Text encoded in accordance with the latest EpiDoc standards
Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ
διώρισται καὶ τοῖς ὀνόμασιν. τῶν
μὲν οὖν ἀρχαίων οἱ μὲν τὴν καλουμένην ἁπλῆν γένεσιν ἀλλοίωσιν εἶναι
φασιν, οἱ δʼ ἕτεροι ἀλλοίωσιν καὶ γένεσιν. ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν
λέγουσιν εἶναι καὶ πάντα ἐξ ἑνὸς γεννῶσιν, τούτοις μὲν ἀνάγκη τὴν
γένεσιν ἀλλοίωσιν φάναι καὶ τὸ κυρίως γιγνόμενον ἀλλοιοῦσθαι·
ὅσοι δὲ πλείω τὴν ὕλην ἑνὸς τιθέασιν, οἷον Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας
καὶ Λεύκιππος, τούτοις δὲ ἕτερον. καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν
ἠγνόησεν· λέγει γοῦν ὡς τὸ γίγνεσθαι καὶ ἀπόλλυσθαι ταὐτὸν καθέστηκε τῷ
ἀλλοιοῦσθαι. πολλά δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ
ἕτεροι. Ἐμπεδοκλῆς μὲν γὰρ τὰ μὲν σωματικὰ τέτταρα, τὰ δὲ πάντα μετὰ τῶν
κινούντων ἓξ τὸν ἀριθμόν, Ἀναξαγόρας δὲ ἄπειρα καὶ Λεύκιππος καὶ
Δημόκριτος. ὁ μὲν γὰρ τὰ ὁμοιομερῆ στοιχεῖα τίθησιν, οἷον ὀστοῦν καὶ
σάρκα καὶ μυελόν, καὶ τῶν ἄλλων ὧν ἑκάστῳ συνώνυμον τὸ μέρος ἐστίν·
Δημόκριτος δὲ καὶ Λεύκιππος ἐκ σωμάτων ἀδιαιρέτων τἆλλα
λέγοντες οἱ περὶ
Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα· ὁ μὲν γάρ φησι πῦρ καὶ ὕδωρ καὶ ἀέρα
καὶ γῆν στοιχεῖα τέσσαρα καὶ ἁπλᾶ εἶναι μᾶλλον ἢ σάρκα καὶ ὀστοῦν καὶ τὰ
τοιαῦτα τῶν ὁμοιομερῶν, οἱ δὲ ταῦτα μὲν ἀπλᾶ καὶ στοιχεῖα, γῆν δὲ καὶ
πῦρ καὶ ὕδωρ καὶ ἀέρα σύνθετα· πανσπερμίαν
διαφέρειν τὴν ἀλλοίωσιν
τῆς γενέσεως· συνιόντων γὰρ καὶ διαλυομένων ἡ γένεσις συμβαίνει καὶ ἡ
φθορά. διὸ λέγει τοῦτον τὸν τρόπον καὶ Ἐμπεδοκλῆς, ὅτι φύσις οὐδενός
ἐστιν, ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων. ὅτι μὲν οὖν οἰκεῖος ὁ
λόγος αὐτῶν τῇ ὑποθέσει οὕτω φάναι, δῆλον,
καὶ ὅτι λέγουσι
τὸν τρόπον τοῦτον· ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι
φάναι παρὰ τὴν γένεσιν, ἀδύνατον μέντοι κατὰ τὰ ὑπʼ ἐκείνων λεγόμενα.
τοῦτο δʼ ὅτι λέγομεν ὀρθῶς, ῥᾴδιον συνιδεῖν. ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης
τῆς οὐσίας ἐν αὐτῇ μεταβολὴν κατὰ μέγεθος, τὴν καλουμένην
αὔξησιν καὶ φθίσιν, οὕτω καὶ ἀλλοίωσιν. οὐ μὴν ἀλλʼ ἐξ ὧν λέγουσιν οἱ
πλείους ἀρχὰς ποιοῦντες μιᾶς ἀδύνατον ἀλλοιοῦσθαι. τὰ γὰρ πάθη, καθʼ ἅ
φαμεν τοῦτο συμβαίνειν, διαφοραὶ τῶν στοιχείων εἰσίν, λέγω δʼ οἷον
θερμὸν ψυχρόν, λευκὸν μέλαν, ξηρὸν ὑγρόν, μαλακὸν σκληρὸν καὶ
τῶν ἄλλων ἕκαστον, ὥσπερ καὶ φησὶν Ἐμπεδοκλῆς “ἠέλιον μὲν λευκὸν ὁρᾶν
καὶ θερμὸν ἁπάντῃ, ὄμβρον δʼ ἐν πᾶσιν δνοφόεντά τε ῥιγαλέον τε.” ὁμοίως
δὲ διορίζει καὶ ἐπὶ τῶν λοιπῶν. ὥστʼ εἰ μὴ δυνατὸν ἐκ πυρὸς γενέσθαι
ὕδωρ μηδʼ ἐξ
ἀλλοίωσις. ᾗ καὶ φανερὸν ὅτι μίαν ἀεὶ τοῖς ἐναντίοις
ὑποθετέον ὕλην, ἄν τε μεταβάλλῃ κατὰ τόπον, ἄν τε κατʼ αὔξησιν καὶ
φθίσιν, ἄν τε κατʼ ἀλλοίωσιν. ἔτι δʼ ὁμοίως ἀναγκαῖον εἶναι τοῦτο καὶ
ἀλλοίωσιν· εἴτε γὰρ ἀλλοίωσίς ἐστι, καὶ τὸ ὑποκείμενον ἓν στοιχεῖον καὶ
μία πάντων ὕλη
ἀλλὰ τἆλλα πάντα ἐκ τούτων, ἅμα δʼ ὅταν εἰς ἓν συναγάγῃ τὴν
ἅπασαν φύσιν πλὴν τοῦ νείκους, ἐκ τοῦ ἑνὸς γίγνεσθαι πάλιν ἕκαστον. ὥστʼ
ἐξ ἑνός τινος δῆλον ὅτι διαφοραῖς τισὶ χωριζομένων καὶ πάθεσιν ἐγένετο
τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ, καθάπερ λέγει τὸν μὲν ἥλιον λευκὸν καὶ θερμόν,
τὴν
δὲ γῆν βαρὺ καὶ σκληρόν. ἀφαιρουμένων οὖν τούτων τῶν
διαφορῶν (εἰσὶ γὰρ ἀφαιρεταὶ γενόμεναί γε) δῆλον ὡς ἀνάγκη γίνεσθαι καὶ
γῆν ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, οὐ τότε
μόνον ἀλλὰ καὶ νῦν, μεταβάλλοντά γε τοῖς πάθεσιν. ἔστι δʼ ἐξ ὧν εἴρηκε
δυνάμενα
προσγίνεσθαι καὶ χωρίζεσθαι πάλιν, ἄλλως τε καὶ
μαχομένων ἀλλήλοις ἔτι τοῦ νείκους καὶ τῆς φιλίας. διόπερ καὶ τότε ἐξ
ἑνὸς ἐγεννήθησαν οὐ γὰρ δὴ πῦρ γε καὶ γῇ καὶ ὕδωρ ἔτι ὄντα ἓν ἦν τὸ πᾶν.
ἄδηλον δὲ καὶ πότερον ἀρχὴν αὐτῶν θετέον τὸ ἓν ἢ τὰ πολλά, λέγω δὲ πῦρ
καὶ γῆν
καὶ τὰ σύστοιχα τούτων. ᾗ μὲν γὰρ ὡς ὕλη ὑπόκειται,
ἐξ οὗ μεταβάλλοντα διὰ τὴν κίνησιν γίνονται γῆ καὶ πῦρ, τὸ ἓν στοιχεῖον·
ᾗ δὲ τοῦτο μὲν ἐκ συνθέσεως γίγνεται συνιόντων ἐκείνων, ἐκεῖνα δʼ ἐκ
διαλύσεως, στοιχειωδέστερα ἐκεῖνα καὶ πρότερα τὴν φύσιν.
