Ικετιδες
Χορος
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάιον ἀρθέντ᾽νάιον ἀρθέντ᾽ Turnebus: ναῖον ἀρόεντ᾽ codd.
ἀπὸ προστομίων λεπτοψαμάθωνλεπτοψαμάθων Pauw: λεπτομαθῶν codd.: τῶν λεπταμάθων Stanley
Νείλου. Δίαν δὲ λιποῦσαιλιποῦσαι Turnebus: λειποῦσαι codd.
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίανδημηλασίαν Auratus: δημηλασίᾳ codd.
ψήφῳ πόλεως γνωσθεῖσαν,γνωσθεῖσαν M Schmidt: γνωσθεῖσαι codd.
ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ,αὐτογενεῖ φυξανορίᾳ Bamberger: αὐτογένητον φυλαξάνοραν M G
γάμον Αἰγύπτου παίδων ἀσεβῆ
ʼξ̓ονοταζόμεναι.ʼξ̓ονοταζόμεναι Tucker: τ᾽ ὀνοταζόμεναι codd.
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν,
κύδιστ᾽ ἀχέωνἀχαιῶν (έ supra scr.) M ἐπέκρανεν,
φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,διὰ κῦμ᾽ ἅλιον ex Hesych. Canter: διακυμ.αλέον M: διακυμβαλέον m1: διὰ κυμβαλέον G P
κέλσαικέλσαι Sophianus: κέασαι M E P δ᾽ Ἄργους γαῖαν, ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνουοἰστροδόνου Turnebus: οἰστροδόμου codd.
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίαςἐπι.νοίας eraso π M
Διὸς εὐχόμενον τετέλεσται.
τίν᾽ ἂν οὖντίν᾽ ἂν οὖν Burges: τίνα.οὖν (erasa post α littera M) codd. χώραν εὔφρονα μᾶλλον
τῆσδ᾽ ἀφικοίμεθα
σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισιἐριοστ. Auratus: ἱεροστ. codd. κλάδοισιν;
ὦ πόλις, ὦὦ ... ὦ Robortello: ὧν ... ὧν codd. γῆ, καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξασθ᾽δέξασθ᾽ Heath: δέξαιθ᾽ codd. ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας: ἀρσενοπληθῆ δ᾽
ἑσμὸνδ᾽ ἑσμὸν Turnebus: δεσμὸν codd. ὑβριστὴν Αἰγυπτογενῆ,
πρὶν πόδα χέρσῳ τῇδ᾽ ἐν ἀσώδει
θεῖναι, ξὺν ὄχῳ ταχυήρει
πέμψατε πόντονδ᾽: ἔνθα δὲἔνθα δὲ Robortello: ἐνθάδε codd. λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ᾽
ὀμβροφόροισίν τ᾽ ἀνέμοις ἀγρίας
ἁλὸς ἀντήσαντες ὄλοιντο,
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
σφετεριξάμενοισφετεριξάμενοι Hermann: σφετεριξάμενον codd. πατραδέλφειανπατραδέλφειαν Pauw: πατραδελφίαν codd.
τήνδ᾽ ἀεκόντων ἐπιβῆναι.
Χορος
νῦν δ᾽ ἐπικεκλομέναἐπικεκλομένα Turnebus: ἐπικεκλόμεναι codd.
Δῖον πόρτιν ὑπερ-
πόντιον τιμάορ᾽, ἶνίν τ᾽
ἀνθονόμονἀνθονόμον τᾶς Tucker: ἀνθονόμουσ̈ τᾶς M: ἀνθονομούσας Porson τᾶς προγόνου
βοὸς ἐξ ἐπιπνοίας,ἐπιπνοίας Robortello: ἐπιπνοίαις M G
Ζηνὸς ἔφαψιν: ἐπωνυμίᾳ δ᾽
ἐπεκραίνετο μόρσιμος αἰὼν
εὐλόγως,
Ἔπαφόν τ᾽ ἐγέννασεν:
Χορος
ὅντ᾽τ᾽ ἐγέννασεν: ὅντ᾽ Porson: δὲ ἐγέννασε ἐ | όντ᾽ mutatum in δὲ γέννας ἐ| όντ᾽ M ἐπιλεξαμένα,
νῦν ἐν ποιονόμοις
ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα,
τά τε νῦν ἐπιδείξω
πιστὰ τεκμήρια γαιονόμοις,
τὰ δ᾽γαιονόμοις, τὰ δ᾽ (Hermanni usus coni. γαιονόμοισι δ᾽) Paley: τά τ᾽ ἀνόμοια οἶδ᾽ codd. ἄελπτά περ ὄντα φανεῖται.
γνώσεται
δὲ λόγουλόγου ex schol. Martin: λόγους codd. τις ἐν μάκει.
Χορος
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
ἐγγάιοςἐγγάιος Bamberger: ἔγγαιος codd. οἰκτρὸν seclusit Schwenk οἶκτον [οἰκτρὸν] ἀίων,
δοξάσει τιν᾽τιν᾽ Pearson: τις codd. ἀκούεινἀκούειν Heath: ἀκούων codd. ὄπα τᾶς Τηρεΐας
μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάταςκιρκηλάτας Hermann: κιρκηλάτου τ᾽ codd. ἀηδόνος Turnebus: ἀηδονῆς codd. ἀηδόνος,
Χορος
ἅτ᾽ ἀπὸἅτ᾽ ἀπὸ Victorius: ἅτοπο factum ex ἅταπο M χλωρῶν πετάλωνχλωρῶν πετάλων Hermann: χωρῶν ποταμῶν τ᾽ codd. ἐργομένα
πενθεῖ νέον οἶκτον ἠθέων:
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἕθενἕθεν Proson: ἕο ἐν codd.
δυσμάτορος κότου τυχών:
Χορος
τὼς καὶ ἐγὼ φιλόδυρ-
τοςφιλόδυρτος Heath: φιλοδύρτοις codd. Ἰαονίοισι νόμοισι
δάπτω τὰν ἁπαλὰν
ΝειλοθερῆΝειλοθερῆ] εἱλοθερῆ Emper παρειὰν
ἀπειρόδακρύν τε καρδίαν.
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δειμαίνουσα φίλους,φίλους] φόλους ante correctionem M: ποιμαίνουσα φόβους Tucker τᾶσδε φυγᾶς
ἀερίας ἀπὸ γᾶς
εἴ τις ἐστὶ κηδεμών.
Χορος
ἀλλά, θεοὶθεοὶ Porson: θεοὶ οἱ codd. γενέται,
κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες:
ἥβᾳἥβᾳ M: ἣ καὶ G μὴ τέλεον
δόντες ἔχειν παρ᾽ αἶσαν,
ὕβριν δ᾽ ἑτοίμωςἑτοίμως] ἑτύμως G στυγοῦντες,στυγοῦντες Turnebus: στυγόντες M E <εὖ>εὖ add. Heath
πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκἔστιν κἀκ metri grat. Enger πολέμου τειρομένοις
βωμὸς ἀρῆςἅρης M φυγάσιν
ῥῦμα, δαιμόνων σέβας.
Χορος
εὖ δ᾽ εἴη Διόθενεὖ δ᾽ εἴη Bamberger, Διόθεν Weil: εἰ θείη διὸς εὖ codd. (εἴθ᾽ εἴη P) παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳμελαίνᾳ ξὺν τύχᾳ Porson: μέλαιναι ξυντύχαι M G
μερόπεσσι λαοῖς.
Χορος
πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
κατιδεῖνκατιδεῖν Robortello: κατειδεῖν M G ἄφραστοι.
Χορος
ἰάπτει δ᾽ ἐλπίδωνδ᾽ ἐλπίδων Hermann: δὲ ἀπϊδὼν M G E
ἀφ᾽ ὑψιπύργων πανώλεις
βροτούς, βίαν δ᾽
οὔτιν᾽ ἐξοπλίζει,
πᾶν ἄπονονπᾶν ἄπονον Wellauer: τὰν ἄποινον codd. δαιμόνιον:δαιμόνιον Bothe: δαιμονίων codd.
ᾗ μέμονενᾗ μέμονεν Emper: ἥμενον ἄνω codd.: ἥμεν᾽ ἄνω Wecklein: ὑψίθρονον Schneider φρόνημά πως
αὐτόθεν ἐξέπραξεν ἔμπας
ἑδράνων ἀφ᾽ἀφ᾽ anon.: ἐφ᾽ codd. ἁγνῶν.
Χορος
ἰδέσθω δ᾽ εἰςεἰς] ἐς codd. ὕβριν
βρότειον, οἵᾳοἵᾳ Schütz: οἷα codd.: οἷ᾽ ἀννεάζει Tucker νεάζει
πυθμὴν δι᾽ ἁ-
μὸν γάμον τεθαλὼςτεθαλὼς Bothe: τὸ θάλος M G
δυσπαραβούλοισι φρεσίν,
καὶ διάνοιαν μαινόλινμαινόλιν schol.: μενόλιν M
κέντρον ἔχων ἄφυκτον, ἄτας
ἀπάταν μεταλγοῦς.ἄτας ἀπάταν μεταλγοῦς Tucker: ἄτᾳ δ᾽ ἀπάτᾳ μεταγνούς M
Χορος
τοιαῦτα πάθεα μέλεα θρεομένα λέγωλέγω Stanley: λέγων codd.
λιγέα βαρέα δακρυοπετῆ,
ἰὴ ἰή,
ἰηλέμοισιν ἐμπρεπῆ: [θρεομένη μέληθρεομένη μέλη ex 112 illata seclusit Porson]
ζῶσα γόοις με τιμῶ.
Χορος
ἱλέομαιἱλέομαι Turnebus: ἱλέωμαι M G μὲν Ἀπίαν βοῦνιν,
καρβᾶνα δ᾽ αὐδὰν
εὖ, γᾶ, κοννεῖς.εὖ, γᾶ, κοννεῖς Boissonade: εὐακοννεῖς hic, εὐγακόννις 130, M
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι
λινοσινεῖλινοσινεῖ Tucker: λίνοισιν ῆι M (ἢ G)
Σιδονίᾳσι.δονίαι (eraso ν) M καλύπτρᾳ.
Χορος
θεοῖς δ᾽ ἐναγέα τέλεα πελομένων καλῶς
ἐπίδρομ᾽, ὁπόθιἐπίδρου᾽ ὁπόθι Hermann: ἐπιδρομωπόθι (ο supra ω scr.) M θάνατος ἀπῇ.ἀπῇ ex schol. Robortello: ὅπῃ codd.
ἰὼ ἰώ,
ἰὼ δυσάγκριτοι πόνοι.
ποῖ τόδε κῦμ᾽ ἀπάξει;
Χορος
ἱλέομαιἱλέωμαι M G μὲν Ἀπίαν βοῦνιν,
καρβᾶνα δ᾽ αὐδὰν
εὖ, γᾶ, κοννεῖς.εὖ, γᾶ, κοννεῖς Boissonade: εὐγακόννις M
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι
λινοσινεῖαἴνοισιν M G Eῆ M
Σιδονίᾳσι.δονίαι (eraso ν) M καλύπτρᾳ.
