In Hippocratis Prognosticum Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0057.tlg099.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Galen Karl Gottlob Kühn Cnobloch Lipsiae 18b 1-317 1830 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Α. Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν.

Ὅτι μὲν οὖν ἀντὶ τῆς προγνώσεως εἴρηκε τὴν πρόνοιαν ἄντικρυς δῆλον· ἐπιφέρων γοῦν φησι, προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσιν. ἐδέησε δὲ αὐτῷ τοῦ προοιμίου κατὰ τοῦτο τὸ σύγγραμμα, καίτοι γε οὐ πάνυ τι προοιμίοις χρωμένῳ, διά τινας ὡς εἰκὸς ἰατροὺς τῶν κατ’ αὐτὸν οἷοι καὶ νῦν εἰσι τῶν μεθοδικοὺς ἑαυτοὺς ὀνομαζόντων, ἰατροῦ μὲν ἔργον εἶναι φάσκοντες ἤτοι φυλάττειν τὴν οὖσαν ὑγείαν, ὡς ἐπὶ τῶν ὑγιαινόντων ἢ ἀναλαμβάνειν τὴν διεφθαρμένην, ὡς ἐπὶ τῶν νοσούντων. μάντεως δὲ τὸ προλέγειν τὸ γενησόμενον. ἐπιδείκνυσιν οὖν ὁ Ἱπποκράτης διὰ τοῦ προοιμίου χρήσιμον ἰατρῷ τὸ προγινώσκειν ὑπάρχειν, εἰς τρία κεφάλαια τὸν λόγον ἀνάγων, ἓν μὲν, ὅτι τοὺς νοσοῦντας εὐπειθεστέρους ἕξει τοῖς ὑφ’ ἑαυτοῦ προσταττομένοις, δεύτερον δὲ ὅτι προειδὼς τὰ συμβησόμενα τοῖς κάμνουσιν, ἐκ πολλοῦ πρὸς αὐτὰ παρασκευάσεται καὶ τρίτον, ὅτι θανάτου τῶν νοσούντων αὐτὸς ἀναίτιος ὑπολειφθήσεται. βούλεται δ’ οὐδὲν ἧττον ὑπάρχειν αὐτῷ τοῦτο, τὸ καὶ τῆς ὑγείας αἴτιον νομίζεσθαι. προσχῶμεν οὖν ἤδη ταῖς ῥήσεσιν, ἐξ ὧν ἕκαστον τῶν εἰρημένων κεφαλαίων κατασκευάζει.

Προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ’ ἂν μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματα· ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ὡυτοὺς τῷ ἰητρῷ.

Τὸ πρῶτον τῶν κεφαλαίων ἐν τούτῳ τῷ λόγῳ κατασκευάζει, τολμᾷν φάσκων τοὺς ἀνθρώπους ἐπιτρέπειν ἑαυτοὺς τῷ ἰατρῷ, διὰ τὴν τῆς προῤῥήσεως ἐπιτυχίαν. ἕπεται γὰρ ταύτῃ τὸ πιστεύεσθαι γινώσκειν τὸν ἰατρὸν ἀκριβῶς ἅπαντα τῶν νοσούντων τὰ πράγματα, τουτέστιν ὁποία τίς ποτε τούτοις ἡ κατασκευὴ τοῦ νοσήματος ὑπάρχει, ὥστ’ εἶναι τὸ συνεχὲς τῆς ἀποδείξεως ὧδέ πως περαινόμενον. ὁ ἰατρὸς ἐξ ὧν προλέγει πιστεύεται γινώσκειν τὴν φύσιν τοῦ νοσήματος. ὁ πιστευόμενος γινώσκειν τὴν φύσιν τοῦ νοσήματος εὐπειθεστέρους ἔχει τοὺς κάμνοντας. ὁ τοὺς κάμνοντας εὐπειθεστέρους ἔχων μᾶλλον ἰᾶται τὰς νόσους. ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος. παραλείπουσιν οἱ ἀσθενοῦντες οὐχ ἅ μηδ’ ὅλως ἐπίστανται, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν γράφουσι, τοὺς ἐν τῷ βάθει τοῦ σώματος τόπους πεπονθότας ἢ τὰς αἰτίας τε καὶ διαθέσεις αὐτῶν· ἀλλὰ τῶν μὲν αἰτίων τὰ προκαταρκτικὰ λεγόμενα μόνα, τῶν δὲ περὶ τὸ σῶμα συμπτωμάτων τὰ φαινόμενα, οἷον ἐρυθρὰ τὰ μῆλα τοῖς περιπνευμονικοῖς, ἔνια γὰρ τῶν τοιούτων παραλείπουσι· τούτων μὲν οὖν ὅσα κατὰ τὴν διήγησιν οἱ κάμνοντες οὐκ εἶπον, ἐὰν ἀκούσωσι παρὰ τῶν ἰατρῶν, εὐλόγως αὐτοὺς θαυμάζουσι. τίνι δὲ μεθόδῳ χρώμενοι τοῦτο πράξωμεν ἐπιδείξω τοῦ λόγου προϊόντος.

Τὴν δὲ θεραπείην ἄριστ’ ἄν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων. ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον. τοῦτο γὰρ τοῦ προγινώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν.

Τὴν δευτέραν χρείαν ἐνταῦθα διεξέρχεται τῆς προγνώσεως. ἐκ γὰρ τοῦ γινώσκειν ἀκριβῶς τὴν διάθεσιν τοῦ κάμνοντος ἔνια μὲν κωλύσει τῶν εἰωθότων αὐτῇ παθημάτων ἀκολουθεῖν, ἐνίων δὲ κωλύσει τὸ μέγεθος. ἅπασι δὲ κοινῆ καλῶς ἀντιτάξεται προπαρασκευαζόμενος, ὡς ἀγαθὸς κυβερνήτης, μέλλοντος ἔσεσθαι χειμῶνος.

Ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ ἰσχύος τῆς νούσου κατεχόμενοι, οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον, πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι· γνόντα οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων· ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. χρὴ δὲ τὰς διαφορὰς τῶν νουσημάτων ἀεὶ τῶν ἐπιδημούντων ταχέως  ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρης τὴν κατάστασιν. οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη. καὶ γὰρ οὓς οἷόν τε περιγίνεσθαι, τούτους ἔτι μᾶλλον δύναιτ’ ἂν ὀρθῶς διαφυλάσσειν ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγινώσκων τε καὶ προαγορεύων, ἀναίτιος ἂν εἴη.

Ἐν τούτῳ τῷ λόγῳ τὰ προειρημένα δύο κεφάλαια τῆς κατὰ τὴν πρόγνωσιν χρείας ἔτι κατασκευάζει. τὸ δὲ τρίτον αὐτοῖς προσέθηκεν, ἀναίτιον εἶναι λέγων τὸν ἰατρὸν, ἐὰν τοὺς σωθησομένους τε καὶ τεθνηξομένους προλέγῃ· νεανίσκον γοῦν τις ἰατρὸς ἔναγχος ἀρξάμενον νοτίζεσθαι συγκοπτικῶς ἀγνοήσας εἰς βαλανεῖον εἰσήγαγεν, εἶθ’ ἱδρώτων πολλῶν γενομένων ἐγεγήθη μὲν ὡς ἐστοχασμένος ἀκριβῶς τοῦ καιροῦ, μικρὸν δὲ ὕστερον ἀποθανόντος πρὸς τῶν οἰκείων ὡς αὐτὸς ἀποκτείνας ἐνεκαλεῖτο. ἄχρι μὲν οὖν τοῦδε τὴν διήγησιν ἐποιησάμην τοῦ προοιμίου, πλὴν τοῦ κατὰ τὸ θεῖον σημαινομένου, διὰ βραχυτάτων, ὅπερ εἶδος ἐξηγήσεως λόγων ἁρμόττει τοῖς πεπαιδευμένοις μὲν τὰ πρῶτα, σπεύδουσι δὲ ἐπὶ τὸ χρήσιμον τοῦ βιβλίου. τοῖς δέ γε ἤτοι λέξεως Ἑλληνικῆς ἀήθεσιν ἢ καὶ τοῖς τῆς ἐν λόγοις ἀκολουθίας ἀμαθέσιν ἢ τῶν μὲν χρησιμωτάτων μὲν ἀμελοῦσι, διατρίβουσι δὲ καὶ νῦν ἑκόντες ἐν τοῖς σοφιστικωτέροις τῶν λόγων, ἕτερος ἰδιαίτερος ἐξηγήσεώς ἐστι τρόπος, ὁ διὰ μακροτέρων περαινόμενος, ὃν ὑπερβαίνειν ὅλον ἔξεστι τοῖς ἐπὶ τὸ χρήσιμον σπεύδουσιν ἐπιλείψασι τὸ μεταξὺ τοῦ βιβλίου, μέχρι περ ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖσι ὀξέσι νουσήμασι. τὸν ἰητρὸν δοκέει ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν. οὐ κατὰ τὸ κοινὸν ἔθος τῶν Ἑλλήνων ὁ Ἱπποκράτης δοκεῖ κεχρῆσθαι τῷ τῆς προνοίας ὀνόματι. τὴν γάρ τοι φροντίδα καὶ τὴν ἐπιμέλειαν οὕτως ὀνομάζουσιν, ὥσπερ ἀμέλει καὶ ὁ Εὐριπίδης ἐδήλωσεν εἰπών·

ἡ δὲ καὶ θνήσκουσ’ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν.

καὶ μὲν δὴ καὶ τὸ προνοεῖσθαι ῥῆμα κατὰ πάσας τὰς ἐγκλίσεις ἅπειρον τῷ πλήθει παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ τοῦ φροντίζειν τινὸς ἢ προπαρασκευάζειν ἀεὶ τὸ συμφέρον λεγόμενον· ἀλλὰ καὶ τὸ προνοίᾳ τὸν κόσμον διοικεῖσθαι, τοῦτο δὴ τὸ πολυθρύλητον πρόβλημα, ταὐτὸν ἐνδείκνυται σημαινόμενον. ὁ δέ γε Ἱπποκράτης οὐχ οὕτως, ἀλλά γε ἀντὶ τῆς προγνώσεως εἶπε τὴν πρόνοιαν, ἐμοὶ δοκεῖν οὐχ ἁπλῶς, ἀλλ’ ἀπό τινος κοινοῦ σημαινομένου κατ’ ἀμφοτέρας τὰς προσηγορίας. ἀπὸ γάρ τοι τοῦ νοῆσαι τὰ πράγματα πρὶν ἔσεσθαι τό τε προνοῆσαι ῥῆμα παρ’ Ὁμήρῳ καὶ τὸ τῆς προνοίας ὄνομα γέγονε παρὰ τούτῳ, ἀπ’ αὐτοῦ δὲ τούτου καὶ τὸ προγνῶναι καὶ ἡ πρόγνωσις. ὅσα μὲν οὖν αἰσθητά εἰσι φύσει, τῷ λογισμῷ δ’ αὐτὰ θηρεύομεν πρὸ τοῦ θεάσασθαι, προνοεῖν ταῦτα δεόντως ἂν εἴποιμεν, ἐνδεικνύμενοι διὰ τοῦ ῥήματος τὸ πρὶν ἔσεσθαι νοεῖν. διὰ τοῦτο καὶ τῶν πραγμάτων τὰ μὲν ἐξαίφνης ἀκούσια καὶ ἀπρονόητα, τὰ δὲ ἐκ τοῦ βουλεύεσθαι μετὰ προνοίας λέγουσι πεπρᾶχθαι. τοιοῦτον γοῦν ἐστι καὶ τὸ παρὰ τῷ Σόλωνι· δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος καὶ πυρκαϊᾶς ἐκ προνοίας καὶ φάρμακον ἐάν τις ἀποκτείνῃ δούς. καὶ μέντοι καὶ παρὰ τοῖς ῥήτορσι τοῖς παλαιοῖς παμπόλλη χρῆσίς ἐστι τῶν τοιούτων ὀνομάτων τε καὶ ῥημάτων ἐν οἷς τὰ κατὰ πρόνοιαν ἀντιδιαιροῦνται τοῖς ἄνευ τοῦ προβουλεύεσθαι γιγνομένοις, οἷον ἄκων εἴ τις ἐπήρωσεν ἢ εἰ θυμωθεὶς ἐπάταξεν, οὐ γὰρ ἐκ προνοίας γεγονέναι ταῦτά φασιν. εἰ δὲ προβουλευσάμενος ἐκ πολλοῦ καὶ προδιασκεψάμενος ὅπως πραχθείη τοὔργον ἐποίησεν, ἐκ προνοίας ἤδη τοῦτο πεπρᾶχθαι λέγουσι. κοινὸν οὖν τοῦτο ἤδη σημαίνεται παρὰ τοῖς Ἕλλησιν ἐκ τοῦ τῆς προνοίας ὀνόματος ἀγαθῶν τε καὶ κακῶν ἔργων, οὐχ ὡς ἔνιοι νομίζουσιν, ἐπὶ τῶν ἀγαθῶν μόνων εἴωθε λέγεσθαι. καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρόβλημα, πότερον τύχῃ τινὶ τὰ κατὰ τὸν κόσμον διοικεῖται ἢ προνοίᾳ, κατὰ τὸ κοινὸν εἴρηται σημαινόμενον, ὡς δῆλον ἐκ τῆς πρὸς τὴν τύχην ἀντιθέσεως. ἔνιοι δ᾽ οὐ τύχην, ἀλλὰ τὸ αὐτόματον ἀντιδιαιροῦνται τῇ προνοίᾳ, ταὐτὸν σημαίνοντες ἑκατέρᾳ τῇ προσηγορίᾳ. καὶ μέντοι καὶ λέγεται πολλάκις ὑπὸ τῶν φιλοσόφων ὁ κόσμος διοικεῖσθαι τῇ τοῦ βελτίστου προνοίᾳ, προστιθέντων αὐτῶν τῇ τοῦ βελτίστου, διότι τὸ τῆς προνοίας ὄνομα κοινὸν ἐπίστανται, χείρονός τε καὶ βελτίονος. εἶπερ οὖν ἡ πρόνοια κατὰ τοῦτο τὸ κοινὸν εἴρηται, δῆλον ὡς ἀπὸ τοῦ πρὶν ἔσεσθαι νοεῖν ὠνόμασται. τὴν αὐτὴν δὲ καὶ τὸ τῆς προγνώσεως ὄνομα γένεσιν ἔσχηκεν. ὅσα γὰρ αἰσθητὰ κατὰ τὴν ἑαυτῶν ὑπάρχοντα φύσιν ἐκ τινων σημείων ἂν εὑρίσκωμεν, εἰκότως ταῦτα προνοεῖν φαμεν, ὡς εἰ καὶ πρὸ τοῦ θεάσασθαι νοεῖν ἔφαμεν. καί μοι δοκεῖ ἡ ἀντιθέτως λεγομένη τῇ τύχῃ, πρόνοια μὴ εἰρῆται κατὰ τὸ κοινὸν σημαινόμενον. ἡ γὰρ οὕτως λεγομένη πρόνοια τῶν ἀγαθῶν λέγεται μόνων. ἡ γὰρ τοῦ παντὸς πρόνοια οὐκ ἔστι κακῶν ἔργων καὶ διὰ τοῦτο τῶν κατὰ τοὺς τρεῖς χρόνους ἡ πρόγνωσίς ἐστιν, οὐ μόνον τῶν κατὰ τὸν μέλλοντα. μάντις δ’ οὐδὲν ἧττόν ἐστι θαυμαστὸς, ὃς ὡς ὄντα τὰ γεγονότα λέγοι, μὴ θεασάμενος, τοῦ τὰ μέλλοντα γενήσεσθαι λέγοντος, οὕτω δὲ καὶ ὁ τὰ νῦν πραττόμενα πρὶν θεάσασθαι λέγων οὐδὲν ἧττον ἐκείνων ἀγαθός ἐστι μάντις. τοῦτο οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο λέγων. προγινώσκων γὰρ καὶ προλέγων, παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι. τῆς αὐτῆς γοῦν τέχνης ἐστὶ καὶ τὰ προγεγονότα μὴ θεασάμενον εἰπεῖν ὡς ἐγένετο καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα ἔσεσθαι. τῇ χρείᾳ δ’ ἀλλήλων πάμπολυ διαφέρει. τῶν μὲν γὰρ ἔσεσθαι μελλόντων ἡ πρόγνωσις χρησιμωτάτη. τῶν δ’ ἤδη γεγονότων ἄχρηστος μὲν εἰς τὰ ἄλλα· μόνῳ δὲ τῷ δεῖξαι βουλομένῳ τὴν ἑαυτοῦ τέχνην ἰατρῷ χρησίμη τετύχηκεν οὖσα. ταῦτα μὲν οὖν εἰ καὶ μὴ τῆς ἰατρικῆς  τέχνης ἐστὶν ἴδια, τῆς γοῦν ἐξηγήσεώς ἐστιν οἰκεῖα, τὰ σημαινόμενα τῶν ἐν τοῖς συγγράμμασιν ὀνομάτων ἐξαπλούσης. ἐκ περιττοῦ δ’ ὡς πρὸς τὴν ἐξήγησιν καὶ πρὸς ἄλλο τι χρήσιμά ἐστιν, ὅσα λέγουσιν ἔνιοι τῶν ἐξηγητῶν, εἰς τὸ τοῦ συγγραφέως ἦθος, ὥσπερ κἀνταῦθα τὸ μέτριον ἐπαινοῦντες ἐν τῷ φάναι, δοκέει μοι ἄριστον εἶναι. δυνατὸν γὰρ αὐτῷ φασιν εἰρηκέναι τὸν ἰητρὸν ἄριστόν ἐστι πρόνοιαν ἐπιτηδεύειν. ὁ δὲ κἀνταῦθα τὸ δοκέει μοι προσέθηκε, καίτοι μέλλων ἀποδείξεις γράφειν τῆς ἀποφάσεως. ἃ δ’ οἱ περὶ τὸν Ἡρόφιλον εἰρήκασι διορίζοντες τὴν πρόγνωσιν τῆς προῤῥήσεως, οὐ μόνον ἄχρηστά ἐστιν ἢ ἀνοίκεια τὰ σημαινόμενα, ἀλλὰ καὶ σοφιστικὰ καὶ ψευδῆ. καίτοι δοκοῦσί γε διαφορὰς πραγμάτων διδάσκειν, οὐ σημαινόμενα νομοθετεῖν, ἁμαρτάνοντες ἐν αὐτῷ τούτῳ πρῶτον, ὅτι ἀγνοοῦσι περὶ σημαινομένων ποιούμενοι τὸν λόγον, οὐ περὶ πραγμάτων φύσεως ἰατρικῇ χρησίμων· ἡ γάρ τοι γνῶσις ἡ κατὰ τὸ τῆς προγνώσεως ὄνομα περιεχομένη λέγεται μὲν ὡς τὰ πολλὰ κατὰ τὸ βέβαιον, ἔστι δ’ ὅτε μὴν, εἰ καὶ λείπει τι πρὸς τὸ βεβαιότατον αὐτῇ, καὶ τόθ’ ὡσαύτως ὀνομάζεται. διόπερ ἐνίοτε καὶ μετὰ προσθήκης λέγουσιν οἱ διηγούμενοι τὰ κατ’ αὐτὴν, ἔστιν ὅτε μὲν ἀκριβῆ γνῶσιν, ἐνίοτε δὲ ἀσφαλῆ, καί ποτε βεβαίαν ἢ καὶ διηνεκῆ προσαγορεύοντες, ἐξ αὐτῆς τῆς προσθήκης ἐνδεικνύμενοι τὸ μὴ σημαίνεσθαι τὸ βέβαιον ἀεὶ πρὸς τοῦ τῆς γνώσεως ὀνόματος. οὕτως οὖν καὶ ἡ πρόγνωσίς ἐστι διττή· βεβαία μὲν, ὅτι μετὰ τὸν χειμῶνα γενήσεται τὸ ἔαρ, εἶθ’ ἑξῆς θέρος, εἶτα φθινόπωρον, οὐ βεβαία δὲ ἐν οἷς ὁ Ἄρατος ἔγραψεν ἐπὶ τῆς σελήνης·

Εἰ δέ κέν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι, Δεῖ δέχθαι βορέω, ὅτε δ’ ὕπτιά εἰσι, νότοιο.

ὡς τὸ πολὺ μὲν γὰρ οὕτως ἀποβαίνειν τετήρηται, γίνεταί γε μὴν ἔσθ’ ὅτε καὶ οὐχ οὕτως. οἱ δὲ περὶ τὸν Ἡρόφιλον ἡγοῦνται τὴν μὲν πρόγνωσιν τὸ βέβαιον ἔχειν, τὴν πρόῤῥησιν δὲ οὐκέτι. πολλὰ γὰρ τῶν προῤῥηθέντων οὐ γίνεσθαί φασιν, ὥσπερ δυναμένου τινὸς προειπεῖν ἄνευ τοῦ προγνῶναι ἢ ἄλλο τι τὸ διὰ τῆς φωνῆς ἑρμηνευόμενον, ὅ τι μὴ τὸ κατὰ τὴν ψυχὴν γινωσκόμενον. εἰ δ’ οὐ γινωσκόμενον ἐθέλοιεν ὀνομάζειν αὐτὸ, πάντως γε δοξαζόμενον ἐροῦσιν, ὡς προηγήσασθαι κατὰ τὴν ψυχὴν τοῦ προλέγοντος, εἰ καὶ μὴ πρόγνωσιν, ἀλλὰ προδόξασιν. οὐ μὴν ὀνομάζουσί γε προδόξασιν οἱ Ἕλληνες, ὥσπερ οὐδ’ οἱ περὶ τὸν Ἡρόφιλον αὐτοὶ, καίτοι πλεῖστα βαρβαρίζοντες. ἢ νομοθετήτωσαν οὖν λέγεσθαί τι προδόξασιν ἕτερόν τι τῆς προγνώσεως ἅμα τῷ καὶ τοὺς ἀνθρώπους πεῖσαι παραδέξασθαι τὴν νομοθεσίαν αὐτῶν, ἢ τοῦτο πρᾶξαι μὴ δυνάμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὡς εἴθισται νοείτωσαν. εἴθισται δὲ καὶ τὴν ὡς τὸ πολὺ περὶ τῶν μελλόντων ἔσεσθαι ἐλπίδα καὶ τὴν ἀσφαλῆ καλεῖσθαι πρόγνωσιν. ἀγαθῶν δὲ ἰατρῶν ἐστιν ἔργον οὐ τὰ τοιαῦτα ζητεῖν, ἀλλ’ ὅπως ἂν ὁ προλέγων τὰ συμβησόμενα τοῖς κάμνουσι πλειστάκις μὲν ἐπιτυγχάνει, ὀλιγάκις δὲ ἀποτυγχάνει. φωνὴ μὲν γὰρ μία ἐστὶν ἡ ὡς ἐπὶ τὸ πολὺ, παμπόλλη δὲ τοῖς πράγμασιν ὑπάρχει διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. εἰ γοῦν τις ἐν εἴκοσι προῤῥήσεσιν ἅπαξ ἀποτύχῃ, τοῦ μὲν διηνεκοῦς ἀφήμαρτεν, ἀμείνων δέ ἐστι τοῦ δὶς ἀποτυχόντος κἀκεῖνος τοῦ τρὶς, ὥσπερ γε πάλιν ἐκεῖνος τοῦ τετράκις, καίτοι γε πάντες κοινὸν ἐσχήκασι τὸ τυχεῖν ὡς τὸ πολύ. τὰς μὲν δὴ τοιαύτας διδασκαλίας ἐξ ὧν ἄν τις ὁρμώμενος ἑτέρου μᾶλλον ἐπιτυγχάνει προσίεσθαι δεῖ, τὰς δ’ ἐν τοῖς σημαινομένοις περιεργίας ἀποτρέπεσθαί τε καὶ φεύγειν, ἃς Πρόδικος, ὁ τηλικοῦτος σοφιστὴς ἀσπαζόμενος, ἐπαχθεὶς τοῖς πεπαιδευμένοις ἐγίνετο καὶ ἐσκώπτετο συνεχῶς ὑπὸ τοῦ παρὰ τῷ Πλάτωνι Σωκράτους, καίτοι γε τἄλλα ἐπαινούμενος· ἴσως δὲ κακῶς ἐποίησα τὴν ἀρχὴν μνημονεύσας τῶν περὶ τὸν Ἡρόφιλον, ἄμεινον γάρ ἐστι δηλοῦν τἀληθῆ ὅτι τάχιστα τοῖς σπεύδουσιν ἐπὶ τὰ τῆς τέχνης ἔργα καὶ μὴ κατατρίβειν αὐτοὺς διττῶς, ἑνὶ μὲν χρόνῳ διδάσκοντα τοὺς λήρους τῶν σοφιστῶν, ἑτέρῳ δ’ ἐξελέγχοντα. κάλλιον οὖν μοι δοκεῖ  διὰ τῶνδε τῶν ὑπομνημάτων αὐτὰ τὰ χρήσιμα μόνα διελθεῖν, ἐξετάσαι δὲ αὖθις ἐπὶ σχολῆς πλείονος ἐν ἑτέρᾳ πραγματείᾳ καὶ διασκέψασθαι περὶ τῶν ὑπὸ Ἡροφίλου πρὸς τὸ προγνωστικὸν Ἱπποκράτους ἀντειρημένων. ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος πιστεύοιτ’ ἂν μᾶλλον γινώσκειν τὰ τῶν νοσεόντων πρήγματα. ἔδει τοὺς ἐξηγεῖσθαί τι τῶν τοιούτων ἐπιχειροῦντας ἔργῳ πρότερον ἐπιδειξαμένους αὐτοὺς τολμᾷν οὕτω γράφειν. ἕτοιμον γὰρ ὃ βούλεταί τις γράψαι, δύσκολον δὲ δεῖξαι τοιαύτην θεωρίαν, ἐξ ἧς ἐπιτεύξεται, πολλὰ παρὰ τοῖς κάμνουσι λέγων, οὐ τῶν μελλόντων ἔσεσθαι μόνον, ἀλλὰ καὶ τῶν προγεγονότων, οἷς αὐτὸς οὐ παρεγένετο, καὶ τῶν νῦν ὄντων περὶ τοὺς κάμνοντας, ἃ μήτε ἤκουσε παρ’ αὐτῶν μηδέπω μήτ’ οἶδεν αὐτὸς, ὥσπερ καὶ ἡμεῖς ἐν οἶς ἐροῦμεν, εἰκότως ἂν εἴημεν πιστοὶ τοῖς ἔργοις αὐτοῖς προαποδεδειγμένοι τὸ τῆς θεωρίας ἀληθές. ὅπως δὲ μὴ δὶς ἀναγκαζοίμην περὶ τῶν αὐτῶν γράφειν ἔν τε τῇ τοῦ προοιμίου νῦν ἐξηγήσει καὶ μετὰ ταῦτα ἐν τῇ τῶν κατὰ μέρος ἄμεινον εἶναί μοι δοκεῖ φυλάττειν ἅπαντα τὰ τοιαῦτα ταῖς μελλούσαις ἡμῖν γενήσεσθαι τῶν κατὰ τόδε τὸ βιβλίον ἰατρικῶν ῥήσεων ἐξηγήσεσι, καὶ μάλισθ’ ὅτι μηδ’ ἐποίησέ τις αὐτὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀναγκαιότατον ὑπάρχον. ὃ γὰρ ἀξιοῖ τὸν ἰατρὸν ἀσκεῖν ὁ Ἱπποκράτης, ὅσον ἐπὶ τούτοις παραλέλοιπε μὴ δείξας ὅπως ἐχρῆν τῶν προγεγονότων ἢ παρόντων μὲν, οὐκ ἐγνωσμένων δὲ δι’ αἰσθήσεων ἡμῖν τὴν πρόγνωσιν ποιεῖσθαι. ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τούτου τὴν πρόνοιαν ἐκμανθάνειν, τί ποτ’ ἐστὶ τὸ θεῖον, οὗ κελεύων ποιεῖσθαι τὴν πρόγνωσιν διαπεφώνηται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον. ἔνιοι μὲν γὰρ οἴονται διὰ θεῶν τινα ὀργὴν γίγνεσθαι τοῖς ἀνθρώποις νοσήματα καὶ λέγουσί γε μαρτυρίαν τῆς δόξης ταύτης παρὰ τῶν γραψάντων τὰς καλουμένας ἱστορίας ἄνευ λόγων, μηκέτ’ ἐπιδεικνύντες, εἰ τῆς δόξης ταύτης μετεῖχεν ὁ Ἱπποκράτης, ὅπερ ἦν ἔργον ἀγαθῶν ἐξηγητῶν. οὐ γὰρ ἁπλῶς πρόκειται λέγειν ἐν ταῖς ἐξηγήσεσιν ὅ τι περ ἂν ἡμῖν ἀληθὲς εἶναι δοκῇ, ἀλλὰ τὸ κατὰ τὴν τοῦ συγγραφέως γνώμην, κἂν ψευδὲς ᾖ. φαίνεται γοῦν ὁ Ἱπποκράτης οὐδὲ καθ’ ἕν τῶν ἑαυτοῦ συγγραμμάτων εἰς θεούς ποτε ἀναφέρων αἰτίαν νοσήματος, ὅς γε καὶ τοὺς βλητοὺς καλουμένους, οὓς ἀπό τινος ὁρμηθέντες οὕτως ὠνόμασαν οἱ παλαιοὶ, διῆλθεν ἐν τῷ περὶ διαίτης ὀξέων. τοῦτο μὲν οὖν τὸ σύγγραμμα τῶν ὁμολογουμένων γνησίων ἐστίν· ἐν δὲ τῷ περὶ ἱερῆς νόσου καὶ πλείω γέγραπται πρὸς ἔλεγχον τῶν οἰομένων ὑπὸ θεῶν γίνεσθαι τὰ νοσήματα. μήτ’ οὖν οἰόμεθα τὴν ἐπιληψίαν θεῖον εἶναι νόσημα μηδὲ τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν τινες ὑπολαμβάνοντες ἀληθῆ μὲν ἔγραψαν ἱστορίαν, ὡς Ἐρασίστρατος ἐφώρασε, δι’ ἔρωτα τὸν τοῦ βασιλέως ἀῤῥωστοῦντα υἱὸν, θεῖον δ’ οὐκ ἐδίδαξαν οὔθ’ ὑπὸ Ἐρασιστράτου καλούμενον οὔθ’ ὑπὸ Ἱπποκράτους οὔθ’ ὑπ’ ἄλλου τινὸς ἰατροῦ τὸν ἔρωτα· τοὺς δ’ ἤτοι καταλεπτυνομένους ἢ ἀχροοῦντας ἢ ἀγρυπνοῦντας ἢ καὶ πυρέξαντας ἐπὶ προφάσεσιν ἐρωτικαῖς ἐν ἐκείνῳ τοῦ λόγου τῷ κεφαλαίῳ περιλαμβάνουσιν οἱ παλαιοὶ, καθὸ περὶ τῶν προκαταρχόντων αἰτίων διεξέρχεται. πλεόνων γὰρ ὄντων ἐν τούτοις γενῶν, ἓν ἐξ αὐτῶν ἐστι καὶ ἡ λύπη. λυποῦνται δὲ οἱ μὲν ἀποθανόντων τέκνων ἢ οἰκείων ἢ συγγενῶν ἢ φίλων, οἱ δὲ προσδοκῶντες ἑαυτοὺς ἢ μόνους παθεῖν ἢ καὶ τὴν πατρίδα πᾶσαν ἀνάστατον ἔσεσθαι, λυποῦνται δὲ καὶ οἱ φιλοχρήματοι χρημάτων στερούμενοι καὶ οἱ φιλότιμοι τιμῆς καὶ τῶν ἄλλων ὡς ἕκαστος. ἐκ τούτων οὖν εἰσι καὶ οἱ δι’ ἔρωτα λυπούμενοι θεῖον οὐδὲν πεπονθότες, ἀλλ’ ἀνθρώπινον πάθος, εἰ μὴ ἄρα τις οὕτω πείθεται τοῖς μυθολογουμένοις, ὡς νομίζειν ὑπὸ δαίμονός τινος μικροῦ καὶ νεογενοῦς λαμπάδας ἔχοντος καιομένας εἰς τοῦτο ἄγεσθαι τὸ πάθος ἐνίους τῶν ἀνθρώπων. ὁ δὲ τὸ τῶν κρισίμων γένος ἡμερῶν εἰπὼν εἶναι θεῖον ἑαυτοῦ τι πάθος ὡμολόγησεν, οὐ μὴν Ἱπποκράτους γε τὴν γνώμην ἔδειξεν, οὔτε γὰρ ἁπλῶς ὅσα ἀγνώστους ἢ παραλόγους ἔχει τὰς αἰτίας, θεῖα προσαγορεύομεν, ἀλλ’ εἴπερ ἄρα θαυμαστὰ μόνον. οὔθ’ Ἱπποκράτης ἠγνόει τὰς αἰτίας τῶν κρινουσῶν ἡμερῶν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑφ’ ἡμῶν ἐπιδέδεικται. ὅπερ οὖν εἶπον ἔμπροσθεν ὡς οὐ χρὴ μνημονεύειν ἐν τοῖσδε τοῖς ὑπομνήμασι τῶν μοχθηρῶς εἰρημένων ἁπάντων, ἀλλ’ ὅσα πιθανοῦ τινος ἔχεται· διὸ καὶ τὰ κακῶς ὑπὸ Ἡροφίλου γεγραμμένα πρὸς τὰς Ἱπποκράτους προγνώσεις ἀνεβαλλόμην ἐπισκέψασθαι· τοῦτο καὶ νῦν καὶ καθ’ ὅλον τὸν ἐφεξῆς λόγον αὐτός τε ποιήσω καὶ τοὺς ἐντυγχάνοντας ἀξιώσω πράττειν, ὡς μὴ μέμφεσθαί μοι παραλιπόντι πολλὰ τῶν τοῖς ἐξηγηταῖς εἰρημένων μοχθηρῶς. εἰ δ’ ἐπιμελῶς ἀναγνώσονται τὰ πρὸς ἡμῶν εἰρημένα, δυνήσονται καὶ καθ’ ἑαυτοὺς ἐκεῖνα δοκιμάζειν. ἐάσαντες οὖν ἤδη τοὺς ληρήσαντας ὑπὲρ τοῦ θείου πειραθῶμεν αὐτοὶ κατὰ τὴν Ἱπποκράτους γνώμην εὑρεῖν τὸ λεγόμενον. ὅτι μὲν οὖν ἕν τι τῶν κατὰ τὴν ἰατρικὴν τέχνην εἶναι χρὴ τὸ θεῖον τοῦτο καὶ μὴ μόνον ἐπῃνῆσθαι τὴν γνῶσιν αὐτοῦ πρὸς Ἱπποκράτους, ἀλλὰ καὶ δεδεῖχθαι, πρόδηλον παντί. ληρώδης γὰρ ἂν εἴη συγγραφεὺς ἐπαινῶν πράγματος γνῶσιν, ὃ μηδ’ ὅλως ἐδίδαξεν, ὥστε τῶν ὑφ’ Ἱπποκράτους γεγραμμένων ἕν τι καὶ τὴν τοῦ θείου πρόγνωσιν  εἶναι χρή. λέγωμεν οὖν ἤδη θαῤῥοῦντες οὐκ ἄλλο τι τοῦτ εἶναι παρὰ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κατάστασιν, ὑπὲρ ἧς ἐν ἀφορισμοῖς οὕτως ἔγραψεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρός τε καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος τοὺς πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα τῇσι γυναιξὶ καὶ τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας. ταῦτα καὶ τὰ τούτοις ἐφεξῆς γεγραμμένα προγνώσεις εἰσὶ τῶν ἐκ τῆς τοῦ περιέχοντος αἰτίας ἐν ἡμῖν γινομένων, ὑπὲρ ὧν ἐν μὲν τοῖς ἀφορισμοῖς ἐν κεφαλαίοις βραχέσιν ἐδίδαξεν, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἐπὶ πλεῖστον διῆλθεν, ἐν μέντοι τῷ προγνωστικῷ τῷδε παρέλιπε, καίτοι ταύτης τῆς θεωρίας ὄνια. βέλτιον οὖν ἦν ἐζητηκέναι τὴν αἰτίαν τοῦ παραλιπεῖν τὸ περὶ θεῖον λέγειν τοῦ ψευδῶς ἐξηγεῖσθαι. δοκεῖ δέ μοι διὰ μέγεθος τῆς πραγματείας μὴ προσθεῖναι τῷδε τῷ βιβλίῳ τὴν περὶ τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν. συντελέσας οὖν αὐτὸ κατὰ τὴν τελευτὴν ἔγραψε ταυτὶ, χρὴ δὲ καὶ τὰς φορὰς τῶν νοσημάτων ἀεὶ τῶν ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρης τὴν κατάστασιν. ὅτι μὲν οὖν χρὴ γινώσκειν τὸν ἰατρὸν, εἴπερ τι καὶ ἄλλο τῶν εἰς τὰς προγνώσεις διαφερόντων, οὕτω καὶ τὸ περὶ τῆς τῶν ἐπιδημίων νοσημάτων γενέσεως ἐδήλωσεν, ἰδίαν δ’ αὐτοῖς ἀνέθηκε διδασκαλίαν, ἐν ἀφορισμοῖς μὲν, ὡς εἴρηται, διὰ βραχέων κεφαλαίων διδάξας, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν ἐπὶ πλέον ἐξεργασάμενος, ὅθεν εἰκότως ἔνιοι τῶν ἐξηγητῶν ἐφεξῆς τῷδε τῷ βιβλίῳ τὰ τῶν ἐπιδημιῶν ἐξηγήσαντο καὶ ἡμεῖς οὕτω ποιήσομεν.

Σκέπτεσθαι δὲ χρὴ ᾧδε ἐν τοῖσιν ὀξέσι νοσήμασι· πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτῷ ἑωυτῷ, οὕτω γὰρ ἂν εἴη ἄριστον. τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον.

Ὅτι μὲν οὖν ὁ λόγος αὐτῷ περὶ τῶν ὀξέων νοσημάτων ἐν τούτῳ τῷ βιβλίῳ γεγένηται σαφῶς ἐδήλωσεν. ἄρχεται δὲ τῆς διδασκαλίας ἀπὸ τῶν κατὰ τὸ πρόσωπον σημείων, ὡς ἂν πρώτων τε φαινομένων καὶ μεγάλην ἐχόντων δύναμιν. ὅτι μὲν οὖν πρῶτα φαίνεται ταῦτα πρόδηλον παντί· ὅτι δὲ καὶ μεγάλην ἔχει δύναμιν εἰς πρόγνωσιν ἐφεξῆς μαθήσῃ. πρῶτον δ’ ἀναμνήσθητί μοι τοῦ κοινοῦ τῆς τέχνης ὅλης αὐτοῦ προοιμίου γραφέντος ἐν τῷ κατ’ ἰητρεῖον ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, εἶτα ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως προερχομένων, ἃ καὶ ἰδεῖν τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι, οὐ γὰρ ἡ πρόγνωσις μόνον, ἀλλὰ καὶ ἡ τῶν ποιητέων ἔνδειξις ἀπὸ τουτέων ἄρχεται. περὶ οὖν τῶν ποιητέων ἐν τοῖς τῆς θεραπευτικῆς εἴρηται μεθόδου γράμμασι· περὶ δὲ τῶν προγνώσεων ἐνταυθοῖ σκόπει πάλιν ἀναμνησθεὶς ὡς οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ νῦν ὄντα κατὰ τὸ σῶμα διά τινων σημείων εὑρίσκειν ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς τέχνης ἐστίν. ἀλλὰ τὴν γε τῶν ἐνεστώτων γνῶσιν ἰδίᾳ προσηγορίᾳ καλεῖν εἰθίσμεθα διάγνωσιν. ἐπισκέπτεσθαι δὲ κελεύει τὸ πρόσωπον τοῦ νοσέοντος ἐξ ἀρχῆς εἰ ὅμοιον ἢ ἀνόμοιόν ἐστι τῷ τῶν ὑγιαινόντων, ἔτι δὲ μᾶλλον εἰ αὐτὸ ἑωυτῷ. καὶ γὰρ καὶ τοῦτο τὸ σημεῖον τῶν Ἱπποκράτους δογμάτων ἐστὶν, ὡς μὴ μόνον ἀπὸ τῆς κοινῆς φύσεως ἁπάντων, ἀλλὰ καὶ τῆς ἰδίας ἑκάστου σκέπτεσθαι πάντα κατὰ τὴν τέχνην. καὶ γὰρ ὁπότε παραβάλλειν ἠξίου τὰ πεπονθότα μόρια τοῖς ὑγιαίνουσι, συνεβούλευε μὴ τὰ ἀλλότρια καθορᾷν, ἀλλὰ τοῦ πεπονθότος αὐτοῦ. ἄριστον μὲν οὖν ἐστι πρόσωπον ἀνθρώπου κάμνοντος ὅταν ὁμοιότατον ἑαυτῷ διαμένῃ, χαλεπώτατον δὲ ὅταν ἐναντιώτατον γένηται. τὰ δὲ ἐν τῷ μεταξὺ τοῦ ἀρίστου τε καὶ χειρίστου οἷα σὸν ἔργον ἤδη σκοπεῖσθαι καὶ ἄκρων ἀφωρισμένων. τὰ μὲν γὰρ καὶ ἐγγυτέρω τοῦ ἀρίστου βελτίω, τὰ δ’ ἐγγυτέρω τοῦ χειρίστου χείρω. μέσα δ’ ἀμφοῖν ἐστι τὰ μηδετέρου πλέον ἀφιστάμενα. τὸ μὲν οὖν ἄριστον πρόσωπον ἑνὶ κεφαλαίῳ περιλαβὼν ἐδήλωσε. τὸ γὰρ ὁμοιότατον τῷ κατὰ φύσιν ἄριστον, τὸ δ’ ἐναντιώτατον ὡς ἂν οὐδὲ σύντροφον ἡμῖν ὑπάρχον. τὸ δὲ προγινωσκόμενον αὐτὸς ἐκ τῶν κατὰ μέρος ἐδίδαξε γνωρισμάτων, ὧν ἕκαστον ἰδίᾳ προχειριοῦμαι διὰ τῶν ἐφεξῆς γεγραμμένων.

Εἴη δ’ ἂν τὸ τοιόνδε ῥὶς ὀξεῖα.

Τῶν κακῶν σημείων ἕν τι τοῦτο πρῶτον ἔγραψε τὴν ὀξεῖαν ῥῖνα, χρὴ δ’ ὡς πρὸς τὴν κατὰ φύσιν ἑκάστου παραβάλλοντα, καθότι προείρηται, σκοπεῖσθαι. τοῦ τε γὰρ σιμοῦ φύσει φανεῖται πάντως ἡ ῥὶς ἑαυτῆς ὀξυτέρα, καθάπερ καὶ τοῦ γρυποῦ καὶ δηλονότι καὶ τοῦ τὴν εὐθεῖαν ἔχοντος. ἀλλὰ χρή σε μεμνημένον εἰς ὅσον ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἰδέας, εἰς τοσοῦτον μοχθηρὰν αὐτὴν εἶναι νομίζειν. ὀξυνομένη δὲ ἡ ῥὶς ἐναργῶς ὁρᾶται καὶ τοῖς ἐν χρονίᾳ νόσῳ καταλεπτυνθεῖσι καὶ τοῖς ὑπὸ καμάτου τεταλαιπωρημένοις  ἢ ὁπωσοῦν ἐκλυομένοις ἢ λειποψυχοῦσι καὶ δὴ καὶ τοῖς τεθνεῶσιν ἅπασιν, ὥστ’ εἰκότως ἄν τις ἐπιλογίσαιτο τῷ κοινῷ πάντων ἀνθρώπων χρώμενος λόγῳ, μοχθηρὸν εἶναι τὸ σημεῖον ἐν κακῇ διαθέσει γινόμενον. ἥτις δὲ ἐστιν ἡ διάθεσις αὕτη, καθ’ ἣν ἡ ῥὶς ὀξύνεται, δογματικῆς ἤδη θεωρίας ἔργον ἀναλογισμῷ μόνῳ φωραθῆναι δυναμένης. ἀναλογισμὸς δ’ ἐστὶ λόγος ἐκ τοῦ φαινομένου ὁρμώμενος καὶ τοῦ ἀδήλου κατάληψιν ποιούμενος· ἐπιλογισμὸς δὲ ὁ κοινὸς καὶ συμφωνούμενος παρὰ πάντων λόγος. ἀλλὰ πρῶτον ἐπιλογιστικῶς τῶν εἰρημένων σημείων σκεψώμεθα ὑπὲρ ἑκάστου. πολὺ γὰρ ἄμεινόν ἐστι διὰ συμφωνουμένου καὶ κοινοῦ πάντων ἀνθρώπων λόγου ποιήσασθαι τὴν πρώτην διδασκαλίαν ἤπερ εὐθέως ἐπὶ τὸν ἀναλογισμὸν ἔρχεσθαι.

Ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐὸν καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν καὶ πέλιον ἢ μολυβδῶδες.

Καὶ ταῦτα πάντα τὰ σημεῖα περὶ τὸ πρόσωπον γίνεται, κατά τε τὰς χρονίας νόσους καὶ τοὺς καμάτους καὶ τὰς λειποψυχίας καὶ πολὺ μᾶλλον ἔτι κατὰ τοὺς θανάτους. εὐεπιλόγιστον οὖν ἐστι τὰ ἀνόμοια τοῖς κατὰ φύσιν κακοῦ τινος εἶναι δηλωτικὰ, κειμένου γε τοῦ κατ’ ἀρχὰς εὐθέως ὁμολογουμένου, ὡς τὰ μὲν ἐναντιώτατα τοῖς κατὰ φύσιν ὀλέθρια, τὰ δὲ ὅμοια σωτήριά ἐστι σημεῖα. ταῦτα μὲν οὖν ἐπιλογιστικῶς ἡμῖν ὑπὲρ αὐτῶν εἰρήσθω. σκεψώμεθα δ’ ἀκριβῶς ὑπὲρ ὅλης αὐτῶν τῆς φύσεως. γίνονται τοίνυν αἱ τοιαῦται διαθέσεις ἤτοι διά τινα αἰτίαν συντήκουσάν τε καὶ διαφθείρουσαν τὰ σαρκώδη μόρια τῶν ζώων ἢ δι’ ἀῤῥωστίαν τῆς ἐμφύτου θερμασίας μηκέτ’ ἀποτείνεσθαι δυναμένης αὐτῆς ἐπὶ τὰ πέρατα τοῦ σώματος, ἀλλ’ ἐν τοῖς σπλάγχνοις μόνοις ὀλίγης διασωζομένης. ἀκολουθεῖ δὲ τούτῳ δηλονότι καὶ τὸ μήθ’ αἵματος ἔτι μήτε πνεύματος ἐπιῤῥεῖν τοῖς ἄκροις τοῦ σώματος, ὅσον ἔμπροσθεν ἐπέῤῥει κατὰ φύσιν ἐχόντων. διὰ τοῦτ’ οὖν ἐν τῷ προσώπῳ φαίνεται μεγίστη σαφῶς ἡ τοῦ κατὰ φύσιν ἐξαλλαγή. παρακειμένων γὰρ ἀλλήλοις τῶν τε ὀστεΐνων μορίων καὶ τῶν ὑγροτέρων τε καὶ σαρκωδῶν, εἶτα τῶν μὲν ὀστεΐνων διὰ τὸ γεῶδες τῆς οὐσίας ὁμοίων διαμενόντων, τῶν δὲ ὑγροτέρων καὶ σαρκωδῶν συντήκεσθαί τε ῥᾳδίως δυναμένων καὶ συμπίπτειν εἰς ἑαυτὰ, διά τε τὴν ἔνδειαν τοῦ πνεύματος καὶ τοῦ αἵματος εὐφορωτάτη ἡ διάθεσις γίνεται. τῆς μὲν γὰρ ῥινὸς κατὰ τὰ καλούμενα πτερύγια μόνα σαρκοειδής ἐστιν ἡ οὐσία, τὸ δ’ ἄλλο πᾶν ὀστῶδες. εἰκότως οὖν ὅταν ἤτοι τετηκὸς ᾖ τὸ σαρκῶδες ἢ κενωθὲν συνιζήσῃ, τὸ πέρας αὐτῆς φαίνεται λεπτόν· οὕτω δὲ κἂν ψυχθῇ σφοδρῶς, ὃ δὴ τοῖς ἀποθνήσκουσιν ἤδη συμβαίνει. πιλουμένης γὰρ ἐν τῇ ψύξει τῆς οὐσίας τῶν σαρκωδῶν μορίων ἰσχνὴ κατ’ ἄκρας ἑαυτῆς εἰκότως γίνεται. καὶ μὴν οὐκ ἄλλην τινὰ ὀξεῖαν ὀνομάζομεν ῥῖνα πλὴν τῆς κατὰ τὸ πέρας ἰσχνῆς. οὕτως μὲν οὖν ἡ ῥὶς ὀξεῖα φαίνεται, κοῖλοι δὲ ὀφθαλμοὶ διὰ τὰς αὐτὰς αἰτίας. ἀλλ’ ὅσῳ τῆς ἄκρας ῥινός εἰσιν ὑγρότεροί τε καὶ μαλακώτεροι, τοσούτῳ θᾶττον κοιλαίνονται. ἀλλὰ καὶ πνεύματος ψυχικοῦ παμπόλλου μετέχουσι καὶ θερμασίας οὐκ ὀλίγης, ὧν ἀπολειπόντων αὐτοὺς εἰκότως συστέλλονται. τοῦτο δέ ἐστιν ὀφθαλμῶν κοιλότης. οὕτω δὲ καὶ οἱ κρόταφοι συμπίπτουσιν, ὅτι μόνοι τῆς ὅλης κεφαλῆς ἔχουσι μῦς, οὓς ὀνομάζουσι κροταφίτας. ἡ δ’ ὅλη πᾶσα κεφαλὴ παντάπασιν ἄσαρκός ἐστιν, ὦτα δὲ ψυχρὰ καὶ συνεσταλμένα, διότι χονδρώδη καὶ ἄσαρκα καὶ ὀλίγαιμά ἐστι. τάχιστα οὖν καταψύχεται παρεσκευασμένα πρὸς τὸ πάθος ὑπὸ τῆς οἰκείας φύσεως. διὰ τίνα δὲ αἰτίαν ἀποστρέφεσθαι συμβαίνει τοὺς λοβοὺς αὐτῶν; ἢ ὅτι μαλακωτέραν ἔχουσι τὴν οὐσίαν, οὐχ ὥσπερ τὸ ἄλλο σύμπαν, ὅπερ ἀκριβῶς λεπτὸς χόνδρος ἐστὶ, λεπτῷ δέρματι σκεπόμενος, ὥσθ’ ὑπὸ τῶν εἰρημένων ἔμπροσθεν αἰτίων οἱ λοβοὶ λεπτύνονταί τε καὶ συστρέφονται καὶ ξηραίνονται καὶ πήγνυνται. ταῦτα δὲ πάσχοντες ὀπίσω τείνονται μᾶλλον ἐπὶ τὰς ἀρχὰς τῶν τὴν αἴσθησιν αὐτοῖς παρεχόντων νεύρων. τὸ μὲν γὰρ σπᾶσθαι τοῖς ἱμαντώδεσιν ἅπασι ξηραινομένοις κοινόν. ἴδιον δ’ ἑκάστῳ τῶν ἐν τῷ σώματι μορίων ἐπ’ ἐκεῖνο τὸ μέρος διαστρέφεσθαί τε καὶ περισπᾶσθαι μᾶλλον, ἔνθα τῶν ἐμφυομένων αὐτῷ νεύρων ἐστὶν ἡ ἀρχή. θεάσασθαι γοῦν ἐστιν ἐναργῶς τοῦτο καὶ κατὰ τοὺς δακτύλους. ἐὰν μὲν ὁ ἔνδον τένων ὑπό τινος αἰτίου ταθῇ, καμπτομένους τοὺς δακτύλους σαφῶς ἐστιν ἰδεῖν, ἐὰν δὲ ὁ ἔξωθεν, ἐκτεινομένους. διὰ δὲ τήνδε τὴν αὐτὴν ξηρότητά τε καὶ πῆξιν ὅλον τὸ δέρμα τὸ περὶ τὸ πρόσωπον πᾶν σκληρόν τε φαίνεται καὶ περιτεταμένον, ἐναργέστερον δὲ ὁρᾶται τὸ πάθος αὐτοῦ κατὰ τὸ μέτωπον, ὅτι σαρκοειδὴς οὐσία λεπτὴ κατὰ τοῦτο τὸ μέρος ὑποβέβληται τῷ δέρματι. πάσχει δὲ ὑπὸ τῶν εἰρημένων αἰτίων ἡ σαρκώδης μᾶλλον φύσις τῆς δερματώδους. ἡ δὲ τῆς χροιᾶς μεταβολὴ μοχθηροτάτη μέν ἐστιν, ἡ ἐπὶ τὸ μέλαν, ὡς ἂν ἀποψυχομένου τοῦ αἵματος, ὥσπερ ὅταν ἐκτὸς ἐκχυθὲν θρομβωθῇ, μετριωτέρα δὲ ἡ ἐπὶ τὸ χλωρόν, εἰώθασι  δὲ οὕτως ὀνομάζειν οἱ παλαιοὶ ποτὲ μὲν τὸ ὠχρὸν, ἐνίοτε δὲ ὡς οἱ πολλοὶ κράμβας τε καὶ θριδακίνας καλοῦσι χλωρὰς, ὅπερ χρῶμα μελάντερόν ἐστιν ἐρυθροῦ καὶ οἷον ἀρχή τις τοῦ μελαίνεσθαί τε καὶ πελιδνοῦσθαι ψύξεως ἐργαζομένης αὐτὸ, καθάπερ καὶ τὸ μέλαν, ὥστ’ εἰκότως καὶ τὸ πρόσωπον, ἐν ᾧ πάντ’ ἐστὶ τὰ προειρημένα, προσαγορεύεται νεκρῶδες. καὶ τοῦτο ἐν μὲν τοῖς κεχρονισμένοις νοσήμασι πολλάκις ὁρᾶται γιγνόμενον, ὀλιγάκις δ’ ἐν ἀρχῇ. διὸ καὶ κινδυνωδέστατόν ἐστιν, ὡς ἂν μηδὲ τὴν ἀπὸ τοῦ χρόνου πρόφασιν ἔχον. ἐπὶ μακρῷ μὲν γὰρ χρόνῳ συντακῆναί τε τὸ σῶμα καὶ ψύχεσθαι τῶν ἀκρωτηρίων τινὰ θαυμαστὸν οὐδέν. ἐν ἀρχῇ δὲ καὶ μάλιστ’ ἐν ὀξεῖ νοσήματι πάντως ὀλέθριον, εἰ μὴ διά τινα αἰτίαν ἑτέραν ᾖ τοῦτο γεγονὸς, ὁποῖαι δ’ εἰσὶν αἱ τοῦτο ποιεῖν δυνάμεναι κατὰ τὴν ἑξῆς ῥῆσιν αὐτὸς ἐδίδαξε. νυνὶ δὲ ὃ χρὴ προσθεῖναί με παραλελεῖφθαι δοκοῦν ὑπ’ αὐτοῦ πρότερον ἄκουσον. ὥσπερ γὰρ ἐν τοῖς χρονίοις νοσήμασι τοιοῦτον γίνεσθαι πρόσωπον οὐκ ἂν εἴη μεγάλως ὀλέθριον, οὕτως οὐδ’ ἐν ψυχρῷ χωρίῳ καὶ χειμῶνι καὶ καταστάσει ψυχρᾷ καὶ γεροντικῇ, καθάπερ ἐμάθομεν ἐν ἀφορισμοῖς, ὡς ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ.

Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα εἴη ἰσχυρῶς ἢ λιμῶδές τι ἔχῃ αὐτόν. καὶ ἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι. κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ. ἢν δὲ μηδὲν τουτέων φησὶν εἶναι μηδ’ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ τοῦτο τὸ σημεῖον θανατῶδες ἐόν.

