Anonymi (Arriani, ut fertur) periplus ponti Euxini Pseudo-Arrianus Karl Müller Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0075.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Carolus Müllerus Karl Müller Pseudo-Arrian Ambroise-Firmin Didot Paris 1855 1 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts paragraphs

This pointer pattern extracts sections

Greek Latin German created the file
ΑΝΩΝΥΜΟΥ <supplied reason="omitted">ΑΡΡΙΑΝΟΥ, ΩΣ ΦΕΡΕΤΑΙ</supplied> ΠΕΡΙΠΛΟΥΣ ΕΥΞΕΙΝΟΥ ΠΟΝΤΟΥ ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τὴν Ἀσίαν τῶν τε παρὰ τὴν Εὐρώπην τόπων, οὔτως· Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους· Παφλαγονίας περίπλους· Πόντων τῶν δύο περίπλους· τῶν ἐν τῇ Εὐρώπη μερῶν <supplied reason="omitted">τοῦ Πόντου περίπλους</supplied>. Τραϊανῷ Ἀδριανῷ Σεβαστῷ Ἀρριανός.

1. Κατὰ τὸν Θράκιον καὶ τὸ στόμα τοῦ Εὐξείνου πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερὸν, ἐν ᾧ ναός ἐστι Διὸς Οὐρίου προσαγορευόμενος. Τοῦτο δὲ τὸ χωρίον ἀφητήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τῶν Βιθυνῶν ἔθνους τὸ πρὸς Πόντῳ κείμενον, ὁ περίπλους οὕτω πως ἔχει·

2. Τὸ Ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου ἀπέχει ἀπὸ Βυζαντίου στάδια ρκ΄· γίνονται δὲ μίλια ιϚ΄. Καὶ ἔστι στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθότι εἰσβάλλει εἰς τὴν Προποντίδα.

Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.

3. Ἀπὸ δὲ τοῦ Ἑεροὺ Διὸς Οὐρίου πλέοντι ἐν τῇ δεξιᾷ εἰς Ῥήβαν ποταμὸν, στάδια ϟ΄· γίνονται δὲ μίλια ιβ΄. Ἀπὸ δὲ Ῥήβα ποταμοῦ εἰς Μέλαιναν, τὴν νῦν λεγομένην Καλὴν ἄκραν, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Καλῆς ἄκρας εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄. Ἐνταῦθα ὄρμος ναυσὶ μικραῖς πρὸς ἱερῷ Ἀφροδίτης παράκειται δὲ καὶ νησίον, ὅπερ σκεπάζει τὸν λιμένα.

4. Ἀπὸ δὲ Ἀρττάνου ποταμοῦ εἰς Ψιλλίδα ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄· καὶ πλοῖα μικρὰ ὁρμίζοιτο ἂν πρὸς τῆ πέτρα τῇ ἀνεχούσῃ οὐ πόρρω τοῦ ποταμοῦ τῶν ἐκβολῶν.

5. Ἀπὸ δὲ τοῦ Ψιλλίδος ποταμοῦ εἰς Κάλπην λιμένα καὶ ποταμὸν στάδια σι΄, s μίλια κη΄· τοῦτο τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν. Ὁ δὲ Κάλπης λιμήν ὁποῖόν τι χωρίον ἐστὶ, καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὅδατος, καὶ ὅτι ὗλαι πρὸς τῆ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.

6. Ἀπὸ δὲ Κάλπης λιμένος εἰς Ῥόην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Ῥόης εἰς Ἀπολλωνίαν, νῆσον μικρὰν τὴν νῦν λεγομένην Δάφνην, ὀλίγον ἀπέχουσαν ἀπὸ τῆς ἠπείρου, ἐν ᾗ λιμὴν ὑπὸ νήσῳ, στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Αὕτη δὲ ἡ Ἀπολλωνιὰς νῆσος ἔχει ἐν αὑτῇ πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον. Ἀπὸ δὲ Ἀπολλωνιάδος νήσου τῆς καὶ Δαφνουσίας εἰς Χηλὰς στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄· αὕτη ἐστὶν ἡ λεγομένη Χηλαὶ Μηδιανῶν.

7. Ἀπὸ δὲ Χηλῶν εὶς Σαγγάριον, ποταμὸν πλωτὸν, στάδια ρπ΄, μίλια κδ᾿. Οὗτος ὁ ποταμὸς ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγίας φερόμενος ἐξίησι διὰ τῆς Θυνιάδος.

8. Ἀπὸ δὲ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδια ρπ , μίλαι κδ΄. Οὗτος ὁ ποταμὸς ἔχει ἐφ᾿ αὑτῷ μεσηγὺς πόλιν Προυσιάδα λεγομένην.

9. Ἀπὸ δὲ πίου ποταμοῦ εἰς Δίαν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Δίας πόλεως εἰς Λιλεὸν ἐμπόριον στάδια μ΄, μίλια ε΄ Ἀπὸ δὲ τοῦ Λιλεοῦ εἰς Ἔλαιον ἐμπόριον καὶ ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Ἐλαίου εἰς Κάλητα, ἐμπόριον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ις΄. Ἀπὸ δὲ Κάλητος ποταμοῦ εἰς Λύκον ποταμὸν στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Λύκου ποταμοῦ εἰς Ἡράκλειαν, πόλιν Ἑλληνίδα Δωρικὴν, Μεγαρέων ἔποικον, στάδια ιθ΄, μίλια β΄,∠΄ Ϛ΄.

10. Ἡράκλεια Βοιωτῶν κτίσις καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος καθ᾿ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας.

11. Ὁμοῦ ἀπὸ τοῦ Ἱεροὺ ἕως Ἡρακλείας στάδια αφν΄, μίλια σς΄, ∠΄ Ϛ΄ ἐπ᾿ εὐθείας δὲ πλέοντι στάδια ασ΄, μίλια ρξ΄ Ἀπὸ δὲ Ἡρακλείας εἰς Ἀπολλωνίαν τὴν ἐν Εὐρώπη ἐν τῷ Θρᾳκίῳ ἔθνει καὶ καταντικρὺ κειμένην τήν νῦν λεγομένην Σωζόπολιν, στάδια α· γίνονται μίλια ρλγ΄, ∠΄ Ϛ΄.

12. Ἀπὸ δὲ Ἡρακλείας πόλεως ἐπὶ τὸ Μητρῷον καλούμενον, τὸ νῦν λεγόμενον Αὐλία, στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τοῦ Μητρῴου εἰς Ποσείδειον, τὸ νῦν λεγόμενον τὰ Ποτίστεα, στάδια μ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Ποσειδείου εἰς Τυνδαρίδας, τὸ νῦν λεγόμενον Κυρσαιτὰ, στάδια με΄, μίλια Ϛ΄. Ἀπὸ δὲ Τυνδαριδῶν ἕως τοῦ Νυμφαίου στάδια με΄, μίλια Ϛ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς τὸν Ὀξίναν ποταμὸν στάδια λ΄, μίλια δ΄.

