Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts sections
This pointer pattern extracts chapters
Ἄρξομαι δὲ ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ ΕὐρώπῃΚαὶ νῆσοι ἐνταῦθα ἔπεισι δύο, αἷς Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῆ Εὐρώπῃ
ἐμπόρια πολλὰ Καρχηδονίων καὶ πηλὸς καὶ πλημμυρίδες καὶ πελάγη.
2. ἸΒΗΡΕΣ. Τῆς Εὐρώπης εἰσὶ πρῶτοι Ἴβηρες, Ἰβνρίας ἔθνος, καὶ ποταμὸς
Ἴβηρ... Εἶτα Ἐμπόριον (πόλιν Ἑλληνίδα ᾗ ὄνομα Ἐμπόριον)· εἰσὶ δ οὗτοι
Μασσαλιωτῶν
3. ΑΙΓΥΕΣ ΚΑΙ ΙΒΗΡΕΣ. Ἀπὸ δὲ Ἰβήρων ἔχονται Λίγυες καὶ Ἴβηρες μιγάδες μέχρι ποταμοῦ Ῥοδανοῦ. Παράκλουςʼ Λιγύων ἀπὸ Ἐμπορίου μέχρι Ῥοδανοῦ ποταμοῦ δύο ἡμερῶν καὶ μιᾶς νυκτός.
4. ΑΙΓΥΕΣ. Ἀπὸ Ῥοδανοῦ ποταμοῦ ἔχονται Λίγυες μέχρι Ἀντίου. Ἐν ταύτῃ τῇ
χώρᾳ πόλις ἐστὶν Ἑλληνὶς
5. ΤΥΡΡΗΝΟΙ. Ἀπὸ δὲ Ἀντίου Τυρρηνοὶ ἔθνος μέχρι Ῥώμης πόλεως. Παράπλους ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.
6. ΚΚΥΡΝΟΣ. Κατὰ δὲ Τυρρηνίαν κεῖταινῆσος Κύρνος. Ἔστι δὲ ἀπὸ Τυρρηνίας ὁ πλοῦς εἰς Κύρνον ἡμέρας καὶ ἡμίσεως· καὶ νῆσος ἐν μέσῳ τῷ πλῷ τούτῳ οἰκουμένη, ᾗ ὄνομα Αἰθαλία, καὶ ἄλλαι πολλαὶ ἔρημοι νῆσοι.
7. ΣΑΡΔΩ. Ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος.
Καὶ νῆσος ἐρήμη ἐν τῷ
8. ΛΑΤΙΝΟΙ. Τυρρηνίας ἔχονται Αατῖνοι μέχρι τοῦ Κιρκαίου. Καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός.
9. ΟΛΣΟΙ. Λατίνων δὲ ἔχον ται Ὀλκοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς.
10. ΚΑΜΠΑΝΟΙ. Ὀλσῶν δὲ ἔχονται Καμπανοί. Καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῇ Καμπανίᾳ· Κύμη, Νεάπολις. Κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πολις Ἑλληνίς. Παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς.
11. ΣΑΥΝΙΤΑΙ. Καμπανῶν δὲ ἔχονται Σαυνῖται· καὶ παράπλους ἐστὶ Σαυνιτῶν ἡμέρας ἥμισυ.
12. ΑΕΥΚΑΝΟΙ. Σαυνιτῶν δὲ ἔχονται Λευκανοὶ μέχρι Θουρίας. Ὁ πλοῦς δέ ἐστι
παρὰ Λευκανίαν ἡμερῶν Ϛ΄ καὶ νυκτῶν Ϛ΄, Ἡ δὲ Λευκανία ἐστὶν ἀκτή. »Εν
ταύτῃ πόλεις εἰσὶν Ἑλληνίδες αἵδε· Ποσειδωνία,
13. ΣΙΚΕΑΙΑ. Κατὰ δὲ Ῥήγιόν ἐστι Σικελία νῆσος ἀκὸ τῆς Εὐρώπης ἀπέχουσα
στάδια ιβ΄ εἰς Πελωριάδα ἀνεὸ Ῥηγίου. Ἐν δὲ Σικελία ἔθνη βάρβαρα τάδε
ἐστίν· Ἔλυμοι, Σικανοὶ, Σικελοὶ, Φοίνικες, Τρῶες. Οὗτοι μὲν βάρβαροι,
οἰκοῦσι δὲ καὶ Ἕλληνες. Ἀκρωτήρεον δὲ Σικελίας Πελωριάς. Πόλεις δʼ εἰσὶν
ἀπὸ Πελαιριάδος Ἑλληνίδες αἵδε· Μεσσήνη καὶ λιμὴν, Ταυρομένιον, Νάξος,
Κατάνη, Λεοντῖνοι· εἰς τοὺς Λεοντίνους δὲ κατὰ Τηρίαν ποταμὸν ἀνάπλους
κ’ σταδίων· s Σύμαιθος ποταμὸς καὶ πόλις Μεγαρὶς καὶ λιμὴν Ξιφώνειος.
Ἐχομένη δὲ Μεγαρίδος πόλις ἐστὶ Συράκουσαι, καὶ λιμένες ἐν αὐτῇ δύο·
τούτων ὁ ἕτερος ἐντὸς τείχους, ὁ δ᾿ ἄλλος ἔξω. Μετὰ δὲ ταύτην πόλις
Ἕλωρον καὶ Πάχυνος ἀκρωτήριον. Ἀπὸ Παχύνου δὲ πόλεις Ἑλληνίδες αἵδε·
Καμάρινα, Γέλα, Ἀκράγας, Σελινοῦς, Λιλύβαιον ἀκρωτήριον. Ἀπὸ δὲ
Αιλυβαίου Ἔστι δὲ ἡ Σικελία τρίγωνος· τὸ
δὲ κῶλον ἕκαστον αὐτῆς ἐστὶ μάλιστα σταδίων αφ΄.
Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἀπὸ γὰρ Ῥηγίου πόλεις εἰσὶν αἵδε· Λοκροὶ, Καυλωνία, Κρότων, Λακίνιον ἱερὸν Ἥρας καὶ νῆσος Καλυψοῦς, ἐν ᾗ Ὀδυσσεὺς ᾤκει παρὰ Καλυψοῖ, καὶ ποταμὸς Κρᾶθις καὶ Σύβαρις καὶ Θουρία πόλις. Οὗτοι ἐν τῇ Λευκανίᾳ Ἕλληνες.
14. ΙΑΠΥΓΙΑ. Μετὰ δὲ τὴν Λευκανίαν Ἰάπυγές εό. ἔεκτοιλ. εἰσιν ἔθνος μέχρι
Ὠρίωνος ὄρους τοῦ ἐν τῷ κόλπῳ τῷ
15. ΣΑΥΝΙΤΑΙ. Μετὰ δὲ Ἰάπυγας ἀπὸ Ὠρίωνος Σαυνῖται ἔθνος ἐστίν Ἐν δὲ
τούτῳ τῷ ἔθνει γλῶσσαι ἤτοι στόματα τάδι· Λατέρνιοι, Ὀπικοὶ,
Κραμόνες, Βορεοντῖνοι, Πευκετιεῖς, s διήκοντες ἀπὸ τοῦ
Τυρσηνικοῦ πελάγους εἰς τὸν Ἀδρίαν. Παράπλους τῆς Σαυνίτιδος χώρας
ἡμερῶν δύο καὶ νυκτός.
16. ΟΜΒΡΙΚΟΙ. Μετὰ δὲ Σαυνίτας ἔθνος ἐστὶν Ὀμβρικοὶ, καὶ πόλις ἐν αὐτῇ
Ἀγκών ἐστι. Τοῦτο δὲ τὸ
17. ΤΓΡΡΗΝΟΙ. Μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. Διήκοωσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ
Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν· καὶ πόλις ἐν αὐτῇ Ἑλληνὶς
Σπῖνα, s καὶ ποταμός· καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ
ποταμὸν ὡς κ΄ σταδίων. Καί ἐστιν ἐπὶ αὐτῆς ἀκὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν
τριῶν.
18. ΚΕΑΤΟΙ. Μετὰ δὲ Τυρρηνούς εἰσι Κελτοὶ ἔθνος, ἀπολειφθέντες τῆς
στρατείας, ἐπὶ στενῶν μέχρι Ἀδρίου διήκοντες. s Ἐνταῦθα δέ
ἐστιν ὁ μυχὸς τοῦ Ἀδρίου κόλπου.
