τοῦ πνεύματος εἰσπνοὴ προσαγορεύεται, ἡ δ’ ἔξω τὴν ἐναντίαν εἴληφε προσηγορίαν ἐκπνοὴ κληθεῖσα. προσκόπτει δὲ τὸ πνεῦμα ποτὲ μὲν ἡμῶν εἰσπνεόντων, ὥσπερ ὅταν εἴπῃ διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπίπνευσις, ποτὲ δὲ ἐκπνεόντων, ὡς ὅταν εἴπῃ καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορᾷ. ἐν τούτοις μὲν οὖν ἑκατέρου τοῦ μέρους τῆς ἀναπνοῆς ἐμνημόνευσε μόνον, κατὰ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν ὑπὲρ ὅλης αὐτῆς ἀποφαινόμενος ἔφη τὸ πνεῦμα προσκόπτον, εἴτε κατὰ τὴν ἔσω φορὰν εἴτε κατὰ τὴν ἔξω, εἴτε κατ’ ἀμφοτέρας πάσχει τὸ τοιοῦτον.

Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει, μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν ἔχει.

Οὐχ ἁπλῶς εἴρηκεν οὖρα παχέα, ἀλλὰ προσέθηκε καὶ θρομβώδεα, δυοῖν θάτερον ἐνδεικνύμενος, ἤτοι τοῦ πάχους τὸ ποσὸν ἢ τὸ τῆς ὑποστάσεως ἀνώμαλόν τε καὶ διεσπασμένον, ὡς καὶ κατὰ περιγραφήν τινα φαίνεσθαι πολλὰς συστάσεις αὐτῶν ὥσπερ θρόμβους. ἔνιοι μὲν οὖν οὐ θρομβώδεα γράφουσιν, ἀλλὰ βορβορώδεα, καθάπερ καὶ ὁ Νουμισιανὸς καὶ ὁ Διονύσιος, εἰ μὲν καὶ δυσωδίαν τινὰ συνενδεικνύμενοι διὰ τῆς λέξεως, πλέον τι τῶν ἄλλων δηλοῦντες. εἰ δ’ ὡς τοῦ πάχους τὸ ποσὸν, οὐδὲν περιττότερον ἐν τῷδε διδάσκοντες. ὅ γε μὴν σύμπας λόγος τοῦ Ἱπποκράτους οὐ φαίνεται περὶ δυσωδῶν οὔρων γιγνόμενος, ἀλλὰ μόνων ὀλίγων τε καὶ παχέων, ὡς ἐκ τῆς ἀντιθέσεως ἔσται δῆλον. πλῆθος γὰρ, φησὶν, ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, ὥστε εἰ καὶ μόνον ἐγέγραπτο τοῦτο, ὅσοις οὖρα παχέα ὀλίγα, μηδὲν ἂν λείπειν τῷ λόγῳ. γίγνεται μὲν οὖν καὶ χωρὶς  πυρετοῦ τισιν οὖρα τοιαῦτα, τῆς φύσεως ἐκκαθαιρούσης διὰ νεφρῶν τὰ τοῦ παντὸς σώματος περιττώματα. γίγνεται δὲ καὶ μετὰ πυρετῶν, ἐφ’ ὧν ἴσως ἄν τις ὑπονοήσειε τὴν εἰς τοὐναντίον αὐτῶν μετάπτωσιν οὐκ εἶναι χρηστὴν, ἐπειδὴ τοὐπίπαν ἐν τοῖς πυρετοῖς ἐκ λεπτῶν κατ’ ἀρχὰς τῶν οὔρων ἡ μετάπτωσις εἰς τὸ παχύτερον γίγνεται πρὸς τὴν λύσιν ἰούσης τῆς νόσου, καὶ διὰ τοῦτό μοι δοκεῖ μάλιστα καὶ ὁ ἀφορισμὸς οὗτος αὐτῷ γεγράφθαι, διδάσκοντι τὸ σπάνιον τοῦ πράγματος. ἔστιν ὅτε γὰρ ἤτοι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἢ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς, οὖρα γιγνόμενα παχέα διὰ τὸ βάθος ὑπόστασιν ἔχει. τούτοις οὖν τοῖς οὔροις οὐκ ἔστιν ἀγαθὸν σημεῖον ἡ ὑπόστασις, ὥσπερ τοῖς ἄλλοις, ὁπόσα λεπτὰ κατ’ ἀρχὰς ὄντα τῷ λόγῳ τῆς πέψεως ὅλου τοῦ νοσήματος ὑπόστασιν λαμβάνει. τῷ πλήθει δ’ εἰκότως ἐστὶν ὀλίγα τὰ παχέα τῶν οὔρων, ὡς ἂν μόγις διεξερχόμενα τῶν νεφρῶν. ὁπόταν οὖν ἅμα μὲν ἐκκενωθῇ τὸ πλέον τῆς τοιαύτης κακοχυμίας, ἅμα δὲ καὶ πεφθῇ τὸ κατάλοιπον, ἐκκρίνεται τηνικαῦτα λεπτότερα πολὺ τῶν πρόσθεν, ἄμεινον γὰρ οὕτως εἰπεῖν, οὐκ ἀπολύτως ὡς Ἱπποκράτης εἶπε λεπτά. τὰ γὰρ κατὰ φύσιν οὐχ ἁπλῶς ἐστι λεπτὰ, καθάπερ οὐδὲ παχέα, μέσα δ’ ἑκατέρας τῆς ὑπερβολῆς καὶ σύμμετρα ὄντα, παχύτερα μέν ἐστι καὶ λέγεται τῶν ὑδατωδῶν, λεπτότερα δὲ τῶν θρομβωδῶν. πολλὰ δ’ εἰκότως ἐκκρίνεται διὰ τὸ πρόσθεν ἐπέχεσθαι, καθ’ ὃν χρόνον μόγις διεξῄει τὰ παχέα.

Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται.

Τοῦτον ἔνιοι τὸν ἀφορισμὸν τῷ πρὸ αὐτοῦ συνάπτουσιν ὡς μέρος ἐκείνου γράφοντες οὕτως· οἷσιν δ’ ἀνατεταραγμένα τὰ οὖρα, τούτοισι κεφαλαλγίαι. καὶ βούλονται τινὲς μὲν τὸ ἀνατεταραγμένα τὰ ἐναντία δηλοῦν τοῖς προειρημένοις τοῖς λεπτοῖς, τινὲς δὲ παχέσι καὶ θρομβώδεσι, τινὲς δ’ αὐτὰ τὰ ἀνατεταραγμένα ἐξηγοῦνται. ψεῦδός γε μήν ἐστι τὸ τὰ λεπτὰ τῶν οὔρων εἶναι κεφαλαλγικά. φαίνονται γὰρ αἱ κεφαλαλγίαι ποτὲ μὲν προηγούμεναι, ποτὲ δὲ συνοῦσαι τοῖς ἀνατεταραγμένοις οὔροις. ὁποῖα δ’ ἐστὶ ταῦτα σαφῶς ἐδήλωσεν εἰπὼν, οἶον ὑποζυγίου καὶ γίγνεται τοιαῦτα παχείας τε καὶ πυκνῆς ὕλης ὑπὸ θερμοῦ κατεργαζομένης. αὗται γὰρ μάλιστα καὶ πρὸς τῆς ἔξω θερμασίας φαίνονται πνευματούμεναι, καθάπερ ἄσφαλτος καὶ πίσσα καὶ ῥητίνη. τινὰ μὲν οὖν τῶν τοιούτων οὔρων ἐπὶ πλεῖστον ἀνατεταραγμένα μένει, τινὰ δ’ ὑπόστασιν ἴσχει παχεῖαν διὰ ταχέων καὶ δηλοῖ βραδέως λυθήσεσθαι τὸ νόσημα. τὰ δ’ ἕτερα τὰ μὴ καθιστάμενα σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει μηκύνεσθαι τὸ νόσημα δηλοῖ, σὺν ἀσθενεῖ δὲ τεθνήξεσθαι τὸν κάμνοντα. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηταί μοι, διότι χρήσιμά ἐστιν· ἃ δ’ εἰς αὐτὸν τὸν ἀφορισμὸν ἔτι χρὴ εἰπεῖν ἐστὶ τοιαῦτα. τοῖς ἀνατεταραγμένοις οὔροις ἐξ ἀνάγκης αἱ κεφαλαλγίαι, καθὼς προεῖπεν ὁ Ἱπποκράτης, ἢ σύνεισιν ἢ ἔσονται, ἐπειδὴ τὸ φυσῶδες πνεῦμα μετὰ τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἑτοίμως ἀναφέρεται, οὐ μὴν εἴ τις ἐκεφαλάλγησεν ἢ κεφαλαλγεῖ, τούτῳ πάντως τοιαῦτα τὰ οὖρά ἐστι. γίγνονται γὰρ αἱ κεφαλαλγίαι καὶ διὰ θερμότητα μόνην, ἐνίοτε δὲ καὶ διὰ τὴν ξανθὴν χολὴν, ἤτοι γε ἐν τῇ κεφαλῇ περιεχομένην ἢ ἐν τῇ γαστρὶ καὶ διὰ πλῆθος ὑγρῶν κατειληφὸς τὴν κεφαλὴν καὶ δι’ ἔμφραξίν τινα τοπικὴν ἢ πνεύματος φυσώδους ἐν αὐτῷ τῷ μορίῳ τὴν γένεσιν ἔχοντος, ὧν οὐδεμία τοιοῦτον οὖρον ἐπιφέρει ἐξ ἀνάγκης.

Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον τὸ οὖρον, τῇ τετάρτῃ ἐρυθρὸν καὶ τὰ ἄλλα κατὰ λόγον.

Ὥσπερ ἐν ἄλλοις πολλοῖς ἐπεδείξαντο τῆς Ἱπποκράτους τέχνης ἑαυτοὺς ἀμαθεῖς ὄντας οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὕτω κἀν τῷδε. νομίζουσι γὰρ προσκεῖσθαι τῷ ἀφορισμῷ τὸ καὶ τἄλλα κατὰ λόγον, ὅσα περὶ ὕπνους ἢ ἐγρήγορσιν ἢ ἀναπνοὴν ἢ ἀνάκλησιν ἢ διανάστασιν, ἤ τι τοιοῦτον ἄλλο τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων, ἵνα εἰ ταῦτα πάντα φαίη καλῶς γιγνόμενα, τὴν κρίσιν ἔσεσθαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐλπίζοιμεν. ἀγνοεῖν δ’ ἐοίκασι τὰ μέγιστα τῶν προγνωστικῶν κεφαλαίων. ἀγρυπνοῦσί τε καὶ ὡς τὰ πολλὰ καὶ δυσφοροῦσι καὶ πυρέττουσι σφοδρότερον οἱ κάμνοντες, ὅσῳ περ ἂν ἐγγυτέρω τῆς κρίσεως ἀφίκωνται. πολλοὶ δ’ αὐτῶν καὶ δυσπνοοῦσιν ἐγγυτέρω τῆς κρίσεως. οὔκουν δεῖται τοῦτο διὰ τῶν οὔρων φανὲν σημεῖον ἄνευ τῶν εἰρημένων συμπτωμάτων εἰς πιστοτέραν ἐλπίδα τῆς μελλούσης ἔσεσθαι κρίσεως, σημεῖον ἐν οὔροις, ἀλλ’ ἕτερα πολλὰ συνεχέστερον αὐτοῦ φαινόμενα, περὶ ὧν ἐοίκασιν οὐδὲν γιγνώσκειν οἱ τολμῶντες ἐξηγεῖσθαι τὰ Ἱπποκράτους συγγράμματα, πρὶν ἐκμαθεῖν ἅπασαν αὐτοῦ τὴν τέχνην. οὔσης γὰρ τῆς τετάρτης ἡμέρας ἐπιδήλου, καθάπερ αὐτὸς ἐδήλωσε, καὶ μηνυούσης ὁποία τις ἡ ἑβδόμη γενήσεται  πᾶν ὅ τί περ ἂν ἐν αὐτῇ πρώτῃ φανῇ σημεῖον ἀξιόλογον πέψεως, τὴν ἐσομένην κρίσιν ἐπὶ τῆς ἑβδόμης δηλοῖ, ὥστ’ οὐ μόνον ἐρυθρά τις ἐπιφανεῖσα νεφέλη πρότερον οὐ γεγενημένη σημαίνει τὴν κρίσιν, ἀλλὰ καὶ ἡ λευκὴ πολὺ μᾶλλον αὐτῆς. ἔτι δὲ μᾶλλον ἐναιώρημα λευκὸν ὁμαλόν τε καὶ συνεστηκός. εἰ δ’ ὀξέως πάνυ κινοῖτο τὸ νόσημα καὶ ἡ τῆς χρόας μεταβολὴ καὶ ἡ τῆς συστάσεως, ἱκανὰ σημεῖα τῆς μελλούσης ἔσεσθαι κρίσεως. τὸ γοῦν λεπτὸν οὖρον εἰ συμμέτρως γένηται παχὺ καὶ τὸ λευκὸν ἢ ὠχρὸν, ἐν τοιούτῳ νοσήματι προδηλοῖ τὴν κρίσιν. ἑνὸς μὲν οὖν ὀνομαστὶ σημείου τοῦ κατὰ τὴν ἐρυθρὰν νεφέλην ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀξιοῖ δ’ ὡς τοῦτο καὶ τἄλλα κατὰ λόγον ἡμᾶς ἐννοεῖν, ὅσα σημαίνει μελλούσας ἔσεσθαι κρίσεις. ἔστι δὲ ταῦτα τὰ κατὰ τὰς ὑπ’ αὐτοῦ καλουμένας ἐπιδήλους τε καὶ θεωρητὰς ἡμέρας ἐπιγινόμενα ἢ δι’ οὔρων ἢ διαχωρημάτων ἢ πτυσμάτων. ἀεὶ μὲν γὰρ ἅπαντα τὰ τοιαῦτα δηλοῖ κρίσεις, οὐκ ἀεὶ δὲ τὰς ἀγαθάς. μόνοις γὰρ τοῖς τῆς πέψεως σημείοις ἐν ταῖς θεωρηταῖς ἡμέραις ἐπιφανεῖσιν ἀγαθαὶ προδηλοῦνται κρίσεις. ἡ μὲν οὖν διάνοια τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου τοιαύτη τίς ἐστιν, ἐμνημόνευσε δὲ τῆς ἐρυθρᾶς νεφέλης, ὡς σπανίου σημείου. λευκαὶ μὲν γὰρ συνεχέστατα φαίνονται καί εἰσιν ἐναργέστερον πέψεως σημεῖον, αἱ δὲ ἐρυθραὶ σπανίως γίγνονται καὶ εἰ μὴ νῦν ὑφ’ Ἱπποκράτους εἴρηντο καὶ αὗται κατὰ τὰς ἐπιδήλους ὁρώμεναι μέλλουσαν ἐπαγγέλλεσθαι κρίσιν, ἴσως ἄν τις οὐδὲ προσεδόκησε τοιαύτην ὑπάρχειν αὐταῖς δύναμιν, εἴ γε γοῦν τὸ ἐρυθρὸν χρῶμα σωτήριον μὲν εἶναί φησι, χρονιώτερον δὲ. λέγει γὰρ ἐν προγνωστικῷ κατὰ λέξιν οὕτως· εἴ γε εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολὺ χρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίνεται, σωτήριον δὲ κάρτα. ἆρ’ οὖν ἐν τετάρτῃ τῶν ἡμερῶν ἡ τοιαύτη νεφέλη φανεῖσα δηλώσει τὴν ἐπὶ τῆς ἑβδόμης ἐσομένην κρίσιν, ἐν ἄλλῃ δέ τινι τῶν ἐπιδήλων οὐ δηλώσει σκεπτέον ἀκριβῶς· ὅπερ ἐστὶ παραφυλακτέον ἐπ’ αὐτῶν τῶν ἔργων. ὅσον μὲν γὰρ ἐπὶ αὐτῷ τῷ λόγῳ δυνατὸν εἰς ἑκάτερον ἐπιχειρῆσαι καὶ μᾶλλόν τε ὡς οὔπω δηλώσει, πλὴν εἰ πάνυ σφόδρα τὸ νόσημα ταχέως κινοῖτο. κατὰ μὲν γὰρ τὴν τετάρτην ἡμέραν γενόμενον ἴσον τῷ πρόσθεν χρόνῳ τὸν ἑξῆς ἐπιλαβὸν οὐκ ἀδύνατόν ἐστι δηλῶσαι κρίσιν. ἐπὶ δὲ τῆς ἑνδεκάτης φανὲν οὐ πάνυ τί μοι δοκεῖ τριῶν ἡμερῶν δεήσεσθαι μόνων, ἀλλὰ καὶ πλειόνων, ἀληθέστατον μὲν γὰρ ἐστι τὸ τὴν τοιαύτην χρείαν ἐπιμετρεῖν τι ταῖς λύσεσιν. ἐθεασάμην γοῦν ἐγὼ σπανιάκις τὸ τοιοῦτον σημεῖον ἐν ἄλλαις ἡμέραις παρὰ τὴν τετάρτην. ᾧ μὲν οὖν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἐκρίθη, ᾧ δὲ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης, εἰκοσταῖος. ἐφάνη δὲ καὶ ἄλλῳ κατὰ τὴν ἑνδεκάτην, ὅστις ἑπτακαιδεκαταῖος ἐκρίθη, καὶ ἄλλῳ πάλιν ἐπὶ τῆς αὐτῆς ἑνδεκάτης, ὅστις εἰκοσταῖος.

Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλιστα δ’ ἐν τοῖς φρενιτικοῖσιν ἐπιφαίνεται.

Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα, διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ προκαταλύσαντα τὴν δύναμιν, ὀλέθρια γίγνεται, καθάπερ ἐν ταῖς φρενίτισιν. οὐδένα γοῦν οἶδα σωθέντα φρενιτικὸν, ᾧ τοιοῦτον οὖρον ὤφθη. βέλτιον γὰρ ὥσπερ ὅλον τὸ νόσημα χολῶδες, οὕτω καὶ τὰ οὖρα φαίνεσθαι χολώδη. τὰ δ’ ὑδατώδεα τῶν οὔρων, τοιαῦτα γάρ ἐστι τὰ διαφανέα, λευκὰ, παμπόλλην τε τὴν ἀπεψίαν δηλοῖ καὶ προσέτι τῆς ξανθῆς χολῆς ἅπασαν τὴν ὁρμὴν ἄνω γεγονέναι πρὸς τὴν κεφαλήν. διαφανῆ μὲν γὰρ γίγνεταί τισιν οὖρα, χωρὶς τοῦ λευκὰ, λεπτὰ μὲν ὄντα τῇ συστάσει, χολώδη δὲ τῇ χρόᾳ. τὰ δὲ διαφανῆ τε ἅμα καὶ λευκὰ τελέως ἐστὶν ὑδατώδη. εἰ μὲν οὖν ἁπλῶς εἴη γεγραμμένον, μάλιστα δὲ τοῖς φρενιτικοῖσιν, εἴρηται σαφῶς ὁ νοῦς τοῦ λόγου. προσκειμένου δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἐπιφαίνεται, καθάπερ ἐν ἄλλοις πρόσκειται τῶν ἀντιγράφων, τὸ δηλούμενον ἔσται τοιοῦτον. τὰ ὑδατώδη τῶν οὔρων ἐστὶ πονηρὰ, μάλιστα ἐπιφαίνεται τοιαῦτα τοῖς ὀλεθρίως ἔχουσι φρενιτικοῖς. οὐ γὰρ δὴ πᾶσί γε ὥς τινες ἤκουσαν τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὐδὲν ἐπιστάμενοι τῶν κατὰ τοὺς ἀῤῥώστους ἐπιφαινομένων. ἔν τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφορισμοῦ, μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημένην δευτέραν γραφῇ.

Ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ἐπέλθῃ. ἐν πυρετοῖσι τὰ ταῦτα.

Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης, ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γαστέρα χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. διακρίνει δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα  διάθεσις οὐ μετὰ βορβορυγμοῦ γίγνεται, τεταμένα γὰρ καὶ πεφυσημένα καθάπερ ἀσκὸν ἀποφαίνει τὰ ὑποχόνδρια, ἡ δ’ ἑτέρα μετὰ βορβορυγμοῦ συνίσταται καλεῖται δ’ οὗτος ὁ ψόφος τοῦ πνεύματος, ὅταν μὴ μέγας ᾖ, μηδὲ πολὺς, σὺν ὑγρότητι δέ τινι μετρίᾳ κινούμενος ἐπὶ τὰ κάτω. καὶ τοίνυν καὶ συμβαίνει τῷ τοιούτῳ βορβορυγμῷ κατιόντι τὸν ἐκ τῶν ὑποχονδρίων ὄγκον εἰς τὰ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυτῷ καταφέρειν, ἐφ’ ᾧ πεινομένων τῶν ἐνταῦθα μορίων ἄλγημά τι γίγνεσθαι κατ’ αὐτήν. εἶθ’ οὕτως ἐνίοτε μὲν εἰς ἀνάδοσιν ὁρμήσαντες τοῦ ὑγροῦ τὸ φυσῶδες πνεῦμα διαχωρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ. καὶ μέντοι καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρίνεται. προσηκόντως οὖν εἶπεν ἐν τοῖς εἰρημένοις σημείοις, κοιλίαν καταῤῥήγνυσθαι, εἰ μή γε συμβῇ ἰδίᾳ μὲν ἀναδοθῆναι τὸ ὑγρὸν, ἰδίᾳ δὲ τὸ καταληφθὲν ἐν τοῖς ἐντέροις πνεῦμα δι’ ἕδρας ἐκκριθῆναι, ἔστι δ’ ὅτε ἄμφω πρὸς ἀνάδοσιν ὁρμώμενα τὸ ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ῥᾳδίως ἐπὶ τὴν κύστιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλεγμονὴν ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν, οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνοχλουμένους, ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπατικούς τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐδέν ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’ ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γαστρὸς ἢ φυσῶν ἣ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυσικῇ τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις, ἀλλ’ ὡς σύμπτωμα μόνον.

Ὁκόσοισιν ἐλπὶς ἐς τὰ ἄρθρα ἀφίσταται, ῥύεται τῆς ἀποστάσιος οὖρον πολὺ καὶ παχὺ καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι. ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχέως λύεται.

Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀποστάσεις εἰς τὰ ἄρθρα γίγνονται τοῖς τε προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν κοπώδεσιν ἐν τῇ νόσῳ γιγνομένοις, ἔτι τε πρὸς τούτοις ὅσοι χρονίζουσι παχέων χυμῶν ἐπὶ πλήθει. ἐὰν οὖν ἡ φύσις ἀῤῥωστήσῃ, δι’ οὔρων ἐκκαθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐρύσαιτο τὸν κάμνοντα τὸ μέλλον εἰς ἄρθρα κατασκήπτειν, ἐκκενώσασα διὰ κύστεως. ἠρκέσθη δὲ τῶν κοπωδῶν πυρετῶν ὡς παραδείγματος μνημονεῦσαι, τὴν ἀρχὴν τὴν εἰς οὖρα ῥοπὴν ἐν ἡμέρᾳ λαβόντων ἐπιδήλῳ. τούτοις γὰρ τοῖς κοπώδεσι ἀποστήματα ποιεῖν ὑπάρχει διὰ ταχέων, οὐκ ἀναμένουσι πλείονα χρόνον ὥσπερ οἱ ἄλλοι. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰ παρ’ οὖς ἀποστήματα πέφυκε γίγνεσθαι, ὡς τοῖς γε ἄλλοις χρονίοις εἰς τὰ κάτω μᾶλλον ἀποσκήπτει τὸ πλῆθος. οἷς οὖν ἡ θερμασία πλείων γινομένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἤτοι διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν, ὅτι δ’ ἡ τοιαύτη λύσις θᾶττόν ἐστι τῆς δι’ οὔρων οὐδὲ λόγου δεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἱπποκράτης ἐπ’ αὐτῆς καὶ πάνυ ταχὺ λύεται τῆς ἑτέρας τῆς δι’ οὔρων κενώσεως, ἡμερῶν πλειόνων δεομένης. τὸ δ’ ἐπὶ τῆς τετάρτης ἐν παραδείγματι γέγραπται πρὸς αὐτοῦ, μετάγειν δὲ σὲ χρὴ καὶ πρὸς τὰς ἄλλας ἁπάσας, ὅσαι θεωρηταί εἰσι καὶ κρίσιμοι.

Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει.

Ἐάν τε κατὰ τὴν κύστιν ἐάν τε ἐν νεφροῖς ἕλκος γένηται, κατὰ μὲν ἀγγείου τινὸς ἀξιολόγου ῥῆξιν, συστάντος αὐτοῦ καὶ μάλιστα μετὰ ἀναβρώσεως, αἵματος ἔκκρισις ἐπακολουθεῖ, χωρὶς δὲ τοῦ πύου μόνου. ἐγχωρεῖ δὲ καὶ κατά τινα τῶν οὐρητήρων ἕλκους γινομένου καὶ πῦον οὐρηθῆναι καὶ αἷμα. μέσοι δ’ οὗτοι κεῖνται νεφρῶν τε καὶ κύστεως καὶ χρὴ συνυπακούειν αὐτοὺς ἐκείνους. ἑλκοῦνται δ’ ὡς τὰ πολλὰ τοῖς λιθιῶσι κατὰ νεφροὺς οὐρητῆρες, ὅταν ὑπὸ λίθου τινὸς ὀξέος ἢ σφόδρα τραχέος ἐμφραχθέντος αὐτοῖς ἀναδαρῶσι, τῶν μέντοι κατὰ τὸ αἰδοῖον αὐτὸ γιγνομένων ἑλκῶν καὶ χωρὶς τῶν οὔρων ἐκκρίνεται τό τε πῦον καὶ τὸ αἷμα. συνεξέρχεται δὲ τοῖς οὔροις πῦον ἐνίοτε συῤῥαγέντος ἀποστήματος ἔν τινι τῶν ἄνω χωρίων· ὅθεν ἔνιοι τῶν ἐξηγητῶν καὶ οἱ πλείους εἵλοντο τὴν ἑτέραν γραφὴν, τὴν διὰ τοῦ καί συνδέσμου, τήνδε τὴν λέξιν ἔχουσαν· ἢν αἷμα καὶ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει, ὡς τοῦ ἑτέρου μόνου αὐτῶν οὐρουμένου τοῦ πύου, δυνατὸν οὐ νεφρῶν ἢ κύστεως μόνον ἡλκωμένων, ἀλλὰ καί  τινος τῶν ἀνωτέρω τὸ σημεῖον εἶναι. τάχα μὲν οὖν τι καὶ οὗτοι λέγουσι, τάχα δὲ καὶ τὸ οὐρέῃ ῥῆμα διάφορόν τι δηλοῖ τοῦ οὐρῆσαι, τὸν διορισμὸν ἐν αὐτῷ περιέχον. οὐ γάρ ἐστι ταὐτὸν ἢ οὕτως εἰπεῖν, ἢν αἷμα ἢ πῦον οὐρέῃ, ἢ ἐκείνως, ἢν αἷμα καὶ πῦον οὐρήσῃ. ἐν μιᾷ μὲν γὰρ ἢ δυοῖν ἢ τρισὶν ἡμέραις ἐγχωρεῖ πῦον οὐρῆσαι, συῤῥαγέντος ἀποστήματος εἰς τὰ τῆς οὐρήσεως ὄργανα. πολλαῖς δ’ ἡμέραις ἢ καὶ μησὶν ἐπειδὰν τοῦτο γένηται, νεφρῶν ἢ κύστεως ἕλκωσις δηλοῦται. ὁποτέρου δ’ αὐτῶν μᾶλλον ἥ τ’ ὀδύνη διακρίνει κατὰ διαφέροντα χωρία γινομένη καὶ τὰ συνεκκρινόμενα τοῖς οὔροις, ὑπὲρ ὦν ἐφεξῆς ἐρεῖ. καὶ μὲν δὴ καὶ περὶ τῶν οὐρητήρων ὁ αὐτός ἐστι λόγος.

Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.

Τὰ μικρὰ μὲν σαρκία τῆς τῶν νεφρῶν οὐσίας εἰσὶ γνωρίσματα, τὰ δ’ ὥσπερ τρίχες οὐδαμῶς μὲν τῆς τῶν νεφρῶν. οὐ γὰρ οἶόν τε διαλυθῆναι νεφρὸν εἰς τοιοῦτον εἶδος οὐσίας, ἀλλ’ ὅσοι τοῦτο λέγουσιν ἀγνοοῦσι φύσιν νεφρῶν. οὐ μὴν οὐδὲ κύστεως ἀναλυομένης τε καὶ ἀναβιβρωσκομένης, ὡς ἐνίοις ἔδοξεν, οὐρεῖται τὰ τοιαῦτα. πεταλώδη γάρ ἐστι μᾶλλον τὰ ταύτης μόρια, καθάπερ καὶ αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον αὐτὰ προσαγορεύει λεπίδας. ἀλλὰ τό γε ἀληθὲς οὕτως ἔχει πολλάκις ἡμῖν ἑωραμένα ἔκ τινος τύχης. ἄλλοι γοῦν τινες ἰατροὶ πάνυ τρίβωνες ἑωρακέναι πολλάκις φασὶν οὖρα τοιαῦτα. καλοῦσι δ’ οἱ νεώτεροι τριχίασιν τὸ πάθος, ἐπειδὴ θριξὶν ὅμοια καὶ μᾶλλόν γε ταῖς λευκαῖς ἐοικότα φαίνεται τὰ τοῖς οὔροις ἐμφαινόμενα. ἔναγχος δέ τις οὔρει τοιαῦτα σώματα μακρὰ ὥστ’ ἄπιστον τὸ μῆκος ἐδόκει εἶναι· τινὰ γὰρ αὐτῶν εἰς ἥμισυ πήχεως ἐξετείνετο. προσενήνεκτο δ’ οὗτος ὅλῳ σχεδὸν ἐνιαυτῷ τῷ πρόσθεν ἐρεγμῶν τε καὶ κυάμων πάνυ πολλάκις καὶ τυρῶν ἁπαλῶν τε καὶ ξηρῶν. καὶ οἱ ἄλλοι δὲ πάντες οἷς οὐρῆσαι συνέβη τὰ τοιαῦτα, παχυχύμοις ἐδέσμασιν ἐκέχρηντο. τούτου τοίνυν τοῦ χυμοῦ κατωπτημένου πως ἐν νεφροῖς αἱ τριχοειδεῖς γίνονται συστάσεις. καὶ μέντοι καὶ ἡ θεραπεία μαρτυρεῖ τῷ λογισμῷ τῆς αἰτίας· ὑπὸ γὰρ λεπτυνόντων καὶ τεμνόντων φαρμάκων ἅμα καὶ τῷ τὴν ἄλλην δίαιταν ὑγραίνουσαν ὑπάρχειν ἐθεραπεύθησαν οἱ κάμνοντες οὕτως. εἴπερ δὲ ἦν ἕλκωσις τηλικαύτη νεφρῶν ἢ κύστεως, ὡς διαλύεσθαι τὴν οὐσίαν αὐτῶν, οὐ μόνον οὐδὲν ἂν ὠνίνατο ὑπὸ τῶν τοιούτων φαρμάκων, ἀλλὰ καὶ παρωξύνοντο ἐσχάτως· ἄξιος οὖν ἐστιν ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτῳ θαυμάσαι τὸν Ἱπποκράτην τὰ μηδέπω μηδὲ τήμερον ἐγνωσμένα πολλοῖς τῶν ἰατρῶν αὐτὸν ἐξευρεῖν. καὶ μέντοι καὶ ἡ λέξεως ἀκρίβεια θαυμαστῶς ὅπως ἔχει λέγοντος ἀπὸ τῶν νεφρῶν ἐκκρίνεσθαι τὰ τοιαῦτα. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πρόσθεν ἀφορισμοῦ ἕλκωσιν τοῦ νεφροῦ αἰτιᾶται οὕτω καὶ νῦν εἶπεν, ἀλλ’ ἁπλῶς ἀπὸ νεφρῶν ἐκκρίνεσθαί φησιν, ὡς καὶ λίθον τινὸς οὐρήσαντος ἀπὸ νεφρῶν ἐνηνέχθαι φαίημεν ἂν αὐτὸν, οὐχ ὅτι τῆς οὐσίας αὐτῶν ἐστι μόριον, ἀλλ’ ὅτι τὴν σύστασιν ἐν ἐκείνοις λαμβάνει. τὰ μὲν οὖν σμικρὰ σαρκία τῆς οὐσίας ἐστὶ μόρια ἑλκωθέντων ὅλως τῶν νεφρῶν, τὰ δ’ οἶον τρίχες ἐν νεφροῖς μὲν λαμβάνει τὴν σύστασιν, ὥσπερ καὶ οἱ λίθοι, μόρια δ’ οὐκ ἔστι τῆς οὐσίας αὐτῶν. κακῶς ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος ἄνευ τοῦ ἤ γέγραπται, σαρκία σμικρὰ ὥσπερ τρίχες. οὐδαμῶς γὰρ ἔοικε τὰ σμικρὰ σαρκία ταῖς θριξίν· ἀλλὰ χρὴ μεταξὺ τοῦ τε σμικρὰ καὶ τοῦ ὥσπερ τὸ ἥ φωνῆεν τάξαι, ὡς δυοῖν πραγμάτων, οὐχ ἑνὸς ἐν τῷ λόγῳ μνημονεύοντος τοῦ Ἱπποκράτους. τὸ μὲν οὖν ἅτερον αὐτῶν ἐστι σαρκία σμικρὰ, τὸ δ’ ἕτερον ὥσπερ τρίχες. ἐπὶ μὲν οὖν τῶν ταῖς θριξὶν ὁμοίων ἀεὶ φαίνεται παχὺ τὸ οὖρον ὡς ἂν φλεγματικῆς οὐσίας. ἣν ἤθροισαν αἱ φλέβες ἐκκαθαιρομένης διὰ τῶν νεφρῶν, ἐπὶ δὲ τῶν σαρκίων οὐκ ἀναγκαῖον. οὐ μὴν οὐδὲ ἐθεασάμην ποτὲ τοιαύτην νεφρῶν διάθεσιν· ἀλλὰ τὸ μὲν οἶον σαρκία πολλάκις ἐν ἐκείνοις τοῖς πυρετοῖς, ἐν οἶς καὶ τὰς καλουμένας ὀροβοειδεῖς ὑποστάσεις ὁρῶμεν γιγνομένας κατωπτημένου παχέως αἵματος ἐν νεφροῖς ἢ καθ’ ἧπαρ. οὐ μὴν ἀκριβῆ γε σαρκία τεθέαμαί ποτε συνεξερχόμενα τοῖς οὔροις. ἐγχωρεῖ οὖν, ἡγοῦμαι, παχὺ οὖσον εἰρῆσθαι πρὸς αὐτοῦ τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν. ἀντίκειται γὰρ τοῦτό πως τῷ λεπτῷ καὶ γινώσκομεν, ὅτι κυρίως μὲν αἱ κατὰ τὰς ὑπερβολὰς ἀντιθέσεις οὕτω λέγονται. καταχρηστικῶς δὲ καὶ τὸ μέσον ἐνίοτε καὶ σύμμετρον ἀμφοτέροις χρῆται τοῖς ὀνόμασι τῶν ἄκρων. πρὸς μὲν τὸ τελέως παχὺ λεπτὸν ὀνομαζόμενον, πρὸς δὲ τὸ λεπτὸν ἐσχάτως παχὺ, καὶ εἴπερ οὕτως ἀκούσαιμεν, ὁ λόγος ἔσται τοιοῦτος· οἶς ἐν τῷ οὔρῳ μὴ ὄντι λεπτῷ συνεξέρχεται τὰ εἰρημένα, τῶν νεφρῶν ἐστι τὸ πάθημα, λεπτῶν μέντοι τῶν οὔρων ὄντων ὅλον τὸ φλεβῶδες γένος πέπονθε. τὴν δ’ αὐτὴν ταύτην γνώμην δείκνυσθαί μοι δοκεῖ καὶ κατὰ τὸν ἑξῆς ἀφορισμόν.

Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.

Ἐὰν μὲν οὖν λεπτὸν ᾖ τὸ οὖρον, οὐ κατὰ φύσιν αἱ φλέβες, ἐὰν δὲ μὴ ᾖ λεπτὸν, ἀλλὰ μετρίως συνεστηκὸς, ὅπερ ἀκοῦσαι νῦν χρὴ τὸ παχὺ, τὰ συνεκκρινόμενα τῷ τοιούτῳ περὶ τοὺς νεφροὺς ἢ τὴν κύστιν ἐνδείξεταί τι πάθος. ἐπειδὴ γὰρ ἐκ μὲν τῶν φλεβῶν ἧκε, τὸ οὖρον, διηθεῖται δὲ διὰ τῶν νεφρῶν, ἀθροίζεται δὲ ἐν τῇ κύστει, πᾶν ὅ τί περ ἂν ἐν αὐτῷ φαίνηται παρὰ φύσιν ἢ τὰς φλέβας ἐνδείξεται φαύλως ἔχειν ἢ τὰ κατὰ τοὺς νεφροὺς ἢ κύστιν, ὥσπερ καὶ νῦν τὰ πιτυρώδεα τὴν κύστιν ψωριᾶν, ὅταν γ’ αἱ φλέβες ἀπαθεῖς ὑπάρχωσι. φέρεται γὰρ ἐνίοτε καὶ ἐξ ἐκείνων τὰ πιτυρώδη, ποτὲ μὲν αὐτοῦ τοῦ χιτῶνος αὐτῶν παθόντος, ὥσπερ καὶ τοῦ τῆς κύστεως, ἔστι δ’ ὅτε τοῦ κατ’ αὐτὰς αἵματος ὑπὸ καυσώδους θερμοῦ φρυγέντος. ἐπιτηδειότερος δὲ δηλονότι πρὸς τοῦτο πᾶς ὁ παχὺς ἐν αὐταῖς χυμός ἐστι καὶ μᾶλλον ἔτι ἡ οἷον τρὺξ τοῦ αἵματος, ὃν ὀνομάζειν εἰθίσμεθα μελαγχολικὸν χυμόν. ὥσπερ γὰρ ἡ τοῦ δέρματος ἐπιφάνεια, καλοῦσι δ’ αὐτὴν ἐπιδερμίδα κατὰ τὰς ψώρας καὶ τὰς λέπρας καὶ τοὺς λειχῆνας, ἀποβάλλει τι λεπτὸν, οἷόν περ τὸ γῆράς ἐστι τῶν ὄφεων, οὕτω κἀπειδάν τι τῶν ἔνδον μορίων ὅμοιόν τι πάθημα πάθῃ οἷς τὸ δέρμα καὶ τὸ σύμπτωμα τοῦ παθήματος ὅμοιον γενήσεται. κατὰ τοῦτο οὖν αἱ φλέβες αὗται καὶ ἡ κύστις ψωριῶσα πιτυρώδεα δέρματα σὺν τοῖς οὔροις ἕξει κενούμενα. διορισθήσεται δὲ τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων, ὡς προείρηται. τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας ἐνδείξεται, τὰ δ’ οὐ λεπτὰ τὴν κύστιν.

Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.

Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προηγησαμένου συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆθος αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμβαίνειν, οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα, μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν νεφρῶν ἐμβάλλουσαι, καθ’ ἅς ἀναστόμωσίς τε καὶ ῥῆξις ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’ ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις, ἐφ’ ᾖ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα, τοὐτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.

Οἷσιν ἐν τοῖς οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.

Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νεφροὺς, ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐτοῦ τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρχονται τοῖς οὔροις τὰ ψαμμώδη.

Ἤν αἷμα οὐρέῃ καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ τὸ περιναῖον, τὰ περὶ κύστιν πονέει.

Γέγραπται μὲν διχῶς ἡ τελευτὴ τοῦ ἀφορισμοῦ, κατὰ τινὰ μὲν τῶν ἀντιγράφων πονέει, καθ’ ἕτερα δὲ νοσέει, καὶ σχεδὸν ἀλλήλων ταύτῃ γε οὐδὲν διαφέρουσιν αἱ γραφαί. κοινῇ δ’ ἀμφότεραι σφάλλονται, εἴ τις ἀκούσειε τὰ περὶ τὴν κύστιν εἰρῆσθαι πρὸς Ἱπποκράτους, ὡσεὶ καὶ αὐτὴν τὴν κύστιν ἐγεγράφει. τὰ γὰρ εἰρημένα συμπτώματα κοινὰ τῶν οὐρητικῶν ὀνομαζομένων ὀργάνων ἁπάντων ἐστὶ κύστεως, νεφρῶν, οὐρητήρων. οὕτως οὖν ἄμεινον ἀκούειν τὰ περὶ τὴν κύστιν, οὐχ ὡς αὐτῆς μόνης δηλουμένης, ἀλλ’ ὡς καὶ  τῶν συνεζευγμένων αὐτῇ μορίων. ἔτι δὲ μᾶλλον οὕτως ἀκούειν ἡμᾶς καὶ ὁ ἑξῆς ἀφορισμὸς ἐπιτρέψει, καθ’ ὃν οὐ τὰ περὶ τὴν κύστιν νοσεῖν φησιν, ἀλλὰ τῆς κύστεως ἕλκωσιν ὑπάρχειν, ὡς οὐ ταὐτὸν ὂν αὐτὴν τὴν κύστιν ἁπλῶς μόνην ἀποφαίνεσθαί τι πάσχειν ἢ τὰ περὶ αὐτήν,

Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας καὶ ὀσμὴ βαρεῖα ᾖ, τὴν κύστιος ἕλκωσιν σημαίνει.

Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρεῖν πάντως ἐστὶ τῶν οὐρητικῶν ὀργάνων ἡλκωμένων κοινὰ σημεῖα, τὸ δὲ βαρὺ τῆς ὀσμῆς, ὅπερ δηλοῖ τὸ ἀηδὲς, ἔτι τε μᾶλλον αἱ λεπίδες, ἴδια τῆς κύστεως. ἐν μὲν οὖν τοῖς πλείστοις ἀντιγράφων, ἢν αἷμα καὶ πῦον οὐρέῃ, γέγραπται· κατὰ δέ τινα αὐτῶν ἢν αἷμα ἢ πῦον οὐρέῃ. δηλώσει δ’ αὐτὴ μὲν ἡ δευτέρα γραφὴ παραδιαζευκτικὸν εἶναι τὸν ἢ σύνδεσμον, ὡς ὁπότερον ἂν ὑπάρχῃ τῶν εὑρημένων ἑλκώσεως εἶναι σημεῖον, ἡ δ’ ἑτέρα τὰ δύο βουλήσεται συνεδρεύειν ἢ ἅμα ἀλλήλοις ἢ ἐναλλάξ.

Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φῦμα γίνεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις.

Διὰ βραχυλογίαν οὐδὲν ἀξιόλογον οὗτος ὁ ἀφορισμὸς ἔχειν ὑποληφθήσεται. πρόχειρον γὰρ παντὶ γνῶναι τῶν ἐν τῷ πόρῳ τῷ οὐρητικῷ τῷ κατὰ τὸ αἰδοῖον, τοῦτο γὰρ οὐρήθραν καλοῦσι, συνισταμένων φυμάτων τὴν λύσιν γίγνεσθαι ῥαγέντων. ἀλλ’ εἰ προσχῶμεν τὸν νοῦν, ἔνδειξίς ἐστί τινος μείζονος πράγματος. ἐνδέχεται γὰρ ἰσχουρίαν δή τινα γενέσθαι καὶ διὰ τὸ τοιοῦτον φῦμα καὶ μέντοι καὶ ὡς τὸ φῦμα τοῦτο ῥαγὲν ἰάσεται τὴν ἰσχουρίαν εὔδηλον. ἀλλὰ ἐκεῖνό γε παραφύεται τοῖς εἰρημένοις ἑπόμενον ζήτημα, πότερον ῥήγνυσθαι μόνον βούλεται τὸ κατὰ τοῦτο χωρίον συνιστάμενον φῦμα ἢ πλειστάκις μὲν αὐτὸ τοῦτο συμβαίνειν, δύνασθαι δὲ διαφορεῖσθαι ἢ παράδειγμα τῶν λύσεων ἓν τοῦτο ἔγραψε, τὴν ῥῆξιν, ὅπερ καὶ ἀληθέστερόν ἐστιν.

Οὔρησις νύκτωρ πολλὴ γινομένη σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.

Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀναδοθέντος τοῦ κατὰ τὴν κοιλίαν ὑγροῦ βραχυτέραν γενέσθαι τὴν ὑποχώρησιν πρόδηλον παντί. συνεμφαίνει δὲ τούτῳ καὶ ὅτι διεξελθόντος ἅμα τοῖς σιτίοις ὑγροτέρα μὲν ἡ γαστὴρ γενήσεται καὶ διὰ τοῦτο πλείω ὑποχωρήσει, τὸ δ’ αὖ οὖρον ἔλαττον ἐκκριθήσεται. διδάξει δ’ ἡμᾶς ὁ λόγος οὗτος ἰάματα ῥευμάτων γαστρὸς καὶ ξηρότητος· ἐφ’ ὧν μὲν ὑγροτέρα γίνεται τοῦ προσήκοντος, τό τε πόμα ἔλαττον δώσομεν ἐπὶ τε κύστιν ἐπιτρέψομεν ἀφικέσθαι. ἐφ’ ὧν δὲ ξηροτέρα, καὶ πλεῖον δώσομεν τὸ πόμα καὶ τὴν ἀνάδοσιν ὡς οἷόν τε κωλύσομεν.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.

Τοῖς ἐλλέβορον εἰληφόσι λευκὸν, δηλονότι, τοῦτο γὰρ ἁπλῶς εἰώθασιν ὀνομάζειν ἐλλέβορον, οὐχ ὥσπερ τὸν μέλανα μετὰ προσθήκης, τούτοις οὖν ἐὰν καθαιρομένοις ἐπιγένηται σπασμὸς, ὀλέθριον εἶναί φησι τὸ σύμπτωμα. γίνεται μὲν γὰρ οὐ κατὰ τὴν ἀρχὴν τῆς καθάρσεως ἡνίκα τοῦ πνιγῆναι κίνδυνος, ἀλλ’ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες, δι’ αὐτὴν μάλιστα τὴν ἐν τοῖς ἐμέτοις συντονίαν πονησάντων τῶν νευρῶν κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς, ἐφ’ ᾧ καὶ ἄλλως ἑωράκαμεν, ὅταν ἰσχυρῶς δηχθῇ, γεγενημένους σπασμοὺς ὥσπερ καὶ τῷ νεανίσκῳ τὸν ἰὸν ἐμέσαντι. βέλτιον γὰρ ἰὸν, οὐκ ἰώδη τὸν ἔμετον ὀνομάζειν ἐκεῖνον, ἐπειδήπερ ἦν οἷος ἀκριβὴς ἰὸς ὀνομαζόμενος εὐανθέστατος. ἀλλὰ κατά γε τὸν ἔμετον ἐσπάσθη πᾶν τὸ σῶμα καὶ ὅ τε πυρετὸς αὐτοῦ καὶ ὁ σπασμὸς ἐπαύσατο παραχρῆμα κενωθέντος τοῦ ἰοῦ. τοιοῦτον δ’ ἦν τὸ ἐμεθὲν, οἷον εἴ τις ὕδατι δεύσειεν ἰὸν τὸν ἄριστον, ὡς γενέσθαι σύστασιν ἐξ ἀμφοῖν σιραίου πάχει προσεοικυῖαν. οὐκ ἀδύνατον μὲν οὖν, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς γενέσθαι σπασμὸν ἐπ’ ἐλλεβόρῳ λευκῷ, καὶ εἴη ἂν ὁ μετριώτατος σπασμὸς οὗτος. ἐγχωρεῖ δὲ καὶ δι’ αὐτὴν τὴν κένωσιν ὑπερκαθαιρομένοις αὐτοῖς γενέσθαι σπασμὸν, ὡς καὶ τοῖς χολερικοῖς ἐπιγίνονται συνολκαὶ πολλάκις καὶ μάλιστα τῶν κατὰ τὰς γαστροκνημίας μυῶν. οὐκ ἀδύνατον δὲ οὐδὲ διὰ τὴν ἐνέργειαν τοῦ φαρμάκου τὰ ἐκ τῶν νεύρων ὑγρὰ πρὸς ἑαυτὸ βίᾳ σπῶντος ἐκ τῆς κακοπαθείας ταύτης ἐπιγενέσθαι σπασμόν· ἀλλὰ καὶ τῆς δυνάμεως ἐνίοτε τοῦ ἐλλεβόρου πρὸς ἀνάδοσιν ὁρμησάσης σφοδρότερον, ἐγχωρεῖ τὴν τῶν νεύρων οὐσίαν ξηρανθῆναι βιαιότερον. ἐδίδαξε δ’ ἡμᾶς αὐτὸς ὁ Ἱπποκράτης ὡς ὁ σπασμὸς ἐπὶ κενώσει καὶ πληρώσει γίγνεται τῶν νευρωδῶν δηλονότι σωμάτων, ὑφ’ ὧν αἱ κατὰ προαίρεσιν ἐνεργοῦνται κινήσεις. ἔστι δὲ ταῦτα τόνοι, σύνδεσμοι καὶ μῦες καὶ τένοντες· ὥσπερ ὁρῶμεν ἐπὶ τῶν ἐκτὸς ἱμάντας τε καὶ χορδὰς τεινομένας, ἐάν τε ξηρανθῶσιν ἐπὶ πλέον ἐάν θ’ ὑγρότητι πολλῇ διαβραχῶσιν, οὕτω καὶ κατὰ τῶν ζώων σώματα τὰ πολλὰ τὸν σπασμὸν εἰκὸς γίνεσθαι· πρόδηλον δ’ ὡς ὁ μὲν ἐπὶ πληρώσει δυνατός ἐστι ἰαθῆναι κενώσει, τὸν δ’ ἐπὶ κενώσει τε καὶ ξηρότητι τῶν νεύρων οὐ πάνυ τι δυνατόν ἐστιν ἰάσασθαι. γίνεται δ’, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν σπασμὸς, ὃν οὐχ ἡγητέον ὑπὸ τοῦ Ἱπποκράτους παραλελεῖφθαι. τὸν γὰρ πρώτως γιγνόμενον σπασμὸν ἐδήλωσεν ἐν τῷ φάναι, σπασμὸν ἐπὶ πληρώσει καὶ κενώσει συνίστασθαι, καὶ μὴν καὶ τῷ λόγῳ τῆς δήξεως ἴσμεν ἐπὶ τῷ στομάχῳ λυγμὸν γινόμενον, ὡς ἄν τινα καὶ τὰ νεῦρα πάσχειν ὁμοίως προσδοκῆσαι καὶ δόξει καὶ ὁ σπασμὸς οὗτος ἐνίοτε γίνεσθαι τοῖς ἐπ’ ἐλλεβόρου καθαιρομένοις ὑφ’ Ἱπποκράτους οὐκ εἰρημένος· εἰ μὴ, νὴ Δία, φαίη τις αὐτὸν ἐπὶ κενώσει συμβαίνειν τῶν δακνόντων χυμῶν ξηραντικῶν ὑπερεχόντων. οὗτοι μὲν οἱ τρόποι τῶν ἐπ’ ἐλλεβόρῳ σπωμένων· θεραπεύονται δ’ αὐτῶν ὅ τε διὰ δῆξιν καὶ ὁ διὰ τὴν συντονίαν τὴν ἐπὶ τοῖς ἐμέτοις, ὁ δὲ διὰ ξηρότητα τῶν ἀνιάτων ἐστίν· εἰκότως. τοιγαροῦν ὅλον τὸ γένος τοῦ τοιούτου σπασμοῦ φησι θανάσιμον ὑπάρχειν ὁ Ἱπποκράτης, ἐπειδή τινες μὲν αὐτοῦ διαφοραὶ δυσίατοι, μία δ’ ἀνίατός ἐστιν.

Ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον.

Ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδη τε καὶ τελευτῶντα πολλάκις εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκης τε καὶ διὰ παντὸς ἐπιφέροντα θάνατον, ἀλλ’ ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θανασίμου ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνεται σπώμενα τά τε κατ’ εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’ οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ σῶμα.

Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.

Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν, μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων, ὡς προείρηται.

Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινόμενος κακόν.

Ὅπερ ἐνίοτε τοῖς ἐλλέβορον εἰληφόσιν ἐλέγομεν γίγνεσθαι, τοῦτο νῦν ὑπὲρ ἁπάντων ἀπεφήνατο τῶν ὁπωσοῦν καθαιρομένων. σπῶνται γὰρ οἱ ὑπερκαθαιρόμενοι κατὰ τὰς εἰρημένας αἰτίας ἐπὶ τὸν ἐλλέβορον εἰληφότων, κίνδυνός τε καταλαμβάνει τοὺς οὕτω κάμνοντας οὐ μικρὸς, ἐπειδὴ πολὺ χείρων ἐστὶν ὁ ἐπὶ κενώσει σπασμὸς τοῦ διὰ πλήρωσιν. ὅτι δὲ καὶ ὁ λυγμὸς σπασμός ἐστι στομάχου κατὰ τὸν Ἱπποκράτην γινώσκομεν δήπου.

Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.

Πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπασμός. εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερμὸς ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν ἐγκαταδύεται καὶ μάλισθ’ ὅταν μὴ πάνυ τι παχυμερὴς ᾖ. τῷ μὲν οὖν πλήθει τῆς οὐσίας τὸν σπασμὸν ἐπιφέρει τοῖς νεύροις, τῇ ποιότητι δὲ θεραπεύει πάλιν αὐτὸς ἣν εἰργάσατο διάθεσιν, ἐκθερμαίνων τε καὶ ξηραίνων τὰ νεῦρα. ἐὰν οὖν ποτε τοῦτο μὴ δυνηθῇ ποιῆσαι, θάνατον ἀκολουθεῖν ἀναγκαῖόν ἐστιν. ᾗ δὲ δυνάμει τὸν οἶνον ἔφαμεν ἰᾶσθαι τοὺς σπασμοὺς, ταύτῃ δηλονότι καὶ ὁ πυρετὸς ἰᾶται. προσεκτέον δ’ ἐνταῦθα μάλιστα τῷ ἔθει τοῦ Ἱπποκράτους, ἀφώνους ὀνομάζοντος τοὺς ὁπωσοῦν καρουμένους. ἀλλὰ κυρίως λέγεται κάρος ἡ παντὸς τοῦ σώματος αἰφνίδιος ἀναισθησία τε καὶ ἀκινησία· ταύτην οὖν τὴν διάθεσιν ἀφ’ ἑνὸς τῶν συμπτωμάτων ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης καὶ γίνεται δηλονότι τῆς ἀρχῆς τῶν νεύρων παθούσης. οὐδὲ γὰρ οὐδὲ ἄλλως ὅλως οἶόν τε σπασθῆναι τὸ σῶμα πρὸ τοῦ ταύτην παθεῖν, ἤτοι πρώτως ἢ κατὰ συμπάθειαν ἑτέρου προπεπονθότος μορίου. κραιπάλας δ’ ὅτι πάντες οἱ Ἕλληνες ὀνομάζουσι τὰς ἐξ οἴνου βλάβας τῆς κεφαλῆς εὔδηλον. οὕτως γοῦν ἔνιοι καὶ τὴν ἐτυμολογίαν ἐποιήσαντο τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι φάσκοντες. τὴν δ’ ὥραν καθ’ ἣν αἱ κραιπάλαι λύονται, κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’ οὗτος οὐκ ἀποτετμημένος, οὐδὲ περιγεγραμμένος ἅπασιν ἑνὶ μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύσαντο τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην αὐτὴν νύκτα, τινὲς δ’ ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται τοῦτο διά τε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴνου καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕτως οὐδ’ ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν, καθ’ ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνήξεται πάντως σπασθείς.

Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται ἐν τέτρασιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

Κάτοξυ πάθος ὁ τέτανός ἐστιν ὡς ἂν ἐξ ὀπισθοτόνου τε καὶ ἐμπροσθοτόνου συγκείμενος, ὥστ’ εἰκότως αὐτὸν συντομωτέραν ποιεῖσθαι τὴν κρίσιν, οὐ φερούσης τὸν ἐπὶ τῇ τάσει κάματον τῆς φύσεως ἐν πλείονι χρόνῳ. κατὰ τὴν πρώτην οὖν περίοδον τῶν κρισίμων ἡμερῶν ἡ κρίσις τῷ πάθει.

Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἤβης γίνεται, μετάστασιν ἔχει. ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ συναποθνήσκει.

Κυρίως μὲν ὀνομάζονται μεταστάσεις πάθους, ὅταν ἐξ ἑτέρου μέρους εἰς ἕτερον μετέρχωνται, καταχρωμένων δὲ καὶ αἱ λύσεις οὕτω προσαγορεύονται. καί μοι δοκεῖ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ δεύτερον σημαινόμενον κεχρῆσθαι τῇ προσηγορίᾳ. οὐ μόνον γὰρ εἰς ἕτερα μόρια μεθισταμένων τῶν τὴν ἐπιληψίαν ἐργαζομένων χυμῶν λύεται τὸ πάθος, ἀλλὰ καὶ τελέως ἐκθεραπευομένων· εἰσὶ μὲν γὰρ οὗτοι παχεῖς καὶ ψυχροὶ καὶ φλεγματικοί. παύονται δ’ ὑπό τε τῆς ἡλικίας ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης καὶ διὰ γυμνασίαν καὶ διὰ δίαιταν ξηραντικὴν, ἅμα τοῖς ἐπιτηδείοις φαρμάκοις. ἀλλὰ νῦν γε ὁ Ἱπποκράτης μόνης τῆς καθ’ ἡλικίαν μέμνηται μεταβολῆς ὑφ’ ἧς διδασκόμενοι καὶ τὸ τῆς διαίτης εἶδος ἅμα τοῖς φαρμάκοις εὑρήσομεν. ὅπερ οὖν ἐν ἑτέρῳ μέρει τῶν ἀφορισμῶν εἶπε, τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεγάλαι μεταβολαὶ, μάλιστα τῆς ἡλικίας καὶ τῶν χωρίων καὶ τῶν βίων καὶ τόπων ποιέουσι, ταῦτα νῦν ἐπ’ αὐτῶν τῶν παθῶν ἐδήλωσε, τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα τῶν ἐπιληπτικῶν παθῶν παύεσθαι λέγων ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, τὰ δ’ ἐξωτέρω τῶν εἴκοσι πέντε ἐτῶν συναποθνήσκειν, ᾧ καὶ δῆλον ὡς καὶ τὸν τῆς ἥβης χρόνον ἕως τῶν πέντε καὶ εἴκοσιν ἐτῶν ἐκτετάσθαι νομίζει, τὴν ἀρχὴν λαμβάνοντα μετὰ τὴν δευτέραν ἑβδομάδα. πρόδηλον δὲ ὡς οὔτε πᾶσιν ἰαθήσεται τὸ πάθος ὑπὸ τῆς ἡβηστικῆς ἡλικίας, εἰ μὴ καὶ τἄλλα πράττειν ὀρθῶς, οὔθ’ οἷς ἐν ταύτῃ συνέστη διὰ παντὸς παραμένει καλῶς διαιτωμένοις. ἀλλ’ ὅτι γε τὴν ἀπὸ τῆς ἡλικίας ἴασιν οὐκ ἔχει, συγκαταγηράσει δ’ ὅσον ἐπ’ αὐτῇ τὸ πάθος αὐτοῖς ἐδήλωσε σαφῶς, οὐ μὴν σαφῶς γέ τι λέλεκται· καίτοι δοκοῦν εἶναι σαφὲς τοῖς ἀμελέστερον ἀκούουσι τοῖς πέντε καὶ εἴκοσιν ἐτῶν συναποθνήσκειν τὸ πάθος οἷς ἐγένετο πέμπτον καὶ εἰκοστὸν ἔτος ἄγουσιν, ἀλλ’ ἔτι καὶ μᾶλλον οἷς ἐξωτέρω. προσθέντες οὖν τὸ λεῖπον τῇ λέξει τοῦ Ἱπποκράτους ἀληθῆ τελέως αὐτὴν ἀπεργασόμεθα, τὰ ἐπιληπτικὰ παθήματα. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα κατὰ τὸν ἐκείνης λύεται καιρὸν, τὰ δ’ ἐξωτέρω τῆς ἥβης συναποθνήσκει. καιρὸς δ’ ἥβης ἐστὶν ὁ μετὰ τεσσαρεσκαίδεκα μέχρι πέντε καὶ εἴκοσιν ἐτῶν. ἔστι δὲ καὶ ἄλλη τις γραφὴ τοιαύτη· οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τὰ πολλὰ συναποθνήσκει, σημαίνοντος τοῦ τὰ πολλά ταὐτὸν τῷ ὡς ἐπὶ τὸ πολύ.

Ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, τουτέοισιν ἐς ἐμπύημα μεθίσταται.

Τὴν διὰ τῶν πτυσμάτων κένωσιν τῶν τὴν πλευρῖτιν ἐργασαμένων χυμῶν ἀνακάθαρσιν καὶ κάθαρσιν εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης, ὥσπερ γε καὶ τὸ πτύειν τούτους καθαίρεσθαι κατά τε τὸ περὶ διαίτης ὀξέων καὶ τὸ προγνωστικὸν ὠνόμασεν. ἀλλὰ νῦν γε χρόνον ὁρίζει τῆς καθάρσεως, ἐν ᾧ μὴ γενομένης αὐτῆς εἰς ἐμπύημά φησι μεθίστασθαι τὴν πλευρῖτιν, ἤτοι τὴν εἰς πῦον μεταβολὴν οὕτως ὀνομάζων ἅπασαν, ὥσπερ κἀν τῷ προγνωστικῷ πολλάκις, ἢ τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος ἔκχυσιν τοῦ πύου. γίνεται γὰρ ἑκάτερον τούτων, ὅταν οἱ πλευριτικοὶ μὴ καθαρθῶσι διὰ τῶν πτυσμάτων. ἀλλὰ τό γε δεύτερον τῶν εἰρημένων ἐν τοῖς ἐφεξῆς αὐτὸς ὠνόμασε ῥῆξιν ἐμπυήματος.

Ἡ φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα.

Διὰ τῶν ἔμπροσθεν ἀφορισμῶν ἡνίκα τὰ νοσήματα κατὰ τὰς ἡλικίας διηγεῖτο, τοῖς δὲ νεανίσκοισιν αἵματος πτύσιες ἔφη· νυνὶ δὲ καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν προσέθηκεν, οὐ διὰ τοῦτο γράψας πάλιν ἄνωθεν ὑπὲρ αὐτῶν, ἀλλὰ τῇ κοινωνίᾳ τῶν κατὰ θώρακά τε καὶ πνεύμονα παθῶν. διὰ τί μὲν οὖν οἱ νεανίσκοι καὶ μάλιστα τοῖς τοιούτοις ἁλίσκονται παθήμασιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν κατὰ τὰς ἡλικίας ἐτῶν ἐν τῷδε διοριστέον, ἐπεὶ καὶ ὁ Ἱπποκράτης ἔφη φθίσιν γενέσθαι ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι τριάκοντα πέντε. τὸ γὰρ ἡλικίῃσι πληθυντικῶς εἰρημένον ἔνδειξίν τινα ἔχει τοῦ μὴ μίαν ἡλικίαν ὑπολαμβάνειν εἶναι τὸν Ἱπποκράτην τὴν μεταξὺ τῶν εἰρημένων ἐτῶν. οὐδὲ γάρ ἐστι μία σκοπουμένοις ἀκριβέστερον, ἀλλ’ ἡ μὲν ἀπὸ τῶν ὀκτωκαίδεκα μέχρι τῶν πέντε καὶ εἴκοσι ἐτῶν μειρακίων ἐστίν. ἡ δ’ ἀπὸ τοῦδε τῶν νεανίσκων μέχρι πέντε καὶ τριάκοντα.

Ὁκόσοι κυνάγχην διαφεύγουσιν, ἐς τὸν πνεύμονα αὐτέοισι τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν. ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται.

Περὶ μεταστάσεως ὁ λόγος αὐτῷ νῦν ἐστι τῆς ἐκ κυνάγχης εἰς τὸν πνεύμονα γινομένης, ἥντινά φησιν ἀναιρεῖν μὲν ὡς τὰ πολλὰ ὑπὸ τῶν ἑπτὰ ἡμερῶν πνιγομένου δηλονότι τοῦ κάμνοντος. εἰ δ’ ὑπερβαλεῖν αὐτὰς δυνηθεῖεν, μεταβάλλοντος εἰς πῦον τοῦ ῥεύματος ἐμπύους γίνεσθαι. γνωρίζεται δὲ ἐς τὸν πνεύμονα τρέπεσθαι τὴν κυνάγχην ἐκ τοῦ σφυγμοῦ. σκληρὸς γὰρ καὶ ἄτακτος καὶ ἀνώμαλος ἐς τὸ ἡγεμονικὸν μόριον τῆς ὕλης μετάστασιν γινομένην εἷναι σημαίνει. μαλθακὸς δὲ καὶ ὁμαλὸς καὶ τακτὸς μετὰ τῆς εὐπνοίας ὁμαλῆς δήλην ἀπόλυσιν σημαίνει.

Τοῖσιν ὑπὸ τῶν φθίσεων ἐνοχλουμένοισιν ἢν τὸ πτύσμα ὅ τι ἂν ἀποβήσσωσι βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέωσιν, θανάσιμον.

Τὰς ἐπὶ πνεύμονι ἑλκώδεις διαθέσεις ὀνομάζει νῦν φθίσεις, ἐφ’ ὧν ἀξιοῖ δοκιμάζειν ἀκριβέστερον τὴν ὀσμὴν ἐπιχέοντας ἄνθραξι τὸ ἀναπτυόμενον. ὥσπερ δ’ ἐν τοῖς ἔμπροσθεν ἐπὶ τῶν κατὰ τὴν κύστιν ἑλκῶν ὀσμὴν γίνεσθαι βαρεῖαν ἔφησεν, οὕτω καὶ νῦν ὄζειν βαρὺ τὸ πτύσμα τῶν φθισικῶν. εἰ δὲ καὶ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέοιεν τοῖς οὕτω διακειμένοις, ὀλεθρίως ἔχειν αὐτοὺς, ἐνδείκνυσθαι γὰρ ἔν δειαντροφῆς ἐσχάτης, ἔστιν ὅτε καὶ διαφθορὰν χυμῶν.

Ὁκόσοισι φθισιῶσιν ἀποῤῥέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς, οὗτοι διαῤῥοίας ἐπιγινομένης ἀποθνήσκουσιν.

Περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τριχῶν ῥύσις. ἐπιγενομένης δὲ διαῤῥοίας ἐπίδοξος ἂν ἦν ὁ θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίου τε ἅμα καὶ σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται μὲν γὰρ ἐπ’ ἀῤῥωστίᾳ τῆς δυνάμεώς, αὐτὸ δὲ πάλιν ἀῤῥωστοτέραν αὐτὴν ἀπεργάζεται.

Ὁκόσοι αἷμα ἀφρῶδες πτύουσι, τουτέοισιν ἐκ τοῦ πνεύμονος ἡ ἀναγωγὴ γίνεται.

Καὶ τῶν ἀντιγράφων τὰ πολλὰ καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐκ ὀλίγοι ἴσασι κατὰ τήνδε τὴν λέξιν τὸν ἀφορισμὸν γεγραμμένον, ὁκόσοι ἀφρῶδες αἷμα ἐμέουσι. καί τινές γε τὴν ἐξήγησιν αὐτοῦ ποιούμενοι πλῆθος ἐνδείκνυσθαί φασι τοὔνομα καὶ διὰ τοῦτο ἀπὸ τοῦ κυρίου μετενηνέχθαι. προδήλως δ’ οὗτοι καταψεύδονται τοῦ φαινομένου. πολλάκις γὰρ ὦπται πτύσις αἵματος ἀφρώδους ἄνευ πλήθους γεγενημένη. εἰ μὲν οὖν ὄντως ὑφ’ Ἱπποκράτους οὕτως ἐγράφη, κατακεχρῆσθαι τῇ προσηγορίᾳ φήσομεν αὐτόν. οὐ γὰρ δὴ τὸ μὲν πολὺ τὴν ἐκ πνεύμονος ἀναγωγὴν δηλοῖ, τὸ δ’ ὀλίγον ἐξ ἄλλου τινός. εἰ δ’ ἀναπτύουσι ἢ ἀναβήττουσιν εἴη γεγραμμένον, ὠνομάσθαι τε κυρίως ἐνδείκνυσθαί τε τὸ τοιοῦτον αἷμα τῆς σαρκοειδοῦς τοῦ πνεύμονος οὐσίας, ἥπερ ἐστὶ τὸ ἴδιον αὐτοῦ σῶμα, δεδέχθαι τὴν ἕλκωσιν ὡς ἀληθὲς μὲν φάναι τὸ ἀφρῶδες αἷμα μόνου τοῦ πνεύμονος ἐνδείκνυσθαι τὴν ἕλκωσιν. οὐκ ἀληθὲς δὲ τοῦ πνεύμονος ἑλκωθέντος ἐξ ἀνάγκης ἀφρῶδες ἀναπτύεσθαι. πολλάκις γὰρ ἐθεασάμεθα κατενεχθέντων τινῶν ἀφ’ ὑψηλοῦ καὶ λακτισθέντων καὶ πληγέντων ἐν ταῖς παλαίστραις κατ’ ἐκεῖνο μάλιστα τὸ τῆς πληγῆς μέρος, ἐν ᾧ καταφερομένῳ τινὶ πρὸς τοὔδαφος ἕτερος ἐπιπίπτει κατὰ τοῦ θώρακος, αἷμα μετὰ βηχὸς ἀναπτυσθὲν πλεῖστον εὐχρούστατον ἄνευ πάσης ὀδύνης, ὅπερ εὔλογόν ἐστιν ἔκ τινος τοῦ κατὰ πνεύμονα ῥαγέντος ἀγγείου φέρεσθαι.

Ὑπὸ φθίσιος ἐχομένῳ διαῤῥοίας ἐπιγιγνομένης, θανατῶδες.

Ὀλίγον ἔμπροσθεν εἴρηκε τοῖς φθίνουσιν ἐπειδὰν τό τε πῦον ᾖ δυσῶδες καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ἐκρέωσι, διαῤῥοίας ἐπιγενομένης ἕπεσθαι θάνατον. ἐνταυθὶ δ’ ἁπλῶς εἶπε θανατῶδες διάῤῥοιαν εἶναι ἐπὶ φθίσει, μήτε τῶν τριχῶν μνημονεύσας, ὡς ἱκανῆς οὔσης καὶ μόνης τὸν θάνατον δηλῶσαι, οὐ μὴν οὕτω γε ὑπόγυον, οὐδὲ ταχὺ γενησόμενον, ὡς ὅταν ἅμα τῇ ῥύσει τῶν τριχῶν.

Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται· ἢν δὲ μὴ, εἰς φθίσιν μεθίστανται.

Προσθεὶς τῷ λόγῳ τὸ τῆς ῥήξεως ὄνομα σαφῶς ἐδήλωσεν αὐτὸν ὑπὲρ ἐκείνων διαλεγόμενον, οἷς εἰς ἐμπύημα τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς τρεπομένης, εἶτα ἐκραγείσης, ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος χωρίῳ περιέχεται τὸ πῦον. ἅπασι γὰρ τούτοις ἐὰν μὴ τὸ πλεῖστον ἐν τεσσαράκονθ’ ἡμέραις ἡ κένωσις γένηται, τοῦ πύου διὰ τῶν πτυσμάτων ἐκκαθαρθέντος, ἀναγκαῖόν ἐστι διαβρωθῆναι τὸν πνεύμονα, σηπομένου τῷ χρόνῳ τοῦ πύου. τῇ μὲν οὖν πλευρίτιδι τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔθετο τῆς καθάρσεως, τοῖς δ’ ἐμπύοις τὴν τεσσαρακοστήν. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς διαφορᾶς τῶν ἄλλων κρισίμων ἡμερῶν καὶ τῶνδε κατὰ τὴν περὶ τῶν κρισίμων πραγματείαν, ὅθεν ἀναλεξαμένῳ τινὶ τὴν θεωρίαν ἅπασαν ἕτοιμον ἕπεσθαι πᾶσι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις περὶ κρισίμων ἡμερῶν.

Τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πλεονάκις χρεομένοισι σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας· ταῦτα οἶσι θάνατος.

Περὶ θερμοῦ καὶ ψυχροῦ χρήσεως ἀμέτρου τε καὶ συμμέτρου λέλεκται μὲν οὐκ ὀλίγα κἀν τῷ περὶ χρήσεως ὑγρῶν, εἴρηται δὲ καὶ κατὰ τοῦτο τὸ χωρίον τῶν ἀφορισμῶν τὸ ἅπαντα σχεδόν γε τὰ κεφάλαια· καὶ πρῶτόν γε αὐτῶν ὅτι τῷ θερμῷ ἀμέτρως χρωμένων ταῦτ’ ἐργάζεται τὰ πάθη σαρκῶν ἐκθήλυνσιν, ὅπερ ἐστὶν ἀτονία. εἴρηται γὰρ ἐκ μεταφορᾶς, ἐπειδὴ τὸ θῆλυ πᾶν ἀσθενέστερόν ἐστιν τοῦ ἄῤῥενος. ὡμολόγηται δὲ τούτῳ καὶ τὸ ἐπιφερόμενον, ἡ τῶν νεύρων ἀκράτεια· καὶ γὰρ ταῦτα ἄῤῥωστα γίνεται, λυομένης αὐτῶν ὑπὸ τοῦ θερμοῦ τῆς οὐσίας. καὶ ἡ τῆς γνώμης δὲ νάρκωσις ἀτονία γνώμης ἐστὶ διαλυομένης δηλονότι καθάπερ τῆς τῶν νεύρων οὐσίας, οὕτω καὶ τῆς τοῦ ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας ἐπιφέρει ἡ τοῦ θερμοῦ χρῆσις ἄμετρος, ἐκείναις δηλονότι ταῖς διαθέσεσι τοῦ σώματος, αἱ πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἔχουσιν. ἕπονται δὲ ταῖς αἱμοῤῥαγίαις λειποθυμίαι καὶ ταύταις ὁ θάνατος, ὥσπερ γε καὶ τοῖς ἄλλοις τοῖς προειρημένοις. ἀλλ’ ἐκείνοις μὲν ἐν χρόνῳ πλέονι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον. αἱμοῤῥαγίαις δὲ λειποθυμίαις αὐτίκα. γέγραπται μὲν οὖν ἡ τελευτὴ τοῦ ἀφορισμοῦ διαφερόντως ἐν τοῖς ἀντιγράφοις, ἅπασαι δὲ αἱ γραφαὶ τὴν εἰρημένην ἐνδείκνυνται διάνοιαν. ἔστι δ’ αὐτῶν μία μὲν ἥδε, τούτοισι θάνατος· ἑτέρα δὲ, ταῦτα ἐφ’ οἶς ὁ θάνατος· ἡ τρίτη δὲ, ταῦτα οἶσι θάνατος· ἄλλη δὲ, ταῦτα εἰς θάνατον.

Τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα.

Τὸ ἄμετρον δηλονότι ψυχρὸν ἐργάζεται σπασμοὺς καὶ τετάνους καὶ κατάψυξιν τῶν νεύρων. ὥσπερ γὰρ οὐ χρὴ λύεσθαι τὴν οὐσίαν αὐτῶν ὑπὸ τῆς ἀμέτρου θερμασίας, οὕτως οὐδὲ περαιτέρω τοῦ προσήκοντος ἀποψύχεσθαί τε καὶ συνάγεσθαι καὶ σφίγγεσθαι. καὶ μὲν δὴ καὶ μελασμοὺς ἐργάζεται τῇ ψύξει καὶ ῥίγη πυρετοὺς ἐπικαλούμενα διὰ τὴν δέρματος πυκνότητα καὶ τῶν πόρων στενοχώρησιν. κάλλιον δ’ ἦν εἰρῆσθαι, ῥίγη τά τε σπασμοὺς ἐργαζόμενα καὶ μελασμοὺς καὶ πυρετούς. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ τῆς τῶν συμπτωμάτων αἰτίας ἰδίᾳ.

Τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροις, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν φίλιον.

Ὅσα φύσει ψυχρότερα μόρια, τοιαῦτα δ’ ἐστὶν ἐν τοῖς ζώοις ἅπανθ’ ὅσα τελέως ἐστὶν ἄναιμα, θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τῆς ἀμέτρου χρήσεως τοῦ ψυχροῦ βλάπτεται. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως οἰκειότερόν ἐστι τὸ θερμόν.

Ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμοῤῥαγέειν μέλλει.

Οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὖ θεωρήματος ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγκαιότερον, ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον, τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμοῤῥαγία. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κἄπειθ’ οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.

Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελασμοὺς, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.

Κυρίως μὲν ὀνομάζοντι τὸ θερμόν ἐστι δακνῶδες· τῇ δ’ ὁμοιότητι τῆς αἰσθήσεως καὶ τὸ ψυχρὸν ὕδωρ ὀνομάζεται δακνῶδες, οὐχ ἁπλῶς τῷ δέρματι προσπῖπτον, ἀλλ’ ὁπόταν ἑλκωθῇ. διεξέρχεσθαι γὰρ χρὴ τὴν τοῦ δάκνεσθαι μέλλοντος οὐσίαν τὸ δακνῶδες αὐτῇ γενησόμενον, ὅπερ ἐπὶ μὲν τοῦ κατὰ φύσιν ἔχοντος δέρματος οὐχ οἷόν τε ποιεῖν ἐστι τὸ ψυχρὸν ὕδωρ, ἐπειδὴ πυκνότερον ἢ κατὰ τὴν οὐσίαν αὐτοῦ τὸ δέρμα ἐστίν. ἐπὶ δὲ τῶν ἡλκωμένων ὡς ἀραιοτέρων ὑπαρχόντων διεξέρχεσθαι δύναται. διὰ τῆς οὐσίας αὐτῶν ἐγκαταβαῖνον ἐν τῷ βάθει. λέλεκται δ’ ἐπὶ πλέον ὑπὲρ καὶ τῶν δακνωδῶν φύσεως ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τοῖς μὲν οὖν ἡλκωμένοις δακνῶδες τὸ ψυχρὸν, τοῖς δ’ ἀνελκώτοις οὔτε δακνῶδες καὶ σκληρὸν ἐργάζεται τὸ δέρμα τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ. καὶ μὲν δὴ καὶ τὴν ἀνεκπύητον ὀδύνην ἐργάζεται τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ ἐκπυΐσκει τὰ ἕλκη, κωλύει τε διαπνεῖσθαι τὰ τὴν ὀδύνην ἐργαζόμενα. τὰ δ’ ἐφεξῆς εἴρηται καὶ πρόσθεν αὐτῷ μελασμοὶ καὶ ῥίγη πυρετώδη καὶ σπασμοὶ καὶ τέτανοι.

Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.

Ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐφεξῆς τοῖς προειρημένοις ὁ Ἱπποκράτης διεξέρχεται, καὶ πρῶτόν γε περὶ τοῦ ψυχροῦ φησιν ὡς ἐπὶ τετάνου, δῆλον δ’ ὅτι καὶ παντὸς ἄλλου σπασμοῦ κατὰ τὴν μέσην ὥραν θερινὴν, ὅταν εὔσαρκος ὁ κάμνων ᾖ καὶ νέος, ἡ τοῦ ψυχροῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιησαμένη θεραπεύσῃ τὸ πάθος. ᾧ καὶ δῆλον ὡς οὐ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἰατικὸν τοῦ νοσήματός ἐστι τὸ ψυχρὸν, ἀλλὰ κατὰ συμβεβηκὸς, ἐπειδὴ τοῖς εὐσάρκοις νέοις ἐπανάκλησιν θέρμης ποιεῖται. ἐπ’ ἄλλης γὰρ οὐκ ὠφελήσει γε ἡλικίας, διότε μηδὲ τὴν ἐπανάκλησιν ἐργάζεται. ὅπου δ’ οὐδὲ ἐπὶ ταύτης ἐν ἄλλῃ τινὶ τῶν ὡρῶν, ὅτι μὴ κατὰ μέσον τοῦ θέρους. ἡ γάρ τοι τοῦ ψυχροῦ πρόπτωσις ἤτοι νικᾷ τὴν ἔμφυτον θερμασίαν ἢ ἀθροίζει. νικᾷ μὲν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἀθροίζει δ’, ὅταν ἰσχυρὰ τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ διακωλύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ ἕλκεσι σπασμοὺς ὡς οὐκ ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων, οὐδ’ εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ τὴν θερινὴν ὥραν καὶ χώραν, ἐπειδὴ, καθὰ προείρηκεν αὐτὸς, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες ὀδύνην ἀνεκπύητον ποιέει. γενομένων οὖν ἐφ’ ἕλκεσι διὰ τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν ἐναντιώτατον ἔσται τὸ ψυχρὸν, οὔτε τὸ ἕλκος αὐτὸ παρηγοροῦν οὔτε τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν διαλῦον.

Τὸ θερμὸν ἐκπυητικὸν οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφαλείην δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν. τὴν δ’ ἐν τῇ κεφαλῇ καρηβαρίην λύει. πλεῖστον δὲ διαφέρει ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλευμένοισι, τουτέων δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι. καὶ ὁκόσα ὑπὸ ψύξεως θνήσκει ἢ ἑλκοῦται καὶ ἕρπησιν ἐσθιομένοισι, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.

Ὥσπερ τὸ ψυχρὸν σπασμῶν καὶ τετάνων ὑπάρχει ποιητικὸν, ὅμως θεραπεύει σπανίως ποτὲ τέτανον, οὕτω καὶ τὸ θερμὸν ἐκπυητικὸν ὂν ὅσον ἐφ’ ἑαυτῷ γίγνεται ποτ’ ἀνεκπύητον. ἐπὶ γοῦν τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ἁπλῶς ἁπάντων τῶν ῥευματικῶν οὐκ ἐκπυΐσκει τὸ θερμὸν, ἀλλὰ καὶ βλάπτει μεγάλως αὐτά. καὶ συμβαίνει ἐς ταὐτὸν ἄμφω τό τε βλάπτον ἕλκη καὶ τὸ μὴ ἐκπυΐσκον, ὥσπερ οὖν καὶ κατὰ τοὐναντίον τό τ’ ὠφελοῦν καὶ τὸ ἐκπυΐσκον. μέγιστον γάρ ἐστι σημεῖον πρὸς ἀσφαλείαν ἕλκει τό τε πῦον καὶ τὸ τούτου ποιητικὸν φάρμακον. οὐδὲν γὰρ δύναται γενέσθαι κακὸν ἐφ’ ἕλκει πῦον γεννῶντι. τὰ γοῦν σπασμὸν ἐπιφέροντα πάντως ἀνεκπύητά ἐστι. ὁμοίως δὲ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν, ὅσα τε τῶν πέριξ χωρίων ἀνάβρωσιν ἔχει καὶ τὰ δυσεπούλωτα δὲ πάντ’ ἐστὶν ἀνεκπύητα καὶ ὅσα τῶν κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατ’ ἐξοχήν τινα κέκληται καρκινώδη, χειρώνεια, τηλέφια καὶ φαγεδαινικὰ, πάντ’ ἐστὶ καὶ ταῦτ’ ἀνεκπύητα. μέγιστον οὖν σημεῖον εἰς ἀσφάλειαν ἕλκει τὸ πῦόν ἐστι καὶ τοῦτό γε τεκμαίρου ἐπὶ τῆς τοῦ θερμοῦ χρήσεως. ἐφ’ ὧν γὰρ οὐχ ἁρμόττει, θεάσῃ ταῦτ’ ἀνεκπύητα μένοντα πρὸς τοῦ θερμοῦ. τὰ δ’ ἐφεξῆς ἔργα τοῦ θερμοῦ φαινόμενα συνεχῶς καταλέγει. καὶ γὰρ μαλάττει τὸ ἐσκληρυμμένον δέρμα καὶ ἰσχναίνει τὸ πεπαχυσμένον, ἀνώδυνόν τ’ ἐστὶ καὶ σπασμῶν καὶ τετάνων παρηγορικὸν, οὐχ ὥσπερ τὸ ψυχρὸν ὀδύνην ἀνεκπύητον ἐργάζεται, τῷ τῆς φύσεως ἡμῶν ἀλλότριον ὑπάρχειν, ἥτις ἐστὶ ἐστὶ τὸ ἔμφυτον θερμὸν, ἥντινα συναύξει ὅταν γε μετρίως ὁμιλῇ, τὸ δ’ ἔξωθεν θερμὸν ἐργάζεται πάνθ’ ὅσα λέλεκται, τὰ μὲν οὖν πέττον τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ βέλτιον, ἔνια δὲ τῷ διαφορεῖν καὶ κενοῦν τὰ λυποῦντα ἐκθεραπεῦον. εἰ δὲ καὶ μὴ τελέως ἐκθεραπεύσειεν, ἀλλὰ τάς γ’ ὀδύνας πραύνει. ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ διαθέσεων αὐτά τε ταῦτα δρᾷ καὶ τὰς καλουμένας καρηβαρίας, αἵτινές εἰσι βαρύτητες τῆς κεφαλῆς ἰᾶται, συμπέπτον καὶ διαφοροῦν τὰ λυποῦντα. καὶ μὲν δὴ καὶ τοῖς τῶν ὀστῶν κατάγμασιν ὠφελιμώτατόν ἐστι καὶ μᾶλλον τοῖς. ἐψιλωμένοις, ὅπερ ἐστὶ γεγυμνωμένοις τῆς σαρκός. ἔτι δὲ μᾶλλον ὅσα κατὰ τὴν ὕλην γίγνεται· βλαβερώτατον γάρ ἐστι καὶ τούτοις τὸ ψυχρὸν ὡς ἂν μὴ μόνον τοῖς ὀστοῖς, ἀλλὰ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ πολέμιον ὑπάρχειν· καὶ μὲν δὴ καὶ ὅσα μόρια διὰ τὸ κατεψῦχθαι νεκροῦται καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ ὅσα διὰ τὴν ψῦξιν ἑλκοῦται, καθάπερ ἐν χειμῶνι πτέρναι καὶ δάκτυλοι καὶ ὅλως τὰ ἄκρα, καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ τῶν ἑρπήτων τοῖς ἀναβιβρωσκομένοις καίτοι ὑπὸ χολώδους καὶ θερμοῦ χυμοῦ γιγνομένοις· ἀλλὰ διὰ τὴν ἕλκωσιν ἐναντίον αὐτοῖς τὸ ψυχρὸν, ὡς δακνῶδες ἑλκῶν ὑπάρχον. οὕτω δὴ καὶ ταῖς κατὰ τὴν ἕδραν ἁπάσαις διαθέσεσιν οἰκεῖον μὲν τὸ θερμὸν, ἐναντιώτατον δὲ τὸ ψυχρὸν, ὅτι τε νευρώδης ἡ ἕδρα, πολέμιον δὲ τοῖς νεύροις τὸ ψυχρὸν, καὶ ὅτι κατὰ τὴν κοινωνίαν ἥ τε ψῦξις ἐπαναβαίνει ῥᾳδίως ἐκ τῆς ἕδρας εἰς τὰ κατὰ τὴν κοιλίαν, ἥ τε θερμασία κατὰ τὸν αὐτὸν τρόπον. οὕτω δὲ καὶ ὑστέρᾳ καὶ κύστει τὸ μὲν θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. αὐτά τε γάρ ἐστι νευρώδη καὶ μεταδίδωσι τοῖς ὑπερκειμένοις ῥᾳδίως τῆς ψύξεως. ὅτι δὲ ἅπασι τοῖς εἰρημένοις κατὰ τὸν ἀφορισμὸν ἐπιπεφώνηκε κοινῇ τούτοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, εὔδηλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω.

Ἐν τουτέοισι δὲ δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει ἢ αἱμοῤῥαγέιν μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ ὁκόθεν ἐπιῤῥεῖ καὶ ὁκόσα φλεγμοναὶ ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι ἐπὶ ταῦτα· ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον ὠφελέει, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.

Τὰς ἐκ τοῦ ψυχροῦ γιγνομένας ὠφελείας τε καὶ βλάβας ἐν τῷδε διεξέρχεται, πρῶτον μὲν λέγων ἐπὶ τῶν αἱμοῤῥαγούντων ἢ μελλόντων χρήσιμον ὑπάρχειν αὐτὸ, μὴ τοῖς αἱμοῤῥαγοῦσι μέρεσιν αὐτὸ προσαγόμενον. ἕλκεσι γὰρ τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τι τοῖς ἕλκεσι, καὶ μὲν δὴ καὶ τὰς φλεγμονὰς ἁπάσας, ὅσα τε ὡς αὐτὸς ὠνόμασεν ἐπιφλογίσματα, τουτέστιν ὥσπερ ὑπὸ φλογὸς ἐπικεκαυμένα διὰ τὴν θερμασίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν· καὶ γὰρ καὶ ταῦτα χαίρει τῷ ψυχρῷ. φαίνεται δέ σοι θεωμένῳ ταῦτα πάντα κατὰ τὴν χρόαν ἐρυθρὰ καὶ ὕφαιμα, νεαρῷ δηλονότι καὶ οὐ παλαιῷ τῷ αἵματι, τὸ γὰρ εὐανθὲς οὐκ ἔχει τὸ παλαιὸν αἷμα. διὸ καὶ προσαγομένου τοῦ ψυχροῦ τῷ τοιούτῳ πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι συμβαίνει τὰ πεπονθότα μόρια. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυσίπελας ὠφελεῖται πρὸς τοῦ ψυχροῦ τὸ χωρὶς ἕλκους, ὡς τῷ γε ἡλκωμένῳ δακνῶδές τε καὶ ὀδυνῶδές ἐστι τὸ ψυχρὸν καὶ ταύτῃ βλάπτει τῶν ὀδυνωμένων μερῶν ἀεὶ ῥεῦμα κινούντων ἐφ’ ἑαυτά.

Τὰ ψυχρὰ οἷον χιὼν καὶ κρύσταλλος τῷ στήθει πολέμια, βηχέων κινητικὰ καὶ αἱμοῤῥαγικὰ καὶ καταῤῥοικά.

Μέχρι μὲν τοῦδε τὸν λόγον ὑπὲρ ὕδατος ἐποιήσατο θερμοῦ καὶ ψυχροῦ, νυνὶ δὲ καὶ περὶ χιόνος καὶ κρυστάλλου διῆλθεν, ἐνδεικνύμενος ὡς τὰς βλάβας μείζονας εἰς τοσοῦτον τῶν κατὰ τὸ ψυχρὸν ὕδωρ ἐργάζεσθαι πέφυκεν εἰς ὅσον ἐκείνου ψυχρότερά ἐστι καὶ τοῖς κατὰ θώρακα χωρίοις πολεμιώτατα ὑπάρχει βῆχάς τε κινοῦντα καὶ ῥήξεις ἀγγείων ἐργαζόμενα, πολλάκις αἱμοῤῥαγικὰ γίγνεται· καὶ μέντοι καὶ τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοις ἀδικοῦντα θώρακά τε καὶ πνεύμονα. καὶ γὰρ καὶ τούτους ἐργάζεται χιὼν καὶ κρύσταλλος, καταψύχοντα τὸν ἐγκέφαλον.

Τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα ἄτερ ἕλκεος καὶ ποδαγρικὰ καὶ σπάσματα, τούτων τὰ πλεῖστα τὸ ψυχρὸν πολλὸν καταχεόμενον ῥηίζει τε καὶ ἰσχναίνει καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λυτική.

Ὅτι μὲν τὰ πλεῖστα τῶν τοιούτων ὀνίνησι τὸ ψυχρὸν ἐδήλωσε. τίνα δέ ποτ’ ἔστι ταῦτα παρέλιπεν εἰπεῖν, ὡς ἐξ ὧν προείρηκεν οὐ χαλεπὸν ἐξευρεῖν. ὁκόσαι γὰρ, φησὶ, φλεγμοναὶ ἢ ἐπιφλογίσματα εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι, ταῦθ’ ὑπὸ τοῦ ψυχροῦ θεραπεύεσθαι τὴν ἐπιῤῥοὴν ἀναστέλλοντος δηλονότι καὶ ταύτῃ κενοῦντος τὰ σώματα. διὸ καὶ τὴν ὀδύνην ἐν τοῖς τοιούτοις λύει καὶ τὴν αἰτίαν αὐτῆς ἐκκόπτει. καὶ ἡ ψῦξις δὲ τῶν μορίων ἐπὶ πλέον νάρκην φέρει μετρίαν, ἥτις καὶ αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν.

Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον.

Οὐ τῷ σταθμῷ κουφότατον εἶναι τὸ τοιοῦτον λεκτέον. οὐδὲ γὰρ ἂν οὕτω μέγα διδάσκοι πρὸς τῷ καὶ διὰ περιόδου τινὸς ἐξευρίσκειν ὃ ῥᾳδίως ἦν ἐξ ἀρχῆς ἐξευρεῖν. εἴπερ δὲ βούλεται τὸ τῷ σταθμῷ κουφότατον ὕδωρ διαγνῶναι, πρόχειρον ἐπὶ τὸ τῶν ἱσταμένων ἴδιον ἄγειν κριτήριον διὰ ζυγοῦ καὶ σταθμοῦ ποιουμένῳ αὐτῶν τὴν ἐξέτασιν. ἀλλὰ κουφότερον εἶπε νῦν τὸ μὴ βαρῦνον τὴν γαστέρα καὶ διεξερχόμενον ταχέως, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ ἐναντίον αὐτῷ τὸ μὴ διεξερχόμενον ταχέως. εὔδηλον δὲ ὡς οὐ μόνον τοῦτο κριτήριον ὕδατός ἐστιν ἀρετῆς. ἀλλ’ ὡς τῶν μὲν ἄλλων εὐπορωτάτων ὑπαρχόντων καὶ πᾶσι γινωσκομένων, τούτου δ’ ἔχοντός τι τεχνικὸν, οὕτως ἐπὶ τὴν γραφὴν αὐτοῦ ἥκειν τὸν Ἱπποκράτην. τίνα δὲ τἄλλα ἐστί; πρῶτον μὲν εἰ μὴ θολερὸν, μήτ’ ἰλυῶδες· εἶθ’ ἑξῆς εἰ μή τι κατὰ τὴν ὀσμὴν, μήτε κατὰ τὴν γεῦσιν ἐμφαίνει τινὸς ἀλλοκότου ποιότητος. εἶθ’ οὕτως ὃ νῦν εἶπεν Ἱπποκράτης, εἰ θερμαίνεται καὶ ψύχεται ταχέως· δῆλον γὰρ ὡς εὐαλλοίωτόν ἐστι τὸ τοιοῦτον, ἀρετὴ δ’ ὥσπερ σίτου τὸ εὐαλλοίωτον, οὕτω καὶ τοῦ ὕδατος. εἴ γε δὴ ῥᾷστα μεταβάλλεσθαι βουλόμεθα πᾶν τὸ μέλλον πεφθήσεσθαι καλῶς ὑπὸ τῶν πεπτικῶν ὀργάνων. ὅσοι δὲ τῇ τῶν πινόντων διαθέσει μὴ κρίνουσι τὸ ἄριστον ὕδωρ, ἀσφαλεστάτῳ μὲν χρῶνται τεκμηρίῳ· μόνον δ’ εἴπερ αὐτὸ παραλαμβάνουσιν οὐκ ὀρθῶς ποιοῦσι. χρὴ γὰρ αὐτὸ πρότερον προκεκρίσθαι τοῖς εἰρημένοις σημείοις, πρὶν ὅλως τις ἐπὶ τὴν τοιαύτην ἀφίκηται πεῖραν.

Ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.

Οὔτ’ εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπικοιμηθῆναι. πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ μὴν οὐδ’ ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ τὸ ποτὸν, εἴτ’ ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’ αὐτοῖς εἴη γεγενημένον εἴτ’ ἐξ ἐνδείας ποτοῦ. τό τε γὰρ τὴν ἔνδειαν ἰᾶσθαι προσφορᾷ τό τε τὴν ἐξ οἴνου θερμασίαν ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ ποτὸν, ἀλλ’ ἐπισκεπτέον εἴτ’ ἐνδείᾳ πάσχουσιν ὑγρότητος τὸ τοιοῦτον εἶτε δι’ οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τούτους κοιμηθέντας ὠφεληθῆναι.

Γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει.

Γυναικείων εἴρηκε τῶν ἐκκενουμένων δηλονότι διὰ μήτρας ταῖς γυναιξὶ κατά τε τάς ἐμμήνους καθάρσεις καὶ μετὰ τοὺς τόκους. εὔδηλον δ’ ὡς κἀνταῦθα τὰς μὲν ἤτοι διὰ φλεγμονὴν τῆς μήτρας ἢ διαστροφὴν ἤ τι τοιοῦτον μὴ καθαιρομένας καλῶς ἰασόμεθα τὸ πάθος ἐκθεραπεύοντες, οὗ σύμπτωμά ἐστὶν ἡ τῶν γυναικείων ἐπίσχεσις, τὰς δ’ ἄνευ τοῦ τοιούτου παθήματος ἐνδεῶς καθαιρομένας ταῖς νῦν ὑπ’ αὐτοῦ διδασκομέναις πυρίαις ἰᾶται. ἐπὶ τούτων γὰρ ἤτοι πάχος αἵματος αἴτιόν ἐστι τῆς ἐπισχέσεως ἢ ἔμφραξις τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ἢ μύσις τῶν αὐτῶν τούτων ἢ πύκνωσις ὅλης τῆς οὐσίας αὐτῆς. ὅ τι δ’ ἂν ᾖ τῶν εἰρημένων ἡ διὰ τῶν ἀρωμάτων πυρία θεραπεύει τὴν διάθεσιν, ἀναστομοῦν μὲν δυναμένη τὰ μεμυκότα πέρατα τῶν ἀγγείων, λεπτύνειν δὲ τὸ πάχος τῶν χυμῶν, τὰς δ’ ἐμφράξεις τῷ τέμνειν ἐκφράττουσα. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα, φησὶν, ἦν ἂν χρήσιμος, εἰ μὴ καρηβαρίας ἐνεποίει. τὸ γὰρ ὅλον σῶμα πυριᾶσθαι διὰ τῆς μήτρας ἠδύνατο συνεχῶς ἐν ἁπάσαις ταῖς ψυχραῖς καὶ ὑγραῖς διαθέσεσιν, εἰ μὴ τὴν ἀπὸ πυρίας ἐφοβούμεθα κεφαλαλγίαν καὶ μάλιστα ἐν τοῖς πυρετοῖς. ὅτι γὰρ κεφαλαλγῆ σχεδὸν ἅπαντά ἐστι τὰ ἀρώματα δηλοῖ μὲν ἡ πεῖρα, διδάσκει δὲ καὶ ὁ λόγος. ὅσα γὰρ ἱκανῶς θερμαίνει κεφαλαλγῆ πάντ’ ἐστὶν, ὡς ἂν ἄνω φύσει φερομένου τοῦ θερμοῦ. θερμὴ δὲ ἱκανῶς ἐστιν ἁπάντων τῶν ἀρωμάτων ἡ φύσις καὶ μάλιστα κασσίας καὶ κόστου καὶ κινναμώμου καὶ ἀμώμου.

Τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.

Οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ φαρμάκων λόγοις· ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναικείων κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τινὲς δ’ ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγήσεως δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν εἰρημένοις.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νοσημάτων ληφθῆναι θανάσιμον.

Εἰκότως· ἐάν τε γὰρ πυρετῶδες ᾖ τὸ νόσημα, συνεχεῖς ἀνάγκη τοὺς πυρετοὺς ἔχειν αὐτό. τοιοῦτο γάρ ἐστι τὸ ὀξὺ καὶ κίνδυνος ἐν τῷδε διττὸς, εἷς μὲν αὐτοῦ τοῦ πυρετοῦ ἀναιροῦντος τὸ ἔμβρυον, ἕτερος δ’ ὅτι διὰ μακροῦ μὲν τρέφοντες ἐνδείᾳ τροφῆς ἀναιροῦμεν τὸ ἔμβρυον. εἰ δ’ ἵνα τοῦτο διασώσωμεν, ἀφειδήσομεν τοῦ συνεχῶς τρέφειν, αὐξήσαντες τῇ τῶν τροφῶν ἀκαιρίᾳ τοὺς συνεχεῖς πυρετοὺς, ἀποκτενοῦμεν τὴν κύουσαν, οὕτω δὲ κἂν χωρὶς πυρετοῦ τῶν ἄλλων τι γένηται νοσημάτων ὀξέων, οἷον ἐπιληψία ἢ ἀποπληξία ἢ σπασμὸς ἢ τέτανος ἅμα τῷ μεγέθει καὶ τῇ συντονίᾳ τοῦ νοσήματος, ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν.

Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον.

Ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μόνον ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κἀν ταῖς μικροτέραις ἀσιτίαις, ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ ἄλλων ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος δεῖσθαι τροφῆς.

Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις γίνεται.

Εἰκότως· ἀντίσπασίς τε γὰρ ἅμα καὶ κένωσις ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω· τουτὶ μὲν οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐτῆς δ’ ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν τὰς οὕτω πάσχουσας.

Γυναικὶ τῶν καταμηνίων ἐκλειπόντων αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι ἀγαθόν.

Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι τὸ καλῶς ἐφ’ ἑκάστῳ μηνὶ κενούμενον αἷμα, ἐπειδὰν κατά τινα διάθεσιν ἐπισχεθῇ, βλάπτειν τὴν γυναῖκα καὶ ὅ τι δι’ ἑτέρου χωρίου κενουμένου ἰάσεται τῆς βλάβης τὸ πᾶν σῶμα πρόδηλον παντί. πολλῶν δ’ ὄντων χωρίων δι’ ὧν ἐκκενοῦσθαι δύναται, τοῖς μὲν ἄλλοις ἅπασι πρόσεστί τις μείζων ἢ ἐλάττων βλάβη. μόνη δ’ ἡ διὰ τῶν ῥινῶν κένωσις ἄλυπός ἐστιν, ἣν ἐπαινεῖ νῦν ὁ Ἱπποκράτης. οὐ μὴν οὐδ’ εἴ τις ἄλλη κένωσις ἄλυπος εὑρίσκοιτο, τούτου χάριν ὁ ἀφορισμὸς ψευδής ἐστιν. οὐ γὰρ ὅτι μόνη κένωσις ἡ διὰ τῶν ῥινῶν ἀγαθὴ τῶν καταμηνίων ἐκλειπόντων εἴρηκεν, ἀλλ’ ἁπλῶς ἐπῄνεσεν αὐτὴν, μὴ προσθεὶς ὅτι μόνη. κἂν τὴν δι’ ἕδρας οὖν τὴν ἀγαθὴν εἶναι λέγῃ ταῖς οὕτως ἐχούσαις γυναιξὶν, οὐ μάχεται τῷ ἀφορισμῷ. φαίνεται γὰρ ἐνίοτε δι’ ἑνὸς ὡς παραδείγματος ὁ Ἱπποκράτης ἀποφαινόμενος ὑπὲρ τῶν ὁμοίων ἁπάντων.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ἡ κοιλίη ῥυῇ πολλάκις, κίνδυνος ἐκτρῶσαι.

Τῷ λόγῳ τῆς κενώσεως καὶ νῦν ὁ Ἱπποκράτης κίνδυνος, φησὶν, ἐκτρῶσαι, καθότι καὶ πρόσθεν ἐπὶ τῆς φλεβοτομίας ἐδείκνυμεν.

Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ ἢ δυστοκούσῃ πταρμὸς ἐπιγενόμενος ἀγαθόν.

Ἀσαφές ἐστι τὸ τὸν κατὰ ἀφορισμὸν ὄνομα τὸ ὑστερικῶν. ἔνιοι μὲν γὰρ ἀκούουσιν ἐπὶ πασῶν κατὰ τὰς ὑστέρας διαθέσεων, ἔνιοι δὲ ἐπὶ μόνων ἐκείνων αἷς ἕπεται πάθος ὃ προσαγορεύουσιν ὑστερικὴν πνίγα, καίτοι γε οὐ πνίγα κατ’ ἀλήθειαν οὖσαν, ἀλλ’ ἄπνοιαν. ἔνιοι δ’ ἐπὶ τῶν χωρίων ἀκούουσιν, ἐπειδὴ καὶ ταῦτα τὰ ὕστερα καλοῦσιν. ἀλλ’ οὗτοι μὲν ἄντικρυς ἁμαρτάνουσιν, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἀληθεύειν, ἐν τῷ καταῤῥήγνυσθαι τὰ ἐν τῇ μήτρᾳ κατεχόμενα χωρία πρὸς τῶν πταρμῶν. ἄλλος τε γὰρ ὑπὲρ τούτων ἀφορισμὸς αὐτῷ γέγραπται καὶ διαφέρει πάμπολυ καὶ κατὰ τοὔνομα τὰ ὕστερα τῶν ὑστερικῶν. ψεῦδός γε μήν ἐστι καὶ τὸ περὶ πάντων τῶν κατὰ τὰς ὑστέρας παθῶν εἰρῆσθαι τὸν λόγον. οὔτε γὰρ ἑλκώσεις οὔτε φλεγμονὰς οὔτ’ ἐρυσιπέλατα, καθάπερ οὐδ’ ἀποστήματα πταρμὸς ὀνίνησιν. ἀληθὲς δὲ τὸ καὶ κατὰ ὑστερικὰς ἀπνοίας ἐπιγινομένου πταρμοῦ ῥᾳστωνεῖν τὰς καμνούσας, οὐ μόνον ὅτι σημεῖον ἀγαθόν ἐστιν αὐτομάτως ἐπιγενόμενος ὁ πταρμὸς ταῖς οὕτως ἐχούσαις, ἀλλὰ καὶ αἴτιον ὥσπερ τι βοήθημα τοῦ πάθους γινόμενος. σημεῖον μὲν οὖν ἀγαθόν ἐστι, διότι δηλοῖ τὴν φύσιν ἔμπροσθεν νεναρκωμένην, ἐπεγείρεσθαί τε καὶ ἀναζωπυρεῖσθαι καὶ τῶν οἰκείων κινήσεων ἀναμιμνήσκεσθαι, ὁπότε γε καὶ ἀποτίθεταί τινα τῶν περιττωμάτων. ἐδείχθη γὰρ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ὁ πταρμὸς οὕτω γινόμενος, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέρῳ κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν, τοῦτο δ’ ἐκκρίνει τὰ δυσεκκρίτως ἐμπεπαρμένα τοῖς μορίοις τοῦ σώματος. οὕτω γὰρ καὶ τὴν λύγγα πέφυκεν ἰᾶσθαι.

Γυναικὶ καταμήνια ἄχροα καὶ μὴ κατὰ τὰ αὐτὰ ἀεὶ γινόμενα καθάρσιος δεῖσθαι σημαίνει.

Πολλὰ τῶν ἀντιγράφων βιβλία ἔστιν εὑρεῖν οὕτως ἔχοντα τὴν λέξιν· γυναικὶ καταμήνια χρόνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα. δύναται μὲν οὖν καὶ τὰ χρόνια καταμήνια, τουτέστιν ὅσα τῆς εἰθισμένης ὑστερίζει περιόδου, καθάρσεως δεῖσθαι χυμοῦ φλεγματικοῦ, διὸ καὶ δύσχροα γίγνεται οὐ μὴν ἐξ ἀνάγκης γε ταύτης μόνης· καὶ γὰρ δὴ καὶ διὰ τῆς λεπτυνούσης διαίτης ἐνίοτε τὰς τοιαύτας διαθέσεις πολλάκις ἰασόμεθα, γέγραπται δὲ περὶ τῆς διαίτης ταύτης ἓν ἰδίᾳ βιβλίον, ἅμα δ’ αὐτῇ καὶ ἡ τῶν ἀρωμάτων πυρία καὶ οἱ τὴν αὐτὴν ἐκείνῃ δύναμιν ἔχοντες πεσσοὶ πρόθετοι καὶ τὰ πινόμενα φάρμακα τμητικά τε καὶ λεπτυντικὰ πάχους τῶν χυμῶν, ὁποῖόν ἐστι καὶ τὸ διὰ τῆς καλαμίνθης, ᾧ συνήθως ἑκάστοτε χρώμεθα, ὅ καὶ τὰς ἐμμήνους καθάρσεις βραδυνούσης ἐκίνησε πολλάκις. ὁ γάρ τοι σκοπὸς τῆς ἰάσεως αὐτῶν ἐστιν ἀναστομῶσαι μὲν τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων, λεπτῦναι δὲ τὸ αἷμα. καὶ μὲν δὴ καὶ ἡ τοῦ παντὸς σώματος κάθαρσις, ὡς εἶπον, ὅτε δὴ τῶν παχέων γένηται χυμῶν, ἰᾶται τὰς τοιαύτας διαθέσεις. εἰ δ’ ἄχροα γεγραμμένον εἴη, πολὺ δὴ μᾶλλον ἡ κάθαρσις ἰάσεται τὰς οὕτως ἐχούσας. οὐδὲ γὰρ διὰ τὸν φλεγματικὸν μόνον χυμὸν, ἀλλὰ καὶ τὸν μελαγχολικὸν καὶ τὸ πικρόχολον, ἄχροα γίνεται τὰ καταμήνια. πῶς μὲν οὖν χρὴ διαγινώσκειν τὸν πλεονάζοντα χυμὸν ἐν τῷ προτέρῳ τῶν γυναικείων αὐτὸς ἐδίδαξεν, νῦν δ’ ὅτι διὰ καθάρσεώς ἐστι κενωτέον αὐτὸ ἐδήλωσεν. τὸ δὲ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τῇδε τῇ γραφῇ συμφωνεῖ μᾶλλον, ἵν’ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐὰν ἄχροα γένηται τὰ καταμήνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τοῖς δι’ ἔθους ἔμπροσθεν γινομένοις τῇ γυναικὶ, καθάρσεως δεῖται. συμβαίνει γὰρ ἐπὶ τῶν κακοχύμων γυναικῶν οὐ μόνον ἀχρουστέρας φαίνεσθαι τὰς ἐμμήνους καθάρσεις, ἀλλὰ καὶ τὸν χρόνον τῆς περιόδου διαφθείρειν. εἰ μὲν παχύτεροί τε καὶ δυσρούστεροι τῶν κατὰ φύσιν εἷεν οἱ χυμοὶ γεγονότες ἐπιβραδύνοντες καὶ χρονίζοντες, φθάνονται δὲ τὴν συνήθη προθεσμίαν ἐπὶ τοῖς ἐναντίοις, ὑγροτέροις τε καὶ λεπτοτέροις δηλονότι.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.

Καὶ οὗτος ὁ ἀφορισμὸς ἐξ ἐκείνων ἐστὶν, οὓς ἔφαμεν ἔνδειαν τῆς τροφῆς σημαίνειν τῷ ἐμβρύῳ. κοιναὶ γάρ τινές εἰσι φλέβες ὑστερῶν τε καὶ τιτθῶν, αἵτινες ὅταν ἐνδεῶς ἔχωσιν αἵματος, ἰσχνοὺς μὲν τοὺς τιτθοὺς ἀποφαίνουσι, τῇ δὲ ἀτροφίᾳ ποτὲ μὲν ἀναιροῦσι τὸ ἔμβρυον, ἔστι δ’ ὁτὲ πρὸς ἔκκρισιν παρορμῶσι διὰ τὴν αἰτίαν, ἣν αὐτὸς ἐν τῷ περὶ φύσεως παιδίου γράφει κατὰ τήνδε τὴν ῥῆσιν· ἡ τροφὴ καὶ ἡ αὔξησις τὰ ἀπὸ τῆς μήτρας κατιόντα, οὐκέτι αὐτάρκη τῷ παιδίῳ ἐστὶν, ὅταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ. ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος εἰς ἑωυτὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον. ὅταν δ’ αὐτῷ ταῦτα σπανιώτερα γένηται καὶ ἁδρὸν ᾖ τὸ παιδίον, ζητοῦν τε πλέον τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει, καὶ τοὺς ὑμένας ῥηγνύον ἀρχὴν ἀποκυήσεως παρέχει τῇ μητρί.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ θάτερον ἐκτιτρώσκει, καὶ ἢν μὲν δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν, ἢν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ.

Ὅπερ ὁ προγεγραμμένος ἀφορισμὸς ἐπ’ ἀμφοτέρων ἔλεγε τῶν τιτθῶν, τοῦθ’ οὗτος ἐπὶ θατέρου. διὰ δὲ τὴν προειρημένην αἰτίαν τῇ κοινωνίᾳ τῶν φλεβῶν τὸ κατ’ εὐθὺ τοῦ μειωθέντος τιτθοῦ μὲν ὄν ἔμβρυον ἐκτιτρώσκεται, τὸ δ’ ὅτι διδύμων ὄντων, ἄῤῥενός τε καὶ θήλεος, ἐὰν μὲν ὁ δεξιὸς τιτθὸς ἰσχνὸς γένηται, τὸ ἄῤῥεν μόνον, ἐὰν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ διαφθείρεται, ἐξ ἐκείνης ἤρτηται τῆς δόξῃς αὐτοῦ, ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς μᾶλλον.

Γυνὴ κύουσα μηδὲ τετοκυῖα εἰ γάλα ἔχει, τὰ καταμήνια αὐτῆς ἐκλέλοιπε.

Μακρότερος ὁ λόγος καὶ δεῖται τοῦ μέλλοντος αὐτῷ παρακολουθήσειν ἀκριβῶς γεγυμνασμένου κατὰ τὰ περὶ φυσικῶν δυνάμεων ὑπομνήματα. λεχθήσεται δὲ τοσοῦτον ὅμως αὐτοῦ νῦν, ὅσον ἐνδέχεται διὰ βραχυτάτων ῥηθὲν εἰς τὰ προκείμενα γενέσθαι χρήσιμον. κοινὸν δὴ τοῦθ’ ὑπάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις, ὅσα χυμῶν τινῶν ἐστι γεννητικὰ χρησίμων, ἤτοι γε ἑτέροις μορίοις ἢ εἰς τὴν τοῦ γένους διαδοχὴν ἢ εἰς τὴν τοῦ κυουμένου τροφὴν περιττὸν ὑπάρχειν τὸν χυμὸν ἐκεῖνον τῆς τροφῆς τοῦ γεννῶντος αὐτὸν μορίου. οὐ γὰρ τῷ γινώσκειν ἐς ὅ τι χρήσιμος ὁ χυμὸς ἔσται τῷ ζώῳ τὴν γένεσιν αὐτοῦ ποιεῖται τὸ μόριον, εἴ γε μὴ μέλλει νοῦν ἔχειν τὸν τοιοῦτον, ὁποῖον ἀξιοῦμεν ἔχειν τοὺς πολιτικοὺς ἄνδρας, ἀλλ’ ὁ μὲν δημιουργήσας τὸ ζῶον ἔχει τὸν νοῦν, αὐτὸ δὲ τὸ μόριον, ὡς ἐδείχθη, διοικεῖται δυνάμεσι φυσικαῖς ἄλλαις τέ τισι καὶ τῇ ἀλλοιωτικῇ, καθ’ ἣν ὁμοιοῖ τὴν τροφὴν αὐτῷ. ὅσον μὲν οὖν τῆς ἀλλοιωθείσης ὑπ’ αὐτοῦ τροφῆς ἀκριβῶς ὡμοιώθη τῷ τρεφομένῳ, προστίθεταί γε καὶ τρέφει τὸ μόριον ἐκεῖνο καὶ τοῦτό ἐστιν, ὥσπερ αὐτὸς ἔφη, τροφὴ δὲ τὸ τρέφον καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον. τὸ δὲ περιττὸν ὑπολειπόμενον, ὅμοιός γέ τίς ἐστι τῇ τοῦ μορίου φύσει χυμὸς, ἐν μὲν τοῖς ὀστοῖς τὸ κατὰ τὰς σήραγγας αὐτὰς, κατὰ δὲ τὸ ἧπαρ τὸ αἷμα. τούτου τοῦ γένους ἐστὶ καὶ τὸ κατὰ σάρκα τοῦ πνεύμονος ἀφρῶδες ὑγρὸν καὶ ὁ κατὰ τὰς διαρθρώσεις γλίσχρος χυμὸς καὶ τὸ κατὰ τοὺς ὄρχεις τε καὶ παραστάτας ὀνομαζόμενον σπέρμα καὶ τὸ κατὰ τὴν γλῶτταν, ᾧ τοὔνομα σίαλον. εἰσὶ δέ τινες κἀν τοῖς μασθοῖς ἀδένες ὁμοιοῦν ἑαυτοῖς δυνάμενοι τὸ ἐπιῤῥέον. ὄντες οὖν ἄναιμοί τε καὶ λευκοὶ τὸ οἰκεῖον χυμὸν ἐργάζονται τοιοῦτον, οἷονπερ ἔστι τὸ γάλα καὶ πλεῖόν γε ποιοῦσι τοιοῦτον, ὅταν ἐπιῤῥέῃ τροφὴ πλείων ἐν αὐτοῖς. πλείων δὲ ἐπιῤῥεῖ κατὰ τὸν ὄγδοον μῆνα καὶ τὸν ἔνατον τῆς κυήσεως, ἡνίκα καὶ πεπλήρωνται δαψιλῶς αἱ κοιναὶ φλέβες ὑστερῶν τε καὶ τιτθῶν, ὡς καὶ διὰ τῆς τῶν κυουμένων ζώων ἀνατομῆς ἐναργῶς φαίνεται. γίνεται δέ ποτε καὶ χωρὶς τοῦ κυῆσαι σπανίως τὸ τοιοῦτον, ὅταν ἀφίκωνται εἰς ὁμοίαν πλήρωσιν αἱ φλέβες ἐξ ἐπισχέσεως καταμηνίων γινομένην, ἧς νῦν μέμνηται διαθέσεως ὁ Ἱπποκράτης.

Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει.

Ὅτι μὲν εἰς τοὺς τιτθοὺς τὸ αἷμα φερόμενον, εἷθ’ ὑπὸ τῶν αὐτόθι ἀδένων μεταβαλλόμενον γάλα γίγνεται, κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν εἴρηται. νυνὶ δ’ ὅταν ἀμετάβλητον διαμένῃ τὸ παραγενόμενον εἰς αὐτοὺς αἷμα, φησὶν ὁ Ἱπποκράτης μανίην σημαίνεσθαι. ἐγὼ μὲν οὖν οὔπω τοῦτο γινόμενον ἐθεασάμην, ὥστ’ εἰ καὶ γίνεται ποτὲ μὲν τῶν σπανίων ἐστίν. ὁ Ἱπποκράτης δ’ ὡς ἑωρακὼς αὐτὸ γράφει· καὶ εἴπερ γε ἀληθές ἐστι, τοιάνδε τινα χρὴ νομίζειν αὐτῆς τὴν αἰτίαν ὑπάρχειν. τῶν ἀδένων ἡ φύσις καὶ μάλιστα κατὰ τοὺς τιτθοὺς ἄναιμός τέ ἐστι καὶ δηλονότι ψυχρά. τὸ γὰρ ἄναιμον ἅπαν ψυχρὸν, καὶ δὴ καὶ τὴν τοῦ φερομένου πρὸς αὐτοὺς αἵματος ἀλλοίωσιν ἐπὶ τὸ ψυχρότερον ἐργάζεται. ὅσῳ γάρ εἰσιν οἱ ἀδένες οὗτοι τῆς τοῦ ἥπατος σαρκὸς ψυχρότεροι, τοσοῦτον τὸ γάλα τοῦ αἵματος. ὅταν οὖν ποτε πολύ τε ἅμα καὶ ζέον αἷμα πάντῃ τοῦ σώματος ἀναφέρηται καὶ μάλιστα ἐπὶ τὴν κεφαλὴν, μανήσονται μὲν, ὅτι τὴν κεφαλὴν καταλαμβάνει τὸ τοιοῦτον αἷμα· τὸ δ’ ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αὐτοῦ τὴν εἰς τοὐναντίον οὐ δυνήσεται λαβεῖν ἀλλοίωσιν ὡς γενέσθαι γάλα, διά τε τὴν ζέσιν καὶ τὸ πλῆθος.

Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, μελίκρητον δίδου πίειν, κᾒν μὲν στρόφον ἔχῃ περὶ τὴν γαστέρα, κύει, εἰ δὲ μὴ, οὐ κύει.

Ὁ στρόφος γίνεται μὲν καὶ διὰ δῆξιν, γίνεται δὲ καὶ διὰ πνεῦμα φυσῶδες οὐκ ἔχον εὐπετῆ διέξοδον, ὅντινα καὶ νῦν στρόφον ἡγητέον, ἐπὶ τῶν κυουσῶν γίγνεσθαι, διὰ τὴν ἀπὸ τῆς μήτρας στενοχωρίαν. καθεύδειν δὲ μελλούσῃ διδόναι τὸ μελίκρατον ὠμὸν δηλονότι. τοῦ γὰρ φυσώδους αὐτοῦ πρὸς τὴν διάγνωσιν χρῄζει, βουλόμενος ἡσυχάζειν τε ἅμα καὶ πεπληρῶσθαι σιτίων τὴν γυναῖκα. συντελέσει γὰρ ἄμφω ταῦτα πρὸς τὴν τοῦ στρόφου γένεσιν.

Γυνὴ ἢν μὲν ἄῤῥεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους.

Ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς ἑτέραν ἡ διάγνωσις ἀπό τε τῆς εὐχροίας δηλονότι καὶ τῆς δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄῤῥενος· οὐκ ἂν δὲ συνελήφθη τοιοῦτον, εἰ μὴ τό τε σπέρμα τἀνδρὸς ἥ θ’ ὑστέρα τῆς γυναικὸς ψυχρότερα κατ’ ἐκεῖνον τὸν χρόνον ἦν ἐν ᾧ συνελάμβανε, διὸ καὶ τοῦ πλειστάκις ἔχεται τὸ λεγόμενον. ἐνδέχεται γὰρ οὕτω καλῶς ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς λήψεως καιρὸν, ὡς εὔχρουν γενέσθαι. δῆλον δὲ ὅτι καὶ ἄλλα ἐστὶ γνωρίσματα κύειν ἄῤῥεν, ὥσπερ αὐτοῦ τοῦ κυουμένου τό τε πλῆθος καὶ ἡ ἰσχὺς τῶν κινήσεων, οὐδ’ αὐτὰ τῶν διηνεκῶν ὄντα σημείων. ἐνδέχεται γάρ ποτε κατὰ τὸ σπάνιον καὶ θῆλυ κυόμενον ῥωμαλεώτερον ἄῤῥενος ἰσχυράς τε ἅμα καὶ πολλὰς κινεῖσθαι κινήσεις, καί ποτε τὸ ἄῤῥεν ἀσθενέστερον τοῦ θήλεος ὑπάρχειν, ἐλάττους τε καὶ ἀμυδροτέρας κινήσεις κινεῖσθαι.

Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.

Ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν, ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυσιπέλατος γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔδηλον, εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ χωρὶς ἐρυσιπέλατος· εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.

Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτιτρώσκουσι δίμηνα πρὶν ἢ παχυνθῆναι.

Κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς δὲ, εἰ μὴ παχυνθεῖέν τε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν ἄτροφοί τε καὶ ἰσχναί· τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπιθανώτερον ὑπάρχειν· ἀλλ’ ὅμως οὕτως ἐξηγήσατο τὸν ἀφορισμὸν Νουμησιανὸς, εἰρῆσθαι μὲν φάσκων ἐπὶ τῶν παρὰ φύσιν ἰσχνῶν γεγενημένων, δεομένων δὲ ἀνατραφῆναι πρότερον, εἶτα φθανουσῶν λαβεῖν, ἃς οὐχ οἷόν τε εἶναί φησιν ἀνατραφῆναι χωρὶς τοῦ τὸ χορηγούμενον αἷμα εἰς τροφὴν τῷ κυουμένῳ πρὸς τὴν τῆς κυούσης ἀναλαμβάνεσθαι θρέψιν, ὥστε εἰκότως ἀποροῦν αὐτάρκους τροφῆς τὸ ἔμβρυον ἀποφθείρεσθαι. ἀλλὰ καὶ τοῦ παρὰ φύσιν λεπταὶ τινὲς μὲν οὕτως ἤκουσαν ὡς ὁ Νουμησιανὸς, ἵνα παρὰ τὴν ἑαυτῆς φύσιν ἡ κύουσα εἴη γεγενημένη λεπτὴ, τινὲς δὲ τὸ ὑπερβαλλόντως φασὶ σημαίνεσθαι, δηλοῦν βουλομένου τοῦ Ἱπποκράτους ὡς οὐχ αἱ μετρίως λεπτυνθεῖσαι τοῦτο πάσχουσιν ἐξ ἀνάγκης, ἀλλ’ ὅσαι κατελεπτύνθησαν ἱκανῶς. ἑκατέρα δὲ ἡ ἐξήγησις ἔχει τινὰ λόγον.

Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται.

Ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ γαστρὸς ῥεύματος ἢ αἱμοῤῥαγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὦν ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας αὐταῖς. ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν, ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ καταμήνια γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.

Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῖσαι μὴ ξυλλαμβάνουσιν ἐν τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν.

Τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κἀνταῦθα· τινὲς μὲν τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’ αὐτὴν αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀποπιέζεται καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα δηλονότι τὸ ἔνδον, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ὁ δ’ αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.

Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.

Τὴν δεησομένην τῆς διὰ τῶν μοτῶν θεραπείας ἔμμοτον ὠνόμασεν. ὅτι δὲ διαπυήσασα ἡ μήτρα καὶ μάλιστα πρὸς τοὐκτὸς, ἔοικε γὰρ τοῦτο ἐνδείκνυσθαι νῦν, ἐξ ἀνάγκης δεηθήσεσθαι θεραπείας τοιαύτης οὐκ ἄδηλον.

Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.

ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέραν ἄῤῥεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ δεξιὸν τῆς ὑστέρας μόριον, αὐτίκα δὲ τοῦτο θερμότερόν ἐστι τῇ γειτνιάσει τοῦ ἥπατος. εἴη δ’ ἄν τι πρὸς τὴν θερμότητα τοῦ κυουμένου συντελοῦν καὶ τὸ τῆς θηλείας σπέρμα προερχόμενον μὲν ἐκ τῶν οἰκείων ὄρχεων δι’ ἑκατέρας τῆς κεραίας, τὸ μὲν εἰς τὸν δεξιὸν κόλπον τῆς μήτρας, τὸ δὲ εἰς τὸν ἀριστερὸν, ἀνόμοιον ὑπάρχον, ὡς καὶ τοῦτ’ ἐπεδείξαμεν. εἴπερ οὖν ὀῤῥωδέστερόν ἐστι καὶ ψυχρότερον τὸ κατὰ τὸν ἀριστερὸν ὄρχιν σπέρμα, καὶ κατὰ τοῦτ’ ἂν εἰκότως ἐν τοῖς ἀριστεροῖς μέρεσι τῆς μήτρας τὸ συνιστάμενον εὐθὺς ἐξ ἀρχῆς κύημα γίγνοιτο ψυχρότερον. εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως κἀν τῷ πέμπτῳ τῶν Ἱπποκράτους ἀνατομικῶν.

Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα.

Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντάσεως διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα χόριά τε καὶ ὕστερα.

Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε.

Ὥσπερ τῶν ἐλλιπῶς ἢ μηδὲ ὅλως κενουμένων καταμηνίων ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέτρως κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’ οὐκ αὐτοῖς τοῖς τιτθοῖς, ἀλλ’ ὑπ’ αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐτὴν, καθ’ ὃ μάλιστά εἰσίν αἱ κάτωθεν ὑπ’ αὐτοὺς ἀναφερόμεναι φλέβες. καὶ μέντοι καί γράφουσιν ἔνιοι σικύην ὡς μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε· μεγίστην δ’ ἀξιοῖ τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται τὴν ἀντίσπασιν. ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώμενος φλεβῶν.

Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι, τουτέων συμμύει τὸ στόμα τῶν ὑστερέων.

Μέγιστον τοῦτο γνώρισμα κυούσης γυναικὸς, ἢν ἡ μαιεύτρια δυνηθῇ καθέσει δακτύλου ψαῦσαι τοῦ στόματος τῶν ὑστερῶν· ἀφ’ οὖ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυτῶν λάβωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα φαίνεταί γε μὴν καὶ διὰ φλεγμονὴν καὶ σκίῤῥον μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα καὶ διορίζεται.

Γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.

Κατ’ ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’ ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζεσθαι γίνεται. πλέον δ’ ἀθροίζεται πληρουμένων ἐπὶ πλέον τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πληροῦνται δ’ ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου. τοῦτο δ’ αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’ ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος ἐνδείκνυται, διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον, οὐθ’ οὕτως μεστοὺς ὡς ἀποῤῥεῖν τὸ γάλα. διαιρομένους δὲ εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ ἡ τοιαύτη κατάστασίς ἐστι τῶν τε ἀντιτύπων, διὰ τὸ πεπληρῶσθαι σφοδρῶς, καὶ τῶν μαλακῶν τε καὶ χαλαρῶν, διὰ τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ ἀσθενεῖν τὸ κυούμενον οὔτ’ ἐνδεῖν αὐτοῦ τὴν τροφήν.

Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.

Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’ αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν ἰσχνότητι τὴν διαφθορὰν, οὗτος ἀποφαίνεται τοῦτο μόνον σημεῖον εἶναι τῆς μελλούσης φθορᾶς· ὁ δὲ ταῖς μελλούσαις διαφθείρειν λέγων τοὺς τιτθοὺς ἰσχνοὺς γίνεσθαι οὐ μόνον ἔοικεν ἐνδείκνυσθαι τοῦτο προηγεῖσθαι διαφορὰν τῶν ἐμβρύων. ἐπισκεπτέον οὖν ἀκριβέστερόν ἐστι καὶ παραφυλακτέον ἐπ’ αὐτῶν φαινομένων κατὰ τὰς κυούσας, εἰ μή ποτ’ ἄλλως διαφθείρουσιν, ἀλλ’ ἀεὶ μετὰ τοῦ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν ἢ ταῖς πηδησάσαις ἢ ταῖς μέγα βοησάσαις ἢ θυμωθείσαις ἢ φοβηθείσαις ἐξαίφνης ἰσχυρῶς ἐγχωρεῖ ποτὲ μὲν μὴ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν, ἐγχωρεῖ δὲ καὶ ταῖς διὰ πυρετοῦ μέγεθος ἢ ἐρυσιπέλατος ἐν ταῖς ὑστέραις γενομένου ἢ καὶ διὰ τὸ μυξῶδες τῶν κοτυληδόνων ἤ τι τοιοῦτον ἕτερον ἀκολουθῆσαι φθορὰν ἄνευ τῆς τῶν τιτθῶν ἰσχνότητος. Ἱπποκράτης μὲν γὰρ ἔοικεν ὑπολαμβάνειν ἀεὶ προηγεῖσθαι, καί μοι παραφυλάττοντι πολλάκις ἐφάνησαν ἐπὶ τῶν προειρημένων αἰτίων τῆς φθορᾶς οἱ τιτθοὶ προισχνούμενοι. μήποτε οὖν ὅταν ἄνευ τῶν τοιούτων τινὸς αἰτίων ἡ τῶν τιτθῶν ἰσχνότης γένηται, τὴν ἔνδειαν τοῦ αἵματος αἰτιατέον ἐστὶ ἐν ταῖς κοιναῖς φλεψὶ τιτθῶν τε καὶ ὑστερῶν, ἃς ἔφη διὰ τὴν ἀτροφίαν φθείρεσθαι τὸ ἔμβρυον. ἐπὶ δὲ ταῖς ἄλλαις αἰτίαις ἐφ’ αἷς ἤτοι γε ἀποθνήσκει τι παθὼν ἢ ἀποῤῥήγνυται τὸ ἔμβρυον, ὅταν οἱ περιέχοντες αὐτὸ ὑμένες διασπῶνται τῆς φύσεως ἀναστομούσης τὰς μήτρας ὠδῖνάς τε ἐγειρούσης, ῥοπὴν γίνεσθαι διὰ ταῦτα τοῦ αἵματος ἐπὶ τὰ γεννητικὰ μόρια. κοινὸς γάρ τίς ἐστιν οὗτος ὁ λόγος, ἐφ’ ὧν ἡ φύσις ἐκκρίνει τι μετὰ βίας, ὡς τὴν ῥοπὴν ἐκεῖσε γίνεσθαι τοῦ τε αἵματος καὶ τοῦ πνεύματος, οἷς ὥσπερ τισὶν ὀργάνοις χρωμένη διωθεῖται τὰ λυποῦντα βίᾳ. κατὰ τοῦτο γοῦν καὶ τοῖς ὀδυνωμένοις μορίοις ἐπιγίνονται φλεγμοναὶ τῆς φύσεως μὲν ἐκκρῖναί τε καὶ διώσασθαι σπευδούσης τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἵνα δὲ τοῦτο πράξῃ πληρούσης αἵματός τε καὶ πνεύματος αὐτό. ταῦτα μὲν οὖν ἐς τὸ πρότερον μέρος τοῦ ἀφορισμοῦ λελέχθω μοι· τὰ δ’ ἑξῆς αὐτῷ τὸ δεύτερον, ἐν ᾧ διαθέσεως ἐναντίας μέμνηται τῶν τιτθῶν, ἐστὶ τοιοῦτον. ἢν δὲ πάλιν, φησὶν, οἱ μασθοὶ γίνωνται σκληροί. σημαίνοντος δὲ τοῦ πάλιν ἐν ταῖς τοιαύταις ῥήσεσι δύο, τὸ μὲν ἕτερον ὃ συνῆπται τῇ προειρημένῃ διαθέσει, τὸ δ’ ἕτερον ὅπερ καὶ δι’ ἄλλης λέξεως εἰώθασιν ἔμπαλιν λέγειν, ἀληθέστερόν γέ μοι φαίνεται καὶ κατὰ τὴν Ἱπποκράτους εἶναι γνώμην τὸ δεύτερον σημαινόμενον, ἵν’ ᾖ τὸ καθ’ ὅλον τὸν ἀφορισμὸν λεγόμενον τοιοῦτον· οἱ μὲν ἰσχνοὶ τιτθοὶ πάντως προηγοῦνται τῆς διαφθορᾶς τῶν ἐμβρύων καὶ οὐχ οἷόν τε διαφθαρῆναι ταῦτα μὴ προϊσχνωθέντων αὐτῶν. οἱ μέντοι σκληροὶ φθορὰν μὲν οὐ σημαίνουσιν, ὀδύνη δέ τις ἀκόλουθον αὐτοῖς τῶν εἰρημένων μορίων, ἵν’ ὥσπερ ἐνδείας αἵματος ἰσχνότεροι τιτθοὶ τὴν ἔνδειξιν ἔχωσιν, οὕτω πλήθους οἱ σκληροὶ διαφέροντες δηλονότι τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τῶν στερεῶν. ἐφ’ ὧν πάλιν ἀποτιθεμένης τῆς φύσεως εἴς τινα μόρια τὸ περιττὸν, ὀδυνᾶται μὲν ἐκεῖνα, τὸ δ’ ἔμβρυον ἀβλαβὲς διαμένει. ζητηθήσεται δὲ ἐνθάδε διὰ τίνα αἰτίαν οὐδέποτε τῷ τῆς μήτρας σώματι τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται καὶ ποιήσει φλεγμονὴν ἢ διὰ τί φλεγμηνάσης τῆς μήτρας φθαρήσεται τὸ ἔμβρυον· ἢ τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους ἕτερόν ἐστιν; οὐ γὰρ ὅτι μηδέποτε τοῖς σκληροῖς τιτθοῖς ἕπεται φθορὰ τῶν ἐμβρύων εἰρηκέναι νομιστέον αὐτὸν, ἀλλ’ ὅτι μὴ διὰ παντὸς ὥσπερ ἐπὶ τῶν ἰσχνῶν, ἀλλ’ ἐὰν εἰς ἕτερον μόριον ἀπωθῆται τὸ περιττὸν ἡ φύσις, ὃ διὰ τῆς ὀδύνης γνωριοῦμεν, οὐκ ἔστι φθορὰ, γενήσεται πάλιν ὁ σύμπας λόγος, ἐὰν οὕτως ἀκούσωμεν, τοιοῦτος· τῶν φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ προηγοῦνται οἱ τιτθοὶ, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί. τοὐπίπαν γὰρ ἐπὶ τῶν τοιούτων εἰς ἕτερόν τι μόριον ἡ φύσις ἐναποτίθεται τὸ περιττόν. εἴ γε μὴν ἐπὶ τὰς μήτρας αὐτὸ διώσαιτο γενήσονται καὶ τότε πάντως ἰσχνοί. κατὰ γὰρ τὴν Ἱπποκράτους γνώμην, ὡς ἔοικεν, εἰ καὶ δι’ ἕτερόν τι καὶ μὴ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ὁ ἐκτρωσμὸς γένοιτο, προηγήσεται πάντως ἡ ἰσχνότης τῶν τιτθῶν δι’ ἣν εἶπον αἰτίαν, ὥστε κἂν δι’ ὑγρότητα τῶν κοτυληδόνων ἀποῤῥυήσεται τὸ κύημα καὶ τότε διωθουμένης αὐτὸ τῆς φύσεως εἰς ἔκκρισιν ἡ ῥοπὴ τοῦ αἵματος ἐπὶ τὰς μήτρας ἔσται καὶ κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνότεροι γενήσονται.

Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.

Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐτῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν, ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.

Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.

Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροίσθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέστησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτροπιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως. ἀλλ’ αὐτό τε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπωρημένον, ἀσθενῆ τε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων δεῖται τῶν σωμάτων, τοῦ τε τῆς κυούσης αὐτῆς καὶ τοῦ παιδίου.

Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.

Οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοινὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.

Καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι.

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ ἔνδειαν δὲ μηδὲν, ἀλλ’ ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’ ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρχουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπποκράτους οὔτ’ ἀσαφὲς εἴρηται. καθὸ δ’ ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέψασθαι πότερον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων. ἀδύνατον δὲ τοῦτο ἀκριβῶς ἐπιδιασκέψασθαι χωρὶς τοῦ γνῶναι τὰς αἰτίας ἁπάσας, ἐφ’ αἷς πλείω τοῦ προσήκοντος ἢ ἐλάττω γίνεται καταμήνια. δυνατὸν οὖν ἐστι καὶ ἀναστομωθέντων ἐπὶ πλέον τὸν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων καὶ λεπτοτέρου τοῦ αἵματος ἢ θερμοτέρου γενομένου καὶ τοῦ σώματος ὅλου διὰ καχεξίαν τινὰ βαρυνομένου τῷ αἵματι, κἂν μηδέπω τὴν κατὰ φύσιν ὑπερβαίνῃ συμμετρίαν, ὠθοῦντος αὐτὸ πρὸς τὰς ἐν τῇ μήτρᾳ φλέβας, ὥσπερ ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ἄλλοτ’ εἰς ἄλλο μόριον ἄμετρον κένωσιν γενέσθαι καταμηνίων. ἐλάττω δ’ αὖ καταμήνια δυνατόν ἐστι γενέσθαι διά τε μύσιν ἢ ἔμφραξιν τῶν τὴν ἔμμηνον κάθαρσιν ἐπὶ τὴν μήτραν φερουσῶν φλεβῶν, διὰ πάχος αἵματος ἢ διὰ ψυχρότητα καὶ ῥώμην αὐτῶν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ὡς μὴ παραδέχεσθαι τὸ ἐπιῤῥέον. ὅ τι δ’ ἂν ᾖ τούτων ἀναγκαῖόν ἐστιν ἐν τῷ χρόνῳ καὶ τὴν μήτραν αὐτὴν πάσχειν τι πάθος ἤτοι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιῤῥῶδες ἢ καρκινῶδες, ᾧ πάλιν συμπάσχειν ὅλον τὸ σῶμα. κατὰ μέντοι τὰς ἀμέτρους κενώσεις οὐδὲν τοιοῦτον πάθημα γίνεται ταῖς ὑστέραις, ᾧ συννοσήσει τὸ σύμπαν σῶμα λόγῳ συμπαθείας, ὥστε πιθανώτερον ἐπὶ τῶν ἰσχομένων καταμηνίων εἰρῆσθαι μόνον ἀπὸ τῆς ὑστέρας τὰς νόσους συμβαίνειν.

Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται.

Ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία διά τε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δριμύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς αὐτοὺς ἐκ τῶν φλεβῶν τὸ διηθούμενον ὀῤῥῶδες περίττωμα· δεόντως οὖν ὁ Ἱπποκράτης ἐπιγίνεσθαί φησιν στραγγουρίαν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ καὶ νεφροῖς ἐμπύοις, ἐπὶ μὲν ἀρχῷ καὶ μήτρᾳ κατὰ συμπάθειαν πασχούσης τῆς κύστεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις ἐκκρινομένου τοῦ πύου διὰ τῆς κύστεως. τοῦτο μὲν οὖν τῇ δριμύτητι δάκνον τὴν κύστιν ἐρεθίζει πρὸς τὴν ἀπόκρισιν, ἐπὶ δὲ τῇ κατ’ ἀρχὸν ἢ μήτραν φλεγμονῇ τῷ τῆς γειτνιάσεως λόγῳ πάσχειν ἀναγκαῖόν ἐστι τὴν κύστιν καὶ τῆς δυσκρασίας τε καὶ τῆς φλεγμονῆς μεταλαμβάνουσαν, ἔτι τε θλιβομένην ἂν καὶ στενωχορουμένην ὑπὸ τῶν παρὰ φύσιν ὄγκων ἐν αὐτοῖς. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ἁπλῶς ἕτερον ἑτέρῳ πάθος ἐπιγίνεσθαι πέφυκεν, ἀλλὰ τοῖς ἀξιολόγοις κατὰ μέγεθος. οὕτως οὖν καὶ τῷ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται, διὰ τὴν τῶν νεύρων κοινωνίαν, οὐ διὰ παντὸς, ἀλλ’ ὅταν εἰς μεγίστην ἀποκατασταθῇ φλεγμονήν.

Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν.

Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερατικοῦ τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστήκει τὸ γένος. εἶθ’ ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις γίγνεται δι’ ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ ὁ σύμπας λόγος ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέροντας εἰς αὐτὸν ἀφορισμούς.

Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.

Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι τὸ ἐκκρινόμενον αἷμα μήθ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μηδὲν ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως, ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐῤῥωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’ οὐδὲν δι’ ἐκείνων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.

Ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν.

Ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαίφνης ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειληφέναι τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ ὃν λόγον καὶ ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχωρεῖ δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδεις τε καὶ πυρετώδεις ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.

Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσι οὐ κυΐσκουσι καὶ ὁκόσαι καθ’ ὑγρὰς ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ αὐταῖς ὁ γόνος καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαεῖς· ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι συμμέτρως ἐπίτεκνοι γίγνονται αἱ τοιαῦται.

Εἰ τὴν προσήκουσαν ἅπασι τοῖς ἀφορισμοῖς ἐξῆς ἐπιθεῖναί μοι τάξιν, οὐκ ἂν ὤκνησα μεταθεῖναι τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν εἰς τὴν τοῦδε χώραν, ὥστε συμπληρωθέντος τοῦ περὶ τῶν καθάρσεων λόγου τὸν περὶ τῶν μητρῶν αὐτοῦ ἐφεξῆς γεγράφθαι, διδάσκοντος αὐτοῦ κατὰ πόσους τρόπους αἱ γυναῖκες γίνονται στεῖραι. πρῶτος οὖν τῶν ἐν αὐτοῖς ἐκεῖνος ὁ ἀφορισμὸς ἔσται, καθ’ ὃν ἔφη, ἢν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοις θυμία κάτω· δεύτερος δὲ οὗτος ὁ νῦν ἡμῖν προκείμενος οὗ τὸ κεφάλαιόν ἐστι. τὰς μὲν εὐκράτους μήτρας ἐπιτηδείας εἶναι πρὸς σύλληψιν, τὰς δὲ δυσκράτους, ἐὰν μὲν τοῦτο μετρίως πεπόνθασι, δυσχερῶς συλλαμβάνειν, ἐὰν δὲ ἀμέτρως, στείρας ἐργάζεσθαι τὰς γυναῖκας· ὥστε συνεπινοεῖται μὲν ἡ τῆς τῶν ἀνδρῶν ἀγονίας αἰτία, λανθάνει δὲ τοὺς πολλούς. ἀλλ’ ὁ προσέχων ἀκριβῶς τὸν νοῦν τοῖς λεγομένοις πρῶτον μὲν εἴσεται διὰ τί καὶ τῶν ἀνδρῶν ἔνιοι παντάπασιν ἄγονοι γίνονται, δεύτερον δὲ ἐπὶ τῷδε περὶ μὲν τῶν εὐκράτως ἐχόντων ἀνδρῶν τε καὶ γυναικῶν ὡς ἀεὶ γεννῶσι, κἂν καὶ δυσκράτοις μίγνυνται, περὶ δὲ τῶν δυσκράτων ὡς μετὰ τῶν ἐναντίων μόνων. εἰρήσεται γοῦν πρότερον περὶ τῶν στεριφῶν γυναικῶν, ὦν ἡ κατασκευὴ καὶ μήτρας εὐθὺς ἐξ ἀρχῆς ἀμέτρως ἐστὶ δύσκρατος, ἐπικρατούσης ἤτοι μιᾶς τῶν πρώτων ἢ δυοῖν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι διώρισται, δεικνύντων ἡμῶν ὀκτὼ τὰς πάσας εἶναι δυσκρασίας, ἁπλᾶς μὲν τέτταρας, ὧν καὶ νῦν Ἱπποκράτης ἐμνημόνευσε, συνθέτους δὲ ἄλλας τέτταρας ἀλλήλαις ἐπιπλεκομένας τούτων. ἔνθα μὲν οὖν ἐπικρατεῖ ψυχρότης ἄμετρος, ὡς πυκνὴν ἐργάσασθαι τὴν μήτραν, στενὰ μὲν ἐσχάτως ἐπὶ τούτων ἐστὶ τὰ στόματα τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων, στέριφαι δ’ αἱ γυναῖκες, ὡς ἂν μήτε συμφῦναι τοῦ χορίου δυναμένου τοῖς στόμασι τῶν ἀγγείων μήτ’, εἰ τοῦτό ποτε γένοιτο, τραφῆναι καλῶς τὸ κύημα. ἢ γὰρ οὐδ’ ὅλως αἱ καθάρσεις γίνονται ταῖς τοιαύταις ἢ παντάπασιν ὀλίγαι καὶ αὗται μοχθηραὶ, μόνου τοῦ λεπτοτέρου καὶ ὑδατωδεστέρου διεκπίπτοντος τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ ῥᾳδίως ἐμφράττεται ταῦτα διά τε τὴν οἰκείαν στενότητα καὶ διότι φλεγματικώτερον ἀθροίζουσι χυμὸν αἱ τοιαῦται γυναῖκες ὡς τὸ πολύ. καὶ γὰρ καὶ τὸ σύμπαν σῶμα τοὐπίπαν ὅμοιόν ἐστι ταῖς μήτραις. ἐγχωρεῖ δὲ καὶ ψυχθῆναι τὸ τοῦ ἄῤῥενος σπέρμα κατὰ τὰς τοιαύτας μήτρας, εἰ μὴ θερμότερον εἴη φύσει. πρώτης μὲν οὖν τῆς ψυχρᾶς κράσεως Ἱπποκράτης ἐμνημόνευσεν εἰπὼν, ὁπόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν. οὐ μὰ Δία συμπλέξαι βουλόμενος ἐπ’ αὐτῶν τῇ ψυχρότητι τὴν πυκνότητα, καθάπερ εἰ καὶ ξηρότητα προσέθηκεν ἢ ὑγρότητα. τούτων μὲν γὰρ οὐδετέρα διὰ παντὸς ἕπεται τῇ ψυχρότητι καὶ διὰ ταῦτα ἀνὰ μέρος ἑκατέρα μίγνυται. πυκνότης δ’ ἐξ ἀνάγκης σύνεστι ταῖς ἄγαν ψυχραῖς ὑστέραις, δι’ ἣν οὐδὲ κυῆσαι δύνανται, καθότι προείρηται. καὶ τοίνυν ἀκούσωμεν οὕτω τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου παντὸς, ὅσαι ψυχρὰς τὰς μήτρας ἔχουσιν οὐ κυΐσκονται διὰ πυκνότητα τῆς οὐσίας αὐτῶν. διὰ τί δ’ ἡ πυκνότης ἐναντιοῦται τῇ κυήσει παρέλιπεν εἰπεῖν, ὡς ἡμῶν συνιέναι δυναμένων. καὶ ὅσαι δ’ ὑγρὰς ἀμέτρως ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται, σβέννυται γὰρ ὁ γόνος ὥσπερ ἐν τελματώδει γῇ τὰ δημήτρια σπέρματα. καὶ μὴν ὅσαι ξηρὰς, παραπλήσιόν τι συμβαίνει τοῖς εἰς ψάμμον ἢ εἰς ἀργιλώδη γῆν ἢ πετρώδη καταβαλλομένοις σπέρμασι, κατὰ δὲ τὰς ἀμέτρως θερμὰς τοῖς εἰς πάνυ θερμὴν, οἵαπερ ἐστὶν ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οὕτω μὲν δὴ τεττάρων ποιοτήτων ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἑκάστης ἰδίᾳ τὴν δύναμιν ἐξηγησάμενος, ἵν’ εἰ καὶ ποτε μιχθεῖεν ἀλλήλαις, εὔδηλος ἡ μίξις ὑπάρχῃ. μετὰ δὲ ταῦτα, φησὶν, ὅσαι δ’ ἔξ ἀμφοτέρων τῇ κράσει συμμέτρως ἔχωσιν, ἐπίτεκνοι γίνονται. τίνων ἀμφοτέρων; οὐ τῶν ποιοτήτων δηλονότι, τέτταρες γάρ εἰσιν, ἀλλὰ τῶν κατ’ αὐτὰς ἀντιθέσεων. ὡς γὰρ ἐν τοῖς περὶ κράσεων ἐδείχθη, μία μὲν εὐκρασία γίνεται. συμμέτρως ἀλλήλοις μιχθέντων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, μία δὲ ἄλλη τοῦ θ’ ὑγροῦ καὶ τοῦ ξηροῦ, καὶ δύναταί τις ὑστέρα κατὰ μὲν τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος εἶναι, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος. ἀλλ’ εἰς μὲν τὸ μὴ κυΐσκεσθαι καὶ ἡ ἑτέρα τῶν δυσκρασιῶν ἱκανή. γίνεσθαι δὲ ἐπίτεκνον γυναῖκα χωρὶς τῶν ἀμφοτέρων εὐκρασιῶν ἀδύνατον. ὁ μὲν οὖν Ἱπποκράτης ὥσπερ τὸν ἔμπροσθεν λόγον ἅπαντα περὶ τῶν γυναικείων ἔγραψεν, οὕτω καὶ τόνδε τὸν νῦν εἰρημένον ὑπὲρ τῶν κατὰ τὰς ὑστέρας κράσεων, οὐ μὴν γέ τι προσέγραψε περὶ τῶν ἀνδρῶν, ἤτοι γ’ ὡς ἐκ τῶν εἰρημένων ἕτοιμον ἡμῖν ὂν ἐπὶ τὸ σπέρμα τὰς αὐτὰς δυσκρασίας μετενεγκεῖν ἢ ὡς ὕστερον μὲν εἰπεῖν ἀναβαλλόμενος, ἐπιλαθόμενος δέ. τινὲς μέντοι προσέγραψαν ὑπὲρ τῶν ἀῤῥένων ἐφεξῆς ἀφορισμὸν ἕτερον, οὗ ἡ ἀρχὴ παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων, ὃν οἱ δοκιμώτατοι τῷ ἐξηγησαμένῳ τοὺς ἀφορισμοὺς λείπεσθαί φασι φανερῶς καὶ τῆς διανοίας τοῦ Ἱπποκράτους καὶ τῆς ἑρμηνείας· καὶ μέντοι καὶ κατὰ τὴν ἀναλογίαν ὧν ἔγραψεν ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἐστὶν ἡμῖν ἐπὶ τοὺς ἄνδρας μεταβαίνουσι λέγειν ἤτοι διὰ τὴν ψυχρότητα τῆς κράσεως οὐκ ἀκριβῶς πέττεσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο μετρίας μὲν τῆς ἐν αὐτῷ γινομένης δυσκρασίας δεῖσθαι μήτρας ἱκανῶς θερμῆς, ἀμέτρου δ’ ὑπαρχούσης ἄγονον εἶναι παντάπασιν ἢ δι’ ὑγρότητα πάλιν οὐκ ἐκπέττεσθαι καὶ δεῖσθαι καὶ τοῦτο μετρίας μὲν τῆς δυσκρασίας οὔσης, θερμοτέρας τε καὶ ξηροτέρας τῆς μήτρας, ἀμέτρου δὲ γενομένης ἄγονον ὑπάρχειν, ὡσαύτως δὲ διὰ μὲν ὑπερβάλλουσαν θερμότητα πεφρυγμένῳ παραπλήσιόν τι γενέσθαι τὸ σπέρμα, διὰ δὲ ξηρότητα μηδ’ ἐκταθῆναι δύνασθαι κατὰ τὴν πρώτην ἔκπτωσιν οὗ μάλιστα δεῖ πρὸς τὸ κυῆσαι τὴν γυναῖκα. δέδεικται γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις, εἰ μὴ τῷ πλείστῳ τοῦ κύτους τῆς μήτρας ἐπεκταθείη τὸ σπέρμα, μὴ συλλαμβάνειν αὐτήν. τούτων οὖν ἡμῖν ὥσπερ στοιχείων παρεσκευασμένων ἐφεξῆς εἴπομεν ὅπερ ἔμπροσθεν εἰπεῖν ἀνεβαλλόμεθα, προβεβλημένων ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ. φησὶ γὰρ τοῦτο ἔργον εἶναι μέγιστον τῶν μαιῶν ὡς ἐπίστασθαι συνάγειν ἀλλήλοις ἐπιτήδεια σώματα πρὸς κύησιν, ὅπερ ἐδείχθη νῦν ἐν τῷ λόγῳ μετὰ τοῦ διαγιγνώσκειν δύνασθαι τίνες μὲν ἄγονοι τῶν ἀνδρῶν εἰσι, τίνες δὲ στερίφαι τῶν γυναικῶν. αἱ μὲν γὰρ ἄμετροι δυσκρασίαι τούτων αἰτίαι· μέτριαι δ’ εἴπερ εἰσὶν, εἰ μὲν ταῖς ἐναντίαις συνάγονται, κυήσουσιν αἱ γυναῖκες, εἰ δὲ ταῖς ὁμοίαις, οὐ κυήσουσιν. οὐ γὰρ οἷόν τέ ἐστι τὸ ψυχρότερον σπέρμα κατὰ τὴν ψυχροτέραν ὑστέραν τελεσφορεῖσθαι, καθάπερ οὐδὲ τὸ ξηρότερον ἐν τῇ ξηροτέρᾳ καὶ τῶν ἄλλων ἑκάτερον ὡσαύτως. ἀλλὰ δεῖται τὸ μὲν ψυχρότερον σπέρμα τοσούτῳ θερμοτέρας ὑστέρας, ὅσῳ περ ἂν αὐτὸ τῆς ἀρίστης ἀπολείπεται κράσεως, τὸ δ’ ὑγρότερον τῆς ξηροτέρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διάγνωσις δὲ πασῶν τῶν ἀμέτρων κατὰ τὴν ὑστέραν δυσκρασιῶν ἐστιν ἢν ὀλίγον ἔμπροσθεν εἴρηκεν ὁ Ἱπποκράτης διὰ τῆς τῶν ἀρωμάτων πυρίας. ἡ μὲν γὰρ ψυχρότης διὰ τὴν πυκνότητα τῆς ὑστέρας οὐκ ἐᾷ μέχρι τοῦ στόματος καὶ τῶν ῥινῶν ἀναφέρεσθαι τὴν ὀσμὴν τῶν θυμιωμένων, ὡσαύτως δὲ καὶ ἡ ξηρότης. ἡ δὲ ὑγρότης ὥσπερ τὸν γόνον ὑπ’ αὐτοῦ λέλεκται σβεννύειν, οὕτω καὶ τὴν τῶν ἀρωμάτων ποιότητα. λοιπὴ δὲ ἡ σφοδρὰ θερμότης εἰ τὴν τῶν ἀρωμάτων δύναμιν ἀλλοιώσει τε καὶ διαφθερεῖ καὶ διὰ τοῦτο οὐκ ἐάσει διασώζουσαν αὐτὴν τὸ εἰλικρινὲς ἀναφέρεσθαι πρός τε τὸ στόμα καὶ τὰς ῥῖνας αὐτάρκης, κἀπὶ τούτων τῶν φύσεων εἰς διάγνωσιν καὶ τῶν ἀρωμάτων γενήσεται πυρία. εἰ δὲ οὐχ ἱκανὴ ταῦτα δρᾷν ἐστιν, ἐξ ἄλλων γνωρισμάτων ἐπισκεπτέον ἡμῖν ἔσται τὴν τοιαύτην φύσιν αὐτὸ τοῦτο πρῶτον ἐγνωκότας ὡς ἐστὶ σπάνιος ἡ τοιαύτη κρᾶσις ἐπὶ τῶν γυναικῶν, ἐπειδὴ φύσει ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄῤῥενος. ὥστε καὶ διὰ τοῦτο τὴν Ἱπποκράτους διάγνωσιν, ἣν ἐκ τῆς τῶν ἀρωμάτων ποιεῖται πυρίας, ἐπὶ τῶν στεριφῶν γυναικῶν εἶναι χρησιμωτάτην ἤτοι πάσης ἀμέτρου δυσκρασίας ὑποπιπτούσης ἢ κατὰ τὸ σπάνιον ἐκφευγούσης αὐτὴν μιᾶς ἐπ’ ἐκείνων τῶν γυναικῶν αἱ λεπταί τε φαίνονται καὶ μέλαιναι καὶ δασεῖαι, ὥστε ἐξ αὐτῶν τούτων γινώσκεσθαι τὴν ἀμετρίαν τῆς κράσεως ἄνευ τῆς διὰ τῶν ἀρωμάτων πυρίας.

Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ δι’ ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυριῆται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερμασίαν τὸ αὐτὸ τοῦτο γίνεται.

Ὁ τοῦτον παραθεὶς τὸν ἀφορισμὸν οὐδὲ τῶν ἰδίων ἀκούει φωνῶν. ἐπαγγειλάμενος γὰρ ἐπὶ τῶν ἀῤῥένων παραπλήσιον ποιήσασθαι τὸν λόγον, ὥσπερ ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἔγραψεν, οὐκ ἔπραξε τοῦτο. τεττάρων γὰρ ἐκείνου δυσκρασιῶν μνημονεύσαντος ἐχρῆν καὶ τοῦτον ἐπὶ τῶν ἀῤῥένων εἰρηκέναι τὰς τέσσαρας, ὥσπερ ἡμεῖς. ἐποιήσαμεν. ὁ δ’ οὐχ οὕτως, ἀλλὰ πρῶτον μὲν τὴν ἀραιότητα εὐθέως τοῦ σώματος μέμφεται μὴ λελεγμένην ἐπὶ τῶν γυναικῶν, εἶτ’ οὐδ’ αὐτὸς ὁ λόγος αὐτῷ καθ’ ἑαυτὸν ἐξεταζόμενος ἀληθής ἐστι. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ἀνδρῶν ἀραιὸν μὲν ἔχοντες τὸ σῶμα, γονιμώτατον δὲ σπερμαίνοντες. καὶ οὐδὲν θαυμαστόν· ἡ γὰρ ἀραιότης τοῦ σώματος ἐπὶ θερμοτέραις ἅμα καὶ ὑγροτέραις γίνεται κράσεσιν, αἵπερ δὴ μάλιστά εἰσι πολυσπερμόταται ἅμα καὶ γονιμώταται. καὶ γὰρ καὶ τὴν ὕλην ἔχουσιν, ἔξ ἧς τὸ σπέρμα γίνεται δαψιλῆ καὶ τὴν δύναμιν ἐξ ἧς πέττεται. ἐξακοντίζεται δὲ τὸ σπέρμα τῇ συντονίᾳ τῶν σπερματικῶν ἀγγείων ἐκθλιβόμενον οὐχ ὑπὸ πνεύματος ὠθούμενον. ἀναμέμικται μὲν γὰρ οὐσία πνευματικὴ τῇ τοῦ σπέρματος ὑγρότητι, δεῖται δὲ καὶ αὕτη τῶν ἐκθλιβόντων αὐτὴν, ὥσπερ καὶ ἡ ὑγρότης τοσοῦτον πλεονεκτοῦσα τῆς ξηρότητος ὅσον καὶ θᾶττον ἐξακοντίζεται καὶ μέχρι πλείονος φέρεται. ταῦτα μὲν οὖν ὁ παραγράψας τὸν ἀφορισμὸν ἀγνοεῖ καὶ πρὸς τούτοις ὅταν φῇ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρεῖν ἔξω. εἰ μὲν γὰρ ὑγρὸν ἄλλο τι λέγει καὶ μὴ τὸ σπέρμα, ληρώδης ὁ λόγος· εἰ δὲ τὸ σπέρμα φησὶ διὰ τὴν πυκνότητα τοῦ σώματος ὅλου, μὴ διαχωρεῖν ἔξω παντάπασιν ἀγνοεῖ τὴν τῶν σπερματικῶν ὀργάνων κατασκευὴν, ἄμεινον γὰρ ἦν αἰτιᾶσθαι τὴν ἐκείνων στενότητα. καὶ μὲν δὴ καὶ τὸ ἐφεξῆς εἰρημένον, ἄχρι τινὸς, ἀληθῶς ἀδιανόητον ἔχει τὸ ἐπιφερόμενον. τὸ μὲν γὰρ διὰ τὴν ψυχρότητα τῆς κράσεως μὴ ἐκπυριᾶσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο ἄγονον ὑπάρχειν ἀληθές ἐστι, τὸ δὲ ἀθροίζεσθαι μὴ δύνασθαι πρὸς τὸν τόπον τοῦτον ἐκ περιττοῦ πρόσκειται. μετὰ δὲ τοῦ μὴ προσειρῆσθαι τὸν τόπον ὑπ’ αὐτοῦ, καταλελεῖφθαι δ’ ὑφ’ ἡμῶν νοηθῆναι. καίτοι γ’ ἡ τούτων φωνὴ τὴν ἀναφορὰν ἔχει ὡς ἐπὶ τὸ προειρημένον. ἀλλὰ ταῦτα μὲν σμικρὰ, τὸ δ’ ἐπὶ τῇ τελευτῇ μέγα σφάλμα, λέγοντος αὐτοῦ διὰ τὴν θερμασίαν. τὸ αὐτὸ τοῦτο γίνεσθαι· φανερῶς γὰρ ἐπὶ τὸ προειρημένον ὁ λόγος οὗτος ἀναφέρεται. προείρηται δὲ διὰ τὴν ψυχρότητα, οὐκ ἐκπυριᾶται, ὡς ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ὥστε καὶ διὰ τὴν θερμασίαν χρὴ νοεῖν οὐκ ἐκπυριώμενον οὐδὲ ἀθροιζόμενον ἐν τοῖς σπερματικοῖς ὀργάνοις τὸ σπέρμα. προφανῶς δέ ἐστιν ἄτοπον τοῦτο· φρύγεσθαι μὲν γὰρ ἢ ὀπτᾶσθαι ἤ τι τοιοῦτον λέγειν, πάσχειν τὸ σπέρμα διὰ τὴν θερμότητα λόγον ἔχει· τὸ δὲ μὴ ἐκπυριᾶσθαι παντάπασιν ἄτοπον.

Γάλα διδόναι κεφαλαλγέουσι καὶ πυρεταίνουσι κακὸν καὶ οἶσιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα καὶ τοῖσι διψώδεσι. κακὸν δὲ καὶ οἶσι χολώδεες αἱ ὑποχωρήσιες καὶ ἐν τοῖσι ὀξέσι πυρετοῖσιν ἐοῦσι καὶ οἶσιν ἂν αἵματος πολλοῦ διαχώρησις γέγονεν. ἁρμόζει δὲ τοῖσι φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσι διδόναι γάλα καὶ ἐν πυρετοῖσι μακροῖσι καὶ βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκόσι.

Ὅτι τὸ γάλα ταχέως ἀλλοιοῦται διττὴν ἔχει τὴν ἀλλοίωσιν, ὅταν μὲν ὁμιλῇ πλείονι θερμασίᾳ, κνισούμενον εὐθέως, ὅταν δ’ ὀλίγῃ, ταχέως ὀξυνόμενον, ἔνεστι μέν σοι κατανοῆσαι τοῦτο ἐπὶ πυρὸς ἕψοντι παραχρῆμα μετὰ τὸ τῶν τιτθῶν ἐκπεσεῖν αὐτὸ, τοῦτο δὲ ἐν τῷ κεῖσθαι καθ’ ἑαυτό. τῷ μὲν γὰρ ἑψομένῳ ἡ πρὸς τὸ κνισῶδες ἀποτυχία, τῷ δ’ ἀποκειμένῳ ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον. οὕτω δὲ κἀπὶ τῶν ὑγιαινόντων, εἰ μὴ πεφθείη καλῶς, τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται. κατὰ μὲν γὰρ τὴν ψυχροτέραν κοιλίην ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον, κατὰ δὲ τὴν θερμοτέραν κνισοῦται. τὸ μέντοι καλῶς πεφθὲν γάλα τρόφιμόν τ’ ἐστὶ καὶ εὔχυμον. ἐν αὐτῷ δὲ τῷ πέττεσθαι καὶ τούτοις ἐξαίρει τε τὰ ὑποχόνδρια καὶ κεφαλῆς ἅπτεται. ταῦτα μὲν οὖν αὐτοῦ τὰ ἔργα καὶ τὰ πάθη κἀπὶ τῶν ὑγιαινόντων θεάσῃ· τὰ δ’ ἐπὶ τῶν νοσούντων ὁ Ἱπποκράτης διεξέρχεται, φαινόμενα μὲν ἑκάστοτε καὶ διὰ τῆς αὐτῶν ἐκείνων πείρας καὶ τὰ πρὸ τῆς ἐμπειρίας γιγνώσκεσθαι δυνάμενα. ὅπου γὰρ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων ἴσμεν αὐτὸ κεφαλαλγές τε ἅμα καὶ φυσῶδες ὑποχονδρίων ὑπάρχον, οὐδὲν δὴ θαυμαστὸν ἐπινοεῖν ὡς τοῖς ἤδη κεφαλαλγοῦσιν ἢ μετέωρα τὰ ὑποχόνδρια ἔχουσιν ἐναντιώτατόν ἐστι. καλῶς δὲ εἶπεν ὑποχόνδρια μετέωρα, καίτοι δυνάμενος εἰπεῖν ἐμπεφυσημένα καὶ φυσώδη. οὐ γὰρ ταῦτα μόνον τὸ γάλα βλάπτειν πέφυκεν, ἀλλὰ καὶ τἄλλα πάντα τὰ ὁπωσοῦν ἄλλως μετέωρα κατά τι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιρρῶδες ἢ οἰδηματῶδες πάθος. ἔτι δὲ δὴ μᾶλλον ἂν ἀπόστημα μηδέπω συνεῤῥηγμένον ᾖ καθ’ ὑποχόνδριον, οὐκ ἀγαθὸν οὐδὲ τούτοις τὸ γάλα. τά μὲν οὖν τοιαῦτα πάντα δι’ ἑνὸς ὀνόματος ἐδήλωσεν εἰπὼν ὑποχόνδρια μετέωρα. βλάπτεσθαι δέ φησι καὶ διαβορβορύζοντα πρὸ τοῦ γάλακτος, ἕτερα μὲν ὄντα τῶν ἐμπεφυσημένων καὶ τεταμένων, φυσώδη γε μὴν καὶ ταῦτα καὶ πνευματώδη. μείζων μὲν οὖν ἡ βλάβη τοῖς διατεταμένοις ὑποχονδρίοις, ἐλάττων δὲ τοῖς διαβορβορύζουσιν, ἀλλ’ ὅμως οὐδὲ τούτοις ἐστὶ τὸ γάλα χρήσιμον, ὀξύνεται γὰρ ἐπ’ αὐτῶν. ὀῤῥὸν μέντοι γάλακτος ἡδύνοντες ἁλσὶ καὶ μέλιτι πολλοῖς τῶν τοιούτων ἐδώκαμεν, ὀνίνανται γὰρ ὑπιούσης αὐτοῖς τῆς γαστρός· καὶ τοῖς διψώδεσι κακὸν εἶναί φησι τὸ γάλα, κνισοῦται γὰρ ἐπ’ αὐτῶν, ἐάν τε φύσει διψῶσιν, ἐάν τε καὶ κατὰ τὸν καιρόν τινα γεννηθῶσι. καὶ μὲν δὴ ὅσαι διαχωροῦσι χολώδη καὶ τούτοις ἐγὼ φαίην ἂν τὸ γάλα κνισῶδες, οὐχ ἧττον δὲ καὶ τοῖς ἐμοῦσι τοιαῦτα. καθόλου γὰρ ἐμάθομεν ὡς ἀλλοιοῦται τάχιστα πρὸς ἁπάντων τῶν θερμῶν αἰτίων ἐπὶ τὸ κνισῶδες. εἰκότως οὖν βλαβερὸν καὶ τοῖς ὀξέως πυρέττουσι. καί μοι δοκεῖ βέλτιον ἂν ἡ λέξις οὕτως ἔχειν, κακὸν δὲ καὶ οἶσι χολώδεις ὑποχωρήσιες καὶ τοῖς ὀξέσι πυρετοῖσιν ἐοῦσιν. οὐ γὰρ ἐπὶ τούτων ἀμφοτέρων μόνον βλαβερόν ἐστιν, ἀλλὰ καὶ καθ’ ἑκάτερον ἰδίᾳ. ταῦτα μὲν οὖν τὰ πάθη βλάπτει τὸ γάλα μεγάλως, τὰ δ’ ἐφεξῆς ὠφελεῖ, περὶ ὧν ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέττουσι διδόναι, περὶ τῶν φθινωδῶν γὰρ ποιεῖται τὸν λόγον πρῶτον. ἀκουστέον δ’ οὕτως ὀνομάζειν αὐτὸν ἐκείνους ὅσοι νοσοῦσι φθόην, τοὺς δ’ ἄλλους ἐκτετηκότας ἐφεξῆς ἐρεῖ κατὰ τὴν λέξιν, ἧς ἡ ἀρχὴ, καὶ ἐν πυρετοῖσι βληχροῖσι καὶ μακροῖσι· κοινὸν δ’ ἐπὶ πάντων ὅσοι γάλακτος χρῄζουσι τὸ δεῖσθαι τροφῆς εὐχύμου τε ἅμα καὶ ταχέως ἀναδιδομένης. καὶ οὐ δεῖ ταράττεσθαι εἰ τὸ γάλα φαμὲν εὔχυμον, φυσῶδές τι ἔχον. καθόλου γὰρ εὔχυμα λέγομεν εἶναι ὅσα μετὰ τὴν πέψιν εἰς χρηστὸν χυμὸν μεταβάλλει, ἤτοι εἰς αἱματικὸν, οὗτος γὰρ φίλιος ἡμῶν χυμός. διὰ τί δὲ εἰπὼν, ἁρμόζει δὲ φθινώδεσι, προσέθηκε, μὴ λίην πολλῷ πυρέσσουσιν, ἄξιον εἶναί μοι δοκεῖ σκέψεως οὐ μικρᾶς. ἤρκει γὰρ καὶ χωρὶς τοῦ λίην. ἆρ’ οὖν καὶ τοῖς πολλῷ πυρέττουσι μόνοις μὴ διδόναι τὸ γάλα; ἢ τοῖς μὲν λίην πολλῷ πυρέττουσι μόνοις δίδωσιν ἢ παρεγγέγραπται πρός τινος τὸ λίην, ὥσπερ καὶ ἄλλα πολλά; ταυτὶ μὲν οὖν ἐπὶ σχολῆς τις ζητείτω. τὸ δὲ τοῖς πολλῷ πυρέττουσι μὴ διδόναι τὸ γάλα παρ’ ἡμῶν ἤδη μαθὼν ἴστω. θαυμάζω δὲ πῶς ἐφ’ ὧν κελεύει διδόναι τὸ γάλα προσέγραψε, μηδ’ ἑνὸς ὧν προείρηται παρόντος, οὐ κατὰ βραχυλογίαν τοῦτο ὂν τῆς ἀφοριστικῆς διδασκαλίας. ἐγινώσκετο γὰρ ἐξ ὧν προειρήκει καὶ μὴ ῥηθὲν ὅτι δοτέον φθινώδεσι καὶ παράλογον ἐκτετηκόσιν, ἄνευ τοῦ κεφαλαλγεῖν ἢ ὀγκοῦσθαι τὸ ὑποχόνδριον ἢ χολώδεις γίνεσθαι διαχωρήσεις ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὑπάρχειν αὐτοῖς ἢ οὐχ ἁπλῶς, οὐδὲ ἀεὶ βραχυλογίαν ἀσκεῖν ἔοικεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐν οἶς μέγα τι τὸ κινδυνευόμενον τῷ ἀμελῶς ἀκουσθέντι διδάσκει, λέγειν ἐπὶ τούτων οὐκ ὀκνεῖ ταῦτα ἐνίοτε δὶς ἢ καὶ τρίς.

Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται τουτέων δ’ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι· τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι ἢ ἐμπύησις ἢ δυσεντερίη, ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα.

Τοὺς παρὰ φύσιν ὄγκους ἅπαντας ὁ Ἱπποκράτης οἰδήματα προσαγορεύει, περιεχομένων ἐν αὐτοῖς δηλονότι καὶ τῶν φλεγμονῶν καὶ μέντοι καὶ αὐτὸ τοῦτο τοὔνομα τὸ τῆς φλεγμονῆς ἐπὶ τῆς φλογώσεως μᾶλλον οἱ παλαιοὶ πάντες ἔλεγον, εἰ καὶ χωρὶς ὄγκου συσταίη. ἔστι μὲν οὖν τὸ νῦν λεγόμενον τοιοῦτον, οἶς ὄγκοι τοῖς ἕλκεσιν ἐπιγίνονται, οὐ πάνυ τι σπῶνται οὐδὲ μαίνονται. τοῦτο δὲ ἔνδειξιν ἔχει τοῦ καὶ σπᾶσθαι μέν τινας ἐπ’ αὐτοῖς καὶ μαίνεσθαι, ἀλλὰ σπανίως τοῦτο πάσχειν, ὅταν δηλονότι μέγεθος ἀξιόλογον ἢ κακοήθειάν τινα προσλάβωσιν, ἂν μέντοι τύχωσιν ἀφανισθέντες ἐξαίφνης οἱ ὄγκοι, σπασμούς τε καὶ τετάνους ὅταν ἐν τοῖς ὀπίσω μέρεσιν ᾖ τὰ ἕλκη, τουτέστι κατὰ τὸν νῶτον. τὰ δ’ ἄλλα τὰ ἐφεξῆς εἰρημένα τοῖς ἐν τοῖς πρόσω μέρεσι γεγενημένοις ἕπεσθαί φησι. νευρώδη μὲν γὰρ τὰ ὄπισθεν, ἀρτηριώδη δὲ καὶ φλεβώδη τὰ ἔμπροσθέν ἐστιν. ὅταν οὖν ἀπὸ τῶν ἡλκωμένων μερῶν ὁ χυμὸς ὁ ποιήσας τὸ οἴδημα ἐπαναβῇ πρός τι τῶν κυρίων μορίων, ἐν μὲν τοῖς νευρώδεσι μέρεσι τοῖς ὀπίσω σπασμοὶ καὶ τέτανοι γενήσονται, νεύρων δὲ ταῦτα πάθη, ἐν δὲ τοῖς πρόσω μανία μὲν, ἐὰν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῇ, πλευροῦ δ’ ἄλγημα τραπέντος ἐπὶ θώρακα τοῦ χυμοῦ. πολλάκις δ’ οὗτοι καὶ ἔμπυοι γίνονται, μὴ διαφορηθέντος αὐτοῦ δυσεντερίαν δ’ ἔσεσθαί φησιν, ἐὰν ἐρυθρῶν ὄντων τῶν οἰδημάτων ἐξαίφνης γένηται μετάστασις. ἐκείνην μέντοι τὴν δυσεντερίαν ὀνομάζομεν αἱματηρὰν, ἥτις ἐστὶν αἵματος κένωσις δι’ ἐντέρων χωρὶς ἑλκώσεως. ὅτι μὲν οὖν ἂν κατὰ νῶτον ἢ τὰ πρόσω μόρια τὰ τούτοις ἀνακείμενά ποτε συμβῇ ἀφανισθῆναι τὰ οἰδήματα, τοῖς εἰρημένοις πάθεσι περιπίπτουσιν οἱ κάμνοντες ἑωράκαμεν. οὐ μὴν ὁ Ἱπποκράτης αὐτὸς ἐδήλωσεν εἴτε περὶ τούτων λέγει μόνων τῶν μορίων εἴτε περὶ πάντων ἁπλῶς ὥστε καὶ τὰ κῶλα περιλαμβάνεσθαι κατὰ τὸν λόγον. ἐπὶ μὲν οὖν κνημῶν οὐκ εἰσὶν ἐν τοῖς πρόσω μέρεσι μύες εἰς τένοντας εὐρώστους τελευτῶντες, ἐπὶ δὲ τοῦ μηροῦ τὸν ἐν τοῖς πρόσω μέρεσι τοῦ γόνατος τένοντα μέγιστον ὁρῶμεν, ἐφ’ ᾧ κατὰ συμπάθειαν εὔλογόν ἐστιν ἀκολουθῆσαι σπασμὸν μᾶλλον ἤ τινι τῶν ὀπίσω τοῦ μηροῦ κειμένων μυῶν, σαρκώδεις γάρ εἰσιν ἅπαντες. ὥστ’ οὐκ ἀληθὲς εἶναι δόξει τὸ καθόλου λεγόμενον, ὡς τοῖς ὀπίσω μέρεσι μόνοις ἕπονται σπασμοί. φαίνεταί γε μὴν ὡς τὸ πολὺ τοῦτο γινόμενον, οὐκ ἐπί σκελῶν μόνων, ἀλλὰ καὶ χειρῶν, ἴσως διὰ τὸ κατ’ εὐθυωρίαν εἶναι ταῦτα πάντα τὰ μέρη τῷ νωτιαίῳ, πεφυκέναι δὲ ἀπὸ τούτου τά τε τῶν κώλων νεῦρα καὶ τὰ τῶν ῥαχιτῶν μυῶν.