13. Ἀπὸ δὲ τοῦ Ὀξίνα εἰς Σανδαράκην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια μ΄, μίλια ε΄. Ἀπὸ δὲ Σανδαράκης εἰς Κρηνίδας, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κ΄, μίλια β΄, ∠΄ ς΄. Ἀπὸ δὲ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Ψύλλης εἰς Τίον πόλιν Ἑλληνίδα Ἰωνικὴν, ἐπὶ θαλάσσῃ οἱκουμένη Μιλησίων καὶ ταύτην ἔποικον, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τίου εἰς Βιλλαῖον ποταμὸν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄ οὗτος ὁ Βιλλαῖος ποταμὸς, ὥς τινές φασιν, ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Παφλαγονίας ἐστί. Τινὲς δὲ νῦν τὸν Παρθένιον ποταμὸν ὅρον Βιθυνίας καὶ Παφλαγονίας εἶναι βούλονται. Ἀπὸ δὲ τοῦ Βιλλαίου ποταμοῦ εἰς Ψίλιδα ποταμὸν, τὸν νῦν λεγόμενον Παπάνιον, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Ψίλιδος ποταμοῦ ἤτοι Παπανίιου εἰς Παρθένιον ποταμὸν στάδια ο΄, μίλια θ΄, γ΄.

14. Οὗτος ὁ Παρθένης πλωτός ἐστι, καταφέρων ἄη. ῥεῖθρον ἡσυχώτατον· ἐν αὐτῷ δὲ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον.

15. Ἀπὸ δὲ τοῦ Παρθενίου εἰς Ἀμάστραν, τὴν καὶ Ἄμαστριν λεγομένην, πόλιν Ἑλληνίδα, ἔχουσαν καὶ ποταμὸν, πρότερον λεγομένην Σήσαμον, στάδια ϟ΄, μίλια ιβ΄. Ἅπὸ δὲ Ἡρακλείας εἰς Ἄμαστριν στάδια Ψ΄, μίλια ϟ΄.

16. Ὧν δὴ τόπων ἄρξαι Φινέα τοῦ Τυρίου Φοίνικος· ὁστέροις δὲ χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον Μιλησίων, καὶ κτίσαι ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν ὕστερον συνήγαγεν, ἐπὶ τῶν τόπων κτίσασα ὁμώνυμον πόλιν, Ἄμαστρις ἡ Ὀξυάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς ὁ λόγος, τοῦ Περσικοῦ, τοῦ δὲ Ἡρακλείας τοῦ Διονυσίου τοῦ τυράννου γενομένη γυνή.

17. Ἀπὸ δὲ Ἀμάστριδος εἰς χηλὴν Ἐρυθίνους στάδια ϟ, μίλια ιβ΄. Ἀπὸ δὲ χηλῆς Ἐρυθίνων εἰς Κρῶμναν χωρίον στάδια ϟ, μίλια ιβ΄. ἀπὸ δὲ Κρώμνης χωρίου εἰς Κύτωρον στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Κυτώρου εἰς Αἰγιαλὸν χωρίον στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Αἰγιαλοῦ εἰς Κλίμακα κώμην στάδια ν΄, μίλια Ϛ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Κλίμακος εἰς Τιμολάϊον χωρίον στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Τιμολαΐου εἰς Θύμηνα στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Θυμήνων εἰς Κάραμβιν, ἀκρωτήριον ὑψηλὸν καὶ μέγα, στάδια ρκ΄, μίλια ιϚ΄.

18. Κατ᾿ ἀντικρὺς δὲ Καράμβεως ἐν τῆ Εὐρώπῃ κεῖται μέγιστον ἀκρωτήριον, ἀπότομον εἰς θάλασσαν,, ὑψηλὸν ὄρος, τὸ λεγόμενον Κριοῦ μέτωπον, ἀπέχον ἐκ Καράμβεως πλοῦν νυχθήμερον.

19. Ἀπὸ δὲ Καράμβεως εἰς πόλιν Καλλίστρατιν τὴν καὶ Μαρσίλλαν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Καλλιστράτιδος εἰς Ζεφύριον στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ζεφυρίου εἰς Γάριον τόπον στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Γαρίου τόπου εἰς Ἀβώνου τεῖχος, τὴν νῦν λεγομένην Ἰωνόπολιν, στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσὶν οὐκ ἀσφαλής σαλεύοιεν δὲ ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν καταλάβοι.

20. Ἀπὸ δὲ Ἰωνοπόλεως εἰς Αἰγινήτην, πολίχνιον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Αἰγινήτου εἰς Κίμωλιν κώμην, νῦν Κινώλην λεγομένην, στάδια ξ΄, μίλια η΄. Ἐν Κινώλῃ σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους ἔχει δὲ καὶ ὕφορμον εἰς τὴν καλουμένην Ἀντικίνωλιν. Ἀπὸ δὲ Κινώλης εἰς Στεφάνην, κώμην καὶ λιμένα, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Στεφάνης εἰς Ποταμοὺς χωρίον στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ τῶν Ποταμῶν εἰς Συριάδα Ἀκρουλεπτὴν στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Συριάδος Ἀκρουλεπτῆς κόλπος ἐκδέχεται· εἰσπλεύσαντι δὲ αὐτὸν εἰς Ἀρμένην, κώμην καὶ λιμένα μέγαν, στάδια ξ΄, μίλια η΄ ἔστι δὲ παρὰ τὸν λιμένα ποταμὸς Ὀχθομανὴς ὀνόματι.

21. Ἀπὸ δὲ Ἀρμένης εἰς Σινώπην, Μιλησίων ποι. κον, στάδια μ΄, μίλια ε΄, γ΄. Κεῖται δὲ ἐπὶ τῶν ἄκρων νησίον, ὃ καλεῖται Σκόπελος. ἔχει δὲ διέκπλουν τοῖς ἐλάττοσι πλοίοις· τὰ δὲ μείζονα περιπλεῖν δεῖ, καὶ οὕτω καταίρειν εἰς τὴν πόλιν. Εἰσὶ δὲ τοῖς περιπλέουσι τὴν νῆσον πλείους ἄλλοι στάδιοι μ΄, μίλια ε΄,γ΄.

22. Σινώπη δὲ ἐπώνυμός ἐστι μιᾶς τῶν Ἀμαζόνων, ὧν πλησίον τὸ χωρίον, ἥν ποτε μὲν ᾤαουν εὐγενεῖς ὄντες Σύριοι, μετὰ ταῦτα δὲ, ὡς λέγουσιν, Ἑλλήνων ὅσοι ἐπ᾿ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καὶ σὺν Δηϊλέοντι Φλόγιος, ὄντες Θετταλοί. ἔπειτα Ἁβρώνδας γένει Μιλήσιος ὑπὸ Κιμμερίων δʼ οὗτος ἀναιρεῖσθαι δοκεῖ· μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες τῶν Μιλησίων. Οὗτοι δὲ συνοικίζουσιν αὐτὴν, ἡνίκα ὁ Κιμμερίων στρατὸς κατέδραμε τὴν Ἀσίαν.

23. Ἀπὸ δὲ Σινώπης εἰς Εὔαρχον ποταμὸν, ἤδη Εὔηχον λεγόμενον, στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Οὗτος ὁ Εὔαρχος ποταμὸς ὁρίζει τὴν Παφλαγονίαν καὶ τὴν ἐχομένην Καππαδοκίαν· οἱ παλαιοὶ γὰρ τήν Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνου Πόντου· τινές δὲ αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν βαρβαρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται· διήρηται δὲ εἰς ἐπαρχίας δύο.