19. ΕΝΕΤΟΙ. Μετὰ δὲ Κελτοὺς Ἐνετοί εἰσιν ἔθνος, καὶ ποταμὸς Ἠριδανὸς ἐν αὐτοῖς. Ἐντεῦθεν δὲ παράπλους ἐστὶν ἡμέρας μιᾶς.
20. ΙΣΤΡΟΙ. Μετὰ δὲ Ἐνέτους εἰσὶν Ἴστροι ἔθνος, καὶ ποταμὸς Ἴστρος. Οὗτος
ὁ ποταμὸς καὶ εἰς τὸν Πόντον ἐκβάλλει ἐνδιεσκευνῶς
21. ΛΙΒΥΡΝΟΙ. Μετὰ δὲ Ἴστρους Λιβυρνοί εἰσιν ἔθνος. Ἐν δὲ τούτῳ τῷ ἔθνει
πόλεις εἰσὶ παρὰ θάλατταν Λιὰς, Ἴδασσα, Ἀττιενίτης, Δυύρτα, Ἀλουψοὶ,
22. ΙΑΛΥΡΙΟΙ. Μετὰ δὲ Λιβυρνούς εἰσιν Ἰλλυριοὶ ἔθνος, καὶ παροικοῦσιν οἱ
Ἰλλυριοὶ παρὰ θάλατταν μέχρι Χαονίας τῆς κατὰ Κέρκυραν τὴν Ἀλκινόου
νῆσον. Καὶ πόλις ἐσὶν Ἑλληνὶς ἐνταῦθα, ᾗ ὄνομα Ἡράκλεια, καὶ λιμήν. Εἰσὶ
δὲ καὶ οἱ λωτοφάγοι καλούμενοι βάρβαροι οἵδε· Ἱεραστάμναι, Βουλινοὶ
(Ὑλλινοί) s Βοωλινῶν ὁμοτέρμονες Ὕλλοι. Οὗτοι δέ φασιν Ὕλλον τὸν
Ἡρακλέους αὐτοὺς κατοικίσαι· εἰσὶ δὲ βάρβαροι. Κατοικοῦσι δὲ χερρόνησον
ὀλίγῳ ἐλάσσω τῆς Πελοποννήσου. Ἀπὸ δὲ χερρονήσου παραστόνιον
23. ΝΕΣΤΟΙ. Ἀπὸ δὲ Νέστου πλοῦς ἐστὶ κολπώδης. Καλεῖται δὲ Μανιὸς ἅπας
οὗτος ὁ κόλποι. Παράπλους δέ ἔστιν ἡμέραε μιᾶς. Εἰσὶ δὲ ἐν τούτῳ τῷ
κόλπῳ νῆσοι, Προτερὰς, Κρατειαὶ, Ὀλύντα. Αὗται δὲ ἀπʼ ἀλλήλων ἀπέχουσι
στάδια β΄, ἢ ὀλίγῳ πλέον, κατὰ Φάρον καὶ Ἴσσαν. Ἐνταῦθα γάρ ἐστι νέος
Φάρος, νῆσος Ἑλληνὶς, καὶ Ἴσσα νῆσοι, καὶ πόλεις Ἑλληνίδες
24. ΜΑΝΙΟΙ. s Ἀπὸ δὲ Νέστων ἐστὶν ὁ Νάρων ποταμός· ὁ δὲ εἴσπλους ὁ εἰς
τὸν Νάρωνά ἐστιν οὐ στενός· εἰσπλῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα
εἰς τὸ ἄνω ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια π΄. Οὗτοι δέ εἰσιν
Ἰλλυριοὶ ἔθνος Μανιοί. Λίμνη δʼ ἐστὶ τὸ εἴσω τοῦ ἐμπορίου μεγάλη, καὶ
ἀνήκει ἡ λίμνη εἰς Αὐταριάτας, ἔθνος Ἰλλυρικόν. Καὶ νῆσος ἐν τῇ λίμνῃ
ἔνεστι σταδίων ρκ΄· ἡ δὲ νῆσος αὕτη ἐστὶν εὐγέωργος σφόδρα. Ἀπὸ δὲ
ταύτης τῆς λίμνης ὁ Νάρων ποταμὸς ἀπορρεῖ. Καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν
Ἀρίωνα ποταμὸν ἡμέρας ἐστὶ πλοῦς· ἀπὸ δὲ τοῦ Ἀρίωνος ποταμοῦ ἐπὶ
τὸν Ῥζοῦντα ποταμὸν πλοῦς ἡμέρας οὐκ
ἄπωθεν τοῦ Ῥιζοῦντος ποταμοῦ. Ἀπὸ δὲ τοῦ Ῥιζοῦντος ποταμοῦ εἰς Βουθόην ὁ
πλοῦς
25. ΕΓΧΕΑΕΙΣ. Ἰλλυριῶν ἔθνος εἰσὶν οἱ Ἐγχελεῖς, ἐχόμενοι τοῦ Ῥιζσῦντος.
Ἐκ Βουθόης δὲ εἰς Ἐπίδαμνον,
26. ΤΑΥΑΑΝΤΙΟΙ. Ταυλαντίων δέ ἐστι τὸ Ἰλλυρικὸν ἔθνος, ἐν ᾧ ἡ Ἐπίδαμνός
ἐστι, καὶ ποταμὸς παρὰ τὴν πόλιν παραρρεῖ, ᾧ ὄνομα Πάλαμνος. Ἐκ δὲ
Ἐκιδάμνου εἰς Ἀπολλωνίαν πόλιν Ἑλληνίδα δὸς ἡμερῶν δύο. Ἡ δὲ Ἀπολλωνία
ἀπὸ τῆς θαλάττης ἀπέχει στάδια, s καὶ ποταμὸς Αἴας παραρρεῖ τὴν πόλιν.
Ἀπὸ δὲ Ἀπολλωνίας εἰς Ἀμαντίον ἐστὶ στάδια τκ΄. Καὶ ὁ Αἴας ποταμὸς
ἀπὸ τοῦ Πίνδου ὄρους παρὰ τὴν Ἀπολλωνίαν παραρρεῖ. Πρὸς
δʼ Ἀμαντίας εἴσω Ἐν τῇ Κέστριδι
χώρᾳ εἶναι λέγεται πεδίον, ὄνομα Ἐρύθεια. Ἐνταῦθα ὁ Γηρυόνης λέγεται
ἥκειν, καὶ τοὺς βοῦς βουκολεῖν. Κατὰ ταῦτά ἐστι τὰ Κεραύνια
ὄρη ἐν τῇ Ἡπείρῳ, καὶ νῆσος παρὰ ταῦτά ἐστι μικρὰ, ᾗ ὄνομα Σάσων.
Ἐντεῦθεν εἰς Ὠρικὸν πόλιν ἐστὶ παράπλους ἡμέρας τρίτον μέρος.
27. (ΩΡΙΚΟΙ. Οἱ δὲ Ὠρικοὶ κατοικοῦσι τῆς Ἀμαν αφ. τίας χώρας.) Οἱ δὲ
(Ἀμαντιεῖς) εἰσὶ μέχρι ἐνταῦθα ὅ ἐστι τὸ στόμα τοῦ κόλπου· τὰ δὲ ἐντὸς ὁ Ἰόνιος.
Λιμένες εἰσὶ πολλοὶ ἐν τῷ Ἀδρίᾳ· τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.
28. ΧΑΟΝΕΣ. Μετὰ δὲ Ἰλλυριοὺς Χάονες. Ἡ δὲ Χαονία ἐστὶν εὐλίμενος· οἰκοῦσι δὲ κατὰ κώμας οἱ Κάονες. Παράπλους δʼ ἐστὶ Χαονίας ἥμισυ ἡμέρας.
29. ΚΟΡΚΥΡΑ. Κατὰ δὲ Χαονίαν νῆσός ἐστι Κόρκυρα, καὶ πόλις Ἑλληνὶς ἐν αὐτῇ, λιμένας ἔχουσα τρεῖς κατὰ τὴν πόλιν· τούτων ὁ εἷς κλειστός. Ἐπιβάλλει δὲ Κόρκυρα καὶ ἐπὶ τὴν Θεσπρωτίαν πλεῖον ἢ ἐπὶ τὴν Χαονίαν. Ἐπάνειμι δὲ πάλιν ἐκὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
30. ΘΕΣΠΡΩΤΟΙ. Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. Οἰκοῦσι δὶ καὶ οὗτοι κατὰ κώμας· ἔστι δὲ καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμὴν, ᾧ ὄνομα Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας.
31. ΚΑΣΣΩΠΟΙ. Μετὰ δὲ Θεσπρωτίαν Κασσωπία ἐστὶν ἔθνος. Οἰκοῦσι δὲ καὶ οὗτοι κατὰ κώμας. Παροικοῦσι δὲ οὗτοι ἕως εἰς τὸν Ἀνακτορικὸν κόλπον. Παράκλους δʼ ἐστὶ τῆς Κασσωπῶν χώρας ἥμισυ ἡμέρας. Μικρῷ δὲ ἐλάττων ὁ Ἀνακτορικὸς κόλπος ἐστὶν ἀπὸ τοῦ στόματος ἕως εἰς τὸν μυχὸν σταδίων ρκ΄. Τὸ δὲ υτόμα εὖρος σταδίων δ΄.
32. ΜΟΑΟΤΤΙΑ. Μετὰ δὲ Κασσωπίαν Μολοττοί εἰσιν ἔθνος. Οἰκοῦσι δὲ οὗτοι κατὰ κώμας· καθήκουσι δὲ κατὰ μικρὸν ἐνταῦθα ἐπὶ τὴν θάλατταν, εἰς μεσογαέαν δὲ κολλῇ. Παράπλους δʼ ἐστὶ τῆς Μολοττίας χώρας σταδίων μ΄·
33. ΑΜΒΡΑΚΙΑ. Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς· ἐπέχει δὲ αὕτη
ἀπὸ θαλάττης στάδια π΄. Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν
κλειστός. Ἐντιεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πηνειοῦ
34. ΑΚΑΡΝΑΝΙΑ. Μετὰ δὲ Ἀμβρακίαν Ἀκαρνανία ἔθνος ἐστὶ, καὶ πρώτη πόλις
αὐτόθι Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀνακτόριον καὶ λιμὴν, καὶ ἔξω τοῦ
Ἀνακτορικοῦ κόλπου αἵδε· Ἀκτὴ καὶ πόλις Λευκὰς καὶ λιμήν· αὕτη ἀνέχει
ἐπὶ τὸν Λευκάταν, ὅ ἐστιν ἀκρωτήριον πόρρωθεν ἐν τῇ θαλάττῃΕὔριπος Διόρυκτος
ἐν τῷ ἰσθμῷ. Μετὰ
35. ΑΙΤΩΑΙΑ. Μετὰ δὲ Ἀκαρνανίαν Αἰτωλία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ
εἰσὶν αἵδε Καλυδὼν, Ἁλίκαρνα, Μολύκρεια· καὶ ὁ Δελφικὸς κόλπος· στόμα δὲ
τοῦ κόλπου ἐστὶ στάδια ι΄, καὶ ἐπʼ αὐτοῦ ἱερόν· καὶ Ναύπακτος πόλις· καὶ
ἐπʼ αὐτῇ πόλεις εἰσὶν ἄλλαι
36. ΛΟΚΡΟΙ. Μετὰ δὲ Αἰτνωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε· Εὐάνθις, Ἄμφισσα. Εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογεία. Παράπλους δʼ ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας.
37. ΦΩΚΕΙΣ. Μετὰ δὲ Λοκρούς εἰσιν Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. Παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας.
38. ΒΟΙΩΤΟΙ. Μετὰ δὲ Φωκεῖς Βοιωτοί εἰσιν ἔθνος, καὶ πόλεις αἵδε· Κορσιοὶ, Σίφαι καὶ λιμὴν, Εὔτρητος καὶ τεῖχος Βοιωτῶν. Παράπλους δὲ τῆς Βοιωτίας ἥμισυ ἡμέρας ἔλαττον.
39. ΜΕΓΑΡΕΙΣ. Μετὰ δὲ Βοιωτοὺς Μεγαρεῖς εἰσὶν ἔθνος, καὶ πόλεις αἵδε· Αἰγόσθενα, Πηγαὶ, τεῖχος Γεράνεια, Ἄρις. Παράπλους δὲ τῆς Μεγαρέων χώρας στάδια ρ΄.
40. ΚΟΡΙΝΘΟΣ. Μετὰ δὲ Μεγαρεῖς ἡ Κόρινθος πόλες καὶ ἱερὸν, Αέχαιον, Ἰσθμός. Ἐντεῦθεν ἤδη ἄρχε ται ἡ Πελοπόννησος. Ἔστι δʼ ἀπὸ θαλάσσης ἡ ὁδὸς περὸς τὴν ἐπὶ ἡμῶν θάλασσαν διὰ τοῦ ἰσθμοῦ στάδια μ΄. Ταῦτα κολπώδη πάντα. Παράπλους δέ τῆς Κορινθίων χώρας ἥμισυ ἡμέρας.
41. ΣΙΚΥΩΝ. Μετὰ δὲ Κόρινθον Σικυὼν πόλις. Ταύτης παράπλους σταδίων ρκ΄.
42. ΑΧΛΙΟΙ. Μετὰ δὲ Σικυῶνα Ἀχαιοὶ ἔθνος, καὶ πόλεις εἰσὶν ἐν αὐτοῖς αἵδε· Πελλήνη, Αἴγειρα, Αἰγαὶ, Αἴγιον, Ῥύκες, ἔξω δὲ Ῥίοω Πάτραι, Δύμη. Παράκλους δὲ τῆς Ἀχαΐας χώρας στάδια ψ΄.
43. ΗΑΙΣ. Μετὰ δὲ Ἀχαιοὺς Ἦλίς ἐστιν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε·
Κυλλήνη καὶ λιμὴν, καὶ ποταμὸς Ἀλφειός· ἔστι δὲ καὶ ἄλλη συνοικία πόλεων
Ἦλις ἐν μεσογείᾳ. Κατὰ ταύτην τὴν χώραν ἐστὶ νῆσος Ζάκυνθος, ἐν ᾗ καὶ
πόλις καὶ λιμήν. Παρέπλους δὲ τῆς Ἠλςίων χώρας ἄχρι ἐπὶ τοὺς
Λεπρεατῶν
44. ΑΡΚΑΛΙΑ. Μετὰ δὲ Ἦλιν Ἀρκαδία ἔθνος ἐστί. Καθήμκει δὲ ἡ Ἀρκαδία ἐπὶ
θάλατταν κατὰ Αέπρεον ἐκ
45. ΜΕΣΣΗΝΗ. Μετὰ δʼ Ἀρκαδίαν ἐστὶν ἔθνος Μεσσήνη, καὶ πόλεις ἐν αὐτῇ αἵδε· (πρώτη Μεσσήνη καὶ λιμήν·) Κυπάρισσος ἀπέχουσα ἀπὸ θαλάττης στάδια ζ΄, Ἰθώμη ἐν μεσογείᾳ ἀπέχουσα ἀπὸ θαλάττης στάδια π΄. Παράαλους δέ τῆς Μεσσηνίας χώρας στάδια τ΄.
46. ΛΑΚΕΔΑΙΜΩΝ. ΚΥΘΗΡΑ. Κατὰ ταύτην κεῖται Κύθηρα νῆσος καὶ πόλις καὶ
λιμήν. Κατὰ δὲ ταύτην ἐστὶ Κρήτη νῆσος. Μετὰ δὲ ταύτην τὴν προειρημένην
ἄκραν Μαλέαν Σίδη πόλις καὶ λιμὴν, Ἐπίδαυρος πόλις καὶ λιμὴν, Πρασία
πόλις καὶ λιμὴν, Μέθανα πόλις καὶ λιμήν. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ πόλεις
Λακεδαιμονίων. Ἐν μεσογείᾳ δʼ ἐστὶ Σπάρτη καὶ ἄλλαι πολλαί. Παράπλους δὲ
τῆς Λακεδαιμονίων χώρας ἡμερῶν τριῶν.
47. ΚΡΗΤΗ. Κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη· ἐγγυτάτω γὰρ Λακεδαίμων
κεῖται τῆς Εὐρώτης. Διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον
τῆς Κρήτης, ἐφ’ ᾧ ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. Ἀπὸ δὲ Φαλασάρνων
Κριοῦ μέτωπόν ΡΗΤΗΣ ΘΕΣΙΣ.
48. ΚΥΚΛΑΔΕΣ ΝΗΣΟΙ. Κυκλάδες δὲ αἵδε εἰσὶ κατὰ τὴν Λακεδαιμονίαν χώραν οἰκούμεναι· Μῆλος καὶ λι μὴν, κατὰ δὲ ταύτην Κίμωλος, κατὰ δὲ ταύτην Ὠλίαρος, κατὰ δὲ ταύτην Σίκινος, αὕτη καὶ πόλις· κατὰ δὲ ταύτην Θήρα, κατὰ δὲ ταύτην Ἀνάφη, κατὰ δὲ ταύτην Ἀστυπάλαια. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
49. ΑΡΓΟΣ. Μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῇ Ναυπλία πόλις καὶ λιμήν· ἐν μεσογείᾳ δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. Παράπλους τῆς Ἀργείας χώρας κύκλῳ (ἔστι γὰρ κόλπος ὁ Ἀργολικὸς καλούμενος) στάδια ρν΄.