Χορος
πλάτα μὲν οὖν λινορραφής τε
δόμος ἅλα στέγων δορὸς
ἀχείματόνἀχείματόν Turnebus: ἀχίματόν M G μ᾽ ἔπεμπε σὺν πνοαῖς:σὺν πνοαῖς Porson: συμπνοιαῖς M
οὐδὲ μέμφομαι:
τελευτὰς δ᾽ ἐν χρόνῳ
πατήρ μοιμοι Hartung: ὁ codd. παντόπτας
πρευμενεῖς κτίσειεν,
Χορος
σπέρμα σεμνᾶς μέγα ματρὸςμέγα ματρὸς] με δάμαρτος (hic et 151) Tucker
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματονἀδάματον Bothe: ἀδάμαντον (hic et 153) codd. ἐκφυγεῖν.
Χορος
θέλουσα δ᾽ αὖ θέλουσαν ἁγνά μ᾽
ἐπιδέτω Διὸς κόρα,
ἔχουσα σέμν᾽ ἑδώλι᾽ἑδώλι᾽ Tucker: ἐνώπι᾽ codd. ἀσφαλῆ,ἀσφαλῆ scripsi: ἀσφαλές codd.
παντὶ δὲ σθένεισθένει Heath: σθένουσι (mutatum ex σθένος.) M
διωγμοῖς ἀσχαλῶσ᾽διωγμοῖς ἀσχαλῶσ᾽ Hermann: διωγμοῖσι δ᾽ ἀσφαλέας M G E
ἀδμήτας ἀδμήτα
ῥύσιος γενέσθω,
Χορος
σπέρμα σεμνᾶς μέγα ματρὸς
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
Χορος
εἰ δὲδὲ ex schol. Turnebus: δὴ codd. μή, μελανθὲς
ἡλιόκτυπονἡλιόκτυπον Wellauer: ἡδιόκτυπον M G γένος
τὸν γάιον,γάιον Wellauer: ταιον codd.
τὸν πολυξενώτατον
Ζῆνα τῶν κεκμηκότων
ἱξόμεθα σὺν κλάδοις
ἀρτάναις θανοῦσαι,
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
Χορος
ἆ Ζήν, Ἰοῦς:post Ἰοῦς interpunxi ἰὼἆ Ζήν, Ἰοῦς ex schol. Hartung, ἰὼ Schwerdt: ἀζηνιουσιω M (idem vario accent. errore codd. cett.)
μῆνις μάστειρ᾽ ἐκ θεῶν:
κοννῶ δ᾽ ἄγανκοννῶ δ᾽ ἄγαν Bamberger: κοννωδάταν codd.
γαμετῶν οὐρανονίκων.γαμετῶν Tucker, οὐρανονίκων scripsi: γαμετουρανόνεικον codd.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.
Χορος
καὶ τότ᾽ οὐ δικαίοις
Ζεὺς ἐνέξεταιἐνέξεται ex schol. Porson: ἐνεύξεται M λόγοις,
τὸν τᾶς βοὸς
παῖδ᾽ ἀτιμάσας, τὸν αὐ-
τός ποτ᾽ ἔκτισενpost ἔκτισεν interpungit Tucker γόνῳ,
νῦν ἔχων παλίντροπον
ὄψιν ἐν λιταῖσιν:
ὑψόθεν δ᾽ εὖ κλύοι καλούμενος.post 175 ephymn. add. Canter
Χορος
ἆ Ζήν, Ἰοῦς: ἰὼ
μῆνις μάστειρ᾽ ἐκ θεῶν:
κοννῶ δ᾽ ἄγαν
γαμετῶν οὐρανονίκων.
χαλεποῦ γὰρ ἐκ
πνεύματος εἶσι χειμών.
Δαναοςnomen Δα. praescripsit Scaliger: πρ᾽ (i. e. πρεσβύτης ut m) codd.
παῖδες, φρονεῖν χρή: ξὺν φρονοῦντι δ᾽ ἥκετεἥκετε Porson: ἵκετε codd.
πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼνλαβὼν Wordsworth: λαβεῖν codd.
αἰνῶ φυλάξαι τἄμ᾽ ἔπη δελτουμένας.
ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ:
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι:
ὄχλον δ᾽ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω, ξὺν ἵπποις καμπύλοις τ᾽ ὀχήμασιν:
τάχ᾽ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
ἀλλ᾽ εἴτ᾽ ἀπήμων εἴτε καὶ τεθηγμένοςτεθηγμένος Pearson: τεθειμένος M G
ὠμῇ ξὺν ὀργῇ τόνδ᾽ ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς εἵνεκ᾽, ὦ κόραι,
πάγον προσίζειν τόνδ᾽τόνδ᾽ Turnebus: τῶνδ᾽ codd. ἀγωνίων θεῶν.
κρείσσων δὲ πύργου βωμός, ἄρρηκτον σάκος.
ἀλλ᾽ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκτηρίας,ἱκτηρίας Victorius: ἱκετηρίας codd. ἀγάλματ᾽ αἰδοίου Διός,
σεμνῶςσεμνῶς m G: σεμνὸς M ἔχουσαι διὰ χερῶν εὐωνύμων,εὐωνύμων ex schol. Auratus: συνωνύμων codd.
αἰδοῖα καὶ γοεδνὰγοέδνα (pravo accentu) Robortello: γοειδηα M καὶ ζαχρεῖ᾽ζαχρεῖ᾽ Geel, Bamberger: τὰ χρέα codd. ἔπη
ξένους ἀμείβεσθ᾽, ὡς ἐπήλυδας πρέπει,
τορῶς λέγουσαι τάσδ᾽ ἀναιμάκτους φυγάς.
φθογγῇφθογγῇ Pauw: φθογγὴ codd. δ᾽ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
τὸ μὴ μάταιον δ᾽ ἐκ σεσωφρονισμένωνσεσωφρονισμένων Dindorf: μετώπω σωφρονῶν M
ἴτω προσώπων ὄμματος παρ᾽ ἡσύχου.
καὶ μὴ πρόλεσχος μηδ᾽ ἐφολκὸς ἐν λόγῳ
γένῃ: τὸ τῇδε κάρτ᾽ ἐπίφθονον γένος.
μέμνησο δ᾽ εἴκειν: χρεῖος εἶ ξένηεἶ ξένη Sophianus: εἶξεν ἡ codd. φυγάς.
θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
Χορος
πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
κεδνὰς ἐφετμάς: Ζεὺς δὲ γεννήτωρ ἴδοι.
Δαναος
ἴδοιτο δῆτα πρευμενοῦς ἀπ᾽ ὄμματος.in codd. notis person. carent 207-10 sic disposuit Hermann: ordo codicum numeris minoribus indicatur
Χορος
θέλοιμ᾽ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
Δαναος
μή νυνμηνῦν M σχόλαζε, μηχανῆς δ᾽ ἔστω κράτος.
Χορος
ὦ Ζεῦ,ἰὼ Ζεὺς M, ἰὼ Ζεῦ m κόπων οἴκτειρε μἀπολωλότας.μἀπολωλότας] μὴ ἀπολ. codd.post 211 lacunam indicavit Hermann
Δαναος
κείνου θέλοντος εὖ τελευτήσει τάδε.
Χορος
Δαναος
καὶ Ζηνὸς ὄρνινὄρνιν] ἶνιν Tucker τόνδε νῦν κικλήσκετε.κικλήσκετε Robortello: κικλήσκεται (η ex ι factum) M
Χορος
καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
Δαναος
ἁγνόν τ᾽ Ἀπόλλω, φυγάδ᾽ ἀπ᾽ οὐρανοῦ θεόν.
Χορος
εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίησυγγνοίη Lobeck: εὐγνώη codd. βροτοῖς.
Δαναος
συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
Χορος
τίν᾽ οὖν κικλήσκωκικλίσκω M G τῶνδε δαιμόνων ἔτι;
Δαναος
ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορος
ἀλλ᾽ εὖ τ᾽ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναος
Ἑρμῆς ὅδ᾽ ἄλλος τοῖσιντοῖσιν] πομπὸς Wecklein Ἑλλήνων νόμοις.
Χορος
ἐλευθέροις νυννυν Canter: νῦν codd. ἐσθλὰ κηρυκευέτω.
Δαναος
πάντων δ᾽ ἀνάκτων τῶνδε κοινοβωμίαν
σέβεσθ᾽: ἐν ἁγνῷ δ᾽ ἑσμὸςδ᾽ ἑσμὸς Auratus: δεσμὸς codd. ὡς πελειάδων
ἵζεσθε κίρκωνἵζεσθε κίρκων Robortello: ἵζεσθαι κρέκω codd. (sed ἵζεσθε κέρκῳ in margine m) τῶν ὁμοπτέρων φόβῳ,
ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοιἂν ἁγνεύοι Plutarchus (Rom. 9 et Qu. Rom. 286 c): ἀναινεύοι codd. φαγών;
πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς
ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ʼνμὴ ʼν Turnebus: μὴν codd. Ἅιδου θανὼν
φύγῃ ματαίωνματαίων Schütz: μάταιον codd. αἰτίας, πράξας τάδε.
κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡςτἀμπλακήμαθ᾽ ὡς duce Victorio Canter: ταπλα ἐν μαβως codd. λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,τρόπον Stanley: τόπον codd.
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλευς
ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολονἀνελληνόστολον Bothe: ἀνέλληνα στόλον codd.
πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
χλίοντα προσφωνοῦμεν; οὐπροσφωνοῦμεν; οὐ Robortello: προσφωνουμένου M G γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτεοὔτε Hermann: οὐδὲ codd. κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
ἔτλητ᾽ ἀτρέστως,ἀτρέστως Sophianus: ἀκρέστως codd. τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαιἔτ᾽ εἰκάσαι Martin: ἐπεικάσαι codd. δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορος
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,
ἢ τηρὸνἢ τηρὸν ex ἤτηρον ut videtur factum M Ἑρμοῦ ῥάβδον,Ἑρμοῦ ῥάβδον ex coniect. m: ἡερου ῥάβδον M fortasse ἱερόραβδον Schütz ἢ πόλεως ἀγόν;
Βασιλευς
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴςλέγ᾽ εὐθαρσὴς Turnebus: λέγετ᾽ εὐθαρσεῖς codd. ἐμοί.
τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός,Πελασγός Canter: πελασγοῦ codd. τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧςαἶαν ἧς ex scholio Turnebus: αἴδνης codd. δι᾽ ἁγνὸςδι᾽ ἁγνὸς Wordsworth: δίαλγος M: δι᾽ ἄλγος G P ἔρχεται
Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ τήν τετήν τε Stanley: τῆνδε M Περραιβῶν χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδετἀπὶ τάδε Canter: τ᾽ ἄπειτα δὲ M κρατῶ.
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
ἎπιςἎπις Turnebus: ἄπις codd. γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
τὰ δὴδὴ Turnebus: δὲ codd. παλαιῶν αἱμάτων μιάσμασι
χρανθεῖσ᾽χρανθεῖσ᾽ Robortello: χρανθεὶς M Gcorrupta codicum lectio nondum certo sanata: ex coniectt. praestant fortasse μηνιτὴ δάκη Porson, μήνιος τέκη Weil, μηνίσασ᾽ ἄχη Martin ἀνῆκε γαῖα †μηνεῖται ἄκη†
δρακονθόμιλονδρακονθόμιλον Bothe: δράκονθ᾽ ὅμιλον (ex δράκωνθ᾽ ὁμιλῶν factum) M δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπιςἀμέμπτως ἄπις (accentus errore) Robortello: μεμπτῶς ἄπεισ᾽ M Ἀργείᾳ χθονὶ
μνήμην ποτ᾽ ἀντίμισθονποτ᾽ ἀντίμισθον Turnebus: πονταντινεισθον M G P ηὕρετ᾽ ἐν λιταῖς.