2 Ὅλως τε δὴ περὶ γενέσεως καὶ φθορὰς τῆς ἁπλῆς λεκτέον, πότερον ἔστιν ἢ
οὐκ ἔστι καὶ πῶς ἐστίν, καὶ περὶ τῶν ἄλλων ἁπλῶν κινήσεων, οἷον περὶ
αὐξήσεως καὶ ἀλλοιώσεως. λάτων μὲν οὖν μόνον περὶ γενέσεως ἐσκέψατο καὶ
φθορᾶς, ὅπως ὑπάρχει τοῖς πράγμασι, καὶ περὶ γενέσεως
οὐ πάσης ἀλλὰ τῆς τῶν στοιχείων· πῶς δὲ σάρκες ἢ ὀστᾶ ἢ τῶν ἄλλων τι τῶν
τοιούτων, οὐδέν· ἔτι οὔτε περὶ ἀλλοιώσεως οὔτε περὶ αὐξήσεως, τίνα
τρόπον ὑπάρχουσι τοῖς πράγμασιν. ὅλως δὲ παρὰ τὰ ἐπιπολῆς περὶ οὐδενὸς
οὐδεὶς ἐπέστησεν ἔξω
Δημοκρίτου. οὗτος δʼ ἔοικε μὲν περὶ
ἁπάντων φροντίσαι, ἤδη
τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, τίνα τρόπον τὸ μὲν ποιεῖ τὸ
δὲ πάσχει τὰς φυσικὰς ποιήσεις. Δημόκριτος δὲ καὶ Λεύκιππος ποιήσαντες
τὰ σχήματα τὴν ἀλλοίωσιν καὶ τὴν γένεσιν ἐκ τούτων ποιοῦσι, διακρίσει
μὲν καὶ συγκρίσει γένεσιν καὶ φθοράν, τάξει δὲ καὶ θέσει ἀλλοίωσιν. ἐπεὶ
δʼ ᾤοντο τἀληθὲς
ἐν τῷ φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ
φαινόμενα, τὰ σχήματα ἄπειρα ἐποίησαν, ὥστε ταῖς μεταβολαῖς τοῦ
συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλῳ καὶ ἄλλῳ, καὶ μετακινεῖσθαι
μικροῦ ἐμμιγνυμένου, καὶ ὅλως ἕτερον φαίνεσθαι ἑνὸς μετακινηθέντος· ἐκ
τῶν αὐτῶν γὰρ τραγῳδία
καὶ κωμῳδία γίνεται γραμμάτων. ἐπεὶ
δὲ δοκεῖ σχεδὸν πᾶσιν ἕτερον εἶναι γένεσις καὶ ἀλλοίωσις, καὶ γίνεσθαι
μὲν καὶ φθείρεσθαι συγκρινόμενα καὶ διακρινόμενα, ἀλλοιοῦσθαι δὲ
μεταβαλλόντων τῶν παθημάτων, περὶ τούτων ἐπιστήσασι θεωρητέον. ἀπορίας
γὰρ ἔχει ταῦτα καὶ πολλὰς καὶ εὐλόγους.
εἰ μὲν γάρ ἐστι
σύγκρισις ἡ γένεσις, πολλά ἀδύνατα συμβαίνει· εἰσὶ δʼ αὖ λόγοι ἕτεροι
ἀναγκαστικοὶ καὶ οὐκ εὔποροι
διαλύειν ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν. εἴτε μή ἐστι
σύγκρισις ἡ γένεσις, ἢ ὅλως οὐκ ἔστι γένεσις ἢ ἀλλοίωσις ἢ εἰ καὶ τοῦτο
διαλῦσαι χαλεπὸν ὂν πειρατέον. ἀρχὴ δὲ τούτων πάντων, πότερον οὕτω
γίνεται καὶ ἀλλοιοῦται καὶ αὐξάνεται
τὰ ὄντα καὶ τἀναντία
τούτοις πάσχει, τῶν πρώτων ὑπαρχόντων μεγεθῶν ἀδιαιρέτων, ἢ οὐθέν ἐστι
μέγεθος ἀδιαίρετον· διαφέρει γὰρ τοῦτο πλεῖστον. καὶ πάλιν εἰ μεγέθη,
πότερον, ὡς Δημόκριτος καὶ Λεύκιππος, σώματα ταῦτʼ ἐστίν, ἢ ὥσπερ ἐν τῷ
Τιμαίῳ, ἐπίπεδα. τοῦτο μὲν οὖν αὐτό,
καθάπερ καὶ ἐν ἄλλοις
εἰρήκαμεν, ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι. διὸ μᾶλλον εὔλογον σώματα
εἶναι ἀδιαίρετα. ἀλλὰ καὶ ταῦτα πολλὴν ἔχει ἀλογίαν. ὅμως δὲ τούτοις
ἀλλοίωσιν καὶ γένεσιν ἐνδέχεται ποιεῖν, καθάπερ εἴρηται, τροπῇ καὶ
διαθιγῇ μετακινοῦντα τὸ αὐτὸ καὶ ταῖς τῶν σχημάτων
διαφοραῖς, ὅπερ ποιεῖ Δημόκριτος. διὸ καὶ χροιὰν
ἡ ἀπειρία. διὸ ὅσοι
ἐνῳκήκασι μᾶλλον ἐν τοῖς φυσικοῖς, μᾶλλον δύνανται ὑποτίθεσθαι τοιαύτας
ἀρχὰς αἳ ἐπὶ πολὺ δύνανται συνείρειν· οἱ δʼ ἐκ τῶν πολλῶν λόγων
ἀθεώρητοι τῶν ὑπαρχόντων ὄντες, πρὸς ὀλίγα βλέψαντες, ἀποφαίνονται ῥᾷον.
ἴδοι δʼ ἄν τις καὶ ἐκ τούτων ὅσον διαφέρουσιν οἱ
φυσικῶς
καὶ λογικῶς σκοποῦντες· περὶ γὰρ τοῦ ἄτομα εἶναι μεγέθη οἱ μέν φασιν ὅτι
τὸ αὐτοτρίγωνον πολλὰ ἔσται, Δημόκριτος δʼ ἂν φανείη οἰκείοις καὶ
φυσικοῖς λόγοις πεπεῖσθαι. δῆλον δʼ ἔσται ὃ λέγομεν προιοῦσιν. ἔχει γὰρ
ἀπορίαν, εἴ τις θείη σῶμά τι εἶναι καὶ μέγεθος πάντῃ διαιρετόν,
καὶ τοῦτο δυνατόν. τί γὰρ ἔσται ὅπερ τὴν διαίρεσιν
διαφεύγει; εἰ γὰρ πάντη διαιρετόν, καὶ τοῦτο δυνατόν, κἂν ἅμα εἴη τοῦτο
πάντῃ διῃρημένον, καὶ εἰ μὴ ἅμα διῄρηται· κἂν εἰ τοῦτο γένοιτο, οὐδὲν ἂν
εἴη ἀδύνατον. οὐκοῦν καὶ κατὰ
τὸ μέσον ὡσαύτως. καὶ ὅλως δὲ εἰ πάντῃ πέφυκε διαιρετόν,
κἂν διαιρεθῇ, οὐδὲν ἔσται ἀδύνατον γεγονός, ἐπεὶ οὐδʼ ἂν εἰς μυρία
μυριάκις διῃρημένα ᾖ, οὐδὲν ἀδύνατον· καίτοι ἴσως οὐδεὶς ἂν διέλοι. ἐπεὶ
τοίνυν πάντῃ τοιοῦτόν ἐστι τὸ σῶμα, διῃρήσθω. τί οὖν ἔσται λοιπόν;
μέγεθος; οὐ γὰρ οἷόν τε· ἔσται
γάρ τι οὐ διῃρημένον, ἦν δὲ
πάντη διαιρετόν. ἀλλὰ μὴν εἰ μηδὲν ἔσται σῶμα μηδὲ μέγεθος, διαίρεσις δʼ
ἔσται, ἢ ἐκ στιγμῶν ἔσται, καὶ ἀμεγέθη ἐξ ὧν σύγκειται, ἢ οὐδὲν
παντάπασιν, ὥστε κἂν γίνοιτο ἐκ μηδενὸς κἂν εἴη συγκείμενον, καὶ τὸ πᾶν
δὴ οὐδὲν ἀλλʼ ἢ φαινόμενον. ὁμοίως δὲ κἂν ᾖ
ἐκ στιγμῶν, οὐκ
ἔσται ποσόν. ὁπότε γὰρ ἥπτοντο καὶ ἓν ἦν μέγεθος καὶ ἅμα ἦσαν, οὐδὲν
ἐποίουν μεῖζον τὸ πᾶν. διαιρεθέντος γὰρ εἰς δύο καὶ πλείω, οὐδὲν ἔλαττον
οὐδὲ μεῖζον τὸ πᾶν τοῦ πρότερον, ὥστε κἂν πὰσαι συντεθῶσιν,
οὐδὲνποιήσουσι μέγεθος. ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένου οἷον ἔκπρισμα
μεγεθῶν μέγεθος
εἶναι. ἔτι δὲ ποῦ ἔσονται καὶ ἀκίνητοι ἢ κινούμεναι αἱ στιγμαί; ἁρή τε
ἀεὶ μία δυοῖν τινῶν, ὡς ὄντος τινὸς παρὰ τὴν ἁρὴν καὶ τὴν διαίρεσιν καὶ
τὴν στιγμήν. εἰ δή τις θήσεται ὁτιοῦν ἢ ὁπηλικονοῦν σῶμα εἶναι πάντῃ
διαιρετόν, πάντα ταῦτα συμβαίνει.
τὸ ξύλον ἤ τι ἄλλο, πάλιν ἴσον τε καὶ ἕν. οὐκοῦν
οὕτως ἔχει δηλονότι κἂν τέμω τὸ ξύλον καθʼ ὁτιοῦν σημεῖον. πάντῃ ἄρα
διήρηται δυνάμει. τί οὖν ἔστι παρὰ τὴν διαίρεσιν; εἰ γὰρ καὶ ἔστι τι
πάθος, ἀλλὰ πῶς εἰς ταῦτα διαλύεται καὶ γίνεται ἐκ τούτων; ἢ πῶς
χωρίζεται ταῦτα;
ἐξ ἁφῶν ἢ
στιγμῶν εἶναι τὰ μεγέθη, ἀνάγκη εἶναι σώματα ἀδιαίρετα καὶ μεγέθη. οὐ
μὴν ἀλλὰ καὶ ταῦτα θεμένοις
ταῦτα
eiicienda.