Ὀλέθριον μὲν ἐσχάτως ἐστὶ καὶ ἀνίατον νόσημα, καθ’ ὃ νεκρῶδες εὐθὺς ἐν ἀρχῇ τὸ πρόσωπον ἐγένετο χωρὶς τῆς ἔξωθεν αἰτίας. τούτου δ’ ἧττόν ἐστι κινδυνῶδες, εἰ διά τινα αἰτίαν προφανῆ, καθάπερ εἰ τύχοι διὰ σφοδρὰν ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆς ἢ ῥεῦμα γαστρός. ἄμεινον μὲν γὰρ μηδ’ ὑπὸ τῶν τοιούτων αἰτίων ἐσχάτως καταλύεσθαι τὴν δύναμιν ἐν ἀρχῇ τοῦ νοσήματος. ἧττον δέ ἐστι κινδυνῶδες, εἰ διά τι τούτων εἴη γεγονὸς, ἀλλ’ οὐ διὰ τὴν τοῦ νοσήματος κακοήθειαν. ἥτις δέ ἐστιν ἡ διάθεσις τοῦ σώματος, ἐν ᾗ τοιοῦτον ἀποτελεῖται τὸ πρόσωπον, εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἤδη σοι φράσω σαφῶς διὰ βραχέων. ὁπόταν ἀῤῥωστία τῆς καθεκτικῆς τοῦ ζώου δυνάμεως εἰς ταὐτὸν ἀφίκηται λεπτότητι χυμῶν ἅμα θερμῷ πυρετῷ, διὰ μὲν τὴν ἀῤῥωστίαν ἀποκρίνεταί τι συνεχῶς ἀόρατον ὑπὸ σμικρότητος ἔξω τοῦ δέρματος ὡσανεὶ λεπτομερῶν ἀποῤῥεόντων χυμῶν, ὁ δὲ πυρετὸς ἔτι δὴ καὶ μᾶλλον ἐκδαπανᾷ μὲν τοὺς λεπτοτάτους χυμοὺς, ἐπιλεπτύνει δὲ τοὺς ἧττον τοιούτους, ὡς μὴ διαλείπειν τὴν κένωσιν, ἀλλ’ ἐοικέναι συνεχέσιν ἐμέτοις ἢ διαῤῥοίαις γαστρὸς ἢ τῇ δι’ οὔρων ἀμέτρῳ κενώσει. πλὴν ἐκεῖναι μὲν αἱ κενώσεις αἰσθηταὶ καὶ ταύτῃ διαφέρουσιν. ἣν δὲ νῦν ἐγὼ διηγησάμην διὰ λεπτότητα τῶν κενουμένων ἀόρατός ἐστιν. οὔκουν οὐδὲ συνέστη ποτὲ τὸ τοιοῦτον πρόσωπον ἐπὶ φλεγματώδει νοσήματι, καθάπερ οὐδ’ ἐπὶ πληθωρικῷ διὰ πλεονεξίαν αἵματος, ἀλλ’ ἔνδειάν τε μᾶλλον εἶναι δεῖ κατὰ τὸ σῶμα καὶ κόπους τινὰς προηγεῖσθαι καὶ φροντίδας. ἐπὶ τοιούτῳ γὰρ ἀθροίζεται χυμὸς πικρόχολος. εἰ δὲ καὶ τὸ χωρίον εἴη θερμὸν καὶ ἡ ὥρα τοῦ ἔτους θερινὴ καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρὰ, τότε δὴ καὶ μᾶλλον ἕτοιμον ἁλῶναι τοιαύτῃ διαθέσει, καὶ πολὺ μᾶλλον, εἰ χολωδέστερος ὁ ἄνθρωπος εἴη φύσει. καὶ μὴν καὶ ῥᾳδίως ἔνιοι διαφοροῦνταί τε καὶ διαπνέονται καὶ οἱ τὸ στόμα τῆς γαστρὸς ἔχοντες ἀσθενές. ἅπερ εἰ καὶ αὐτὰ συνέλθοι τοῖς προειρημένοις ἑτοιμότατον, ἁλῶναι τὸ τοιοῦτον σῶμα τῇ τὸ νεκρῶδες πρόσωπον ἐργαζομένῃ διαθέσει. τοῦτ’ οὖν γινώσκων τις οὐκ εἰς πρόγνωσιν μόνον, ἀλλὰ καὶ εἰς θεραπείας εὕρεσιν ὁδηγήσεται σκοπὸν ἔχων στηρίζειν τὴν δύναμιν εὐστομάχοις τροφαῖς. ἀλλὰ τοῦτο μὲν ὡς ὁδοῦ τι πάρεργον οὐ σμικρὸν εἰρήσθω. περὶ δὲ τῶν ἔξωθεν αἰτίων ἐπισκεπτέον ἀκριβέστερον. ἔστι δὲ ὧν μὲν αὐτὸς ὀνομαστὶ ἐμνημόνευσε, λιμὸς, ἀγρυπνία καὶ διάῤῥοια. προσθεῖναι δ’ ἔξεστί σοι καὶ τὰ τούτοις ὅμοια, κένωσιν ἄμετρον αἵματος ἐκ ῥινῶν ἢ μήτρας ἢ αἱμοῤῥοΐδος ἢ τραύματος ἢ ὁπωσοῦν ἑτέρως. ἔτι τε λύπην σφοδρὰν, ἐφ’ αἷς τισιν αἰτίαις συστῇ. τάχα δ’ εὔλογον ταύτην ὑπολαμβάνειν εἰρῆσθαι δυνάμει πρὸς Ἱπποκράτους ἐν τῷ τῆς ἀγρυπνίας λόγῳ. γίνεται μὲν γὰρ καὶ δι’ ἄλλας αἰτίας ἀγρυπνία, γίνεται μὲν δὴ καὶ διὰ λύπην, ὡς ἐπὶ πλέον ἥκειν λύπης ἀγρυπνίαν καὶ διὰ τοῦτο περιέχειν αὐτὴν εἰκότως λεχθήσεται. οὕτω δὲ καὶ ἡ γαστὴρ ἰσχυρῶς ὑπελθοῦσα παράδειγμά σοι πάσης ἀμέτρου κενώσεως ἔστω. τῷ γε μὴν ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης ὡμιληκότι καὶ τρίβωνι τῆς ἑκάστου τῶν πραγμάτων ἰδέας ἐμφαίνεται πολλάκις ἡ ποιήσασα τὸ πρόσωπον τοιοῦτον αἰτία. δύσρητα δ’ αὐτῶν ἐστι τὰ γνωρίσματα καὶ διὰ τοῦτο διδάσκειν αὐτὰ λόγῳ, κἂν  εἰδῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἀφίστανται. πρὸς ἡμῶν δ’ εἵρηται πάντα κατὰ τὰς οἰκείας πραγματείας, ὥστε καὶ σὺ μαθὼν αὐτὰ δυνήσῃ ποτὲ καὶ αὐτὸς εἰσελθὼν πρὸς ἄῤῥωστον ἀποφήνασθαι περὶ τῆς τὸ τοιοῦτον πρόσωπον ἐργασαμένης αἰτίας, καὶ μᾶλλον εἰ καὶ προηγησαμένην ἅπασαν δίαιταν εἰδείης τοῦ κάμνοντος, ἐπεσκεμμένος δ’ ἔτι περὶ τῆς κράσεως εἴης αὐτοῦ, καὶ πολὺ μᾶλλον, εἰ καὶ τῆς τῶν ἀρτηριῶν κινήσεως ἐμπειρίαν ἔχοις, ἔτι τε τῆς τοῦ πυρετοῦ ποιότητος. ὑποκείσθω γάρ τις ἕνεκα παραδείγματος ὥρᾳ θέρους ἐν καταστάσει θερμῇ καὶ ξηρᾷ χολώδης φύσει νεανίσκος ἐκ ταλαιπωρίας τε καὶ ἐνδείας καὶ λύπης ἠργμένος νοσεῖν. ἔστω δὲ αὐτοῦ καὶ ἡ θερμασία δάκνουσα σφοδρῶς τὴν ἁφὴν ἡμῶν, τὸ δ’ οὖρον χολῶδες, ὅ τε σφυγμὸς ἀῤῥωστίαν δυνάμεως ἐνδεικνύμενος, ὑπόπτευσον τὸν τοιοῦτον ἐν τῇ προκειμένῃ κατὰ τὸν λόγον τόνδε γενήσεσθαι καταστάσει, δι’ ἣν τὸ πρόσωπον νεκρῶδες ἐν τάχει ἕξει, μὴ φθάνον γε προσηκόντως τρέφεσθαι. μὴ τοίνυν ἔστω ταῦτα περὶ τὸν κάμνοντα μήτε προγεγονότα μήτε κατὰ τὴν πρώτην καὶ δευτέραν ἡμέραν πεφηνότα. τῇ τρίτῃ δ’ ἀφικομένῳ σοι φαινέσθω τὸ πρόσωπον, οἷον εἴρηται νῦν ὑφ’ Ἱπποκράτους. ἴσθι τοῦτον ἐπί τινι τῶν ἔξωθεν αἰτίων οὕτω πεπονθέναι. διάσκεψαι οὖν παρὰ σαυτῷ τί ποτε μᾶλλον αὐτῷ ἐνδέχεται γεγονέναι, πότερον ἔκκρισίν τινα πολλὴν ἢ ἀγρυπνίαν. ἐπ’ ἐνδείᾳ μὲν γὰρ οὐδ’ ἂν ἐγένετο τοιοῦτον ἀθρόως, ἄνευ τοῦ τά τε προηγησάμενα τῆς νόσου τοιαῦτα ὑπάρχειν, οἷα λέλεκται, καὶ τὴν φύσιν εἶναι τοιοῦτον οἷος εἴρηται. εἰ μὲν οὖν κατὰ τὴν προτεραίαν αὐτὸς ἑωρακὼς εἴης αὐτὸν, οὐδ’ ἂν ἔλαθέ σε μέλλουσα γενήσεσθαι πολλή τις ἔκκρισις αὐτομάτη. βεβαιότατα γὰρ αὐτῆς ἐστι τὰ γνωρίσματα καὶ λέλεκται πρὸς ἡμῶν ἔν τε τοῖς περὶ κρίσεων ὑπομνήμασι καὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ὥστε ἔξεστί σοι παραχρῆμα θεασαμένῳ τὸν ἅνθρωπον ἀποφήνασθαι σφοδρὰν ἀγρυπνίαν γεγονέναι. καὶ γὰρ δὴ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ θεάσῃ ξηροὺς ἱκανῶς ἐπὶ ταῖς ἀμέτροις αἰσθηταῖς κενώσεσιν οὐ γινομένους τοιούτους ὥσπερ ἐπ’ ἀγρυπνίᾳ. ὄψει δὲ καὶ τὰ βλέφαρα δυσχερῶς ἀνατεινόμενα καὶ τοιαύτην ἔχοντα τὴν ἰδέαν ἐν τῷ καταφέρεσθαι καὶ ἀστήρικτα ὑπάρχειν, οἷα τοῖς κωματώδεσι γίγνεται. καὶ μὲν δὴ καὶ πρῶτόν σοι τότε φαινομένου τοῦ κάμνοντος, ἔμπροσθεν δὲ οὐδ’ ὅλως ἑωραμένου, τά τε τοιαῦτα γνωρίσματα καὶ τὰ τῶν σφυγμῶν ἐνδείξεταί τινα διάκρισιν. ἐπὶ μὲν ἀμέτροις ἐκκρίσεσι σώζοντός τι κἂν ὀλίγον ἐστὶ γνώρισμα τῆς ἰδέας τοῦ δηλοῦντος αὐτὰς, ἐπὶ δὲ ταῖς ἀγρυπνίαις χορδῆς τεταμένης ἔμφασιν ἔχοντος. τῷ δ’ ἐξ ἐνδείας μόνης εἰς τὴν εἰρημένην τοῦ προσώπου διάθεσιν ἀφικομένῳ, τῶν εἰρημένων γνωρισμάτων οὐδέτερα πάρεστιν, οὔτε τὰ τῆς ἐκκρίσεως οὔτε τὰ τῆς ἀγρυπνίας, ὥστε ἐκ συμβεβηκότων μᾶλλον ἤπερ ἐξ οἰκείων σημείων ἐπ’ ἐκείνων ἡ πρόγνωσις ἔσται σοι τοῦ δι’ ἔνδειαν τροφῆς εἰς τοιαύτην αὐτὸν ἦχθαι διάθεσιν. ἔτι δὲ μᾶλλον ἐὰν ὁ πυρετὸς τὴν ἰδιότητα τῆς διαφορητικῆς θερμασίας ἀκριβῶς ἐπισκεπτομένῳ σοι μὴ προσβάλλῃ, ὡς ἐάν γε φαίνηται τοιαύτη, δι’ ἐκείνην μᾶλλον ἤ τι τῶν ἔξωθεν ὑποπτεύειν ἰσχνὸν οὕτω γεγονέναι τὸ πρόσωπον. χρονίζειν δὲ προσῆκεν ἁπτόμενον ὅλην τὴν χεῖρα περιβάλλοντα μὴ τῷ καρπῷ μόνῳ τοῦ κάμνοντος, ἀλλὰ καὶ τοῖς ἀνωτέρω μορίοις ἀκριβῶς προσέχοντα τὸν νοῦν, εἰ μὴ δριμεῖα μόνον ἐστὶν, ἀλλὰ συναναφέρει πολλὴν οὐσίαν ἅμα ἑαυτῇ σωματοειδῆ, καθάπερ τινὰ φλόγα διεξερχομένην, τό τε δέρμα τῆς σῆς χειρὸς ᾗ ψαύεις τοῦ κάμνοντος δέρματος, ἐγκαταβαίνουσάν τε σαφῶς τῷ βάθει. τοιοῦτοι γάρ εἰσιν οἱ τὸ προειρημένον πρόσωπον ἐργαζόμενοι πυρετοί. ταῦτα δ’, ὡς ἔφην, δύσρητα μέν ἐστιν, οὐ μὴν ἄῤῥητά γε παντάπασιν οὐδὲ δυσδιάγνωστα τοῖς γυμνασθεῖσιν ἀμφ’ αὐτά. καὶ πολλάκις ὑπ’ ἐμοῦ τεθεαμένοις τὰ τοιαῦτα προλεγόμενα πάντα πολύ τε μᾶλλον ἀσκοῦσι γνωρίζειν ἐπὶ τῶν ἔργων ἃ διὰ τῶν προγνωστικῶν ἐδιδάχθησαν πραγματειῶν. ἐκ μὲν τοῦ θεάσασθαι τὰ προλεγόμενα τὸ δυνατὸν αὐτῶν ἔργῳ μεμαθηκότες, οὐ προαπογινώσκοντες δὲ ἃ ἐν ἀρχῇ φαίνεται δυσδιάγνωστα. διδύμους γὰρ ἀδελφοὺς ὁμοιοτάτους ἅπαξ ἢ δὶς θεασάμενος οὐ διαγινώσκει τις, τῶν δ’ οἰκείων οὐδεὶς ἀγνοεῖ. ταῦτα μὲν οὖν εἰρήσθω μοι προτροπῆς ἕνεκα τῶν νέων καὶ μᾶλλον ὅσοι μὴ τεθέανται προλεγόμενα τὰ τοιαῦτα πάνθ’ ὑφ’ ἡμῶν. οὐ γὰρ μόνον ἀγρυπνίαν ἔχουσιν εἰπεῖν, ἀλλὰ καὶ ὅτι διὰ λύπην ἐπὶ τῷδέ τινι γεγενημένην. οὐδὲ γὰρ ὁ Ἐρασίστρατος ἰδὼν κορώνας πετομένας ἢ κόρακας ἐφώρασε τὸν ἔρωτα τοῦ νεανίσκου, οὐ μὴν οὐδ’, ὥς τινες ἔγραψαν, ἐρωτικὸν σφυζουσῶν ᾔσθετο τῶν ἀρτηριῶν τοῦ νεανίσκου. οὐδεὶς γάρ ἐστι σφυγμὸς ἴδιος ἔρωτος ἐξαίρετος, ἀλλ’ ὥσπερ κἀμοί ποτε ἐφάνη τῷ καρπῷ μὲν ἐπιβεβληκότι τοῦ νοσοῦντος τὴν χεῖρα, γυναικὸς δέ τινος ὀφθείσης τῶν κατὰ τὴν οἰκίαν, αὐτίκα μέντοι ἀνώμαλός τε καὶ ἄτακτος γινόμενος, ὀλίγῳ δὲ ὕστερον εἰς τὸ κατὰ φύσιν ἐπανελθὼν ἅμα τῷ διαχωρῆσαι τὴν ὀφθεῖσαν. ὁ γὰρ οὕτω τρεπόμενος σφυγμὸς κοινὸν ἐνδείκνυται ταραχῶδές τι πάθος ἐν τῇ τοῦ κάμνοντος γεγονέναι ψυχῇ. τὸ δὲ ταραχῶδες τοῦτο διακρίνειν προσήκει, διὰ τῶν ἅμα τούτῳ λεγομένων ἢ ὁρωμένων. καὶ γὰρ αὖ καὶ λεγομένων τινῶν εἰς ἀνωμαλίαν οἱ σφυγμοὶ τρέπονται,  τῶν ἀῤῥώστων ταραττομένων ἐφ’ οἷς ἤκουσαν. ἀλλὰ περὶ μὲν τούτων ἰδίᾳ μοι γέγραπται κατὰ μίαν πραγματείαν, ἣ περὶ τοῦ προγινώσκειν ἐπιγέγραπται, νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. ἦν δὲ τὸ προκείμενον ὅτι πολλὰ τῶν προγεγονότων τε καὶ παρόντων ἰατρὸς δύναται παρὰ τοῖς κάμνουσι λέγων θαυμάζεσθαι, καθάπερ καὶ τὰ νῦν προκείμενα κατὰ τὸν νῦν λόγον, ἀγρυπνίαν, διάῤῥοιαν, λιμόν. ἐνίοτε δὲ τὸ μὲν ἓν ἐξ αὐτῶν ἀφωρισμένως εἰπεῖν δύσκολον γίνεται. ὅτι δὲ ἐκ τῶν δυοῖν θάτερον ἢ ἐκ τῶν τριῶν γε πάντως ἕν τι δυνατὸν ἔσται βεβαίως προγνῶναι. φέρει δὲ καὶ τοῦτο παρὰ τοῖς ἀκούσασιν ἔπαινον, ἐν ἐπερωτήσει τῆς προγνώσεως γινομένης ᾧδέ πως. ἆρά γε δι’ ἀγρυπνίαν σφοδρὰν ἢ ἔνδειαν τροφῆς οὕτω λελέπτυνται; πολλάκις μὲν γὰρ ὁμολογοῦσιν ἀμφότερα καὶ θαυμάζουσι διττῶς τὸν ἰατρὸν, ἐνίοτε δὲ τὸ ἕτερον αὐτῶν ἀποκρίνονται θαυμάζοντες ἔτι καὶ οὕτω. τοῦτ’ οὖν ἐστι τὸ πρὸς Ἱπποκράτους εἰρημένον. ἐπανερέσθαι δὲ μὴ ἠγρύπνησεν ὁ ἄνθρωπος ἢ πολλὰ διεχώρησεν ἢ λιμώττει. εἶτα τί φησι; καὶ ἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον δεινὸν εἷναι νομίζειν δεόντως. βέλτιον μὲν γὰρ ἦν οὕτως ἰσχυρὰν εἶναι τὴν δύναμιν, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν αἰτίων νικᾶσθαι. ἧττον μέντοι δεινὸν, εἰ διά τι τούτων καὶ μὴ διὰ τὴν τοῦ νοσήματος κακοήθειαν ἡ τοσαύτη γίνεται σύντηξις. ἀλλ’ ἐπειδὴ δυνατόν ἐστιν ἄμφω συνελθεῖν, αἰτίαν τέ τινα τῶν ἔξωθεν, ὡς εἴρηται, λυποῦσαν τὸ σῶμα καὶ πυρετὸν συντηκτικὸν, ὁ διορισμός σοι γινέσθω διὰ τῆς ἐπιούσης ἡμέρας τε καὶ νυκτός. εἰ μὲν γὰρ ἀπὸ μόνης τῆς ἔξωθεν αἰτίας εἴη γεγονὸς οἷον εἴρηται τὸ πρόσωπον, ἐπανορθώσεως ἐν ἡμέρᾳ καὶ νυκτὶ τεύξεται· εἰ δὲ ἀπὸ τῆς ἐν τῷ σώματι διαθέσεως, ἤτοι μενεῖ τοιοῦτον ἢ καὶ χεῖρον ἔσται. ταυτὶ μὲν οὖν ἅπαντα φαίνεται δεόντως εἰρῆσθαι τῷ Ἱπποκράτει. διὰ τί δὲ εἶπεν, ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τοιοῦτον τὸ πρόσωπον ᾖ καὶ μή πω οἶόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι, ἐφεξῆς σκεψώμεθα. δυοῖν γὰρ θάτερον, ἢ ὡς οὐ γινομένων αὐτῶν ἐν ἀρχαῖς ἢ ὡς οὐδὲν βέβαιον δηλούντων, οὐχ οἷόν τέ ἐστι χρῆσθαι τοῖς τοιούτοις σημείοις εἰς τοὺς τῶν ἀμφιβόλων διορισμούς. ἐγὼ τοίνυν φημὶ μήτε γίγνεσθαι διὰ παντὸς ταῦτα μήτ’ εἰ γίγνοιτο βέβαιον δηλοῦν. ὅ τι δὲ τοῦτο οὕτως ἔχει κατὰ τὴν ἐξήγησιν αὐτῶν διδάξω διὰ τῆς ἐχομένης ῥήσεως ταύτης.

Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος ἢ τριταίου ἢ τεταρταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, περὶ τουτέων ἐπανερέσθαι περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ καὶ τὰ ἐν τῷ σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν.

Τὸ τῆς ἀρχῆς ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰσβολὴν τοῦ νοσήματος οὐδὲν οὔπω πλάτος ἔχουσαν, δηλοῖ δὲ καὶ τὴν εἴς τινα χρόνον ἐκτεταμένην οὐ πολὺν τοῦτον, ἔτι τε πρὸς τούτοις τὸν πρῶτον καιρὸν τοῦ νοσήματος. ἐφ’ ᾧ καὶ δεύτερον ἀριθμοῦσι τὸν τῆς ἀναβάσεως καὶ τρίτον τὸν τῆς ἀκμῆς καὶ τέταρτον τὸν τῆς παρακμῆς. εἰπὼν οὖν ὁ Ἱπποκράτης ὀλίγον ἔμπροσθεν· ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ, κατ’ ἐκείνην μὲν αὐτὴν λέξιν οὐκ ἐδήλωσε, τίνος τῶν εἰρημένων τριῶν ἀρχῶν μνημονεύει. νυνὶ δὲ γράψας, ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου ἢ τεταρταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, δῆλος ἐγένετο περὶ τῆς κατὰ πλάτος ἀρχῆς προειρηκώς· αὕτη γὰρ μέχρι τῆς τρίτης ἡμέρας ἐκτείνεται. τηνικαῦτ’ οὖν οἷς εἶπεν ἔμπροσθεν, προστιθέναι ἀξιοῖ τὸν ἀπὸ τῶν ἄλλων σημείων διορισμόν, ὑπὲρ ὧν εἰρήκει καὶ μή πω οἷόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι. καταλέγει δὲ ἐφεξῆς αὐτὰ διὰ τῶν ἐχομένων ῥήσεων τούτων.

Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν ἢ δακρύωσιν ἀπροαιρέτως ἢ διαστρέφωνται ἢ θάτερος θατέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πέλια ἢ μέλανα φλέβιά ἐν αὐτέοισιν ἔχωσιν ἢ λῆμαι ἐόντες φαίνωνται περὶ τὰς ὄψιας ἢ καὶ ἐναιωρεύμενοι ἢ ἐξίσκοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι ἢ αἱ βλεφαρίδες καμπύλαι ἢ ἰσχυραὶ αἴολαι ἢ αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπεῖς ἱστάμεναι καὶ τὸ πρόσωπον πέλιον καὶ φοβερὸν ἰδεῖν· καὶ οἱ ὀδόντες πέλιοι γίνονται· ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ, ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι.

Τὰ εἰρημένα συμπτώματα κοινὸν μὲν ἔχει τὸ παρὰ φύσιν εἶναι. διαφέρει δ’ ἀλλήλων τῷ τὰ μὲν ἁπλῶς ἐναντία τοῖς κατὰ φύσιν ὑπάρχειν, ἔνια δ’, ὡς αὐτὸς ἔμπροσθεν εἶπεν, ἐναντιώτατα. διὸ καὶ κατὰ τὸν κοινὸν ἐπιλογισμὸν ἅπαντα μὲν ὀλέθρια νομισθήσονται, κατὰ δὲ τὴν ποσότητα τῆς ἐναντιώσεως, ἧττόν τε καὶ μᾶλλον ἕξει τοῦτο. τάς γε μὴν διαθέσεις ἐφ’ αἷς γίνεται κατὰ τὴν ἀκολουθίαν τῶν ἀφ’ Ἱπποκράτους δογμάτων ἄμεινόν ἐστιν ἐπισκέψασθαι· τὸ τοίνυν φεύγειν τὴν αὐγὴν, ὅπερ ἐστὶν ἀποστρέφεσθαι, δι’ ἀσθένειαν γίνεται τῆς ὀπτικῆς δυνάμεως, ἐνίοτε μὲν ἐπὶ τῇ τῶν ὀργάνων διαθέσει καμνούσης, ὥσπερ ἐν ταῖς ὀφθαλμίαις,  ἐνίοτε δ’ αὐτῆς καθ’ αὑτὴν, ἡνίκα ὀλέθριόν ἐστι τὸ σημεῖον. οὕτω δὲ καὶ τὸ δακρύειν, ἔαν μὲν ἤτοι δι’ ὀφθαλμίαν ἢ διά τι ῥεῦμα καταφερόμενον ἐκ τῆς κεφαλῆς γίνηται, παρὰ φύσιν μέν ἐστιν, οὐ μὴν θάνατόν γε σημαίνει πάντως, ἐὰν δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως, ὀλέθριόν τέ ἐστι καὶ θανατῶδες. αἵ γε μὴν διαστροφαὶ τῶν ὀφθαλμῶν σπωμένων γίνονται τῶν κινούντων αὐτοὺς μυῶν, ὅπερ ἐὰν μὲν αὐτῶν ᾖ μόνον ἐκείνων πάθος, οὐδὲν ἄτοπον, ἐὰν δὲ τῆς ἀρχῆς τῶν νεύρων, ὅπερ ἐστὶν ἐγκέφαλος, ἐσχάτως ὀλέθριον. αἰσθάνονται γὰρ τῶν κατὰ τὴν ἀρχὴν παθημάτων οἱ πλησιάζοντες μύες πρότεροι τῶν ἄλλων, ἐνίοτε μὲν οἱ κατὰ τοὺς ὀφθαλμοὺς ὑπὲρ, ὧν νῦν λέγει, ποτὲ δὲ καὶ οἱ κροταφῖται καλούμενοι, περὶ ὧν ἐν τῷ περὶ ἄρθρων ἐδίδαξε· καὶ μὴν τὸ γενέσθαι τινὰ τῶν ὀφθαλμῶν τοῦ κατὰ φύσιν ἐλάττω ὀλέθριον σύμπτωμα. νεκροῦσθαι γὰρ δηλοῖ τὴν διοικοῦσαν αὐτὸν δύναμιν. τὸ δὲ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐρυθρὰ φαίνεσθαι, καθάπερ ἐν ὀφθαλμίαις τέ τισι καὶ τῶν μεθυσθέντων ἐνίοις, ἐνδεικτικόν ἐστι τοῦτο τοῦ κατὰ τὸν ἐγκέφαλον καὶ μήνιγγας πλήθους. ἔστι δ’ ὅτε καὶ φλεγμονῆς ἐν αὐτοῖς γεγενημένης, ἑκατέρως γὰρ ἀποθλίβεται τὸ αἷμα πρὸς τὰς ἐν τοῖς ὀφθαλμοῖς φλέβας. διὸ ἐρυθρὸν φαίνεται τὸ λευκὸν ἐν αὐτοῖς μέρος, ὅπερ ἐστὶ τὸ πέριξ τῆς στεφάνης ὀνομαζομένης, ἣν ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς ἁπάντων τῶν κατὰ τὸν ὀφθαλμὸν ὑμένων τε καὶ χιτώνων σύνδεσμόν τινα οὖσαν. ἐμάθομεν δὲ ὡς τὸ τοῦ περικρανίου πέρας ἐπὶ ταύτην ἐξήκει, μετὰ τῶν ἐν αὐτῷ φλεβῶν. ὅτι δὲ διὰ ταῦτα ἔφη τὸ λευκὸν ἐρυθρὸν γίνεσθαι, σαφῶς ἐδήλωσε διὰ τῶν ἐπιφερομένων εἰπών· ἢν πέλια ἢ μέλανα φλέβιά ἐν αὐτοῖς ἔχωσιν, ἔστι δὲ τοῦτο πάντως ὀλέθριον. ἐρυθρὰ μὲν γὰρ φαίνεται τὰ φλέβια καὶ διὰ πλῆθος, ὡς ἔφην, ἤ τινα φλεγμονὴν τῶν κατὰ τὸν ἐγκέφαλον. μελαίνεται δὲ καὶ πελιδνοῦται ψυχόμενα, ψύχεται δὲ νεκρούμενα καὶ διὰ τοῦτο ὀλέθρια δὴ τὰ τοιαῦτα χρώματα διὰ παντός ἐστιν. αἵ γε μὴν λῆμαι γίνονται μὲν, ὡς ἴσμεν, καὶ διὰ τὸ τῶν ὀργάνων πάθος, ὡς ἐν ὀφθαλμίαις τε καὶ ἄλλως οὐδένα κίνδυνον δηλοῦσαι. γίνονται δὲ καὶ διὰ ἀῤῥωστίαν τῆς διοικούσης τὰ κατὰ τὸν ὀφθαλμὸν δυνάμεως φυσικῆς, ἀδυνατούσης ἐκπέπτειν τὴν τροφὴν τῶν ὀφθαλμῶν. ἐδείχθη γὰρ ἡμιπέπτου τροφῆς ἡ λήμη περίττωμα. κατὰ μὲν οὖν τὰς ὀφθαλμίας διά τε τὸ πλῆθος τῆς παρὰ φύσιν ὑγρότητος καὶ διὰ τὸ πάθος τῶν ὀργάνων εἰκός ἐστι μὴ πέπτεσθαι καλῶς τὴν τροφὴν αὐτῶν. ἔνθα δ’ ἔνδεια σαφής ἐστι δηλουμένη διὰ τῆς κοιλότητος, ἡ μὲν ἀπὸ τοῦ πλήθους αἰτία παντάπασιν οἴχεται, καταλείπεται δὲ ἡ τῆς δυνάμεως ἀσθένεια μόνη. καὶ οὐδ’ ἡ τυχοῦσά τις αὕτη γε, ἀλλ’ ἰσχυρὰ πάνυ, μηδὲ τὴν ὀλιγίστην τροφὴν τῶν ὀφθαλμῶν ἱκανῶς πέπτειν ἰσχύουσα. οἵ γε μὴν ἐναιωρούμενοι, τουτέστιν ἀστήρικτοι καὶ κινούμενοι διὰ παντὸς ὀφθαλμοὶ, γνώρισμά εἰσιν ἢ παραφροσύνης ἢ τρόμου τῶν περὶ αὐτοὺς μυῶν, ὧν ἑκάτερον ἐπὶ τῆς προκειμένης διαθέσεως ὀλέθριόν ἐστιν. αἵ τε γὰρ μετ’ ἐνδείας παραφροσύναι χαλεπώταται καὶ οἱ διὰ ξηρότητα τῶν ὀργάνων τρόμοι παντάπασιν ἀνίατοι. καὶ μὴν καὶ τοὺς ἐξίσχοντας ὀφθαλμοὺς ἢ κοίλους ἰσχυρῶς γινομένους μέμφεται. τὸ μὲν οὖν τῶν ἐξισχόντων σύμπτωμα καὶ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος γίνεται καὶ μάλιστα τοῖς ἐμέσασιν ἐπὶ πολυφαγίᾳ τε καὶ πολυποσίᾳ. τὸ δὲ τῶν ἰσχυρῶς ἐγκοίλων οὐ γίνεται, διόπερ οὐδετέρου κατ’ ἀρχὰς ἐμνημόνευσεν, ἡνίκα ἔλεγε· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι. τοῦτο μὲν ὅτι μηδ’ ὅλως ἐν τῷ νεκρώδει προσώπῳ φαίνεται ἐν ἀρχῇ. πῶς γὰρ ἂν ἅμα κοῖλοί τε καὶ ἐξίσχοντες εἶεν οἱ ὀφθαλμοί; τοῦτο δὲ ὅτι μηδ’ ὅλως γίνεται τηνικαῦτα καὶ δόξει γε τὸ κατὰ τοὺς ἐξίσχοντας ὀφθαλμοὺς μάχεσθαι τοῖς προειρημένοις. εἰρηκὼς γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου ῥῖνα ὀξεῖαν, ὀφθαλμοὺς κοίλους, εἶτα ἐπιδιοριζόμενος αὐτὰ τοῖς μετὰ τὴν τρίτην ὁρωμένοις οὐκ ὀρθῶς προσέθηκε τοὺς ἐξίσχοντας. ὃ δέ μοι δοκεῖ γεγονέναι κατὰ τόνδε τὸν λόγον ὑπ’ αὐτοῦ καὶ δὴ φράσω μεταβαλὼν ὅλην τὴν ῥῆσιν αὐτοῦ εἰς τοιάνδε λέξιν· ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος ἢ τριταίου τὸ πρόσωπον τοιοῦτον ᾖ, περί τε τουτέων ἐπανερέσθαι, περὶ ὧν καὶ πρόσθεν ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς. ἔστι δὲ τὰ γινόμενα σημεῖα ἐν τοῖς ὀφθαλμοῖς ὀλέθρια μετὰ τὴν τρίτην ἡμέραν τοιάδε. φεύγειν τὴν αὐγὴν, δακρύειν, διαστρέφεσθαι, τὸν ἕτερον ὀφθαλμὸν ἐλάττονα γίνεσθαι θατέρου. τὰ λευκὰ μόρια κατ’ αὐτοὺς ἐρυθρὰ φαίνεσθαι, φλέβας ἔχειν ἤτοι μελαίνας ἢ πελιδνὰς ἢ λήμας εἶναι ἐναιωρεῖσθαί τε ἢ ἐξίσχειν ἢ κοίλους ἰσχυρῶς εἶναι, τοῦ τε προσώπου παντὸς ἠλλοιοῦσθαι τὸ χρῶμα. πάντα γὰρ ταῦτά ἐστιν ὀλέθρια καὶ ὅ τι περ ἂν αὐτῶν ἐπὶ τῷ προειρημένῳ γένηται προσώπῳ, τεκμήριον οὐ σμικρόν ἐστι τοῦ μέλλοντος ἔσεσθαι θανάτου. κατ’ αὐτὴν οὖν τὴν διάνοιαν δοκεῖ μοι συγκαταριθμεῖσθαι τοῖς ἄλλοις σημείοις, ὅσα τῷ νεκρώδει προσώπῳ δύνανται συνυπάρχειν καὶ τοὺς ἐξίσχοντας ὀφθαλμοὺς καὶ μὴ δυναμένους συνυπάρχειν, ὅτι μὴ μόνον προκείμενον ἦν αὐτῷ τὰ τῷ νεκρώδει σώματι συνυπάρχοντα λέγειν, ἀλλὰ καὶ τῶν ὀλεθρίων σημείων ὅσα κατὰ τὸ πρόσωπον φαίνονται ποιήσασθαι κατάλογον. ὥστ’ εἰ μὴ μόνον ἓν, ἀλλὰ καὶ πλείω τῶν εἰρημένων δυνατὸν ἦν μὴ συνυπάρξαι  τῷ νεκρώδει προσώπῳ, μηδεμίαν εἶναι μάχην ἐπὶ τὴν διδασκαλίαν αὐτοῦ τῶν μοχθηρῶν ἁπάντων μεταβεβηκότος. ὅτι δ’, ὡς ἔφην, ὀρθῶς εἶπε καὶ μή πω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι, σκοπεῖν ἤδη σοι ἑνὶ μὲν κεφαλαίῳ κοινῷ τῷδε· τῶν εἰρημένων ἕκαστον ἢ οὐ γίνεται κατ’ ἀρχὰς ἣ οὐκ ἐξ ἅπαντός ἐστιν ὀλέθριον. ἰδίᾳ δὲ καθ’ ἕκαστον ἐπισκοπουμένῳ σοι φανεῖται τοῦτ’ ἀληθέστατον. ἐκ πολυποσίας οὖν ἐνίοτε καὶ σφοδρῶν ἐμέτων ἐν ἀρχῇ τῶν νόσων συμβαίνει τὸ τὴν αὐγὴν φεύγειν, οὕτω δὲ καὶ τὸ δακρύειν καὶ τὸ διαστρέφεσθαι ἢ ἐναιωρεῖσθαι ἢ ἐξέχειν ἢ τὸ τὰς φλέβας ἐρυθρὰς ἔχειν. ἡ δ’ ἐπὶ τὸ πελιδνὸν ἢ μέλαν χρῶμα μεταβολὴ τῶν φλεβῶν οὐκ ἐν ἀρχῇ γένοιτό ποτε, καθάπερ οὐδ’ ὑπερβάλλουσα κοιλότης, οὐδὲ τὸ λημᾷν, ἀλλὰ τοὐλάχιστον ἤτοι τριῶν ἢ τεσσάρων ἡμερῶν εἰς τὸ γενέσθαι δεῖται.

Σκοπεῖν δὲ ὧδε χρὴ πρὸς τούτοις καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν. ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ τῶν βλεφάρων μὴ συμβαλλομένων μὴ ἐκ διαῤῥοίης ἢ φαρμακοποσίης ἐόντι ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.

Ἀπὸ τοῦ ὑποφαίνεσθαι ῥήματος τὴν ὑπόφασιν τοὔνομα πεποίηκεν, οὖ τὸ πληθυντικὸν αἱ ὑποφάσεις γίνεται, ἀφ’ ὦν κατὰ διαίρεσιν Ἰωνικὴν αἱ ὑποφάσιες. οἱ δὲ περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοσκουρίδην οὐκ οἶδα πόθεν ὁρμηθέντες ἔγραψαν ὑποφύσιας μετὰ τοῦ υ. τὸ μὲν οὖν εἰρημένον ὑφ’ Ἱπποκράτους δῆλόν ἐστιν· αὐτὸς γὰρ ἐξηγήσατο τί ποτε λέγει τὴν ὑπόφασιν εἰπὼν, ἢν γὰρ τι ὑποφαίνηται συμβαλλομένων τῶν βλεφάρων τοῦ λευκοῦ· ἀλλὰ καὶ διορισμὸν εἰς ἀκρίβειαν τοῦ λεγομένου προσέθηκεν αὐτὸς εἰπὼν, μὴ ἐκ διαῤῥοίης ἢ φαρμακείης ἐόντι. προσυπακούειν δὲ καὶ ἡμᾶς ἄμεινόν ἐστι τῷδε καὶ τῶν ἄλλων τῶν ἐχόντων τοῖσδε τὴν αὐτὴν δύναμιν. ἑνὶ γὰρ κεφαλαίῳ περιλαβὼν ἄν τις εἴποι τὸ σύμπτωμα τοῦτο δι’ ἀῤῥωστίαν γίγνεσθαι τῆς κινούσης τὰ βλέφαρα δυνάμεως, ὅπερ ὀλέθριόν ἐστιν, ἐπειδὰν χωρὶς τῆς ἔξωθεν αἰτίας συστῇ. ταῦτα δ’ εἶναι χρὴ δηλονότι τοιαῦτα τὴν φύσιν, ὡς καταλύειν τὴν δύναμιν, οἶον ἤιοι διάῤῥοιαν ἢ κάθαρσιν ἐκκαθαίροντος φαρμάκου προσφορᾶς ἢ λύπην σφοδρὰν ἢ ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆς ἢ αἱμοῤῥαγίαν πολλὴν ἤ τινα ἁπλῶς ἑτέραν κένωσιν ἄμετρον· ὃ δ’ ὀλίγον ἔμπροσθεν εἶπον, ὡς τῶν ὀλεθρίων ἁπάντων σημείων ποιεῖται τὸν κατάλογον, οὐ μόνον ὅσα πρὸς τῷ νεκρώδει προσώπῳ γίνεται, δῆλον ἐποίησεν ἐνταῦθα προσθεὶς μὴ ἐκ διαῤῥοίης ἢ φαρμακείης ἐόντι. προειρήκει γὰρ ἐπὶ τοῦ νεκρώδους προσώπου τὸν διορισμὸν τοῦτον ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ἰσχυρῶς. τὸ γὰρ ἐξυγρασμένον τοῦτο κοινόν ἐστι διαῤῥοίης τε καὶ φαρμακείης, ἀλλ’ ἐπειδὴ πάλιν ἀφ’ ἑτέρας ἀρχῆς ἁπάντων ποιεῖται τῶν ὀλεθρίων σημείων ἐξαρίθμησιν, εἰκότως ἑκάστῳ τοὺς οἰκείους προσδιορισμοὺς προστίθησιν.

Ἢν δὲ καμπύλον ἢ ῥικνόν γένηται ἢ πέλιον ἢ ὠχρὸν βλέφαρον ἢ χεῖλος ἢ ῥὶς μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου. θανατῶδες δὲ καὶ τὰ χείλεα ἀπολυόμενα καὶ κρεμασμένα καὶ ψυχρὰ καὶ ἔκλευκα γινόμενα.

Τὰ μὲν οὖν πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει τὴν ἀρχὴν τῆς ῥήσεως. ἔνια δὲ ἀντὶ τοῦ καμπύλον τὸ ῥικνὸν, ἵν’ ᾖ τὸ δηλούμενον ἐκ τῆς φωνῆς ταύτης. τὸ συνεσταλμένον ὁμοίως τοῖς κατεψυγμένοις ὑπὸ κρύους. τοῦτο μὲν οὖν νεκρώσεώς ἐστι σημεῖον, ὥσπερ καὶ τὸ πελιδνόν. τὸ δὲ καμπύλον τάσεώς τινος σπασμώδους ἢ παραλύσεως θατέρου τῶν κλειόντων μυῶν τὸν ὀφθαλμόν. ἑκάτερα δ’ ἐστὶν ὀλέθρια μαρτυρούμενα πρὸς τῶν ἄλλων σημείων, ὅπερ ἐδήλωσεν εἰπὼν μετά τινος τῶν ἄλλων σημείων, ὡς οὐχ ἱκανὸν ἓν μόνον τῶνδε τὸν θάνατον δηλῶσαι.

Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκομμένα ἔχοντα καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον. οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται. ἄρισται δέ εἰσι τῶν κατακλισίων αἱ ὅμοιαι τῇσι τῶν ὑγιαινόντων.

Καὶ τοῦτο μαρτυρεῖ τῷ κατάλογον εἶναι τῶν ὀλεθρίων σημείων ἐν τῷ χωρίῳ τοῦ βιβλίου τῷδε παντί φαίνεται γὰρ καὶ νῦν οὐκ ἀφ’ ἑτέρας ἀρχῆς περὶ τῶν ἐν ὅλῳ τῷ σώματι σημείων ὁ ἀνὴρ διδάσκων, ἀλλὰ συνάπτων αὐτὰ τοῖς προειρημένοις. προειρηκὼς γὰρ ἔμπροσθεν ἐπὶ τοῦ νεκρώδους προσώπου καὶ τὰ ἄλλα σημεῖα σκέπτεσθαι, τά  τε ἐν τῷ σύμπαντι σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν, ἐφεξῆς πάντα διεξέρχεται συνάπτων ἀλλήλοις. αὐτὸ δὲ τὸ δεῖν εὑρίσκεσθαι τὸν ἄῤῥωστον ὑπὸ τῶν ἐπισκεπτομένων ἰατρῶν οὐχ ὕπτιον κείμενον, ὥσπερ τινὰ παρειμένον, ἀλλ’ ἐπὶ θατέρου πλευροῦ, καθ’ ὅ τι ἂν ὁ ἰατρὸς αὐτῷ προσείη, καὶ διὰ τοῦτό ἐστιν ἀγαθὸν, ὅτι ῥώμην ἐνδείκνυται τῆς στηριζούσης διὰ τῶν μυῶν τὸ σῶμα δυνάμεως, ὥσπερ αὖ πάλιν ἀῤῥωστίαν, εἰ μὴ δύναιτο τὴν ἐπὶ τοῦ πλευροῦ κατάκλισιν φέρειν. αὐτὸς δ’ Ἱπποκράτης προσέθηκε τῷ λόγῳ τὸν κοινὸν ἐπιλογισμὸν εἰπών· οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται, καὶ δῆλον ὅτι μάλιστα κατ’ ἐκεῖνον τὸν χρόνον ᾧ ὁ ἰατρὸς αὐτοὺς ἐπισκοπῇ. προσυπακοῦσαι γὰρ ἄμεινόν γε τῷ λόγῳ τοῦτο δυνάμει λεγόμενον ὑπ’ αὐτοῦ κατὰ τὴν λέξιν ἔνθα φησὶ, κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰατροῦ. οὐ γὰρ ἁπλῶς εἶπεν ἐπὶ πλευρῷ χρῆναι κεκλίσθαι τὸν ἄνθρωπον, ἀλλ’ ὑπὸ τοῦ ἰατροῦ καταλαμβάνεσθαι κεκλιμένον οὕτως. προσέθηκε δὲ καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα, ὀλίγον ἐπικεκαμμένα ἔχοντα· καὶ γὰρ καὶ τοῦτο σύνηθές ἐστι τοῖς πλείστοις τῶν ὑγιαινόντων. καὶ μέντοι καὶ κατ’ αὐτὸ τοῦτο τὸ προσθεῖναι τὸ πλεῖστοι, ἀνέμνησέ σε διορισμοῦ τινος ἑτέρου κεφάλαιον ἔχοντος εἰς πολλὰς προγνώσεις χρήσιμον, οὗ μεμνῆσθαί σε δεῖ, κἂν παραλείπηταί ποτε. τί δ’ ἐστὶ τοῦτο καὶ δὴ φράσω. ὅσα τισὶ τῶν ἀῤῥώστων ἰδίως ὑπάρχει παρὰ τοὺς ἄλλους ἐξαίρετα, ταῦτ’ οὐ χρὴ κατὰ τὸ πάρεργον ἐπισκοπεῖσθαι. ἐὰν μὲν γὰρ ὁρᾷς κατακείμενον αὐτὸν, ὡς οἱ πλεῖστοι τῶν ὑγιαινόντων, ἀγάπα τὴν κατάκλισιν, ἐὰν δὲ ἐναντίως, οὐ χρὴ καταγινώσκειν εὐθέως ὡς κακοῦ τοῦ σημείου. προσαναπυθέσθαι δὲ μὴ σύνηθές ἐστι τὸ σχῆμα τοῦτο τῷ κάμνοντι. τὸ δὲ ὑγρὸν κεῖσθαι τὸ σῶμα πρὸς ἀντίθεσιν αὐτῷ λέγεται τοῦ τεταμένου τὰ τέτταρα κῶλα, τουτέστι τὰ σκέλη, καὶ αἱ χεῖρες ὀλίγον ἐπικεκάμφθωσαν καὶ τὸ σύμπαν σῶμα τὸν αὐτὸν τρόπον κείσθω, τῶν ὑπερβολικῶν σχημάτων ἔξω καθεστηκός. ὑπερβολικὰ δ’ ὀνομάζεται σχήματα τὰ μετὰ μακρᾶς ἐκτάσεως ἢ κάμψεως ἤτοι τῶν κώλων ἢ τῆς ῥάχεως, ἧς μόριόν εἰσι καὶ οἱ κατὰ τὸν τράχηλον σπόνδυλοι. τὰ μὲν οὖν ὑπερβολικὰ σχήματα τεινομένων ἰσχυρῶς γίνεται τῶν νεύρων, ὡς ἐν τῷ περὶ κινήσεως μυῶν ἐπιδέδεικται λόγῳ. τὸ δ’ ἐν τῷ μέσῳ τῶν ὑπερβολικῶν ἄνευ τάσεώς ἐστι, διὸ καὶ προσηγόρευσεν αὐτὸ ὑγρὸν, τῶν ὑγρῶν σωμάτων οὐ πεφυκότων τείνεσθαι.

Ὕπτιον δὲ κεῖσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα ἧσσον ἀγαθόν.

Ἡ τοιαύτη κατάκλισις οὐκ ἔστιν ὅλως ἀγαθὴ, διόπερ οὐδ’ ἧσσον ἀγαθή. ᾗ γὰρ μηδ’ ὅλως ὑπάρχει τὸ ἀγαθὴν εἶναι, πῶς ἂν αὕτη λέγοιτο προσηκόντως ἧσσον ἀγαθὴ εἶναι; δηλοῖ δὲ καὶ αὐτὸς ὡς οὐδ’ ὅλως ἐστὶν ἀγαθὴ, λέγων ἐφεξῆς, εἰ δὲ καὶ προπετὴς γένοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. ὥσπερ γὰρ καὶ τῆς προειρημένης δεινῆς κατακλίσεως οὔσης, οὕτω περὶ αὐτῆς ἔφη ὡς δεινότερόν ἐστιν. ἐμοὶ δὲ δοκεῖ τὴν κατάκλισιν ταύτην ἐν τοῖς οὐδετέροις τίθεσθαι σημείοις, ἅπερ οὐδὲ πρὸς ὑγείαν ἀξιόλογον ἕξει δύναμιν οὐδὲ πρὸς θάνατον, ἀλλ’ ἤτοι μέσα τελέως ἐστὶν ἢ σμικρά τις αὐτοῖς ἐστι ῥοπὴ πρὸς τὸ ἕτερον, ὥστε τοὺς ἀμελέστερον ὑπὲρ αὐτῶν ἑρμηνεύοντας ἀμφοτέροις αὐτὰ παραβάλλειν δύνασθαι· ὅπερ καὶ νῦν ἐποίησεν ὁ Ἱπποκράτης, ἧττον μὲν ἀγαθὴν εἶναι εἰπὼν τῆς προειρημένης τὴν τοιαύτην κατάκλισιν, μοχθηροτέραν δ’ αὐτῆς τὴν ἐφεξῆς λεγομένην. ἀναμιμνήσκων καὶ νῦν τοῦ διορίζεσθαι κατὰ πάντα τὰ τοιαῦτα, μή τι σύνηθές ἐστιν ὑπτία κατάκλισις τῷ κάμνοντι. ἐὰν γὰρ καὶ τοῦτ’ εἴη καὶ μὴ πάνυ τι φροντίζῃ τοῦ εἰσιόντος ἰατροῦ, τότ’ ἂν οὐδ’ ἐν τῷ μέσῳ τῶν ἀγαθῶν τε καὶ κακῶν ὀρθῶς ὑπολαμβάνοιτο κατακλίσεων, ἀλλ’ ἐκ τῶν ἀγαθῶν μᾶλλον. εἰ δὲ μηδ’ ἐν τούτῳ τῷ σχήματι κατακλίνοιτο συνήθως, αἰδώ τε πολλὴν ἔχει πρὸς τὸν ἰατρὸν, οὐκ ἀγαθὸν τὸ σημεῖον, ἔτι δὲ καὶ μᾶλλον, εἰ καὶ φύσει τῶν αἰδημονεστέρων εἴη. διὰ ταῦτ’ οὖν ἅπαντα τὴν τοιαύτην κατάκλισιν ἐν μὲν τῷ μέσῳ θετέον ἀγαθῶν τε καὶ κακῶν ὅσον ἐφ’ ἑαυτῇ, μεταπίπτειν δ’ ἐφ’ ἑκάτερα κατὰ τὴν φύσιν τοῦ κάμνοντος.

Εἰ δὲ καὶ προπετὴς γίνοιτο καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστιν.

Ὥσπερ ἡ ἐπὶ τὰς πλευρὰς κατάκλισις ἔχεταί τινος ἐνεργείας, οὕτως καὶ ἡ ἀνάῤῥοπος ὑπτία, καθ’ ὃν τρόπον ἅπαντες κατακλινόμεθα. διὸ κἂν ἐπὶ τῆς ἑτέρας τῶν πλευρῶν κατακλίνῃς νεκρὸν σῶμα, περιτραπήσεται πάντως ἤτοι πρὸς τὸ πρηνὲς ἢ τὸ ὕπτιον σχῆμα, καθάπερ εἰ καὶ ἀνάῤῥοπον αὐτὸ σχηματίσαις, ἐπὶ πόδας γὰρ οὕτως κατενεχθήσεται. εἰκότως οὖν ἔφη μοχθηρὸν εἶναι τὸ σημεῖον τοῦτο, νέκρωσίν τινα τῆς διοικούσης τὸ σῶμα δυνάμεως ἐνδεικνύμενον.

Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὑρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ κακόν. ἀλυσμὸν γὰρ σημαίνει, τοῦτ’ ἔστιν ἄκραν ἐν τῷ στομάχῳ δυσφορίαν.

Ὀρθότατα διωρίσατο τὸν λόγον εἰπὼν, μὴ θερμοὺς κάρτα ἐόντας. ἐν γὰρ τοῖς θερμοτάτοις πυρετοῖς ἅμα τοῖς ἄλλοις μέρεσι καὶ τῶν ποδῶν διακαιομένων ἀναγκάζονται γυμνοῦν αὐτοὺς οἱ κάμνοντες. εἰ δὲ μὴ τοιοῦτος ὁ πυρετὸς εἴη, τὸ γυμνοῦν τοὺς πόδας ἢ μαλακίας ἐστὶ τοῦ νοσοῦντος ἢ ἄλυος σημεῖον. εἰ δὲ καὶ τὰς χεῖρας ἅμα τῷ τραχήλῳ καὶ τοῖς σκέλεσι φαίνοιτο μὴ κατὰ τρόπον ἐσχηματισμένας ἔχων, ὡς ἔμπροσθεν εἶπεν, ἀλλὰ διεῤῥιμμένα πως ἀνωμάλως εἴη ταῦτα τὰ μόρια, κακὸν τὸ σημεῖον· ἀλυσμὸν γὰρ ἔφη σημαίνεσθαι. τοῦτο δ’ αὐτὸ τοὔνομα δηλοῖ τὸ δυσφορεῖν ἅπαντι σχήματι καὶ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο καὶ εἴ γέ σου παρόντος, ὡς εἴρηται, κατακείμενος ὁ κάμνων αὐτίκα μεταβάλλοι τὸ πρότερον σχῆμα πρὸς ἕτερον, ἅμα τῷ καὶ τὰ κῶλα διεῤῥιμμένα ἀνωμάλως ἔχειν ἢ καὶ τὴν τοῦ τραχήλου θέσιν, ἴσθι τοῦτον ἢ διὰ τὴν τοῦ στομάχου κάκωσιν ἢ δι’ ἀῤῥωστίαν δυνάμεως ἀλύοντα, προσεπιλογιζόμενος κἀνταῦθα τὴν προαίρεσιν αὐτοῦ, μή τις τῶν μαλακωτέρων εἴη καὶ πρὸς ἅπαν ἑτοίμως ἐνδιδόντων τε καὶ νικωμένων, εἰ καὶ μικρότατον ὑπάρχοι.

Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν ἀεί.

Ἐπεὶ ἀτονίας καὶ τοῦτο σημεῖόν ἐστι τῶν κλειόντων μυῶν τὸ στόμα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν τὰ βλέφαρα συναγόντων ἐῤῥέθη· ἡ γραφὴ μὲν οὕτως ἔχει καθότι γέγραπται νῦν ὑπ’ ἐμοῦ καὶ τά τε παλαιὰ τῶν ἀντιγράφων οὐκ ἄλλην ἔχει, τινὰ δὲ, ὥσπερ καὶ τὰ τῶν περὶ Διοσκουρίδην, οὐ ταύτην, ἀλλὰ τήνδε· χαλεπὸν δὲ καὶ τὸ κεχηνότα καθεύδειν ἀεὶ, σημείων ἔχουσα σύνοδον δυοῖν, ἑνὸς μὲν τοῦ κεχηνέναι ἀεὶ, δεύτερον δὲ τοῦ καθεύδειν ἀεί. τὸ μὲν οὖν δεύτερον ὅτι μοχθηρόν ἐστι, κἂν χωρὶς τοῦ κεχηνέναι γίνηται, δεδήλωται πρὸς αὐτοῦ καὶ κατὰ τὸν ἀφορισμὸν ἐκεῖνον ἔνθα φησὶν, ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν. τὸ δὲ κεχηνέναι πιθανώτερον μέν ἐστιν εἰρῆσθαι μετὰ τοῦ καθεύδειν. οὕτως γὰρ ὡς τὰ πολλὰ φαίνεται γινόμενον. εἰ δὲ καὶ χωρὶς τοῦ καθεύδειν τινι συμβαίνῃ, πολὺ μείζονα τὴν κάκωσιν ἐνδείξεται.

Καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἷναι ἰσχυρῶς καὶ διαπεπλεγμένα.

Γράφεται γὰρ ἑκατέρως, διὰ τοῦ γ καὶ διὰ τοῦ χ, σημαίνει δὲ τὰ διεστῶτα μέχρι πλείστου. καὶ εἴη ἂν ἄτοπος ἡ τοιαύτη κατάκλισις, ὡς παραφροσύνην ἐμφαίνειν, οὐδενός γε οὕτως εἰθισμένου κοιμᾶσθαι, ὥσπερ οὐδ’ εἰ περιπεπλεγμένα γράφοιτο· καὶ γὰρ οὕτως ἀλλόκοτος ἡ κατάκλισις, ἐὰν ὕπτιός τις κείμενος ἔχῃ τὰ σκέλη συγκεκαμμένα τε καὶ ἀλλήλοις περιπεπλεγμένα.

Ἐπὶ γαστέρα δὲ κατακεῖσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην σημαίνει ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων.

Ἀναμιμνήσκει συνεχῶς ἡμᾶς τοῦ τοῖς ἅπασι συνεζευγμένου διορισμοῦ τοῦ κατὰ τὴν συνήθειαν τοῦ νοσοῦντος γινομένου· καὶ γὰρ καὶ τὸ νῦν ἐπὶ τὴν γαστέρα κατακεῖσθαι παρὰ τὸ ἔθος ἤτοι παραφροσύνην σημαίνει, καθάπερ ἐπὶ τῆς προειρημένης κατακλίσεως, ἢ ὀδύνην τινὰ τῶν ἐνταῦθά τινος μορίων. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ὀδυνωμένων τὴν γαστέρα τοῦθ’ αἱρούμενοι τὸ σχῆμα.

Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα τῆς νούσου ἀκμαζούσης πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δ’ ἐν τοῖσι περιπνευμονικοῖσι.

Αὐτοὶ λέγουσιν οἱ περιπνευμονικοὶ στενοχωρίας αἰσθάνεσθαι κατὰ τὸν θώρακα καὶ πνεύμονα πολλῆς ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, εὐπνούστεροι δὲ ἀνακαθίζοντες γίνεσθαι. καταφέρεται γὰρ ὡς ἐπὶ τὴν ῥάχιν ἐπὶ ταῖς ὑπτίαις κατακλίσεσι τὰ κατὰ τὸ στέρνον μέρη τοῦ θώρακος, ὑφ’ ὧν συμβαίνει στενοχωρεῖσθαί τε τὸν πνεύμονα καὶ μὴ δέχεσθαι τὸν ἱκανὸν ἀέρα διὰ τῆς εἰσπνοῆς. ἐν δὲ τοῖς ἄλλοις νοσήμασιν ὅταν ἀκμάζῃ, τούτῳ γὰρ μάλιστα χρή σε προσέχειν τὸν νοῦν ὡς οὐκ εἰκῆ προσειλημμένῳ, χαλεπώτατόν ἐστιν ἀνακαθίζειν ἐθέλειν τὸν κάμνοντα. βούλονται γὰρ τηνικαῦτα μάλιστα κεκμηκότες ἀκίνητοι κεῖσθαι, κἂν ἐπεγείρῃ τις αὐτοὺς, ἄχθονται. τεκμαίρου τοίνυν ἤτοι  γε ὑπὸ δυσπνοίας σφοδρᾶς ἢ ἄλυος ἢ παραφροσύνης ἀνακαθίζειν ἐπιχειρεῖν τὸν κάμνοντα κατὰ τὴν ἀκμὴν τῆς νόσου.

Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παιδίου, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ’ ἀμφοῖν κίνδυνον ἐσόμενον. ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιεῖ, ὀλέθριον γίνεται κάρτα ἤδη.

Σπασμωδῶς κινουμένων τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν αἱ πρίσεις τῶν ὀδόντων γίνονται, τισὶ μὲν αὐτῶν μόνων πεπονθότων τῶν μυῶν ἤτοι ἐξ ἀρχῆς ἀπὸ γενέσεως ἢ κατά τινα ἑτέραν αἰτίαν ὕστερον, ἐνίοις δὲ τῆς ἀρχῆς τῶν νεύρων εἰς διάθεσιν ἀχθείσης τοιαύτην, ὑφ’ ἧς μάλιστα δύνανται γίνεσθαι τῶν ἀπ’ αὐτῆς πεφυκότων σπασμοί. ἐννοῆσαι γάρ σε χρὴ τὴν ἐξ ἀρχῆς ἑκάστου κατασκευὴν τῶν μορίων ἰδίαν ἑκάστῳ γινομένην, ὑπὲρ ἧς εἴρηται μὲν ἐν ἄλλοις ἐπὶ πλέον· ἀρκέσει δὲ καὶ νῦν ἅπαξ εἰπεῖν ἐν τῷδε κελεύσαντα μεμνῆσθαι τοῦ λοιποῦ πρὸς τὸ μὴ θαυμάζειν ὅπως τῆς κοινῆς ἁπάντων νεύρων ἀρχῆς παθούσης ἄλλοτε ἄλλος μῦς ἤτοι τρομώδης γίνεται ἢ σπασμώδης. ὥσπερ γὰρ ἐναργῶς ὁρῶμεν ἐνίοις μὲν σώμασιν ἀρίστην κατασκευὴν ὑπάρχουσαν σκελῶν, ἐνίοις δὲ χειρίστην εὐθὺς κατ’ ἀρχὰς, ὡς τοὺς μὲν ὠκύτατα θεῖν, τοὺς δὲ μόγις ἵστασθαι, καὶ κατ’ ἄλλα μόρια τοῦ σώματος ὡσαύτως· οὕτω δὲ καὶ τὸ βλάπτεσθαι ῥᾳδίως ἐπὶ μικραῖς προφάσεσιν ἐνίους μὲν τὰ σκέλη, τινὰς δὲ ἄκρους πόδας ἢ ὀφθαλμοὺς ἢ κεφαλὴν ἤ τι τῶν ἄλλων εὐθὺς ἐξ ἀρχῆς ἕπεται ταῖς κατασκευαῖς τῶν σωμάτων μοχθηραῖς. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ τῶν μυῶν ἐνίοις μὲν ἀσθενεῖς οἱ τοὺς ὀφθαλμοὺς κινοῦντες, ἐνίοις δὲ οἱ τὰς γένυάς εἰσι, δι’ οὓς οὗτοι μὲν ἢ ἀεὶ πρίουσι τοὺς ὀδόντας ἢ ἐπὶ μικραῖς προφάσεσιν. ἐκεῖνοι δὲ διὰ παντὸς κινοῦσι τοὺς ὀφθαλμούς. τὸ μὲν γὰρ φύσει πρίειν τοὺς ὀδόντας ὅμοιόν ἐστι τῷ κατὰ τοὺς ὀφθαλμοὺς πάθει συγγινομένῳ τισὶν, ὃ προσαγορεύουσιν ἵππον, οὐ δυναμένων αὐτῶν ἑδραίων μεῖναι χρόνον οὐδένα, σαλευομένων δὲ ἀεὶ τρομωδῶς. τὸ δὲ ἐν ταῖς πυρετώδεσι νόσοις ἐπὶ τῷ τῆς ἀρχῆς πάθει γίνεσθαι τὸν σπασμὸν αὐτοῖς ὅμοιόν ἐστι πάλιν ἐκείνῃ τῇ κατασκευῇ τῶν κατὰ τῶν ὀφθαλμῶν μυῶν, ἐφ’ ὧν εἶπεν, ἢ ἐναιωρούμενοι φαίνονται. κατὰ τινὰ μὲν γὰρ σώματα θᾶττον ἀπολαμβάνουσι τῶν τῆς ἀρχῆς παθημάτων οἱ κατὰ τοὺς ὀφθαλμοὺς μύες, κατὰ τινὰ δὲ οἱ κροταφῖται καὶ οἱ μασητῆρες. εἰκότως οὖν ἔφη τὸ σύμπτωμα τοῦτο καὶ μανικὸν εἶναι καὶ θανατῶδες· μανικὸν μὲν ὡς εἰ καὶ παρακοπτικὸν ἰσχυρῶς εἰρήκει, θανατῶδες δὲ διὰ τὴν τῆς ἀρχῆς βλάβην. ἀλλ’ ἐκεῖνό γε ζητήσεως ἄξιον, ὅπως εἰπὼν αὐτὸς εἶναι μανικὸν αὐτὸ, μετὰ ταῦτά φησιν· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον κάρτα ἤδη γίνεται. πρόδηλον γὰρ ὡς εἴπερ ἀγγέλλει παραφροσύνην τὸ πρίειν τοὺς ὀδόντας, οὐκέτι παύσαιτ’ ἂν, ἀλλὰ καὶ σφοδρότερον γένοιτο τῆς παραφροσύνης ἀφικνουμένης σὺν τῷ καὶ ἄλλους τινὰς μύας εἰς τὴν αὐτὴν ἀχθῆναι τηνικαῦτα διάθεσιν. ἔοικεν οὖν ἡ διάνοια τοῦ λόγου τοιαύτη τις εἶναι· τὸ πρίειν τοὺς ὀδόντας οἷς οὐκ ἦν ἔθος ἐξ ἀρχῆς, παραφροσύνης ἐσομένης σύμπτωμά ἐστιν. εἰ μέντοι ποτὲ ἐπ’ ἄῤῥωστον ἀφικόμενος εὕροις αὐτὸν ἀμφότερα πάσχοντα, παραφρονοῦντά τε καὶ πρίοντα τοὺς ὀδόντας, ἐγγὺς ἤδη τοῦτον ἥκειν ὀλέθρου τεκμαίρου, ὥστε κατὰ μὲν τὸν πρότερον λόγον, ὅτε οὔπω παραπαίων ἔπρισεν ὁ κάμνων τοὺς ὀδόντας, ἁπλῶς αὐτὸ τοῦτο προδηλοῦσθαι μόνον, ὡς παρακοπτικόν τέ ἐστι καὶ ὀλέθριον αὐτῷ τὸ σημεῖον. ἡνίκα δ’ ἤδη παραφρονεῖ, σὺν τῷ πρίειν τοὺς ὀδόντας ὑπόγυον ἐνδείκνυται θάνατον. ἐδήλωσε δὲ τοῦτο σαφῶς αὐτὸς ἐν τῷ προσθεῖναι τὸ ἤδη. ὅτι μὲν γάρ ἐστι θανατῶδες τὸ σύμπτωμα καὶ κατὰ τὸν ἔμπροσθεν εἰρήκει λόγον. ἐν δὲ τῷ δευτέρῳ τό τε κάρτα καὶ τὸ ἤδη προσέθηκεν εἰπὼν, ὀλέθριον ἤδη κάρτα γίνεται, τουτέστι λίαν ὀλέθριον, ὅπερ ἐστὶν οὐκ εἰς μακρὰν, ἀλλὰ διὰ ταχέων τεθνήξεσθαι τὸν κάμνοντα.

Ἕλκος δὲ, ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχων ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν χρή. ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται ἢ ὠχρόν τε καὶ ξηρόν.

Ξηρὸν μὲν ἔσται πάντως τὸ ἕλκος ἀῤῥωστίᾳ τῆς τρεφούσης τὸ σῶμα δυνάμεως. χρόα δὲ οὐδεμία διὰ παντὸς αὐτῷ γενήσεται, ἀλλὰ παρά τε τὸ διαφερόντως ἔχειν τὰ σώματα πρὸς ἄλληλα τοῖς χυμοῖς καὶ παρὰ τὸ ποσὸν τῆς βλάβης ὑπαλλαχθήσεται. τῶν μὲν γὰρ χολωδῶν ἐπικρατούντων ὠχρὸν ἔσται τὸ χρῶμα, τῶν δὲ μελαγχολικῶν ἤτοι πελιδνὸν ἢ κατὰ τὸ ἕτερον τῶν σημαινομένων χλωρόν. εἴπομεν δὲ ἔμπροσθεν ὡς τὸ χλωρὸν ἐνίοτε μὲν σημαίνει ταὐτὸν τῷ ὠχρῷ, ἐνίοτε δὲ τὸ οἶον ἰῶδες τῇ χρόᾳ, καθ’ ὃ σημαινόμενον εἰώθασι καὶ κράμβας χλωρὰς λέγειν οἱ ἄνθρωποι. οὕτω δὲ καὶ ἡ βλάβη πελιδνὸν μὲν ἡ μείζων ἐργάζεται (πλησίον γάρ ἐστι τοῦτο τοῦ μέλανος) ἐρυθρὸν δὲ καὶ  χλωρὸν ἡ ἐλάττων, διὸ καὶ τὴν τελευτὴν τῆς ῥήσεως ἔνιοι μὲν οὕτως γράφουσιν, ἢ ὠχρόν τε καὶ ξηρόν, ἔνιοι δὲ ἐκείνως, ἢ χλωρόν τε καὶ ξηρόν.

Περὶ δὲ χειρῶν φορῆς τάδε γινώσκειν χρή. ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσι ἢ περιπνευμονίῃσιν ἢ ἐν φρενίτισι καὶ ἐν κεφαλαλγίῃσι πρὸ τοῦ προσώπου φερομένας τὰς χεῖρας καὶ ὡσανεὶ μυίας θηρευούσας διὰ κενῆς καὶ ἀποκαρφολογούσας καὶ κροκύδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας.