24. Ἀπὸ δὲ Εὐάρχου ποταμοῦ εἰς Κάρουσαν, ἐμπόριον καὶ λιμένα τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, πρῶτον Πολίχνιον ὠνομασμένον, στάδια ο΄, μίλια θ΄, γ΄. Ἀπὸ δὲ Καρούσας εἰς Γουρζούβανθον στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Γουρζουβάνθου εἰς Ζάγωρον χωρίον, ἤδη Καλίππους λεγόμενον, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Ζαγώρου εἶς Ζάληκον, ποταμὸν καὶ κώμην ἀλίμενον, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ζαλήκου ποταμοῦ εἰς Ἅλυν ποταμὸν πλωτὸν στάδια σι΄, μίλια κη.

25. Οὗτος ὁ Ἅλυς ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροίσου βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥω. μαίων ἐπικρατείᾶ ῥέει, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλʼ ἀπὸ ἀνίσχοντος ἡλίου. Καθότι δὲ εἰσβάλλει εἰς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα τριακόσια δὲ στάδια ἀπέχων τῆς Ἀμισοῦ, μεταξὺ Σύρων τε καὶ Παφλαγόνων φερόμενος εἰς τὸν Πόντον ἔξεισιν.

26. Ἀπὸ δὲ Ἅλυος ποταμοῦ εἰς τὸν Ναύσταθμον, ἐν ᾧ καὶ λίμνη ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ναυστάθμου λίμνης εἰς Κωνώπειον λίμνην στάδια ν΄, μιλια Ϛ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Κωνωπείου λίμνης εἰς Εὐσήνην, τὴν καὶ Δαγάλην λεγομένην, στάδια ρκ΄, μίλια ιϚ΄. ἀπὸ δὲ Εὐσήνης εἰς Ἀμισὸν πόλιν στάδια ρξ΄, μίλια κα΄, ∠΄ Ϛ΄. Ἀμισὸς, πόλις Ἑλληνὶς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεὶται.

27. Ἐν τῇ Λευδοσύρων γῇ κειμένη, Φωκαέων ἀποικία· τέσσαρσι γὰρ πρότερον ἔτεσιν οἰκισθεῖσα τῆς Ἡρακλείας, ἔλαβεν Ἰωνικήν κτίσιν. Κατὰ δὲ τὴν πόλιν ταύτην τῆς Ἀσίας σχεδὸν στεότατος αὐχήν ἐστιν εἰς τὸν Ἰσσικὸν κόλπον διήκων τήν τε Ἀλεξανδρούπολιιν, τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δὲ ὁδὸν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας γὰρ λέγεται ἰσθμωδέστατον εἴς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. Ὁ δὲ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων ἐκ τῆς Κιλικίας ἀνδρί γ᾿ εὐζώνῳ μολεῖν πένθ᾿ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δὲ ἔχει τὰ πάντα πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν, εἶτ᾿ Ἰωνικὸν καὶ Δωρικὸν, τὰ λοιπὰ δὲ τῶν μιγάδων χωρὶς βάρβαρα· Κίλικες μὲν οὖν Λύκιοί τε καὶ πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάσσιοι οἰκοῦσι, Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες δὲ τήν μεσόγαιαν, οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικὴν, Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.

28. Ἀπὸ δὲ Ἀμισοῦ εἰς Λύκαστον ποταμὸν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Φοῦ Λυκάστου ποταμοῦ εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια μ΄, μίλια ε΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Χαδισίου εἰς Ἀγκῶνος λιμένα, ἐν ᾧ καὶ Ἶρις ἐμβάλλει, στάδια ρ΄, μίλια ιϚ΄.

29. Ἀπὸ δὲ τοῦ Ἴρεως ποταμοῦ εἰς Ἡράκλειον, ἱερὸν καὶ ἀκρωτήριον. στάδια τξ΄, μίλια μη΄. Ἐνταῦθα λιμήν μέγας, ὁ λεγόμενος Λαμυρὼν, ὅρμος ναυσὶ καὶ ὑδροστόλος. Ἀπὸ δὶ Ἡρακλςίου εἰς Θερμώδοντα, ποταμὸν ναυσίπορον, στάδια μ΄, μίλια ε΄, γ΄. Οὗτος ὁ Θερμώδων ἐστὶν, ἐν ᾧπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται, ἔχουσαι πρὸς τὰς ἐκβολὰς αὐτοῦ καὶ πόλιν Θεμίσκυραν λεγομένην· διαρρεῖ δὲ Θερμώδων ποταμός. Ἀπὸ δὲ Θερμώδοντος ποταμοῦ εἰς Βῆριν ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Βήρεως ποταμοῦ εἰ Θοάριον ποταμὸν στάδια ϟ΄, μίλια ιβ΄.

30. Ἀπὸ δὲ Θοαρίου ποταμοῦ εἰς Οἴνιον ποταμὸν, ἐν ᾧ καὶ ἔφορμός ἐστι ναυσὶ, στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Οἰνίου ποταμοῦ εἰς Φυγαμοῦντα ποταμὸν στάδια μ΄, μίλια ε΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Φυγαμοῦντος ποταμοῦ εἰς Ἀμηλητὸν τόπον στάδια κ΄, μίλια β΄ ∠΄ Ϛ΄. Ἀπὸ δὲ Ἀμηλητοῦ τόπου εἰς Φαδισάνην ἤτοι Φάδισσαν στάδια ρλ΄, μίλια ιζ΄, ∠΄ Ϛ΄. ἐνταῦθα λιμήν, καὶ πόλις πλησίον, Πολεμώνιον λέγω. Ἀπὸ δὲ Φαδισάνης εἰς Πολεμώνιον πόλιν στάδια ν΄, μίλια Ϛ΄.

31. Ἀπὸ δὲ Πολεμωνίου ἕως πλησίον τοῦ Θερμώδοντος ποταμοῦ πρῶτον Χάλυβες ἔθνος ᾤκουν.

32. Ἀπὸ δὲ τοῦ Πολεμωνίου εἰς ἀκρωτήριον Ἰασόνιον καλούμενον στάδια ρλ΄, μίλια ιζ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Ἰασονίου εἰς Κιλίκων νῆσον στάδια ιε΄, μίλια β΄. Ἀπὸ δὲ Κιλίκων νήσου ἐπὶ τὸν Γένητον ποταμὸν στάδια νε΄, μίλια ζ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὶ τοῦ Γενήτου ποταμοῦ εἰς Βοῶνα, ἀκρωτήριον καὶ χωρίον, στάδια κʼ, μίλια β΄, ∠΄ Ϛ΄. Ἐνταῦθα λιμὴν πάντων ἀνέμων, καὶ ὅρμος ναυσίν. Ἀπὸ δὲ Βοῦνος εἰς Κοτύωρον στάδια ϟ΄, μίλια ιβ΄. Ταύτης τῆς Κοτυώρου ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσε, καὶ λέγει Σινωπέων ἄποικον εἶναι νῦν δὲ κώμη ἐστὶ, καὶ οὐδὲ αὐτὴ μεγάλη.

33. Ἀπὸ δὲ Κοτυώρου ἕως πλησίον Πολεμωνίου πρῶτον Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριοι,πάνυ γελᾶν σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν εἶναι ταύτην κεκρικότες.