μὲν γὰρ δυνάμει
διαιρετόν, τὸ δʼ ἐντελεχείᾳ ὑπάρξει. τὸ δʼ εἶναι ἅμα πάντῃ διαιρετὸν
δυνάμει ἀδύνατον δόξειεν ἂν εἶναι. εἰ γὰρ δυνατόν, κἂν γένοιτο, οὐχ ὥστε
εἶναι ἅμα ἄμφω ἐντελεχείᾳ ἀδιαίρετον καὶ διῃρημένον, ἀλλὰ διῃρημένον
καθʼ ὁτιοῦν σημεῖον. οὐδὲν ἄρα ἔσται λοιπόν, καὶ εἰς
ἀσώματον ἐφθαρμένον τὸ σῶμα. καὶ γένοιτο δʼ ἂν πάλιν ἤτοι ἐκ στιγμῶν ἢ
ὅλως ἐξ οὐδενός. καὶ τοῦτο πῶς δυνατόν; ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς
χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω μεγέθη καὶ εἰς ἀπέχοντα καὶ κεχωρισμένα,
φανερόν. οὔτε δὴ κατὰ μέρος διαιροῦντι εἴη ἂν ἄπειρος ἡ θρύψας, οὔτε ἅμα
οἷόν τε διαιρεθῆναι κατὰ πᾶν σημεῖον (οὐ γὰρ δυνατόν)
ἀλλὰ μέχρι του. ἀνάγκη ἄρα ἄτομα ἐνυπάρχειν μεγέθη ἀόρατα, ἄλλως τε καὶ
εἴπερ ἔσται γένεσις καὶ φθορὰ ἡ μὲν διακρίσει ἡ δὲ συγκρίσει. ὁ μὲν οὖν
ἀναγκάζειν δοκῶν λόγος εἶναι μεγέθη ἄτομα οὗτος ἐστίν· ὅτι δὲ λανθάνει
παραλογιζόμενος,
ἔσται διαιρετόν· οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον
σημείου ἢ στιγμὴ στιγμῆς). οὕτω δʼ ἐστὶ διαίρεσις ἢ σύνθεσις. ὥστʼ ἔστι
καὶ διάκρισις καὶ σύγκρισις, ἀλλʼ οὔτʼ εἰς ἄτομα καὶ ἐξ
διαίρεσιν γενέσθαι (εἰ γὰρ ἦν ἐχομένη στιγμὴ στιγμῆς, τοῦτʼ
ἂν ἦν), ἀλλʼ εἰς μικρὰ καὶ ἐλάττω ἐστί, καὶ σύγκρισις ἐξ ἐλαττόνων. ἀλλʼ
οὐχ ἡ ἁπλῆ καὶ τελεία γένεσις συγκρίσει καὶ διακρίσει ὥρισται, ὥς τινές
φασιν, τὴν δʼ ἐν τῷ συνεχεῖ μεταβολὴν ἀλλοίωσιν. ἀλλὰ τοῦτʼ ἐστὶν ἐν ᾧ
σφάλλεται πάντα. ἔστι γὰρ γένεσις ἁπλῆ καὶ φθορὰ οὐ
συγκρίσει καὶ διακρίσει, ἀλλʼ ὅταν μεταβάλλῃ ἐκ τοῦδε εἰς τόδε ὅλον. οἱ
δὲ οἴονται ἀλλοίωσιν πᾶσαν εἶναι τὴν τοιαύτην μεταβολήν· τὸ δὲ διαφέρει.
ἐν γὰρ τῷ ὑποκειμένῳ τὸ μέν ἐστι κατὰ τὸν λόγον, τὸ δὲ κατὰ τὴν ὕλην.
ὅταν μὲν οὖν ἐν τούτοις ᾖ ἡ μεταβολή, γένεσις ἔσται ἢ
φθορά, ὅταν δʼ ἐν τοῖς πάθεσι καὶ κατὰ συμβεβηκός, ἀλλοίωσις.
διακρινόμενα δὲ καὶ συγκρινόμενα εὔφθαρτα γίνεται. ἐὰν μὲν γὰρ εἰς
ἐλάττω ὑδάτια διαιρεθῇ, θᾶττον ἀὴρ γίνεται, ἐάν δὲ συγκριθῇ, βραδύτερον.
μᾶλλον δʼ ἔσται
δῆλον ἐν τοῖς ὕστερον. νῦν δὲ τοσοῦτον
διωρίσθω, ὅτι ἀδύνατον εἶναι τὴν γένεσιν σύγκρισιν, οἵαν δή τινές
φασιν.
Διωρισμένων δὲ τούτων, πρῶτον θεωρητέον πότερον ἔστι 3 τι γινόμενον ἀπλῶς
καὶ φθειρόμενον, ἢ κυρίως μὲν οὐδέν, ἀεὶ δʼ ἔκ τινος καὶ τί, λέγω δʼ
οἷον ἐκ κάμνοντος ὑγιαῖνον
καὶ κάμνον ἐξ ὑγιαίνοντος, ἢ
μικρὸν ἐκ μεγάλου καὶ
μὴ καλοῦ, ἡ δὲ ἁπλῆ ἐξ ἀπλῶς μὴ ὄντος. τὸ δʼ ἀπλῶς ἤτοι τὸ πρῶτον
σημαίνει καθʼ ἑκάστην κατηγορίαν τοῦ ὄντος, ἢ τὸ καθόλου καὶ τὸ πάντα
περιέχον. εἰ μὲν οὖν τὸ πρῶτον, οὐσίας ἔσται γένεσις ἐκ μὴ οὐσίας. ᾧ δὲ
μὴ ὑπάρχει οὐσία μηδὲ τόδε, δῆλον ὡς οὐδὲ τῶν ἄλλων οὐδεμία κατηγοριῶν,
ἂν εἴη τὰ πάθη τῶν οὐσιῶν. εἰ δέ, τὸ μὴ ὂν ὅλως ἀπόφασις
ἔσται καθόλου πάντων, ὥστε ἐκ μηδενὸς ἀνάγκη γίνεσθαι τὸ γινόμενον. περὶ
μὲν οὖν τούτων ἐν ἄλλοις τε διηπόρηται καὶ διώρισται τοῖς λόγοις ἐπὶ
πλεῖον· συντόμως δὲ καὶ νῦν λεκτέον, ὅτι τρόπον μέν τινα ἐκ μὴ ὄντος
ἁπλῶς
γίνεται, τρόπον δὲ ἄλλον ἐξ ὄντος ἀεί· τὸ γὰρ δυνάμει
ὂν ἐντελεχείᾳ δὲ μὴ ὂν ἀνάγκη προϋπάρχειν λεγόμενον ἀμφοτέρως. ὃ δὲ καὶ
τούτων διωρισμένων ἔχει θαυμαστὴν ἀπορίαν, πάλιν ἐπαναποδιστέον, πῶς
ἔστιν ἁπλῆ γένεσις, εἴτʼ ἐκ δυνάμει ὄντος οὖσα εἴτε καί πως ἄλλως.
ἀπορήσειε γὰρ
ἄν τις ἆρʼ ἔστιν οὐσίας γένεσις καὶ τοῦ
τοῦδε, ἀλλὰ μὴ τοῦ τοιοῦδε καὶ τοσοῦδε καὶ ποῦ. τὸν αὐτὸν δὲ τρόπον καὶ
περὶ φθορᾶς. εἰ γάρ τι γίνεται, δῆλον ὡς ἔσται δυνάμει τις οὐσία,
ἐντελεχείᾳ δʼ οὔ, ἐξ ἧς ἡ γένεσις ἔσται καὶ εἰς ἣν ἀνάγκη μεταβάλλειν τὸ
φθειρόμενον. πότερον οὖν ὑπάρξει τι
τούτῳ τῶν ἄλλων
ἐντελεχείᾳ; λέγω δʼ οἷον ἆρʼ ἔσται ποσὸν ἢ ποιὸν ἢ ποῦ τὸ δυνάμει μόνον
τόδε καὶ ὄν, ἁπλῶς δὲ μὴ τόδε μηδʼ ὄν; εἰ γὰρ μηδὲν ἀλλὰ πάντα δυνάμει,
χωριστόν τε συμβαίνει τὸ μὴ οὕτως ὄν, καὶ ἔτι ὁ μάλιστα φοβούμενοι
διετέλεσαν οἱ πρῶτοι φιλοσοφήσαντες, τὸ ἐκ μηδενὸς
γίνεσθαι
προϋπάρχοντος· εἰ δὲ τὸ μὲν εἶναι τόδε τι ἢ οὐσίαν οὐχ ὑπάρξει, τῶν δʼ
ἄλλων τι τῶν εἰρημένων, ἔσται, καθάπερ εἴπομεν, χωριστὰ τὰ πάθη τῶν
οὐσιῶν. περί τε τούτων οὖν ὅσον ἐνδέχεται πραγματευτέον, καὶ τίς αἰτία
τοῦ γένεσιν ἀεὶ εἶναι, καὶ τὴν ἁπλῆν καὶ τὴν κατὰ μέρος.