Ἢν τραυμάτων ἰσχυρῶν καὶ πονηρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν.

Δύναται μὲν καὶ τῷ κατὰ τὴν τελευτὴν εἰρημένῳ τὸ κακὸν συναφθῆναι τὸ μέγα, δύναται καὶ τῷ προτέρῳ τοῦ ἀφορισμοῦ μέρει. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος· τραυμάτων πονηρῶν ἐόντων οἴδημα μὴ φαίνεσθαι κακόν ἐστι μέγα, εἴτε οὕτως τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνεσθαι κακόν. ἐγχωρεῖ δὲ καὶ κοινὸν ἀμφοῖν εἰρῆσθαι τὸ μέγα, ὡς καὶ οὕτως εἶπεν· ἢν τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνηται, κακόν ἐστι μέγα. βελτίων δὲ τῶν τριῶν λόγων ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν ὁ τοιοῦτος. ἢν τραυμάτων πονηρῶν ἐόντων μὴ φαίνηται οἴδημα, κακόν ἐστι. προείρηται δέ μοι κατὰ τῶν παρὰ φύσιν ὄγκων ἁπάντων ὑπ’ αὐτοῦ λέγεσθαι τὸ οἴδημα. πονηρὰ δ’ ἡγητέον εἰρῆσθαι τραύματα τὰ κατὰ τὰς κεφαλὰς ἢ τελευτὰς τῶν μυῶν καὶ μάλιστα τῶν νευρωδῶν. κατὰ μὲν τὰς κεφαλὰς τῶν μυῶν ἐμφύεται τοῖς μυσὶ τὰ νεῦρα, κατὰ δὲ τὰς τελευτὰς οἱ τένοντες ἐμφύονται. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ἐμέμψατο τὰ ἐξαίφνης ἐφανιζόμενα τῶν οἰδημάτων, οὕτω νῦν τὰ μηδ’ ὅλως ἐπιγινόμενα τοῖς πονηροῖς τραύμασιν. ὑποψία γάρ τίς ἐστιν ἐπὶ τούτων ἐπὶ τὰ κυριώτερα μεθίστασθαι τοὺς ἐπιῤῥέοντας τοῖς τραύμασι χυμοὺς καὶ μάλιστα τοῦτ’ ἔοικε γίνεσθαι κατ’ ἐκεῖνα τῶν τραυμάτων, ἐν οἷς ὀδύνη μέν ἐστι καὶ δι’ αὐτὴν ἐπιῤῥεῖ τι πάντως. ἀναστέλλεται δὲ ὑπὸ τῶν ἰατρῶν τοῖς ἰσχυρῶς ψύχουσιν ἢ στύφουσι φαρμάκοις, ὡς τά γε χωρὶς ὀδύνης οὐδὲ ῥεῦμα κινεῖ. μάλιστα δ’ ὀδυνᾶται τὰ νευρώδη μόρια, δεόμενα διὰ τῶν θερμαινόντων καὶ ξηραινόντων θεραπεύεσθαι φαρμάκων.

Τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά.

Οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδάσκοντος τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρηστὰ πάντ’ εἷναι, τὰ δ’ ἐναντία μοχθηρά. κυρίως μὲν οὖν ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’ Ἱπποκράτης ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐδὲ γὰρ οἷόν τε γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν τῷ μορίῳ φύσεως τοὺς ἐπιῤῥέοντας χυμούς.

Τῷ ὄπιθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφελέει.

Οὐ μόνον ἐπιτηδεύει κενοῦν ὁ Ἱπποκράτης ἔνθα χρεία κενοῦν, ἀλλὰ καὶ μετὰ ἀντισπάσεως. ἡ δὲ ἀντίσπασις ἐπὶ τἀναντία γίνεται, κατὰ μῆκος μὲν ἄνω καὶ κάτω, κατὰ πλάτος δὲ ἔνθα καὶ ἔνθα. τοῦτ’ ἐστὶν ἐπ’ ἀριστερά τε καὶ δεξιὰ, κατὰ βάθος δὲ ὀπίσω τε καὶ πρόσω. νῦν οὖν ἐν τοῖς ὄπισθεν τῆς κεφαλῆς ἀλγήμασι μετὰ ἀντισπάσεως κένωσις ἐκ μετώπου γενήσεται, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡ κατ’ ἰνίου. οὕτω γοῦν ὀφθαλμῶν χρόνια ῥεύματα πολλάκις ἐθεραπεύθη διὰ τῶν κατ’ ἰνίον μερῶν, αἵματος ἀφαιρεθέντος ἅμα χρήσει σικύας.

Ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νότου εἰς κεφαλὴν, ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν τοῦ σώματος μᾶλλον ἢ ἔμπροσθεν, οἷον ἀπό τε πήχεων, μηρῶν, ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, καὶ δηλοῖ δὲ τοῦτο ἡ θρίξ.

Ῥίγος πᾶν ἄρχεται μὲν μετά τινος αἰσθητῆς ψύξεως. ἑτοιμότερα δ’ οὐ ψυγῆναι μόνον, ἀλλὰ καὶ τῆς ψύξεως αἰσθάνεσθαι τὰ κατὰ νῶτον, ὥστ’ εἰκότως ἐντεῦθεν ἄρχεται τὰ ῥίγη καὶ θᾶττόν γε ταῖς γυναιξὶ γίνεται ταυτὶ, διότι καὶ ψυχρότερόν ἐστι τὸ θῆλυ φύσει καὶ ἀσθενέστερον. ἀναθεῖ δ’ ἐντεῦθεν ἀρξάμενον τὸ ῥῖγος ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων, τὴν κεφαλὴν, τάχιστα γιγνομένης διὰ τοῦ νωτιαίου τῆς συμπαθείας. ἐπειδὴ καὶ οὗτος ὁμοίως ἐγκεφάλου ψυχρός ἐστι φύσει καὶ διὰ τὴν μαλακότητα τῆς οὐσίας ὁμοίως εὐάλωτος. ἐκ δὲ τῶν πρόσω μερῶν οὐκ ἄρχεται τὰ ῥίγη, διότι θερμότερα τῶν ὀπίσω τὴν κρᾶσιν ἐστὶ καὶ τούτων γνώρισμα τίθεται τὴν ἀραιότητα τοῦ δέρματος, αὐτῆς δὲ πάλιν ταύτης τὸ πλῆθος τῶν τριχῶν. εἴρηται δέ μοι περὶ τριχῶν γενέσεως αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν.

Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι οὐ πάνυ τοι ὑπὸ σπασμῶν ἁλίσκονται. ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα καὶ ἐπιγένηται τεταρταῖος, παύονται.

Ὁ μὲν ἐπὶ κενώσει γενόμενος σπασμὸς ὀξύτατός ἐστι καὶ ὀλεθριώτατος. ὁ δ’ ἐπὶ πληρώσει τῶν νευρωδῶν μορίων οἶος καὶ ἐπιληπτικὸς οὔτ’ ὀξύτατος οὔθ’ ὁμοίως ἐκείνων κινδυνώδης. μέμνηται δὲ νῦν ὁ Ἱπποκράτης τοιούτου σπασμοῦ. τὸ γὰρ ἁλισκόμενοι ἁλίσκονται παράτασιν δηλοῖ τοῦ χρόνου. τοῦτον οὖν τὸν σπασμὸν ὁ τεταρταῖος οὐκ ἐᾷ γενέσθαι, ἀλλὰ καὶ εἰ φθάσειε προσγενέσθαι, λύει. γίνεται δ’ ὑπὸ γλίσχρων χυμῶν τε καὶ φλεγματικῶν ἐμπλαττομένων γε τοῖς νευρώδεσι μορίοις. οὔσης δὲ τοῖς τοιούτοις χυμοῖς διττῆς τῆς ἰάσεως, ἐκκρίσεώς τε καὶ πέψεως, ἀμφοτέρας ὁ τεταρταῖος ἔχει, τὴν μὲν ἔκκρισιν τῷ ῥίγει· μόνος γὰρ ὁ τοιοῦτος σπασμὸς ἱκανῶς ἐκκρῖναι παχὺν χυμόν· τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγενομένης τῷ ῥίγει θερμασίας.

Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρώτων τελευτῶσιν, ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.

Τῶν μελλόντων ἀποθνήσκειν οἷς μὲν αὐχμώδη καὶ σκληρὰ καὶ ξηρὰ καὶ τεταμένα τὰ δέρματα, χωρὶς ἱδρῶτος ἀποθνήσκουσιν, οἶς δὲ τἀναντία ἀραιὰ καὶ μαλακὰ καὶ χαλαρὰ, σὺν ἱδρῶτι τελευτῶσι. τοῖς μὲν γὰρ προτέροις ἢ οὐχ ὅλως ἐστὶν ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δ’ ἄλλοις καὶ κατὰ τὸ δέρμα ἐστίν.

Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεες εἰσίν.

Πνευματώδεις νῦν εἰρῆσθαι νομιστέον ἐκείνους ὅσοι κατὰ γαστέρα πλῆθος ἀθροίζουσι φυσώδους πνεύματος, ἤτοι δι’ ἐρυγῶν κενούμενον ἢ διὰ φυσῶν ἢ παραμένον τε καὶ διατεῖνον τὰ τῇδε. γίνεται δὲ τοῦτο ποτὲ μὲν δι’ ἀτονίαν τέ τινα καὶ ἀσθένειαν αὐτῶν τῶν κατὰ γαστέρα μορίων, ἐνίοτε δ’ ἐπὶ φλεγματώδει χυμῷ καὶ ψυχρῷ. οὗτοι μὲν οὖν οἱ διὰ φλεγματικὸν χυμὸν πνευματώδεις ἐναντίοι τοῖς ἰκτεριώδεσίν εἰσι χολώδεσιν οὖσιν, ὥστε οὐκ ἄν ποτε κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν οἱ ἰκτεριώδεις γίγνονται πνευματώδεις. ἐγχωρεῖ δ’ αὐτοὺς ἐπ’ ἀῤῥωστίᾳ τῶν μερῶν φυσώδεις γίνεσθαι. διὰ τοῦτ’ οὖν προσέθηκε τῷ λόγῳ τὸ οὐ πάνυ τι, τὸ μὲν διηνεκὲς τῆς ἀποφάσεως κωλύων, ἐνδεικνύμενος δὲ ὡς τὸ πολὺ γίνεσθαι τὸ προειρημένον. οὐ πάνυ γάρ τοι τοῖς κατὰ γαστέρα μορίοις ἅπαντα ἄτονα ἔστιν εὑρεῖν τοὺς ἰκτεριώδεις.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ. Ἐν τῇσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη μὴ πρότερον γινομένη σημεῖον ἀγαθόν.

Ἡ λειεντερία ταχεῖα διὰ τῆς κοιλίας καὶ τῶν ἐντέρων διέξοδός ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, τοιούτων ὑποχωρούντων ὁποῖα κατεπόθη. συντομώτερον δ’ ἄν τις αὐτὴν ἀφοριζόμενος εἴποι στέρησιν πέψεως, οὔτε κατὰ χροιὰν οὔτε κατὰ σύστασιν ἢ ὀσμὴν ἢ ὅλως ἡντιναοῦν ποιότητα γενομένης ἐν τῇ γαστρὶ μεταβολῆς σιτίων. ὠνομάσθη δὲ τὸ πάθος οὕτως ὑπονοησάντων τῶν πρώτως θεμένων τὴν προσηγορίαν αὐτῷ διὰ λειότητα γεγονέναι τῆς ἔνδον ἐπιφανείας τῶν ἐντέρων, δι’ ἣν οὐκέτι ἀντιλαμβάνεται τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς, ὡς ἂν ὅτε κατὰ φύσιν εἶχε τῇ τραχύτητι κατεχόντων αὐτά. πολλὰ μὲν οὖν καὶ ἄλλα τῶν πρώτως ὀνομασάντων τὰ πράγματα δίκαιον ἐπαινεῖν, οὐ μὴν ἐπί γε ταῖς λειεντερίαις ἀποδέχομαι τοὺς ἄνδρας, ἀγνοήσαντας ὅτι τῆς γαστρὸς αὐτῆς ἔργον ἐστὶ περιπτύσσεσθαί τε τὰ σιτία ἔν τινι χρόνῳ, ὡς σφιγγούσης τε καὶ κατεχούσης αὐτὰ καὶ αὖθις ὠθεῖν κάτω καὶ ὡς ἡ κατὰ τὴν κύστιν γίνεται στραγγουρία, μὴ περιμενούσης ἀθροισθῆναι τὸ οὖρον, ἀλλ’ εὐθὺς ἀποτριβομένης αὐτῆς ἢ ὡς δακνῶδες ἢ ὡς βαρῦνον, οὕτω δὴ καὶ κατὰ τὴν γαστέρα αἱ ταχεῖαι διέξοδοι. αὗται γὰρ αἰτίαι κοιναὶ ἁπάσης εἰσὶν ἐκκρίσεως. ἃς εἴπερ οἱ πρῶτοι θέμενοι τοὔνομα τῷ πάθει λειεντερίαν ἠπίσταντο, τὴν μὲν περὶ τῆς λειότητος τῶν ἐντέρων ὑπόνοιαν οὐκ ἂν ἐπῄνεσαν, ἀντ’ αὐτῆς δὲ τὴν ἀῤῥωστίαν τῆς γαστρὸς ὅλης καὶ τῶν ἐντέρων ᾐτιάσαντο δι’ ἣν αἰτίαν βαρυνόμενα ταῦτα τὰ μόρια πρὸς τῶν καταποθέντων ἀποτρίβεται διὰ ταχέων αὐτά. δυνατὸν δέ ποτε καὶ διά τινας χυμοὺς δακνώδεις ἐπιπολῆς ἑλκωθέντων αὐτῶν γενέσθαι τὸ πάθος, εἰ καὶ μὴ μεγάλως πεπόνθοι τὰ τῆς δυνάμεως. ἀναγκαῖον γάρ ἐστι καὶ τότε διεξερχομένων τῶν σιτίων ἀνιώμενα τὰ ἡλκωμένα προωθεῖν αὐτὰ κάτω καὶ πέμπειν ἀφ’ ἑαυτῶν ὅτι τάχιστα. τούτου δὲ διὰ πάντων τῶν μορίων γενομένου τό τε τάχος ἀκολουθήσει τῆς διεξόδου καὶ τὸ μηδ’ ἀρχήν τινα πέψεως εἰληφέναι. ἀλλὰ τῇ μὲν τοιαύτῃ λειεντερίᾳ δήξεώς τινος αἴσθησις ἔσται. τῇ δὲ δι’ ἀῤῥωστίαν τῆς κατὰ γαστρὸς καὶ τὰ ἔντερα, χωρὶς ἁπάσης ἀνιαρᾶς αἰσθήσεως γίνεσθαι τὴν ὑποχώρησιν. ὑπάρχει δέ τι τοῦτο διάφορον οὐ μικρὸν τῇ ἑτέρᾳ τῶν λειεντεριῶν. ἡ μὲν γὰρ ὑπὸ δριμέων χυμῶν ἐξεσμένης ἐπιπολῆς τῆς τε γαστρὸς ὅλης καὶ τῶν ἐντέρων γιγνομένη, εἰ μὲν ἡ κακοχυμία παύσαιτο, τάχιστα θεραπεύεται διὰ τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων. εἰ δ’ ἐπὶ πλείονα παραμείνῃ χρόνον, εἰς δυσεντερίαν μεταπίπτει. ἡ δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ἐπὶ δυσκρασίᾳ μὲν πάντως ἐγγίνεται, ἤτοι δ’ αὐτῶν ἐστι τῶν σωμάτων διάθεσις ἕξιν ἤδη τινὰ ἔχουσα δύσλυτον ἢ διὰ χυμόν τινα περιεχόμενον ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις, εἷς δὲ ἐκ τούτων τῶν χυμῶν ἐστι καὶ τὸ φλέγμα. διὸ καὶ ὀξεῖαι τοῖς κάμνουσιν ἐρυγαὶ συμβαίνουσιν, ἃς ὀξυρεγμίας ὀνομάζουσι, γινομένας καὶ χωρὶς φλέγματός τινος ἐπὶ ψυχροτέρᾳ γαστρί. καί τισί γε τῶν λειεντεριῶν, ὅσαι διὰ ψυχρότητα γίνονται, συνεισβάλλουσι μὲν ὀξυρεγμίαι, περιουσῶν δὲ παύονται. κατ’ ἀρχὰς μὲν γὰρ ὀλίγον τινὰ χρόνον ἐν τῇ γαστρὶ μένει τὰ σιτία, προϊόντος δὲ καὶ ἐπαυξανομένου τοῦ πάθους οὐδὲ τοῦτον. ἐφ’ οἶς μὲν οὖν ὀλιγοχρόνιός ἐστιν ἡ μονὴ γίνεταί τις οἷον ἀρχὴ πέψεως καὶ διὰ τοῦτο ἀποτυχία. μεμαθήκαμεν δὲ τὰς διὰ ψυχρὰν αἰτίαν ἀποτυχίας τῆς πέψεως ὀξυρεγμίαν ἐργαζομένας. ἐφ’ οἷς δὲ οὐκ ἄρχεται πέττεσθαι τὰ σιτία τὴν ἀρχὴν, οὐδὲ μεταβολή τις αὐτῶν γίνεται κατὰ ποιότητα, ὥστε οὐδ’ ὀξυρεγμίαι, πλὴν εἰ μὴ φλέγμα καὶ μάλιστα ὀξὺ πλεονάζοιτο κατὰ τὴν γαστέρα. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἶπε τὴν ὀξυρεγμίαν σημεῖον ἀγαθὸν εἶναι ταῖς λειεντερίαις, ἀλλὰ πρῶτον μὲν ἐν ταῖς χρονίαις προσέθηκεν, ὡς ταῖς γε ἀρχομέναις, ὡς εἴρηται, συνεισβάλλει πολλάκις, εἶτα πρόσθεν οὐ γινομένη, φησίν. ὅσαι γὰρ ὑπὸ φλέγματος καταψύξαντος τὴν γαστέρα γίγνονται λειεντερίαι, σύνεστιν αὐταῖς ἡ ὀξυρεγμία διὰ παντὸς ὥς τι σύμπτωμα. ταῖς μὲν οὖν μήτε ἀρχομέναις ἔτι μήτε διὰ φλέγμα γινομέναις οὐ σύνεστιν ὀξυρεγμία, γιγνομένη δέ ποτε σημαίνει διαμένειν μὲν τοσοῦτον ἤδη χρόνον ἐν τῇ γαστρὶ τὴν τροφὴν ὡς ἀρχὴν μεταβολῆς λαμβάνειν, ἀναμιμνήσκεσθαι δὲ τῶν οἰκείων ἔργων τὴν φύσιν. ἐμοὶ μὲν ἱκανῶς, ὡς νομίζω, πεπλήρωται τὰ τῆς ἐξηγήσεως. εἰ δέ τις ἐπιστημονικῶς ἐκμαθεῖν βούλεται τὰ κεφάλαια τῶν εἰρημένων, ἐν μὲν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ περὶ τῶν τῆς γαστρὸς ἔχει δυνάμεων ἀποδείξεις οὐκ ὀλίγας, ἐν δὲ ταῖς τῶν συμπτωμάτων αἰτίαις περὶ τῶν ταχέως ἀποκρινομένων ἁπάντων. ἐπεὶ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ κοιλίας κατεψεύσατό τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· περὶ δὲ τῆς καλουμένης λειεντερίας ῥητέον. οἱ μὲν οὖν πρότερον ἰατροὶ εἰς τρία μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν. καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς του πάθους θεωροῦντες καὶ λέγοντες. ὅτε μὲν γὰρ αἱματώδη τε καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεντερίαν τὸ πάθος ἐκάλουν. εἰ δ’ ἄπεπτα εἶεν τὰ διαχωρούμενα, μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι, λειεντερίαν, ὅτε δὲ ὑπίῃ χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος. ταυτὶ μὲν οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς τοῖς ἀπέπτοις διαχωρήμασιν αἱματώδη τε καὶ μυξώδη. τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν αὐτῷ γεγονότων χρόνων ἐπιφανεστάτων, οἶον Φιλότιμος, Ἡρόφιλος, Εὔδημος, οὔτε τῶν μετ’ αὐτὸν γενομένων τις ἄχρι τῶν νεωτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ μὴν οὐδ’, ὡς αὐτὸς εἶπεν, οἱ πρότεροι ἰατροὶ, τουτέστιν ὅσοι πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων. Διοκλῆς μὲν γὰρ ἐν τῷ περὶ πάθους αἰτίας θεραπείας βιβλίῳ ταῦτα γράφει· τὸ δὲ τρίτον γίνεται μὲν ὡς τὰ πολλὰ ἐκ δυσεντερίας, καλεῖται δὲ λειεντερία. ἕπεται δ’ αὐτῇ καὶ διαχώρησις ὑγρὰ καὶ ἀφρίζουσα καὶ ὠμὴ καὶ πολλὴ καὶ ταχεῖα μετὰ τὸ πιεῖν καὶ φαγεῖν. Πραξαγόρας δ’ ἐν τῷ δευτέρῳ τῶν συνεδρευόντων· τοῖς δὲ λειεντερικοῖς, φησὶν, ἐπειδὴ ὄλισθον ἔχει τὸ ἔντερον καὶ οὐχ ἥκιστα τὸ περὶ τὴν νῆστιν, ἀνάγκη ταχέως φέρεσθαι τὰ ἀπὸ τῶν σιτίων διαχωρήματα. εἶθ’ ἑξῆς ὅτι τοῖς ταχέως διεξερχομένοις ἀναγκαῖόν ἐστιν ἀπέπτοις εἶναι παντάπασιν, ὁ Πραξαγόρας γράφει· τὸ μὲν ἰδιαίτατον τοῦ πάθους ἐν τῇ ταχείᾳ διεξόδῳ τιθέμενος, τὸ δὲ μὴ πέπτεσθαι τῶν ἐξ ἀνάγκης ἀκολουθούντων τι ποιούμενος. οὐ γὰρ ὅτι παντάπασιν ἄπεπτα μένει τὰ σιτία, διὰ τοῦτ’ ἐκκρίνεται ταχέως, ἀλλ’ ὅτι ταχέως ἐκκρίνεται, διὰ τοῦτο οὐδ’ ὅλως πέπτεσθαι, καὶ διὰ τοῦτο καὶ ἡμεῖς καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ταχεῖαν διέξοδον ἀπέπτων παντάπασι τῶν σιτίων φαμὲν εἶναι τὴν λειεντερίαν. οὕτως δὲ περὶ αὐτῆς ἐοίκασι γινώσκειν καὶ ἄλλοι παλαιοί. ἐν μὲν γὰρ τῷ περὶ παθῶν Ἱπποκράτους, εἴτ’ οὖν αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶ τὸ βιβλίον εἴτε Πολύβου τοῦ μαθητοῦ αὐτοῦ, ταυτὶ γέγραπται περὶ τῆς λειεντερίας· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρὰ, ὀδύνη οὐ κινέει, λεπτύνεται δὲ τὸ σῶμα. δηλονότι παλαιά τις ἦν συνήθεια τούτοις τοῖς ἀνδράσιν ἄσηπτα καλεῖν ἅπερ ἡμεῖς ἄπεπτα λέγομεν. ἐν δὲ τῷ διαιτητικῷ τῷ ὑγιεινῷ, τῷ Ἱπποκράτει μὲν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, τοῖς δ’ ἀποξενοῦσιν αὐτὸ, τισὶ μὲν εἰς Φιλιστίωνα, τισὶ δ’ εἰς Ἀρίστωνα, τισὶ δ’ εἰς Φερεκύδην ἀναφέρουσι, γέγραπται ταυτί. πάσχουσι δέ τινες καὶ τοιαῦτα διαχωρέει αὐτοῖς τὸ σιτίον ὑγρὸν ἄπεπτον, οὐ διὰ νόσημα, οἷον λειεντερίαν, οὐδὲ πόνον οὐδένα παρέχει. οὗτοι μὲν οὖν οἱ ἄνδρες ἅπαντες Ἐρασιστράτου πρεσβύτεροι, μυρίοι δ’, ὡς ἔφην, ἄλλοι πάντες κατ’ αὐτὸν τὸν Ἐρασίστρατον ὕστεροι γεγονότες ὡσαύτως τοῖσδε περὶ τῆς λειεντερίας ἔγραψαν, ὥστ’ οὐκ οἶδ’ ὅ τι παθὼν Ἐρασίστρατος καταψεύδεται τῶν πρεσβυτέρων αἱματώδη καὶ μυξώδη τοῖς ἀπέπτοις μεμίχθαι λέγων ὑπολαμβάνειν αὐτοὺς ἐν ταῖς λειεντερίαις.

Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον, οἷσι δὲ τἀναντία, ὑγιεινότερον.

Ἐν μὲν ταῖς ξηροτέραις φύσει κράσεσιν οὐδὲν ὅλως ἐρεῖ διὰ τῶν ῥινῶν ἐξ ἐγκεφάλου περίττωμα σαφὲς οὐδ’ αἰσθητὸν, ὥσπερ οὐδὲ διὰ τοῦ δέρματος ἱδρὼς, ἀλλ’ ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἄδηλος διαπνοὴ τὰ λελεπτυσμένα τῶν περιττωμάτων ἀτμοειδῶς ἐκκενοῖ. ταῖς δ’ ὑγροτέραις φύσεσιν αἰσθητὰ γίνεται περιττώματα καὶ μάλιστα κατὰ τὸν ἐγκέφαλον, ὅτι φύσει ψυχρότερός ἐστι. ταῖς δ’ αὐταῖς ταύταις καὶ τὴν γονὴν, τουτέστι τὸ σπέρμα, γίνεσθαί φησιν ὑγροτέραν ὥσπερ καὶ ἐν ταῖς ξηροτέραις ἀναλισκομένης τῆς ὑδατώδους ὑγρότητος, παχύτερόν τε καὶ ξηρότερόν ἐστι τὸ σπέρμα. τοὺς οὖν ὑγροτέρους, εἴτ’ οὖν μόνον τὸν ἐγκέφαλον εἴτε καὶ τὸ σύμπαν σῶμα τὴν ὑγιεινὴν διαγωγὴν οὐκ ἄμεμπτον ἔχειν συμβέβηκεν, ἀλλὰ κατάῤῥοις τε συνεχῶς ἐπὶ σμικραῖς αἰτίαις ἁλίσκεσθαι, κἂν δι’ ὑπερώας αὐτοῖς κάτω ῥέπῃ τὸ περίττωμα, κακοῦσθαι τὰ ὑποκείμενα φάρυγγα καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ πνεύμονα καὶ στόμαχον καὶ γαστέρα καὶ βῆχάς τε αὐτοῖς γίνεσθαι καὶ δυσπνοίας καὶ συνάγχας, ἀπεψίας τε καὶ διαῤῥοίας. ἔστι δ’ ὅτε καὶ δυσεντερίας, ὅταν ἁλμυρώτερόν πως γένηται τὸ καταῤῥέον, ἀναγκαῖόν ἐστιν. εἴρηται δ’ αὐτῷ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων βιβλίῳ περὶ τούτων, ὥσπερ γε κἀν τοῖς περὶ νούσων τε καὶ παθῶν.

Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι κακὸν, καὶ ξὺν πυρετῷ κάκιον.

Αἱ δυσεντερίαι γίνονται μὲν ὑπὸ δριμέων χυμῶν, ἑλκώσεις δ’ εἰσὶν ἐντέρων, ἐν ἀρχῇ μὲν ἐπιπολῆς ξυομένων, τῷ χρόνῳ δὲ βαθύτερα καὶ σηπεδονώδη τοὐπίπαν ἰσχόντων τὰ ἕλκη, καθ’ ὃν μάλιστα χρόνον ἡ γαστὴρ αὐτοῖς συμπάσχουσα βλάπτεται περὶ τὰς πέψεις, ἐπανιούσης δ’ ἀεὶ καὶ μᾶλλον ἀνωτέρω τῆς κακώσεως, ἐπειδὰν καὶ τὸ στόμα συμπάθῃ τῆς κοιλίας, ἀπόσιτοι γίνονται, τουτέστιν ἀνόρεκτοι. γίγνονται μὲν γὰρ ἐνίοτε καὶ κατ’ ἀρχὰς ἀπόσιτοι διὰ τοὺς συῤῥεόντας ἰχῶρας ἐξ ἥπατος, ἐφ’ ὧν ἔφαμεν ἐξύσθαι τὰ ἔντερα καὶ μάλισθ’ ὅταν ὦσιν οὗτοι πικρόχολοι, μέρος γὰρ αὐτῶν ἐπιπολάζον ἀναφέρεται πρὸς τὸ στόμα τῆς γαστρός. κατὰ δὲ τὰς χρονίας δυσεντερίας, ὅταν ἐπιγένηται τοῦτο τὸ σύμπτωμα, νέκρωσιν ἤδη τινὰ σημαίνει γεγονέναι τῇ γαστρὶ κατὰ συμπάθειαν, ἐφ’ ᾗ τελέως ἀπολωλεκέναι ἀναγκαῖον τὸ εἰς τὴν ζωὴν ἔργον. εἰ δ’ ἅμα τῇ ἀνορεξίᾳ καὶ πυρετὸς ἐπιγένοιτο τῇ δυσεντερίᾳ, δυοῖν θάτερον, ἢ σηπεδών τίς ἐστι περὶ τὰ ἕλκη, ἢ ἀξιόλογος φλεγμονή· καὶ οὕτως, ὡς εἴρηται, συμπασχούσης ὅλης αὐτῆς ἤδη τῆς γαστρὸς ὀλεθρίως ἔχουσιν οἱ κάμνοντες.

Τὰ περιμάδηρα ἕλκεα κακοήθεα.

Ὅταν ἤτοι τὰς τρίχας ἐκπιπτούσας ἴδῃς τῶν περικειμένων τῷ ἕλκει χωρίων ἢ καὶ τὸ δέρμα λεπίδας ἐπιπολῆς ἀφιὲν, ἴσθι τοῖς οὕτως ἔχουσι μοχθηροὺς χυμοὺς ἐπιῤῥεῖν τῷ μέρει ἀκριβῶς ἀναβιβρώσκοντας τὸ ἕλκος. οὐ γὰρ δήπου τὰς μὲν ῥίζας τῶν τριχῶν διαφθείρειν δύναται, τὸ δ’ ἡλκωμένον ἐᾶν συνεπουλοῦσθαι.

Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ ἐν στήθεσι καὶ ἐν τοῖσιν ἄλλοισιν, εἰ μέγα διαφέρουσι καταμαθητέον.

Καταμανθάνειν οὐ μόνον χρὴ τὸν ὀδυνώμενον τόπον ὁποῖός ἐστιν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς κατ’ αὐτὸν ὀδύνης τηλίκον ἐστί. χρήσιμον οὖν τοῦτο πρός τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ πρόγνωσιν τῶν γενησομένων περὶ τὸν κάμνοντα καὶ προσέτι τὴν τῆς θεραπείας εὕρεσιν ἐν τῇ γοῦν πλευρᾷ ὅταν ἄλγημα ᾖ μέγα, πρῶτον μὲν οὐκ ἀκίνδυνον, εἶτα καὶ θεραπείας δεήσεται πλείονος. εἰ μὲν εἰς κλεῖν ἡ ὀδύνη διατείνοι, φλεβοτομίας, εἰ δ’ εἰς ὑποχόνδριον, καθάρσεως, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδίδαξεν. εἰ μέντοι μέτριον εἴη τὸ ἄλγημα καὶ προσέτι μηδέ νυγματῶδες, οἷόν περ ἦν κατὰ τὸν ὑπεζωκότα, μήτε διατεῖνον πρὸς ὑποχόνδριον ἢ κλεῖν, ἐγχωρεῖ καὶ τῶν σαρκωδῶν μορίων ἐπὶ ταῖς πλευραῖς πεπονθότων αὐτὸ γίνεσθαι καὶ διὰ τοῦτο μήτε κινδυνῶδες εἶναι μήτε μεγάλου δεῖσθαι βοηθήματος. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων μορίων ἐπισκεπτέον ἐστὶ τὸ μέγεθος τῆς ὀδύνης, οἷον ἐπὶ νεφρῶν, εἰ τύχοι. τοῦ σαρκώδους μὲν αὐτὸν φλεγμαίνοντος, ἔσται βαρεῖα ἡ ὀδύνη, καθάπερ αὐτὸς ἐν ἐπιδημίαις εἶπε, τὴν οἷον βάρους τινὸς ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν ἐπάγουσαν οὕτως ὀνομάσας. τῶν δ’ ἄλλων μερῶν τῶν κατὰ τοὺς νεφροὺς πασχόντων ὀξεῖα ἡ ὀδύνη. λέγω δ’ ἄλλα μέρη τὸν τε περιέχοντα χιτῶνα τούτων καὶ τὴν ἔνδον κοιλίαν καὶ τὰς εἰς αὐτὴν περαινούσης ἀρτηρίας τε καὶ φλέβας καὶ προσέτι τὰς ἐκφύσεις τῶν οὐρητήρων. οὕτως δ’ ἔχει κἀπὶ τοῦ ἥπατος, αὐτοῦ μὲν τοῦ σαρκώδους φλεγμαίνοντος ὀδύνη γίνεται βαρεῖα, τοῦ δὲ περικειμένου χιτῶνος ἢ τῶν ἀγγείων ὀξεῖα, καὶ αὐτῆς δὲ τῆς ὀξείας ἔνδειξιν φέρει τὸ μᾶλλον καὶ ἧττον τοῦ ποιοῦντος αἰτίου. χολώδης μὲν γὰρ καὶ δριμὺς χυμὸς ἐπιτείνει τὴν ὀδύνην, οὕτω δὲ καὶ φυσῶδες πνεῦμα διέξοδον οὐκ ἔχον, ἐκλύει δὲ ὁ φλεγματώδης· οὐ μόνον δὲ ποιότητός τινος μέγεθος ὀδύνης ἔνδειξίν τινα ἡμῖν δίδωσιν, ἀλλὰ καὶ ποσότητος. ἐπιτείνεται γὰρ ἑκάστου τῶν ὁτιοῦν ἐργαζομένων αἰτίων ἡ ἐνέργεια τῆς οὐσίας αὐξανομένης. εἰ μὲν οὖν τὸ μέγεθος ἑκάστης ὀδύνης ἀξιῶν ἐπισκέψασθαι τοῦτον ἔγραψε τὸν ἀφορισμὸν Ἱπποκράτης, αὐτάρκως ἐξήγημαι τὴν χρείαν αὐτοῦ· εἰ δ’ οὐ μόνον τὴν κατὰ μέγεθος διὰ τῶν ὀδυνῶν ἐπισκέπτεσθαί φησι δεῖν, ἀλλ’ ἔτι γενικώτερον καὶ οἷον καθολικώτερον ἐνδείκνυται, συμβουλεύων ἁπάσας τὰς ἀξιολόγους ἐν ταῖς ὀδύναις ἐπισκέπτεσθαι διαφορὰς, ἔτι μείζονα χρείαν ἐξ αὐτοῦ καρπωσόμεθα. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὴν ὀδύνην τῶν μορίων, οὐδ’ ἡγεῖσθαι τὴν αὐτὴν ἐπὶ παντὸς εἶναι διάθεσιν· οἷον εἰ ἔμπροσθεν μὲν Δίων, νυνὶ δὲ Θέων ἀλγεῖ πλευρὰν, ὑπολαμβάνειν ὡσαύτως ἔχειν αὐτοὺς, ἀλλὰ καταμαθητέον εἴτε μεγάλα διαφέρουσιν ἀλλήλων εἴτε παραπλήσιοί πώς εἰσι. γίνεται δὲ τοῦτο ἐκ δυοῖν καταφανὲς, ἰδέας τε τῆς ὀδύνης καὶ σφοδρότητος· ἰδέας μὲν εἰ νυγματώδης ἢ τονώδης ἢ ναρκώδης ἢ μετὰ βάρους ἐμφάσεως ἢ οἱονεὶ κεντοῦντός τινος ἢ διαβιβρώσκοντος ἢ διηνεκοῦς ἢ διάλειμμα ἔχοντος ἢ ὁμαλοῦ ἢ ἀνωμάλου τινός. κατὰ δὲ τὰς σφοδρότητας τοὺς μᾶλλόν τε καὶ ἧττον σκοπεῖν, ὅπερ ὀλίγον ἔμπροσθεν ἡ κατὰ μέγεθος ἐν ταῖς ὀδύναις ὠνομάζετο διαφορά. σύνηθες γάρ ἐστι τοῖς ἰατροῖς καταχρωμένοις τὸ σφοδρότερον ἅπαν ὀνομάζειν μεῖζον, εἰ καὶ μὴ ποσὸν, ἀλλὰ καὶ ποιὸν ὑπάρχει. τὸν μὲν γὰρ πυρετὸν οὐδὲ παύονται μέγαν ἢ μικρὸν ἢ μέτριον ἅπαντες ὀνομάζοντες, ἐν θερμασίᾳ τὴν ὕπαρξιν ἔχοντα. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ τὸν σφοδρότερον πόνον μείζονα προσαγορεύουσιν. ἔτι δὲ μᾶλλον οὐδὲν θαυμαστόν ἐστιν ὅσα κεχώρισται ταῖς ἰδέαις ἀλλήλων μέγα διαφέρειν αὐτὰ λέγειν, οἷον τὸν μετὰ βάρους ἐμφάσεως πόνον, τοῦ μετὰ τοῦ τιτρώσκεσθαι δοκεῖν ἤ τι τῶν ἄλλων πάσχειν τῶν προειρημένων.

Τὰ νεφριτικὰ καὶ ὁκόσα κατὰ τὴν κύστιν ἀλγήματα ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.

Τοῖς γέρουσι μόγις ὑγιάζεσθαί φησι, τουτέστι μετὰ πολλῆς πραγματείας καὶ χρόνου μακροῦ τὰ κατὰ νεφροὺς καὶ κύστιν, ὅτι δὴ τοὔργον αὐτῶν ἄπαυστόν ἐστιν, ἡσυχίας δὲ δεῖ τοῖς ὁτιοῦν μέλλουσι θεραπευθήσεσθαι, καὶ ὅτι περίττωμα δι’ αὐτῶν κενοῦται δριμὺ παροξύνειν ἐπιτήδειον, εἴθ’ ἕλκος εἴτε φλεγμονή τις ἐν αὐτοῖς εἴθ’ ὁτιοῦν ἄλλο συσταίη πάθημα. πολὺ δὲ δὴ μᾶλλον τῶν πρεσβυτικῶν σωμάτων ἐργαδῶς ὑγιάζεται τὰ κατὰ τὴν κύστιν, ὅτι καὶ τἄλλα σύμπαντα νοσήματα καὶ μάλισθ’ ὅσα ᾖ χρόνια, τὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἔφη πρόσθεν συναποθνήσκειν.

Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα τὰ μὲν μετέωρα κουφότατα, τὰ δὲ μὴ μετέωρα ἰσχυρότερα.

Μετέωρα νῦν ἀκουστέον οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλὰ κατὰ τὸ βάθος. ὁρίζει δὲ ταῦτα ἐπὶ τῶν κατὰ τὴν γαστέρα χωρίων τὸ περιτόναιον· ὥσθ’ ὅσα μὲν ἐν τοῖς ἐπικειμένοις τῷδε γίνεται κεκλῆσθαι μετέωρα. τὰ δ’ ἐν τοῖς ὑποκειμένοις, τουτέστιν ἐν αὐτοῖς τοῖς ἐντέροις καὶ τῇ γαστρὶ καὶ τὰ ἐν τῷ βάθει, ταῦτα λέγει μὴ μετέωρα. πρόδηλον δ’ ὅτι τὰ τοιαῦτα καλῶς κέκληκεν ἰσχυρότερα.

Τοῖσι ὑδρωπικοῖσι τὰ γενόμενα ἕλκεα ἐν τῷ σώματι οὐ ῥηϊδίως ὑγιάζεται.

Ἐδίδαξεν αὐτὸς ἐν τῷ περὶ ἑλκῶν οὐ πρότερον ἐπουλώμενα τὰ ἕλκη, πρὶν ἀκριβῶς ξηρανθῆναι. τοῦτο δ’ οὐ ῥᾴδιον ἐπὶ τῶν ὑδρωπικῶν ἐργάζεσθαι διὰ τὴν ἀμετρίαν τῆς ὑγρότητος.

Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα.

Καθάπερ τῶν φυμάτων ἁπάντων διττή τίς ἐστιν ἡ διαφορὰ, τῶν μὲν ἀνατεινομένων εἰς ὀξὺ καὶ ὑψηλῶν γινομένων, τῶν δ’ ἐκτεινομένων μὲν ἐπὶ πλέονα τόπον, οὐ μὴν εἰς ὕψος αἰρομένων. οὕτως καὶ τῶν ἐξανθημάτων ἔνια μὲν ὑψηλὰ γίνεται, τινὰ δὲ πλατέα. τὰ μὲν οὖν ὑψηλότερα φύματα καὶ ἐξανθήματα θερμότερος ἐργάζεται χυμὸς, τὰ δὲ ταπεινότερα ψυχρότερος, ὥστε διὰ διττὴν τὴν αἰτίαν οὐ πάνυ τι κνησμώδεα γίνεται τὰ πλατῆ. διαπνεῖται γὰρ εἰς πλάτος ἐκτεταμένα καὶ τὸν ἐργαζόμενον αὐτὰ χυμὸν ἧττον ἔχει δριμύν.

Κεφαλὴν πονέοντι περιωδυνέοντι πῦον ἢ ὕδωρ ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὸ στόμα λύει τὸ νόσημα.

Πολλὰ καὶ ἄλλα οὕτω δέδεικται λέγων ὁ Ἱπποκράτης, ἐφ’ ὧν ἐὰν μὴ προσέχῃ τις τὸν νοῦν, δοκεῖ μόνον εἶναι τὸ λεγόμενον ὑπ’ αὐτοῦ θεραπευτικὸν τοῦ πάθους, ἄλλο δὲ οὐδέν. ὁ δὲ οὐ τοῦτο μόνον φησὶν, ἀλλ’ ἁπλῶς ὅτι πῦον ἢ ὕδωρ ῥυὲν, ἤτοι διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν λύει τὸ νόσημα. καὶ εἴ γε οὕτως ἀντιστρέφων εἰρήκει, καθάπερ ἐγὼ νῦν, ἀνέγκλητος ἂν ἦν ὁ λόγος. ἐπειδὰν ἤτοι διὰ φλεγμονὴν ἢ ὑγρῶν ἀπέπτων πλῆθος ἠθροισμένον ἐν τῇ κεφαλῇ τὴν ὀδύνην συμβαίνει γίνεσθαι, τηνικαῦτα τῆς φλεγμονῆς διαπυησάσης ἢ τῆς ὑγρότητος ἐκκριθείσης λύσιν γίνεσθαι τῆς ὀδύνης. ἐὰν δὲ διὰ πνεῦμα φυσῶδες ἢ αἵματος πλῆθος ἢ δάκνουσαν χολὴν ἢ ὅλως κατὰ δυσκρασίαν ἡ ὀδύνη γίνεται, δι’ ἄλλων ἰαθήσεται.

Τοῖσι μελαγχολικοῖσι καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι ἀγαθόν.

Οὐ τῷ τῆς κενώσεως μόνον λόγῳ αἱμοῤῥοΐδες ἰῶνται τὰ τοιαῦτα τῶν παθῶν, ἀλλὰ καὶ αὐτὴ ἡ ποιότης τοῦ κενουμένου. παχὺ γὰρ εἰώθασιν αἱ τοιαῦται κενοῦν αἷμα μεστὸν τοῦ μελαγχολικοῦ χυμοῦ, παραπλησίαν ἔχοντος ἐν αἵματι δύναμιν, οἵαν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ὥστ’ οὐδὲν θαυμαστὸν καὶ μελαγχολίαν καὶ νεφρῖτιν ἰᾶσθαι διὰ τῶν αἱμοῤῥοΐδων, ἐκκενοῦν πεφυκυιῶν τὴν οἷον ἰλὺν τοῦ αἵματος.

Αἱμοῤῥοΐδας ἰηθέντι χρονίας, ἢν μὴ μία διαφυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.

Τὰς αἱμοῤῥοΐδας ἀδύνατον γενέσθαι χωρὶς τοῦ διὰ πλῆθός τε καὶ πάχος αἵματος ἀναστομωθῆναί τινας φλέβας, ἀποτιθεμένου τοῦ ἥπατος εἰς αὐτὰς ἰλυῶδές τε καὶ μελαγχολικὸν αἷμα. ἐὰν οὖν ἀποκλείσῃ τις αὐτὸ τῆς ἐντεῦθεν φορᾶς, ἅμα μὲν σκιῤῥῶδες ἐργάζεται τὸ ἧπαρ, ἅμα δὲ καὶ τῷ πλήθει καὶ τῷ πάχει βαρυνόμενον ἀποσβέννυσι τὴν ἐν αὐτῷ θερμασίαν, ὁμοίου τοῦ συμβαίνοντος ὄντος τῷ κατὰ τὰς ἐκτὸς φλόγας, ὑφ’ ὧν κακῶς ξύλα πολλὰ σωρευθέντα πνίγει τε καὶ σβέννυσι τὸ πῦρ. εἴπερ οὖν ὑπὸ τῆς ἐμφύτου θερμασίας γεννᾶται τὸ αἷμα, πρόδηλον ὡς οὐκέτι γεννηθήσεται σβεννυμένης αὐτῆς, ὁ δὲ ὕδερος ἀποτυχίᾳ τῆς αἱματώσεως γίνεται. ἐὰν δέ ποτε δυνηθῇ τὸ ἧπαρ ἀπώσασθαι τὸ πλῆθος ἐπὶ τὰς ἐν τῷ πνεύμονι φλέβας, ἀγγείου ῥαγέντος ἐνταῦθα φθινώδεις γίνονται. εἰκότως οὖν συμβουλεύει κἂν μίαν φυλάττειν αἱμοῤῥοΐδα, ὡς διὰ ταύτης ἐκκενοῦσθαι τὴν ἰλυώδη κακοχυμίαν τοῦ ἥπατος καὶ μάλιστα ἐφ’ ὧν ἐμελέτησε χρόνῳ πλείονι διὰ τούτων ἐκκρίνειν αὐτὰς φλεβῶν.

Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγινόμενοι λύουσι τὸν λυγμόν.

Καθάπερ αὐτὸς εἶπεν ὑπὸ πληρώσεώς τε καὶ κενώσεως γίνεσθαι τὸν σπασμὸν, οὕτω καὶ τὸν λυγμόν. ὅταν οὖν ὑπὸ πληρώσεως γένηται, τοὐπίπαν δὲ οὕτω συνίσταται, βιαίας δεῖται κενώσεως, ἵν’ ὥσπερ μοχλευθέντα τὰ κατὰ τούτων ὑγρὰ διαπνεύσῃ τε καὶ κενωθῇ. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς σπανίως ἐπιγινομένους οὐκ ἰᾶται πταρμός. ὅτι δ’ ἐπὶ πληρώσει συνεχῶς γίνεται λυγμὸς, ὁρᾶται κἀπὶ τῶν παιδίων λυζόντων πολλάκις, ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ψύξις τῷ δυσδιάπνευστα ἐργάζεσθαι πάντα τὰ νευρώδη σώματα τὴν πλήρωσιν αὐτῶν ἀποτελεῖ καὶ διὰ τοῦτο λύζουσιν ἐπ’ αὐτῶν.

Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην ὕδατος ῥυέντος λύσις.

Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινομένων ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομένων οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον.

Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπ’ αὐτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.

Ἓν καὶ τοῦτό ἐστιν ὡσαύτως παράδειγμα τῶν καλῶν ὑπὸ τῆς φύσεως γινομένων, ὃ χρὴ μιμεῖσθαι τὸν ἰατρόν. ἡ δὲ ὠφέλεια τῷ τῆς ἀντισπάσεως λόγῳ.

Ὑπὸ πλευρίτιδος ἢ ὑπὸ περιπνευμονίης ἐχομένῳ διαῤῥοίη ἐπιγινομένη κακόν.

Τοῖς πάσχουσι μορίοις οὐχ ἁπλῶς ἕτερα συμπάσχειν πέφυκεν, ἀλλ’ ὅταν ἐν ἰσχυρῷ γένωνται πάθει. κατὰ τοῦτ’ οὖν καὶ τῷ ἥπατι παθόντι λυγμὸς μὲν ἐπιγίνεται, στομάχου συμπαθόντος, βὴξ δὲ καὶ δύσπνοια τῶν ἀναπνευστικῶν ὀργάνων. οὕτω γοῦν καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις μεγάλως κακοπραγοῦσι τὸ ἧπαρ συμπάσχει, καὶ τοῦτό γε σαφῶς ἐνεδείξατο καὶ αὐτὸς ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἰπὼν ὑπὸ πλευρίτιδος ἢ περιπνευμονίας ἐκταραχθεῖσαν τὴν κοιλίαν κακὸν εἶναι σημεῖον, ἀλλὰ προσθεὶς τῷ ἐχομένῳ, ὡσεὶ κατεχομένῳ καὶ βιαζομένῳ τῷ κάμνοντι πρὸς τῶν τοιούτων παθῶν, εἰρήκει τὴν διάῤῥοιαν ἐπιγινομένην κακὸν εἶναι σημεῖον, ἐπειδὴ τοῖς οὕτως ἔχουσι διάῤῥοια γίνεται, μήθ’ ἕλκειν ἔτι καλῶς εἰς ἑαυτὸ τὴν τροφὴν δυναμένου τοῦ ἥπατος μήθ’ αἱματοῦν, ἔστι δ’ ὅτε καὶ τῆς κοιλίας διαφθειρούσης αὐτήν. ἐπὶ μέντοι μετρίᾳ πλευρίτιδί τε καὶ περιπνευμονίᾳ διάῤῥοια ἐπιγινομένη δύναταί ποτε τῷ λόγῳ τῆς κενώσεως ὠφελῆσαι καὶ μᾶλλον ὅταν φαίνηται τὰ τῆς πέψεως σημεῖα τοῖς πάθεσι παρόντα καὶ οὔτε φόβος ἐστὶν, ἀλλὰ καὶ ἀκινδύνως. κοινῇ δ’ ἐπὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὸν αὐτὸν λέγεται τρόπον, ἐκείνου μεμνῆσθαι προσήκει, τοῦ διὰ μηδὲν ἄλλο πρόσκαιρόν τε καὶ πρόδηλον ἐπιγεγονέναι τὸ σύμπτωμα. καθάπερ γε καὶ νῦν τὴν διάῤῥοιαν ἐξ ἐδέσματός τινος ἢ πόματος, ἀλλὰ τῷ λόγῳ τοῦ νοσήματος. ὅσα γὰρ δι’ ἄλλο τι καὶ μὴ διὰ τὸ νόσημα γέγονεν, οὐ δύναται σημαίνειν αὐτοῦ τὸ ἦθος εἴ γε συνῆφθαι χρὴ κατά τι τὸ σημεῖον τῷ δηλουμένῳ πρὸ αὐτοῦ.

Ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίης ληφθῆναι ἀγαθόν.

Οὐχ ὡς σημεῖον τοῦτο τῶν ὀφθαλμιώντων ἀγαθὸν, ἀλλ’ ὡς αἴτιον παρ’ αὐτοῦ εἴρηται, διὰ τὸ τὴν πλεονεξίαν τῶν χυμῶν ἐκκενοῦν τε ἅμα καὶ ἀντισπᾷν κάτω. ἔστι δ’ αὐτῷ καὶ τοῦτο παράδειγμα ἓν τῶν αὐτομάτως ἐπ’ ὠφελείᾳ κενουμένων, ἃ χρὴ τὸν ἰατρὸν μιμεῖσθαι, ἀμέλει καὶ ποιοῦσιν οὕτω πάντες ἐν ὀφθαλμίαις, τὴν γαστέρα διά τε κλυστήρων καὶ καθάρσεων ὑπάγοντες.

Κύστιν διακοπέντι ἢ ἐγκέφαλον ἢ καρδίην ἢ φρένας ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν ἢ κοιλίην ἢ ἧπαρ θανατῶδες.

Τὸ θανατῶδες ὄνομα πολλάκις εἴρηται ἐν ἄλλοις τε καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἐπὶ τῶν ἔξ ἀνάγκης τεθνηξομένων, πολλάκις δὲ τῶν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ νῦν ἄδηλόν ἐστιν εἴτε πάντως ἀποφαίνεται θάνατον ἕπεσθαι ταῖς τῶν εἰρημένων μορίων διακοπαῖς, εἴτ’ ἐπί τινων ἐγχωρεῖ σωθῆναι σπανίως τὸν ἄνθρωπον. ὅτι μὲν οὖν ἡ τῆς καρδίας τρῶσις ἐπιφέρει θάνατον ἐξ ἀνάγκης ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, οὐ μὴν ἐπί γε τῶν ἄλλων ὡμολόγηται πᾶσα τρῶσις ἄφυκτον ἔχειν τὸν θάνατον, ἀλλ’ ἡ μεγάλη τε καὶ μέχρι πάθους, ὅπερ εἰκός ἐστι σημαίνεσθαι πρὸς τῆς διακοπέντι φωνῆς, ἵνα ὅ τε τῆς κύστεως χιτὼν ὅλως διακοπῇ μέχρι τῆς ἐντὸς εὐρυχωρίας, ἕκαστόν τε τῶν ἄλλων. ἐπὶ μὲν οὖν τῆς κύστεως ὡμολόγηται τὸ μὴ συμφύεσθαι τὴν τοιαύτην τρῶσιν, ὥσπερ γε καὶ τοῦ νευρώδους τῶν φρενῶν καὶ τῶν λεπτῶν ἐντέρων. ἐπὶ δὲ τῆς κοιλίας ἀμφισβητεῖται. τινὲς γὰρ σεσῶσθαί φασιν ἐπ’ αὐτῇ σπανίως τοὺς τρωθέντας. ἥπατος δὲ οὐ μόνον τρῶσιν βαθεῖαν ἐπὶ τῶν λοβῶν γινομένην θεραπεύεσθαί φασιν, ἀλλὰ καὶ λοβὸν ἀποτμηθέντα. ἴσμεν δ’ ὅτι κἀν τῷ περὶ τῶν ὀλεθρίων τραυμάτων ἔνια τῶν εἰρημένων ἐπιχειρεῖ θεραπεύειν ὁ γράψας τὸ βιβλίον. τό γε μὴν ἀκόλλητον μένειν τὴν διακοπὴν αὐτῶν, ἐπὶ μὲν τῆς καρδίας τε καὶ τοῦ διαφράγματος ἐκ τῆς διηνεκοῦς τῶν μορίων γίνεται κινήσεως, ἐπὶ δὲ τῆς κύστεως ὅτι νευρώδης καὶ λεπτὴ καὶ ἄναιμος ἀμέλει καὶ τὸν τράχηλον αὐτῆς ὁρῶμεν ὁσημέραι θεραπευόμενον ἐν ταῖς λιθοτομίαις, ἐπειδὴ σαρκώδης ἐστί. τὸ δ’ ἧπαρ αἱμοῤῥαγικὰς ἔχει τὰς τρώσεις, καὶ διὰ τοῦτο ἀποθνήσκειν φθάνουσιν οἱ τρωθέντες οὕτως, πρὶν αὐτὸ κολληθῆναι. τὸ δ’ οὕτως εἶπον, ἵνα καὶ φλέψ τις διακοπῇ, διὰ τοῦτ’ οὖν οὔτε οἱ τὰς ἐπιπολῆς αὐτοῦ τρώσεις ἰᾶσθαι λέγοντες οὔτε οἱ τοὺς λοβοὺς ἀφῃρηκέναι δοκοῦσιν ἀληθεύειν. ἐγκέφαλον δὲ τρωθέντα πολλάκις εἴδομεν ἰαθέντα καὶ ἅπαξ ἐν τῇ κατὰ τὴν Ἰωνίαν Σμύρνῃ, ἔτι γε τοῦ διδασκάλου Πέλοπος ζῶντος, ἐπ’ ἀξιολόγῳ τῇ τρώσει. τουτὶ μὲν οὖν τῶν πάνυ σπανίων ἐστὶν, ἀληθὲς δὲ τὸ τὰς μεγάλας τρώσεις οἵας περ ἔοικεν ὁ Ἱπποκράτης ὀνομάζειν διακοπὰς ἐπιφέρειν θάνατον. αἵ γε μὴν ἄχρι τινὸς τῶν ἐν αὐτῷ κοιλιῶν τρώσεις ὁμολογοῦνται πᾶσι θάνατον ἐπιφέρειν. ἡ δὲ τῶν λεπτῶν ἐντέρων φύσις καὶ μᾶλλόν γε ἡ τῆς κοιλίας οὐκ ὀλίγον μετέχει τῆς σαρκώδους οὐσίας, καὶ διὰ τοῦτο ἐπιπολῆς μὲν τρωθέντα κολλᾶται πολλάκις, ὅλα δὲ διακοπέντα μέχρι τῆς ἔσω κοιλίας ἐν τῷ σπανιωτάτῳ. οὐ τοῦτο δέ μοι δοκεῖ διὰ τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ὅτι φάρμακον ἐπιθεῖναι, καθάπερ τοῖς ἔξω τραύμασιν οὐ δυνάμεθα. διὸ καὶ διὰ τῶν καταπινομένων ἐπιχειρεῖ θεραπεύειν τὴν κοιλίαν ὁ περὶ τῶν ὀλεθρίων τραυμάτων γράψας, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης εἴτ’ ἄλλος τις ἕτερος.

Ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται.

Αὔξεσθαι μὲν γὰρ λέγει τὸ γεννᾶσθαί τινα ἑτέραν οὐσίαν τοιαύτην, οἷα τοῦ διακοπέντος ἐστὶν, ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ὁρᾶται σὰρξ βλαστάνουσα, συμφύεσθαι δὲ ὅταν τοῦ διακοπέντος σώματος τὰ χείλη κολληθῇ. τὸ μὲν οὖν μὴ γεννᾶσθαι χόνδρον ἢ ὀστοῦν ὡμολόγηται, περὶ δὲ τοῦ μὴ κολλᾶσθαί τινες ἀμφισβητοῦσιν, ἐναργῶς γὰρ ὁρᾶσθαί φασι τὰ καταγνύμενα τῶν ὀστῶν κολλώμενα. πεπλάνηνται δ’ οἱ τοιοῦτοι καὶ διδάξειεν ἄν τις αὐτοὺς ἐπὶ τῶν ἀλόγων ζώων, ὅσα κατάξαντά τι μόριον ἐπωρώθη. ταῦτα γὰρ εἴτε τις ζῶντα εἴτε τεθνεῶτα βούλοιτο σκοπεῖν ἀνατεμὼν εὑρήσει σαφῶς ὑπὸ τοῦ πώρου καθάπερ ὑπὸ δεσμοῦ τινος ἐν κύκλῳ περιγραφέντος ἐσφιγμένα τὰ κεχωρισμένα μόρια τῶν ὀστέων, ἅπερ εἰ ἀποξέσειεν, ἀκόλλητον ὄψεται τὸ βάθος τοῦ κατάγματος. οὕτω δὲ καὶ περὶ τῶν εἰρημένων ἀμφισβητοῦσί τινες, οἱ μὲν αὐξάνεσθαι λέγοντες, οὐ μὴν συμφύεσθαι, τινὲς δὲ ἐν τῷ σπανίῳ καὶ συμφύεσθαι. τοῦ μὲν οὖν αὐξηθῆναι τὰ κατὰ διάβρωσιν ἡλκωμένα δεῖται, καὶ οὐδένα τεθέαμαι τῶν οὕτω παθόντων μὴ σαρκωθέντα, τοῦ κολληθῆναι δὲ τὰ διῃρημένα καὶ οὐ τὰ διακεκομμένα. διαφέρει γὰρ ἀλλήλων ταῦτα τῶν διακεκομμένων ἐς τὸ πέρας ἐχόντων διήκουσαν τὴν διαίρεσιν, ἅπερ ἔφη νῦν ὁ Ἱπποκράτης μὴ συμφύεσθαι, οὐ μόνον ὅτι νευρώδη τέ ἐστι καὶ λεπτὰ, ἀλλ’ ὅτι καὶ τοιούτων αὐτῶν ὄντων, ἀφίστανται τὰ χείλη τῆς τρώσεως ἀλλήλων οὐκ ὀλίγον.

Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.

Τινὲς μὲν χωρὶς ἄρθρου γράφουσιν ἢν ἐς κοιλίην αἷμα ἐκχυθῇ, βουλόμενοι πᾶσαν δηλοῦσθαι κοιλότητα. μαρτυρεῖ γ’ αὐτοῖς ἡ τοῦ παρὰ φύσιν προσθήκη, τοιοῦτόν τι δι’ αὐτῆς ἐνδεικνυμένου τοῦ Ἱπποκράτους· ἐὰν ἐκχυθῇ ποτε τῆς οἰκείας κοιλότητος τὸ αἷμα καὶ εἰς ἑτέραν κοιλότητα ἡντιναοῦν ἀφίκηται, μένειν αἵματι τούτῳ παντάπασιν ἀμήχανον. οὕτω γοῦν καὶ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἐκχυμώσεις ὀνομαζομένας φαίνεται γιγνόμενον ἐπὶ μὲν τῶν φλεγμονῶν κατὰ μικρὰ διασπειρομένου τοῦ αἵματος εἰς τὰς λόγῳ θεωρητὰς ἐν ταῖς μυσὶ κοιλότητας, ἐπὶ δὲ τῶν ἐκχυμώσεων εἰς τὰς περικειμένας χώρας τοῖς ἀγγείοις ἐκχεομένου. τὸ δ’ ἐκπυηθῆναι κακῶς εἴρηται μιᾶς μεταβολῆς ὄνομα ὑπάρχον. διὸ καί τινες εἰς τὸ γενικώτερον αὐτὸ μεταλαμβάνουσιν εἰς τὸ φθαρῆναι, τοῦτο σημαίνεσθαι λέγοντες ὑπ’ αὐτοῦ. καὶ γὰρ οὕτω φαίνεται γιγνόμενον ὡς μὴ διαμένειν αἷμα τὸ τῆς κατὰ φύσιν χώρας ἐκπεσὸν, ἀλλὰ ποτὲ μὲν ἐκπυΐσκεσθαι, ποτὲ δὲ μελαίνασθαι, ποτὲ δὲ θρομβοῦσθαι, καὶ μάλισθ’ ὅταν εἰς μεγάλην κοιλότητα ἐκπέσῃ παρὰ φύσιν.

Τοῖσι μαινομένοισι κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων τῆς μανίης λύσις.

Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν καλεῖ, οὐχὶ τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρεσις τῶν φλεβῶν τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν ἀπὸ παχέος καὶ μελαγχολικοῦ γενόμενος αἵματος, ὥστε ὠθούσης τῆς φύσεως εἰς ἀκυρώτερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς καὶ μάλισθ’ ὅταν ὦσι μελαγχολικοὶ καὶ παχεῖς, ἥ τε τῶν εἰρημένων παθῶν ἕπεται γένεσις, ἥ τε τῆς μανίας λύσις.

Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομία λύει.

Κάλλιον ἔνιοι γράφουσιν ὁκόσα ἀλγήματα. τὸ γάρ τοι ῥῆγμα μεταβαίνειν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, εἴ γε δὴ διασπωμένου τε καὶ ῥηγνυμένου κατὰ τὸ σαρκῶδες αὐτοῦ μορίου τοῦ μυὸς γίνεται τὸ ῥῆγμα. φαίνεται γοῦν ἐνίοτε πάνυ σαφῶς ἀθροιζόμενον ἐν τῇ τῆς ῥήξεως χώρᾳ τὸ αἷμα καὶ ἡ ἴασις ἐν τῷ διαφορῆσαι τοῦτο κεῖται. τὰ δ’ ἄλλα τὰ κατὰ τὸν νῶτον ἀλγήματα μεθιστάμενα καταῤῥέων ἐργάζεται χυμὸς, ἐνίοτε μὲν καὶ μόνος, ὡς τὰ πολλὰ δὲ καὶ μετὰ φυσώδους καὶ παχέος πνεύματος, ὃν ἐκλαμβάνειν τε χρὴ καὶ κενοῦν διὰ τῆς κατ’ ἀγκῶνα φλεβοτομίας, ὅταν ἐνταῦθα φανεῖται ῥέων· αὐτὸς γὰρ ἐκέλευσε κατὰ τὰς ῥοπὰς τῶν χυμῶν τὰς κενώσεις ποιεῖσθαι. ταὐτὸ δὲ σημαίνει καὶ ἥδε ἡ λέξις, ἀκτέα γὰρ ᾗ ῥέπει, διὰ τῶν συμφερόντων χωρίων. εἰ δὲ περὶ τῶν ῥηγμάτων ὁ λόγος αὐτῷ γέγραπται τὰ κατὰ συμπάθειαν ἀλγήματα γινόμενα ἀκουστέον εἰρῆσθαι καταβαίνειν εἰς τοὺς ἀγκῶνας, οὐκ αὐτὴν τὴν διαίρεσιν τοῦ σαρκώδους μορίου. καὶ μέντοι καὶ ὠφελεῖσθαι δυνατόν ἐστιν ὑπὸ τῆς φλεβοτομίας τὰ τοιαῦτα τῷ κοινῷ λόγῳ τῆς κενώσεως.

Ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέει, μελαγχολικὸν τὸ τοιοῦτον.

Ἐὰν μὴ διά τινας φανερὰς αἰτίας φοβεῖταί τις ἢ δυσθυμῇ φανερῶς ἐστι μελαγχολικὰ καὶ τὰ τοιαῦτα συμπτώματα καὶ μᾶλλον εἰ τύχῃ κεχρονικότα. διὰ μέντοι φανερὰν αἰτίαν ἀρξάμενα, κἄπειτα χρονίζοντα μὴ λανθανέτω σε μελαγχολίαν ἐνδεικνύμενα. καὶ γὰρ καὶ μανία πολλοῖς ἤδη φαίνεται γεγενημένη, διὰ θυμὸν ἢ ὀργὴν ἢ λύπην ἀρξαμένη, αὐτοῦ τοῦ σώματος δηλονότι πρὸς τὸ παθεῖν τὰ παθήματα ταῦτα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιτηδείως ἔχοντος.

Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.

Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν ἐδήλωσεν, οὖ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφαλος. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθομεν δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς καὶ ἐξαιρεῖν ἄμεινον.

Ἐρυσίπελας ἔξωθεν μὲν εἴσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω ἀγαθόν.

Οὐκ ἐρυσίπελας μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο ὁτιοῦν μεθιστάμενον ἐκ τῶν βαθέων τε καὶ κυρίων μερῶν ἐπὶ τὸ δέρμα, τῶν ἀγαθῶν εἶναι σημείων τε ἅμα καὶ αἰτίων ὑποληπτέον ἐστὶν· ἔμπαλιν δὲ μεθιστάμενόν γε ἐπὶ τὸ βάθος τῶν κακῶν. ἀλλὰ καὶ ἄλλα πολλὰ φαίνεται κατὰ τὸ βιβλίον ὁμοίως εἰρηκὼς ὁ Ἱπποκράτης, ὥσπερ τινὰ παραδείγματα τῶν καθόλου λόγων, ἐφ’ ὦν καὶ τὴν τοῦ συμβαίνοντος ἐμπειρίαν ἐναργεστέραν ἔχειν δυνάμεθα· τοιαῦτα γὰρ εἶναι χρὴ τὰ παραδείγματα.

Οἶσιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται παρακοπὴ λύει.

Εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης τοὺς τοιούτους ἀφορισμοὺς ἔγραψεν, οἷον παραδείγματα λόγων γενικωτέρων τε καὶ καθολικωτέρων, εἴτ’ ἄλλοι παρέθεσαν, ἐάσαντες ζητεῖν ἑτέροις, ἐκεῖνο μόνον ἐπ’ αὐτῶν φυλάττοιμεν, ὅπερ καὶ πρόσθεν μὲν εἴρηται καὶ νῦν δὲ ἐπὶ τοῦ καύσου λεχθήσεται. τὰ γὰρ ποιοῦντα τὸν πυρετὸν τοῦτον αἴτια κατὰ τὸ φλεβῶδες ὑπάρχοντα γένος, ὅταν εἰς τὰ νεῦρα μεταστῇ, τρόμον μὲν πρώτως ἐργάζεται, συμπασχούσης δὲ τῆς ἀρχῆς καὶ παραφροσύνας. ὡς οὖν ἐπὶ καύσου ἡ μετάστασις, οὕτω κἀπὶ παντὸς ἄλλου πυρετοῦ δύναται γενέσθαι καὶ ὅλως ἐξ ἀρτηριῶν καὶ φλεβῶν εἰς νεῦρα μετάστασις τῶν λυπούντων χυμῶν, ὥσπερ αὖ πάλιν ἐκ νεύρων εἰς αὐτά. οὐκ ἀκριβῶς οὖν εἴρηκε τὸν καῦσον ὑπὸ τῆς παραφροσύνης λύεσθαι. ταῦτα γὰρ ὀνομάζειν ὁ Ἱπποκράτης ἐπιγινόμενά τισι λύειν αὐτῶν τὴν κατασκευὴν, ὅσα τελέως ἐκθεραπεύει τὸν ἄνθρωπον, οὐχ ὅσα γεννᾷ πάθος ἕτερον οὐδὲν ἧττον τοῦ πρόσθεν ἐπικίνδυνον.

Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου πάντως ἀπόλλυνται.

Ἐμπύους ὀνομάζειν μάλιστα εἴωθε τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ τὸ πῦον ἔχοντας, οὓς ὅπως χρὴ καίειν εἴρηκεν ἐν τῷ μεγάλῳ περὶ παθῶν, οὗ ἡ ἀρχή· ἢν τοῦ πνεύμονος αἱ ἀρτηρίαι. τινὲς δ’ ἐπιγράφουσι τὸ βιβλίον τοῦτο περὶ ἐμπύων. δέονται μὲν οὖν καύσεως οἱ πλεῖστον ἔχοντες πῦον, ὡς ἀπογνῶναι διὰ τῶν πτυσμάτων ἐκκαθαρθῆναι, τοῖς δ’ αὐτοῖς τούτοις καὶ ἡ δύσπνοια γίνεται σφοδρὰ διὰ τὴν στενοχωρίαν, ὥστε καὶ διὰ ταύτην ἡμᾶς ἀναγκάζεσθαι καίειν αὐτούς. ἐπὶ δὲ τῶν ὑδρωπικῶν αἱ παρακεντήσεις ὀνομαζόμεναι μᾶλλον τῶν καύσεων ἐν ἔθει τοῖς ἰατροῖς εἰσιν. ἀλλὰ νῦν γε τὸ κοινὸν παρακεντήσεώς τε καὶ καύσεως, ὅπερ ἐστὶν ἀθρόα κένωσις, ὁ Ἱπποκράτης συμβουλεύει φυλάττεσθαι. φαίνεται γὰρ οὕτως ἀποβαῖνον ὡς λέγει. γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλέον ὡς φάσκοντος αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς τε φερούσης καὶ θάνατον. ὁρῶμεν δὲ ἐπὶ τῶν ἄλλων μορίων, ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας, ἐπισφαλῆ γινομένην τὴν ἀθρόαν κένωσιν, ἔν γε τῷ παραχρῆμα λειποψυχούντων τε καὶ καταπιπτόντων τὴν δύναμιν καὶ μετὰ ταῦτα δυσανάκλητον ἐχόντων τὴν ἀσθένειαν. ἔοικεν οὖν ἐπὶ μὲν τοιούτων ἐκ τῆς ἐπὶ πολὺ τῶν σωμάτων διαστάσεως καὶ τῆς τοῦ πύου δριμύτητος, ἀνεστομῶσθαί τινα τῶν ἀρτηριωδῶν ἀγγείων, ἃ πρότερον μὲν οἷον ἐπίπωμά τι τὸ πῦον εἶχε, κενωθέντι δ’ ἀθρόως τῷ πύῳ συνέπεται καὶ συνεκκρίνεται πνεῦμα καὶ κατὰ τοῦτο ἡ βλάβη γίνεται τοῖς κάμνουσιν. κατὰ μέντοι τοὺς ὑδέρους οὐ διὰ τοῦτο μόνον βλάβη γίνεται τοῖς κάμνουσιν, ἀλλὰ καὶ ὁ τοῦ σπλάγχνου σκίῤῥος, ὡς ἃν μηκέτ’ ὀχούμενος ὑπὸ τῆς ὑδατώδους οὐσίας, κατασπᾷ τό τε διάφραγμα καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα.

Εὐνοῦχοι οὐ ποδαγριῶσιν οὐδὲ φαλακροὶ γίνονται.

Τοὺς εὐνούχους τὸ τῆς τομῆς τῶν ὄρχεων πάθος ὁμοίους ταῖς γυναιξὶ ποιεῖ. ἐκείναις οὖν ὥσπερ οὐ γίνεται φαλάκρωσις, οὕτως οὐδὲ τοῖς εὐνούχοις διὰ τὸ ψυχρὸν τῆς κράσεως. τὸ μέντοι μὴ ποδαγριᾷν αὐτοὺς ἐν μὲν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦν ἀληθὲς, ἐν δὲ τῷ νῦν οὐκέτι, διὰ τὴν ὑπερβάλλουσαν ἀργίαν τε ἅμα καὶ ἀκολασίαν τῆς διαίτης. ἔχει δὲ ὧδε τὸ σύμπαν· ἀναγκαῖον μὲν ἀσθενεστέρους ἔχειν τοὺς πόδας, μέλλει τις ἁλῶναι ποδάγρα, καθάπερ τὸν ἐγκέφαλον, εἰ μέλλει τις ἐπιληπτικὸς ἔσεσθαι. οὐ μὴν ἀναγκαῖόν γε πάντως ἑκάτερον ἁλῶναι τῷ πάθει μηδὲν ἐν τῷ βίῳ πλημμελοῦντα. μαθήσῃ δὲ ἐναργῶς ὅτι τοῦ μέρους ἡ ἀσθένεια τὸ πάθος οὐχ ἱκανὴ ποιεῖν ἐστιν ἐν τῷ μεταξὺ χρόνῳ τῶν παροξυσμῶν, ἐν ᾧ μηδὲν ὅλως ἐνοχλοῦνται, καίτοι τῆς φυσικῆς ἀσθενείας διὰ παντὸς ὑπαρχούσης αὐτῇ. εὔδηλον δὲ καὶ τοῦτ’ ἔστιν ἐπὶ τῶν ποδαγρικῶν ἐναργῶς φαινόμενον, ὡς ἐπιῤῥέοντος αὐτοῖς τινος ἐπὶ τοὺς πόδας χυμοῦ περιττοῦ συνίσταται τὸ πάθος. ἐὰν οὖν μηδέποθ’ οὗτος ἐπιῤῥέει, πρόδηλον ὡς οὐδὲ τὸ πάθος ἔσται ποτὲ, οὐκ ἐπιῤῥυήσεται δὲ διὰ παντὸς, εἰ τὸ σῶμα γενήσεται δ’ ἀπέριττον, ἐὰν γυμνάζηται τὰ μέτρια καὶ πέττῃ καλῶς ὁ ἄνθρωπος τὴν τροφὴν, ὅθεν ἀργίαι τε καὶ ἀδηφαγίαι βλάπτουσιν αὐτούς. βλάπτουσι δὲ καὶ τῶν ἰσχυρῶν καὶ πολλῶν οἴνων αἱ πόσεις καὶ μάλισθ’ ὅταν ἄνευ τοῦ προεδηδοκέναι τις αὐτῶν προσφέρηται. πληροῦσι γὰρ ἑτοίμως οἷ τοι τὸ νευρῶδες γένος, ὥσπερ καὶ αἱ συνουσίαι. κατὰ μὲν τοὺς Ἱπποκράτους χρόνους ὀλίγοι παντάπασιν ἐποδαγρίων, διὰ τὸ τοῦ βίου κόσμιον, ηὐξημένης δὲ τῆς τροφῆς εἰς τοσοῦτον ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ὡς ἂν μηδ’ ἐπινοεῖν ἔστι προσθήκην αὐτῇ, ἄπειρόν τι τὸ πλῆθος τῶν ποδαγριώντων ἐστίν. ἐνίων μὲν οὖν οὔτε γυμναζομένων καὶ πρὸ τῆς τροφῆς πινόντων οἴνους ἰσχυροὺς, ἀφροδισίοις τε χρωμένων ἀμέτρως. ἐνίων δὲ, εἰ καὶ μὴ περὶ πάντα, καθ’ ἓν γοῦν ἢ δεύτερον ὧν εἶπον πάντως ἁμαρτανόντων. ἀλλ’ ὅταν ἡ πλημμέλεια γίνηται μεγάλη, πολλάκις ἐξαρκεῖ καὶ μόνον ἕν τι τῶν εἰρημένων ἁμαρτηθέν. διὰ τοῦτο γοῦν καὶ οἱ εὐνοῦχοι ποδαγριῶσιν, εἰ καὶ ὅτι μάλιστα τῶν ἀφροδισίων ἀπέχονται. τηλικαύτη γοῦν ἔστιν ἥ τε ἀργία καὶ ἡ ἀπληστία ἐπ’ αὐτῶν καὶ οἰνοφλυγία, ὥστε καὶ τῶν ἀφροδισίων χωρὶς ἁλῶναι δύνασθαι ποδάγρᾳ. τὰ δ’ αὐτὰ δηλονότι κἀπὶ τῶν ἀρθριτικῶν εἰρῆσθαι νόμιζε. τοὐπίπαν γὰρ ἅπαντες οἱ ἀρθριτικοὶ πρότεροι γίνονται ποδαγρικοί. προσελήλυθε δὲ ταῖς εἰρημέναις αἰτίαις, δι’ ἃς νῦν ποδαγριῶσι πολλοὶ, καὶ τὸ πατέρων τοὺς πλείστους γεγονέναι καὶ πάππων ἤδη ποδαγρικῶν, ἐφ’ ὧν δηλονότι τὸ σπέρμα μοχθηρότερον ἦν καὶ διὰ τοῦτο καὶ τοῖς ἐγγόνοις ἰσχυροτέραν τοῖς μορίοις εἰργάσατο τὴν ἀσθένειαν.

Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλείπῃ.

Τῷ λόγῳ τῶν κενώσεων οὐ ποδαγριῶσιν αἱ γυναῖκες. ἐδείχθη γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ χωρὶς τῆς κατὰ του χυμοὺς περιουσίας ἐκ μόνης τῆς τῶν μορίων εὐπαθείας μὴ δυναμένη συστῆσαι ποδάγρα. ἀλλὰ κἀνταῦθα πάλιν ἔμπροσθεν μὲν ἀληθὲς ἦν τὸ χωρὶς τοῦ τελέως ἐκλιπεῖν τὰ καταμήνια, διὰ τὴν σμικρότητα τῶν ἁμαρτημάτων ὧν ἔμπροσθεν ἡμάρτανον αἱ γυναῖκες. νυνὶ δὲ διὰ τὸ μέγεθος αὐτῶν ἔνιαι ποδαγριῶσι, πρὶν ἐκλιπεῖν τὰ καταμήνια, παμπόλλαις μὲν ἐλλιπῶς γινομένων, ὀλίγαις δὲ καὶ συμμέτρως.

Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιάζειν.

Ὅτι μεγίστην δύναμιν εἰς ποδάγρας γένεσιν ἡ τῶν ἀφροδισίων ἔχει χρῆσις εὔδηλον κἀπὶ τῶν παιδίων, ὥσπερ ὀλίγον ἔμπροσθεν κἀπὶ τῶν εὐνούχων ἔλεγεν. εὐνούχους μὲν οὖν ἑωράκαμέν τινας ποδαγριῶντας, παῖδας δ’ οὐκ εἴδομεν. ἀλλ’ εἰ καί τις ἑάλω τοιούτῳ πάθει, μετὰ τοῦ καὶ τὰ γόνατα καὶ τὰ κατὰ τὰς χεῖρας ἄρθρα συνεξοιδῆσαι πέπονθεν ἀρθριτικὸν τρόπον τινὰ αἰφνίδιον, ὑπὸ πληθώρας ἐκ πολλῶν ἀπεψιῶν ἀθροισθείσης.

Ὀφθαλμῶν ὀδύνας ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει.

Ἐκ πείρας μοι δοκεῖ μᾶλλον, οὐκ ἐκ λόγου τινὸς ἐγνωκέναι τῶν εἰρημένων ἕκαστον ὁ Ἱπποκράτης· οὐδὲν γὰρ θαυμαστὸν ὀδυνώμενον ἄνθρωπον ἐπὶ λουτρὸν ὁρμήσαντα παύσασθαι τῆς ὀδύνης ἢ κωλυόμενον οἶνον πιεῖν, εἴτ’ οὐδὲν ὠνηνάμενον, ὁρμῆσαι πρὸς αὐτὸν ὄντα καὶ ἄλλως οἰνόφλυγα, κἄπειτα ὠφεληθῆναι. καθάπερ οὖν καὶ ἄλλα πολλὰ τῶν οὕτως ὁραθέντων ἐγράφη τοῖς ἰατροῖς ἀδιορίστως, οὕτω κἀνταῦθα δοκεῖ μοι γεγράφθαι, μήτε λογικῶς εἰπόντος αὐτοῦ τὰς διαθέσεις μήτ’ ἐμπειρικῶς τὰς συνδρομάς. τό γε μὴν ἐκ τῶν οὕτω γραφομένων λόγων χρήσιμον ἡμῖν ἐστιν εἰς τὸ ζητῆσαι τὰς διαθέσεις ἐφ’ αἷς ἀκρητοποσίη τε καὶ λουτρὸν ἕκαστόν τε τῶν εἰρημένων ἐφεξῆς ὀνίνησιν, ὅπερ κἀμοὶ συνέβη. τὸ μὲν γὰρ ὅτι πάντως εἰσί τινες τῶν ὀδυνωμένων ὀφθαλμοὺς, οἱ μὲν ἀκρητοποσίαις, οἱ δὲ λουτροῖς ὠνηνάμενοι, πιστεύων Ἱπποκράτει ἐπεπείσμην. οὐ γὰρ ἂν ἔγραψεν αὐτὸ μὴ θεασάμενος, οὐ μὴν ὑπό γε τῶν διδασκάλων τινὸς ἐθεασάμην ποτὲ τοιοῦτον βοήθημα προσενεχθὲν κάμνοντι. ζητήσας οὖν πάσας τὰς διαθέσεις, ἐφ’ αἷς ἀναγκαῖόν ἐστιν, οὐ κατὰ τὸν ὀφθαλμὸν μόνον, ἀλλὰ καὶ κατ’ ἄλλα μόρια γίνεσθαι τὰς ὀδύνας, εἶτ’ ἐμαυτὸν πείσας εὑρηκέναι. τοὐτεῦθεν ἐσκεψάμην αὐτῶν τὰ γνωρίσματα, κἀπειδὴ καὶ περὶ τούτων ἐπείσθην, ἐτόλμησα προσαγαγεῖν τὰ βοηθήματα τοῖς ὀδυνωμένοις· καὶ πρῶτον μὲν ἔλουσα νεανίσκον ὃν εὐλόγως ὁ θεραπεύων πεφλεβοτόμηκε κατὰ τὴν δευτέραν ἡμέραν ἀπ’ ἀρχῆς, εἶθ’ ἑξῆς ἐθεράπευσε τοῖς διὰ πείρας φαρμάκοις, φλεγμονῆς μόνης οὔσης κατὰ τοὺς ὀφθαλμούς. ὠδυνᾶτο δὲ κατά τινας εἰσβολὰς σφοδρότατα καθ’ ἃς αὐτὸς ἔφασκεν αἰσθάνεσθαι δριμέων ὑγρῶν ἀθρόως ἐπιῤῥυέντων τοῖς ὀφθαλμοῖς, εἶτ’ ἐκκριθέντων αὐτῶν ἐπαύετο τὸ σφοδρότατον τῆς ὀδύνης, οὐ μὴν παντάπασιν ἀνώδυνος ἐγίγνετο, καὶ τοῦτο αὐτὸ συνέβη δι’ ὅλης τῆς πέμπτης ἡμέρας, ἀεὶ καὶ μᾶλλον αὐξανόμενον, οὐκέτ’ οὖν φέρων τὴν ὀδύνην ἐκάλεσεν ἐμέ τε καὶ τῶν ὀφθαλμικῶν ἰατρῶν τινα τῶν τότε ὄντων ἐν Ῥώμῃ τὸν δοκιμώτατον· ἐκείνῳ μὲν οὖν ἐδόκει τότε χρῆσθαί τινι κολλυρίῳ τῶν ἐμπλαστικῶν τε ἅμα καὶ ἀνωδύνων, οἷα τά τε διὰ ψιμυθίου πεπλυμμένου καὶ ἀμύλου καὶ μήκωνος συντιθέμενα. μάλιστα γὰρ ἂν οὕτως ἀνασταλήσασθαι τὸ ἐπιῤῥέον ἤλπιζε διὰ τῶν ἐμπλαστικῶν, ναρκωθήσεσθαί τε ἅμα διὰ τῶν ναρκωτικῶν τὴν αἴσθησιν. ἐγὼ δ’ ἐξ ἀρχῆς ἀπόπτως ἔσχηκα πρὸς τὰ τοιαῦτα τῶν φαρμάκων· οὔτε γὰρ ἀναστέλλει τὰ σφοδρὰ τῶν ῥευμάτων, ἀλλ’ ἐκκρίνεσθαι κωλύει καὶ διὰ τοῦτο δριμέων μὲν ὄντων αὐτῶν ἑλκοῦσθαι συμβαίνει τὸν κερατοειδῆ· πολλῶν δὲ διατείνεσθαί τε καὶ παροξύνεσθαι σφοδρῶς, ὥσπερ ῥηγνύμενον, ἐφ’ οἷς εἰ μὴ καὶ μεγάλως εἴη ναρκωτικὸν τὸ φάρμακον, ἀφορήτους συμβαίνει εἶναι τὰς ὀδύνας. εἰ δ’ οὕτως εἴη ναρκωτικὸν ὡς καὶ τῆς μεγίστης φλεγμονῆς ἀναισθήτους ἐργάζεσθαι τοὺς ὀφθαλμοὺς, ἀναγκαῖόν ἐστιν ἅμα κακοῦσθαι τὴν ὀπτικὴν δύναμιν, ὡς μετὰ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν ἢ παντελῶς ἀμυδρὸν ἢ μηδ’ ὅλως αὐτοὺς ὁρᾷν, ἅμα δ’ ὑπολείπεσθαί τινα σκιῤῥώδη διάθεσιν ἐν τοῖς χιτῶσι δυσίατον. ἅτε οὖν ταῦτα γινώσκων, ὁρῶν τε τὸ ἐπιῤῥέον οὐκ ὀλίγον ἰσχυρῶς τε δριμὺ καὶ θερμὸν, ἐνόησα χρήσασθαι πυρίᾳ πρότερον, ἕνεκα πείρας, ὡς ἐξ αὐτῆς ἀκριβέστερον εἰσόμενος, ὁποία τίς ἐστιν ἡ διάθεσις. εἴωθε γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρία παρηγορεῖν μὲν ἄχρι τινὸς, ἐπικαλεῖσθαι δ’ ἕτερον ῥεῦμα. καθ’ ὃν γὰρ λόγον διαφορεῖν πέφυκε τὸ περιεχόμενον ἐν τοῖς ὀφθαλμοῖς, κατὰ τὸν αὐτὸν λόγον ἕλκειν ἕτερον ἐκ τῶν πλησίων· ἀλλ’ ἅμα γε τῷ κελεῦσαί με τό θ’ ὕδωρ κομισθῆναι τὸ θερμὸν καὶ τὸν σπόγγον, αὐτὸς ὁ κάμνων ἔφη πεπειρᾶσθαι ἤδη πολλάκις δι’ ὅλης ἡμέρας τοῦ βοηθήματος, παρηγοροῦντος μὲν αὐτὸν, ὀλίγῳ δ’ ὕστερον ὀδύνην μείζονα ἐπιφέροντος. ἀκούσας οὖν ἐγὼ τοῦτον τὸν μὲν ὀφθαλμικὸν ἰατρὸν ἀπέλυσα, παραμένειν αὐτὸς ὑποσχόμενος καὶ ποιήσειν ἀνώδυνον τὸν κάμνοντα χωρὶς φαρμάκου ψυκτικοῦ, τῷ λουτρῷ δὲ αὐτίκα χρησάμενος καὶ μόνῳ, οὕτως ἀνώδυνον εἰργασάμην αὐτὸν, ὡς δι’ ὅλης νυκτὸς κοιμηθῆναι, μηδ’ ἅπαξ καλέσαντα τῶν παρακοιμωμένων μηδένα. τοὐτεῦθεν δὲ λοιπὸν ἐφ’ ὧν ἐσημειωσάμην ἐπιῤῥεῖν μὲν τοὺς δριμεῖς χυμοὺς τοῖς ὀφθαλμοῖς, οὐ μὴν ἔτι γε πληθωρικὸν εἶναι τὸ σῶμα, βαλανείου χρήσει τὴν ὀδύνην αὐτῶν ἰασάμην. ἄλλον δὲ τινα νεανίσκον ἡμερῶν μὲν ἤδη πλειόνων ὀφθαλμιῶντα, κατ’ ἀγρὸν οὐκ ἐγγὺς ὄντα τῆς πόλεως, ὕστερον δ’ ὡς ἐν αὐτοῖς διέμενεν, ἀφικόμενον εἰς τὴν πόλιν ἰδὼν αὐχμηροὺς μὲν ἔχοντα τοὺς ὀφθαλμοὺς, ἰσχυρῶς δ’ ὠγκωμένας καὶ πλήρεις αἵματος τὰς κατ’ αὐτοὺς φλέβας, ἐκέλευσα λουσάμενον ἀκρατεστέρῳ χρῆσθαι τῷ πώματι, οὕτω πειραθῆναι καθυπνῶσαι· καὶ τοίνυν ὕπνος τε βαθὺς αὐτῷ γίνεται καὶ ἀνώδυνος ἕωθεν ἀνέστη καί μοι θάρσος ἐνεποίησεν, ἐφ’ ὧν ἐστιν ἔνστασις αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πληθωρικῆς διαθέσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρῆσθαι πόσει δυναμένου καὶ κενοῦν τὸ αἷμα καὶ τῷ σφοδρῷ τῆς κινήσεως ἐκφράττειν τὰς ἐνστάσεις. ταυτὶ μὲν οὖν ἀγωνιστικὰ βοηθήματα τῆς κατ’ ὀφθαλμοὺς ὀδύνης. ἀσφαλέστατον δ’ ἡ πυρία καὶ πάντως τινὰ χρείαν παρέχον ἢ ὡς σημεῖον εἰς διάγνωσιν ἢ ὡς αἴτιον ὑγιείας τοῖς ὀφθαλμοῖς. ὅταν μὲν γὰρ μηκέθ’ ὅλως ἐπιῤῥέῃ, κατὰ μὲν τὴν πρώτην προσφορὰν, αὐτῷ τῷ θερμαίνειν μόνῳ παρηγορίαν τινὰ μετρίαν ἤνεγκεν, ὀλίγῳ δ’ ὕστερον αὐξάνει τὴν ὀδύνην καὶ γίνεται τηνικαῦτα διαγνωστικὸν σημεῖον ὡς καταμαθόντας ἡμᾶς τὴν διάθεσιν ἐπί τινα κένωσιν ὅλου τοῦ σώματος ἀφικέσθαι, πληθωρικοῦ μὲν ὄντος αὐτοῦ διὰ φλεβοτομίας, κακοχύμου δὲ διὰ καθάρσεως. οὐ γὰρ δὴ χαλεπόν γέ σοι διακρῖναι κακοχυμίαν ἀπὸ πλήθους αἵματος.

Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.

Ὥσπερ τὸ ψελλίζεσθαι τῆς διαλέκτου πάθος ἐστὶν, οὐ τῆς φωνῆς, οὕτω καὶ τὸ τραυλίζειν μὴ δυναμένης τῆς γλώττης ἀκριβῶς ἐκείνας διαρθροῦν τὰς φωνὰς, ὅσαι διὰ τοῦ τ καὶ ρ λέγονται, καθάπερ αὐτήν τε ταύτην τὴν τραύλωσιν καὶ ὁμοίως τάσδε, τρέχει, τρέμει, τραχὺς, τροχὸς, τρυφερὸς ὅσαι τε ἄλλαι παραπλήσιαι. δέονται γὰρ αἱ τοιαῦται πᾶσαι τῆς γλώττης μετὰ τοῦ πλατύνεσθαι στηριζομένης ἐπὶ τοῖς προσθίοις ὀδοῦσιν. ὅταν οὖν ἀτονωτέρα τισὶ ὑπάρχῃ, στηρίζεται χεῖρον καὶ οὐ διαρθροῖ τὸν τοῦ τ καὶ ρ φθόγγον, ἀλλ’ ἐπὶ τὸν τ καὶ λ μεταπίπτει. δύναται δ’ αὐτῇ γενέσθαι τοῦτο καὶ διότι βραχυτέρα πώς ἐστι τοῦ προσήκοντος, ὅπερ ἐστὶ σπανιώτατον· ἀλλὰ καὶ διότι μαλακωτέρα τε καὶ ὑγροτέρα τὴν κρᾶσιν ἡ τραύλωσις γίνεται. οὕτω γοῦν καὶ τὰ παιδία τραυλίζει παραπλησίου τοῦ συμβαίνοντος αὐτοῖς ὑπάρχοντος οἷόν τι καὶ περὶ τὴν βάδισιν γίνεται. καὶ γὰρ καὶ ταύτην τὰ μὲν οὐδ’ ὅλως, τὰ δ’ οὐχ ἱκανῶς ἔχει τῶν σκελῶν αὐτοῖς διὰ μαλακότητα στηρίζεσθαι βεβαίως ἀδυνατούντων. ἐνίοις δὲ καὶ τῶν τελείων, ὅταν διαλεγόμενοι κάμνωσι, συμβαίνει τραυλίζειν, ὥσπερ καὶ τοῖς ἐπὶ τὸ πλεῖστον αὐλήσασιν, οὕτω δὲ καὶ τοῖς ἐν νόσῳ κεκμηκόσιν ἰσχυρῶς τὴν δύναμιν, ὥσπερ γε καὶ διὰ τὸ σφοδρότερον ξηρανθῆναι τὴν γλῶτταν ἐνίοις. ἀλλ’ ἡ τοσαύτη ξηρότης οὐδενὶ τῶν κατὰ φύσιν ἐχόντων ὑπάρξαι δύναται. καὶ διὰ τοῦτο μόνης ὑγρότητος ἀμέτρου σύμπτωμά ἐστιν ἐν τοῖς φύσει τραυλοῖς ἡ τῆς διαλέκτου βλάβη μὴ δυναμένων τῶν μυῶν τῆς γλώττης ἐγκρατῶς στηρίζεσθαι. τοῦτο δὲ αὐτοῖς συμβαίνειν ἐγχωρεῖ μὲν καὶ διὰ τὴν οἰκείαν ἀῤῥωστίαν, ἐγχωρεῖ δὲ καὶ διὰ τὴν τῶν νεύρων, ὧν παρ’ ἐγκεφάλου λαμβάνει δηλονότι. καὶ οἱ μεθύοντες οὖν ἐνίοτε τραυλίζουσι, τοῦτο μὲν ὑγρότητι πολλῇ διαβρεχομένου τοῦ ἐγκεφάλου, τοῦτο δ’ ὑπὸ πλήθους αὐτῆς βαρυνομένου. συμβήσεται γοῦν οὕτω καὶ τοῖς φύσει τραυλοῖς ἤτοι τὸν ἐγκέφαλον ὑγρὸν ὑπάρχειν ἢ τὴν γλῶτταν ἢ ἀμφότερα. τοῦ μὲν οὖν ἐγκεφάλου τοιαύτην ἔχοντος κρᾶσιν ἀποῤῥεῖν μὲν εἰκός ἐστι περιττωμάτων ὑγρῶν πλῆθος, ὑποδέχεσθαι δὲ αὐτὰ καταῤῥέοντα τὴν γαστέρα, κἀντεῦθεν ἁλίσκεσθαι διαῤῥοίαις μακραῖς τὸν ἄνθρωπον. τῆς γλώττης δ’ αὐτῆς ὑγροτέρας οὔσης σφόδρα φύσει καὶ τὴν κοιλίαν εἰκὸς εἶναι τοιαύτην, ὡς ἂν θατέρου τῶν χιτώνων αὐτῆς κοινοῦ πρὸς τὴν γλῶτταν ὑπάρχοντος, ἀσθενοῦς δὲ δι’ ὑγρότητα, κοιλίας δ’ οἰκεῖον πάθημα, χρονία διάῤῥοια.

Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.

Τοὺς ὀξυρεγμιώδεις ὀξεῖαν ἔχοντας ἐρυγὴν σπανίως φησὶν ἁλίσκεσθαι πλευρίτισι· τὸ γὰρ οὐ πάνυ τῶν σπανίως γιγνομένων δηλωτικόν ἐστιν, οὐ τῶν οὐδ’ ὅλως, ὡς ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἔγραψαν. εἴρηται δ’ ἡμῖν ἐν τοῖς περὶ πλευρίτιδος λόγοις ὡς ἡ μὲν ἅμα τοῖς ὠχροῖς τε καὶ ξανθοῖς πτύσμασιν ἐπὶ χολώδεσι γίνεται χυμοῖς, ἡ δ’ ἅμα τοῖς ἀφρώδεσι ἐπὶ φλεγματικοῖς. ὥσπερ καὶ ἡ μὲν ἅμα τοῖς μελαντέροις ἐπὶ τοῖς μελαγχολικοῖς, ἡ δ’ ἅμα τοῖς ἐρυθροῖς ἐπ’ αὐτῷ τῷ αἵματι. φλεγμονὴ μὲν γάρ ἐστι περὶ τὸν ὑπεζωκότα καλούμενον ὑμένα ἡ τῶν πλευριτικῶν διάθεσις. ἁπάσης δὲ φλεγμονῆς γινομένης ὑπὸ πλεονεξίας τινὸς χυμοῦ κατὰ τὴν ἐκείνου φύσιν, τό τε τῶν πτυσμάτων εἶδος ἐπιγίνεται τοῖς πλευριτικοῖς ἥ τε τῆς σωτηρίας, ἥ τε τοῦ θανάτου προσδοκία. καταδέχεσθαι δ’ οὐχ ὁμοίως πεφύκασι τοὺς χυμοὺς οἵ θ’ ὑμένες καὶ ὁ πνεύμων. πυκνὴ μὲν γὰρ καὶ ἡ τῶν ὑμένων φύσις, ἀραιὸς δὲ πάντῃ καὶ μανὸς ὁ πνεύμων ἐστὶν, ὥστε τούτῳ μὲν ἅπαντας ἕτοιμον δέχεσθαι τοὺς χυμοὺς, τῷ δ’ ὑπεζωκότι τοὺς χολώδεις μᾶλλον. διὰ τοῦτο οὖν οἷς φύσει πλεονάζει τὸ φλέγμα, σπανίως ἁλίσκονται πλευρίτισι καὶ μάλιστ’ ἐὰν ἁλυκότητά τινα καὶ δριμύτητα προσλάβῃ. τὸ γὰρ τοιοῦτον δάκνον τὰ ἔντερα πρὸς τὴν διαχώρησιν ἐρεθίζει καὶ συμβαίνει τηνικαῦτα μὴ μόνον τῷ φλέγματι κενοῦσθαι, συναπέρχεσθαι δ’ αὐτῷ πολλὰ καὶ τῶν ἄλλων περιττωμάτων. ἔλεγε δ’ αὐτὸς ἐν τῷ περὶ ὑδάτων τε καὶ τόπων καὶ ἀέρων ἥκιστα πλευρίτισί τε καὶ τοῖς ἄλλοις νοσήμασι ἁλίσκεσθαι τοὺς ὑγρὰν ἔχοντας φύσει τὴν γαστέρα.

Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται, ὁκόσοις δ’ ἂν φαλακροῖς ἐοῦσι κιρσοὶ ἐπιγίνωνται, πάλιν οὗτοι γίνονται δασέες.

Ὁπόταν ἐν ἀνδρὸς φρονίμου συγγράμματι λόγος εὑρεθῇ προφανῶς ψευδὴς, εἰκότως ἀπορεῖσθαι συμβαίνει τοὺς ἀναγινώσκοντας αὐτὸν καὶ πρῶτον μὲν ἑαυτοῖς ἀπιστεῖν, ὡς μηδὲ τὰ φανερὰ γινώσκουσι, εἶθ’ ἑξῆς ὑποπτεύειν, μή τι τῶν ὑποκειμένων ψευδὲς εἴη. τίς γὰρ οὐκ οἶδε ἀνίατόν τι πάθημα τὴν φαλάκρωσιν ὑπάρχουσαν; ἀλλὰ καὶ τὸ μηδέποτε ἐπιγίνεσθαι μεγάλους κιρσοὺς τοῖς φαλακροῖς οὐκ ἀληθὲς, ὥσπερ οὐδὲ τὸ γενομένων κιρσῶν παύεσθαι τὴν φαλάκρωσιν, εἰ μή τι ἄρα, καθάπερ ἔνιοί φασι, τὴν καλουμένην ὑπὸ τῶν ἰατρῶν μαδάρωσιν ὀνομάζει φαλάκρωσιν. ἐκείνη γὰρ ὑπὸ μοχθηρῶν χυμῶν γιγνομένη, καθάπερ αἵ τε ὀφιάσεις καὶ ἀλωπεκίαι ὀνομαζόμεναι, μεταστάντων εἰς τὰ σκέλη τῶν φαύλων χυμῶν ἐργάζεσθαι δύνανται κιρσοὺς, ἀνακτήσασθαί τε τὰς τρίχας. εἰ γὰρ ἔμπροσθεν ὑπὸ μοχθηρῶν χυμῶν φθειρομένων αὐταῖς τῶν ῥιζῶν ἡ διαφθορὰ συνέβαινεν, εἰκότως νῦν ἐπὶ τῇ μεταστάσει τῶν χυμῶν, εἰς τὴν κατὰ φύσιν ἐπανήξουσι κατάστασιν.

Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγινομένη κακόν.

Ἐπιγίνεσθαι τοῖς πάθεσιν ἕτερα πάθη τε καὶ συμπτώματα τοῖς παλαιοῖς ἰατροῖς ἔθος ἐστὶ λέγειν ὅσα κατὰ τὸν αὐτοῦ πάθους λόγον αὐξανομένου συμβαίνειν εἴωθε. τοιοῦτον γάρ τι καὶ τὸ τῶν ἐπιγινομένων ἐστὶ Πραξαγόρου βιβλίον. οὕτω δὲ καὶ νῦν εἴρηται ἐπὶ τῆς βηχός· οὐ γὰρ ἐπειδὰν δι’ ἄλλην τινὰ γένηται πρόφασιν, ὑδερικῷ βὴξ ὀλέθριόν ἐστι σημεῖον, ἀλλ’ ὅταν αὐτῷ τῷ λόγῳ τοῦ νοσήματος. ἡνίκα γὰρ ἂν ἐς τοσοῦτον αὐξηθῇ πλῆθος ἐπὶ τῶν ὑδερικῶν παθῶν ἡ ὑδατώδης ὑγρότης, ὡς ἤδη καὶ τὰς τραχείας ἀρτηρίας καταλαμβάνειν, εἶτα βὴξ ἐπιγένηται, τότε κίνδυνος ἕπεται πνιγῆναι τὸν ἄνθρωπον οὐκ εἰς μακράν.

Δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

Οὐδ’ οὗτος ὁ λόγος ὑγιής ἐστιν, εἰ μὴ προσλάβῃ τὸν καὶ συνδεσμὸν, ὥστε γενέσθαι τὸν ἀφορισμὸν τοιόνδε, δυσουρίην καὶ φλεβοτομία λύει. ὄντως γὰρ καὶ φλεβοτομία λύει δυσουρίαν, ἐκείνην δηλονότι τὴν διὰ φλεγμονὴν καὶ πλῆθος γεγενημένην. τὸ δὲ τέμνειν τὰς εἴσω περὶ τῶν ἐν ταῖς χερσὶ φλεβῶν λεγόμενον, οὔτ’ ἀληθές ἐστιν, οὔτε ὁμολογούμενον Ἱπποκράτει. φαίνεται γὰρ ἐν ἅπασι τοῖς συγγράμμασιν ἐπὶ μὲν τῶν ἀνωτέρω τοῦ ἥπατος ἐκ τῶν χειρῶν ἀποχέων τοῦ αἵματος, ἐπὶ δὲ τῶν κατωτέρω τὰς κατὰ ἰγνὺν ἢ σφυρὸν κελεύων τέμνειν. εἰ δὲ περὶ τούτων αὐτῶν εἰρῆσθαί τις ὑπολάβοι τὸ τέμνειν τὰς εἴσω, μικρὰν τοῦτο δύναμιν ἔχει. ἀπὸ μιᾶς γὰρ ἀμφότερα πεφύκασι φλεβὸς τῆς ἐν ἰγνύι τριχῇ σχισθείσης, ὅτι καὶ μία φλέψ εἰς τοῦθ’ ἥκει τὸ κῶλον, οὐχ ὥσπερ ἐπὶ τῆς χειρὸς δύο. βέλτιον οὖν ἐστι καὶ τοῦτον τὸν ἀφορισμὸν ἕνα τῶν παρακειμένων ὑπολαβεῖν.

Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ τραχήλῳ ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα.

Ἀληθὴς ὁ λόγος καὶ ἡ αἰτία πρόδηλος, εἴ γε ἐκ τῶν διὰ βάθους τε καὶ κυριωτέρων μορίων εἰς τὸ δέρμα μεθίστασθαι τὰ πάθη λυσιτελεῖ.

Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον. θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι δὲ πολὺν χρόνον διατελοῦσιν.

Κρυπτοὺς καρκίνους εἴρηκεν ἤτοι τοὺς χωρὶς ἑλκώσεως ἢ τοὺς κεκρυμμένους, ὅπερ ἐστὶ μὴ φαινομένους ὃ πάλιν ἴσον δύναται τῷ διὰ βάθους εἶναι τοῦ σώματος. ἀλλὰ καὶ τὸ θεραπεύειν διττόν ἐστιν· ἓν μὲν τὸ πάντα πράττειν ὡς ὑγιὲς ἀποφῆναι τὸ πεπονθὸς μέρος, ἕτερον δὲ τὸ προνοεῖσθαι τὴν ἁρμόττουσαν τῷ πάθει πρόνοιαν, ὅπερ ἐστὶ παρηγορεῖν τε καὶ πραΰνειν αὐτὸ, καὶ μάλισθ’ ὅταν ᾖ μεθ’ ἑλκώσεως. ἀναγκαῖον γὰρ εἰ καὶ μηδὲν ἄλλο τηνικαῦτα τοὺς ἰχῶρας ἀποπλύνειν ὑγρῷ τινι χρώμενον, ὅπερ οὐ τὸ τυχὸν εἶναι προσήκει, ἀλλ’ ὅ τί περ ἂν ἤτοι διὰ πείρας ἢ δι’ ἐνδείξεως εὑρεθῇ μήτε σήπειν πεφυκὸς μήτ’ ἐρεθίζειν τὸ πεπονθὸς μέρος. ταύτης μὲν οὖν τῆς θεραπείας οὔτ’ ἀφίστασθαι προσήκει οὔθ’ οἱ χωρὶς ἑλκώσεως δέονται καρκίνοι. τῆς δ’ ἐκ τοῦ τεμεῖν καὶ καῦσαι ἃ μόνῳ καρκίνῳ γινομένῳ ἐστὶν ἰάματα, συμβουλεύει μὴ προσάγεσθαι κατὰ τοὺς κρυπτοὺς καρκίνους. ὅτι μὲν οὖν οἱ ἐν τῷ βάθει διὰ τῆς τοιαύτης ἀγωγῆς οὐ θεραπεύονται καὶ ἡ πεῖρα διδάσκει. πάντας γὰρ οἶδα τοὺς ἐπιχωρήσαντας ἰᾶσθαι καρκίνους τοιούτους παροξύναντας μᾶλλον αὐτοὺς, ἐν τάχει τε τοὺς ἀνθρώπους ἀποκτείναντας. οἵ τε γὰρ τὸν ἐν τῷ οὐρανίσκῳ συστάντα καὶ τὸν ἐν τῇ ἕδρᾳ καὶ τὸν ἐν τῷ κρυπτῷ τῷ γυναικείῳ τεμόντες καὶ καύσαντες οὐκ ἠδυνήθησαν ἀπουλῶσαι τὰ ἕλκη καὶ τῇ τῆς ἰάσεως ταλαιπωρίᾳ συνέτηξαν τοὺς ἀνθρώπους ἄχρι θανάτου, οἷς ἐνῆν μὴ θεραπευομένοις ἀλυπότερον ἄχρι πλείονος ἐξαρκέσαι χρόνου. τοὺς μὲν οὖν τοιούτους καρκίνους οὐδ’ ὅλως ἐπιχειρητέον ἰᾶσθαι, τοὺς δ’ ἐπιπολῆς ἐκείνους μόνους οὕς ἐκτεμεῖν οἶόν τε σὺν ταῖς ῥίζαις αὐταῖς, ὡς ἂν εἴποι τις. οὐδὲν γὰρ χεῖρον οἱονεὶ ῥίζας τινὰς ὀνομάσαι τοῦ καρκίνου τὰς διατεταμένας ἄχρι τῶν πέριξ σωμάτων πεπληρωμένας φλέβας αἵματος μελαγχολικοῦ. πολλοὶ μὲν γὰρ τῶν ἀξιολόγων ἰατρῶν οὐδὲ τούτους ἐπιτρέπουσι χειρουργεῖν, ἀλλὰ μόνους ὅσοι περ ἂν ἑλκωθέντες ἅμα μὲν ἀνιαροὶ τοῖς κάμνουσιν ὦσιν, ὡς αὐτοὺς ὀρεχθῆναι τῆς χειρουργίας, ἅμα δ’ ἐν τοῖς τοιούτοις συστῶσι μορίοις ἃ μετὰ τῶν ῥιζῶν ἐκτεμεῖν καὶ καῦσαι δυνατόν ἐστιν. ἔνιοι δὲ οὐδὲ τούτοις ἀνασκευάζεσθαι ἐῶσιν, ἀλλὰ τελέως ἀφίστασθαι συμβουλεύουσι βοηθημάτων ἀγωνιστικῶν ἐπὶ καρκίνου παντός. Ἱπποκράτης γοῦν ὅτι μὲν τοὺς ἐν τῷ βάθει τοῦ σώματος οὐκ ἀεὶ συνεβούλευσε θεραπεύειν ἀγωνιστικῶς ἐξ αὐτῆς τοῦ πάθους τῆς φύσεως ἔξεστι τεκμήρασθαι. εἰ δὲ καὶ τὸν ἐπιπολῆς τε καὶ χωρὶς ἑλκώσεως ἄδηλον ἐστιν, ὅσον ἐπὶ τῇ κατὰ τὸν ἀφορισμὸν λέξει. γεγράφασι δ’ αὐτὸν οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ τὸν Διοσκορίδην, ἄχρι τοῦ μὴ θεραπεύειν βέλτιον.

Σπασμὸς γίνεται ἢ ὑπὸ πληρώσιος ἢ κενώσιος, οὕτω δὲ καὶ λυγμός.

Ὁ σπασμὸς, ὡς καὶ τοὔνομα αὐτὸ δηλοῖ, σπωμένων ἐπὶ τὰς οἰκείας κεφαλὰς γίνεται τῶν μυῶν. ἐναργέστερον δ’ ἂν εἴποι τις ἀνασπωμένων, ὅσπερ κἀν τῷ κατὰ φύσιν αὐτοῖς ἐστι κινήσις. ἀλλ’ ἐκείνη μὲν οὐκ ἄνευ τῆς ὁρμῆς γίνεται τοῦ ζώου, πάθος δ’ ἀκούσιόν ἐστιν ὁ σπασμὸς εἰς παραπλησίαν διάθεσιν ἐρχομένων τῶν νευρωδῶν μορίων ἐν αὐτοῖς, ἥνπερ κἀν τοῖς καθ’ ὁρμὴν κινήσεσιν ἐλάμβανον. ὑπὸ γάρ τοι πληρώσεως γίνεται, καθάπερ ἐν ταῖς ὑπερβαλλόντως ὑγραῖς καταστάσεσι τοῦ περιέχοντος ἀέρος αἱ χορδαὶ, διὰ τοῦτο γοῦν καὶ ῥήγνυνται πολλάκις. οὕτω δὲ κἀν ταῖς ξηροτέραις καταστάσεσι συμβαίνει, συνάγεται γὰρ εἰς ἑαυτὰ καὶ σπᾶται πάντα τὰ νευρώδη σώματα ξηραινόμενα βιαιότερον, ὥσπερ οἱ πρὸς τῷ πυρὶ θερμανθέντες ἄχρι πλείονος ἱμάντες. ὅμοιον δ’ αὐτοῖς πάσχουσι καὶ ὅσους ἥλιος θερμὸς ἐξήρανεν. ὁ μὲν οὖν σπασμὸς ὑπὸ τῶν ἐναντίων εἰκότως γίνεται, λυγμὸς δὲ συγχωρείσθω μὲν ὀνομάζεσθαι στομάχου πάθος, ὅταν ἕτερόν τι προσκείμενον ᾖ κατὰ λόγον. ὅταν δ’ αὐτὸ μόνον τοῦτο ὑπάρχῃ σπούδασμα τὸ γνῶναι τὴν οὐσίαν τοῦ παθήματος, ἄμεινον ἴσως ἐστὶν οὐ σπασμὸν ὀνομάζειν αὐτὸ, ἀλλὰ κίνησίν τινα· ἐν μὲν γὰρ τῷ αὐτῷ γένει τῷ κατὰ τοὺς ἐμέτους, ἐπιτεταμένην δὲ καὶ σφοδροτέραν ἐκείνης. ἀπώσασθαι γάρ τι τῶν καθ’ ἑαυτὸν ὁ στόμαχος ὀρεγόμενος ἐπ’ ἄμφω τὰ συμπτώματα ὁρμᾷ, σφοδρότερον μὲν ἐν τοῖς λυγμοῖς, μετριώτερον δὲ ἐν τοῖς ἐμέτοις, ἐπειδὴ κατὰ μὲν τοὺς ἐμέτους τὸ περιεχόμενον ἐν τῇ τῆς γαστρὸς εὐρυχωρίᾳ μόνον ἐφίεται διώσασθαι. κατὰ δὲ τοὺς λυγμοὺς καὶ τὰ διὰ βάθους ἐν αὐτῷ τῆς γαστρὸς τῷ στόματι περιεχόμενα. στόμαχον δέ μοι νῦν ἄκουε μὴ μόνον αὐτὸν ὃν ὀνομάζουσι κυρίως, ἀλλὰ τὸ τῆς γαστρὸς στόμα. τὰ γὰρ ἐν τούτῳ περιεχόμενα τῆς γαστρὸς ὀρεχθείσης ἐκκρῖναι λύζουσιν. ὅ τι δὲ τῶν δυσεκκρίτων τε καὶ οἷον ἀναποθέντων εἰς τὸ στόμα τῆς γαστρὸς ἢ διὰ τὸν λυγμὸν ἔκκρισις γίνεται μαθεῖν ἔστι κἀκ τῶν ὁσημέραι συμβαινόντων πᾶσι σχεδὸν ἢ μᾶλλον ἢ ἧττον. ἐάν τε γὰρ αὐτὸ μόνον δριμὺ ὂν τὸ πέπερι καταπίωσιν, ἐάν τε καὶ μετὰ μέλιτος ἤ τινος ἄλλου, κἄπειτα ἐπιπίωσιν οἶνον ὕδατι κεράσαντες θερμῷ εὐθέως λύζουσι, τῆς μὲν τοῦ πόματος θερμότητος ποδηγούσης εἰς τὸ βάθος τὸ πέπερι, τῇ δριμύτητι δὲ αὐτοῦ τῆς γαστρὸς ἀνιωμένης, ἐπιχειρούσης δὲ τῇ βίᾳ τῆς κινήσεως ἀποῤῥῖψαι τὸ λυποῦν ἐδείχθη δ’ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις, ὅτι καὶ ἡ βὴξ καὶ ὁ πταρμὸς καὶ τὸ ῥῖγος ἐκ τῶν τοιούτων εἰσὶ κινήσεων.

Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμονῆς, τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὸν πόνον.

Ἕπεται μὲν καὶ ταῖς δήξεσι πόνος, ἀλλ’ εἰθισμένοι τῷ τῆς δήξεως ὀνόματι προσαγορεύειν εἰσὶν, οὐ τῷ τοῦ πόνου τὰ τοιαῦτα συμπτώματα. γίνεται δὲ καὶ διὰ φλεγμονώδη τινὰ διάθεσιν ὁ πόνος. οὕτως δ’ ὠνόμασται, διότι καὶ τοῖς ἐρυσιπέλασιν ἔζευκται ὁ πόνος. ὅταν οὖν μήτε διὰ τοιαύτην τινὰ διάθεσιν ὀδύνη τὶς ᾖ κατὰ τὸ ὑποχόνδριον, ἥ τε τῆς δήξεως αἴσθησις αὐτὴ ἀπῇ, καταλείπεται γίνεσθαι τὸν πόνον ἢ δι’ ἔμφραξιν ἢ διὰ πνεῦμα φυσῶδες, ἤ τινα δυσκρασίαν ἀνώμαλον, ἅπερ ἡ τοῦ πυρετοῦ θερμότης ἰᾶσθαι πέφυκε, τὰ μὲν τέμνουσα καὶ λεπτύνουσα καὶ διαφοροῦσα, τὰς δὲ εἰς ὁμαλότητα κράσεως ἄγουσα.

Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ ἀποσημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ πύου ἢ τοῦ τόπου οὐκ ἀποσημαίνει.

Καὶ διττῶς γέγραπται ἡ κατὰ τὸν ἀφορισμὸν ἑρμηνεία καὶ διττῶς αὐτὴν ἐξηγοῦνται καὶ λόγον ἡ ἑκατέρα τῶν τε γραφῶν ἔχει καί τῶν ἐξηγήσεων. καὶ γὰρ καὶ διὰ τὴν τοῦ πύου παχύτητα καὶ διὰ τὴν τοῦ τόπου κατακρύπτεται πολλάκις ἡ διάγνωσις τοῦ περιεχομένου κατά τι χωρίον πύου. δεόντως οὖν τινὲς μὲν ἔγραψαν τούτοισι διὰ παχύτητα τοῦ τόπου οὐκ ἀποσημαίνει, τινὲς δὲ τούτοισι διὰ παχύτητα τοῦ πύου.

Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι πονηρόν.

Ἐνδείκνυται γὰρ ἡ σκληρότης τηνικαῦτα φλεγμονὴν ἢ σκίῤῥον εἶναι κατὰ τὸ σπλάγχνον, ὡς ἄνευ γε ταύτης ἐγχωρεῖ μὲν καὶ δι’ ἔμφραξιν αὐτοῦ γεγονέναι τὸν ἴκτερον, ἐγχωρεῖ δὲ καὶ τῆς φύσεως κριτικῶς ἀπωσαμένης εἰς τὸ δέρμα τὸν ἐν ταῖς φλεψὶ πλεονάζοντα χυμόν.

Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν ἐπιγιγνομένης μακρῆς δυσεντερίης ἢ ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη καὶ ἀπόλλυνται.

