Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts paragraphs
This pointer pattern extracts sections
Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε,
ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς
Φαρίτιδος
Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας
πρὸς τὴν Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπʼ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες
φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις
χρῶνται, καὶ ποῖος ὁ
πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν.
1. Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον — λιμήν ἐστι — στάδιοι β΄.
2. Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς — (λιμήν ἐστι
ζ΄.
3. Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην — σάλος ἐστίν· ὁ τόπος ἀλίμενος — στάδιοι ζ΄.
4. Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν — πόλις ἐστὶν ἀλίμενος ἱερὸν τοῦ Ὀσίριδος — στάδιοι ζ΄.
5. Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ — κώμη ἐστί·
βράχη ἐπιφαινόμενα — στάδιοι ζ΄.
6. Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι π΄.
7. Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας — σάλος ἐστὶν ὁ τόπος — στάδιοι π΄.
8. Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέραν — ὕφορμός
ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει —
στάδιοι ζ΄.
9. Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον — λιμήν ἐστι καὶ σάλον ἔχει — στάδιοι υ΄.
10. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ρι΄. Ἀπὸ
Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα.
11. Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζ΄· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.
12. Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι
ρμ΄· νησία εἰσὶ Δίδυμα· ὕφορμος
ὑπʼ αὐτέ· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.
13. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζ΄· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.
14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κ΄· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς
γῆς σταδίους β΄· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις ἐν δὲ τῆ γῇ ὑπὸ τὸ ἀκρωτήριον
ὅρμος ἐστὶ
μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει
παρὰ τὸ ἱερόν.
15. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζ΄· νησίον ἐστί·
16. Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κ΄· νῆσος ἱκανή παράκειται μεγάλη· αὐτὴν
ἔχων δεξιὰν, κατάγου λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.
17. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.
18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θ΄. ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ
σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ
19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκ΄.
ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ
ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος ταύτην κάμψας,
ὄψει τὴν πόλιν Παραιτόνιον.
20. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας
21. Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν
Ἆπιν στάδιοι λ΄· κώμη ἐστί· ταύτην
πλέεις σταδ. κ΄· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ.
22. Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζ΄.
23. Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι ο΄· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βρέχη· καθορῶν τὸ βράχος κατάγου.
24. Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στέδιοι η΄.
25. Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκ΄· σκόεἰσιν·
26. Ἀπὸ
27. Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμ΄.
28. Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι ο΄· ὕφορμός ἐστι θερινός ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον.
29. Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκ΄·
30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρν΄.
Παραπλεύσας ὡς σταδίους λ΄ ὄψει
παρεμφαίνουσαν ὅο. ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατʼ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν
εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.
31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λ΄· νάπη ἐστὶ ὄι. βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ
καλόν.
32. Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρν΄·
33. Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετράντα
Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετράντος στάδιοι αϚ΄.
34. Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρν΄· ὅρμος ἐστιν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπʼ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.
35. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρ΄· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ
ἄμμῳ.
36.
37. Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρν΄· ἀπὸ σταδίων ὀκτὼ παράπλεε ἔχει γὰρ βράχη
ὑψηλά·
ἔχει ὕδωρ.
38. Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκ΄· ὅρμος ἐστὶ θερινός νῆσος δέ ἐστι, καὶ κατʼ
αὐτὴν πύργος·
39.
40. Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λ΄· ὕφορμός ἐστι θερινός ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.
41. Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σν΄· πρὸς τῷ πελάγει κεῖταινῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λ΄· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.
42. Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον
43. Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ζ΄· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιε΄.
44. Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ζ΄· τεῦθεν
45. Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ζ΄.
46. Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρ΄·
ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι
εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.
47. Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια. εἰς Δάρνην στάδιοι ρν΄.
48. Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρν΄· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.
49. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι ο΄· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων
σταδίους
ι΄, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος ἔστι δʼ ἐπ᾿ αὐτῷ ἱερὸν Ἀφροδίτης.
50. Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι ζ΄· κώμη ἐστίν.
51. Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι ο΄· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.
52. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκ΄. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα
στάδιοι
γφν΄.
53. Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρ΄· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπʼ αὐτὸν τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.
54. Ἀκὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρζ΄· κώμη
ἐστίν· ἔχει ὕδωρ ἐν τῷ
αἰγιαλῷ.
55. Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σν΄· πόλις
56. Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σν΄· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία. Αὕτη καλεῖται Ἀρσινόη.
57. Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τν΄.
Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα στάδιοι αρν΄.
58. Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στέδιοι ξ΄.
59. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ι΄.
60. Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. α΄· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.
61. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψι΄· αἰγιαλός
ἐστιν.
62. Ἀκὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι ν΄· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον.
Σίρτις Κυρήνης.
63. Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμ΄· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.
64. Ἀπὸ τοῦ Κέρκιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ρι΄.
65. Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι π΄.
66. Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζ΄·
67. Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρ΄. παράδρομον ὄψει θῖνα λευκήν μεγίστην, ἀφʼ
ἧς, ἂν
ὀρύξῃς, ἔξεις ὕδωρ γλυκύ.
68. Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι ν΄.
69. Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. α΄· ὕφορμός ἐστιν.
70. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι
ρν΄· φρούριόν ἐστιν ἔρημον ὕδωρ
ἔχει· ἔστι δὲ ἀλίμενος.
71. Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι ο΄ ὁ αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ
ἐστιν ἐν τῇ χώρῳ περιφερής· ὕδωρ ἔχει.
72. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στέδιοι ο΄· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.
73. Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδιοι π΄· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιε΄, ὑψηλὸς, ὅμοιος ἐλέφαντι.
74. Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα
75. Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν
ζ΄ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπʼ αὐτήν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν.
76. Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι ν΄.
77. Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στάδιοι π΄· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.
78. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδ΄·
79. Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κ΄· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.
80. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι ν΄· ἄνυδρός”
81. Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκ΄· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.
82. Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι
ρι΄· αἰγιαλός ἐστιν.
83. Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στάδιοι ρπ΄.
84. Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπε΄· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ
ἔχει.
Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι β.
85. Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι
86. Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τν΄· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό
ἐστι φρούριον
βαρβάρων.
87. Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρν΄.
88. Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σ΄· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.
89. Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρν΄.
90. Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τν΄.
91. Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τν΄.
92. Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υ΄·
93.
94. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι ε΄· ὅρμος ἐστὶ πλοίοις μικροῖς.
95. Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τ΄· ἄκρα ἐστὶν
96. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μ΄· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται.
97. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υ΄.
99. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υ΄· πόλις ἐστὶν ἀλίμενος σάλον ἔχει.
100. Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τ΄· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.
101. Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τ΄· φρούριον ὁ δὲ
πύργος λιμήν ἐστι ἐπίσημος.
102. Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τν΄· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.
103. Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρν΄· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς
σταδίους η΄· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν
λιμὴν καὶ ὕδωρ ἔχει.
104. Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον
105. Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
106.
107. Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρ΄· πόλις
ἐστὶ καὶ λιμένα έχει.
108.
109.
110. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκ΄.
111.
112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ
Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψν΄. Ἀπὸ Θένης
λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουαι
τὸ Ἰκάριον πέλαγος.
113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ρο΄· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πένυ.
114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξ΄· κώμη ἐστί· τὸν δʼ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ
δυσκατάγωγα.
115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μ΄ ὄψει ἀκρωτήριον
116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μ΄· ἀλίμενος.
117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στέδιοι φ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανές, οἷον
ἀσπίς. Ἐπʼ αὐτὴν πλέε τὴν ἄρκτον ἡ Ἀσπὶς καὶ ἐπʼ Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʼ· ὑψηλός ἐστιν ὁ
τόπος, καὶ ἐπʼ αὐτῷ ἡ πόλις ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ι΄ ἀνώτερον τῆς πόλεως.
αὐτῇ
118. Ἀπὸ Ἀσπίδος
σ΄
119.
120.
121. Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
122. Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
123. Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι ν΄ —
ὅρμος ἐστὶν ἕως
124. Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκ΄· πόλις ἐατὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν
δὲ τῇ πόλει πύργος ἐστίν·
νήσου ἕως εἰς Καρχηδόνα στάδιο φν΄.
125. Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγ΄· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.
126. Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι
κδ΄· πόλις ἐστί· λιμένα οὐκ ἔχει,
ἀλλὰ σάλον ἔχει ἀσφαλίζου.
127. Ἀπὸ Οὐτίχων
128.