34. Ἀπὸ δὲ Κοτυώρου κὸλπος ἐκδέχεται. Εἰ;πλεύσαντι δὲ αὐτὸν εἰς Μελάνθιον ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κοτυώρου μὴ παραπλέοντι τὸν κόλπον, ἀλλʼ ἐπʼ εὐθείας διαπλέοντι τὸ στόμα τοῦ κόλπου, εἰς Ἑρμώνασσαν, χωρίον Τραπεζουσίων, στάδια τ΄, μίλια μ΄. Ἀπὸ δὲ Μελανθίου ποταμοῦ εἰς Φαρμαντὸν ποταμὸν στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Φαρμαντοῦ ποταμοῦ εἰς φαρμακίαν ἤτοι τὴν λεγομένην Φαρνακίαν στάδια ρκ΄, μίλια ιϚ΄. Αὕτη ἡ Φαρνακία πάλαι μὲν Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος κτισθεῖσα ὑπ᾿ αὐτῶν, καθʼ ἣν ἔρημος κειμένη ἧς ἄντικρυς παρήκει νῆσος Ἄρεως λεγομένη.

35. Ἀπὸ οὖν Φαρνακίας τῆς καὶ πάλαι Κερασοῦντος ἕως πλησίον Κοτυώρου πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Μοσυνοικοὶ, ἔθεσιν νόμοις τε ἔργοις τε βαρβαρικώτατοι· φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δʼ ἀεὶ ἕκαστα πράττειν· τὸν δʼ ἑαυτῶν βασιλέα δεδεμένον, ἐν πύργῳ τε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως ἵνα πάντα προςτάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τήν τροφήν.

36. Ἀπὸ δὲ Φαρωακίας εῖς τὴν Ἀρητιάδα νῆσον, ἔχουσαν ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, στάδια λ΄, μίλια δ΄ Αὕτη ἡ Ἀρητιὰς νῆσος λέγεται Ἄρεως ἤτοι Ἀρεώνησος. Ἀπὸ δὲ τῆς Ἀρητιάδος νήσου εἰς Ζεφύριον χωρίον στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Ζεφυρίου χωρίου εἰς Τρίπολιν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τριπόλεως εἰς Ἀργυρὰ στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τῶν Ἀργυρῶν εἰς Φιλοκάλειαν στάδια ϟ, μίλια ιβ΄. Ἀπὸ δὲ Φιλοκαλείας εἰς Κόραλλα στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κοράλλων εἰς Κερασοῦντα, πόλιν καὶ ποταμὸν, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κερασοῦντος εἰς Ἱερὸν ὄρος, ἐν ᾧ καὶ πόλις καὶ ὕφορμος, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἱεροῦ ὄρους εἰς Κορδύλην χωρίον, ἐν ᾧ καὶ ὅρμος ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Κορδύλης εἰς Ἑρμύσην καὶ δεῦρο ὅρμος στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ἑρμύσης εἰς πόλιν Τραπεζοῦντα, ἐν ἦ ὅρμος λεγόμενος Δαφνοῦς, στάδια ξ΄, μίλια η΄. Τραπεζοῦς, πόλις Ἑλληνὶς, Σινωπέων ἔποικος, ἐπὶ θαλάσσῃ ᾠκισμένη.

37. Ἀπὸ οὖν τραπεζοῦντος ἕως τῆς Ἀρητιάδος νήσου, καὶ Φαρνακίας τῆς καὶ πάλαι Κερασοῦντος, πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Μάκρωνες ἤτοι Μακροκέφαλοι.

38. Ἀπὸ δὲ Τραπεζοῦντος εἰς Ὕσσον λιμένα, τὸν νῦν λεγόμενον Σουσάρμοια, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Σουσαρμίων εἰς Ὀφιοῦντα ποταμὸν, ἐν ᾧ σάλος συμμέτροις ναυσὶ, στάδια ϟ΄, μίλια ιβ΄. Οὗτος ὁ Ὀφιοῦς ποταμὸς διορίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. Ἀπὸ οὖν Ὀφιοῦντος ποταμοῦ τὰ ἔθνη τῶν δύο Πόντων ἐστί· τὰ δὲ ἐχόμενα βαρβάρων διαφόρων ἐστὶν ἐθνῶν. Ἀπὸ δὲ Ὀφιοῦντος ποταμοῦ εἰς Ψυχρὸνν λεγόμενον ποταμὸν στάδια λ΄, μίλια δ΄.

39. Ἀπὸ δὲ Ψυχροῦῦ ποταμοῦ εἰς Καλὸνποταμὸν, τὸν νῦν λεγόμενον Καλήν παρεμβολήν, στάδια λ, μίλια δ. Ἀπὸ δὲ Καλῆς παρεμβολῆς εἰς τὸν Ῥίζιον λεγόμενον ποταμὸν καὶ λιμένα στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τοῦ Ῥιζίου εἰς Ἀσκούρναν ποταμὸν στάδια λ, μίλια δ΄. Ἀπὸ δὲ τοῦ Ἀσκούρνα ποταμοῦ εἰς Ἀδινῆον, τὸν ἤδη λεγόμενον ἀδιηνὸν ποταμὸν, στάδια ξ΄, μίλια η΄· ἔχει σάλον σύμμετρον ναυσίν. Ἀπὸ δὲ τοῦ ἀδινῃου ποταμοῦ εἰς Κόρδουλω χωρίον στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κορδύλων εἰς Ἀθήνας χωρίον στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. ἐνταῦθα ὅρμος ναυσίν. Ἐστι γὰρ καὶ ἐν Πόντῳ Εὐξείνῳ χωρίον Ἀθῆναι λεγόμενον, ἐν ᾧ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν Ἑλληνικὸν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τούτου τοῦ χωρίου· καὶ φροῦριόν τί ἐστιν ἠμελημένον· ὁ δὲ ὅρμος οἶος ὥρα ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς, καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέψου καὶ αὐτοῦ τοῦ εὕρου· σώζοιτο δ᾿ ἂν καὶ ἀπὸ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλ᾿ οὐ τοῦ γε ἀπαρκτίου, οὐδὲ τοῦ θρασκίου μέν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῆ Ἑλλάδι καλουμένου.

40. Ἀπὸ δὲ Ἀθηνῶν εἰς Ζάγατιν ποταμὸν στάδια ζ΄. Ἀπὸ Ἀθηνῶν εἰς Πρυτάντην ποταμὸν στάδια μ΄, μίλια ε΄, γ΄· ἐν τούτῳ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν. Ἀπὸ δὲ Πρυτάνου ποταμοῦ εἰς Ἀρμένην τόπον στάδια κδ΄, μίλια γ΄, γ΄. Ἀπὸ δὲ Ἀρμένου τόπου εἰς Πυξίτην ποταμὸν, στάδια ξϚ΄, μίλια η΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τοῦ Πυξίτου ποταμοῦ εἰς Ἄρχαβιν ποταμὸν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἀρχάβεως ποταμοῦ εἰς Ἄψαρον ποταμὸν στάδια ζ΄, μίλια η΄.

41. Ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσι ὅτι Ἄψυρτος ἐκαλεῖτο πὰλαι· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς Μηδείας ἀποθανεῖν· καὶ τάφος Ἀψύρτου δείκνυται· ἔπειτα διεφθάρη τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται, ὁπότε καὶ τὰ Τύανὰ τὰ ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι τῷ βασιλεῖ τῶν Ταύρων, ὃς τοὺς ἀμφʼ Ὀρίστην καὶ Πυλάδην διώκων ἄχρι τῆςδε τῆς χώρας ἐλθειν φημίζεται, καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν.