Ἐχρῆν τούτου προτετάχθαι τὸν ἀφορισμὸν ἐκεῖνον, καθ’ ὅν φησι· τοῖς σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν. ἀλλ’ οὗτος μὲν ἐν τοῖς ἑξῆς ἐστὶ μετὰ τέσσαρας ἄλλους μέσους, ἡμῖν δ’ ἀναγκαῖον αὐτοῦ ἤδη μνημονεῦσαι. ὅσοι γὰρ σπληνώδεις εἰσὶ, τουτέστι ὅσοι σπλῆνα χρονίως ἐσκληρυσμένον ἔχουσι, τούτοις ἐπιγινομένη δυσεντερία λύει τὴν διάθεσιν. ὅσον γε κατὰ τὸν λόγον τῆς μεταστάσεώς τε καὶ κενώσεως τῶν ἐμπεπλασμένων τῷ σπληνὶ παχέων τε καὶ μελαγχολικῶν χυμῶν ἀποτελεσθῇ. ἀλλ’ ἐπεὶ πολλάκις ὑπὲρ τὸ σύμμετρον αἱ τοιαῦται κενώσεις ἐκτεινόμεναι βλαβεραὶ τοῖς κάμνουσι γίνονται, δεόντως ὁ Ἱπποκράτης ἐδήλωσεν ἐς ὅ τι τελευτᾷν πέφυκεν ἄμετρος δυσεντερία, τοιαύταις ἐπιγινομένη διαθέσεσι· κακωθέντων γάρ τοι τῶν ἐντέρων ὑπὸ τῆς διόδου τῶν μοχθηρῶν χυμῶν, ἥ τε δύναμις αὐτῶν κάμνει καὶ ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀπόλλυται. διὰ τοῦτο οὖν ἡ λειεντερία καὶ ὁ ὕδερος ἐπιγίνονται. λειεντερία μὲν ἐπὶ τῇ τῶν ἐντέρων κακώσει μόνῃ· ὁ δ’ ὕδερος κατὰ συμπάθειάν τε ἥπατος καὶ σπληνὸς καὶ πάντως τοῦ γένους τῶν φλεβῶν.

Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεὸς ἐπιγίγνεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται οἱ τοιοῦτοι, ἢν μὴ πυρετοῦ ἐπιγινομένου ἅλις τὸ οὖρον ῥυῇ.

Κατὰ τὸν εἰλεὸν οὐδὲν μὲν διεξέρχεται κάτω, οὐδ’ ἂν δριμυτέρῳ κλύσματι χρήσηταί τις, ἔμετος δὲ κόπρου ἐπιγίνεται τοῖς ὀλεθρίοις αὐτῶν εἰλεοῖς. ὅτι μὲν οὖν ἀποκεκλεισμένης τῆς κάτω διεξόδου γίνεται τὸ πάθος, ὅτι τε περὶ τὰ λεπτὰ τῶν ἐντέρων, οὐ τὰ παχέα, σχεδὸν ἅπασιν ὡμολόγηται. καὶ μὲν δὴ καὶ ὅτι διὰ φλεγμονὴν ἔμφραξις ἤτοι κόπρου σκληρᾶς ἢ γλίσχρων ὑγρῶν καὶ παχέων γίνεται λέλεκται πολλοῖς. ἐμοὶ δὲ δοκεῖ καὶ φλεγμονὴν ἢ σκίῤῥον ἢ ἀπόστημα δύνασθαι τὴν στενοχωρίαν ἐργάζεσθαι τοιαύτην, ὥστε μηδὲν κάτω διεξέρχεσθαι δύνασθαι. τὸ δ’ ὑφ’ ὑγρῶν παχέων ἢ γλίσχρων οὐ πάνυ τι δοκεῖ πιθανὸν εἶναι. τίθει δ’, εἰ βούλει, καὶ τοῦτο καὶ εἴ τι πρὸς τούτῳ λέγοιεν ἕτερον, ἀλλ’ ἐκεῖνό γε τὸ σχεδὸν ἅπασι δόξαν, ὅσοι τοὺς ἀφορισμοὺς ἐξηγήσαντο, πάνυ μοι δοκεῖ τῶν ἀπιθάνων εἶναι. λέγουσι γὰρ ὅτι τῆς κύστεως φλεγμαινούσης στενοχωρίαν ἔν τισι τῶν ἐντέρων ἐκ τῆς παραθλίψεως γινομένην ἐπιφέρειν τὸ πάθος τὸν εἰλεόν. ἐγὼ δὲ πλείστους μοι δοκῶ καθ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἑωρακέναι, τοὺς μὲν κινδυνεύσαντας μόνον, οὐκ ὀλίγους δὲ καὶ ἀποθανόντας ἐξ ἐπισχέσεως οὔρων, ἐναργῶς ἅπασι φαινομένης τηνικαῦτα κατὰ περιγραφὴν ἰδίαν μεγίστης τῆς κύστεως, ὡς διατετάσθαι μὲν ἐσχάτως, ὀδυνᾶσθαι δὲ ὡς εἰκὸς ἐπὶ τῇ διατάσει, καὶ τούτων οὐδεὶς εἰλεώδης ἐγένετο. πῶς ἂν οὖν τίς ποτε πεισθῇ διὰ φλεγμονὴν κύστεως ἐντέρου στενοχωρουμένου γίνεσθαί ποτε τὸν εἰλεὸν οὐ μᾶλλον ἢ κατὰ τὸν ὄγκον τῆς μήτρας τὸν ἐν τῇ κυήσει· καίτοι μέχρι τῶν ὑποχονδρίων ὁ κατ’ ἐκείνην ὄγκος ἀνατείνεται καὶ μᾶλλον θλίβειν τε καὶ στενοχωρεῖν δύναται τὰ λεπτὰ τῶν ἐντέρων. ἡ δὲ κύστις εἰς ὄγκον ἀρθεῖσα θλίβειν μόνον οἵα τ’ ἐστὶ τὸ ἀπευθυσμένον. ἀτοπώτερον δ’ ἔνιοι λέγουσι τὸ διὰ τὸν ἐπιγινόμενον πυρετὸν ὠφελεῖσθαι τὸν εἰλεόν. ὁ μὲν γὰρ πυρετὸς ἐπί τινι φλεγμονὴ τῆς κύστεως εἰκότως ἂν γένοιτο καὶ ὅσῳ ἂν μείζων ᾖ καὶ χαλεπώτερον, τοσοῦτον εἰκὸς κἀκεῖ ἂν αὐξάνεσθαι σύμπτωμα ὑπάρχοντα τῆς φλεγμονῆς. ὁ δ’ εἰλεὸς, ὡς αὐτοὶ λέγουσιν, ἐπὶ τῇ φλεγμονῇ συνέστηκε καὶ μόνην ἐλπίδα λύσεως ἔχει τὴν παῦλαν τῆς φλεγμονῆς, ᾗ καὶ τὸν πυρετὸν ἀναγκαῖόν ἐστι συμπραΰνεσθαι. σημεῖον οὖν ἀγαθὸν ἔστω τῆς λύσεως ἐπὶ τῶν κατὰ τὸν εἰλεὸν παθημάτων πραϋνόμενος ὁ πυρετὸς ἢ λυόμενος, οὔτε δὲ ἐστι σημεῖον ἢ αἴτιον ἀγαθὸν ἐπιγιγνόμενος ἢ αὐξανόμενος. ἴσμεν γὰρ ἐκεῖνα μόνα τῶν νοσημάτων ὀνινάμενα πρὸς τῶν πυρετῶν, ὅσα κατὰ ψύξιν σύνεστι ποτὲ μὲν αὐτὴν μόνην, ἐνίοτε δὲ ἅμα χυμοῖς ὠμοῖς καὶ φλεγματώδεσιν ἢ φυσώδει πνεύματι βέλτιον οὖν ἀγνοεῖν ὁμολογεῖν, ὅπως εἴρηται τὰ κατὰ τὸν ἀφορισμὸν τοῦτον ὑφ’ Ἱπποκράτους. οὔτε γὰρ ὁ λόγος ἐνδείκνυται τὴν ἀλήθειαν αὐτῶν οὔθ’ ἡ πεῖρα διδάσκει, τρίτον δ’ οὐδὲν ἔχομεν ἄλλο πρὸς πίστιν, εἴ γε μὴ ὦπταί ποτε τοιοῦτος ἄῤῥωστος οὔθ’ ὑφ’ Ἱπποκράτους οὔθ’ ὑφ’ ἄλλου τινός· οὔτε γὰρ εἰ γνήσιός ἐστιν ὁ ἀφορισμὸς εἰπεῖν ἔχω. πλῆθος οὖν ὠμῶν καὶ παχέων χυμῶν ἅμα ψύξει σφοδρᾷ βέλτιόν ἐστιν ὑποτίθεσθαι τῶν εἰρημένων συμπτωμάτων αἴτιον· οὕτως γὰρ ἂν μόνος ὅ τε πυρετὸς ἴαμα γένοιτο τῆς διαθέσεως ἥ τε τῶν εἰργομένων οὔρων κένωσις. οὕτως γὰρ εἴωθε παχέα καὶ πολλὰ καὶ ἀθρόα κενοῦσθαι πεττομένων αὐτῶν.

Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται ἢ μακρότερον χρόνον ἴσχουσιν ἀνάγκη ὀστέον ἀφίστασθαι καὶ τὰς οὐλὰς κοίλας γίγνεσθαι.

Ὁκόσα χρονίζει τῶν ἑλκῶν, ἤτοι μηδ’ ὅλως οὐλῆς αὐτοῖς ἐπιγιγνομένης ἢ κἂν ἐπιγένηται, πάλιν ἀναλυομένης, οὐδὲν ἁμαρτανόντων δηλονότι κατὰ τὴν θεραπείαν τῶν ἰατρῶν, ἀναγκαῖόν ἐστιν ἤτοι δι’ ἐπιῤῥοήν τινα μοχθηρῶν ὑγρῶν ἢ τὴν ἐν αὐτῷ τῷ μορίῳ διάθεσιν ἐν χρόνῳ κατασκευασθεῖσαν ἐκ τῶν ἐπιῤῥεόντων ὑγρῶν ἢ διά τι πάθος ὀστοῦ φθειρομένου κατὰ τὸ χωρίον ἐκεῖνο γίνεσθαι δυσίατα. τὰ μὲν ἄλλα τῶν ἑλκῶν ἀεὶ μείζω καὶ χείρω γίνεται, καὶ σύμπαντα ταῦτα φαγεδαίνας ἐκάλουν οἱ παλαιοί. διορίζεσθαι δ’ ὕστερον ἐπεχείρησαν ἔνιοι προσηγορίαις ἕκαστον ἰδίαις, ἔνια μὲν αὐτῶν χειρώνεια καλοῦντες, ἔνια δὲ τηλέφεια, φαγεδαίνας δ’ ἄλλα, καί τινες ἔτι ἄλλας περιεργοτέρας ἐπιφέροντες προσηγορίας. ἀλλ’ ἡμῖν ἀρκέσει τῶν μὲν ἐπιλαμβανομένων τι τοῦ πέριξ χωρίου τὰ μὲν ἕρπητας ὀνομάζειν, ὅταν ἐπιπολῆς ᾖ καὶ κατ’ αὐτὸ τὸ δέρμα, τὰ δὲ φαγεδαίνας, ὅσα καὶ τὴν ὑποκειμένην διαφθείρει σάρκα. τὸ γὰρ σηπεδονῶδες ὑπό τινων ὀνομαζόμενον ἕλκος οὐχ ἕλκους ἐστὶ διαφορά τις ἴδιος, ἀλλ’ ἐπιπλεγμένον πάθος ἐξ ἕλκους τε καὶ σηπεδόνος. ἴσμεν δ’ ὅτι καὶ χωρὶς ἕλκους αὐτὴ καθ’ ἑαυτὴν ἡ σηπεδὼν ἐν πολλοῖς τῶν μορίων συνίσταται. καλεῖται δέ τι καὶ ἄνθραξ ἕλκος ἐσχαρῶδες, ἅμα πολλῇ τῇ τῶν πέριξ σωμάτων φλογώσει. ταυτὶ μὲν οὖν ἰδίαν ἔσχηκε προσηγορίαν, ὅ τε ἄνθραξ καὶ ἡ φαγέδαινα καὶ ὁ ἕρπης. ὅσα δ’ ἕλκη γίνεται χωρὶς τῶν εἰρημένων συμπτωμάτων, αὐτὰ καθ’ ἑαυτὰ προσαγορεύειν ἔθος ἐστὶ τοῖς παλαιοῖς, αὐτὸ τοῦτο μόνον ἕλκη περὶ ὧν καὶ νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει διδάσκοντι ὡς ὅσα τοιαῦτα τῶν ἑλκῶν ἐστὶν, εἰς χρόνον ἐκπίπτει πλείονα. φαίνεται δὲ καὶ ἡ πεῖρα τῷ λόγῳ μαρτυροῦσα καὶ πολλάκις γε πολλὰ τῶν τοιούτων ἑλκῶν συνουλωθέντα. μετὰ χρόνον οὐ πολὺν ἀναφλεγμαίνειν τε καὶ αὖθις ἀναῤῥήγνυσθαι λυομένης αὐτῶν τῆς οὐλῆς. γίνεται δὲ τοῦτο διὰ τοιάνδε τινὰ αἰτίαν, ὅταν ἐκ τῶν προσφερομένων φαρμάκων ἡ κατὰ τοῦ πεπονθότος ὀστοῦ σὰρξ ἐπικειμένη ξηρανθεῖσα συνουλωθῇ, παραχρῆμα μὲν ταχέως ὑγιάζεσθαι δοκεῖ, κατὰ βραχὺ δὲ πάλιν, ἰχῶρός τινος ἐπιῤῥέοντος ἐκ τοῦ φθειρομένου κατὰ τὸ βάθος ὀστοῦ, φλεγμονή τέ τις αὖθις ἐπιγίνεται καὶ πύου γένεσις ἕπεται, διαβιβρώσκοντος μὲν τὴν ὅλην ἐπιφάνειαν, δάκνοντος δὲ τὴν σάρκα. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἴασίς ἐστιν; οὐκ ἄλλη τις, ἀλλ’ ἣν αὐτὸς μὲν εἶπεν ἐν τῷ περὶ ἑλκῶν βιβλίῳ, ἡμεῖς δ’ ἀπεδείξαμεν ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ξηραίνεσθαι μὲν γὰρ ἕλκη πάντα δεῖται, μάλιστα δ’ ἐφ’ ὧν ὀστοῦν πέπονθεν. ὅρος δέ ἐστι τῆς ξηρότητος ἀποστῆναι τὸ πεπονθὸς αὐτοῦ μέρος. εἰκότως δὲ καὶ τὰς οὐλὰς εἰς τοσοῦτον συμβαίνει γίνεσθαι κοίλας, εἰς ὅσον ἂν ἥκῃ πάχους τὸ ἀποστάν.

Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης ἀπόλλυνται.

Ὑβοὺς καὶ κυφοὺς εἴωθεν ὀνομάζειν Ἱπποκράτης οὓς ἅπαντες οἱ νῦν ἄνθρωποι προσαγορεύουσι κυρτούς. καὶ γὰρ καὶ ὄντως ἡ ῥάχις αὐτοῖς εἰς τοὐπίσω γίνεται κυρτή τῷ μὲν οὖν κυρτῷ τὸ κοῖλον ἀντικειμένως λέγεται, τῷ ὑβῷ τε καὶ κυφῷ τὸ λορδόν. ἀλλὰ ταῦτα μὲν ἐπὶ μόνης τῆς ῥάχεως, ἐκεῖνα δ’ ἐπὶ πάντων λέγουσιν οἱ Ἕλληνες. ὅπως δ’ ἡ κύφωσις γίνεται διῆλθεν αὐτὸς ἐν τῷ περὶ ἄρθρων βιβλίῳ, καθάπερ καὶ περὶ λορδώσεώς τε καὶ σκολιώσεως καὶ σείσεως. ἴδια γὰρ ἐξαίρετα ῥάχεως πάθη ταῦτα καὶ χρὴ τὸν βουλόμενον ἐπιστήμονα γενέσθαι τῶν παθῶν τῶνδε τοῖς ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένοις ἐπὶ πλέον ὁμιλῆσαι. νῦν δ’ ἡμεῖς ἐροῦμεν ὅσα χρήσιμά εἰσιν εἰς τὸν προκείμενον ἀφορισμόν. ὑβοῦται ῥάχις ἔστιν ὅτε μὲν καὶ διά τινα πληγὴν ἢ κατάπτωσιν, ὑβοῦται δὲ καὶ διά τινα φύματα σκληρὰ συστάντα κατὰ τὴν πρόσω χώραν, ὑφ’ ὧν φυμάτων, ὅταν μὲν εἷς σπόνδυλος ἐλχθῇ πρόσω, λορδοῦται κατ’ αὐτὸν ἡ ῥάχις, οὕτω δὲ κᾀν πλείους ὦσιν ἐφεξῆς ἀλλήλων. ὅταν δὲ μὴ συνεχεῖς ὦσιν ἀλλήλων οἱ τεινόμενοι σπόνδυλοι, κύφωσις γίνεται τοσοῦτον χωρούντων ὀπίσω τῶν μελῶν, ὅσον εἴσω κατεκάμφθησαν οἱ ταθέντες. ὁρᾶται γοῦν ἐπὶ πάντων τοῦτο τῶν σκληρῶν μετρίως γινόμενον, οἷον καλάμων καὶ λύγων καὶ ῥάβδων, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ λέγεται περὶ αὐτῶν ἐπὶ πλέον ἐν ταῖς ἐξηγήσεσι ταῖς εἰς τὸ περὶ τῶν ἄρθρων βιβλίον. ἀλλὰ νῦν γε τοὺς πρὸ τῆς ἥβης ὑβωθέντας ἐπ’ ἄσθματι καὶ βηχὶ διαφθείρεσθαί φησι ταχέως. οὐ γὰρ ἐθέλει τούτοις ὁ θώραξ, ὡς αὐτὸς ἔφη, ἐφεξῆς συναύξεσθαι καὶ διὰ τοῦτο στενοχωρία πολλὴ γίνεται τοῖς ἀναπνευστικοῖς ὀργάνοις. ἅπασι μὲν κοινὸν τοῖς αὐτομάτως ὑβωθεῖσι, τουτέστιν οἷς ἄνευ πληγῆς ἢ καταπτώσεως ἔπαθεν ἡ ῥάχις, ἐπὶ φύμασι σκληροῖς ἢ δυσσέπτοις γίνεσθαι τοιούτοις. διαφορᾶς δ’ οὔσης πολλῆς ἐν τοῖς φύμασι κατά τε τὸν ὄγκον καὶ τὴν σκληρότητα καὶ τὸ χωρίον ἐν ᾧ συνέστη, τὰ μὲν ἐπὶ σκληροῖς τε ἅμα καὶ μεγάλοις συστάντα δυσπνουστέρους αὐτίκα τοὺς ἀνθρώπους ἐργάζεται, τὰ δὲ μεθιέντα τι τῆς ἐν αὐτοῖς ὑγρότητος εἰς τὰς τραχείας ἀρτηρίας βηχώδεις ἀποτελοῦσι τοὺς ἀνθρώπους. ἀλλὰ ταῦτα μὲν ὅσα μεθίησιν ὑγρότητος ἀκριβῶς ἐστὶ σκληρὰ καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐκπυῆσαί ποτε καὶ διαφθεῖραι τὸν ἄνθρωπον· ὅσα δ’ οὐ μεθίησιν, ὑπὸ παχέων γίνεται χυμῶν καὶ διὰ τοῦτό ἐστιν ἄπεπτά τε καὶ σκληρὰ καὶ πολλῷ χρόνῳ μένοντα χωρὶς τοῦ διαπυΐσκειν ἐπιτρέπει ζῆς τὸν ἄνθρωπον. ὅσα δ’, ὡς ἔφην ἅμα βηχὶ τὴν γένεσιν ἔσχεν, ἐπείγεται πρὸς τὴν διαπύησιν καὶ διὰ τοῦτό ἐστιν ὀλέθρια. οὕτω δὲ καὶ ὅσα μετὰ δυσπνοίας ἐγένετο θανατώδη τοῖς ἔτ’ αὐξανομένοις· ἤτοι γὰρ μεγάλα ταῦτ’ ἔστιν ἢ ἐν ἐπικαίρῳ χωρίῳ τοῦ θώρακος. ὅταν οὖν ὁ μὲν πνεύμων ἅμα τῇ καρδίᾳ τοῖς τοιούτοις αὐξάνηται, σμικρύνηται δ’ ἡ περιέχουσα χώρα, μήτ’ αὐξανομένων τῶν πλευρῶν, ἔν τε τῷ κάμπτεσθαι διὰ τὴν ὕβωσιν ὅλον τὸν θώρακα στενότερον ἐργαζομένων, ἀναγκαῖόν ἐστιν ἐν τάχει τοιαύτην αὐτοῖς γίνεσθαι τὴν δυσπνοίαν ὡς διαφθεῖραι τὸν ἄνθρωπον. ὅπου γὰρ οὐδέπω τῆς κυφώσεως ἐπιγιγνομένης ἐπὶ μόνοις τοῖς παρὰ φύσιν ὄγκοις ἐδύσπνουν, τί χρὴ προσδοκῆσαι τῶν μὲν φυμάτων αὐξηθέντων τῷ χρόνῳ, στενωθέντος δὲ τοῦ θώρακος; ὅτι μέντοι πολλῶν οὐσῶν δυσπνοιῶν ἆσθμα προσαγορεύειν Ἱπποκράτης εἴωθεν ἐκείνην μόνην ἐν ᾗ συμβαίνει πυκνοῦσθαι τὴν ἀναπνοὴν ἱκανῶς εὔδηλον παντί. καλοῦσι γοῦν οὕτω καὶ νῦν οἱ ἄνθρωποι τὸ ἄσθμαίνειν ἐν δρόμοις τε καὶ γυμνασίοις συντόνοις γιγνόμενον. οἱ δὲ μεθ’ Ἱπποκράτους καὶ πάθος τι χρόνιον ἔνιοι μὲν ἁπλῶς ἆσθμα προσαγορεύουσιν, ἔνιοι δὲ καὶ ὀρθόπνοιαν, ὅταν ἄνευ πυρετοῦ διὰ παντὸς οὕτω δυσπνέωσιν οἱ κάμνοντες.

Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη συμφέρει τουτέους τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν χρή.

Πρόδηλον ὅτι περὶ τῶν ὑγιαινόντων μὲν ἔτι, νοσησόντων δὲ εἰ μὴ κενωθεῖεν, ὁ λόγος αὐτῷ νῦν ἔστι. τούτους γὰρ φθάνειν χρὴ κενοῦν ἦρος εἰσβάλλοντος ἤτοι διὰ φλεβοτομίας, εἰ πληθωρικοῖς ἁλίσκονται νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν οὕτως ἀνόσους πολλοὺς φυλάττομεν ἐτῶν ἤδη πολλῶν ἔμπροσθεν καθ’ ἕκαστον ἐνιαυτὸν ἀεὶ νοσοῦντας, ἀλλὰ καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην ἔτι καὶ μήπω περὶ τοῖς ἀρθροῖς εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη πολλῶν ἐκωλύσαμεν γενέσθαι. κατά τε τὸν αὐτὸν τρόπον αἵματος πτύσιν ἐπιληψίαν, μελαγχολίαν, ἀποπληξίαν καὶ ἄλλα τὰ τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν. ἡ μὲν οὖν φλεβοτομία κοινὸν βοήθημά ἐστι τῶν πληθωρικῶν νοσημάτων, ἡ κάθαρσις δὲ, οὑτωσὶ μὲν ἀκοῦσαι, κατὰ γένος ἕν τι βοήθημά ἐστιν, οὐ μὴν κατ’ εἶδός γε ἀκοῦσαι. ἐνίοις μὲν γὰρ συμφέρει τοὺς φλεγματώδεις κενοῦσθαι χυμοὺς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικοὺς, ἐνίοις δὲ ὀῤῥῶδες περίττωμα κατά γε τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεται παθῶν οὐσίαν. οἷον αὐτίκα τις μελαγχολίᾳ ἁλίσκεται καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ θαῦμά ἐστιν ἰδεῖν ὅπως ἤδη καὶ αὐτὸς ἀρχομένου τοῦ πάθους διαγινώσκει τε τὴν πρώτην γένεσιν εὐθὺς καὶ καλέσας με κενοῦταί τε τὰ μέλαινα καὶ παραχρῆμα παύεται τῆς μελαγχολίας. καὶ συμβαίνει γε τούτῳ διὰ τῆς καθάρσεως ἄμφω ταῦτα χρηστὰ, τό τε καθαίρεσθαι τὰ περιττὰ καὶ τὸ τῇ δριμύτητι τῶν ἐκκρινομένων ἀναστομωθεῖσαν ἐπὶ βραχὺ τὴν αἱμοῤῥοΐδα συνεκκρίνειν τε καὶ αὐτὴν αἵματος μοχθηροῦ. συνήθους γὰρ οὔσης αὐτῷ τῆς τοιαύτης ἐκκρίσεως, εἶτ’ ἐπισχεθείσης ἡ μελαγχολία συνέστηκε. καθαίρω τοιγαροῦν αὐτὸν, οὐκ ἦρος μόνον, ἀλλὰ φθινοπώρου καὶ, ὡς εἰ καταφρονήσας ἐνίοτε ἐνταῦθα μὴ φθάσειε καθαρθῆναι, τῶν τοῦ πάθους αἰσθάνεται συμπτωμάτων. οὕτω δὲ καὶ γυναῖκά τινα καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶν, καρκινώδη ποτὲ ὄγκον ἐν μαστῷ ἔχουσαν ἰασάμην, ἰσχυρῶς κενώσας, πολλάκις διὰ φαρμάκου καθαίροντος μέλανα καὶ εἰ παραλειφθείῃ ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται καὶ οὕτως αὕτη μετακαλουμένη με παραχρῆμα κελεύει καθαίρειν. ἐλέφαντα δὲ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διὰ φλεβοτομίας καὶ καθάρσεως ἰασάμην. ἑκάστου δὲ ἔτους ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις, ἐλλειφθείσης δ’ αὐτῆς αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελαγχολικῶν χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀσθματικὰ καὶ ἀποπληκτικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν. ἄλλος δέ τις ὥρᾳ θέρους ἀεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξεν, ὠχρὰν χολὴν ὑφ’ ἡμῶν φθάνων καθαίρεσθαι κατὰ τὴν τοῦ ἦρος τελευτήν. οὕτω γὰρ καὶ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦσθαι, ὡς τοὺς ἐπιληπτικούς τε καὶ ἀποπληκτικοὺς καὶ ἀρθριτικούς τε καὶ μελαγχολικοὺς, ὅσοι τε ἄλλοι διὰ πάχος χυμῶν νοσοῦσιν, εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι, περὶ ὧν ἁπάντων ἰδίᾳ μοι γέγραπται κατὰ τὴν πραγματείαν ἐκείνην, ἐν ᾗ γέγραπται περὶ τῶν δεομένων ἦρος ὥρᾳ κενοῦσθαι. μόριον δέ ἐστιν αὕτη τῆς ὅλης ὑγιεινῆς πραγματείας.

Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν.

Ὀλίγον ἔμπροσθεν ἐξηγησάμην τὸν ἀφορισμὸν τοῦτον, ἡνίκα τὸν λόγον ἐποιούμην ὑπὲρ τοῦ γεγραμμένου τόνδε τὸν τρόπον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν ἐπιγιγνομένης μακρῆς τῆς δυσεντερίης ὕδροψ ἐπιγίνεται ἢ λειεντερίη καὶ ἀπόλλυνται. οὔκουν ἔτι δεήσει τῷδε τῷ νῦν προχειρισθέντι νεωτέρας ἐξηγήσεως.

Ὁκόσα ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίστανται.

Αἱ κατὰ τοὺς ποδαγρικοὺς φλεγμοναὶ ῥεύματος εἰς τὰ τῶν ποδῶν ἄρθρα κατασκήπτοντος γίνονται. δέχονται δὲ τὸ ῥεῦμα τοῦτο πρῶτον μὲν αἱ χῶραι τῶν διατρώσεων, ἔπειτα δὲ τὰ πέριξ πάντα μέχρι καὶ τοῦ δέρματος. οὕτω δὲ πληροῦσθαί φαμεν τὰς διαρθρώσεις, εὔδηλον ὅτι τοὺς περικειμένους αὐταῖς ἔξωθεν κύκλῳ συνδέσμους ἀναγκαῖόν ἐστι τείνεσθαι. τὰ μέντοι νεῦρα καὶ τοὺς τένοντας οὐκ εἰκὸς φλεγμαίνειν αὐτοῖς, ἀλλὰ μόνον τῷ συνεκτείνεσθαι ταῖς συναρθρώσεσιν ὀδυνᾶσθαι. δῆλον δὲ ἐκ τοῦ μηδέποτε ὁρᾶσθαι σπασθέντα ποδαγρὸν, ὅπερ εἴωθεν ἕπεσθαι συνεχέστατα νεύρων τε καὶ τενόντων φλεγμοναῖς. ἄλλως τε τῆς ἰάσεως αὐτοῖς σκοπὸς κοινός ἐστι πρὸς τὰ φλεγμήναντα πάντα. διαφορηθῆναι γὰρ χρὴ τὸ ῥυὲν εἰς τοὺς πόδας, εἰ μὲν λεπτὸν εἴη κατὰ τὴν σύστασιν ἐλάττονι χρόνῳ, παχὺ δ’ ὑπάρχον ἢ γλίσχρον πλείονι, καὶ πολὺ ἔτι μᾶλλον, εἰ γλίσχρον ἅμα τε εἴη καὶ παχὺ, δεήσεται χρόνου μακροτέρου. ποῤῥωτέρω μέντοι τῶν μ΄ ἡμερῶν οὐκ ἂν ἐκταθείη τῆς φλεγμονῆς ἡ θεραπεία, τοῦ τ’ ἰατροῦ δηλονότι πράττοντος ὀρθῶς ἅπαντα καὶ κάμνοντος εὐπαθοῦς ὑπάρχοντος. ἡ δ’ ἐν τοῖς σαρκώδεσι μορίοις φλεγμονὴ τῷ τῶν ὀξέων ὑποπέπτωκεν ὅρῳ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, ἐπειδὴ μανωτέρα τέ ἐστι καὶ μαλακωτέρα τῆς τῶν συνδεσμῶν καὶ νεύρων φύσεως ἡ τῆς σαρκὸς οὐσία. διὰ τοῦτο δὲ καὶ φλεγμαίνειν ἄρχεται βραδύτερον ἥ τε τῶν τενόντων καὶ συνδέσμων καὶ νεύρων φύσις, ὅταν τρωθῇ, καὶ πρὸς τὴν ἀκμὴν τῆς φλεγμονῆς ἀφικνεῖται χρόνῳ πλείονι καὶ θεραπεύεται βραδύτερον. ᾧ γὰρ λόγῳ μόγις εἰς ἑαυτὰ παραδέχεταί τι τῆς ἔξωθεν ὑγρότητος, ὄντα πυκνὰ καὶ σκληρὰ τὰ τοιαῦτα μόρια, τῷ τοιούτῳ λόγῳ καὶ μεθίησι μόγις. διὰ τοῦτο οὖν καὶ ταῖς ποδαγρικαῖς φλεγμοναῖς ὁ Ἱπποκράτης ὅρον ἔθετο λύσεως παντελοῦς οὐ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν, ἀλλὰ τὴν τεσσαρακοστήν. ἐπειδὴ τά τε ἐν ταῖς διαρθρώσεσιν ὑγρὰ διὰ τῶν περιεχόντων αὐτὰ συνδέσμων ἀτμοειδῶς ἐκκενωθῆναι χρὴ καὶ τοὺς συνδέσμους κατὰ τὰ ἐμπεσόντα αὐτοῖς. μέμνηται δὲ κἀν τῷ προγνωστικῷ τῆς τεσσαρακοστῆς ἡμέρας, ὡς ἂν αὐτῇ κρινομένων ὅσα μήτ’ ἀκριβῶς ἐστιν ἤδη χρόνια καὶ τὸν τῶν ὀξέων ὑπερεκπέπτωκεν ὅρον. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ.

Ὁκόσοισιν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.

Εἰκότως πυρέττουσιν ἐγκεφάλου διακοπέντος, τῷ κοινῷ λόγῳ, καθ’ ὃν ἅπαντος μορίου κυρίου φλεγμήναντος ἕπεται πυρετός. ὁ δὲ τῆς χολῆς ἔμετος γίνεται διὰ τὴν πρὸς τὸν ἐγκέφαλον κοινωνίαν συμπασχούσης τῆς γαστρὸς καὶ μάλιστα τοῦ στόματος αὐτῆς, εἰς ὃ καταπέφυκεν ἐξ ἐγκεφάλου συζυγία τις ἀξιολόγων νεύρων. εἴωθε μὲν οὖν καὶ ἄλλως ἐπί γε μεγάλοις ἀλγήμασι καὶ λύπαις ἰσχυραῖς συῤῥεῖν εἰς τὴν γαστέρα χολῶδες περίττωμα, πολὺ δ’ ἔτι μᾶλλον ὅταν ἀῤῥωστήσῃ. φέρεται γὰρ εἰς τὰ τοιαῦτα τῶν γειτνιώντων αὐτοῖς μορίων τὰ περιττώματα καὶ μάλισθ’ ὅσα λεπτὰ ταῖς συστάσεσίν ἐστιν, οἷονπερ αὐτὸ τὸ χολῶδες ὑπάρχον ὑγρὸν καὶ σὺν αὐτῷ πᾶν ὅσον ὀῤῥῶδες ὑγρὸν, ὃ δὴ καὶ μίγνυται πολλάκις ἐμούντων τῇ χολῇ καὶ πάνυ σπάνιόν ἐστιν, ἀκριβῆ χολὴν ἄνευ περιττώματος ὀῤῥώδους ἐμουμένην θεάσασθαι. φαίνεται δὲ καὶ ἐν τοῖς ὑγιαίνουσιν, ὅταν ἐπὶ πλέον ἀσιτήσωσι καὶ μάλισθ’ ὅσοι χολωδέστεροι τοὺς τοιούτους χυμοὺς ἡ γαστὴρ δεχομένη. δηλοῦσι δὲ τοῦτο αἵ τε δήξεις αὐτοῖς καὶ οἱ ἔμετοι. οὐ μόνον δὲ ἐγκεφάλου τρωθέντος ἐμοῦσι χολὴν, ἀλλὰ καὶ τῆς περικειμένης αὐτῷ σκληρᾶς μήνιγγος, ἥτις κατὰ πολλὰ μέρη συμφυὴς ὑπάρχουσα τῷ ἐγκεφάλῳ τάχιστα μεταδίδωσιν αὐτῷ τῶν ἑαυτῆς παθημάτων. οἱ δ’ Ἐρασιστράτιοι τὰς μήνιγγας τῶν νεύρων ἀρχὰς τιθέμενοι, διὰ μὲν τὴν ἑαυτῆς φύσιν ἐροῦσι τὴν παχεῖαν μήνιγγα ταῦτα ἐπιφέρειν τὰ συμπτώματα μόνην τρωθεῖσαν. εἰ δὲ καὶ πρὸς τὸν ἐγκέφαλόν ποτε ἡ τρῶσις ἐξίκοιτο, τῷ φθάνειν ἀμφοτέρας προτιτρώσκεσθαι τὰς μήνιγγας, οὕτω φήσουσι τὴν τῶν εἰρημένων γένεσιν ἀκολουθεῖν παθημάτων. Ἐρασιστρατείους δ’ ἔφην ἐρεῖν ταῦτα καὶ οὐκ αὐτὸν Ἐρασίστρατον. ὅτι πρεσβύτης ὢν ἤδη καθ’ ὃν χρόνον αὐτοί φασι τὰ τῶν διαιρέσεων αὐτῷ γεγράφθαι βιβλία, τὸν ἐγκέφαλον ἀπεφήνατο τῶν νεύρων ἀρχὴν ὑπάρχειν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν.

Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαίφνης ὀδύναι γίνονται ἐν τῇ κεφαλῇ καὶ παραχρῆμα ἄφωνοι γίνονται καὶ ῥέγχουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.

Ἀφώνους εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν οὐχ οἷς ἡ φωνὴ μόνη βέβλαπται, κατ’ ἐξοχὴν δέ τινα τῇ ταύτης βλάβῃ συνεπινοεῖν ἡμᾶς ἐνδείκνυται πάσας τὰς κατὰ προαίρεσιν ἐνεργείας· ἐνίοτε μὲν οὖν ἐκείνων βεβλαμμένων οὐκ ἀπόλωλεν ἡ αἴσθησις. αὐτὸς γοῦν ἔφη τοὺς ἀφώνους αἰσθανομένους συμβαίνειν γίνεσθαι, πολλάκις δὲ ἄμφω πέπονθεν, ὅπερ ἀποπληξίαν ὀνομάζουσιν. ἔστι δὲ καὶ ταύτης αὐτῆς ἡ μὲν ἀσθενὴς, ἡ δὲ ἰσχυρά. καὶ διὰ τοῦτο εἶπε, λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηίδιον. ἔοικε δὲ νῦν τῆς ἰσχυρᾶς ἀποπληξίας γνώρισμα προστεθεικέναι τὸ ῥέγχειν, ὃ καὶ τοῖς βαθέως ὑπνοῦσι γίνεται κατὰ τὴν τῆς διαθέσεως ὁμοιότητα, καθ’ ἕτερον μὲν τρόπον ἑκατέροις, ὅμως οὖν ἔχωσί τι κακὸν, ᾖ ἕπεται τὸ ῥέγχειν. ἔστι δὲ τὸ κοινὸν ἀμφοῖν ἡ ἀῤῥωστία τῆς τῶν νεύρων ἐνεργείας. καὶ λέλεκται περὶ τούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ. νυνὶ δ’ ὅσον εἰς τὸν ἀφορισμὸν ἀναγκαῖον εἰρήσεται· οἷς ἂν ὑγιαίνουσιν ἐξαίφνης ὀδύνη τις ἐν τῇ κεφαλῇ γένηται, μάλιστα εἰς πνεῦμα φυσῶδες ἀναφέρειν χρὴ τὴν αἰτίαν. ἤδη δὲ καὶ εἰς πλῆθος ὕλης ἀθρόως ἐπιῤῥεούσης, ἥντινα καὶ νῦν εἰς τὸν ἐγκέφαλον ἐνηνέχθαι δηλοῖ τὰ μετὰ τὴν ὀδύνην γινόμενα συμπτώματα, δι’ ὧν ὅτι φλεγματική τίς ἐστιν ἡ ὕλη συνεμφαίνεται. καὶ διὰ τοῦτο ὁ πυρετὸς ἐπιγινόμενος λύει τὴν διάθεσιν ὡς ἂν ἐκθερμαίνων τε καὶ λεπτύνων καὶ διαφορῶν τό τε φυσῶδες πνεῦμα καὶ τοὺς φλεγματικοὺς χυμούς. γίνεται δὲ τοῦτο ποτὲ μὲν τρισὶν ἢ τετράσιν ἡμέραις, ποτὲ δὲ καὶ πλείοσι, οὐ μὴν ἐξωτέρω γε τῶν ἑπτὰ, διότι κύριον τὸ μέρος· οὐκ ἀνέχεται δὲ τὰ τοιαῦτα μόρια χρονίων τε ἅμα καὶ ἰσχυρῶν διαθέσεων, ὡς ἐπιδέδεικται πολλάκις.

Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται ξυμβαλλομένων τῶν βλεφάρων τοῦ λευκοῦ, μὴ ἐκ διαῤῥοίης ἐόν τε ἢ ἐκ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.

Ἤτοι διὰ ξηρότητα τῶν βλεφάρων ἢ διὰ τῆς κενούσης αὐτὰ δυνάμεως ἀσθένειαν ὑποφαίνεταί τι τοῦ λευκοῦ, μὴ δυναμένων ἀκριβῶς κλείεσθαι τῶν ὀφθαλμῶν. διὰ τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὰς διαῤῥοίας τῆς φαρμακοποσίας, ὅπερ ἐστὶ κατὰ τὰς καθαιρόντων φαρμάκων πόσεις, ὑποφαίνεταί τι τοῦ λευκοῦ τῶν ὀφθαλμῶν, ὅταν ὑπνοῦντες τύχωσι. ξηραίνεται γὰρ ἅπαν τὸ σῶμα καὶ ἡ δύναμις ἀσθενὴς γίνεται κατὰ τὰς τοιαύτας κενώσεις. ἐπισυμβαίνει δὲ πλεῖον ἐν τοῖς βλεφάροις ἡ ξηρότης, ὅτι φύσει ξηρά. καθάπερ οὖν αἱ βύρσαι ξηρανθεῖσαι δυσεπέκταντοι γίνονται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ τοιαῦτα μόρια. καὶ μὲν δὴ καὶ ὅτι καμνούσης τῆς δυνάμεως, οὐ μόνον ἀδυνατοῦσιν ἀκριβῶς κλείειν τοὺς ὀφθαλμοὺς, ἀλλὰ καὶ τὸ στόμα καὶ διὰ τοῦτο κοιμῶνται χάσκοντες εὔδηλον ἅπαντι τῷ γε προσέχειν βουληθέντι τῇ φύσει τοῦ πράγματος τὸν νοῦν.

Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι ἀσφαλέστεραι, αἱ δὲ μετὰ σπουδῆς ἐπισφαλέστεραι.

Οὐδεμία μὲν ἀσφαλής ἐστι παραφροσύνη, σφαλεραὶ δ’ ἧττον αἱ μετὰ γέλωτος, ὡς αἵ γε θρασεῖαι, καθάπερ αὐτὸς ὀνομάζει σφαλερώτεραι πασῶν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν εἰσιν αἱ μετὰ σπουδῆς· γίνονται δὲ πᾶσαι μὲν ἐγκεφάλου πάσχοντος, εἴτε οὖν πρῶτόν τε καὶ καθ’ ἑαυτὸν εἴτε κατὰ συμπάθειαν. ἀλλήλων δὲ διαφέρουσι ταῖς ἐργαζομέναις αὐτὰς αἰτίαις. ὅσαι μὲν γὰρ ὑπὸ θερμασίας γίνονται μόνης ἄνευ μοχθηροῦ χυμοῦ, παραπλήσιαί πώς εἰσι ταῖς ἐπὶ οἴνου πόσεσι· ὅσαι δ’ ἐπὶ τῇ ξανθῇ χολῇ μετὰ σπουδῆς ἐπιτελοῦνται. συγκαυθείσης δ’ αὐτῆς ἐπὶ πλέον ὡς μελαγχολικωτέραν ὑπάρχειν ἤδη, μανιώδεις ἱκανῶς αἱ παραφροσύναι γίνονται. μεμνῆσθαι γὰρ χρὴ τῶν περὶ τῆς μελαίνης χολῆς ἐν ἄλλοις διωρισμένων, ὡς ἡ μὲν ὑπεροπτηθείσης γίνεται τῆς ξανθῆς χολῆς, ἥπερ δὴ καὶ χαλεπωτάτη παντοίως ἐστὶν, ἡ δ’ ἐκ τῆς τοῦ αἵματος, ὡς ἂν εἴποι τὶς, ἰλύος καὶ τρυγός. παχυτέρᾳ μὲν ἐκείνη τῇ συστάσει, πολὺ δὲ ἀπολειπομένη τῷ μοχθηρῷ τῆς ποιότητος. εἴρηται δὲ καὶ ὅτι τὴν οἷον τρύγα τοῦ αἵματος ἀκριβολογούμενοι μὲν οὐδέπω μέλαιναν χολὴν ὀνομάζομεν, ἀλλὰ μελαγχολικὸν χυμὸν, καταχρώμενοι δὲ τοῖς ὀνόμασι καὶ μέλαιναν ἔστιν ὅτε καλοῦμεν, ἐπειδὴ μικρὸν ὕστερον ἔσεσθαι μέλλει μέλαινα μὴ φθασάντων κενῶσαι.

Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ κακόν.

Τὰ παιδία πολλάκις ὁρᾶται κατὰ τὸν τοῦ κλαίειν καιρὸν εἰσπνέοντα διακεκομμένην πνοὴν, ἱσταμένου μεταξὺ τοῦ θώρακος, εἶτ’ αὖθις τὸ λεῖπον προστιθέντος, ὅπερ αὐτὸς ἐν ἐπιδημίαις ὡδί πως εἶπε· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπὶ εἰσπνέουσι, καὶ γίνεται τοῦτο ποτὲ μὲν διὰ κάματον τῆς δυνάμεως, ποτὲ δὲ διὰ τὴν τῶν ὀργάνων σκληρότητα, ποτὲ δὲ ἀμφοῖν συνελθόντων, ἔστι δ’ ὅτε καὶ διὰ σπασμώδη τινὰ τῶν μυῶν τοῦ θώρακος διάθεσιν. ἥ τε γὰρ ἀσθενὴς δύναμις ὅταν εἰς ἅπαξ ἀδυνατήσῃ διαστεῖλαι τὸν θώρακα τοσοῦτον ὅσῳ δεῖται τὸ ζῶον, ἵσταται μεταξὺ κατὰ τὴν ἐνέργειαν ἀναπαυομένη πρότερον, εἶθ’ οὕτως αὖθις ἐξορμᾷ. τότε σκληρὸν ὄργανον οὐχ ἑπόμενον ἑτοίμως ὁμοίως τῇ διαστελλούσῃ δυνάμει, κραδαινόμενον ὑπ’ αὐτῆς βιαίως διαστέλλεται. περὶ δὲ τῆς σπασμώδους διαθέσεως τί δεῖ καὶ λέγειν ὡς τοιαύτην ἀναπνοὴν ἐργάζεται; ψύξεως μὲν οὖν καταλαβούσης ἤτοι τοὺς μῦς τοῦ θώρακος ἢ καὶ τὰ νεῦρα, σκληρότης ἄν τις ἐν τοῖς ὀργάνοις γεννηθείη καὶ σπασμώδης κίνησις, ἣν ὅ τε πυρετὸς ἰᾶσθαι πέφυκε καὶ τὰ θερμὰ βοηθήματα. πυρετοῦ δὲ σὺν τούτοις ὄντος οὐκ ἐγχωρεῖ ψύξιν αἰτιᾶσθαι τῶν κατὰ τὸν θώρακα μυῶν ἢ νεύρων· ἀλλ’ ἤτοι σκληρότητα γεγενημένην ἢ δυνάμεως ἀῤῥωστίαν ἢ σπασμώδη διάθεσιν. ὅ τι δ’ ἂν ᾖ τούτων, οὐκ ἀγαθόν ἐστιν ἐν ὀξεῖ νοσήματι συμβαίνειν. εἰ μὲν οὖν κατὰ μόνης τῆς εἰρημένης κινήσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἡ κλαυθμώδης ἀναπνοὴ λέλεκται πρὸς αὐτοῦ, τέλος ἔχει τὰ τῆς ἐξηγήσεως· εἰ δὲ καὶ μετὰ τοιούτου τινὸς ψόφου βούλεται τὴν εἰρημένην αὐτῷ ἀναπνοὴν συμβαίνειν, ὁποία τοῖς κλαίουσι γίνεται καὶ πρὸς τοῖς εἰρημένοις αἰτίοις ἐνδείξεταί τινα διάθεσιν ὀδυνώδη, καθ’ ἣν οἷον οἰμώζοντες ἢ στένοντες ἢ μικτόν τινα ἐξ ἀμφοῖν ἀποτελοῦντες ψόφον ἀναπνέουσι οὕτως.

Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πολύ.

Τὰ ποδαγρικὰ καθάπερ καὶ τἄλλα πάντα ἀρθριτικὰ τοῦ ἦρος αὐξάνεται καὶ διὰ τοῦτ’ αὐτὸς ἔμπροσθεν ἐν τῷ τῶν ἠρινῶν νοσημάτων καταλόγῳ τῶν ἀρθριτικῶν ἐμνημόνευσεν, ἐν οἷς δηλονότι περιέχεται καὶ τὰ ποδαγρικά. παροξύνεταί γε μὴν ἐνίοτέ τε καὶ κατὰ τὸ φθινόπωρον οἷς ἂν ἐν τῷ θέρει κατὰ τὴν ὀπώραν συναρθροισθῇ τις κακοχυμία. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἑκάστου τῶν μορίων, ὥσπερ ἄλλαι τινὲς ὑπάρχουσαι δυνάμεις οὕτω καὶ ἡ τῶν λυπούντων ἀποκριτικὴ δύναμις. λυπεῖ δὲ τὰ μὲν τῷ πλήθει βαρύνοντα, τὰ δ’ ἀνιῶντα τῷ τῆς ποιότητος ἀλλοτρίῳ. κατ’ ἄμφω μὲν οὖν ταῦτα τοῖς ἐν τῷ χειμῶνι μοχθηρῶς διαιτηθεῖσι παροξύνεται τὰ χρόνια τῶν παθῶν, ἦρος ὥρᾳ χεομένων τῶν χυμῶν, εἶτα ἐπὶ τοὺς ἀσθενεῖς τόπους ἀπὸ τῶν ἰσχυροτέρων ἀπωθουμένων, καθ’ ἕτερον δὲ μόνον ἐν φθινοπώρῳ.

Τοῖσι μελαγχολικοῖσι νοσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψεες ἢ ἀποπληξίην τοῦ σώματος ἢ σπασμὸν ἢ μανίην ἢ τύφλωσιν σημαίνουσι.

Γίνονται μὲν καὶ διὰ φλεγματικὸν χυμὸν ἀποπληξίαι τε καὶ σπασμοὶ καὶ πηρώσεις ὀφθαλμῶν. γίνονται δὲ διὰ μελαγχολικὸν, ἐπειδὴ κοινόν ἐστιν ἐν ἀμφοτέροις τὸ πάθος. οὐ μὴν τό γε τῆς μανίας ἐστὶ κοινόν· οὐδέποτε γὰρ ἐπὶ φλεγματικῷ χυμῷ τὸ πάθος τοῦτο συνίσταται, δεομένου γε πρὸς τὴν γένεσιν ἐρεθίζοντός τε καὶ δάκνοντος χυμοῦ. τοιοῦτοι δέ εἰσιν ὁ μὲν τῆς ξανθῆς χολῆς διὰ τὸ πᾶν, ὁ μελαγχολικὸς δὲ οὐ διὰ παντός, ἀλλὰ ὅταν πλέον ἤτοι συγκαυθεὶς ἢ διασαπεὶς ἐπικτήσηταί κακοήθη δριμύτητα.

Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.

Οὐ πᾶσαν ἀποπληξίαν, ἀλλὰ τὴν προειρημένην μόνην, ἥτις ἐπὶ μελαίνῃ μόνῃ συνίσταται χολῇ, συμβαίνει γίνεσθαι τοῖς τὴν εἰρημένην ἄγουσιν ἡλικίαν, ὅτι πλεονάζει μάλιστα κατ’ αὐτὴν ὁ τῆς μελαίνης χυμὸς, ὥσπερ κἀν τῷ φθινοπώρῳ. ἁπλῶς δ’ ἀποφηναμένῳ πλείους γέροντες γίνονται ἀπόπληκτοι. εἴπερ οὖν ἀληθὴς ὁ λόγος ἔσεσθαι μέλλοι, συναπτέον αὐτὸν τῷ κατὰ τὸν προειρημένον ἀφορισμὸν, ὡς εἰ καὶ οὕτως εἴρητο τοῖσι μελαγχολικοῖσι νοσήμασιν, ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες, ἀποπληξίην τοῦ σώματος, ἥτις καταλαμβάνει τοὺς ἀπὸ τεσσαράκοντα ἐτέων μέχρις ἑξήκοντα.

Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.

Διὰ τὴν βραχυλογίαν δόξει ψευδὴς ὁ ἀφορισμὸς εἶναι τοῖς μὴ καλῶς ἀκούσασιν αὐτοῦ. τὸ γὰρ λεγόμενόν ἐστι τοιοῦτον· ὅταν ἐκπέσῃ, τουτέστιν ὅταν γυμνωθῇ καὶ προκύψῃ τοῦ περιτοναίου τὸ ἐπίπλοον, οὐκ ἐνδέχεται τοῦτο καταχθὲν ὑγιὲς καὶ σῶον μεῖναι. καθάπερ εἰ καὶ ἄλλο τι προκύψειεν, οἷον ἔντερον ἢ σπλάγχνου λοβός. ἐκεῖναι μὲν γὰρ εἰ μὴ πολλῷ χρόνῳ καταψυχθείη, τὴν ἀρχαίαν ἀπολαμβάνει κρᾶσιν, ἐπουλωθείσης τῆς γεγενημένης κατὰ τὸ ἐπιγάστριον διαιρέσεως. ἐπίπλοον δὲ κἂν ἐλαχίστῳ χρόνῳ γυμνωθείη, σήπεται καταχθὲν, δι’ ἣν αἰτίαν καὶ τέμνουσιν αὐτοῦ τὸ γυμνωθὲν οἱ ἰατροί. ταύτην οὖν ἔχει ὁ ἀφορισμὸς τὴν γνώμην, ἀδιοριστότερον εἰρημένος κατὰ λελεγμένην λέξιν, εἰ δέ τίς φησιν ὡς ἑώρακέ ποτε πρὸς βραχὺν χρόνον τὸ ἐπίπλοον ἐκπεσὸν, ἔπειτα καταχθὲν μὴ σαπῆναι, τὸ μὲν διηνεκὲς τῆς Ἱπποκράτους ἀποφάσεως ἀναιρήσει, φυλάξαι δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ, καὶ κοινόν ἐστι τοῦτο τῷ ἀφορισμῷ πρὸς ἄλλους ὑφ’ Ἱπποκράτους εἰρημένον, ἐν σχήματι λέξεως τὸ διηνεκὲς ἐνδεικνύμενον, καίτοι γε οὐκ ἀποβαινόντων ἀεὶ τῶν πραγμάτων ὡσαύτως, ἀλλ’ ἐν σπανίῳ ποτὲ καὶ ἐναντίως.

Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.

Ἀθροίζεται πολλάκις ἐν τοῖς ἄρθροις χυμὸς φλεγματώδης, ὃν ὀνομάζει μύξαν, ὑφ’ οὗ διαβρεχόμενοι τῆς διαρθρώσεως οἱ σύνδεσμοι χαλαρώτεροι γίνονται καὶ διὰ τοῦτο ἐξίσταται ῥᾳδίως τὴν κοιλότητα τὸ ἄρθρον, ἐμπίπτει τε πάλιν οὐ χαλεπῶς, ἃ δὴ καὶ νῦν φησι τοῖς οὕτω διακειμένοις ἰσχιαδικοῖς συμβαίνειν. ὅταν δ’ εἴπῃ, τὸ ἰσχίον ἐξίστασθαι, τὸ κατ’ ἰσχίον ἄρθρον ἀκουστέον, ὡς κἀν τῷ περὶ ἄρθρων ἔλεγεν, ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον ἐν ἴσῳ τῷ κατ’ ὦμον ἄρθρον.

Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι φθίνει τὸ σκέλος καὶ χωλοῦνται, ἢν μὴ καυθῶσιν.

Οὐ χρὴ χωρίζειν τὸν ἀφορισμὸν τοῦτον τοῦ προγεγραμμένου, συνάπτοντας δ’ αὐτοὺς εἰς ἕνα λόγον οὕτως ἀκούειν. βούλεται γὰρ λέγειν ὅτι τοῖς ἰσχιαδικοῖς, οἷς διὰ τὸ πλῆθος τῆς μύξης ἐξίσταται τὸ ἄρθρον, ἐμπίπτει τε πάλιν, ἀναγκαῖόν ἐστιν ἐν χρόνῳ φθίνειν τὸ σκέλος, ἂν μὴ φθάσαντες τῇ καύσει ξηράνωμεν τὴν μύξαν, ὅπερ κἀν τῷ περὶ ἄρθρων συνεβούλευε πράττειν ἐπὶ τοῦ συνεχῶς ἐκπίπτοντος βραχίονος. καὶ γὰρ καὶ νῦν ἡ αὐτὴ τοῦ λόγου δύναμίς ἐστι καίειν συμβουλεύοντος αὐτοῦ κατ’ ἰσχίον, ὡς ἐν τῷ περὶ ἄρθρων ἐδίδασκεν, ὅπως ἐκδαπανηθῇ τε τὸ μυξῶδες ἥ τε χαλαρότης τοῦ δέρματος, εἰς ἣν ὠλίσθανε τὸ ἄρθρον ὑπὸ τῆς καύσεως εἰς συντονίαν ἀχθεῖσα, σφίγγει τε καὶ κωλύει μεθίστασθαι, ὡς εἴ γε διὰ τὸ πλῆθος τῆς μύξεως ἐπὶ πλεῖον ἐξεστηκὸς μένει τὸ ἰσχίον, ἔστι μὲν δήπου τοῦτο χωλεία τοῦ σκέλους. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης αὐτῇ καὶ ἀτροφία, καθ’ ὃ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τῶν κατὰ φύσιν ἐστερήθη κινήσεων.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ ΥΠΟΜΝΗΜΑΤΑ.

Πάντες σχεδὸν οἱ προγράψαντες ἐξηγήσεις τῶν ἀφορισμῶν ἐν ἀρχῇ μὲν ἐπὶ πλέον ἐπεκτείνουσι τοῦ χρησίμου τὸν λόγον, ἐκλύονται δὲ προϊόντες, ὥστε πρῶτον μὲν ἐπὶ τὸ χρήσιμον προϊέναι μόνον, εἶθ’ ἑξῆς ἐλλιπέστερον τούτου καὶ τελευτῶντες ἐσχάτως συντέμνουσι τὰς ἐξηγήσεις, ὡς μηδ’ ὅτι νόθοι τῶν ἀφορισμῶν εἰσιν ἔνιοι καὶ προφανῶς ψευδεῖς, ἔτι παρακολουθεῖν. ἀλλ’ ὥσπερ οἱ κάμνοντες ἐν τοῖς διαλόγοις ἐπινεύουσι πρὸς ἅπαν ἑτοίμως, οὕτω καὶ αὐτοὶ προσίενταί τε πάντας, οὓς ἂν εὕρωσι γεγραμμένους ἀφορισμοὺς εἰς ἔσχατόν τε βραχυλογίας ἀφικνοῦνται κατὰ τὰς ἐξηγήσεις αὐτῶν ἐπιλανθανόμενοι τῆς ἐν ἀρχῇ μακρολογίας. ἀλλ’ ἡμεῖς γε τὰς ἄλλας αὐτῶν ἀτοπίας ἐπειράθημεν φυλάξασθαι καὶ πάσας ὁμαλῶς ποιήσασθαι τὰς ἐξηγήσεις ἐσπουδάσαμεν, ἐστοχασμένας μὲν τῶν ἀληθῶν τε ἅμα καὶ χρησίμων τῇ τέχνῃ; τῇ δὲ ἑρμηνείᾳ μήτε εἰς βραχυλογίαν ἐσχάτην συνηγμένας, οὐ γὰρ ὑπομνήματι τὸ τοιοῦτον, ἀλλὰ συγγράμματι πρέπει, μήτ’ εἰς μῆκος τοσοῦτον, ὅσον ἐν ἀρχῇ τῶν ἐξηγήσεων ἐκεῖνοι πεποίηνται. τὸ δ’ ἄριστον ἐν ἅπασι τοῖς λόγοις, ὅπερ καὶ σύμμετρόν ἐστιν ἑκάστῃ πραγματείᾳ, τοῦτο ἐσπουδάσαμεν ἀπ’ ἀρχῆς μέχρι τέλους διαφυλάξαι.

Ἐν τοῖσιν ὀξέσι νοσήμασι ψύξις ἀκρωτηρίων κακόν.

Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθ’ ὅσα χωρὶς πυρετῶν εἰσι καὶ κατὰ τὸν χειμῶνα καὶ γέρουσι ψυχρὰ γίνεσθαι τὰ τοῦ σώματος ἔσχατα μόρια, ῥῖνας καὶ πόδας καὶ ὦτα καὶ χεῖρας ἄκρας, οὐδὲν ἄτοπον. οὐ μὴν ἔν γε τοῖς ὀξέσι μέτριον τὸ κακὸν, ἀλλ’ ἱκανῶς ὀλέθριον τὸ σύμπτωμα, φλεγμοναῖς σφοδροτάταις τῶν σπλάγχνων ἐπιγινόμενον. ὀξέα δὲ προσαγορεύεσθαι νοσήματά φησιν αὐτὸς, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ἐν οἶς ὅταν ἄνευ μεγάλης φλεγμονῆς ὦσι, μὴ ὅτι καταψύχεσθαι τοῖς ἀκροῖς, ἀλλὰ καὶ διακαίεσθαι συμβέβηκεν. ἀλλ’ ὅταν τὸ τῆς φλεγμονῆς θερμὸν ᾖ οὕτω σφοδρὸν, ὡς ἕλκειν ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὸ αἷμα, διακαίονται μὲν οἱ οὕτως ἔχοντες τὰ σπλάγχνα, ψύχονται δὲ τὰ ἀκρωτήρια διὰ τὴν ἔνδειαν τοῦ αἵματος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα, καὶ οἵ πλεῖστοί γε αὐτῶν οὐδὲ τῶν περιβολαίων ἀνέχονται, διὰ τὸ περὶ τοῖς σπλάγχνοις καῦμα.

Ἐπὶ ὀστέῳ νοσήσαντι σὰρξ πελιδνὴ κακόν.

Οὐ γὰρ ἐπὶ μετρίαις βλάβαις ὀστῶν, ἀλλὰ ταῖς ἰσχυραῖς σηπέδοσι τὸ τοιοῦτον εἶδος τῆς χρόας ἐγγίνεται περικειμέναις σαρξὶ, σβεννυμένης δηλονότι τῆς κατὰ φύσιν θερμασίας ἐν αὐτοῖς.

Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ κακόν.

Οἷόν τι πάθος τοῖς μυσὶν ὁ σπασμός ἐστι, τοιοῦτον ἐν τῷ στομάχῳ γίνεται ἡ λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη, ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τό τε στόμα καὶ τὸν στόμαχον αὐτῆς, ἃ καὶ ἐν τοῖς ἐμέτοις ἀποῤῥίψασα, παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μηδ’ ὑπὸ τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον ἢ τὴν γαστέρα φλεγμαίνειν οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπεται ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν.

Ἐπὶ ἱδρῶτι φρίκη οὐ χρηστόν.

Ὅτι τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα λέλεκται πρὸς αὐτοῦ, διὰ τὸ τὴν φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι.

Ἐπὶ μανίῃ ἢ δυσεντερίῃ ἢ ὕδρωψ ἢ ἔκστασις ἀγαθόν.

Δυσεντερίαν μὲν ἢ ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δ’ οὐδαμῶς διάλυσιν εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ μέντοι καὶ εἴπερ ὄντως ὁ Ἱπποκράτης πολλαχῆ μανίαν καὶ σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθά τε τῇ σφοδρότητι τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσήμασι τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις ἀγαθὰς ἐργάζεσθαι.

Ἐν νούσῳ πολυχρονίῃ ἀποσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες κακόν.

Καὶ αὐτὴ μὲν καθ’ ἑαυτὴν ἡ ἀποσιτία σημεῖον ἐστι μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστ’ οὐκ ἀγαθὸν σημεῖον ἡ ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δ’ ὑποχωρήσεις εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε ὁ τῆς ἰώδους λεγομένης ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται διαχωρήσεις ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν ὑπὸ τῆς πυρετώδους θερμασίας.

Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη κακόν.

Ὅτι μὲν ἡ πολυποσία πολλὴν πόσιν οὐχ ὕδατος, ἀλλ’ οἴνου δηλοῖ πρόδηλον παντί. παραφρονοῦσι δ’ ἐπὶ ταῖς τοιαύταις πόσεσιν ἔνιοι πληρουμένης τῆς κεφαλῆς αἵματός τε καὶ πνεύματος θερμοῦ. δι’ αὐτὸ δὲ τοῦτο καὶ θερμότεροι γίνονται, μάλιστα μὲν τὴν κεφαλὴν, ἤδη δὲ καὶ σύμπαν τὸ σῶμα. σπάνιοί γε μὴν ἐξ αὐτῶν εἰσὶν οἱ σὺν τῇ παραφροσύνῃ ῥιγώσαντες, ἐφ’ ὧν οὐκ ἐξάπτεται τὸ σύμφυτον θερμὸν, ἀλλὰ σβέννυται διὰ τὸ πλῆθος, ὥσπερ ἐπὶ τῶν πολλῶν ξύλων ἐπιβληθέντων τῷ πυρὶ ἥ τε τοῦ λύχνου φλὸξ ἐξ ἐλαίου καταχυθέντος ἀθρόως.

Ἐπὶ φύματος εἴσω ῥήξιος ἔκλυσις, ἔμετος καὶ λειποψυχία γίνεται.

Φῦμα μὲν ὠνόμασεν, ὅπερ ἐν ἑτέροις αὐτὸς εἴωθε προσαγορεύειν ἐμπύημα, τὴν δ’ ἔσω ῥῆξιν αὐτοῦ τὴν εἰς τὴν γαστέρα λέγει. ταύτῃ γὰρ ἔμετος ἕπεται, ὡς αἵ γε τὸν κατὰ θώρακά τε καὶ πνεύμονα φυμάτων ῥήξεις οὐκ ἐμέτους, ἀλλ’ ἐκ ἀνάγκης μὲν βῆχα, πολλάκις δὲ καὶ πνίγα φέρουσιν, ὥσπερ γε καὶ αἱ εἰς τὰ ἔντερα συῤῥήξεις τῶν ἐμπυημάτων διαχώρησιν ἐργάζονται πύου. κοινὸν δὲ πασῶν ῥήξεων ἔκλυσίς τε καὶ λειποψυχία, διὰ τὴν τοῦ ζωτικοῦ πνεύματος ἔκκρισιν, ὡς ἑτέρωθι δέδεικται.

Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ καὶ σπασμὸς κακόν.

Οὗτος ὁ ἀφορισμὸς ἡμᾶς ὠφελεῖ μεγάλα πρὸς τὸ πεισθῆναι γίνεσθαί ποτε παραφροσύνας ἐπ’ ἐνδείᾳ παραπλησίῳ τρόπῳ τοῖς κατὰ κῶλα τρόμοις. ἐκεῖνά τε γὰρ ἀῤῥωστίᾳ τῆς κινούσης αὐτὰ δυνάμεως ἀστηρίκτους ἴσχει τὰς κινήσεις, ὅ τ’ ἐγκέφαλος παραφόρους. διόπερ οὐδὲ σφοδρὸν γίνεταί ποτε τὸ τοιοῦτον εἶδος τῆς παραφροσύνης, ἀλλὰ μέτριόν τε καὶ ὡς ἂν εἴποι τις ληρῶδες, αὐτὸς γὰρ εἴωθεν ὀνομάζειν λῆρον τὴν μετρίαν παρακοπήν. ἐὰν οὖν καὶ σπασμός ποτε συνέλθῃ τῇ τοιαύτῃ παραφροσύνῃ, παντάπασιν ἀνιάτως ἔχουσιν. ἔνια μὲν οὖν τῶν ἀντιγράφων διὰ τοῦ καί συνδέσμου γέγραπται, τινὰ δὲ τὸν παραδιαζευκτικὸν ὀνομαζόμενον ἔχει τὸ ἤ, καθ’ ὃν καὶ ἡ παραφροσύνη μὲν οὐκ ἀγαθόν ἐστι σύμπτωμα μεθ’ αἵματος ῥύσιν, εἰ καὶ μόνη συμβαίη. πολὺ δὴ μᾶλλον ὁ σπασμὸς, εἰ καὶ χωρὶς παραφροσύνης γένοιτο, μέγιστον δὲ κακὸν, εἰ ἀμφοῖν ἐστι σύνοδος. ὅπου γε καὶ μόνος ὁ διὰ τὴν ἄμετρον κένωσιν γενόμενος σπασμὸς ὀλεθριώτατόν ἐστι σύμπτωμα. τὸ μὲν γὰρ τῆς παραφροσύνης ἧττόν ἐστι κακόν.

Ἐπὶ εἰλεῷ ἔμετος ἢ λὺγξ ἢ σπασμὸς ἢ παραφροσύνη κακόν.

Ἐν τοῖς εἰλεοῖς οὐδὲν ὑπέρχεται κάτω καὶ τοῦτό ἐστιν ἴδιον ἀχώριστον τοῦ πάθους. ἔμετος δὲ οὐκ ἀεὶ σύνεστιν, ἀλλ’ ὅταν ὀλεθρίως ἔχωσι. καὶ εἰ πλέον δὲ σπαράττονται καὶ κόπρος αὐτοῖς ἐπανέρχεται καὶ λύζουσιν. ἔνιοι δὲ καὶ παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν νεύρων τῇ τοῦ στομάχου κακώσει. δοκεῖ δέ μοι γίνεσθαι τὰ τοιαῦτα τῶν ἐντέρων, ἐν οἷς ἡ διάθεσίς ἐστιν, ἀπώσασθαι ἑαυτῶν τὴν κόπρον ἐφιεμένων, ὅταν ἀνιαρὰ διὰ χρόνου μῆκος ᾖ, μὴ δυναμένων δὲ διὰ τὴν ἐν τοῖς κάτω μέρεσι στέγνωσιν ἐκεῖθεν διαπέμπειν, ἀλλ’ ἀναγκαζομένων ἔμπαλιν τῇ φύσει κινεῖσθαι βιαίως καὶ πρὸς τὴν ἄνω χώραν ἐκθλίβειν τὰ λυποῦντα.

Ἐπὶ πλευρίτιδι περιπνευμονίη κακόν.

Ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δ’ ἁπλῶς οὕτως γέγραπται· ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομένων τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἢ ἀγαθὸν ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν, ἀλλ’ ἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευρῖτις εἰς περιπνευμονίην ἢ ἐπιγίνεσθαι πλευρίτιδι περιπνευμονίαν. μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυσαμένου ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν ἐπιγινομένων ὁ Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λεγόμενον τρόπον ἢ δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα γὰρ ἡ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐδ’ ἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοις τε καὶ κακοήθεσιν· οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς ὁ τὴν πλευρῖτιν ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ περιπνευμονίαν ἐκκαθαίρεται πᾶς ὁ λυπῶν χυμὸς ἀναβηττόμενος. ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς πλευρὰς συμπαθεῖν.

Ἐπὶ περιπνευμονίης φρενῖτις κακόν.

Ὅταν ὑπὸ θερμοῦ χυμοῦ περιπνευμονία, πολλοὺς ἀτμοὺς ἐπὶ τὴν κεφαλὴν ἀναπέμπουσα πληροῖ τὸν ἐγκέφαλον ἀτμῶν καὶ φρενῖτιν ἐργάζεται. τὰ δ’ ἄλλα κοινὰ πρὸς τὸν ἔμπροσθεν εἰρημένον ἀφορισμὸν, οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τοῖς ἐφεξῆς.

Ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος κακόν.

Οἱ πλεῖστοι τῶν ἐξηγητῶν οὕτως ἴσασι γεγραμμένον ἀφορισμὸν τοῦτον, ὁ δὲ Μαρῖνος ἐπὶ τραύμασι γράφει. καὶ γὰρ τὸν ἑξῆς ἀφορισμὸν αὐτῷ φησι μαρτυρεῖν. ἀληθὲς μὲν οὖν καὶ τὸ τοῖς ἰσχυροῖς τραύμασι φλεγμονάς τε καὶ σπασμοὺς γίνεσθαι. τῶν δ’ ἐξηγησαμένων σχεδὸν ἁπάντων καὶ μάλιστα τῶν παλαιοτάτων, τὴν ἐπὶ καύμασιν ἰσχυροῖς γραφὴν ἐπισταμένων, ἄμεινον καὶ ἡμᾶς ἐκείνην ἐξηγεῖσθαι. τινὲς μὲν οὖν τὸ καύμασιν ἐν ἴσῳ τῷ πυρετοὺς ἤκουσαν, ἔνιοι δὲ τὴν ἐκ τοῦ περιέχοντος πύρωσιν οὕτως εἰρῆσθαί φασιν. ἔνιοι δὲ ἀντὶ τοῦ καυτηρίοις τε καὶ ἐσχάραις καὶ πάντες ἀληθεύουσιν. ἐπιγίνονται γὰρ ἅπασι τούτοις οὐκ ἐπ’ ἀγαθῷ τέτανοί τε καὶ σπασμοὶ κατὰ ξηρότητα τῶν νεύρων, οὕσπερ χαλεπωτάτους ἐδείκνυμεν ὄντας.

Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη κακόν.

Ἡ μὲν γὰρ παραφροσύνη γνωρίζεται, φθεγγομένων τε καὶ πραττόντων οὐδενὸς ἐχόμενα λόγου. ἡ δ’ ἔκπληξίς ἐστιν, ὅταν μὴ φθέγγωνταί τι, μήτε πράττωσιν, ἀλλ’ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς, ἐφ’ ἡσυχίας μένωσιν ὁμοίως τοῖς ὑπὸ δέους ἐκπλαγεῖσιν. ὅτι δὲ τὰ τοιαῦτα πάντα πάσχοντος ἐγκεφάλου γίνεται πρόδηλον· ἐδείχθη γὰρ ἐν ἐκείνῳ τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἐὰν γοῦν ἐπὶ τῇ τελευτῇ προγεγραμμένον ᾖ τὸ κακὸν, εὔδηλον ὡς ὀρθῶς εἴρηται. διήκει γὰρ εἰς αὐτὸν εἴσω τὸν ἐγκέφαλον ἐνδείκνυται τὴν πληγήν. ἐὰν δὲ μὴ προσγράφηται, δυνατὸν ἡμῖν ἐστι καὶ προσυπακοῦσαι, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν ἀπὸ κοινοῦ. δυνατὸν δὲ καὶ τῷ συνενδείκνυσθαι τὰ συμπτώματα τὴν βλάβην τοῦ ἐγκεφάλου τὸ μέγεθος τῆς κακώσεως ἐπινοεῖν.

Ἐπὶ αἵματος πτύσει πύου πτύσις κακόν.

Ὅτι πᾶς οὗτος ὁ κατάλογος αὐτῷ τῶν καλουμένων ἰδίως ἐπιγινομένων ἐστὶν, ὑπὲρ ὧν καὶ Πραξαγόρας ἓν ὅλον οὐ σμικρὸν ἔγραψε βιβλίον, εὔδηλον εἶναι νομίζω κἀξ αὐτοῦ τοῦ ἀφορισμοῦ. οὐ γὰρ ἅπασα πτύσις αἵματος ἑπομένην ἔχει πύου πτύσιν, ἀλλ’ ἡ κακοήθης μόνη, διὸ καὶ ἐκ τοῦ πνεύμονος τοὐπίπαν ἡ τοιαύτη.

Ἐπὶ πύου πτύσει φθίσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσιν.

Ἥν ἰδίως ὀνομάζουσιν οἱ Ἕλληνες καὶ μάλιστ’ αὐτῶν οἱ Ἀθηναῖοι φθόην, ταύτην νῦν ὁ Ἱπποκράτης ὠνόμασε φθίσιν, ἐπὶ πνεύμονος ἑλκώσεσιν ἀνιάτοις, γιγνομένης ἅπαντος τοῦ σώματος ἰσχνότητος μετὰ πυρετοῦ λεπτοῦ. τὸ δὲ ῥύσις ἤτοι κατὰ τῆς τῶν τριχῶν ἐκπτώσεως ἢ κατὰ τῆς ὑγρᾶς διαχωρήσεως εἴρηκεν, ἀμφότερα γὰρ εἴωθε γίνεσθαι, ἐσχάτως ἐχόντων τῶν φθινόντων, τὸ μὲν ἐπὶ ξηρότητι, τὸ δ’ ἐπ’ ἀῤῥωστίᾳ δυνάμεως. τό γε μὴν ἐπὶ τέλει γεγραμμένον· ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσι τὸν τρόπον δηλοῖ τοῦ θανάτου τῶν ὑπὸ φθόης ἀπολλυμένων. ἄχρι γὰρ τοσούτου ζῶσιν ἰσχνοὶ γιγνόμενοι, μέχρι περ ἀναβήττειν δύνανται καὶ καθαίρειν διὰ τῶν ἀναπτυομένων τὸν πνεύμονα. μενόντων δ’ ἔνδον αὐτῶν ἐμφράττονται μὲν αἱ τῆς ἀναπνοῆς ὁδοὶ, πνίγονται δ’ οἱ πάσχοντες.

Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ κακόν.

Εἶπον ἤδη καὶ πρόσθεν ὡς ἅπαντες οὗτοι οἱ ἐφεξῆς ἀλλήλων ἀφορισμοὶ γεγραμμένοι διδάσκουσι περὶ τῶν ἐπιγενομένων συμπτωμάτων τοῖς πάθεσιν αὐξανομένοις καὶ χείροσιν αὐτῶν γιγνομένας· οὕτως οὖν καὶ νῦν ἡ λὺγξ ἐφ’ ἥπατι φλεγμαίνοντι γίνεσθαι λέλεκται, οὐ διὰ παντὸς οὔθ’ ὡς ἔτυχε πάσχοντος, ἀλλ’ ὅταν εἰς μέγεθος αἴρηται ξεούσης τῆς φλεγμονῆς, ὑφ’ ἧς εἰς συμπάθειαν ὁ στόμαχος ἔρχεται, ποτὲ μὲν τῷ λόγῳ τῶν κοινῶν νεύρων, ἅπερ ἐστὶν (ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐδίδαξε) βραχύτατα. διὸ καὶ τότε μόνον ἡ συμπάθεια γίνεται τῷ στομάχῳ πρὸς τὸ ἧπαρ, ὅταν καὶ ἡ φλεγμονὴ μεγίστη τε καὶ χειρίστη γένηται. καὶ μέντοι καὶ διὰ τὸ χολὴν ἱκανῶς θερμήν τε καὶ πολλὴν ἐν ταῖς φλεγμοναῖς τοῦδε τοῦ σπλάγχνου γεννᾶσθαί τε καὶ συῤῥεῖν εἰς τὴν ἀρχὴν τῶν ἐντέρων, ἧς ἐπιπολαζούσης καὶ ἀναθεούσης εἰς τὴν γαστέρα δάκνεσθαί τε καὶ διὰ τοῦτο λύζειν τῷ στομάχῳ συμβέβηκεν. ἔνιοι δὲ οἴονται τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ ἥπατος θλῖβον τὴν κοιλίαν ἐργάζεσθαι τὴν λύγγα, διέξοδον οὐκ ἔχοντος ὡς ἐκεῖνοί φασι τοῦ πνεύματος.

Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη κακόν.

Ἔνιοι προστιθέασι κἀνταῦθα τὸ κακόν. ἡμῖν δ’ εἴρηται πρόσθεν ὡς εἰ μὴ καὶ προστεθείη περιέχονται δυνάμεις. διὰ τί δὲ ταῖς ἀμέτροις ἀγρυπνίαις ἕπεται σπασμὸς ἢ παραφροσύνη, δῆλόν ἐστι τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὁ μὲν γὰρ σπασμὸς ἐῤῥέθη καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὥσπερ ὑπὸ πληρώσεως, οὕτω καὶ κενώσεως γίνεσθαι. κενωτικώτατόν τι δὲ καὶ ξηραντικώτατόν ἐστιν ἡ ἀγρυπνία, καὶ διὰ τοῦτο τόν τε κατὰ ξηρότητα φέρει σπασμὸν καὶ παραφροσύνην, αὐτῷ τῷ λόγῳ τῆς ἀμέτρου ξηρότητος καὶ πρὸς τούτῳ, διότι χολωδέστερον ἐν ταῖς μακραῖς ἀγρυπνίαις γίνεται τὸ αἷμα. κατὰ τινα μέντοι τῶν ἀντιγράφων καὶ τά γε ἀκριβέστατα χωρὶς τῆς παραφροσύνη γέγραπται ὁ ἀφορισμὸς τρόπῳ τοιῷδε· ἐπὶ ἀγρυπνίῃ σπασμὸς, ὡς ἂν οἶμαι, τὰ κάκιστα τῶν ἐπιγινομένων ἐνταῦθα γράφοντος τοῦ Ἱπποκράτους.

Ἐπὶ ὀστέου ψιλώσει ἐρυσίπελας.

Ἐν τούτῳ τῷ λόγῳ μάλιστα χρὴ προσυπακούειν τὸ κακόν· οὐ γὰρ δὴ τοῦτό γέ φησιν ὡς διὰ παντὸς ἢ ὡς τὸ πολὺ τοῖς ἐψιλωμένοις ὀστοῖς ἐρυσίπελας ἐπιγίνεται. τοὐναντίον γὰρ πᾶν ἀληθές ἐστι, τῷ σπανίῳ ἕπεσθαι τοῖς οὕτω παθοῦσιν ὀστοῖς ἐρυσίπελας· ἀλλ’ ὅτι μοχθηρόν ἐστι σύμπτωμα, συγγυμνωθέντος ὀστοῦ τὴν πέριξ σάρκα φανῆναι κατειλημμένην ἐρυσιπέλατι.

Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.

Πρόδηλον δή που καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν, ὡς τοῖς κακοήθεσιν ἐρυσιπέλασιν ἐπιγίνεται ταῦτα.

Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖς ἕλκεσιν αἱμοῤῥαγίη.

Ἐν τοῖς φλεγμαίνουσιν ἕλκεσιν ὁ σφυγμὸς γίνεται μὴ φερούσης τῆς ἐπικειμένης ταῖς ἀρτηρίαις σαρκὸς τὴν κένωσιν αὐτῶν, ἀλλ’ ὀδυνωμένης, ὅταν ἐμπίπτωσιν αὗται διαστελλομέναι. ἔστι γὰρ ὁ τοιοῦτος σφυγμὸς ὀδυνηρά τις αἴσθησις, ἐκ τῆς τῶν ἀρτηριῶν κινήσεως γινομένη, ὧν οὐδὲ αἰσθανόμεθα τὴν ἀρχὴν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὰ μόρια, διά τε τὸ τῆς ὁμιλίας αὐτῶν ἄλυπον καὶ διὰ τὴν εὐρυχωρίαν, ἐν ᾗ κινοῦνται. φλεγμονὴν δὲ ἥ τε στενοχωρία καὶ τὸ τῆς διαθέσεως ὀδυνηρὸν αἴσθησιν ἀνιαρὸν ἐργάζεται τοῖς κάμνουσιν, ἐκ τῆς κινήσεως τῶν ἀρτηριῶν, ἣν καλοῦσιν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι σφυγμόν. ἔοικε δὲ καὶ ἡ κίνησις αὕτη τῶν ἀρτηριῶν κατὰ τὰς τοιαύτας διαθέσεις αὐξάνεσθαι. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς ἔστι καὶ ἡ τῶν ἀλλοτρίων ἀποκριτικὴ μία τις ἐν αὐτοῖς δύναμις, ἥτις καὶ τοὺς κρισίμους ἱδρῶτας ἐργάζεται καὶ τὰς αἱμοῤῥαγίας καὶ τὰς τῆς γαστρὸς ὑποχωρήσεις, ὅσα τε ἄλλα τοιαῦτα. κατὰ ταύτην οὖν τὴν δύναμιν ἐνίοτε σφοδρότερον ἡ φύσις ἐνεργοῦσα μεγάλην τε ἅμα καὶ βίαιον ἐργάζεται τὴν κίνησιν τῶν ἀρτηριῶν, ἐφιεμένη διώσασθαι τὰ λυποῦντα καὶ οὕτως ἐπιφέρει τὰς αἱμοῤῥαγίας.

Ἐπὶ ὀδύνῃ πολυχρονίῃ τῶν περὶ τὴν κοιλίην ἐκπύησις.

Εἴτε γὰρ ψύξις εἴθ’ ὅλως ἀνώμαλός τις εἴη δυσκρασία περὶ τὴν κοιλίαν εἴτε πνεῦμα φυσῶδες εἴτε δριμύτης τις δακνώδης ἀδύνατον αὐτοῖς εἰς πολὺν ἐκταθῆναι χρόνον ἁπάντων δεόντως περὶ τὸν κάμνοντα γιγνομένων. ἀναγκαῖον γὰρ τοῦτο προσυπακούειν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις. ὑπολείπεται γοῦν ἔτι διὰ φλεγμονὴν χρονίζειν τὴν ὀδύνην, ἥτις ἐκπυήσει τῷ χρόνῳ δηλονότι μὴ φθάσαντός γε ἀποθανεῖν τοῦ ἀνθρώπου. καὶ γὰρ τοῦτο χρὴ προσυπακούειν ἐν τοῖς τοιούτοις λόγοις ἅπασιν.

Ἐπὶ ἀκράτῳ χωρήσει δυσεντερία.

Ἀκρήτους ὑποχωρήσεις εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης τὰς ἀμίκτους ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἐχούσας εἰλικρινῆ ὑπερχόμενον κάτω χυμὸν, εἴτε τὸν τῆς ξανθῆς χολῆς εἴτε τὸν τῆς μελαίνης. θαυμαστὸν οὖν οὐδὲν ἐπὶ ταῖς τοιαύταις ὑποχωρήσεσιν ἀναβρωθῆναί τι τῶν ἐντέρων.

Ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη, ἢν κενεὸν λάβῃ.

Ἐπὶ τοῦ κατὰ τὴν κεφαλὴν ὀστέου δηλονότι διακοπέντος οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ μέχρι τῆς ἐντὸς ἐπιφανείας, ἣν περιέχουσα τὸν ἐγκέφαλον ἐνδέχεται κενὴ χώρα, παραφροσύνη γίνεται· πλησιάζει γὰρ ἤδη τὸ πάθημα ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. Μαρῖνος δὲ οὐκ οἶδ’ ὅπως ἰδίᾳ μὲν ἀναγινώσκειν ἀξιοῖ τὸ ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη. ἰδίᾳ αὖθις ἀρχὴν ἀφορισμοῦ δευτέρου ποιεῖται, τὸ ἢν κενεὸν λάβῃ, προστιθεὶς αὐτῷ τὸ ἐκ φαρμακοποσίης σπασμὸς, οὕτως ὡς ὅλος ἀφορισμὸς τοιοῦτος γίνηται· ἢν κενεὸν λάβῃ ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες. εἰκότως τε γάρ φησιν εἰρῆσθαι τοῦτο. τὸν γὰρ ἐπὶ κενώσει γινόμενον σπασμὸν ἀεὶ μέμφεσθαι τὸν Ἱπποκράτην. ἀλλὰ τοῦτο μὲν αὐτὸ καλῶς εἶπεν ὁ Μαρῖνος, ὡς ὁ διὰ κένωσιν ἄμετρον γινόμενος σπασμὸς, ὀλέθριόν ἐστιν. οὕτω γοῦν καὶ ὁ ἐκ φαρμακοποσίης ὀλέθριος γίνεται· τὸ πρότερον δ’ οὐκ αἰσθάνεται λόγον ἐργαζόμενος ψευδῆ· τὸ γὰρ ἐπὶ ὀστέου διακοπῇ τὴν παραφροσύνην γίνεσθαι προφανῶς ψεῦδός ἐστιν. οὔτε γὰρ κατ’ ἄλλο τι τῶν ὀστῶν οὔτε κατὰ τῆς κεφαλῆς ἕπεται τῇ διακοπῇ παραφροσύνη, πρὶν ἐπὶ τὰς μήνιγγας ἐξικέσθαι τὸ πάθος.

Ἐκ φαρμακοποσίης σπασμὸς θανατῶδες.

Φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας μόνον. ὅτι δ’ ἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπιγινόμενος ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλάκις εἰρημένων οὐκ ἀγνοεῖ.

Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύξις κακόν.

Γίνεται μὲν ὡς καὶ πρόσθεν ἐῤῥέθη καὶ διὰ μέγεθος φλεγμονῆς σπλάγχνων ἡ τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ καὶ διὰ λειποψυχίαν ἢ τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν ἢ τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθ’ ὅταν ψυχρὸν εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέσοις τοῦ σώματος ὑπάρχουσαν, δι’ ἣν συστέλλεται μὲν ἡ φύσις εἰς ἑαυτὴν, ἕπεται δ’ αὐτῇ καὶ τὸ αἷμα καταλεῖπον οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα αἰτίαν εἴρηκεν ὁ Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως ἀκρωτηρίων, ὥσπερ καὶ κατ’ ἄλλους πολλοὺς ἐδείχθη λόγους τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλ’ ἑκάστου κατὰ μέρος ποιεῖσθαι.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγινόμενος ἐκτρῶσαι ποιέει.

Περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον ὁ τεινεσμὸς γίνεται τὴν αὐτὴν ἔχων αἰτίαν τε καὶ διάθεσιν, ἣν ἐν ταῖς δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέρων. ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι τῆς γινομένης κατ’ αὐτὴν, δι’ ἣν καὶ προθυμούμενοι σφοδρῶς ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην οὖν ἔντασίν τε καὶ κακοπάθειαν τό τ’ ἄλλο πᾶν σῶμα κάμνει καὶ μάλιστα πάντων ἡ μήτρα, συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ. θαυμαστὸν δ’ οὐδὲν ἐπὶ σφοδραῖς τε καὶ συνεχέσιν ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον, ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ἢ ὀδύναις τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.

Ὅ τι ἂν ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι οὔτε αὔξεται οὔτε συμφύεται.

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν ἤδη γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται, καὶ ἐφθάσαμεν αὐτὸν ἐξηγήσασθαι μετὰ τὸ ἕκτον ὑπόμνημα.

Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἰσχυρὴ ἐπιγένηται, λύει τὴν νοῦσον.

Σύνηθές ἐστι τοῖς ἄλλοις ἰατροῖς ὀνομάζειν τινὰ λευκοφλεγματίαν ὕδερον ἤγουν ὡς καὶ πελιδνοῦ τινος φλέγματος ἢ ὡς κατὰ μὲν τὸν ἑαυτοῦ λόγον ὑπάρχοντος ἀεὶ λευκοῦ, δι’ ἐπιμιξίαν δέ τινα τῶν ἄλλων χυμῶν μεταβάλλοντος τὸ ἀκριβὲς τῆς χρόας. δύναται δὲ καὶ ὡς ἐν τῷ περὶ ἄρθρων ἔγραψε· σπόνδυλοι δ’ οἱ κατὰ ῥάχιν οὐχ ὡς οὐκ ὄντων τῶν σπονδύλων ἑτέρωθι διοριζόμενος, ἀλλ’ ἁπλῇ προσθήκῃ χρώμενος, οὕτως κἀνταῦθα χωρὶς διορισμοῦ τὴν προσθήκην τοῦ λευκοῦ πεποιῆσθαι. τὸ δ’ ὑπὸ διαῤῥοίας ἰσχυρᾶς ἢ χρονίας, ἑκατέρως γὰρ γράφεται, λύεσθαι τὴν τοῦ λευκοῦ φλέγματος πλεονεξίαν κοινὸν καὶ πρὸς ἄλλα πολλὰ τῶν οὕτως εἰρημένων αὐτῷ.

Ὁκόσοισιν ἀφρώδεα τὰ ὑποχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥεῖ.

Ἀδιορίστως εἴρηται τοῦτο, γένοιτο μὲν γὰρ ἄν ποτε τὸ διαχωρούμενον ἀφρῶδες, ἐκ τῆς κεφαλῆς ἐπιῤῥέοντος ὑγροῦ πνευματώδους εἰς τὴν γαστέρα· γένοιτο δ’ ἄν ποτε καὶ τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων ἐκχεόντων αὐτό. συσταίη δ’ ἂν ἐνίοτε καὶ κατὰ τὴν γαστέρα, μίαν μὲν ὡς ἂν εἴποι τις, ἔχον αἰτίαν συνεκτικὴν, ὅπως ἂν ἐκκρίνηταί τε καὶ γένηται, προηγουμένας δὲ πλείους. ἔστι δὲ ἡ συνεκτικὴ τοῦ τοιούτου φλέγματος αἰτία πνεῦμα φυσῶδες ἐν τῇ πρὸς ὑγρότητα μίξει σφοδρᾷ καὶ ἀνωμάλῳ κινήσει κεχρημένον, ὡς αὐτό τε θραυσθῆναι καὶ τὸ φλέγμα θραῦσαι κατὰ πολλὰ καὶ σμικρὰ μόρια. τῆς δὲ τοιαύτης αὐτῷ κινήσεως ἥ τε οἰκεία φύσις αἰτία καί ποτε καὶ πλῆθος θερμασίας. οὕτως γοῦν ἐπὶ τε τῶν ἑψημένων ἀφρὸς ὁρᾶται καὶ μάλισθ’ ὅταν ᾖ γλίσχρα τὴν φύσιν, ἔν τε τῇ θαλάττῃ κατὰ τὰς βιαίας τῶν ἀνέμων ἐμβολάς. ὅσοι δὲ ἡγοῦνται διὰ τοῦ πνεύμονος εἰς τὴν γαστέρα τὴν ὁδοιπορίαν γίνεσθαι τῷ φλέγματι καὶ διὰ τοῦτο ἀφρῶδες αὐτὸ φαίνεσθαι, οὐκ οἶδα τί φήσουσιν ἐπὶ τῶν ἀπὸ κεφαλῆς σαφῶς εἰς πνεύμονα ῥευματιζομένων. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἀφρώδη διαχωρεῖν. οἱ δ’ οὔτε διαχωροῦσιν οὔτ’ ἀναβήττουσιν ἀφρώδη, καίτοι πολλάκις ἐναργῶς αἱ τραχεῖαι κατὰ σπλάγχνον ἀρτηρίαι πλήρεις εἰσὶ τοῦ καταῤῥέοντος ἐκ τῆς κεφαλῆς, ὃ πεφθὲν μὲν ἀναπτύεται πύῳ παραπλήσιον, ἀφρῶδες δ’ οὐ γίνεται. ἀλλ’ οὐδ’ αἷμα διὰ παντὸς ἀφρῶδες ἀναπτύουσιν ἐκ πνεύμονος. ἔοικεν οὖν ὅταν ἐξ αὐτῆς τοῦ σπλάγχνου τῆς ἰδίας οὐσίας συναναφέρηταί τι ἀφρῶδες γίνεσθαι τὸ αἷμα. πτύουσί γε μὴν καὶ οἱ πλευριτικοί ποτε τὸ ἀφρῶδες, ἔτι τε σπανιώτερον αὐτῶν μᾶλλον οἱ περιπνευμονικοί. θερμασίας δέ μοι δοκεῖ ἀκράτου τε καὶ πυρώδους ἠθροισμένης ἐν τοῖς πάσχουσι μορίοις. εἰ δὲ τὸ καταῤῥέον ἐκ τῆς κεφαλῆς εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, ὡς ἔνιοί φασι, διεξέρχεται κάτω, πρῶτον μὲν εἰς τὰς τῆς καρδίας κοιλίας αὐτὸ παραγίνεσθαι δεήσει, μετὰ δὲ τοῦτο δυοῖν θάτερον, ἤτοι διὰ τῆς κοίλης φλεβὸς εἰς μὲν τὰ κυρτὰ τοῦ ἥπατος πρῶτον, εἶτα ἐκεῖθεν εἰς τὰ σιμὰ καὶ οὕτως διὰ τῶν πυλῶν εἰς τὰς τῶν ἐντέρων ἕλικας, ἢ πρῶτον μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν, εἶθ’ οὕτως εἰς τὴν τοῦ μεσεντερίου. καὶ πῶς ἂν ἔτι μένειν ἀφρῶδες ἀναμιχθέν τε τῷ αἵματι καὶ τοσαύτας διεξελθὸν ἅμα αὐτῷ φλέβας.

Ὁκόσοσι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσι.

Καὶ οὗτος ὁ λόγος διορισθεὶς ἀληθὴς γίνεται μαρτυρούμενος ὑπὸ τῆς πείρας. ὀλέθρια μὲν γάρ ἐστι τὰ κριμνώδη τῶν οὔρων, κἀν τῷ προγνωστικῷ λέλεκται καὶ φθάνουσιν ἀποθνήσκειν οἱ πλεῖστοι πρὶν χρονίσαι τὴν νόσον. ὅσοι δ’ ἐξ αὐτῶν ἐσώθησαν, ἐχρόνισαν οὗτοι πάντες, ὡς ἂν πολλῆς τῆς πέψεως δεομένης τῆς διαθέσεως, ἐφ’ ᾗ τὸ τοιοῦτον οὖρον οὐροῦσιν. εἴρηται δ’ ἡμῖν ἐν τοῖς περὶ κρίσεων ὑπὲρ ἁπάντων οὔρων ἐπὶ πλέον ἔν γε μὴν ταῖς ἐπιδημίαις. ἀρκέσει γάρ μοι δυοῖν ἀῤῥώστοιν μνημονεῦσαι, κατὰ μὲν τὸ πρῶτον τοῦ μετὰ τρεῖς καταστάσεις δευτέρου γεγραμμένου Σιληνοῦ, περὶ οὗ κατὰ τὴν διήγησιν οὕτως εἶπεν· οὔρησεν ἀθρόως ὑπὸ τοῦ χυμοῦ κενούμενον ὑπόστασις κριμνώδης, λευκὴ, ἄκρεα πάλιν ψυχρὰ, ἑνδεκάτῃ ἀπέθανε. κατὰ δὲ τὸ τρίτον τοῦ τρίτου τῶν ἀῤῥώστων, περὶ οὗ κατὰ μὲν τὴν ἀρχὴν τῆς διηγήσεως οὕτως ἔγραψεν· ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ. προελθὼν δὲ μετ’ ὀλίγον, οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ οἷον κρίμνα. τοῦτον δὲ φησι τεσσαρακοσταῖον κριθῆναι. δῆλον οὖν κἀκ τούτων τῶν παραδειγμάτων, ὅσοι μὲν σωθήσεσθαι μέλλουσι τῶν οὐρησάντων κριμνώδη, χρονίζουσιν, ὅσοι δὲ ὀλεθρίως ἔχουσι, τούτους ἐνδέχεται καὶ διὰ ταχέων ἀποθανεῖν.

Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην ἀῤῥωστίην σημαίνει.

Τὸ μὲν χολῶδες ἀεὶ ὀξείας ἐργάζεται νόσους. εἴρηται γὰρ ἡμῖν ὅτι τὸν πικρόχολον χυμὸν οὕτως ὀνομάζειν ἔθος ἐστὶ τοῖς παλαιοῖς ἰατροῖς, ὡς τόν γε μελαγχολικὸν ἀεὶ μετὰ προσθήκης λέγουσιν, οὐχ ἁπλῶς χολὴν ὡς τὴν ξανθὴν, ἀλλὰ μέλαιναν χολήν. τὸ δ’ ἄνωθεν λεπταὶ, τουτέστιν ὑδατώδεες. οὕτω γὰρ εἴωθε χρῆσθαι τῇ τοῦ λεπτοῦ προσηγορίᾳ ὁ Ἱπποκράτης, δόξειεν ἂν οὐ καλῶς εἰρῆσθαι. τὸ γὰρ ὑδατῶδες οὖρον ἄπεπτόν ἐστι καὶ χρόνιον. ἐγὼ γοῦν οὐκ ἐθεασάμην ποτὲ οὖρον ὡς τὸ ὑφιστάμενον ἐν αὐτῷ χολῶδες εἶναι, τὸ δ’ ἐπιπολάζον ὑδατῶδες. οὐκ ἀλόγως οὖν ἔνιοι τῶν ἐξηγητῶν ἔφασαν οὐ τόπου δηλωτικὸν, ἀλλὰ χρόνου τὸ ἄνωθεν ἐπίῤῥημα νῦν εἶναι, καθάπερ εἰ καὶ οὕτως εἴρηται. τῶν οὔρων αἱ ὑποστάσεις, ὅταν ἐξ ἀρχῆς μὲν ὦσι λεπταὶ, μετὰ δὲ ταῦτα χολώδεις γεννηθῶσιν, ὀξεῖαν ἀῤῥωστίαν δηλοῦσιν.

Ὁκόσοισι δὲ διεστηκότα οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστι.

Τὰ διεστηκότα κυρίως μὲν ἀκούοντι ἀδύνατόν τι δηλώσει. συνεχὲς γὰρ ἑαυτῷ τὸ οὖρόν ἐστιν ἀεὶ μηδεμίαν ἐν τῷ μέσῳ χώραν ἔχον κενήν. εἰ δὲ τὸ κατὰ τὴν σύστασιν ἀνώμαλον εἰρῆσθαι δεχοίμεθα, δεόντως εἶπε ταραχὴν ἰσχυρὰν αὐτὸ σημαίνειν. ἐπικρατούσης μὲν γὰρ τῆς φύσεως ὁμαλῶς ἥνωται πάντα, στασιαζόντων δὲ τῶν νοσωδῶν αἰτίων αὐτῇ, τὸ μὲν κρατούμενόν τε καὶ πεττόμενον ἑτέραν ἴσχει τὴν ἰδέαν, τὸ δὲ ἀνθιστάμενόν τε καὶ στασιάζον ἑτέραν. καὶ ὅταν γε πλείω τὰ τοιαῦθ’ ὑπάρχει, ποικιλωτέραν ἀποφαίνει τὴν ἀνωμαλίαν τῶν οὔρων καὶ τὴν αἰτίαν αὐτῶν τὴν ταραχήν.

Ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νεφριτικὰ σημαίνουσι καὶ μακρὴν ἀῤῥωστίαν ἔσεσθαι.

Πομφόλυγες γίνονται περιτεινομένης ὑγρότητος φυσώδει πνεύματι. μᾶλλον δὲ εἴωθε τὸ τοιοῦτον συμβαίνειν, ὁπόταν ἔχῃ τι γλίσχρον ἡ ὑγρότης. τηνικαῦτα δὲ καὶ αἱ πομφόλυγες αὗται δύσλυτοί τε καὶ μόνιμοι γίνονται. σημεῖον οὖν ἐστι τὸ συνεκκρίνεσθαι τοῖς οὔροις πνεῦμα φυσῶδες ἀῤῥωστίας νεφρῶν ψυχρᾶς. ἡ τοιαύτη γὰρ ἀθροίζει τὸ φυσῶδες πνεῦμα καὶ διὰ τοῦτό φησιν ἔσεσθαι τὴν ἀῤῥωστίαν μακράν. τὸ γὰρ ψυχρὸν ἅπαν δύσλυτόν τε καὶ δύσπεπτόν ἐστι καὶ διὰ τοῦτο χρόνιον. ἔνιοι δὲ φασιν ὑπὸ τῆς δριμύτητος τῶν οὔρων ἀνεστομωμένας τὰς κατὰ νεφροὺς ἀρτηρίας ἐκκρίνειν τι τοῦ πνεύματος, ὃ συνεξερχόμενον τοῖς οὔροις τὰς πομφόλυγας ἐργάζεται.

Ὁκόσοισι δὲ λιπρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.

Εἴτε διαχώρησις εἴτ’ οὖρον ᾖ λιπαρὸν, ἐπὶ συντήξει γίνεται πιμελῆς οὐ μᾶλλόν τι τῆς κατὰ τοὺς νεφροὺς ἢ τῆς καθ’ ὅλον τὸ ζῶον. ὅθεν οὐδὲ νεφριτικὸν ἰδίως ἐστὶ τὸ σημεῖον, ἀλλὰ κοινὸν ἁπάσης πιμελῆς τηκομένης ὑπὸ θερμασίας πυρώδους· ἢ τοίνυν οὕτως ἀκουστέον ἐστὶν ὡς ἐπὶ τῶν νεφριτικῶν εἶναι ὁμολογουμένων, οὐ τὸ γένος τοῦ πάθους, ἀλλὰ τὴν ὀξύτητα διαγινώσκοντός τε καὶ προλέγοντος ἐν τῷδε τοῦ Ἱπποκράτους ἢ τὰ νεφριτικὰ μεταγραπτέον, ὡς ἔνιοι τῶν ἐξηγησαμένων ἐποίησαν εἰς τὰ φρενιτικά. καίτοι γε τοῦτο οὐδὲ φρενίτιδος μόνης σημεῖον οὔτε τῆς ἁπλῶς οὔτε τῆς διακαοῦς, ἀλλὰ παντὸς συντήκοντος πυρετοῦ. τό γε μὴν ἀθρόον προσκείμενον τῷ λόγῳ δύναται μὲν καὶ τὴν τοῦ χρόνου βραχύτητα δηλοῦν, δύναται δ’ οὐδὲν ἦττον καὶ τὴν τοῦ τόπου τὸ γὰρ ἐσφιγμένον ἑαυτῷ τε συνεχόμενον ἀθρόον ὀνομάζομεν, ἐναντίον ὑπάρχον τῷ διεσπασμένῳ. ταυτὶ μὲν οὖν ἄχρι τοσούτου καὶ τοῖς διδασκάλοις ἡμῶν ἡρμήνευται. τὸ δέ μοι δοκοῦν ἤδη φράσω· τὸ ἀθρόον προσκείμενον τῷ λόγῳ δοκεῖ μοι κατὰ τοῦ χρόνου λελέχθαι καὶ διὰ τοῦτο τῆς περὶ τοὺς νεφροὺς πιμελῆς ἐνδείκνυσθαι τῆξιν. αἱ γοῦν ἐν ἄλλοις μέρεσι τοῦ ζώου τηκόμεναι πιμελαὶ κατὰ βραχὺ καὶ οὐκ ἀθρόως ἐπὶ τὴν οὔρησιν ἀφικνοῦνται, μεταλαμβανομένης τῆς συντήξεως εἰς τὰς πρώτας μὲν τὰς πλησίον αὐτῆς φλέβας, ἐφεξῆς δὲ τὰς συνεχεῖς. εἶτ’ αὖθις εἰς ἄλλας τε καὶ ἄλλας μέχρι περ ἂν ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. τῆς δὲ περὶ τοὺς νεφροὺς πιμελῆς τακείσης μετάληψις εἰς οὖρα ταχίστη τε ἅμα καὶ οὐ κατὰ βραχύ. πᾶσα δὲ ἀθρόως γίνεται καὶ διὰ τοῦτο περὶ τοῖς νεφροῖς αὐτοῖς ἐνδείκνυται τὴν διάθεσιν ὑπάρχειν. τούτῳ καὶ τὴν πεῖραν εὑρήσεις μαρτυροῦσαν, ἐὰν ἀκριβῶς παραφυλάττῃς. καὶ μέντοι καὶ διττῆς οὔσης γραφῆς, ἔν τισι μὲν γὰρ ἀντιγράφοις ἐπίστασις, ἔν τισι δὲ ὑπόστασις γέγραπται, τὴν προτέραν ἀληθεστέραν εἶναί φαμεν· ἐφίσταται γὰρ ἀεὶ τὸ λιπαρὸν, οὐχ ὑφιζάνει. καὶ μέντοι καὶ τῇ τοῦ πρόσθεν ἀφορισμοῦ λέξει συμφωνεῖ μᾶλλον ἡ τοιαύτη γραφή. κατ’ αὐτὴν γὰρ εἶπεν ὁ Ἱπποκράτης, ὁκόσοισι δὲ ἐπὶ τοῖς οὔροις πομφόλυγες ἐφίστανται, νεφριτικὰ σημαίνει καὶ μακρὴν τὴν ἀῤῥωστίαν ἔσεσθαι. ἀκόλουθον οὖν τὸ ἐφίστανται τοῖς ἐφεξῆς εἰρημένοις ἐστίν. ὁκόσοισι δὲ λιπαρὰ ἡ ὑπόστασις καὶ ἀθρόως, τουτέοισιν νεφριτικὰ σημαίνει καὶ ὀξείην τὴν νόσον ἔσεσθαι.

Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα ξυμβαίνει σημεῖα, πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, καὶ τὰ ἀποστήματα προσδέχου ἐσόμενα ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ τοὺς εἴσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου μᾶλλον ἐσόμενον εἴσω.

Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς διαγνωστικὰ σημεῖα πασχόντων νεφρῶν ἔγραψεν, ἐν τούτῳ δὲ περὶ τῶν ὁμολογουμένων ἐκ πλείονος χρόνου νεφριτικῶν εἶναι διδάσκει, λέγων ἐπ’ αὐτῶν ἀπόστασιν ἔσεσθαι τοῖς προγεγραμμένοις σημείοις προελθόντος πόνου, τουτέστιν ἀλγήματος κατὰ τοὺς ῥαχιαίους μῦς, οὓς καὶ ῥαχίτας ὀνομάζουσιν οἱ ἰατροί. διττὸν δέ ἐστι γένος τῶν μυῶν τούτων, ἓν μὲν ὄπισθεν ὑπὸ τῷ δέρματι περιλαμβάνον ἑκατέρωθεν ὅλην τὴν ἄκανθαν, ἕτερον δ’ ἐν τοῖς πρόσω μέρεσιν ἐπιτεταμένον οὐ καθ’ ὅλης τῆς ῥάχεως, ἀλλὰ μόνων τῶν κατ’ ὀσφὺν μερῶν. καθ’ ὁποτέρους οὖν αὐτῶν ἐρείδῃ τὸ ἄλγημα καὶ τὴν ἀπόστασιν ἐκεῖ γενήσεσθαι προσδέχου. πότερον δὲ τῶν νεφρῶν αὐτῶν ἐκπυησάντων ἢ μόνων τῶν μυῶν ἤ ποτε καὶ συναμφοτέρων οὐκέτι διώρισεν. ἡ μέντοι πεῖρα δείκνυσιν ἅπαντα τὰ γινόμενα. καὶ γὰρ οἶς μύες ἐνίοτε μόνοι τοῦτο πάσχουσιν, ἤτοι γε οἱ ἔνδον τε πρόσω ἢ οἱ πίσω τε καὶ ἔξω καὶ χωρὶς τῶν μυῶν, οἱ νεφροὶ ποτὲ μὲν εἴσω, ποτὲ δὲ ἔξω ῥεπούσης αὐτοῖς τῆς ἀποστάσεως.

Ὁκόσοι αἷμα ἐμέουσιν ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον, ἢν δὲ ξὺν πυρετῷ, κακόν. θεραπεύειν δὲ τοῖς ψυκτικοῖσιν ἢ στυπτικοῖσιν.

Ἐμεῖται μὲν ἐκ στομάχου καὶ γαστρὸς, ἀναβήττεται δὲ τὰ ἐκ τῆς τραχείας ἀρτηρίας ἀναφερόμενα καὶ πνεύμονος. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον εἰρῆσθαί φασι τὸ ἐμέουσι καὶ κατὰ τῶν ἐξ ἀρτηρίας τε καὶ πνεύμονος ἀναγόντων αἷμα. καίτοι γε σωτήριον εἶναι τοῦτο τὸ πάθημα, τουτέστι θεραπευθῆναι δυνάμενον, ὅταν μὴ πυρέττωσιν οἱ κάμνοντες, οὐκ ἀληθές. εἰ γὰρ καὶ ὅτι μάλιστα χωρὶς πυρετοῦ τις ἐκ πνεύμονος ἀναβήττοι τὸ αἷμα, κίνδυνός ἐστι καὶ τούτῳ μὴ θεραπευθῆναι καὶ πάντως, χρονίζοντος αὐτοῦ γενήσονται ὕστερον καὶ οἱ πυρετοί. διὰ τοῦτο μὲν οὖν ἄμεινον ἀκούειν τοῦ ἐμέουσιν ὀνόματος ὡς κυρίως εἰρημένου, προσεπισκοπεῖσθαί τε καὶ διορίζεσθαι τό τ’ ἀκίνδυνον ἐν αὐτῷ καὶ τὸ κινδυνῶδες ἐκ τοῦ πυρέττειν ἢ μή. τοῖς μὲν γὰρ ἀπυρέτοις εὔδηλον ὡς οὐδεμία φλεγμονὴ κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα, ὥστε ἤτοι κατ’ ἀναστόμωσιν ἀγγείου γίνεσθαι τὸν ἔμετον τοῦ αἵματος ἢ μεθ’ ἑλκώσεως, ἀλλὰ χωρὶς φλεγμονῆς. θεραπεύεται δὲ τὰ χωρὶς φλεγμονῆς ἕλκη ῥᾳδίως τοῖς στυπτικοῖς. ὅσον δὲ σὺν φλεγμονῇ τε ἅμα καὶ πυρετοῖς ἐστι, μὴ ὅτι θεραπείας τυχεῖν, ἀλλ’ οὐδ’ ἐπὶ ταὐτοῦ δύναται διαμεῖναι μεγέθους, ἀεὶ γὰρ μείζω καὶ κακοηθέστερα γίνονται.

Κατάῤῥοι ἐς τὴν ἄων κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃσιν εἴκοσιν.

Ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώρακος περιγραφομένην, ἣν ὁ πνεύμων κατείληφε καὶ διὰ τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς ὁ κατάῤῥους φέρεται διὰ τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ ὁ Ἱπποκράτης τὴν κ΄ ἡμέραν κρίσιμον, οὐ τὴν κα΄ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἔδειξα.

Ἤν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίναιον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.

Σχεδὸν μὲν ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος γέγραπται· περιελεῖν δὲ αὐτὸν χρὴ διὰ τὸν ἔμπροσθεν εἰρημένον. ἐξηγησάμεθα γὰρ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων τοιοῦτον ὑπάρχοντα τῇ λέξει, ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίη ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσεῖ. κατὰ γοῦν αὐτὸν τὸν προκείμενον ἀφορισμὸν ἡ τελευτὴ διττὴν ἔχει τὴν γραφὴν, μίαν μὲν, ὡς προγέγραπται, ἑτέραν δὲ τὴν κύστιν νοσέειν σημαίνει.

Ἤν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.

Ἀκρατῆ μὲν ὀνομάζει γλῶσσαν ἤτοι τὴν ἀστήρικτον ὡς μὴ διαθροῦσαν ἀκριβῶς τὴν φωνὴν ἢ τὴν ἀκίνητόν τε καὶ παραλελυμένην παντάπασιν. ἀπόπληκτον δέ τι τοῦ σώματος τὸ παραλελυμένον. διὰ τί δὲ ἐξαίφνης γινόμενα ταῦτα μελαγχολικὰ ὑπάρχειν φησὶν οὐκ οἶδα. μελαγχολίας μὲν γὰρ, ἣν δὴ καὶ συνήθως ἅπαντες Ἕλληνες ὁμολογοῦσιν, ὀρθῶς εἴρηται πρὸς αὐτοῦ τὰ τοιαῦτα γνωρίσματα, ἢν φόβος ἢ δυσθυμία πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. ἄλλως δὲ μελαγχολικὰ λέγομεν εἶναι πάθη τούς τε καρκίνους καὶ τοὺς ἰλέφαντας, ἔτι τε λέπρας καὶ ψώρας καὶ μέλανας ἀλφούς. ἀλλ’ οὐδὲ τῶν τοιούτων παθῶν τινος οὔτε τῆς ὑπὸ πάντων ὀνομαζομένης μελαγχολίας ὁρᾶται προηγουμένη γλώσσης ἀκράτεια, καθάπερ οὐδὲ μορίου τινὸς ἀποπληξία. λοιπὸν οὖν ἐστι λέγειν, ὥσπερ ἐπὶ τεταρταίου πυρετοῦ, μελαγχολικὸν εἶναί φαμεν αἴσιον τὸν τῆς περιόδου χυμὸν, οὕτω καὶ τῶν εἰρημένων παθημάτων, τῆς τε κατὰ τὴν γλῶτταν ἀκρατείας καὶ τῆς τοῦ μορίου παραλύσεως. καὶ δυνατόν γε τῷ πάχει τοῦ χυμοῦ τὰ τοιαῦτα ἀκολουθῆσαι παθήματα, καθάπερ τῷ παχεῖ τε καὶ γλίσχρῳ φλέγματι, οὔκουν ἁπλῶς μελαγχολικὸν ἐροῦμεν εἶναι τῶν εἰρημένων ἑκάτερον, ὥσπερ οὐδὲ φλεγματικὸν ἁπλῶς, ἀλλὰ φλεγματικὸν καὶ μελαγχολικόν. τὸ δὲ ἐξαίφνης πρόσκειται τῷ λόγῳ διὰ τὰς κατὰ βραχὺ γιγνομένας βλάβας, ἐπί τε φλεγμονῇ σκιῤῥουμένῃ καὶ δυσκρασίᾳ δυσλύτῳ.

Ἥν ὑπερκαθαιρομένων πρεσβυτέρων λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν.

Κοινὸς οὗτος ὁ λόγος κατ’ ἄμφω, καὶ καθ’ ὅσον ἅπασι τοῖς ὑπερκαθαιρομένοις οὐκ ἀγαθὸν ἡ λὺγξ καὶ καθ’ ὅσον τοῖς πρεσβυτέροις τὰ μοχθηρὰ πάντα χείρω διὰ τὴν ἡλικίας ἀσθένειαν.

Ἤν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.

Δηλοῖ σαφῶς ἐν τούτῳ τῷ λόγω μὴ πάντας ἀπὸ χολῆς γίνεσθαι τοὺς πυρετούς. δηλοῖ δὲ καὶ ὅτι πλὴν τῶν ἐπὶ χολῆς γινομένων οἱ λοιποὶ πάντες ὕδατος πολλοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς λύονται. κατὰ τοῦτον γοῦν τὸν λόγον κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Μελίτωνος ἔγραψε, λουτροῖς ἐχρήσατο κατὰ τῆς κεφαλῆς. οἵ τε γὰρ ἐπ’ ἐγκαύσει καὶ ψύξει γινόμενοι πυρετοὶ πρὸς τῶν τοιούτων ὀνίνανται λουτρῶν, οἵ τ’ ἐπὶ κόποις οὐδὲν ἧττον, οἵ τε διὰ στέγνωσιν πόρων, εἴτε δι’ ἔμφραξιν εἴτε διὰ μύσιν στεγνωθέντων. ἀναπνεῦσαι γὰρ ἐπ’ αὐτῶν χρὴ καὶ διαφορηθῆναι τὴν πυρετώδη θερμασίαν. οὐ μὴν ὅταν γε φλεγμονή τις καὶ χωρὶς φλεγμονῆς χυμῶν σηπεδὼν ἀνάπτῃ τὴν πυρετώδη θερμασίαν, ὀνίνησι τὰ λουτρὰ πρὶν ἤτοι κενωθῆναι τοὺς λυποῦντας χυμοὺς ἢ πεφθῆναι. ἀλλὰ τά γε τοιαῦτα νοσήματα πλευρίτιδάς τε καὶ περιπνευμονίας ἡπατίτιδάς τε καὶ σπληνίτιδας ἐκάλουν οἱ παλαιοὶ, σύμπτωμα τιθέμενοι τὸν πυρετὸν αὐτὸν, οὐκ αὐτὸ πάθος. ἐφ’ ὧν δὲ χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπόμενοι πυρετοὶ ἀνάπτουσιν, ἐπ’ ἐκείνων μόνων ἔλεγον ὑπὸ πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν, ἐπ’ ἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν, ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδη τε καὶ τυφώδη καὶ λοιμώδη καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν ἢ περιπνευμονίην ἢ πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ ὕδατος, ἀλλ’ ἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐνδεικνυμένης τῆς γραφῆς· ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ, πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταῤῥέων λύει τὸν πυρετὸν, οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος τοῦ Ἱπποκράτους, ἀλλ’ ἀπὸ πρώτου φαινομένου μορίου περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολλάκις οἵ τ’ ἄλλοι πυρετοὶ καὶ καθ’ οὓς ἡ ξανθὴ χολὴ πλείστη τριταῖοί τε καὶ καῦσοι. βελτίων οὖν ἡ προτέρα γραφὴ θεραπείαν ἀληθῆ διδάσκουσα τοῦ γένους τῶν εἰρημένων πυρετῶν, ὅσοι διὰ κόπους ἢ ἐγκαύσεις ἢ ψύξεις ἢ ὅλως στεγνώσεις τοῦ δέρματος γίγνονται. τὸ μὲν οὖν μὴ ἀπὸ χολῆς ῥῆμα καὶ τὴν ὠχρὰν δύναται καὶ τὴν μέλαιναν ἐνδείκνυσθαι χολήν. οὐ μὴν ἐπί γε ταύταις μόναις ἐδείκνυμεν, ἀλλὰ καὶ διὰ φλέγμα σηπόμενον γίνεσθαι πυρετὸν καὶ κατὰ τοῦτο μόνον ὁ ἀφορισμὸς οὐκ ἀληθεύειν δόξει, πλὴν εἰ τὴν σηπεδόνα τοῦ φλέγματος εἰς χολώδη χυμὸν ἀξιώσειέ τις μεταπίπτειν.