οὔσης δʼ αἰτίας μιᾶς μὲν ὅθεν τὴν ἀρχὴν εἶναί φαμεν τῆς
ἑτέρας καὶ προτέρας διελεῖν ἐστὶ φιλοσοφίας ἔργον· περὶ δὲ τοῦ διὰ τὸ
συνεχῶς κινεῖσθαι τἆλλα κινοῦντος ὕστερον ἀποδοτέον,
ἀεὶ φθορὰ καὶ
γένεσις οὐχ ὑπολείπει τὴν φύσιν· ἅμα γὰρ ἂν ἴσως τοῦτο γένοιτο δῆλον,
καὶ περὶ τοῦ νῦν ἀπορηθέντος, πῶς ποτὲ δεῖ λέγειν καὶ περὶ τῆς ἁπλῆς
φθορὰς καὶ γενέσεως. ἔχει δʼ ἀπορίαν ἱκανὴν καὶ τί τὸ αἴτιον τοῦ
συνείρειν τὴν γένεσιν, εἴπερ τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν ἀπέρχεται,
τὸ δὲ μὴ ὂν μηδέν ἐστιν· οὔτε γὰρ τὶ οὔτε ποιὸν οὔτε ποσὸν
οὔτε ποῦ τὸ μὴ ὄν. εἴπερ οὖν ἀεί τι τῶν ὄντων ἀπέρχεται, διὰ τί ποτʼ οὐκ
ἀνήλωται πάλαι καὶ φροῦδον τὸ πᾶν, εἴ γε πεπερασμένον ἦν ἐξ οὗ γίνεται
τῶν γινομένων ἕκαστον; οὐ γὰρ δὴ διὰ τὸ ἄπειρον εἶναι ἐξ οὗ γίνεται, οὐχ
ὑπολείπει· τοῦτο γὰρ ἀδύνατον. κατʼ ἐνέργειαν μὲν γὰρ
οὐδέν ἐστιν ἄπειρον, δυνάμει δʼ ἐπὶ τὴν διαίρεσιν, ὥστʼ ἔδει ταύτην
εἶναι μόνην τὴν μὴ ὑπολείπουσαν τῷ γίνεσθαί τι ἀεὶ ἔλαττον· νῦν δὲ τοῦτο
οὐχ ὁρῶμεν. ἆρʼ οὖν διὰ τὸ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν καὶ τὴν
τοῦδε γένεσιν ἄλλου εἶναι
φθορὰν ἄπαυστον ἀναγκαῖον εἶναι
τὴν μεταβολήν; περὶ μὲν οὖν τοῦ γένεσιν εἶναι καὶ φθορὰν ὁμοίως περὶ
ἕκαστον τῶν ὄντων, ταύτην οἰητέον εἶναι πᾶσιν ἱκανὴν αἰτίαν. διὰ τί δέ
ποτε τὰ μὲν ἁπλῶς γίνεσθαι λέγεται καὶ φθείρεσθαι τὰ δʼ οὐχ ἀπλῶς, πάλιν
σκεπτέον, εἴπερ τὸ αὐτό ἐστι γένεσις
μὲν τουδὶ φθορὰ δὲ
τουδί, καὶ φθορὰ μὲν τουδὶ γένεσις δὲ τουδί· ζητεῖ γάρ τινα τοῦτο λόγον.
λέγομεν γὰρ ὅτι φθείρεται νῦν ἀπλῶς, καὶ οὐ μόνον τοδί· καὶ αὕτη μὲν
γένεσις ἀπλῶς, αὕτη δὲ φθορά. τοδὶ δὲ γίνεται μέν τι, γίνεται δʼ ἁπλῶς
οὔ· φαμὲν γὰρ τὸν μανθάνοντα γίνεσθαι μὲν
ἐπιστήμονα,
γίνεσθαι δʼ ἀπλῶς οὔ. καθάπερ οὖν πολλάκις
ἁπλῶς, οἷον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο τὸ ὂν καὶ
τὸ μὴ ὂν εἶναι φάσκων, πῦρ καὶ γῆν. τὸ δὴ ταῦτα ἢ τοιαῦθʼ ἕτερα
ὑποτίθεσθαι διαφέρει οὐδέν· τὸν γὰρ τρόπον ζητοῦμεν, ἀλλʼ οὐ τὸ
ὑποκείμενον. ἡ μὲν οὖν εἰς τὸ μὴ ὂν ἀπλῶς ὁδὸς φθορὰ ἁπλῆ, ἡ δʼ εἰς τὸ
ἀπλῶς ὂν γένεσις
ἁπλῆ. οἷς οὖν διώρισται εἴτε πυρὶ καὶ γῇ
εἴτε ἄλλοις τισί, τούτων ἔσται τὸ μὲν ὂν τὸ δὲ μὲ ὄν. ἕνα μὲν οὖν τρόπον
τούτῳ διοίσει τὸ ἁπλῶς τι γίνεσθαι καὶ φθείρεσθαι τοῦ μὴ ἁπλῶς, ἄλλον δὲ
τῆ ὕλῃ ὁποία τις ἂν ᾖ· ἧς μὲν γὰρ μᾶλλον αἱ διαφοραὶ τόδε τι σημαίνουσι,
μᾶλλον οὐσία,
ἧς δὲ στέρησιν, μὴ ὄν, οἷον τὸ μὲν θερμὸν
κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις. διαφέρουσι δὲ γῆ καὶ
πῦρ καὶ ταύταις ταῖς διαφοραῖς. δοκεῖ δὲ μᾶλλον τοῖς πολλοῖς τῷ αἰσθητῷ
καὶ μὴ αἰσθητῷ διαφέρειν· ὅταν μὲν γὰρ εἰς αἰσθητὴν μεταβάλλῃ ὕλην,
γίνεσθαί φασιν, ὅταν
δʼ εἰς ἀφανῆ, φθείρεσθαι· τὸ γὰρ ὂν
καὶ τὸ μὴ ὂν τῷ αἰσθάνεσθαι καὶ τῷ μὴ αἰσθάνεσθαι διορίζουσιν, ὥσπερ τὸ
μὲν ἐπιστητὸν ὄν, τὸ δʼ ἄγνωστον μὴ ὄν· ἡ γάρ αἴσθησις ἐπιστήμης ἔχει
δύναμιν. καθάπερ οὖν αὐτοὶ τῷ αἰσθάνεσθαι ἢ τῷ δύνασθαι καὶ ζῆν καὶ
εἶναι νομίζουσιν, οὕτω καὶ τὰ
πράγματα, τρόπον τινὰ
διώκοντες τἀληθές, αὐτὸ δὲ λέγοντες οὐκ ἀληθές. συμβαίνει δὴ κατὰ δόξαν
καὶ κατʼ ἀλήθειαν ἄλλως τὸ γίνεσθαί τε ἁπλῶς καὶ τὸ φθείρεσθαι· πνεῦμα
γὰρ καὶ ἀὴρ κατὰ μὲν τὴν αἴσθησιν ἧττόν ἐστιν (διὸ καὶ τὰ φθειρόμενα
ἀπλῶς τῇ εἰς ταῦτα μεταβολῇ φθείρεσθαι
λέγουσιν, γίνεσθαι
δʼ ὅταν εἰς ἁπιὸν καὶ εἰς γῆν μεταβάλλῃ), κατὰ δʼ ἀλήθειαν μᾶλλον τόδε
τι καὶ εἶδος ταῦτα τῆς γῆς. τοῦ μὲν οὖν εἶναι τὴν μὲν ἁπλῆν γένεσιν
φθορὰν οὖσάν τινος, τὴν δὲ φθορὰν
νῦν τρόπον
— νῦν μὲν γὰρ τοσοῦτον διώρισται, τί δή ποτε πάσης γενέσεως οὔσης φθορᾶς
ἄλλου, καὶ πάσης φθορὰς οὔσης ἑτέρου τινὸς γενέσεως, οὐχ ὁμοίως
ἀποδίδομεν τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι τοῖς εἰς ἄλληλα μεταβάλλουσιν·
τὸ δʼ ὕστερον εἰρημένον οὐ τοῦτο διαπορεῖ, ἀλλὰ τί ποτε τὸ μανθάνον μὲν
οὐ
λέγεται ἀπλῶς γίνεσθαι ἀλλὰ γίνεσθαι ἐπιστῆμον, τὸ δὲ
φυόμενον γίνεσθαι. ταῦτα δὲ διώρισται ταῖς κατηγορίαις· τὰ μὲν γὰρ τόδε
τι σημαίνει, τὰ δὲ τοιόνδε, τὰ δὲ ποσόν. ὅσα οὖν μὴ οὐσίαν σημαίνει, οὐ
λέγεται ἁπλῶς, ἀλλὰ τὶ γίνεσθαι. οὐ μὴν ἀλλʼ ὁμοίως ἐν πᾶσι γένεσις μὲν
κατὰ τὰ ἐν
τῇ ἑτέρᾳ συστοιχίᾳ λέγεται, οἷον ἐν μὲν οὐσίᾳ
ἐὰν πῦρ ἀλλʼ οὐκ ἐὰν γῆ, ἐν δὲ τῷ ποιῷ ἐὰν ἐπιστῆμον ἀλλʼ οὖχ ὅταν
ἀνεπιστῆμον. περὶ μὲν οὖν τοῦ τὰ μὲν ἀπλῶς γίνεσθαι τὰ δὲ μή, καὶ ὅλως
⟨καὶ⟩ ἐν ταῖς οὐσίαις αὐταῖς, εἴρηται, καὶ διότι τοῦ γένεσιν εἶναι
συνεχῶς αἰτία ὡς ὕλη τὸ ὑποκείμενον, ὅτι
μεταβλητικόν ἐστιν
εἰς τἀναντία, καὶ ἔστιν ἡ θατέρου γένεσις ἀεὶ ἐπὶ τῶν οὐσιῶν ἄλλου φθορὰ
καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις. ἀλλὰ μὴν οὐδʼ ἀπορῆσαι δεῖ διὰ τί
γίνεται ἀεὶ ἀπολλυμένων· ὥσπερ γὰρ καὶ τὸ φθείρεσθαι ἁπλῶς φασίν, ὅταν
εἰς ἀναίσθητον ἔλθῃ καὶ τὸ μὴ ὄν, ὁμοίως καὶ γίνεσθαι ἐκ
μὴ
ὄντος φασίν, ὅταν ἐξ ἀναισθήτου. εἴτʼ οὖν ὄντος τινὸς τοῦ ὑποκειμένου