ἔχουσα δ᾽ἔχουσα δ᾽ Heimsoeth: ἔχον δ᾽ ἂν codd. in M, γρ. ἔχουσαν adscr. m ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια
γένος τ᾽γένος τ᾽ et λέγοις πρόσω Robortello: γένοιτ᾽ et λέγοι προσως codd. ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲνμὲν Robortello: μιν (in M ex μὲν factum) codd. δὴ ῥῆσινδὴ ῥῆσιν Sophianus: δηρίσιν M G E οὐ στέργει πόλις.
Χορος
βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος
ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός:
καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλευς
ἄπισταἄπειστα M G μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί,
ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίνγυναιξίν Turnebus: γυναιξὶ δ᾽ codd. ἐστε κοὐδαμῶς ἐγχωρίαις.
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων:
ἸνδάςἸνδάς Bothe: ἰνδούς codd. τ᾽ ἀκούωἀκούω Robortello: ἀκούων codd. νομάδας ἱπποβάμοσινἱπποβάμοσιν Turnebus: ἱπποβάμοισιν codd.
εἶναιεἶναι] τοίας Heimsoeth καμήλοις ἀστραβιζούσας,ἀστραβιζούσας (-σας ex -σαις facto) M χθόνα
παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρουςκρεοβόρους Abresch: κρεοβρότους M τ᾽τ᾽ Porson: δ᾽ codd. Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα
ὑμᾶς. διδαχθεὶς <δ᾽δ᾽ add. Abresch> ἂν τόδ᾽ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.
Χορος
κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲpersonas non indicant codd.
Ἰὼ γενέσθαι τῇδ᾽ ἐντῇδ᾽ ἐν Sophianus: τὴ ἰδεῖν M Ἀργείᾳ χθονί.
Βασιλευς
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.post hunc v. excidisse chori versum suspicatur Pearson, fortasse iniuria
μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
Χορος
κοὐκοὐ Stanley: καὶ codd. κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.τἀμπαλάγματα ex Hesychio Hermann: παλλαγμάτων codd.
Βασιλευς
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Χορος
βοῦν τὴνβοῦν τὴν Canter: βού.την (erasa litera) M: βούτην codd. cett. γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Βασιλευς
οὔκουν πελάζει Ζεὺς ἐπ᾽ἔτ᾽ Schütz εὐκραίρῳ βοΐ;
Χορος
φασίν, πρέπονταπρέποντα Turnebus: πρέποντας codd. βουθόρῳ ταύρῳ δέμας.
Βασιλευς
τί δῆταδῆτα Victorius: δὴ codd. πρὸς ταῦτ᾽ταῦτ᾽ ἄλοχος Robortello: ταῦτα λόχοις codd. ἄλοχος ἰσχυρὰ Διός;ἰσχυρὰ Διός Pauw: χυρα διος M
Χορος
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
Βασιλευς
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Χορος
Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Βασιλευς
τί οὖν ἔτευξενἔτευξεν Turnebus: ἔτευξε δ᾽ codd. ἄλλο δυσπότμῳ βοΐ;
Χορος
βοηλάτην μύωπα κινητήριον.
Βασιλευς
οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλουv. suspectus: οἱ Νείλου] Ἰνάχου Hermann πέλας.πέλας Turnebus: πέδας M G E: παῖδες P
Χορος
τοιγάρ νιν ἐκ γῆςγῆς Canter: τῆς codd. ἤλασεν μακρῷ δρόμῳ.Post 311 v. excidisse docuit Hermann
Βασιλευς
καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Χορος
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Βασιλευς
Χορος
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύειφιτύει Scaliger: φυτεύει codd. γόνον.
Βασιλευς
τίςτίς Stanley: τί codd. οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;post 315 v. excidisse docuit Stanley
Χορος
Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλευς
Χορος
Λιβύη, μέγιστον γῆς <πέδονπέδον add. Burges> καρπουμένη.
Βασιλευς
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορος
Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
Βασιλευς
τὸ πάνσοφον νῦν ὄνομα τούτουτούτου Tyrwhitt: τοῦτό codd. μοι φράσον.
Χορος
Δαναός, ἀδελφὸς δ᾽ἀδελφὸς δ᾽ Scaliger: δ᾽ ἀδελφὸς codd. ἐστὶ πεντηκοντάπαις.πεντηκοντάπαις Heath: πεντηκοντόπαις P: πεντηκοστόπαις codd. cett.
Βασιλευς
καὶ τοῦδ᾽ ἄνοιγετοῦδ᾽ ἄνοιγε Porson: τοῦ δαναοίγε codd. τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
Χορος
Αἴγυπτος. εἰδὼς δ᾽εἰδὼς δ᾽ Turnebus: δ᾽ εἰδὼς δ᾽ M ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἄν, ὡς Ἀργεῖον ἀνστήσειςἀνστήσεις scripsi: ἀνστήσας codd. στόλον.
Βασιλευς
δοκεῖτε <δήδή add. Turnebus> μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορος
ἄναξ Πελασγῶν, αἰόλ᾽ ἀνθρώπων κακά.
πόνου δ᾽ ἴδοιςδ᾽ ἴδοις Turnebus: δείδοις M ἂν οὐδαμοῦ ταὐτὸν πτερόν:πτερόν Turnebus: πότερον codd.
ἐπεὶ τίς ηὔχει τήνδ᾽ ἀνέλπιστον φυγὴν
κέλσεινκέλσειν Robortello: κέλσειεν codd. ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
ἔχθει μεταπτοιοῦσανἔχθει μεταπτοιοῦσαν Turnebus: ἔχει μετὰ πτοίουσαν M εὐναίων γάμων;
Βασιλευς
τί φῂς ἱκνεῖσθαι τῶνδ᾽ ἀγωνίων θεῶν,
λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
Χορος
ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
Βασιλευς
πότερα κατ᾽ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
Χορος
τίς δ᾽ ἂν φίλους ὄνοιτοὄνοιτο Robortello: ὤνοιτο codd. τοὺς κεκτημένους;
Βασιλευς
σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.desunt in M personarum notae
Χορος
καὶ δυστυχούντων γ᾽γ᾽ Turnebus: τ᾽ codd. εὐμαρὴς ἀπαλλαγή.
Βασιλευς
πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
Χορος
αἰτοῦσι μὴ ʼκδοὺςʼκ̓δοὺς Schütz: ᾽κ᾽δῷς codd. παισὶν Αἰγύπτου πάλιν.
Βασιλευς
βαρέα σύ γ᾽ εἶπας, πόλεμον ἄρασθαιἄρασθαι Robortello: αἴρασθαι M νέον.
Χορος
ἀλλ᾽ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
βασιλεύς
εἴπερ γ᾽ ἀπ᾽ ἀρχῆς πραγμάτων κοινωνὸςκοινωνὸς Robortello: κοινὸς codd. ἦν.
Χορος
αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ᾽ ἐστεμμένην.πόλεος ... ἐστεμμένην Turnebus: πόλεως ... ἐστεμμένη codd.
Βασιλευς
πέφρικαπέφρικα Robortello: πέφυκα codd. λεύσσων τάσδ᾽ ἕδραςτάσδ᾽ ἕδρας Victorius: τὰσδέδρα M κατασκίους.
Χορος
βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
Χορος
Παλαίχθονος τέκος, κλῦθί μου
πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
ἴδε με τὰνμε τὰν Stephanus: μέγαν codd. ἱκέτιν φυγάδα περίδρομον,
λυκοδίωκτονλυκοδίωκτον Hermann: λευκοδικτον codd. ὡς δάμαλιν ἂμ πέτραιςἀμπέτραις M
ἠλιβάτοις, ἵν᾽ἠλιβάτοις, ἵν᾽ Valckenär: ἠλιβάτοισιν codd. ἀλκᾷ πίσυνος μέμυ-
κε φράζουσα βοτῆρι μόχθους.
Βασιλευς
ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
νεύονθ᾽νεύονθ᾽ Bamberger: νέονθ᾽ codd. ὅμιλον τόνδ᾽τόνδ᾽ Hermann: τῶνδ᾽ codd. ἀγωνίων θεῶν.
εἴη δ᾽ ἄνατον πρᾶγμα τοῦτ᾽ ἀστοξένων.
μηδ᾽ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει
νεῖκος γένηται: τῶν γὰρ οὐ δεῖται πόλις.
Χορος
ἴδοιτο δῆτ᾽δῆτ᾽ Pauw: δῆτα τὰν codd. ἄνατον φυγὰν
ἱκεσία Θέμις Διὸς κλαρίου.
σὺ δὲ παρ᾽ ὀψιγόνου μάθε γεραιόφρων:γεραιόφρων Burges: γεραφρόνων codd.
ποτιτρόπαιον αἰδόμενος †οὖνπεροὖνπερ] ex scholio οὐ πτωχεύσεις conicit εὐπορεῖς C. G. Haupt, οὐ πένει Scholefield
ἱεροδόκα† . .corruptis vv. multa desunt
θεῶν λήματ᾽ ἀπ᾽ ἀνδρὸς ἁγνοῦ.
Βασιλευς
οὔτοι κάθησθε δωμάτων ἐφέστιοι
ἐμῶν. τὸ κοινὸν δ᾽ εἰ μιαίνεται πόλις,
ξυνῇ μελέσθω λαὸς ἐκπονεῖνἐκπονεῖν Turnebus: ἐκπνοεῖν M G E: εἰσπνοεῖν P ἄκη.
ἐγὼ δ᾽ ἂν οὐ κραίνοιμ᾽ ὑπόσχεσιν πάρος,πάρος Sophianus: παρακρος M
ἀστοῖς δὲ πᾶσι τῶνδεἀστοῖς ... τῶνδε Scaliger: ἀστῶν ... τοῖσδε codd. κοινώσας πέρι.
Χορος
σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον:
πρύτανις ἄκριτος ὤν,
κρατύνεις βωμόν, ἑστίαν χθονός,
μονοψήφοισι νεύμασιν σέθεν,
μονοσκήπτροισι δ᾽ ἐν θρόνοιςθρόνοις Pauw: χρόνοισι codd. χρέος
πᾶν ἐπικραίνεις: ἄγοςἄγος Robortello: ἄλγος codd. φυλάσσου.
Βασιλευς
ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,
ὑμῖν δ᾽ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ:
οὐδ᾽ αὖ τόδ᾽ εὖφρον, τάσδ᾽ ἀτιμάσαι λιτάς.
ἀμηχανῶ δὲ καὶ φόβος μ᾽ ἔχει φρένας
δρᾶσαί τε μὴ δρᾶσαί τεμὴ δρᾶσαί τε Robortello: μηδράσητε M καὶ τύχην ἑλεῖν.
Χορος
τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,ἐπισκόπει Robortello: ἐπισκοπεῖ M G
φύλακα πολυπόνων
βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
δίκας οὐ τυγχάνουσιν ἐννόμου.
μένει τοι Ζηνὸς ἱκταίου κότος
δυσπαραθέλκτουςδυσπαραθέλκτους Burges: ὦ δυσπαρθέλκτοις M παθόντος οἴκτοις.