Γυνὴ ἀμφιδέξιος οὐ γίγνεται.

Ἀμφιδέξιον Εὐριπίδης εἴρηκε σίδηρον τὸν ἑκατέρωθεν μὲν τέμνοντα, περιδέξιον δὲ τὸν Ἀστεροπαῖον Ὅμηρος τὸν ἀμφοτέραις ταῖς χερσὶν ὁμοίως χρώμενον, ὡσεὶ καὶ ἀμφοτεροδέξιον εἰρήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀμφαριστερὸν Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέρωθεν ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν ἴαμβον.

Ἀμφιδέξιος γὰρ εἰ μὴ καὶ οὐχ ἁμαρτάνω.

ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώμενοι πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνάμεως ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσεται, ᾗ γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως. τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνουμένης εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμφιδέξιον εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινομένην. καὶ τούτων ἔτ’ ἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμαφροδίτων ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει τῷ μὲν ἄῤῥενι προσγίνεσθαι φάσκοντι γυναικεῖον αἰδοῖον, τῇ θηλείᾳ δὲ μὴ προσγίνεσθαι τὸ ἀνδρεῖον.

Ὁκόσοισιν ἔμπυοι καίονται ἢ τέμνονται ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται, ἢν δὲ ὕφαιμόν τε καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.

Ἐμπυήματα μὲν εἴωθεν ὀνομάζειν οὐ τὰ κατὰ θώρακα μόνον, ἀλλὰ καὶ τὰ καθ’ ὁτιοῦν μόριον ἄλλον τοῦ σώματος εἰς πῦον ἀλλοιωθέντα φύματα. μόνους δὲ ἐμπύους προσαγορεύει τοὐπίπαν ἐξαιρέτους, οἷς μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται τὸ πῦον, οὓς ὅτι συνήθως ἔκαιον οἱ παλαιοὶ μαθεῖν ἔστι καὶ ἐξ ὧν εἴρηκε Πλάτων ὁ κωμικὸς ἐπὶ Κινησίου κατὰ τήνδε τὴν ῥῆσιν· μετὰ ταῦτα δὲ Εὐαγόρου ὁ παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετὸς, ἄπυος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης, ἐσχάρας κεκαυμένος πλείστας ὑπ’ Εὐρυφῶντος ἐν τῷ σώματι. ὅτι δὲ τὸ μὲν πῦον τὸ λευκὸν ἀγαθόν ἐστι, τὸ δὲ βορβορῶδες καὶ δυσῶδες μοχθηρὸν οὐδεὶς ἀγνοεῖ.

Ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.

Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν οἱ μὲν ἀπόλλυνται τῶν οὕτως ἐχόντων, οἱ δὲ περιγίνονται· καὶ γὰρ οἷς ἐν χιτῶνι τὸ πῦον ἐστι μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγχνου σώζονται πάντες, οἷς δ’ ἄχρι τῆς τοῦ ἥπατος σαρκὸς ἡ φθορὰ διήκει, δεόντως ἀποθνήσκουσιν. ὅτι δὲ ἀμόργην ὀνομάζουσιν οἱ Ἕλληνες τὴν ὑπόστασιν τοῦ ἐλαίου καὶ ὅτι τοιαύτης εἰκὸς γίνεσθαι τὴν ἄπεπτον σηπεδόνα τοῦ ἥπατος εὔδηλον παντί.

Ὀφθαλμῶν ὀδύνας ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ φλεβοτόμει.

Τῶν παραγεγραμμένων εἶναί μοι δοκεῖ καὶ οὗτος ὁ ἀφορισμὸς, οὐχ ὁμολογῶν ἑνὶ τῶν ἔμπροσθεν εἰρημένων τὸ ὀδύνην ὀφθαλμῶν ἀκρατοποσίαν ἢ λουτρὸν ἢ πυρίην ἢ φλεβοτομίην ἢ φαρμακείην λύειν. τοῦτον μὲν τὸν ἀφορισμὸν ἐξήγημαι κατὰ τὸ ἕκτον ὑπόμνημα, δεικνὺς τὰς διαθέσεις, ἐφ’ ὧν ἕκαστον χρὴ τῶν βοηθημάτων ἄγειν εἰς χρῆσιν. ὁ δὲ νῦν προκείμενος ἀφορισμὸς ἐπὶ μιᾶς διαθέσεως ἀξιοῖ χρῆσθαι τοῖς τρισὶ βοηθήμασιν. εἰ μὲν οὖν ἔχει τις ἡμᾶς διδάξαι τὴν διάθεσιν,· ἐφ’ ἧς χρεία τῶν τριῶν ἐστι βοηθημάτων, εἰσόμεθα χάριν αὐτῷ· μέχρι δ’ ἂν ἐξηγῶνται μὲν τὸν ἀφορισμὸν ὡς γνήσιον, μὴ διδάσκωσι δ’ ἡμᾶς τὴν διάθεσιν, οὐ πεισόμεθα ταῖς ἐξηγήσεσιν αὐτῶν. ἃ γοῦν λέγουσιν οἱ ὅλως ἐγχειρήσαντες εἰπεῖν τι, κἂν μετρίως πιθανὰ, ἔστι τοιαῦτα. ἐφ’ ὧν αἷμα παχὺ τὸ πλεονάζον ἐστὶ καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθήσεσθαι δὲ πιόντων τὸν ἄκρατον νῶν καμνόντων καὶ λουσαμένων. ἀλλ’ οἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται ἡ πληθωρικὴ διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλ’ ἔστι ταῦτα τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μόριον ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν καὶ ὁ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώματος κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους δ’ ὄντος ἐν ὁλῷ τῷ σώματι διαῤῥαγῆναι φθάνουσιν οἱ χιτῶνες ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειν τε καὶ λούεσθαι. ὥστε εἰ μὲν ἄνευ πλήθους ἡ ὀδύνη γίγνοιτο, δι’ ἔμφραξίν τε καὶ σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσί τε καὶ οἶνον δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν· εἰ δὲ πλῆθος εἵη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι καὶ οἶνον δώσουσιν.

Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστι.

Τοῦτο πρόσθεν εἴρηται· τοῖς ὑδρωπικοῖς βὴξ ἐπιγενομένη κακόν.

Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

Ὅτι μὲν ἡ στραγγουρία τὴν κατὰ στράγγα τῶν οὔρων ἀπόκρισιν δηλοῖ τοὔνομα αὐτὸ διδάσκει. δυσουρία δὲ δύναται μὲν καὶ ἡ μετ’ ὀδύνης οὔρησις εἰρῆσθαι, δύναται δὲ καὶ ἡ μετὰ δυσχερείας τινὸς, ὡς μόγις ἐνεργεῖν τὴν κύστιν. τὴν μὲν οὖν στραγγουρίαν αὐτῶν τε τῶν οὔρων ἐργάζεται ἡ δριμύτης, ἀῤῥωστία τε τῆς καθεκτικῆς ἐν τῇ κύστει δυνάμεως, ἥτις γίνεται διὰ δυσκρασίαν καὶ μάλιστα τὴν ψυχράν. τὴν δὲ δυσουρίαν, εἰ μὲν μετὰ ὀδύνης εἴη, φλεγμονὴ καὶ ἀπόστημα καὶ ἕλκωσις ἀνώμαλός τε δυσκρασία καὶ πνεῦμα φυσῶδες· εἰ δὲ δυσχερής τις κίνησις εἴη, ἢ ἀῤῥωστία δυνάμεως ἢ παρὰ φύσιν ὄγκος. ἐκ τούτων ἁπασῶν τῶν διαθέσεων τὴν μὲν ψύξιν ἡ θώρηξις λύει, τουτέστιν ἤτοι ἁπλῶς οἴνου πόσις ἢ ἀκρατεστέρου· καὶ μέντοι τὴν τοιαύτην φλεγμονὴν, ἥτις δι’ ἔμφραξιν παχέος αἵματος ἄνευ πλήθους ἐγένετο, τὴν δὲ σὺν πλήθει φλεγμονὴν, ἤδη δὲ καὶ τὴν ἄλλην, ὅση χωρὶς μὲν ἐνδείας ἐστὶ, μετ’ εὐρωστίας δὲ δυνάμεως, ἰᾶται φλεβοτομία. περὶ δὲ τοῦ τέμνειν τὰς εἴσω φλέβας εἴρηταί μοι κατὰ τὸ πρὸ τούτου βιβλίον, ἐν ᾧ τόνδε τὸν ἀφορισμὸν ἐξηγούμην, δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγιγνόμενον ἀγαθόν. ἔξω γὰρ τρέπεται τὸ νούσημα.

Οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν· ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ βρόγχῳ ἀγαθόν. ἐξήγημαι δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. ἐνταῦθ’ οὖν ἔοικε παραγεγράφθαι, προσθεῖναί τινος βουληθέντος τὸ ἔξω γὰρ τρέπεται τὸ πάθος.

Ὁκόσοισι σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

Τὸ σφακελίζειν μὲν, ὡς πολλάκις εἴρηκεν ἐν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων, ἐπὶ τοῦ διαφθείρεσθαι τοὔνομα φέρων, ἐνταυθοῖ οὐκ ἐγχωρεῖ φθορὰν ἀκοῦσαι τοῦ ἐγκεφάλου προκειμένου τοῦ, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. εἰ γὰρ δὴ φθορὰ τῆς οὐσίας ἐστὶν ὅλης ἑκάστου τῶν σφακελιζόντων μορίων ὁ σφάκελος, οὐκ ἐνδέχεται θεραπευθῆναι τὸν οὕτω κάμνοντα. μή ποτε οὖν ἐνίοτε οὕτω καταχρώμενοι φέρωσι τοὔνομα καὶ κατὰ τῶν ἀρχομένων μὲν ἐμπίπτειν τῇ διαθέσει, μηδέπω δ’ ἀκριβῶς ἐχόντων αὐτὴν συμπεπληρωμένην. τοιαῦτα γάρ τινα κἀπὶ τῶν σαρκωδῶν μορίων ἐν ταῖς γαγγραίναις συμβαίνει, τοῦ μὲν πάθους αὐτοῦ διὰ μέγεθος τῆς φλεγμονῆς ἀναισθησίαν τε καὶ μελασμὸν ἢ πάντως γε νεκρώδη τινὰ χροιὰν ἐπιφέροντος τῷ πάσχοντι μορίῳ. γαγγραινοῦσθαι δὲ λέγομεν καὶ τὸν ἀρχόμενον ἐμπίπτειν τῇ διαθέσει. ὥσπερ οὖν γάγγραιναν ἤδη μὲν συμπεπληρωμένην, ὡς νενεκρῶσθαι τὸ μόριον ἀδύνατον ἰᾶσθαι, γεννωμένην δ’ ἔτι δυνατὸν, οὕτω καὶ σφάκελον. καίτοι γε καὶ τὴν ἐν τοῖς σαρκώδεσι μορίοις νέκρωσιν ἐπὶ μεγέθει φλεγμονῆς, ἣν ἰδίως ὀνομάζουσι γάγγραιναν οἱ ἰατροὶ καὶ ταύτην οἱ Ἕλληνες ἐκάλουν σφάκελον. οὕτω γοῦν μοι δοκεῖ καὶ ὁ Ἡρόδοτος τὸν μηρὸν εἰρηκέναι τοῦ Καμβύσου σφακελίζεσθαι καὶ τὸν ἐγκέφαλον δὲ σφακελίζειν οὕτως ἄν τις εἴποι μόνως· καὶ μέντοι καὶ διὰ τί παχὺς ὁ θάνατος ἐπ’ αὐτοῦ, πρόδηλον ὡς τοῦ τε πάθους ὄντος χαλεπωτάτου καὶ μορίου κυριωτάτου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ ταῖς πρώταις ἡμέραις τοῦ κάμνοντος, ἀλλ’ εἰς τὴν τετάρτην ἀφικομένου, παρακμάζειν τε χρὴ τὸ πάθος ἐλπίζειν, ἐῤῥῶσθαί τε τὴν δύναμιν, ὡς κρατῆσαι τελέως αὐτοῦ.

Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ· ὑπερχεῖται γὰρ ὁ ἀὴρ ὁ ἐνεὼν ἔξω. ψόφει δὲ ὅτι διὰ στενοῦ αὐτῷ ὁ διέξοδός ἐστιν.

Αἱ τοιαῦται λέξεις δύο σημαίνουσιν, ἓν μὲν καθόλου λεγόμενον ἐπὶ παντὸς τοῦ προκειμένου πράγματος, ὥσπερ ἐνταῦθα τῶν πταρμῶν, ἕτερον δ’ ἐπὶ μέρους, ὡς ἐνταῦθα περὶ τῶν ἐξ ἐγκεφάλου γινομένων πταρμῶν. ὁ μὲν οὖν πρῶτος λόγος ἔσται τοιοῦτος· πᾶς πταρμὸς ἐξ ἐγκεφάλου γίνεται, διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, ὥσπερ ἐστὶν ἀληθέστερος· οὐ γὰρ πᾶς πταρμὸς γίνεται διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ. πτεροῖς γοῦν τινες ἐρεθίζοντες τὰς ῥῖνας πτάρνυνται καὶ μετὰ βηχὸς δέ τι πνεῦμα κάτωθεν ἀφικνούμενον εἰς τοὺς τῆς ῥινὸς πόρους αἴτιον γίνεται πταρμοῦ. καὶ τὸ νομίζειν δὲ τὸν ἐκ τῆς κεφαλῆς ἐκκρινόμενον ἀέρα μόνον εἶναι τὸν ψοφοῦντα, προφανῶς ψεῦδός ἐστιν. ἐναργῶς γὰρ φαίνεται κάτωθεν ἐκ τοῦ πνεύμονος ὁ ἀὴρ ἀναφερόμενος, ἀθρόως συστελλομένου τοῦ θώρακος. ἀλλὰ καὶ τὸ προηγεῖσθαι τοῦ πταρμοῦ τὴν εἰσπνοὴν ἀθροιζούσης τῆς φύσεως ἀέρα δαψιλῆ, πρὸς τὴν τοῦ πταρμοῦ γένεσιν ὁμολογεῖ τοῖς εἰρημένοις. μόνος οὖν ὁ τὴν ἀρχὴν τῆς γενέσεως ἔχων, ὄρεξιν τῆς φύσεως ἀποκρῖναι φυσῶδες ἐκ τῆς κεφαλῆς πνεῦμα, τοῦτον γίνεται τὸν τρόπον, ὃν ἐπιχειρεῖ διδάσκειν ὁ ἀφορισμὸς, οὐδὲ τοῦτον ἴσως πάντα, τὸ γὰρ διυγραινομένου περιττὸν εἰς πταρμοῦ γένεσιν. εἰ γὰρ καὶ πλεονάζει τι κατὰ τὴν κεφαλὴν ὑγρὸν, οὐκ ἐργάζεται πταρμὸν ἄνευ τοῦ πνευματωθῆναι· καὶ τοῦτο φαίνεται προφανῶς ἐπὶ πολλῶν ἐκκρινόντων μὲν ὑγρότητα διὰ μυκτήρων παμπόλλην, οὐ πταρνυμένων ἐξ ἀνάγκης ἐπὶ πολύ. ἐκεῖνοι μὲν γὰρ μόνοι πτάρνυνται τῶν οὕτω διακειμένων, οἷς δακνῶδές ἐστι τὸ καταῤῥέον ὑγρὸν, ὡς εἰ καὶ τοῖς μυκτῆρσιν αὐτοῖς ἐνθείης τι δακνῶδες. ὥσπερ γὰρ ἡ βήξ φυσικόν τι σύμπτωμά ἐστιν, ἕνεκα τοῦ καθαίρεσθαι τὰς ἐν τῷ πνεύμονι τραχείας ἀρτηρίας, οὕτω καὶ ὁ πταρμὸς ἐναργῶς φαίνεται καθαίρων τοὺς κατὰ τὴν ῥῖνα πόρους. διττῆς δ’ οὔσης αὐτοῖς τῆς συντρήσεως, εὐρείας μὲν εἰς τὸ στόμα, διὰ λεπτοτέρων δὲ πόρων εἰς τὸν ἐγκέφαλον. ἡ μὲν εἰς τὸ στόμα σύντρησις ὑπὸ τοῦ κάτωθεν ἀναφερομένου πνεύματος, οἱ δ’ εἰς τὸν ἐγκέφαλον ἀνήκοντες πόροι πρὸς τοῦ κατιόντος ἐξ ἐκείνου καθαίρονται. καί σοι παραφυλάττοντι φανοῦνται κουφίζοντες τὰ βάρη τῆς κεφαλῆς οἱ ἐξ ἐγκεφάλου τὴν ἀρχὴν τῆς κινήσεως ἔχοντες πταρμοί. γίνονται γὰρ ἀραιουμένων καθαιρομένων τε τῶν κατὰ τὴν κεφαλὴν ὑγρῶν ἐκκρινομένων τε τῇ τῆς φύσεως ὁρμῇ. τὸ δ’ ἀραιοῦσθαι γίνεται αὐτοῖς θερμαινομένοις. θερμαίνονται δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας ἀναζωπυρουμένης, ἧς διὰ τὴν ἀῤῥωστίαν πρότερον ἤθροιστο τὰ περιττὰ τῶν ὑγρῶν. ὅταν οὖν εἴπῃ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, μάλιστα μὲν ἀκουστέον τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἤδη δὲ καὶ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν. εὔπορον γάρ ἐστι κἀκεῖνο διὰ τοῦ ἐγκεφάλου, πρότερον μὲν εἰς τὰς κοιλίας αὐτὰς, ἐντεῦθεν δ’ ὑπελθεῖν εἰς τὴν ῥῖνα. τὸ δὲ τῷ ἀθρόῳ τῆς ἐκπτώσεως αὐτοῦ γίνεσθαι τὸν ψόφον, αὐτὸς ὁ Ἱπποκράτης εἶπεν. ἔστι δὲ τοῦτο κοινὸν ὁποτέρωθεν ἂν ἔχηται, εἴτ’ οὖν ἐκ τοῦ πνεύμονος ἀναφερόμενος εἴτ’ ἐκ τῆς κεφαλῆς καταφερόμενος.

Ὁκόσοισι ἧπαρ περιοδυνᾶται, τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὴν ὀδύνην.

Τὸ ἐπιγινόμενον ὄνομα δηλωτικόν ἐστι τοῦ πρόσθεν, ὅτι περιωδυνῶντο, μὴ πυρέττειν αὐτούς. εἴπερ οὖν τὸ ἧπαρ ὀδυνᾶται σφοδρῶς ἢ διὰ φλεγμονὴν ἰσχυρὰν ἢ διὰ πνεῦμα φυσῶδες, οὐκ ἦν αὐτοῖς φλεγμονὴ, πάντως γὰρ ἂν ἐπύρεττον. εὔλογον οὖν ὑπὸ φυσώδους πνεύματος ὀδυνᾶσθαι τὸ σπλάγχνον αὐτοῖς. ὀδυνᾶται μὲν καὶ δι’ ἔμφραξιν, ἀλλὰ μετρίως καὶ μετὰ βάρους μᾶλλον ἢ σφοδρᾶς ὀδύνης. ἡ δὲ σφοδρὰ ὀδύνη διὰ πνεῦμα φυσῶδες ἢ φλεγμονὴν ἤτοι μεγίστην ἢ διαπυΐσκουσαν γίνεται.

Ὁκόσοισι συμφέρει αἷμα ἀφαιρεῖσθαι ἀπὸ τῶν φλεβῶν, τούτους χρὴ ἔαρι φλεβοτομεῖσθαι.

Οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστι τοῦ διὰ τοῦ ἔμπροσθεν εἰρημένου κατὰ τόνδε τὸν τρόπον· ὁκόσοις φαρμακείη ἢ φλεβοτομίη συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν. ἔν τισι δὲ τῶν ἀντιγράφων ὅλως οὐ γέγραπται. καὶ τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον ἴσασι δίς τε γράφουσιν αὐτὸν, ἔνιοι δ’ οὐδ’ ὅλως μέμνηνται. θαυμάσαι δ’ ἐστὶ τῶν μὴ μόνον γραφόντων δὶς τοὺς αὐτοὺς ἀφορισμοὺς, ἀλλὰ καὶ τὰς ἐξηγήσεις προστιθέντων ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν, ἄνευ τοῦ ἐπισημαίνεσθαι, ἤδη τῶν ἔμπροσθεν γεγραμμένων ὑπάρχειν αὐτοὺς, ἐνίους μὲν ὅλους, ἐνίους δ’ ἐκ μέρους, ὥσπερ καὶ τόνδε. τί ποτ’ οὖν ἔδοξεν ἢ τοῖς προστιθεῖσι τοὺς τοιούτους ἀφορισμοὺς ἐπὶ τῆς τοῦ βιβλίου τελευτῆς ἢ αὐτῷ τῷ Ἱπποκράτει, δὶς ὑπὲρ τῶν αὐτῶν μνημονεύειν καί τισι τῶν ἐξηγησαμένων δὶς ἐξηγεῖσθαι, μὰ τοὺς θεοὺς, οὐκ ἔχω συμβαλεῖν. οὔτε γὰρ αὐτὸν τὸν συγγραφέα πιθανόν ἐστιν ἐπιλήσμονα τῶν τηλικούτων ὑπάρχειν, καὶ μάλισθ’ ὅταν ᾖ τοιοῦτος, οἶον ἴσμεν ἐν ἅπασιν ὄντα τὸν Ἱπποκράτην, οὔτε τῶν προστιθέντων ἢ λήθην τοσαύτην ἤ τινα ἄλλην πανουργίαν ἐστὶν ἐπινοῆσαι, δι’ ἣν δὶς ἔγραψαν ὑπὲρ τῶν αὐτῶν. ἔτι τε μᾶλλόν ἐστι τῶν ἐξηγητῶν ἐκείνων θαυμάζειν ὅσοι δὶς ἐξηγούμενοι τοὺς αὐτοὺς ἀφορισμοὺς οὐδ’ αὐτὸ τοῦτο προσέθεσαν, ὅτι δεύτερον αὐτὸ ποιοῦσι. καὶ τούτων ἔτι μᾶλλον ὅσοι καὶ διαφόρους ἐξηγήσεις ἔγραψαν, ἔν τε τούτοις ἐπὶ τῇ τελευτῇ καὶ τοῖς ἔμπροσθεν ἐπὶ τῶν αὐτῶν εἰρημένοις.

Ὁκόσοισι μεταξὺ τῆς γαστρὸς καὶ τῶν φρενῶν φλέγμα ἀπόκειται καὶ ὀδύνην παρέχει οὐκ ἔχον ἔξοδον, οὐδὲ εἰς ἑτέρην τῶν κοιλιῶν, τουτέοισι κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τρεπομένου τοῦ φλέγματος λύσις γίνεται τῆς νούσου.

Εἰκότως ἀπορεῖν μοι δοκεῖ Μαρῖνος, ἀδύνατον ἡγούμενος συστῆναι μεταξὺ γαστρὸς καὶ φρενῶν φλέγμα. καταῤῥυήσεται γὰρ αὐτὸ κάτω μέχρι τῶν τῆς ἥβης ὀστῶν. οὐ μὴν οὐδὲ μεταληφῆναι δύνασθαί φησιν εἰς τὰς φλέβας τοῦτο, καθάπερ ἐπὶ τῶν ὑδερικῶν ἡ λεπτὴ καὶ ὑδατώδης ὑγρότης μεταλαμβανομένη δι’ οὔρων ἐκκρίνεται. ἀκούειν οὖν φησι χρῆναι τοῦ μεταξὺ τῶν φρενῶν τε καὶ τῆς γαστρὸς, ἀντὶ τοῦ μεταξὺ φρενῶν ἰδίου σώματος, ὃ σαρκῶδές ἐστι καὶ τῆς τοῦ περιτοναίνου κορυφῆς. ἀλλ’ εἰ καὶ οὕτως ἀκούσαιμεν, ὦ Μαρῖνε, τὴν εἰς τὰς φλέβας μετάληψιν ὁμοίως ἄπορον εἴη. οὐ δυνατὸν γὰρ ἐντεῦθεν ἐπὶ τοὺς νεφροὺς ἀφικέσθαι διὰ φλεβῶν, οὐδ’ ἐκ τῆς ὑπὸ τὸ περιτόναιον εὐρυχωρίας ἀδύνατον πρὸς τῷ καὶ παντελῶς ἄκυρον εἶναι τὴν κατάχρησιν τῆς κατὰ γαστέρα προσηγορίας. οὐδὲν γὰρ ὅμοιόν ἐστι περιτοναίῳ καὶ γαστρὶ, διότι τῆς προσηγορίας κοινωνήσουσι. κάλλιον ἦν ἀκούειν μὲν ὥσπερ ἅπαντες ἤκουσαν, ἐκείνην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδον τε τοῦ κατ’ ἐπιγάστριον περιτοναίου, σκοπεῖν τε εἰ δυνατόν ἐστιν ὃ λέγει γινωσκόντων ἡμῶν ὡς ἀεὶ ταῖς ὕλαις ὁδὸν εὑρίσκειν οἴεται τὴν φύσιν ὁ Ἱπποκράτης, ὅταν ἐῤῥωμένη τυγχάνει κἂν ὅτι μάλιστα παχεῖαί πώς εἰσι καὶ διὰ λεπτῶν ὁδοιποροῦσι πόρων, ὅπου γε καὶ δι’ ὀστῶν ἀποστάσεις γίνεσθαί φησιν. ὁρῶμεν δὲ καὶ τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ὑγρὸν ἐπὶ τῶν ἐμπύων ἀναβηττόμενον. ἐνίοτε δὲ καὶ διὰ τοῦ δέρματος ὑγιοῦς ὑπάρχοντος αἷμα διεκπῖπτον ἐπὶ τῶν πωρουμένων ὀστῶν. οὔκουν οὐδ’ ἐφ’ οὗ νῦν εἶπεν ὁ Ἱπποκράτης φλέγματος ἀδύνατον παντάπασιν ὑποληπτέον εἰς οὖρα γενέσθαι μετάληψιν, ἀλλ’ ἐγχωρεῖν ποτε καὶ τοῦτο ὑπὸ τῆς φύσεως πραχθῆναι, προλεπτυνάσης κατὰ βραχὺ τὸ φλέγμα, καθάπερ ἐπὶ τῶν ἐμπύων τὸ πῦον.

Ὁκόσοισι τὸ ἧπαρ ὕδατος πλησθὲν εἰς τὸν ἐπίπλουν ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐκπιμπλᾶται καὶ ἀποθνήσκουσιν.

Ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεννῆσαι κατὰ τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. φαίνεται γοῦν ἐπὶ τῶν σφαττομένων ζώων ἐνίοτε μεστόν. ἐὰν οὖν ποτε συμβῇ ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται δηλονότι τὸ ὕδωρ εἰς τὴν κατ’ ἐπιγάστριον περιτοναίου χώραν, ἐν ᾗ καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπίπλοον οὐχ οἷον τε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στεγανὸν γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ σπληνὸς, ἐκείνων τε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν· ἢ τοίνυν βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς δηλονότι μέρεσιν αὐτοῦ καθ’ ἃ πλησιάζει τῷ ἥπατι. ἢ εἰς τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ δ’ ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπ’ αὐτῆς εἴρηται τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους, ὃ κάτω τοῦ θώρακός ἐστι, καθ’ ὁ σημαινόμενον οἵ τε προγάστορες λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δ’ ἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. ἢ γὰρ διηνεκῶς ἀκουστέον ἢ ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος ἐμπλησθείσης. οὐ μὴν οὐδ’ ἀδύνατόν ἐστιν ὥσπερ ἐπ’ ἐκείνων, διά τε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι τῶν οὐρητικῶν, ἐπιθημάτων τε τῶν ἐξατμίζειν δυναμένων ὑγρότητα τοιαύτην, οὕτω κἀπὶ τούτων γενήσεσθαι τὴν θεραπείαν.

Ἁλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει τὴν νόσον.

Σολοικοφανὲς εἰκότως ἐνίοις ἔδοξεν εἶναι τὸ σχῆμα τοῦ λόγου καὶ διὰ τοῦτ’ ἔνιοι κατ’ αἰτιατικὰς πτώσεις ἔγραψαν ἁλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. διαφέρει γοῦν εἰς τὸ παρὸν, καθ’ ὁποτέραν ἄν τις γραφὴν ἐξηγήσηται τὸν ἀφορισμόν. ἐπίστασθαι γὰρ χρὴ πρῶτον ὅτι προσηγόρευκεν ἁλύκην, ἣν οἱ πολλοὶ τῶν Ἑλλήνων ὀνομάζουσιν ἅλην, ἔπειτα δ’ ἥτις ἐστὶν ἡ τοῦτ’ ἐργαζομένη τὸ σύμπτωμα διάθεσις. ἁλύειν μὲν οὖν λέγουσιν ἐκείνους τῶν ὑγιαινόντων, ὅσοιπερ ἂν ἀεὶ τοῖς παροῦσι δυσχεραίνοντες ἄλλοτε εἰς ἄλλα μεταβαίνουσι πράγματά τε καὶ πράξεις. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσούντων ἐκείνης ἁλύειν φασὶν ὅσοι μὴ φέροντες τὴν κατάκλισιν ἐξαλλάττουσι τὰ σχήματα διὰ τὸ δύσφορον ἀεὶ τὸ παρὸν εἶναι. τοῦτο δὲ ἔγνωμεν ἐκείνοις μάλιστα συμβαῖνον, οἷσπερ ἂν ἐν τῷ στόματι τῆς γαστρὸς, ὅπερ ἐνίοτε καταχρώμενοι στόμαχον ὀνομάζουσι, περιέχεταί τις ἰδιότης ὑγρότητος ἀνιαρᾶς, οὔτε πολλῆς οὔτ’ ἐμπλεούσης τῷ κύτει τῆς γαστρὸς, ἀνατρεπομένης δὲ εἰς τοὺς χιτῶνας αὐτῆς. ἀλλὰ καὶ τὸ χασμᾶσθαι, καθάπερ καὶ σκοτοδινᾶσθαι περιεχομένης τινὸς ἐν τοῖς μυσὶ, δι’ ὧν καὶ κατὰ προαίρεσιν γίνονται κινήσεις, ἤτοι ὑγρότητος πνευματώδους ἢ πνεύματος ἀτμώδους γίνεσθαι δέδεικται. καὶ ἡ φρίκη δὲ μοχθηρῶν χυμῶν διαθεόντων κατὰ τὸ δέρμα συμβαίνει. δῆλον δὲ ὅτι περὶ τῆς ἐκ τοῦ νοσώδους σώματος ὁρμωμένης φρίκης ὁ λόγος νῦν ἡμῖν ἐστιν, οὐ τῆς ὑπό τινος αἰτίας ἔξωθεν. ἕκαστον οὖν τούτων τῶν εἰρημένων οἴνου πόσις θεραπεύει ἀκρατεστέρου, τὴν συμμετρίαν δὲ τῆς κράσεως αὐτὸς ἐδήλωσεν εἰπών. οἶνος ἴσος ἴσῳ πινόμενος· ὕδατι γὰρ δηλονότι κεράννυσθαι βούλεται τὸν οἶνον ἴσῳ, χάριν τοῦ τὸ μὲν διώσασθαι, κενῶσθαι τῶν λυπηρῶν, ὅσον ἂν ὑπείκῃ τῇ ῥύμῃ τῆς τοῦ οἴνου φορᾶς, τὸ δ’ ὑπόλοιπον ἐπικράσαι. θερμαίνει γὰρ, ὡς ἴσμεν, ὁ οἶνος ἅπαν τὸ σῶμα καὶ ταχέως ἐπὶ πάντα φέρεται τὰ μόρια, μετὰ τοῦ χυμοὺς χρηστοὺς ἐργάζεσθαι.

Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνονται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύεται ὁ πόνος.

Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τοῖς ἔμπροσθεν ὁ Ἱπποκράτης ἔγραψεν, ἡμεῖς δὲ ἐξηγησάμεθα κατὰ τήνδε τὴν λέξιν εἰρημένην· ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις

Ὁκόσοισι δ’ ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.

Καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν ἐν τισὶ μὲν τῶν ἀντιγράφων ἀφώνους ἐστὶν εὑρεῖν κατὰ τὴν πληθυντικὴν αἰτιατικὴν πτῶσιν γεγραμμένον, ἐν τισὶ δὲ κατὰ τὴν ἑνικὴν ἄφωνον ἐν σολοικοφανεῖ σχήματι. διαφέρει δὲ οὐδὲν οὐδ’ ἐνταῦθα πρός γε τὰ παρόντα γινωσκόντων ἡμῶν ὡς ἔθος ἐστὶ τῷ Ἱπποκράτει πολλάκις ἀφ’ ἑνὸς συμπτώματος τοῦ προδηλοτάτου, τῆς ἀφωνίας, ὀνομάζειν οὕτω καὶ δηλοῦν, ὅσοι μηδ’ ἄλλην τινὰ τῶν νατὰ προαίρεσιν ἀποσώζουσι κινήσεων ἢ μηδ’ ὅλως αἰσθάνονται. κεῖνται δὲ ὡσαύτως τοῖς ἀποπληκτικοῖς ἀναίσθητοί τε ἅμα καὶ ἀκίνητοι· γίνεται μὲν οὖν καὶ δι’ ἄλλας αἰτίας τοῦτο. νυνὶ μέντοι τῆς σείσεως τοῦ ἐγκεφάλου μνημονεύει ὁ Ἱπποκράτης καὶ ταύτῃ τὴν τοιαύτην ὅλου τοῦ σώματος ἔσεσθαί φησι διάθεσιν. σεισθῆναι δὲ οὕτω συμβαίνει τὸν ἐγκέφαλον διά τινα βιαίαν πτῶσιν ὅλου τοῦ σώματος ἐξ ὑψηλῶν γεγενημένην χωρίων. αἱ γὰρ τοιαῦται καταπτώσεις εἰώθασι καὶ τὴν ἐν τοῖς τῆς ῥαχέως σπονδύλοις σεῖσιν ἐργάζεσθαι, ὅταν αἱ μὲν ἁρμονίαι κινηθῶσιν αὐτῶν, ὁ δ’ ἐν κοιλότητι περιεχόμενος νωτιαῖος πονήσῃ, διασεισθεὶς δὲ σφοδρῶς εἰς κίνδυνον ἄγει ῥήξεων ἔνια τῶν ἀποπεφυκότων αὐτῷ νεύρων, ὅπερ οὐχ ἥκιστα καὶ κατὰ τὸν ἐγκέφαλον γίνεται καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ καὶ πλείων ἐστὶν ἡ πέριξ αὐτοῦ χώρα κενὴ καὶ μᾶλλον ἐπὶ τῶν πρεσβυτέρων, ὡς ἐν ταῖς ἀνατομικαῖς πραγματείαις λέλεκται, συστέλλεται γοῦν ἡ ψυχικὴ δύναμις εἰς ἑαυτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, ἀνιαθεῖσα τῇ σφαλερᾷ κινήσει καὶ διὰ τοῦτο ἡσυχάζει. τῶν δ’ ἀποφύσεων ἔνιαι μὲν ἱκανῶς τείνονται, τινὲς δ’ ἐκ μέρους γε διασπῶνται. κατὰ τοῦτο μέχρι περ ἂν ἀνακτήσηται πάλιν ἑαυτὴν ἡ ψυχικὴ δύναμις, ἄφωνόν τε καὶ ἀκίνητον ὅλον κεῖται τὸ παθὸν οὕτω ζῶον. εἰ δ’ ἀποσπασθῆναι φθάσειεν ἢ κατά τι μέρος αὐτοῦ κατασπασθῆναι ὁ ἐγκέφαλος, οὐκέτι ἀναφέρουσι.

Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.

Ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν παθημάτων ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ ὁ λιμὸς ξηραίνει κατὰ συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀποῤῥέῃ μέν τι τοῦ σώματος, ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τροφῆς τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέσθαι. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον ᾖ, ὡς ἂν καὶ αὐτῆς τῆς ἀποῤῥόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαί τε καὶ εἰς ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας· ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτ’ ἔξωθεν ἔτι θερμαινομένων μήτ’ ἔνδοθεν. ὅλως οὐδὲν ἢ παντάπασιν ὀλίγιστον ἀποῤῥεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐδ’ ὅλως δεῖται τροφῆς, ἔνια δ’ ὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι δύο σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησαμένους τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν, καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἢ ἐν τοῖς ἔμπροσθεν, οὐδὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόντων. ὁ μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ’ ἢ μόγις. ὁ δ’ ἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστ’ εἷναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται ἀλλ’ ἢ μόγις, θανάσιμον. τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων, οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον. εἶθ’ ἑξῆς ὁ μετ’ αὐτὸν ἢ ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώμεθα. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστ’ ἤτοι μηδ’ ὅλως δύνασθαι καταπίνειν ἢ μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχερῶς καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χιτῶνος, ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦ τε στομάχου καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατασπώμενος, ἀνασπῶν δ’ ὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἔστι δ’ ὅτε μόγις ἕπεται κατασπώσῃ τῇ γαστρὶ, καὶ διὰ ταύτην τὴν αἰτίαν ἤτοι γ’ οὐδ’ ὅλως ἢ μόγις καταπίνουσιν.

Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται, ἀλλὰ μόλις θανάσιμον.
Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.
Ὅκου ἐν ὅλῳ τῷ σώματι καὶ τὸ σῶμα καταψύχεται καὶ πάλιν θερμαίνεται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλει, μῆκος νόσου σημαίνει.

Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶν ὑπομνημάτων ἐξηγησάμεθα τὴν αὐτὴν παρὰ βραχὺ λέξιν ἔχοντα τῇ νῦν εἰρημένῃ. γέγραπται γὰρ οὕτως· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει.

Ἱδρὼς πολὺς, θερμὸς ἢ ψυχρὸς, ἀεὶ ῥέων, σημαίνει ὑγρὸν ἀπάγειν, ἰσχυρῷ μὲν ἄνωθεν, τῷ δ’ ἀσθενεῖ κάτωθεν.

Ἔμπροσθεν ἄλλον ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐξηγησάμεθα, ὃς κατὰ τόνδε τὸν τρόπον ἐγέγραπτο· ἱδρὼς πολὺς ἢ θερμὸς ἢ ψυχρὸς ἀεὶ ἐὼν, ὁ ψυχρὸς μείζω, ὁ θερμὸς ἐλάσσω νοῦσον σημαίνει. καὶ τήν γε διάθεσιν ἔφαμεν εἶναι τῶν γε τοιούτων ἱδρώτων ὑγρότητος πλῆθος ἐν τῷ τοῦ κάμνοντος περιεχόμενον σώματι. διὰ τοῦτ’ οὖν ὁ νῦν ἡμῖν προκείμενος ἀφορισμὸς ἀπάγειν κελεύει τὴν περιττὴν ὑγρότητα, τοῖς μὲν ἰσχυροῖς μὲν ἄνωθεν, ὅπερ ἐστὶ διὰ τῶν ἐμέτων, τοῖς δ’ ἀσθενεστέροις κάτωθεν, ὅπερ καὶ αὐτὸ σημαίνει δι’ ὑπαγωγῆς γαστρός. ὅτι μὲν οὖν ἐκκενοῦν ἀεὶ χρὴ τοῦ σώματος τὰς περιττὰς ὑγρότητας ἄντικρυς δῆλον. εἰ δὲ τοῖς ἰσχυροῖς μὲν ἄνωθεν μόνον ἀεὶ, τοῖς δ’ ἀσθενέσι κάτωθεν, ἄξιον εἶναι δοκεῖ μοι σκέψεως. βέλτιον γὰρ ἴσως οὐ ταύτῃ διαιρεῖν τῶν βοηθημάτων τὴν χρείαν, ἀλλ’ ὡς ἡμῖν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ περὶ τῶν τοιούτων ἁπάντων διώρισται. καὶ τοῦτον οὖν τὸν ἀφορισμὸν ἐκ τῶν παραγεγραμμένων εἶναι νομίζω. ἑξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἄλλοι τρεῖς εὑρίσκονται κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων καὶ τοῖς ἐξηγηταῖς ὁμοίως γεγραμμένοι βραχύ τι διαλλάττοντες τῇ λέξει τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. γράφουσι δ’ αὐτοὺς ὡδί.

Πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
Ὁκόσοι πυρετοὶ μακροὶ, τουτέοισι φύματα εἰς τὰ ἄρθρα ἢ πόνοι ἐπιγίνονται.
Ὁκόσοις φύματα μακρὰ ἢ εἰς τὰ ἄρθρα πόνοι ἐκ πυρετοῦ γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

Εὔδηλον δὲ ὅτι καὶ οὗτοι παρέγκεινται τῶν ἔμπροσθεν ἢ οὐδὲν ἢ βραχύ τι τῇ λέξει διαφέροντες, ἐξήγημαι δ’ αὐτοὺς ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.

Ἤν τις τῷ πυρέσσοντι τροφὴν διδῷ ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ κάμνοντι νοῦσος.

Γράφεται δὲ καὶ οὕτως ὁ ἀφορισμὸς ἤν τι τῷ πυρέσσοντι τροφὴν διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος. ἑκατέρα δ’ ἡ λέξις ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἑρμηνείας, ἐπὶ τοῦτο δὴ τὸ καλούμενον κακόζηλον, οὐκ οἶδ’ ὅ τι βουληθέντων, ὅσοι διεσκεύασαν οὕτω πολυειδῶς τὸ τέλος τοῦ βιβλίου. τὰ μὲν αὐτῇ τῇ λέξει γράφοντες τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένων, τὰ δ’ ὑπαλλάττοντες βραχύ τι, τὰ δ’ ὅλα παρεντιθέντες, ὥσπερ καὶ τουτὶ τὸ νῦν προκείμενον, οὐδ’ ἐγγὺς τῆς Ἱπποκράτους ἑρμηνείας ἧκον. ἐκεῖνος μὲν γὰρ ἔμπροσθεν ἔφη· τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν τρέψῃς, μᾶλλον βλάψεις· καὶ ἢν ἐκ νόσου τροφὴν· λαμβάνων τις μὴ ἰσχύει, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῆ χρῆται, ἢν δὲ χρὴ μὴ λαμβάνοντος τοῦτο γίνηται τροφὴν εἰδέναι ὅτι κενώσεως δεῖται, καί τινα τοιαῦτα ἕτερα κατὰ φύσιν ἡρμηνευμένα. ὁ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν συνθεὶς κακοζήλως εἶπεν ἐπὶ τῆς τροφῆς, εἰ τῷ ὑγιαίνοντι ἰσχὺς αὕτη τῷ κάμνοντι νοῦσος, βούλεται γὰρ λέγειν τὴν τροφὴν ἰσχύος μέν εἶναι τοῖς ὑγιαίνουσι ποιητικὴν, βλάβης δὲ τοῖς νοσοῦσιν. ἢν νὴ Δία τοῖς μὲν ὑγιαίνουσιν αὔξειν τὴν ἰσχὺν, τοῖς δὲ κάμνουσι νόσον. ἡρμήνευκε δὲ ἀλλοκότως αὐτὸ τὴν τροφὴν αὐτὴν εἰπὼν ἰσχὺν μὲν τοῖς ὑγιαίνουσιν εἶναι νόσον δὲ τοῖς κάμνουσιν, οὔτ’ ἰσχὺν οὖσαν, ἀλλ’ ἰσχύος ποιητικὴν, οὔτε νοῦσον, ἀλλὰ νόσου ποιητικὴν, ἄμεινον δὲ εἰπεῖν αὐξητικήν.

Τὰ διὰ τῆς κύστεως διαχωρέοντα ὁρῆν δεῖ, ἢν οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται. τὰ ἥκιστα οὖν ὅμοια τούτοισι, ταῦτα νοσερώτερα· τὰ δὲ ὁμοιότερα τοῖς ὑγιαίνουσιν ἥκιστα νοσερά.

Ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκράτους ἔν τε τῷ προγνωστικῷ καὶ κατ’ ἄλλα βιβλία πάντα τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δ’ ἀνόμοια τοὐναντίον. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν ὁ συνθεὶς τὸν ἀφορισμὸν τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τούτοις, ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦ τε ὕστατον νοσώδη. τὸ γὰρ ἥκιστα μετ’ ἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο νοσερώτατα.

Καὶ οἷσι τὰ ὑποχωρήματα ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, ὑφίστανται οἷον ξύσματα, καὶ ἢν ὀλίγα ᾖ, ὀλίγη ἡ νοῦσος γίγνεται, ἢν δὲ πολλὰ, πολλὴ, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, βλάψεις καὶ ὁκόσῳ ἂν πλείω διδῷς μᾶλλον βλάψεις.

Τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν αὐτὸς ὑποχωρήματά τε καὶ διαχωρήματα· καὶ διὰ τοῦτο καὶ νῦν ἐδέξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενουμένων εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δ’ αὐτὸ τὸ προσκείμενον ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθ’ ἕτεροι πάλιν ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ διὰ τῶν ὑφισταμένων αὐτοῖς καὶ διὰ τῶν ἐφισταμένων εἰώθαμεν καὶ τῶν παρόντων τι διαγινώσκειν καὶ τῶν μελλόντων ἔσεσθαι, κατὰ δὲ τὰ διαχωρήματα τὸ ἐφίστασθαι μᾶλλόν πως, πρέπει. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν οὔρων ἑτοίμη τῶν ὑφισταμένων ἡ διάγνωσις, οὕτω κἀπὶ τῶν διαχωρημάτων. ἐπὶ μὲν γὰρ τῶν οὔρων καὶ αὐτὸ τὸ ἄγγος ἐξ ὑέλου πεποιημένων ἐνδείκνυται τῶν ὑφισταμένων τὴν φύσιν, καὶ εἰ ἐν ἄλλῳ δέ τινι περιέχοιτο σκεύει, δυνατὸν ἀποχέοντας τὸ ἐπιπολῆς αὐτὸ μόνον καταλιπεῖν τὸ ὑφιστάμενον. ἐπὶ δὲ τῶν διαχωρημάτων οὐδέτερον πιθανόν. πάλιν δὲ αὐτὸ τὸ ἐφεξῆς εἰρημένον τὸ οἷον ξύσματα τοῖς μὲν κατὰ τὴν γαστέρα διαχωροῦσι πρέπει, τοῖς δ’ ἐκφερομένοις τῶν οὔρων καθ’ ὁντιναοῦν τρόπον εἴτ’ ἄνωθεν εἴτε κάτωθεν ἁρμόττει. ξυσματώδη μὲν γὰρ κατὰ τὴν γαστέρα διαχωρεῖται πολλάκις, ὀνομάζεταί τε συνήθως οὐχ ὑπὸ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἰατρῶν, οὐ μὴν ἐπί γε τῶν οὔρων. αὕτη τοίνυν ἡ περὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα χρῆσις ἄκυρος ἐνδείκνυται παρεγκεῖσθαι καὶ τοῦτον τὸν ἀφορισμόν. ἔτι τε δὴ μᾶλλον ἐπειδὰν εἴπῃ, τούτοις συμφέρει ὑποκαθῆραι τὴν κοιλίην. οὐ γὰρ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ὅτῳ ξυσματώδη κατὰ τὴν κοιλίαν ὑπάγονται, τούτῳ συμφέρει καθαίρειν αὐτὴν, ὥσπερ οὐδὲ βλάβη τις ἐξ ἀνάγκης ἕπεται τροφὴν λαμβάνουσι τοῖς οὕτως ἔχουσιν. ὁρῶμεν γὰρ χολωδῶν διαχωρημάτων γενομένων ἐκκρινόμενα κατὰ τὴν γαστέρα ξύσματα, ἐφ’ οἷς οὔτε βλάπτονται ῥοφήματα λαμβάνοντες ἅπαντες οὔτε προκαθαίρειν αὐτοὺς ἀναγκαῖόν ἐστιν, ἐάν γε πᾶν ἤδη κεκενωμένον ᾖ τὸ χολῶδες. ἔτι δὲ μᾶλλον οὐδ’ εἰ τοῖς οὔροις ἐμφέροιτο οἷον ξύσματα, καθαίρειν προσήκει πρὸς τῷ καὶ χαλεπὸν εἶναι διαγνῶναι, τὴν ἰδέαν ὁποίαν τινὰ εἶναι βούλεται τῶν ἐμφερομένων τοῖς οὔροις ξυσματωδῶν. ἀλλ’ οἱ τούτους τοὺς ἀφορισμοὺς παρενθέντες δοκοῦσί μοι χάριν αὐτοῦ τούτοις συνθεῖναι, τοῦ συγκεχύσθαι τε τὸν λόγον, ὥσπερ αἴνιγμα καὶ δεῖσθαι ζητήσεως πολλῆς, ἐν ᾗ καθιστάντες ἑαυτοὺς ἐξηγητὰς τῶν λεγομένων εὐδοκιμοῦσι παρὰ τοῖς μειρακίοις. ὅτι δὲ οἱ λόγοι πάντες οἱ ἀσαφεῖς ἀφορμὰς πολυλογίας παρέχουσι τοῖς σοφισταῖς δῆλον ἔσται σοι κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἔνιοι γάρ τοι τῶν ἐξηγησαμένων αὐτὸν οὔ φασιν ἀπαγορεύειν τὸν Ἱπποκράτην, διδόναι ῥοφήματα τοῦ οὕτω διακειμένοις, ἀλλὰ πλέονι κωλύειν εἰρηκέναι, ὁκόσῳ ἂν πλέονα διδῷς μᾶλλον βλάψεις, ὥσπερ οὐ καὶ τῶν ἄλλων, ὅσοι χρῄζουσι ῥοφημάτων ὑπὸ πλειόνων βλαπτομένων ἢ ὡς οὐκ ἀκόλουθον τῷ φάντι, ὁκόσῳ ἂν πλεῖστα διδῷς μᾶλλον βλάψεις καὶ τοῖς ἐλάττοσιν ἐλάττονα τὴν βλάβην ἔσεσθαι νομίζειν. ἀλλ’ ὅμως διὰ τὸ τῆς ἑρμηνείας μοχθηρὸν ὑπάρχει τοῖς σοφισταῖς πορίζεσθαι τοῖς λόγοις διαλύσεις καὶ μᾶλλόν γε ὅταν ἐξῇ καὶ προσθεῖναί τι καὶ ἀφελεῖν καὶ μεταγράψαι, ὅπερ ἐν τοῖς ἀσαφέσι λόγοις εἰώθασι πράττειν. αὐτίκα γέ τοι καὶ κατὰ τοῦτον τὸν ἀφορισμὸν ἔνιοι τὸν καί σύνδεσμον προσθέντες, ἢν ἄλλοι τοῦ μετ’ αὐτὸν ἀρχὴν τίθενται, ταύτην ποιοῦσι τούτου τελευτὴν, ἵνα ὁ λόγος οὕτω ἔχῃ, ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς, μᾶλλον βλάψεις καὶ ὁκόσαις ἂν κάτω ὠμὰ ὑποχωρέῃ, ὡς δηλονότι καὶ τούτοις ὅσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς πάλιν γράφουσιν. ὅτι χολῆς μελαίνης ἔνεστιν ἢν πλείω, πλείων, ἢν ἐλάσσω, ἐλάσσων ἡ νοῦσος. οἵ γε μὴν πολλοὶ τῶν ἐξηγητῶν ἑτέρως ἐξηγοῦνται καὶ γράφουσιν ὡς ὑπογέγραπται ῥῆσις.

Ὁκόσα ἂν κάτω ὠμὰ ὑποχωρέῃ ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω πλείων, ἢν ἐλάσσω, ἐλάσσων ὁ νοῦσος.

Εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν, ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐδενὸς ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ οὐ διὰ τὴν ἀσάφειαν, ἀλλ’ ὅτι ψευδής ἐστιν ὁ λόγος· διὰ τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν ἢ ἀφαιρεῖν ἢ μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὧν ἐστιν Ἡρόφιλος, ὁ Βακχεῖος, Ἡρακλείδης τε καὶ Ζεῦξις οἱ ἐμπειρικοὶ, τοιαύτην τινὰ γράφουσιν. ὁκόσοις ἂν κάτω ὠμὰ ὑποχωρέῃ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω, πλείονος, ἢν ἐλάσσω, ἐλάσσονος. ἀλλ’ ὅτι τῶν ἐπὶ μέρους τινὸς ὁ λόγος οὗτος ἑρμηνευτὴς ἐστιν, εἴρηται δ’ ὡς ἐκ καθόλου, διὰ τοῦτο τὴν ἀπορίαν παρέσχεν. ἐπεί τοι λεγόμενον αὐτοῦ κατὰ τὴν λέξιν οὐδεμίαν ἔχει ζήτησιν, ἀποφαινομένου τοῦ γράψαντος αὐτήν. οἷς ἂν ὠμὰ χωρέῃ, διὰ χολῆς μελαίνης ἐνεῖναι τοῖς πέττουσιν ὀργάνοις δηλονότι, δι’ ἣν ψυχόμενα χείρω πέττει καὶ τρόπον ἀπεψίας ἐργάζεται τὸν κατ’ ὠμότητα, τῆς ξανθῆς χολῆς τὸ ἐναντίον ἐργαζομένης, οἷον κνισώδη γάρ τινα γίνεται δι’ αὐτὴν ἀπεπτούμενα. τινὲς δὲ καὶ τοῦτον τὸν λόγον ἔτι περὶ τῶν οὔρων ἡγοῦνται λέγεσθαι.

Αἱ ἀποχρέμψεις ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ χολώδεες καὶ δυσώδεες πᾶσαι κακαὶ, ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωροῦν στῇ κεκαθαρμένον κακόν.

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν διαχώρησιν καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.

Τὰ σώματα χρὴ, ὅπου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν καὶ ἢν ἄνω εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην, ἢν δὲ κάτω, ῥυῆσαι τὴν κοιλίην.

Καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέγραπται, μὴ προσκειμένου τοῦ καὶ ἄνω, ἢν βούλῃ εὔροα καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετ’ ἐξηγήσεως, ὥσθ’ ὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσαμεν, ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.

Ὕπνος, ἀγρυπνίη, ἀμφότερα γιγνόμενα μᾶλλον τοῦ δέοντος, νοῦσος.

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔν τισι τῶν ἀντιγράφων παρέγκειται πρόσθεν εἰρημένος ὅλος ὡσαύτως, πλὴν τοῦ κατὰ τὸ τέλος, ἐνταυθοῖ μὲν γὰρ νόσος. ἐκεῖ δὲ πολὺ βέλτιον γέγραπται κακόν.

Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται καὶ πυρετὸς ἔχῃ, θανάσιμον.

Καὶ οὗτος ὁ ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμεινον εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ περιττοῦ πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ· προειρηκότος γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖς, ματαία πάλιν ἡ ἐπὶ τῇ τοῦ λόγου τελευτῇ προσθήκη καὶ πυρετὸς ἔχῃ.

Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμός ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος, ὅτι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος,

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενοῦς ἐόντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.

Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.

Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις ὁ λευκοφλεγματίας ὕδερος ἔσται.

Ἐπὶ διαῤῥοίῃ δυσεντερίη.

Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνημάτων.

Ἐπὶ δυσεντερίῃ λειεντερίη ἐπιγίνεται.

Καὶ οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρημένου ἔμπροσθεν τοῦτον τὸν τρόπον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον τῶν ὑπομνημάτων.

Ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου.

Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι ἢ τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δ’ ἑκάτερον ἀληθῶς λέγεσθαι.

Ἐπὶ αἵματος ἐμέτῳ φθόη καὶ τοῦ πύου κάθαρσις ἄνω.

Ἐπὶ τῇ φθόῃ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ τῷ ῥεύματι διάῤῥοια, ἐπὶ τῇ διαῤῥοίᾳ σχέσις τῆς ἄνω καθάρσεως, ἐπὶ τῇ σχέσει θάνατος. ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων καὶ παρὰ τοῖς πλείστοις τῶν ἐξηγητῶν γέγραπται· ἐπὶ αἵματος ἐμέτῳ φθορά. κατά τινα μέντοι τῶν ἀντιγράφων ἐπὶ αἵματος ἐμέτῳ φθόη γέγραπται. φαίνεται γοῦν ὅτι καὶ ταῦτα συνηράνισται μοχθηρῶς ἐκ πολλῶν Ἱπποκρατείων ἀποφάσεων συγκείμενα παρεφθαρμένως, μάλιστα δὲ παρ’ ἐκείνων τῶν ἀφορισμῶν ἐπὶ αἵματος πτύσει, πύου πτύσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ σίαλον ἴσχηται, ἀποθνήσκουσιν.

Ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν καὶ ἐν τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας καὶ ἤν πη ἄλλη τῆς φύσεως ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη νοῦσος γίνεται, ἢν πολὺ δὲ, πολλὴ, ἢν πάνυ πολλὴ, θανάσιμον τὸ τοιοῦτον.

Οὗτος ὕστατος ὁ ἀφορισμὸς ἐν πλείστοις τῶν ἀντιγράφων γέγραπται, κατά τινα μέντοι καὶ ἄλλοι πρόσκεινται, διεσκευασμένοι καθάπερ καὶ οἵδε οὓς διεληλύθαμεν ἐκ τῶν γνησίων ὄντας οὕτως, ὥστε τοὺς μὲν αὐτῇ τῇ λέξει, τοὺς δὲ παρὰ βραχὺ, τοὺς δὲ μετὰ βραχείας προθέσεως ἐοικέναι τοῖς ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους γεγραμμένοις, ὅθεν αὐτοὺς οὐδ’ ἡμεῖς ἔτι προσεθήκαμεν. οὐδὲ γὰρ αὐτὸς οὗτος ὁ νῦν προκείμενος ἔχει τι περιττότερον ὧν πολλάκις ὁ Ἱπποκράτης ἔδειξεν, ἀλλὰ καὶ ὁ τρόπος τὰς ἑρμηνείας εὔδηλος ὁ κατ’ ἐκεῖνον. τὸ δὲ οἷα καὶ ἐν τοῖς κατὰ τὴν κύστιν καὶ ἐν τοῖς κατὰ τὴν κοιλίαν ἀποδόσεως χρῄζει, τό γε μὴν κεφάλαιον, ὡς ἔφην, ἀληθές. εἰ μὲν γὰρ ὀλίγον ἐκβαίνοι τοῦ κατὰ φύσιν ἐν οἵῳ δή ποτε μορίῳ μακροτέραν τὴν νόσον· εἰ δ’ ἐπὶ πλέον, πολλὴν ὑποληπτέον· εἰ πάνυ πολλὴ τοῦ κατὰ φύσιν ἡ μετάβασις γένηται, θανάσιμον εἶναι τὸ τοιοῦτον νόσημα.