εἴτε μή, γίνεται ἐκ μὴ ὄντος. ὥστε ὁμοίως καὶ γίνεται ἐκ μὴ ὄντος καὶ
φθείρεται εἰς τὸ μὴ ὄν. εἰκότως οὖν οὐχ ὑπολείπει· ἡ γὰρ γένεσις φθορὰ
τοῦ μὴ ὄντος, ἡ δὲ φθορὰ γένεσις τοῦ μὴ ὄντος. ἀλλὰ τοῦτο τὸ μὴ ὂν ἁπλῶς
ἀπορήσειεν ἄν τις πότερον τὸ ἕτερον τῶν ἐναντίων ἐστίν,
οἷον γῆ καὶ τὸ βαρύ μὴ ὄν, πῦρ δὲ καὶ τὸ κοῦφον τὸ ὄν, ἢ οὔ, ἀλλ᾿
4 Περὶ δὲ γενέσεως καὶ ἀλλοιώσεως λέγωμεν τί διαφέρουσιν· φαμὲν γὰρ
ἑτέρας εἶναι ταύτας τὰς μεταβολάς ἀλλήλων. ἐπειδὴ οὖν ἐστί τι τὸ
ὑποκείμενον καὶ ἕτερον τὸ πάθος ὃ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι πέφυκεν,
καὶ ἔστι μεταβολὴ ἑκατέρου τούτων, ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος
τοῦ
ὑποκειμένου, αἰσθητοῦ ὄντος, μεταβάλλῃ ἐν τοῖς αὑτοῦ
πάθεσιν, ἢ ἐναντίοις οὖσιν ἢ μεταξύ, οἷον τὸ σῶμα ὑγιαίνει καὶ πάλιν
κάμνει ὑπομένον γε ταὐτό, καὶ ὁ χαλκὸς στρογγύλος, ὁτὲ δὲ γωνιοειδὴς ὁ
αὐτός γε ὤν. ὅταν δʼ ὅλον μεταβάλλῃ μὴ ὑπομένοντος αἰσθητοῦ τινὸς ὡς
ὑποκειμένου τοῦ
αὐτοῦ, ἀλλʼ οἷον ἐκ τῆς γονῆς αἷμα πάσης ἢ
ἐξ ὕδατος ἀὴρ ἢ ἐξ ἀέρος παντὸς ὕδωρ, γένεσις ἤδη τὸ τοιοῦτον, τοῦ δὲ
φθορά, μάλιστα δέ, ἂν ἡ μεταβολὴ γίνηται ἐξ ἀναισθήτου εἰς αἰσθητὸν ἢ
ἀφῇ ἢ πάσαις ταῖς αἰσθήσεσιν, οἷον ὅταν ὕδωρ γένηται ἢ φθαρῇ εἰς ἀέρα· ὁ
γὰρ ἀὴρ ἐπιεικῶς ἀναίσθητον.
ἐν δὲ τούτοις ἄν τι ὑπομένῃ
πάθος τὸ αὐτὸ ἐναντιώσεως ἐν τῷ γενομένῳ καὶ τῷ φθαρέντι, οἷον ὅταν ἐξ
ἀέρος ὕδωρ, εἰ ἄμφω διαφανῇ ἢ ὑγρά, οὐ δεῖ τούτου θάτερον πάθος εἶναι
εἰς ὃ μεταβάλλει. εἰ δὲ μή, ἔσται ἀλλοίωσις, οἷον ὁ μουσικὸς ἄνθρωπος
ἐφθάρη, ἄνθρωπος δʼ ἄμουσος ἐγένετο,
ὁ δʼ ἄνθρωπος ὑπομένει
τὸ αὐτό. εἰ μὲν οὖν τούτου μὴ πάθος ἦν καθʼ αὑτὸν ἡ μουσικὴ καὶ ἡ
ἀμουσία, τοῦ μὲν γένεσις ἦν ἄν, τοῦ δὲ φθορά διὸ ἀνθρώπου μὲν ταῦτα
πάθηι ἀνθρώπου δὲ μουσικοῦ καὶ ἀνθρώπου ἀμούσου γένεσις καὶ
φθορά· νῦν δὲ πάθος τοῦτο τοῦ ὑπομένοντος. διὸ ἀλλοίωσις τὰ
τοιαῦτα. ὅταν μὲν οὖν κατὰ τὸ ποσὸν ᾖ ἡ μεταβολὴ τῆς ἐναντιώσεως, αὔξη
καὶ φθίσις, ὅταν δὲ κατὰ τόπον, φορά, ὅταν δὲ κατὰ πάθος καὶ τὸ ποιόν,
ἀλλοίωσις, ὅταν δὲ μηδὲν
ἐναντιώσεών τινων. περὶ μὲν οὖν γενέσεως καὶ
φθορᾶς, εἴτε ἔστιν εἴτε μή, καὶ πῶς ἔστι, καὶ περὶ ἀλλοιώσεως διωρίσθω
τοῦτον τὸν τρόπον.
5 Περὶ δὲ αὐξήσεως λοιπὸν εἰπεῖν, τί τε διαφέρει γενέσεως καὶ ἀλλοιώσεως,
καὶ πῶς αὐξάνεται τῶν αὐξανομένων
ἕκαστον καὶ φθίνει ὁτιοῦν
τῶν φθινόντων. σκεπτέον δὴ πρῶτον πότερον μόνως ἐν τῷ περὶ ὅ ἐστιν αὐτῶν
ἡ πρὸς ἄλληλα διαφορά, οἷον ὅτι ἡ μὲν ἐκ τοῦδε εἰς τόδε μεταβολή, οἷον
ἐκ δυνάμει οὐσίας εἰς ἐντελεχείᾳ οὐσίαν, γένεσίς ἐστιν, ἡ δὲ περὶ
μέγεθος αὔξησις καὶ φθίσις, ἡ δὲ περὶ πάθος ἀλλοίωσις·
ἀμφότερα δὲ ἐκ δυνάμει ὄντων εἰς ἐντελέχειαν μεταβολὴ τῶν εἰρημένων
ἐστίν, ἢ καὶ ὁ τρόπος διαφέρει τῆς μεταβολῆς· φαίνεται γὰρ τὸ μὲν
ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης μεταβάλλον κατὰ τόπον, οὐδὲ τὸ γινόμενον, τὸ
δʼ αὐξανόμενον καὶ τὸ φθῖνον, ἄλλον δὲ τρόπον τοῦ φερομένου. τὸ
μὲν γάρ φερόμενον ὅλον ἀλλάττει τόπον, τὸ δʼ αὐξανόμενον
ὥσπερ τὸ ἐλαυνόμενον· τούτου γὰρ μένοντος τὰ μόρια μεταβάλλει κατὰ
τόπον, οὐχ ὥσπερ τὰ τῆς σφαίρας· τὰ μὲν γὰρ ἐν τῷ ἴσῳ τόπῳ μεταβάλλει
τοῦ ὅλου μένοντος, τὰ δὲ τοῦ αὐξανομένου ἀεὶ ἐπὶ πλείω τόπον, ἐπʼ ἐλάττω
δὲ
τὰ τοῦ φθίνοντος. ὅτι μὲν οὖν ἡ μεταβολὴ διαφέρει οὐ
μόνον περὶ ὁ ἀλλὰ καὶ ὥς τοῦ τε γινομένου καὶ ἀλλοιουμένου καὶ
αὐξανομένου, δῆλον. περὶ δὲ ὅ ἐστιν ἡ μεταβολὴ ἡ τῆς αὐξήσεως καὶ ἡ τῆς
φθίσεως (περὶ μέγεθος δὲ δοκεῖ εἶναι τὸ αὐξάνεσθαι καὶ φθίνειν), ποτέρως
ὑποληπτέον, πότερον ἐκ
καὶ ἀμεγέθους γίνεσθαι σῶμα καὶ
μέγεθος, καὶ τούτου διχῶς ἐνδεχομένου λέγειν, ποτέρως ἡ αὔξησις
γίγνεται; πότερον ἐκ κεχωρισμένης ⟨ἢ⟩ αὐτῆς καθʼ αὑτὴν τῆς ὕλης, ἢ
ἐνυπαρχούσης ἐν ἄλλῳ σώματι; ἢ ἀδύνατον ἀμφοτέροως. χωριστὴ μὲν γὰρ οὖσα
ἢ οὐδένα καθέξει τόπον, ἢ οἷον στιγμή
ὥστε καὶ γίγνεσθαι ἐντελεχείᾳ. ἔτι δʼ οὐδʼ οὕτω
φαίνεται γιγνόμενος ἀὴρ ἐξ ὕδατος, οἷον ἐξιὼν ὑπομένοντος. βέλτιον
τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην ὡς οὖσαν τὴν αὐτὴν καὶ μίαν τῷ
ἀριθμῷ, τῷ λόγῳ δὲ μὴ μίαν. ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον οὐδὲ γραμμὰς
τὴν τοῦ σώματος ὕλην διὰ
τὰς αὐτὰς αἰτίας. ἐκεῖνο δὲ οὗ
ταῦτα ἔσχατα, ἡ ὕλη, ἣν οὐδέποτʼ ἄνευ πάθους οἷόν τε εἶναι οὐδʼ ἄνευ
μορφῆς. γίγνεται μὲν οὖν ἁπλῶς ἕτερον ἐξ ἑτέρου, ὥσπερ καὶ ἐν ἄλλοις
διώρισται, καὶ ὑπό τινος δὲ ἀεὶ ἐντελεχείᾳ ὄντος, ἢ ὁμοιοειδοῦς ἢ
ὁμογενοῦς, οἷον πῦρ ὑπὸ πυρὸς ἢ ἄνθρωπος ὑπʼ ἀνθρώπου,
ἢ
ὑπʼ ἐντελεχείας· σκληρὸν γὰρ οὐχ ὑπὸ σκληροῦ γίνεται. ἐπεὶ δʼ ἐστὶ καὶ
οὐσίας ὕλη σωματικῆς, σώματος δʼ ἤδη τοιουδί (σῶμα γὰρ κοινὸν οὐδέν), ἡ
αὐτὴ καὶ μεγέθους καὶ πάθους ἐστί, τῷ μὲν λόγῳ χωριστή, τόπῳ δʼ οὐ
χωριστή, εἰ μὴ καὶ τὰ πάθη χωριστά. φανερὸν δὴ ἐκ τῶν διηπορημένων ὅτι
εἶναι] ἐνεῖναι al. 19. ἀεὶ om. al.
