Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts paragraphs
2. Τούτων ἐκ μὲν τῶν δεξιῶν ἀπὸ Βερνίκης συναφής ἐστιν ἡ Βαρβαρικὴ χώρα. Καὶ ἔστι τὰ μὲν
παρὰ θάλασσαν Ἰχθυοφάγων
Βαρβάρων καὶ τῶν μετʼ αὐτοὺς Ἀγριοφάγων
καὶ Μοσχοφάγων κατὰ τυραννίδα νεμομένων, οἷς ἐπίκειται κατὰ νώτου μεσόγειος ἀπὸ τῶν πρὸς δύσιν μερῶν
3. Μετὰ δὲ τοὺς Μοσχοφάγους ἐπὶ θαλάσσης μικρὸν
ἐμπόριόν ἐστιν, ἀπέχον
καὶ σκάφαις μόνον τὴν ἀποδρομὴν ἔχων.
4. Μετὰ δὲ τὴν Πτολεμαΐδα τὴν τῶν θηρῶν ἀπὸ σταδίων ὡς τριςχιλίων ἐμπόριόν ἐστι νόμιμον ἡ
Ἀδουλὶ, κείμενον ἐν κόλπῳ βαθεῖ κατ᾿ αὐτὸν τὸν νότον, οὖ πρόκειται νῆσος Ὀρεινὴ λεγομένη, τοῦ μὲν
ἐσωτάτου
κόλπου σταδίους ὡς εἰς πέλαγος ἀπέχουσα διακοσίους,
μένη νήσῳ παῤ αὐτήν τὴν ἤπειρον, ἐχούσῃ πεζῇ τὴν διάβασιν,
διʼ ἧς οἱ κατοικοῦντες βάρβαροι κατέτρεχον τὴν νῆσον. Καὶ κατʼ αὐτὴν τὴν ἐν τῇ Ὀρεινῇ ἤπειρον ἀπὸ
σταδίων εἴκοσι τῆς θαλάσσης ἐστὶν ἡ Ἀδουλὶ μari κώμη σύμμετρος, ἀφʼ ἧς εἰς μὲν Κολόην μεσόγειον
πόλιν καὶ πρῶτον ἐμπόριον τοῦ ἐλέφαντος, ὁδός ἐστιν ἡμερῶν τριῶν. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν
τὴν μετρόπολιν τῶν Aὐξωμιτῶν λεγομένων ἄλλων ἡμερῶν πέντε, εἰς ἣν ὁ πᾶς ἐλέφας ἀπὸ τοῦ πέραν τοῦ
Νείλου φέρεται διὰ τοῦ λεγομένου Κυηνείου, ἐκεῖθεν δὲ εἰς Ἀδουλί,
Τὸ μὲν οὖν ὅλον
πλῆθος τῶν φονευομένων ἐλεφάντων ἢ ῥινοκερώτων περὶ τοὺς ἄνω νέμεται τόπους, σπανίως δέ ποτε καὶ ἐν
τῷ παρὰ θάλασσαν περὶ αὐτὴν τὴν Ἀδουλὶ θεωροῦνται. Πρόκεινται δὲ τοῦ ἐμπορίου καὶ ἀμμιναὶ πλείονες, Ἀλαλαίου λεγόμεναι, χελώνην
ἔχουσαι τὴν εἰς τὸ ἐμπόριον φερομένην ὑπὸ τῶν Ἰχθυοφάγων.
5. Καὶ ἀπὸ σταδίων ὡςεὶ ὀκτακοσίων κόλπος ἕτερος
βαθύτατος, οδ κατὰ τὴν
εἰςβολὴν ἐν δεξιοῖς ἄμμος ἐστὶ πολλὴ κεχυμένη, καθʼ ἧς ἐν βάθει κεχωσμένος εὑρίσκεται ὁ ὀψιανὸς
λίθος, ἐν ἐκείνῃ μόνῃ τοπικῶς γεν· νώμενος. Βαστλεύει δὲ τῶν τόπων τούτων ἀπὸ τῶν Μοσχοφάγων μέχρι
τῆς ἄλλης Bαρβαρίας Ζωσκάλης,
ἀκριβὴς μὲν τοῦ βίου καὶ τοῦ πλείονος ἐξεχόμενος,
γενναῖος δὲ περὶ τὰ λειπὰ καὶ γραμμάτων Ἑλληνικῶν ἔμπειρος.
6. Προχωρεῖ δὲ εἰς τοὺς τόπους τούτους ἱμάτια βαρβαρικὰ ἄγναφα τὰ ἐν Aἰγύπτῳ γινόμενα,
Ἀρσινοητιικαὶ
στολαὶ καὶ ἀβόλλαι νόθοι χρωμάτιναι καὶ λέντια καὶ δικρόσσια καὶ λιθίας
ὑαλῆς πλείονα γένη καὶ ἄλλης μορρίνης, τῆς γινομένης ἐν Διοςπόλει, καὶ ὀρείχαλκος,
ἐλέφαντας καὶ τὰ ἄλλα θηρία καὶ τοὺς πολέμους. Ὁμοίως δὲ καὶ πελύκια προχωρεῖ καὶ
σκέπαρνα καὶ μάχαιραι καὶ ποτήρια χαλκᾶ στρογγύλα μεγάλα καὶ δηνάριον ὀλίγον πρὸς τοὺς ἐπιδημοῦντας
καὶ οἶνος Λαδικηνὸς καὶ Ἰταλικὸς οὐ πολὺς καὶ ἔλαιον οὐ πολύ·
τῷ δὲ βασιλεῖ ἀργυρώματα
καὶ χρυσώματα τοπικῷ ῥυθμῷ κατεσκευασμένα καὶ ἱματίων ἀβόλλαι καὶ καυνάκαι ἁπλοῖ, οὐ πολλοῦ δὲ
ταῦτα. Ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἔσω τόπων τῆς Ἀραβικῆς σίδηρος Ἰνδικὸς καὶ στόμωμα καὶ ὀθόνιον Ἰνδικὸν
τὸ πλατύτερον, ἡ λεγομένη
Αἰγύπτου φέρεται εἰς τὸ ἐμπόριον τοῦτο ἀπὸ μηνὸς
Ἰανουαρίου μέχρι τοῦ Σεπτεμβρίου, ὅ ἐστιν ἀπὸ Τυβὶ ἕως Θώθ· εὐκαίρως δὲ ἀπὸ Αἰγύπτου ἀνάτονται περὶ
τὸν Σεπτέμβριον μὴνα.
7. Ἤδη
καὶ κατὰ τὸν Aὐαλίτην μάλιστα στενοῦται. Μετὰ δὲ σταδίους ὡςεὶ τετρακιςχιλίους, κατὰ
τὴν αὐτήν ἤπειρον εἰς ἀνατολὴν πλεόντων, ἔστιν ἄλλα ἐμπόρια Βαρβαρικὰ, τὰ πέραν λεγόμενα, κείμενα
μὲν κατὰ τὸ ἑξῆς ἀγκυροβολίοις δὲ καὶ σάλοις ἔχοντα τοὺς ὅρμους κατὰ
καιροὸς
ἐπιτηδείους. Πρῶτος μὲν ὁ λεγόμενος Aὐαλίτης, καθʼ ὃν καὶ στενώτατός ἐστιν ἀπὸ τῆς Ἀραβικῆς
ὄμφακος καὶ ἱμάτια βαρβαρικὰ σύμμικτα
γεγναμμέ καὶ σῖτος καὶ οἶνος καὶ κασσίτερος ὀλίγος. Φέρεται δʼ ἐξ αὐτῆς, ποτὲ καὶ τῶν βαρβάρων ἐπὶ
σχεδίαις διαφερόντων εἰς τὴν ἀντικρὺς Ὄκηλιν καὶ Μούζα, ἀρώματα καὶ ἐλέφας ὀλίγος καὶ χελώνη καὶ
σμύρνα ἐλαχίστη,
διαφέρουσα δὲ τῆς ἄλλης. Ἀτακτότεροι δὲ κατοικοῦντες τὸν τόπον
βάρβαροι.