Αἱ τῶν χειρῶν φοραὶ, τουτέστιν ἐνέργειαί τε καὶ κινήσεις ἃς εἴρηκε νῦν, ἐπὶ φαντασίᾳ γίνονται παραπλησίως τῇ τῶν ὑποχεομένων. ἐκεῖνοί τε γὰρ ὅσα κατὰ τὴν μεταξὺ χώραν ὁρῶσι τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ τοῦ περὶ τὴν κόρην κερατοειδοῦς χιτῶνος, ἐκτὸς ὑποκεῖσθαι δοξάζουσιν, ἐπειδὴ διὰ παντὸς εἰθίσθησαν ἐν τῷ κατὰ φύσιν ἔχειν ὁρᾷν τὰ πράγματα κατὰ τὸν ἔμπροσθεν ἑαυτῶν ἀέρα. τὸν αὐτὸν δὲ τρόπον οἱ νῦν οὗτοι, περὶ ὧν Ἱπποκράτης ἔγραψεν, ἐν πυρετοῖσιν ὀξέσι καὶ περιπνευμονίῃσι καὶ φρενίτισι καὶ κεφαλαλγίῃσι, ὁρᾷν δοκοῦσιν ὡς ἐκτὸς ὑποκείμενα τὰ κατὰ τοὺς ὀφθαλμοὺς αὐτῶν ἔνδον ἐόντα. δέδεικται γὰρ ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν αὐγοειδὲς ὂν ἑαυτῷ συνομοιοῖ τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τῆς κόρης ὑγρὸν, λεπτὸν καὶ καθαρὸν ὑπάρχον. ὁμοιότατον τῷ περιεχομένῳ κατὰ τὰ ὠὰ, ᾧ καὶ κατὰ τὰς ὀφθαλμίας χρώμεθα. δέδεικται δ’ ὅτι καὶ διὰ τούτου τοῦ ὑγροῦ φέρεται τὸ πνεῦμα κατὰ τὸ τῆς κόρης τρῆμα πρὸς τὸν ἀέρα τὸν ἐκτὸς συμπαγὲς αὐτῷ γινόμενον. ἀλλὰ καὶ ὅτι τούτῳ τῷ ἀέρι συμφωτισθέντι χρῆται καθάπερ ὀργάνῳ συμφύτῳ τοιούτῳ τὴν δύναμιν ὄντι ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρόν ἐστιν. ἐπιδέδεικται καὶ τοῦτο κατὰ τοὺς ἰδίους τῆς ὄψεως λόγους, ὡς ἐν τῷ τρισκαιδεκάτῳ περὶ ἀποδείξεως καὶ τῷ ἑβδόμῳ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἔγραψα. λέλεκται δ’ οὐκ ὀλίγα περὶ αὐτοῦ καὶ κατὰ τὸ δέκατον τῶν περὶ χρείας μορίων. ὡς οὖν διὰ τοῦ νεύρου τῶν κατὰ τὸν δάκτυλον εἰ τύχοι, τοῦ ποδὸς αἰσθάνεται παθημάτων ὁ ἐγκέφαλος, οὕτω καὶ διὰ τοῦ πέριξ ἀέρος τῶν ἐκτὸς ὑποκειμένων ὁρατῶν, ὅσα γε σύμμετρον ἀφέστηκεν αὐτοῦ. τὰ τοίνυν ὑποχύματα κατὰ τοῦτο γίνεται τὸ ὑγρὸν ὃ παραπλήσιόν ἐστιν, ὡς ἔφην, τῷ λευκῷ τε καὶ λεπτῷ τοῦ ὠοῦ, ὃ μεταξὺ κεῖται τῆς κόρης καὶ τοῦ κρυσταλλοειδοῦς. κατὰ τοῦτο δὲ καὶ τῶν ἀπεπτούντων ἐνίοις φαντασίαι παραπλήσιαι τοῖς ὑποχεομένοις γίνονται. ὅπου γὰρ ἀντιστῇ τι μέλαν ὑγρὸν ἢ παχὺ κωλῦον ἔξω διεκπίπτειν τὴν ὀπτικὴν αὐγὴν, ἐκεῖ φαντασίαι γίνονται κατὰ τὴν τοῦ συνεστῶτος ὑγροῦ φύσιν, ἐνίοτε μὲν οἷον τριχῶν τινων ἢ κρόκης ἢ στήμονος ἢ νήματος, ἐνίοτε δὲ κωνωπίων μελάνων ἢ μυιῶν παραπέτασθαι δοκούντων, ἔστιν ὅτε δὲ καὶ φακοῖς ὅμοιον ἢ κέγχροις μέλασιν. οὕτως οὖν συμβαίνει κατὰ τοὺς ὀξεῖς πυρετοὺς καὶ κατὰ τὰς περιπνευμονίας, ἄγαν ἀναθυμιωμένων ἐπὶ τὴν κεφαλὴν τῶν ἐν τῷ σώματι χυμῶν, συναπολαύειν τῆς ἀναθυμιάσεως αὐτῶν τὸ κατὰ τὴν κόρην ὑγρὸν ἐκεῖνο τὸ καθαρόν. ὅπῃ δ’ ἂν καὶ ὅπως αὐτὸ θολωθῇ, τὰ προειρημένα γίνεται φαντάσματα. κατὰ δὲ τὰς ἰσχυρὰς κεφαλαλγίας ὥσπερ οὖν καὶ κατὰ τὰς φρενίτιδας, διὰ τὸ πεπληρῶσθαι τὴν κεφαλὴν, ἀφικνουμένων τε τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν αὐτῶν συμπτωμάτων αἴτιον γίνεται. καὶ τό γε κροκυδίζειν καὶ καρφολογεῖν εἰθισμένα τοῖς ἰατροῖς ἅπασι ῥήματα, μάλιστα κατὰ τῶν φρενιτιζόντων λέγεσθαι τὴν θέσιν ἐντεῦθεν ἔλαβεν. ἔνιοι γοῦν ἡρμήνευσαν ἡμῖν τήν τε τῶν κροκύδων καὶ τὴν τῶν ἀχύρων φαντασίαν, ἐν αὐτῷ τε τῷ γίγνεσθαι καὶ μετὰ ταῦθ’ ὕστερον ἀπομνημονεύσαντες. ἔστι δ’ αὐτῶν ἡ διαφορὰ διττή. τινὲς μὲν γὰρ ἐν αὐταῖς ταῖς αἰσθητικαῖς φαντασίαις τὸ παραφρονεῖν ἐκτήσαντο, τῆς κριτικῆς δυνάμεως ἐῤῥωμένης, ἔνιοι δὲ καὶ διὰ φρόνησιν ὑπερβάλλουσαν ὅμως, καίτοι πεπονθότες, ἐπὶ βραχὺ τὴν κριτικὴν δύναμιν ἀντέσχον καὶ ἀνήνεγκαν, ὡς ἐκνικῆσαί τε καὶ ἀπομαχέσασθαι καὶ παρακολουθῆσαι τοῖς γιγνομένοις. αὐτοὶ τοίνυν ἐδήλωσαν ἡμῖν ἐπὶ τίσι φαντάσμασιν ἐκίνουν τὰς χεῖρας, ὡς Ἱπποκράτης ἔγραψεν. ἐξέχειν γὰρ αὐτοῖς ἐδόκουν αἱ τῶν ἱματίων κροκύδες πολλαχόθι καὶ τοῖς τοίχοις ἄχυρα προσκεῖσθαι, πολλάκις δὲ καὶ κάρφη πολλὰ κατὰ τὴν στρωμνὴν ἐπικεῖσθαι καὶ παραπέτασθαι ζῶα μικρὰ πλησίον τῶν ὀφθαλμῶν. ταῦτα μὲν οὖν θηρεύειν ἐπιχειροῦσι περιφέροντες τὰς χεῖρας, ὥς τι ληψόμενοι. τὰ δ’ ἄλλα ἐξέχειν φαινόμενα, τὰ μὲν ἀπὸ τῶν ἱματίων ἀφαιρεῖν ἐπιχειροῦσι, τὰ δ’ ἀποσπᾷν τοῦ τοίχου. χαλεπαὶ δ’ εἰσὶν εἰκότως αἱ ποιοῦσαι τὰ τοιαῦτα συμπτώματα διαθέσεις, ὡς ἂν τοῦ μὲν ὀξέος πυρετοῦ καὶ τῆς περιπνευμονίας καὶ τῆς κεφαλαλγίας διὰ μέγεθος χυμῶν ἐργασαμένων αὐτὰ, τῆς δὲ φρενίτιδος διὰ τὸ κύριον τοῦ πεπονθότος μορίου· ταύτης μὲν γὰρ ὅλον τὸ γένος ὀλέθριον. οἱ πυρετοὶ δὲ καὶ αἱ περιπνευμονίαι καὶ αἱ κεφαλαλγίαι κατὰ τὸ μέγεθος, ὡς εἴρηται.

Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ. ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται.

Ταύτην τὴν ῥῆσιν ὅλην ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας ἐξήγημαι τελεώτατα, διὸ καὶ νῦν ἐρῶ μόνα τὰ κεφάλαια. πνεῦμα μὲν ὀνομάζει κατὰ τόνδε τὸν λόγον ὁ Ἱπποκράτης ὅλην τὴν ἀναπνοήν. φησὶ δὲ πυκνὴν αὐτὴν γινομένην ἐνίοτε μὲν ἄλγημα σημαίνειν, ἐνίοτε δὲ τῶν κατὰ θώρακα μορίων φλόγωσιν, ἅπερ ἐστὶ καρδία τε καὶ πνεύμων ὑπὲρ τὸ διάφραγμα τὴν θέσιν ἔχοντα. φρένας γὰρ καὶ διάφραγμα ἐκάλουν οἱ παλαιοὶ ταὐτό. ἐν μὲν οὖν τοῖς ἀλγήμασιν ἐδείχθη τούτῳ μικρὸν καὶ πυκνὸν γινόμενον τὸ πνεῦμα, κατὰ δὲ τὰς φλογώσεις πυκνὸν καὶ μέγα. ταύτας γὰρ εἰώθασιν ὀνομάζειν φλεγμονάς. τὸ δ’ ἀραιὸν πνεῦμα, τουτέστι τὸ διὰ πολλοῦ, μετὰ μεγέθους μὲν παραφροσύνην σημαίνει, μετὰ δὲ σμικρότητος σβέσιν τῆς ἐμφύτου θερμότητος. ἀλλὰ ταύτην γε τὴν διάθεσιν ἐκ τοῦ συμβεβηκότος ἐδήλωσεν εἰπών· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται. ὅτι δὲ τούτων τῶν δυσπνοιῶν ἐμνημόνευσε μόνον ἐν τῷ προγνωστικῷ τὴν διδασκαλίαν περὶ τῶν ὀξέων νοσημάτων ποιούμενος· ἔτι τε κατὰ τὰ τῶν ἐπιδημιῶν, ὡς περὶ πλειόνων δυσπνοιῶν οὐσῶν ἐποιήσατο τὸν λόγον ἐν τῷ τρίτῳ περὶ δυσπνοίας ἐπιδέδεικται.

Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.

Τὴν κατὰ φύσιν ἀναπνοὴν εὔπνοιαν εἴρηκεν, ἐνδεικνυμένην μήτε θώρακα μήτε καρδίαν καὶ πνεύμονα μήτε τὰς φρένας ὀδυνηρόν τι πάθος ἔχειν, ἀλλὰ μηδὲ τῶν συνημμένων αὐτοῖς μορίων τινά. κινούμενα γὰρ κατὰ τὰς ἀναπνοὰς ὀδυνᾶται καὶ αὐτὰ φλεγμαίνοντά τε καὶ ὁπωσοῦν ἔχοντά τι πάθος ὀδυνηρόν. ἔστι δὲ ταῦτα κοιλία, σπλὴν, ἧπαρ. ὅταν οὖν μήτε τι τούτων πάσχῃ μήτε θερμασίας πλῆθος ᾗ τοσοῦτον, ὡς διακαίεσθαί τε καὶ φλέγεσθαι δοκεῖν, ἀλλὰ μηδὲ τοὐναντίον, ὡς ἤδη σβέννυσθαι τὴν ἔμφυτον θερμότητα, πῶς οὐκ ἄν τις φαίη τὸν κάμνοντα πολλὰς ἐλπίδας ἔχειν σωτηρίας; ἐπί γε τῶν ὀξέων νοσημάτων, ἐφ’ ὧν ἤτοι διὰ τὸ μέγεθος τῶν πυρετῶν ἢ διὰ τὴν ἰδίως ὀνομαζομένην φλεγμονὴν οἱ κίνδυνοι γίνονται. τὰ μέντοι χρόνια καὶ χωρὶς τούτων τῷ καταλύειν τὴν δύναμιν οὐκ ἀκίνδυνα. διὰ τοῦτ’ οὖν ἐξεῖλεν αὐτὰ τοῦ λόγου καὶ περὶ μόνων ἀπεφήνατο τῶν ὀξέων. ὄντων δὲ τούτων διττῶν, ἐπειδὴ τὰ μὲν ἁπλῶς τε καὶ πρώτως ἐστὶν ὀξέα, τὰ δὲ ἐκ μεταπτώσεως τούτων γίνεται, περὶ ἀμφοτέρων ἐδήλωσεν εἰπών. ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ μὲν οὖν σὺν πυρετοῖς προσθεὶς, ἵνα χωρίσῃ ταῦτα σπασμοῦ καὶ τετάνου καὶ χολέρας, ὅσα τ’ ἄλλα χωρὶς πυρετῶν ἐστιν ὀξέα. τὸ δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεσθαι, χάριν τοῦ συγκαταριθμῆσαι τοῖς ἁπλῶς τε καὶ κυρίως λεγομένοις ὀξέσι τὰ ἐκ μεταπτώσεως ὀξέα. γίνεται δὲ ταῦτα κατ’ ἀρχὰς μὲν ὀξέως νοσησάντων, ὕστερον δὲ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ πρὸ αὐτῆς κριθέντων οὐ τελέως, ἀλλ’ ὥστε τι λείψανον τῆς νόσου μέχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκταθῆναι. μετάπτωσις μὲν γὰρ ἐν ταῖς ἐλλιπέσι κρίσεσι γίνεται τῶν ὀξέων νοσημάτων οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ καὶ τῶν χρονίων ἔνια, καὶ μάλιστα εἰς μαρασμὸν καὶ τεταρταῖον ἐμπύημά τε καὶ φθόην καὶ ὕδρωπας. ἀλλ’ ὅ γε Ἱπποκράτης ἐξαίρει τοῦ παρόντος λόγου κἀκεῖνα. μόνοις τοῖς ἁπλῶς ὀξέσιν, ὅσα σὺν πυρετῷ γίνεται καὶ τοῖς ἐκ μεταπτώσεως αὐτῶν εἰς τεσσαρακοστὴν ἡμέραν ἀφικνουμένοις ἄριστον εἶναι σημεῖον ἀποφηνάμενος τὴν εὔπνοιαν, οὔτε δὲ τοῖς ἄνευ πυρετῶν ὀξέσιν ἅπασιν οὔτε τοῖς χρονίοις, ὥστ’ εἶναι τὰ πάντα τρία γένη τῶν νοσημάτων ἐν τῇ κατὰ χρόνον διαφορᾷ, ἓν μὲν τῶν ὀξέων τεσσαρεσκαίδεκα κρινόμενον ἡμέραις, ἀντικειμένων αὐτῷ τῶν χρονίων, ἐπαμφοτερίζον δὲ καὶ οἷον ἐν μεθορίῳ τεταγμένον ἀμφοῖν ἄλλο τρίτον, οὗ πέρας ἐστὶ τῶν κρισίμων ἡμερῶν ἡ τεσσαρακοστή. ταῦτα μὲν οὖν ἐγὼ λέγω τοῖς ἐναργῶς φαινομένοις ἐπὶ τῶν νοσούντων ὁμολογοῦντα, καὶ ὅστις αὐτὰ ἐπ’ ἐκείνων βασανίσει γνώσεται τὴν τῶν πραγμάτων φύσιν οὕτως ἔχουσαν. ὅσοι δὲ καὶ τὸ ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεσθαι τὰ ὀξέα νοσήματα λέγουσιν εἰρῆσθαι τὸν ἀριθμὸν τῶν κρισίμων ἡμερῶν διδάσκοντος ἡμᾶς τοῦ παλαιοῦ, πρὸς τῷ μὴ γινώσκειν ἃ μάλιστα ἐχρῆν αὐτοὺς ἐπίστασθαι καὶ τῶν λέξεων οὐκ ἀκούουσιν. εἰ γὰρ καὶ τὸ τεσσαρεσκαίδεκα ἡμέραις κρίνεσθαι τὰ ὀξέα νοσήματα δηλωτικόν ἐστι τοῦ πλήθους τῶν κρισίμων ἡμερῶν ὁπόσον ἐστὶ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις κρίνεσθαι τὸν ἀριθμὸν δηλώσει τῶν κρισίμων ἡμερῶν. ζητησάτωσαν οὖν,  ὥσπερ ἐν ταῖς τεσσαρεσκαίδεκα ποιοῦσι, τὰς ἕως τῆς τεσσαρακοστῆς, οὕτω καὶ τὰς νῦν εἰρημένας τεσσαράκοντα ποιῆσαι.

Οἱ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσοι ἂν ἐν ἡμέρῃσί τε κρισίμοισι γίνωνται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάξωσιν. ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γινόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. οἳ δ’ ἂν μὴ τουτέων τι ἐξεργάσονται οὐ λυσιτελέες. κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸ πρόσωπον καὶ τὸν αὐχένα. οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηυτέρῳ μῆκος νόσου. καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γινόμενοι τοῖσι περὶ τὴν κεφαλήν. οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γινόμενοι πονηροί. οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες ἀγαθοί. κατανοεῖν δὲ χρὴ τὸ σύνολον τῶν ἱδρώτων. γίνονται γὰρ οἱ μὲν δι’ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ συντονίην φλεγμονῆς.

Ἐπὶ μὲν τῶν ἀρίστων ἱδρώτων δύο γράψας γνωρίσματα τὸ τρίτον παρέλιπεν, ὡς ἐξ ἀνάγκης ἑπόμενον οἷς εἶπεν. ὅσοι γὰρ ἐν ἡμέραις τε κρισίμοις γένωνται καὶ τελείως τῶν πυρετῶν ἀπαλλάξωσι τὸν κάμνοντα, οὗτοι καὶ δι’ ὅλου τοῦ σώματός εἰσιν. ἐν δὲ τοῖς ἀγαθοῖς μὲν, οὐ μὴν ἀρίστοις γε τὸ δι’ ὅλου τοῦ σώματος γενέσθαι καὶ τὸ καθελεῖν τι τῆς νόσου γράψας οὐδὲν ἔτι προσέθηκε περὶ τῶν κρισίμων ἡμερῶν, ὡς ἐξ ἀνάγκης αὖ πάλιν καὶ τούτου συνεπομένου τοῖς ἀγαθοῖς ἱδρῶσι. τρίτη δ’ ἄλλη τάξις ἱδρώτων ἐστὶ μετρίως κακῶν, ὑπὲρ ὧν εἶπεν. οἳ δ’ ἂν μηδὲν τουτέων ἐργάσωνται οὐ λυσιτελέες, τουτέστι τό τε δι’ ὅλου τοῦ σώματος γίνεσθαι καὶ τὸ μὴ τὸν κάμνοντα ποιεῖν εὐπετέστερον φέρειν τὴν νόσον. αὐτῶν δὲ τούτων εὔδηλον ὅτι χείρους μὲν εἰσιν οἱ μηδέτερον τούτων ἐργασάμενοι. μετριώτεροι δὲ οἱ τὸ ἕτερον. αὖθις δὲ πάλιν αὐτῶν τούτων οἱ μὲν εὐπετέστερον φέρειν τὴν νόσον ἐργασάμενοι μετριώτεροι, κἂν μὴ δι’ ὅλου τοῦ σώματος γένωνται. χείρους δ’ οἱ βαρύτερον ἀποδείξαντες τὸ νόσημα κἂν εἰς ὅλον ἐκταθῶσι τὸ σῶμα. τούτοις μὲν οὖν ἅπασιν ὑπάρχει τοῖς ἱδρῶσι θερμοῖς εἶναι καὶ διὰ τοῦτ’ οὐδὲ κατὰ μίαν τῶν τριῶν τάξεων ἐδήλωσεν αὐτὸ, παραλείπειν εἰθισμένος ὅσα τε ἐξ ἀνάγκης ἕπεταί τισι καὶ ὅσα διὰ τῆς τῶν ἐφεξῆς λεγομένων ἀντιθέσεως δηλοῦται. πᾶσι δὲ τοῖς προειρημένοις κατὰ τοῦτον τὸν λόγον ἱδρῶσιν ἀντιτίθησι τοὺς ψυχροὺς εἰπὼν ᾧδε· κάκιστοι δὲ καὶ οἱ ψυχροὶ καὶ σὺν αὐτοῖς κακοὺς εἷναί φησιν ὅσοι περὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα γίνονται κἂν μὴ ψυχροὶ τυγχάνωσιν ὄντες, ἀπειλοῦσι γὰρ οὗτοι συγκοπήν. εἰ δ’ ἅμα τε περὶ ταῦτα γένωνται τὰ μέρη καὶ ψυχροὶ φαίνωνται, χείριστοι πάντων εἰσίν. οὐ γὰρ ἔτι μέλλειν, ἀλλ’ ἄρχεσθαι δηλοῦσιν ἤδη τὴν συγκοπήν. ἐπιδιορίζονται δὲ τῇ σφοδρότητι τοῦ πυρετοῦ, εἰ μὲν γὰρ ὀξεῖς ὑπάρχουσι, θάνατον οἴσουσι πάντως οἵ τε ψυχροὶ, κἂν δι’ ὅλου γίνωνται τοῦ σώματος, οἵ τε περὶ τὸν τράχηλον καὶ κεφαλὴν, εἰ καὶ θερμοὶ τύχοιεν ὄντες. εἰ δὲ καὶ πρᾶος ὁ πυρετὸς εἴη, δυνήσεταί ποτε πέψαι τοὺς μοχθηροὺς χυμοὺς ἡ δύναμις ἐν τῷ χρόνῳ μὴ φθάσασα προαναλωθῆναι τῇ τῶν πυρετῶν ὀξύτητι. περὶ μέντοι τῶν κρισίμων ἡμερῶν οὐκέτι οὐδὲν εἶπεν ἐπὶ τῶν ἄλλων ἱδρώτων, καίτοι γε ἐν τοῖς περὶ τῶν ἀρίστων εἶπεν ἐν ἀρχῇ, διότι τε μέλλει δύναμίν τινα τῶν κρισίμων ἐν τῷ περὶ αὐτῶν λόγῳ διδάσκειν, ἐν αὐτῇ τε τῇ ῥήσει συνενεδείξατο. μία γὰρ αὐτῶν ἐστιν ἡ δύναμις πιστὴν ἐργάσασθαι τὴν κρίσιν, ἄν τε εἰς ἀγαθὸν ἐάν τε εἰς κακὸν τελευτήσῃ. γινώσκειν δὲ χρὴ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως ὑπὸ τῶν περὶ τὸν Διοσκουρίδην γεγραμμένην κατὰ τήνδε τὴν λέξιν· κάκιστοι δ’ οἱ ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸν αὐχένα, οὗτοι γὰρ θάνατον σημαίνουσιν ἢ μῆκος νόσου. δῆλον δ’ ὅτι καὶ ἡ τοιαύτη γραφὴ συντομωτέρα μέν ἐστι τῆς προτέρας, δύναμιν δὲ τὴν αὐτὴν ἔχει καὶ δεήσει προσθεῖναι τὸν ἐξηγητὴν, ὅπερ ἐπὶ τῆς προτέρας ἤδη γέγραπται, σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν δὲ πρηϋτέρῳ μῆκος νόσου. ἐφεξῆς δὲ τούτων γέγραπταί τινα περὶ ἱδρώτων, ἃ οὐκ εἰσὶν ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἃ καλῶς ἄλλοι τέ τινες ἐξεῖλον ὡς οὐχ Ἱπποκράτους καὶ οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδην.

Ὑποχόνδριον δὲ ἄριστον μέν ἐστιν εἰ ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως διακείμενον τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἢ ἀριστερὰ πάλιν πρὸς τὰ δεξιὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή.

Ἑνὶ μὲν λόγῳ βραχυτάτῳ περιλαβὼν ἄν τις εἴποι τὸ τῷ κατὰ φύσιν ὁμοιότατον ὑποχόνδριον ἄριστον εἶναι. κατὰ μέρος δὲ αὐτοῦ διδάσκων ὁ Ἱπποκράτης τὰ γνωρίσματα τὸ μὲν πρῶτον αὐτῶν ἐκ τῶν οὐχ ὑπαρχόντων εἶπεν, ἃ δὴ καλεῖν  ἔθος ἐστὶ τοῖς νεωτέροις ἀποσυμβεβηκότα. τὰ δὲ ἐφεξῆς δύο γνωρίσματα τῶν συμβεβηκότων ἐστὶ τοῖς ὑποχονδρίοις. ἀνώδυνον μὲν οὖν ὑποχόνδριον ἐκ τοῦ μὴ συμβεβηκότος αὐτῷ λέλεκται, μαλθακὸν δὲ καὶ ὁμαλὸν ἐξ ὑπαρχόντων τινῶν. ἀλλὰ τὸ μὲν μαλθακὸν ἐκ τοῦ συμμέτρου τῆς ἀντιβάσεως γνωρίζεται· τὸ γὰρ ἀντικείμενον αὐτῷ τὸ σφοδρῶς ἀντιβαῖνον σκληρόν ἐστι· τὸ δ’ ὁμαλὸν οὐ κατὰ μίαν μόνην τήνδε νοεῖται τὴν ποιότητα. δύναται γὰρ ὁμοίως μὲν εἶναι μαλθακὸν ἅπαν, ἤτοι δὲ κατὰ τὶ μὲν ἀνώδυνον ὑπάρχειν, κατὰ τὶ δὲ ὀδυνώμενον, ἢ τὸ μὲν ἑαυτοῦ θερμότερον εἶναι, τὸ δὲ ψυχρότερον, ἢ τὸ μὲν ὑψηλότερον, τὸ δὲ ταπεινότερον. ὅθεν ἀντιτιθεὶς τῷ ἀρίστῳ καὶ ὁμαλῷ τὰ τοῦ χειρίστου καὶ ἀνωμάλου γνωρίσματά φησι, φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως διακείμενον τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἢ ἀριστερὰ πρὸς τὰ δεξιά. τὸ μὲν φλεγμαῖνον εἶπε καθ’ ὅλου τοῦ ὑποχονδρίου. σημαίνει δὲ δηλονότι τοῦτο τὸ ῥῆμα τὸ φλεγμαίνειν, ὡς εἰ καὶ διακαίεσθαι καὶ φλέγεσθαι καὶ πυροῦσθαι λέγοιτο. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ τὴν ὀδύνην παρέχον ἐφ’ ὅλου λέγεται τοῦ ὑποχονδρίου, καθάπερ γε καὶ τὸ τεταμένον, ἐφ’ ὅλου γὰρ εἴρηται καὶ τοῦτο. τὸ ἀνωμάλως διακείμενον, ὅταν μὴ πᾶν ἔχῃ τὸ ὑποχόνδριον τὴν αὐτὴν διάθεσιν ἢ κατὰ θερμασίαν ἢ κατὰ ψύξιν ἢ κατ’ ὀδύνην τε καὶ ἀνωδυνίαν ἢ κατ’ ἰσχνότητα καὶ χαλαρότητα καὶ τάσιν. γίνεται γάρ ποτε τάσις ὑποχονδρίου χωρὶς τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς ἤτοι διὰ ξηρότητά τινα σφοδρὰν οὐ μόνον τῶν κατ’ αὐτὸ μορίων, ἀλλὰ καὶ τῶν κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τὰς φρένας, ἢ διὰ τὰς μετ’ ὄγκου φλεγμονὰς αὐτῶν τῶν κατὰ τὸ ὑποχόνδριον μυῶν, ἔξω τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς καθεστώσης, ἥτις ἐστὶν ὄγκος ὀδυνηρός.

Ἢν δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει ἢ παραφροσύνην, ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς.

Εὑρίσκεται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ σφυγμὸς, ἀλλὰ παλμὸς γεγραμμένος. ἐμάθομεν δὲ ὅτι τὸ σύμπτωμα τοῦτο διὰ πνεῦμα γίνεται φυσῶδες, ἀλλ’ ἐν τοῖς πλείστοις γέγραπται σφυγμός. ἤτοι γε ὡς συνὼν ταῖς μεγάλαις φλεγμοναῖς ἢ καὶ τῆς κατὰ ῥάχιν ἀρτηρίας τῆς μεγάλης ἡ αἰσθητὴ κίνησις τῷ κάμνοντι, ὥς που κἀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν ὁ ἀνήρ· ὅταν ἡ φλέψ ἡ κατ’ ἀγκῶνα σφύζῃ, μανικὸς καὶ ὀξύθυμος. εὔδηλος γάρ ἐστι κἀνταῦθα τὸ σφύζειν ἐπὶ τῆς μεγάλης οὕτω καὶ σφοδρᾶς κινήσεως τῶν ἀρτηριῶν ἐπιφέρων, ὡς καὶ πρὸ τοῦ τὴν ἁφὴν ἐπιβάλλειν αὐταῖς αἰσθητὴν εἶναι τὴν κίνησιν, ἐνίοτε μὲν αὐτῷ τῷ πάσχοντι μόνῳ, ἐνίοτε δὲ καὶ τοῖς ἔξωθεν ὁρῶσιν. ὅ τι δ’ ἂν ᾖ τούτων τῶν συμπτωμάτων οὐκ ἀγαθόν ἐστι σημεῖον. καὶ γὰρ ἡ μεγάλη ἀρτηρία τῶν κυριωτάτων μορίων ὑπάρχει καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, ὥσπερ γε καὶ τὸ διάφραγμα. πάντως δὲ τούτων ἕν ἐστί τι τὸ πάσχον, εἴτε παλμὸς εἴη γεγραμμένος εἴτε σφυγμός. ἀλλὰ τὸ μὲν διάφραγμα παραφροσύνην ἑτοιμοτάτην φέρει, διόπερ καὶ προσαγορεύεσθαί φησιν αὐτὸ φρένας ὑπὸ τῶν παλαιῶν, οὐχ ἥκιστα δὲ καὶ τὸ στόμα τῆς γαστρὸς, ὅταν μεγάλως φλεγμαίνῃ. τὰ δ’ ἄλλα μόρια τὰ τῇδε πάσχοντά τι τῶν εἰρημένων παθημάτων ἐν ἐπικινδύνῳ γίνεται διαθέσει. διὸ καὶ Ἱπποκράτης εἰκότως ἤτοι θόρυβον ἔφη σημαίνεσθαι πρὸς τοῦ συμπτώματος ἢ παραφροσύνην· θόρυβον μὲν ἑνὶ κοινῷ συμβεβηκότι πασῶν τῶν κινδυνωδῶν διαθέσεων, ἐφ’ αἷς οὐ τοῖς κάμνουσι μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς θορυβεῖσθαι συμβαίνει. παραφροσύνην δὲ διά τε τὸ διάφραγμα καὶ τὸ τῆς γαστρὸς στόμα. περὶ μέντοι τῶν καθ’ ὑποχόνδριον μυῶν ἐπισκεπτέον ἐστὶν, οὔτε γὰρ παραφροσύνην ἐξ ἀνάγκης οὕτε κίνδυνον ἐπιφέρουσιν οὗτοι σφύζοντες ἢ παλλόμενοι. μήτε οὖν ἰδιώτερον ἀκοῦσαι χρὴ τοῦ ἐνείη ῥήματος ἐν τῇ λέξει, καθ’ ἣν εἶπεν ὁ Ἱπποκράτης, εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, τὸν ἐν τῷ βάθει τοῦ ὑποχονδρίου γινόμενον παλμὸν ἢ σφυγμὸν ἐκ τῆς ἐνείη φωνῆς ἐνδείξασθαι βουληθέντος αὑτοῦ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. ἐπειδὴ θόρυβον ἢ παραφροσύνην ὑπὸ τοῦ συμπτώματος ἔφη δηλοῦσθαι, διορίζεται νῦν καὶ διδάσκει πηνίκα μὲν παραφροσύνη, πηνίκα δὲ θόρυβος ἔσται μόνον. ὁ διορισμὸς δ’ ἀπὸ τῆς τῶν ὀφθαλμῶν κινήσεως, οὓς οὐ νῦν μόνον, ἀλλὰ κἀπὶ τοῖς ἄλλοις ἅπασι νοσήμασιν, ἐφ’ ὧν ὑποπτεύεις ἔσεσθαι παραφροσύνην, ἀκριβῶς ἐπισκέπτου. τὸ γὰρ ἀστήρικτον αὐτῶν ἐκείνης ἐστὶ δηλωτικόν. ἐνταῦθα δὲ οὐχ ἁπλῶς ἔφη παραφρονῆσαι τὸν ἄνθρωπον, ἀλλὰ μανήσεσθαι σφοδράν τινα παραφροσύνην ἐπὶ τῶν εἰρημένων σημείων γενήσεσθαι δηλῶν. ὅτι δὲ ἡ πυκνὴ κίνησις τῶν ὀφθαλμῶν τὴν ὑποψίαν τῆς παραφροσύνης βεβαιοῖ δῆλον οἶμαί σοι κἀκ τῶν ἤδη λεγομένων ἐπινοεῖν, ἡνίκα τοὺς περὶ τοὺς ὀφθαλμοὺς μύας ἐλέγομεν αἰσθάνεσθαι πρώτως τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν. αὐτὸς δὲ ὁ ἐγκέφαλος ἐπὶ διαφράγματι καὶ στόματι κοιλίας πάσχει, καθότι  κἀπὶ τοῖς ἄλλοις τοῖς νευρώδεσι. ἐξ ἐκείνου γὰρ ἁπάντων τῶν νεύρων πεφυκότων, ὅσα μόρια πλείστων αὐτῶν ἢ μεγίστων μετέχει, ταῦτα εἰκότως εἰς συμπάθειαν ἄγει τὴν ἑαυτῶν ἀρχήν.

Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πᾶν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’ ἀριστερά.

Οἴδημα μὲν οὗν εἴωθε καλεῖν τὸν παρὰ φύσιν ὄγκον ἅπαντα τῶν νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτως ὀνομαζόντων ὄγκον, ὃς ἐν τῷ πιέζειν ἀνώδυνός τε καὶ μαλακὸς ᾖ. ἣν δὲ πάλιν ἰδίως ὀνομάζουσι φλεγμονὴν οἱ νεώτεροι, ταύτην Ἱπποκράτης συνθέτῳ λέξει σκληρὸν καὶ ἐπώδυνον οἴδημα καλεῖ. τὸ γὰρ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως ἔλεγεν. εὔδηλον δ’ ὅτι ἡ τοιαύτη διάθεσις ἐν ὑποχονδρίῳ γινομένη χείρων μέν ἐστιν ἐν τοῖς δεξιοῖς διὰ τὸ ἧπαρ, ἐπιεικεστέρα δὲ ἡ ἐν τοῖς ἀριστεροῖς διὰ τὸν σπλῆνα, χειρίστη δὲ ἡ ἐν ἀμφοτέροις ἅμα γινομένη.

Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι.

Τὰ εἰρημένα καθ’ ὑποχόνδριον οἰδήματα σκληρὰ καὶ ἐπώδυνα, τὰ πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως ὀνομαζόμενα φλεγμονὰς κίνδυνόν φησι σημαίνειν θανάτου ταχέως ἐσομένου. τοῦτο δὲ, ἐὰν μὴ καὶ τῶν ἔνδον τι συνεπεπόνθοι, ψεῦδός ἐστι. τὰ δ’ ἔνδον ἴσμεν ὅτι τό θ’ ἧπάρ ἐστι καὶ ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὸ περιτόναιον, ὡς οἵ γε μύες οἱ καθ’ ὑποχόνδριον φλεγμήναντες οὐχ ἱκανοὶ θάνατον ἐπενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ σπανίως ἤτοι διὰ μέγεθος ὑπερβαλλούσης φλεγμονῆς ἢ δι’ ἀῤῥωστίαν δυνάμεως ἢ καὶ τῶν ἰατρῶν κακῶς θεραπευόντων ἢ τοῦ κάμνοντος ἁμαρτάνοντος. συγκεχυμένως οὖν καὶ ἀδιορίστως ταύτην τὴν ῥῆσιν ἔγραψεν.

Ἤν δὲ ὑπερβάλλῃ εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται.

Ἄπαντες οἱ παρὰ φύσιν ὄγκοι διαφορουμένων τῶν ἐργαζομένων αὐτοὺς χυμῶν θεραπεύονται καὶ καθίστανται. πρόδηλον οὖν ὡς ἐπειδὰν μὴ καθιστῶνται, διαμένουσιν οἱ χυμοὶ καὶ πάντως ἐν τῷ χρόνῳ μεταβολή τις ἔσται αὐτῶν κατὰ ποιότητα, ποτὲ μὲν ἐπὶ τὸ σηπεδονῶδες, ὅταν ὡς ἐν νεκρῷ σώματι μηδὲν εἰς τὴν πέψιν αὐτῶν ἡ φύσις ὑπ’ ἀῤῥωστίας ἐνεργῇ, ποτὲ δὲ ἐκείνης ἰσχυούσης εἰς πῦον ἡ μεταβολὴ γίνεται. δεόντως οὖν εἶπεν ὁ Ἱπποκράτης, ἐὰν μήτε καθίστηται τὰ φλεγμαίνοντα καὶ ὁ πυρετὸς ἔχῃ αὐτὰ, εἰς διαπύησιν τρέπεται. παυσαμένου γὰρ τοῦ πυρετοῦ, σκοπεῖσθαι χρὴ μή τις σκιῤῥώδης φλεγμονὴ γίνηται. πολλάκις γὰρ εἴωθεν οὕτω συμβαίνειν, ὅταν τῶν ἐργασαμένων αὐτὴν χυμῶν τὸ μὲν λεπτομερέστερον διαπνευσθῇ, τὸ δὲ παχὺ ἔτι καὶ γλίσχρον ἐν αὐταῖς ἐμπλασθῇ ταῖς κατὰ λεπτὸν εὐρυχωρίαις τῶν οὕτω παθόντων σωμάτων. διὰ τί δὲ τὴν εἰκοστὴν ἡμέραν ὅρον ἔθετο τῆς τῶν τοιούτων ἀποστημάτων ἐκπυήσεως ἐν τῷ περὶ τῶν κρισίμων ἡμερῶν ἐροῦμεν λόγῳ κατὰ τὸ δεύτερον ὑπόμνημα.

Γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν καὶ κάρτα ὠφελέει, ἀλλ’ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν, ἢν γάρ τι τουτέων εἴη, ἐνταῦθα ἂν ῥέποι.

Ὅτι τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν ἀδιορίστως ἐμνημόνευσε καὶ διὰ τῆσδε τῆς ῥήσεως φαίνεται διοριζόμενος αὐτός. αἱμοῤῥαγίας τε γὰρ ἐπ’ αὐτῶν γίνεσθαί φησιν ἐκ ῥινῶν, ὠφελεῖσθαί τε πάνυ πρὸς αὐτῶν, ὅπερ ἐπὶ τῶν καθ’ ἧπάρ τε καὶ σπλῆνα φλεγμονῶν συμβαίνει μάλιστα, περὶ ὧν ἀλλαχοῦ καὶ τὸ κατ’ ἴξιν αἱμοῤῥαγεῖν ἐπαινεῖ καὶ τὸ ἀνάπαλιν δὲ μέμφεται διδάσκων αὐτὸς, τί δή ποτε λέγει τὸ ἀνάπαλιν, οἷον τὸ ἐπὶ σπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ μυκτῆρος ῥέειν. αἱμοῤῥαγίας ἐν τῇ πρώτῃ περιόδῳ γίνεσθαί φησι, τῶν κρισίμων ἡμερῶν δηλονότι, καὶ γέγραπται διττῶς ἡ λέξις, ἑνικῶς τε καὶ πληθυντικῶς· ἑνικῶς μὲν ἐν τῇ πρώτῃ περιόδῳ, πληθυντικῶς δὲ ἐν τῇσι πρώτῃσι περιόδοισιν. εἰ μὲν οὖν ἑνικῶς εἴη γεγραμμένον, ἑβδομαδικὴν ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶς, ἐγχωρεῖ μὲν καὶ τὴν ἑβδομαδικήν. ἐνίοις γὰρ αἱμοῤῥαγία κατὰ τὴν δευτέραν ἑβδομάδα γίνεται, μᾶλλον δ’ ἀκουστέον ἐστὶ τὰς κατὰ τετράδα περιόδους ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖστοι μὲν γὰρ αἱμοῤῥαγοῦσιν ἐν ταῖς πρώταις ἡμέραις ἑπτὰ, κατὰ δὲ τὴν ἐνάτην καὶ ἑνδεκάτην ὀλίγοι. σπανιώτατοι δὲ οἱ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ. τῆς δ’ ἄνω ῥοπῆς τῶν χυμῶν, ἐφ’ ᾖ  τὰς αἱμοῤῥαγίας γίνεσθαι συμβαίνει, προστίθησι σημεῖα τό τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττειν. ἀλλ’ ἐν τοῖς ἑξῆς τελεώτερον ὑπὲρ αὐτῶν διεξέρχεται, καθ’ ὃν τόπον καὶ ἡμεῖς ὅλον ἐξεργασόμεθα τὸν περὶ αἱμοῤῥαγίας λόγον.

Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων τὴν τοῦ αἵματος ῥῆξιν χρὴ προσδέχεσθαι, τοῖς δὲ γεραιοτέροις τὴν ἐκπύησιν.

Τὸν ἀπὸ τῆς ἡλικίας διορισμὸν εἰς τὴν τῆς αἱμοῤῥαγίας πρόγνωσιν διδάσκει· μᾶλλον γὰρ ἐλπίζειν ἔσεσθαι χρὴ τὴν αἱμοῤῥαγίαν ἐπὶ τῶν νεωτέρων πέντε καὶ τριάκοντα ἐτέων, ἐν ταύτῃ τε γὰρ αἷμά τε πλεῖστόν ἐστι καὶ ἡ δύναμις ἰσχυροτάτη καὶ ἡ θερμασία δαψιλής.

Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα καὶ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται καὶ ἧσσον ἐκείνων δεινότερά ἐστι.

Ταῦτά ἐστιν ἃ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν οἰδήματα, περὶ ὧν ἐνίοτε μὲν ἀρκοῦνται λέγοντες οἱ παλαιοὶ, τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων, ἐνίοτε δὲ καὶ τὰ ἀνώδυνα προστιθέασιν. ὁπότε γε μὴν αὐτὸ παραλίποιεν, ὡς συνεκφαινόμενον τοῖς μαλθακοῖς ὑπερβαίνουσιν, ἀνώδυνα γάρ ἐστι τὰ μαλθακά. νῦν δ’ ὁ Ἱπποκράτης οὐ τοῦτο προσέθηκε μόνον, ἀλλὰ καὶ τὰ ὑπείκοντα καὶ αὐτὸ περιέχεσθαι δοκοῦν ἐν τῷ μαλθακά. πλὴν εἰ τὰ βοθρούμενα κατὰ τὴν πίεσιν ἐνδείκνυται νῦν, ὅπερ οὐχ ἁπλῶς ἅπασι συμβέβηκε τοῖς εἴκουσι, γίνεται δὲ ταῦτα τοῦ δέρματος οἰδισκομένου. διότι δέ ἐστι φλεγματικὰ πάντα τὰ τοιαῦτα, διὰ τοῦτο καὶ χρονίζει καὶ ἧττον ἐπιφέρει κινδύνους. χρονίζει μὲν οὖν ὅτι ψυχρότερα, θερμῷ γὰρ αἱ πέψεις γίνονται. ἧττον δέ ἐστι κινδυνώδη, διότι καὶ ἀνώδυνα. καταλύουσι γὰρ αἱ ὀδύναι τὴν δύναμιν.

Ἢν δὲ ὑπερβάλλοι τὰς ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει καὶ τοῦτο καὶ τῷ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ ὠυτό.

Ἔμπροσθεν μὲν ἐπὶ τῶν φλεγμονωδῶν οἰδημάτων ὡς ἂν θερμοτέρων ὄντων, εἰ μήθ’ ὁ πυρετὸς παύοιτο μετὰ τὴν εἰκοστὴν ἡμέραν, ἔφη τὰς ἐκπυήσεις ἔσεσθαι· νυνὶ δὲ περὶ τῶν ψυχροτέρων τὴν ἑξηκοστὴν ὅρον τίθεται τῆς ἐκπυήσεως. εἴη δ’ ἂν καὶ ἕτερά τινα μεταξὺ τούτων, τὴν τεσσαρακοστὴν ἡμέραν ὅρον ἔχοντα. τόν γε μὴν σύμπαντα λόγον ὑπὲρ τῶν τοιούτων ἁπάντων εἰς τὸν περὶ τῶν κρισίμων ἡμερῶν τόπον ἀνεβαλλόμην, οὐ μόνον δὲ τὰ καθ’ ὑποχόνδριον οἰδήματα χρονίζοντα διαπυήσειν φησὶν, ἀλλὰ καὶ τὰ κατὰ τὴν ἄλλην κοιλίαν, ὡς καὶ τῶν ὑποχονδρίων κατά τι σημαινόμενον ἐκ τῶν τῆς κοιλίας μερῶν ὄντων.

Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ οἰδήματα καὶ μεγάλα σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι. ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων.

Πλεῖον οὐδὲν ἐν τῇδε τῇ ῥήσει διδάσκει τῶν προειρημένων, πλὴν ὅτι προσέθηκε τοῖς ἐπωδύνοις τε καὶ σκληροῖς οἰδήμασι τὸ μέγεθος. ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμεν, ἡνίκα ἐλέγομεν οὐδὲν ἔχειν κινδυνῶδες τὰς τῶν ἐν ὑποχονδρίῳ φλεγμονὰς μυῶν, εἰ μή τι πάνυ σφόδρα μεγάλαι γενηθεῖεν.

Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἀποπύησιν τρέπεται.

Τῶν μὴ διαφορηθέντων οἰδημάτων ἐκπυήσεις οὐ μόνον θᾶσσον, ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον, ὅτι θερμότερόν ἐστι τὸ χωρίον. ὅσα δ’ ἂν ἀποχωρῇ τοῦδε πρὸς τὰ κάτω καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ διὰ τοῦτο τὸ κάτω τοῦ ὀμφαλοῦ σπανίως ἐκπυΐσκεται.

Αἵματος δὲ ῥῆξιν μάλιστα τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή.

Ἐν ἐνίοις μὲν ἀντιγράφοις ἡ ῥῆσις γέγραπται μετὰ τοῦ καὶ συνδέσμου. συνεπιδείκνυται δὲ τὴν ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίαν οὐ μόνον ἐπὶ τοῖς ὑποχονδρίοις, ἀλλὰ  καὶ τοῖς κατωτέρω γενέσθαι. ἐνίοις δ’ ἄνευ τοῦ καί συνδέσμου. ἐνδείκνυται μὲν καὶ τούτοις, ἀλλ’ ἧττον. ἀλλ’ ἐνίοις μὲν χωρὶς τοῦ μάλιστα κατὰ τοιάνδε λέξιν· αἵματος δὲ ῥῆξιν τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή. τὰ κάτωθεν ἐκείνων οὐ βούλεται φέρειν αἱμοῤῥαγίας. ἔστι δὲ τὸ ἀληθὲς ἐπὶ μὲν τῶν κατὰ τὸν ὀμφαλὸν γίνεσθαι τὰς αἱμοῤῥαγίας, αὐτῶν δὲ τούτων ἐπὶ μὲν τοῖς ἄνω μᾶλλον, ἐπὶ δὲ τοῖς ἀνωτάτω μάλιστα. λεχθήσεται δὲ καὶ περὶ αἱμοῤῥαγίας αὐτῷ κἀπὶ τῶν ἑξῆς, ἡνίκα καὶ ἡμεῖς ἀναλαβόντες ὅλον τὸν λόγον ἐροῦμεν τελεώτερον.

Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων τῶν περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας.

Ἑνὶ κεφαλαίῳ περιλαβὼν εἴρηκεν ἃ καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε κατὰ μέρος, ὥστε οὐδὲν δεῖν νεωτέρας ἐξηγήσεως τῇ ῥήσει.

Τὰ δὲ διαπυήματα ὧδε χρὴ σκέπτεσθαι τὰ ἐντεῦθεν. ὁκόσα μὲν ἔξω τρέπεται ἄριστά ἐστιν, μικρά τε ἐόντα καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω καὶ ἐς ὀξὺ ἀποκυρτούμενα. τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα κάκιστα.

Ὅτι μὲν οὖν ὅταν ἀθρόον τὸ πῦον συστῇ, πεττομένου τινὸς ὄγκου τῶν παρὰ φύσιν ἐμπυήματά τε καὶ διαπυήματα καλεῖ τὸ τοιοῦτον σύμπτωμα, πρόδηλόν σοι γενήσεται, πάντα τοῦτον ἀναγνόντι τὸν λόγον αὐτοῦ, καθ’ ὃν περὶ τῶν ἐν ὑποχονδρίοις οἰδημάτων ἐποιήσατο τὴν διδασκαλίαν. ἀθροίζεται δὲ τὸ καθ’ αὑτὸ πῦον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολλάκις δὲ τῷ βάθει κατὰ διττὴν αἰτίαν· ἢ τῷ τὸ διαπυῆσαν μόριον ἐντὸς τοῦ περιτοναίου τὴν διάθεσιν ἔχειν ἢ τῷ κἂν μῦς ὁ πεπονθὼς ᾖ, τὸ πῦον ὑπό τι τῶν ἀμφιεσμάτων αὐτοῦ καταλαμβάνεσθαι, μὴ φθάσαν εἰς τὴν ἐκτὸς χώραν ἀφικέσθαι διὰ γλισχρότητα ἢ πάχος ἢ τὴν τοῦ περιέχοντος χιτῶνος πυκνότητα. σπεύδει μὲν γὰρ ἡ φύσις ἐκκρῖναι τὸ πῦον ἀπωσαμένη τῶν πεπονθότων σωμάτων· καὶ τυγχάνει τούτου πολλάκις, ὅταν εὐτυχήσῃ πόρων ἐπιτηδείων εἰς ἔκκρισιν, οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε τούτων ἐπιτυγχάνουσα συνωθεῖ τὸ πῦον εἰς τὰς παρακειμένας χώρας, καὶ ὅταν μικραὶ τυγχάνωσιν οὖσαι, ὑποδέρει τὸ περιέχον αὐτὰς σκέπασμα, τὴν ὑπ’ αὐτὸ χώραν εὐρύνουσα. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυησάντων ἐπιεικέστερά ἐστι τὰ τὴν ῥοπὴν ἔξω καὶ οὐκ ἔσω ποιησάμενα καὶ τούτων αὐτῶν ὅσα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰς τὸ πλάτος ἐκτεινόμενα· συνεσταλμένα δὲ, ὅταν πρός τινα κορυφὴν ἀνατείνηται κωνοειδῆ τῷ σχήματι γινόμενα. ταῦτα δὲ ἅμα μὲν ἐνδείκνυται ῥώμην τῆς ὠθούσης ἔξω τὸ πῦον δυνάμεως, ἅμα δὲ οὐ πολὺ διαφθείρει μέρος ὧν διαβιβρώσκει σωμάτων. εἴτε δ’ εἰς ὀξὺ ἀποκυρτούμενα εἴτ’ εἰς ὀξὺ ἀποκορυφούμενα γεγραμμένον εἴη, δῆλον ὅτι μία κατ’ ἀμφοτέρας τὰς λέξεις ἐστὶ καὶ ἡ αὐτὴ διάνοια.

Ὁκόσα δὲ εἴσω ῥήγνυται ἄριστά ἐστιν ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλ’ ἔστι προσεσταλμένα καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται.

Οὐχ ἁπλῶς ἐστιν ἄριστα τὰ τοιαῦτα τῶν ἐμπυημάτων, ἀλλὰ τῶν εἴσω ῥηγνυμένων ἄριστα, ἐπεί τοι χείρω ταῦτά ἐστι τῶν ἐκτὸς ῥηγνυμένων. αὕτη τε γὰρ ἡ ῥῆξις εἰς πολλῷ κυριώτερα μέρη γίνεται τοῦ καθ’ ὑποχόνδριον δέρματος, ἔτι τε φάρμακον οὐχ ὁμοίως ἐπιθεῖναι δυνάμεθα θεραπευτικὸν, ὅταν εἴσω συῤῥαγῶσιν, ἥ τ’ ἔκκρισις τοῦ πύου διὰ τῶν ἐντέρων γινομένη δάκνει καὶ ξύει ταῦτα καὶ δυσεντερίαν ἐργάζεται καὶ εἴ ποτε κατὰ τὴν νῆστιν ἢ τὰ λεπτὰ τῶν ἐντέρων γένοιτο, τῇ τῆς τροφῆς ἀναδόσει λυμαίνεται, κατὰ δὲ τὴν γαστέρα καὶ τῇ πέψει. πρόδηλον οὖν ὡς χείριστα πάντων ἐστὶν ὅσα πρὸς ἀμφοτέρους ἐῤῥάγη τοὺς τόπους, ἔσω τε καὶ ἔξω· διπλασιάζεται γὰρ οὕτω τὸ κακόν. ἕδραν τε γὰρ καὶ οἷον ἀρχὴν ἀναθρέψεως οὐδεμίαν ἡ φύσις ἔχει τότε τοῦ περιποιήσασθαι τοῖς ἐῤῥωγόσιν, οὐδ’ οἷον ἐπ’ ἐδάφει τινὶ, βέβαια θεμέλια βάλλεσθαι τῆς σαρκώσεως.

Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες, τὸ δὲ ἐναντιώτατον τουτέου κάκιστον.

Ὅτι μὲν ὡς ἥκιστα δυσῶδες εἶναι προσήκει τὸ πῦον ἄντικρυς δῆλον. ἡ γὰρ ὑπερβάλλουσα δυσωδία σήψεώς ἐστιν, οὐ πέψεως σημεῖον. ὅτι δὲ καὶ λευκὸν, ἐὰν μὲν τὴν γένεσιν αὐτοῦ μάθοις, ἐπιστήσει σε ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἑτέρωθι. ἅπαντα γὰρ ἐν ἅπασιν ἀποδεικνύειν ἀδολεσχίας ἐστὶ μᾶλλον ἢ διδασκαλίας ἴδιον. ἔστι δὲ τὰ  δι’ ἑτέρων πραγματειῶν ἀποδεδειγμένα ταυτί. κατὰ μὲν γὰρ τὴν περὶ τῶν φυσικῶν δυνάμεων βίβλον, ὅτι μία τίς ἐστιν αὐτῶν καὶ ἀλλοιωτικὴ δύναμις, ἥτις καὶ τὴν ἐν γαστρὶ καὶ τὴν ἐν ἥπατι ἐργάζεται πέψιν, μεταβαλλομένης τῆς τροφῆς, ἐν ἥπατι μὲν εἰς αἷμα, κατὰ δὲ τὴν κοιλίαν εἰς ἐπιτήδειον αἵματι χυμὸν, ὅτι τε τῶν τοῦ ζώου μορίων ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν ἄγει τὸν αὐτῷ πλησιάζοντα χυμόν. ἡ γὰρ ἐσχάτη πέψις ἐν τῷ προστίθεσθαί τε καὶ ἐξομοιοῦσθαι τὸ τρέφον τῷ τρεφομένῳ γίνεται. δῆλον οὖν ὅτι προπαρασκευάζεται χρόνῳ πλείονι πρὸς ταύτην τὴν ὁμοίωσιν. ἐλέχθη δὲ καὶ ἐν τοῖς περὶ σπέρματος ὡς ἐν τοῖς τῶν ἀγγείων χιτῶσιν, ὑφ’ ὧν οἱ ὄρχεις τρέφονται, πολλάκις φαίνεται ἐναργῶς προμεταβεβλημένον ἤδη τὸ αἷμα πρὸς τὴν τοῦ σπέρματος γένεσιν. οὐ γὰρ οὐδ’ αὐτοὺς τῶν ἀγγείων τοὺς χιτῶνας εἰκὸς ὑπ’ ἄλλου τινὸς τρέφεσθαι καὶ καλοῦσιν ἔνιοι τῶν ἰατρῶν τοιαύτην ὑγρότητα θορώδη. διὸ καὶ τὸ σπέρμα αὐτὸ θορὸν ὀνομάζουσι καὶ μάλιστα ὅσοι τὴν δύναμιν αὐτοῦ σπέρμα καλοῦσιν, οὐ τὴν σωματικὴν οὐσίαν. ἀλλὰ μὴν καὶ ὅτι τὰς φλεγμονὰς ἐργάζεται τὸ κατασκῆψαν αἷμα τοῖς φλεγμήνασι μορίοις, ὡς ἐν ἀρχῇ μὲν αὐτὰ μόνα τὰ ἀγγεῖα πληρῶσαί τε καὶ διατεῖναι· μετὰ ταῦτα δὲ καὶ τὰς παρακειμένας αὐτοῖς κενὰς χώρας, πολλὰς καὶ μικρὰς οὔσας καθ’ ἕκαστον μόριον, ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων δέδεικται. λέλεκται δὲ κἀν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας. τοῦτο γοῦν τὸ αἷμα κατὰ μικρὰ μόρια παρεσπαρμένον τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἂν ἔξω τῶν ἰδίων ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰς τὴν ἀρχαίαν φύσιν οὐκέτι δύναται. μεταβάλλεται δὲ καὶ σήπεται, καθότι καὶ πάνθ’ ὅσα θερμαίνεται σφοδρότερον ἐν ἀλλοτρίῳ χωρίῳ. ἐὰν μὲν οὖν ἐπὶ πλεῖστον ᾖ ἐξεστηκὸς τῆς οἰκείας εὐκρασίας τὸ ἔμφυτον θερμὸν, ὡς ἐν ἀψύχῳ σώματι σήπεται τὸ αἷμα. διασώζοντος δ’ αὐτοῦ τινα δύναμιν, ἐπίμικτός τις αὐτοῦ ἡ μεταβολὴ πρός τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς κατὰ φύσιν ἀποτελεῖται. σηπούσης μὲν τῆς παρὰ φύσιν αἰτίας, πεττούσης δὲ τῆς κατὰ φύσιν. ὁποτέρα δ’ αὐτῶν μᾶλλον κρατήσει, κατ’ ἐκείνην αὐτὴν ἐξ ἀνάγκης καὶ τὰ γνωρίσματα προσέρχεται, τά τε τῆς χρόας καὶ ὀδμῆς καὶ συστάσεως. ἐκ δὲ τούτων, ὡς ἔφην, ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀκόλουθόν ἐστι συλλογίσασθαι τὸ καλῶς μεταβεβλημένον εἰς πῦον αἷμα. πρῶτον μὲν μὴ σεσῆφθαι, μᾶλλον δὲ πεπέφθαι, δεύτερον δὲ συνεμφαίνεσθαι μέν τι τῆς παρὰ φύσιν ἐν αὐτῷ σηπεδόνος, ὀλίγον δ’ εἶναι τοῦτο καὶ, καθάπερ Ἱπποκράτης εἶπεν, ὡς ἥκιστα δυσῶδες. τὸ γὰρ ὡς ἥκιστα ταὐτὸν σημαίνει τῷ ὡς ἐλάχιστα· πρὸς τούτοις δηλονότι καὶ τὴν χρόαν αὐτοῦ παραπλησίαν εἰκός ἐστι γίνεσθαι τῷ σπέρματι, λευκὴν μὲν, οὐ μὴν ἀκριβῶς γε τοιαύτην ὁποία τῆς χιόνος ἐστίν. εἰς γὰρ τὴν τῶν στερεῶν σωμάτων ἄγεται χρόαν ὑπὸ τῆς φύσεως ἀκριβῶς μὲν τὸ σπέρμα, μετρίως δὲ τὸ πῦον, ἐπειδὴ τῷ μὲν σπέρματι τῆς παρὰ φύσιν αἰτίας οὐδὲν μέμικται, τῷ πύῳ δ’ οὐκ ἀεὶ μὲν ἴσον, ὡς ἐῤῥέθη, μέμικται δ’ οὖν τι πάντως, ἔξω τῶν οἰκείων ὀργάνων γενομένου τοῦ αἵματος. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ λευκὸν γίνεσθαι τὸ σπέρμα καὶ τὸ πῦον. ὁμοιοῦται γάρ πως τοῖς στερεοῖς σώμασι καὶ τὸ πῦον, ἅπερ ἐστὶν οἵ τε τῶν ἀγγείων χιτῶνες καὶ τὰ νεῦρα καὶ οἱ σύνδεσμοι καὶ οἱ ὑμένες, οἵ τε χόνδροι καὶ τὰ ὀστᾶ. ἡ δ’ αὐτὴ καὶ τοῦ τὸ ὑφιστάμενον ἐν τοῖς οὔροις λευκὸν ὑπάρχειν αἰτία. καὶ γὰρ καὶ τοῦτο τῷ πύῳ τὴν γένεσιν ἀνάλογον ἔχει, μεταξὺ τεταγμένην ἐκείνου τε καὶ τῶν κατὰ φύσιν χυμῶν. ὅσον γὰρ τῆς τροφῆς ἐν τῇ τοῦ αἵματος γενέσει τὴν ἀπὸ τῆς φύσεως ἐνέργειαν ἐξέφυγε, τοῖς οὔροις ὑφίσταται, οὔθ’ ὡς τὸ αἷμα μεταβληθὲν ὑπ’ αὐτῆς οὔθ’ ὡς τὸ πῦον τῆς παρὰ φύσιν αἰτίας ἐν τῇ γενέσει μεταλαβόν.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημέτων πάντες κακοί. οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος.

Κατὰ μὲν τὴν ἀρχὴν τοῦ συγγράμματος αὐτὸς ἔφη, σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖς ὀξέσι νοσήμασι, πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων. ὅθεν ἔνιοί φασιν οὐ περὶ τοῦ νεκρώδους προσώπου μόνον ὡς ἐν ὀξεῖ νοσήματι, ἀλλὰ περὶ τῶν ἑξῆς ἁπάντων γεγονέναι τὸν λόγον αὐτῷ, μηδὲ τὸ κατὰ τὴν τελευτὴν τοῦ συγγράμματος εἰρημένον ἀναγνόντες ἔνθα φησί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων· νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται. καὶ μέντοι καὶ φαίνεται περί τε τῶν ἐμπυημάτων εἰρηκὼς ἔμπροσθεν οὐ μόνον ἐκείνων ὅσα κατὰ τὴν εἰκοστὴν ἡμέραν ῥήγνυσθαι πέφυκεν, ἀλλὰ καὶ τῶν εἰς τὴν τριακοστήν τε καὶ τεσσαρακοστὴν καὶ ἑξηκοστὴν ἀφικομένων, ἔτι τε πρόσθεν ὑπὲρ τῶν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκτεινομένων νοσημάτων, ἔνθα φησίν· εὔπνοιαν δὲ χρὴ κάρτα νομίζειν μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασι, ὁκόσα σὺν πυρετοῖς τέ ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. καὶ νῦν ἄντικρυς εἷπεν, οὐ περὶ πάντων ὑδρώπων ποιούμενος τὸν λόγον, ἀλλ’ ὅσοι περ ἂν αὐτῶν ἐκ τῶν ὀξέων νοσημάτων γένωνται. καὶ περὶ μὲν τῶν ἐμπύων τε καὶ φθινωδῶν καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ καὶ πρὸς τούτοις ἔτι καὶ περὶ τεταρταίων ὁμολογουμένων καὶ τούτων χρονίων νοσημάτων. οἱ γοῦν ἐκ τῶν ὀξέων νοσημάτων ὕδρωπες ὅτι πάντες εἰσὶ κακοὶ μήτε τὸν πυρετὸν παύοντες. ὀδυνηροί τε διαμένοντες, αὐτὸς εἶπεν. ἐδίδαξε δὲ καὶ τὰς γενέσεις αὐτῶν, ἥπατος μὲν ἄντικρυς ὀνομαστὶ μνημονεύσας, ἑνὶ δὲ κοινῷ λόγῳ τῶν ἐν τοῖς κενεῶσι μορίων, ἅπερ ἐστὶ νῆστις καὶ μεσεντέριον, ἔντερά τε λεπτά. προσαγορεύειν γὰρ εἰκός ἐστιν αὐτὸν ἐκεῖνα τὰ μόρια κενεῶνας, ὅσα μεταξὺ τῆς τε τοῦ θώρακος ἐσχάτης πλευρᾶς ἐστι καὶ τοῦ τῆς λαγόνος ὀστοῦ. καὶ γάρ τοι καὶ κενὸν ἅπαν φαίνεται τοῦτο τὸ χωρίον, εἰ παραβάλλοις αὐτὸ τοῖς ἄνωθεν αὐτοῦ μέρεσι καὶ κάτωθεν ὀστώδεσιν ὑπάρχουσιν ἀμφοτέροις. ἔστι δὲ καὶ λαπαρὸν ἅπαν τοῦτο τὸ μόριον, ὅταν γε μὴ πρὸ ὀλίγου τις ἐμπεπλησμένος ᾖ σιτίων τε καὶ ποτῶν. καί μοι δοκεῖ καὶ ὁ ποιητὴς αὐτὰ ταῦτα τὰ μόρια τοῦ σώματος ὀνομάζειν λαπάρας. ὑδρώπων μὲν οὖν ἁπάντων ἡ κοινὴ γένεσις ἀποτυχία τοῦ τῆς αἱματώσεως ἔργου γίνεται. καθάπερ γὰρ καὶ ἐν γαστρὶ πέττεται τὰ σιτία, κατὰ τὸν αὐτὸν τρόπον ἐν ἥπατι καὶ φλεψὶν ἡ ἐν τῇ κοιλίᾳ προπεφθεῖσα τροφή. καὶ μέντοι καὶ ὡς ἐν τῇ κοιλίᾳ ποτὲ μὲν ἧττον ἀποτυγχάνεται τὸ τῆς πέψεως ἔργον, ἔστιν ὅτε δὲ μᾶλλον, οὕτω κἀν τῷ ἥπατι. πάσχει γὰρ τὸ ἧπαρ ἐνίοτε μὲν αὑτὸ καθ’ αὐτὸ πρῶτον, ὥσπερ καὶ ἡ γαστὴρ, ἐνίοτε δὲ κατὰ συμπάθειαν ἑτέρων μορίων. εὔδηλον οὖν ὅτι τὰ πάντα συμπαθοῦντα ἀλλήλοις ἢ τῷ γειτνιᾷν ἢ τῷ κοινωνίαν ἔχειν μεγάλην κατὰ τὰ ἀγγεῖα καὶ νεῦρα πάσχει. οὕτω τοίνυν καὶ τὸ ἧπαρ διά τε φλεβῶν μεγάλων συνῆφθαι φαίνεται καὶ σπληνὶ καὶ γαστρὶ καὶ ἐντέροις, ἥ τε θέσις αὐτῶν οὕτω πλησίον ὡς ἔνια μὲν ἅπτεσθαι, τινὰ δὲ ὀλίγου δεῖν ψαύειν αὐτοῦ. σπληνὸς μὲν οὖν οὐκ ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπειδὴ περὶ τῶν ὀξέων νοσημάτων ὁ λόγος ἦν αὐτῷ. φαίνεται δὲ τοῦτο τὸ σπλάγχνον, ὅταν ἐν χρονίοις νοσήμασι σκιῤῥώδη λάβῃ διάθεσιν, εἰς συμπάθειάν τε τὸ ἧπαρ ἄγειν, ὑδέρους τε δι’ ἐκείνου μέσου τῷ παντὶ σώματι κατασκευάζειν. ἥπατος δὲ καὶ τῶν κενεώνων μέμνηται καὶ διδάσκει τὰς διαφορὰς τῶν ἐπ’ αὐτῶν γινομένων ὑδέρων, ὡς διὰ τῆς ἑξῆς λέξεως ἔσται δῆλον.

Οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίνονται τῶν ὑδρώπων, οἵ τε πόδες οἰδέουσι καὶ διάῤῥοιαι πολυχρόνιοι ἴσχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι.

Τὸ μὲν οὖν οἰδεῖν τοὺς πόδας ἁπάντων κοινὸν ὑδέρων· ἀμέλει καὶ τοῖς ἐφ’ ἥπατι συνεδρεύειν αὐτό φησι. γινώσκομεν δ’ ὅτι καὶ τοῖς ἐπὶ σπληνὶ καὶ ἁπλῶς ἅπασι τοῖς ἄλλοις. τὸ δὲ τῆς διαῤῥοίας· ἴδιον ἐξαίρετόν ἐστι τοῖς ἐπὶ κενεῶσιν ὑδέροις, ὅσοι τῆς νήστεως ἢ τοῦ μεσεντερίου φλεγμαινόντων γίνονται. μάλιστα γὰρ δὴ τούτοις ἀκρατεῖς αἱ φλέβες εἰσὶ, δι’ ὧν ἕλκει τὸ ἧπαρ εἰς αὑτὸ τὴν τροφὴν, ὥστ’ οὔθ’ ὑπηρετεῖν τῷ σπλάγχνῳ πρὸς τὴν ἀνάδοσιν, οὔτε μένειν ἐν τῇ νήστει καὶ τοῖς λεπτοῖς ἐντέροις τὴν τροφήν. κἂν εἰ ἀῤῥωστοῦντα τύχῃ βαρυνόμενα πρὸς αὐτῆς, ὠθεῖ κάτω παραχρῆμα πᾶσαν αὐτὴν, καὶ αὕτη τῆς διαῤῥοίας αἰτία. καὶ δὴ καὶ διαφθείρεσθαι τὴν τροφὴν ἀθροίζεσθαί τε πολὺ τὸ χολῶδες εἰκός ἐστι διὰ τὴν τῶν φλεγμαινόντων μορίων θερμότητα. δῆξις οὖν οὐ σμικρὰ γίνεται διὰ ταῦτα τοῖς ἐντέροις, ἐρεθίζουσα πρὸς τὴν ἀπόκρισιν τῶν περιεχομένων ἐν αὐτοῖς, καὶ αὕτη πάλιν αἰτία δευτέρα τῆς διαῤῥοίας ἐστίν. εἰκότως δ’ αὐτάς φησιν οὔτε τὰς ὀδύνας παύειν οὔτε λαπάττειν, τουτέστι κενοῦν καὶ προστέλλειν τὰ τῆς γαστρὸς οἰδήματα, δηλῶν κἀν τούτοις ὅτι μετ’ ὀδύνης ἐκκρίνουσιν, ὅτι τε τὸ ὑπογάστριον ὅλον αὐτοῖς εἰς ὄγκον ἐξαίρεται. τὰς μὲν γὰρ ὀδύνας ἀναγκαῖόν ἐστι γίνεσθαι διά τε τὰς φλεγμονὰς καὶ τὰς δήξεις. τὴν γαστέρα δ’ ὅλην ἐξαίρεσθαι τῶν ἐντέρων πληρουμένων πνεύματος φυσώδους, οὖ τὴν μὲν γένεσιν εὔλογόν ἐστιν ἕπεσθαι ταῖς ἀπεψίαις. τὸ δὲ οὐ μένειν ἔνδον ἀῤῥωστίᾳ τῆς περισταλτικῆς δυνάμεως τῶν ἐντέρων γίνεται.

Ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος οἱ ὕδρωπες γίνονται, βῆχές τε καὶ θυμὸς ἐγγίνεται αὐτέοισι καὶ οὐδὲν ἀποπτύουσιν ἄξιον λόγου καὶ οἱ πόδες οἰδέουσι καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην καὶ περὶ τὴν κοιλίην γίνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δὲ ἐπ’ ἀριστερὰ ἱστάμενά τε καὶ καταπαυόμενα.

Θυμὸν εἴρηκε νῦν τὴν προθυμίαν ἣν ἴσχουσι πρὸς τὸ βήττειν, ἐρεθιζόμενοι μὲν ὡς πρὸς τὸ σύμπτωμα, παραχρῆμα δὲ αὐτοῦ παυόμενοι καὶ μόνον ἀρχῆς τοῦ βήττειν πειρώμενοι. ὁ γὰρ τοῦ ἥπατος ὄγκος ἐγκείμενος ταῖς φρεσὶ στενοχωρίαν ἐργάζεται τῷ πνεύμονι. παραπλησίας οὖν διαθέσεως γινομένης τῇ κατὰ τὰς ὄντως αὐτῷ στενοχωρίας, δι’ ἃς φλεγμαίνων τε καὶ καταῤῥοϊζόμενος ἐκ τῆς κεφαλῆς πάσχει. προθυμοῦνται μὲν βήττειν, ἐλπίζοντες ἐκ τοῦ κενῶσαι τὸ λυποῦν ἰάσασθαι τὴν στενοχωρίαν. ἀρξάμενοι δὲ αὐτοῦ παραχρῆμα παύονται διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν ἀκριβεστέραν ἀφικνούμενοι τῆς διαθέσεως, αἰσθανόμενοί τε σφῶν αὐτῶν ὅτι μάτην ἤλπισαν. ἀλλὰ καὶ ἡ φύσις αὐτὴ καθ’ αὑτὴν ἐπάγει βῆχα, τὰς ἐμφράξεις τοῦ πνεύμονος ἐκκαθαίρουσα, κἂν ἡμεῖς μὴ προαιρώμεθα βήττειν· ὥστ’ ἐργῶδες εἷναι πολλάκις ἀντισχεῖν τε καὶ κωλῦσαι τὸ σύμπτωμα. νῦν οὖν ὁπότε διὰ τὴν στενοχωρίαν ἐπὶ τὸ βήττειν οἱ κάμνοντες ἔρχονται μάτην, ὡς ὀνησόμενοί τι τὴν ἐκ τῆς φυσικῆς δυνάμεως ὑπηρεσίαν οὐκ ἔχοντες αὐτίκα παύονται. διὰ ταῦτα μὲν γὰρ ἡ προθυμία γίνεται τοῖς οὕτω κάμνουσι τοῦ βήττειν. ἀπολείπει δ’ αὐτοὺς ἐν τάχει τοὔργον, ὡς ἂν μηδὲν ἀποπτύοντας ἄξιον λόγου. ἀλλὰ τοσοῦτον ὅσον εἰς τὰς τραχείας ἀρτηρίας ὀῤῥῶδές τε καὶ λεπτὸν ἐκ τῶν περιεχόντων ἀγγείων τὸ ὀῤῥῶδες αἷμα συνθλίβεται δίκην ἱδρῶτός τινος ταῦτ’ οὖν οἱ ἀπὸ τοῦ ἥπατος ὕδρωπες ἀφορίζονται τῶν προειρημένων, ἔτι τε τῇ βραχύτητι καὶ τῇ σκληρότητι τῶν ὑπερχομένων κάτω. διερεθίζονται γὰρ ἐκεῖνοι πεπονθότων αὐτοῖς ἤτοι τῶν ἐντέρων ἢ τοῦ μεσεντερίου. τοῖς δ’ ἀπὸ τοῦ ἥπατος ὑδεριῶσιν, ὡς ἂν ἀπαθῶν ὄντων τούτων, οὔτε διαφθειρομένης τῆς τροφῆς οὔτε βαρυνομένων ὑπ’ αὐτῆς τῶν μορίων, ἔῤῥωνται γὰρ καὶ οὐ γίνονται διάῤῥοιαι, μένει πλεῖον αὐτόθι τὰ τῆς τροφῆς λείψανα, τὸ μέν τι διαπέμποντα πρὸς τὴν ἐντὸς τοῦ περιτοναίου χώραν, τὸ δέ τι καὶ τῇ φλεγμονῇ τοῦ ἥπατος οἷον ἐξοπτώμενα, καὶ μέντοι καὶ τὸ δέρμα πᾶν αὐτοῖς, ὡς ἂν ὑπὸ φλεγματώδους αἵματος τρεφόμενον, οἰδαλέον τε γίνεται καὶ εἰ πιέσαις αὐτὸ τῷ δακτύλῳ, παραχρῆμα μὲν φαίνεται κοῖλον, ὀλίγον δ’ ὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανερχόμενον κατάστασιν. οὐ μὴν εὐθέως ἐξ ἀρχῆς ἅμα τῇ μεταπτώσει τῆς ὀξύτητος εἴωθε γίνεσθαι τὸ τοιοῦτον, ἀλλ’ οἱ μὲν πόδες οἰδίσκονται πρῶτοι, ποῤῥωτάτω τῶν θερμοτάτων μορίων ὄντες. ἐπαναβαῖνον δὲ τὸ σύμπτωμα καὶ περὶ τὴν κοιλίαν πᾶσαν τὴν αὐτὴν ἐργάζεται διάθεσιν, ὥστε εἰ πιέσας τὸ οἴδημα δακτύλῳ κοιλαίνεσθαί τε καὶ οἶον βοθροῦσθαι τὸν τόπον, εἶτ’ ὀλίγον ὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανέρχεσθαι κατάστασιν. ὅπερ Ἱπποκράτης εἶπε καὶ περὶ τὴν κοιλίην οἰδήματα γίνεται ἱστάμενά τε καὶ καταπαυόμενα. δύναιτο δ’ ἂν εἰρηκέναι τοῦτο καὶ περὶ τῆς πρώτης γενέσεως αὐτῶν ἔτι. καὶ γὰρ ἀρχόμενα συνίστασθαι καθίστανται πολλάκις, ὡς δόξαι τινὶ πεπαῦσθαι τελέως αὐτά. μετὰ ταῦτα δὲ αὖθις ἐπαίρεται καὶ πάλιν δὲ καθίστανται καὶ αὖθις πάλιν ἐπαίρεται. προελθόντος δὲ τοῦ χρόνου μένει μηκέτι καθιστάμενα. διαφέρει γε μὴν ταῦτα τῶν προειρημένων ἐν τοῖς κενεῶσι, τῷ κοιλαίνεσθαι πιεζόμενα, φλεγματικὴν ἔχοντα τὴν φύσιν, οὐκέτι φυσώδει πνεύματι καθάπερ ἐκεῖνα γινόμενα.

Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων.

Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλιστα χειμῶνος καὶ γέρουσιν οὐ μόνον ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν, ἃς ἐπισημασίας ὀνομάζουσιν, ἀλλὰ καὶ τοῖς διαλείμμασιν οὐδὲν θαυμαστόν ἐστι περιψύχεσθαι τὰ πέρατα τοῦ σώματος, ἄσαρκά θ’ ὑπάρχοντα φύσει καὶ ποῤῥωτάτω κείμενα τῶν σπλάγχνων. ἀλλ’ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν χρονίων νοσημάτων οὐκ ἔστιν ὁ λόγος αὐτῷ. τὸ τοίνυν ἐν τοῖς ὀξέσι καταψύχεσθαι ταῦτα τὰ μόρια κατὰ τὴν ἐναντίαν διάθεσιν ὡς τὸ πολὺ γίνεται τῆς ἐν τοῖς χρονίοις ἐργαζομένης τὸ σύμπτωμα τοῦτο. κατ’ ἐκεῖνα μὲν γὰρ οὐκ ἐξικνεῖται μέχρι τῶν ἄκρων τοῦ ζώου μορίων ἡ ἔμφυτος θερμότης ὑπ’ ἀῤῥωστίας. ἐν δὲ τοῖς ὀξέσι διὰ μέγεθος τῆς τῶν σπλάγχνων φλεγμονῆς· ὀλίγον μέντοι τῆς αἱματώδους οὐσίας εἰς ὅλον ἥκει τὸ σῶμα. πλεῖστον δὲ αὐτῆς ἐν τοῖς φλεγμαίνουσι κατακλείεται καὶ διὰ τοῦτο τὰ μέσα μόρια τοῦ σώματος, ἅπερ ἐστὶ θώραξ τε καὶ γαστὴρ, ἱκανῶς φαίνεται θερμά. γίνεταί γε μὴν ἐνίοτε ἐν τοῖς ὀξέσιν ἐπισημασία μετὰ ῥίγους ἢ ψύξεως οὐ μόνα τὰ πέρατα τοῦ σώματος, ἀλλὰ αὐτὸ καὶ τὸ περὶ θώρακα καὶ τὴν γαστέρα δέρμα ψυχρὸν ἐργαζομένη. αὕτη μὲν οὐδὲν ἐνδείκνυται κατὰ τὰ σπλάγχνα φαῦλον. ὅταν δὲ μενόντων θερμῶν τῶν κατὰ πλευράς τε καὶ τὴν γαστέρα μορίων ἢ καὶ τοῦ κατὰ φύσιν ἔτι θερμοτέρων γεγενημένων ψύχηται τὰ τοῦ σώματος ἄκρα μόρια, μέγεθος φλεγμονῆς ἐνδείκνυται κατὰ τὰ σπλάγχνα καὶ τάχα βέλτιόν ἐστιν ἀκοῦσαι τὸ θερμῶν ἐόντων ἐπί τε τῆς κοιλίας καὶ τῶν πλευρῶν οὕτως εἰρημένον, ὡς ἐπιφανέστερον αὐτῶν τεθερμασμένων ἢ ὁπότε. κατὰ φύσιν εἶχον. ἴσμεν δ’ ὅτι καὶ ὁ καλούμενος λειπυρίας πυρετὸς ἐκ τῆς τοιαύτης ἰδέας ἐστίν.

Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε εἶναι καὶ μαλθακὸν ὁμαλῶς.

Χειρίστην προειρηκὼς κατάστασιν νοσήματος εἶναι, ὅταν τῶν μέσων τεθερμασμένων καταψύχεται τὰ πέρατα τοῦ σώματος, ἀντιπαραβάλλειν νῦν αὐτῇ τὴν ἀρίστην ἐν ἡμῖν, ἐν ᾗ θερμὸν ὁμαλῶς ἐστιν ὅλον τὸ σῶμα μετὰ τοῦ καὶ μαλθακὸν ὁμαλῶς εἶναι, τὸ γὰρ ὁμαλὸν ἀμφοτέρων ἐστι κοινόν. ὁμαλῶς μὲν οὖν θερμὸν γίνεται τὸ σῶμα καὶ κατὰ τοὺς διακαεστάτους τῶν πυρετῶν, ἀλλὰ δακνῶδές τε καὶ ξηρὸν φαίνεται κατὰ τὰς τοιαύτας διαθέσεις οὐ μαλακόν. εἰ δὲ ἅμα τε μαλακὸν εἴη καὶ θερμὸν ὁμαλῶς, ἀρίστην ἐνδείκνυται διάθεσιν τοῦ σώματος.

Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγέοντα καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι.

Κεφάλαιον μὲν ἁπάσης προγνώσεώς ἐστι τῶν τεθνηξομένων καὶ σωθησομένων ἡ παραβολὴ τῆς τοῦ νοσήματος ἰσχύος πρὸς τὴν τοῦ κάμνοντος δύναμιν. ἰσχυροτέρου μὲν γὰρ ὄντος τοῦ νοσήματος τεθνήξεται πάντως ὁ ἄνθρωπος. εἰ δ’ ἀσθενέστερον εἴη τῆς τοῦ κάμνοντος δυνάμεως, οὐκ ἂν ἀποθάνοι μηδενὸς ἁμαρτηθέντος· καὶ τοῦτο τὸ κεφάλαιον αὐτὸς ἔγραψε κατὰ τὸν ἀφορισμὸν οὗ ἡ ἀρχή· συντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου. τὸ μὲν οὖν κεφάλαιον τοῦτο τῆς προγνωστικῆς θεωρίας ἐστίν. οὐσῶν δὲ δυνάμεων τριῶν κατὰ γένος ἐπὶ τρισὶν ἀρχαῖς, ἐγκεφάλῳ καὶ καρδίᾳ καὶ ἥπατι, διὰ τῶν ἐνεργειῶν ἑκάστης αὐτῶν ἥ τ’ ἀῤῥωστία καὶ ἡ ῥώμη γνωρίζεται. ἐνέργειαι δὲ τῆς μὲν κατὰ τὸν ἐγκέφαλον ἀρχῆς αἱ μὲν ἡγεμονικαὶ κατά τε μνήμας γίνονται καὶ διαλογισμοὺς, αἱ δ’ ὑπηρετικαὶ κατά τε τὰς αἰσθήσεις καὶ τὰς καθ’ ὁρμὴν κινήσεις, τῆς δὲ κατὰ τὴν καρδίαν αἱ διὰ τῆς τῶν ἀρτηριῶν κινήσεως, τῆς δὲ κατὰ τὸ ἧπαρ αἱ περὶ τὸ αἷμα καὶ τοὺς χυμούς. εἰς ταῦτ’ οὖν τὰ κεφάλαια τῆς προγνωστικῆς θεωρίας τεμνομένης, ὅ τί περ ἂν ὑφ’ Ἱπποκράτους ῥηθῇ σημεῖον, ἐπισκοπεῖσθαι τίνος ἐστὶ γένους· οἷον καὶ νῦν ἐστι τοῦ ῥᾳδίως στρέφεσθαι τὸν κάμνοντα καὶ διανιστάμενον ἐλαφρὸν ἑαυτῷ φαίνεσθαι. γνωρίσματα γάρ ἐστι ταῦτα τῆς καθ’ ὁρμὴν κινούσης τὸ σῶμα δυνάμεως. ἴσμεν δ’ ὅτι καθ’ ὁρμὴν ἢ κατὰ προαίρεσιν ἢ βούλησιν ὀνομάζειν οὐδὲν εἰς τὰ παρόντα διαφέρει· τούτου τοῦ γένους ἦν καὶ τὰ περὶ τῆς κατακλίσεως ἔμπροσθεν εἰρημένα κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα. δείκνυσι μὲν γὰρ ὅτι ἡ τοιαύτη κατάκλισις ὥσπερ καὶ ἡ ἀνάῤῥοπος ἐνεργούντων γίνεται τῶν μυῶν. ὀνομάζειν δὲ αὐτὴν εἰώθασι τονικήν. εἴρηται δὲ περὶ αὐτῆς ἐπιπλέον ἐν τοῖς περὶ μυῶν κινήσεων. ἔλεγε δὲ καὶ ὁ Διοκλῆς ὅτι τὰ σώματα τῶν ζώων συνέστηκεν ἐκ τοῦ φέροντος καὶ τοῦ φερομένου. φέρον οὖν ἐστιν ἡ δύναμις, φερόμενον δὲ τὸ σῶμα. καθάπερ οὖν οἱ βαστάζοντες φορτίον ἤτοι βαρυνόμενοι πρὸς αὐτοῦ κινοῦνται μόλις ἢ κοῦφον εἶναι νομίζοντες ἀλύπως φέρουσιν, οὕτω καὶ ἡ δύναμις ἡ μὲν ἰσχυρὰ ῥᾳδίως τὸ βάρος τοῦ σώματος φέρει, ὡς μηδὲν εἰς τὰς κινήσεις τοῦ σώματος βλάπτεσθαι, ἡ δ’ ἀσθενὴς βαρυνομένη μόγις ἐξαίρει τὰ μόρια τοῦ σώματος.

Εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο τό τε ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερόν ἐστιν.

Ἐπιχειροῦντι κινεῖσθαι τὰς κατὰ προαίρεσιν ἐνεργείας ἡ τῶν μορίων βαρύτης καταφανὴς γίνεται, σκελῶν μὲν ἐν τῷ διανίστασθαι καὶ βαδίζειν ἢ καὶ μεταφέρειν ὅλως αὐτὰ πειρᾶσθαι κατακείμενον, οὕτω δὲ καὶ χειρῶν ἐν τῷ λαμβάνειν τι καὶ μεθιέναι καὶ μεταφέρειν ἐπιχειρεῖν, ὡσαύτως καὶ τῶν κατὰ τράχηλον καὶ ῥάχιν ἐν τῷ μετασχηματίζειν ἐπιχειρεῖν τὸ σῶμα κατὰ ταῦτα τὰ μόρια. καὶ μέγιστόν γε τοῦτ’ ἔστι καὶ κυριώτατον ἀῤῥωστίας δυνάμεως σημεῖον ἡ βαρύτης τῶν μορίων οὐ πάσης, ὡς εἴρηται πρόσθεν, ἀλλὰ τῆς κατὰ μόνα τὰ νεῦρα καὶ τοὺς μῦς.

Εἰ δὲ καὶ πρὸς τῷ βάρει οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα.

Δέδεικται μὲν δι’ ἑτέρων ἡμῖν ὅπως ἀλλήλαις αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις συναπόλλυνται καὶ ὡς ἄχρις οὗ ἡτισοῦν αὐτῶν διασώζεται, ζῇ πάντως ὁ ἄνθρωπος. εἰρηκὼς οὖν ὁ Ἱπποκράτης γνωρίσματα τῆς καταλυομένης δυνάμεως, ὑφ’ ἧς οἱ μύες κινοῦνται, νῦν αὐτοῖς προστίθησιν ἑτέρας δυνάμεως σβεννυμένης ἴδια γνωρίσματα. τὸ γὰρ πελιδνοῦσθαι σημεῖον τοῦ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν, ἥτις ἀπὸ καρδίας ὁρμᾶται. διὰ τοῦτο τοιγαροῦν οὐχ ἁπλῶς θάνατον ἔφησε δηλοῦν τὴν πελιδνότητα προσγινομένην τῷ βάρει τοῦ σώματος, ἀλλὰ παραχρῆμα καὶ οὐκ εἰς ἀναβολὴν ἔσεσθαι τοῦτο, ἐπειδὴ τῶν δυνάμεων ἀμφοτέρων νεκρουμένων φαίνεται τὰ γνωρίσματα.

Μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν, ἀλλὰ καὶ τὰ ἄλλα σημεῖα σκέπτεσθαι χρή. ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν ἢ καὶ ἄλλο τι τῶν περιεστηκότων σημείων πρὸς τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύει τὸ νούσημα ἐς ἀπόστασιν τρέπεσθαι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν.

Οὐχ ἧσσον ὀλέθριοι τῶν πελιδνῶν ἐχρῆν εἰπεῖν, ἀλλ’ ὡς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἐνίοτε δὲ ἐσχάτως εἰσὶν ὀλέθριοι. καὶ ἴσως ἄν τις ὑπενόησεν ἀγνοεῖν αὐτὸν τοῦτο διὰ τὸ μὴ κυρίως χρῆσθαι τῇ λέξει. προσθεὶς δὲ ἑξῆς τὸν διορισμὸν καὶ διδάξας σαφῶς ἑκάτερον ὧν εἶπον, εὔδηλός ἐστι γινώσκων μὲν τὸ ἀληθὲς, οὐκ ἀκριβῶς δὲ ἑρμηνεύσας. ἐνίοτε γὰρ ἀποσκήμματος λόγῳ μελαίνεταί τι μόριον, ἐνίοτε δὲ καὶ νεκρώσεως. ὅπως δὲ ἄν τις αὐτὸ τοῦτο διαγνοίη, σαφῶς ἐδήλωσεν. ἢν γὰρ εὐπετῶς φέρων φαίνηται τὸ κακὸν, τουτέστιν εὐφόρως ὁ κάμνων ἔχῃ, καί τι ἄλλο σημεῖον αὐτῷ παρῇ τῶν σωτηρίων, ἀποσκήμματά ἐστιν· εἰ δὲ τὰ ἐναντία, νέκρωσις.

Ὄρχεις δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.

Φαίνεται τοῖς ὀδυνωμένοις ἀνασπώμενα ταῦτα τὰ μόρια, καθάπερ καὶ τοῖς ἀποθνήσκουσι, καὶ λόγον ἔχει. νεκρουμένης γὰρ ἤδη τῆς ζωτικῆς δυνάμεως καὶ διὰ τοῦτ’ αὐτὸ ἀποτείνεσθαι μέχρι τῶν περάτων τοῦ σώματος ἀδυνατούσης, ὀκλαζούσης δὲ καὶ ἐπὶ τὴν ἑαυτῆς ἀρχὴν συναγομένης, ἀναγκαῖόν ἐστιν ἕπεσθαι καὶ τὰ μόρια τῇ δυνάμει καὶ συνέρχεσθαί τε καὶ συνάπτεσθαι πρὸς τὰ μέσα τοῦ σώματος. ὅτι δὲ καὶ οἱ πόνοι συστολὴν ἐργάζονται τῆς δυνάμεως εἰς ἑαυτὴν ἐμάθομεν ἤδη πολλάκις, ὥστε εἰκότως καὶ δι’ ἐκείνους ἀνασπᾶσθαι τὰ μόρια πρὸς τὴν ἀρχήν.

Περὶ δὲ ὕπνων, ὥσπερ καὶ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. ἢν δέ εἴη τοῦτο μεταβεβλημένον, κάκιον. ἥκιστα δ’ ἂν λυπέοιτο, εἰ κοιμῶτο τὸ πρωῒ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης. οἱ δ’ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσιν.

Οὐ μόνον ὀρθῶς ἀπεφήνατο περὶ τῶν κατὰ τοὺς ὕπνους σημείων, ἀλλὰ καὶ τὴν αἰτίαν προσέθηκεν αὐτοῖς, εἰς μὲν τὸ κατὰ φύσιν ἀναφέρων ὅσα χρηστὰ, τὰ δὲ ἐναντία διότι παρὰ φύσιν εἰσὶ, διὰ τοῦτο μεμψάμενος. οὕτω δὲ καὶ κατὰ τὸ ἔθος ἔχει. τὸ μὲν γὰρ σύνηθες ἀγαθὸν, τὸ δὲ ἀσύνηθες μοχθηρόν. ἀλλ’ ἐπὶ τῶν Ἱπποκράτους χρόνων οὐκ ἄλλο μὲν ἦν τὸ κατὰ φύσιν, ἄλλο δὲ τὰ ἔθη, νυνὶ δ’ ἔμπαλιν οἱ πλούσιοι δρῶσιν ἐν ἄλλοις τέ τισι καὶ κατὰ τοὺς ὕπνους, τῆς μὲν ἡμέρας κοιμώμενοι, νύκτωρ δὲ ἐγρηγορότες. ἐπὶ τούτων οὖν ὡς ἂν παρὰ φύσιν εἰθισμένων ζῇν οὐκ ἀληθής ἐστιν ἡ εἰρημένη πρὸς Ἱπποκράτους διδασκαλία. κυριώτερον γὰρ ἔν γε τοῖς νῦν χρόνοις ἐστὶ τὸ ἔθος τῆς φύσεως, οὐκ ἐπὶ τῶν πλουσίων γυναικῶν μόνον, ἀλλὰ καὶ ἀνδρῶν οὐκ ὀλίγων.

Κάκιστον δὲ μὴ κοιμᾶσθαι μήτε τῆς νυκτὸς μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνίη ἢ παραφροσύνη ἔσται ἀπὸ τουτέου τοῦ σημείου.

Τὸ μήτε ἡμέρας μήτε νυκτὸς κοιμᾶσθαι τοῖς κατατεινομένοις ὑπό τινος ὀδύνης τε καὶ πόνου γίνεται καὶ τοῖς ἀρχομένοις παραφρονεῖν. ἀγρυπνίας γάρ ἐστι καὶ αὕτη ποιητικὴ, διὰ ξηρότητα τῆς κατὰ τὸν ἐγκέφαλον κράσεως.

Διαχώρημα δὲ ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων. τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν.

Ἀπὸ συστάσεως καὶ ποσότητος καὶ χρόνου, καθ’ ὃν ἐκκρίνεται τὰ διαχωρήματα, τὴν διάγνωσιν ἐποιήσατο τῶν ἀρίστων διαχωρημάτων, οὐ μὴν τῶν γε κακίστων ἀπὸ τούτων μόνων, ἀλλὰ προσέθηκεν αὐτοῖς τά τε ἀπὸ τῆς χρόας γνωρίσματα καὶ τὰ ἀπὸ τῆς ὀσμῆς ἔτι τε πρὸς τούτοις τοῦ κατὰ τὴν ἀπόκρισιν συνεζευγμένου ψόφου. σύστασιν μὲν οὖν ἔχει τὴν κατὰ φύσιν, ὅσα μήτε σκληρὰ παντελῶς ἐστιν ὡς λιθώδη μήθ’ ὑγρὰ τελέως ὡς δύνασθαι διαῤῥεῖν, ἀλλὰ μέχρι τοσούτου μαλακὰ μέχρι τοῦ μένειν ἔτι συνεστῶτα· ἔστω δ’ αὐτῶν καὶ τὸ πλῆθος ἀνάλογον τῶν ἐδηδεσμένων καὶ ὁ χρόνος ἐν ᾧ κενοῦνται συνήθης τῷ κάμνοντι. προσκείσθω δὲ ὅτι καὶ ἡ χροιὰ καὶ ἡ ὀσμὴ φυλαττέσθω τῶν κατὰ φύσιν, ἅπερ αὐτὸς ὁ Ἱπποκράτης οὐ προσέγραψεν ὡς ἐξ ὧν εἶπε παρὰ φύσιν ἐπινοῆσαί σοι δυναμένῳ καὶ ταῦτα, σύνηθες γὰρ αὐτῷ τοῦτο πολλάκις ἐδείξαμεν ὂν ἐκ τῶν ἐναντίων ἐνδείκνυσθαι τὰ ἐναντία, παραλείποντι τὰς προσηγορίας αὐτῶν. ὑγιαίνειν δὲ τὴν κάτω κοιλίαν εἶπεν, ὡς πρὸς τὸν θώρακα παραβάλλων, ἵνα ἀκούσωμεν αὐτήν τε τὴν γαστέρα καὶ τὴν νῆστιν ἅμα τῷ μετ’ αὐτὴν ἐντέρῳ παντὶ κάτω κοιλίην. οὐ μὴν εὐθέως παρὰ φύσιν ἔχειν αὐτὴν ἐνδείξεται τἀναντία διαχωρήματα. τοῦτο γὰρ οὔτ’ αὐτὸς εἶπεν οὔτ’ ἄλλως ἀληθές· ἐγχωρεῖ γοῦν ὑγιαίνειν μὲν τὰ κατὰ τὴν κάτω κοιλίαν. ἤτοι δ’ ἐξ ἥπατος ἢ σπληνὸς εἰς αὐτήν τι συῤῥέον ἀλλοιοῦν οὐ μόνον τὸ χρῶμα τὸ κατὰ φύσιν, ἀλλὰ καὶ τὴν σύστασιν καὶ τὴν ὀσμὴν τῶν διαχωρουμένων. ὑπαλλαχθήσεται δ’ ἐνίοτε καὶ τὸ πλῆθος αὐτῶν ἐπιμιξίᾳ τῶν καταῤῥεόντων ὑγρῶν, οὐ φυλαχθήσεται δὲ οὐδ’ ὁ συνήθης χρόνος τῆς ἀποκρίσεως. τὸ μὲν οὖν ὁμοιότατον τῷ κατὰ φύσιν διαχωρήματι γνώρισμά ἐστιν οὐ μόνον τοῦ τὴν κάτω κοιλίαν ὑγιαίνειν, ὅπερ εἶπεν αὐτὸς, ἀλλὰ καὶ τοῦ μηδὲν ἐκ τῶν εἰρημένων σπλάγχνων καταῤῥεῖν εἰς αὐτήν, τὸ δὲ παρὰ φύσιν ἔχον ἔσθ’ ὅτε μὲν αὐτὰ μόνα τὰ κατὰ τὴν κοιλίαν ἐνδείκνυται πεπονθέναι, πολλάκις δὲ καὶ τῶν ἄλλοθεν εἰς αὐτὴν συῤῥεόντων ἔχει γνωρίσματα. καὶ πολυειδῆ γε ταῦτα τῷ τὸ ἧπαρ οὐ μόνον ἑαυτοῦ τινα περιττώματα καὶ ἰχῶρας καὶ χυμοὺς παρὰ φύσιν εἰς τὴν γαστέρα παραπέμπειν, ἀλλὰ καὶ τοῦ σώματος ὅλου. συνάπτεται γὰρ ἡ γαστὴρ δι’ αὐτοῦ πᾶσι τοῖς τοῦ ζώου μορίοις καὶ δέχεται δι’ ἐκείνου τὰ περιττώματα αὐτῶν, ἐνίοτε μὲν ὡς ἀποσκήμματα τὸ σύμπαν ἐκκαθαίροντα σῶμα, ἐνίοτε δὲ μορίου ἑνὸς ἢ δυοῖν ἢ πλειόνων ἅμα, πολλάκις δὲ ὡς συμπτώματα δηλωτικὰ τῶν παθημάτων ἤτοι τοῦ σύμπαντος σώματος ἢ μορίου τινὸς ἤ τινων. προσέχωμεν τοίνυν ἐφεξῆς τοῖς λόγοις αὐτοῦ περὶ τούτων διδάσκουσιν.

Ἢν δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν μήτε πυκνόν τι εἶναι καὶ κατ’ ὀλίγον ὑποχωρέειν. κοπιῶν γὰρ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσεως ἀγρυπνοίη ἄν. εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι.

Ὅτι μὲν διὰ τὸ μὴ γεγενῆσθαι τὴν ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνάδοσιν ἢ διὰ τὸ κατεῤῥυηκέναι τι τῶν ἐξ ἥπατος ἡ σπληνὸς περιττωμάτων εἰς αὐτὴν, ὑγρὸν ἔσται τὸ διαχώρημα πρόδηλον· ἀλλ’ ἐγχωρεῖ μὲν τὸ τοιοῦτον ἀγαθὸν μὲν ὑπάρχειν, ἐὰν ἐκκαθαίρηται τὸ ἧπαρ ἢ ὁ σπλὴν καὶ τὸ σύμπαν σῶμα δι’ ἥπατος. οὐκ ἀγαθὸν δ’, ὅταν ἐν συμπτώματος λόγῳ γίνηται τῆς ἀναδόσεως ἀτυχηθείσης ἢ τῶν ἐξ ἥπατος ἰόντων εἰς γαστέρα, διαθέσεως οὐκ ἀγαθῆς ἐχόντων γνωρίσματα. διορισμὸς δὲ τούτων ἐστὶν, εἰ μή γε τρύζει. γέγραπται δὲ καὶ μετὰ τοῦ σίγμα καὶ χωρὶς τοῦ σίγμα τοὔνομα καθ’ ἑκατέραν γραφὴν ἀπὸ τοῦ γινομένου ψόφου πεποιημένον. ἔτι τε εἰ μὴ πυκνῶς καὶ κατ’ ὀλίγον διαχωροίη. τὰ γὰρ οὕτω διαχωροῦντα συμπτώματος λόγον ἔχει, τὰ δὲ διὰ χρόνου πλείονος ἀθροώτερα πολλάκις ἀγαθῆς ἐκκρίσεως γνωρίσματά ἐστι, τῆς φύσεως ἀποτιθεμένης τὰ περιττὰ κατὰ πλῆθος ἢ ποιότητα ἢ τὸ σύμπαν ζῶον ἢ ἕν τι μόριον αὐτοῦ κενούσης ἢ καθαιρούσης. ὀνομάζω δὲ κένωσιν τὴν τῶν οἰκείων, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. κάθαρσιν δὲ τὴν τῶν ἀλλοτρίων κατὰ ποιότητα. συνακολουθεῖ δὲ καὶ ἄλλα τινὰ τοῖς τοιούτοις διαχωρήμασιν, ὧν ἐμνημόνευσεν ὁ Ἱπποκράτης εἰπών· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς συνεχοῦς ἐξαναστασίοις ἀγρυπνοίη ἄν. καὶ μὲν δὴ καὶ τὸ πολὺ πολλάκις ἐκκρίνειν ὡς καταλυτικὸν τῆς δυνάμεως μέμφεται. καὶ γὰρ σπανίως ποτὲ γίνονται ἐκκρίσεις ἀγαθαὶ τοιαῦται. τὸ γὰρ καταλύεσθαι τὴν δύναμιν οὐκ ἀγαθὸν ὂν αὐταῖς συνέζευκται, καθάπερ καὶ ταῖς κριτικαῖς μὲν, ἀμέτροις δ’ αἱμοῤῥαγίαις.

Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν εἰσιόντων ὑποχωρέειν δὶς ἢ τρὶς τῆς ἡμέρης καὶ τῆς νυκτὸς ἅπαξ. πλεῖστον δ’ ὑπείτω τῷ πρωῒ ὥσπερ κατὰ φύσιν σύνηθές ἐστι τῷ ἀνθρώπῳ.

Τοῦτο μὲν καὶ πρόσθεν ἐγεγράφει. βέλτιον δ’ ἦν αὐτὸν εἰρηκέναι νῦν τὸν περὶ τῶν κριτικῶν μὲν, ἀθρόως δὲ ἐκκρινομένων λόγον, ὃν ἐγὼ διῆλθον ἄρτι. μέμφομαι δὲ ὡς περιττὰ τὸ δὶς ἢ τρὶς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἅπαξ ὅσα τ’ ἄλλα πρὸς τούτοις ἔγραψεν. ἤρκει γὰρ μόνον εἰπεῖν, ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ὑπ’ αὐτοῦ γεγραμμένον, ἔν τισι μὲν ἀντιγράφοις μετὰ τοῦ ὑπείτω, κατ’ ἔνια δὲ καὶ χωρὶς τούτου κατὰ τοῦτον τὸν τρόπον, πλέον ὑπὸ τὸ πρωῒ ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ. διαφέρει δὲ οὐδὲν ἢ οὕτως ἢ ἐκείνως γεγράφθαι, φυλάττεται γὰρ ἑκατέρως ἄριστον εἶναι τὸ συνηθέστατον.

Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου.

Παχύνεται δηλονότι τὸ ὑδατῶδες καὶ λεπτὸν, οὐ τὸ παχὺ καὶ σκληρόν. ὥστ’ ἂν εἴη ὁ λόγος αὐτῷ περὶ τῶν ἐξ ἀρχῆς ὑγρὰ διαχωρούντων· ἴδιον δὲ τοῦτο βραχυλογίας παλαιᾶς καὶ μάλιστα σύνηθες Ἱπποκράτους, τὸ διὰ τῶν ἀντικειμένων ἐνίοτε συνενδείκνυσθαί τινα παραλείποντι μνημονεύειν αὐτῶν ὀνομαστί.

Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες.

Ἔπρεπε τοῦτον τὸν λόγον κατὰ τὴν ἀρχὴν εἰρῆσθαι τῆς περὶ τῶν διαχωρημάτων διδασκαλίας, ὡς γενέσθαι τὴν ῥῆσιν τοιαύτην. διαχώρημα δ’ ἄριστόν ἐστι μαλθακόν τε καὶ συνεστηκὸς καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων, ὑπόπυῤῥον δ’ ἔστω καὶ μὴ λίαν δυσῶδες, ἵνα, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, τήν τε σύστασιν αὐτοῦ καὶ τὸ πλῆθος καὶ τὸν καιρὸν τῆς ἀποκρίσεως ἔτι τε τὰς ποιότητας ἀμφοτέρας, τήν τε ὁρατὴν καὶ τὴν ὀσφραντὴν, ᾖ διωρισμένος. ὅτι δὲ τὸ κατὰ φύσιν ὑπόπυῤῥόν ἐστι δεχόμενον τὴν ἐξ ἥπατος εἰς γαστέρα καταῤῥέουσαν χολὴν, σύμμετρον μὲν τῇ ποιότητι, ὀλίγην δὲ τῇ ποσότητι, πρόδηλόν τέ ἐστι καὶ πᾶσιν ἰατροῖς ὁμολογούμενον. ἐὰν γὰρ ἄκρατος ἡ χολὴ καταῤῥέῃ, ξανθὸν ἢ πυῤῥὸν ἐργάζεται, μηδ’ ὅλως ἀφικνουμένης αὐτῆς εἰς τὰ ἔντερα ὡς ἐπὶ τῶν ἰκτεριώντων λευκὸν ἔσται τὸ διαχώρημα.

Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας συνεξιέναι μετὰ τοῦ διαχωρήματος πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου.

Ὅταν δὲ καὶ ταύτας ἡ φύσις ἅμα τοῖς ἄλλοις περιττοῖς ὠθῇ κάτω, βέλτιόν ἐστιν ἤπερ ἄνω. καὶ ὅταν ἄλλοις ἐπιφαίνηται, λόγῳ συμπτώματος. εἴρηται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν ἡ διαφορὰ πᾶσα τῶν κρισίμως ἐπιφαινομένων.

Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον.

Τὸ μὲν λαπαρὴν ἀντίκειται τῷ τεταμένην ἢ πεπληρωμένην, τὸ δ’ εὔογκον τῷ ἐκτετηκυῖαν, ἵνα τὸ μὲν πρότερον ὑπὲρ τῶν ἐν αὐτῇ περιεχομένων διδάσκῃ, τὸ δὲ δεύτερον ὑπὲρ αὐτῆς τῆς κοιλίας, ὡς εἰ καὶ οὕτως εἶπε. δεῖ δὲ ἐν παντὶ νοσήματι συμμέτρως μέν κενὴν εἶναι τὴν κοιλίην, εὔογκον δὲ κατὰ τὴν ἑαυτῆς οὐσίαν καὶ μὴ λεπτήν.

Ὑδαρὲς δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἢ ἐρυθρὸν ἰσχυρῶς ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα.

Τὸ μὲν οὖν ὑδαρὲς ἀπεψίας ἐστὶ σημεῖον, τὸ δὲ λευκὸν, ὡς εἵρηται πρόσθεν ἤδη, τοῦ μὴ κατιέναι τὴν ὠχρὰν χολὴν ἐξ ἥπατος εἰς τὰ κατὰ γαστέρα χωρία, τὸ δὲ χλωρὸν ἰσχυρῶς, ἐπειδὴ δύο σημαίνει τὸ χλωρὸν, ὡς καὶ τοῦτο εἴρηται πρόσθεν, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων τὴν ὠχρὰν χολὴν παμπόλλην μεμίχθαι δηλώσει, κατὰ δὲ τὸ ἕτερον τὴν ἰώδη. τὸ δὲ ἀφρῶδες ποτὲ μὲν πνεῦμα φυσῶδες ὑγρῷ δυσλύτῳ μεμίχθαι, ποτὲ δὲ θέρμης ἐστὶ πολλῆς σημεῖον. ὁρᾶται γοῦν κἀπὶ τῶν ἐκτὸς οὕτω γιγνομένων ἐν μὲν τῇ θαλάσσῃ, διὰ τὰς τῶν ἀνέμων ἐμβολὰς, ἐπὶ δὲ τῶν ἑψομένων λεβήτων διὰ τὴν πολλὴν θερμασίαν.

Ἔτι δὲ πονηρὸν καὶ σμικρόν τε ἐόν καὶ γλίσχρον καὶ λευκὸν καὶ ὑπόχλωρον καὶ λεῖον.

Διττὴν ἰδέαν ἐν τῷδε τῷ λόγῳ διδάσκει διαχωρημάτων, ἀμφοτέρων μὲν ὑπὸ συντήξεως γινομένων, διαφερόντων δὲ καθ’ ὅσον ἡ μὲν μικρὰ καὶ γλίσχρα καὶ λευκὴ διαχώρησις πιμελῆς τετηκυίας ὑπὸ πυρώδους μὲν θερμότητος, οὐ μὴν κακοήθους γε σφοδρῶς γίνεται, ἡ δὲ ὑπόχλωρος καὶ λεία πιμελῆς μέν ἐστι καὶ ἥδε συντετηκυίας, ἀλλ’ ἤτοι διὰ θερμασίαν ἢ αὐτῆς τῆς πιμελῆς παλαιᾶς τε καὶ οἷον ἡμισαποῦς ὑπαρχούσης. ὁρᾶται γοῦν κἀκτὸς οὐχ ἡ πιμελὴ μόνον, ἀλλὰ καὶ τὸ στέαρ μεταβάλλοντα ἐν τῷ χρόνῳ τὸ πρόσθεν ἑαυτῶν χρῶμα καὶ σαφῶς ὑπόχλωρα γινόμενα. εἰ δέ γε τὸ ὑπόχλωρον ὑπὸ τῆς ἰώδους χολῆς εἴη γεγενημένον, ἔστι γὰρ, ὡς ἐδείχθη, δεύτερον καὶ τοῦτο τῆς χλωρᾶς φωνῆς σημαινόμενον, ἰσχυρᾶς συντήξεως ἔσται σημεῖον. λεῖον δὲ γίνεται πᾶν ὁτιοῦν τῶν ἐκκρινομένων τοῦ σώματος ἢ διὰ τὸ ὁμαλὴν πέψιν ἔχειν, ὥστε μηδὲν αὐτοῦ διαπεφευγέναι μέρος τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν ἢ διὰ ἰσχυρὰν σύντηξιν, ὡς μηδὲν ἐνταῦθα μόριον τῆς ὕλης ἀπαθὲς ὑπολειφθῆναι. ὥσπερ οὖν ὅσα χρηστὰ, βελτίω ταῦτ’ ἔστιν ὁμαλῶς φαινόμενα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα μοχθηρὰ χείρω καὶ ταῦτα πάντ’ ἐστὶν ὁμαλῶς ὄντα τοιαῦτα. δι’ ὅλων γὰρ ἑαυτῶν ἑκάτερα φαίνεται, τὰ μὲν τὸν τῆς φύσεως κόσμον δεδειγμένα, τὰ δὲ τὸ τῆς μοχθηρίας αἶσχος. τὸ δὲ γλίσχρον ὅτι μὲν πολλάκις ἐπὶ τῶν πλεῖον ἤδη τεθερμασμένων γίνεται πρόδηλον. ἐνίοτε δὲ καὶ ἡ τῶν ἐδεσμάτων ποιότης ἀπεργάζεται τοιούτους χυμούς. ἀλλ’ οὗτοι μὲν ὅταν ἐπὶ τὴν ἔκκρισιν ὁρμήσωσιν, οὐκ εἰσὶν ὀλίγοι, τὸ δὲ κατ’ ὀλίγον ἐκκρινόμενον γλίσχρον ἀποκεχώρηκε μὲν τούτων, ᾠκείωται δὲ συντήξεσι μετρίαις. ἐνίοτε δὲ αἱ σφοδραὶ συντήξεις ἀθρόας γλίσχρας ἐργάζονται διαχωρήσεις. ἀλλ’ αἱ τοιαῦται πάντως εἰσὶ δυσώδεις καὶ ταύτῃ διορίζονται τῶν ὠμῶν χυμῶν οὐκ ὄντων δυσωδῶν.

Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα ἢ λιπαρὰ ἢ πέλια ἢ ἰώδεα καὶ κάκοσμα.

Τὰ μέλανα μὲν ὑπὸ μελαίνης χολῆς ἀκράτου χρώζεται, τὰ πελιδνὰ δὲ μετρίας τε καὶ μετρίως ἐπιμιγνυμένης αὐτοῖς γίνονται τοιαῦτα. λιπαρὰ δὲ διαχωρεῖται συντηκομένης πιμελῆς ὑπὸ πυρώδους θερμασίας. τὰ δὲ κάκοσμα σηπεδόνος ἐστὶ γνωρίσματα.

Τὰ δὲ ποικίλα χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον. ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα καὶ χολώδεα καὶ αἱματώδεα καὶ πρασοειδέα καὶ μέλανα ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος.

Τὰ ποικίλα πολλὰς εἶναι διαθέσεις ἐνδείκνυται, διὸ καὶ χρόνου δεῖται πρὸς τὴν πέψιν. πολλῶν γὰρ οὐσῶν διαθέσεων εἰκὸς μὲν εἶναί τινας ἐξ αὐτῶν χρονίας· εἰ δὲ μὴ, ἀλλά πάντως γε πρὸς τὴν φύσιν. δεῖ οὖν ὥσπερ ἀνταγωνισταῖς πολλοῖς διαγωνιζομένην ἀναλίσκειν πλείονα χρόνον.

Φῦσαν δὲ ἄνευ ψόφου μὲν καὶ περδήσιος διεξιέναι ἄριστόν ἐστι, κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι. καίτοι καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον ἢ παραφονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.

Τὰς φύσας ἔνιοι μὲν ἐκκρίνουσι μετὰ ψόφου μηδὲν ἀπαισχυνόμενοι, τινὲς δὲ ἀποθανεῖν ἂν ἕλοιντο μᾶλλον ἢ τοῦτο πρᾶξαι. τούτους μὲν οὖν ὅταν ἀκουόντων πολλῶν προΐωνται φῦσαι, εἰδέναι δεῖ δυοῖν θάτερον, ἢ μὴ παρακολουθεῖν τοῖς πραττομένοις ἢ διὰ τὸ μέγεθος ὀδύνης κατηναγκάσθαι πρᾶξαί τι τῶν ἀβουλήτων. ἐπὶ δὲ τῶν ἄλλων ὅσοι μηδ’ ὅλως φροντίζουσι τῶν παρόντων, οὐδὲν μὲν σημαίνειν ἄτοπον ὑποληπτέον τὴν μετὰ ψόφου φῦσαν· ἄμεινον δὲ εἶναι καὶ ἐπὶ τούτων ἄνευ ψόφου. πάντως γὰρ ἤτοι πλῆθος ἐνδείκνυται τοῦ φυσώδους πνεύματος ἢ στενοχωρίαν τῶν ὀργάνων, ὅταν δὲ τὸ πνεῦμα μὴ πάνυ πολὺ ᾖ, τὰ δ’ ὄργανα δι’ ὧν ἐκκρίνεται χαλαρὰ τελέως ᾖ· χωρὶς ψόφου τοῖς τοιούτοις ἡ τῆς φύσης ἀπόκρισις γίνεται.

Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ τὰ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ. εἰ δὲ μὴ καὶ αὐτὸς διαπεραιωθείς, ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

Κυρτώματα τῶν ὑποχονδρίων ὠνόμασεν ἃ διὰ τῶν ἔμπροσθεν οἰδήματα προσηγόρευσεν. ἔστι δὲ ταῦτα πάντες οἱ παρὰ φύσιν ὄγκοι. χωρὶς μὲν φλεγμονῆς οὗτοι γινόμενοι πνευματώδεις καὶ μάλισθ’ ὅταν ὦσι πρόσφατοι. λύεσθαι δέ φησι βορβορυγμοῦ ἐπιγενομένου κατὰ τὸ ὑποχόνδριον. ὁ γὰρ τοιοῦτος ψόφος οὐ μόνον πνεύματός ἐστι σημεῖον, ἀλλ’ ὑγρῷ συμμιγοῦς καὶ σώματι στερεῷ. ὅταν οὖν ἤτοι διεξέλθῃ κάτω τὸ φυσῶδες τοῦτο πνεῦμα φῦσα γενόμενον ἢ μὴ διεξελθὸν ὑποκαταβῇ κάτω πρός τι τῶν κάτω χωρίον, ἀπαλλάττει τὸ ὑποχόνδριον ἀμφοτέρων τῶν συμπτωμάτων, τῆς τ’ ὀδύνης καὶ τοῦ οἰδήματος. ἔτι δὲ μᾶλλον εἰ καὶ σὺν οὔρῳ καὶ κόπρῳ κενωθείη. καταλείπει γὰρ οὐδὲν ἔτι περιττὸν ἡ τοιαύτη κένωσις ἐν τοῖς ὑποχονδρίοις.

Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν λευκή τε εἴη ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ διαλείποι καὶ ποτὲ μὲν καθαρὸν οὐρέοι, ποτὲ δὲ ὑφίστηται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής.

Ὥσπερ ὀλίγον ἔμπροσθεν ἔφην, ἐκ μὲν τῶν κατὰ προαίρεσιν ἐνεργειῶν γνωρίζεσθαι μίαν δύναμιν, ὅπως ἔχῃ ῥώμης τε καὶ ἀῤῥωστίας, ἣν τῆς ἄνωθεν ἀρχῆς ἔλεγεν ὑπάρχειν, ἣν ἔδειξα δι’ ἑτέρων ἐν ἐγκεφάλῳ καθιδρυμένην. οὕτω δὴ νῦν ἄλλης δυνάμεως φυσικῆς ὁ Ἱπποκράτης σημεῖα τὰ μὲν ἤδη διῆλθεν, τὰ δὲ καὶ κατὰ τὸν νῦν ἐνεστῶτα λόγον διεξέρχεται· καλεῖται δὲ ἡ δύναμις, περὶ ἦς φημι προκεῖσθαι τὸν λόγον, ἀλλοιωτική τε καὶ πεπτική. τὰ μὲν οὖν τῆς κατὰ γαστέρα δυνάμεως σημεῖα διὰ ὑπερχομένων ὁσημέραι γνωρίζεται, τὰ δὲ τῆς καθ’ ἧπάρ τε καὶ φλέβας ἐκ τῶν οὔρων. ἔστι γὰρ καὶ ἐν τούτοις ἐναργέστατα τὰ σημεῖα τὰ μὲν ἀκριβοῦς πέψεως, τὰ δὲ ἐλλιποῦς, τὰ δὲ καὶ τελέως ἀποτυγχανομένης, ὥσπερ καὶ ἐν τοῖς κατὰ γαστέρα. πρὸς τούτοις ἔξωθεν ὥσπερ ἐκεῖ συνεκκρίνεταί τινα γνωρίσματα διαθέσεων ἑτέρων, οὕτω κἀνταῦθα. τὴν μὲν οὖν ἀρχὴν τῆς διδασκαλίας ὁ Ἱπποκράτης ἀπὸ τῶν τῆς πέψεως γνωρισμάτων ἐποιήσατο, συνάψει δ’ αὐτοῖς ἐφεξῆς τἄλλα. πρῶτον οὖν καὶ ἡμεῖς λέγωμεν ἃ πρῶτον διῆλθεν ἐκεῖνος, ἐν τῇ προκειμένῃ ταύτῃ ῥήσει τὰς ὑποστάσεις τῶν οὔρων σκέπτεσθαι κελεύων, εἰ λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαὶ πᾶσαι τυγχάνουσιν οὖσαι καὶ μὴ ποτὲ μὲν τοιαῦται, ποτὲ δὲ ἑτεροῖαι. γίνεται γὰρ καὶ τοῦτο συνεχέστατα. καί τις οὐρήσας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἄμεμπτον ἕτερον οὔρησε κατὰ τὴν ἑξῆς νύκτα μεμπτὸν, εἶτ’ αὖθις ἄμεμπτον ἐπὶ τῆς τρίτης ἡμέρας ἕωθεν, εἶθ’ ἑσπέρας μεμπτόν. ἐκ μὲν δὴ τῶν τοιούτων οὔρων ἐμφαίνεται τὸ μέν τι πεττόμενόν τε καὶ κρατούμενον ὑπὸ τῆς φύσεως τῶν ἐν τοῖς ἀγγείοις χυμῶν, τὸ δὲ ἀπεπτούμενον. ἐὰν δὲ μηδαμοῦ παρεμπίπτῃ τῷ πεπεμμένῳ τὸ ἄπεπτον, ἄριστον οὖρόν ἐστι τὸ τοιοῦτον. εἰ μὲν οὖν ὑπόστασιν ἔχει, λευκήν τε εἶναι χρὴ ταύτην καὶ ὁμαλὴν καὶ λείαν διὰ παντὸς τοῦ χρόνου μέχρι λύσεως τοῦ νοσήματος ὁμοίως γινομένην. εἰ δ’ οὐκ ἔχει, πάντως μὲν ἔξει τινὰ νεφέλην λευκὴν, ἐξ ἀνάγκης δὲ καὶ τῇ χροιᾷ συμμέτρως ὠχρὸν ἔσται καὶ τῇ συστάσει μεταξὺ τοῦ λεπτοῦ καὶ ὑδατώδους καὶ τοῦ παχέος, ὁποῖόν ἐστι τὸ τῶν ὑποζυγίων. ἀλλὰ τὰ μὲν οὐδ’ ὅλως ἔχοντα τὰς ὑποστάσεις οὖρα τοῖς λεπτῶς πάνυ διῃτημένοις γίνεται, τὰ δὲ πολλὴν τοῖς ἁδρῶς, τὰ δ’ ὀλίγην τοῖς συμμέτρως. ἔτι δ’ ἐν μὲν τοῖς χολώδεσι νοσήμασιν ἐπὶ τὸ ξανθότερον ῥέπει κατὰ τὴν χρόαν, ἐν δὲ τοῖς ἐξ ὠμῶν χυμῶν γινομένοις ἐπὶ τὸ λευκότερον. ὑπόστασιν δὲ τὰ μὲν ἐπὶ τοῖς ὠμοῖς χυμοῖς ἴσχει δαψιλῆ, τὰ δ’ ἐπὶ τοῖς χολώδεσιν ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλαχίστην, ἀλλ’ ἱκανόν ἐστιν αὐτοῖς ἐναιώρημα ἔχειν. ὀνομάζω δὲ ἐναιώρημα τὸ παχύτερον μὲν καὶ λευκότερον ἐν οὔρῳ μήτ’ ἐπιπολῆς αὐτοῦ μήτ’ ἐν τῷ πυθμένι τοῦ ἀγγείου, κατὰ δὲ τὴν μεταξὺ χώραν ἐναιωρούμενον ἤτοι μέσον ἀκριβῶς ἢ κάτω μᾶλλον ἢ ἄνω. τὰ μὲν οὖν τοιαῦτα σύνηθές μοι καλεῖν ἐναιωρήματα. πρὸς Ἱπποκράτους γε μὴν καὶ ταῦτα νεφέλαι προσαγορεύονται, τὴν αὐτὴν ἀναλογίαν ἔχουσαι περὶ τὸ οὖρον ἣν αἱ ὄντως νεφέλαι πρὸς τὸν ἀέρα. καὶ γὰρ καὶ ταῦτα τοῦ πέριξ ἑαυτῶν ὑγροῦ παχύτερα κἀκεῖναι τοῦ ἀέρος· πολλάκις οὖν, ὡς ἔφην, ἐφίσταταί τι τοῖς οὔροις ἄνωθεν, ὅπερ ἐγὼ νεφέλην ἰδίως ὀνομάζειν εἴωθα. ταυτὶ μὲν οὖν ἐγνώσθω τέ σοι καὶ μνημονευέσθω πρῶτα, μετὰ δὲ ταῦτα πρόσεχε τὸν νοῦν οἷς ἔγραψεν ὁ Ἱπποκράτης. τὸ γὰρ διὰ παντὸς ὑπόστασιν οἵαν εἴρηκε ποιούμενον οὖρον ἀσφάλειάν τε σημαίνει, τουτέστιν ἀκίνδυνον εἶναι τὸ νόσημα καὶ τελέως λυθησόμενον ὡς μηκέτι ὑποστρέφειν. καὶ πρὸς τούτοις ἔτι ταχεῖαν αὐτοῦ γενέσθαι τὴν λύσιν, ὥστ’ εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν ἢ καὶ τὴν ἐχομένην αὐτῇ νύκτα φανὲν ὅμοιον διαμένοι κατά τε τὴν δευτέραν ἡμέραν καὶ νύκτα, τῆς πρώτης περιόδου τῶν κρισίμων ἡμερῶν οὐκ ἂν ἐξωτέρω προέλθοι τὸ νόσημα. λέγει δὲ ταῦτα δηλονότι περὶ τῶν πυρετωδῶν νοσημάτων οὐ τῶν ὅσα γε χωρὶς πυρετῶν ἤτοι κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας ἢ κατὰ τὸν θώρακά τε καὶ πνεύμονα συνίσταται δι’ ἄλλων σημείων γνωριζόμενα, εἴτε ἐπιεικῆ τε καὶ ταχυκρίσιμά ἐστιν εἴτε κινδυνώδη τε καὶ χρόνια. διὰ τί δὲ τὴν ὑπόστασιν τῶν οὔρων λευκὴν εἶναι χρὴ ἔμπροσθεν ἐν τῷ περὶ πύου δέδεικται λόγῳ κατὰ τὸ τέλος τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων.

Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη ὑπερύθρη τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα.

Ὅταν αἵματος ὀῤῥὸς συναπέρχηται τῷ οὔρῳ, φαίνεται μὲν καὶ κατὰ τὴν χρόαν ὑπέρυθρον, ἐνδείκνυται δὲ περιουσίαν αἵματος οὐκ ἀκριβῶς κατειργασμένου· διότι μὲν οὖν τοῦ χρηστοτάτου τῶν χυμῶν ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο ἀκίνδυνον ὑπάρχει. διότι δὲ ὑγροτέρου τε καὶ ὀῤῥωδεστέρου τούτου ὄντος, διὰ τοῦτο χρῄζει πέψεως. εἴπερ οὖν ἐκ τῶν χρόνων οἱ πεπασμοὶ γίνονται, δεόντως τὸ τοιοῦτο οὖρον χρονιωτέραν ἔσεσθαι παρὰ τὸ πρότερον ἐνδείκνυται τὴν λύσιν τοῦ νοσήματος.

Κριμνώδεες δ’ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραὶ, τουτέων δὲ εἰσι κακίους αἱ πεταλώδεες. λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φλαῦραι, τουτέων δὲ εἰσι κακίους αἱ πιτυρώδεες.

Κρίμνα καλεῖται τὰ τοῖς ἀλφίτοις ἐμφερόμενα τῆς πεφρυγμένης κριθῆς μόρια μεγάλα, διαπεφευγότα δηλονότι τὴν ἐν τῇ μύλῃ κατεργασίαν ἀκριβῆ. τοιαῦτα τοίνυν ὅταν ἐμφέρηται ταῖς ὑποστάσεσι τῶν οὔρων, οὐκ ἀγαθόν ἐστι σημεῖον. ἐν μὲν γὰρ τοῖς ἀλφίτοις τὸ μὴ καταθραυσθὲν εἰς ἄκρως λεπτὰ μόρια γίνεται κρίμνον, ἐν δὲ τοῖς οὔροις οὐ δήπου τῶν σιτίων τι συναναδοθὲν ἔμεινεν ἔτι σκληρὸν, ἀλλ’ ἐξ ὑπεροπτήσεως αἵματος παχέος ἢ συντηκομένων ἀνωμάλως τῶν σαρκῶν γίνεται ταῦτα. τὸ δὲ ἀνωμάλως ἐστὶν, ὅταν ὑπὸ πυρετώδους θερμασίας ὅσον μὲν ἁπαλόν τέ ἐστι καὶ νεοπαγὲς τῆς σαρκὸς, εἰς ἰχῶρα ἀναλυθῇ, τὸ σκληρὸν δὲ τοῖς πεφρυγμένοις ὑπὸ ταγήνου παραπλησίως συστῇ ξηρανθέν. πρῶτον μὲν γὰρ ἡ νέα καὶ ἁπαλὴ πιμελὴ τήκεται κατὰ τοὺς τοιούτους πυρετοὺς, εἶθ’ ἡ σκληροτέρα καὶ παλαιοτέρα, καὶ μετὰ ταύτην αἱ νέαι καὶ ἁπαλαὶ σάρκες, εἶθ’ αἱ σκληραὶ καὶ παλαιαὶ, καὶ τούτων ἐφεξῆς ἤδη τὰ στερεὰ μόρια τοῦ σώματος, ὧν πάλιν ἀνωμάλως συντηκομένων πεταλώδη μόρια τοῖς οὔροις συνεκκρίνεται. διὸ καὶ χείρω τὰ τοιαῦτά ἐστιν οὖρα τῶν τὰ κριμνώδη μόνον ἐχόντων. ἕτεραι δ’ εἰσὶν ὑποστάσεις λεπταὶ, τουτέστιν οὐκ ἔχουσαι πάχος, ἀλλ’ ὡς ἂν εἴποι τις ἀφρῷ παραπλήσιαι. εὐθέως δ’ εἰσὶν αἱ τοιαῦται καὶ λευκαὶ, διότι δέχονται δι’ ὅλων ἑαυτῶν τὴν τοῦ περιέχοντος αὐγὴν μᾶλλον τῶν παχέων. ἡ γένεσις δ’ αὐταῖς ἐκ φυσώδους πνεύματος ἀναμεμιγμένου δυσλύτως ἡμιπέπτῳ περιττώματι χυμῶν. ἴδιον γάρ ἐστιν αὐτῶν τῶν τελέως πεπεμμένων ὃ καλεῖν εἴωθα ὁμαλὲς. γίνεται δὲ τὸ τοιοῦτον, ὅταν ὁμοιομερὲς ὑπάρχει πᾶν, ὡς τό γε μεμιγμένον ἑτεροίῳ σώματι διάφορα τὰ μόρια κατά τε τὴν σύστασιν ἔχει καὶ τὴν χρόαν. αὐτῶν δὲ τῶν ἀνωμάλων τὰ κατὰ σμικρὰ μόρια τῶν κατὰ μεγάλα τὴν ἀνωμαλίαν ἐχόντων ἐστὶ χείρω. τὰ μὲν γὰρ κατὰ μεγάλα μεγάλην τινὰ ῥώμην τῆς φύσεως ἐνδείκνυται, τοσαύτην ὅσον πέρ ἐστι τὸ μέγεθος τῆς οὐσίας ἀκριβῶς κατειργασμένης, τὰ δὲ κατὰ σμικρὰ νικᾶσθαι πρὸς τῆς ὅλης τὴν δύναμιν ἐμφάνει καὶ οἷον μάχην τινὰ ἔχειν ἐν αὐταῖς ἰσοσθενῆ. τοῦτο μὲν δὴ κοινὸν ἐπὶ πάντων ἐστὶ τῶν ἀνωμάλων. αἱ δὲ κατὰ μέρος ἐν αὐταῖς διαφοραὶ παρά τε τὴν τοῦ πεφθέντος ἀρετὴν γίνονται καὶ τὴν κακίαν τοῦ μὴ πεφθέντος. ἐπὶ δὲ ταῖς εἰρημέναις οὖν τρισὶ διαφοραῖς τῶν ὑποστάσεων ἄλλην τετάρτην λέγει τὴν πιτυρώδη χείρω τῆς τρίτης, ὡς ἂν καὶ αὐτὴν ἐνδεικνυμένην ὁμοίως τῇ τε πρώτῃ καὶ τῇ δευτέρᾳ τὴν θερμασίαν τοῦ πυρετοῦ φλογώδη καὶ συντηκτικὴν, ἣν οὐκ ἐχρῆν τετάρτην, ἀλλὰ τρίτην γεγράφθαι.

Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι.

Περὶ τῶν ἐν ταῖς ὑποστάσεσι διαφορῶν εἰπὼν ἑξῆς ἐπὶ τὰς νεφέλας μετέβη δηλώσας ὅτι τὸ ἐναιώρημα νεφέλην ὀνομάζει τῇ προσθήκῃ τοῦ ἐμφερόμεναι ῥήματος, ὧν ὅτι τὰς μελαίνας εἰκότως μέμφεται δῆλον, εἴ γε δὴ τὸ μέλαν ἢ διὰ ψύξιν ἰσχυρὰν γίνεται, καθ’ ὃν λόγον καὶ τὸ αἷμα μελαίνεται θρομβούμενον, ὅσα τε νεκροῦται ψυχθέντα τελέως ἢ δι’ ὑπερβάλλουσαν θερμασίαν. καὶ γὰρ αὖ καὶ τὸ αἷμα μελαίνεται καιόμενον, ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα σώματα, καὶ οἱ πολλῷ χρόνῳ διατρίψαντες ἐν ἡλίῳ θερινῷ μέλανες γίνονται.

Ἔστ’ ἂν δὲ πυῤῥόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει τὸ νόσημα ἄπεπτον εἶναι.

Τὸ κατὰ φύσιν οὖρον μετρίως ἐστὶν ὠχρὸν, ὡς ἂν ἐκ τοῦ πεφθέντος ὑγροῦ γεγονὸς ὀλίγον τι τῆς ξανθῆς χολῆς προσειληφότος, ὅταν δὲ ἤτοι πλεῖον ᾖ αὕτη τοῦ δέοντος ἢ ἄκρατος ἰσχυρῶς οὖσα προσαναμιχθῇ τῷ οὔρῳ, πυῤῥὸν φαίνεται. ἐὰν οὖν πρὸς τῷ τοιοῦτον εἶναι κατὰ χρόαν, ἔτι καὶ λεπτὸν εἴη κατὰ τὴν σύστασιν, ἄπεπτον εἶναι σημαίνει τὸ νόσημα. χρὴ γὰρ ὥσπερ ἐν τῇ χρόᾳ μετρίως ὠχρὸν ἔφαμεν εἶναι δεῖν τὸ κατὰ φύσιν οὖρον, οὕτω καὶ κατὰ τὴν σύστασιν ἔχειν μετρίως, μήθ’ οὕτω λεπτὸν ὑπάρχον ὡς ὕδωρ μήθ’ οὕτως γεγονὸς παχὺ, ὡς ἐοικέναι τοῖς τῶν ὑποζυγίων. εἴρηται δὲ τελέως ἅπαντα περὶ τῆς τῶν οὔρων φύσεώς τε καὶ διαφορᾶς ἐν τοῖς περὶ κρίσεων. ἐκεῖθεν οὖν αὐτὰ μανθάνειν ὅστις ὄντως ἐραστὴς ᾖ προγνωστικῆς θεωρίας. ἐν γὰρ ταῖς ἐξηγήσεσιν ὁ σκοπός ἐστι σαφὲς ἐργάσασθαι τὸ δοκοῦν ἀσαφῶς εἰρῆσθαι. τὸ δὲ καὶ διακρῖναι τίνα μὲν αὐτῶν ὡς ἀληθῶς εἵρηται, τίνα δὲ οὒ, καὶ προσθεῖναι τὰς ἀποδείξεις ἑκατέροις, ἐκ περιουσίας γίνεται.

Ἢν δὲ καὶ πολυχρόνιον εἴη τὸ νόσημα, τὸ δὲ οὖρον τοιοῦτον ἐὸν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ τὸ οὖρον.

Ἐὰν ἐπὶ πλείονα χρόνον ἄπεπτον διαμείνῃ τὸ νόσημα, κίνδυνος ἀπολέσθαι τὸν ἄνθρωπον, εἰ μή τι ἄρα τὴν ἀντέχουσαν τῷ νοσήματι δύναμιν ἰσχυροτάτην ἔχει· δῆλον οὖν ὅτι κἀνταῦθα τὸ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον μεμνημένος ἐπίσκεψαι, πηλίκη μέν ἐστιν ἡ ῥώμη τῆς δυνάμεως, ὁπόσης δὲ πέψεως δεῖται τὸ νόσημα, καὶ εἰ ὁ κάμνων ἐξαρκέσει μέχρι τῆς ἀκμῆς αὐτοῦ.

Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδεα καὶ μέλανα καὶ παχέα.

Τὰ ὑδατώδη λεπτὰ μὲν τὴν σύστασίν ἐστι, λευκὰ δὲ τὴν χρόαν, ἀπεψίαν μὲν ἐσχάτην ἐνδεικνύμενα τῶν χυμῶν, ἀῤῥωστίαν δὲ τῆς φυσικῆς δυνάμεως. περὶ δὲ τῶν δυσωδῶν ἁπάντων εἴρηται πρόσθεν, ὥσπερ γε καὶ περὶ τῶν μελαινομένων. ταῦτα μὲν οὖν αὐτὰ καθ’ ἑαυτὰ καὶ σὺν ἀλλήλοις ἐστὶ θανατώδη· τὰ δὲ παχέα πρότερον αὐτὰ καθ’ ἑαυτὰ καὶ ταῦτα θανατώδη νομιστέον ἢ συμπλέξαι χρὴ τοῖς προειρημένοις αὐτὰ καὶ τοῖς μέλασιν ἄξιόν ἐστιν ἐπισκέψεως. ὅσα τοίνυν ἡμεῖς εἴδομεν ἀκριβῶς παραφυλάξαντες ἐροῦμεν, ἵνα ἐξ αὐτῶν τις ὁρμώμενος ἅμα μὲν ἐπίστηται τὸ ἀληθὲς, ἅμα δὲ καὶ τὴν βελτίω τῶν ἐξηγήσεων ἕληται. τὰ μέλανα τῶν οὔρων ὅσῳ περ ἂν ᾖ παχύτερα, τοσούτῳ χείρω παρεφυλάξαμεν ὄντα. τὰ δὲ τῆς κατὰ φύσιν χρόας μὴ ἐκστάντα παχέα διττὴν ἔχοντα τὴν ἔκβασιν, ἐνίοτε μὲν ἐπ’ ὄλεθρον, ἐνίοτε δὲ εἰς ὑγείαν ὑπόγυον τελευτῶντα, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παρὰ φύσιν, ὡς ἂν ἐκκαθαίρηται δι’ αὐτῶν τὸ σῶμα. δῆλον δ’ ὅτι παχέα πρὸς αὐτοῦ λέλεκται τὰ πάνυ σφόδρα τοιαῦτα. τὰ γὰρ ἁπλῶς παχύτερα τῶν κατὰ φύσιν οὐ πάντως ἐστὶν ὀλέθρια.

Ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα.

Ἐν πάσαις μὲν ταῖς ἡλικίαις ὀλέθρια τά τε μέλανα τῶν οὔρων ἐστὶ καὶ ὑδατώδεα, ἀλλ’ ἐπὶ μὲν τῶν ἀκμαζόντων τὴν πρώτην ἔχει τάξιν, ὡς ἐν ὀλεθρίοις, τὰ μέλανα, ἐπὶ δὲ τῶν παιδίων τὰ ὑδατώδη. λέλεκται γὰρ ἔμπροσθεν αὐτῷ τὰ ἐναντιώτατα τοῖς κατὰ φύσιν ὀλεθριώτατα ὑπάρχειν. ἐναντιώτατα δέ ἐστιν ἐπὶ τῶν παίδων οὐχ οὕτως τὰ μέλανα τοῖς κατὰ φύσιν ὡς τὰ λεπτά. κατὰ φύσιν γὰρ αὐτοῖς ἐστιν οὐρεῖν παχέα τε καὶ πολλὴν ὑπόστασιν ἔχοντα. τοῖς δ’ ἀκμάζουσι καὶ λεπτότατα καὶ ὀλίγην ὑπόστασιν ἔχοντα γίνεται, διόπερ ἐπ’ αὐτῶν ἐστιν ὀλεθριώτατα τὰ μέλανα τῶν οὔρων. ἐπὶ δὲ τῶν παιδίων καὶ δι’ ἄλλην αἰτίαν ὀλέθρια τὰ ὑδατώδη. τάχιστα γὰρ ἐπ’ αὐτῶν πέττεται πάντα διὰ ῥώμην τῆς ἀλλοιωτικῆς δυνάμεως, αἱ πέψεις δὲ παχύνουσιν οὐκ οὖρα μόνον, ἀλλὰ καὶ διαχωρήματα τοῖς εὐπετιοῦσι κατὰ γαστέρα. καὶ πτύσματα περιπνευμονικοῖς τε καὶ πλευριτικοῖς καὶ φλέγματα ἐν κατάῤῥοις καὶ κορύζαις καὶ λήμας ἐν ὀφθαλμίαις καὶ πῦον ἐν ἕλκεσιν. ἐὰν οὖν φαίνηται τοῖς παισὶ τὸ οὖρον ὑδατῶδες ἐπὶ πλέονα χρόνον παραμένον, ὡς μηδεμίαν μεταβολὴν ἴσχειν ἐπὶ τὸ παχύτερον, ὀλέθριον γίνεται τὸ σημεῖον.

Ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία.

Ἀληθέστατα καὶ τοῦτ’ εἴρηται τῷ Ἱπποκράτει. τὰ μὲν γὰρ δυσπεπτότερα τῶν νοσημάτων, ὡς ἂν ἐπὶ παχυτέροις καὶ ψυχροτέροις γινόμενα χυμοῖς, εἰς ἀπόστασιν εἴωθε κρίνεσθαι, τὰ δὲ ἐπὶ θερμαῖς καὶ λεπταῖς ἐκκρίσεσιν. ὅταν οὖν ποτε χρόνῳ πλείονι παραμένῃ τὰ οὖρα μὴ πεττόμενα, διορίζεσθαι χρὴ πότερον οὐκ ἐξαρκέσει τῷ μήκει τοῦ νοσήματος ὁ κάμνων ἢ δι’ ἀπόστασιν κριθήσεται. ὁ διορισμὸς δὲ ἀπὸ τῶν ἄλλων σημείων γενήσεται. τὰ μὲν γὰρ ὀλέθρια θάνατον δηλοῦσι, τὰ δὲ ἐπιεικῆ σωτηρίαν. αἵ γε μὴν ἀποστάσεις ἐν μὲν τοῖς πάνυ χρονίζουσιν ἐς τὰ κάτω χωρία γίνονται διά τε τὴν ψυχρότητα καὶ τὸ πάχος τῆς ὕλης καὶ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν, κεκμηκυίας διὰ τὸν χρόνον, ἐν δὲ τοῖς ὀξυτέροις παρ’ ὦτα. καὶ γὰρ καὶ οἱ χυμοὶ τούτοις ἧττόν εἰσι παχεῖς καὶ ἡ θερμασία πολλὴ καὶ ἡ δύναμις εὐρωστοτέρα. τὰ δὲ μεταξὺ τούτων νοσήματα τὰς ἀποστάσεις ἐπαμφοτεριζούσας ἔχει. καὶ οὐδέν ἐστιν ὅσον ἐπὶ τῷ χρόνῳ ζητεῖν ἄνω μᾶλλον ἢ κάτω ῥέψουσιν, ἀλλ’ ἐκ τῶν ἄλλων σημείων διορίζεσθαι προσήκει.

Καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι, ξυντήξεως γὰρ σημεῖα.

Οἷόν τι τοῖς λιπαροῖς ζωμοῖς ψυχομένοις ἐφίσταται τὸ καλούμενον ὑπὸ τῶν πολλῶν γραῦς, τοιοῦτον καὶ τοῖς ἐκ τῆς συντήξεως οὔροις, ὑπὲρ ὧν νῦν ἐποιήσατο τὸν λόγον αὐτὸς καὶ τὴν αἰτίαν προσθείς.

Σκοπεῖν δὲ χρὴ τῶν οὔρων ἐν οἶσιν αἱ νεφέλαι, ἤν τε ἄνω ἤν τε κάτω ἔωσι καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι. καὶ τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν οἶσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσιν χρώμασιν, οἷσιν εἴρηται κακὰς εἶναι καὶ μέμφεσθαι τὰς τοιαύτας.

Ὅτι τὰ πρὸς ἐμοῦ κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα πολλάκις ἐναιωρήματα λελεγμένα καλεῖν αὐτὸς εἴωθε νεφέλας, ἐδήλωσε καὶ διὰ τῆς ῥήσεως οὐκ ἀσαφῶς. ἀλλαχοῦ γε μὴν αὐτὸς ἐναιώρημα γονοειδὲς εἴρηκεν, ὡς εἶναι δυοῖν θάτερον, ἤτοι γενικωτέρου πράγματος ὄνομα τὸ ἐναιώρημα τὴν τομὴν ἔχοντος, εἴς τε τὰς νεφέλας καὶ τὰ γονοειδῆ, ἢ μηδέποτε τὰς νεφέλας ἐναιωρήματα καλεῖσθαι πρὸς αὐτοῦ. ὅτι δὲ πάντα τὰ τοῖς οὔροις ἐμφερόμενα κάτω χρηστὰ καὶ ὅσῳ περ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ βελτίω γίνεται, λέλεκται δυνάμει πρόσθεν, ἡνίκα ἐλέγομεν ἀναμεμίχθαι τοῖς τοιούτοις ἐνίοτε φυσῶδες πνεῦμα. τὸ τοίνυν ἀκριβῶς πεπεμμένον καὶ διακεκριμένον ὁμαλές τε καὶ ὁμοιομερὲς ὂν, ὡς ἂν οὐδὲν ἔχον πνεύματος, εἰς τὸν πυθμένα καταφέρεται τοῦ τὸ οὖρον ἀγγείου περιέχοντος. ὅσον δ’ ἐπίμικτόν ἐστιν ἀερώδει τινὶ καὶ ἀτμώδει φύσει, τοῦτο κουφιζόμενον ὑπ’ ἐκείνης, ἀνάλογον τῇ ποσότητι τοῦ κουφίζοντος, ἧττόν τε καὶ μᾶλλον ἄνω φέρεται.

Μὴ ἐξαπατάτω δὲ σε ἤν τι ἡ κύστις νούσημα ἔχουσα τῶν οὔρων τοιαῦτα ἀποδιδῷ. οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν.

Κάλλιστα καὶ τοῦτο προσέγραψεν ἀναμιμνήσκων ἡμᾶς, ὃ τάχ’ ἂν ἐνίοτε παρελίπομεν ἐπὶ τῶν νοσούντων διορίσασθαι· καὶ χρὴ δηλονότι καὶ περὶ τῶν διαχωρουμένων κατὰ γαστέρα μεμνῆσθαι τοῦ νῦν εἰρημένου διορισμοῦ. κοινὸν μὲν γὰρ ἀμφοτέραις ταῖς ἐκκρίσεσιν τό τε τοῦ παντὸς σώματος ὑποδέχεσθαι τὰ περιττώματα ταῦτα καὶ τὸ τῶν μορίων ἐκείνων δι’ ὧν ἐκκρίνεται. συμβέβηκε δὲ κατὰ φύσιν ἐχόντων ἡμῶν τὰ μὲν τοῦ παντὸς σώματος ἐκκαθαίρεσθαι περιττώματα δι’ οὔρων, τὰ δὲ τῶν κατὰ γαστέρα συνεξέρχεσθαι τῇ κόπρῳ. παρὰ φύσιν δὲ ἐχόντων τοῖς μὲν οὔροις συνεκκρίνεσθαί τινα τῶν ἐν νεφροῖς καὶ κύστει νοσημάτων γνωρίσματα, τῇ δὲ κόπρῳ τοῦ παντὸς σώματος. οὐκ ὀλιγάκις γοῦν ἐπὶ τῶν οὐρησάντων πυώδη, ζήτησις ἐγένετο πόθεν ἥκει τὸ πῦον. οὕτω δὲ καὶ πεταλώδη ποτὲ οὐρηθέντα τὴν αὐτὴν ζήτησιν ἔχει. καὶ δριμέα δὲ καὶ δυσώδη καὶ χολώδη τὰ οὖρα πολλάκις μὲν ἐγένετο διὰ κύστιν τε καὶ νεφρούς· οὐκ ὀλιγάκις δὲ καὶ διὰ τὸ πᾶν σῶμα, τουτέστι τὴν ἐν ὅλῳ τῷ ζώῳ πεπτικὴν δύναμιν τῶν χυμῶν, ἥτις, ὡς ἐδείξαμεν, οἷον ἑστίαν καιομένην καὶ πηγὴν ἔχει τὸ ἧπαρ. ἐνίοτε δὲ καὶ ταύτης αὐτῆς μηδὲν πεπονθυΐας ἐκκαθαίρεται διὰ νεφρῶν καὶ κύστεως ὅλον τὸ ζῶον, ἢ μορίων τινῶν τῶν ἐν αὐτῷ τινα περιττώματα ταῖς φλεψὶν ἐμπίπτοντα ἐκκαθαιρομένου τοῦ αἵματος ὑπὸ τῶν νεφρῶν συνεκκρίνεται, καθότι καὶ ἀποστήματα πολλαχόθι γινόμενα δι’ οὔρων ἐκκρίνεται.

Ἐμετὸς δὲ ὠφελιμώτατος ὁ φλέγματός τε καὶ χολῆς ξυμμεμιγμένος ὡς μάλιστα, καὶ μὴ παχὺς κάρτα μήτε πολὺς ἐμείσθω. οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσί.

Καὶ διὰ ταύτης τῆς λέξεως ἐδήλωσεν ὁποῖόν τι καλεῖ τὸ ἄκρατον, ἀντιτιθεὶς αὐτῷ τὸ μεμιγμένον. δηλωτικὸν δ’ οὐχ ἥκιστα καὶ αὐτὸ τοὔνομά ἐστι τοῦ πρὸς αὐτοῦ σημαινομένου. καὶ γὰρ οἶνον ἄκρατον εἶναι λέγομεν ᾧ μὴ μέμικται τὸ ὕδωρ ἢ παντάπασιν ὀλίγον μέμικται, καὶ τῶν ἄλλων ἕκαστον ἄκρατόν ἐστί τε καὶ λέλεκται πρὸς τῶν Ἑλλήνων, ὅταν αὐτὸ καθ’ αὑτὸ μόνον ἀμιγὲς ἑτέρας οὐσίας ὑπάρχῃ. τὴν γοῦν ξανθὴν χολὴν ποτὲ μέν ἐστιν ἰδεῖν παχεῖάν τε καὶ ἄκρως ξανθὴν, ἐμουμένην τε καὶ κάτω διερχομένην, ἣν δὴ καὶ λεκιθώδη προσαγορεύουσιν ἔνιοι, πολλάκις δὲ ὑγροτέραν καὶ ἧττον ξανθὴν, ἥτις ἰδιαίτερον ὠχρὰ προσαγορεύεται, μεμιγμένον ἔχουσα δι’ ὅλης ἑαυτῆς φλεγματώδη χυμὸν λεπτὸν ἢ ὑδατῶδές τι περίττωμα. βούλεται τοίνυν ὁ Ἱπποκράτης μηδέτερον τῶν χυμῶν ἄκρατον φαίνεσθαι, μεμίχθαι δ’ ἀλλήλοις πως αὐτούς. ὁ μὲν γὰρ χολώδης ἄκρατος πολλὴν τὴν θερμασίαν, ὁ δὲ φλεγματώδης τὴν ψύξιν ἐνδείκνυται. καὶ μέντοι καὶ παχυτέροις ὑπάρχει τοῖς ἀκράτοις εἶναι, τῷ μὲν φλεγματώδει διὰ ψύξιν οἱονεὶ ἐπιπεπηγότι, τῷ δὲ χολώδει διὰ τὴν τῆς θερμασίας ὑπερβολὴν ἐξικμασμένῳ τε καὶ οἷον πεφρυγμένῳ. δύο γὰρ αἴτια ταῦτα ἐναντία τῶν παχυνομένων ἐστὶ, τὸ θερμὸν πάνυ καὶ τὸ ψυχρὸν, ἐξικμάζον μὲν τὸ θερμὸν, πηγνύον δὲ τὸ ψυχρόν.

Εἰ δὲ εἴη τὸ ἐμούμενον πρασοειδὲς ἢ πέλιον ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι.

Περὶ μὲν οὖν τοῦ πελιδνοῦ καὶ μέλανος χρώματος εἴρηται πρόσθεν. τοῦ πρασοειδοῦς δὲ νῦν πρώτως ἐμνημόνευσεν, οὐκ ἔχοντος μὲν οἰκεῖον ὄνομα, συγχρωμένου δὲ τῇ τῶν πράσων προσηγορίᾳ, εἰ μὴ ἄρα τις ἔμπαλιν ἀπὸ τοῦ πρασοειδοῦς χρώματος ὠνομάσθαι φαίη τὸ πράσον, οὐκ ἀπὸ τοῦ πράσου τὸ πρασοειδές. ἐπὶ τινῶν μὲν γὰρ εὔδηλος ἡ παραγωγὴ τῶν ὀνομάτων, ὡς γνωρίζεσθαι τό τε πρωτότυπον ὑπὸ γραμματικῶν ὀνομαζόμενον καὶ τὸ παρηγμένον ἀπ’ αὐτοῦ, καθάπερ ἐπὶ τοῦ γαλακτοειδοῦς χρώματος, ἐπὶ τινῶν δὲ οὐ δῆλον. ἔξεστι γὰρ λέγειν οὐκ ἀπὸ τοῦ φοίνικος ὠνομάσθαι τὸ φοινικοῦν, ἀλλ’ ἀπὸ τοῦ φοινικοῦ τὸν φοίνικα, καθάπερ γε καὶ τὸ κυανὸν οὐκ ἀπὸ τοῦ κυανοῦ μᾶλλον ἤπερ τὸ κυανοῦν ἀπ’ ἐκείνου. καὶ ἡ ὤχρα δὲ καὶ τὸ ὠχρὸν χρῶμα τῆς αὐτῆς ἐστι συστοιχίας. ὤχραν δὲ εἴρηκα οὐ τὴν ὀξυνομένην φωνὴν, ὥσπερ ἂν εἴποι τις ὠχρὸν μὲν εἶναι τὸν νεανίσκον, ὠχρὰν δὲ τὴν γυναῖκα, ἀλλὰ τὴν παροξυνομένην. ἔστι γὰρ εἶδός τι γῆς ὤχρα καὶ μάλιστα ταύτης ἡ Ἀττικὴ καλλίστη. ταυτὶ μὲν οὖν ἅπαξ εἰρήσθω μοι. ἀεὶ γὰρ μέμνησο τοῦ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι τοσοῦτον, ὅσον εἰς σαφῆ δήλωσιν ὧν λέγομεν ἐξ αὐτῶν ἐστιν ὀνήσασθαι. τὸ δ’ ἐπέκεινα τοῦδε περιττὸν ἡγοῦ, τὸν χρόνον εἰς τὴν τῶν βελτιόνων σπουδὴν κατατιθέμενος. γίνεται δή τις ἐν τῷ σώματι, καθάπερ ὠχρὰ χολὴ κατὰ φύσιν ἐχόντων, οὕτω καὶ πρασοειδὴς ἑτέρα παρὰ φύσιν. καὶ φαίνεται αὕτη πολλάκις μὲν ἐν αὐτῇ τῇ γαστρὶ γεννωμένη, διά τινων ἀπεψίαν ἐδεσμάτων ἢ λαχάνων, ὁποῖα καὶ τὰ τεῦτλά εἰσι καὶ τὰ κρόμμυα καὶ αἱ κράμβαι. φαίνεται δ’ ἐνίοτε καὶ χωρὶς τοῦτο τοιοῦτό τι προσενηνέχθαι τῷ λόγῳ τοῦ νοσήματος ἐν ταῖς φλεψὶ γεννᾶσθαι καὶ καταῤῥεῖν ἤτοι γε εἰς τὴν ἄνω κοιλίαν ἢ εἰς τὴν κάτω, θερμασίαν γέ τινα ἐν τῷ σώματι παρὰ φύσιν δηλοῦσα καὶ περιττώματος ἰδιότητα τοιούτου τὴν κρᾶσιν, οἶος ὁ τῶν εἰρημένων λαχάνων ἐστὶ χυμός.

Εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ὡυτὸς ἄνθρωπος ἐμέει, κάρτα ὀλέθριον τοῦτο ἤδη γίνεται.

Εἴτε περὶ τῶν προειρημένων χρωμάτων τοῦ πρασοειδοῦς καὶ πελιδνοῦ καὶ μέλανος εἴρηται τὸ πάντα εἴτε καὶ περὶ τῶν ἄλλων σὺν αὐτοῖς, ὁπόσα χρώματά ἐστι παρὰ φύσιν ἑκατέρως ὀλεθριώτατόν ἐστιν, ἐνδεικνύμενον πολλὰς ἐν τῷ σώματι χαλεπὰς εἷναι διαθέσεις.

Τάχιστον δὲ θάνατον σημαίνει τὸ πέλιον τῶν ἐμεσμάτων, εἰ ὄζοι δυσῶδες.

Σηπεδόνα γὰρ ἐνδείκνυται μετὰ νεκρώσεως τὸ τοιοῦτον, εἴ γε μεμνήμεθα τῶν προειρημένων.

Πάσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμουμένοισιν.

Ἦι γὰρ ἂν διαθέσει μιχθῇ σηπεδὼν, χείρων αὐτὴ ἑαυτῆς φαίνεται,

Πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετέως.

Τὸ μὲν ταχέως ἐν ἀρχῇ τῆς νόσου δηλοῖ, τὸ δὲ εὐπετέως ἀντὶ τοῦ ῥᾳδίως τε καὶ ἑτοίμως οἱ Ἕλληνες λέγουσι. συμβαίνει δὲ τοῦτο ταχέως τε καὶ ἀπόνως ἀναπτυόντων. τὸ γάρ τοι ταχέως γίγνεσθαι διττόν ἐστι, τὸ μὲν ἕτερον ὅλου τοῦ νοσήματος τὸν πρῶτον καιρὸν ἐνδεικνύμενον, τὸ δὲ ἕτερον τὸν ἐν ταῖς ἐνεργείαις ἐζευγμένον χρόνον. εὐπετὴς γὰρ ἀναγωγὴ πτυέλου, τουτέστιν ἑτοίμη τε καὶ ῥᾳδία γίγνεται, μήτ’ ὀδύνης ἰσχυρᾶς οὔσης κατὰ τὸν θώρακα (διακόπτει γὰρ αὕτη καὶ καταπαύει μεταξὺ, πρὶν ἐκτελεσθῆναι γινομένην ἔτι τὴν τοῦ θώρακος ἐνέργειαν), ἀλλὰ μηδ’ ἀσθενοῦς ὑπαρχούσης τῆς δυνάμεως, ὀκλάζει γὰρ καὶ αὕτη μεταξὺ κατὰ τὴν ἐνέργειαν, ὡς ἡμιτελὲς ἀπολιπεῖν τὸ ἔργον. αὐτό τε τὸ ἀναγόμενον ἐὰν μὲν ἰσχυρῶς ᾖ γλίσχρον, ἐμπλάττεται δυσαπολύτως τοῖς μορίοις, ἀναφερόμενόν τε πολλάκις ἐνίσχεται προσκολλώμενον ταῖς σήραγξι τοῦ πνεύμονος· ὥσπερ γε καὶ, ἐὰν ἱκανῶς ᾖ παχὺ δυσχερῶς ἀναφερόμενον, ἐν χρόνῳ τε πλείονι κακοπαθεῖν ἀναγκάζει καί που καὶ σφηνοῦται κατά τινας τῶν στενοχώρων ὁδῶν, ὅθεν καὶ τὸ πνιγῆναί τισι συνέβη. καὶ μὲν δὴ καὶ τὸ λεπτὸν ἱκανῶς, ὡς ὑδατῶδες εἶναι μόγις ἀναπτύεται, περιῤῥέον ἐν κύκλῳ τῷ πνεύματι. τοῦτο γάρ ἐστι τὸ πρῶτον αἴτιον τῆς ἀναγωγῆς, ὅπερ καὶ προσεχὲς ὀνομάζουσι. διττὸν γὰρ τὸ πρῶτον αἴτιον, ὡς ἐν τοῖς περὶ αἰτίων λόγοις διῄρηται, τό τε φαῦλον τῆς ὕλης καὶ τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον. ἡ μὲν οὖν ἀρχὴ τῆς κινήσεως ἐπὶ τῶν βηττόντων ἐκ τῆς τὸν θώρακα κινούσης δυνάμεώς ἐστιν. ἐδείχθη γὰρ τοῦτο ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις. ἡ συστολὴ δὲ αὐτοῦ βίαιος γινομένη τὴν ἔξω φορὰν τοῦ πνεύματος ἐργάζεται σφοδράν. ἡ δὲ ταύτης σφοδρότης ἑαυτῇ συναναφέρει τὰ κατὰ τὰς σήραγγας τοῦ πνεύμονος, αἵ πέρ εἰσιν ἀρτηρίαι τραχεῖαι. ὅταν μὲν οὖν ὅ τε θώραξ ἐνεργῇ ῥωμαλέως τό τε ἐν ταῖς σήραγξι τοῦ πνεύμονος ὑγρὸν ὑπάρχῃ μετρίως παχὺ, ῥᾳδίως ἀναπτύεται. μηδ’ ἑτέρου δ’ ὄντος τοιούτου χαλεπῶς καὶ μόγις. εἰ δὲ τὸ μὲν εἴη τῶν εἰρημένων αἰτίων, τὸ δ’ οὐκ εἴη μεταξὺ τοῦ ἀρίστου τρόπου καὶ τοῦ χειρίστου, τὴν κένωσιν τοῦ πτυέλου συμβήσεται γίγνεσθαι. καὶ ὅλως δὲ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιτετάσθαι τι ἕκαστον τῶν αἰτίων ἢ ἐκλύεσθαι, τινὲς μὲν αὐτῶν ῥᾷον, τινὲς δὲ χαλεπώτερον ἀναπτύουσι. τί μὲν οὖν ἐστι τὸ εὐπετέως ἀναπτύεσθαι δοκῶ μοι δεδεῖχθαι σαφῶς τε ἅμα καὶ ἀληθῶς. εἰ δ’ ἀληθές ἐστι τοῦτο, καθάπερ οὖν καὶ ἔστιν, ἀληθὲς ἂν εἴη καὶ τὸ ταχέως. οὐ γὰρ τὸν ἐζευγμένον χρόνον αὐταῖς ταῖς βηξὶν, ἀλλὰ τὸν πρῶτον τοῦ νοσήματος σημαίνει καιρὸν, ὑπὲρ οὖ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν· ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει. ὡς εἴ γέ τις ἐπὶ τοῦ χρόνου τῆς ἐνεργείας ἀκούσειεν εἰρῆσθαι τὸ ταχέως, ὅπερ ἐδείχθη κἀν τῷ εὐπετέως περιεχόμενον, διττῶς ἁμαρτήσεται τῷ τὸν μὲν τῶν χρόνων ἀναξίως εἰρῆσθαι δὶς ὑπ’ αὐτοῦ, τὸν δ’ ἕτερον, οὖ κἀν τοῖς ἀφορισμοῖς ἐμνημόνευσε, παραλελεῖφθαι, καίτοι μεγίστην ἔχοντα δύναμιν. ὅτι δ’ οὐ διὰ ταῦτα μόνον ἀλλὰ καὶ διὰ τὰ συνεχῶς εἰρημένα κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἀκούειν δεῖ δειχθήσεταί σοι διὰ τῆς κατ’ ἐκείνην αὐτὴν ἐξηγήσεως.

Ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ.

Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.

Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυῤῥὸν ἢ πολλὴν βῆχα παρέχον καὶ μὴ ἰσχυρῶς ξυμμεμιγμένον κάκιον γίνεται.

Κατὰ ταύτην τὴν ῥῆσιν ὑπεσχόμην ἀποδείξειν ἀμφοτέρας τὰς ἔμπροσθεν ἐξηγήσεις ἀληθεῖς, τήν τε τοῦ ταχέως καὶ τὴν τοῦ ἰσχυρῶς διάνοιαν. ἐπὶ γάρ τοι τἀναντία μεταβὰς, ὡς εἴωθε, τῷ μὲν ταχέως ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, τῷ δὲ συμμεμιγμένον ἰσχυρῶς τὸ μὴ ἰσχυρῶς συμμεμιγμένον ἀντέθηκε καὶ τῷ εὐπετέως πτυομένῳ τὸ πολλὴν βῆχα παρέχον. τὸ γὰρ ἀνωδύνως τε καὶ ταχέως ἀναφερόμενον ὀλίγης δεῖται βηχός. εἴρηται γάρ μοι πρόσθεν ἄμεινον εἶναι μεμίχθαι πως ἀλλήλοις τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶς ἄκρατον ἐκκρίνεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεσθαι ταχέως ἐν πλευριτικοῖς τὰ πτύσματα, κατά τε τὰ περὶ κρίσεων καὶ τῶν ἀφορισμῶν ὑπομνήματα.

Τότε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.

Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν ἄμφω τῶν σωμάτων καὶ τοῦτ’ αὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν, τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης ὁ χυμὸς οὗτος ἐμφράττεται τοῖς ὑποδεξαμένοις μέλεσιν αὐτὸν, ὡς δυσέκνιπτον εἶναι.

Κακὸν δὲ καὶ χλωρὸν ἐὸν κάρτα καὶ ἀφρῶδες.

Εἴρηται πολλάκις ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ λέγειν εἴωθε καὶ τοῦ καλουμένου πρός τινων ἰώδους. ὁπότερον δ’ αὐτῶν ἄκρως ᾖ τοιοῦτον, ὅτι χαλεπόν ἐστιν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρηκὼς ἤδη περὶ πάντων τῶν ἀκράτων χυμῶν. πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ἄκρατος ᾖ, μοχθηρὰν ἐνδείκνυται διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν γένεσιν ἔχων, ὁ μὲν ξανθὸς ἐξοπτωμένης αὐτῆς τῆς ὀῤῥώδους ὑγρότητος, ἦς ἐπιμιγνυμένης ὠχρὸς ἐφαίνετο, ὁ δ’ ἰώδης ἐξ ὑπεροπτήσεως ταύτης. ὁ δὲ μέλας ἤτοι τῆς αὐτῆς ὑπεροπτηθείσης, ἥπερ δὴ κακίστη τε καὶ διαβρωτικωτάτη γίγνεται μέλαινα χολὴ ἢ τοῦ παχέος αἵματος ὁμοίως ξηρανθέντος ἢ λόγῳ νεκρώσεώς τε καὶ ψύξεως. ταῦτ’ οὖν χρὴ μεμνημένον σε μὴ πολλάκις ἀξιοῦν ἀκούειν ὑπὲρ τῶν αὐτῶν τὰ αὐτά. τό γε μὴν ἀφρῶδες πτύελον, εἴρηται γὰρ καὶ τοῦτ’ ἐπὶ τέλει τῆς ῥήσεως, ἐκ φλεγματικῆς τε ἅμα καὶ ἀερώδους οὐσίας ἐστὶ συμμιγές. ἐκ τούτων γὰρ καὶ ἡ γένεσίς ἐστιν ἀφρῷ παντὶ, κατὰ μὲν τὴν θάλατταν ὑπὸ βιαίας ἀνέμων ἐμπτώσεως εἰς πολλὰ καὶ μικρὰ μόρια θραυομένου τοῦ ὕδατος, ἐπὶ δὲ τῶν ἑψομένων διὰ τὸ πλῆθος τῆς θερμασίας. κοινὸν δ’ ἐν ἀμφοῖν ἐστι γένεσις πομφολύγων πολλῶν τε καὶ μικρῶν. γίνονται δ’ αὗται δύσλυτοι, μάλιστα μὲν ἀμφοῖν συνελθόντων, ἀέρος τε θολεροῦ καὶ ὁμιχλώδους ὑγρότητος, γλίσχρον ἐχούσης τι καὶ παχύ. τὸ γὰρ λεπτὸν ὑγρὸν οἶόν πέρ ἐστι τὸ ἀκριβῶς ὕδωρ, ὅταν ἀέρα περιλάβῃ καθαρὸν, οὐ στέγει μέχρι πλείονος, ἀλλ’ αὐτίκα ῥαγεισῶν τῶν πομφολύγων εἰς τὴν ἑαυτοῦ χώραν ἀναθεῖν ἐπιτρέπει· διὰ τοῦτο καὶ κατὰ τὴν θάλατταν ἀφρὸς ἐν τάχει λύεται. τὸ δὲ παχὺ καὶ γλίσχρον ὑγρὸν, ὅταν, ὡς εἴρηται, θολερὰν καὶ ὁμιχλώδη τινὰ οὐσίαν ἔνδον ἑαυτοῦ κατακλείσῃ, μέχρι πλείστου κατέχει, μήτ’ ἐκείνης ἐπειγομένης ἄνω, καθάπερ καὶ ὁ καθαρὸς ἀὴρ, αὐτό τε δύσρηκτον ὑπάρχον. ὥσπερ γὰρ ἡ γένεσις ταῖς πομφόλυξιν ἐξ ὑγρᾶς οὐσίας γίνεται, κατακλειούσης ἔνδον ἑαυτῆς ἀέρα, κατὰ τὸν αὐτὸν τρόπον ἡ λύσις αὐταῖς ἐν τῷ ῥαγῆναι τὴν ὑγρὰν οὐσίαν ἐστί. ῥήγνυται μὲν οὖν ῥᾳδίως ὑπὸ τῆς ἄνω φορᾶς τοῦ λεπτοῦ πνεύματος, οὐ ῥήγνυται δὲ, ὅταν μήτε λεπτὸν ᾖ μήτ’ ἄνω φέρηται. τοιοῦτον δ’ ἐστὶ τὸ ὁμιχλῶδες, οὔτε ἀναθέον εἰς ὕψος οὔτε λεπτὸν ὂν, ἀλλ’ ἱκανῶς ὑγρὸν, ὡς βαστάζειν δύνασθαι τὸ περιταθὲν ὑγρὸν ἐν αὐτῷ. διὰ τοῦτ’ οὖν οὐδ’ ὅταν ὕδωρ ἕψηται δύσλυτος γίνεται πομφόλυξ, ἀλλ’ ἐπειδὰν ᾖ παχὺς ἢ λιπαρὸς ὁ χυμὸς, ἐξ οὖ τό τε γεννώμενον πνεῦμα φυσῶδές τε καὶ ἀτμῶδές ἐστι, τό τ’ ἐπιπολῆς τοῦ λέβητος ὑγρὸν ἐλαιῶδές τε καὶ λιπαρὸν καὶ γλίσχρον. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ κατὰ τὰ τῶν ζώων σώματα γεννᾶσθαι τὸν ἀφρόν. οὐ γὰρ δὴ σφοδράς γέ τινας ἀνέμων, ὥσπερ ἐν τῇ θαλάττῃ, καταιγίδας ὑπολαβεῖν ἐγχωρεῖ, θερμασίαν μέντοι πυρώδη, συντήκουσάν τε ἅμα καὶ πνεῦμα φυσῶδες ἐργαζομένην, μονονοὺ καὶ αὐτοῖς ὀφθαλμοῖς ἐπὶ πολλῶν ἐστιν ἀῤῥώστων θεάσασθαι. ταῦθ’ ἡμῖν μὲν αὐτάρκως εἰρήσθω. καὶ σοὶ δὲ μνημονευέσθω περὶ γενέσεως ἀφρωδῶν, εἴτ’ ἐπὶ πτυσμάτων εἴτε διαχωρημάτων εἴτ’ οὔρων, ἐφίσταται γάρ ποτε καὶ τούτοις ἡ καλουμένη πομφόλυξ πρὸς τὸ μηκέτι ποθεῖν αὖθις ἀκούειν ὑπὲρ τῶν αὐτῶν.

Εἰ δὲ εἴη οὕτως ἄκρητον, ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων. κακὸν δὲ κἢν μηδὲν ἀνακαθαίρηται μηδὲ προΐῃ ὁ πνεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῷ φάρυγγι.

Εἴρηται πρόσθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ καὶ περὶ τῶν μελάνων ἰδίως τι, καὶ εἰ μὴ μέμνησαι τῶν εἰρημένων, αὖθις ἀνάγνωθι τὰ αὐτά. βέλτιον καὶ τοῦτο τοῦ πολλάκις ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά.

Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πνεύμονα νουσήμασι καὶ προγεγονέναι καὶ ἐπιγενέσθαι κακὸν, ἀλλ’ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελοῦσι.

Τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον ὀνομάζειν εἰώθασι κόρυζαν πάντες οἱ παλαιοὶ ἰατροὶ, καθάπερ τὸ δι’ ὑπερώας τοιοῦτο κατάῤῥουν. καὶ θαυμάζω γε πῶς ὁ Ἱπποκράτης οὐ τοὺς κατάῤῥους, ἀλλὰ τοὺς πταρμοὺς ταῖς κορύζαις προσέθηκεν. αἱ μὲν οὖν κόρυζαι καθ’ ἕνα λόγον εἰσὶ μοχθηραὶ τοῖς τοιούτοις ἐπιγινόμεναι νοσήμασιν, οἱ κατάῤῥοι δὲ κατὰ δύο. καὶ λέλεκται πολλάκις ἡμῖν ἔμπροσθεν ἔνια μὲν μοχθηρὰ κατὰ συμβεβηκὸς ἐν τοῖς κακοῖς ἀριθμεῖσθαι σημείοις, ἄλλα δ’ ἄντικρυς· αὐτὸ δὴ τοῦτο μόνον εἶναι σημεῖα μοχθηρὰ, μηδὲν μὲν αὐτὰ κακὸν ἐργαζόμενα, δηλοῦντα δέ τινα χαλεπὴν διάθεσιν, ἐφ’ ᾗ γέγονεν. ἄλλα δὲ πρὸς τούτοις εἶναι τρίτα τὰ κατ’ ἄμφω μοχθηρὰ καὶ ὡς σημεῖα καὶ ὡς αἴτια· σημεῖα μὲν, ὅταν ὑπὸ χαλεπῶν γένηται διαθέσεων, αἴτια δὲ, ὅταν αὐτὰ πάλιν ἑτέρας ἐργάζηται μοχθηρὰς διαθέσεις. ἐπιγίνονται μὲν οὖν κατάῤῥοι καὶ κόρυζαι τοῖς περὶ τὸν πνεύμονα νοσήμασι, θερμοὺς ἀτμοὺς δεχομένης τῆς κεφαλῆς. ἀδικεῖται δὲ οὐχ ὑπ’ ἀμφοτέρων ὁ πνεύμων, ἀλλ’ ὑπὸ τῶν κατάῤῥων μόνων. ἔξω γὰρ ἐκκρίνεται τὸ διὰ τῶν ῥινῶν φερόμενον ἐν ταῖς κορύζαις, διὸ δὴ καὶ χείρους εἰσὶν οἱ κατάῤῥοι τῶν κορυζῶν. οὐκ οἶδ’ οὖν ὅπως ἐν τῷ προκειμένῳ λόγῳ παρελείφθησαν ὑπὸ τοῦ Ἱπποκράτους, εἰ μή τι ἄρα συνεπινοεῖν ἡμᾶς ἀξιοῖ ταῖς κορύζαις αὐτούς. ἴσως δὲ ἐν ἀρχῇ πρὸς τοῦ βιβλιογράφου παρελείφθησαν. μυρία γὰρ ὁρῶ καὶ νῦν γινόμενα τοιαῦτα. κορύζας μὲν οὖν καὶ κατάῤῥους ἀεὶ χρὴ νομίζειν οὐκ ἀγαθὰ σημεῖα, προγινομένους μὲν ὡς ἂν πληροῦντας τὸν πνεύμονα κακοχυμίας, προήκοντος δὲ τοῦ νοσήματος ἐπιφαινομένους, ὡς ἂν τήν τε τοῦ πνεύμονος διάθεσιν ἐνδεικνυμένους μεγάλην, ὑπ’ αὐτῆς τε τὴν κεφαλὴν βεβλάφθαι σημαίνοντας. οἵ γε μὴν πταρμοὶ ταῖς κορύζαις ἕπονται τὰ πολλὰ, καὶ μὲν δὴ καὶ σείοντες σφοδρῶς ὅλον τὸν θώρακα λυμαίνονταί τι καὶ τὸν πνεύμονα. ἐν μέντοι τοῖς ἄλλοις νοσήμασιν οὐ συνεισβάλλοντες οὐδέποτε, καθάπερ οὐδ’ ἄλλο οὐδὲν σύμπτωμα, προήκουσι δὲ ἐπιφαινόμενοι, σωτηρίαν σημαίνουσι, κἂν θανατώδης ὅσον ἐπὶ τοῖς ἄλλοις σημείοις ἡ νόσος ὑπάρχῃ. πέψεώς τε γάρ εἰσι γνωρίσματα καὶ ῥώμης τῆς κατὰ τὸν ἐγκέφαλον ἀποκριτικῆς δυνάμεως, ὑφ’ ἧς εἰς τὴν ῥῖνα τῶν φυσωδῶν πνευμάτων ἐκκρινομένων ἅμα τισὶν ὑγρότησιν, ἐνίοτε μὲν αἰσθηταῖς τε καὶ σαφέσιν, ἐνίοτε δὲ ἀμυδραῖς τε καὶ δυσοράτοις οἱ πταρμοὶ γίνονται.

Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπνευμονικοῖσιν ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον περιεστηκὸς καὶ κάρτα ὠφελέει. ἑβδομαίῳ δὲ ἐόντι ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές.

Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πασῶν φλεγμονῶν ἤδη πολλάκις ἡμῖν ἐν πολλοῖς εἰρημένος, ὡς τοῦ κατασκήψαντος εἰς τὰ φλεγμαίνοντα μόρια χυμοῦ διϊδροῦται τὸ λεπτότερον, ὅταν ἡ περιέχουσα τὸ φλεγμαῖνον ἐπιφάνεια μὴ πυκνὴ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τουτὶ τὸ ἐκτὸς δέρμα. καὶ διὰ τοῦτο ἄν τε κατὰ τοὺς πόρους τῆς ῥινὸς ἢ τοὺς ὀφθαλμοὺς ἢ τὸ στόμα φλεγμονὴ γένηταί τις, ἀποῤῥέουσιν αὐτῆς ὑγρότητες λεπταὶ, παραπλήσιαι τοῖς ἐπὶ τῶν ἑλκῶν ἰχῶρσιν. οὕτως οὖν καὶ ὁ πνεύμων φλεγμήνας ἀποκρίνει τινὰς ὑγρότητας εἰς τὰς ἐντὸς ἑαυτοῦ κενὰς χώρας, αἵ πέρ εἰσιν αἱ τῶν τραχειῶν ἀρτηριῶν, αἵτινες ὑπὸ τῶν βηχῶν ἀναφερόμεναι πτύονται, τὰ γνωρίσματα φέρουσαι τοῦ τὴν περιπνευμονίαν ἐργαζομένου ῥεύματος. ἐκείνου γάρ εἰσιν οἷον ὀῤῥός τις. ἔσονται τοιγαροῦν, ἐὰν μὲν χολώδης ἱκανὸς ὁ χυμὸς εἴη, ξανθαὶ μόνον, ἐὰν δὲ αἱματώδης, ἐρυθραὶ, ἐὰν δὲ ἐξ ἀμφοῖν μικτὸς, ἐρυθραί τε ἅμα καὶ ξανθαί. αὗται μὲν οὖν αἱ ὑγρότητες ἀγαθαί. βραχὺ δὲ ἀπολείπονται αὐτῶν, καθ’ ἃς ἀναπτύουσιν εἰλικρινὲς αἷμα, καὶ τάχα τινὰ καταπλήξεται τὸ σημεῖον, ὥσπερ ὅταν ἕλκος ἐν πνεύμονι γένηται ῥαγέντος ἀγγείου· καὶ γὰρ καὶ τότε πτύουσιν αἵματος. ἀλλὰ καὶ τὸ κατά τινας τῶν περιπνευμονικῶν ἐπιφαινόμενον αἷμα παντελῶς ὀλίγον ὅμοιον γίνεται τῇ κατὰ διαπήδησιν ὀνομαζομένῃ πρὸς τῶν ἰατρῶν αἵματος πτύσει. γίνεται γὰρ καὶ τοῦτο τὸ σύμπτωμα κατασκήψαντος μὲν αἵματος εἰς τὸ στόμα λεπτοῦ τὴν σύστασιν, ἀραιῶν δὲ τῶν οὔλων ὑπαρχόντων, ὡς μὴ στέγειν αὐτό. καὶ μέντοι κατὰ τὴν φάρυγγα δι’ αἰτίαν τὴν αὐτὴν γίνεταί ποτε τοιαύτη τις ἔκκρισις αἵματος ὀῤῥώδους. οὐδὲ οὖν ἄτοπόν ἐστιν οὐδὲν, ὅταν ἐν τῷ πνεύμονι γένηταί τι τοιοῦτον. διαγνώσῃ δ’ αὐτὸ ῥᾳδίως ἔκ τε τῆς συστάσεως τοῦ αἵματος καὶ αὐτοῦ τοῦ πλήθους. οὔτε γὰρ παχὺ τὴν σύστασίν ἐστι τὸ οὕτως ἀναπτυόμενον οὔτε πολύ. χρὴ δὲ μὴ παραμένειν τὸ σύμπτωμα μέχρι τῆς ἑβδόμης ἡμέρας, ἀλλὰ μάλιστα ἐντὸς τῆς πρώτης τετράδος ἀλλοιωθῆναι πεττόμενον· εἰ δὲ μὴ, ἀλλὰ πάντως γε πρὸ τῆς ἑβδόμης. εἰ δὲ διαμένει τοιοῦτον οἷον ἐξ ἀρχῆς ἦν, εὔδηλον ὡς εἰς χρόνον πλείονα δηλοῖ τὸ νόσημα προήξειν. ὅπου γὰρ οὐδέπω μέχρι τῆς ἑβδόμης ἤρξατο πέττεσθαι, χρονιωτάτην ἔσεσθαι δηλοῖ τὴν τελείαν πέψιν. ἐν δὲ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν καὶ τῶν ἄλλων ἀτόπων εἴωθε συμπίπτειν, ὅσα τε διὰ τὸν κάμνοντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ, τά τε ἄλλως ἔξωθεν ἀδοκήτως γινόμενα συμβαίνει, καὶ μέντοι καὶ διὰ τὸν ἰατρὸν αὐτὸν ἐνίοτε, κἂν τούτων μηδὲν γένηται, κίνδυνός ἐστι πρὸ τοῦ πεφθῆναι τὸ νόσημα καταλυθῆναι τὴν δύναμιν. καὶ διὰ τοῦτο οὖν ἧττον ἀσφαλές φησι διαμένειν τὰ τοιαῦτα πτύσματα μέχρι πλειόνων ἡμερῶν.

Πάντα δὲ τὰ πτύελα πονηρά ἐστιν, ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ· κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται· τὰ παύοντα δὲ τὴν ὀδύνην πάντων ἀμείνω ἀναπτυόμενα.

Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πάντων τῶν ἐκκρινομένων ἐκ τοῦ σώματος, ὑπὲρ οὗ καὶ κατὰ τὰ ἄλλα βιβλία καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν αὐτὸς ὡς τὴν εὐφορίαν μάλιστα θεάσασθαι χρή. πολλάκις γὰρ ἴσχυσεν ἡ φύσις νικήσασα τὴν μοχθηρὰν διάθεσιν ἐκκαθᾶραι τὸ σῶμα· κἀν τούτῳ καταπλήττονται πολλοὶ θεώμενοι τὴν κακίαν τῶν ἐκκρινομένων, οὐκ εἰδότες εἴτε συμπτώματος λόγῳ γίγνεται τὸ τοιοῦτον εἴτε τῆς φύσεως ὠθούσης ἔξω τὰ μοχθηρά. κατὰ μὲν οὖν τοὺς ἀφορισμοὺς τὴν τῆς εὐφορίας προσηγορίαν ἔγραψε μόνην· ἐνταυθοῖ δὲ τὴν ἀνωδυνίαν ἐνεδείξατο, δι’ ἣν ἐπαινεῖ τὰ παύοντα τὴν ὀδύνην πτύσματα. μετ’ ὀλίγον δὲ πάνθ’ ἑξῆς ἐρεῖ τὰ γνωρίσματα τῶν ἐπὶ τὸ βέλτιον ἰόντων νοσημάτων, ἃ τῷ τῆς εὐφορίας ὀνόματι περιέλαβε. καὶ μέντοι καὶ κατωτέρω κελεύει τῶν εἰρημένων ὑπ’ αὐτοῦ σημείων ἁπάντων ἀκριβῶς ἐξητακέναι τὰς δυνάμεις, ὅπως ἀλλήλοις αὐτὰ παραβάλλων τις ἱκανὸς εἴη στοχάζεσθαι τὸ μέγεθος τῆς ἐπὶ τὸ χεῖρόν τε καὶ βέλτιον ὅλου τοῦ σώματος ῥοπῆς, οἷόν περ κἀν τῷδε τῷ λόγῳ τῷ νῦν ἡμῖν προκειμένῳ πεποίηκεν αὐτός. εἰ γὰρ ἐπὶ τοῖς πτυέλοις αἱ ὀδύναι μὴ λύονται, οὐκ ἀγαθὸν τὸ σημεῖον. οὐ μὴν ἀρκέσει γέ σοι μόνον τοῦτο γνῶναι πρὸς ἀκριβῆ τοῦ μέλλοντος ἔσεσθαι πρόγνωσιν, ἀλλὰ θεάσασθαι χρὴ καὶ τὰ ἄλλα συμπτώματα· τοῦτο γὰρ ἐνεδείξατο τῶν μελάνων πτυσμάτων μνημονεύσας. ὄντος γοῦν τοῦ κοινοῦ σημείου τοῦ μὴ παύεσθαι τὴν ὀδύνην, εἰ μὲν ὠχρὸν εἴη τὸ ἐκπτυόμενον ἢ ἐρυθρὸν, ἧσσόν ἐστι κινδυνῶδες· εἰ δὲ μέλαν, ὀλεθριώτατον. ὥσθ’ ἅπαντα ἐπισκεψάμενος, οὐ μόνον τὰ εἰρημένα, κεφάλαιον ἓν ἐξ αὐτῶν ἀθροίσεις ἀκριβοῦς προγνώσεως. καὶ αὐτὸς δὲ ἐφεξῆς ὁ Ἱπποκράτης ἁπάντων τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων ἔγραψε κατάλογον ἀναμιμνήσκων τῶν προειρημένων.

Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύεται μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας καὶ φαρμακείας, εἰδέναι δεῖ ἐκπυήσοντα.

Ὅσα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα χωρίων οὐ παύονται πρὸς τὰ βοηθήματα, καὶ τοῦτ’ ἔχει μόνον ἄτοπον, οὐδενὸς ὀλεθρίου συνόντος ἑτέρου γνωρίσματος, ἐκπυῆσαι αὐτὰ προσδοκᾷν. μέσα γάρ πώς ἐστι ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.

Τῶν δὲ ἐμπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύηται ἤν τε ὁμοῦ.

Τῶν ἐν τοῖς φανεροῖς μέρεσι τοῦ σώματος ἐκπυϊσκόντων ὅσα τοιαῦτ’ ἐστιν, ὡς ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν μέρει δ’ εἶναι τὸ λοιπὸν ἄπεπτον καὶ λεπτὸν, οὐδὲν εὐΐατόν ἐστιν. εἰ δὲ καὶ πρὸς τῷ μηδέπω τὸ πῦον ἔχειν ἔτι καὶ κακόηθές τι σημεῖον αὐτοῖς συνείη, πολὺ μᾶλλόν ἐστι μοχθηρά. τούτων δὲ πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ τὰ κατὰ τοὺς κυρίους τόπους γινόμενα. δηλοῦται γὰρ ἀγριώτατός τις ὢν ὁ λυπῶν χυμὸς, ὅπου τῆς φύσεως ἐνδειξαμένης ὅπως ἔχει τῆς εἰς τὸ πέττειν παρασκευῆς, οὐδὲν ὅλως εἶξεν αὐτῆς.

Μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου ἑβδομαίου ἐόντος τοῦ νουσήματος ἢ παλαιοτέρου.

Καὶ τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γινομένων. εἰς γὰρ τὸ βέβαιον τῆς προγνώσεως ἡ κρίσιμος συντελεῖ. πότερον δ’ ἀγαθόν ἐστιν ἢ κακὸν τὸ γινόμενον, ἐξ ἄλλων τεκμηρίων ἡ διάγνωσις. ἐάν τε γὰρ ἱδρὼς γένηται κατὰ τὴν ἑβδόμην ἡμέραν, ἐάν τε διαχώρησις γαστρὸς, ἐάν θ’ αἱμοῤῥαγία, βελτίονα μὲν ἐργασάμενα τὸν κάμνοντα, τῶν ἀγαθῶν ἐστι σημείων, χείρω δὲ τῶν κακῶν. καὶ πιστῶς γε δηλοῖ τούτων ἑκάτερον, οὐχ ὡς εἰ κατ’ ἄλλην ἡμέραν ἐγένετο. γέγραπται δέ μοι περὶ τούτων ἐπὶ πλεῖστον ἔν τε τοῖς περὶ κρισίμων ἡμερῶν καὶ τοῖς περὶ κρίσεων, ἐν οἷς χρὴ προγεγυμνάσθαι τὸν βουλόμενον ἀκριβῶς παρακολουθῆσαι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις.

Ἐλπὶς δὲ τὸν τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.

Ἔργῳ τὴν τούτων ἀλήθειαν μεμαθήκατε, προλέγοντος ἐμοῦ πειραθέντες, ὥστε προσέχειν ὑμᾶς χρὴ τὸν νοῦν τοῖς λεγομένοις ὑφ’ Ἱπποκράτους, μὴ τοιαῦτα νομίζοντας αὐτὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὁποῖα τοῖς πολλοῖς τῶν ἰατρῶν γέγραπται μέχρι γραμμάτων καὶ λόγων τὸ πιθανὸν ἔχοντα, τοῖς δ’ ἐπὶ τῶν νούσων ἔργοις ἐλεγχόμενα. πρὸς γάρ τοι τὸν εἰρημένον ὑπ’ αὐτοῦ σκοπὸν, ὄντα μέσον ἁπάντων τῶν ἄλλων κακῶν τε καὶ ἀγαθῶν ἀποβλέπων, δυνήσῃ προλέγειν τὴν ἡμέραν ἐν ᾗ τεθνήξεταί τις. ὑποκείσθω γὰρ ὁ κάμνων ἑβδομαῖος ἐπτυκὼς τὸ πυῶδες οὐ μὴν μόνον οὐδὲ δι’ ὅλης ἡμέρας ἐφεξῆς, ἀλλ’ ἤτοι σὺν αὐτῷ τὸ χολῶδες ἢ μόνον ἐκεῖνο χωρὶς τοῦ πυώδους. ἔστω δ’ αὐτῷ καὶ τἄλλα πάντα μέσα ἀπό τε τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς οἰκείας δυνάμεως, ὡς μήτε ἰσχυροτάτην εἶναι τὴν δύναμιν μήτ’ ἀσθενεστάτην. ὡσαύτως δὲ καὶ τὴν κρᾶσιν αὐτοῦ τοῦ κάμνοντος μήτε τὴν εὐκρατοτάτην εἶναι μήτε τὴν δυσκρατοτάτην. οὕτως δὲ καὶ ὥραν καὶ χώραν καὶ κατάστασιν καὶ ἡλικίαν τοῦ κάμνοντος ἐν τῷ μέσῳ τετάχθαι τῶν ἀρίστων τε καὶ χειρίστων ὑποθώμεθα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἑκάστου γένους σημείων ὑπάρχειν ὑποκείσθω τῷ κάμνοντι τὰ μέσα. τοῦτον ἔλπιζε τεθνήξεσθαι τεσσαρεσκαιδεκαταῖον, ὡς ταύτης μέσης οὔσης προθεσμίας τοῦ θανάτου. προσγενομένων δὲ σημείων ἀγαθῶν μὲν ἐπὶ πλέονα χρόνον ἐκταθήσεσθαι τὴν προθεσμίαν τοῦ θανάτου, κακῶν δὲ θᾶττον ἢ τεσσαρεσκαιδεκαταῖον τεθνήξεσθαι. τίνα δέ ἐστι τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ διῆλθεν αὐτὸς ἐφεξῆς τὰ μὲν ὀνομαστὶ, τὰ δὲ ἐπὶ κεφαλαίων. ἀλλὰ σύ γε μηδὲ περὶ τούτων ἀκούσῃς ἁπλῶς, ὡς ὁμοτίμων ἁπάντων, ἀλλ’ ἀναμνησθεὶς ὧν αὐτὸς ἔγραψε καὶ ὧν ἡμεῖς προσεθήκαμεν εἴς τε τὸν ἀριθμὸν αὐτὸν ἀπόβλεπε καὶ τὴν δύναμιν. ὅπου μὲν αὐτὸς εἶπε σωτήριον κάρτα καὶ ὀλέθριον κάρτα τῆς πρώτης τοῦτο δυνάμεως τιθεὶς, τὸ μὲν ἐν τοῖς ἀγαθοῖς, τὸ δὲ ἐν τοῖς κακοῖς. ὡσαύτως δὲ καὶ ὅπου τὸν θάνατον ὑπόγυον ἔφησεν ὑπάρχειν ἢ θανατωδέστατον προσέγραψεν, οὐχ ἁπλῶς εἶπε θανατώδη. καὶ μὲν δὴ κἀπὶ τῶν ὑγιεινῶν σημείων, ὅταν εἴπῃ μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην, καὶ πάλιν, ἀσφάλειάν τε γὰρ σημαίνει καὶ τὸ νόσημα ὀλιγοχρόνιον, ἤ τι τοιοῦτον προσέθηκε. τὰ δὲ ἁπλῶς θανατώδη καὶ πάλιν ἁπλῶς περιεστηκότα λεγόμενα μέσης ἐστὶ τάξεως ἀμφότερα κατὰ τὴν ἑαυτῶν φύσιν. ἐ ἑκάτερα δὲ τούτων ὅσα παραβλητικῶς εἶπεν ἤτοι θανατωδέστερα ἢ περιεστηκότερα ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἑκατέροις προσέθηκεν. ἐὰν μὲν γὰρ ἔπιφανῇ τι τοῖς κατὰ τὴν πέμπτην ἢ ἑβδόμην ἡμέραν εἰρημένοις ὀλεθρίοις πτύσμασι τῶν τῆς πρώτης τάξεως κακῶν σημείων, οὐκ ἂν οὐδ’ εἰς τὴν ἑνδεκάτην ἡμέραν ὁ κάμνων ἐξίκοιτο καὶ μᾶλλον ἐὰν ἑνὸς πλείω γένηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ἐὰν τῶν ἱκανῶς ἀγαθῶν ἐπιφανῇ τινα, μέχρι τῆς τρίτης ἑβδομάδος ἐκταθήσεται τὸ νόσημα. μιχθέντων δ’ ἀλλήλοις ὀλεθρίων τε καὶ περιεστηκότων ἢ τῶν μᾶλλον ἐν ἑκατέρῳ τῷ γένει τοῖς ἧττον ἢ ὁπωσοῦν ἄλλως· ἐπὶ μὲν τοῖς πλείοσί τε καὶ ἰσχυροτάτοις ἀγαθοῖς σημείοις ἐλπὶς τὸν κάμνοντα πλείονα ζήσεσθαι χρόνον, ἐπὶ δὲ τοῖς ἐναντίοις ἐλάττονα· κατὰ ταῦτα δὲ κἂν ἤτοι γέρων ἢ ἀσθενὴς τὴν δύναμιν ἢ ἐν ὥρᾳ καὶ χώρᾳ καὶ καταστάσει μοχθηρᾷ καὶ δυσκράτῳ νοσῇ τις, ἐπιταθήσεσθαι τοῦ θανάτου τὸ τάχος προσδοκᾷν, μεγίστην πάλιν ἔχειν ἐν τούτοις ἰσχὺν ἡγούμενος τὸν ἀπὸ τῆς δυνάμεως σκοπόν.

Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε εὐπετέως φέρειν τὸ νούσημα εὔπνουν εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε καὶ μαλθακὸν καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἰδέναι ἀγαθὰ ἐόντα ταῦτα καὶ ἐπιγενέσθαι. οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγινομένων οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος. ἢν δὲ τὰ μέντοι αὐτέων ἐπιγίνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος. κακὰ δὲ τἀναντία τουτέων δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι κακὰ ἐόντα. οὕτως γὰρ εἰ ἐπιγίνοιτό τι τῷ πτυέλῳ τουτέων ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι ἢ ἐναταῖος ἢ ἑνδεκαταῖος. οὕτως οὖν ξυμβάλλεσθαι χρὴ ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα καὶ οὐ περιάγοντος τὸν νοσέοντα ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας. τὰ δὲ ἐπιγινόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν· οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα.

Ἐντεῦθεν ἄρχεται τοῦ καταλόγου τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται· καὶ διὰ τοῦθ’ ὑπερβὰς αὐτὰ τὰ ἑξῆς προχειριοῦμαι. πρὸς μὲν οὖν τὸ περιγενέσθαι πάντων δεῖ παρόντων τῶν ἀγαθῶν, πρὸς δὲ τὴν ἀπώλειαν ἀρκεῖ καὶ ἓν παρεῖναι τῶν κακῶν, μόνου τοῦ θᾶττον καὶ βράδιον ἀπολέσθαι ἐκ τοῦ πλείω ἢ ἐλάττω ἀγαθὰ ἢ κακὰ παρεῖναι δηλουμένου.

Αἱ δ’ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.

Ἀσαφές ἐστιν ὁποίας ἄλλας λέγει. δυνατὸν μὲν γάρ ἐστι καὶ περὶ τῶν ἐν ἑτέροις μέρεσι γινομένων ἐκπυήσεων τὸν λόγον αὐτὸν ποιεῖσθαι, καταλιπόντα θώρακα καὶ πνεύμονα, περὶ ὧν ἄχρι δεῦρο διείλεκται, δυνατὸν δὲ καὶ περὶ τῶν ἐν αὐτοῖς μὲν τοῖς ὀργάνοις, ἀλλ’ οὐχ ὁμοίων ἐκπυήσεων ταῖς προειρημέναις, ἐνδέχεται δὲ καὶ περὶ ἀμφοτέρων. ἐπεὶ δὲ οὐχ ὁμοίων ταῖς προειρημέναις εἶπον, ἐξηγήσασθαι χρὴ τοῦτο. φημὶ γὰρ οὐ περὶ πασῶν ἐκπυήσεων αὐτὸν, ἀλλὰ τῶν, ὡς αὐτὸς εἶπε, χολῶδες ἐχουσῶν τι μεμιγμένον, ἄχρι δεῦρο ποιεῖσθαι τὴν διδασκαλίαν, οὐδὲ τούτων ἁπασῶν, ἀλλ’ ὅσαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐῤῥάγησαν. ἔστι δὲ τοῦτο σπάνιον. αἱ πλεῖσται γὰρ εἰκοσταῖαι ῥήγνυνται, τινὲς δὲ καὶ μέχρι πλείονος ἀφικνοῦνται χρόνου, περὶ ὧν νῦν διέρχεται. διαφοραὶ δὲ πασῶν εἰσι δύο κοιναὶ, δι’ ἃς καὶ τῷ χρόνῳ παραλλάττουσιν ἀλλήλων, ἔκ τε τοῦ πάσχοντος μορίου καὶ τοῦ πλεονάζοντος χυμοῦ. τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκεται, τὰ ψυχρότερα δὲ καὶ σκληρότερα βραδύτερον. οὕτω δὲ καὶ τῶν χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον. αὗται μὲν αἱ κατὰ τὴν τοῦ πράγματος οὐσίαν εἰσὶ διαφοραὶ, προσέρχονται δὲ ἔξωθεν αἱ παρὰ τὴν ἡλικίαν τε καὶ τὴν φύσιν, ὥραν τε καὶ χώραν καὶ κατάστασιν, ἔτι δὲ καὶ δύναμιν τοῦ κάμνοντος. ἐν ἁπάσαις δ’ αὐταῖς οἱ μὲν θερμότεροι χυμοὶ θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον ἐκπυΐσκονται. ταῦτα μὲν οὖν κοινῇ περὶ πασῶν ἐκπυήσεων ἐπίστασθαι καλόν. ἐμοὶ δὲ δοκεῖ νῦν ἔτι περὶ τῶν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα διέρχεσθαι.

Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενος ἀπὸ τῆς ἡμέρης ἧς ὁ πρῶτον ἄνθρωπος ἐπύρεξεν, εἴ ποτε αὐτὸν πρῶτον ῥῖγος ἔλαβε καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης βάρος αὐτῷ γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεε. ταῦτα γὰρ ἐν ἀρχῇσι γίνεται τῶν ἐμπυημάτων. ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους.

Ἕν τι τῶν ὁμολογουμένων ἐστὶν ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ἐπειδὴ καὶ φαίνεται σαφῶς, ὡς ὅταν αἱ κατὰ τὰ κύρια μέρη φλεγμοναὶ μὴ διαφορηθῶσιν ὑπὸ τῶν βοηθημάτων, ἀλλ’ ἐκπυΐσκωνται, ῥῖγος γενέσθαι τηνικαῦτα καὶ πυρετὸν ἐπ’ αὐτῷ. δέδεικται δὲ ἐν τοῖς περὶ ῥίγους λόγοις ὡς ἡ δριμύτης τοῦ γενομένου πύου δάκνουσα καὶ διαβιβρώσκουσα τὰ παρακείμενα σώματα ῥῖγος ἐργάζεται παραπλησίως τοῖς δριμέσι φαρμάκοις. ὧν ἐνίοτε προσενεχθέντων ἕλκεσι κακοήθεσιν ἤ τινι σηπεδονώδει διαθέσει ῥιγῶσαί τε καὶ πυρέξαι συνέπεσεν. ἀκολουθεῖ δὲ τῷ τοιούτῳ ῥίγει πυρετός. ἀμέλει καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων ἐμνημόνευσε καὶ προτέρου γε τοῦ πυρετοῦ, λέγων, ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, οὐκ ἐκείνην ἑρμηνεύων τὴν ἡμέραν, ἥτις ὅλου τοῦ νοσήματος ἐγένετο πρώτη, ἀλλὰ καθ’ ἣν τὸ ῥῖγος ἅμα τῷ πυρετῷ συνέπεσεν, ἐναργῶς σφοδροτέρῳ δηλονότι τοῦ πρόσθεν ὄντος γινομένῳ. ἀλλὰ καὶ βάρους αἴσθησις γίνεται τηνικαῦτα τοῖς κάμνουσι τοῦ κατὰ πολλὰ καὶ σμικρὰ μόρια παρεσπαρμένου τοῖς φλεγμαίνουσι σώμασι χυμοῦ μετὰ τὴν εἰς πῦον μεταβολὴν ἀθροιζομένου, πρός τινα μίαν χώραν κενὴν συνεχῆ τῷ φλεγμαίνοντι παντί. ἐκ τούτων οὖν, φησὶ, τῶν χρόνων ἐν οἷς ταῦτα πρῶτον ἐγένετο, προσδέχεσθαι χρὴ τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τριακοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ ἑξηκοσταῖα ῥήγνυσθαι τῶν ἐμπυημάτων. ἃ δ’ εἶπε γνωρίσματα τρία τὸν ἀριθμόν ἐστι, βάρος καὶ ῥῖγος καὶ πυρετὸς τοῦ πρόσθεν, ὡς ἔφην, σφοδρότερος πολλῷ.

Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ τουτέοισι μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ, καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου καὶ κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτῷ δοκέει βάρος ἐκκρέμασθαι ἐκ τοῦ ἄνωθεν. εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα ἐπὶ ὁκοῖον ἂν πλευρὸν βάρος ἐγγίνηται.

Ὅτι διαφράττουσιν ὑμένες τὸν θώρακα διήκοντες ἀπὸ τοῦ στέρνου μέχρι τῆς ῥάχεως, ὡς δύο ποιεῖν αὐτοὺς κοιλότητας, ἐν ταῖς ἀνατομαῖς ἐμάθομεν. ὅθεν οὐδὲ κοινωνεῖ τὰ κατὰ τὸ ἕτερον μέρος ἐμπυήματα τοῖς κατὰ θάτερον, ὥσπερ ἐπὶ τῶν ἐντὸς τοῦ περιτοναίου. κατ’ ἐκεῖνο μὲν γὰρ ἐν κύκλῳ πᾶσι τοῖς ἐντέροις περιῤῥεῖ τὸ πῦον, ἐνταῦθα δ’ οὔτε τὸ κατὰ τὰ δεξιὰ μέρη τοῦ θώρακος εἰς τὰ ἀριστερὰ δύναται μετελθεῖν οὔτ’ ἔμπαλιν ὅσον ἐν τοῖς ἀριστεροῖς ἐστιν εἰς τὰ δεξιὰ μεταῤῥυῆναι. διὰ ταῦτ’ οὖν ἀξιοῖ καταμανθάνειν, εἴτε ἐξ ἀμφοτέρων τῶν μερῶν ἔχει τὸ πῦον ὁ κάμνων εἴτε κατὰ τὸ ἕτερον μόνον. ἐν μὲν γὰρ ταῖς περιπνευμονίαις εἰς ἐμπύημα τρεπομέναις κατ’ ἄμφω μᾶλλον ἢ κατὰ θάτερον ἀθροίζεται τὸ πῦον, ἐν δὲ ταῖς πλευρίτισι κατὰ τὸ ἕτερον μέρος μᾶλλον, οὐ κατ’ ἄμφω. διάγνωσις δὲ τοῦ πεπονθότος ἔκ τε τοῦ τῆς θερμασίας διαφόρου. θερμότερον γάρ ἐστι τὸ πεπονθὸς κἀκ τοῦ κατακλινόμενον τὸν ἄνθρωπον ἐπὶ τὸ ἀντικείμενον πλευρὸν αἰσθάνεσθαι βάρους ἐγκειμένου τῷ ὑψηλοτέρῳ μέρει. δῆλον γὰρ ὅτι τὸ πῦον ἠθροισμένον ἐν τούτῳ τῷ μέρει τὴν τοῦ βάρους αἴσθησιν ἐργάζεται.

Τοὺς δὲ ξύμπαντας ἐμπύους γινώσκειν χρὴ τοισίδε τοῖς σημείοισι. πρῶτον μὲν εἰ ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων καὶ ἱδρῶτες πολλοὶ ἐπιγίνονται, βηχός τε θυμὸς ἐγγίνεται αὐτέοισι καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου. καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται καὶ μάλιστα ἄκροι. καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίνονται καὶ σιτίων οὐκ ἐπιθυμέουσι καὶ φλύκταιναι γίνονται ἀνὰ τὸ σῶμα.

Ὅσοι πῦον ἀθρόον ἔχουσιν ἔνδον τοῦ σώματος, εἴτ’ οὖν ἔτι περιεχόμενον ἐν τῷ φλεγμαίνοντι μορίῳ πρόσθεν εἴτε καὶ μετὰ τὸ ῥαγῆναι, δυνατόν ἐστιν ὀνομάζεσθαι τούτους ἐμπύους. ἀλλ’ εἴθισται παρὰ τοῖς ἰατροῖς μόνους ἢ μάλιστα τοὺς κατὰ θώρακα καὶ πνεύμονα τὸ τοιοῦτον ἔχοντας πάθος ἐμπύους ὀνομάζεσθαι. περιέχεται δὲ μετὰ τὴν ῥῆξιν ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ τὸ πῦον τοῦτο καὶ εἰ μὴ διὰ ταχέων ἀναπτυσθείη, φθινωδῶς ἀπόλλυνται, πυρέττοντες λεπτῶς μὲν, ἀεὶ δέ πως αὐξανομένης τῆς θερμασίας εἰς νύκτα· καὶ γίνεται τοῦτο πᾶσι τοῖς ἑκτικῶς πυρέττουσιν, οὐ τῷ τῆς διαθέσεως λόγῳ τῆς νυκτὸς αὐξανούσης αὐτοῖς τὸν πυρετὸν, ἀλλὰ κατά τι συμβεβηκὸς, ὅπερ ἐστὶ τοιοῦτον ἐν τοῖς καλουμένοις ἑκτικοῖς πυρετοῖς, αὐτὰ τοῦ ζώου τὰ στερεὰ μόρια διάπυρα γίνεται. κατὰ τοῦτ’ οὖν αὐτὸ ἀεὶ παραπλήσιος ὁ πυρετὸς ἐν ἑαυτῷ μένει τὴν θερμασίαν ἔχων, οἵαν περ ἡ τίτανος ἀμυδρὰν τοῖς ἁπτομένοις. ὅταν γοῦν φάγωσί τε καὶ πίωσιν, ὅμοιόν τι συμβαίνει τοῖς γινομένοις κατὰ τὴν τίτανον ὕδατι βραχεῖσαν, ὥστε τοὺς ἁπτομένους ἔξωθεν αἰσθάνεσθαι πολὺ θερμοτέρου τοῦ κάμνοντος. ἔδειξα δὲ τοῦτο πολλάκις ὑμῖν ἐπὶ τῶν ἀῤῥώστων, ἄλλοτ’ ἄλλῳ καιρῷ θρέψας τοὺς οὕτω πυρέξαντας, ἵνα πεισθῆτε διὰ τὴν τροφὴν γίνεσθαι τοῦτ’ αὐτοῖς, οὐ τῷ τῆς διαθέσεως λόγῳ. ἐναργῶς γὰρ φαίνεται συμμεταπίπτειν ἡ πυρετώδης θερμασία τοῖς καιροῖς τῆς τροφῆς, αὐτίκα μὲν ἐπὶ ταῖς προσφοραῖς τῶν σιτίων αὐξανομένη σφοδροτάτη τε ἑαυτῆς φαινομένη κατὰ τὴν ἀνάδοσιν αὐτῶν. διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἱδρῶτες ἐπιγίνονται συνεχεῖς, διαφορουμένης τῆς ἀναδοθείσης τροφῆς. ἀλλὰ καὶ βῆξαι, φησὶ, θυμὸς αὐτοῖς γίνεται, τουτέστι προθυμία, καὶ ἀναπτύουσιν οὐδὲν ἄξιον λόγου. εἰ γὰρ ἔπτυον, οὐκ ἂν ἔμπυοι διέμενον. αἰτία δὲ τοῦ μηδὲν ἀναπτύειν ἄξιον λόγου τριττή· τοῦ πύου μὲν αὐτοῦ ἡ γλισχρότης καὶ πάχος, τοῦ δὲ περιέχοντος ὑμένος τὸν πνεύμονα πυκνότης, ἀῤῥωστία δ’ ἐπὶ τούτοις τῆς τοῦ κάμνοντος δυνάμεως. ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ, φησὶν, ἔγκοιλοι γίνονται, κοινόν τι τοῦτο τῶν χρονίων ἁπάντων πυρετῶν καὶ μάλιστα τῶν ξηραινόντων ἐπιφανῶς. ἐρυθραίνονταί τε τὰ μῆλα διὰ τὴν ἐν τῷ πνεύμονι θερμότητα καὶ διὰ τὰς βῆχας. ἄμφω γὰρ ταῦτα θερμαίνει, τό τε πρόσωπον καὶ ὅλην τὴν κεφαλήν. ἀπό τε τοῦ κατασκήψαντος εἰς τὸν πνεύμονα ῥεύματος, ἀτμῶν ἀναφερομένων εἰς αὐτά. οἱ δ’ ὄνυχες γρυποῦνται τῶν στηριζουσῶν αὐτοὺς ἑκατέρωθεν σαρκῶν ἐκτηκομένων. οἱ μὲν οὖν δάκτυλοι καίτοι καταψυχόμενοι τοὐπίπαν ἐπὶ τῶν χρονίως νοσούντων ὅμως ἐν πᾶσι τοῖς ἑκτικοῖς πυρετοῖς θερμοὶ διαμένουσιν, ἐπειδὴ κατειλήφασιν οὗτοι τὰ στερεὰ μάλιστα μόρια τοῦ σώματος· κατά γε μὴν ἄκρους ἑαυτοὺς ἐναργέστερον φαίνονται θερμότεροι, οὐκ ἐκ τῶν ἔξω μερῶν, ἀλλ’ ἐκ τῶν ἔνδον, ἔνθα τὸ σαρκῶδες αὐτῶν ἐστι. καὶ ἡ αἰτία πρόδηλος, εἴ γε μεμνήμεθα τῶν ἐπὶ ταῖς προσφοραῖς εἰρημένων. ἔνθα γὰρ ὑγρότης ᾖ δαψιλεστέρα σαφέστερον ἐν τούτοις χωρίοις ἡ θερμασία φαίνεται. προήκοντός γε μὴν τοῦ χρόνου καὶ οἱ πόδες αὐτῶν οἰδίσκονται, τῆς τοῦ σώματος ὅλου νεκρώσεως ἐκεῖθεν ἀρχομένης, ὡς ἂν ποῤῥωτάτω κειμένων μορίων τῆς ἀρχῆς. τηνικαῦτα ἤδη καὶ ἀνόρεκτοι γίνονται, νεκρουμένης δηλονότι τῆς ὀρεκτικῆς δυνάμεως ἅμα ταῖς ἄλλαις· καὶ φλύκταιναί τινες ἐπιγίνονται διαβρωτικῶν ἰχώρων ἀθροιζομένων ἐν σώματι. τοιαύτην γὰρ αὐτῶν ὁ Ἱπποκράτης ἐδίδαξε τὴν γένεσιν εἶναι ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἡνίκα φησίν· ἐπιγίνονται μὲν ἐν τῷ δέρματι ἰχῶρες, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται. οἱ γὰρ ἰχῶρες οὗτοι τὸ μὲν ἄλλο τοῦ δέρματος ὅσον μανώτερόν ἐστι διεξερχόμενοι κατὰ τὸ ἔξω πέρας αὐτοῦ πυκνότερον ὂν ἴσχονται. διϊστᾶσι δὲ τοῦτο καὶ ἀφιστᾶσιν ἀπὸ τοῦ ἔνδον ἀθροιζόμενοί τε κατ’ αὐτὸ τὰς φλυκταίνας ἐργάζονται.

Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων ἔχει τὰ σημεῖα ταῦτα καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα. ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστιν, ἐπισημαίνεσθαι τουτέων ἤν τι ἐπιφαίνηται οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γινομένοισιν ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος.

Καλῶς εἶπε πιστεύειν χρῆναι τοῖς τῶν χρονιζόντων ἐμπυημάτων σημείοις. οὕτω γάρ ἐστιν ἰσχυρὰ τὴν δύναμιν, ὡς μηδεμίαν ἀμφιβολίαν ἑαυτοῖς ἀπολείπεσθαι. τὰ δ’ ὀλιγοχρόνια γνωρίζεσθαι διὰ τῶν ἔμπροσθεν εἰρημένων· ἦν δ’ ἐκεῖνα, τὸ ῥῖγος καὶ ὁ πυρετὸς καὶ τὸ βάρος εἴτε τι τῶν ἐπὶ τοῖς χρονίοις εἰρημένων ἤδη φαίνοιτο καὶ εἰ δυσπνούστερος ὁ κάμνων γένοιτο παρὰ τὸ πρόσθεν, ἀνάγκη γὰρ τοῦτο συμβαίνειν διὰ τὴν στενοχωρίαν τοῦ πνεύμονος, ὅταν καταλάβῃ τὰς κενὰς χώρας τοῦ θώρακος τὸ πῦον.

Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοῖσδε γινώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γένηται καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυελισμὸς διατείνει ἐς τὰς εἴκοσιν ἡμέρας ἔχων, προσδέχεσθαι τὴν ῥῆξιν ἢ καὶ ἔτι ἔμπροσθεν. ἢν δὲ ἡσυχέστερος ὁ πόνος εἴη καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς ὕστερον, προσγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυελισμὸν πρὸ τῆς τοῦ πύου ῥήξεως.

Ἐξ ὧν ὅτι ῥαγῆναι κίνδυνός ἐστι τὸ διαπυϊσκόμενον, ἔνεστί σοι προγινώσκειν ἐκ τούτων καὶ ὅτι θᾶττον. ἔστι δὲ ταῦτα πόνος καὶ δύσπνοια καὶ βὴξ καὶ πτυελισμός. ἐὰν μὲν οὖν συνεχῆ τε γίνηται καὶ ἰσχυρὰ, ταχεῖαν ἔσεσθαι σημαίνει τὴν ῥῆξιν, ἐὰν δὲ μήτε συνεχῆ μήτε ἰσχυρὰ, χρονιωτέραν. ἀνάγκη δὲ διαβιβρωσκομένου τοῦ περικειμένου τῷ πύῳ σώματος ὑπὸ τῆς δριμύτητος αὐτοῦ, πόνον μὲν γενέσθαι δι’ αὐτὸ τοῦτο, βῆχα δὲ καὶ πτυελισμὸν ἰχῶρός τινος ἤδη λεπτοῦ διεξερχομένου τὸ περιέχον σῶμα. δυσπνοοῦσι δὲ καὶ δι’ ὅλην μὲν τοῦ νοσήματος τὴν κατάστασιν, ἐξαιρέτως δὲ διὰ τὴν προσγινομένην ὀδύνην.

Περιγίνονται δὲ τουτέων μάλιστα μὲν οὓς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν καὶ σιτίων ταχέως ἐπιθυμέωσι καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. ἄριστα μὲν οὖν οὕτως καὶ τάχιστα ἀπαλλάσσουσιν. ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίνονται. ἀπόλλυνται δὲ οἷσιν ἂν ὅ τε πυρετὸς αὐθημερὸν μὴ ἀφείη, ἀλλὰ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, ἡ κοιλίη ὑγρὴ ᾖ καὶ τὸ πῦον χλωρὸν καὶ πέλιον πτύῃ ἢ φλεγματῶδες καὶ ἀφρῶδες. ἢν ταῦτα πάντα γίνηται, ἀπόλλυνται. ὁκόσοισι δ’ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίνονται. ἀλλ’ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι καὶ τοῖσιν ἄλλοισιν ἅπασιν.

Οὗτος ἅπας ὁ λόγος ὁ ἀπὸ ταύτης τῆς λέξεως ἀρχόμενος ὅλος ἐστὶ σαφὴς τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων. ὑπερβὰς οὖν αὐτὸν ἐπὶ τὰ συνεχῆ μεταβήσομαι.

Ὁκόσοισι δὲ ἀποστάσιες γίνονται ἐκ τῶν περιπνευμονικῶν νοσημάτων παρὰ τὰ ὦτα καὶ ἐκπύουσιν ἐς τὰ κάτω χωρία καὶ συριγγοῦνται, οὗτοι περιγίνονται.

Τὸ συριγγοῦνται μόνον ἀσαφές ἐστιν ἐν ταύτῃ τῇ ῥήσει κατὰ μεταφορὰν εἰρημένον. αἱ γάρ τοι σύριγγες αἱ κυρίως ὀνομαζόμεναι, ταῦτα δὴ τὰ μουσικῶν ὄργανα, προμήκεις ἔχουσι κοιλότητας· αἷς ὅταν ἐν τοῖς τῶν ζώων σώμασιν ὁμοῖαι παρὰ φύσιν γεννῶνται, διὰ τῆς αὐτῆς προσηγορίας δηλοῦνται. δοκεῖ δή μοι καὶ νῦν ὁ Ἱπποκράτης διὰ τὸ τῆς διεξόδου πρόμηκες κεχρῆσθαι τῷ συριγγοῦνται ῥήματι. τὸ δὲ σύμπαν τοῦ λόγου κεφάλαιόν ἐστι περὶ τῶν ἐπιγινομένων τοῖς περιπνευμονικοῖς ἀποστάσεων, ἐνίοτε μὲν εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἐνίοτε δὲ εἰς τὰ κάτω τοῦ θώρακος χωρία.

Ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιαῦτα ᾧδε, ἢν ὅ τε πυρετὸς ἔχῃ καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται καὶ μηδὲ τὸ οὖρον κάρτα πουλύ τε καὶ παχὺ καὶ πολλὴν ὑπόστασιν ἔχον. ὑπηρετεῖται δὲ περιεστηκῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστηκότων σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι.

Τὰς προειρημένας ἀποστάσεις ὅπως ἄν τις προγινώσκοι διδάσκει διχῆ τεμὼν τὸν λόγον. ὡς τὸ μὲν πρῶτον αὐτοῦ μέρος εἶναι διδασκαλίαν τοῦ γενήσεσθαι τὴν ἀπόστασιν, τὸ δὲ δεύτερον διορίζεσθαι, πότερον ἄνωθεν τοῦ θώρακος εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας ἢ κάτω τῶν φρενῶν. ἀρξόμεθα οὖν καὶ ἡμεῖς ἀπὸ τοῦ προτέρου μέρους, ἐν ᾧ κεφάλαιόν ἐστι δύσπεπτον· μὲν εἶναι τὸ νόσημα, μὴ μέντοι θανατῶδες. οὔτε γὰρ ἐὰν εὔπεπτον ᾖ, δι’ ἀποστάσεως, ἀλλ’ ἤτοι δι’ ἐκκρίσεως ἢ κατὰ βραχὺ λυθήσεται πεπανθέν. οὔτε ἂν ὀλέθριον ὑπάρχῃ, γενήσεταί τις ἀπόστασις ἀγαθή. μέσον οὖν. αὐτὸ χρὴ τῶν τε ἐπιεικῶν εἶναι καὶ τῶν ὀλεθρίων. ὅθεν εἰκότως ὁ Ἱπποκράτης ἔνια μὲν αὐτῶν τῶν γνωρισμάτων ἔγραψεν ἐκ τῶν κακῶν σημείων, ἔνια δὲ ἐκ τῶν ἀγαθῶν, ἃ κατὰ μέρος ἤδη σοι δίειμι, τὴν ἀρχὴν ἀπὸ τοῦ πρώτου ποιησάμενος, ὑπὲρ οὖ πρώτου κατὰ λέξιν οὕτω φησίν· ἢν ὁ πυρετὸς ἔχῃ, τουτέστι κατείληφε τὸν ἄνθρωπον, ὡς εἰς ἀπυρεξίαν μηδέποτε ἀφικνεῖσθαι καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ· παυσαμένης γὰρ αὐτῆς οὐκ ἀποστάσεώς ἐστι χρεία τις ἔτι πρὸς τὴν λύσιν, ὡς ἐπιεικοῦς τοῦ νοσήματος ὄντος. καὶ τὸ πτύελον, φησὶ, μὴ ἐγχωρέῃ κατὰ λόγον, οὐδὲ γὰρ ὅλως ἀποστάσεως δεηθήσεται τὸ νόσημα διὰ τῶν πτυσμάτων ἀεὶ ἐκκαθαιρόμενον, εἶτ’ ἐφεξῆς μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες. εἴρηται γάρ σοι καὶ πρόσθεν ὡς ἐν τοῖς χολώδεσι νοσήμασιν αἱ ἀποστάσιες οὐ γίνονται. χρὴ γὰρ ὠμὴν καὶ παχεῖαν εἶναι τὴν τῶν χυμῶν ὕλην, ἵν’ εἴς τε χρόνον πλείονα ἐκπέσῃ τὸ νόσημα καὶ μὴ δι’ ἐκκρίσεως, ἀλλ’ ἤτοι δι’ ἀποστάσεως ἢ μόνης πέψεως ἰαθῇ. τὸ δὲ ἐφεξῆς τῷδε τινὲς μὲν οὕτω γράφουσι· μηδ’ εὔλυτοι καὶ ἄκρητοι γίνωνται, ὥσπερ ἔφη, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, οὕτω μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνωνται, τοῦ μὲν ἀκρήτου πρὸς τὰς ἀμίκτους τῶν ἄλλων χυμῶν τινι ἀναφερομένου διὰ τὸ μίαν ἔχειν αὐτὰς ποιότητα τὴν τῶν χολωδῶν, τοῦ δὲ μηδ’ εὔλυτοι πρὸς τὸ πλῆθος τῶν ἐκκρίσεων, ὡς εἴτε καὶ χολώδεις εἶεν καὶ εὔλυτοι δι’ ἐκκρίσεως μᾶλλον ἢ δι’ ἀποστάσεως ἐσομένης τῆς κρίσεως. ἔνιοι δὲ ἐναντίως γράφουσι τὴν λέξιν ᾧδε· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες εὔλυτοι δὲ καὶ ἄκρητοι γίνωνται· εὐλύτους μὲν εἶναι βουλόμενοι τὰς συμμέτρως ὑπερχομένας, ἀκρήτους δὲ τὰς ὑδατώδεις καὶ ἀμίκτους. ἐῤῥέθη γὰρ ἔμπροσθεν ὡς τὸ ἄκρητον ἐπὶ τῆς ἀμίκτου λέγεται ποιότητος. ἀποφήσας οὖν ὁ Ἱπποκράτης, φασὶ, τὰς χολώδεις διαχωρήσεις ἐπὶ τῶν ἀκράτων, ὅπερ ἐστὶν ἀμίκτους καὶ οἷον ἄκρας κατὰ μίαν ποιότητα, δῆλός ἐστι τὰς ὑδατώδεις λέγων, αἵπερ ἄπεπτοί εἰσι καὶ διὰ τοῦτο χρόνου δέονται πρὸς τὴν πέψιν, ἐν ᾧ καὶ αἱ ἀποστάσεις γίνονται. τὰ μὲν γὰρ ὀξέα δι’ ἐκκρίσεων μᾶλλον εἴωθε κρίνεσθαι, τὰ δὲ χρονίζοντα δι’ ἀποστάσεως. ἀλλὰ περὶ μὲν τῆς ἐν ταῖς εἰρημέναις γραφαῖς διαφορᾶς ἔνεστί σοι καὶ αὖθις ἐπισκέψασθαι κατὰ πολλὴν σχολήν. ἐν δὲ τῷ παρόντι τὴν ὅλην τοῦ λόγου σύνοψιν, ὡς εἰς τὰ τῆς τέχνης ἔργα λαβεῖν ἐξ αὐτῆς τὸ χρησιμώτατον, ἐγώ σοι δίειμι. πρόκειται μὲν οὖν αὐτῷ τεκμήρασθαί τι περὶ τῶν εἰς ἀπόστασιν ὁρμησάντων νοσημάτων. εἶναι δὲ ταῦτα χρὴ πάντως μὲν ἐξ ὠμῶν καὶ παχέων χυμῶν, οὐ μὴν ὀλεθρίων γε. τὰ γὰρ τοιαῦτα χρονίζοντα ποιεῖσθαι δεῖ τὰς ἀποστάσεις, εἴ γε μὴ κατὰ σύμπεψιν, οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ὑφ’ Ἱπποκράτους ἡ λύσις αὐτῶν γενέσθαι φθάσει. γνώρισμα δέ σοι τῆς πέψεως ἔσται τὸ οὖρον αὐτό τε πολὺ γινόμενον, ὑπόστασίν τε πολλὴν ἔχον. ᾧ δ’ ὑπόστασίς ἐστι πολλὴ, τοῦτο πάντως ἐστὶ καὶ αὐτὸ παχύτερον τοῦ κατὰ φύσιν. εἰκότως οὖν ἐγένετο διττὴ γραφὴ κατὰ λέξιν, ἐνίων μὲν οὕτω γραψάντων, μηδ’ οὖρον πολύ τε καὶ παχὺ καὶ ὑπόστασιν ἔχον πολλὴν, ἐνίων δὲ μηδ’ οὖρον πολὺ κάρτα καὶ ὑπόστασιν πολλὴν ἔχον.

Γίνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία οἶσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγίνηται, αἱ δὲ ἄνω οἶσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ· δύσπνοον δέ τινα χρόνον γενόμενον παύσηται ἄτερ φανερῆς προφάσιος ἄλλης.

Προφάσεις εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης τὰς φανερὰς αἰτίας. ὅταν οὖν ἐξαίφνης γενομένη δύσπνοια κατὰ τὰς προειρημένας διαθέσεις ἐξαίφνης πάλιν παύσηται καὶ τὸ γενέσθαι καὶ τὸ παύσασθαι χωρὶς φανερᾶς αἰτίας ἔχουσα, τὴν ἐπὶ κεφαλὴν ῥοπὴν ἐνδείκνυται τῶν χυμῶν, ὥσπερ πάλιν τὴν ἐπὶ τὰ κάτω θερμασία τις ἐν τοῖς ὑποχονδρίοις ἐπιφανής. οὐ γὰρ δὴ τὸν χυμόν γε τὸν φλεγματικὸν ἡγεῖσθαι χρὴ νῦν ὑπ’ αὐτοῦ λέγεσθαι, κατὰ τὴν λέξιν ἐν ᾗ φησιν, οἶς δ’ ἂν κατὰ τὸ ὑποχόνδριον τοῦ φλέγματος ἐγγίνηται. πολλῷ γὰρ ἄμεινον ἀκούειν ἐπὶ τῆς παρὰ φύσιν θερμασίας τῆς φλογώδους εἰρῆσθαι τὸ φλέγμα. γίνεται δὲ αὕτη δι’ ἐρυσίπελας ἢ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν. εἰ δέ γε τοὐναντίον εἴη λαπαρὸν μὲν καὶ ἀνώδυνον τὸ ὑποχόνδριον. ἡ δ’ ἄνω ῥοπὴ τῶν χυμῶν ὑπὸ τῆς προειρημένης δυσπνοίας δηλουμένη τὴν ἀπόστασιν γενήσεσθαι ἄνω προσδέχου.

Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπνευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι· ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἤδη ἐόντος γινόμεναι. εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γινομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίνοιτο καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα ἂν παύσαιτο. ἢν δὲ τὸ πτύελον μὴ ἐκχωρέῃ καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πράγματα παρασχεῖν.

Ἐπὶ τῶν ἰσχυρῶν περιπνευμονιῶν ἀποστάσεις ἐς τὰ σκέλη γίνεσθαι πάντως μὲν ἀγαθόν ἐστιν, εἴ γε δὴ παντὸς μᾶλλον ἀληθὲς ὑπάρχει τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπὲρ τῶν ἀγαθῶν ἀποστάσεων εἰρημένον, ὡς ἄρισται πασῶν εἰσιν αἱ μάλιστα κάτω καὶ ποῤῥωτάτω τῆς νόσου, μᾶλλον δὲ ὅταν ἅμα πέψει γίνωνται. καὶ γὰρ καὶ τοῦτ’ ἐπῄνεσεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσιος ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ἐνδείκνυται δὲ τὴν πέψιν ἥ τε μεταβολὴ τοῦ πτυέλου καὶ ἡ κένωσις ἄλυπός τε καὶ δαψιλὴς γινομένη. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· ἔτι τοῦ πτυέλου ἐκχωρέοντος ἔξω, εἰ δὲ καὶ χωρὶς τοῦ πεφθῆναι τὴν νόσον, ἀπόστασις ἐς τὰ σκέλη γένοιτο, ῥύσαιτο μὲν ἂν καὶ οὑτωσὶ ἐκ τοῦ κατὰ τὴν περιπνευμονίαν κινδύνου τὸν ἄνθρωπον. αὐτὸ δὲ τὸ ἄρθρον εἰς ὃ κατέσκηψε, δυσίατον ἕξει τὸ ἀπόσκημμα καὶ τάχ’ ἂν ἐνίοτε χωλωθείη κατὰ τοῦτο ὁ ἄνθρωπος. εἴρηται δ’ αὐτῷ πάλιν ἐνταυθοῖ οὐχ ἓν τῆς ἀπεψίας σημεῖον, ὥσπερ τῆς πέψεως, ἀλλὰ προσέθηκε τοῖς πτύσμασι καὶ τὴν ἀπὸ τῶν οὔρων διάγνωσιν. ἐπ’ αὐτῶν γε μὴν τῶν κακοήθων πτυσμάτων οὐκέτι προσέθηκε τὸ μὴ πεπέφθαι, καίτοι γε ἀντέκειτο τοῦτο τῷ πεπαίνεσθαι· μόνῳ δ’ ἠρκέσθη τῷ μὴ ἐκχωρεῖν, ἱκανὸν εἶναι γνώρισμα αὐτὸ τῆς κακοηθείας τοῦ νοσήματος ὑπολαβὼν, ὡς τό γε πτύεσθαι μόνον ἢ πέττεσθαι μόνον οὐδέτερον ἱκανόν. ὅτι καὶ πτύεται πολλάκις αὐτάρκως ἔτι ἀπέπτου τοῦ νοσήματος ὄντος, καὶ πέττεται μὲν ἐνίοτε τὸ νόσημα, πτύεται δ’ οὐκ αὐτάρκως τὸ πτύελον· ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς κινούσης τὸν θώρακα δυνάμεως, ἐνίοτε δὲ διὰ πάχος ἢ γλισχρότητα τοῦ πτυέλου, καὶ ποτὲ δι’ ἀμφότερα συνελθόντα, τήν τε τῆς δυνάμεως ἀῤῥωστίαν καὶ τοῦ πύου τὴν ποιότητα. χρὴ τοίνυν καὶ πεπέφθαι τὸ νόσημα καὶ πτύεσθαι καλῶς τὰ πτύελα κατὰ τὰς ὑγιάζεσθαι μελλούσας διαθέσεις. κατὰ μέντοι τὰς ἐναντίας ἱκανὸν γνώρισμα καὶ τὸ μὴ πτύεσθαι μόνον. ἐκ περιουσίας δ’ ἂν ἐν αὐταῖς ταύταις ἡ διάγνωσις γένοιτο τῆς κακοηθείας τοῦ νοσήματος, εἰ σὺν τῷ μὴ πτύεσθαι καλῶς μηδὲ κενοῦσθαι τὰ κατὰ τὸν πνεύμονα καὶ θώρακα, προσείη τινὰ καὶ τῆς ἀπεψίας τοῦ χυμοῦ γνωρίσματα. πρόδηλον γὰρ ὅτι χαλεπωτέρα μέν ἐστιν ἡ διάθεσις, ἐφ’ ἦς οὔτε πτύουσιν ἥ τ’ ἀπεψία διαμένει· μετριωτέρα δὲ καθ’ ὦν πέττεται μὲν, οὐχ ἱκανῶς δ’ ἀποπτύουσιν οὐδὲ καθαίρονται τελέως. ὅτι δ’ εἰς ἄρθρα μάλιστα τὰς ἀποστάσεις γίνεσθαι συμβέβηκεν, ὅπερ κἀν ταῖς ἐπιδημίαις ἔγραψεν, ἐδήλωσε κἀνταῦθα κατὰ τὸ πάρεργον εἰπὼν, κίνδυνος γενέσθαι χωλὸν τὸ ἄρθρον. αἰτία δὲ τῶν τοιούτων ἀποστάσεων ἡ εὐρυχωρία τῶν ἄρθρων ἐστὶν, ὑποδεχομένη τὰ κατασκήπτοντα ῥεύματα. δύναται δέ τι καὶ ἡ κίνησις αὐτῶν συντελεῖν. πρὸς γὰρ τὰ κινούμενά τε καὶ θερμαινόμενα ῥᾷον ἀφικνοῦνται πάντες οἱ χυμοί.

Ἤν δ’ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἰ ἀποστάσιες τοῦ πτυέλου μὴ ἐκχωρέοντος, τοῦ τε πυρετοῦ ἔχοντος, δεινόν· κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος.

Τὸ ἀφανισθῆναί τινα τῶν παρὰ φύσιν ὄγκων εἰπεῖν οὐ ταὐτὸν σημαίνει τῷ παύσασθαι φάναι. γενικώτερον μὲν γάρ τι δηλοῖ τὸ παύσασθαι, τὸ δὲ ἀφανισθῆναι τοῦ διὰ τάχεος παύσασθαι καὶ οἶον ἐξαίφνης, ἐστὶ δηλωτικόν. ἐνίοτε μὲν οὖν γίνεται τοῦτο διὰ λεπτότητα χυμοῦ καὶ ἀραιότητα μορίου καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμότητα καὶ τὴν ἰσχὺν τοῦ προσαχθέντος φαρμάκου καὶ τῆς τοῦ κάμνοντος δυνάμεως τὴν ῥώμην. ἐὰν γὰρ ἅμα πάντα συνέλθοι τὰ εἰρημένα, διαφορηθήσεται ταχέως ὁ παρὰ φύσιν ὄγκος. ὡς τὰ πολλὰ δὲ τὸ ἀφανίζεσθαι τὰ τοιαῦτα εἴωθε συμβαίνειν μεταῤῥεόντων τῶν ἐργαζομένων αὐτὰ χυμῶν ἤτοι γε εἰς τοὺς αὐτοὺς τόπους ὅθεν ὥρμησαν, ὅπερ ἰδίως ὁ Ἱπποκράτης ὀνομάζει παλινδρομεῖν, ἢ καί τινας ἄλλους ἐν τῷ βάθει τοῦ σώματος ὄντας. ὡς οὖν ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων τὸ ἀφανίζεσθαι τοὺς παρὰ φύσιν ὄγκους γινόμενος, ἐναντιωτάτην ἔχει καὶ τὴν τελευτήν. ἤτοι γε ἀπαλλαγὴν ταχίστην ἐνδεικνύμενον τῶν λυπούντων ἢ χειρίστην διάθεσιν ἐπανερχομένων αὐτῶν ἐπὶ τὰ κύρια μέρη. ταῦτα μὲν οὖν κοινὰ πασῶν ἀποστάσεων. ὁ διορισμὸς δὲ κοινὸς μὲν καὶ αὐτός ἐστι τῶν ἀφανιζομένων, ἐπισκέπτεσθαι δὲ χρὴ τἄλλα σημεῖα καὶ μάλιστα τὰ τῶν πεπονθότων μορίων οἰκεῖα. νυνὶ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ὁ ἴδιος εἴρηται διορισμὸς πρὸς Ἱπποκράτους ἐχόμενος δηλονότι τῶν κοινῶν. ἔφη γοῦν οὕτως, ἢν δὲ ἀφανίζωνται αἱ ἀποστάσιες τοῦ πτυέλου μὴ ἐκχωρέοντος τοῦ πυρετοῦ τε ἔχοντος, δεινόν. δῆλον γὰρ ὅτι εἰς τὸ βάθος ἀπεχώρησαν εἰς τόπους κυρίους, ὡς εἴ γε διεφορήθησαν, οὔτ’ ἂν ἐπύρεττον ἔτι καὶ ῥᾳδίως ἔπτυον. εὔλογον οὖν ἐστιν ἐπὶ τὸν πνεύμονα τούτοις πᾶν ὑποχωρῆσαι τὸ ῥεῦμα, διὸ καὶ παραφρονεῖν αὐτοὺς εἰκός ἐστιν, ἐπεὶ καὶ τοῦτο ἕν τι τῶν ἐπὶ πνεύμονι τὰ τοιαῦτα πάθη πάσχοντι συμβαινόντων ἐστίν. ὅτι δὲ δυσπνοοῦντες τεθνήξονται παρέλιπεν εἰπεῖν, εἰδὼς αὐτὸ νοηθησόμενον ἡμῖν ἐκ τῶν προειρημένων.

Τῶν δ’ ἐμπύων τῶν ἐκ τῶν περιπνευμονικῶν νουσημάτων οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται, ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι.

Γεραιτέρους οὐχ ἁπλῶς τοὺς γέροντας, ἀλλὰ παραβλητικῶς ἢ συγκριτικῶς ἢ ὅπως ἄν τῳ φίλον ὀνομάζειν ἀκουστέον ἐστὶν ὡς πρὸς νέους. οἱ μὲν γὰρ ἤδη προήκοντες ἱκανῶς κατὰ τὴν ἡλικίαν οὐδὲ ἐξ ἑνὸς νοσήματος μᾶλλον τῶν νεωτέρων διασώζονται. τοὺς δὲ μεταξὺ τούτων τε καὶ τῶν ἀκμαζόντων, οἵπερ εἰσὶν οἱ μεσαιπόλιοί τε καὶ ὠμογέροντες ὀνομαζόμενοι, διασωζομένους ἐστὶν ἰδεῖν ἐνίοτε μᾶλλον τῶν ἀκμαζόντων, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξεν ἐπί τε τῶν ἐν τοῖς ὠσὶ φλεγμονωδῶν διαθέσεων καὶ νῦν ἐπὶ τῶν ἐκπεριπνευμονίας ἐμπύων. ἐν μὲν γὰρ τούτοις, ἐπειδὴ διὰ τὸ πτύειν ἡ ἴασίς ἐστιν ἰσχυρᾶς δυνάμεως δεομένη, διὰ τοῦτο μᾶλλον οἱ νεώτεροι τῶν πρεσβυτέρων διασώζονται. κατὰ δὲ τὰ ἄλλα συμβαίνει φθάνειν ἀποθανεῖν τοὺς νεωτέρους ἐπὶ τοῖς πόνοις τε καὶ πυρετοῖς, ὅπερ αὐτὸς εἶπεν ἐπὶ τῶν ὤτων. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτοῖσιν ἐπιγίνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυηθέντα. οἱ δὲ νεώτεροι, φησὶ, πρὶν ἐκπυηθῆναι τὸ οὖς οἱ πολλοὶ ἀπόλλυνται. ἐπεὶ ἤν γε ῥυῇ πῦον ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι. κἀπὶ τῶν ἄλλων οὖν ἐμπυημάτων κατ’ αὐτὸν τὸν τοῦ διαπυΐσκεσθαι χρόνον οἱ νεώτεροι φθάνουσιν ἀποθνήσκειν ὑπὸ μεγέθους τῶν πυρετῶν καὶ τῆς ὀδύνης.

Αἱ δὲ ξὺν πυρετῷ γενόμεναι ὀδύναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι ὀλέθριαι κάρτα. προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων πονηρὸν ἐπιφαίνηται, ἀνέλπιστος ὁ ἄνθρωπος. ὁκόσοι δὲ τῶν ἐμπύων καίονται, οἷσιν ἂν μὲν καθαρὸν τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες ἀπόλλυνται. εἰ δὲ ἀναΐσσοντος τοῦ νοσήματος ὡς πρὸς τὰς φρένας τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίνηται, ἔμπυον ἔσεσθαι πολλαὶ ἐλπίδες τοῦτον.

Τὸ τῶν φρενῶν ἅπτεσθαι τινὲς μὲν ἐπὶ τοῦ παραφρονεῖν ἤκουσαν, ὡς εἰ καὶ οὕτως εἶπεν· αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἐὰν ἐπαναβᾶσαι παραφροσύνην ἐργάζωνται χαλεπαί. τινὲς δ’ ἄμεινον τούτων τὸ μόριον τοῦ σώματος φρένας εἰρῆσθαί φασιν, ὃ δὴ καὶ διάφραγμα προσαγορεύεται. μαρτύριον δὲ τῆς ἀληθείας τοῦ λόγου τὸ κατὰ τὴν τελευτὴν τοῦ λόγου εἰρημένον, ἔνθα φησὶν, ἔμπυον γενέσθαι πολλαὶ ἐλπίδες τοῦτον. βούλεται γὰρ ἀνελθόντος τοῦ νοσήματος ἐπὶ τὸν θώρακα, δυοῖν θάτερον ἢ εὐθέως ἀπολέσθαι τὸν ἄνθρωπον ἢ εἰ εἰς τὰ βέλτιστα προάγοι, πάντως γοῦν ἔμπυον ἔσεσθαι· διορίζεται δὲ ταῦτα τοῖς ἄλλοις σημείοις. εἰ μὲν γὰρ εἴη μὴ πονηρὰ, γένοιτο ἂν ἔμπυος· εἰ δὲ καί τι μοχθηρὸν ἐπιφανείη, τεθνήξεται πάντως.

Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριοι, ὀλεθριώταται δὲ ὁκόσαι ξὺν πυρετῷ συνεχεῖ γίνονται. καὶ γὰρ οἱ ἀπ’ αὐτέων τῶν κύστεων πόνοι ἱκανοὶ ἀποκτεῖναι. καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐπὶ τῶν τοιούτων καὶ ἐν τουτέῳ χρόνῳ εἰ μὴ σκληρόν τι καὶ πρὸς ἀνάγκην.

Εἴρηταί μοι πολλάκις ὡς τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως ὁ Ἱπποκράτης ἐπιφέρει, λόγῳ δηλῶν ἣν ὁ Ἐρασίστρατός τε καὶ οἱ μετ’ αὐτὸν ὀνομάζουσι μιᾷ προσηγορίᾳ φλεγμονὴν, ὥσπερ ἀμέλει καὶ νῦν εἶπε, κύστιες δὲ σκληραὶ καὶ ἐπώδυνοι. διὰ τί δὲ τὰς τοιαύτας ἔφη χαλεπὰς εἶναι διαθέσεις καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ὀξὺς ᾖ, σαφῶς αὐτὸς ἐδήλωσε τό τε μέγεθος αἰτιασάμενος τῶν πόνων καὶ τὴν τῶν διαχωρημάτων καὶ τῶν οὔρων ἐπίσχεσιν. ἐπέχεται δὲ διὰ τὴν στενοχωρίαν τοῦ ἀπευθυσμένου καὶ τὴν ὀδύνην τῆς κύστεως. ἀφίστανται γὰρ οἱ κάμνοντες τῆς ἐνεργείας, ὅταν εὐθέως ἀρχομένης αὐτῆς ὀδυνᾶσθαι συμβῇ, καὶ τοῦτο κοινὸν ἁπάντων τῶν πόνων ἐστί. τό γε μὴν ὀδυνᾶσθαι ποτὲ μὲν αὐτῶν τῶν ἐνεργούντων ὀργάνων φλεγμαινόντων, ἐνίοτε δὲ τῶν συνεχῶν αὐτοῖς γίνεται. οὕτω γοῦν ἀναπνέοντες ἀλγοῦσιν ἐπὶ φλεγμονῇ σπληνὸς ἢ γαστρὸς ἢ ἥπατός τε καὶ τῶν ἐν ὑποχονδρίῳ μυῶν, καὶ διὰ τοῦτο ἀναγκάζονται δυσπνοεῖν εἴδει δυσπνοίας ἐκείνῳ, καθ’ ὃ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. εἴρηται δὲ καὶ ταύτης τῆς δυσπνοίας, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν ἑκάστης ἡ αἰτία κατὰ τὸ περὶ τῆς δυσπνοίας πρῶτον.

Λύει δὲ οὖρον πυῶδες οὐρηθὲν λευκὴν καὶ λείην ἔχον ὑπόστασιν.

Ὅταν ἡ τῆς κύστεως φλεγμονὴ πεφθῇ, συῤῥέουσιν εἰς τὴν ἔσω χώραν αὐτῆς οἱ πεφθέντες χυμοὶ καὶ συνεκκρίνονται δηλονότι τοῖς οὔροις τὸ γνώρισμα τῆς ἀγαθῆς πέψεως ἐν ταῖς ὑποστάσεσιν ἔχοντες.

Ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη μήτε ἡ κύστις μαλθάσσοιτο, ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι.

Τὸ μὲν μήτε τὴν κύστιν μαλαχθῆναι καὶ τὸν πυρετὸν διαμένειν εὔδηλον· τὸ δὲ οὖρον μηδὲν ἐνδοῦναι τῶν ἀσαφῶς εἰρημένων ἐστίν. εἴωθε γὰρ ἐπί τε τῶν διαθέσεων καὶ τῶν συμπτωμάτων φέρειν τοὔνομα, καθάπερ καὶ οἱ ἄλλοι πάντες οἱ μετ’ αὐτὸν ἐνδοῦναι τὴν φλεγμονὴν καὶ τὸν ὄγκον καὶ τὴν σκληρότητα καὶ τὴν τάσιν καὶ τὴν ὀδύνην λέγοντες. οὐ μὴν τό γε οὖρον ἐνδοῦναί τις εἶπεν. ἴσως οὖν ἀπὸ τῶν προειρημένων ὁ Ἱπποκράτης μετήνεγκε τὴν προσηγορίαν ἐπὶ τὸ οὖρον, ἵνα τὴν ἐπὶ τὸ βέλτιον αὐτοῦ μετάστασιν οὕτως ἀκούσωμεν. ὅπερ εἰ συγχωρηθείη καὶ τὴν ἐξ ἐπισχέσεως κένωσιν εἰρῆσθαι πρὸς αὐτοῦ δυνατόν ἐστιν, ἵνα συνεπινοήσωμεν ἐπὶ τῆς φλεγμαινούσης κύστεως ἐπίσχεσθαι τὸ οὖρον. εἴωθε γὰρ καὶ τοῦτο ἐνίοτε συμβαίνειν, ὁπότε καὶ δεινῶς ὀλέθριόν ἐστι τὸ νόσημα καὶ σπανίως ἐξ αὐτοῦ διασώζονται. αὕτη μὲν ἡ γραφὴ τῆς ῥήσεως ἐν ἄλλοις τέ τισίν ἐστι καὶ τοῖς κατὰ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδην ἀντιγράφοις. ἐν ἑτέροις δὲ ἡ λέξις οὕτως ἔχει· ἢν δὲ μήτε οὖρον ᾖ μηδὲν μήτ’ ἐνδιδοίη ὁ πόνος, ὥστε μηδὲν ἔχειν ζήτημα μηδ’ ἀμφίβολον εἶναι τὸ λεγόμενον.

Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαιδεκαταῖα γένωνται.

Διὰ τὰς ἀκαίρους τε καὶ πολλὰς ἐδωδὰς ἀθροίζεται πλεῖστος ὁ καλούμενος ὠμὸς χυμὸς ἐν τοῖς τῶν παίδων σώμασιν. οὗτος οὖν διὰ τῶν νεφρῶν ἐκκαθαιρόμενος ὁσημέραι καὶ μέντοι καὶ διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ἀθροιζόμενος ἐνίοτε μὲν λίθους ἐν αὐτῇ γεννᾶσθαι ποιεῖ, πολλάκις δὲ καὶ φλεγμονὰς, ὅταν ποτὲ ἡ κύστις τύχῃ σφοδρότερον ὑπὸ τῆς συνεχοῦς τῶν τοιούτων χυμῶν διεξόδου κακωθεῖσα.

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Γ. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται.

Δύο πραγματείας ἔχετε, πρὸς ὑμᾶς γὰρ λέγω τοῦτο τοὺς ἑταίρους, ὅσοι κατηναγκάσατέ με μὴ προῃρημένον ἐξηγήσεις γράψαι τῶν Ἱπποκράτους συγγραμμάτων, ἐν αἷς ἅπαντα περί τε κρισίμων ἡμερῶν εἴρηται καὶ κρίσεων. ἴστε δὲ ὅτι καὶ αὐτὰς οὐκ ἐκδοθησομένας, ἀλλ’ ὥσπερ ὑμῖν μόνοις ἐσομένας ἔγραψα. συνέβη δ’ ἐκπεσεῖν αὐτὰς καὶ παρὰ πολλοῖς εἶναι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἡμῖν γεγραμμένων. ὅθεν οὐδ’ ἐξηγεῖσθαι προῃρούμην ἐν ὑπομνήμασιν οὐδὲν τῶν Ἱπποκράτους βιβλίων. ὅσα γὰρ εἰς τὴν τέχνην χρήσιμα παρ’ αὐτοῦ μαθεῖν ἔδει, γέγραπταί μοι κατὰ πολλὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξηγήσεσιν. ἐπεὶ δ’ ἔνιαι τῶν λέξεων ἀσαφέστερον εἰρημέναι μοχθηρᾶς ἐξηγήσεως ἔτυχον, ὡς ἀρέσκειν ὑμῖν μηδένα τῶν γραψάντων ὑπομνήματα, βέλτιον δὲ αὐτῶν στοχάζεσθαι τῆς Ἱπποκράτους γνώμης ἐδόκουν ὑμῖν ἐγὼ, διὰ τοῦτό με καὶ διὰ γραμμάτων ἠξιώσατε παρασχεῖν ὑμῖν ἅπερ ἐν ταῖς διὰ λόγων συνουσίαις ἠκούσατε. τοῦτ’ αὐτὸ κἀγὼ προεῖπον ὑμῖν, ὡς ἀναγκαῖον ἔσται τὰς ἐξηγήσεις ἀνωμάλους ἔσεσθαι ἤτοι μὴ πάσας ὁμοίως ἐξηγουμένου μου τὰς λέξεις, ἀλλὰ τελεώτερον μὲν, ὑπὲρ ὧν οὐδαμόθι τῶν ἐμῶν πραγματειῶν ἐμνημόνευσα. διὰ κεφαλαίων δὲ περὶ ὧν ἤδη τελέως ἐν ἐκείναις διῆλθον, ἵνα μὴ πολλάκις ὑπὲρ τῶν αὐτῶν πραγμάτων ἀναγκαζώμεθα γράφειν. ἐπεὶ τοίνυν ἅπαντα τὸν περὶ κρισίμων ἡμερῶν λόγον, ὡσαύτως δὲ καὶ τὸν περὶ κρίσεων τρισί τισι πραγματείαις διῆλθον, ἐνταυθοῖ μόνα τὰ κεφάλαια τῶν ἐκεῖ γεγραμμένων ἀναμνήσω τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ἡ γὰρ κατὰ τὰ νοσήματα κρίσις ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις μετενήνεκται, σημαίνουσα τὴν ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν γινομένην κατὰ τέτταρας τρόπους. ἢ γὰρ ἀπαλλάττονται τῶν νοσημάτων εὐθέως ἢ μεγάλην μεταβολὴν ἐπὶ τὸ βέλτιον ἴσχουσιν ἢ ἀποθνήσκουσιν εὐθέως ἢ χείρους γίνονται πολλῷ. τὰς μὲν οὖν πρώτας δύο κρίσεις ἁπλῶς ὀνομάζουσι κρίσεις, τὰς δὲ δευτέρας δύο τὰ πολλὰ μὲν ἅμα προσθήκῃ κακὴν κρίσιν ἢ μοχθηρὰν κρίσιν ἥ τι τοιοῦτον τῷ τῆς κρίσεως ὀνόματι προστιθέντες, ἔστιν ὅτε δὲ καὶ χωρὶς προσθήκης ἁπλῶς. ἐμάθετε δὲ καὶ ὡς αἱ κρίσεις ἅπασαι μετά τινος φανερᾶς γίνονται κενώσεως ἢ ἀποστάσεως. ἐν γὰρ τῷ σπανίῳ παιδία μόνα δι’ ὕπνων βαθέων καὶ μακρῶν ὀξείας ἐποιήσαντο μεταβολὰς ὡς ἐπὶ τὸ βέλτιον, ἃς ἔνιοι μὲν ἀξιοῦσι καὶ αὐτὰς ὀνομάζειν κρίσεις, ἔνιοι δὲ οὐ συγχωροῦσιν, ἡμέρας δὲ κρισίμους καλοῦσιν, ἐν αἷς αἱ τοιαῦται μεταβολαὶ πισταί τε ἅμα καὶ πλεῖσται γίνονται. κατὰ γὰρ τὰς ἄλλας ἡμέρας οὕτε πιστὰς ὁρῶμεν γινομένας τὰς κρίσεις οὔτε πολλάς. κατενόησε δ’ οὐ πρῶτος μόνον, ἀλλὰ καὶ μάλιστα τὴν τῶν κρισίμων ἡμερῶν φύσιν ὁ θαυμάσιος Ἱπποκράτης ἐνεδείξατό τε τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν, ἣν καὶ ἡμεῖς ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ διήλθομεν, ἰσχυροτέραν μὲν ἐπιδεικνύντες εἶναι περίοδον ἡμερῶν κρισίμων τὴν ἑβδόμην, δευτέραν δὲ τῇ δυνάμει τὴν τετράδα γινομένην ἐκ τοῦ δίχα τμηθῆναι τὴν ἑβδόμην, σημαίνεσθαι δὲ τὰς μελλούσας ἔσεσθαι κρίσεις ἐν ταῖς ἑβδομαδικαῖς περιόδοις ὑπὸ τῶν τετράδων. τὴν μὲν γὰρ τετάρτην ἡμέραν τῆς ἑβδόμης εἶναι δηλωτικὴν, τὴν ἑνδεκάτην δὲ τῆς τεσσαρεσκαιδεκάτης· ὀνομάζει δ’ αὐτὰς ὁ Ἱπποκράτης ἐπιδήλους καὶ θεωρητάς. ἀριθμεῖσθαι δὲ τὰς μὲν ἑβδομάδας τοιῷδε τρόπῳ γε βούλεται, δύο μὲν ἐφεξῆς ἀλλήλων τὰς πρώτας κατὰ διάζευξιν, ἕπεσθαι δ’ αὐταῖς τὴν τρίτην κατὰ συνάφειαν. διάζευξις μὲν οὖν ἐστιν, ὅταν ἐφ’ ἑτέραν ἡμέραν ληξάσης τῆς προτέρας ἑβδομάδος ἡ μετὰ ταύτην ἀφ’ ἑτέρας ἄρξηται. συνάφεια δὲ ὅταν ἡμέρα μία κοινὴ τῶν ἑβδομάδων ἀμφοτέρων γένηται τελευτώσης μὲν εἰς αὐτὴν τῆς προτέρας, ἀρχομένης δὲ τῆς δευτέρας ἀπ’ αὐτῆς καὶ διὰ τοῦτο τὴν εἰκοστὴν ἡμέραν ἐσχάτην εἶναι τῆς τρίτης ἑβδομάδος, ὡς εἴ γε καὶ αὐτὴ κατὰ διάζευξιν ἠριθμεῖτο, τὴν πρώτην καὶ εἰκοστὴν ἡμέραν, οὐ τὴν εἰκοστὴν ἰσχυροτέραν ἐχρῆν εἶναι, φαίνεται δ’ οὐχ οὕτω γινόμενον. ἡ γὰρ εἰκοστὴ καὶ πλεῖστα καὶ βεβαίως ὁρᾶται κρίνουσα. τριῶν οὖν ἑβδομάδων τὰς εἴκοσιν ἡμέρας συμπληρουσῶν, εἶτα τῆς τετάρτης ἑβδομάδος ἀρχομένης κατὰ τὴν εἰκοστὴν πρώτην ἐκ τῶν ἐφεξῆς τριῶν ἑβδομάδων, εἴκοσιν ἡμερῶν συμπληρουμένων, εἰκότως ὁ Ἱπποκράτης τὴν τεσσαρακοστὴν ἡμέραν, οὐ τὴν τεσσαρακοστὴν δευτέραν κρίσιμον εἶναί φησιν. οὕτως δὲ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ὀγδοηκοστὴν, οὐ τὴν ἑξηκοστὴν τρίτην οὐδὲ τὴν ὀγδοηκοστὴν τετάρτην. αὕτη μὲν οὖν σοι τῶν ἑβδομαδικῶν περιόδων ἡ συναρίθμησις, ἡ  δὲ κατὰ τετράδας ἀκόλουθος τῆσδε. τεμνομένης γὰρ ἑκάστης ἑβδομάδος εἰς τὰς ἐν αὐτῇ δύο τετράδας ἡ τετάρτη μετὰ τὴν εἰσβολὴν τοῦ νοσήματος ἡμέρα τελευτὴ μὲν ἔσται τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας. ἡ δὲ ἐφεξῆς τῇδε τρίτῃ τετρὰς ἀπὸ τῆς ὀγδόης ἡμέρας ἄρξεται, διότι καὶ ἡ δευτέρα τῶν ἑβδομάδων· ὥστε συμβήσεται τὴν ἑνδεκάτην ἡμέραν τελευτὴν μὲν εἶναι τῆς τρίτης τετράδος, ἀρχὴν δὲ τῆς τετάρτης. ἡ δὲ πέμπτη τετρὰς ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας ἄρξεται, διότι καὶ ἡ τρίτη τῶν ἑβδομάδων. ἀφίξεται τοιγαροῦν εἰς τὴν ἑπτακαιδεκάτην αὐτῆς τὸ τέλος, ἥτις ἐστὶ πάλιν κοινὴ τῶν δύο τετράδων τῆς πέμπτης καὶ τῆς ἕκτης, εἰς ἃς ἡ τρίτη τῶν ἑβδομάδων ἐτμήθη καὶ οὕτως εἰκοστὴ τοῦ νοσήματος ἡμέρα τέλος μὲν τριῶν ἑβδομάδων, ἓξ δὲ τετράδων. αὗται μὲν οὖν αἱ κατὰ περιόδους εἰσὶ κρίσιμοι, παρεμπίπτουσι δὲ αὐταῖς καὶ ἕτεραι κατὰ τὰς ὀξείας νόσους, ὧν τὴν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς περὶ κρισίμων ἡμερῶν εἶπον. εἰσὶ δὲ αὗται τρίτη καὶ πέμπτη καὶ ἐνάτη. παρεμπίπτει δέ ποτε καὶ ἡ ἕκτη κακὴ κρίσιμος οὖσα, τῷ τε μετὰ συμπτωμάτων ἐνίοτε ποιεῖσθαι τὴν κρίσιν ἐπισφαλῶν, εἴς τε τὴν καλουμένην ὑπέρκρισιν ἐκπίπτειν, καὶ μέντοι καὶ τῷ μὴ τελέως ἀπαλλάττειν τῶν νοσημάτων, ἀλλ’ ἐλλιπῶς ἢ εἴ ποτε καὶ τελέως ὑποστροφὰς πάντως ποιεῖσθαι. εἴρηται δὲ καὶ ταῦτα καὶ ἄλλα πολλὰ ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑφ’ ἡμῶν, ἃ σύμπαντα σχεδὸν Ἱπποκράτης ἔγραψεν ἄλλοτε κατ’ ἄλλο βιβλίον, ὑπ’ ἐμοῦ δ’ εἰς ἓν ἤθροισται κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν ἅμα τῷ καὶ διορισθῆναι τὰ μὴ διωρισμένα καὶ τελέως ῥηθῆναι τὰ δοκοῦντα ἐλλιπέστερον ὑφ’ Ἱπποκράτους γεγράφθαι. τῷ μὲν οὖν θέλοντι προγινώσκειν ἀκριβῶς ἀναγνωστέον ἐστὶ τὰς δύο πραγματείας ἐκείνας, τήν τε περὶ κρισίμων ἡμερῶν καὶ τὴν περὶ κρίσεων. ἐν δὲ τῷ παρόντι τὴν λέξιν μόνην ἐξηγήσασθαι πρόκειται τῶν εἰρημένων ὑφ’ Ἱπποκράτους κατὰ τὸ προκείμενον βιβλίον, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. τὸ μὲν ἐξ ὧν ἤτοι τῶν κρίσεων ἢ τῶν ἡμερῶν λέγει καὶ βέλτιον μὴ τῶν ἡμερῶν ἀκούειν, ἀλλὰ τῶν κρίσεων. εἰ γὰρ καὶ ὅτι μάλιστα δυνατόν ἐστι κἀπὶ τῶν ἡμερῶν λέγεσθαι τὸ ἐξ ὧν, ἀλλὰ πρώτως ταῖς κρίσεσιν ὑπάρχει καὶ δι’ ἐκείνας καὶ ταῖς ἡμέραις. τὸ δὲ ἐκ τούτων ἤτοι περιγενέσθαι τὸν ἄνθρωπον ἢ ἀπόλλυσθαι δηλωτικόν ἐστι τοῦ τὴν κρίσιν ὀνομάζειν αὐτὸν ἐπὶ πάσης τῆς ὀξυῤῥόπου μεταβολῆς, οὐ μόνης τῆς ἐπὶ σωτηρίαν.

Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν, οἵ τε κακαηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν.

Εὐήθεις ἄνθρωποι λέγονται μὲν καὶ οἱ κακοήθεις ἐν ὑποκρίσει τινὶ, καθάπερ καὶ ὁ πίθηκος καλλίας. λέγονται δὲ καὶ οἱ ἐπαινετὸν ἔχοντες τὸ ἦθος. ἀλλὰ τοῦ μὲν πρώτου παμπόλλη χρῆσίς ἐστι παρὰ τοῖς Ἕλλησι, τοῦ δὲ δευτέρου σπανιωτέρα. λέγουσι δ’ οὖν ποτε καὶ οὕτως οὐ τὸν εὐήθη μόνον, ἀλλὰ καὶ τὴν εὐήθειαν ἐπὶ τῆς εὖ τὸ ἦθος ἐχούσης διαθέσεως. Δείναρχος μὲν οὖν ἐν τῷ πρὸς Δάωνα οὕτως εἶπε· διοικῶν δὲ τὴν οὐσίαν αὑτοῦ Κεφαλίων μειρακιωδέστερον καὶ φύσει χρηστὸς ἦν καὶ εὐήθης. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου τοῖς δικασταῖς διαλεγόμενος ἔφη· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πρᾳότητα εὐθύνας δίδωσι καὶ ταῦτα ὁπηνίκα βούλεται. Πλάτων δὲ ἐν τῷ τρίτῳ τῆς πολιτείας φησίν· εὐλογία ἄρα καὶ εὐαρμοστία καὶ εὐσχημοσύνη καὶ εὐρυθμία καὶ εὐήθεια ἀκολουθεῖ. οὐχὶ ἄνοιαν οὖσαν ὑποκοριζόμενος τὴν καλουμένην εὐήθειαν, ἀλλὰ τὴν ὡς ἀληθῶς εὖ τε καὶ καλῶς τὸ ἦθος κατεσκευασμένην διάνοιαν. οὕτως οὖν καὶ τὸν εὐήθη κατὰ τὸν Εὐθύδημον εἶπεν ἐπὶ τοῦ τὸ ἦθος ἔχοντος ἁπλοῦν καὶ κεκοσμημένον καὶ ὡς ἐθαύμασεν, οὗτός ἐστι νέος τε καὶ εὐήθης. ἀρκεῖ ταῦτα παραδείγματος ἕνεκεν πρὸς τὸ γνῶναί σε τὴν τῶν Ἑλλήνων συνήθειαν ἐπί τε τῷ τῆς εὐηθείας ὀνόματι καὶ τοῦ εὐήθους κατὰ διττὸν σημαινόμενον γεγενημένην· καὶ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ ἕτερον αὐτῶν εἶπε τοὺς πυρετοὺς εὐηθεστάτους ἐν ἴσῳ τῷ ἐπιεικεστάτους καὶ ἁπλουστάτους καὶ μηδὲν ἔχοντας κακόηθες. καὶ ὅταν τὰ τῆς ἀσφαλείας σημεῖα παρῇ, τῆς πρώτης τετράδος οὐκ ἂν ἐξωτέρω προέλθοιεν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ θᾶσσον παύσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ κακοήθεις πυρετοὶ καὶ μετὰ σημείων ὀλεθρίων γενόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. εὔδηλος οὖν ἐστι καὶ τὴν τρίτην ἡμέραν ἐν ταῖς κρισίμοις τάττων ἐν τῷ φάναι· τεταρταῖοι παύονται ἢ πρόσθεν. οὕτω δὲ κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐγίνωσκεν, ἐν ταῖς κρισίμοις ἡμέραις πρώτην γράψας τὴν τρίτην. ἀσφαλέστατα δὲ σημεῖα λέγει τὰ κατὰ μέρος ἐπῃνημένα πρὸς αὐτοῦ μεγάλως, ὧν καὶ μετ’ ὀλίγον ὀνομαστὶ μνημονεύσει παραδείγματος ἕνεκα.

Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων εἰς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν.

Πολλάκις εἰρημένην εὑρήσεις παρὰ τοῖς Ἕλλησιν ἔφοδον πολεμίων ἢ λῃστῶν, ἀφ’ οὖ νῦν οὕτως Ἱπποκράτης μετενήνοχε τὴν προσηγορίαν ἐπὶ τὰς τῶν κρισίμων ἡμερῶν περιόδους. τὰ δ’ ἐφεξῆς πάντα καὶ καθ’ ἑαυτὰ μέν ἐστι σαφῆ καὶ πολὺ δὲ μᾶλλον τοῖς μεμνημένοις ὦν ἄρτι προεῖπον.

Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως, οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμεῖσθαι.

Ἐπειδὴ τὰς τρεῖς ἑβδομάδας εἰς τὴν εἰκοστὴν ἡμέραν περιήγαγε, διὰ τοῦτ’ ἔφη οὐ δύναται πλήρεσιν ἡμέραις ἀριθμεῖσθαι τὰ τοιαῦτα. μηδὲ γὰρ τὸν ἐνιαυτὸν μηδὲ τοὺς μῆνας ὅλαις ἡμέραις ἀριθμεῖσθαι΄ καὶ ἀληθῶς γε αὐτὰ εἶπεν. ὁ μὲν γὰρ ἐνιαυτὸς οὐ τριακοσίων ἑξήκοντα πέντε μόνον ἡμερῶν ἐστιν, ἀλλὰ καὶ τετάρτου μέρους ἡμέρας, ἔτι δὲ πρὸς αὐτῷ μορίου τινὸς ἐγγύς πως ἑκατοστοῦ. τῶν μηνῶν δὲ ἕκαστος ἐλάττων μέν ἐστι τριάκοντα ἡμερῶν, μείζων δὲ ἐννέα καὶ εἴκοσιν. ὠνομάζετο δὲ καὶ παρὰ τοῖς παλαιοῖς Ἕλλησι μὴν, ὡς καὶ νῦν ἔτι κατὰ πολλὰς τῶν Ἑλληνίδων πόλεων, ὁ μεταξὺ χρόνος δυοῖν συνόδοιν ἡλίου καὶ σελήνης καὶ ὅστις βούλεται τὸν χρόνον τοῦτον ἀκριβῶς ἐκμαθεῖν ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ὁπηλίκος ἐστὶν, ὅλον ἔχει βιβλίον Ἱππάρχῳ γεγραμμένον, ὥσπερ γε καὶ περὶ τοῦ ἐνιαυσίου χρόνου σύγγραμμα ἡμέτερον. οὕτως οὖν καὶ τὴν ἑβδομάδα φησὶν ὁ Ἱπποκράτης, καὶ δῆλον ὅτι καὶ τὴν τετράδα μὴ εἶναι τελείων ἡμερῶν, ἀλλ’ ἐνδεῖν τι μόριον τηλικοῦτον, ὡς τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέρας περιγράφεσθαι. τίς δέ ἐστιν ἡ αἰτία τούτων πεπειράμεθα ἡμεῖς εἰπεῖν ἐν τῷ τρίτῳ τῶν κρισίμων ἡμερῶν, οὐδενὸς τῶν ἔμπροσθεν οὐδ’ ἐπιχειρήσαντος εἰπεῖν.

Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ μὲν πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ’ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκοντα ἡμερέων.

Οὐ τοῦτο λέγει νῦν ὁ Ἱπποκράτης ὅτι μετὰ τὴν εἰκοστὴν ἡμέραν ἄχρι τῆς τριακοστῆς τετάρτης οὐδεμία παρεμπίπτει κρίσιμος. ἑαυτῷ τε γὰρ οὕτω μάχεται, μεταξύ τινων ἡμερῶν κρινουσῶν ἐν ἐπιδημίαις μεμνημένος, τά τε φαινόμενα κατὰ τοὺς ἀῤῥώστους, ἐξελέγχει τὸν λόγον αὐτοῦ, ἀλλ’ ἐπειδὴ τριῶν ἑβδομάδων ἄχρι τῆς εἰκοστῆς ἡμέρας ἐφεξῆς ἀλλήλων ἠριθμημένων οὐχ ἡ αὐτὴ γέγονε σύνθεσις. ἡ μὲν γὰρ δευτέρα διεζεύχθη τῆς πρώτης καὶ κατὰ τοῦτο εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐτελεύτησεν· ἡ τρίτη δὲ ταύτῃ συνήφθη καὶ κατὰ τοῦτο τὴν εἰκοστὴν ἔσχε τέλος. διὰ τοῦτο καὶ τὴν μετὰ τὴν εἰκοστὴν ἑβδομάδα ὁμοίως προϊέναι βουλόμενος, ὡς ἐκ δυοῖν μὲν διεζευγμένων, τῆς τρίτης δὲ συνημμένης εἴκοσιν ἡμέρας συμπληροῦσθαι, τὴν μὲν τεσσαρακοστὴν ὅρον ἔσχατον ἔθετο τῶν δευτέρων τριῶν ἑβδομάδων· ἐν αὐταῖς δὲ ταῖς δυσὶ περιέγραψε τὸν ὅρον τὴν τριακοστὴν τετάρτην καὶ κατὰ τοῦτο ταύτης ἐμνημόνευσε πρὸ τῆς τεσσαρακοστῆς, καὶ κατά γε τὸν αὐτὸν λόγον αἱ μετὰ ταῦτα τρεῖς ἑβδομάδες εἰς τὴν ἑξηκοστὴν περιάγονται. καὶ τὴν ὀγδοηκοστὴν δὲ κρίνουσαν οἶδεν, οὐ τὴν πδ΄ ἐν τοῖς τῶν ἐπιδημιῶν. οὕτως αἱ τρεῖς ἑβδομάδες εἴκοσιν ἡμερῶν ἀριθμὸν συμπληροῦσι καὶ γίνεται τοῦτο τῶν δύο μὲν τῶν πρώτων κατὰ διάζευξιν ἐν αὐταῖς ἀριθμουμένων, ὡς εἰς τὴν ιδ΄ ἡμέραν τελευτᾷν· τῆς τρίτης δὲ συναπτομένης τῇ δευτέρᾳ, ὡς καὶ ταύτην εἰς τὴν εἰκοστὴν ἡμέραν περιέρχεσθαι.

Τουτέων δ’ ἐν ἀρχῇσιν ἔστι χαλεπώτερον προγινώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι. ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων. ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην ἐπισκέπτεσθαι καὶ οὐ λήσει ὅπη τρέψεται τὸ νόσημα.

Κἀνταῦθα πάλιν ἐπὶ ἀμφοτέρων ἔταξε τὸ κρίνεσθαι τῶν τ’ ἐπ’ ἀγαθῷ καὶ τῶν ἐπὶ κακῷ τὴν μεταβολὴν ποιουμένων καί φησιν ἐν ἀρχῇ τῶν νοσημάτων ὅσα μὲν ὀλιγοχρονίως μέλλει διακριθήσεσθαι, ῥᾴστην εἶναι τὴν διάγνωσιν αὐτῶν εἰς ὅ τι τελευτήσει, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη περὶ τῶν ἐν τῇ πρώτῃ τετράδι μελλόντων κρίνεσθαι. τῶν τε γὰρ πυρετῶν αὐτῶν ὁ μὲν ἀπαλλάττεσθαι μέλλων ἐπιεικέστερός ἐστιν, ὁ δ’ ἀναιρεῖν τὸν κάμνοντα κακοηθέστατός ἐστιν, ὅσα τε σύνεστιν ἑκατέρῳ σημεῖα τὰ μὲν ἐν τῷ προτέρῳ πάντ’ εἶναι κάλλιστα, τὰ δ’  ἐν τῷ δευτέρῳ χείριστα. συμβήσεται γὰρ οὕτω μηδέτερον αὐτῶν ὑπερβῆναι τὴν τετάρτην ἡμέραν, ἐπειδὴ μεμαθήκαμεν ἀεὶ γίγνεσθαι τὴν κρίσιν ἤτοι τῆς φύσεως ἐπικρατούσης τοῦ νοσήματος ἢ νικηθείσης ὑπ’ αὐτοῦ. τῶν μὲν οὖν ἐπιεικεστάτων νοσημάτων ἡ φύσις τάχιστα κρατεῖ· νικᾶται δὲ ὑπὸ τῶν χαλεπωτάτων τάχιστα. κατὰ τοῦτ’ οὖν ἐναντιώτατα μὲν ἀλλήλοις ἐστὶ τὰ διὰ ταχέων κρινόμενα, παραπλήσια δὲ τὰ παμπόλλου χρόνου δεόμενα πρὸς τὴν λύσιν. ὥσπερ γὰρ ἐν τοῖς ὀλιγοχρονίοις ὑπεροχὴ μεγάλη ποτὲ μὲν τῆς φύσεώς ἐστι, ποτὲ δὲ τοῦ νοσήματος, οὕτως ὅταν μηδέτερος ὑπερέχῃ μεγάλως οὐδετέρου, ἀλλ’ ὥσπερ ἀνταγωνισταί τινες ἰσόῤῥοποι διαμάχονται, χρόνου δεῖ πλείονος εἰς τὴν θατέρου νίκην, οὕτω καὶ τοὺς παλαίοντας οἱ παλαιστρικῆς ἔμπειροι διαγινώσκουσιν. εἰ μὲν ὑπεροχὴν θεάσονται πολλὴν, αὐτίκα νικήσειν τὸν ἕτερον ἐλπίζοντες, εἰ δὲ μηδέτερος ὑπερέχει μεγάλως, ὅτι μὲν ἐν χρόνῳ πλείονι διαπαλαίσουσι βεβαίως εἰδότες, ὅστις δ’ ὁ νικήσων ἔσται μηδέπω γιγνώσκοντες. ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι καὶ τοῦτο πρότεροι τῶν ἰδιωτῶν καταμανθάνουσιν, ὡς ἂν καὶ τῶν μικρῶν ὑπεροχῶν ὄντες διαγνωστικώτεροι. ᾧ γὰρ ὁ τεχνίτης ἀτέχνου διαφέρει μάλιστα, τουτέστιν αὐτὸ τὸ μικρῶν αἰσθάνεσθαι διαφορῶν. ἀλλ’ ἐπεί τινες, οὐδ’ ὅλως εἰσὶν αἰσθηταὶ διὰ σμικρότητα τῶν τοιούτων οὐδ’ ὁ τεχνίτης ἐστὶ γνωριστικός. ὅταν οὖν πρῶτον αἰσθηταὶ γένωνται, τηνικαῦτα γνωρίζονται. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης ἐκέλευσε καθ’ ἑκάστην τετράδα διασκοπεῖσθαι τὴν μεταβολήν. οὐ γὰρ λήσει ὅπη τρέψεται, τουτέστι πότερον εἰς ὑγείαν τε καὶ σωτηρίαν τοῦ κάμνοντος, ἐπικρατησάσης τῆς φύσεως ἢ κρατηθείσης ἐπὶ θάνατον. τουτὶ μὲν τοῦ λόγου τὸ κεφάλαιον. ὅπως δ’ ἄν τις αὐτὸ πράττοι κάλλιστα, διὰ τῶν περὶ κρίσεων ὑπ’ ἐμοῦ γεγραμμένων ἐστὶ σοι μαθεῖν.

Γίνεται δὲ καὶ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου.

Ἠγνόηται καὶ τοῦτο τοῖς πλείστοις καὶ διὰ τοῦτο θαυμάζουσιν ἐκ μαντικῆς τέ τινος οἴονται προλέγεσθαι πολλάκις ὑφ’ ἡμῶν, ὡς οὔτε τις τεταρταῖον ἔχων πυρετὸν ἀπαλλαγήσεται μεθ’ ἡμέρας, εἰ τύχοι πεντεκαίδεκα, καίτοι γε ἐπὶ τῶν τριταίων οὐ θαυμάζουσι τὴν πρόῤῥησιν. ἔστι δὲ κοινὸς ἀμφοῖν ὁ λόγος. ὥσπερ γὰρ ἐπὶ τῶν συνεχῶν πυρετῶν ἀριθμοῦμεν ἁπάσας ἐφεξῆς τὰς ἡμέρας εἰς πρόγνωσιν τῆς ἐσομένης κρίσεως, οὕτως ἐπὶ τῶν διαλειπόντων τὰς ἐπισημασίας, ἵν’ ὅπερ ἐπὶ τῶν συνεχῶν ἡ ἑβδόμη τῶν ἡμερῶν, τοῦτ’ ἐπὶ τῶν διαλειπόντων ἡ ἑβδόμη περίοδος ἐργάσηται. κατὰ τοῦτό γέ τοι ὁ ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις, οὐχ ἡμέραις ἑπτὰ κρίνεσθαι πέφυκε. καὶ μὲν δὴ καὶ ὅπερ ἡ τετάρτη τῶν ἡμερῶν ἀπ’ ἀρχῆς ἀριθμοῦντι πρὸς τὴν ἑβδόμην ἐστὶ, τοῦθ’ ἡ τετάρτη περίοδος ὡς πρὸς τὴν ἑβδόμην περίοδον. ἐπίδηλος μὲν γὰρ ἡ τετάρτη τῶν ἡμερῶν ἐστι τῆς ἑβδόμης, ἐπίδηλος δὲ καὶ ἡ τετάρτη περίοδος τῆς ἑβδόμης περιόδου. λέλεκται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων. ὅθεν ἀρκέσει νῦν ἀκηκοέναι τό γε τοσοῦτον, ὡς καὶ τῶν τεταρταίων πυρετῶν αἱ κρίσεις κατὰ τὸν ἀριθμὸν γίνονται τῶν περιόδων, οὐ τῶν ἡμερῶν ἐκ τοιούτου τοῦ κόσμου. κόσμον εἴρηκε τὴν τάξιν τῶν κρινουσῶν ἡμερῶν. ὥσπερ γὰρ ἀκοσμίας ἴδιόν ἐστιν ἡ ἀταξία, οὕτως ἡ τάξις τοῦ κόσμου. κατὰ τοῦτό γέ τοι καὶ τόδε τὸ πᾶν ὠνόμασαν οἱ ἄνθρωποι κόσμον, ἐπειδὴ τέτακται τὰ κατ’ αὐτόν· ἐν μέσῳ μὲν αὐτῶν τῆς γῆς κειμένης, ἔξωθεν δὲ ταύτης περικεχυμένης τῆς θαλάττης, περιέχοντος δὲ ταύτην ἀέρος, ἐκεῖνον δὲ αἰθέρος, εἶτ’ οὐρανοῦ πᾶσι τούτοις κύκλῳ περιβεβλημένου. καὶ μὲν δὴ καὶ αἱ κινήσεις τῶν μὲν ἀπλανῶν ἀστέρων τί δεῖ καὶ λέγειν εἰς ὅσον ἥκουσι κόσμον, διὰ παντὸς ὡσαύτως ἔχουσαι; τῶν πλανωμένων δ’ εἰ μὴ καὶ καθ’ ἑκάστην ἡμέραν εἰσὶν ἴσαι, τό γε τεταγμένον ἔχουσιν ἐν ἴσαις χρόνου περιόδοις, ἀεὶ τοὺς αὐτοὺς τόπους τοῦ ζωδιακοῦ διεξερχομένων αὐτῶν.

Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα προγινώσκεσθαι. μέγιστα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆς αὐτέοισίν ἐστιν. οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι καὶ κοιμώμενοι τὰς νύκτας τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα. οἱ δὲ ἀπολλύμενοι δύσπνοοι γίνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες.

Τὸ μὲν εὐπετέως ἐῤῥέθη καὶ πρόσθεν ἑτοίμως τε καὶ ῥᾳδίως σημαῖνον, τὸ δ’ εὐπετέστερα ῥᾴονα δηλονότι λέγει καὶ πρὸς τὴν διάγνωσιν ἑτοιμότερα. πρὸ ὀλίγου μὲν οὖν εἶπεν, οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν. ἀλλὰ νῦν γε ἐπανέλαβεν αὐτὸ χάριν τοῦ διὰ παραδειγμάτων ἐνδείξασθαι σαφέστερον ὁποῖα τὰ σημεῖα τὰ κάλλιστά ἐστιν. αὐτὸς γοῦν ἐπιφέρων φησὶν, οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοι καὶ ἀνώδυνοι καὶ κοιμώμενοι τὰς νύκτας,  οἱ δ’ ἀπολούμενοι δύσπνοοι, ἀλλοφάσσοντες, ἀγρυπνέοντες. εἶθ’ ἑκατέρῳ τῷ λόγῳ προσέθηκε, τῷ μὲν πρώτῳ καὶ τἄλλα σημεῖα ἔχοντες ἀσφαλέστατα, τῷ δὲ δευτέρῳ καὶ τἄλλα σημεῖα κάκιστα ἔχοντες, ἐπιδεικνύμενος σαφῶς ὅτι παραδειγμάτων ἕνεκεν ἐμνημόνευσεν ἐξ ἑκατέρου τοῦ γένους τῶν σημείων. εἰκότως δὲ καὶ τοῦτο προσέθηκε τῷ λόγῳ. μέγιστα γὰρ τὰ διαφέροντα αὐτοῖσιν ἀπ’ ἀρχῆς ἐστιν, ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, ὡς παμπόλλη τίς ἐστιν ἡ διαφορὰ πρὸς ἄλληλα τῶν μελλόντων ἐν ἐλαχίστῳ χρόνῳ κρίνεσθαι νοσημάτων ἐπ’ ὀλέθρῳ τε καὶ σωτηρίᾳ, καθάπερ τῶν εἰς πλεῖστον χρόνον ἐκτεινομένων, ὅτι παραπλήσια κατὰ τὴν ἀρχήν ἐστι τὰ σημεῖα. τὸ δὲ ἀλλοφάσσοντες, εἴρηται γὰρ καὶ τοῦτο τοὔνομα κατὰ τὴν ῥῆσιν, οὐ πάνυ τι σύνηθες ὂν ἤτοι τοὺς παραφρονοῦντας ἢ τοὺς μεταῤῥιπτοῦντας ἑαυτοὺς, ὅπερ ἐστὶν ἀσωμένους, ἐνδείκνυται. βέλτιον δ’, ὅσον ἐξ αὐτῆς τῆς φωνῆς οἷόν τε τεκμαίρεσθαι, τὸ πρότερον, ἵν’ ᾖ γεγενημένον τοὔνομα τὸ ἀλλοφάσσοντες ἐκ τῶν ἄλλοτε φάσκειν ἄλλα. τινὲς δὲ ἀπὸ τοῦ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο σχῆμα τὰ φάη, τουτέστι τοὺς ὀφθαλμοὺς, γεγονέναι φασὶ τὴν προσηγορίαν.

Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ κατά τε τὸν χρόνον κατά τε τὴν πρόσθεσιν ἑκάστην, ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων.

Ὥσπερ ὅσα περὶ τῆς πρώτης τετράδος εἶπε κατὰ τὴν ἀρχὴν ἐπανέλαβε μετὰ τοῦ προσθεῖναι καὶ παραδείγματα, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐν τῇδε τῇ ῥήσει διέρχεται τὰ κατ’ ἐκείνην αὐτῷ προγεγραμμένα, δι’ ἧς φησιν· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμεῖσθαι καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην ἐπισκέπτεσθαι, καὶ οὐ λήσει ὅπη τρέψεται.

Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίνονται.

Καθ’ ἣν ἂν ἡμέραν ἀποκυήσῃ, ἡ ἀρχὴ τῆς ἐξαριθμήσεως γινέσθω σοι, μὴ καθ’ ἣν ἤρξατο πυρέττειν. ἐνίαις γοῦν ἤτοι περὶ δευτέραν ἢ τρίτην ἡμέραν ἄρχονται μετὰ τὸν τόκον, ἀφ’ ἧς ἀριθμοῦσιν οἱ πολλοὶ τὴν ἐσομένην κρίσιν. ἔχει δὲ οὐχ οὕτως, ἀλλ’ ἀφ’ ἧς ἀποκυήσει τὴν συναρίθμησιν δεῖ γενέσθαι τῶν ἡμερῶν. ὁπότ’ οὖν ταῦτα ἅπαντα περὶ τῶν κρισίμων ἡμερῶν ἐπὶ κεφαλαίων διῆλθεν ὁ Ἱπποκράτης, ἀναμνῆσαί σε βούλομαι τοῦ πολλάκις ἐν πολλοῖς ὑπ’ ἐμοῦ λεγομένου. τὸ δ’ ἐστὶ τοιοῦτο ὅτι τῶν ζητουμένων ἔνια μηδὲν εἰς τὰ τῆς τέχνης ἔργα συμβαλλόμενα λογικὴν ἔχει τὴν σκέψιν. ἡ μὲν γὰρ χρεία τῆς προγνώσεως ἔστιν ἐν τῷ γνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα, τὸ δὲ εἴτε ὀξὺ κλητέον εἴτε κάτοξυ τὸ τοιοῦτον εἴτε χρόνιον εἴτε ὀξὺ παρηυξημένον εἴτε κατὰ μετάπτωσιν ὀξὺ, περὶ ὀνομάτων ἐστὶ μᾶλλον ἢ περὶ πραγμάτων ζητεῖν. εἰ δὲ καὶ περὶ πραγμάτων ἐθέλοι τις εἶναι τὴν τοιαύτην ζήτησιν, ἀλλ’ οὔτι γε περὶ τοιούτων πραγμάτων ἐστὶν, ἐξ οἵων ἄν τις ὁρμώμενος ἢ προγνοίη τὸ γενησόμενον ἢ θεραπεύσειεν ὀρθῶς. ὑποκείσθω γοῦν ἡμῖν προεγνῶσθαι ἀληθῶς τὸν νοσοῦντα κατὰ τὴν εἰκοστὴν ἡμέραν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος· εἶτα γενομένου τοῦ πράγματος ὡς ἠλπίσθη τὸν μέν τινα λέγειν ὀξὺ νόσημα γεγονέναι τἀνθρώπῳ, τινὰ δ’ οὐκ ἐπιτρέπειν ὀξὺ προσαγορεύειν αὐτὸ, πέρας γὰρ εἶναι τῶν ὀξέων τὴν ιδ΄ ἡμέραν. εἶθ’ αὑτοὺς πάλιν ἀλλήλοις διαφέρεσθαι, τοῦ μέν τινος, ἐπειδὴ τῶν ὀξέων ἐξέπεσεν ἡ νόσος, ἄντικρυς αὐτὴν ὀνομάζοντος χρονίαν, εἶναι γὰρ οὐδεμίαν ἄλλην τρίτην διαφορὰν ἀπὸ χρόνου ποσότητος ἐν τοῖς νοσήμασιν ὑποληπτέον, ἑτέρου δὲ ἐκ μεταπτώσεως ὀξὺ τὸ τοιοῦτον νόσημα καλοῦντος, ἄλλου δ’ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ παρηυξημένον ἐπ’ ὀλίγον ὀξὺ καλοῦντος. ἵνα γοῦν τις ἀκούσῃ πρῶτον μὲν ἐκ τίνων πιθανῶν ἕκαστος τῶν διαφωνούντων ὁρμᾶται, διακρίνῃ δ’ ἐφεξῆς ὅστις ἄμεινον αὐτῶν ἢ χεῖρον γινώσκει, κατατρίψει μὲν οὐκ ὀλίγον χρόνον, ὀνήσεται δ’ οὐδὲν εἰς τὴν τέχνην. οὕτως δὲ καὶ ὅστις μὲν οἶδε προγνῶναι κατὰ τὴν εἰκοστὴν ἑβδόμην λυθησόμενον τὸ νόσημα, μὴ δύναται δ’ ἀποφαίνεσθαι πότερον ὀξὺ κλητέον ἢ χρόνιον ἢ παρυηξημένον ὀξὺ ἢ ἐκ μεταπτώσεως ὀξὺ, βέβλαπταί τι πρὸς τὴν τέχνην οὐδὲ οὗτος οὐδέν. ἄριστον μὲν γάρ ἐστιν ἐν ταῖς κατὰ χρόνον διαφοραῖς τῶν νοσημάτων τοσοῦτον αὐτῶν ὑπολαμβάνειν εἶναι τὸν ἀριθμὸν, ὅσος περ καὶ τῶν κρινουσῶν περιόδων, ὡς εἶναι τὸν μὲν ὀλιγοχρονιώτατον ἐν τῇ πρώτῃ τετράδι περιγραφόμενον, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν δευτέραν, εἶθ’ ἑξῆς τὸν κατὰ τὴν τρίτην, εἶτα τὸν κατὰ τὴν τετάρτην καὶ μετὰ τοῦτον τὸν κατὰ πέμπτην, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν ἕκτην, ἥτις εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφικνεῖται. μετὰ δὲ ταύτην ἐκλύεσθαι μὲν τὰς τετράδας, ἑβδομαδικὰς δὲ γίνεσθαι κρίσεις. εἶτα καὶ ταύτας ἐκλύεσθαι τοῦ χρόνου προϊόντος, ὡς δι’ εἴκοσιν ἡμερῶν τὰς λύσεις τῶν νοσημάτων ἀποτελεῖσθαι καὶ μετὰ ταῦτα εἰς ἀριθμὸν μεταβαίνειν μηνῶν. δύο γὰρ προθεσμίαι χρόνων εἰσὶ τοῖς νοσήμασιν, ὡς τὰ μὲν ὀξέα, τὰ δὲ χρόνια λέγεσθαι. ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας πολλάκις οὕτως ὀνομάζομεν, εἶθ’ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀναγκαζόμεθα μεταξὺ πάλιν αὐτῶν ἕτερα  τιθέναι τὰ ἐκ μεταπτώσεως ὀξέα καὶ ποιεῖν τρεῖς τὰς πάσας διαφορὰς, αὖθις δὲ τούτων ἑκάστην τέμνειν, οἷον εὐθὺς ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶς ὀξὺ, τὸ δὲ κάτοξυ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὠνόμασται, κάτοξυ μὲν τὸ τῆς ἑβδόμης ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν αὐτῷ βραχύ τι προστιθέμενον ὁρῶντες ἀπορούμεθα, προσηγορίαν ἰδίαν οὐκ ἔχοντες θέσθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κρινομένῳ νοσήματι, καθάπερ οὐδὲ τῷ κατὰ τὴν εἰκοστὴν τῆς καλουμένης σωρειτικῆς ἀπορίας κατὰ τὸ πρᾶγμα φαινομένης, ὥστ’ ἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν εἰκοστὴν ἡμέραν ὅρον θέσθαι τῶν ὀξέων, οὐ τὴν τεσσαρεσκαιδεκάτην οὔσης καὶ ἄλλης οὐ σμικρᾶς ἀπορίας κατὰ τὸ πρᾶγμα. τὸ γὰρ ὀξὺ νόσημα μετὰ μεγέθους τινὸς νοεῖται καὶ συνεχείας πυρετοῦ. τὸ γάρ τοι μὴ τοιοῦτον εἴ γε καὶ περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ θᾶττον λυθείη, τῆς αὐτῆς προσηγορίας οὐκ ἀξιοῦμεν. αὗται μὲν οὖν αἱ διαφοραὶ καὶ τοσαῦται περὶ τῶν ὀξέων νοσημάτων εἰσὶ τῆς προθεσμίας, ἄλλαι δὲ περὶ τῶν μετὰ τὴν εἰκοστὴν ἡμέραν κρισίμων, εἰς πλάτος ἱκανὸν ἐκτεταμένων. κἀκείνων δ’ εὔλογον οἶμαι τὰ μὲν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας προϊόντα κατά τινα διαφορὰν ἰδίαν τίθεσθαι, τὰ δὲ ἀπὸ τούτων ἄχρι μηνῶν ἑπτὰ κατ’ ἄλλην διαφοράν. ὥσπερ γε καὶ τὰ ἐνιαύσια κατ’ ἄλλην αὖ πάλιν καὶ ταῦτα· καὶ πρός γε τούτοις ἔτι τὰς συναριθμήσεις ἐτῶν οὐ μηνῶν ἔχοντα, ὅπερ οὖν ἀεὶ λέγω τὰ μὲν τοιαῦτα παραλειπτέον ἐστὶν, ἀσκητέον δὲ αὐτὸν ἱκανὸν εἶναι προγινώσκειν, ὁπότε λυθήσεται τὸ νόσημα. φαίνεται γοῦν ὁ Ἱπποκράτης ἐφ’ ἑνὸς εἴδους νοσήματος, ὃ καλεῖν εἴωθεν ἐμπύημα, τισὶ μὲν αὐτῶν τὴν εἰκοστὴν ἡμέραν ὅρον τῆς ῥήξεως τιθέμενος, ἐνίοις δὲ τὴν τριακοστὴν ἢ τεσσαρακοστὴν ἢ ἑξηκοστήν· ἐπιτρέψας οὖν τὰς προσηγορίας ἑτέροις ἐπ’ αὐτῶν τίθεσθαι τοῖς περὶ τὰ τοιαῦτα δεινοῖς αὐτὸς σπούδαζε προγινώσκειν εἰς ἥντινα τῶν προειρημένων ἡμερῶν ἡ προθεσμία τῆς ῥήξεως ἀφίξεται. τοῦτο δὲ εὑρήσεις διὰ δυοῖν ὥσπερ ὀργάνων ἐμπειρίας τε καὶ λόγου, τῆς μὲν ἐμπειρίας ἓν καὶ δεύτερον ἐμπύημα διδαξάσης ἐῤῥωγὸς, ἑκάτερον ἰδίᾳ προθεσμίᾳ τοῦ λόγου δὲ γινώσκοντος τήν τε τῆς ὕλης τῶν ἐμπυημάτων οὐσίαν, τό τε δραστικὸν αἴτιον αὐτῆς, τά τε τούτῳ συνεργοῦντα. θεασάμενος γάρ τις τὸ πρῶτον ἐμπύημα κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν, εἰ τύχοι, ῥαγὲν, ὑπὸ τοῦ τοιοῦδε χυμοῦ γεγονὸς, οἷον ὅτι μετρίως ψυχροῦ καὶ καθ’ ὥραν ὡσαύτως μετρίως ψυχρὰν, ἡλικίαν τε καὶ χώραν καὶ φύσιν ὅλου τοῦ σώματος καὶ τοῦ πεπονθότος μορίου καὶ πάλιν ἕτερον θεασάμενος ἑξηκοσταῖον διεῤῥωγὸς, ἐπὶ ψυχροτέροις ἅπασι τοῖς προειρημένοις, εἶτ’ εἰ οὕτως ἔτυχεν εἰκοσταῖον ἐπὶ θερμοτέροις. ἐκ τούτων ὁρμώμενος ἱκανὸς ἔσται περὶ τῶν ἄλλων ἐμπυημάτων στοχάζεσθαι, σκοποῖς μὲν χρώμενος τοῖς ἐμπείρως ὁραθεῖσι, παραβάλλων δὲ ἐκείνοις τὰ νῦν γενόμενα κατὰ θερμότητα καὶ ψύξιν αὐτῶν τε τῶν μεταβαλλομένων χυμῶν καὶ τῆς ἀλλοιούσης αὐτοὺς αἰτίας δραστικῆς, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὅσα τ’ ἄλλα ταύτῃ συνεργεῖ κατὰ χώραν καὶ ὥραν καὶ κατάστασιν. αὐτῆς δὲ τῆς δραστικῆς αἰτίας τὸ μέγεθος ἔκ τε τῆς ἡλικίας τεκμαιρόμενος ἔτι τε τῆς ἰδίας φύσεως αὐτοῦ καὶ τοῦ μορίου καθ’ ὃ συνέβη τὴν ἐκπύησιν γίνεσθαι καὶ τῶν ἄλλων σημείων, ὅσα ῥώμην τε καὶ ἀῤῥωστίαν ἐνδείκνυται τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας δυνάμεως. ὁ γὰρ μηδὲν τούτων ἐπιστάμενος, ἀλλὰ περιμένων ἐκ παρατηρήσεως διδαχθῆναι περὶ πάντων τῶν ἐμπυημάτων ἐτῶν εἰς τοῦτο χιλίων χρόνος οὐκ ἐξαρκέσει, ὥσπερ αὖ πάλιν ὁ πρὸς τὴν ἔμφυτον ἀποβλέπων θερμασίαν ὁπόση τις ἐστι καὶ ταύτῃ παραβάλλων τὴν φύσιν τῶν πεφθησομένων χυμῶν ὁδὸν ἔχει τῆς εὑρέσεως οὗ ζητῶν τυγχάνει πράγματος. οὗτος οὖν ἐστιν ὁ δυνάμενος ἐξ ὧν οἶδε καὶ περὶ ὧν οὐκ οἶδε τεκμαίρεσθαι τεχνικῶς. οὗτος ἐρεῖ μόνος ὡς περὶ μὲν τὴν εἰκοστὴν ἡμέραν ἐκπυήσει τόδε τι, περὶ δὲ τὴν τριακοστὴν τόδε τι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως οὐδὲν ἔτι προστιθέναι δεόμενος, εἴτ’ ὀξὺ χρὴ καλεῖν εἴτε χρόνιον εἴτ’ ἐκ μεταπτώσεως ὀξὺ τὸ νόσημα. ταῦτα γὰρ ἔργον ἐστὶ διακρίνειν, οὐκ ἰατρῶν νὴ Δία περὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων, ἀλλὰ σοφιστῶν λόγοις σχολαζόντων, καὶ διὰ τοῦτο περὶ μὲν τῶν τοιούτων προβλημάτων ἐφ’ ὑψηλοῦ θρόνου καθήμενοι σεμνῶς πάνυ καταντλοῦσι λόγοις οἱ πολλοὶ τοὺς μαθητάς. ὁποῖον δέ τι γενήσεται τῷ κάμνοντι μᾶλλον αὐτοὺς λέληθεν ἢ τῆς θαλάττης χοαί. ἕτεροι δ’ ἔμπαλιν ἱκανοὶ μέν εἰσι καὶ διαγνῶναι τὰ νοσήματα καὶ προγνῶναι τὰ γενησόμενα, λέγειν δ’ οὐδὲν ἔχουσιν εἰς τὰ λογικὰ ζητήματα, κἀκ ταύτης τῆς αἰτίας ἄλλοι μὲν ἰατροὶ νομίζονται παρὰ τοῖς ἀνθρώποις, ἕτεροι δὲ σοφισταὶ καὶ λογιατροί· καλοῦσι γὰρ αὐτοὺς οὕτως· κἂν θεάσωνταί τινα βιβλίον ἀναγινώσκοντα καὶ λόγῳ χρώμενον εἰς ἑρμηνείαν τῶν χρησίμων φαρμάκων, ὑποπτεύουσι τοῦτον ἐκ τῶν λογιατρῶν εἶναι.

Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον  κάρτα· εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ καὶ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἐκπύησιν, ἄλλως τε κἂν ὀδύνη περὶ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ᾖ.

Ἀτακτότερον ἡρμήνευται χρησιμώτατον εἰς πρόγνωσιν ὂν πρᾶγμα. κατὰ τάξιν δ’ ἂν οὕτως ῥηθείη. κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ συνεχεῖς σὺν πυρετῷ εἰ μέν τι τῶν θανατωδῶν σημείων προσγένηται, τελέως ὀλέθριον· εἰ δ’ ἐξ ὧν ἔμαθες ἐλπίζοις τι περὶ τοῦ νοσοῦντος ὡς σωθησομένου, κατ’ ἀρχὰς μὲν ἄχρι τῆς ἑβδόμης ἡμέρας αἱμοῤῥαγίαν διὰ ῥινῶν προσδέχου, προελθόντος δὲ τοῦ χρόνου καὶ τοῦτο μὲν ἔτι. πῦον δ’ ἂν ἔλθῃ διὰ ῥινῶν ἢ δι’ ὤτων ἐπὶ σωτηρίᾳ τοῦ κάμνοντος. εἰ δὲ ἄχρι τῶν εἴκοσι ἡμερῶν ἐκταθείη τὸ σύμπτωμα τῆς κεφαλαλγίας, ἔτι καὶ τότε τὴν αἱμοῤῥαγίαν σπανιωτέραν ἔλπιζε, μᾶλλον δὲ ἐκπύησιν ἢ ἀπόστασιν εἰς τὰ κάτω χωρία προσδέχου. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον, καθ’ ὃν ἂν τὴν αἱμοῤῥαγίαν ἐλπίσῃς, αὐξήσει σου τὴν ἐλπίδα κατὰ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ὀδύνη σφοδρὰ παραμένουσα.

Μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ αἵματος μὲν τὴν ῥῆξιν τοῖσι νεωτέροισι πεντεκαιτριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.

Ἀπὸ τῆς ἡλικίας ὁ διορισμὸς εἰς τὸ μᾶλλον ἐλπίζειν διὰ ῥινῶν αἱμοῤῥαγίαν. ἡ δ’ αἰτία πρόδηλος εἰρημένη πολλάκις, ὡς ἡ μέχρι πέντε καὶ τριάκοντα ἐτῶν ἡλικία πλεῖστον αἷμα γεννᾷ. πρόσεστι δὲ καὶ τοῦτο καὶ τὸ θερμότερόν τε καὶ χολωδέστερον εἶναι ἐν ταύτῃ τῇ ἡλικίᾳ τὸ αἷμα. λέλεκται δὲ καὶ πρόσθεν εἰς τὰς ὑπὸ τῆς φύσεως γενομένας αἱμοῤῥαγίας τὸ τοιοῦτον ἐπιτήδειον ὑπάρχειν· ἐπὶ δὲ τῶν γεραιτέρων τῶν περαιτέρω τῶν τριάκοντα καὶ πέντε ἐτῶν μᾶλλον προσδοκῆσαι τὴν ἐκπύησιν.

Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν. κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. ὡς οὖν τουτέου τοῦ τρόπου σφαλεροῦ ἐόντος ταχέως δεῖ προσέχειν τὸν νόον καὶ τοῖσιν ἄλλοισι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης.

Οὐδέποτε γίνεται ὀδύνη σφοδρὰ ἐπὶ τῶν φαινομένων τούτων ὤτων, οὔτ’ εἰ καὶ γένοιτο κίνδυνος ἀκολουθήσει, μήτ’ αὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντος μήτε κυρίῳ τινὶ συνεχοῦς ὄντος. ἀλλ’ εἰώθασιν ὠταλγίας ὀνομάζειν, ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουστικὸν πόρον ἡ τῆς ὀδύνης αἴσθησις γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάσχει τὸ ἀκουστικὸν ὀνομαζόμενον νεῦρον, οὐ διὰ μακροῦ συνάπτον τῷ ἐγκεφάλῳ. εἰκότως οὖν ἀπόλλυνται πολλοὶ κατὰ τὰς σφοδρὰς ὠταλγίας εἰς συμπάθειαν ἐρχομένου τοῦ ἐγκεφάλου, διὸ καὶ παραφρονοῦσι τῶν καμνόντων ἔνιοι καὶ μέντοι καὶ ἀποθνήσκουσιν αὐτῶν τινες ἐξαίφνης ὃν τρόπον οἱ ἀπόπληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀφίκηται ἀθρόως τὸ τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.

Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τοῦ νουσήματος τουτέου, οἱ δὲ γεραίτεροι πολλῷ βραδύτερον. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι. ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νοσήματος ἐπιγινόμεναι ἀποκτείνουσι τοὺς πλείστους. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆσαι τὸ οὖς ἀπόλλυνται. ἐπήν γε ῥυῇ τὸ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι τῷ νέῳ, ἤν τι καὶ ἄλλο χρηστὸν αὐτέῳ ἐπιγένηται σημεῖον.

Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἢ ἐκπυΐσκονται τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα τῆς κράσεως ὁ τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δ’ ἄλλα τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.

Φάρυγξ δὲ ἑλκουμένη σὺν πυρετῷ δεινὸν, ἀλλ’ ἤν τι καὶ ἄλλο σημεῖον ἐπιγένηται τῶν προκεκριμένων πονηρῶν εἶναι προλέγειν, ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου.

Ἡ ἑλκουμένη φάρυγξ σημεῖόν ἐστι κακοχυμίας διαβρωτικῆς. αἴτιον δὲ δυσκολίας οὐ σμικρᾶς διὰ τὸ μετὰ πόνου καταπίνειν. ἐπιβλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα σημεῖα πρὸς ἀκριβεστέραν γνῶσιν τοῦ γενησομένου. κοινὸν δὲ ἐπὶ  πάντων ἔστω σοι παράγγελμα, μάλιστα δ’ ἐπὶ τῶν μήτ’ ἀκριβῶς ἀρίστων μήτε χειρίστων. ἐφ’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης εἴωθεν ἀξιοῦν συνεπισκέπτεσθαι καὶ τἄλλα σημεῖα.

Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσιν, ὁκόσαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι.

Ὅτι φάρυγγα τὴν προκειμένην χώραν στομάχου τε καὶ λάρυγγος ὀνομάζει δῆλόν ἐστι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείνας τὰς κυνάγχας δεινοτάτας εἶναι λέγων, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι μήτε κατὰ τὸν αὐχένα διάθεσίν τινα παρὰ φύσιν ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φάρυγγα δὲ τὴν ἐν τῷ διανοῖξαι τὸ στόμα καὶ πιλῆσαι τὴν γλῶσσαν κάτω φαινομένην εὐρυχωρίαν, ἐν ᾗ τὰ δύο στόματά ἐστι, τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος. ὅταν οὖν ἐν μηδετέρῳ τούτων ἐπίδηλον ᾖ τι παρὰ τὸ κατὰ φύσιν, ἡγεῖσθαι χρὴ τῶν ἔνδον τοῦ λάρυγγος σωμάτων εἶναι φλεγμονὴν, ἐφ’ ᾗ πνίγονται. στενῆς δ’ οὔσης φύσει τῆς ὁδοῦ τοῦ πνεύματος ἀναγκαῖόν ἐστι πνίγεσθαι κλειομένης αὐτῆς τελέως διὰ τὴν φλεγμονὴν τῶν περιεχόντων σωμάτων. ἀναγκάζονται τοιγαροῦν ὀρθοῦντες τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὑπτίαι κατακλίσεις ἀποκλείουσιν ἐσχάτως αὐτὸν καταπιπτόντων μᾶλλον τῶν πρόσω σωμάτων, ὡς ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουσιν οἱ κατὰ τὸν λάρυγγα μύες εἰκότως ὀδυνῶνται.

Ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐν τῇ φάρυγγι ἐρυθήματα ποιέουσιν, ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γένηται.

Δευτέρας διαφορᾶς μέμνηται κυνάγχης, ἐν ᾗ συνεπαίρεται μὲν τὰ κατὰ τὸν αὐχένα καὶ ἡ φάρυγξ ἐρυθραίνεται. πονοῦσι δ’ ὁμοίως τοῖς προειρημένοις, οὐ μὴν ὀρθόπνοιά τις αὐτοῖς ἐστιν, ὅπερ ἐστὶν οὐ δυσπνοοῦσι σφοδρῶς, ὅτι μηδὲ φλεγμαίνουσιν ἰσχυρῶς οἱ κατὰ τὸν λάρυγγα μύες. εἰκότως οὖν αὐτὰς ὀλεθρίους εἶναί φησιν, οὐ μὴν ὁμοίως ταῖς πρὸ αὐτῶν ἀναιρεῖν ὀξύταται.

Ὁκόσοισι δὲ ξυνεξαιρεθῇ ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι καὶ μάλιστα ἐξ αὐτέων περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω.

Τρίτην ταύτην διαφορὰν ἑρμηνεύει κυνάγχης, ἣν ἔνιοι διὰ τοῦ σ γράμματος ὀνομάζουσι συνάγχην, οὐ διὰ τοῦ κ κυνάγχην. ἐφ’ ᾗ γὰρ ἰσχυρῶς μὲν πνίγονται, φαίνεται δ’ οὐδὲν οὔτε φλεγμονῶδες οὔτ’ ἐρυσιπελατῶδες ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν φάρυγγα, κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν. ἀλλ’ ὅπερ ἀεὶ λέγω φαίνεται καὶ ὁ Ἱπποκράτης ποιῶν, οὐ μικρολογούμενος ἐν ὀνόμασιν, ὡς δ’ ἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά τινα τῶν παλαιῶν ἀντιγράφων ἡ ἀρχὴ τῆς ῥήσεως διὰ τοῦ σ γράμματος, αἱ δὲ συνάγχαι, ᾧ καὶ δῆλον ὡς οὐδὲν ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ σ διαφέρεσθαι, καθάπερ οἱ νεώτεροι πράττουσι τῶν ἰατρῶν. ὅπου γὰρ ὁμολογεῖται τὸ πρᾶγμα, σκαιόν ἐστι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται δὲ τὸ πρᾶγμα τοῖς γινώσκουσι τὰ τῆς τέχνης ἔργα. τῶν γὰρ ἰσχυρῶς πνιγομένων ὡς ἀνακαθίζειν ἀναγκάζεσθαι χείριστα διάγουσιν οἱ σφοδρῶς μὲν ὀδυνώμενοι, μηδὲν δὲ ἔχοντες ἐν τῷ τραχήλῳ καὶ τῇ φάρυγγι σύμπτωμα. τούτων δ’ ἐφεξῆς οἱ μὴ δυσπνοοῦντες μὲν, ὀδυνώμενοι δὲ σφόδρα μετὰ τοῦ συνεξῇρθαι μὲν αὐτοῖς τὸν τράχηλον, ἐρυθροτέραν δὲ φαίνεσθαι τὴν φάρυγγα. τρίτοι δ’ ἐπ’ αὐτοῖς εἰσι περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆσιν ὁ Ἱπποκράτης διῆλθεν, οἱ μήτε ὀδυνώμενοι σφοδρῶς μήτε δυσπνοοῦντες, ἀπαθοῦς μὲν αὐτοῖς διαμένοντος τοῦ λάρυγγος ἤτοι δ’ εἰς τὴν φάρυγγα τοῦ ῥεύματος ἢ εἰς τὸν τράχηλον ἢ εἰς ἄμφω ταῦτα τραπέντος. ἔσται δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέστερον, ὡς ἤτοι ἄντικρυς ἐρυσίπελας ἢ φλεγμονὴν ἐρυσιπελατώδη ποιεῖν, ὅθεν καὶ αὐτὸς ἔφη, εἰ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω. φλεγματῶδες δὲ εἴ ποτ’ αὐτοῖς γένοιτο τὸ οἴδημα, τάχιστα θεραπεύεται καὶ τὴν ἀρχὴν οὐδὲ τῶν ὀξέων ἐστὶ τὸ τοιοῦτον πάθημα. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμοισιν ἀφανίζηται τὸ ἐρυσίπελας μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ  μήτε πῦον ἀποβήσσῃ ῥηιδίως τε καὶ ἀπόνως ἔχειν δοκέει, θάνατον σημαίνει ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος.

Τὸ μὲν ἄνευ φύματος ἢ πτυσμάτων εὐπετῶς ἀναγομένων ἀφανισθῆναι τὸ ἐρυσίπελας ἢ τὸ ἔρευθος, ἑκατέρως γὰρ γέγραπται, πρόδηλον ὅπως ἔσται μοχθηρόν. τὸ δὲ μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι ἄξιον ἐπισκέψασθαι πότερον οὕτως ἀκουστέον ἐστὶν ὡς ἂν ἐν κρισίμοις ἡμέραις ἀφανίζηται, μηδενὸς ἐσομένου μοχθηροῦ σημείου αὐτῷ ἢ οὒ, ἐξηγήσαντο γὰρ αὐτὸ οὕτω τινὲς, ἢ συνάψαι χρὴ τοῦτο τοῖς ἐφεξῆς ὡς κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτους ἐν ἡμέρᾳ γίνεσθαι κρισίμῳ χάριν τῆς βεβαίας πίστεως, ὅπερ ἀληθέστερόν ἐστιν. ἐὰν γὰρ ἐν κρισίμοις ἡμέραις ἡ μετάστασις εἰς τὸν πνεύμονα γένηται, παλινδρομοῦντος ἔσω τοῦ ἐρυσιπέλατος, οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐ μόνον οὐκ ἀγαθόν ἐστι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιστον κακὸν, ἐκ τοῦ τῆς ἡμέρας πιστοῦ τὸ βέβαιον τῆς κακίας προσλαμβανόμενον. εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸς γενέσθαι, ῥᾳδίως δ’ ἀποβήττειν, ἀπόλλυται τὸ ἐρυσίπελας ἢ τὸ ἐρύθημα, τηνικαῦτα θάνατον οὐκέτι προσδοκᾷν χρὴ τῷ κάμνοντι γενέσθαι.

Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα, ὡς μάλιστα ἔξω τρέπεσθαι. ἢν δὲ ἐς τὸν πνεύμονα τράπηται, παράνοιάν τε ποιέει καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς γίνονται ὡς τὰ πολλά.

Καὶ ταῦτα καὶ τὰ τούτων ἐφεξῆς δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι καὶ καίεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ὦσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι. ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι κατισχναίνειν πειρᾶσθαι ἐν τουτέῳ τῷ χρόνῳ. ὁκόταν δὲ ἀποκριθῇ ἤδη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. ἄμεινον δὲ καὶ ὑποκενώσαντα τὴν κοιλίην τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.

Προγνωστικῷ θεωρήματι μέμικται θεραπευτικόν τι σμικρὸν, οὖ χωρὶς οὐχ οἶόν τε ἦν ἀσφαλῶς διδαχθῆναι τὸ προγνωστικόν. τοὺς γάρ τοι γαργαρεῶνας εἰ φλεγμαίνοντας ἀποτέμνοις ἢ ἀποσχάζοις, ἀκολουθήσουσιν αἱ αἱμοῤῥαγίαι τε καὶ φλεγμοναί· ὅταν δ’ ἀποκριθῇ ὃ δὴ σταφυλὴν καλοῦσι καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δ’ ἄνω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν καὶ μάλιστα τῆς κοιλίας προϋπελθούσης δαψιλῶς εἴτ’ οὖν αὐτομάτως εἴτε κατὰ πρόνοιαν τοῦ ἰατροῦ.

Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύονται μήτε σημείων γινομένων λυτηρίων μήτε ἐν ἡμέρῃσι κρισίμοισι, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν.

Ὅταν μηδέτερον ὦν εἶπε γένηται, τότε χρὴ προσδέχεσθαι τὴν ὑποστροφὴν, οὐχ ὅταν τὸ ἕτερον μὲν αὐτῶν γένηται, τὸ δὲ ἕτερον μή. τὰ γὰρ ἀλόγως ῥᾳστωνήσαντα φιλυπόστροφα, κἂν ἐν ἡμέρῃσι κρισίμοις γένηται τοῦτο. δῆλον δ’ ὅτι ταῦτ’ ἀλόγως ῥᾳστωνῆσαι λέγοιτ’ ἂν, ὅσα μήτε μετὰ σημείων λυτηρίων μήτ’ ἐν κρισίμοις ἡμέραις ἔδοξε πεπαῦσθαι.

Ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν, μετ’ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων καὶ οὐχ ἧσσον τῶν κάτω.

Ἃ διὰ τῶν ἔμπροσθεν εἶπε κατὰ μέρος περὶ πρώτων μὲν τῶν καθ’ ὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθόλου. τρίτης γὰρ οὔσης τῆς αἰτίας τοῦ μηκύνειν τοὺς πυρετοὺς ἢ διά τι μόριον πεπονθὸς δυσιάτως ἢ διὰ χυμοὺς ὠμοὺς καὶ παχεῖς καὶ ἀπέπτους ἢ διά τι τῶν ἡμαρτημένων, ἐὰν μήτε μόριον ᾖ πεπονθὸς ἢ ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνοντος ἁμαρτάνοντος ἢ τῶν θεραπευόντων αὐτὸν ἢ διά τι τῶν ἔξωθεν, οἶον ὥραν, χώραν, κατάστασιν, οἴκησιν μοχθηρὰν, ὀχλήσεις, φροντίδας, λύπας, λείπεται τοῦτον ἐπὶ χυμοῖς ὠμοῖς καὶ δυσπέπτοις μηκύνειν. τούτους οὖν εἴωθεν ἡ φύσις εἰς τὴν τῶν ἀκυρωτέρων μορίων ἀποτίθεσθαι χώραν, ὅταν μὴ δυνηθῇ δι’ ἐκκρίσεως ἔξω τοῦ σώματος ἀπώσασθαι. λέλεκται γὰρ ἤδη πολλάκις ὡς οἱ θερμότεροί τε καὶ λεπτότεροι τοῦ σώματος χυμοὶ πρὸς τὰς ἐκκρίσεις εἰσὶν ἐπιτηδειότατοι, τοὺς δ’ ὠμοὺς καὶ παχεῖς ἤτοι δι’ ἀποστάσεως ἢ κατὰ σύμπεψιν ἡ φύσις ἰᾶται, καὶ  αὐτὸ δὲ τοῦτο τὸ κατὰ σύμπεψιν ἔκκρισίς τίς ἐστι δι’ οὔρων γινομένη τὰ πολλὰ, σπανίως δέ ποτε καὶ κατὰ γαστέρα.

Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων.

Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας δι’ ἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις, ἐφ’ ὧν ἥ τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ, μήτ’ ἐκκρίσει μήτ’ ἀποστάσει κρινόμεναι, ἀλλ’ ἤτοι διαφθείρουσαι τοὺς κάμνοντας ἢ χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι. μέσαι δ’ ἀμφοῖν εἰσιν αἱ δι’ ἀποστάσεως κρινόμεναι, καθ’ ἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν ἐστὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτερον δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως ἡ ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν, εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. ἡ διάγνωσις δὲ τῆς δυνάμεως ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάστην αὐτῶν εἴρηται πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, ἡ δὲ ἀπὸ τῆς ἡλικίας κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν ὁ Ἱπποκράτης διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται, μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθ’ ὃν ὁ Ἱπποκράτης εἶπεν, ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ, περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἐμφανέα. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.

Ὑποσκέπτεσθαι δὲ χρὴ τουτέοισιν εὐθέως περὶ τὰ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ.

Καὶ διὰ τῶν ἔμπροσθεν ἤδη περὶ τῶν χρονιζόντων νοσημάτων διαλεγόμενος ἐμνημόνευσε τῆς κ΄ ἡμέρας ὡς ἄχρι ταύτης, μηδέπω χρονίων ὑπαρχόντων αὐτῶν. εἴρηται δὲ πρόσθεν ἡ αἰτία τοῦ μὴ δύνασθαί τινα βέβαιον ὅρον ἕνα θέσθαι νοσημάτων ὀξέων, ὥστ’ οὐδὲν θαυμαστόν ἐστιν ἐν τεσσαρεσκαίδεκά τε λέγειν αὐτὸν ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, αὖθίς τε τῆς εἰκοστῆς μνημονεύειν. καὶ γὰρ καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς ἔνθα, τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔσχατον ἔθετο τῆς κρίσεως τῶν ὀξέων νοσημάτων, ἐμνημόνευσε καὶ τῆς ιζ΄. ἔστι δ’ ἀρχὴ μὲν ἐκείνου τοῦ ἀφορισμοῦ τὰ ὀξέα τῶν νοσημάτων, κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τελευτὴ δὲ θεωρητὴ πάλιν ἡ ιζ΄. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς ιδ΄, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄.

Τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνονται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ.

Δεόντως, ἐπειδὴ καὶ τοῖς ἀποστάσει τινὶ μέλλουσι κρίνεσθαι τὴν δύναμιν τόνον ἔχειν τινὰ προσήκει καὶ μὴ παντάπασιν εἰς ἐσχάτην ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτ’ οὖν εἰς ὅσον ἂν ἡλικίας προήκοιεν τὰς ἀποστάσεις ἧττον γενέσθαι συμβαίνει, τοῖς γέρουσι δὲ οὐχ ἧττον, ἀλλ’ ἥκιστα. νυνὶ δ’ οὐ τοὺς γέροντας ἁπλῶς εἶπεν, ἀλλὰ τοῖσι τριάκοντα ἔτεσι παραβάλλων, γεραιτέρους ὠνόμασε τοὺς τούτων πρεσβυτέρους. ὅτι δ’ οὕτω χρῆται τῇ τοῦ γεραιτέρου προσηγορίᾳ καὶ διὰ τῶν ἔμπροσθεν ἐδείχθη καὶ διὰ τῶν ἑξῆς οὐδὲν ἧττον φανεῖται.

Χρὴ δὲ καὶ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι συνεχέος ἐόντος τοῦ πυρετοῦ· ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ.