Βασιλευς
εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν
νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους
εἶναι, τίςτίς Victorius: τίσδ᾽ M ἂν τοῖσδ᾽ ἀντιωθῆναι θέλοι;θέλει M, οι supra ει scr. m
δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ.
Χορος
μή τί ποτ᾽ οὖν γενοίμαν ὑποχείριοςὑποχείριος Robortello: ὑποχέριος M G P
κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
φυγάν:φυγάν Heath: φυγαί codd. ξύμμαχον δ᾽ ἑλόμενος δίκαν
κρῖνε σέβας τὸ πρὸς θεῶν.
Βασιλευς
οὐκ εὔκριτον τὸ κρῖμα: μή μ᾽ αἱροῦ κριτήν.
εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
πράξαιμ᾽ ἄν, οὐδέ περ κρατῶν, μὴ καίμὴ καί Canter: καὶ μή codd. ποτε
εἴπῃ λεώς, εἴ πού τι κἀλλοῖονκἀλλοῖον Tucker: καὶ μὴ τοῖον codd. τύχοι,τύχοι Porson: τυχθῆ M
“ἐπήλυδαςἐπήλυδας Robortello: εἰπήλυδας M τιμῶν ἀπώλεσας πόλιν.”
Χορος
ἀμφοτέροιςἀμφοτέροις Schütz: ἀμφοτέρους codd. ὁμαίμων τάδ᾽ ἐπισκοπεῖ
Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
ἄδικα μὲν κακοῖς, ὅσια δ᾽ ἐννόμοις.
τί τῶνδ᾽ ἐξ ἴσου ῥεπομένων μεταλ-
γὲςμεταλγὲς scripsi (v. ad 111): μεταλγεῖς codd.: posses et μεταλγῇς scribere τὸ δίκαιον ἔρξαι;
Βασιλευς
δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν
δεδορκὸς ὄμμα, μηδ᾽ ἄγαν ᾠνωμένον:ᾠνωμένον Salvinius: ὠνωμένων codd.
ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
αὐτοῖσί θ᾽ ἡμῖν ἐκτελευτήσει καλῶς,
καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
μήτ᾽ ἐν θεῶν ἕδραισιν ὧδ᾽ ἱδρυμένας
ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
βαρὺν ξύνοικον θησόμεσθ᾽θησόμεσθ᾽ Victorius: θησόμεθ᾽ M ἀλάστορα,
ὃςὃς Stephanus: ὡς M οὐδ᾽οὐδ᾽ ἐν G: οὐδὲν M ἐν Ἅιδου τὸν θανόντ᾽ ἐλευθεροῖ.
μῶν οὐ δοκεῖ δεῖνδοκεῖ δεῖν Turnebus: δοκεῖν δεῖ codd. φροντίδος σωτηρίου;
Χορος
φρόντισον καὶ γενοῦ
πανδίκως εὐσεβὴς
πρόξενος: τὰν φυγάδα μὴ προδῷς,
τὰν ἕκαθεν ἐκβολαῖς
δυσθέοις ὀρμέναν:ὀρμέναν Pauw: ὀρομέναν (ω supra ο scr.) M
Χορος
μηδ᾽ ἴδῃς μ᾽ ἐξ ἑδρᾶν
πολυθέων ῥυσια-
σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
γνῶθι δ᾽ ὕβριν ἀνέρων
καὶ φύλαξαι κότον.
Χορος
μή τι τλῇς τὰντλῇς τὰν Pauw: τ᾽ ἀαΐσταν M (οἶμαι μήτι τλαίης τὰν m) ἱκέτιν εἰσιδεῖν
ἀπὸ βρετέων βίᾳ
δίκας ἀγομέναν
ἱππηδὸν ἀμπύκων,
πολυμίτωνπολυμίτων Turnebus: πολυμήτων codd. πέπλων τ᾽ ἐπιλαβὰς ἐμῶν.
Χορος
ἴσθι γάρ: παισὶ τάδε καὶ δόμοις,
ὁπότερ᾽ ἂν κτίσῃς,
μένει ἄρ᾽ ἐκτίνεινἄρ᾽ ἐκτίνειν Abresch: δρεικτείνειν M: δορὶ τίνειν Boissonade
ὁμοιΐανὁμοιΐαν Klausen: ὁμοίαν codd.: ἀντίρροπον Heimsoeth θέμιν.
τάδε φράσαι δίκαια Διόθεν κράτη.
Βασιλευς
καὶ δὴ πέφρασμαι: δεῦρο δ᾽ ἐξοκέλλεται:
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
πᾶσ᾽ ἔστ᾽ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
καὶ χρημάτωνχρημάτων in marg. m: χρήμασι M codd. cett. μὲν ἐκ δόμων πορθουμένων,
[ἄτην γε μείζω καὶ μέγ᾽ ἐμπλήσας γόμου]seclusit Dindorf: si retineatur, γεμίζων cum Scaligero (ex schol.) legendum, vel γεμίζειν ... ἐμπλῆσαι (Weil)
γένοιτ᾽ ἂν ἄλλα κτησίου Διὸς χάριν:
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
γένοιτο μύθου μῦθος ἂν θελκτήριοςθελκτήριος Turnebus (et ante correctionem G): θελκτηρίοις M
[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια]:seclusit Geel: alii retinent ante 447 translatum
ὅπως δ᾽ ὅμαιμονὅμαιμον] ὁμαῖμον ex ὁμαίμων factum M αἷμα μὴ γενήσεται,
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
ἦ κάρτα νείκους τοῦδ᾽ ἐγὼ παροίχομαι:
θέλω δ᾽ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
εἶναι: γένοιτο δ᾽ εὖ παρὰ γνώμην ἐμήν.
Χορος
πολλῶν ἄκουσον τέρματ᾽ αἰδοίων λόγων.
Βασιλευς
ἤκουσα, καὶ λέγοις ἄν: οὔ με φεύξεται.
Χορος
ἔχω στρόφουςστρόφους Scaliger: στρόβους codd. ζώνας τε, συλλαβὰς πέπλων.
Βασιλευς
τάχ᾽τάχ᾽ ἂν Marckscheffel: τύχαν M G E ἂν γυναιξὶγυναιξὶ (duce Wecklein) Tucker: γυναικῶν codd. ταῦτα συμπρεπῆ πέλοι.
Χορος
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—καλή Turnebus: καλεῖ codd.
Βασιλευς
λέξον τίν᾽ αὐδὴν τήνδε γηρυθεῖσ᾽γηρυθεῖσ᾽ Turnebus: γηρυθεὶς M ἔσει.
Χορος
εἰ μή τι πιστὸν τῷδ᾽ ὑποστήσειςὑποστήσεις Wellauer: ὑποστήσει codd. στόλῳ—
Βασιλευς
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορος
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλευς
αἰνιγματῶδες τοὔπος: ἀλλ᾽ ἁπλῶςἀλλ᾽ ἁπλῶς Abresch: ἀλλὰ πῶς codd. φράσον.
Χορος
ἐκ τῶνδ᾽ ὅπως τάχιστ᾽ ἀπάγξασθαι θεῶν.
Βασιλευς
ἤκουσα μαστικτῆραμαστικτῆρα Auratus: μακιστῆρα codd. καρδίας λόγον.
Χορος
ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλευς
καὶ [μὴνμὴν seclusit Turnebus] πολλαχῇμὴν πυκνῇ Campbell γε δυσπάλαιστα πράγματα,
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται:
ἄτης δ᾽ ἄβυσσον πέλαγος οὐ μάλ᾽ εὔπορον
τόδ᾽ ἐσβέβηκα,ἐσβέβηκα Spanheim: ἐσέβηκα (-κε G) codd. κοὐδαμοῦ λιμὴν κακῶν.
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ᾽ ἐκπράξω χρέος,
μίασμ᾽ ἔλεξας οὐχ ὑπερτοξεύσιμον:
εἰ δ᾽ αὖθ᾽ ὁμαίμοιςὁμαίμοις Turnebus: ὁμαίμους codd. παισὶν Αἰγύπτου σέθεν
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
θές, ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται, μηδ᾽ ἀπορριφθῇ λόγος
ἐμοῦ: κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼνοἰκτίσας ἰδὼν Hermann: οἶκτος εἰσιδῶν codd. τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος:
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναος
πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα,
αἰδοῖον εὑρεθένταεὑρεθέντα Porson: εὖρ᾽ ἐοντα mutatum in εὖ ῥέοντα M πρόξενονπρόξενονγ Canter: προσξένον M λαβεῖν.
ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχωνπολισσούχων ex πολισσούχους factum M: πολισσούχων codd. cett. θεῶνmulta tentantur: πολυξέστας Hermann, περιστύλους Paley, alii alia; quid exciderit incertum
βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας
εὕρωμεν, ἀσφάλεια δ᾽ ᾖἀσφάλεια δ᾽ ᾖ Turnebus: ἀσφαλείας δὲ M G E δι᾽ ἄστεωςἀστέως (ο supra scr. m) M
στείχουσι: μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον:
καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.
Βασιλευς
στείχοιτ᾽ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει.
ἡγεῖσθε βωμοὺς ἀστικούς,ἀστικούς Turnebus: ἀστίκτους codd. θεῶν ἕδρας:
καὶ ξυμβολοῦσινξυμβολοῦσιν ex schol. Valckenär: ξυμβόλοισιν codd. οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.
Χορος
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι:
ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμειςνέμεις] νεμεῖς Porson ἐμοί;
Βασιλευς
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορος
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
Βασιλευς
λευρὸν κατ᾽ ἄλσος νῦν ἐπιστρέφουἐπιστρέφου Robortello: ἐπιστρέφω codd. τόδε.
Χορος
καὶ πῶς βέβηλον ἄλσος ἂνἄλσος ἂν m: ἄλσος M ῥύοιτό με;
Βασιλευς
οὔτοι πτερωτῶν ἁρπαγαῖςἁρπαγαῖς Turnebus: ἅρπαγες codd. <σ᾽σ᾽ add. Porson> ἐκδώσομεν.
Χορος
ἀλλ᾽ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βασιλευς
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορος
οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
Βασιλευς
ἀεὶ γυναικῶνγυναικῶν Linwood: δ᾽ ἀνάκτων codd. ἐστὶ δεῖμ᾽ ἐξαίσιον.
Χορος
σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.φρένα Heath: φρενί codd.
Βασιλευς
ἀλλ᾽ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
στείχω,στείχω Weil: πιετω m τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ:
καὶ σὸν διδάξω πατέρα ποῖαποῖα supra scr. in P: τοῖα codd. χρὴ λέγειν.
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίουςdesunt in M, in marg. scr. m
λιταῖς παραιτοῦ τῶν σ᾽ ἔρως ἔχει τυχεῖν.
ἐγὼ δὲ ταῦτα πορσυνῶνπορσυνῶν Heath: πορσύνων codd. ἐλεύσομαι:
πειθὼ δ᾽ ἕποιτο καὶ τύχη πρακτήριος.
Χορος
ἄναξ ἀνάκτων, μακάρων
μακάρτατε καὶ τελέων
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
πιθοῦπιθοῦ Stanley: πείθου codd. τε καὶ γένει σῷγένει σῷ Schütz, Lobeck: γενέσθω codd.
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας:
λίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖλίμνᾳ ... πορφυροειδεῖ ex λίμνα. (erasa littera) πορφυροειδῆ ut videtur correctum M
τὰν μελανόζυγ᾽ ἄταν.