8. Μετὰ δὲ τὴν Aὐαλίτην ἕτερον ἐμπόριόν ἐστι τούτου διαφέρον ἡ λεγομένη Μαλαὼ, πλοῦν
ἀπέχουσα σταδίων ὡς ὀκτακοσίων· ὁ δὲ ὅρμος ἐπίσαλος, σκεπόμενος
ἀκρωτηρίῳ τῷ ἐξ
ἀνατολῆς ἀνατείνοντι· οἱ δὲ κατοικοῦντες εἰρηνικώτεροι. Προχωρεῖ δὲ εἰς τοῦτον τὸν τόπον τὰ
προειρημένα καὶ πλείονες χιτῶνες, σάγοι Ἀρσινοητικοὶ γεγναμμένοι καὶ βεβαμμένοι καὶ ποτήρια· καὶ
μελίεφθα ὀλίγα καὶ σίδηρος καὶ δηνάριον οὐ πολὺ,
χρυσοῦν τε καὶ ἀργυροῦν. Ἐκφέρεται δὲ
ἀπὸ τῶν, τόπων τούτων καὶ σμύρνα καὶ λίβανος ὁ περατικὸς ὀλίγος καὶ κασσία σκληροτέρα καὶ δούακα καὶ
κάγκαμον
9."Ἀπὸ δὲ Μαλαὼ δύο δρόμοις ἐστὶν ἐμπόριον ἡ Μούνδου, ἐν ᾧ καὶ ἀσφαλέστερον ὁρμεῖ τὰ πλοῖα
εἰς τὴν
προκειμένην ἔγγιστα τῆς γῆς νῆσον. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα καὶ
ἐκεῖθεν ὁμοίως ἐκφέρεται τὰ προειρημένα φορτία
10. Ἀπὸ δὲ τῆς Μούνδου, πλεόντων εἰς τήν ἀνατολὴν,
ὁμοίως μετὰ δύο δρόμους ἢ
τρεῖς, πλησίον κεῖται τὸ Μόσυλον ἐν αἰγιαλῷ δυςόρμῳ. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα γένη καὶ
σκεύη ἀργυρᾶ, σιδηρᾶ δὲ ἐλάσσονα, καὶ λιθία, Ἐξάγεται δὲ ἀπὸ τῶν τόπων κασσίας χρῆμα πλεῖστον
διὸ καὶ μειζόνων πλοίων καὶ ἄλλη εὐωδία καὶ ἀρώματα καὶ
χελωνάρια ὀλίγα καὶ μοκρότου, ἧττον τοῦ Μουνδιτικοῦ, καὶ λίβανος ὁ περατικὸς, ἐλέφας δὲ καὶ σμύρνα
σπανίως.
χρῄζει τὸ ἐμπόριον
11. Ἀπὸ δὲ τοῦ Μοσύλλου μετὰ δύο δρόμους, παραπλεύσαντι
τὸ λεγόμενον
Νειλοπτολεμαῖον καὶ ταπατηγη
12. Καὶ μετὰ ταύτην, τῆς γῆς ὑποχωρούσης εἰς τὸν νότον ἤδη, τὸ τῶν Ἀρωμάτων ἐμπόριον καὶ
ἀκρωτήριον τελευταῖον τῆς Βαρβαρικῆς ἠπείρου πρὸς ἀνατολὴν ἀπόκοπον· ὁ δὲ ὅρμος ἐπίσαλος
Σημεῖον δὲ τοῦ μέλλοντος χειμῶνος τοπικὸν τὸ τὸν βυθὸν θολερώτερον γίνεσθαι καὶ τὴν
χρόαν ἀλλάσσειν. Τούτου δὲ γενομένου πάντες ἀποφεύγουσιν εἰς τὸ μέγα ἀκρωτήριον, τόπον καὶ σκέπην,
τὸ λεγόμενον προχωρεῖ εἶτα εἰς λίβα ἡ χώρα ποταμοὺς ἔχεικτλ.
13. Ἀπὸ δὲ Τάβαι μετὰ σταδίους τετρακοσίους παραπλεύσαντι
χερσόνησον, καθʼ ὃν
τόπον καὶ ὁ ῥοῦς ἕλκει, ἕτερόν ἐστιν ἐμπόριον Ὀπώνη, εἰς ἣν καὶ αὐτὴν προχωρεῖ μὲν τὰ προειρημένα,
τὸ δὲ πλεῖστον ἐν αὐτῇ γεννᾶται κασσία καὶ ἄρωμα καὶ μοτὼ καὶ δουλικὰ κρείσσονα, ἃ εἰς Aἴγυπτον
προχωρεῖ μᾶλλον, καὶ χελώνη
πλείστη καὶ διαφορωτέρα τῆς ἄλλης.
14. Πλεῖται δὲ εἰς πάντα ταῦτα τὰ τοῦ πέραν ἐμπόρια ἀπὸ μὲν Αἰγύπτου περὶ τὸν Ἰούλιον
μῆνα, ὅ ἐστιν Ἐπιφί. Ἐξαρτίζεται δὲ συνήθως καὶ ἀπὸ τῶν ἔσω τόπων, τῆς Ἀριακῆς καὶ Βαρυγάζων, εἰς τὰ
αὐτὰ τὰ τοῦ
πέραν ἐμπόρια γένη προχωροῦντα ἀπὸ τῶν τόπων, σῖτος καὶ ὄρυζα καὶ βούτυρον
καὶ ἔλαιον σησάμινον καὶ ὀθόνιον, ἥ τε μοναχὴ καὶ ἡ σαγματογήνη, καὶ περιζώματα καὶ μέλι τὸ
καλάμινον τὸ λεγόμενον σάκχαρι. Καὶοἱ μὲν προηγουμένως εἰς ταῦτα τὰ ἐμπόρια πλέουσιν,
οἱ δὲ
15. Ἀπὸ δὲ Ὀπώνης τῆς ἀκτῆς εἰς τὸν νότον ὑποχωρούσης ἐπὶ πλεῖον, πρῶτα μέν ἐστι τὰ
λεγομενα
πλείονας, τοὺς πάντας ἑπτά, μέχρι Πυραλάων νήσων καὶ τῆς λεγομένης διώρυχος, ἀφʼ ἧς
μικρὸν ἐπάνω τοῦ λιβὸς μετὰ δύο δρόμους νυχθημέρους παῤ
κροκοδείλων· οὐδένα δὲ ἀνθρώπων ἀδικοῦσιν. Ἔστι δὲ ἐν αὐτῇ πλοιάρια ῥαπτὰ
καὶ μονόξυλα, οἷς χρῶνται πρὸς ἁλίαν καὶ ἄγρον χελώνης. Ἐν δὲ ταύτῆ τῇ νήσῳ καὶ γυργάθοις αὐτὰς
ἰδίως λινεύουσιν, ἀντὶ δικτύων καθιέντες αὐτοὺς περὶ τὰ στόματα τῶν προρράχων.
16. Ἀφʼ ἧς μετὰ δύο δρόμους τῆς ἠπείρου τὸ τελευταιότατον τῆς Ἀζανίας ἐμπόριον κεῖται, τὰ
Ῥαπτὰ ἐν σώμασι περὶ ταύτην τὴν χώραν
ἄνθρωποι ὁρατοὶ κατοικοῦσι καὶ κατὰ τόπον ἕκαστος ὁμοίως τιθέμενοι τυράννοις. Νέμεται δὲ αὐτὴν, κατά
τι δίκαιον ἀρχαῖον ὑποπίπτουσαν τῇ βασιλεία τῆς πρώτης γινομένης Ἀραβίας, ὁ Μοφαρείτης τύραννος.
Παρὰ δὲ τοῦ βασιλέως ὑπόφορον αὐτὴν ἔχουσιν οἱ ἀπὸ Μούζα, καὶ πέμπουσιν εἰς
αὐτὴν
ἐφόλκια τὰ πλείονα κυβερνήταις καὶ χρειακοῖς Ἄραψι χρώμενοι τοῖς καὶ συνήθειαν καὶ ἐπιγαμβρίαν
ἔχουσιν ἐμπείροις τε οὖσε τῶν τόπων καὶ τῆς φωνῆς αὐτὼν.