Εἴρηται κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ὡς ἐπὶ τῶν μελαγχολικῶν χυμῶν γίνονται τεταρταῖοι. λέλεκται δὲ καὶ περὶ τῆς γενέσεως τοῦ χυμοῦ τοῦδε, διττῆς ὑπαρχούσης, ἔκ τε τοῦ παχέος αἵματος, ὅπερ ἀνάλογόν ἐστιν ἐν ταῖς φλεψὶ, τῇ κατὰ τοὺς πίθους τῶν οἴνων τρυγὶ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. αὕτη μὲν οὖν ἡ μέλαινα χολὴ τά τ’ ἄλλα κακοήθης ἐστὶ καὶ διαβιβρώσκει τὰ μόρια καθ’ ἅπερ ἂν τύχῃ πλείων ἀθροισθεῖσα. ἡ δ’ ἑτέρα μέλαινα πρᾳοτέρα τε ταύτης ἐστὶ καὶ μάλιστα ἐπειδὰν μήπω τύχῃ κεχρονικυῖα κατὰ τὸ ζῶον ἤ τινι θερμασίᾳ πλείονι καὶ παρὰ φύσιν ὡμιληκυῖα. τούτων οὖν οὕτως ἐχόντων ὅταν ὁ πυρετὸς ᾖ συνεχὴς, ὅπερ ἐστὶ μὴ παυόμενος εἰς ἀπυρεξίαν, εἰς τὰς προειρημένας ἀποστάσεις τρέπεται χρονίζων. ἐὰν δὲ διαλείπῃ, καὶ τοῦτ’ αὐτὸ μάλιστα γίνεται κατὰ τὴν τελευτὴν τοῦ θέρους, εἰκός ἐστι μεταπεσεῖν τὴν νόσον εἰς  τεταρταίαν περίοδον. ὅσον γὰρ ἂν τῶν χυμῶν ζέσαν ὥρᾳ θέρους ἐν συνεχέσι πυρετοῖς ἐτελεύτησεν εἰς μέλαιναν χολὴν, ἐσβέσθη τρόπον τινὰ καὶ κατὰ τοῦτο τῆς πυρετώδους θερμότητος ὁ κάμνων ἀπηλλάγη καὶ μάλισθ’ ὅταν ἱδρῶτες ἐπιγίνωνται. ἀλλ’ ἐὰν μὴ φθάσῃ πως ἡ φύσις ἐκκρίνασα τὴν οἷον τέφραν τῶν ὑπεροπτηθέντων χυμῶν, αὕτη πάλιν μένουσα κατὰ τὸ σῶμα καὶ θερμαινομένη τινὰ σηπεδονώδη διάθεσιν ἐπικτᾶται καὶ τοῦθ’ ὅταν αὐτῇ γένηται ζέσασα πυρετὸν ἤγειρεν. ἐφ’ ᾧ πάλιν ἱδρῶτος γενομένου συνδιέπνευσε τούτῳ τὸ ζέσαν τῆς μελαίνης, εἶτ’ αὖθις ἕτερον ὑπόλειμμα ζέσαν αὖθις ἕτερον ἀνήγειρε πυρετόν. ἅτ’ οὖν μή πω μίαν ἔχοντος παντὸς τοῦ σώματος διάθεσιν, ἀλλ’ ἐν τισὶ μὲν μορίοις κινουμένης ἔτι τῆς μελαίνης, ἐν τισὶ δ’ ἀκινήτου κειμένης, ἐν ἄλλοις δὲ σηπομένης ἢ ζεῖν ἀρχομένης, ἀτάκτους ἀναγκαῖόν ἐστι γίνεσθαι τοὺς πυρετούς. ὅταν δὲ ἐν ἁπάσαις ταῖς φλεψὶν ἡ αὐτὴ διάθεσις γένηται κρατούσης τῆς μελαίνης ὁ τεταρταῖος συνίσταται πυρετὸς καὶ μάλισθ’ ὅταν εἰς τὸ φθινόπωρον ἐκ τοῦ θέρους ἡ μεταβολὴ γινομένη τῆς μὲν ἔξω φορᾶς τε καὶ διαπνοῆς ἐπίσχῃ τοὺς χυμοὺς, ἔσω δ’ ἀποστρέφῃ πρὸς τὸ βάθος ἥντινα διάθεσιν ὁ χειμὼν διαδεξάμενος, ὡς ἂν ἐπιτείνων διὰ τὸ κρύος τὴν ἕσω φορὰν τῶν χυμῶν, ἄχρι πάλιν ἑτέρας μεταβολῆς γινομένης ἐπὶ τὸ θερμότερον, ἐν ᾧ κατέλαβε νόσημα, φυλάττει τὸ σῶμα.

Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριηκονταετέσι καὶ γεραιτέροισι.

Περὶ τῆς καθ’ ἡλικίαν μεταβολῆς εἴρηται μὲν ἐπὶ πλέον ἑτέρωθι, διὰ κεφαλαίων δὲ νῦν εἰπεῖν ἀρκέσει, τὰ μὲν παιδία πλεῖστον ἔχει τὸν τοῦ αἵματος χυμόν. καὶ μόνον γε τοῦτον εἶχεν ἂν, ὅσον ἐπὶ τῇ κατὰ τὴν ἡλικίαν κράσει. πολλὰ δ’ ἐσθίοντα καὶ μέντοι καὶ ἀτακτότερα ὑπάρχοντα, ὑποτρέφει τι καὶ τῶν καλουμένων ὠμῶν χυμῶν. ὁπόταν δ’ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀφίκηται, τινὰ μὲν ἤδη καλῶς διαιτᾶται, βελτίονος ἀγωγῆς εὐτυχήσαντα καὶ οὕτως αὐτοῖς αἷμα πλεονάζει μόνον, ἔνια δὲ τῶν μειρακίων πολὺ χεῖρον ἢ οἱ σμικροὶ παῖδες. καὶ τοίνυν νοσεῖ ταῦτα συνεχῶς τε ἅμα καὶ σφοδρῶς ἀθροίζοντα πλῆθος ὠμῶν χυμῶν. τοῖς ἐφεξῆς δὲ τῇδε τῇ ἡλικίᾳ καὶ μάλιστα τοῖς κακῶς διαιτωμένοις ὁ πικρόχολος ὑποτρέφεται χυμὸς, ὥστε πλεονάζειν τούτοις οὐχ αἷμα μόνον, ἀλλὰ κἀκεῖνον, ὥσπερ ὠχρά τε καὶ ξανθὴ χολὴ προσαγορεύεται καὶ γίνεται τοῦτο τισὶ μὲν ἄχρι τριάκοντα ἐτῶν, ἐνίοις δὲ ἄχρι πέντε καὶ τριάκοντα. πρῶτος μὲν γὰρ ὅρος ἐστὶ τῆς ἐπὶ τὸ ψυχρὸν μεταβολῆς ὁ τῶν λ΄ ἐτῶν, ἔσχατος δὲ ὁ τῶν πέντε καὶ τριάκοντα. πολλοῖς δὲ ἐν τῷ μεταξὺ διά τε τὴν ἐξ ἀρχῆς φύσιν, ὅσα τε κατὰ τὰς περιστάσεις ἢ ἐτῶν ἢ προαιρέσεων διαφορὰς ὑπαλλάττεται, τὴν ἀκμαστικὴν ἡλικίαν περιέγραψε· διά τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐνίοτε μὲν τοῦ τριακοστοῦ μνημονεύει καθάπερ ἄρτι, πολλάκις δὲ πέμπτου καὶ τριακοστοῦ. τῷ γὰρ ἄλλας ἄλλοις γίνεσθαι μεταβολὰς οὐχ οἷόν τε ὁρίσαι βεβαίως ἓν ἐφ’ ἅπασι μέτρον κοινόν. ἀλλὰ τούτου μὲν ἀεί μοι μέμνησο λελεγμένου καὶ πρόσθεν ἐν τῷ τρίτῳ περὶ κρισίμων ἡμερῶν λόγῳ, μεμνημένος γε μὴν αὐτοῦ καὶ προσθεὶς τοῖς προειρημένοις οὐ χαλεπῶς εὑρήσεις τὴν αἰτίαν ὧν κατὰ τήνδε τὴν ῥῆσιν ὁ Ἱπποκράτης ἔγραψεν. ὥσπερ γὰρ ἐν ταῖς ὥραις τοὺς ἐν τῷ θέρει θερμανθέντας ἐπὶ πλέον χυμοὺς καὶ ὡς ἂν εἴποι τις ζέσαντας ἀναγκαῖον ἦν γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ὃν διαδεξάμενον ἠθροισμένον ἐν τῷ σώματι τὸ φθινόπωρον, ἅτε ψυχρὸν ὂν οὐκ ἐπιτρέπει διαπνεῖν ὁμοίως ἐκτὸς οὐδὲ κενοῦσθαι ῥᾳδίως, οὕτως ἐν ταῖς ἡλικίαις ἡ παρακμή. ὅσον γὰρ ἐν τῇ ἀκμῇ ζέσαν τῶν χυμῶν εἰς μέλαιναν χολὴν μετέβαλε, τοῦτο δυσκόλως αὕτη διαφοροῦσα τοὺς τεταρταίους μᾶλλον ἐργάζεται πυρετοὺς, καὶ χρόνου γε πλείονος δεῖται τοῖς κατὰ τὴν ἡλικίαν ταύτην πρὸς τὸ καθαρθῆναι τὸ σῶμα τῆς τοιαύτης χολῆς, ὅθεν ἄχρι τοῦ γήρως ἐν τῷ μεταξὺ τὰ μελαγχολικὰ πάντα νοσήματα τοῖς μὲν μᾶλλον πλεονάζει, τοῖς δ’ ἧττον ἐλέφαντες, καρκίνοι, λέπραι, μελαγχολίαι καὶ τεταρταῖοι πυρετοί.

Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γινομένας χρονιώτερόν τε παυομένας ἧσσόν τε παλινδρομούσας.

Τρεῖς ἀποφάσεις ἐποιήσατο περὶ τῶν ἀποστάσεων ὁ Ἱπποκράτης κατὰ τὸν ἐνεστῶτα λόγον, μίαν μὲν καὶ πρώτην ὅτι γίνονται μᾶλλον ἐν χειμῶνι, δευτέραν δ’ ὅτι χρονιώτερον παύονται, καὶ τὴν τρίτην ὅτι παλινδρομοῦσιν ἧττον. ὅτι μὲν οὖν ἐν τῷ χειμῶνι γίνονται μᾶλλον ὁ πλεονάζων ἐν αὐτῷ χυμὸς ἐνδείκνυται. λέλεκται γὰρ ἤδη καὶ πρόσθεν ἐκκρίσεσι μὲν τοὺς θερμοὺς, ἀποστάσεσι δὲ τοὺς ψυχροὺς κινεῖσθαι χυμούς. ὅτι δὲ καὶ χρονιώτερον παύονται, τήν τε τοῦ χυμοῦ φύσιν αἰτιατέον ἐστὶ καὶ τὴν τοῦ περιέχοντος ψυχρότητα. διαφορηθῆναι μὲν γὰρ δεῖ πάντως τὸν κατασκήψαντα χυμὸν, ἵνα θεραπευθῇ τὸ ἀπόστημα.  δυσδιαφορητότεροί τέ εἰσιν οἱ παχεῖς καὶ ψυχροὶ, καὶ μάλισθ’ ὅταν ᾖ καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰς τοιαύτας αἰτίας καὶ παλινδρομοῦσιν ἧττον, ἐπειδὴ κίνησίν τινα τοῖς παλινδρομοῦσι προσεῖναι χρὴ, δυσκίνητοι δ’ οἱ ψυχροί.

Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, εἰ καὶ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος προσγένηται καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ἔχῃ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμεῖται.

Περὶ τῶν αὐτομάτως γινομένων ἐμέτων κρίσεως λόγῳ διδάσκει νῦν ὁ Ἱπποκράτης. ἔστι δ’ αὐτῷ πρῶτος μὲν διορισμὸς ἀπὸ τοῦ μὴ θανατῶδες εἶναι τὸ νόσημα, κέκληκε δὲ ἤδη περιεστηκὸς οὐκ ὀλιγάκις τὸ τοιοῦτον. δεύτερον δὲ ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προφαίνεσθαί τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδες, ὅπερ σημαίνει τὸ μέλαν ἐξ ἀναθυμιάσεως χολῆς ξανθῆς ἀκράτου γενόμενον. αὐτὴ γὰρ ἐπὶ πλέον θερμανθεῖσα καὶ ὡς ἂν εἴποι τις ὑπεροπτηθεῖσα, μέλαιναν ἀναθυμίασιν, οἷον λιγνύν τινα πρὸς τὴν κεφαλὴν ἀναπέμπει, δι’ ἣν αἱ κεφαλαλγίαι γίνονται. ὅσον δ’ ἂν αὐτῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφίκηται, θολερώτερον ἐργάζεται τὸ κατ’ αὐτοὺς ὑγρὸν, λαμπρὸν φύσει καὶ καθαρὸν ὑπάρχον, ὡς γίνεσθαί τινα κατάστασιν ὁμοίαν τῇ περὶ τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνης εἰς ἑαυτὸν ἤτοι καπνώδη τινὰ ἢ λιγνυώδη μελανότητα. ταύτης οὖν τῆς ἀναθυμιάσεως αἰσθανόμενον τὸ ἀπ’ ἐγκεφάλου παραγενόμενον εἰς τοὺς ὀφθαλμοὺς ὀπτικὸν πνεῦμα; καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φαντασίαν ὦν εἶπεν ὀρφνωδῶν ἀποτελεῖ· γινομένης δ’ ἐνίοτε κἀκ τῶν κατὰ τὸν πνεύμονα τόπων ἀναθυμιάσεως τοιαύτης, διακρίνομεν αὐτὴν τῆς ἀπὸ στομάχου τῇ καρδιαλγίᾳ. πνεύμονα μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λανθάνουσιν ἤτοι δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον ὄντα. τὸ δὲ τῆς γαστρὸς στόμα, καλεῖται δὲ τοῦτο, ὡς ἴσμεν, καὶ καρδία διὰ τὸ μέγεθος ὧν ἔχει νεύρων αἰσθητικῶν, οὐδὲν λανθάνει τῶν κατ’ αὐτό. δακνόμενον οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον οὕτω καρδιωγμὸν ἐργάζεται, διὸ καὶ χολώδης ἔμετος αὐτοῖς γίνεται. τοιοῦτον γὰρ καὶ ὁ Θουκυδίδης ἐδήλωσεν, ἔνθα φησὶ, καὶ ὁπότε ἐς τὴν καρδίαν ἐστήριξε, ἀνέστρεφέ γε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς, ὁπόσαι παρὰ τῶν ἰατρῶν ὠνομασμέναι εἰσὶν ὑπίεσαν. τὸ γὰρ ἀνέστρεφεν ἐπὶ τῆς πρὸς ἔμετον ὁρμῆς εἶπεν, εὐθέως γε καὶ καρδίαν ὀνομάσας τὸ στόμα τῆς γαστρός. διὸ δὴ καὶ τὰς δήξεις αὐτοῦ καρδιωγμούς τε καὶ καρδιαλγίας ὀνομάζουσιν. ἑτέρωθι δ’ Ἱπποκράτης ἔγραψεν ὡς τὸ κάτω χεῖλος τὸ αὐτὸ ἐπισημαίνει τοῖς οὕτως ἔχουσιν οὐχ ἡσυχάζον, ἀλλὰ διασειόμενόν πως, ἐπειδὴ δακνόμενος ὑπὸ τῆς χολῆς ὁ ἔνδον τοῦ στομάχου χιτὼν τὴν τοιαύτην τὸ χεῖλος λαμβάνει κίνησιν. ἐμάθομεν γὰρ ἐκ τῆς ἀνατομῆς ἕνα τοῦτον ὅλον εἶναι τὸν χιτῶνα συνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆς θ’ ὅλης γαστρὸς καὶ τοῦ στομάχου καὶ γλώττης καὶ οὐρανίσκου καὶ ὑπερώας ὅλου τε τοῦ στόματος. οὗτος οὖν αὐτός ἐστιν ὁ καὶ τὰ χείλη διασείων, ὅταν ὑπὸ δριμείας χολῆς ἠθροισμένης ἐν τῷ στόματι τῆς γαστρὸς δάκνηται. πέφυκε γὰρ οὗτος ὁ χυμὸς ἐπιπολάζειν ὑπὸ κουφότητος καὶ διὰ τοῦτο ἐπὶ τὸν στόμαχον ἀνέρχεται, καταλιπὼν τὸν πυθμένα τῆς γαστρὸς, ἐμεῖταί τε ῥᾳδίως. ἂν δὲ καὶ ῥῖγος ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον, ἔτι δὴ καὶ μᾶλλον ὁ ἔμετος οὐ θᾶττον μόνον, ἀλλὰ καὶ πλείονος ἔσται χολῆς, εἰωθότος ὡς τὰ πολλὰ τοῦ ῥίγους ἔμετον χολῆς ἐργάζεσθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ ἄνθρωπος, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέως, ἐπειδὴ συνδιαφθείρεται τὰ ληφθέντα κατὰ τὴν γαστέρα χολῇ.

Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλείονες αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τἄλλα κατὰ λόγον αὐτέοισι τῶν πρόσθεν γίνονται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος.

Τρεῖς διαφορὰς εἴρηκε κατὰ χρόνον ἀλγήματος κεφαλῆς καὶ τρεῖς προθεσμίας τῆς κρίσεως αὐτῶν. πρώτη μὲν οὖν ἐστι διαφορὰ τῆς κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοσήματος, ἀρχομένης τῆς κεφαλαλγίας, δευτέρα δὲ τῆς κατὰ τὴν τρίτην, τρίτη δὲ τῆς κατὰ τὴν ε΄. ἁπάσαις γε μὴν αὐταῖς κοινόν ἐστιν εἰς τὴν ζ΄ πως ἡμέραν, ἀφ’ ἧς ἤρξαντο τελευτᾷν. ἡ μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην ἔχει αὐτὴν κρίσιμον, ἡ δὲ κατὰ τὴν τρίτην, ὅσον ἐπὶ τῷ τῆς ἑβδομάδος ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δὲ οὐκ ἔστιν αὕτη κρίσιμος, εἰς τὴν θ΄ ἢ ἑνδεκάτην ἡ κρίσις ἀφικνεῖται τῆς ἑβδομαδικῆς προθεσμίας ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον ἡμέραν μίαν. καί μοι μέμνησο πάλιν ὅτι καὶ τῆς θ΄ ἡμέρας ὡς κρινούσης ἐμνημόνευσε νῦν καθάπερ καὶ πρόσθεν,  ὡς ἔδειξα, τῆς τρίτης, οὐ κατὰ τετράδων ἢ ἑβδομάδων περίοδον ἐχουσῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ παρεμπιπτουσῶν, ὡς ἐν τοῖς περὶ κρισίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ ἡ τρίτη διαφορὰ τῆς κεφαλαλγίας ἡ κατὰ τὴν πέμπτην ἡμέραν ἀρχομένη ἄχρι τῆς ιδ΄ ἐκτείνεται, διὰ τὸ μὴ πάνυ θερμή τις εἶναι καὶ κατεπείγουσα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν ε΄ ἡμέραν ἄρξασθαι καὶ διὰ τὸ τῆς ἑβδομάδος προστεθείσης ταῖς πρώταις πέντε τὰς πάσας γίνεσθαι ιβ΄, κρίσιμον δὲ οὐκ εἶναι τὴν ιβ΄, οὐ μὴν οὐδὲ προλαβεῖν οἶόν τ’ ἐστὶ τὴν μίαν ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον. εἰκότως οὖν εἰς τὴν ιδ΄ ἐξέπεσε.

Γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα. τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ καὶ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι.

Τοῖς μὲν ἤδη τελείοις, ἐφ’ ὧν εἴωθε φέρειν τὴν τῶν ἀνδρῶν καὶ γυναικῶν προσηγορίαν, ἐν πᾶσι τοῖς τριταίοις πυρετοῖς γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεστάτην εἶναι τὴν ἡλικίαν. ἐν δὲ τοῖς νεωτέροις αὐτῶν οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνοις τοῖς ἀκριβέσι τριταίοις, οἵπερ εἰσὶ χολωδέστατοι. γίνεται δὲ κἀν τοῖς ὀξυτάτοις νοσήμασι, χολωδέστατα γὰρ καὶ ταῦτα, καὶ δῆλον ὅτι καὶ τοῖς τελείοις πολλῷ μᾶλλον. ἀκόλουθον γὰρ ὂν τοῦτο τοῖς προειρημένοις, οὐκέτι προσέγραψεν ὡς καὶ πρὸς ἡμῶν νοεῖσθαι δυνάμενον.

Οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα δὴ διὰ ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον, ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσιν νέοισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι, τοῖσι δὲ τριηκονταέτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι.

Τοιουτότροπον εἴρηκε πυρετὸν ὃν κατὰ τὴν ἀρχὴν τοῦ λόγου διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν. τοῦτ’ οὖν κοινὸν ἀμφοτέροις φυλάξας τοῖς πυρετοῖς, κοινὸν αὐτοῖς ἔτι ἔσεσθαι τὸ κριθῆναι δι’ ἐκκρίσεως ἔφη, τὸ ἴδιον δ’ ἑκατέρῳ προσέθηκεν ἐν τῷ τῆς ἐκκρίσεως εἴδει, χολώδη μὲν ἔμετον τῷ προτέρῳ, αἱμοῤῥαγίαν δ’ ἐν τῷ δευτέρῳ. τὰ δὲ τούτων δηλωτικὰ σημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμὸν, τῷ δὲ δευτέρῳ ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰς καὶ σύντασιν ἐν ὑποχονδρίῳ χωρὶς ὀδύνης καὶ φλεγμονῆς γνωρίσματα μέγιστα τῆς ἄνω ῥοπῆς τῶν χυμῶν. εἰρήκει δὲ καὶ ἔμπροσθεν αἱμοῤῥαγίας ἑπομένας κρισίμως ταῖς καθ’ ὑποχόνδριον φλεγμοναῖς καὶ μᾶλλον τοῖς νεωτέροις, ἐφ’ ὧν αἷμα πλεονάζει καὶ αὖθις αὐτό τε τοῦτο νῦν προσέγραψε καὶ ὡς οἱ χολώδεις ἔμετοι τοῖς ἀκμάζουσι γίνονται. κατὰ δὲ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ δακρύειν ἀκουσίως ἔφη τοὺς μέλλοντας αἱμοῤῥαγήσειν ἐκ ῥινῶν. ταῦτ’ οὖν συνθεὶς πάντα ἔτι τε προσθεὶς αὐτοῖς ἃ δι’ ἑτέρων εἶπεν, ἀεὶ προγνώσῃ γενησομένην αἱμοῤῥαγίαν καὶ μάλιστ’ ἐὰν ἐναργῶς σοι φανήσεταί ποτε τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον ἐκκρίσεως, ὃ πανταχοῦ προηγεῖται τῶν κρισίμων αἱμοῤῥαγιῶν.

Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι καὶ κλαυθμυρίζωσι καὶ τὸ χρῶμα μεταβάλλωσι καὶ χλωρὸν ἢ πέλιον ἢ ἐρυθρὸν ἴσχωσι. γίνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα, τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκέτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐπὶ τῇσι φρενίτισι γίνεται.

Περὶ σπασμῶν αὐτῷ ὁ λόγος νῦν ἐστιν οὐ τῶν ἐν ἑνὶ μέρει τοῦ σώματος γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων, οἵτινες ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται καὶ μᾶλλον ἐπὶ θηλαζόντων. οὐχ ἥκιστα δὲ καὶ δι’ αὐτὸ τὸ γάλα καὶ μᾶλλον ὅταν ᾖ λίαν παχὺ καὶ ὅτι πλείστῃ τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν εἰδότες τῶν κατὰ τὸν βίον ἄλλο πλὴν τοῦ ἐσθίειν· πᾶν γὰρ τὸ νευρῶδες αὐτῶν γένος ἀσθενές ἐστι. τριῶν γὰρ οὐσῶν κατὰ γένος δυνάμεων, ἐφ’ ὧν διοικεῖται τὸ σῶμα, ταῖς δυσὶ μέν εἰσιν ἰσχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀσθενέστερα δὲ τῇ μιᾷ τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ σπᾶται μὲν ἑτοιμότατα. πάλιν δὲ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται ῥᾳδίως. τοῖς δὲ τελείοις οὔτε γίνεται ῥᾳδίως οὔτε καθίσταται τὰ σπασμώδη πάθη διὰ τὴν ἰσχὺν τῆς κατὰ τὰ νεῦρα δυνάμεως. γίνεται μὲν  οὖν σπασμὸς καὶ χωρὶς πυρετῶν ἐν ταῖς σφοδραῖς πάνυ ψύξεσι καὶ πλήθει χυμῶν ἀπέπτων τε καὶ παχέων, ἔτι τε φλεγμοναῖς ἐν νεύροις καὶ τένουσιν, ὅταν εἰς συμπάθειαν ἄγωσι τὴν ἀρχήν. ἀλλὰ νῦν ὁ λόγος αὐτῷ περὶ τῶν ἐν πυρετοῖς γινομένων σπασμῶν ἐστιν, ὥσπερ ἐξ ἀρχῆς ὑπέθετο διελθεῖν προγνώσεις, ἐπί τε τῶν ὀξέων νοσημάτων καὶ ὅσα τούτων μεταπιπτόντων γίνεται. τοὺς μὲν οὖν ἐν τοῖς τοιούτοις νοσήμασι σπασμοὺς ἐπὶ τῶν ηὐξημένων ἐκεῖνα τὰ σημεῖα δηλώσει τὰ μάλιστα ταῖς χαλεπαῖς ἐπιφαινόμενα φρενίτισι καὶ μάλισθ’ ὅσα διαστρεφομένων γίνεται τῶν ἐν τῷ προσώπῳ μορίων ἢ ὀδόντων πριομένων ἢ ὀφθαλμῶν ἀστηρίκτων ἢ διεστραμμένων. ἐπὶ δὲ τῶν παίδων ἀρκεῖ καὶ τὸ ἀγρυπνῆσαι μόνον. ἐνίοτε δὲ καὶ φοβηθῆναι σφοδρῶς, ὅπερ ὠνόμασεν ἐκπλαγῆναι καὶ τὸ κλαῦσαι μετ’ ἐντάσεως σφοδροτέρας καὶ τὸ τὴν γαστέρα μὴ διαχωρῆσαι. ταῦτα μὲν οὖν ὡς αἴτια. σημεῖα δὲ τοῦ σπασθήσεσθαι πρὸς τοῖς τοιούτοις αἰτίοις τὰ παρὰ φύσιν χρώματα δηλοῦντα τῶν χυμῶν τὴν μοχθηρίαν, ἐφ’ οἷς εἴωθε σπᾶσθαι. χλωρὸν μὲν γὰρ ἢ πελιδνὸν μοχθηρὸν τῇ ποιότητι δηλοῖ τὸν χυμὸν, ἐρυθρὸν δὲ πλῆθος αἵματος ἐνδείκνυται.

Τοὺς δὲ ἀπολλυμένους τε καὶ περιεσομένους τῶν παιδίων καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ’ ἑκάστοισιν διαγέγραπται.

Τοῦτο καὶ πρόσθεν εἴρηκε καὶ νῦν ἀναμιμνήσκει καὶ μετ’ ὀλίγον αὖθις ἐρεῖ, διότι χρησιμώτατόν ἐστι, καὶ ὅμως οὐκ ἀκούουσιν αὐτοῦ πολλοὶ τῶν ἰατρῶν, ἀλλ’ ἐνίοτε θεασάμενοί τι τῶν κακῶν σημείων, ἐφ’ ὧν συνέβη ζῆσαι τὸν ἄνθρωπον, ἐπεγκαλοῦσιν ὡς ψευσαμένῳ, καθάπερ αὖθις ἀγαθῶν φανέντων, ἀπολλυμένου τοῦ κάμνοντος, οὐκ ἀληθεύειν φασὶ τὸν Ἱπποκράτην μηκέθ’ ὁρῶντες ὡς ἐνίοτε μὲν ὑπὸ πολλῶν ἀγαθῶν σημείων ἓν νικᾶται κακὸν ἰσχυρὸν, ἐνίοτε δὲ ἔμπαλιν ὑπὸ πολλῶν κακῶν ἓν ἀγαθὸν τὸ ἰσχυρόν.

Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται.

Καὶ τοῦτο καθάπερ καὶ τὸ πρότερον ἔγραψεν Ἱπποκράτης ἀπομαντευσάμενος τῆς ἀμελείας τε ἅμα καὶ προπετείας τῶν ἀναγνωσομένων αὐτοῦ τὰ βιβλία καὶ ζητησόντων ἂν, ὅπως ἐν αὐτῷ μνημονεύει τεσσαρακοστῆς τε καὶ ἑξηκοστῆς ἡμέρας, ἐμπύων τε καὶ ὑδερικῶν καὶ τεταρταίων πυρετῶν. ὅπου γὰρ καὶ γράψαντος αὐτοῦ σαφῶς ὅτι μὴ περὶ μόνων τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἐκ μεταπτώσεως τούτων εἰς χρόνου μῆκος ἐκτεινομένων ὁ λόγος αὐτῷ γέγονεν, ὅμως τοιαῦτα ζητοῦσι, τί ποτ’ ἐξεπράξαντ’ ἂν, εἰ μὴ τοῦτ’ ἐποίησε.

Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγινώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, διακρίνειν λογιζόμενον τὰς δυνάμεις αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.

Ὅτι μὲν ἀεὶ χρὴ πάντα θεάσασθαι τὰ σημεῖα καὶ μὴ πιστεύειν ἑνὶ καὶ διὰ τῶν ἔμπροσθεν εἶπεν, ἀλλὰ νῦν γε προσέθηκε τὸ χρησιμώτατον τοῦ λόγου. φησὶ δ’ εἶναι τοῦτο τὸ τὰς δυνάμεις ἐκλογίζεσθαι τῶν σημείων, οὐχ ἁπλῶς οὐδὲ ταύτας, ἀλλὰ μετὰ τοῦ παραβάλλειν ἀλλήλαις. ἔστι μὲν γὰρ ἔνια τῶν σημείων καὶ αὐτὰ καθ’ ἑαυτὰ μοχθηρὰ, μᾶλλόν τε καὶ ἧττον, ὧν τὰς δυνάμεις ἐκμετρεῖσθαι χρὴ τοῖς ῥήμασιν, ὡς καὶ πρόσθεν ἐδείκνυεν, ἢ θανατῶδες εἰπὼν ἢ θανατωδέστερον ἢ ὀλέθριον κάρτα, καί που προσθεὶς τὸ ἤδη, κἀπὶ τῶν ἀγαθῶν πάλιν ὁμοίως ἢ σωτήριον ἢ περιεστηκὸς ἁπλῶς ἢ μεγάλην δύναμιν ἔχον ἢ καὶ μετὰ τοῦ κάρτα. πλέον γάρ ἐστι τὸ φάναι τὸ κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, τοῦ ψιλοῦ καὶ μόνου τοῦ μεγάλην δύναμιν ἔχειν. ἀλλὰ νῦν γε πρὸς ἀλλήλας φησὶ χρῆναι παραβάλλειν τὰς δυνάμεις, οὐ τῶν ὁμογενῶν μόνων σημείων, οἷον ἀγαθῶν πρὸς ἀγαθὰ καὶ κακῶν πρὸς κακὰ, ἀλλὰ καὶ τῶν ἀγαθῶν πρὸς κακά. διὰ γὰρ τῆς παραβολῆς ταύτης καὶ τὰ παρὰ λόγον γινόμενα ᾐνίξατο. πρῶτον μὲν γὰρ γνωριοῦμεν ὅτι παρὰ λόγον ἐγένετο, δεύτερον δὲ οὐ καταπλαγησόμεθα, καὶ τρίτον ἐπισκεψόμεθα διὰ τί γέγονεν ἢ τί δηλοῦν πέφυκεν. εἴρηται μὲν οὖν ἅπαντα ταῦτα κατὰ τὰς ἡμετέρας πραγματείας καὶ μάλιστα τὴν περὶ κρίσεων. οὐ χεῖρον δὲ καὶ καὶ νῦν ἕνεκα παραδείγματος ἀναμνῆσαί τινων ἀπὸ κοινῆς ἀρχῆς ἀρξαμένων ἁπάσης τῆς προγνωστικῆς τέχνης. ἐπισκέπτεσθαι γάρ σε χρὴ πρῶτον ἁπάντων εἴθ’ ἓν ἐξαιρέτως πέπονθε μόριον εἴτε τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐστι τὸ νόσημα. δεύτερον δὲ κατὰ τίνα μάλιστα δύναμιν ὁ κίνδυνός ἐστι τῷ κάμνοντι. προείρηται δ’ ὅτι τρεῖς εἰσιν. εἶθ’ ἑξῆς τὰ τῆς δυνάμεως ἐκείνης ἀγαθά τε καὶ κακὰ γνωρίσματα. φέρε γὰρ ἀπαθῆ  μὲν εἶναι τὴν ἀπ’ ἐγκεφάλου δύναμιν, ἀπαθῆ δὲ καὶ τὰ μόρια τοῦ σώματος, ἐπὶ τοῖς χυμοῖς δὲ μόνοις σηπομένοις, ἔχοντος τὴν ὑπόθεσιν ὅλου τοῦ νοσήματος, ὅπερ ἐστὶ πυρετώδους ὄντος. εἶτα τούτων οὕτως ἐχόντων ἀπ’ ἀρχῆς φαίνεσθαι πάντα ἐν τοῖς οὔροις ἀγαθὰ σημεῖα, τοῦτον τὸν ἄνθρωπον ἀδύνατον ἀποθανεῖν, ὥστε κἂν ἐπιφαίνηταί τι σύμπτωμα φοβερὸν, οὐ μόνον οὐ καταπλαγήσῃ, καθάπερ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ καὶ κρίσεως αὐτὸ μηνυτικὸν ἡγήσῃ. καὶ γὰρ ὀδυνῶνται κεφαλὴν καὶ παρανοοῦσι καὶ βλέπουσιν ὀρφνώδη τε καὶ ξανθὰ καὶ ἀμβλυώττουσι καὶ καρδιαλγοῦσι καὶ δυσπνοοῦσιν, ὑποχόνδριά τε συντείνονται λόγῳ κρίσεως, αὖθις δὲ διαχωρήματα κακοήθη καὶ πτύσματα, καί τινες ἔμετοι γινόμενοι καὶ μόρια μελαινόμενα καὶ σηπόμενα καὶ νεκρούμενα τὸν ἄνθρωπον ἀποφαίνει κατὰ πάντα βελτίω. καὶ γὰρ εὐπνούστεροι καὶ εὐορεκτότεροι καὶ εὐϋπνότεροι καὶ ἀνωδυνώτεροι καὶ κατὰ τὰς ἀναστάσεις κουφότεροι καὶ τὸ σύμπαν εὐφορώτεροι, πολλάκις ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν οἱ κάμνοντες ἐγένοντο, φανερῶς ἐνδεικνυμένων τῶν κενουμένων ἐκκαθαίρεσθαι τὸ σῶμα, τῆς φύσεως ἐκ παραδόξου τὴν ἔμπροσθεν ἧτταν ἀναμαχομένης. ἅπαντα δὲ ταῦτα δυνάμει προείρηται καὶ διώρισται κατὰ τὸ βιβλίον τοῦτο καὶ μόνα τὰ παρὰ τῶν σφυγμῶν αὐτοῖς γε χρὴ προσθεῖναι γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ σαφῶς πάντα, μηδαμόθεν παρακειμένων Σφιγγὸς αἰνιγμάτων, οἷα μυρία γεγράφασιν οἱ περὶ τὸν Ἀρχιγένην. ταῦτ’ οὖν ἅπαντα πρόχειρα τῇ μνήμῃ φυλάττων ἐπίβλεπε παραβάλλων ἀλλήλοις. ἐξ αὐτῶν γὰρ δυνήσῃ προλέγειν καὶ τὰ παραλειπόμενα πρὸς τῶν ἀῤῥώστων, ἐνίοτε μηδ’ αὐτοῖς τοῖς οἰκείοις αὐτῶν ἀκριβῶς γινωσκόμενα, ὡς ἐμὲ πολλάκις ἐθεάσασθε τοῦτο μὲν ἐπὶ τῶν πριόντων τοὺς ὀδόντας εἰπόντα φύσει τὸ σύμπτωμα τοῦθ’ ὑπάρχειν αὐτοῖς, ὡς νομίσαι τοὺς ἀκούοντας οἰκείους, οὐκ ἐξ ἰατρικῆς, ἀλλ’ ἀπὸ μαντικῆς τέχνης γεγονέναι τὴν πρόῤῥησιν. ἐνίοτε δ’ ἐπὶ τῶν κοιμωμένων παρηνεῳγμένοις τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τοῦθ’ ὑπάρχει φύσει. καί τινος ἐπὶ τὰ στέρνα κατακειμένου καὶ τοῦτο ἀναγκαῖον ὑπάρχειν αὐτῷ φύσει. γυναικὸς δέ τινος ὤφθη ποθ’ ἡμῖν εἰσελθοῦσιν ὁ δεξιὸς ὀφθαλμὸς ὑπερέχειν θατέρου πολλῷ δή τινι, περὶ ἧς ἔφην, ἔμπροσθεν τῆς νόσου γεγονέναι τὴν προπέτειαν. ἐπ’ ἄλλου δὲ κοιλότητα τῶν κροτάφων μεγίστην, ὁρωμένου κἀκείνου πρῶτον τότε, κατὰ φύσιν ὑπάρχειν ἔφην αὐτὴν, ἄλλου δὲ ὑφαίμους τοὺς ὀφθαλμοὺς εἶναι φύσει. παρεσπασμένον δ’ ἐφ’ ἑτέρου τινὸς μέρος ὀφρύων ἢ ὀφθαλμῶν ἢ χειλῶν εἶπον. ἔνια δὲ καὶ πρὸ τοῦ νοσήματος ἔκ τινος ἔξωθεν αἰτίας γεγονέναι, καὶ μὲν δὴ καὶ διαλείποντα σφυγμὸν ἑτεροσφυξίαν τε καὶ τοιαῦθ’ ἕτερα φύσει τισὶν ὑπάρχειν ἔφην, ἀγνοούμενα καὶ τοῖς κάμνουσιν αὐτοῖς ἐνίοτε καὶ σωθέντων αὐτῶν, ὤφθησαν παραμένοντα φωνάς τε τραχείας ἢ βραγχώδεις ἢ κλαγγώδεις τῷ μὲν φύσει, τῷ δὲ πρὸς τῆς νόσου γενομένας, περὶ ὧν ἐπὶ πλέον ἐν τῇ περὶ τοῦ προγινώσκειν πραγματείᾳ διεληλυθὼς οὐδὲν δέομαι ἐπαναλαμβάνειν νῦν, ἀλλὰ τὸ κεφάλαιον ἀρκεῖ τῆς τῶν τοιούτων εὑρέσεως εἰπόντα καταπαῦσαι τὸν λόγον. ὅταν γὰρ ἐκ τῶν ἄλλων ἁπάντων ἀκίνδυνον φαίνεται τὸ νόσημα, τὸ τοιοῦτον φοβερὸν σύμπτωμα φύσει παρεῖναι γίνωσκε ἢ πάντως γε πρὸ τῆς νόσου γεγονέναι διὰ φανεράν τινα αἰτίαν, ὥστε καὶ ἐμοὶ καὶ Ἱπποκράτει πιστεύσαντες ἐπισκέπτεσθε, καθότι προείρηται, τὰς τῶν σημείων δυνάμεις ἐκλογιζόμενοι, καθάπερ, φημὶ, προεῖπεν. αὐτὸς γὰρ τοῦ παραδείγματος ἐμνημόνευσεν, ὅταν ὁμοῦ τε πῦον ἀναβήσσῃ καὶ χολήν. εἴρηται δ’ αὐτῷ τοῦτο κατά γε τὴν ῥῆσιν ἐκείνην ἧς ἡ ἀρχή· τῶν δὲ ἐμπυημάτων ὅσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκονται, ὀλέθρια κάρτα εἴτ’ ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο εἴτε ὁμοῦ. κατὰ ταύτην γὰρ τὴν ῥῆσιν ἠξίωσε θεωρεῖν ἀκριβῶς ἅπαντα τὰ τῷ κάμνοντι συνυπάρχοντα καὶ διῆλθέν γε ἔνια αὐτῶν, τῶν μὲν ἀγαθῶν οὕτως ἀρξάμενος. ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα εὐπετέως φέρειν τὸ νόσημα, εὔπνοον εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον ῥηϊδίως ἀναβήσσειν. εἶτα ἐφεξῆς αὐτὰ διελθὼν πάντα τῶν κακῶν αὖθις ἀρχόμενός φησι. κακὰ δὲ τὰ ἐναντία τούτων δυσπετέως φέρειν τὸ νόσημα πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόγις ἀναβήσσειν, διψῇν κάρτα, τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως ἔχεσθαι. αὕτη σοι καὶ ἡ τῶν μοχθηρῶν σημείων ἀρχὴ τῆς διδασκαλίας ἔμπροσθεν ὑπ’ αὐτοῦ γεγενημένης κατὰ τὴν προειρημένην ἐπὶ τῶν πτυσμάτων ὧν ἔγραψε ὑπόθεσιν. ὡς οὖν, φησὶν, ἐπὶ τούτων εἶπον, οὕτως ἐπὶ πάντων πρᾶττε μηδὲν παραλείπων, ἀλλὰ κατὰ μέρος ἐκλογιζόμενος ἑκάστου σημείου τὴν δύναμιν, εἶθ’ οὕτως παραβάλλων ἀλλήλοις αὐτά.

Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμεῖσθαι καὶ μὴ λανθάνειν τὴν τῆς ὥρης κατάστασιν.

Εἰς τὸ προγνῶναι τὰ γενησόμενα τοῖς κάμνουσι συμπτώματα, μέγιστον συντελεῖ καὶ ἡ τῶν ἐπιδημούντων νοσημάτων γνῶσις, ἤδη τε ἐνεστῶτα καὶ μέλλοντα ἔσεσθαι. διείλεκται δ’ αὐτὸς ἐν κεφαλαίοις βραχέσι κατὰ τοὺς ἀφορισμοὺς,  τά τε καθ’ ὥραν ἑκάστην πλεονάζοντα καὶ τὰ τῇ παρούσῃ τε καὶ προγεγονυίᾳ καταστάσει συνεπόμενα. τοῦ μὲν γὰρ ἦρος ἔφη πλεονάζειν τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ τὰ ἄλλα ἐφεξῆς ὅσα κατέλεξεν, ἅ τε τοῦ ἦρός εἰσιν ἴδια καὶ τῶν ἄλλων ὡρῶν, ὅταν δηλονότι φυλάττωσι τὰς οἰκείας φύσεις. εἰ δὲ μὴ φυλάττοιεν, ἐπιδημήσειν φησὶν ἕτερα νοσήματα, τῇ γενομένῃ καταστάσει προσήκοντα· καὶ τούτων ἐδίδαξε τίνα μὲν ἐξ ὑστέρου γενήσεται, τίνα δὲ εὐθὺς ἅμα τῇ πρώτῃ καταστάσει. περὶ μὲν οὖν τῶν ὕστερον ἐπιγινομένων ᾧδέ πως ἐδίδαξεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον καὶ τὰ ἄλλα ὅσα τούτων ἐφεξῆς φησι· περὶ δὲ τῶν ἐν αὐταῖς ταῖς παρούσαις καταστάσεσιν, ἐν οἶς φησι· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς. ἐν ἀφορισμοῖς μὲν οὖν διὰ κεφαλαίων ἐδίδαξε περὶ τῶν ἐπιδημίων νοσημάτων, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἐπὶ τὰ κατὰ μέρος ἧκεν. ὁπόση δ’ ἐστὶ καὶ τούτων αὐτῶν ἡ χρεία, καί τοι δοκούντων ἐν τοῖς καθόλου περιέχεσθαι, λεχθήσεται κατὰ τὰ τῶν ἐπιδημιῶν ὑπομνήματα, τούτοις ἀκολούθως γραφησόμενα. νυνὶ δὲ τὸ κεφάλαιον ἐρῶ τῆς ὅλης προγνώσεως, ὑπὲρ οὗ τὸν λόγον ὁ Ἱπποκράτης ἐποιήσατο κατὰ τὴν προκειμένην ῥῆσιν. οἷς γὰρ εἴρηκε σημείοις ἐν τῷ προγνωστικῷ τούτῳ βιβλίῳ τῶν νοσημάτων αὐτῶν ἰδίοις, τούτοις ἀξιοῖ προστίθεσθαι τὰ διὰ τὸ περιέχον γινόμενα. φέρε γὰρ ὦφθαί τινα σημεῖα κατὰ τὸν λόγον τοῦ νοσήματος αἱμοῤῥαγίας, εἶναι δὲ καὶ τὴν ὥραν ἐαρινὴν, ἔτι μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν. εἰ δὲ καὶ ἡ παροῦσα κατάστασις εἴη θερμὴ καὶ ὑγρὰ, πολλῷ δὴ μᾶλλον καὶ ἡ τῶν προγεγενημένων δυοῖν ἢ τριῶν ὡρῶν κατάστασις, εἰ αἵματος εἴη γεννητικὴ, ἔτι καὶ μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν· ὥσπερ οὖν ὁ λόγος ἐπὶ τῆς αἱμοῤῥαγίας, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀρκέσει δὲ εἰπεῖν ἓν ἔτι παράδειγμα γενησομένων ἱδρώτων. ἐν καύμασιν ἀνύδροις πυρετοὶ ἀνιδρῶτες τὰ πλεῖστα, τοῖσι δὲ ἐπὶ ψεκάσιν ἱδρωτικώτεροι γίνονται. δῆλον οὖν ὅτι πρὸς τοῖς ἄλλοις σημείοις ὅσα τοῦ νοσήματός ἐστιν ἴδια, δηλωτικὰ γενησομένων ἱδρώτων ἔτι καὶ τοῦ περιέχοντος ἡ κατάστασις προσερχομένη τὴν ἐλπίδα τοῦ γενησομένου βεβαιοτέραν ὑπογράφει.

Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει καὶ τὰ χρηστὰ ἀγαθόν.

Οὐ παρὰ τοῖς ἰατροῖς μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ῥήτορσιν ἐζήτηται τίνι διαφέρει σημείου τεκμήριον, οὐκ ἐν σημαινομένοις μόνον, ὡς ἄλλοτι, τοῦ προβλήματος ἔχοντος τὴν σύστασιν, ἀλλὰ καὶ πραγμάτων ἐφαπτομένου. χρὴ γὰρ εὑρεῖν τινα φύσιν διττὴν πραγμάτων, ἀφ’ ὦν οἱ μὲν ἰατροὶ προγινώσκουσιν, οἱ δὲ ῥήτορες ἀποδεικνύουσιν ἢ πείθουσιν ἐπὶ μὲν οὖν τῶν εἰς τὰς ἀποδείξεις λαμβανομένων, εἴτ’ ἐπιστημονικάς οὔσας εἴτε πιθανὰς, ἡ διαφορὰ μὲν μία ἐστὶν ἀναγκαία τε καὶ διὰ παντὸς ἔχουσα τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον, ἐξ ὧν ἡ πρότασις σύγκειται. ἄλλη δ’ οὐκ ἀναγκαίως οὐδὲ διὰ παντὸς, ἀλλ’ ὡς τὸ πολὺ μόνον. ἔτι δὲ κατ’ ἄλλην διαφορὰν ἡ μὲν ἐκ τηρήσεώς ἐστιν ἐμπειρικῆς, ἡ δὲ ἐξ ἀκολουθίας λογικῆς, ὅπερ ἐστὶν ἔνδειξις. αὕτη μέν ἐστι τῶν πραγμάτων ἡ διαφορά. τοῖς δ’ ὀνόμασιν ἐπ’ αὐτῶν οὐχ ὁμοίως ἐχρήσαντο πάντες, ἀλλ’ οἵ γε χαριέστεροι, παρίημι γὰρ ἑκὼν τοὺς ἄλλους, ἐπὶ μὲν τῇ προτέρᾳ τομῇ κατὰ τοῦ διηνεκῶς μὲν ἓν ὁτιοῦν δηλοῦντος ἀξιοῦσι χρῆσθαι τῇ τοῦ τεκμηρίου προσηγορίᾳ, σημεῖον δ’ ὀνομάζουσι τὸ ἕτερον, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸ μὲν ἐκ τηρήσεως σημεῖον, τὸ δ’ ἐξ ἐνδείξεως τεκμήριον. ὅτι μὲν οὖν οὕτω χρῶνται τοῖς ὀνόμασιν οἱ Ἕλληνες οὐκ ἰατροῖς μόνον ἐπίστασθαι χρήσιμον, ἀλλὰ κἀκείνοις ὅσοις τῇ τέχνῃ προσήκει τὸ ἑλληνίζειν. ὅτι δὲ εἴς τε τὰς ἀποδείξεις καὶ τὰς προγνώσεις ἡ εἰρημένη διαφορὰ τῶν πραγμάτων ἐγνῶσθαι χρησιμωτάτη πρόδηλον εἶναι παντὶ νομίζω. τό γε μὴν ἀμφότερα τὴν ἑαυτῶν ἀεὶ διαφυλάττειν δύναμιν, ὅσα τε ἀγαθόν τι δηλοῖ καὶ ὅσα τι κακὸν, ἄξιον ἐπισκέψεώς ἐστιν. ἐν γοῦν τοῖς ἀφορισμοῖς αὐτὸς εἶπεν, ἐν ταῖς νούσοις ἧττον κινδυνεύουσιν οἱ νοσέοντες, οἷς ἂν οἰκείη τῆς φύσεως καὶ τῆς ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὤρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκείη κατὰ τι τουτέων. τοῦτ’ οὖν πρὸς τὸ νῦν εἰρημένον οὐ διαφέρεται, κακὸν μὲν γάρ τι σημαίνειν ἔφη τὰ κακὰ διὰ παντὸς, οὐ μὴν ὅτι γε ὡσαύτως ἢ οὐχ ὡσαύτως ἔτι προσέγραψεν, ὁ εἰρημένος ἀφορισμός. οὐδέτερον δὲ μετατίθησιν εἰς τὴν ἐναντίαν φύσιν, ἀλλ’ ἦττον καὶ μᾶλλον ὑπάρχειν αὐτοῖς τοῦτό φησι, παρά τε τὰς φύσεις καὶ τὰς ἡλικίας καὶ τὰ ἄλλα ὅσα κατέλεξεν, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἂν ἐναντία λέγοιτο πρὸς Ἱπποκράτους, κατ’ ἐκεῖνο δὲ μᾶλλον, ὅταν εἴπῃ τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ  γινόμενα παρὰ λόγον· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τι διαμένειν οὐδὲ χρονίζειν εἴωθε. διὰ τοῦτο γοῦν αὐτὸ προσέγραψεν ἐν τῷ προγνωστικῷ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν. ἐν μὲν γὰρ τοῖς συμπτώμασι γίνεταί τις μετάπτωσις ἔκ τε τῶν πονηρῶν εἰς ἀγαθὰ κἀκ τῶν ἀγαθῶν εἰς πονηρά. τῶν δὲ σημείων οὐδὲν εἰς τοὐναντίον μεταπίπτειν πέφυκεν, ἀλλ’ ἧττον μὲν καὶ μᾶλλον ἤτοι κακόν τι σημαίνειν ἢ ἀγαθὸν, οὐ μὴν ἀγαθὸν μὲν νῦν, αὖθις δὲ κακὸν, ἢ κακὸν μὲν νῦν, αὖθις δ’ ἀγαθόν. ὅσα γοῦν ἐν τοῖς οὔροις εἶπεν εἶναι κακὰ σημεῖα, ταῦτ’ οὐκ ἄν ποτε ἀγαθὰ γένοιτο, καθάπερ οὐδὲ τῶν ἀγαθῶν οὐδὲν κακόν. οὕτως δὲ καὶ ὅσα περὶ τῶν πτυσμάτων ἢ διαχωρημάτων ὡς ἀγαθῶν ἢ κακῶν εἴρηκεν οὐδὲν εἰς τοὐναντίον μεταπίπτει. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅσα περὶ τὸ πρόσωπον εἶπε γίγνεσθαι σημεῖα κατὰ χρόαν ἢ ὄγκον ἢ σχῆμα καὶ περὶ κατακλίσεων δὲ καὶ τοῦ πελιδνοῦσθαι καὶ μελαίνεσθαι μόριον ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πάσχειν. ἅπαντα γὰρ διαφυλάττει τὴν οἰκείαν δύναμιν οὐ κατὰ τὸ μέγεθος δηλονότι, προείρηται γὰρ ὅτι τὸ μᾶλλον δέχεται καὶ ἧττον, ἀλλὰ κατὰ γένος, ἐπεὶ μήτε τῶν ἀγαθῶν οὐδὲν εἰς τὸ τῶν κακῶν μεταπίπτει γένος, ἐκείνων τε οὐδὲν εἰς τὸ τῶν ἀγαθῶν. ὅταν γε δηλονότι μετὰ τῶν οἰκείων ἐξετάζηται διορισμῶν, οὐ μὴν ἐπί γε τῶν συμπτωμάτων οὕτως ἔχει. καὶ γὰρ δυσπνοοῦσιν ἔνιοι καὶ παραφρονοῦσι καὶ ὑποχόνδριον ἀνασπῶνται καὶ μαρμαρυγὰς ὁρᾷν οἴονται καί τινα ὀρφνώδη προφαίνεσθαι κρίσεως λόγῳ, καὶ μὴν καὶ καρδιαλγεῖν καὶ χεῖλος τὸ κάτω σείεσθαι καὶ παρωτίδας καί τινα ἑτέραν ἀπόστασιν ἔχειν. ἅπαντα γὰρ φαίνεται ταῦτα ποτὲ μὲν, ὡς εἴρηται, κρίσεως λόγῳ γινόμενα, ποτὲ δὲ αὐξανομένοις νοσήμασιν ἑπόμενα, καθὸ κἀκεῖνο δεόντως εἴρηται πρὸς αὐτοῦ· τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα· διώρισται δ’ ἡμῖν ὑπὲρ ἁπάντων τῶν τοιούτων ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ κρίσεων, ὥστε μηδὲν εἰς τὸ προγινώσκειν ἐνδεῖν καὶ διὰ τοῦτο, ὅπερ ἀεὶ συμβουλεύω καὶ νῦν διελθεῖν οὐκ ὀκνήσω. πρῶτα μὲν καὶ μάλιστα σπουδάζειν φημὶ μαθεῖν ὅσα τῆς ἰατρικῆς ἐστιν ἔργα· τὰ δ’ ἄλλα ὅσα τοιαῦτα τινὰ μὲν ἐν φωνῇ καὶ σημαινομένῳ τὴν ζήτησιν ἔχοντα, τινὰ δὲ λογικῆς ἐχόμενα θεωρίας, ὕστερόν ποτε καὶ κατὰ πολλὴν σχολὴν μεταχειρίζεσθαι, καθάπερ καὶ νὺν ἐπὶ τῶν σημαινομένων ἔκ τε τοῦ τεκμήριον ὀνόματος καὶ τοῦ σημεῖον. ἐπειδὴ γὰρ ὅσον ἐστὶ χρήσιμον εἰς τὴν τέχνην εἴρηταί μοι, προσθήσω τι καὶ τῆς τούτων ἐξηγήσεως ἐχόμενον, ἕτερον ὧν ἔμπροσθεν εἶπον. ἔστι δὲ τοῦτο τοιόνδε· τῶν κρισίμων συμπτωμάτων ἐγχωρεῖ κατηγορῆσαι τὸ σημεῖον ὄνομα, τὸ μέντοι τεκμήριον οὐκ ἐγχωρεῖ. μόνα γὰρ ἐκεῖνα σημεῖά τε ἅμα καὶ τεκμήρια καλοῦσιν οἱ Ἕλληνες, ἐξ ὧν ἔνεστι τεκμήρασθαί τι περὶ τῆς σωτηρίας ἢ ἀπωλείας τοῦ κάμνοντος, ἃ περιλαβὼν ἄν τις ἑνὶ κεφαλαίῳ φαίη γνωρίσματ’ εἶναι τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων, ὅπως ἔχωσιν ἀῤῥωστίας ἢ ῥώμης, ἐν οἷς δηλονότι καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. τῶν δὲ κρισίμων συμπτωμάτων οὐδὲν ἔχει τοιαύτην φύσιν· ἀλλ’ ὅτι μὲν ἔσται κρίσις δηλοῦται πρὸς αὐτῶν, ὥσπερ ὅτι δι’ ἐκκρίσεως ἢ ἀποστάσεως, ἔτι τε πρὸς τούτοις διά τινος ἐκκρίσεως ἢ ἀποστάσεως οἷον αἱμοῤῥαγίας ἢ ἐμέτων ἢ παρωτίδων. εἴτε δὲ ἀγαθὴ γενήσοιτο κρίσις ἢ κακὴ, διὰ τῶν τοιούτων σημείων οὐκ ἔνεστι τεκμήρασθαι. φαίνονται γὰρ οὐδὲν ἧττον ἢ εἰς ἀγαθὸν ἢ εἰς κακὸν αἱ τοιαῦται κρίσεις ἅπασαι τελευτῶσαι. καὶ διορισμὸν αὐτῶν ἐδίδαξεν ἡμᾶς βεβαιότατον οὐκ ἐκ συμπτωμάτων τινῶν γινόμενον, ἀλλ’ ἐκ σημείων τε καὶ τεκμηρίων τινῶν. πεπασμοὶ γὰρ, φησὶ, ταχύτητα κρίσιος, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα ἢ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ χρόνους ἢ πόνους ἢ θανάτους ἢ τῶν αὐτέων ὑποστροφάς. ὥσθ’ ὅτι μὲν ἔσται κρίσις ἐκ τῶν κρισίμων συμπτωμάτων, ἃ δὴ καὶ σημεῖα κρίσιμα καλεῖν ἐγχωρεῖ, προγνῶναι δυνατόν ἐστιν, εἴτε δὲ εἰς ἀγαθὸν εἴτ’ εἰς κακὸν αὕτη τελευτήσει, διὰ τῶν πεπασμένων ἡ γνῶσις, ἐν οἷς πάλιν οὐ τοῦ γενήσεσθαι κρίσιν ἡ δήλωσις, ἀλλὰ τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι. ἔστω δέ σοι καὶ ἥδε πρὸς ταῖς εἰρημέναις ἔμπροσθεν ἐξήγησις τῶν προσηγοριῶν, ἅμα χρησίμοις πράγμασιν εἰς τὴν τέχνην εἰρημένη. μέμνησο δὲ ὅτι καὶ τὰ κρίσιμα σημεῖα συμπτώματά ἐστι τῷ γένει δηλοῦντα τὰς ἐσομένας ἐκκρίσεις ἢ ἀποστάσεις. αὗται δὲ τοῦ λῦσαι τὴν νόσον ἢ καταλῦσαι τὴν δύναμιν αἴτια μὲν πρώτως, κατὰ συμβεβηκὸς δὲ καὶ σημεῖα γίνονται.

Ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα.

Οὐ κατὰ τὴν ἑαυτῷ συνήθη βραχυλογίαν τὸν περὶ τῶν χωρῶν ἐποιήσατο λόγον. ἐνῆν γὰρ αὐτῷ τῇ πρὸ ταύτης ῥήσει δύο συλλαβὰς προστιθέντι μηδὲν ἔτι δεῖσθαι ταύτης· προσθεὶς οὖν αὐτὰς ἐγὼ δείξω ἐναργῶς ὁποῖός τις ἂν ὁ λόγος ἐγεγόνει. εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ καὶ χώρῃ τά τε κακὰ κακόν τι σημαίνει καὶ τὰ χρηστὰ  ἀγαθόν. ἐν ταύτῃ τῇ ῥήσει τὸ χώρῃ προσθεὶς ἔδειξά σοι περιττὴν εἶναι τὴν νῦν προκειμένην ῥῆσιν. οὐδὲν γὰρ ἄλλο δι’ αὐτῆς ἐδιδάχθη ἢ τὰ σημεῖα τά τε ἀγαθὰ καὶ τὰ κακὰ ταὐτὸν ἑαυτοῖς σημαίνειν ἑκάτερα ἐν ἁπάσῃ ὥρῃ, κἂν θερμὴ κἂν ψυχρὰ κἂν εὔκρατος ᾖ. Λιβύης μὲν γὰρ ὡς θερμῆς, Σκυθίας δὲ ὡς ψυχρᾶς, Δήλου δ’ ὡς εὐκράτου καὶ μέσης ἀμφοῖν, ἕνεκα παραδείγματος ἐμνημόνευσεν.

Εὖ γοῦν χρὴ εἰδέναι ὅτι ἐν τοῖς αὐτοῖσι χωρίοισιν οὐδὲν δεινὸν τὰ πολλαπλάσια αὐτῶν ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.

Ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμέν που κατὰ τὴν τοῦ λόγου χρείαν, τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὅτι τῷ καλῶς ἐκμαθόντι τὰς δυνάμεις τῶν σημείων ὑπάρξει, κἂν εἰ μὴ διὰ παντὸς ἀκριβῶς προγινώσκειν τὰ γενησόμενα, τὸ γοῦν ἐπιτυγχάνειν πολλαπλάσιον τῶν ἀποτυγχανομένων, ἐν ᾧ δὴ καὶ βελτίων ἕτερος ἑτέρου τῶν ὁτιοῦν προγινωσκόντων ἐστί. τὸ μὲν γὰρ μηδέποτε ἁμαρτάνειν μεῖζον ἢ κατ’ ἄνθρωπον, τὸ δ’ ὡς ἥκιστα τεχνίτου μόνου. πολλῆς δὲ οὔσης καὶ κατ’ αὐτὸ τοῦτο διαφορᾶς ὁ μὲν ἐν τοῖς εἴκοσιν ἅπαξ ἀποτυγχάνων οὐκ ὀλίγῳ τινὶ βελτίων ἐστὶ τοῦ κατὰ δέκα διαμαρτάνοντος ἅπαξ, αὐτοῦ δὲ τούτου πάλιν ὁ ἐν τοῖς ἑκατὸν ἅπαξ ἀποτυγχάνων, ὥσπερ γε καὶ τούτου πάλιν ὁ ἐν τοῖς διακοσίοις. οὐκ οὖν ὀρθῶς ἡμᾶς ἐρωτῶσιν οἱ ἐμπειρικοὶ τί ᾖ τῶν ὡς τὸ πολὺ θεωρημάτων ἐκ τῆς τοῦ λόγου προσθήκης ἀδιάπτωτόν τε καὶ διηνεκὲς ἐποιησάμεθα. εἶτ’ οὐκ ἔχοντες δεῖξαι δοκοῦσιν ἐλέγχειν, ὡς ἐκ περιττοῦ τὸν λόγον προστιθέντας. εἰ γὰρ μὴ διηνεκῶς, ἀλλὰ πλεονάκις γ’ ἐκείνων, τοῦ τέλους τῆς τέχνης τυγχάνομεν, ὥσπερ ἐν τῷ προγινώσκειν τὰ μέλλοντα γενήσεσθαι τοῖς κάμνουσιν, οὕτω κἀν τῷ θεραπεύειν αὐτούς.

Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος ὄνομα ὅ τι μὴ τυγχάνει ἐνθάδε γεγραμμένον, πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισιν κρίνεται, γνώσῃ τοῖσι αὐτέοισι σημείοισι.

Τοῦτό μοι δοκεῖ προσθεῖναι κατὰ τὴν τελευτὴν τοῦ λόγου, διότι περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται τὴν διδασκαλίαν ἔφησε πεποιῆσθαι κατὰ τοῦτο. μεμνημένος οὖν ὅτι τὰ μὲν πλεῖστα τῶν εἰρημένων ὑπ’ αὐτοῦ σημείων ἀγαθῶν τε καὶ κακῶν ἁπλῶς εἴρηται κατὰ πάντων κοινῇ τῶν νοσημάτων, ὀλίγα δ’ ἐπ’ ἐνίων ἀφωρισμένων, ἀνέμνησε καὶ ἡμᾶς αὐτοῦ μετὰ τοῦ προσθεῖναι τὸ μηδὲν παραλελεῖφθαι κατὰ τὸν λόγον, ὃ τάχα ἂν ἡμεῖς ᾠήθημεν εἶναι ψευδές· ἐπειδὴ τινῶν μὲν ἐμνημόνευσεν ὀνομαστὶ, τινῶν δ’ οὔ. τοῦτο γὰρ αὐτὸ δηλοῖ, μὴ μάτην ὑπ’ αὐτοῦ γεγονέναι μηδ’ ἄνευ τινὸς αἰτίας, ἀλλ’ ἐπειδὴ παρὰ τὰ ἄλλα διδασκαλίας ἐξαιρέτου τινὰ τῶν νοσημάτων ἐδεῖτο, διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ἰδίᾳ. τὰ δ’ ἄλλα πάντα τὰ παραλελειμμένα τοῖς κοινοῖς ὑποπέπτωκε σημείοις εὐθέως γε τοῦτο πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένον, ὃ προσαγορεύουσι, νεκρῶδες πρόσωπον ἐπὶ παντὸς νοσήματος ὀξέως, ὀλέθριον ἀληθῶς εἴρηται. κατὰ δὲ τὸν αὐτὸν λόγον ὅσα περὶ κατακλίσεως ἔγραψεν ἢ ἀναπνοῆς ἢ ὕπνων ἢ ἀγρυπνίας ἢ τῶν ἄλλων, ὅσα κοινὰ πάντως ἐστὶ τῶν ἐν τοῖς προγεγραμμένοις χρόνοις κρινομένων. οὐ γὰρ δή γε περὶ τῶν χρονίων αὐτῷ τὸ σύγγραμμά ἐστιν, ἀλλ’ ὡς αὐτὸς εἶπεν, ὀξέων τε καὶ τῶν ἐκ τούτων γινομένων, ὧν καὶ τοὺς χρόνους αὐτὸς ἐδήλωσεν, ἐπ’ ἐνίων μὲν εἰκοστὴν ἡμέραν, ἐπ’ ἐνίων δὲ τεσσαρακοστὴν ἢ ἑξηκοστὴν ὅρον θέμενος.