Χορος
τὸ πρὸς γυναικῶν <δ᾽δ᾽ add. Tucker> ἐπιδὼν
παλαίφατον ἁμέτερον
γένος φιλίας προγόνου γυναικὸς
νέωσον εὔφρον᾽ αἶνον,
γενοῦ πολυμνάστωρ, ἔφαπτορἔφαπτορ (Askewio duce) Porson: ἐφάπτωρ codd. Ἰοῦς,
ΔῖαιΔίαι (pravo accentu) Pauw: δίας codd. τοι γένος εὐχόμεθ᾽ εἶναι
γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι.ἄποικοι Schütz: ἔνοικοι codd.: ἐνοίκου Headlam: τᾶσδ᾽ ἀπὸ γᾶς μέτοικοι Tournier
Χορος
παλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν
ματέρος ἀνθονόμους ἐπωπάς,
λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
οἴστρῳ ἐρεσσομένα
φεύγει ἁμαρτίνοος,
πολλὰ βροτῶν διαμειβομένα
φῦλα, διχῇ δ᾽ ἀντίπορον
γαῖαν ἐν αἴσᾳ διατέμ-
νουσα πόρον κυματίαν ὁρίζει:
Χορος
ἰάπτει δ᾽ Ἀσίδοςδ᾽ Ἀσίδος Turnebus: βασίδος M G δι᾽ αἴας
μηλοβότου Φρυγίας διαμπάξ:
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,Μυσῶν Turnebus: μουσῶν M G
ΛύδιάΛύδιά Turnebus: λύγιά codd. τ᾽ ἂγτ᾽ ἂγ Hermann: τε codd. γύαλα,
καὶ δι᾽ ὀρῶνὀρῶν GE: ὁρῶν M, ὄρων m Κιλίκων
Παμφύλων τε [γένηγένη seclusit Heath] διορνυμένα
πὰρπὰρ Robortello: τὰν codd. ποταμοὺςποταμοὺς G: ποταμοὺς δ᾽ M ἀενάους
καὶ βαθύπλουτον χθόνα καὶ
τὰντὰν Hermann: τᾶς M Ἀφροδίτας πολύπυρον αἶαν.
Χορος
ἱκνεῖται δ᾽ †εἰσικνουμένουεἰσικνουμένου post ἱκνεῖται iure suspectum: fortasse ἐκδονουμένα (cf. 573) βέλει
βουκόλου πτερόεντος
Δῖον πάμβοτον ἄλσος,
λειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται
Τυφῶ μένος,
ὕδωρ τετε Pauw: τὸ codd. Νείλου νόσοις ἄθικτον,
μαινομένα πόνοις ἀτί-
μοις ὀδύναις τε κεντροδα-
λήτισικεντροδαλήτισι Erfurdt: κεντροδαλήτοις M θυιὰς Ἥρας.
Χορος
βροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι,
χλωρῷ δείματιδείματι Robortello: δείμακτι M G θυμὸν
πάλλοντ᾽ ὄψιν ἀήθη,
βοτὸνβοτὸν ex βοτῶν factum M ἐσορῶντες δυσχερὲς μιξόμβροτον,
τὰν μὲν βοός,
τὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν.δ᾽ ἐθάμβουν Turnebus: δὲ θαμβοῦν M G
καὶ τότετότε Stephanus: τόδε codd. δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἰστροδόνητον Ἰώ;
Χορος
δι᾽δι᾽ Hermann: Ζεὺς M αἰῶνος κρέων ἀπαύστου
Ζεὺς...Ζεὺς v. praec. huc transtulit Hermannlacuna varie tentatur
χειρὸςχειρὸς Wecklein: βία codd. δ᾽ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται, δακρύων δ᾽ ἀπο-
στάζει πένθιμον αἰδῶ.
λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
γείνατο παῖδ᾽ ἀμεμφῆ,
Χορος
δι᾽ αἰῶνος μακροῦ πάνολβον:
ἔνθεν πᾶσα βοᾷ χθών,
“φυσιζόουφυσιζόου Schütz: φυσίζοον codd. γένος τόδετόδε Porson: τὸ δὴ codd.
Ζηνός ἐστιν ἀληθῶς:
τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
ρας νόσους ἐπιβούλους;”
Διὸς τόδ᾽ ἔργον: καὶ τόδ᾽ ἂν γένος λέγων
ἐξ Ἐπάφου κυρήσαις.
Χορος
τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν
κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;
<αὐτὸςαὐτὸς addidi, duce Paleio qui αὐτὸς ὁ ex schol. revocat> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
γένους παλαιόφρων μέγας
τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
Χορος
ὑπ᾽ ἀρχᾶςἀρχᾶς Schütz; ἀρχὰς codd. δ᾽ οὔτινος θοάζων
τὸ μεῖον κρεισσόνωνκρεισσόνων Turnebus: κρεῖσσον ὢν M G κρατύνει;interrogationis notam add. Headlam
οὔτινοςοὔτινος Robortello: ὅστινος ex οὕτινος factum M ἄνωθεν ἡμένουἡμένου Turnebus: ῆμέν οὐ M σέβει κάτω.
πάρεστι δ᾽ ἔργον ὡς ἔπος
σπεῦσαί τι τῶν βούλιοςβούλιος Auratus: δούλιος M φέρει φρήν.
Δαναος
θαρσεῖτε παῖδες: εὖ τὰ τῶν ἐγχωρίων:
δήμουδήμου] λαῶν Heimsoeth δέδοκται παντελῆ ψηφίσματα.
Χορος
ὦ χαῖρε πρέσβυ, φίλτατ᾽ ἀγγέλλων ἐμοί:
ἔνισπε δ᾽ἔνισπε δ᾽ Robortello: ἑνόσπερ M P E: ἔνεπε G ἡμῖν ποῖ κεκύρωταιποῖ κεκύρωται Robortello: ποι κεκύρτωται M τέλος,
δήμου κρατοῦσα χείρ θ᾽χείρ θ᾽ Dindorf, ὅπῃ Dobree, πληθύνεται Hermann: χειροπληθύεται codd. ὅπῃ πληθύνεται.
Δαναος
ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί μεἀνηβῆσαί με Tyrwhitt: ἂν ἡβήσαιμι M G γηραιᾷ φρενί:
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:
καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
τοιάνδ᾽ ἔπειθε ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων
ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
μέγαν προφωνῶνπροφωνῶν Canter: πρόφρων ὢν codd. μήποτ᾽ εἰσόπιν χρόνου
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ᾽ ἅμα
λέγων διπλοῦν μίασμα πρὸςπρὸς Paley: πρὸ codd. πόλεως φανὲν
ἀμήχανον βόσκημα πημονῆς πέλειν.
τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκραν᾽ ἄνευ κλητῆροςἔκραν᾽ ἄνευ κλητῆρος Turnebus: ἔκλαναν εὐκλήτορος M G ὡς εἶναι τάδε.
δημηγόρους δ᾽ ἤκουσεν εὐπιθεῖςεὐπιθεῖς Blomfield: εὐπειθεῖς (mutato accentu in -θεὶς) M στροφὰς
δῆμος Πελασγῶν: Ζεὺς δ᾽ ἐπέκρανεν τέλος.
Χορος
ἄγε δή, λέξωμενλέξωμεν Turnebus: λέξομεν M G ἐπ᾽ Ἀργείοις
εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
Ζεὺς δ᾽ ἐφορεύοι ξένιος ξενίου
στόματος τιμὰς ἐπ᾽ ἀληθείᾳ,
τέρμον᾽ ἀπαντᾶν πρὸς ἄμεμπτον.ἀπαντᾶν πρὸς ἄμεμπτον Weil: ἀμέμπτων πρὸς ἅπαντα M
Χορος
νῦν ὄπ᾽ ἐμάν,ὄπ᾽ ἐμάν, Badham: ὅτε καὶ codd. θεοὶ
Διογενεῖς, κλύοιτ᾽ εὐ-
κταῖαεὐκτεα (αι supra εα scr.) γένει (γένη m) M γένει χεούσας:
μήποτε πυρίφατονπυρίφατον Turnebus: πυρέφατον M G
τάνδετάνδε Klausen: τὰν codd. πόλιν seclusit Klausen Πελασγίαν [πόλιν]
τὸν ἄκορον βοᾶς,ἄκορον βοᾶς Kruse: ἄχορον βοᾶν M G
κτίσαι μάχλον Ἄρη,
τὸν ἀρότοις θερί-
ζοντα βροτοὺς ἐν ἄλλοις,
οὕνεκ᾽ ᾤκτισαν ἡμᾶς,
ψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο,
αἰδοῦνται δ᾽ ἱκέτας Διός,
ποίμναν τάνδ᾽ ἀμέγαρτον:
Χορος
οὐδὲ μετ᾽ ἀρσένων
ψῆφον ἔθεντ᾽ ἀτιμώ-
σαντες ἔριν γυναικῶν,
Δῖον ἐπιδόμενοι
πράκτορ᾽ ἐπίσκοπονπράκτορ᾽ ἐπίσκοπον Paley: πράκτορά τε σκοπόν codd.
δυσπόλεμον, τὸνδυσπόλεμον, τὸν Butler: δυσπολέμητον, ὃν codd. οὔ-
τις ἂν δόμος ἔχν
ἐπ᾽ ὀρόφων ἰαί-
νοιτο:ἔχων ... ἰαίνοιτο Weil: ἔχοι μιαίνοντα codd. βαρὺς δ᾽ ἐφίζει.
ἅζονται γὰρ ὁμαίμους
Ζηνὸς ἵκτορας ἁγνοῦ.
τοιγάρτοι καθαροῖσι βω-
μοῖς θεοὺς ἀρέσονται.
Χορος
τοιγὰρ ὑποσκίων
ἐκ στομάτων ποτά-
σθω φιλότιμος εὐχά,
μήποτε λοιμὸς ἀνδρῶν
τάνδετάνδε Fähse: τῶνδε codd. πόλιν κενώσαι:
μηδ᾽ ἐπιχωρίοις <στάσιςστάσις add. Bamberger, Paley>
πτώμασιν αἱματίσαι πέδον γᾶς.γᾶς Porson: τᾶς codd.
ἥβας δ᾽ ἄνθος ἄδρεπτον
ἔστω, μηδ᾽ Ἀφροδίτας
εὐνάτωρ βροτολοιγὸς Ἄ-
ρης κέρσειεν ἄωτον.
Χορος
†καὶ γεραροῖσι πρε-
σβυτοδόκοι γεμόν-
των θυμέλαι φλεγόντων.incerta ac varie tentata: praestat fortasse γέμουσαι pro γεμόντων Kruse†
τὼς πόλις εὖ νέμοιτο
Ζῆνα μέγανμέγαν Aldina: μέγα codd. σεβόντων,
τὸν ξένιον δ᾽ ὑπερτάτως,ὑπερτάτως ex schol. H. L. Ahrens: ὑπέρτατον codd.
ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
τίκτεσθαι δὲ φόρουςδὲ φόρους Erfurdt: δ᾽ ἐφόρους codd. γᾶς
ἄλλους εὐχόμεθ᾽ αἰεί,αἰεί Pauw: ἀεί codd.
Ἄρτεμιν δ᾽ ἑκάταν γυναι-
κῶν λόχουςλόχους Sophianus: λόγους codd. ἐφορεύειν.