17. Εἰσφέρεται δὲ εἰς τὰ ἐμπόρια ταῦτα προηγουμένως
ἡ τοπικῶς ἐν Μούζα
κατασκευαζομένη λόγχη καὶ πελύκια καὶ μαχαίρια καὶ ὀπήτια καὶ λιθίας ὑαλῆς πλείονα γένη, εἰς δέ
τινας τόπους οἶνός τε καὶ σῑτος οὐκ ὀλίγος, οὐ πρὸς ἐργασίαν ἀλλὰ δαπάνης χάριν εἰς φιλανθρωπίαν τῶν
βαρβάρων. Ἐκφέρεται δὲ ἀπὸ ἥσσων δὲ τοῦ
Ἀθουλιτικοῦ καὶ ῥινόκερως καὶ χελώνη διάφορος μετὰ τὴν Ἰνδικὴν καὶ ναύπλιος ὀλίγος.
18. Καὶ σχεδὸν τελευταιότατά ἐστι ταῦτα τὰ ἐμπόρια
τῆς Ἀζανίας τῆς ἐν δεξιοῖς
ἀπὸ Βερνίκης ἠπείρου· ὁ γὰρ μετὰ τούτους τοὺς τόπους ὠκεανὸς ἀνερεύνητος ὧν εἰς τὴν δύσιν ἀνακάμπτει
καὶ τοῖς ἀπεστραμμένοις μέρεσι τῆς Αἰθιοπίας καὶ Λιβύης καὶ Ἀφρικῆς κατὰ τὸν νότον παρεκτείνων εἰς
τὴν ἑσπέριον συμμίσγει θάλασσαν.
19. Ἐκ δὲ τῶν εὐωνύμων Βερνίκης ἀπὸ Μυὸς ὅρμου
δυσὶ δρόμοις ἢ τρισὶν εἰς τὴν
ἀνατολὴν διαπλεύσαντι τὸν παρακείμενον κόλπον ὅρμος ἐστὶν ἕτερος καὶ φρούριον, ὃ λέγεται Λευκὴ κώμη,
διʼ ἧς
εἰς Πέτραν πρὸς Μάλιχον,
βασιλέα Ναβαταίων. Ἔχει
μετὰ στρατεύματος
ἀποστέλλεται.
20. Μετὰ δὲ ταύτην εὐθέως ἐστὶ συναφὴς Ἀραβικὴ χώρα, κατὰ μῆκος ἐπὶ πολὺ παρατείνουσα τῇ
Ἐρυθρᾷ θαλάσσῃ. Διάφορα δὲ ἐν αὐτῇ ἔθνη κατοικεῖται, τινὰ μὲν ἐπὶ ποσὸν, τινὰ δὲ καὶ τελείως τῆ
γλώσση διαλάσσοντα.
Τούτων τὰ παρὰ θάλασσαν ὁμοίως Ἰχθυοφάγων μάνδραις διείληπται, τὰ
δὲ ἐπάνω κατὰ κώμας καὶ νομαδίας οἰκεῖται πονηροῖς ἀνθρώποις διφώνοις, οἷς παραπίπτοντες ἀπὸ τοῦ
μέσου πλόου οἱ μὲν διαρπάζονται, οἱ δὲ καὶ ἀπὸ ναυαγίων σωθέντες ἀνδραποδίζονται.
Διὸ
καὶ συνεχῶς ἀπὸ τῶν τυράννων καὶ βασιλέων τῆς Ἀραβίας αἰχμαλωτίζονται· λέγονται δὲ Κανρσῖται.
Καθόλου μὲν οὖν οὗτος ὁ τῆς Ἀραβικῆς ἠπείρου παράπλους ἐστὶν ἐπισφαλὴς, καὶ ἀλίμενος ἡ χώρα καὶ
δύσορμος καὶ ἀκάθαρτος ῥαχίαις καὶ σπίλοις
ἀπρόσιτος καὶ κατὰ πάντα φοβερά. Διὸ καὶ
εἰσπλέοντες τὸν μέσον πλοῦν κατέχομεν καὶ εἰς τὴν Ἀραβικήνχώραν μᾶλλον παροξύνομεν ἄχρι τῆς
Κατακεκαυμένης νήσου, μεθʼ ἣν εὐθέως ἡμέρων ἀνθρώπων καὶ νομαδιαίων θρεμμάτων καὶ καμήλων συνεχεῖς
21. Καὶ μετὰ ταύτας ἐν κόλπῳ τῷ τελευταιοτάτῳ τῶν εὐωνύμων τούτου τοῦ πελάγους ἐμπόριόν
ἐστι νόμιμον παραθαλάσσιον Μούζα, σταδίους ἀπέχον τοὺς πάντας ἀπὸ Βερνίκης, παῤ αὐτὸν τὸν νότον
πλεόντων,
22. Ὑπέρκειται δὲ αὐτῆς ἀπὸ τριῶν ἡμερῶν πόλις Σαύη, τῆς περὶ αὐτὴν Μαφαρίτιδος λεγομένης χώρας· ἔστι δὲ τύραννος καὶ κατοικῶν αὐτὴν Χόλαιβος.
23. Καὶ μετʼ ἄλλας ἐννέα ἡμέρας Σαφὰρ μητρόπολις, ἐν ᾗ Χαριβαὴλ, ἔνθεσμος βασιλεὺς ἐθνῶν
δύο, τοῦ
τε Ὁμηρίτου καὶ τοῦ παρακειμένου λεγομένου Σαβαΐτου, συνεχέσι πρεσβείαις καὶ
δώροις φίλος τῶν αὐτοκρατόρων.
24. Τὸ δὲ ἐμπόριον ἡ Μούζα ἀλίμενον μὲν εὔσαλον δὲ καὶ εὔορμον διὰ τὰ περὶ αὐτὴν ἀμμόγεια
ἀγκυροβόλια.
Φορτία δὲ εἰς αὐτὴν προχωρεῖ πορφύρα, διάφορος καὶ
καὶ μύρον μέτριον καὶ χρῆμα ἱκανὸν οἶνός τε καὶ σῖτος οὐ πολύς. Φέρει γὰρ καὶ ἡ
χώρα πυρὸν μετρίως καὶ οἶνον πλείονα. Τῷ δὲ βασιλεῖ καὶ τῷ τυράννῳ δίδονται ἵπποι τε καὶ ἡμίονοι
νωτηγοὶ καὶ χρυσώματα καὶ τορνευτὰ ἀργυρώματα καὶ ἱματισμὸς πολυτελὴς
καὶ
χαλκουργήματα. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν, σμύρνα ἐκλεκτὴ καὶ στακτὴ * ἀβειρμιναία, λύγδος καὶ
τὰ ἀπὸ τῆς πέραν Ἀδουλὶ προειρημένα φορτία πέντα. Πλεῖται δὲ εἰς αὐτὴν εὐκαίρως περὶ τὸν Σεπτέμβριον
μῆνα, ὅς ἐστι Θώθ· οὐδὲν δὲ κωλύει κἂν
τάχιον.
25. Μετὰ δὲ ταύτην ὡσεὶ τριακοσίους παραπλεύσαντες σταδίους, ἤδη συνερχομένης τε τῆς
Ἀραβικῆς ἠπείρου καὶ τῆς πέραν κατὰ τὸν Aὐαλίτην Βαρβαρικῆς χώρας, αὐλών ἐστιν οὐ μακρὸς, ὁ συνάγων
καὶ εἰς
στενὸν ἀποκλείων τὸ πέλαγος, οδ τὸν μεταξὺ πόρον ἑξήκοντα σταδίων μεσολαβεῖ
νῆσος ἡ Διοδώρου· διὸ καὶ ῥοώδης, καταπνεόμενος ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἐστὶν ὁ κατʼ αὐτὴν
διάπλους. Κατὰ τοῦτον τὸν ἰσθμὸν παραθαλάσσιός ἐστιν Ἀράβων κώμη τῆς αὐτῆς τυραννίδος
26. Μετὰ δὲ Ὄκηλιν, ἀνοιγομένης πάλιν τῆς θαλάσσης εἰς ἀνατολὴν καὶ κατὰ μικρὸν εἰς
πέλαγος
ἀποφαινομένης, ἀπὸ σταδίων ὡς χιλίων διακοσίων ἐστὶν Εὐδαίμων Ἀραβία, κώμη
παραθαλάσσιος, βασιλείας τῆς αὐτῆς Χαριβαὴλ, τοὺς ὅρμους μὲν ἐπιτηδείους
ἐρχομένων μηδὲ ἀπὸ
πολλοῦ τῶν ἡμετέρωνχρόνων Καῖσαρ αὐτὴν κατεστρέψατο.
