Orbis Descriptio Dionysius Periegetes Karl Müller Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0084.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Geographi Graeci Minores Karl Müller Dionysius Periegetes Ambroise-Firmin Didot Paris 1861 2 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

This pointer pattern extracts lines

Greek Latin German created the file
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ. Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα, μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται, οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους, σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο· πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε. Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου, ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει, ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην, πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος· σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου· Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν. Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης, Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης· κεῖνον δ᾿ Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο· ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει, Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ, ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης. Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο· πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο, εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς· ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν, πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε· ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει, αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν· αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν, ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης· ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν. Οὕτως Ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν, τοῖος ἐὼν καὶ τοῖα μετʼ ἀνδράσιν οὐνόμαθʼ ἕλκων. Κόλπους δἔνθακαὶ ἔνθʼ ἀπερεύγεται,εῖς ἅλα βάλλων ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους· ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει, συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης· δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων, ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ, ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο. Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω, εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων, ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης· ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος, Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων. Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν· νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν, ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων. Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους, ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο· ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα, μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων, ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων, ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν. Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων. Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται, ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα. Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα. Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη, ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται, ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες, ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην, ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται· ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ. Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος· τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε, πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν, προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·. τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)· ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν. Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει, ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο. Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα, Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν· σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός, πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς, Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ· ἡ μία δʼ εἰς ἄνεμον τεκμαίρεται ὁλκὸν ἑκάστη, Τυρσηνὴ ζέφυρον, Σικελὴ νότον, Ἀδριὰς εὖρον. Αὐτὰρ ὑπὲρ Σικελῆς χθονὸς ἕλκεται οἶδμα κορύσσων Λιβύης,νοτίην περὶ Σύρτιν ἑλίσσων τὴν ἑτέρην, ἥνπερ τε καὶ εὐρυτέρην ἐνέπουσιν· ἄλλη δ᾿, τις ἀφαυρὸν ἔχει πόρον, ἔνδον ἐοῦσα, τηλόθεν ἐρχομένην δέχεται πλημμύριδα πόντου. Ὣς οἱ μὲν βοόωσιν ἑλισσόμενοι δύο κόλποι· ἐκ δὲ ῥόων Σικελῶν Κρήτης ἀναπέπταται οἶδμα μακρὸν ἐπ’ ἀντολίην Σαλμωνίδος ἄχρι καρήνου, ἣν Κρήτης ἐνέπουσιν ἑώϊον ἔμμεναι ἄκρην. Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι, Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο, ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται· ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν, ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο· Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων, Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων, οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης· τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην. Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων, νωθὴς τῷ δ᾿ ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος, νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν. Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται, ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων· σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην. Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν· οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει, ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης· οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν, Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών, συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης. Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός. Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα. Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης, Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι. Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων. Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι, αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι· μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι, ἡ μὲν ὑπερνοτίη; τήν τε κλείουσι Κάραμβιν, ἡ δὲ βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης, τήν ῥα περικτίονες Κριοῦ καλέουσι μέτωπον· αἵτʼ ἄμφω ξυνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι ἐγγύθεν, ἀλλ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι. Ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα, τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου· ἀλλʼ εἴη νευρῆς σημήια δεξιὰ Πόντου, ἰθὺ διαγραφθέντα, μόνη δέ τοί ἐστι Κάραμβις, γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα· σῆμα δʼ ἔχει κεράων σκαιὸς πόρος, ὅστ’ ἐπὶ δισσὴν εἱλεῖται στροφάλιγγα, βιοῦ κεράεσσιν ἐοικώς. Τοῦ καὶ πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης ἐγκέχυται. Τῇ μέν τε πέρι Σκύθαι ἀμφινέμονται, ἄνδρες ἀπειρέσιοι, καλέουσι δὲ μητέρα Πόντου· ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρίον ἕλκεται ὕδωρ ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, ᾧ ἔνι πολλοὶ Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου. Τοίη μὲν μορφὴ κυαναυγέος ἀμφιτρίτης· νῦν δέ τοι ἠπείρου μυθήσομαι εἶδος ἁπάσης, ὄρρα καὶ οὐκ ἐςιδών περ ἔχοις εὔφραστον ὀπωπήν· ἐκ τοῦ δʼ ἂν γεραρός τε καὶ αἱδοιέστερος εἴης, ἀνδρὶ παρʼ ἀγνώσσοντι πιφαυσκόμενος τὰ ἕκαστα. Ἤτοι μὲν Λιβύη τετανυσμένη ἐς νότον ἕρπει, ἐς νότον ἀντολίην τε, τραπεζίῳ εἶδος ὁμοίη, ἀρξαμένη πρώτιστα Γαδειρόθεν, ᾗχί περ ἄκρη ἐζ μοχὸν ὀξονθεῖσα τιταίνεται Ὠκεανοῖο οὖρον δʼ Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης εὐρύτερον· τόθι γαῖα κελαινῶν Αἰθιοπήων τῶν ἑτέρων, τῶν ἄγχι τιταίνεται οὖδας Ἐρεμβῶν· παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην· ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται, τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν· ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα, ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης. Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην, μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην. Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου, κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης, οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων· ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται, νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο. Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον, Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων, Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι. Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη, ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν· ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης, ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε ἄμπωτις ξηρῇσιν ἐπιτροχάει ψαμάθοισιν. Τάων δʼ ἀμφοτέρων μεσάτη πόλις ἐστηρικται, ἥν ῥά τε κικλήσκουσι Νέην πόλιν· ἧς ὑπὲρ αἶαν Λωτοφάγοι ναίουσι, φιλόξεινοι γεγαῶτες ἔνθα ποτʼ αἰολόμητις ἀλώμενος ἦλθεν Ὀδυσσύς. Κεῖνον δ᾿ αὖ περὶ χῶρον ἐρημωθέντα μέλαθρα ἀνδρῶν ἀθρήσειας ἀποφθιμένων Νασαμώνων, οὓς Διὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμή. Ἀσβύσται δʼ ἰπὶ τοῖσι μεσήπειροι τελέθουσιν καὶ τέμενος Λιβυκοῖο θεοῦ ψαμάθῳ ὑπὸ πολλῇ, Κυρήνη τʼ εὔιππος, Ἀμυκλαίων γένος ἀνδρῶν· ἄγχι δὲ Μαρμαρίδαι προνενευκότες Αἰγύπτοιο, Γαίτουλοί τʼ ἐφύπερθε καὶ ἀγχίγυοι Νίγρητες. Ἑξείης δʼ ἐπὶ τοῖσι Φαρούσιοι, ὧν ὑπὲρ αἶαν ναίουσιν Γαράμαντες ἀπείριτοι· ἐν δὲ μυχοῖσι βόσκοντʼ ἠπείροιο πανύστατοι Αἰθιοπῆες, αὐτῷ ἐπʼ Ὠκεανῷ, πυμάτης παρὰ τέμπεα Κέρνης. Τῶν πάρος αἰθαλέων Βλεμύων ἀνέχουσι κολῶναι, ἔνθεν πιοτάτοιο κατέρχεται ὕδατα Νείλου, ὃς δʼ ἤτοι, Λιβύηθεν ἐπ’ ἀντολίην πολὺς ἕρπων, Σῖρις ὑπʼ Αἰθιόπων κικλήσκεται· οἱ δὲ Συήνης ἐνναίται στρεφθέντα μετ᾿ οὔνομα Νεῖλον ἔθεντο. Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος, ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει, ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο. Οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ, οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν· ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης, ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν. Τῷ πάρα ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν, οΐ πρῶτοι βιότοιο διεστήσαντο κελεύθους, πρῶτοι δʼ ἱμεροεντος ἐπειρήθησαν ἀρότρου, καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο, πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο, θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο. Τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς· οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα. Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν, εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης, οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν, τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν, ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν, Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ· ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν, ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης. Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον, ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον, χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι, οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης. Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ· ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν· οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας, οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης. ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον. Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω. Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει, οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν· ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος, ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν, ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην. Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης. Τῆς ἤτοι πυμάτην μὲν ὑπὸ γλωχῖνα νέμονται ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων, μῆκος ἐπʼ ἠπείρου τετραμμένονγᾖχ βόρετίου Ὠκεανοῦ κέχυται ψυχρὸς ῥόος, ἔνθα Βρετανοὶ λευκά τε φῦλα νέμονται ἀρειμανέων Γερμανῶν, Ἑρκυνίου δρυμοῖο παραθρώσκοντες ὀρόγκους. Ἤπειρον κείνην ἰκέλην ἐνέπουσι βοείῃ. Τοῖς δ᾿ ἔπι Πυρηναῖον ὄρος καὶ δώματα Κελτῶν, ἀγχόθι πηγάων καλλιρρόου Ἠριδανοῖο, οὖ ποτʼ ἐπὶ προχοῇσιν ἐρημαίην ἀνὰ νύκτα Ἡλιάδες κώκυσαν, ὀδυρόμεναι Φαέθοντα κεῖθι δὲ Κελτῶν παῖδες, ὑφήμενοι αἰγείροισι, δάκρυʼ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο. Τὸν δὲ μέθʼ ἑξείης Τυρσηνίδος ἤθεα γαίης· τῆς δὲ πρὸς ἀντολίην ἀναφαίνεται Ἄλπιος ἀρχή, τῆς διὰ μεσσατίης κατασύρεται ὕδατα Ῥήνου ὑστάτιον ποτὶ χεῦμα βορειάδος ἀμφιτρίτης. Ῥήνῳ δʼ ἑξιίης ἐπιτέλλεται ἱερὸς Ἴστρος, Ἴστρος, ἐς ἀντολίην τετραμμένος ἄχρι θαλάσσης Εὐξείνου, τόθι πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην, πενταπόροις προχοῇσιν ἑλισσόμενος περὶ Πεύκην. Τοῦ μέν πρὸς βορέην τετανυσμένα φῦλα κέχυνται πολλὰ μάλʼ ἑξείης Μαιώτιδος ἐς στόμα λίμνης. Γερμανοὶ Σαμάται τε Γέται θʼ ἅμα Βαστάρναι τε, Δακῶν τʼ ἄσπετος αἶα καὶ ἀλκήεντες Ἀλανοί, Ταῦροί θ᾿ , οἳ ναίουσιν Ἀχιλλῆος δρόμον αἰπύν, στεινὸν ὁμοῦ δολιχόν τε, καὶ αὐτῆς ἔς στόμα λίμνης. Τῶν δʼ ὕπερ ἐκτέταται πολυΐππων φῦλον Ἀγαυῶν· ἔνθα Μελάγχλαινοί τε καὶ ἀνέρες Ἱππημολγοί, Νευροί θʼ Γππόποδές τε Γιλωνοί τ᾿ ἠδ᾿ Ἀγαθυρεὸις ᾗχι Βορυσθένεος ποταμοῦ τετανυσμένον ὕδωρ μίσγεται Εὐξείνῳ, Κριοῦ προπάροιθε μετώπου, ὀρθὸν ἐπὶ γραμμῇ κατεναντία Κυανεάων. Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα Παντικάπαο Ῥιπαίοις ἐν ὄρεσσι διάνδυχα μορμύρουσι. Τῶν δὲ παρὰ προχοῇσι πεπηγότος ἐγγύθι πόντου ἡδυφαὴς ἤλεκτρος ἀέξεται, οἷά τις αὐγὴ μήνης ἀρχομένης· ἀδάμαντά τε παμφανόωντα ἐγγύθεν ἀθρήσειας ὑπὸ ψυχροῖς Ἀγαθύρσοις. Ἴστρου μὲν τοσσοίδε βορειότεροι γεγάασιν· πρὸς δὲ νότον Γέρραι καὶ Νωρίκιʼ ἄστεʼ ἐρυμνά, Παννόνιοι, Μυσοί τε, βορειότεροι Θρηίκων, αὐτοί τε Θρήικες, ἀπείρονα γαῖαν ἔχοντες, οἱ μὲν ἐπὶ προβολῇσι Προποντίδος ἀμφιτρίτης, οἱ δ᾿ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δʼ ὑπὲρ αὐτῆς Αἰγαίης βαθὺ κῦμα πολυφλοίσβοιο θαλάσσης. Ἔνθα μελισσοβότοιο κατὰ σκοπιὰς Παλλήνης φύεται ἀστέριος καλὸς λίθος, οἷά τις ἀστὴρ μαρμαίρων, λύχνις τεπυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἴστρον μὲν ποταμὸν τόσσοι περιναιετάουσιν· φράζεο δʼ Εὐρώπης λοιπὸν πόρον, ὅστ’ ἐπὶ τρισσὴν ἐκτέταται κρηπῖδα πρὸς ἠῶ, τὴν μὲν Ἰβήρων, τὴν δὲ Πανελλήνων, τὴν δʼ ἐσθλῶν Αὐσονιήων. Ἀλλʼ ἤτοι πυμάτη μὲν ἀγαυῶν ἐστιν Ἰβήρων, γείτων Ὠκεανοῖο πρὸς ἑσπέρου· ἐν δέ οἱ ἄκμη στηλάων Ἀλύβη κεῖται μία· τῆς δʼ ὑπένερθεν Ταρτησὸς χαρίεσσα, ῥυηφενέων πέδον ἀνδρῶν, Κεμψοί θ᾿ , οἳ ναίουσιν ὑπαὶ πόδα Πυρηναῖον. Μέσση δʼ ἀμφοτέρων παραπέπταται Αὐσονὶς αἶα, πουλυτενής· τὴν μέν τε μέσην ὄρος ἄνδυχα τέμνει ὀρθὸν, ἅτʼ ἐκ στάθμης ἰθυμμένον· οὐκ ἂν ἐκεῖνο ἴδρις μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθήνης· ὅν ῥά τε κικλήσκουσιν Ἀπέννιον· ἐκ δὲ βορείης Ἄλπιος ἀρχόμενος Σικελὴν ἐπὶ πορθμίδα λήγει. Πολλὰ δέ οἱ φῦλʼ ἀμφί, τά τοι ῥέα πάντʼ ἀγορεύσω, ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο· Τυρσηνοὶ μὲν πρῶτ᾿ ,ἐπὶ δέ σφισι φῦλα Πελασγῶν, οἳ ποτε Κυλλήνηθεν ἐφ’ ἑσπερίην ἅλα βάντες, αὐτόθι ναιήσαντο σὺν ἀνδράσι Τυρσηνοῖσιν. Τοῖς δʼ ἔπι μέρμερον ἔθνος ἀγαυῶν ἐστι Λατίνων, γαῖαν ναιετάοντες ἐπήρατον, ἧς διὰ μέσσης Θύμβρις ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλλει, Θύμβρις ἐϋρρείτης, ποταμῶν βασιλεύτατος ἄλλων, Θύμβρις, ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδυχα Ῥώμην, Ῥώμην τιμήεσσαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων, μητέρα πασάων πολίων, ἀφνειὸν ἔδεθλον. Τῇ δʼ ἔπι Καμπανῶν λιπαρὸν πέδον, ᾗχι μέλαθρον ἁγνῆς Παρθενόπης, σταχύων βεβριθὸς ἀμάλλαις, Παρθενόπης, ἣν πόντος ἑοῖς ὑπεδέξατο κόλποις. Πρὸς δὲ νότον,μάλα πολλὸν ὑπὲρ Σειρηνίδαπέτρην, φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο· ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι, τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην. Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη· τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς, τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος. Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος, ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν, ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης. Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο, δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας, μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν. Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει, ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης. Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης, φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο παραλίης Ὑρίου, τόθι σύρεται Ἀδριὰς ἃλμη πόντον ἐς ἀγχίπορον Ἀκυλήιον· ἔνθα νένασται ἄστυ Τεγεστραίων, μυχάτοις ἐπὶ πείρασι πόντου. Τόσσα μὲν Αὐσονίην περιβόσκεται ἔθνεα γαῖαν. Κεῖθεν δʼ εἰς αὐγὰς στρεπτὴν ἀπερεύγεται ἅλμην, θῖνας ὑποξύουσα Λιβυρνίδας, ἀμφί τʼ ἐρυμνὴν Ὑλλήων χθόνα πᾶσαν, ὅση παρακέκλιται ἰσθμῷ Βουλίνων τ' ἀκταῖς· ἐπὶ δ'ἄσπιτον ὁλκὸν γουσα, Ἰλλυρικὴν περὶ χέρσον ἐλίσσεται ἄχρι κολώνης, οὐρέων τʼ ἠλιβάτων, τὰ Κεραύνια κικλήσκουσιν. Κεῖνον δʼ ἂν περὶ κόλπον ἴδοις ἐρικυδέα τύμβον, τύμβον, ὃν Ἁρμονίης Κάδμοιό τε φῆμις ἐνίσπει κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν δέμας ἠλλάξαντο, ὁππότ ἀπʼ Ἰσμηνοῦ λιπαρὸν μετὰ γῆρας ἵκοντο. Ἔνθα σφιν τέρας ἄλλο θεοὶ θέσαν· ἀμφὶ γὰρ αἶαν κείνην ἀμφοτέρωθεν ἐρηρέδαται δύο πέτραι, αἵτ’ ἄμφω ξυνίασι δονεύμεναι, εὖτέ τις ἀρχὴλον γίγνεται ἐνναέτησι κυλινδομένοιο κακοῖο. Πρὸς δὲ νότον,μάλα πολλὸνὑπέρ Θρῄκην ἐρίβω· Ὡρικίην θʼ ὑπῖρ αΐαν, ἐρείδεται Ἑλλάδος ἀρχή, πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ, Αἰγαίῃ Σικελῇ τʼ ἄνεμον δέ τοι ἔλλαχʼ ἑκάστη, ἑσπέρτον Σικελὴ, τόν τε ζέφυρον καλέουσιν, Αἰγαίη δʼ εὖρον. Πέλοπος δʼ ἐπὶ νῆσος ὀπηδεῖ, εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ. Ἄκρῳ μὲν γὰρ ἔοικεν ἐεργόμενος στενὸς Ἰσθμὸς πρὸς βορέην,καὶ ξυνὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων· φύλλῳ δʼ ἤπειρος πολυδινήτῳ περίμετρος, κόλποις εἰναλίοις ἐστεμμένη ἔνθα καὶ ἔνθα. Τῆς μὲν πρὸς ζεφύροιο Τριφυλίδος ἤθεα γαίης, ἔνθʼ ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει, σχιζόμενος προχοῇσι Μεσηνίου Εὐρώταο, οἵτ’ ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα· ἀλλʼ ὁ μὲν Ἠλείων, ὁ δʼ Ἀμυκλαίων χθόνα τέμνει. Καδδὲ μέσην νῆσον κοίλην χθόνα ναιετάουσιν Ἀρκάδες Ἀπιδκνῆες ὑπὸ σκοπιὴν Ἐρυμάνθου, ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέεὶ ὑγρὸς Ἰάων, ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων. Ἀγχοῦ δʼ Ἀργείων ἄροσις καὶ γαῖα Λακώνων, ἡ μὲν ἐς ἀντολίην, ἡ δʼ ἐς νότον εἰσορόωσα. Δοιαὶ δʼ Ἴσθμια νῶτα περιβρομέουσι θάλασσαι, ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν. Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας, τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο, ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν. Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα· Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες. Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται. Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου, ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης, Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα. Τῷ δ᾿ ἔπι Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε κοὶ ἠῶ ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων, Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει. Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός, ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι, νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων, ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς, ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης. Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα, νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι. Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι, νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο. Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν, ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα· καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα. Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος, Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος, ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν· ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη. Τὴν δὲ μετʼ Αἰόλου εἰσὶ περίδρομοι εἰν ἁλὶ νῆσοι, Αἰόλου Ἱπποτάδαο, φιλοξείνου βασιλῆος, Αἰόλου, ὅς θηητὰ μετʼ ἀνδράσιν ἔλλαχε δῶρα, κοιρανίην ἀνέμων κλονεόντων θʼ ἱσταμένων τε. Ἑπτὰ δέ οἱ ταί γ᾿ εἰσίν,ἐπώνυμοι ἀνδράσι Πλωταί, οὕνεκα μέσσον ἔχουσι περίπλοον ἀμφιέλικτον. Τρινακίη δʼ ἐπὶ τῇσιν ὑπὲρ πέδον Αὐσονιήων · ἐκτέταται, πλευρῇσιν ἐπὶ τρισὶν ἑστηκυῖα· ἄκρα δέ οἱ Πάχυνός τε Πελωρίς τε Λιλύβη τε. Ἀλλʼ ἤτοι Λιλύβη μὲν ἐπὶ ῥιπὴν ζεφύροιο εἰσανέχει, Πάχυνος δὲ πρὸς αὐγάς, αὐτὰρ ἐπʼ ἄρκτους ἠνεμόεσσα Πελωρὶς, ἐς Αὐσονίην ὁρόωσα. Τῆς μὲν πρὸς βορέην ὀλοὴ ναύτῃσι κέλευθος, στεινή τε σκολιή τε καὶ ἄσχετος, ἧχι θάλασσα συρομένη μακρῇσι περιβρέμεται σπιλάδεσσιν, Ἀονίῳ τμηθεῖσα πολυγλώχινι σιδήρῳ. Πρὸς δὲ νότον Λιβυκός τε πόρος καὶ Σύρτιδος ἀρχὴ τῆς ἑτέρης· ἑτέρην δʼ ἂν ἴδοις προτέρωσε περήσας, ἑσπερίην· τῆς πρόσθε δύω νησῖδες ἔασι, Μῆνιγξ καὶ Κέρκιννα, Λιβυστικὸν ὅρμον ἔχουσαι. Ἀλλʼ ὁπότ’ Ἀδριάδος σκαιὸν πόρον ἀμφιτρίτης εἰσελάσῃς ἐπὶ νηός, Ἰηπυγίην ἐπὶ γαῖαν, δήεις ἰφθίμου Διομήδεος αὐτίκα νῆσον, ἔνθʼ ἥρως ἀφίκανε, χαλεψαμένης Ἀφροδίτης, ὁππότε τριλλίστων μετεκίαθεν ἔθνος Ἰβήρων, ἧς ἀλόχου βουλῇσι κακόφρονος Αἰγιαλείης. Ἑξείης δὲ πόροιο πρὸς αὐγὰς ἠελίοιο Ἀψύρτου νήσων ἀναφαίνεται ἄσπετος ὁλκός, τάς ποτε Κόλχων υἷες ἐπέδραμον, εὖτ’ ἐμόγησαν ἴχνια μαστεύοντες ἀλήμονος Αἰητίνης. Ἑξείης δʼ ἐπὶ τῇσι Λιβυρνίδες ἐρρίζωνται. Πρὸς δὲ νότον μετὰ δρυμὰ Κεραύνια νηὶ θεούσῃ νῆσοί κεν φαίνοιντο περαιόθεν Ἀμπρακιήων καὶ λιπαρὴ Κέρκυρα, φίλον πέδον Ἀλκινόοιο. Τῇ δʼ ἔπι Νηρικίης Ἰθάκης ἕδος ἐστήρικται, νήσων τʼ ἀλλάων, ὅσσας τʼ ἀπὸ Χαλκίδος ἕρπων δίνης ἀργυρέῃς Ἀχελώιος ἀμφὶς ἑλίσσει. Πολλ αὶ δʼ Ἀμνισοὶο βορειότεραι ὁρόωνται, Αἴγιλά τ’ ἠδὲ Κύθηρα Καλαύριά τε τρηχεῖα· Κάρπαθος αὖθʼ ἑτέρωθι ποτὶ ζόφον· ἐγγύθι δʼ αὐτῆς Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη, πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη, Ἴδη, καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα καὶ τῆς τοι μέγεθος περιώσιον. Ἄντα δὲ πέζης Αἰγυπτίης Ῥόδος ἐστὶν, Ἰηλυσίων πέδον ἀνδρῶν Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων, φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον. Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης· Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι. τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης. ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ. Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο, ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων, ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης, Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο. Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται, μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο. Εὐρώπης δ᾿ ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις, Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος· ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο, πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή, Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ. Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί· ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι, ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών. Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν, οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα, ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο. Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης, καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν. Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων, Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο. Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης. Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν, οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται· κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας· τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν. Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται· ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα, ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης. Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι· ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται· τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι, ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη. Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες, Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης, νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη, ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων. Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου· κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει. Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ, στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις, ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή. Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην, οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ, ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες. Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο, νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις· ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων, ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ· λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι, ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων, μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ· ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς, Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο. Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης, αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο, μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων, ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι, δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων· αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου, οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον, κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται· πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων. Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος· ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης, ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο, Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι. Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν, αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης, αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης. Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι, αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι, τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων. Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου, ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης, ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο, Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει. Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης, οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει, ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων, Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην· τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται. Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει, τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν. Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν, ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν, ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν, οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει, οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα. Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν, οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι; Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο. Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν. Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων, ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο, τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν, πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος. Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο, ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει, ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης, ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν. Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν. Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο, πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα. Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν· αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής· καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ, ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο, ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν· οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν· ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα. Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν. Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί, τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο, ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι. Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες, Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης. Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων, Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο, Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις, Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο, Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην, ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο. Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός, ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης. Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων, οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο, ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες, καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν, καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο, ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες, εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης. Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη. Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν, οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας· οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου, ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται. οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν· ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι, οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων. Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον, πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης· τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο· ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει, φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν, ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν. Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται, ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο. Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης· Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες, Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ θʼ ὑπέρ αἶαν τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι, Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων· ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει· ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπ’ ἡπείροιο νέμονται χώρην εὐρυτέρην κνημοῖς ὑπὸ Παρνησοῖο, Δερκέβιοι δ᾿ ἑτέρωθεν ἐφ᾿ ὕδασι Κασπίοισιν. Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν, ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων· οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή, οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται. Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος, ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει. Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν· καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν, οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα, αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης, εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα, εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης· κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν. Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών, χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις. Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν· φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη, Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα. Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων, Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί· τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου, οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες, οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς. Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων, ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην, καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν· ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν. Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν. Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει. Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο, ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης, ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο. Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται, καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον, χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος, δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν, τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν. Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι, Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον, Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει, Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ. Τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι· κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω. Νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι, ὅς ῥά τε πρὸς νότον εἰσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων, καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς. Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν, οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες· Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης, ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα, τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος. Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται, εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο· ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται. ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης, Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα, Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων, Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων, Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη, Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι. Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον. Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων, ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις, Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης. Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης, ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα. Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿ ἀντολίην τετάνυσται Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης· πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν, ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ. Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι, ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον, εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν· σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί, σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας. Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο· ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν. Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος, ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται. Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες, Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις. Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι. Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη. Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ Κεῖθεν δʼ εἶς αὐγὰς σκολιὸν περιτέμνεται οἶμον πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη, γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης. Κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν. Καὶ τῶ μὲν πλεόνων ποταμῶν ἐπιμίσγεται ὕδωρ τηλόθεν ἐρχομένων, Πυράμοιότε καὶ Πινάροιο, Κύδνου τε σκολιοῖο, μέσην διὰ Ταρσὸν ἰόντος, Ταρσὸν ἐϋκτιμένην, ὅθι δή ποτε Πήγασος ἵππος, ταρσὸν ἀφεὶς, χώρῳ λίπεν οὔνομκ, τῆμος ἀφ᾿ ἵππου ἐς Διὸς ἱέμενος πέσεν ἥρως Βςλλεροφόντης. Κεῖθι δὲ καὶ πεδίον τὸ Ἀλήιον, οὗ κατὰ νῶτα ἀνθρώπων ἀπάνευθεν ἀλώμενος ἐνδιάασκεν. Πολλαὶ δ᾿ ἑξείης Κιλίκων γεγάκσι πόληες, Λυρνησσὸς Μαλλός τε καὶ Ἀγχιάλεια Σόλοι τε, αἱ μὲν ἐν ἠπείρῳ, αἱ δʼ αὐτῆς ἄγχι θαλάσσης. Τῇς δʼ ἔπι Κομμαγεηνὸν ἕδος, Συρίης τε πόληες θινὸς ἐπὶ στρεπτῆς περιμήκεες· ἀμφὶ γὰρ ὁλκὸς ἐς δύσιν ἔστραπται πολιῆς ἁλὸς, ἄχρι κολώνης οὔρεος ἀγχιάλοιο, βαθυκρήμνου Κασίοιο. Ῥηιδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω, μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων. Εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον, ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις καὶ ποταμοὺς,πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην. Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω, πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν. Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας, πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν. Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο· Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον Ἰνδικὸς Ὠκεανός·νότιον δ᾿ ἁλὸς οἴδματ’ Ἐρυθρῆς. Φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη, ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε μύθου ἄτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο. Ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα, ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν, ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν, οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς, οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται, οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες, τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν, οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης, πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο, καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο· οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι, καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν, Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν, ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο, καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης, καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης, ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια. Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον· τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης, ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων. Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη, μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν. Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων, Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ εἱλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς, τυτθὸν ἐπ᾿ ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων. Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα, πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ, Περσίδι τʼ Ἀραβίῃτʼ ·ἄνεμον δέ τοι ἔλλαχ᾿ ἑκάστη, Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους. Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε, κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο. Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται. Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη· αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ· τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα. Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων. Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε, κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας, ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους, μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν. Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι, οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι, χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν· ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι· ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης. Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί. Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται· ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη. Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν, οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο, γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς· αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν, οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων. Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο ης Συρίης δολιχὴ μηκύνεται αἶα, ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης· τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων, Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος. Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο, ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας, ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας, Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην, ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων. Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων, τόσσον ἄνευθεν ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης. Ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη, οὕνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις, δύνων πολλὸν ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχὼν, ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο. Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα, τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν. Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης, οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων, μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν, τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην. Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί, οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες. Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν· αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ, χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν. Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο, ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης. Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται· ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις. Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί. Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων, κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης. Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο, αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν, πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν, οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός. Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην, οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι, πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς, τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας, κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν, ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης. Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι, παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας, οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς, οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται, αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι, πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι· φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο· ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή. Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ, εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι, καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους. Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι, μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο, ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν. Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν, χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά, χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα, Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα, ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης. Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων, οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης· πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοί, ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν. Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι, τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι. Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης, ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων. Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην, κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι. Αἰεὶ δ᾿ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν. Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης ἐγγύθι γάρ τοι πέζα τελείεται ἠπείροιο. Ἤτοι μὲν παρὰ χεῦμα τὸ Περσικὸν Ὠκεανοῖο Καρμανοὶ ναίουσιν ὑπʼ ἠελίῳ ἀνιόντι, Περσίδος οὐκ ἀπάνευθε διάνδιχα γαῖαν ἔχοντες, οἱ μὲν ὑπειράλιοι, τοὶ δʼ ἔνδοθεν ἠπειρῶται. Τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα, γείτων Ὠκεανοῦ μεγακήτεος, οἷσι πρὸς αὐγὰς Ἰνδὸν πὰρ ποταμὸν νότιοι Σκύθαι ἐνναίουσιν, ὅς ῥά τʼ Ἐρυθραίης κατεναντίον εἶσι θαλάσσης, λαβρότατον ῥόον ὠκὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνων, ἀρξάμενος τὰ πρῶτʼ ἀπὸ Καυκάσου ἠνεμόεντος. Δισσὰ δέ οἱ στόματ᾿ ἐστίμέσην δ᾿ ἐπιδέδρομε νῆσον, νῆσον, τὴν καλέουσιν ἐπυχθόνιοι Παταληνήν. Κεῖνός τοι πολέων ἀποτέμνεται ἔθνεα φωτῶν· ἤτοι μὲν δύνοντος ἐπὶ κλίσιν ἠελίοιο Ὠρείτας τʼ Ἄριβάς τε λινοχλαίνους τʼ Ἀραχώτας, Σατραΐδας θʼ,δσσους τε παρὰ πτυχὶ Παρνησοῖο, ξυνῆ ὁμῶς μάλα πάντας ἐπωνυμίην Ἀριηνούς, οὐ χθόνα ναιετάοντας ἐπήρατον, ἀλλ᾿ ὑπὸ λεπτῇ ψάμμῳ πεπληθυῖαν ἰδὲ ῥώπεσσι δασεῖαν· ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει· πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο, πάντη δʼ αὖ πέτρῃσιν ὑπὸ φλέβες ὠδίνουσι χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο, τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν. Πρὸς δʼ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα, πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο, ἥν ῥάτ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν. Τῷ γαίης ναέται μὲν ὑπὸ χρόα, κυανέουσι, θεσπέσιον λιπόωντες, ἐειδομένας δʼ ὑακίνθῳ πιοτάτας φορέουσιν ἐπὶ κράτεσφιν ἐθείρας. Τῶν δʼ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην, ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν· οἱ δʼ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δʼ ἐλεφάντων ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας· ἄλλοι δʼ ἰχνεύουσιν ἐπὶ προβολῇσιν ἀναύρων ἤ που βηρύλλου γλαυκὴν λίθον ἢ ἀδάμαντα μαρμαίροντʼ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν· παντοῖον γὰρ γαῖα μετʼ ἀνδράσιν ὄλβον ἀέξει, ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα. Ναὶ μὴν καὶ λειμῶνες ἀεὶ κομόωσι πετήλοις· ἄλλοθι μὲν γὰρ κέγχρος ἀέξεται, ἄλλοθι δʼ αὖτε ὗλαι τηλεθόωσιν Ἐρυθραίου καλάμοιο. Φράζεο δ᾿ , ὥς τοι σχῆμα καὶ ὡς ποταμοὺς ἐνέποιμι οὔρεά τʼ ἠνεμόεντα καὶ αὐτῆς ἔθνεα γαίης. Ἤτοι μὲν πισύρεσσιν ἐπὶ πλευρῇσιν ἄρηρε πάσῃσιν λοξῇσιν, ἀλιγκίη εἴδεϊ ῥόμβου· ἀλλά τοι ἑσπερίοις μὲν ὁμούριος ὕδασιν Ἰνδὸς γαῖαν ἀποτμήγει, νότιον δʼ ἁλὸς οἴδματʼ Ἐρυθρῆς, Γάγγης δʼ εἰς αὐγὰς,ὁ δὲ Καύκασος ἐς πόλον ἄρκτων. Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν, οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφὶς κεκριμένοι, ποταμοῦ μὲν ἀπειρεσίου πέλας Ἰνδοῦ Δαρδανέες, τόθι λοξὸν ἀπὸ σκοπέλων Ἀκεσίνην συρόμενον δέχεται πλωτὸς νήεσσιν Ὑδάσπης. Τοῖς δ᾿ ἔπι καὶ Κώφης τρίτος ἕσπεται ἀργυροδίνης· τῶν δὲ μέσοι ναίουσι Σάβαι καὶ Ταξίλοι ἄνδρες, Σκόδροι δʼ ἑξείης· ἐπὶ δʼ ἕσπεται ἄγρια φῦλα Πευκαλέων· μετὰ τοὺς δὲ Διωνύσου θεράποντες Γαργαρίδαι ναίουσιν, ὅθι χρυσοῖο γενέθλην δαιδαλέην Ὕπανίς τε φέρει θεῖός τε Μάγαρσος, λαβρότατοι ποταμῶν· ἀπὸ δʼ οὔρεος Ἠμωδοῖο ὀρνύμενοι προρέουσιν ἐπὶ Γαγγήτιδα χώρην, πρὸς νότον ἑλκόμενοι παρὰ τέρματα Κωλίδος αἴης. Ἡ δʼ ἤτοι προνένευκεν ἐπ᾿ Ὠκεανὸν βαθυδίνην, ἠλίβατος, ταχινοῖσι δυσέμβατος οἰωνοῖσιν· τοὔνεκά μιν καὶ φῶτες ἐπικλείουσιν Ἄορνιν. Ἔστι δέ τις θηητὸς ἐϋρρείτην παρὰ Γάγγην χῶρος τιμήεις τε καὶ ἱερὸς, ὃν ποτε Βάκχος θυμαίνων ἐπάτησεν, ὅτ᾿ ἠλλάσσοντο μὲν ἁβραὶ Αηνάων νεβρῖδες ἐς ἀσπίδας, ἐς δὲ σίδηρον θύρσοι μαιμώοντο καὶ ἐς σπείρημα δρακόντων ζωστῆρές θʼ ἕλικές τε πολυγνάμπτης ἑλίνοιο, ἦμος ὅτ᾿ ἀφραδίῃσι θεοῦ ἀτίτησαν ἑορτήν. Τοὔνεκα Νυσαίην μὲν ἐφημίξαντο κέλευθον, κόσμω δʼ ἐστήσαντο σὺν υἱάσιν ὄργια πάντα. Αὐτὸς δʼ ὁππότε φῦλα κελαινδῶν ὤλεσεν Ἰνδῶν, ʼΗμωδῶν ὀρέων ἐπεβήσατο, τῶν ὑπὸ πέζαν ἕλκεται ἠῴοιο μέγας ῥόος Ὠκεανοῖο. Ἔνθα δύω στήλας ἐρύσας περὶ τέρματα γαίης, καγχαλόων μετὰ χεῦμα κατήλυθεν Ἰσμηνοῖο. Τόσσοι μὲν κατὰ γαῖαν ὑπέρτατοι ἄνδρες ἔασιν· ἄλλοι δʼ ἔνθα καὶ ἔνθα κατʼ ἠπείρους ἀλόωνται μυρίοι, οὓς οὐκ ἄν τις ἀριφραδέως ἀγορεύσοι θνητὸς ἐών· μοῦνοι δὲ θεοὶ ῥέα πάντα δύνανται. Αὐτοὶ γὰρ καὶ πρῶτα θεμείλια τορνώσαντο, καὶ βαθὺν οἶμον ἔδειξαν ἀμετρήτοιο θαλάσσης· αὐτοὶ δʼ ἔμπεδα πάντα βίῳ διετεκμήραντο, ἄστρα διακρίναντες, ἐκληρώσαντο δʼ ἑκάστῳ μοῖραν ἔχειν πόντοιο καὶ ἠπείροιο βαθείης. Τῷ ῥα καὶ ἀλλοίην ῥυσμοῦ φύσιν ἔλλαχʼ ἑκάστη ἡ μὲν γὰρ λευκή τε καὶ ἀργινόεσσα τέτυκται, ἡ δὲ κελαινοτέρη, ἡ δʼ ἀμφοτέρων λάχε μορφήν· ἄλλη δʼ Ἀσσυρίης ἐναλιγκίη ἄνθεί μίλτου, ἄλλαι δʼ ἀλλοῖαι· τὼς γὰρ μέγας ἐφράσατο Ζεύς. Οὕτως ἀνθρώποις ἑτεροίια πάντα τέτυκται. Ὑμεῖς δʼ ἤπειροί τε καὶ εἰν ἁλὶ χαίρετε, νῆσοι, ὕδατά τʼ Ὠκεανοῖο καὶ ἱερὰ χεύματα πόντου καὶ ποταμοὶ κρῆναί τε καὶ οὔρεα βησσήεντα. Ἤδη γὰρ πάσης μὲν ἐπέδραμον οἶδμα θαλάσσης, ἤδη δʼ ἠπείρων σκολιὸν πόρον· ἀλλά μοι ὕμνων αὐτῶν ἐκ μακάρων ἀντάξιος εἴη ἀμοιβή.