50. ΕΠΙΔΑΥΡΟΣ. Μετὰ δ᾿ Ἄργος ἡ Ἑπίδαυρος χώρα·
51. ΕΡΜΙΩΝ. Μετὰ δὲ ταύτην Ἑρμιὼν πόλις ἐστὶ καὶ λιμήν. Ταύτης δὲ περίπλους σταδίων π΄. Μετὰ δὲ Ἑρμιόνα Σκύλλαιόν ἐστιν ἀκρωτήριον τοῦ κόλπου τοῦ πρὸς ἰσθμόν· ἔστι δὲ τὸ Σκύλλαιον τῆς Τροιζηνίας. Καταντικρὺ δὲ αὐτοῦ ἐστὶ Σούνιον ἀκρωτήριον τῆς Ἀθηναίων χώρας. Κατὰ δὲ τοῦτό ἐστι νῆσος Βέλβινα καὶ πόλις. Τούτου τοῦ κόλπου ἀπὸ πούτου τοῦ στόματος εἴσω εἰς τὸν ἰσθμὸν στάδιά ἐστι ψμ΄. Ἔστι δὲ ὁ κόλπος οὗτος αὐτὸς κατὰ στόμα εὐθύτατος.
52. ΤΡΟΙΖΗΝΙΑ. Μετὰ δὲ Ἑρμιόνα Τροιζηνία πόλις καὶ λιμήν. Παράπλους δʼ ἐστὶν αὐτῆς στάδια λ΄. Μετὰ δὲ ταῦτα νῆσός ἐστι Καλαυρία καὶ πόλις καὶ λιμήν. Παράπλους δʼ ἐστὶν αὐτῆς στάδια τ΄.
53. ΑΙΓΙΝΑ. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις Αἴγινα καὶ λιμένες δύο. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
54. ΕΠΙΔΑΥΡΟΣ. Μετὰ δὲ Τροιζηνίαν πόλις Ἐπίδαυρος καὶ λιμήν. Παράπλοως δὲ
τῆς Ἐπιδαύρου χώρας στέδια ρ λ΄.
55. ΚΟΡΙΝΘΙΑ. Μετὰ δὲ Ἐκίδαυρον ἡ Κορινθίων χώρα ἐστὶν ἡ πρὸς
ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμὸς, οὗ ἱερὸν Ποσειδῶνος. Ἐνταῦθα ἡ
Πελοπόννησος λήγει. Ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ
τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμμυών.
56. ΜΕΓΑΡΑ. Ἀπὸ δὲ τῆς Κορινθίων χώρας Μέγαρα πόλις ἐστὶ, καὶ λιμήν καὶ Νίσαια τεῖχος. Παράπλους δὲ τῆς Μεγαρέων χώρας μέχρι Ἰαπίδος (ἐστι γὰρ οὗτος ὄρος τῆς Ἀθηναίων χώρας), στάδια ρμ.
57. ΑΤΤΙΚΗ. Μετὰ δὲ Μεγαρεῖς εἰσὶν Ἀθηναίων πόλεις. Καὶ πρῶτον τῆς Ἀττικῆς Ἐλωσὶς, οὗ ἱερὸν Δήμητρός ἐστι, καὶ τεῖχος. Κατὰ τοῦτό ἐστι Σαλαμὶς νῆσος καὶ πόλις καὶ λιμήν. Ἔπειτα ὁ Πειραιεὺς καὶ τὰ σκέλη καὶ Ἀθῆναι. Ὁ δὲ Πειραιεὺς λιμένας ἔχει γ΄. Ἀνάφλυστος τεῖχος καὶ λιμήν· Σούνιον ἀκρωτήριον καὶ τεῖχος· ἱερὸν Ποσειδῶνος Θορικὸς τεῖχος καὶ λιμένες δύο· Ῥαμνοῦς τεῖχος. Εἱσὶ δὶ καὶ ἄλλοι λιμένες ἐν τῇ Ἀττικῇ πολλοί. Περίπλους τῆς Ἀθηναίων χώρας στάδια αρμ΄ ἀπὸ Ἰαππίδος χώρας ἐπὶ Σούνιον στάδια υU+2220΄· ἀπὸ Σουνίου μέχρι τῶν ὅρῶν τῶν Βοιωτίων στάδια χν΄.
58. ΝΗΣΟΙ ΚΥΚΛΑΔΕΣ. Κατὰ δὲ τὴν Ἀττικήν εἰσι νῆσοι αἱ Κυκλάδες
καλούμεναι, καὶ πόλεις αἵδε ἐν ταῖς νήσοις Κέως (αὕτη τετράπολις·
Ποιήεσσα πόλις καὶ λιμὴν, Κορησσία, Ἰουλὶς, Καρθαία)· s
Ἑλένη·
Μετὰ δὲ Ἄνδρον Εὔβοια νῆσος· αὕτη τετράπολις· εἰσὶ δὲ ἐν αὐτῇ Κάρυστος, Ἐρέτρια καὶ λιμὴν, Χαλκὶς καὶ λιμὴν, Ἑστίαια καὶ λιμήν. Ἡ δὲ Εὔβοια ἀπὸ Κηναίου Διὸς ἱεροῦ ἐπὶ Γεραιστὸν, Ποσειδῶνος ἱερὸν, ἔχει στάδια ατν΄· τὸ δὲ πλάτος στενή ἐστιν ἡ Εὔβοια. Ἐρέτριαν Σκῦρος καὶ πόλις· Ἴκος, αὕτη δίπολις Πεπτάρηθος, αὕτη τρίπολις καὶ λιμήν· Σκίαθος, αὕτη δίπολις καὶ λιμήν. Μετὰ ταῦτα ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.
59. ΒΟΙΩΤΟΙ. Μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθνος· καθήκουσι γὰρ καὶ οὗτοι
ἐπὶ ταύτην τὴν θάλασσαν. Καί ἐστιν ἐν αὐτῇ πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς
ἱερὸν, Εὔρεπος, τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαὶ,
60. ΛΟΚΡΟΙ. Μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. Καί εἰσι κατʼ Εὔβοιαν αὐτοῖς πόλεις αἵδε· Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. Παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σ΄.
61. ΦΩΚΕΙΣ. Μετὰ δὲ Λοκρούς εἰσι Φωκεῖς· διήκουσι γὰρ καὶ οὗτοι εἰς τὴν θάλασσαν ταύτην. Καὶ πόλεις αὐτοῖς εἰσὶν αἵδε· Θρόνιον, Κνημὶς, Ἐλάτεια, Πανοπεύς. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις αὐτοῖς ἐν μεσογείᾳ. Παράπλους δʼ ἐστὶ τῆς Φωκέων χώρας στάδια σ΄.
62. ΜΗΛΙΕΙΣ. Μετὰ δὲ Φωκεῖς εἰσὶ Μηλιεῖς καὶ ὁ κόλπος ὁ Μηλιεύς. (Ἐν
τούτῳ τῷ κόλπῳ εἰσὶν οἱ Λιμοδωριεῖς καλούμενοι οἵδε Ἐρινεὸς,
Βοῖον, Κυτίνιον). Μαλιεῖς
ἔθνος. Ἔστι δὲ Μαλιεῦσιν ἡ πρώτη κόλεις Λάμια, ἐσχάτη δὲ Ἐχῖνος εἰσὶ δὲ
καὶ ἄλλαι πόλεις Μαλιεῦσι, μέχρι οὗ ὁ κόλπος ἐπιθίγῃ. Καὶ τῇ
63. ΑΧΑΙΟΙ. Ἔξω δὲ τοῦ Μαλιαίου κόλπου εἰσὶν Ἀχαιοὶ Φθιῶται ἔθνος· εἰσὶ δὲ καὶ ἐν τῷ Παγασητικῷ κόλπω ἐπʼ ἀριστερᾷ εἰσπλέοντι, ὡς ἐπὶ τὸ ἥμισυ τοῦ κόλπου. Ἀχαιῶν πόλεις αἵθε· Ἀντρῶνες, Λάρισσα, Μελιταία, Δημήτριον, Θῆβαι εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀχαιοῖς ἐν μεσογεία.