27. Ἀπὸ δὲ τῆς Εὐδαίμονος Ἀραβικῆς ἐκδέχεται συναφὴς αἰγιαλὸς ἐπιμήκης καὶ κόλπος ἐπὶ
δισχιλίους ἢ πλείονας παρήκων σταδίους, Νομάδων τε καὶ Ἰχθυοφάγων
κώμαις παροικούμενος,
οὗ μετὰ τὴν προέχουσαν ἄκραν ἐμπόριόν ἐστιν ἕτερον παραθαλάσσιον, Κανὴ, βασιλείας Ἐλεάζου, χώρας
λιβανωτοφόρου,
κατοικεῖ. Πᾶς δὲ ὁ γεννώμενος ἐν τῇ χώρᾳ λίβανος εἰς αὐτὴν
ὥσπερ ἐκδοχεῖον εἰσάγεται καμήλοις τε καὶ σχεδίαις ἐντοπίοις δερματίναις ἐξ ἀσκῶν καὶ πλοίοις.
28. Εἰσάγεται δὲ εἰς αὐτὴν ἀπʼ Αἰγύπτου μὲν ὁμοίως
πυρὸς ὀλίγος καὶ οἶνος
ὥσπερ καὶ εἰς Μούζα, καὶ ἱματισμὸς Ἀραβικὸς, ὁμοίως καὶ κοινὸς καὶ ἀπλοῦς καὶ ὁ νόθος περισσότερος,
καὶ χαλκὸς καὶ κασσίτερος καὶ κοράλλιον καὶ στύραξ καὶ τὰ λοιπὰ ὅσα εἰς Μούζα· τὰ πλείονα δὲ
ἀργυρώματα τετορευμένα καὶ χρήματα
τῷ βασιλεῖ,
29. Μετὰ δὲ Κανὴν, τῆς γῆς ἐπὶ πλεῖον ὑποχωρούσης, ἄλλος ἐκδέχεται βαθύτατος κόλπος, ἐπὶ
πολὺ παρεκτείνων, ὁ λεγόμενος Σαχαλίτης, καὶ χώρα λιβανωτοφόρος,
τὸν λίβανον, ὥς τινα καὶ τῶν παῤ ἡμῖν ἐν Aἰγύπτῳ δένδρων δακρύει τὸ
κόμμι. Μεταχειρίζεται δ ὁ λίβανος ὑπὸ δούλων βασιλικῶν καὶ τῶν ἐπὶ τιμωρίᾳ πεμπομένον. Ἐπίνοσοι δὲ
δεινῶς οἱ τόποι, καὶ τοῖς μὲν παραπλέουσι λοιμικοὶ, τοῖς δὲ ἐργαζομένοις πάντοτε
θανατώδεις, ἔτι δὲ καὶ διὰ τὴν ἔνδειαν τῆς τροφῆς εὐχερῶς ἀπολλυμένοις.
30. Τούτου δʼ ἐστὶν ἀκρωτήριον τοῦ κόσμου μέγιστον, ἀποβλέπον εἰς ἀνατολὴν, ὁ καλούμενος
Σύαγρος, ἐφ’ οἷ φρούριόν ἐστι τῆς χώρας καὶ λιμήν καὶ ἀποθήκη
τοῦ συναγομένου λιβάνου·
καὶ κατὰ τοῦτον ἐν τῷ πελάγει νῆσος, ἀνὰ μέσον τούτου καὶ τοῦ πέραν ἀκρωτηρίου τῶν Ἀρωμάτων, τῷ
Συάγρῳ συνορίζουσα μᾶλλον, ἡ Διοσκορίδου καλουμένη, μεγίστη μὲν ἔρημος δὲ
τε ἀληθινὴν καὶ
χερσαίαν καὶ τὴν λευκὴν, πλείστην τε καὶ διάφορον τοῖς ὀστράκοις μείζοσι, τήν τε ὀρεινὴν ὑπερμεγέθη
καὶ παχύτατον ὄστρακον ἔχουσαν, οὗ τὰ παρὰ τὴν κοιλίαν μέρη μὲν τομὴν οὐκ ἐπιδέχεται, καίπερ
στερρότερα ὄντα· ὁλοτελῶς δὲ τὰ εὐχρηστοῦντα
εἰς γλωσσόκομα καὶ πινακίδια καὶ μαγίδια
καὶ τοιαύτην τινὰ γρύτην κατατέμνεται. Γίνεται δὲ ἐν αὐτῇ καὶ κιννάβαρι τὸ λεγόμενον Ἰνδικὸν, ἀπὸ
τῶν δένδρῶν ὡς δάκρυ συναγόμενον.
31. Ὑποπίπτει μὲν οὖν, ὥςπερ ἡ Ἀζανία Χαριβαῆλι
καὶ τῷ Μαφαρείτῃ τυράννῳ, καὶ
ἡ νῆσος αὐτῷ τῷ βασιλεῖ τῆς λιβανωτοφόρου. Συνεχρήσαντο δὲ αὐτῇ καὶ ἀπὸ Μούζα τινὲς καὶ τῶν
ἐκπλεόντων ἀπὸ Aιμυρικῆς καὶ Βαρυγάζων ὅσοι κατὰ τύχην εἰς αὐτὴν ἐπιβάλλοντες ὄρυζάν τε καὶ σῖτον
καὶ ὀθόνην Ἰνδικὴν
32. Μετὰ δὲ τὸν Σύαγρον κόλπος ἐστὶ συναφὴς ἐπὶ βάθος ἐνδύνων εἰς τὴν ἤπειρον, Ὄμανα,
σταδίους ἔχων ἑξακοσίους τὸ διαπέραμα, καὶ μετʼ αὐτὸν ὑψηλὰ ὄρη πετρώδη καὶ ἀπόκοπα ἀνθρώπων ἐν
σπηλαίοις κατοικούντων, ἐπὶ σταδίους ἄλλους πεντακοσίους, καὶ μετʼ
αὐτοὺς ὅρμος
ἀποδεδειγμένος τοῦ Σαχαλίτου λιβάνου πρὸς ἐμβολὴν, Μόσχα λιμὴν λεγόμενος, εἰς ἣν ἀπὸ Κανῆς συνήθως
πλοῖα πέμπεταί τινα, καὶ παραπλέοντα ἀπὸ Λιμυρικῆς ἢ Bαρυγάζων ὀψινοῖς καιροῖς παραχειμάσαντα παρὰ
τῶν βασιλικῶν πρὸς ὀθόνιον καὶ σῑτον
καὶ ἔλαιον λίβανον ἀντιφορτίζουσι παῤ ὅλον τὸν
Σαχαλίτην χώμασι κείμενον καὶ ἀφύλακτον, δυνάμει θεῶν τινὶ τοῦτον τὸν τόπον ἐπιτηρούντων· οὔτε γὰρ
λάθρα οὔτε φανερῶς χωρὶς βασιλικῆς δώσεως εἰς πλοῖον ἐμβληθῆναι δύναται· κἂν χόνδρον τις ἄρῃ, οὐ
δύναται
πλεῦσαι τὸ πλοῖον ἀπὸ
33.
μεθʼ ὃς ἄλλη παράκειται χώρα βάρβαρος
οὐκ ἔτι τῆς αὐτῆς βασιλείας, ἀλλʼ ἤδη τῆς Περσίδος, ἣν ἀφʼ ὕψους παραπλέοντι ὡς σταδίους δισχιλίους
ἀπὸ τῶν Ζηνοβίου συναντᾷ νῆσος Σαράπιδος λεγομένη, ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ ἑκατὸν εἴκοσι. Ταύτης τὸ
μὲν πλάτος ἐστὶν
ὡσεὶ σταδίων διακοσίων, τὸ δὲ μῆκος ἑξακοσίων, οἰκεῖται δὲ κώμαις
τρισὶ καὶ ἀνθρώποις ἱεροῖς Ἰχθυοφάγων· γλώσση δὲ Ἀραβικῇ χρῶνται καὶ περιζώμασι φύλλων κουκίνων.