42. Ἀπὸ οὖν Ἀρχάβεως οταμοῦ εἰς Ὀφιοῦντα ποταμὸν πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Ἐκχειριεῖς, νῦν δὲ οἰκοῦσι Μαχελῶνες καὶ Ἡνίοχοι. Λείπει τὰ ἀπ᾿ Ὀφιοῦντος ποταμοῦ ἕως τῆς λίμνης τῆς Μαιώτιδος.

43. Ὁ Τάναῖς ποταμὸς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην· καὶ ὁρμᾶται μέν ἀπὸ λίμνης εθρο υέειαm. τῆς Μαιώτιδος, ἐσβάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου· καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. έαοα. Λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνεσ πρὸς τὸν Προμηθέα ὅτι· Ἡκομεν τοὺς σοὺς ἀθλους τούςδε, Προμηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι. ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον Πῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἦδ᾿ Ἀσίας τέρμονα Φᾶσιν ποταμόν... Τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται σταδίων ἀμφὶ τοὺς θ, μιλίων ασ΄.

44. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται εἰς ἥμισυ εἶναι τοῦ Πόντου.

45. Τὸν δὲ Τάναῖν ποταμὸν, ὅς· ἐστι τῆς Ἀσίας ὅρος, τέμνων τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδια ἐπέχοντες, γινόμενα μίλια σν. εἶτα μετὰ τοὺς Σαρμάτας Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος εἴρηκεν ἐφʼ οἷς καὶ Μαιῶτις λίμνη λέγεται ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος· τούτοις δὲ ἐπιμεμίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης μάχης ἐφ᾿ οἶς ἐπεκλήθησαν οἱ Σαυρομάται Γυναικοκρατούμενοι.

46. Εἶτα ἔστι Φαναγόρου πόλις, Κῆποι πόλις.

47. Εἶτα ἔστι Ἑρμώνασσα Φαναγόρειὰ τε, ἣν Τηίους λέγουσιν οἰκίσαι ποτέ· καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. Ταύτας περιέχει τὰς πόλεις διακειμένας ἡ νῆσος κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου, χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμοῖς ἀδιάβατος, τενάγεσί τε τοῖς ἐν τῷ πέραν, ἃ δὲ τῆ θαλάσσῃ τῆ τε λίμνῃ γίνεται. Τὸ δὲ στόμα ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μέν βαρβάρων κεκλημένη, κτίσις δὲ τυράννων οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπός τε ἀποικισθεῖσα διὰ Μιλησίων. Καὶ ταῦτα μέν ἐν τῷ τῆς Ἀσίας μέρει.

49. Τῆς δὲ Εὐρώπης ἐπʼ αὐτοῦ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ἐπωνομασμένον. Ἄνωθεν δὲ τούτων ἡ Σκυθικὴ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσά ἐστι γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω, Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον· πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν, τοὺς τήν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον. πέρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος. Ἐπέκεινα δὲ πάλιν ἔρημον εἶναι ἐχομένην. Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος, ἕτερά τε πλείονα οὐ διωνομασμένα, Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ· ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν· οἰκοφόρα δὲ ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι, Σκυθικαῖς ἱππομολγίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινήν ἀπάντων, τήν θʼ ὅλην συνουσίαν. Καὶ τὸν σοφὸν δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων· καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. Εὐσημότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν καὶ Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος. Ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναῖς, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφʼ οὑρετριεύς· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινὸς, ἧς τὸ πέρας ἐστὶν ἄφραστον. ἐξίησι δὲ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τήν λεγομένην Μαιῶτιν, ἐς τὸν Κιμμερικόν τε Βόσπορον.

50. Τὸ δὲ στόμα τῆς λίμνης λέγεται Βόσπορος. Ἀπὸ δὲ Πορθμίου χωρίου ἤτοι τοῦ στομίου τῆς μαιώτιδος λίμνης εἰς πολίχωιον Μφρμηκιῶνα λεγόμενον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Μυρμηκιῶνος εἰς Παντικάπαιον, πόλιν ἐπίσημον Βοσπόρου στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἔχει δὲ καὶ λιμένα μέγαν καὶ νεώρια. Ἐπ᾿ εὐθείας δὲ πλέοντι ἀπὸ Βοσπόρου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Παντικαπαίου πόλεως εἰς Τυριστάκην πόλιν στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Τυριστάκης πόλεως εἰς Νυμφαῖον πόλιν στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς Ἄκρας κωμίον στάδιοι ξε΄, μίλια η΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ ἄκρας εἰς Κύτας πόλιν, τὴν πρώην λεγομένην Κυδεάκαι, στάδιοι λ΄, μίλια δ΄. Ἀπὸ οὖν Ἀθηναιῶνος μέχρι Κυτῶν Σκῦθαι κατοικοῦσιν. Μετὰ δὲ ταῦτα Βόσπορος ὁ Κιμμερικός ἐστιν. Ἀπὸ δὲ Κυτῶν ἐς Κιμμερικὸν πόλιν στάδιοι ξ΄, μίλια η΄· ἐνταῦθα ὅρμος ναυσὶ τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις. Ἄντικρυς δὲ ἐν τῆ θαλάσσῃ νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο, ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου. Ὁμοῦ ἀπὸ τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἕως τοῦ Κιμμερικοῦ στάδιοι τ΄, μίλια μ΄· ἀπὸ δὲ Παντικαπαίου πόλεως ἕως Κιμμερικοῦ στάδιοι σμ΄, μίλια λβ΄.

51. Ἀπὸ δὲ Κιμμερικοῦ εἰς κώμην Καζέκας ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Καζέκας εἰς Θευδοσίαν, πόλιν ἔρημον, ἔχουσαν καὶ λιμένα, στάδιοι σπ΄, μίλια λζ΄, γ΄· καὶ αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις, τῶν Μιλησίων ἔποικος, καὶ μνήμη αὐτῆς ἐστὶν ἐν πολλοῖς συγγράμμασι. Νῦν δὲ λέγεται ἡ Θευδοσία τῆ Ἀλανικῇ ἤτοι τῆ ταυρικῇ διαλέκτῳ Ἀρδάβδα, τουτέστιν ἑπτάθεος. Ἐν ταύτῃ δὲ τῇ Θευδοσίᾳ λέγεταί ποτε καὶ φυγάδας ἐκ τοῦ Βοσπόρου οἰκῆσαι.

52. Ἀπὸ δὲ Θευδοσίας εἰς Ἀθηναιῶνα λιμένα ἤτοι Σκυθοταύρων λιμένα ἔρημον στάδιοι σ΄, μίλια κϚ΄, ∠΄ Ϛ΄.΄ ἐνταῦθα ὅρμος ναυσὶν ἄκλυστος. Ἀπὸ οὖν Ἀθηναιῶνος λιμένος ἤτοι Σκυθοταύρων εἰς Λαμπάδα στάδιοι χ΄, μίλια π΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Λαμπάδος εἰς τὸ Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς, ὑψηλὸν ὄρος, στάδιοι σκ΄, μίλια κθ΄, γ΄.