Χορος
μηδέ τις ἀνδροκμὴς
λοιγὸς ἐπελθέτω
τάνδε πόλιν δαΐζων,δαΐζων Aldina: δαΐξων M G
ἄχορον ἀκίθαρινἄχορον ἀκίθαριν (ex Plutarchi Amator. 758 F) Porson: ἄχορος κίθαρις M
δακρυογόνον Ἄρη
βοάν τ᾽ ἔνδημον ἐξοπλίζων.τ᾽ ἔνδημον Pauw, ἐξοπλίζων Stanley: τε δῆμον ἔξω παίζων codd.
νούσων δ᾽ ἑσμὸςδ᾽ ἑσμὸς Turnebus: δεσμὸς codd. ἀπ᾽ ἀστῶν
ἵζοι κρατὸςκράτος codd. ἀτερπής:
εὐμενὴς δ᾽ ὁ ΛύκειοςΛύκειος Arnaldus: λύκιος codd. ἔσ-
τω πάσᾳπάσᾳ m: πᾶσα M νεολαίᾳ.
Χορος
καρποτελῆκαρποτελῆ Stanley: καρποτελεῖ codd. δέ τοι
Ζεὺς ἐπικραινέτω
φέρματι γᾶν πανώρῳ.
πρόνομα δὲ βοτὰ τὼςβοτὰ τὼς Turnebus: βρότατος codd.
πολύγονα τελέθοι:
τὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν.λάχοιεν Dindorf: λάθοιεν codd.
εὔφαμον δ᾽ ἐπὶ βωμοῖς
μοῦσαν θείατ᾽εὔφαμον ... μοῦσαν θείατ᾽ Hermann: εὐφήμοις ... μοῦσαι θεαί τ᾽ codd. ἀοιδοί:
ἁγνῶν τ᾽ ἐκ στομάτων φερέ-
σθω φάμα φιλοφόρμιγξ.
Χορος
φυλάσσοι τ᾽ ἀτρεμαῖαἀτρεμαῖα Butler: ἀτιμίας M G τιμὰς
τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
προμαθὶςπρομαθὶς Hermann: προμηθεὺς (α supra η scr.) M εὐκοινόμητις ἀρχά:
ξένοισί τ᾽ εὐξυμβόλους,
πρὶν ἐξοπλίζειν Ἄρη,
δίκας ἄτερ πημάτων διδοῖεν.
Χορος
θεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ
τίοιεν ἐγχωρίους πατρῴαις
δαφνηφόροιςδαφνηφόροις Schütz: δαφνοφόροισιν codd. βουθύτοισι τιμαῖς.
τὸ γὰρ τεκόντων σέβας
τρίτον τόδ᾽ ἐν θεσμίοις
Δίκας γέγραπται μεγιστοτίμου.
Δαναος
εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι:
ὑμεῖς δὲ μὴ τρέσητ᾽ὑμεῖς δὲ μὴ τρέσητ᾽ Turnebus: ἡμεῖς δὲ μῆτρες ἀεὶ codd. ἀκούσασαι πατρὸς
ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
ἱκεταδόκου γὰρ τῆσδ᾽ ἀπὸ σκοπῆς ὁρῶ
τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει:
στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσ᾽ ὁδόν,
οἴακος εὐθυντῆροςεὐθυντῆρος Turnebus: συνουτῆρος M G E ὑστάτου νεὼς
ἄγαν καλῶς κλύουσα, τοῖσιντοῖσιν Herwerden: τῶς.ἂν (rasura post ς) M οὐ φίλη.
πρέπουσι δ᾽ ἄνδρες νάιοινάιοι Dindorf: νήιοι M μελαγχίμοις
γυίοισιγυίοισι Turnebus: γύοισι M G λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,
καὶ τἄλλα πλοῖα πᾶσά θ᾽ ἡ ʼπικουρία
εὔπρεπτος: αὐτὴ δ᾽ ἡγεμὼν ὑπὸ χθόνα
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
ἀλλ᾽ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
πρὸς πρᾶγμ᾽ ὁρώσας τῶνδε μὴ ἀμελεῖνμὴ ἀμελεῖν M θεῶν.
ἐγὼ δ᾽ ἀρωγοὺς ξυνδίκους θ᾽ ἥξωθήξω M λαβών.
ἴσως γὰρ ἂνἂν Burges: ἢ codd. κῆρυξ τις ἢ πρέσβηπρέσβη Lobeck, μόλοι P: πρεσβήμολοι M G μόλοι,
ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
ἀλλ᾽ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν.
ὅμως <δ᾽δ᾽ add. Geel> ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
θάρσει:θάρσει Turnebus: θαρσεῖτε codd. χρόνῳ τοι κυρίῳ τ᾽ ἐν ἡμέρᾳ
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορος
πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
ἥκουσι: μῆκος δ᾽ οὐδὲν ἐν μέσῳ χρόνου.
περίφοβόν μ᾽ ἔχει τάρβος ἐτητύμως
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
παροίχομαι, πάτερ, δείματι.
Δαναος
ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ᾽ οἶδ᾽ ἐγώ.
<Χοροσ>
ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
μάχης τ᾽ ἄπληστον: καὶ λέγω πρὸς εἰδότα.
δοριπαγεῖςδορυπαγεῖς M δ᾽ ἔχοντες κυανώπιδας
νῆας ἔπλευσαν ὧδ᾽ ἐπιτυχεῖἐπιτυχεῖ Turnebus: ἐπεὶ τάχει M: ἐπὶ τύχη in ἐπὶ τύχει correctum G κότῳ
πολεῖπολεῖ Stanley: πόλει codd. μελαγχίμῳμελαγχίμῳ Turnebus: μελαχείμω M σὺν στρατῷ.
Δαναος
πολλοὺς δέ γ᾽ εὑρήσουσιν ἐν μεσημβρίαςμεσημβρίας Schütz: μεσημβρίᾳ codd.
θάλπειθάλπτει M βραχίον᾽βραχίον᾽ Turnebus: βραχεῖον M G εὖ κατερρινημένους.
<Χοροσ>
μόνην δὲ μὴ πρόλειπε:πρόλειπε Turnebus: πρόλιπε M G λίσσομαι, πάτερ.
γυνὴ μονωθεῖσ᾽ οὐδέν: οὐκ ἔνεστ᾽ Ἄρης.
οὐλόφρονεςοὐλόφρονες Valckenär: δουλόφρονες codd. δὲ καὶ δολιομήτιδεςδολιομήτιδες margo Askewiana: δολομήτιδες codd.: μαινολομήτιδες Tucker
δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-
μῶν ἀλέγοντες οὐδέν.
Δαναος
καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,
εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
<Χοροσ>
οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβησέβη suspectum, fortasse iniuria: στέφη A. Nauck: βέλη Tucker
δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.
περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει
μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
οὐδὲν ἐπαΐοντες.
Δαναος
ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκουςκρείσσονας λύκους Hermann: τοὺς λύκους κρείσσων (ους supra ων scr.) M: τοὺς λύκους κρείσσονας G κυνῶν
εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
<Χοροσ>
ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλωνpersonarum notae in M confusius scriptae
ἔχονταςἔχοντας Turnebus: ἔχοντες codd. ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.κράτος] fortasse τάχος Tucker
Δαναος
οὔτοι ταχεῖαταχεῖα G: ταχεῖαι M ναυτικοῦ στρατοῦ στολή,στολή Turnebus: στολῇ M G
οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτωνπεισμάτων Victorius: πισμάτων codd. σωτηρίανσωτηρίαν (postea mutatum) G: σωτηρίους M G E
ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐνοὐδ᾽ ἐν Robortello: οὐδὲν M G ἀγκυρουχίαις
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
ἄλλως τεἄλλως τε Victorius: ἀλλ᾽ ὥστε M G καὶ μολόντες ἀλίμενον χθόνα
ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖφιλεῖ δ᾽ Hermann
ὠδῖνα τίκτειντίκτειν Turnebus: τίκτει codd. νὺξ κυβερνήτῃ σοφῷ.
οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
φρόνειφρόνει Robortello φρονεῖ M μὲν ὡς ταρβοῦσα μἀμελεῖνμὴ ἀμελεῖν codd. θεῶν:
πράξω δ᾽πράξω δ᾽ H. Voss: πράξας M G ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεταιlacunam ante 774 suspicatur Hartung, servata codicum lectione
πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳεὐγλώσσῳ Robortello: εὐγλωσσως (sed signo omissionis supra ultimum ς scr.) M φρενί.
Χορος
ἰὼ γᾶ βοῦνι, πάνδικονβοῦνι Dindorf, πάνδικον Paley: βουνῖτι ἔνδικον codd. σέβας,
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
μέλας γενοίμαν καπνὸς
νέφεσσινέφεσσι Arnaldus: νέφεσι codd. γειτονῶν Διός:
τὸ πᾶν δ᾽ ἄφαντος
ἀμπετὴςἀμπετὴς Enger, ἄιστος ὡς C. G. Haupt: ἀμπετήσαις δόσως M ἄιστος ὡς
κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
Χορος
ἀλυκτὸνἀλυκτὸν Hermann: ἄφυκτον codd. δ᾽ οὐκέτ᾽ ἂν πέλοι τέλος:τέλος Headlam: κέαρ codd.
κελαινόχρωςκελαινόχρως Pauw: μελανόχρως codd. δὲ πάλλεταί μου καρδία.
πατρὸς σκοπαὶ δέ μ᾽ εἷλον:ita Victorius: πατροσκοπαιδὲ μεῖλον M οἴχομαι φόβῳ.
θέλοιμι δ᾽ ἂν μορσίμου
βρόχου τυχεῖν ἐν ἀρτάναις,ἀρτάναις P: σαργάναις M G E
πρὶν ἄνδρ᾽ ἀπευκτὸν
τῷδε χριμφθῆναι χροΐ:τῷδε χριμφθῆναι P, χροΐ E: τῶδ᾽ ἐχριμφθῆν χροῖν M
πρόπαρ θανούσας δ᾽ Ἀίδας ἀνάσσοι.
Χορος
πόθεν δέ μοι γένοιτ᾽ ἂν αἰθέρος θρόνος,
πρὸς ὃν νεφῶννεφῶν Enger: νέφη δ᾽ codd. ὑδρηλὰ γίγνεταιγείνεται M χιών,
ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
δεικτος οἰόφρων κρεμὰς
γυπιὰς πέτρα, βαθὺ
πτῶμα μαρτυροῦσά μοι,
πρὶν δαΐκτορος βίᾳ
καρδίας γάμου κυρῆσαι;
Χορος
κυσὶνκυσὶν Robortello: κύσειν M δ᾽ ἔπειθ᾽ ἕλωρα κἀπιχωρίοις
ὄρνισι δεῖπνονδεῖπνον G: δείπναν M οὐκ ἀναίνομαι πέλειν:
τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
ται φιλαιάκτων πόνων. [ἐλθέτωἐλθέτω seclusit Pauw]
ἐλθέτω μόρος, πρὸ κοί-
τας γαμηλίου τυχών.
<πᾷπᾷ addidi (ποῖ Weil)> τίν᾽ ἀμφυγᾶςἀμφυγᾶς duce Hermanno Weil: ἀμφ᾽ αὐτᾶς codd. ἔτ᾽ οἶ-
μον τέμωἔτ᾽ οἶμον τέμω Weil: ἔτι πόρον τέμνω codd. γάμου λυτῆρα;λυτῆρα Pauw: καὶ λυτήρια codd.