Ἔχει δὲ ἡ νῆσος χελώνην ἱκανὴν καὶ διάφορον· ἐξαρτίζοωσι δὲ εἰς αὐτὴν συνήθως οἱ ἀπὸ Κανῆς σκάφας
καὶ ἐφόλκια.
34. Περικολπίζοντι δὲ τὴν ἐχομένην ἤπειρον εἰς νῆσοι ,
σχεδὸν ἐπὶ σταδίους δισχιλίους παρατεταμμέναι τῇ χώρᾳ· πονηροὶ δὲ οἱ κατοικοῦντες αὐτὰς ἄνθρωποι καὶ
ἡμέρας οὐ πολύ τι βλέποντες.
35. Περὶ δὲ τὴν ἐσχάτην κεφαλήν τῶν Καλαίου νήσων καὶ τὸ λεγόμενον Καλὸν ὄρος ἐκδέχεται
μετʼ οὐ πολὺ τὸ στόμα τῆς Περσικῆς, καὶ πλεῖσται κολυμβήσεις εἰσὶ τοῦ πινικίου κόγχου. Τούτου δὲ τοῦ
στόματος ἐκ
τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν, ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς
ἀφορώμενον ἄλλο στρογγύλον ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς ὁ διάπλους τοῦ στόματος
ὡς σταδίους ἑξακοσίους, διʼ οὗ μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους
ὁ
Περσικὸς κόλπος ἀναχεῖται, καθʼ ὃν ἐν τοῖς ἐσχάτοις αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον
36. Παραπλεύσαντι δὲ τοῦτο τὸ στόμα τοῦ κόλπου μετὰ δρόμους ἓξ ἕτερον ἐμπόριόν ἐστι τῆς
Περσίδος, τὰ
λεγόμενα Ὄμανα. Ἐξαρτίζεται δὲ εἰς αὐτὴν συνήθως, ἀπὸ μὲν Βαρυγάζων εἰς
ἀμφότερα ταῦτα τῆς Περσίδος ἐμπόρια πλοῖα μεγάλα χαλκοῦ καὶ ξύλων σανταλίνων καὶ δοκῶν καὶ κεράτων
καὶ φαλάγγων σασαμίνων καὶ ἐβενίνων, εἰς δὲ τὰ Ὄμανα καὶ ἀπὸ
Κανῆς λίβανος, καὶ ἀπ’
Ὀμάνων εἰς τὴν Ἀραβίαν ἐντόπια ῥαπτὰ πλοιάρια, τὰ λεγόμενα μαδάρα. Εἰσφέρεται δὲ ἀπὸ ἑκατέρων τῶν
ἐμπορίων εἴς τε Βαρύγαζα καὶ εἰς Ἀραβίαν πινικὸν, πολὺ μὲν, χεῖρον δὲ
37. Μετὰ δὲ τὴν Ὀμανιτικὴν χώραν ὁμοίως ἡ Παρσιδῶν παράκειται, βασιλείας ἑτέρας, καὶ
κόλπος
τῶν Τεράβδων λεγόμενος, οὗ κατὰ μέσον εἰς τὸν κόλπον
θαλάσσης, ἐν ᾗ καὶ βασιλεία ἡ λεγομένη
38. Μετὰ δὲ ταύτην τὴν χώραν, ἤδη τῆς ἠπείρου διὰ τὸ βάθος τῶν κόλπων ἐκ τῆς ἀνατολῆς
ὑπερκερώεης,
ἐκδέχεται καὶ πρὶν ἢ
συμβάλῃ τῆ χώρᾳ εἰς
σημεῖόν ἐστιν
αἱ λεγόμεναι γράαι. Ἑπτὰ δὲ οὗτος ὁ ποταμὸς ἔχει στόματα, λεπτὰ δὲ ταῦτα καὶ τεναγώδη, καὶ τὰ μὲν
ἄλλα διάπλουν οὐκ ἔχει, μόνον δὲ τὸ μέσον, ἐφʼ οὗ καὶ παραθαλάσσιον ἐμπόριόν ἐστιν Βαρβαρικόν.
Πρόκειται δὲ αὐτοῦ νησίον μικρὸν, καὶ κατὰ νώτου
μεσόγειος ἡ μητρόπολις αὐτῆς τῆς
Σκωθίας Μινναγάρ· βασιλεύεται δὲ ὑπὸ Πάρθων, συνεχῶς ἀλλήλους ἐνδιωκόντων.
39. Τὰ μὲν οὖν πλοῖα κατὰ τὴν Βαρβαρικὴν διορμίρεται
διὰ τοῦ ποταμοῦ τῷ
βασιλεῖ. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ἱματισμὸς ἁπλοῦς ἱκανὸς καὶ νόθος οὐ πολὺς, πολύμιτα καὶ
χρυσόλιθον καὶ κοράλλιον καὶ στύραξ καὶ λίβανος καὶ ὑαλὰ σκεύη καὶ ἀργυρώματα καὶ χρῆμα, οἶνος δ οὐ
πολύς. Ἀντιφορτίζεται δὲ κόστος, βδέλλα,
Ἐπιφί· δυςεπίβολος μὲν, ἐπιφορώτερος δὲ ἐκείνων καὶ συντομώτερος ὁ πλοῦς.
40. Μετὰ δὲ τὸν Σίνθον ποταμὸν ἕτερός ἐστι κόλπος ἀθεώρητος παρὰ τὸν βορέαν· ὀνομάζεται δὲ
Εἰρινὸν, ἐπιλέγεται δὲ ὁ μὲν μικρὸν ὁ δὲ μέγα· πελάγη δέ
ἐστιν ἀμφότερα τεναγώδη καὶ
δίνας ἐλαφρὰς ἔχοντα καὶ συνεχεῖς καὶ μακρὰς ἀπὸ τῆς γῆς, ὡς πολλάκις, τῆς ἠπείρου μηδὲ βλεπομένης,
ἐποκέλλειν τὰ πλοῖα, ἐνδοτέρω δὲ προληφθέντα καὶ ἀπόλλυσθαι. Τούτου δὲ ὑπερέχει τοῦ κόλπου
ἀκρωτήριον, ἐπικαμπὲς ἀπὸ τοῦ
Εἰρίνου μετὰ τὴν ἀνατολὴν καὶ τὸν νότον ὡς εἰς τὴν
τὴν τοῦ Βαράκου κοιλίαν ἀπόλλυνται τὸ μὲν γὰρ κῦμα μέγα καὶ
βαρὺ λίαν, ἡ δὲ θάλασσα ταραχώδης καὶ θολερὰ καὶ δίνας ἔχουσα καὶ ῥοώδεις εἰλίγγους. Ὁ δὲ βυθὸς ἔν
τισι μὲν ἀπόκοπος ἔν τισι δὲ πετρώδης καὶ ἀπόξυρος, ὥστε τέμνεσθαι τὰς παρακειμένας
ἀγκύρας διὰ ταχέων ἀποκοπτομένας, ἃς δὲ καὶ συντριβομένας ἐν τῷ βυθῷ. Σημεῖον δʼ αὐτῶν τοῖς ἀπὸ
πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ὑπερμεγέθεις καὶ μέλανες ἐν γὰρ τοῖς μετὰ ταῦτα τόποις
καὶ τοῖς περὶ Βαρύγαζα μικρότεροι καὶ τῷ χρώματι
χλωροὶ καὶ χρυσίζοντες ὑπαντῶσιν.
41. Μετὰ δὲ τὸν Βαράκην εὐθύς ἐστιν ὁ Βαρυγάζων κόλπος καὶ ἡ ἤπειρος τῆς Ἀριακῆς χώρας,
τῆς Μαμβάρου βασιλείας ἀρχὴ καὶ τῆς ὅλης Ἰνδικῆς οὖσα. Ταύτης τὰ μὲν μεσόγεια τῇ Σκυθίᾳ συνορίζοντα
Ἀβηρία
καὶ ἄνδρες ὑπερμεγέθεις τῷ σώματι καὶ μέλανες τῇ χροιᾷ.