64. ΘΕΤΤΑΛΙΑ. Μετὰ δὲ Ἀχαιοὺς Θετταλία καθήκει ἐπὶ θάλατταν ἐκ μεσογείας
κατὰ στενὸν εἰς τὸν Παγασητικὸν κόλπον στάδιοι λ΄. Καί εἰσι Θετταλίας
πόλεις αἵδε ἐπὶ θαλάττῃ· Ἀμφαναῖον, Παγασαί· ἐν δὲ μεσογεία Φεραὶ,
Λάρισσα, Φάρσαλος, Κίερον, Πελινναῖον,
65. ΜΑΓΝΗΤΕΣ. Ἔθνος ἐστὶ Μαγνήτων παρὰ θάλατταν, καὶ πόλεις αἵδε· Ἰωλκὸς,
Μεθώνη, Κορακαὶ, Σπάλαυθρα, Ὀλιζὼν, Ἴσαι λιμήν. Ἔξω δὲ τοῦ κόλπου
Παγασητικοῦ Μελίβοια, Ῥιζοῦς, Εὐρυμεναὶ, Μύραι. Ἐνμεσογεία δὲ ἐποικοῦσιν
ἔθνος Περραιβοὶ, Ἕλληνες. Μέχρι ἐνταῦθά ἐστιν ἀπὸ Ἀμβρακίας συνεχὴς ἡ
Ἑλλάς· ἐκιεικῶς δὲ καὶ ἡ ἐπὶ θαλάττῃ πᾶσα ἐν
Ἑλλάδι ὁμοίως ἐστί.
66. ΜΑΚΕΔΟΝΙΑ. Ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος
Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνὶς,
Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμὸς, Ἀλωρὸς πόλις καὶ ποταμὸς
Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῇ καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν
Λυδίαν· Ἄξιος ποταμὸς, Ἐχέδωρος ποταμὸς, Θέρμη πόλις, Αἴνεια Ἑλληνὶς,
Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῇ
Παλλήνῃ Ἑλληνίδες· Ποτίδαια ἐν τῷ μέσῳ τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη,
Ἄφυτις, Θραμβηῒς,
67. ΦΡΑΙΚΗ. Διήκει δὲ ἡ Θρᾴκη ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ
τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ. Εἰσὶ δὲ ἐν Θρᾴκῃ πόλεις Ἑλληνίοις αἵδε·
Ἀμφίπολις, Φάγρης, Γαληψὸς, Οἰσύμη καὶ ἄλλα ἐμπόρια Θασίων. Κατὰ ταῦτά
ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες δύο· τούτων ὁ εἷς κλειστός.
Ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάκολις, κατὰ ταύτην Δάτον πόλις
Ἑλληνὶς, ἣν ᾤκισε Καλλίστρατος ὅ ἐστι
68. ΣΚΥΘΙΑ. ΤΑΥΡΟΙ. Μετὰ δὲ Θρᾴκην εἰσὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς
Ἑλληνίδες αἵδε· Τύρις ποταμὸς, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. Ἐπὶ δὲ τῇ
Σκυθικῇ ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου· εἰς θάλατταν δὲ
τὸ ἀκρωτήριόν ἐστιν. Ἐν δὲ τῇ Ταυρικῇ οἰκοῦσιν Ἕλληνες
ΣΥΡΜΑΤΑΙ. Μετὰ δὲ Σκύθας Συρμάται ἔθνος καὶ ποταμὸς Τάναϊς,
ὃς ὁρίζει Ἀσίαν καὶ Εὐρώπην.
ΠΑΡΑΠΑΟΥΣ ΑΠΑΣΗΣ ΤΗΣ ΣΥΡΩΠΗΣ. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπη περιπλέοντι τοὺς κόλπους παρὰ γῆν, λογιζομένῳ δὲ ὅσαι γεγραμμέναι εἰσὶ, νύκτες ἀντὶ τούτων ἡμέρας, καὶ, ὅπου στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης ὁ παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρν΄ τριῶν.
Μέγιστοι δὲ ποταμοί εἰσιν ἐν τῇ Εὐρώπη ὁ Τάναῖς, δ Ἴστρος, ὁ Ῥοδανός.
70. ΣΑΥΡΟΜΑΤΑΙ. s Ἀπὸ Τανάϊδος δὲ ποταμοῦ ἄρχεται ἡ Ἀσία, καὶ πρῶτον ἔθνος αὐτῆς ἐστὶν ἐν τῷ Πόντῳ Σαυρομάται. Σαυροματῶν δέ ἐστιν ἔθνος γυναικακρατούμενον.
71. ΜΑΙΩΤΑΙ. Τῶν γυναικοκρατουμένων ἔχονται Μαιῶται.
72. ΣΙΝΔΟΙ. Μετὰ δὲ Μαιώτας Σίνδοι ἔθνος· διήκσυσι γὰρ οὗτοι καὶ εἰς τὸ ἔξω τῆς λίμνης· καί εἰσιν πόλεις ἐν αὐτοῖς Ἐλληνίδες αἵδε· Φαναγόρου πόλις, Κῆεοι, Σινδικὸς λιμὴν, Πάτους.
73. ΚΕΡΚΕΤΑΙ. Μετὰ δὲ Σινδικὸν λιμένα Κερκέται ἔθνος.
74. ΤΟΡΕΤΑΙ. Μετὰ δὲ Κερκέτας Τορέται ἔθνος καὶ πόλις Ἑλληνὶς
Τορικὸς καὶ λιμήν.
75. ΑΧΑΙΟΙ. Μετὰ δὲ Τορέτας Ἀχαιοὶ ἔθνος.
76. ΗΝΙΟΧΟΙ. Μετὰ δὲ Ἀχαιοὺς Ἡνίοχοι ἔθνος.
77. ΚΟΡΑΞΟΙ. Μετὰ δὲ Ἡνιόχους Κοραξοὶ ἔθνος.
78. ΚΩΑΙΚΗ. Μετὰ δὲ Κοραξοὺς Κωλικὴ ἔθνος.
79. ΜΕΑΑΓΧΑΑΙΝΟΙ. s Μετὰ δὲ Κωλικὴν Μελάγχλαινοι ἔθνος, καὶ ποταμὸς ἐν αὐτοῖς Μετάσωρις καὶ Αἰγίπιος ποταμός.
80. ΓΕΑΩΝΕΣ. Μετὰ δὲ Μελαγχλαίνους Γέλωνες.
81. ΚΟΑΧΟΙ. Μετὰ δὲ τούτους Κόλχοι ἔθνος καὶ Διοσκουρὶς πόλις καὶ Γυηνὸς
πόλις Ἑλληνὶς καὶ Γυηνὸς
82. ΒΥΖΗΡΕΣ. Μετὰ δὲ τοὺς Κόλχους Βύζηρες ἔθνος καὶ Δαραανῶν ποταμὸς καὶ Ἀρίων ποταμός.
83. ΕΚΕΧΕΙΡΙΕΙΣ. Μετὰ δὲ Βύζηρας Ἐκεχειριεῖς ἔθνος, καὶ ποταμὸς Πορδανὶς, καὶ Ἀραβὶς ποταμὸς, Αίμνη κόλις, Ὠδείνιος πόλις Ἑλληνίς.
84. ΒΕΧΕΙΡΙΚΗ. Μετὰ Ἐκεχειριεῖς Βέχειροι ἔθνος, Βεχειρικὸς λιμὴν, Βεχειριὰς πόλις Ἑλληνίς.
85. ΜΑΚΡΟΚΕΦΑΑΟΙ. Μειὰ δὲ Βέχειρας Μακροκέφαλοι ἔθνος, καὶ Ψωρῶν λιμὴν, Τραπεζοῦς πόλις Ἑλληνίς.
86. ΜΟΣΣΥΝΟΙΚΟΙ. Μετὰ δὲ Μακροκεφάλους Mοσσύνοικοι ἔθνος, καὶ Ζεφύριος λιμὴν, Χοιράδες πόλις Ἐλληνὶς, Ἄρεως νῆσος. Οὗτοι ὄρη κατοικοῦσιν.
87. ΤΙΒΑΡΗΝΟΙ. Μετὰ δὲ Μοσσύνους ἔθνος ἐστὶ Τιβαρηνοί.
88. ΧΑΑΥΒΕΣ. Μετὰ δὲ Τιβαρηνοὺς Χάλυβές εἰσιν ἔθνος, καὶ Γενήτης λιμὴν κλειστὸς, Σταμένεια πόλις Ἑλληνὶς, καὶ Ἰασονία ἀκρόπολις Ἑλληνίς.