Χορος
ἴυζε δ᾽ ὀμφὰν οὐρανίανοὐρανίαν Aldina: οὐράνια codd.
<μέλεαμέλεα add. H. Voss> μέλη λιτανὰ θεοῖς,θεοῖς H. Voss: θεοῖσι καὶ codd.
τέλεα δέ μοι <πῶςπῶς seclusit Tucker καὶ H. Voss: μοι codd.> πελόμενα καὶ
λύσιμα: μάχανμάχαν Paley: μάχιμα codd. δ᾽ ἔπιδε, πάτερ,
βίαια μὴ φαιδρῶςφαιδρῶς Weil: φιλεῖς codd. ὁρῶν
ὄμμασιν ἐνδίκοις.
σεβίζου δ᾽ ἱκέτας σέθεν,
γαιάοχε παγκρατὲς Ζεῦ.
Χορος
γένος γὰρ ΑἰγύπτειονΑἰγύπτειον Hermann: Αἰγύπτιον codd. ὕβριν
δύσφορον ἀρσενογενὲς
μετά με δρόμοισι διόμενοι
φυγάδαφυγάδ᾽ ἀλαλαῖσι Tucker μάταισι πολυθρόοις
βίαια δίζηνται λαβεῖν.
σὸν δ᾽ ἐπίπαν ζυγὸν
ταλάντου. τί δ᾽ ἄνευτί δ᾽ ἄνευ Robortello: πιδανευ M σέθεν
θνατοῖσι τέλειόν ἐστιν;
Χορος
ὀοό, ἀαά:ό ό ό ά ά ά codd.
ὅδε μάρπτιςμάρπτις Turnebus: μάρπις codd. νάιος γάιος.
τῶν πρό, μάρπτι,πρὸ μάρπτι Stephanus: πρόμαρπτι M G κάμνοις:
†ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ
δυΐαν βοὰνβοὰν] βοᾶν codd. ἀμφαίνω.†desperata 828 fortasse καββὰς νῦν Paley, vel καββᾶσα νῦν Campbell
ὁρῶ τάδε φροίμια †πράξανπράξαν] πρόξενα Turnebus: (φροίμι᾽) ἀπάρξαντα Campbell πόνων
βιαίων ἐμῶν. ἠὲ ἠέ.
βαῖνε φυγᾷ πρὸς ἀλκάν:
†βλοσυρόφρονα χλιδᾷ
δύσφορα ναῒ κἀν γᾷ.
γᾶι ἄναξδύσφορα ϝάι᾽: ἐγγαίι᾽ ἄναξ Weil προτάσσου.†corrupta non sananda
<Κηρυξ>
σοῦσθε σοῦσθ᾽ ἐπὶ βᾶ-
ριν ὅπως ποδῶν <ἔχετεἔχετε add. Hartung>
†οὐκοῦν οὐκοῦνσοῦσθ᾽: εἰ δ᾽ οὖν Hartung†corrupta
τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
πολυαίμων φόνιος
ἀποκοπὰ κρατός.
σοῦσθε σοῦσθ᾽† ὀλύμεναι ὀλόμεν᾽ ἐπαμίδα.ἐπαμίδα] ἐπ᾽ ἄμαλα (navem) ex Hesychio Hermann
<Χοροσ>
εἴθ᾽ ἀνὰεἴθ᾽ ἀνὰ Hermann: εἰθάνα codd. πολύρυτονπολύρρυτον M
ἁλμιόενταἁλμιόεντα Hermann: ἁλμήεντα codd. πόρον
δεσποσίῳ ξὺν ὕβρει,
γομφοδέτῳ τε δόρειδόρει Hermann: δορὶ codd. διώλου.
†αἵμονες ὡς ἐπάμιδα
ἠσυδουπιάπιτα†locus frustra tentatus
<Κηρυξ>
κελεύω βοᾶνβοᾶν W. Headlam: βία M μεθέσθαι
†ἴχαρ φρενί τ᾽ ἄταν.†corrupta: εἶθαρ anon. apud Butlerum, φρεναπατᾶν Headlam
ἰοὺ ἰού.ἰοὺ ἰού Hermann: ἰὼ ἰόν M G
λεῖφ᾽ ἕδρανα,ἕδρανα Robortello: ἵδρανα M G κί᾽ ἐς δόρυ,
ἀτίετ᾽ ἂμ πόλιν εὐσεβῶν.
<Χοροσ>
μήποτε πάλιν ἴδοιμ᾽ἀτίετ᾽ ἂμ Hartung: ἀτιέτανα Mἴδοιμ᾽ Butler: εἴδοι (ι supra ει scr.) M
ἀλφεσίβοιον ὕδωρ,
ἔνθεν ἀεξόμενονἀεξόμενον Scaliger: δεξόμενον codd.
ζώφυτον αἷμα βροτοῖσι θάλλει.
†ἄγειοςἄγειος] Α᾽ργεῖος Bothe: ἔγγαιος Weil ἐγὼ βαθυχαῖος
βαθρείας βαθρείας γέρον.†corrupta
<Κηρυξ>
σὺ δ᾽ ἐν ναῒ ναῒ βάσει
τάχα θέλεος ἀθέλεος,
βίᾳ βίᾳ [τε πολλᾷ φροῦδατε πολλᾷ φροῦδα secludit Paley].sed fortasse excidit aliquid e stropha post 851
†βάτεαι βαθυμιτροκακὰ παθῶν
[ὀλόμεναι παλάμαις.†corrupta varie tentata: βᾶθι, πρόκακα <μὴ> παθεῖν ὀλομένα παλάμαις <ἐμαῖς> Paley (ἐμαῖς add. Donaldson): vel fortasse βᾶθι, μὴ πρὸ κακὰ πάθῃς κ.τ.λ.
<Χοροσ>
αἰαῖ αἰαῖ.
αἲαἲ] καὶ codd. γὰρ δυσπαλάμως ὄλοιοὄλοιο add. m
δι᾽ ἁλίρρυτον ἄλσος,
κατὰ Ζαρπηδόνιον
χῶμα πολύψαμμονπολύψαμμον Emper, Hermann: πολυψάμαθον codd. ἀλαθεὶς
ἀερίαις ἐνἀερίαις ἐν Hartung (ἀερίαισιν Hermann): εὐρείαις εἰν M αὔραις.nullae personarum notae in M
Κῆρυχ
ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.
Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορεῖ.
[ἴυζε καὶἴυζε καὶ seclusit Barney]
βόα, χέον πικρότερονχέον πικρότερον scripsi (χέον in fine v. Weil): πικρότερ᾽ ἀχέων codd. οἰζύος νόμον.νόμον Burges: ὄνομ᾽ ἔχων codd.
<Χοροσ>
οἰοῖ οἰοῖ,
λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκωνλύμας Dindorf, ᾇ σὺ Enger, πρὸ γᾶς Hermann, ὑλάσκων Enger: λυμασις ὑπρογασυλασκει (οι supra ει scr.) M
περί, χάμψα,περί, χάμψα, R. Ellis: περιχαμπτὰ codd. βρυάζεις:
ὃς ἐπωπᾷ δ᾽,ὃς ἐπωπᾷ δ᾽ Martin (ἐπωπᾷ σ᾽ Emper): ὃς ἐρωτᾶς M ὁ μέγας
Νεῖλος, ὑβρίζοντά σ᾽ ἀποτρέ-
ψειεν ἄιστονσ᾽ ἀποτρέψειεν ἄιστον Turnebus: σε ἀποτρέψει ἔναιστον codd. ὕβριν.
Κηρυξ
βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφονἀμφίστροφον ex schol. Porson: ἀντίστροφον codd.
ὅσονὅσον Robortello: ὅρον codd. τάχιστα: μηδέ τιςτις Turnebus: τι M σχολαζέτω.
ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμ᾽ ἅζεται.οὐδάμ᾽ ἅζεται Pauw: οὐ δαμάζεται codd.
Χορος
οἰοῖ, πάτερ, βρετῶν ἀπο-
σπάσας μ᾽ ἅλαδ᾽ ἄγειβρετῶν Bamberger, ἀποσπάσας F. W. Newman, μ᾽ ἅλαδ᾽ ἄγει Schütz: βροτιοσα ποσαται μαλδα ἄγει M
ἄραχνος ὡς βάδην.
ὄναρ ὄναρ μέλαν,
ὀτοτοτοῖ,
μᾶ Γᾶ μᾶ Γᾶ, βοᾷβοᾷ Hermann: βοᾶν codd.
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.
Κηρυξ
οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε:
οὐ γάρ μ᾽ ἔθρεψαν, οὐδ᾽ ἐγήρασαν τροφῇ.
Χορος
μαιμᾷμαιμᾷ Robortello: μαιμαι M G πέλας δίπους ὄφις:
ἔχιδν᾽ἔχιδν᾽ scripsi: ἔχιδνα δ᾽ codd. ὥς μέ τιςτις Hermann: τι M
πόδα δακοῦσ᾽ ἔχει.πόδα δακοῦσ᾽ ἔχει Kruse: ποτ᾽ ἐνδακοσαχ M
<ὄναρ ὄναρ μέλαν,post 897 ὄναρ ὄναρ μέλαν addidi>
ὀτοτοτοῖ,
μᾶ Γᾶ μᾶ Γᾶ βοᾷβοᾷ vide ad 890
φοβερὸν ἀπότρεπε,
ὦ βᾶ Γᾶς παῖ Ζεῦ.hi vv. saepius corrupti, et multis locis vix sanandi nisi a codicum testimonio longius aberretur: coniecturas igitur eas modo servavi quae librorum fide satis viderentur firmari
Κηρυξ
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορος
ἰὼ πόλεως ἀγοὶ πρόμοι,πρόμοι Stanley: πρόμνοι codd. δάμναμαι.fortasse dochmiacos duo uterque v. habet: itaque ὦ πόλεως hic et διωλόμεθ᾽ 907 legendum
Κηρυχ
ἕλξειν ἔοιχ᾽ ὑμᾶς ἀποσπάσας κόμης,
ἐπεὶ οὐκ ἀκούετ᾽ ὀξὺοὐκ ἀκούετ᾽ ὀξὺ Porson: οὐ κακοῦ ἔξυ M G τῶν ἐμῶν λόγων.huc transtulit, 909-10 hinc movit, Heathordo codd. numeris minoribus indicatur
<Χοροσ>
διωλόμεσθ᾽: ἄελπτ᾽, ἄναξ,διωλόμεσθ᾽: ἄελπτ᾽, ἄναξ Robortello: διωλόμεσθα ἐπτάναξ codd.: ἄσεπτ᾽ Tucker πάσχομεν.fortasse dochmiacos duo uterque v. habet: itaque ὦ πόλεως hic et διωλόμεθ᾽ 907 legendum
<Κηρυξ>
πολλοὺς ἄνακτας παῖδας Αἰγύπτου, τάχα
ὄψεσθε: θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν.θαρσεῖτ᾽, οὐκ ἐρεῖτ᾽ ἀναρχίαν Robortello: θάρσει τοῦ χερεῖ ταναρχίαν M
Βασιλευς
οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδ᾽ ἀτιμάζεις χθόνα;
ἀλλ᾽ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν δ᾽ὢν δ᾽ Porson: δ᾽ ὢν codd. Ἕλλησιν ἐγχλίεις ἄγαν:
καὶ πόλλ᾽ ἁμαρτὼν οὐδὲν ὤρθωσαςὤρθωσας Robortello: ὤρθωσα M G φρενί.φρενί G: φρενεί M
Κηρυξ
τί δ᾽ ἠμπλάκηται τῶνδ᾽ ἐμοὶ δίκης ἄτερ;
Βασιλευς
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κηρυξ
πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.τἄμ᾽ ὀλωλόθ᾽ ... ἄγω Porson: τἀπολωλόθ᾽ ... ἐγώ codd.