ἡ γὰρ αὔξησίς
ἐστι τοῦ ἐνυπάρχοντος μεγέθους ἐπίδοσις, ἡ δὲ φθίσις μείωσις. διὸ δὴ
ἔχειν τι δεῖ μέγεθος τὸ αὐξανόμενον. ὥστʼ οὐκ ἐξ ἀμεγέθους ὕλης δεῖ
εἶναι τὴν αὔξησιν εἰς ἐντελέχειαν μεγέθους· γένεσις γὰρ ἂν εἴη σώματος
μᾶλλον, οὐκ αὔξησις. ληπτέον δὴ μᾶλλον οἷον ἁπτομένους
φθίνειν. ἀναγκαῖον δὴ ἢ ἀσωμάτῳ αὐξάνεσθαι ἢ σώματι. εἰ μὲν οὖν ἀσωμάτῳ,
ἔσται χωριστὸν τὸ κενόν· ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν, ὥσπερ
εἴρηται πρότερον. εἰ δὲ σώματι, δύο ἐν τῷ αὐτῷ σώματα τόπῳ ἔσται, τό τε
αὐξόμενον καὶ τὸ αὖξον· ἔστι δὲ καὶ τοῦτο ἀδύνατον. ἀλλὰ μὴν
οὐδʼ οὕτως ἐνδέχεται λέγειν γίνεσθαι τὴν αὔξησιν ἢ τὴν φθίσιν, ὥσπερ
ὅταν ἐξ ὕδατος ἀήρ· τότε γὰρ μείζων ὁ ὄγκος γέγονεν· οὐ γὰρ αὔξησις
τοῦτο ἀλλά γένεσις μὲν τοῦ εἰς ὃ μετέβαλεν ἔσται, φθορὰ δὲ τοῦ ἐναντίου·
αὔξησις δὲ οὐδετέρου, ἀλλʼ ἢ οὐδενὸς ἢ εἴ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τῷ
γινομένῳ
καὶ τῷ φθαρέντι, οἷον εἰ σῶμα. τὸ δʼ ὕδωρ οὐκ
ηὔξηται οὐδʼ ὁ ἀήρ, ἀλλὰ τὸ μὲν ἀπόλωλε τὸ δὲ γέγονεν· τὸ σῶμα δέ,
εἴπερ, ηὔξηται. ἀλλὰ καὶ τοῦτʼ ἀδύνατον. δεῖ γὰρ σώζειν τῷ λόγῳ τὰ
ὑπάρχοντα τῷ αὐξανομένῳ καὶ φθίνοντι. ταῦτα δὲ τρία ἐστίν, ὧν ἓν μέν
ἐστι τὸ ὁτιοῦν μέρος μεῖζον γίγνεσθαι
τοῦ αὐξανομένου
μεγέθους, οἷον εἰ σὰρξ τῆς σαρκός, καὶ προσιόντος τινός, καὶ τρίτον
σωζομένου τοῦ αὐξανομένου καὶ
εἰ δὴ ἔσται ἡ εἰρημένη αὔξησις,
ἐνδέχοιτʼ ἂν μηδενός γε προσιόντος μηδὲ ὑπομένοντος αὐξάνεσθαι καὶ
μηδενὸς ἀπιόντος φθίνειν καὶ μὴ ὑπομένειν τὸ αὐξανόμενον. ἀλλὰ δεῖ τοῦτο
σώζειν· ὑπόκειται γὰρ ἡ αὔξησις τοιοῦτον. ἀπορήσειε δʼ ἄν τις καὶ τί
ἐστι τὸ αὐξανόμενον, πότερον ᾧ προστίθεταί
τι, οἷον εἰ τὴν
κνήμην αὐξάνει, αὕτη μείζων, ᾧ δὲ αὐξάνει, ἡ τροφή, οὔ. διὰ τί δὴ οὖν
οὐκ ἄμφω ηὔξηται; μεῖζον γὰρ καὶ ὃ καὶ ᾧ, ὥσπερ ὅταν μίξῃς οἶνον ὕδατι·
ὁμοίως γὰρ πλεῖον ἑκάτερον. ἢ ὅτι τοῦ μὲν μένει ἡ οὐσία, τοῦ δʼ οὔ, οἷον
τῆς τροφῆς, ἐπεὶ καὶ ἐνταῦθα τὸ ἐπικρατοῦν λέγεται ἐν
τῇ
μίξει, οἷον ὅτι οἶνος· ποιεῖ γὰρ τὸ τοῦ οἴνου ἔργον ἀλλʼ οὐ
κἀκεῖνο. ἀλλὰ τὸ
ἀλλοιοῦν καὶ ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ αὐξανομένῳ καὶ τῷ ἀλλοιουμένῳ· ἐν
τούτοις γὰρ τὸ κινοῦν, ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτʼ ἄν ποτε μεῖζον, καὶ
τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα, οἷον εἰ εἰσελθὸν γένοιτο πνεῦμα. ἀλλʼ ἔφθαρταί
γε τοῦτο παθόν, καὶ τὸ κινοῦν οὐκ ἐν τούτῳ. ἐπεὶ δὲ
διηπόρηται περὶ αὐτῶν ἱκανῶς, δεῖ καὶ τῆς ἀπορίας πειρᾶσθαι λύσιν
εὐρεῖν, σώζοντας τὸ ὑπομένοντός τε τοῦ αὐξανομένου καὶ προσιόντος τινὸς
αὐξάνεσθαι, ἀπιόντος δὲ φθίνειν, ἔτι δὲ τὸ ὁτιοῦν σημεῖον αἰσθητὸν ἢ
μεῖζον ἢ ἔλαττον γεγονέναι, καὶ μήτε κενὸν εἶναι τὸ σῶμα μήτε δύο ἐν τῷ
αὐτῷ
τόπῳ μεγέθη μήτε ἀσωμάτῳ αὐξάνεσθαι. ληπτέον δὲ τὸ
αἴτιον διορισαμένοις πρῶτον ἓν μὲν ὅτι τὰ ἀνομοιομερῆ
οὐκ
om. Bekker errore typogr.
τοιούτων μορίων ἐστὶ διττόν, ὥσπερ καὶ τῶν
ἄλλων τῶν ἐν ὕλῃ εἶδος ἐχόντων· καὶ γὰρ ἡ ὕλη λέγεται καὶ τὸ εἶδος σὰρξ
ἢ ὀστοῦν. τὸ οὖν ὁτιοῦν μέρος αὐξάνεσθαι καὶ προσιόντος τινὸς κατὰ μὲν
τὸ εἶδός ἐστιν ἐνδεχόμενον, κατὰ δὲ τὴν ὕλην οὐκ ἔστιν. δεῖ γὰρ νοῆσαι
ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ
ὕδωρ· ἀεὶ γὰρ ἄλλο καὶ
ἄλλο τὸ γινόμενον. οὕτω δʼ αὐξάνεται ἡ ὕλη τῆς σαρκός, καὶ οὐχ ὁτῳοῦν
παντὶ προσγίνεται, ἀλλὰ τὸ μὲν ὑπεκρεῖ τὸ δὲ προσέρχεται· τοῦ δὲ
σχήματος καὶ τοῦ εἴδους ὁτῳοῦν μορίῳ. ἐπὶ δὲ τῶν ἀνομοιομερῶν τοῦτο
μᾶλλον δῆλον, οἷον χειρός, ὅτι ἀνάλογον ηὔξηται· ἡ
γὰρ ὕλη
ἑτέρα οὖσα δήλη μᾶλλον τοῦ εἴδους ἐνταῦθα ἢ ἐπὶ σαρκὸς καὶ τῶν
ὁμοιομερῶν· διὸ καὶ τεθνεῶτος μᾶλλον ἂν δόξειεν εἶναι ἔτι σὰρξ καὶ
ὀστοῦν ἢ χεὶρ καὶ βραχίων. ὥστε ἔστι μὲν ὡς ὁτιοῦν τῆς σαρκὸς ηὔξηται,
ἔστι δʼ ὡς οὔ. κατὰ μὲν γὰρ τὸ εἶδος ὁτῳοῦν προσελήλυθεν, κατὰ δὲ τὴν
ὕλην οὔ.
μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν
τινος, ὃ καλεῖται
ᾧ αὐξάνεται. φανερὸν δὴ ὅτι δυνάμει ἐκεῖνο, οἷον εἰ
σάρξ, δυνάμει σάρκα. ἐντελεχείᾳ ἄρα ἄλλο· φθαρὲν δὴ τοῦτο σὰρξ γέγονεν.
οὐκοῦν οὐ τοῦτʼ αὐτὸ καθʼ αὑτό· γένεσις γὰρ ἂν ἦν, οὐκ αὔξησις· ἀλλὰ τὸ
αὐξανόμενον τούτῳ. τί οὖν παθὸν ὑπὸ τούτου ηὐξήθη; ἢ μιχθέν, ὥσπερ οἴνῳ
εἴ τις ἐπιχέοι ὕδωρ, ὁ
δὲ δύναιτο οἶνον ποιεῖν τὸ μιχθέν.
καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ, οὕτως ἐν τῷ αὐξανομένῳ καὶ ὄντι
ἐντελεχείᾳ σαρκὶ τὸ ἐνὸν αὐξητικὸν προσελθόντος δυνάμει σαρκὸς ἐποίησεν
ἐντελεχείᾳ σάρκα. οὐκοῦν ἄμα ὄντος· εἰ γὰρ
αὐτὰ
τὰ ξύλα ἀφθῇ, γένεσις. ποσὸν. δὲ τὸ μὲν καθόλου οὐ γίνεται, ὥσπερ οὐδὲ
ζῷον ὃ μήτʼ ἄνθρωπος μήτε τῶν καθʼ ἕκαστα· ἀλλʼ ὡς ἐνταῦθα τὸ καθόλου,
κἀκεῖ τὸ ποσόν. σὰρξ δὲ ἢ ὀστοῦν ἢ χεὶρ καὶ τούτων τὰ ὁμοιομερῆ.
προσελθόντος μὲν δή τινος ποσοῦ οὔκ, ἀλλὰ σαρκὸς ποσῆς. ᾗ μὲν οὖν
δυνάμει τὸ συναμφότερον, οἷον ποσὴ σάρξ, ταύτῃ μὲν αὔξει·
καὶ γὰρ ποσὴν δεῖ γενέσθαι καὶ σάρκα· ᾗ δὲ μόνον σάρξ, τρέφει· ταύτῃ γὰρ
διαφέρει τροφὴ καὶ αὔξησις τῷ λόγῳ. διὸ τρέφεται μὲν ἕως ἂν σώζηται καὶ
φθῖνον, αὐξάνεται δὲ οὐκ ἀεί. καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ
δʼ εἶναι ἄλλο· ᾗ μὲν γάρ ἐστι τὸ προσιὸν δυνάμει ποσὴ σάρξ,
ταύτῃ μὲν αὐξητικὸν σαρκός, ᾗ δὲ μόνον δυνάμει σάρξ, τροφή. τοῦτο δὲ τὸ
εἶδος ἄνευ ὕλης, οἷον ἄϋλος δύναμίς τις ἐν ὕλῃ ἐστίν. ἐὰν δέ τις προσίῃ
ὕλη, οὖσα δυνάμει ἄϋλος, ἔχουσα καὶ τὸ ποσὸν δυνάμει, οὕτως ἔσονται
μείζους
ἄϋλοι. ἐὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλʼ οἷον ὕδωρ
οἴνῳ ἀεὶ πλεῖον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσις τοῦ
ποσοῦ, οὐδὲ τὸ εἶδος μένει.
6 Ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων
πάντες γὰρ οἵ τε τὰ στοιχεῖα γεννῶντες καὶ οἱ τὰ ἐκ τῶν στοιχείων
διακρίσει χρῶνται καὶ συγκρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν. ἔστι δʼ ἡ
σύγκρισις μίξις· πῶς δὲ μίγνυσθαι λέγομεν, οὐ διώρισται σαφῶς. ἀλλὰ μὴν
οὐδʼ ἀλλοιοῦσθαι
δυνατόν, οὐδὲ διακρίνεσθαι καὶ συγκρίνεσθαι, μηδενὸς
ποιοῦντος μηδὲ πάσχοντος· καὶ γὰρ οἱ πλείω τὰ στοιχεῖα ποιοῦντες γεννῶσι
τῷ ποιεῖν καὶ πάσχειν ὑπʼ ἀλλήλων, καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν
ποίησιν, καὶ τοῦτʼ ὀρθῶς λέγει Διογένης, ὅτι εἰ μὴ ἐξ ἑνὸς ἅπαντα, οὐκ
ἂν ἦν τὸ ποεῖν καὶ
τὸ πάσχειν ὑπʼ ἀλλήλων, οἷον τὸ θερμὸν
ψύχεσθαι καὶ τοῦτο θερμαίνεσθαι πάλιν· οὐ γὰρ ἡ θερμότης μεταβάλλει καὶ
ἡ ψυχρότης εἰς ἄλληλα, ἀλλὰ δῆλον ὅτι τὸ ὑποκείμενον. ὥστε ἐν οἷς τὸ
ποιεῖν ἐστὶ καὶ τὸ πάσχειν, ἀνάγκη τούτων μίαν εἶναι τὴν ὑποκειμένην
φύσιν. τὸ μὲν οὖν πάντʼ
εἶναι τοιαῦτα φάσκειν οὐκ ἀληθές,
ἀλλʼ ἐν ὅσοις τὸ ὑπʼ ἀλλήλων ἐστίν. ἀλλὰ μὴν εἰ περὶ τοῦ ποιεῖν καὶ
πάσχειν καὶ περὶ μίξεως θεωρητέον, ἀνάγκη καὶ περὶ ἁρῆς· οὔτε γὰρ ποιεῖν
ταῦτα καὶ πάσχειν δύναται κυρίως ἃ μὴ οἷόν τε ἅψασθαι ἀλλήλων, οὔτε μὴ
ἁψάμενά πως ἐνδέχεται μιχθῆναι
πρῶτον. ὥστε περὶ τριῶν
τούτων διοριστέον, τί ἁρὴ καὶ τί μίξις καὶ τί ποίησις. ἀρχὴν δὲ λάβωμεν
τήνδε. ἀνάγκη γὰρ τῶν ὄντων ὅσοις ἐστὶ μίξις, εἶναι ταῦτʼ ἀλλήλων
ἁπτικά· κἂν εἴ τι ποιεῖ, τὸ δὲ πάσχει κυρίως, καὶ τούτοις ὡσαύτως. διὸ
πρῶτον λεκτέον περὶ ἁφῆς. σχεδὸν μὲν οὖν,
ὥσπερ καὶ τῶν
ἄλλων ὀνομάτων ἕκαστον λέγεται πολλαχῶς, καὶ τὰ μὲν ὁμωνύμως τὰ δὲ
θάτερα ἀπὸ τῶν ἑτέρων καὶ τῶν προτέρων, οὕτως ἔχει καὶ περὶ ἁρῆς. ὅμως
δὲ τὸ κυρίως λεγόμενον ὑπάρχει τοῖς ἔχουσι θέσιν. θέσις δʼ οἷσπερ
ὅσα διωρισμένα
μεγέθη καὶ θέσιν ἔχοντα ἅμα ἔχει τὰ ἔσχατα. ἐπεὶ δὲ θέσις μὲν ὅσοις καὶ
τόπος ὑπάρχει, τόπου δὲ διαφορὰ πρώτη τὸ ἄνω καὶ κάτω καὶ τὰ τοιαῦτα τῶν
ἀλλήλων, ὧν διῃρημένων
μεγεθῶν ἅμα τὰ ἔσχατά ἐστιν, ὄντων κινητικῶν καὶ κινητῶν ὑπʼ ἀλλήλων.
ἐπεὶ δὲ τὸ κινοῦν οὐχ ὁμοίως κινεῖ τὸ κινούμενον, ἀλλὰ τὸ μὲν ἀνάγκη
κινούμενον καὶ αὐτὸ κινεῖν, τὸ δʼ ἀκίνητον ὄν, δῆλον ὅτι καὶ ἐπὶ τοῦ
ποιοῦντος ἐροῦμεν ὡσαύτως· καὶ γὰρ τὸ κινοῦν ποιεῖν τί φασι
καὶ τὸ ποιοῦν κινεῖν. οὐ μὲν ἀλλὰ διαφέρει γε καὶ δεῖ διορίζειν· οὐ γὰρ
οἷόν τε πὰν τὸ κινοῦν ποιεῖν, εἴπερ τὸ ποιοῦν ἀντιθήσομεν τῷ πάσχοντι.