89. ΑΣΣΥΡΙΑ. Μετὰ δὲ Χάλυβας Ἀσσυρία ἐστὶν ἔθνος καὶ ποταμὸς Θερμώδων καὶ πόλις Ἑλληνὶς Θεμίσκυρα, Ἀύκαστος ποταμὸς καὶ πόλις Ἑλληνὶς, Ἅλυς ποταμὸς καὶ Κάρουσσα πόλις Ἑλληνὶς, Σινώπη πόλις Ἑλληνὶς, Κερασοῦς πόλις Ἑλληνὶς καὶ Ὀχέραινος ποταμὸς, Ἁρμένη πόλις Ἑλληνὶς καὶ λιμὴν, Τετράκις πόλς Ἑλληνίς.
90. ΠΑΦΑΑΓΟΝΙΑ. Μετὰ δὲ Ἀσσυρίαν ἐστὶ Παφλαγονία ἔθνος. Ἔστι δὲ ἐν αὐτῇ
Στεφάνη λιμὴν, Κόλουσσα πόλις Ἑλληνὶς, Κίνωλις πόλις Ἑλληνὶς, Κάραμβις
πόλις Ἑλληνὶς, Κύτωρις πόλις Ἑλληνὶς,
91. ΜΑΡΙΑΝΔΥΝΟΙ. Μετὰ δὲ Παφλαγονίαν Μαριάνδυνοί εἰσιν ἔθνος. Ἐνταῦθα πόλις ἐστὶν Ἡράκλεια Ἑλληνὶς, καὶ ποταμὸς Λύκος καὶ ἄλλος ποταμὸς Ὕπιος.
92. ΒΙΘΥΝΟΙ. Μετὰ δὲ Μαριανδύνους εἰσὶ Θρᾷκες Βιθυνοὶ ἔθνος, καὶ ποταμὸς
Σαγάριος καὶ ἄλλος ποταμὸς Ἀρτάνης καὶ νῆσος Θυνιὰς (οἰκοῦσι δὲ αὐτὴν
Ἡρακλεῶται) καὶ ποταμὸς Ῥήβας. Εἶτ᾿ εὐθὺς ὁ πόρος καὶ τὸ προειρημένον
ἱερὸν ἐν τῷ στόματι τοῦ Πόντου, καὶ μετὰ τοῦτο πόλις Χαλκηδὼν ἔξω ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης παραπλήσιός
ἐστιν ὁ πλοῦς, ὅ τε παρὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.
93. ΜΥΣΙΑ. Μετὰ δὲ Θρᾴκην Μυσία ἔθνος. Ἔστι δὲ τὸ ἐπ᾿ ἀριστερᾷ τοῦ Ὀλβιανοῦ κόλπου ἐκπλέοντι εἰς τὸν Κιανὸν κόλπον μέχρι Κίου. Ἡ δὲ Μυσία ἀκτή ἐστι. Πόλις δʼ ἐν αὐτῇ, Ἑλληνίδες εἰσὶν αἵδε· Ὀλδία καὶ λιμὴν, Καλλίπολις καὶ λιμὴν, ἀκρωτήριον τοῦ Κιανοῦ κόλπου, καὶ ἐν ἀριστερᾷ Κίος πόλις καὶ Κίος ποταμός. Παράπλους δὲ τῆς Μυσίας εἰς Κίον ἡμέρας μιᾶς.
94. ΦΡΥΓΙΑ. Μετὰ δὲ Μυσίαν Φρυγία ἐστὶν ἔθνος, καὶ πάλεις Ἑλληνίδες αἵδε· Μύρλεια καὶ Ῥύνδακος ποταμὸς καὶ ἐπʼ αὐτῷ Βέσβικος νῆσος, καὶ πόλις Πλακία καὶ Κύζικος ἐν τῷ ἰσθμῷ ἐμφράττουσα τὸν ἰσθμὸν, καὶ ἐντὸς τοῦ ἰσθμοῦ Ἀρτάκη. Κατὰ ταύτην νῆσός ἐστι καὶ πόλις Προκόννησος καὶ ἑτέρα νῆσος εὐλίμενος Ἐλαφόννησος· γεωργοῦσι δʼ αὐτὴν Προκοννήσιοι. Ἐν δὲ τῇ ἠπείρῳ πόλις ἐστὶ Πρίαπος, Πάριον, Λάμψακος, Περκώτη, Ἄβυδος, καὶ τὸ στόμα κατὰ Σηστὸν τῆς Προποντίδος τοῦτό ἐστι.
95. ΤΡΩΑΣ. Ἐντῦθεν δὲ Τρωὰς ἄρχεται, καὶ πόλεις Ἑλληνίδες εἰσὶν ἐν αὐτῇ
αἵδε· Δάρδανος, Ῥοίτειον, Ἴλιον (ἀπέχει δὲ ἀπὸ τῆς θαλάττης στάδια κε΄)
καὶ ἐν αὐτῇ ποταμὸς Σκάμανδρος. Καὶ νῆσος κατὰ
96. ΑΙΟΑΙΣ. Ἐντεῦθεν δὲ Αἰολὶς χώρα καλεῖται. Αἰσλίδες δὲ πόλεις ἐν αὐτῇ
εἰσὶν ἐπὶ θαλάττῃ αἵδε.
97. ΑΕΣΒΟΣ. Κατὰ ταῦτά ἐστι νῆσος Αἰολὶς Λέσβος, ε΄ πόλεις ἔχουσα ἐν αὑτῇ τάςδε· Μήθυμναν, Ἄντισσαν, Ἐρεσὸν, Πύρραν καὶ λιμένα, Μιτυλήνην λιμένας ἔχουσαν δύο. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις· ὄνομα δὲ ταύτης Πορδοσελήνη. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην ἐπὶ τὰς νήσους.
98. ΑΥΔΙΑ. Ἀπὸ Ἀντάνδρου καὶ τῆς Αἰολικῆς τὸ κάτω ἦν πρότερον μὲν διʼ
αὑτὴν ἡχώρα Μυσία μέχρι Τευθρανίας, νῦν δὲ Λυδία. Μυσοὶ δʼ ἐξανέστησαν
εἰς τὴν ἤπειρον ἄνω. Εἰσὶ δὲ πόλεις ἐν αὐτῇ Ἑλληνίδες καὶ ἐν τῇ Αυδίᾳ
αἵδε· Ἄστυρα, οὗ τὸ ἱερὸν Ἀρτέμιδος, καὶ Ἀδραμύττιον. Ἡ δὲ
χώρα Λεσβία· καὶ ὑπὲρ ταύτης ἡ Χίων χώρα καὶ πόλις Ἀταρνεύς· ὑπὸ δὲ
ταῦτα ἐπὶ θάλατταν λιμὴν Πιτάνη καὶ ποταμὸς
99. ΚΑΡΙΑ. Μετὰ δὲ Λυδίαν Καρία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ,
Ἑλληνίδες αἵδε· Ἡράκλεια, εἶτα Mίλητος, εἶτα Μύνδος καὶ λιμὴν,
Ἁλικαρνασσὸς καὶ λιμὴν κλειστὸς καὶ ἄλλος λιμὴν περὶ τὴν νῆσον καὶ
ποταμὸς, Κάλυμνα νῆσος, Καρύανδα νῆσος καὶ πόλις
100. ΑΥΚΙΑ. Ἀπὸ δὲ Καρίας Λυκία ἐστὶν ἔθνος· καὶ πόλεις Λυκίοις αἵδε·
Τελμισσὸς καὶ λιμὴν, καὶ ποταμὸς Ξάνθος, διʼ οὗ ἀνάπλους εἰς Ξάνθον
πόλιν, Πάταρα πόλις ἣ καὶ λιμένα ἔχει· Φελλὸς πόλις
καὶ λιμήν· κατὰ ταῦτα νῆσός ἐστι Ῥοδίων Μεγγίστν· Λίμυρα πόλις, εἶς ἣν ὁ
ἀνάπλους κατὰ τὸν ποταμόν· εἶτα Γαγαία πόλις, εἶτα Χελιδονίαι,
ἀκρωτήριον καὶ νῆσοι δύο καὶ Διονυσιὰς νῆσος, ἀκρωτήριον καὶ λιμὴν
Σιδηροῦς. Ὑπὲρ τούτου ἐστὶν ἱερὸν Ἡφαίστου ἐν τῷ ὄρει καὶ πῦρ πολὺ
αὐτόματον ἐκ τῆς γῆς καίεται καὶ οὐδέποτε σβέννυται. Καὶ ἐὰν προέλθῃς
ἀπὸ θαλάττης ἀνώτερον, ἐστι Φασηλὶς πόλις καὶ λιμήν (ἕστι δὲ τοῦτο
κόλπος) καὶ Ἴδυρος πόλις, νῆσος Λυρνάτεια, Ὀλβία,
101. ΠΑΜΦΥΑΙΑ. Μετὰ δὲ Λυκίαν ἐστὶ Παμφυλία ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Ἄσπενδος πόλις· εἰς ταύτην ὁ ἀνάπλους γίνεται κατὰ ποταμόν· ὁ δὲ ποταμός ἐστιν Εὐρυμέδων· εἶτα πόλις Σύλλειον, ἄλλη πόλις Σίδη, Κυμαίων ἀποικία, καὶ λιμήν. Παράπλους Παμφυλίας ἀπὸ Πέργης ἥμισυ ἡμέρας. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Παμφυλίας, Κίβυρα, εἶτα Κορακήσιον.