129. Ἀπὸ Καρνῶν ἐπὶ χωρίον ἐπʼ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σ΄.
130. Ἀπὸ ἀκρωτηρίου βαλανεῶν ἐπʼ ἀκρωτήριον
Πάλτον στάδιοι ζ΄.
131. Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπʼ ἀκρωτήριον Βραχίων σταδ. ι΄.
132. Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ᾿ εὐθείας εἰς Πάλτον στάδιοι σ΄.
Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, εἰςελθεῖν εἰς Πάλτον στάδιοι
β.
133. Ἀπὸ Πελτου ἐπὶ χωρίον Παλτηνῶν στάδιοι λ΄.
134. Ἀπὸ Παλτηνῶν ἐπὶ λιμένα κείμενον ἐπʼ αἰγιαλῷ,
ἔχοντα καθʼ αὑτὸν φάραγγα,
στάδιοι κ΄.
135. Ἀπὸ Παλτηνῶν εἰς Γάβαλα στάδιοι λ΄.
136. Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμενον
137. Ἀπὸ
πόλις
Λαοδίκεια, στάδιοι σ΄· ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι ο΄· ἀπὸ Βαλανεῶν εἰς Λαοδίκειαν
εὐβωδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠῶ
138. Ἀπὸ Λαοδικείας εἰς Ἡράκλειαν στάδιοι κ΄.
139. Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλού. μινος Λευκός· στάδιοι λ΄.
140. Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην
Πασιερέαν στάδιοι λ΄.
141. Ἀπὸ τῆς κώμης ἐπ᾿ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκ΄.
142. Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρ΄.
143. Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τ΄· ὑπὲρ ἧς ἐστιν ὄρος
ὑψηλὸν, καλούμενον Θρόνος.
144. Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸ Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξ΄.
145. Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ι΄.
146. Ἀπὸ Μακρᾶς νήσου ἐπὶ τὸ Νυμφαῖον στάδιοι ν΄, Ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ
Κασίου.
Τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς στάδίοις κ΄.
147. Ἀπὸ Νυμφαίου ἐπὶ κόλιιν Ἀντιόχειαν, ἔχουσαν ἐμπόριον καὶ παῤ αὑτὴν ποταμὸν Ὀρόντην καλούμενον, στάδιοι υ΄· ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιε΄.
148. Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μ΄. ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς
Σελεύκειαν πεσόντι
149. Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβ΄.
150. Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσαῖον κόλπον
στάδιοι τ΄· ἀπὸ δὲ τοῦ Ποσειδίου
ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδιοι σ΄.
151. Ἀπὸ Ῥωσοῦ Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι ζ΄.
152. Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατʼ Ἰσσὸν στάδιοι ρκ΄.
153. Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδιοι σ΄.
Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτοω ἕως τῶν Κιλικίων πυλῶν στάδιοι βφ΄.
154. Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκ΄· τὸν τόπον εἰς
155. Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἰεσὸν στάδιοι ψ΄.
156. Ἀπὸ Ἰσσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδιοι Ϛ΄.
157. Ἀπὸ τῶν Πωλῶν εἰς κώμην Ἀλὰς στέδιοι ν΄· ἀτὸ τοῦ Μυριάνδρου, οὐριοδρομοῦντος, στάδιοι ρ΄.
158. Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρ΄· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας
εὐθυδρομοῦντος ἐπὶ
τὸν πόλον νότῳ στάδιοι ρ΄.
159. Ἀπὸ Αἰγαιῶν ὁ παράπλους κρημνώδης ἐπὶ αὄρ. κώμην Σερρέτιλλιν σταδίων ρν΄. Ἀπὸ δὲ Ῥωσοῦ
εὐΘυδρομοῦντι ἐπὶ τὴν Σερρέτιλλιν ἐπὶ τὸν πόλον νότῳ στάδιοι σν΄, Κατὰ δὲ τὴν Σερρέτιλλιιν κώμη
ἐπάνω
Πύραμος καλεῖται, καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδίων ξ΄.
160. Ἀπὸ τῆς Σερρετίλλεως κώμης ἐπ᾿ ἄκραν Ἰανουαρίαν στάδ. α΄.
161. Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους
νήσους στάδιοι λ΄.
162. Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρ΄.
163. Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πυράμου ποταμοῦ στάδιοι ρν΄.
164. Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι ο΄. Παρὰ τὸ
ἀκρωτήριον ποταμός ἐστι πλωτὸς,
165. Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σόλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου
166. Ἀπὸ τῆς κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Σάρον στάδιοι ρκ΄.
167. Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ
168. Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι ο΄. διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος.
169. Ἀπὸ Ῥηγμῶν ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκ΄.
170.
171. Ἀπὸ δὲ Σόλων ἐπὶ κώμην Καλανθίαν στάδιοι ν΄. ρν΄.
172. Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στάδιοι ρ΄.
173. Ἀπὸ Ἐλαιούσσης εἰς κώμην καλουμένην Κώρυκον στάδιοι κ΄· ἀπὸ δὲ Σόλων εἰς Κώρυκον
στάδιοι
σπ΄· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλούμενον σταδίους ρ΄.
174. Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον στάδιοι ρκε΄.
175. Ἀπὸ τοῦ Κορακησίου ἐστὶν ἡ Ποικίλη πέτρα,
ἥτις ἔχει κλίμακα, διʼ ἧς ἐστιν
ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων ο΄.
176. Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὸν ποταμὸν Καλωδνὸν στάδιοι μ΄.
177. Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη, στενὴν,
178. Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα
στάδιοι υ΄.
179. Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδιοι ρκ΄.
180. Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκ΄.
181. Ἀπὸ δὲ τῶν Ὅλμων ἐπʼ ἄκραν καὶ κώμην καλουμένην
Μύλας στάδιοι μ΄.
182. Ἀπὸ τῆς ἄκρας εἰς λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξ΄.
183. Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κ΄. Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν
ἐπίτομον
στάδιοι φ΄.
184. Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσσαν στάδιοι ρλ΄. Ἀπέχει ἡ Πιτυοῦσσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μόλῃ σταδίους κ΄. Ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσσης πρὸς τὴν Ἀφροσιδιάδα στάδιοι με΄.
185. Ἀπὸ Ἀφροδισιάδος, ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσσαν, ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μ΄· ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς σταδίων ρκ΄.
186. Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς Ἀχαιῶν ἀκτὴν,
187. Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίφισον στάδιοι λε΄.
188. Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κρουνοὺς στάδιοι μ΄.
189. Ἀπὸ τῶν Κρουνῶν ἐπὶ τὰ Πισούργια, εὐώνυμον ἔχοντι τὴν Κράμβουσαν, στάδιοι με΄. Ἀπὸ τῆς Ἀφροδισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκ΄.
190. Ἀπὸ τῶν Πισουργίων εἰς κόλπον Βερνίκην στάδιοι
ν΄.
191.
192. Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρ΄.
193. Ἀπὸ Μανδάνης ἐπ᾿ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδιοι ξ΄.
194. Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσοφάνους στάδιοι λ΄.
195. Ἀπὸ
196. Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδιοι ν΄.
197. Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ιἔγγιστα, ἐπὶ Κρομμύου ἄκραν, στάδιοι τ΄.
198. Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στάδιοι
τν΄.
199. Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στάδιοι τν΄. Ὑπέρ δὲ Χαράδρου κεῖται ὄρος μέγα, Ἄνδροκος καλούμενον, ἀπὸ σταδίων λ΄.
200. Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλούμενον
στάδιοι ρ΄.
201. Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ἐπὶ θαλάσσης Nεφέλιον στάδιοι κε΄.
202. Ἀπὸ τοῦ Νεφελίου ἐπὶ ἄκραν νησιάζουσαν στάδιοι π΄.
203. Ἀπὸ νησιαζούσης ἄκρας εἰς Σελινοῦντα στάδιοι ρ΄.
204. Ἀπὸ Σελινοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου αοή. στάδιοι αϚ΄.
205. Ἀπὸ δὲ Σελινοῦντος εἰς Ναύλους στάδιοι ρκ΄.
206. Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμενον Λαέρτην ἐπὶ θαλάσσης στάδιοι τκ΄.
207. Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδιοι ρ΄.
208. Ἀπὸ Κορακησίου εἰς Αὔνησιν στάδιοι π΄.
Ἁμαξίαν
209. Ἀπὸ Αὐνήσεως εἰς χωρίον καλούμενον Αὐγὰς στάδιοι ο΄.
210. Ἀπὸ Αὐγῶν ἐπʼ ἀκρωτήριον Λευκόθειον στάδιοι ν΄.