Μητρόπολις δὲ τῆς χώρας Μιννάγαρα, ἀφʼ ἧς καὶ πλεῖστον ὀθόνιον εἰς Βαρύγαζα κατάγεται. Σώζεται δὲ
ἔτι καὶ νῦν τῆς Ἀλεξάνδρου στρατιᾶς σημεῖα περὶ τοὺς τόπους, ἱερά τε ἀρχαῖα καὶ θεμέλιοι παρεμβολῶν
καὶ φρέατα μέγιστα. Ὁ δὲ παράπλους ταύτης τῆς χώρας ἀπὸ τοῦ Βαρβαρικοῦ μέχρι τοῦ κατὰ
Ἀστάκαπρα πέραν βαρυγάζων ἀκρωτηρίου, τῆς λεγομένης Παπικῆς, ἐστὶ σταδίων τριτχιλίων.
42. Μεθʼ ἡς ἕτερός ἐστι κόλπος, ἔσω κυμάτων, εἰς
αὐτὸν ἐνδύνων τὸν βορέαν, οὗ
κατὰ μὲν τὸ στόμα νῆσός ἐστιν ἡ λεγομένη Bαιώνης, ἐν δὲ τοῖς ἐσωτάτοις τόποις μέγιστος ποταμὸς ὁ
λεγόμενος Μάϊς. Τοῦτον καὶ εἰς αὐτὴν
λέγεται δὲ αὐτὸς ὁ ποταμὸς Ναμνάδιος.
43. Ὁ δὲ κόλπος αὐτὸς ὁ κατὰ Βαρύγαζα στενὸς ὢν τοῖς ἐκ πελάγους ἐρχομένοις ἐστὶ
δυσεπίβολος· ἢ γὰρ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ εὐώνυμα παραπίπτουσιν, ᾗ γε ἐπιβολὴ κρείσσων ἐστὶ τῆς
ἑτέρας. Ἀλλʼ ἐκ μὲν τῶν
δεξιῶν κατʼ αὐτὸ τὸ στόμα τοῦ κόλπου παράκειται ταινία τραχεῖα
καὶ διάσπιλος, Ἡρώνη λεγομένη, κατὰ Καμμωνὶ κώμην· ἐκ δὲ τῶν εὐωνύμων ἀπέναντι ταύτης τὸ πρὸ
Ἀστακάπρων ἀκρωτήριον, ἡ Παπικὴ λεγομένη, δύσορμος οὖσα διά τε τὸν ῥοῦν τὸν περὶ αὐτὴν
καὶ διὰ τὸ ἀποκόπτειν τὰς ἀγκύρας τραχὺν ὄντα καὶ πετρώδη τὸν βυθόν. Κἂν κατʼ αὐτὸν δέ τις ἐπιβάλῃ
τὸν κόλπον, αὐτὸ τὸ στόμα τοῦ κατὰ Βαρύγαζα ποταμοῦ δυσεύρετόν ἐστι διὰ τὸ τὴν χώραν ταπεινήν εἶναι
καὶ μηδὲν ἐγγύτερον ἐνεχύρως θεωρεῖσθαι· κἂν
εὑρεθῇ, δυσείσβολός ἐστι διὰ τὰ περὶ αὐτὸν
τενάγη τοῦ ποταμοῦ.
44. Τούτου χάριν περὶ αὐτὸν τὸν εἴσπλουν βασιλικοὶ ἁλιεῖς ἐντόπιοι πληρώμασι μακρῶν
πλοίων, ἃ λέγεται τράππαγα καὶ κότυμβα, πρὸς ἀπάντησιν ἐξέρχονται
μέχρι τῆς
Συραστρηνῆς, ἀφʼ ὧν ὁδηγεῖται τὰ πλοῖα μέχρι Βαρυγάζων. Κλίνουσι γὰρ εὐθὺς ἀπὸ τοῦ στόματος τοῦ
κόλπου διὰ τενάγη τοῖς πληρώμασι καὶ ῥυμουλκοῦσιν αὐτὰ σταθμοῖς ἤδη τεταγμένοις, ἀρχο μένης μὲν τῆς
πλήμης αἴροντες, ἱσταμένης δὲ διορμίζοντες
κατά τινας ὅρμους καὶ κυθρίνους. Οἱ δὲ
κύθρινοι τόποι εἰσὶ τοῦ ποταμοῦ βαθύτεροι μέχρι Βαρυγάζων· ἀπέχει γὰρ ἀπὸ τοῦ στόματος ἄων παρὰ τὸν
ποταμὸν κειμένη ὡς σταδίων τριακοσίων.
45. Πᾶσα μὲν ἡ Ἰνδικὴ χώρα ποταμοὺς ἔχει πλμίστους,
ὥστε αἰφνίδιον
τόν τε βυθὸν δρᾶσθαι, καὶ
46. Διὸ καὶ κινδυνώδεις εἰσὶν αἱ τῶν πλοίων προσαγωγαὶ καὶ ἐξαγωγαὶ τοῖς ἀπείροις καὶ
πρώτως εἰσάγουσιν εἰς τὸ ἐμπόριον. Γινομένης γὰρ ὁρμῆς ἤδη περὶ τὴν πλήμην οὐδὲν παριεμένης οὐκ
ἀντέχουσιν
πλαγιασθέντα ὑπὸ τῆς ὀξύτητος τοῦ ῥοὸς, ἐποκέλλει τοῖς τενάγεσι καὶ ἀνακλᾶται, τὰ δὲ
μικρότερα καὶ περιτρέπεται, τινὰ δὲ καὶ περὶ τὰς διώρυχας ἀποκεκλικότα διὰ τὸ περὶ τὴν ἄμπωτιν, ὅταν
μὴ διερείσῃς, τῆς πλήμης αἰφνίδιον ἐπελθούσης, ὑπὸ τῆς πρώτης κεφαλῆς
τοῦ ῥοὸς
ἐμπίμπλαται. Τοσαῦται γὰρ περὶ τὴν εἰσβολὴν τῆς θαλάσσης γίνονται βίαι κατὰ τὰς νεομηνίας ὑπὸ τὴν
νυκτερινὴν μάλιστα πλήμην, ὥστε ἀρχομένης ἤδη τῆς εἰσαγωγῆς, ὅταν ἠρεμῇ τὸ πέλαγος, ὑπʼ αὐτοῦ
φέρεσθαι τοῖς ἐπὶ τοῦ στόματος παραπλήσιον βοῇ
στρατοπέδου μακρόθεν ἀκουομένῃ, καὶ μετʼ
ὀλίγον αὐτὴν ἐπιτρέχειν τοῖς τενάγεσι ῥοίζῳ τὴν θάλασσαν.
47. Ἐπίκειται δὲ τοῖς Βαρυγάζοις κατὰ τὰ μεσόγεια πλείονα ἔθνη, τό τε τῶν Ἀρατρίων καὶ
Ἀραχωσίων καὶ Γανδαραίων καὶ τῆς Προκλαΐδος, ἐν ᾗ ἡ Βουκέφαλος
καὶ τὰ νότια τῆς
Ἰνδικῆς· ἀφʼ οὗ μέχρι νῦν ἐν Βαρυγάζοις παλαιαὶ προχωροῦσι δραχμαὶ, γράμμασιν Ἑλληνικοῖς
ἐγκεχαραγμέναι ἐπίσημα τῶν μετʼ Ἀλέξανδρον βεβασιλευκότων Ἀπολλοδότου καὶ Μενάνδρου.
48. Ἔνι δὲ αὐτῇ καὶ ἐξ ἀνατολῆς πόλις λεγομένη
Ὀζήνη, ἐν ᾗ καὶ τὰ βασίλεια
πρότερον ἦν· ἀφʼ ἧς πάντα τὰ πρὸς εὐθηνίαν τῆς χώρας εἰς Βαρύγαζα καταφέρεται καὶ τὰ πρὸς ἐμπορίαν
τὴν ἡμετέραν, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ σινδόνες Ἰνδικαὶ καὶ μολόχιναι καὶ ἱκανὸν χυδαῖον
ὀθόνιον. Κατάγεται δὲ διʼ αὐτῆς
καὶ ἀπὸ τῶν ἄνω τόπων ἡ διὰ Προκλαΐδος καταφερομένη
νάρδος ἡ Καττυβουρίνη καὶ ἡ Πατροπαπίγη καὶ ἡ Καβαλίτη καὶ ἡ διὰ τῆς παρακειμένης Συυθίας, ὃ τε
κόστος καὶ ἡ βδέλλα.
49. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον οἶνος προηγουμένως
Ἰταλικὸς καὶ Λαοδικηνὸς
καὶ Ἀραβικὸς καὶ χαλκὸς καὶ κασσίτερος καὶ μόλυβδος, κοράλλιον καὶ χρυσόλιθον, ἱματισμὸς ἀπλοῦς καὶ
νόθος παντοῖος, πολύμιτοι ζῶναι πηχυαῖαι, στύραξ, μελίλωτον, ὕαλος ἀργὴ, σανδαράκη, στίμμι, δηνάριον
χρυσοῦν καὶ ἀργυροῦν, ἔχον ἀλλαγὴν
καὶ ἐπικέρδειάν τινα πρὸς τὸ ἐντόπιον νόμισμα, μύρον
οὐ βαρύτιμον οὐδὲ πολύ· τῷ δὲ βασιλεῖ κατʼ ἐκείνους τοὺς καιροὺς εἰσφερόμενα βαρύτιμα ἀργυρώματα καὶ
μουσικὰ καὶ παρθένοι εὐειδεῖς πρὸς παλλακίαν καὶ διάφορος οἶνος καὶ ἱματισμὸς ἁπλοῦς πολυτελὴς καὶ
μύρον ἔξοχον. Φέρεται δὲ ἀπὸ τούτων τῶν τόπων νάρδος, κόστος, βδέλλα, ἐλέφας, ὀνυχίνη
λιθία καὶ μουρρίνη καὶ λύκιον καὶ ὀθόνιον παντοῖον καὶ Σηρικὸν καὶ μολόχινον καὶ νῆμα καὶ πέπερι
μακρὸν καὶ τὰ ἀπὸ τῶν ἐμπορίων φερόμενα. Ἀποπλέουσι δὲ κατὰ καιρὸν
οἱ ἀπὸ τῆς Aἰγύπτου
εἰς τὸ ἐμπόριον ἀναγόμενοι περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί.
50. Μετὰ δὲ τὰ Βαρύγαζα εὐθέως ἡ συναφὴς ἤπειρος ἐκ τοῦ βορέου εἰς τὸν νότον παρεκτείνει·
διὸ καὶ Δαχιναβάδης καλεῖται ἡ χώρα· δάχανος γὰρ καλεῖται ὁ νότος τῆ αὐτῶν γλώσσῃ. Ταύτης ἡ μὲν
ὑπερκειμένη
πρὸς ἀνατολὰς μεσόγειος ἐμπεριέχει χώρας τε πολλὰς καὶ ἐρήμους καὶ ὄρη
μεγάλα καὶ θηρίων γένη παντοίων, παρδάλεις τε καὶ τίγρεις καὶ ἐλέφαντας καὶ δράκοντας ὑπερμεγέθεις
καὶ κροκόττας καὶ κυνοκεφάλων πλεῖστα γένη, ἕθνη τε πλεῖστα καὶ πολυάνθρωπα μέχρι τοῦ
Γάγγους.
51. Τῶν δὲ ἐν αὐτῇ τῇ Δαχιναβάδει δύο ἐστὶ τὰ διασημότατα ἐμπόρια, Παίθανα μὲν ἀπὸ
Βαρυγάζων ἀπέχοντα ὁδὸν ἡμερῶν εἴκοσι πρὸς νότον, ἀπὸ δὲ ταύτης ὡς ἡμερῶν δέκα πρὸς ἀνατολὴν ἑτέρα
πόλις μεγίστη
Τάγαρα. Κατάγεται δὲ ἐξ αὐτῶν, πορείαις ἁμαξῶν καὶ ἀνοδίαις μεγίσταις εἰς
τὰ Βαρύγαζα ἀπὸ μὲν Παιθάνων ὀνυχίνη λιθία πλείστη, ἀπὸ δὲ Ταγάρων ὀθόνιον πολὺ χυδαῖον καὶ σινδόνων
παντοῖα καὶ μολόχινα καί τινα ἄλλα τοπικῶς ἐκεῖ προχωροῦντα
φορτία τῶν παραθαλασσίων
μερῶν. Ὁ δὲ ὅλος παράπλους μέχρι τῆς Λιμυρικῆς ἐστὶ σταδίων ἑπτακισχιλίων, πλεῖστοι δὲ εἰς
Aἰγιαλόν.
52. Τοπικὰ δὲ ἐμπόρια κατὰ τὸ ἑξῆς κείμενα Ἀκαβάρου,
τοὺς τόπους εἰσβάλλοντα
πλοῖα Ἑλληνικὰ μετὰ φυλακῆς εἰς Βαρύγαζα εἰσάγεται.
53. Μετὰ δὲ Καλλίεναν ἄλλα ἐμπόρια τοπικὰ Εήμυλλα καὶ Μανδαγόρα καὶ Παλαιπάτμαι καὶ
Μελιζειγάρα
ταύτην Λευκὴ νῆσος. Εἶτα
Νάουρα καὶ Τύνδις τὰ πρῶτα ἐμπόρια τῆς Λιμυρικῆς, καὶ μετὰ ταύτας, Μουζιρὶς καὶ Νέλκυνδα, αἱ νῦν
πράσσουσαι.
54. Βασιλείας δʼ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου,
Τύνδεως διὰ τοῦ
ποταμοῦ καὶ διὰ θαλάσσης σταδίους πεντακοσίους, ἀπὸ δὲ τοῦ καὶ πεζῇ καὶ διὰ θαλάσσης, βασιλείας δέ ἐστιν ἑτέρας, τῆς
Πανδίονος· κεῖται δὲ καὶ αὐτὴ παρὰ ποταμὸν, ὡσεὶ ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς
θαλάσσης.
55. Ἑτέρα δὲ κατʼ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων
ἐπὶ
κατοικοῦσι. Καὶ περὶ τούσδε τοὺς τόπους τοῖς ἐκ πελάγους
56. Πλεῖ δὲ εἰς τὰ ἐμπόρια ταῦτα μεγάλα πλοῖα διὰ τὸν ὄγκον καὶ τὸ πλῆθος τοῦ πεπέρεως καὶ
τοῦ μαλαβάθρου. Προχωρεῖ δὲ εἰς αὐτὴν προηγουμένως χρήματα πλεῖστα, χρυσόλιθα, ἱματισμὸς ἁπλοῦς οὐ
πολὺς, πολύμιτα, στίμμι, κοράλλιον, ὕαλος ἀργὴ,
χαλκὸς, κασσίτερος, μόλυβδος, σἶνος οὐ
πολὺς, ὡσεὶ δὲ τοσοῦτον ὅσον ἐν Βαρυγάζοις, σανδαράκη, ἀρσενικὸν, σῑτος δὲ ὅσος ἀρκέσει τοῖς περὶ τὸ
ναυκλήριον διὰ τὸ μὴ τοὺς ἐμπόρους αὐτῷ χρῆσθαι. Φέρεται δὲ πέπερι μονογενῶς ἐν ἑνὶ τόπῳ τούτων τῶν
ἐμπορίων
γεννώμενον πολὺ, τῇ λεγομένῃ Κοττοναρικῇ· φέρεται δὲ καὶ μαργαρίτης ἱκανὸς καὶ
διάφορος καὶ ἐλέφας καὶ ὀθόνια Σηρικὰ καὶ νάρδος ἡ Γαγγητικὴ καὶ μαλάβαθρον ἐκ τῶν ἔσω τόπων εἰς
αὐτὴν, καὶ λιθία διαφανὴς παντοία καὶ ἀδάμας καὶ ὑάκινθος καὶ χελώνη ἥ τε Χρυσονησιωτικὴ
καὶ ἡ περὶ τὰς νήσους θηρευομένη τὰς προκειμένας αὐτῆς τῆς Λιμυρικῆς. Πλέουσι δὲ εἰς αὐ τὴν οἱ
κατὰ καιρὸν ἀναγόμενοι ἀπʼ Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὃ ἐστιν Ἐπιφί.