102. ΚΙΑΙΚΙΑ. Μετὰ δὲ Παμφυλίαν Κιλικία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ
αἵδε· Σελινοῦς, Χαραδροῦς πόλις καὶ λιμὴν, Ἀνεμούριον ἄκρα καὶ πόλις,
Νάγιδος πόλις ἣ καὶ νῆσον ἔχει. Πρὸς δὲ τὴν Σητὸν λιμένα
Ποσείδειον, Σάλον, Μυοῦς, Κελένδερις πόλις, καὶ λιμὴν Ἀφροδίσιος καὶ
λιμὴν ἕτερος, Ὅλμοι πόλις Ἑλληνὶς
103. ΚΥΠΡΟΣ. Κατὰ δὲ Κιλικίαν ἐσττὶ νῆσος Κύπροι, καὶ πόλεις ἐν αὐτῇ
αἵδε· Σαλαμὶς Ἑλληνὶς, λιμένα ἔχουσα κλειστὸν χειμερινὸν, Καρπάσεια,
Κερύνεια, Αήπηθις Φοινίκων, Σόλοι (καὶ αὕτη λιμένα ἔχει χειμερινόν),
104. ΣΥΡΙΑ ΚΑΙ ΦΟΙΝΙΚΗ. Ἔστι μετὰ Κιλικίαν ἔθνος Σύροι. Ἐν δὲ τῇ Συρίᾳ
οἰκοῦσι τὰ παρὰ θάλατταν Φοίνικες ἔθνος, ἐπὶ στενὸν ἔλαττον ἢ ἐπὶ
τετταράκοντα σταδίους ἀπὸ θαλάττης, ἐνιαχῆ δὲ οὐδὲ ἐπὶ σταδίους ι΄ τὸ
πλάτος. Ἀπὸ δὲ Θαψάκου ποταμοῦ ἐσιὶ Τρίπολις Φοινίκων, Ἄροδος νῆσος καὶ
λιμὴν, βασίλεια Τύρου, ὅσον η΄ στάδια ἀπὸ τῆς γῆς, καὶ ἐν τῇ χερρονήσῳ
ἑτέρα πόλις Τρίπολις· αὕτη ἐστὶν Ἀράδου καὶ Τύρου καὶ Σιδῶνος· ἐν τῷ
αὐτῷ τρεῖς πόλεις καὶ περίβολον ἑκάστῃ τοῦ τείχους ἴδιον ἔχει· καὶ ὄρος
Θεοῦ πρόσωπον, Τριήρης πόλις καὶ λιμὴν, Βηρυτὸς πόλις καὶ
λιμὴν, Βορινὸς, Πορφυρέων πόλις, Σιδὼν πόλις καὶ λιμὴν κλειστὸς, Ὀρνίθων
πόλις Σιδωνίων (Ἀπὸ Λεόντων πόλεως μέχρι Ὀρνίθων πόλεως
Παλκίτυρος πόλις καὶ ποταμὸς
αὺτῆς ἀπὸ
Συρίας ὁρίων μέχρι στόματος τοῦ
τὸ δὲ Πηλουσιακόν. Καὶ πάλιν σχίζεται δίχα. Τὸ δὲ Σεβεννυτικὸν, τὸ μὲν
εἰς τὸ Μενδήσιον, τὸ δὲ εἰς θάλασσαν· ἀπὸ δὲ τοῦ Μενδησίου εἰς τὸ
Φατνιτικὸν στόμα· ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ εἰς τὸ Τανικὸν στόμα· τὸ δὲ ἀπὸ
Κανωπικοῦ μέχρι Σεβεννυτικῆς λίμνης, καὶ στόμα τὸ Βολβιτινὸν ῥεῖ ἐκ τῆς
λίμνης. Ἔστι δὲ τὰ πολλὰ τὰ παρὰ θάλατταν Αἰγύπτου λίμναι καὶ ἕλη. Ἔστι
δὲ ἡ Αἴγυπτος τοιάδε
107. Ἄρχεται ἡ Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου. ἈΔΥΡΜΑΧΙΔΑΙ.
Ἔθνος Λιβύων Ἀδυρμαχίδαι. Ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον
εὐλίμενος δὲ καὶ ἄνυδρος στάδια ρν΄. Ἐν
108. ΜΑΡΜΑΡΙΔΑΙ. Ἀπὸ δὲ Ἆπιδος ἔθνος Λιβύων ἐστὶν οἱ Μαρμαρίδαι μέχρις
εἰς Ἑσπερίδας. Ἀπὸ δὲ Ἄπιδος ἐπὶ Τυνδαρίους σκοπέλους πλοῦς ἡμέρας. Καὶ
ἀπὸ Τυνδαρίων σκοπέλων εἰς Πλύνους λιμένα πλοῦς ἡμέρας. Ἐκ Πλύνων εἰς
Πέτραντα τὸν μέγαν πλοῦς ἥμισυ ἡμέρας. Ἐκ Πέτραντος εἰς Μενέλαον πλοῦς
ἡμέρας. Ἐκ Μενελάου εἰς Κυρθάνειον πλοῦς ἡμέρας. Ἀπὸ Κυρθανείου
Ἀντίπυγος λιμήν· πλοῦς σταδ.ρνʼ) Consentit Strabo p. p. M ὀρείας )
Μαρίας cod. ἄν dπλους.. ἐ κ Φ ἄρου ἀνάπλους
τοῦ μικροῦ Χερρόνησοι
Ἀχιλίδες, λιμήν (ταῦτα τῆς Κυρηναίων χώρας ἐστί)· πλοῦς ἡμέρας. Ἐν δὲ τῷ
μέσῳ Πέτραντος καὶ Χερρονήσου εἰσὶ νῆσοι Ἀηδωνία καὶ Πλατείαι. Ὕφορμοι
δὲ ὑπʼ αὐταῖς εἰσίν. Ἐντεῦθεν ἄρχεται τὸ σίλφιον φύεσθαι γύης
109. ΝΑΣΑΜΩΝΕ ΚΑΙ ΜΑΚΑΙ. Ἀπὸ δὲ Ἑσπερίδων κόλπος ἐστὶ μέγας, ᾧ ὄνομα
Σύρτις, ὡς δὲ εἰπεῖν ὅτι μάλιστα εἰκάζοντι σταδίων ε. Ἔστιν αὐτῇ τὸ
πλάτος ἀπὸ Ἑσπερίδων εἰς Νέαν πόλιν τὴν πέραν πλοῦς ἡμερῶν τριῶν καὶ
νυκτῶν τριῶν. Περιοικοῦσι δὲ αὐτὴν Λιβύων ἔθνος Νασαμῶνες μέχρι τοῦ
μυχοῦ τοῦ ἐπʼ ἀριστερᾷ· τούτων δὲ ἔχονται Λιβύων ἔθνος παρὰ τὴν Σύρτιν
μέχρι τοῦ στόματος τῆς Σύρτιδος Μάκαι. Εἰς δὲ τὴν Σύρτιν ἀπὸ Ἑσπερίδων
εἰσπλέοντι Ἡράκλειοι θῖνες· ἔχονται δέ τούτων Δρέπανον, νῆσοι Πόντιαι
τρεῖς, αἳ καλοῦνται. Ἐν δὲ τῷ
κοιλοτάτῳ τῆς Σύρτιδοι (ἐν τῷ μυχῷ) Φιλαίνου βωμοὶ, ἐπίνειον, Ἄμμωνος
ἁλοῦς ἔξω τῆς
Σύρτιδος ἐστὶ χωρίον καλὸν καὶ πόλις, ᾗ ὄνομα Κίνυψ ἔστι δὲ
ἔρημος. Ἀπὸ δὲ Νέας πόλεως ἀπέχει εἰς τὴν Σύρτιν στάδια π΄ (πάντη)· ὑπ᾿
αὐτῶν δʼ ἐστὶ ποταμὸς Κίνυψ, καὶ νῆσος ὕπεστι πρὸς τὸν ποταμόν. Τὸ δὲ
βάθος τῆς Σύρτιδος ἔσω ταῶν Ἑσπερίδων πρὸς τοὺς Φιλαίνου βωμοὺς εἰς τὸν
μυχὸν τοῦ κόλπου πλοῦς ἡμερῶν γ΄ καὶ νυκτῶν· πλάτος δὲ ἀπὸ Κίνυφος
ποταμοῦ πρὸς τὰς Λευκὰς νήσους πλοῦς ἡμερῶν τεσσάρων καὶ νυκτῶν
τεσσάρων.