53. Ἐν ταύτῃ τῇ χώρα τῆς Ταυρικῆς τινες λέγουσιν ἀφικέσθαι ποτὲ κλαπεῖσαν τὴν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. Εἰσὶν δὲ τοῖς ὄχλοις οἱ Ταῦροι συχνοὶ, βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες, τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασι.

54. Ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσα Ἑλληνίδα, ἢν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοις χερρόνησον οἰκίσαι.

55. Ἀπὸ δὲ Κριοῦ μετώπου εἰς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, ἤτοι Συμβόλων λεγόμενον, στάδιοι τ΄, μίλια μ΄· ἐνταῦθα λιμὴν ἄκλυστος. Ἀπὸ δὲ Συμβόλου λιμένος εἰς Χερρόνησον πόλιν ἤτοι Χερσόνησον τῆς Ταυρικῆς, ἔποικον Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ, στάδιοι ρπ΄, μίλια κδ΄. Ἐνταῦθα ὅρμος καὶ λιμένες καλοί.

56. Ἔχει δὲ παράπλουν τὰ ὅρια τῆς Ταυρικῆς Χερρονήσου ἀπὸ Ἀθηναιῶνος λιμένος μέχρι Καλοῦ λιμένος, σταδίους βχ΄, μίλια τμϚ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ κώμης τῆς Πορθμίτιδος τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως κειμένης, ἕως Χερσῶνος στάδιοι βσξ΄, μίλια τα΄, γ΄, Ὁμοῦ ἀπὸ βοσπόρου ἤτοι Παντικαπαίου ἕως πόλεως Χερσῶνος στάδιοι βσ΄, μίλια σϟγ΄, γ΄.

57. Ἀπὸ δὲ Χερσῶνος εἰς Κορονῖτιν ἤτοι Κερκινῖτιν λεγομένην στάδιοι χ΄, μίλια π΄. Ἀπὸ δὲ Κορονίτιδος ἤτοι Κερκινίτιδος εἰς Καλὸν λιμένα Σκυθικὸν Χερσωνίτιδος στάδιοι ψ΄, μίλια ϟγ΄, γ΄. Ἀπὸ οὖν Καλοῦ λιμένος μέχρι τοῦ Ἴστρου ποταμοῦ ἤτοι Δανούβεως καλουμένου πάλιν Σκῦθαι κατοικοῦσιν. Ἀπὸ δὲ Καλοῦ λιμένος κόλπος ἐκδέχεται καλούμενος Καρκινίτης, διήκων εἰς Ταμυράκην· ἔστι δὲ ὁ κόλπος στάδιοι βσν΄, μίλια τ΄. Μὴ περιπλέοντι τοίνυν αὐτὸν, ἀλλʼ ἐπ᾿ εὐθείας διαπλέοντι τὸν ἰσθμὸν, εἰσὶ στάδιοι τ΄, μίλια μ΄. Ἔσω δὲ Ταμυράκης ἔστι λίμνη οὐ μεγάλη.

58. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου Ταμυράκης παρήκει ὁ Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν τουτέστιν αἰγιαλὸς σφόδρα μακρὰ καὶ στενή, διήκουσα τὸν πόρον ἐπὶ σταδίους αδ΄, μίλια ρξ΄, τὸ δὲ πλάτος ἔχουσα τετράπλεθρον· τὰ δὲ ἄκρα αὐτῆς νησίζοντα ἔχει· ἀφέστηκε δὲ τῆς ἡπείρου σταδίους ξ΄, μίλια η΄. Κατὰ μέσον δὲ αὐτῆς αὐχήν ἰσθμοειδὴς τουτέστι στενώδης τῆ ἠπείρῳ ἤτοι τῆ γῇ συνάπτει, ἐπὶ σταδίους μ΄, μίλια ε΄, γ΄, διήκων τὸ μῆκος. Ἀπὸ Ταμυράκης τοίνυν παραπλεύσαντι τὸν προειρημένον δρόμον ἐπὶ τὸ ἕτερον ἀκρωτήριον τοῦ Ἀχιλλέως δρόμου, ὃ καλεῖται ἱερὸν ἄλσος τῆς Ἑκάτης, εἰσὶν οἱ προειρημένοι στάδιοι ασ΄, μίλια ρξ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ ἄλσους τῆς Ἑκάτης εἰς Βορυσθένην ποταμὸν ναυσίπορον, τὸν νῦν Δάναπριν λεγόμενον, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄.

59. Οὗτος ὁ Βορυσθένης ποταμὸς πάντων ἐστὶ χρειω δέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους, νομάς τε τοῖς βοσκήμασιν· ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τεσσαράκοντα πλωτόν· εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι καὶ οὐ περάσιμος ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.

60. Ἐπὶ δὲ ταῖς καθʼ Ὕπανιν καὶ Βορυσθένην ταῖς τῶν δυοῖν ποταμῶν συμβολαῖς ἐστιν κτισθεῖσα πόλις, πρότερον μὲν Ὀλβία καλουμένη, μετὰ δὲ ταῦτα ὑφ᾿ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην δέ κατὰ τὴν Μηδικήν ἐπαρχίαν Μιλήσιοι κτίζουσιν· διακοσίων δέ καὶ τεσσαράκοντα σταδίων τὸν ἀνάπλουν ἀπὸ τῆς θαλάσσης ἔχει τῷ ποταμῷ Βορυσθένει τῷ νῦν καλουμένῳ Δανάπερι, μίλια λβ΄.

61. Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ ἐπὶ νῆσον μικροτάτην, ἔρημον καὶ ἀνώνυμον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ νήσου μικροτάτης, ἐρήμου καὶ ἀνωνύμου εἰς Ὀδηστὸν στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς Σκοπέλους χωρίον στάδιοι ρξ΄, μίλια κα΄, γ΄. Ἀπὸ δὲ Σκοπέλων εἰς Ἰστριανῶν λιμένα στάδιοι ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἰστριανῶν λιμένος εἰς Ἰσιακῶν λιμένα στάδιοι ϟ΄, μίλια ιβ΄. ἀπὸ δὲ τοῦ Ἰσιακῶν λιμένος ἐπὶ τὸ Νοκώνιον χωρίον στάδιοι τ΄, μίλια μ΄. Ἀπὸ δὲ τοῦ Νικωνίου χωρίου εἰς Τύραν ποταμὸν ναυσίπορον στάδιοι λ΄, μίλια δ΄.

62. Οὗτος ὁ Τύρας ποταμὸς, βαθύς τʼ ὢν εὔβοτος τε ταῖς νομαῖς, τῶν ἐχθύων ἐστὶν διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσι τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας λεγομένη, ἄποικος Μιλησίων.

