Scymni Chii, ut fertur, Periegesis Pseudo-Scymnus Carolus Müllerus Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0068.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Carolus Müllerus Karl Müller Pseudo-Scymnus Ambroise-Firmin Didot Paris 1855 1 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts lines

This pointer pattern extracts sections

Greek Latin German created the file
ΑΝΩΝΥΜΟΥ ΣΚΥΜΝΟΥ ΧΙΟΥ, ΩΣ ΦΕΡΕΤΑΙ. ΠΕΡΙΗΓΗΣΙΣ.
Πάντων ἀναγκαιότατον ἡ κωμῳδία, θειότατε βασιλεῦ Νικόμηδες, τοῦτʼ ἔχει τὸ καὶ βραχέως ἕκαστα καὶ φράζειν σαφῶς καὶ ψυχαγωγεῖν πάντα τὸν ὕγιῆ κριτήν. Διὸ δὴ δοκιμάσας τὸ πιθανὸν τῆς λέξεως σοί τε διὰ ταύτης ἐντυχεῖν ἐσπούδασα καὶ διαλεγῆναι βραχέα, τό τε συνηγμένον εὐπεριγράφως ὠφέλιμον ἀναδοῦναι τάδε σύνταγμα, κοινὴν πᾶσι τὴν εὐχρηστίαν διὰ σὲ παρέξων τοῖς θέλουσι φιλομαθεῖν. Βουλόμενος οὖν σοι πρῶτον ἐκθέσθαι σαφῶς τὸν ἀπολογισμὸν τῆς ὅλης συντάξεως, αἰτῶ δοθῆναι τῇ προεκθέσει λόγον μὴ πολύν· ἐμοὶ γὰρ κρίνεται λακωνικῶς περὶ μεγάλων ἐλάχιστα πραγμάτων λέγειν. Ἔστι δʼ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει, τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων, γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωῖκοῦ, συνεσχολακὼς δὲ πολὺν Ἀριστάρχῳ χρόνον, συνετάξατʼ ἀπὸ τῆς Τρωῖκῆς ἁλώσεως χρονογραφίαν στοιχοῦσαν ἄχρι τοῦ νῦν βίου. Ἔτη δὲ τετταράκοντα πρὸς τοῖς χιλίοις ὡρισμένως ἐξέθετο, καταριθμούμενος πόλεων ἁλώσεις, ἐκτοπισμοὺς στρατοπέδων, μεταναστάσεις ἐθνῶν, στρατείας βαρβάρων, ἐφόδους περαιώσεις τε ναυτικῶν στόλων, θέσεις ἀγώνων, συμμαχίας, σπονδὰς, μάχας, πράξεις βασιλέων, ἐπιφανῶν ἀνδρῶν βίους, φυγὰς, στρατείας, καταλύσεις τυραννίδων· πάντων ἐπιτομήν τῶν χύδην εἰρημένων· μέτρῳ δὲ ταύτην ἐκτιθέναι προείλετο, τῷ κωμικῷ δὲ, τῆς σαφηνίας χάριν, εὐμνημόνευτον ἐσομένην οὕτως ὁρῶν. Τὸ δ᾿ ὅμοιον ἔλαβεν εἰκάσας ἐκ τοῦ βίου· ὥσπερ γὰρ εἴ τις ἀναλαβὼν θέλοι φέρειν ξύλων λελυμένων πλῆθος, οὐκ ἂν εὐχερῶς τούτων κρατήσαι, δεδεμένων δὲ ῥᾳδίως· οὕτω λελυμένην λέξιν ἀναλαβεῖν ταχύ οὐκ ἔστι, τῷ μέτρῳ δὲ περιειλημμένην ἔστιν κατασχεῖν εὐσκόπως καὶ πιστικῶς· ἔχει γὰρ ἐπιτρέχουσαν ἐν ἑαυτῇ χάριν, ὅταν ἱστορία καὶ λέξις ἔμμετρος πλεκῇ. Κεῖνος μὲν οὖν κεφάλαια συναθροίσας χρόνων εἰς βασιλέως ἀπέθετο φιλαδέλφου χάριν, ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης, ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι. Ἐγὼ δʼ ἀκούων, διότι τῶν νῦν βασιλέων μόνος βασιλικὴν χρηστότητα προσφέρεις, πεῖραν ἐπεθύμησʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ λαβεῖν καὶ παραγενέσθαι καὶ τί βασιλεύς ἐστʼ ἰδεῖν, ἵνʼ αὐτὸς ἑτέροις πάλιν ἀπαγγέλλειν ἔχω. Διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν, παρὰ σοί τε, βασιλεῦ, γνησίως τιμώμενον κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω, τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην. Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος πρὸς σὴν κατὰ λόγον ἧκα κοινὴν γὰρ σχεδόν τοῖς φιλομαθοῦσιν ἀναδέδειχας ἑστίαν· θεὸς δὲ συνεφάψαιτα τῇ προαιρέσει., Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας κτίσεις τε πόλεων, τῆς ὅλης τε γῆς σχεδόν ὅσ᾿ ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων. Τούτων δʼ ὅσα μὲν εὔσημά τʼ ἐστὶ καὶ σαφῆ ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι, ὅσα δʼ ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα, ὁ κατὰ μέρος ταῦτʼ ἐξακριβώσει λόγος, ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένης ἔχειν σε περιορισμὸν ἐπιτετμημένον, ποταμῶν τε μεγάλων ἰδιότητας καὶ ῥύσεις, τὴν τῶν δύʼ ἠπείρων τε κατὰ μέρος θέσιν, ἐν ἑκατέρᾳ τινες εἰσὶν Ἑλλήνων πόλεις, τίνες ἐκτίσαν, κατὰ τίνας ᾤκησαν χρόνους, τοὺς ὁμοεθνεῖς ὄντας τε τούς τʼ αὐτόχθονας, τίνʼ ἔστι πλησιόχωρα βαρβάρων γένη, τίνα μιγάδων λεγόμενα, ποῖα νομαδικά, τίνες ἥμεροι, τινες εἰσὶν ἀξενώτατοι ἔθεσι, τρόποις τʼ ἔργοις τε βαρβαρώτατοι, τίνα τῶν ἐθνῶν μέγιστα πολυανδροῦντά τε. τίσιν νόμοις ἕκαστα χρῆται καὶ βίοις, τῶν ἐμπορίων ὅσα τʼ ἐστὶν εὐτυχέστατα, νήσων τε πασῶν τῶν πρὸς Εὐρώπην θέσιν, ἑξῆς τε τῶν σύνεγγυς Ἀσίᾳ κειμένων, κτίσεις τε πόλεων τῶν ἐν αὐταῖς φερομένων, ἀπλῶς θʼ ἀπάντων ὁρικῶς * διέξοδον καὶ τὴν ὅλην περίοδον ἐν ὀλίγους στέχοις, ἧς ὁ κατακούσας οὐ μόνον τερφθήσεται, ἅμα δʼ ὠφελίαν ἀποίσετʼ εὔχρηστον μαθών, εἰ μηθὼν ἕτερον, φασί, ποῦ ποτʼ ἔστι γῆς, κἀν τίσι τόποις τὴν πατρίδα κειμένην ἔχει, τίνων τε πρότερον γενομένην οἰκητόρω πόλεσί τε ποίαις συγγένειαν ἀναφέρει· συνελόντι δʼ εἰπεῖν, οὐχὶ τὴν Ὀδυσσέως ἀναδεξάμενος, ὥς φασιν οἱ μῦθοι, πλάνην, ἐπὶ τῆς ἰδίας δὲ καταμένων εὐδαιμόνως, οὐχὶ μόνον ἑτερόφυλον ἀνθρώπων βίον, ἐθνῶν ὅλων δὲ γνώσετʼ ἄστη καὶ νόμους. Λαβοῦσα δʼ ἡ σύνταξις ἐπιφανέστατον ἀρχηγέτην σε φιλάγαθόν τε προστάτην ἥξει διὰ λόχους ἐπμελεῖς εἰς τὸν βίον, τὸ σόν τε, βασιλεῦ, πᾶσι κηρύξει κλέος διαπεμπομένη πρὸς ἕτερον ἀφʼ ἑτέρου τόπον καὶ τοῖς μακρὰν ἀπέχουσι τὴν εὐφημίαν. Ἤδν δ᾿ ἐπʼ ἀρχὴν εἶμι τῆς συντάξεως τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον· τῷ τὴν γεωγραφίαν γὰρ ἒπιμελέστατα γεγραφότι, τοῖς τε κλάμασι καὶ τοῖς σχήμασιν, Ἐρατοσθένει μάλιστα συμπεπεισμένος, Ἐφόρῳ τε καὶ τῷ τὰς κτίσεις