110. ΛΩΤΟΦΑΓΟΙ. Τὰ δὲ ἔξω τῆς Σύρτιδος παροικοῦσι εῖς Μακομάδα ἢ Νεάπολιν πλοῦς ἡμέρας· καὶ νῆσος ἔπεστιν ἐπʼ
αὐτῇ ἐρήμη. Μετὰ δὲ ταύτην Κερκινῖτις νῆσος καὶ πόλις, καὶ κατὰ ταύτην
Θάψος. καὶ Λέπτεως τῆς μικρᾶς καὶ Ἀδρύμητός ἐστι κόλπος μέγας εἴσω,
ἐν ᾧ ἡ Σύρτις ἐστὶ ἡ μικρὰ, Κερκινῖτις καλουμένη, πολὺ τῆς ἄλλης
Σύρτιδος χαλεπωτέρα καὶ δυσπλοωτέρα, ἧς τὸ περίμετρον στάδια β. Ἐν ταύτῃ
τῇ Σύρτιδι ἐνέστηκεν ἡ νῆσος Τριτωνὶς καλουμένη καὶ ποταμὸς Τρίτων, καὶ
αὐτόθεν ἐστὶν Ἀθηνᾶς Τριτωνίδος ἱερόν. Στόμα δὲ ἔχει· ἡ λίμνη μικρὸν,
καὶ ἐν τῷ στόματι νῆσος ἔπεστι· καὶ ὅταν ἀνάπωτις ᾖ, ἐνίοτε ἡ λίμνη οὐκ
ἔχειν εἴσπλουν ἐστὶ φαίνουσα. Ἡ δὲ λίμνη αὕτη ἐστὶ μεγάλη, τὸ περίμετρον
ἔχουσα ὡς σταδίων χιλίων. Περιοικοῦσι δὲ αὐτὴν Λίβυες πάντες
111. ΚΑΡΧΗΔΩΝ. Μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις -Φοινίκων καὶ
λιμήν. Παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. Ἔπεισι δὲ νησία
ἐν τῇ Ἑρμαίᾳ ἄκρα, Ποντία νῆσος καὶ Κόσυρος. Πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ
Κόσυρον ἡμέρας. Ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα μικρὸν ἀπὸ
Ἑρμαίας εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων
οἰκούμεναι· Μελίτη πόλις καὶ λιμὴν, Γαῦλος πόλις, Λαμπάς· αὕτη πύργους
ἔχει δύο ἢ τρεῖς. Ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς
ἡμέρας μιᾶς. Μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. Παράπλους δὲ ἀπὸ
Καρχδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. Ἀπὸ Ἰτύκης Ἵππου Ἄκρα ἢ
Ἱππὼν πόλις, καὶ λίμνη ἐπʼ αὐτῇ ἐστὶ, καὶ λιμὴν, Ἄκρος ἡ πόλις καὶ ὁ κόλπος ἐν αὐτῇ, ἔρημος
νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη ἡ ἐν Λιβύῃ, ἄκρα
Ἀβιθυκὴ καὶ πόλις ἐν ποταμῷ καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα
νῆσοι. Ἀπὸ Καρχηδόνος ταύτῃ ἐστὶν ἐφʼ Ἡρακλείους στήλας τοῦ καλλίστου
πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἔπτά. ΓΑΔΕΙΡΑ. Εἰσὶ
112. Μετὰ δὲ Ἡρακλείους στήλας εἰς τὸ ἔξω πλέοντι, ἔχοντι τὴν Λιβύην ἐν
ἀριστερᾷ, κόλπος ἐστὶ μέγας μέχρι Ἑρμαίας ἄκρας. Ἔστι γὰρ καὶ ἐνταῦθα
Ἑρμαία ἄκρα. Κατὰ δὲ μέσον τὸν κόλπον κεῖται Ποντίων τόπος καὶ πόλις.
Περὶ δὲ τὴν πόλιν λίμνη κεῖται μεγάλη, ἐν δὲ τῇ λίμνη ταύτῃ κεῖνται
νῆσοι πολλαί. Περὶ δὲ τὴν λίμνην πέφυκε κάλαμος καὶ κύπειρος καὶ φλέως
καὶ θρυόν. Αἱ δὲ ὄρνιθες αἱ Μελεαγρίδες τὴν
θάλατταν συνεχῆ, ἀκτὴν δὲ εἶναι τὴν Λιβύην.
διὰ τῆς θαλάττης
Ἄρχεται δὲ τὸ διάφραγμα ἀπὸ Εὐρίπου τοῦ κατὰ Χαλκίδα καὶ ἔστιν ἐπὶ
Γεραιστὸν στάδια ψ΄ καὶ ν΄.
Ἀπὸ Γεραιστοῦ ἐπὶ Παιώνιον τῆς Ἄνδρου στάδια π΄.
Ἀπὸ Παιωνίου τῆς Ἄνδρου ἐπὶ τὸν Αὐλῶνα στάδια σπ΄.
Τοῦ Αὐλῶνος διάπλους εἰς Τῆνον στάδια ιβ΄.
Αὐτῆς δὲ τῆς νήσου ἐπὶ τὸ ἀκρωτήριον τὸ κατὰ Ῥηναίαν στάδια ρν΄.
Τοῦ δὲ διάπλου εἰς Ῥηναίαν στάδια μ΄.
Αὐτῆς δὲ Ῥηναίας καὶ τοῦ διάπλου εἰς Μύκονον στάδια μ΄.
Ἀπὸ δὲ Μυκόνου διάπλους ἐπὶ τοὺς Μελαντίους σκοπέλους προαριστιδίου μικρῷ
ἐλάττων, σταδίων ρ μ΄.
Ἀπὸ δὲ Μελαντίων σκοπέλων πλοῦς εἰς Ἴκαρον προαριστίδιος.
Αὐτῆς δὲ τῆς Ἰκάρου στάδια τ΄ ἐπὶ μῆκος.
Ἀπὸ δὲ Ἰκάρου πλοῦς εἰς Σάμον προαριστίδιος.
Αὐτῆς δὲ Σάμου στάδια σ΄.
Ἐκ Σάμου εἰς Μυκάλην τοῦ διάπλου στάδια Ϛ΄. (ιϚ?).
Τὸ πᾶν, ἐὰν ἐκ Σάμου πλέωσι πρὸ ἀρίστου, στάδια βτο΄, μὴ προσλογιζομένου
τοῦ πλοῦ τοῦ ἐκ Μυκάλης εἰς Σάμον.
Ἀπὸ Μαλέας ἕως Κυθήρων στάδια λ΄ (ρλ΄?).
Αὐτῶν δὲ Κυθήρων μῆκος στάδια ρ΄ (σ΄?).
Εἰς Αἰγιλίαν πλοῦς προαριστίδιος.
Αὐτῆς Αἰγιλίας μῆκος στάδια ν΄.
Ἀπ’ Αἰγιλίας εἰς Κρήτην, πλοῦς προαριστίδιος
Κρήτης αὐτῆς μῆκος στάδια βφ΄ (αφ΄?).
Ἀπὸ Κρήτης εἰς Κάρπαθον στάδια ρ΄ (φ?).
Αὐτῆς Καρπάθου μῆκος στάδια ρ΄ (τ΄?).
Ἔστι τοῦ διάπλου τὸ διάφραγμα στάδια δσο΄.
Μεγίστη Σαρδώ. Δευτέρα Σικελία. Τρίτη Κρήτν. Τετάρτη Κύπρος. Πέμπτη Εὔβοια. Ἔκτη Κύρνος Ἑβδόμη Λέσβος. Ὀγδόν Ῥόδος. Ἐνάτη Χίος. Δεκάτη Σάμος. Ἑνδεκάτη Κόρκυρα. Δωδεκάτη Κάσος. Τρισκαιδεκάτη Κεφαλληνία. Τεσσαρεσκαιδεκάτη Νάξος. Πεντεκαιδεκάτη Κῶς. Ἑξκαιδεκάτη Ζάκνθος. Ἑπτακαιδεκάτη Λῆμνος. Ὀκτωκαιδεκάτη Αἴγινα. Ἐννακαιδεκάτη Ἴμβρος. Εἰκοστὴ Θάσος.