211. Ἀπὸ Λευκοθείου εἰς Κίβυραν στάδιοι ν΄.
212. Ἀπὸ Κιβύρας ἐπὶ Ἀρτέμιδος ναὸν στάδιοι ν΄.
213. Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Mέλανα στάδιοι θ΄.
Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν
ἕως τοῦ Μέλανος ποταμοῦ στάδιοι
δν΄.
214. Ἀπὸ τοῦ Μέλανος ποταμοῦ εἰς Σίδην στάδιοι ν΄.
215. Ἀπὸ Σίδης εἰς Ἀττάλειαν στάδιοι τν΄· ἀπὸ Ἀτταλείας εἰς τὸ
Ἀπὸ Σίδης εἰς τὸν
Ἀκάμαντα στάδιοι ας΄.
216. Ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδιοι π΄.
217. Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμενον Εὐρυμέδοντα στάδιοι ρ΄.
218.
219. Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέστρον
στάδιοι ξ΄, Ἀναπλεύσαντι τὸν
ποταμὸν πόλις ἐστὶ Πέργη.
220.
221. Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Καταράκτας
στάδιοι ν΄.
222. Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδιοι ο΄.
223. Ἀπὸ Μυγδάλων εἰς Ἀττἀλειαν στάδιοι ι΄.
224. Ἀπὸ Ἀτταλείας ἐπὶ χωρίον Τένεδον στάδιοι κ΄.
225. Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδιοι ξ΄.
226. Φάσηλις.
227. Ἐκ δὲ Φασήλιδος εἰς Κώρυκον στάδιοι
228. Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδιοι λ΄. ὑπὲρ
229.
ρ΄.
230. Ἀπὸ Κραμβούσης ἐπὶ χώραν Ποσιδαρισοῦντα στάδιοι λ΄.
231. Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλούμενον στάδιοι λ΄.
232. Ἀπὸ Μωροῦ ιὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆσιον Χελιδονίαν στάδιοι ν΄. Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χελιδονίων τῷ παρὰ γῆν πλέοντι στάδιοι φ΄· τὸν δὲ ἐπίτομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδιοι χ΄.
233. Ἔστι δὲ ἀπὸ τῶν Χελιδονίων
234. Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στάδιοι λ΄.
235. Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδιοι ξ΄.
236. Ἀπὸ δὲ Γαγῶν ἐπὶ ποταμὸν Λάμυρον στάδιοι ξ΄· ὑπέρ σταδίους ξ΄ κεῖται πόλις Λάμυρα καλουμένη.
237. Ἀπὸ Λαμύρου ποταμοῦ εἰς πύργον τὸ Ἴσιον αδγ.
καλούμενον στάδιοι ξ΄.
238. Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀνδριακὴν στάδιοι ξ.
239. Ἀπὸ Ἀνδριακῆς εἰς Σόμηνα στάδιοι δ΄.
240. Ἀπὸ Σομήνων εἰς Ἀπέρλας στάδιοι ξ΄.
241.
242. Ἀπὸ ἀκρωτηρίου εἰς Ἀντίφελλον στάδιοι ν΄.
243. Ἀπὸ Ἀντιφέλλου εἰς νῆσον Μεγίστην στάδιοι ν΄.
244. Ἀπὸ Μεγίστης εἰς νῆσον Ῥώγην στάδιοι ν΄.
245. Ἀπὸ Ῥώγης ἐπὶ τὰς Ξεναγόρου νήσους στάδιοι τ΄.
246. Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταρα στάδιοι
ξ΄.
247. Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν ὑπέρκειται πόλις Ξάνθος στάδιοι ξ΄.
248. Ἀπὸ τοῦ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπʼ εὐθείας στάδιοι ξ΄.
249. Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδιοι π΄.
250. Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στάδιοι λ΄.
251. Ἀπὸ Καλαβαντίων εἰς Περδικίας στάδιοι ν΄.
252. Ἀπὸ Περδικιῶν εἰς Κιεσίδας στάδιοι ν΄.
253. Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδιοι π΄.
254. Ἀπὸ Λαγούσης ἐπὶ Τελμησσὸν στάδιοι ε΄. Γίνονται ὁμοῦ οἱ πάντες
255. Ἀπὸ Τελμησσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥόπισαν
στάδιοι σ΄.