εἰρηκότι ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίῳ, Δημητρίῳ τε Καλλατιανῷ συγγραφεῖ καὶ τῷ Σικελῷ Κλέωνι καὶ Τιμοσθένει, τὴν τῆς υτέ τῶν θέσιν. καὶ τὸν πολίτην δʼ ἐκ π . ψ ασιν γνωριμενεἰσφκαί ὸγεφετπαρ' ἱστορεῖν πι λλομέν τόπους ἀκολουθῶν δὲ καὶ Καλλισθένη ἰληφα καὶ κχ χ ενίων δὲ καί Τίμαιον, ἄνδρα Σικελὸν ἐκ Ταυρομενίου, ἐκ τῶν ὑφʼ Ἡροδότου τε συντεταγμένων· ἃ δʼ αὐτὸς ἰδίᾳ φιλοπόνως ἐξητακώς αὐτοπτικὴν πίστιν τε προσενηνεγμένος, ὡς ὢν θεατὴς οὐ μόνον τῆς Ἑλλάδος ἢ τῶν κατʼ Ἀσίαν κειμένων πολισμάτων, ἵστωρ δὲ γεγονὼς τῶν τε περὶ τὸν Ἀδρίαν καὶ τῶν κατὰ τὸν Ἰόνιον ἑξῆς κειμένων, ἐπεληλυθὼς δὲ τούς τε τῆς Τυρρηνίας καὶ τοὺς Σικελικοὺς καὶ πρὸς ἐσπέραν ὅρους καὶ τῆς Λιβύης τὰ πλεῖστα καὶ Καρχηδόνος. Τὰ δὲ πολλὰ συνελὼν ἄρξομαι τῶν πραγμάτων, πρῶτον δὲ τάξω τοὺς κατʼ Εὐρώπην τόπους.
ΕΥΠΩΠΗ. Τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν· ἡ περιέχουσα δʼ αὐτὸ χώρα πλησίον ἡ μὲν Λιβύης ἡ δʼ ἐστὶν Εὐρώπης ἄκρα. Νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναι διέχουσʼ ἀπʼ ἀλλήλων τριάκοντα σχεδόν σταδίους· καλοῦνται δʼ ὑπό τινων Ἡρακλέους στῆλαι. Μιᾶς τούτων δὲ Μασσαλιωτική πόλις ἐστὶν ἐγγὺς, Μαινάκη καλουμένη· αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδων πόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν. Κάμψαντι τὴν ἄκραν δὲ τὴν κατʼ ἀντικρύ πρὸς ἥλιον δύνοντα πλοῦς ἐσθʼ ἡμέρας· εἶτ᾿ ἐχομένη ᾿ στὶ νῆσος ἡ καλουμένη Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς, βοῶν δʼ ἀγέλας ἔχουσα καὶ βοσκημάτων, προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις· προσεσπερίους δʼ Αἰθίοπας οἰκητὰς ἔχειν λέγουσιν αὐτὴν γενομένης ἀποικίας. Ταύτης σύνεγγυς δ ἐστὶ πόλις λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν, Γάδειῤ, ὅπου μέγισ ια γίνεσθαι λόγος κήτη. Μετὰ ταύτην δʼ ἐστιν ἡμερῶν δυοῖν τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον ἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις, ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα. Ἔπειτα χώρα Κελτικὴ καλουμένη μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης, ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος. Τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόν οἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίαν Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς· τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι. Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δʼ ἀνάπαλιν ὑπ᾿ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος. Τὰ μὲν οὖν ἔθνη τὰ τέτταῤ ἐστὶ τοῖς ὄχλοις τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα· ἡ δʼ Αἰθιόπων πλέονʼ ἐστὶ χώραν καὶ Σκυθῶν ἐρημίαν δʼ ἔχουσα πλείστην, διὰ τὸ καί τὰ μὲν ἔμπυῤ εἶναι μᾶλλον αὐτῶν τὰ δʼ ἔνυγρα. Χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς, ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων· σὺν μουσικῇ δʼ ἄγσυσι τὰς ἐκκλησίας, ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν. Τούτων δ᾿ κεῖται λεγομένη τις ἐσχάτη στήλη βόρειος· ἔστι δʼ ὑψηλὴ πάνυ εἰς κυματῶδες πέλαγος ἀνατείνουσ᾿ ἄκραν. Οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπους Κελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοι Ἔνετοί τε καὶ τῶν ἐντὸς εἰς τὸν Ἀδρίαν Ἴστρων καθηκόντων· λέγουσι δʼ αὐτόθεν τὸν Ἴστρον ἀρχήν λαμβάνειν τοῦ ῥεύματος. Τῶν πρὸς τὸ Σαρδῷον δ᾿ πέλαγος κειμένων οἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνος ἀποικίαν λαβόντες· ἑξῆς δʼ, ὡς λόγος, Ταρτήσσιοι κατέχουσιν· εἶτ᾿ Ἴβηρες οἱ προσεχεῖς. Ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων Βέβρυκες. Ἔπειτα παραθαλάττιοι κάτω Λίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες, ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν· πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα· ταύτην δὲ πρὶν ναῶν κρατοῦντες ἔκτισαν Ῥόδιοι. Μεθ᾿ οὓς ἐλθόντες εἰς Ἱβηρίαν οἱ Μασσαλίαν κτίσαντες ἔσχον Φωκαεῖς Ἀγάθην Ῥοδανουσίαν τε, Ῥοδανὸς ἣν μέγας ποταμὸς παραρρεῖ, Μασσαλία δʼ ἐστʼ ἐχομένη, πόλις μεγίστη, Φωκαέων ἀποικία. Ἐν τῇ Λιγυστικῇ δὲ ταύτην ἔκτίσαν πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι. Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν. Εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίον πόλις Ὀλβία κἀντίπολις αὐτῶν ἐσχάτη. Μετὰ τὴν Λιγυστικὴν Πελασγοὶ δʼ εἰσὶν αἱ πρότερον κατοικήσαντες ἐκ τῆς Ἑλλάδος, κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι. Τυρρηνίαν δʼ ὁ Λυδὸς Ἄτυος ἔκτισεν Τυρρηνὸς ἐπὶ τοὺς Ὀμβρικοὺς ἐλθών ποτε. Ἐν τῷ πόρῳ κεῖνται δὲ νῆσοι πελάγιαι, Κύρνος τε καὶ Σαρδὼ, μεγίστη λεγομένη μετὰ τὴν Σικελίαν νῆσον, αἵ τε πρίν ποτε Σειρηνίδες Κίρκης τε νῆσοι λεγόμεναι. Εἰσὶ δ᾿ ἐπάνω μὲν τῶν Πελασγῶν Ὀμβρικοί, οὓς ᾤκισ᾿ οὑκ Κίρκης Ὀδωσσεῖ γενόμενος Λατῖνος, Αὔσονές τε μεσόγειον τόπον ἔχοντες, Αὔσων οὓς συνοικίσαι δοκεῖ, Ὀδυσσέως παῖς καὶ Καλυψοῦς γενόμενος. Ἐν τοῖς ἔθνεσι τούτοις δὲ Ῥώμη ᾿ στὶν πόλις ἔχουσʼ ἐφάμιλλον τῇ δυνάμει καὶ τοὔνομα, ἄστρον τι κοινὸν τῆς ὅλης οἰκουμένης, ἐν τῆ Λατίνῃ· Ῥωμύλον δʼ αὐτὴν κτίσαι θέμενον ἀφʼ αὑτοῦ φασι τοῦτο τοὔνομα. Μετὰ δὲ Λατίνους ἔστιν ἐν Ὀπικοῖς πόλις τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπῴκισαν, εἶτ᾿ Αἰολεῖς· οὗ Κερβέριόν τι δείκνυται ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δέ δεῦρο παρὰ Κίρκης ἐπανάγοντʼ Ὀδυσσέα. Ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνῳ κειμένης κτίσιν κατὰ χρησμὸν ἔλαβιν ἡ Νεάπολις. Τούτοις δὲ Σαυνῖται παροικοῦσʼ ἐχόμενοι τῶν Αὐσόνων· μεθʼ οὓς μεσόγειοι κείμενοι οἰκοῦσι Λευκανοί τε Καμπανοί θʼ ἅμα. Προσεχεῖς δὲ τούτοις εἰσὶ πάλιν Οἰνώτριοι μέχρι τῆς Ποσειδωνιάδος ὠνομασμένης, ἥν φασι Συβαρίτας ἀποικίσαι προτοῦ, καὶ Μασσαλιωτῶν Φωκαέων τʼ Ἐλέα πόλις, ἣν ἔκτισαν φυγόντες ὑπὸ τὰ Περσικά οἱ Φωκαεῖς· μάλιστα δʼ εὐανδρουμένη κατὰ τὴν Ἀσίαν Φωκαία κειμένη πόλις. Ἐν τῷ πόρῳ κεῖνται δὲ τῷ Τυρρηνικῷ νησῖδες ἑπτὰ τῆς Σικελίας οὐ πρόσω, ἃς δὴ προσαγορεύουσι νήσους Αἰόλου, ὧν ἔστιν Ἱερὰ λεγομένη τις εὐλόγως· καιόμενα φαίνεται γὰρ ἐξ αὐτῆς πυρά ἀπὸ σταδίων εὔδηλα πᾶσι πλειόνων, καὶ διαπύρων εἰς ὕψος ἀναβολαὶ μύδρων, ἔργα τε σιδήρειός τε ῥαιστήρων κτύπος. Μία δʼ ἐστὶν αὐτῶν Δωρικὴν ἀποικίαν ἔχουσα, Λιπάρα δʼ ὄνομα, συγγενὶς Κνίδου. Ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη, ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα λέγουσι πλήθη κατανέμεσθʼ Ἰβηρικά, διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην χρόνῳ Σικελίαν προσαγορευθῆναι πάλιν, Σικελοῦ δυναστεύσαντος· εἶθ᾿ Ἑλληνικάς ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωϊκῶν δεκάτη γενεᾷ μετὰ ταῦτα Θεοκλέους στόλον παρὰ Χαλκιδέων λαβόντος· ἦν δʼ οὗτος γένει ἐκ τῶν Ἀθηνῶν· καὶ συνῆλθον, ὡς λόγος, Ἴωνες εἶτα Δωριεῖς οἰκήτορες. Στάσεως δʼ ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν, τὸ δʼ ἐπὶ Ζεφύριον τῆς Ἰταλίας Δωριεῖς κατέσχον. Ἀρχίας δὲ τούτους προσλαβών ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισεν ἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας τοὔνομα τὰς νῦν Συρακούσας παῤ αὐτοῖς λεγομένας. Μετὰ ταῦτα δʼ ἀπὸ Νάξου Λεοντῖνοι πόλις, ἡ τὴν θέσιν τʼ ἔχουσα Ῥηγίου πέραν, ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας, Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχʼ ἀποικίαν. Πάλιν ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καί Μύλαι κατῳκίσθησαν ἐπικαλούμεναι, εἶθ᾿ Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη· εἰσὶν δὲ πᾶσοι Χαλκιδέων αὗται πόλεις. Τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι. Μεγαρεῖς Σελινοῦνθ᾿ , οἱ Γελῷοι δ᾿ ἔκτισαν Ἀκράγαντα, Μεσσήνην δʼ Ἴωνες ἐκ Σάμου, Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην· αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν, πρὸς ἓξ ἔτη καὶ τετταράκοντʼ ᾠκημένην. Αὗται μὲν οὖν εἰσ᾿ αἱ πόλεις Ἑλληνίδες· τὰ δὲ λοιπὰ βάρβαῤ ἐστὶ τῶν πολισμάτων, Καρχηδονίων ἐντειχισάντων τοὺς τόπους. Ἡ δʼ Ἰταλία προσεχὴς μέν ἐστʼ Οἰνωτρίᾳ, μιγάδας τὸ πρότερον ἥτις ἔσχε βαρβάρους, ἀπὸ τοῦ δυναστεύσαντος Ἰταλοῦ τοὔνομα λαβοῦσα, μεγάλη δʼ ὕστερον πρὸς ἐσπέραν Ἑλλὰς προσαγορευθεῖσα ταῖς ἀποικίαις. Ἑλληνικὰς γοῦν παραθαλαττίους ἔχει πόλεις· Τέρειναν πρῶτον, ἢν ἀπῴκισαν Κροτωνιᾶται πρότερον, ἃς θʼ οἱ πλησίον Ἱαπώνιον καὶ Μέδμαν ᾤκισαν Λοκροί. Εἶτ᾿ εἰσὶ Ῥηγῖνοι πόλις τε Ῥήγιον, ὅθεν ἐστὶν ἐγγυτάτω πλέοντι διάβασις εἰς τὴν Σικελίαν· Χαλκιδεῖς δὲ Ῥήγιον ἀποικίσαι δοκοῦσιν. Οἱ δὲ λεγόμενοι Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί. Τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ· εἰσὶν δʼ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν· ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις. Ἔχεται δὲ τούτων πρῶτα μὲν Καυλωνία, ἐκ τοῦ Κρότωνος ἥτις ἔσχʼ ἀποικίαν· ἀπὸ τοῦ σύνεγγυς κειμένου δὲ τῇ πόλει αὐλῶνος αὕτη τοὔνομα σχοῦσʼ ὔστερον μετωνομάσθη τῷ χρόνῳ Καυλωνία. Ἑξῆς δὲ ταύτης ἦ πρὶν εὐτυχεστάτη εὐανδροτάτη πόλις τε γενομένη Κρότων, Μύσκελος Ἀχαιὸς ἣν ἀποικίσαι δοκεῖ. Μετὰ δὲ Κρότωνα Πανδοσία καὶ Θούριοι· ὅμορον δὲ τούτοις ἐστὶ τὸ Μεταπόντιον. Ταύτας Ἀχαιοὺς ἐκ Πελοποννήσου κτίσαι ἀφικομένους λέγουσι πάσας τὰς πόλεις. Εἶτεν μεγίστη τῶν ἐν Ἰταλία Τάρας, ἀπό τινος ἥρωος Τάραντος λεγομένη, Λακεδαιμονίων ἄποικος, εὐδαίμων πόλις. Οἱ Παρθενίαι ταύτην γὰρ ἔκτισαν προτοῦ εὔκαιρον, ὀχυρὰν, φυσικὸν εὐτύχημά τι· συναγομένη γὰρ λιμέσιν ἐπὶ νῆσον δυσίν πάση σκεπεινὴν νηὶ καταγωγὴν ἔχει. Ἦν καὶ πρότερον μέγιστον ἐξυμνημένη πόλις μεγάλη, βαρεῖα, πλουσία, καλή, ἀπὸ τοῦ ποταμοῦ Συβάριδος ὠνομασμένη Σύβαρις, Ἀχαιῶν ἐπιφανὴς ἀποικία, δέκα μυριάδας ἔχουσα τῶν ἀστῶν σχεδόν περιουσία πλείστη τε κεχορηγημένη· οἳ δὴ παρεξαρθέντες οὐκ ἀνθρωπίνως αὔτανδρον ἐξέφθειραν ἐπιφανῆ πόλιν, τἀγαθὰ τὰ λίαν μὴ μαθόντες εὖ φέρειν. Λέγεται γὰρ αὐτοὺς μήτε τοῖς νόμοις ἔτι τοῖς τοῦ Ζαλεύκου τἀκόλουθα συντελεῖν, τρυφὴν δὲ καὶ ῤᾴθυμον ἑλομένους βίον χρόνῳ προελθεῖν εἰς ὕβριν τε καὶ κόρον, σπεῦσαι δὲ καὶ τὸν τῶν Ὀλυμπίων ὅπως ἀγῶνα καταλύσωσι, τάς τε τοῦ Διός ἀνέλωσι τιμὰς τῇδε τῇ παρευρέσει ἁδρόμισθον Διὶ γυμνικόν τινʼ ἐπετέλουν κατὰ τὸν χρόνον τὸν αὐτὸν Ἠλείοις, ἵνα πᾶς τις πρὸς αὐτοὺς τοῖς ἐπάθλοις ἀγόμενος σπεύδοι καταντᾶν, ἀπολιπὼν τὴν Ἑλλάδα. Κροτωνιᾶται πλησίον δὲ κείμενοι κατὰ κράτος αὐτοὺς ἦραν ἐν βραχεῖ χρόνῳ τὰ πάντα διαμείναντας ἀπταίστως ἔτη ὡς ἑκατὸν ἐνενήκοντα πρὸς τοῖς εἴκοσι. Μετὰ τὴν Ἰταλίαν εὐθὺς Ἰόνιος πόρος κεῖται· καθήκοντες δὲ πρὸς τὴν εἰσβολήν οἰκοῦσ᾿ Ἰάπυγες μεθʼ οὓς Οἰνώτριοι Βρεντέσιον ἐπίνειόν τε τῶν Μεσσαπίων. Πέραν δὲ τούτων ἔστʼ ὄρη Κεραύνια. Μεσσαπίων δʼ οἰκοῦσιν, Ὀμβρικοί, οὕς φασιν ἁβροδίαιτον αἱρεῖσθαι βίον Λυδοῖσι βιοτεύοντας ἐμφερέστατα. Εἶτ᾿ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη. Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν, ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικήν νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας, τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας. Τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικόν τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλῳ ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε χώραν ἀρίστην νεμομένων καὶ καρπίμην· διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα· ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόν ἐστὶν ὑπὲρ αὐτοὺς, καίπερ ὄντας πλησίον· οὐ γὰρ νιφετώδης οὐδʼ ἄγαν ἐψυγμένος, ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει· ὀξὺς δὲ ταραχώδης τε πρὸς τὰς μεταβολάς, μάλιστα τοῦ θέρους δὲ, πρηστήρων τε καί βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει τυφῶνας. Ἐνετῶν δʼ εἰσὶ πεντήκοντά που πόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ, οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν. Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι. Δύο δὲ κατʼ αὐτούς εἰσι νῆσοι κείμεναι, κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν. ὁπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει, ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον, διαυγὲς ἀγείρων ἀποστάλαγμά τι. Λέγουσι γὰρ δὴ τὴν κεραύνωσιν προτοῦ τὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές· διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρων μελανειμονεῖν τε πενθικάς τ᾿ ἔχειν στολάς. Ἡ πλησίον χώρα δὲ τούτων κειμένη ὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται. Τούτοις συνάπτον δʼ ἐστὶ Βουλινῶν ἔθνος· ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη· πόλεις δʼ ἐν αὐτῇ φασι πέντε καὶ δέκα Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει· τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν, ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳ τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον, ὥς φασι Τίμαιός τε κἀρατοσθένης. Νῆσος κατʼ αὐτοὺς δʼ ἔστιν Ἴσσα λεγομένη, Συρακοσίων ἔχουσα τὴν ἀποικίαν. Ἡ δ᾿ Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆ ἔθνη περιέχει πολλά· πλήθη γὰρ συχνά τῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μέν αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα, ἃ δὲ τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου, καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαις ὑπήκο᾿ εἶναι, τινὰ δὲ καὶ μοναρχίαις, ἃ δʼ αὐτονομεῖσθαι· θεοσεβεῖς δʼ αὐτοὺς ἄγαν καὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους, κοινωνικὴν διάθεσιν ἠγαπηκότας εἶναι, βίον ζηλοῦν τε κοσμιώτατον. Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένη νῆσος Παρίων κτίσις ἐστὶν ἥ τε λεγομένη Μέλαινα Κόρκυῤ, ἣν Κνίδιοι κατῴκισαν. Ἔχει δὲ λίμνην εὖ μάλʼ ἡ χώρα τινά μεγάλην, παῤ αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην. Προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινες ἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον· ὅθεν ἐστὶ Διομήδεια ταύτη τοὔνομα. Ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι. Πρὸς τῇ θαλάττῃ δʼ ἔσιν Ἐπίδαμνος, πόλις Ἑλληνὶς, ἣν Κόρκυῤ ἀποικίσαι δοκεῖ. Ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ. Οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία, Κορκυραίων τε καὶ Κορινθίων κτίσις, Ἑλληνὶς Ὠρικός τε παράλιος πόλις· ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖς κτίζουσι, κατενεχθέντες ὑπὸ τῶν πνευμάτων. Ἔπειτα Θεσπρωτῶν τε καὶ τῶν Χαόνων ἔθνη κατοικεῖ βάρβαῤ οὐ πολὺν τόπον. Κόρκυρα νῆσος δʼ ἐστὶ κατὰ Θεσπρωτίαν. Μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοι οἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ, ὁ Νεοπτολέμου παῖς, ἥ τε Δωδώνη Διός μαντεῖον ἵδρυμ᾿ ἐστὶ δʼ οὖν Πελασγικόν. Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μιγάδες βάρβαροι, οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ. Μετὰ τοὺς Μολοττὺς δʼ Ἀμβρακία Κορινθίων ἄποικός ἐστιν· ᾤκισεν δʼ ὁ Κυψέλου αὐτὴν πρότερον παῖς Γόργος· εἶτʼ Ἀμφιλοχικόν Ἄργος λεγόμενον· τοῦτο δὲ κτίσαι δοκεῖ Ἀμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως. Εἰσὶ δʼ ἐπάνω τούτων ἔποικοι βάρβαροι. Ἐν τῇ παραλία δʼ ἔστʼ Ἀνακτόριον πόλις· ταύτην δʼ Ἀκαρνᾶνές τε καὶ Κορίνθιοι ἀπῴκισαν· μετέπειτα δʼ Ἀκαρνανία· ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι, τοὺς δὲ τὸν ἐκείνου παῖδʼ Ἀκαρνᾶνα κτίσαι. Κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες· Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις, εἶθ᾿ ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον, ἥ τε Πελοποννήσῳ σύνεγγυς κειμένη Ζάκυνθος, εἶτεν αἱ καθήκουσαι πέραν πρὸς τὸν Ἀχελῷον, λεγόμεναι δʼ Ἐχινάδες. Ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα, ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους ἐθνικῶς ἅπόντας κατʼ Ἔφορον δηλώσομεν Μετὰ τοὺς Ἀκαρνᾶνες μὲν ἔστʼ Αἰτωλία, ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν· Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον, ἀφικόμενος δʼ Αἰτωλὸς ἐκ τῆς Ἤλιδος Αἰτωλίαν ὠνόμασ᾿ ἐκείνους ἐκβαλών. Πρὸς τῷ Ῥίῳ κεῖται δὲ Ναύπακτος πόλις, ἣν Δωριεῖς κτίζουσιν οἱ σὺν Τημένῳ. Ἔπειτ’ ἀπʼ Αἰτωλῶν παροικοῦσιν Λοκροί, οὓς Ὀζόλας καλοῦσʼ, ἀποίκους γενομένους ἀπὸ τῶν πρὸς Εὔβοιαν Λοκρῶν ἐστραμμένων. Δελφοὶ συνάπτουσιν δὲ τούτοις ἐχόμενοι τό τε Πυθικὸν μαντεῖον ἀψευδέστατον. Ἑξῆς δὲ Φωκεῖς, οὓς δοκεῖ συνοικίσαι Φῶκος, κατελθὼν μετὰ Κορινθίων προτοῦ γενεαλογεῖται δʼ Ὀρνύτου τοῦ Σισύφου. Ταύτης δὲ κεῖται πλησίον Βοιωτία, χώρα μεγίστη καιρία τε τῇ θέσει· χρῆται μόνη γὰρ τρισὶ θαλάτταις, ὡς λόγος, ἔχει δὲ λιμένας οὓς μὲν εἰς μεσημβρίαν βλέποντας εὐκαιρότατα πρὸς τὸν Ἀδρίαν τὸ Σικελικόν τʼ ἐμπόριον, οὓς δὲ πρὸς Κύπρον καὶ τὸν κατʼ Αἴγυπτόν τε τὰς νήσους τε πλοῦν· οὗτοι δὲ περὶ τὴν Αὐλίδ᾿ εἰσὶν οἱ τόποι, ἐν οἷς Ταναγραίων ἐστὶ κειμένη πόλις, ὑπὲρ δὲ ταύτην ἐν μεσογείῳ Θεσπιαί· τὸν δὲ τρίτον ἔξω τοῦ κατʼ Εὔριπον δρόμου εἰς τὴν Μακεδόνων Θετταλῶν θʼ ἱκνούμενον, ἐφ᾿ οὗ παράλιός ἐστιν Ἀνθηδὼν πόλις. Θῆβαι μέγισται δʼ εἰσὶ τῆς Βοιωτίας. Εἶτεν συνάπτει Μέγαρα, Δωρικὴ πόλις· σύμπαντες αὐτὴν ἐπόλισαν γὰρ Δωριεῖς, πλεῖστοι Κορίνθιοι δὲ καὶ Μεσσήνιοι. Λέγουσι δʼ Ὀγχηστοῦ γενόμενον ἐγκρατῆ Μεγαρέ᾿ ἀφ᾿ αὑτοῦ τοῦτο θέσθαι τοὔνομα. Ἡ Μεγαρὶς ἀφορίζει δὲ τὴν Βοιωτίαν. Ὁ Κορίνθιος δὲ κόλπος ἐστὶν ἐχόμενος ὅ τε Κεγχρεάτης, οἵ τὸν ἰσθμὸν εἰς στενὸν συνάγουσιν ἑκατέρωθεν ἠπειρούμενον. Εἶτ᾿ ἔστα Πελοπόννησος ἑξῆς κειμένη, κόλπους βαθεῖς ἔχουσα καὶ πολλὰς ἄκρας, Μαλέαν μεγίστην Ταίναρόν τε λεγομένην· ἱερὸν Ποσειδῶνος δὲ θεοπρεπέστατον ὑπὸ τῶν Λακώνων ἐνθάδʼ ἔσθʼ ἱδρυμένον. Τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη Σικυώνιοι κατέχουσιν, οἵ τε πρίν ποτε Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν, ἄλλοι τʼ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δʼ ὅρους καὶ ζέφυρον Ἠλεῖοί τε καὶ Μεσσήνιοι τὸ· πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα Λάκωνες Ἀργεῖοί τε πρὸς ἀνιόντα δέ ἥξλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις ἐν τῇ μεσογείῳ δʼ ἔστιν ἡ Φλιασία, τό τʼ Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος. Τοὺς Ἀρκάδας μὲν οὖν λέγουσʼ αὐτόχθονας, ὕστερον Ἀλήτην δʼ οἰκίσαι Κορινθίους, Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δʼ Ἀχαΐαν Τισαμενὸν, Ἤλιδος δ᾿ ὁπάρχειν Ὄξωλον ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας, Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος, Ἄργους δὲ Κεῖσον καὶ μετʼ αὐτοῦ Τήμενον, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος, καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου. Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τʼ ἄγαν, ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας κατὰ μἦκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδόν Ὄχλοις ἀπʼ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη. Ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας τοὺς δὴ παῤ αὐτοῖς Ἐτεόκρητας λεγομένους. Πράτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς ἄρξαι θαλάττης τάς τε νησιώτιδας πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι αὐτῶν Ἔφορος εἴρηκεν, εἶναί φησί τε ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος, τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος, πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς. Ἐν τῷ πόρῳ δὲ κειμένη τῷ Κρητικῷ ἄποικός ἐστιν Ἀστυπάλαια Μεγαρέων, νῆσος πελαγία· πρὸς δὲ τῇ Λακωνικῇ Κύθηρα· μετὰ δὲ ταῦτα κατʼ Ἐπίδαυρον ἥ πρότερον μὲν Οἰνώνη προσηγορεύετο, ὕστερον ἀπʼ Αἰγίνης δὲ τῆς Ἀσωπίδος Aἴγιναν ἐκάλεσεν κατασχὼν Αἰακός· καὶ πλησίον ταύτῃ Σαλαμὶς, ἐν ᾗ λόγος τὸν Αἰακοῦ Τελαμῶνα βασιλεῦσαί ποτε. Ἑξῆς Ἀθῆναι φασὶ δʼ οἰκητὰς λαχεῖν ταύτας Πελασγοὺς πρῶτον, οὓς δὲ καὶ λόγος Κραναοὺς καλεῖσθαι, μετὰ δὲ ταῦτα Κεκροπίδας, Κέκροπος δυναστεύσαντος, ὑστέροισι δέ χρόνοις, Ἐρεχθέως τῆς πόλεως ἡγουμένου, ἀπὸ τῆς Ἀθηνᾶς τὴν προσηγορίαν λαχεῖν. Ἡρόδοτος ἱστορεῖ δὲ ταῦτα συγγράφων. Τὸ Σούνιον κάμψαντι δʼ ἀπὸ τῆς Ἀττικῆς Εὔβοια κεῖται νῆσος, ἡ καλουμένη διὰ τὴν φύσιν τὸ πρότερον, ὥς φασιν, Μάκρις, ἔπειτεν ἀπὸ τῆς λεγομένης Ἀσωπίδος. χρόνῳ λαβοῦσα τοὔνομ᾿ Εὐβοίας πάλιν. Πρώτους δʼ ἐν αὐτῇ φασὶν οἰκῆσαι προτοῦ μιγάδας συνοίκους Λέλεγας ἐκ τῆς δʼ Ἀττικῆς τὸν Ἐρεχθέως διαβάντα Πάνδωρον κτίσαι πόλιν μεγίστην τῶν ἐν αὐτῇ Χαλκίδα, Aἴκλον δʼ Ἐρέτριαν, ὄντ᾿ Ἀθηναῖον γένει, τὴν δʼ ἐναλίαν Κήρινθον ὡσαύτως Κόθον, Δρύοπας δὲ τὴν Κάρυστον ὠνομασμένην· ἡ δʼ Ἑστίαια γέγονε Περραιβῶν κτίσις. Κεῖνται δὲ καὶ νησῖδες αὐτῆς πλησίον, Σκῦρος, Πεπάρηθος, Σκίαθος, ὧν Κρῆτες μὲν οἱ μετὰ Σταφύλου διαβάντες ἐκ Κνωσσοῦ ποτε Πεπάρηθον ἐγγὺς κειμένην τʼ αὐτῆς Ἴκον νῆσον συνοικίζουσι, τὴν Σκῦρον δὲ καί τὴν Σκίαθον ἐκ Θρᾴκης διαβάντες, ὡς λόγος, Πελασγιῶται· πάλι δʼ ἐρήμους γενομένας αὐτὰς ἁπάσας Χαλκιδεῖς συνῴκισαν. Ἀπέναντι δʼ Εὐβοίας κατοικοῦσιν Λοκροί, ὧν πρῶτος ἦρξεν, ὡς λέγουσʼ, Ἀμφικτύων ὁ Δευκαλίωνος, ἐχόμενος δʼ ἀφʼ αἵματος Αἰτωλὸς, εἶτα Φύσκος, ὃς γεννᾷ Λοκρόν,· ὃς τοὺς Λέλεγας ὠνόμασεν ἀφʼ ἑαυτοῦ Λοκρούς. Ἐξῆς δὲ τούτων Δωριεῖς μικρὰς πόλεις, Ἐρινεὸν Βοιόν τε καὶ Κυτίνιον, ἀρχαιοτάτας ἔχουσι Πίνδον τʼ ἐχομένην, ἃς Δῶρος Ἕλληνος γενόμενος ιᾤκισεν· τούτων δʼ ἔποικοι πάντες εἰσὶ Δωριεῖς. Εἶτεν παῤ αὐτὰς Ἡράκλειʼ ἐστὶν πόλις, ἣν οἱ Λάκωνες, μυρίους οἰκήτορας πέμψαντες εἰς Τραχῖνα, πρότερον ἐκτίσαν. Ταύτης Πύλαια δʼ ἐστὶν ἑξῆς παράλιος ἀγορὰ δʼ ἐν αὐτῇ γίνετʼ Ἀμφικτυονική. Κόλπος δὲ κεῖται Μαλιακὸς ἐν τῷ μυχῷ, Ἐχῖνος οὗ πόλις ἐστὶ, τοῦ Σπαρτοῦ κτίσις Ἐχίονος, καὶ Μαλιέων ἄλλαι πόλεις. Ἔπειτ᾿ Ἀχαιοὶ παράλιοι Φθιωτικοί. Μάγνητες οἰκοῦσιν δὲ περὶ τὸ Πήλιον. Ὑπὲρ δὲ τούτους ἔστιν εὐβοτωτάτη χώρα, κράτιστα πεδία καὶ τελεσφόρα ἔχουσα καὶ Λάρισαν εὐτυχεστάτην πόλιν συχνὰς ἄλλας τε, Πηνειὸς διʼ ἧς μέγας διαρρεῖ ποταμὸς ἐπί τε τὰ στενά Τέμπη διήκων, τήν τε πρὸς τῷ Πηλίῳ λίμνην βαθεῖαν λεγομένην Βοιβηΐδα. Τῇ Θετταλίᾳ δ᾿ ἔσθ᾿ ὅμορος Ἁθαμανία, Δολόπων τε Περραιβῶν τε συνορίζοντ᾿ ἔθνη τά τʼ Αἰνιάνων, οἵτινες τῶν Αἱμόνων δοκοῦσι Λαπιθῶν Μυρμιδόνων τε γεγονέναι. Ὑπὲρ τὰ Τέμπη δ᾿ ἔστιν ἡ τῶν Μακεδόνων χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη, ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ, ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων, τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον, καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα. Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μὲν πολλαὶ πόλεις, ἡ Πέλλα καὶ Βέροια δʼ ἐπιφανέσταται ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε. Κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένην Αἴνειαν ἡ πρὶν γενομένη Κορινθίων κτίσις Ποτίδαιʼ ἐστὶ, Δωρικὴ πόλις, μετὰ ταῦτα Κασάνδρεια δʼ ὠνομασμένη. Ἐν τῇ μεσογείῳ δʼ Ἀντιγόνεια λεγομένν Ὄλυνθος ὕστερον δὲ γενομένη πόλις, ἣν ἐξανέστησεν Φίλιππος ὁ Μακεδών, δόρατι κρατήσας. Μετὰ δὲ τὴν Ὀλυνθίαν Ἀρέθουσα, Παλλήνη τʼ ἐπ᾿ ἰσθμοῦ κειμένη. Ταύτην δὲ, Φλέγραν τὸ πρότερον καλουμένην, τοὺς θεομάχους Γίγαντας οἰκῆσαι λόγος, μετὰ ταῦτα Παλληνεῖς δʼ ἀφʼ αὑτῶν ὀνομάσαι λέγουσιν ὁρμηθέντας ἐξ Ἀχαΐας. Εἶτ᾿ ἔστι κόλπος λεγόμενος Τορωνικός, οὗ πρότερον ἦν τις Μηκύβερνα κειμένη· ἑξῆς Τορώνη τοῖς τόποις ὁμώνυμος. Εἶτεν πελαγία Λῆμνος, Ἡφαίστου τροφός, ἣν ὁ Διονύσου πρῶτος οἰκίζει Θόας, μετὰ ταῦτα δʼ ἔσχεν Ἀττικὴν ἀποικίαν. Τὸν Ἄθω δὲ παραπλεύσαντι παράλιος πόλις Ἄκανθός ἐστιν, Ἀνδρίων ἀποικία, παῤ ἣν διῶρυξ δείκνυται τετμημένη ἑπταστάδιος Ξέρξην δὲ λέγετʼ αὐτὴν τεμεῖν· εἶτ᾿ Ἀμφίπολις. Στρυμὼν δὲ παρὰ ταύτην μέγας ποταμὸς παραρρε μέχρι θαλάττης φερόμενος κατὰ τοὺς λεγομένους κεῖσε Νερῄδων χορούς ἐφʼ οὗ κατὰ μεσόγειον Ἀντιφάνους πατρίς κεῖται λεγομένη Βέργα, τοῦ δὴ γεγραφότος ἄπιστον ἱστορίας τε μυθικῆς γέλων. Μετʼ Ἀμφίπολιν δʼ ἡ πρότερον Οἰσύμη πόλις Θασίων γενομένη, μετὰ δὲ ταῦτα Μακεδόνων, ἀπὸ τῆς Μακέσσης Ἠμαθίας τε λεγομένη. Ἑξῆς Νέα πόλις ἐστὶ καὶ νῆσος Θάσος, ἣν βάρβαροι τὸ πρότερον ᾤκουν, ὡς λόγος, ἔπειτα Φοίνικες μετὰ Κάδμου καὶ Θάσου ἐκ τῆς Ἀσίας διαβάντες ἔλαβε δʼ ἡ Θάσος ἀπὸ τοῦ Θάσου καὶ τοὔνομ᾿ , ὡς καὶ νῦν ἔχει. Τὴν ὑπεράνω χώραν δὲ μέχρι τοῦ Ποντικοῦ Ἴστρου παρεκτείνουσι Θρᾷκες νεμόμενοι. Τῶν δʼ ἐπὶ θαλάττῃ κειμένων ἔστιν πόλις Ἄβδηῤ, ἀπʼ Ἀβδήρου μὲν ὠνομασμένη τοῦ καὶ κτίσαντος πρότερον αὐτὴν, ὃς δοκεῖ ὑπὸ τῶν Διομήδους ὕστερον ξενοκτόνων ἵππων φθαρῆναι Τήιοι δὲ τὴν πόλιν συνῴκισαν φυγόντες ὑπὸ τὰ Περσικά. Ταύτης δʼ ἐπί ταδι ποταμός ἐστι κείμενος Νέστος λεγόμενος, ἐκ δὲ τῶν πρὸς ἀνατολήν μερῶν λαβοῦσα τοὔνομ᾿ ἀπὸ τῶν Βιστόνων Θρακῶν προμήκης ἐστὶ λίμνη Βιστονίς. Εἶτεν Μαρώνει᾿ , οὗ κατοικῆσαι τὸ πρίν τοὺς Κίκονας ἱστοροῦσι τοὺς ἐν Ἰσμάρῳ· αὔτη δὲ Χίων ἐγένεθ᾿ ὕστερον κτίσις. Πέραν Σαμοθρᾴκη δʼ ἔστι νῆσος Τρωῖκή, ἔχουσα τὴν οἴκησιν ἀναμεμιγμένην· πρότερον γὰρ εἶναί φασιν ἐν ταύτῃ τινές τοὺς Τρῶας, Ἠλέκτρας τεκούσης Δάρδανον τῆς λεγομένης Ἄτλαντος Ἰασίωνά τε, ὧν τὸν μὲν Ἰασίωνα δυσσέβημά τι πρᾶξαι περὶ Δήμητρος λέγουσʼ ἄγαλμα καί πληγῇ κεραυνωθέντα δαιμονίῳ θανεῖν, τὸν Δάρδανον δὲ δὴ λιπόντα τοὺς τόπους πρὸς τὴν ὑπώρειάν γε τῆς Ἴδης κτίσαι πόλιν ἀφʼ ἑαυτοῦ Δαρδανίαν καλουμένην· τοὺς δὲ Σαμοθρᾷκος, Τρῶας ὄντας τῷ γένει, ἀπὸ τοῦ τόπου δὲ Θρᾷκας ἐκικαλουμένους, διʼ εὐσέβειαν ἐγκαταμεῖναι τῷ τόπῳ. Ἐν σιτοδείᾳ τῶν Σαμίων δʼ αὐτοῖς ποτε᾿ ἐπαρκεσάντων, τηνικαῦτʼ ἐκ τῆς Σάμου ἐπιδεξάμενοί τινας συνοίκους ἔσχοσαν. Μετὰ τὴν Μαρώνειαν δὲ κεῖτ᾿ Αἶνος πόλις ἔχουσʼ ἐποίκους ἐκ Μιτυλήνης Αἰολεῖς. Ἡ Θρᾳκία δὲ χερρόνησος ἐχομένη κεῖται, καθʼ ἣν πόλις ἐστὶ πρώτη Καρδία, ἀρχήν μὲν ὑπὸ Μιλησίων κτισθεῖσα καί Κλαζομενίων, πάλιν δʼ Ἀθηναίων ὕπο, ὅτα Μιλτιάδης ἐκράτησε Χερρονησίων. Προσεχὴς δὲ Λυσιμάχεια ταύτην δʼ ἔκτισεν ἐπώνυμον Λυσίμαχος ἀφʼ ἑαυτοῦ πόλιν, Λίμναι δʼ ἐφεξῆς εἰσὶν αἱ Μιλησίων· εἶτ᾿ Αἰολέων Ἀλωπεκόννησος πόλις· ἑξῆς Ἐλαιοῦς, Ἀττικὴν ἀποικίαν ἔχουσα, Φόρβας ἣν συνοικίσαι δακεῖ. Ἔπειτα Σηστὸς καὶ Μάδυτος, αἱ κείμεναι ἐπὶ τοῦ στενωποῦ Λεσβίων δʼ οὗσαι κτίσεις. Εἶτ᾿ ἔστι Κριθώτη πόλις τε Πακτύη· λέγουσι καὶ ταύτας δὲ Μιλτιάδην κτίσαι. Μετὰ τὴν δὲ Χερρόνησον ἐν Προποντίδε Θρᾴκη παρήκει, καὶ Σαμίων ἐποικία Πέρινθός ἐστιν· ἐχομένως Σηλυμβρία, ἣν οἱ Μεγαρεῖς κτίζουσι