Βασιλευς
ποίοισιν εἰπὼν προξένοιςπροξένοις Victorius: προσξένοις M ἐγχωρίοις;
Κηρυξ
Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
Βασιλευς
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει.
Κηρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλευς
οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω.κλύω Robortello: κάτω M G
Κηρυξ
ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
Βασιλευς
κλαίοιςκλάοις recc.: κλάεις (οι supra scr.) M ἄν, εἰ ψαύσειας, οὐοὐ Robortello: οὐδὲ M G μάλ᾽ ἐς μακράν.
Κηρυξ
ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον.
Βασιλευς
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κηρυξ
λέγοιμ᾽λέγοιμ᾽ Heath: λέγοις codd. ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλευς
ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι.
Κηρυξ
ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς
ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
ἥκεινἥκειν m: ἥκοιν M γυναικῶν αὐτανέψιον στόλον;
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.βίου] βίων bis per errorem citat Plutarchus, Mor. 517 F, 937 F
<Βασιλευσ>
τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν
εἴσι σύ τ᾽ αὐτὸς χοἰεἴσει σύ τ᾽ αὐτὸς χοἰ Bothe: εἰσθιγαυτος χοιϊ M, ἴσως γ᾽ αὐτὸς χ᾽ οἱ m ξυνέμποροι σέθεν.
ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν
ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.λόγος Turnebus: λόγοις M G
τοιάδε δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ
στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶςτῶνδ᾽ ἐφήλωται τορῶς Turnebus: τῶνδε φιλωταὶ τορῶ codd.
γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
<Κηρυξ>
ἔοιγμενἔοιγμεν Cobet: ἴσθιμεν τάδ᾽ codd. ἤδη πόλεμον ἀρεῖσθαιἀρεῖσθαι Cobet: ἐρεισθε codd. (fuerat ἐρισθε) M νέον.
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
<Βασιλευσ>
ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαιςφίλαις Schütz: φίλοις codd. ὀπάοσι
θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.κεκλῃμένην] κεκλημένην (ι supra scr.) M
καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.
ἔνθ᾽ ὑμίνἔνθ᾽ ὑμίν Kirchhoff: εὐθυμεῖν codd. ἐστιν εὐτύκουςεὐτύκους Porson: ἐντυχούση codd. ναίειν δόμουςδόμοις codd.
πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις,
πάρεστιν οἰκεῖν καὶ μονορρύθμουςμονορύθμους M δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
πάρεστι, λωτίσασθε.λωτίσασθε Canter: λωτίσασθαι codd. προστάτης δ᾽ ἐγὼ
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορος
ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσιἀγαθοῖσι Porson: ἀγαθοῖς codd. βρύοις,
δῖε Πελασγῶν.
πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον
πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον
καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
μῆτις, ὅπου χρὴ δώματα ναίειν
καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
ψόγον ἀλλοθρόοις
εὔτυκος:εὔτυκος Spanheim: εὔτυκτος (in M ex εὖ τύκτος factum) codd. εἴη δὲ τὰ λῷστα.
ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ
βάξει λαῶν ἐν χώρῳτῶν ἐγχώρων Hermann, ἐγχώρων Tucker
τάσσεσθε, φίλαι δμωίδες, οὕτως
ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν
Δαναὸς θεραποντίδα φερνήν.
Δαναος
ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖςἐγγενεῖς Heath: ἐκτενεῖς codd.
φίλουςφίλους G: φίλου (ως supra ου scr.) M πικρῶς ἤκουσαν αὐτανεψίοις:αὐτανεψίοις Scaliger: αὐτανεψίους codd.
ἐμοὶ δ᾽ἐμοὶ δ᾽ Stanley: ἐμοῦ δ᾽ (ex ἐμοῦς factum) M ὀπαδοὺς τούσδε καὶ δορυσσόους
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
καὶ μὴ ʼξ ἀέλπτωνμὴ ᾽ξ ἀέλπτων Paley: μήτ᾽ ἀέλπτως codd. δορικανεῖ μόρῳδορικανεῖ μόρῳ Porson: δόρυκ᾽ ἀνημέρῳ M θανὼν
λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.
τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆςἐκ πρυμνῆς scripsi: εὐπρυμνῆ codd. φρενὸς
χάριν σέβεσθαι τιμιωτέραν λέγω.λέγω Schwerdt: ἐμοῦ codd.
καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθεταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε Hermann: ταῦτα μὲν γράψεσθε codd. πρὸς γεγραμμένοιςπρὸς γεγραμμένοις Robortello: προσγεγραμμένους M
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαιἐξελέγχεσθαι Heimsoeth: ὡς ἐλέγχεσθαι codd. χρόνῳ.
πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκονεὔτυκον Spanheim: εὔτυχον codd. φέρει
κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.
τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς:
θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;τί μήν;] τὶ μήν E G: τιμὴν M
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.πεδοστιβῆ Robortello: παιδοστιβῆ M
†καρπώματα στάζοντα κηρύσσει Κύπρις
καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,†locus difficillimus: fortasse καρπῷ δὲ τἀκμάζοντα κηρ. Κύπ. | ἕλωρα καλλύνουσα προσμένειν ἔρῳ (ubi ἀκμάζοντα dederat Auratus, ἕλωρα Oberdick, προσμένειν Paley)
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθηοὕνεκ᾽ ἠρόθη Heath: οὒν ἐκληρώθη M: οὖν ἐκλ. cett. codd. δορί,
μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
πράξωμεν. οἴκησιςοἴκησις Robortello: οἰκήσεις M G δὲ καὶ διπλῆ πάρα:
τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
οἰκεῖν λάτρωνλάτρων (ex Hesych. λάτρον: μίσθιον) Hermann: λατρῶν codd. ἄτερθεν: εὐπετῆ τάδε.
μόνον φύλαξαιφυλάξαι M τάσδ᾽ ἐπιστολὰς πατρός,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορος
τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων:
ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.
εἰ γάρ τι μὴ θεοῖςθεοῖς γὰρ εἴ τι μὴ Weil βεβούλευται νέον,
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
Χορός <Δαναΐδων>
ἴτε μὰν ἀστυάνακτας
μάκαραςμάκαρας Stanley: μακρὰς codd. θεοὺς γανόοντεςγανόοντες scripsi: γανάεντες codd. (γανάοντες Pauw, sed γανάω 'laetari' significat) πολιούχους
τε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου
περιναίουσινπεριναίουσιν Marckscheffel: περιναίετε M G παλαιόν.
ὑποδέξασθε <δ᾽δ᾽ add. Heath: ὑποδέξασθ᾽ codd.> ὀπαδοὶ
μέλος:μέλος Legrand: μένος codd. αἶνοςαἶνος Robortello: αἰνὸς M δὲ πόλιν τάνδε Πελασγῶν
ἐχέτω, μηδ᾽ ἔτι Νείλου
προχοὰςπροχοὰς Robortello: πρὸς χοὰς codd. σέβωμεν ὕμνοις:
Χορός <Δαναΐδων>
ποταμοὺς δ᾽ οἳ διὰ χώρας
θελεμὸνθελεμὸν MGE: θαλερὸν P πῶμα χέουσιν πολύτεκνοι,
λιπαροῖς χεύμασι γαίας
τόδε μειλίσσοντεςμειλίσσοντες Pauw: μελίσσοντες codd. οὖδας.
ἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ
στόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας
γάμος ἔλθοιἔλθοι P: ἔλθει M Κυθερείας:
στυγερῶνστυγερῶν Hermann: στύγειον codd. πέλοι τόδ᾽ ἆθλον.
<Χορός Θεραπαινῶν>
Κύπριδος <δ᾽δ᾽ add. Pauw> οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.
δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ:
τίεται δ᾽ αἰολόμητις
θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
μετάκοινοι δὲδὲ P: δ᾽ αἱ M G φίλᾳ ματρὶ πάρεισιν
Πόθος <ᾇᾇ add. Wellauer> τ᾽ οὐδὲν ἄπαρνον
τελέθει θέλκτοριθέλκτορι Bothe: θεάκτορι M G P Πειθοῖ.πειθοῖ P: πιθοῖ M
δέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας
ψεδυραὶψεδυραὶ Scaliger: ψεδυρα (sine acc. et θ supra δ scr.) M τρίβοι τ᾽ ἐρώτων.
<Χορός Θεραπαινῶν>
φυγάδεσσινφυγάδεσσιν Burges: φυγάδες codd. δ᾽ ἐπιπνοίαςἐπιπνοίας Turnebus: ἐπιπνοίᾳ M E κακά τ᾽ ἄλγη
πολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.
τί ποτ᾽ εὔπλοιαν ἔπραξαν
ταχυπόμποισι διωγμοῖς;
ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.
Διὸς οὐ παρβατόςπαρβατός Askew: παραβάτας M G ἐστιν
μεγάλα φρὴν ἀπέραντος:
μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
προτερᾶνπροτερᾶν Bothe: προτέραν codd. πέλοι γυναικῶν.
<Δαναΐσ>
ὁ μέγας Ζεὺς ἀπαλέξαι
γάμον Αἰγυπτογενῆ μοι.—
<Θεράπαινα>
τὸ μὲν ἂν βέλτατον εἴη:
<Δαναΐσ>
σὺ δὲ θέλγοις ἂν ἄθελκτον.θέλγοις ἂν ἄθελκτον memorat Stephanus: θέλγεις ἀνάθελκτον M—
<Θεράπαινα>
σὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.
<Δαναΐσ>
τί δὲ μέλλω φρένα Δίαν
καθορᾶν, ὄψιν ἄβυσσον;—
<Θεράπαινα>
μέτριον νῦν ἔπος εὔχου:
<Δαναΐσ>
τίνα καιρόν με διδάσκεις;—
<Θεράπαινα>
τὰ θεῶν μηδὲν ἀγάζειν.inter singulos choreutas distribuendi, vel fortasse (ut G. C. W. Schneider volt) inter Danaidum et ancillarum choros
<Χοροσ>
ΖεὺςΖεὺς Robortello: ζεῦ M ἄναξ ἀποστεροί-
η γάμονγάμον P: γάμου M G δυσάνορα
δάιον, ὅσπερ Ἰὼ
πημονᾶς ἐλύσατ᾽ εὖ
χειρὶ παιωνίᾳ κατασχεθών,
εὐμενεῖ βίᾳ κτίσας.κτίσας] θιγὼν Wecklein
<Χοροσ>
καὶ κράτος νέμοι γυναι-
ξίν: τὸ βέλτερον κακοῦ
καὶ τὸτὸ Robortello: τε M G δίμοιρον αἰνῶ,
καὶ δίκᾳδίκᾳ Heath: δίκα codd.Ad finem subscriptum in M: τέλος δεδωκὼς χριστὲ σοὶ χάριν φέρω. δίκας ἕπε-
σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις
μαχαναῖς θεοῦ πάρα.