57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ
Κανῆς καὶ τῆς Εὐδαίμονος
Ἀραβίας οἱ μὲν
ὁ λιβόνοτος φαίνεται
οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν
παρεπίφορον πρὸς ἴδιον δρόμον
58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ
παρήκει χώρα τῆ ἐν ᾗ καὶ κολύμβησίς ἐστιν ὑπὸ τὸν βασιλέα Πανδίονα πινικοῦ καὶ πόλις ἡ
λεγομένη Κόλχοι. Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ
δὲ ταύτης ἐστὶν
γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.
59. Ἀπὸ δὲ τοῦ Κομαρεὶ ἐκτείνουσα πρὸς τὸν νότον χώρα μέχρι Κόλχων, ἐν ᾗ
κολύμβησις τοῦ πινικοῦ ἐστίν ἀπὸ δὲ κατακρισίμων κατεργάζεται· ὑπὸ τὸν
βασιλέα Πανδίονά
ἐστι. Μετὰ δὲ Κόλχους ἐκδέχεται πρότερος
60. Τῶν δὲ τοπικῶν ἐμπορίων τε καὶ ὅρμων, εἰς οὃς
οἵ τε ἀπὸ τῆς Aιμυρικῆς καὶ
ἀπʼ ἄρκτου πλέοντες κατάγονται, ἐπισημότερα καὶ κατὰ τὸ ἑξῆς κείμενά ἐστιν ἐμπόρια Καμάρα καὶ
Ποδούκη καὶ Σωπάτμα, ἐν οἷς τοπικὰ μέν ἐστι πλοῖα μέχρι Λιμυρικῆς παραλεγόμενα τὴν γῆν, ἕτερα ὃ ἐκ
μονοξύλων πλοίων μεγίστων
ἁφαῖς ἐζευγμένων, λεγόμενα σάγγαρα, τὰ δὲ εἰς τὴν Χρυσῆν καὶ
εἰς τὸν Γάγγην διαίροντα κολανδιοφωντα τὰ μέγιστα. Προχωρεῖ δὲ εἰς τοὺς τόπους πάντα τὰ εἰς τὴν
Aιμυρικὴν ἐργαζόμενα, καὶ σχεδὸν εἰς αὐτοὺς καταντᾷ τό τε χρῆμα τὸ ἀπʼ Aἰγύπτου φερόμενον τῷ
παντὶ χρόνῳ καὶ τὰ πλεῖστα γένη πάντων τῶν ἀπὸ Λιμυρικῆς φερομένων,
61. Περὶ δὲ τὴν μετʼ αὐτὴν χώραν, ἤδη πρὸς ἀνατολὴν τοῦ πλοὸς ἀπονεύοντος, εἰς πέλαγος
ἔκκειται
πρὸς αὐτὴν τὴν δύσιν νῆσος λεγομένη Παλαισιμούνδου,
καὶ λιθία διαφανής καὶ σινδόνες καὶ χελῶναι.
62. Περὶ δὲ τούτους τοὺς τόπους πολὺ τῇ μεσογείῳ παρήκουσα Μασαλία παράκειται χώρα·
γίνονται ἐν αὐτῇ σινδόνες πλεῖσται. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν ἀνατολὴν διαπεράσαντι τὸν
παρακείμενον κόλπον
ἡ Δησαρηνὴ χώρα, φέρουσα ἐλέφαντα τὸν λεγόμενον βωσαρὴ, καὶ μετʼ
αὐτὴν, εἰς τὸν βορέαν ἤδη ἀπονεύοντος τοῦ πλοὸς, βάρβαρα πολλὰ ἔθνη, ἐν οἷς οἱ Κιρρᾶδαι, γένος
ἀνθρώπων ἐντεθλιμμένων τὴν ῥῖνα,
63. Μετὰ δὲ ταῦτα, εἰς τὴν ἀνατολὴν
καὶ τὸν ὠκεανὸν ἐν δεξιοῖς ἐχόντων, εὐώνυμα δὲ τὰ λοιπὰ μέρη ἔξωθεν παραπλεόντων, ὁ
Γάγγης ἀπαντᾷ καὶ ἡ περὶ αὐτὴν ἐσχάτη τῆς ἀνατολῆς ἤπειρος, ἡ Χρυσῆ. Ποταμὸς δέ ἐστι περὶ αὐτὴν ὁ
Γάγγης λεγόμενος, καὶ αὐτὸς μέγιστος τῶν κατὰ τὴν Ἰνδικὴν,
ἀπόβασίν τε καὶ ἀνάβασιν τὴν
αὐτὴν ἔχων τῷ Νείλῳ, καθʼ ὃν καὶ ἐμπόριόν ἐστιν ὁμώνυμον τῷ ποταμῷ, ὁ Γάγγης, διʼ οἷ φέρεται τό τε
μαλάβαθρον καὶ ἡ Γαγγητικὴ νάρδος καὶ πινικὸν καὶ σινδόνες αἱ διαφορώταται, αἱ Γαγγητικαὶ λεγόμεναι.
Λέγεται δὲ καὶ
χρυσωρύχια περὶ τοὺς τόπους εἶναι, νόμισμά τε χρυ σοῦ, ὁ λεγόμενος
κάλτις. Κατʼ αὐτὸν δὲ τὸν ποταμὸν νῆσός ἐστιν ὠκεάνιος, ἐσχάτη τῶν πρὸς ἀνατολὴν μερῶν τῆς
οἰκουμένης, ὑπʼ αὐτὸν ἀνέχοντα τὸν ἥλιον, καλουμένη Χρυσῆ, χελώνην ἔχουσα πάντων τῶν κατὰ
τὴν Ἐρυθρὰν τόπων ἀρίστην.
64. Μετὰ δὲ ταύτην τὴν χώραν ὑπʼ αὐτὸν ἤδη τὸν βορέαν, ἔξωθεν εἰς Θινός τινα τόπον
ἀποληγούσης τῆς θαλάσσης, παράκειται ἐν αὐτῇ πόλις μεσόγειος μεγίστη, λεγομένη Θῖναι, ἀφʼ ἧς τό τε
ἔριον καὶ τὸ νῆμα καὶ τὸ
οόνιον τὸ Σηρικὸν εἰς τὰ Βαρύγαζα διὰ Βάκτρων πεζῇ φέρεται καὶ
εἰς τὴν Λιμυρικὴν πάλιν διὰ τοῦ Γάγγου
μέρεσι τοῦ Πόντου καὶ τῆς
Κασπίας θαλάσσης, καθʼ ἣν ἡ παρακειμένη λίμνη Μαιῶτις εἰς τὸν ὠκεανὸν συναναστομοῦσα.
65. Κατʼ ἔτος δὲ παραγίνεται ἐπὶ τὴν συνορίαν τῆς Θινὸς ἔθνος τι, τῷ μὲν σώματι κολοβοὶ
καὶ σφόδρα
πλατυπρόσωποι, ἐννοίαις δὲ λῷστοι αὐτοὺς
αὐτῶν καὶ τῶν ἐπὶ τῆς Θινὸς, καὶ ἑορτάζουσιν ἐπί τινας ἡμέρας, ὑποστρώσαντες ἑαυτοῖς
τὰς ταρπόνας, καὶ ἀπαίρουσιν εἰς τὰ ἴδια εἰς τοὺς ἐσωτέρους τόπους. Οἱ δὲ ταῦτα δοκεύοντες τότε
παραγίνονται ἐπὶ τοὺς τόπους καὶ συλλέγουσι τὰ ἐκείνων ὑποστρώματα,
καὶ ἐξινιάσαντες
καλάμους τοὺς λεγομένους πέτρους ἐπὶ λεπτὸν ἐπιδιπλώσαντες τὰ φύλλα καὶ σφαιροειδῆ ποιοῦντες
διείρουσι ταῖς ἀπὸ τῶν καλάμων ἴναις. Γίνεται δὲ γένη τρία· ἐκ μὲν τοῦ μείζονος φύλλου τὸ
ἁδρόσφαιρον μαλάβαθρον λεγόμενον, ἐκ δὲ τοῦ ὑποδεεστέρου
66. Τὰ δὲ μετὰ