πρὶν Βυζαντίου· ἑξῆς Μεγαρέων εὐτυχῶν Βυζάντιον. Μετὰ ταῦτα δʼ ἔσδʼ ὁ Πόντος, οὗ δὴ τὴν θέσιν ὁ Καλλατιανὸς συγγράφων Δημήτριος ἔοικεν ἐπιμελεστάτως πεπυσμένος. Κατὰ μέρος αὐτοῦ τοὺς τόπους διέξιμεν. Τοῦ Ποντικοῦ γὰρ στόματός ἐστι πλησίον Βυζαντίων χώρα Φιλία καλουμένη. Εἶτ᾿ αἰγιαλός τις Σαλμυδησσὸς λεγόμενος ἐφ᾿ ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἐχθρότατος τόπος. Εἶτʼ εὐλίμενος ἄκρα συνάπτει Θυνιάς, τῆς Ἀστικῆς Θρᾴκης ὑπάρχουσʼ ἐσχάτη, μεθʼ ἣν πόλις ἐστὶ σύνορος Ἁπολλωνία. ταύτην δὲ πρότερον ἔτεσι πεντήκοντά που κτίζουσι τῆς Κύρου βασιλείας τὴν πόλιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι· πλείστας ἀποικίας γὰρ ἐξ Ἰωνίας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν ἄξενον διὰ τὰς ἐπιθέσεις λεγόμενον τῶν βαρβάρων προσηγορίας ἐποίησαν εὐξείνου τυχεῖν. Περὶ τὴν ὑπώρειαν δὲ τοῦ καλουμένου Αἵμου πόλις ἐστὶ λεγομένη Μεσημβρία, τῇ Θρᾳκίᾳ Γετικῇ τε συνορίζουσα γῇ· Καλχηδόνιοι ταύτην δὲ Μεγαρεῖς τʼ ᾤκισαν, ἵτʼ ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο. Αἷμος μέγιστον δʼ ἔστιν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων. Ὀδησσὸς, ἣν Μιλήσιοι κτίζουσιν, Ἀστυάγης ὅτ᾿ ἦρχε Μηδίας αὕτη Κροβύζους Θρᾶκας ἐν κύκλῳ δʼ ἔχει. Διονυσόπολις δʼ, ἣ πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· Διονυσιακοῦ δὲ προσπεσόντος ὕστερον ἐκ τῆς θαλάττης τοῖς τόποις ἀγάλματος, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὲ τῆς Κροβύζων καὶ Συυθῶν χώρα μιγάδας Ἕλληνας οἰκητὰς ἔχει. Βιζώνη Τοῦτο δέ τὸ πολίχνιον φασίν τινες μὲν βαρβάρων, τινὲς δʼ ἄποικον γεγονέναι Μεσημβρίας. Κάλλατις, ἀποικία τῶν Ἡρακλεωτῶν γενομένη κατὰ χρησμόν· ἔκτίσαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν. Τόμοι δʼ ἄποικοι γενόμενοι Μιλησίων, ὑπὸ Σκυθῶν κύκλῳ δὲ περιοικούμενοι. Πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ λαβοῦσα τοὔνομα. Ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σωθῶν εἰς τὴν Ἀπίαν στράτευμα διέβη βαρβάρων τὸ Κιμμερίους διῶκον ἐκ τοῦ Βοσπόρου. Ἴστρος ὁ ποταμός κατέρχετʼ ἀπὸ τῶν ἑσπερίων οὗτος τόπων τὴν ἐκβολὴν πέντε στόμασι ποιούμενος· καὶ δυσὶ δὲ ῥεῖ σχιζόμενος εἰς τὸν Ἀδρίαν. Ἀμέλει δὲ μέχρι τῆς Κελτικῆς γινώσκεται. καὶ τῷ θέρει τὸν πάντα διαμένων χρόνον· χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισιν, ἐν δὲ τῷ θέρει ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τηκομένων τε λαμβάνων ἀεὶ πάγων, τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει δὲ καὶ νήσους ἐν αὑτῷ κειμένας πολλάς τε καὶ μεγάλας μεγέθεσιν, ὡς λόγος, ὧν ἡ μεταξὺ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων οὐκ ἔστʼ ἐλάττον μὲν Ῥόδου, Πεύκη δὲ λέγεται διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν. ἐπʼ εὐθείας κατʼ αὐτὴν πελαγία Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη. Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις. Οὐ δυνατὸν ἀπὸ ταύτης δʼ ἰδεῖν χώραν τινά καίπερ ἀπεχούσης τῆς πέραν στάδια μόνον τετρακόσιʼ, ὡς δὴ συγγράφει Δημήτριος. (Οὑτοι δὲ Θρᾷκες Βαστάρναι τʼ ἐπήλυδες.) Ὁ ποταμός Τύρας βαθύς τʼ ὢν εὔβοτός τε ταῖς νομαῖς, τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁλμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας, ἄποικος γενομένη Μιλησίων. Ἐπὶ ταῖς δὲ καθʼ Ὕπανίν τε καὶ Βορυσθένην ποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλισ κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη, μετἀ ταῦθ' ὑφ' Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν. διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσιν ἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένει ἔχει ποταμῷ. Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν. Ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι κοῦ περάσιμος· ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται. Ἀχίλλειος ὅρόμος, ὅπερ ἐστὶν ᾐὼν σφόδρα μακρά τε καὶ στενή Ἡ Ταυρικὴ δὲ χερρόνησος λιγομένη τούτοις συνάπτει, πόλιν ἔχουσʼ Ἑλληνίδα, ἣν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινος τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοισι χερρόνησον οἰκίσαι. Τοῦτον εἰς τόπον τινές τῆς Ταυρικῆς λέγουσιν ἀφικέσθαι ποτέ κλαπεῖσαν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος Εἰσὶν δὲ τοῖς ὄχλοισιν οἱ Ταῦροι συχνοί, βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασιν. Ἔπειτ᾿ ἐπʼ αὐτοῦ τοῦ στόματος Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ὠνομασμένον Ἄνωθε τούτων ἡ Σωθὶς γῆ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσʼ ἐστὶ γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἵστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος, εἶλτεν Ἀροτῆρας πρόσω Νευρούς τε μέχρι γῆς πάλιν ἐρῄμου διὰ πάγον, πρὸς ἀνατολὰς δʼ ἐκβάντι τὸν Βορυσθένην τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω, ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον, ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος, ἐπέκεινα δʼ εἶναι πάλιν ἔρημον ἐχομένην. Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος ἕτερά τε πλείονʼ οὐ διωνομασμένα, Νομαδικὰ δʼ ἐπικαλούμεν᾿ , εὐσεβῆ πάνυ, ὧν οὐδὶ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν οἰκοφόρα δʼ, ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι ταῖς Σκυθικαῖσί θ᾿ ἱππομολγίαις· ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινήν ἀπάντων τήν θʼ ὅλην συνουσίαν. Καὶ τὸν σοφὸν δʼ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶν γενέσθαι τῶν σφόδῤ εὐσεβεστάτων. Καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν· εὐσημότατον εἶναί φησι δέ τὸ Σαυροματῶν καὶ τῶν Γελωνῶν καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος Ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη, εἰς ἣν ὁ Τάναῖς ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμʼ Ἀράξεως ἐπιμίσγεθ᾿ , ὡς Ἑκαταῖς εἶφ᾿ οὑρετριεύς, ὡς δʼ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός, ἧς τὸ πέρας ἔστʼ ἄφραστον. Ἐξίησι δέ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην Μαιῶτιν εἰς τὸν Κιμμερικόν τε Βόσπορον.
ΑΣΙΑ. Τὴν Τάναῖν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος, τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδιʼ ἐπέχοντες. Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος ὁ συγγραφεὺς εἴρηκεν, ὡς δʼ Ἔφορος λέγει Σαυροματῶν λέγεται ἔθνος. Τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτέ ἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης. ἐφ᾿ οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι. Εἶτ᾿ ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε, ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ, καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. Ταύτας περιέχει τὰς πόλεις διακειμένας νῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις ἀδιάβατος τοῖς τενάγεσίν τʼ ἐν τῷ πέραν, ἃ δὲ τῇ θαλάττῃ τῇ τε λίμνῃ γίνεται. Τὸ δὲ στόμʼ ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μὲν βαρβάρων κεκλημένη, κτίσις τυράννων δʼ οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπός τʼ ἀποικισθεῖσα διὰ Μιλησίων. Μοσύνοικοι ἔθεσι νόμοις ἔργοις τε βαρβαρώτατοι· φασὶν γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἔν φανερῷ δʼ ἀεὶ ἕκαστα πράττειν, τὸν δʼ ἑαυτῶν βασιλέα δεδεμένον ἐν πύργῳ τε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα, τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελές εἶναι, νομίμως ἵνα πάντα προστάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τὴν τροφήν. Κερασοῦς Σλνωπέων ἄποικος καθʼ ἣν ἔρημος κειμένη παρήκει νῆσος Ἄρεως λεγομένη. Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριον, γελᾶν πάνυ σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν ταύτην μεγίστην κεκρικότες. Ἀμισὸς ἐν τῇ Λευκοσύρων γῇ κειμένη Φωκαέων ἀποικία, τέτταρσι πρότερον ἔτεσιν οἰκισθεῖσα γάρ τῆς Ἡρακλείας ἔλαβʼ Ἰωνικὴν κτίσιν. Κατὰ τὴν πόλιν ταύτην δὲ τῆς Ἀσίας σχεδόν στενότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικόν κόλπον διήκων τήν τʼ Ἀλεξανδρούπολιν, τῶ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δʼ ὁδόν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας λέγεται γὰρ ἰσθμωδέστατον εἰς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. Ὁ δ᾿ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν, λέγων ἐκ τῆς Κιλικίας ἀνδρί γʼ εὐζώνῳ μολεῖν πένθʼ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δʼ ἔχει τὰ πάντα πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν εἶτʼ Ἰωνικὸν καὶ Δωρικόν, τὰ λοιπὰ τῶν μιγάδων δὲ χωρὶς βάρβαρα. Κίλικες μὲν οὖν Λύκιοί τε πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάττιοι. οἰκοῦσι Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες δὲ τὴν μεσόγειον οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικήν Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες. Εἶτεν Σινώπη πόλις ἐπώνυμος μιᾶς Ἀμαζόνων, ὧν πλησίον τὸ χωρίον, ἥν ποτε μὲν ᾤκουν εὐγενεῖς ὄντες Σύροι, μετὰ ταῦτα δ᾿ , ὡς λέγουσιν, Ἑλλήνων ὅσοι ἐπʼ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καί σὺν Δηῖλέοντι Φλόγιος, ὄντες Θετταλοί, ἔπειτα δʼ Ἁβρώνδας γένει Μιλήσιος· ὑπὸ Κιμμερίων οὗτος δʼ ἀναιρεῖσθαι δοκεῖ· μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες ὅρῶν Μιλησίων· οὗτοι συνοικίζουσι δʼ αὐτήν, ἡνίκα ὁ Κιμμερίων κατέδραμε τὴν Ἀσίαν στρατός. Καταντικρὺ δὲ Καράμβεως ἐν τῇ πέραν κεῖται μέγιστον ἀπότομον εἰς θάλατταν ὑψηλόν τʼ ὄρος, Κριοῦ μέτωπον λεγόμενον, νυχθήμερον πλοῦν ἀπέχον ἐκ Καράμβεως. Ὧν δὴ τόπων λέγουσιν ἄρξαι Φινέα, τὸν τοῦ Τυρίου Φοίνικος, ὕστέροισι δέ χρόνοις κατελθεῖν ἐεξ Ἰωνίας στόλον Μιλησίων κτίσαι τε ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν ἐπὶ τεῶν τόπων κτίσασʼ ὁμώνυμον πόλιν Ἄμαστρις, Ὀξυάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς λόγος, τοῦ Περσικοῦ, τοῦ δ᾿ Ἡρακλείας γενομένη Διονυσίου γυνὴ τυράννου. Παρθένιος Οὗιος ὁ ποταμός πλωτὸς καταφέρων ῥεῖθρον ἡσυχώτατον. Ἐν δʼ αὐτῷ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον. Εἶτ᾿ ἔστιν Ἡράκλεια, Βοιωτῶν κτίσις καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος, καθʼ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας. Σαγγάριος Οὖτος ὁ ποταμός ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγῶν χθονός φερόμενος ἐξίησι διὰ τῆς Θυνίδος. Ὕπιος· ἐφʼ αὑτῷ δʼ ἔχει μεσηγὺ τὴν Προυσιάδα λεγομένην πόλιν.