63. Ὁμοῦ ἀπὸ βορυσθένους ποταμοῦ ἕως Τύρα ποταμοῦ στάδιοι ωι΄, μίλια ρη΄· ἀπὸ δὲ Χερσῶνος ἕως Τύρα ποταμοῦ στάδιοι δρι΄, μίλια φμη΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ πόλεως Χερσῶνος μέχρι Τύρα ποταμοῦ, σὺν τῷ περίπλῳ τοῦ Καρκινίτου κόλπου, γράφει σταδίους δυκ΄, μίλια φπθ΄, γ΄. Ἀπὸ δὲ Τύρα ποταμοῦ ἐπὶ τὰ Νεοπτολέμου στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τῶν Νεοπτολέμου ἐπὶ Κρημνίσκους στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ Τύρα ποταμοῦ ἕως τῶν Κρημνίσκων εἶναι λέγει σταδίους υπ΄, μίλια ξδ΄. Ἀπὸ δὲ τῶν Κρημνίσκων ἐπὶ τὰ Ἀντιφίλου στάδιοι τλ΄, μίλια μδ΄. Ἀπὸ δὲ τῶν Ἀντιφίλοῦ εἰς Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου ποταμοῦ στάδιοι τ΄, μίλια μ΄. Οὗτοι Θρᾷκες καὶ Βαστάρναι ἐπήλυδες.

64. Κατὰ τοῦτο μάλιστα τὸ Ψιλὸν στόμα τοῦ Ἴστρου ἐπʼ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ὡς τὸ πέλαγος νῆσος πρόκειται, ἥντινα οἱ μέν Ἀχιλλέως νῆσον, οἱ δὲ δρόμον Ἀχιλλέως, οἱ δὲ Λευκὴν ἀπὸ τῆς χροιᾶς ὀνομάζουσιν.

65. Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων, θέαν τε ἱεροπρεπῆ τοῖς ἀφικνουμένοις. Οὐ δυνατὸν δέ ἐστιν ἀπὸ ταύτης χώραν ἰδεῖν, καίπερ ἀπεχούσης αὐτῆς ἀπὸ τῆς ἠπείρου σταδίους υ΄ μίλια νγ΄, γ΄, ὡς δή συγγράφει Δημήτριος.

66. Ταύτην τὴν νῆσον λέγεται Θέτις ἀνεῖναι τῷ παιδὶ, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. Καὶ ναός ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον ἤτοι ἄγαλμα τῆς πάλαι ἐργασίας. Ἡ δὲ νῆσος ἀνθρώπων μέν ἐρήμη ἐστίν· νέμεται δὲ αἰξὶν οὐ πολλαῖς, καὶ ταύτας μὲν ἀνατιθέναι λέγονται τῶ Ἀχιλλεῖ ὅσοι ἀεὶ προσίσχουσι. Καὶ γὰρ καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ ναῷ, φιάλαι, δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων. Ταῦτα ξύμπαντα χαριστήρια τῷ Ἀχιλλεῖ ἀνάκειται, καὶ ἐπιγράμματα, τὰ μὲν ῥωμαῖκῶς, τὰ δὲ ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως.

67. Ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου εἰς τὸ δεύτερον στόμιον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ δευτέρου στομίου ἐπὶ τὸ Καλὸν στόμιονστάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ τοῦ Καλοῦ στομίου ἐπὶ τὸ Νάρακον ὧδε ὀνομάζουσι στόμιον τέταρτον τοῦ Ἴστρου στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ ναράδου ἐπὶ τὸ Ἱερὸν λεγόμενον στόμιον πέμπτον τοῦ Ἴστρου στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἐντεῦθεν τὰ μέρη Θράκης τῆς εἰς τὸν Πόντον καθηκούσης ἐκδέχεται, καὶ ὅροι τῶν Θρακῶν. Τὰ δὲ πρότερα πάντα βάρβαρά ἐστιν ἔθνη.

68. Οὗτος ὁ Ἵστρος ποταμὸς ὁ καὶ Δανοῦβις λεγόμενος κατέρχεται ἀπὸ τῶν ἑσπερίων τόπων, τὴν ἐκβολήν πέντε στόμασι ποιούμενος δυσὶ δὲ πόροις σχιζόμενος καὶ εἰς τὸν Ἀδρίαν ῥεῖ. Ἀμέλει δὲ ἄχρι τῆς Κελτικῆς γινώσκεται καὶ τῶ θέρει τὸν πάντα διαμένων χρόνον χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισι καὶ ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τε τηκομένων λαμβάνων ἀεὶ πάγων, ἐν δὲ τῷ θέρει τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει δέ καὶ νήσους ἐν αὐτῷ κειμένας πολλάς τε καὶ μεγάλας τοῖς μεγέθεσιν, ὡς λόγος· ὧν ἡ μεταξῦ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων, ἐστὶν οὐκ ἐλάττων μέν τῆς Ῥόδου νήσου, Πεύκη δὲ λέγεται αὕτη διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν. Εἶθ᾿ οὕτως· Μετʼ αὐτὴν πελαγία κειμένη ἡ προειρημένη τοῦ Ἀχιλλέως νῆσος.

69. Ἀπὸ δὲ τοῦ Ἱεροῦ στομίου τοῦ Ἴστρου ποταμοῦ εἰς πόλιν Ἴστρον στάδιοι φ΄, μίλια ξϚ΄, ∠΄,Ϛ΄.

70. Αὕτη ἡ πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ ἔλαβεν τὸ ὄνομα. Καὶ ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων, τὸ Κιμμερίους διῶκον ἔκ τοῦ Βοσπόρου.

71. Ἀπὸ δὲ Ἴστρου πόλεως εἰς Τομέων πόλιν ἔχουσαν ὕφορμον στάδιοι τ΄, μίλια μ΄.

72. Τόμοι ἄποικοι γενομένοι Μιλησίων, ὑπὸ Σκυθῶν ἐν κύκλῳ περιοικούμενοι.

73. Ἀπὸ δέ Τομέων εἰς Κάλλατιν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι τ΄, μίλια μ΄.

74. Κάλλατις Ἡρακλεωτῶν ἀποικία κατὰ χρησμὸν γενομένη. ἔκτισαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδόνων ἀρχήν Ἀμύντας παρέλαβεν.

75. Ἀπὸ δὲ Καλλάτιδος εἰς Καρῶν λιμένα στάδιοι ρπ΄, μίλια κδ΄. Καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κληίζεται. Νῦν δὲ αἱ Καρίαι λέγονται Καρέα. Ἀπὸ δὲ Καρῶν λιμένος εἰς Τετρισιάδα ἤτοι Τίριζαν ἄκραν λεγομένην, ἔχουσαν καὶ ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, νῦν δὲ λεγομένην Ἄκραν, στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Τετρισιάδος ἤτοι Ἄκρας εἰς Βιζώνην πολίχνιον, ἐν σάλος, στάδιοι ξ΄, μίλια η΄.

76. Τοῦτο τὸ πολίχνιόν τινες μέν φασιν βαρβάρων, τινές δʼ ἄποικον γεγονέναι Μεσημβρίας.

77. Ἀπὸ δὲ Βιζῶνος εἰς Διονυσόπολιν στάδιοι π΄, μμίλια ι΄, ∠΄,Ϛ΄.

78. Ἄὕτη ἡ Διονυσόπολις πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· ἔπειτα δέ μετωνομάσθη Ματιόπολις· ὕστερον δὲ, Διονυσιακοῦ ἀγάλματος προσπεσόντος ἐκ τῆς θαλάττης τοῖς τόποις, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὶ τῆς Κροβύζων καὶ Σκυθῶν χώρας κειμένη, μιγάδας Ἕληνας οἱκητὰς ἔχει.

79. Ἀπὸ δὲ Διονυσοπόλεως εἰς Ὀδησσὸν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄.