256. Ἐκ Τελμησσοῦ εἰς Δαίδαλα στάδιοι ν΄.
257. Εκ Δαιδάλων εἰς Καλλιμάχην στάδιοι ν΄.
258. Ἐκ Καλλιμάχης εἰς Κρύα στίδιοι ξ΄.
259. Ἐκ Κρύων εἰς τὰς Κλύδας, στάδιοι ν΄.
260. Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στάδιοι λ΄.
261. Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν Ἀγκῶνα τὸν ἐπὶ τοῦ
Γλαύκου στάδιοι π΄.
262. Ἀπὸ τοῦ ἄγκωνος ἐπὶ τὸν Καυνίων Πάνορμον στάδιοι ρκ΄.
263. Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλουμένην στάδιοι ν΄.
264. Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδιοι ξ΄.
265. Ἀπὸ Πασάδης εἰς Καῦνον στάδιοι λ΄.
266. Ἀπὸ Καύνου εἰς τὴν Ῥόπουσαν στάδιοι ιε΄.
267. Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι, εἰς Λευκόπαγον, στάδιοι μ΄· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς
Σάμον
στάδιοι ρ΄.
268. Ἀπὸ τῆς Σάμου ἐπὶ
269. Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδιοι ν΄.
270. Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαιοῦσσαν καλουμένην
στάδιοι ν΄.
271. Ἀπὸ τῆς Ἐλαιούσσης εἰς Ῥόδον στάδιοι ρν΄· ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδ. χ΄, καὶ ἐπὶ τὸ Ἱερὸν τῶν Βυζαντίων σταδ. χ΄.
272. Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδιοι δφ΄.
Ἐκ Ῥόδου εἰς Ἀσκάλωνα στάδιοι γχ΄.
Ἐκ Ῥόδου εἰς Καισάρειαν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Βηρυτὸν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Σιδόνα στάδιοι
γχ΄. Ἐκ Ῥόδου εἰς Βύβλον στάδιοι γχ΄.
Ἐκ Ῥόδου εἰς Τρίπολιν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς
Σελεύκιαν στάδιοι γχ΄. Ἐκ Ῥόδου εἰς Κιλικίαν στάδιοι αφ΄. Ἐκ Ῥόδου εἰς Κώρυκον στάδιοι α. Ἐκ Ῥόδου
δὲ ἐπὶ τὴν Κύπρον τὴν ἑσπερίαν ἐπʼ
ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι βω΄. Ἐκ
Ῥόδου εἰς Πάταρα στάδιοι ψ΄. Ἐκ Ῥόδου εἰς Καῦνον στάδιοι υν΄. Ἐκ Ῥόδου εἰς νῆσον Ῥόπουσαν στάδιοι
τν΄. Ἐκ Ῥόδου εἰς Φύσκον στάδιοι υν΄.
Ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσιίδιον τὸ Καρπάθου στάδιοι υκ΄. Ἐκ Ῥόδου εἰς τὴν Κῶ στάδιοι ων΄. Ἐκ Ῥόδοω
εἰς τὴν Χίον στάδιοι γ. Ἐκ Ῥόδου εἰς Μύνδον στάδιοι α. Ἐκ Ῥόδου εἰς Σάμον στάδιοι αω΄. Ἐκ Ῥόδου εἰς
Τένεδον στάδιοι γψ΄.
273.
νήσους καὶ τὴν Θήραν
καὶ τήν Σέριφον καὶ τὴν Κύθνον, ὅθεν ὁρᾶται τὸ Σκύλλαιον.
274. Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπ΄.
275. Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδιοι ρπ΄.
276. Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκ΄.
277. Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τν΄.
278. Ἀπὸ Μύνδου εἰς τὴν Κῶ στάδιοι ρμ΄.
279. Ἀπὸ δὲ Κῶ εἰς Λέρον στάδιοι τν΄. Ἀκὸ Κῶ εἰς Δῆλον στάδιοι ατ΄. Ἀπὸ Κῶ εἰς Σάμον στάδιοι α.
280. Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν
δύσιντὴν Κέλεριν καὶ τὴν Λέρον καὶ τὴν
Πότμον δεξιὰς λαβὼν, τοὺς δὲ Μελαντείους καὶ τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ
Τῆνον
281. Ἀπὸ Μύνδσυ
282. Ἐὰν δὲ θέλῃς διὰ νήσων πλέειν, οὕτως πλέεις· Ἀπὸ Κῶ εἰς Λέρον σταδίους ον΄.