80. Ὀδησσὸν κτίζουσι Μιλήσιοι, ὅτε Ἀστυάγης ἦρχε τῆς Μηδίας ἐν κύκλῳ δὲ αὐτῆς ἔχει Κροβύζους Θρᾶκας.

81. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς τοῦ Αἵμου τὰς ὑπωρείας, αἱ δὴ εἰς τὸν Πόντον καθήκουσιν, ἐν αἷς ὅρμος ναυσὶ, στάδιοι σξ΄, μίλια λδ΄, ∠΄,Ϛ΄.

82. Αἷμος μέγιστόν ἐστιν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής, τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.

83. Ἀπὸ δὲ τοῦ Αἵμου εἰς Μεσημβρίαν πόλιν στάδιοι ϟ΄, μίλια ιβ΄.

84. Αὕτη ἡ Μεσημβρία πόλις παρὰ τὴν ὑπώρειαν τοῦ καλουμένου Αἵμου κειμένη, τῆ Θρακίᾳ τε καὶ Γετικῆ συνορίζει γῇ. Καλχηδόνιοι δὲ ταύτην καὶ Μεγαρεῖς ᾤκισαν, ὅτε ἐπὶ Σκύθας Δαρεῖος ἐστρατεύετο.

85. Ἀπὸ δὲ Μεσημβρίας εἰς Ἀγχίαλον πόλιν, ἔχουσαν καὶ λιμένα τοῖς ἀφʼ ἐσπέρας ἀνέμοις, στάδιοι ο΄, μίλια θ΄, γ΄. Ἀπὸ δὲ Ἀγχιάλου εἰς Ἀπολλωνίαν πόλιν, τὴν νῦν Σωζόπολιν λεγομένην, ἔχουσαν καὶ λιμένας μεγάλους δύο, στάδιοι ρπ΄, μίλια κδ΄.

86. Ταύτην τὴν Ἀπολλωνίαν πόλιν κτίζουσιν εἰς τοὺς τόπους ἐλθόντες οἱ Μιλήσιοι πρὸ πεντήκοντα ἐτῶν τῆς Κύρου βασιλείας. Πλείστας γὰρ ἐποικίας ἐξ Ἰωνίας ἔστειλαν εἰς τὸν Πόντον, ὃν πρὶν Ἄξενον λεγόμενον διὰ τὰς ἐπιθέσεις τῶν βαρβάρων, προσηγορίας ἐποίησαν Εὐξείνου τυχεῖν.

87. Αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες εἰσὶν ᾠκισμέναι ἐν τῆ Σκυθίᾳ ἐν ἀριστερᾷ ἐσπλέοντι εἰς τὸν Πόντον. Ἀπὸ δὲ Ἀπολλωνίας τῆς καὶ Σωζοπόλεως εἰς Χερρόνησον, ἐν ἡ ὅρμος ναυσί, στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Χερρονήσου εἰς Αὐλαίου τεῖχος τὸ καὶ λεγόμενον Θήρας χωρίον, ἐν ᾧ καὶ ὕφορμος, στάδιοι σν΄, μίλια λγ΄, γ΄. Ἐντεῦθεν τὰ μέρη τῶν Βυζαντίων ἐκδέχεται· τὰ δὲ πρότερα Θράκης τῆς εἰς τὸν Πόντον καθηκούσης τοῦ ἐν τῷ Εὐρωπαίῳ μέρει τοῦ Πόντου περίπλου. Ἀπὸ δὲ Θηρῶν χωρίου ἤτοι τοῦ λεγομένου Αὐλαίοιυ τείχους εἰς Θυνιάδα, ἀκρωτήριον, ἐν ᾧ καὶ ὅρμος ναυσὶ, στάδιοι ρκ΄, μίλια ιϚ. Θυνιὰς, εὐλίμενος ἄκρα τῆς Ἀστικῆς Θράκης ὑπάρχουσα.

88. Ἀπὸ δὲ Θυνιάδος εἰς Σαλμυδησσὸν στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄. Τούτου τοῦ χωρίου μνήμην ποιεῖται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἐλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσε· καὶ περὶ τῆς λιμενότητος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες, οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσι διαμάχονται.

89. Οὗτος δ᾿ ὁ Σαλμυδησσὸς αἰγιαλὸς ἐφ᾿ ἑπτακόσια στάδια τεναγώδης ἄγαν καὶ δυσπρόσορμος ἀλίμενός τε παντελῶς παρατέταται, ταῖς ναυσὶν ἔχθρότατος τόπος.

90. Ἀπὸ δὲ Σαλμυδησσοῦ εἰς Φρυγίαν τὴν καὶ λεγομένην Φιλίαν, καὶ Βυζαντίων χωρίον καὶ ἀκρωτήριον, στάδιοι τι, μίλια μα΄, γ΄. κπὸ δὲ Φρυγίας τῆς καὶ Φιλίας ἐς Κυανέας ἤτοι Κύλας στάδιοι τκ΄, μίλια μβ΄, ∠΄,Ϛ΄. Αὗται δὲ αἱ Κυάνεαι εἰσὶν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἷναι, καὶ διὰ τούτων πρώτηνναῦν περάσαι τὴν Ἀργὼ, ἥτις εἰς Κόλχους Ἰάσονα ἤγαγεν. Ἀπὸ δὲ Κυανέων εἰς τὸ Ἱερὸν τοῦ Διὸς Οὐρίου, ἐν ᾧ τὸ στόμα τοῦ Πόντου, στάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ εἰς λιμένα Δάφνης τῆς Μαινομένης τὸν νῦν λεγόμενον Σωσθένην στάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Σωσθένους εἰς τὸ Βυζάντιον στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Τάδε καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου καλουμένου ἐπὶ Βόσπορον τὸν Θράκιον καὶ Βυζάντιον.

91. Ὁμοῦ ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ποτἀμοῦ, ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι στόματος τοῦ Πόντου στάδιοι γχμ΄, μίλια υπε΄, γ΄. Ἀπὸ δέ Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου στάδιοι εχ, μίλια ψμϚ΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ Χερσῶνος ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου στάδιοι ηϠ΄, μίλια ἀρπϚ΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ τῆς Πορθμίας κώμης, τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν, τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης κειμένης, ἤτοι Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, ἕως τοῦ ἱεροῦ Διὸς Οὐρίου, στάδιοι „α αρ΄, μίλια αυπ΄. Λέγεται δὲ τῆς Εὐρώπης ὁ παράπλους ἶσος εἶναι τῷ περίπλῳ τῆς Ποντικῆς τῶν τῆς Ἀσίας μερῶν.

92. Ἀπὸ δὲ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ στάδιοι δχξ΄, μίλια χκα΄, γ΄. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως ποταμοῦ στάδιοι γωβ΄, μίλια φζ΄. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἤτοι Ἀχιλλείου κώμης στάδιοι δκε΄ μίλια φλϚ΄, ∠΄,Ϛ΄. Ὡς γίνεσθαι ἀπὸ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στομίου τῆς Μαιώτιδος στάδιοι „α βυπζ΄, μίλια αχξε΄. Ὁμοῦ γίνονται ὁ πᾶς περίπλους τοῦ Εὐξείνου Πόντου, τῶν τε δεξιῶν τῶν τε παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, καὶ ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδιοι βγ φπζ΄, μίλια γρμε΄. Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδιοι θ΄, μίλια ασ΄.