Ἐκ Λέρου εἰς Λέβινθον σταδίους σν΄. Ἐκ Λεβίνθου εἰς Κίναρον σταδίους φ΄. Ἐκ Κινάρου ἐπὶ τὰ ἔγγιστα
τῆς Ἀμοργίας ἐπὶ τὰ πέρατα σταδίους πε΄. Καὶ ὁ παράπλους τῆς Ἀμοργίας εἰς Μινώαν σταδίων
πε΄.
Ἀπὸ Κῶ εἰς Λέρον σταδίους τκ΄. Ἀπὸ Λέρου ἐπὶ τὸ
Παρθένιον σταδίους ξ΄. Ἀπὸ
Ἀπὸ τῆς
ἄψης
Ἀπὸ τοῦ ἀκρωτηρίου εἶς
284. Ἐπάνειμι· πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα
πρὸς νήσους τάσδε· Ἐκ Δήλου εἰς
Θήραν στάδιοι τν΄. Ἐκ Δήλου ἐπὶ τὴν Ἀμοργίαν εἰς τὴν Μινώαν στάδιοι χν΄. Ἐκ Δήλου εἰς
Ἀνάφην στάδιοι ρ΄.
Ἐκ Δήλου εἰς Ἰὸν στάδιοι χν΄. Ἐκ Δήλου εἰς τὰς Κορσίας στάδιοι χν΄.
Ἐκ Δήλου εἰς Κίμωλον στάδιοι ω΄. Ἐκ Δήλου εἰς Σίφνον στάδιοι χμ΄. Ἐκ Δήλου εἰς Κύθνον στάδιοι τν΄.
Ἐκ Δήλου εἰς Τῆνον στάδιοι τν΄. Ἐκ Δήλου εἰς Νάξον στάδιοι τν΄. Ἐκ Δήλου ἐπὶ τὴν
Δόνουσαν στάδιοι τκ΄. Ἐκ Δήλου εἰς Πάτμον στάδιοι ων΄. Ἐκ Δήλου ἐπὶ τὸν Μελέντειον σκόπελον στάδιοι
ρπ΄.
Ἐκ Δήλου εἰς Κέων στάδιοι τ΄. Ἐκ Δήλου εἰς Ἄνδρον στάδιοι ω΄. Ἐκ Δήλου εἰς Πάρον
στάδιοι υ΄.
285. Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀφʼ ἧς κατέλιπον.Ἐκ Μύνδου εἰς Πάνορμον στάδιοι π΄.
286. Ἐκ Μύνδου εἰς Βαργύλια στάδιοι σν΄.
287. Ἀπὸ Πανόρμου εἰς Ποσείδιον
288. Ἀπὸ Βαργυλίων εἰς Ἴασον στάδιοι σκ΄.
289. Ἀπὸ Ἰάσου ἐπʼ ἀκρωτήριον Ποσείδιον στάδιοι
ρκ΄.
290. Ἀπὸ Ποσειδίου εἰς τὴν Ἀκρίταν στάδιοι σμ΄.
291. Κεῖται κατέναντι
292. Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδιοι μ΄.
293. Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι π΄.
294. Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον, Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι τ΄.
295. Ἀπὸ δὲ τῆς Φαρμακούσσης εἰς Μίλητον στάδιοι ρκ΄.
296. Ἀπὸ Μιλήτου εἰς Σάμον στάδιοι τ΄. Οἱ πάντες ἀπὸ Τελμησσοῦ ἕως Μιλήτου στάδιοι βφ΄.
297. Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τ΄· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνiμῳ, καὶ ἱερὸν Ἀφροδίτης.
298. Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς
τῷ νησίῳ, τὴν γῆν θλῖβι δεξιᾷ) στάδιοι ρκε΄.
299. Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκε΄.
300. Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν
ἐστι) στάδιοι ν΄.
301.
302. Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρν΄· πόλις ἐστὶν ἀλίμενος ἀσφαλίζου τὸν τόπον.
303. Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μ΄·
ἀκρωτήριόν ἐστιν ἔχον
λιμένα, ὕφορμον καὶ ὕδωρ.
304. Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι π΄· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος ἔχει
δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου.
305. Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι ν΄· πόλις ἐστὶ, λιμένα ἔχει.
305. Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκ΄· ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
306. Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τ΄.
307. Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα
ἀνάπλους.
308. Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιο ψ΄.
309. Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σο΄· πόλις ἐστί·
λιμέν
ἔχει ἔρημον· χειμάζει βορέου.
310. Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβοὸν στάδιοι ν΄· ὅρμος ἐστὶ θερινός.
311. Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τ΄· πόλις ἐστὶν ἀλίμενος.
312. Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει ὕφορμον.
313. Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υν΄. πόλις ἐστὶν ἔχουσα ὅρμον.
314. Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τν΄· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.
315. Ἀπὸ Καρπαθείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρ΄· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾷς
περίπλους τῆς Κύπρου στάδιοι ασν΄.
316. Ἀπὸ τοῦ αὐτοῦ Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ατ΄.
317. Ἀπὸ δὲ τοῦ Κιτίου τῆς Κύπρου εἰς Ἀσκάλωνα στάδιοι γτ΄.
318. Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φ΄· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.
319. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι π΄· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον
320. Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι ο΄· λίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.
321. Ἀπὸ Βιένου εἰς Αέβηναν στάδιοι ο΄· ἐκεῖ παράκειται νησίον, δ καλεῖται Ὀξεῖα· ὅδωρ ἔχει.
322. Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κ΄.
323. Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τ΄· πόλις ἐστὶ, καὶ λιμένα ἔχει.
324. Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξε΄· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν
ἐστι·
καλὸν ὕδωρ ἔχει.
325. Ἀπὸ Σοωλήνας εἰς Ψυχέα στάδιοι ιβ΄· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψτχέα στάδιοι τν΄· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.
326. Ἀπὸ Ψχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρν΄· λιμήν
ἐστι· καὶ πόλιν ἔχει καὶ
ὕδωρ.
327. Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λ΄.
328. Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρ΄· πόλις
329. Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξ΄· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.
330. Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξ΄· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ.
331. Ἀπὸ Ποικιλασσοῦ εἰς Σύθαν στάδιοι ν΄· πόλις ἔστὶ καὶ λιμένα καλὸν ἔχει.
332.
333. Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σν΄.
334. Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λ΄. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον.
335. Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Bίεννον στάδιοι ιβ΄· λιμένα ἔχει καὶ ὕδωρ.
336. Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξ΄· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά νῆσος δὲ
ἀπὸ σταδίων ξ΄ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ
λιμένι· ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γ΄· καλεῖται Μέση, καὶ ὅρμον
ἔχει· ἡ δὲ
τρίτη καλεῖται Μύλη ὁ δὲ πλοῦς βαθύς ἀγορὰν ἔχει.
337. Ἀκὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι ν΄· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.
338. Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι ν΄· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος ἔστι δὲ
ἐσώτερος κόλπος,
καὶ καλεῖται Μυρτῖλος καὶ ὕδωρ ἔχει.
339. Ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι π΄ πόλις ἐστὶν ἐν κόλπῳ κειμένη. ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ.
340. Ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κε΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς
ἄρκτον.
341. Ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι π΄· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ.
342. Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι
343. Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξ΄· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον
βράχη
ἔχει.
344. Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρν΄· πεζῃ δὲ στάδιοι ρκ΄· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἴ καλοῦνται Λευκαί.
345. Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρν΄·
346. Ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις
Ἐλευ.
θέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι ν΄·
347. Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λ΄. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ.
348. Ἀπὸ Ἆστάλης εἰς Ἡράκλειον στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κ΄ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μ΄ πρὸς δύσιν· καλεῖται Δῖος.
349. Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λ΄· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον
καὶ λιμένα.
350. Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξ΄· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει
δὲ ἀπὸ τῆς γῆς σταδίους κ΄
351. Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιε΄.
352. Ἀπὸ Καμάρας εἰς Ἴστρον στάδιοι κε΄.
353. Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιε΄· ὕφορμός ἐστιν, ἄνυδρος δέ.
354. Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στάδιοι
τ΄· νῆσοι εἰσὶ δύο, ἔχουσαι
λιμένα καὶ ὕδωρ.
355. Ἀπὸ Διονυσιάδων εἰς τὸ Σαμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκ΄.