τοῦτο δʼ οἷς ἡ κίνησις πάθος. πάθος δὲ καθʼ ὅσον ἀλλοιοῦται μόνον, οἷον
τὸ λευκὸν καὶ τὸ θερμόν· ἀλλὰ τὸ κινεῖν ἐπὶ πλέον τοῦ ποιεῖν ἐστίν.
ἐκεῖνο δʼ οὖν
φανερόν, ὅτι ἔστι μὲν ὡς τὰ κινοῦντα τῶν
κινητῶν ἅπτοιτ’ ἄν, ἔστι δʼ ὡς οὔ. ἀλλʼ ὁ διορισμὸς τοῦ ἅπτεσθαι καθόλου
μὲν ὁ τῶν θέσιν ἐχόντων καὶ τοῦ μὲν κινητικοῦ τοῦ δὲ κινητοῦ, πρὸς
ἄλληλα δὲ κινητικοῦ καὶ κινητοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ τὸ
πάσχειν. ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολύ τὸ ἁπτόμενον
ἁπτομένου
ἁπτόμενον· καὶ γὰρ κινεῖ κινούμενα πάντα σχεδὸν τὰ ἐμποδών, ὅσοις ἀνάγκη
καὶ φαίνεται τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου· ἔστι δʼ ὡς ἐνίοτέ φαμεν τὸ
κινοῦν ἅπτεσθαι μόνου τοῦ κινουμένου, τὸ δʼ ἁπτόμενον μὴ ἅπτεσθαι
ἁπτομένου· ἀλλὰ διὰ τὸ κινεῖν κινούμενα τὰ ὁμογενῆ, ἀνάγκη δοκεῖ
εἶναι ἁπτομένου ἅπτεσθαι. ὥστε εἴ τι κινεῖ ἀκίνητον ὄν,
ἐκεῖνο μὲν ἂν ἅπτοιτο τοῦ κινητοῦ, ἐκείνου δὲ οὐδέν· φαμὲν γὰρ ἐνίοτε
τὸν λυποῦντα ἅπτεσθαι ἡμῶν, ἀλλʼ οὐκ αὐτοὶ ἐκείνου. περὶ μὲν οὖν ἁρῆς
τῆς ἐν τοῖς φυσικοῖς διωρίσθω τοῦτον τὸν τρόπον.
7 Περὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν λεκτέον ἐφεξῆς. παρειλήφαμεν
μᾶλλον ποητικὸν ἢ παθητικὸν εἶναι θάτερον θατέρου (πάντα γὰρ
ὁμοίως ὑπάρχειν ταὐτὰ τοῖς ὁμοίοις), τὰ δʼ ἀνόμοια καὶ τὰ διάφορα ποιεῖν
καὶ πάσχειν εἰς ἄλληλα πέφυκεν. καὶ γὰρ ὅταν τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ
πλείονος φθείρηται, διὰ τὴν ἐναντίωσιν τοῦτό φασι πάσχειν· ἐναντίον γὰρ
εἶναι
τὸ πολὺ τῷ ὀλίγῳ. Δημόκριτος δὲ παρὰ τοὺς ἄλλους
ἰδίως ἔλεξε μόνος· φησὶ γὰρ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι τό τε ποιοῦν καὶ τὸ
πάσχον· οὐ γὰρ ἐγχωρεῖν τὰ ἕτερα καὶ διαφέροντα πάσχειν ὑπʼ ἀλλήλων,
ἀλλὰ κἂν ἕτερα ὄντα ποιῇ τι εἰς ἄλληλα, οὖχ ᾗ ἕτερα ἀλλʼ ᾗ ταὐτόν τι
ὑπάρχει)
ταύτῃ τοῦτο συμβαίνειν αὐτοῖς. τὰ μὲν οὖν λεγόμενα
ταῦτʼ ἐστίν, ἐοίκασι δὲ οἱ τοῦτον τὸν τρόπον λέγοντες ὑπεναντία
φαίνεσθαι λέγειν. αἴτιον δὲ τῆς ἐναντιολογίας ὅτι δέον ὅλον τι θεωρῆσαι
μέρος τι τυγχάνουσι λέγοντες ἑκάτεροι· τό τε γὰρ ὅμοιον καὶ τὸ πάντη
πάντως ἀδιάφορον εὔλογον μὴ πάσχειν
ὑπὸ τοῦ ὁμοίου μηθέν
(τί γὰρ μᾶλλον θάτερον ἔσται ποιητικὸν ἢ θάτερον; εἴ τε ὑπὸ τοῦ ὁμοίου
τι πάσχειν δυνατόν, καὶ αὐτὸ ὑφʼ αὑτοῦ· καίτοι τούτων οὕτως ἐχόντων
οὐδὲν ἂν εἴη οὔτε ἄφθαρτον οὔτε ἀκίνητον, εἴπερ τὸ ὅμοιον ᾗ ὅμοιον
ποιητικόν· αὐτὸ γὰρ αὑτὸ κινήσει πᾶν), τό τε παντελῶς ἕτερον
καὶ τὸ μηθαμῇ ταὐτὸν ὡσαύτως· οὐδὲν γὰρ ἂν πάθοι λευκότης ὑπὸ γραμμῆς
ἢ γραμμὴ ὑπὸ λευκότητος, πλὴν εἰ μή που κατὰ συμβεβηκός, οἷον εἰ
συμβέβηκε λευκὴν ἢ μέλαιναν εἶναι τὴν γραμμήν· οὐκ ἐξίστησι γὰρ ἄλληλα
τῆς φύσεως ὅσα μήτʼ ἐναντία μήτʼ ἐξ ἐναντίων ἐστίν. ἀλλʼ ἐπεὶ
οὐ τὸ τυχὸν πέφυκε πάσχειν καὶ ποιεῖν, ἀλλʼ ὅσα ἢ ἐναντία ἐστὶν ἢ
ἐναντίωσιν ἔχει, ἀνάγκη καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον τῷ γένει μὲν ὅμοιον
εἶναι καὶ ταὐτό, τῷ δʼ εἴδει ἀνόμοιον καὶ ἐναντίον· πέφυκε γὰρ σῶμα μὲν
ὑπὸ σώματος, χυμὸς δʼ ὑπὸ χυμοῦ, χρῶμα δʼ ὑπὸ χρώματος πάσχεῖν,
μὲν γένει ταὐτὰ καὶ ὅμοια τῷ δʼ
εἴδει ἀνόμοια, τοιαῦτα δὲ τἀναντία, φανερὸν ὅτι παθητικὰ καὶ ποιητικὰ
ἀλλήλων ἐστὶ τά τʼ ἐναντία καὶ τὰ μεταξύ· καὶ γὰρ ὅλως φθορὰ καὶ γένεσις
ἐν τούτοις. διὸ καὶ εὔλογον ὔδη τό τε πῦρ θερμαίνειν καὶ τὸ ψυχρὸν
ψύχειν, καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν
ἑαυτῷ τὸ πάσχον· τό
τε γὰρ ποιοῦν καὶ τὸ πάσχον ἐναντία ἐστί, καὶ ἡ γένεσις εἰς τοὐναντίον,
ὥστʼ ἀνάγκη τὸ πάσχον εἰς τὸ ποιοῦν μεταβάλλειν· οὕτω γὰρ ἔσται εἰς
τοὐναντίον ἡ γένεσις. καὶ κατὰ λόγον δὴ τὸ μὴ ταὐτὰ λέγοντας ἀμφοτέρους
ὅμως ἅπτεσθαι τῆς φύσεως. λέγομεν γὰρ πάσχειν
ὁτὲ μὲν τὸ
ὑποκείμενον, οἷον ὑγιάζεσθαι τὸν ἄνθρωπον καὶ θερμαίνεσθαι καὶ ψύχεσθαι
καὶ τἆλλα τὸν αὐτὸν τρόπον, ὁτὲ δὲ θερμαίνεσθαι μὲν τὸ ψυχρόν,
ὑγιάζεσθαι δὲ τὸ κάμνον· ἀμφότερα δʼ ἐστὶν ἀληθῆ. τὸν αὐτὸν δὲ τρόπον
καὶ ἐπὶ τοῦ ποιοῦντος· ὁτὲ μὲν γὰρ τὸν ἄνθρωπόν φαμεν θερμαίνειν,
ὁτὲ δὲ τὸ θερμόν· ἔστι μὲν γὰρ ὡς ἡ ὕλη πάσχει, ἔστι δʼ ὡς
τοὐναντίον. οἱ μὲν οὖν εἰς ἐκεῖνο βλέψαντες ταὐτόν τι δεῖν ᾠήθησαν τὸ
ποιοῦν ἔχειν καὶ τὸ πάσχον, οἱ δʼ εἰς θάτερα τοὐναντίον. τὸν αὐτὸν δὲ
λόγον ὑποληπτέον εἶναι περὶ τοῦ ποιεῖν καὶ πάσχειν ὅνπερ καὶ περὶ τοῦ
κινεῖν καὶ κινεῖσθαι.
διχῶς γὰρ λέγεται καὶ τὸ κινοῦν· ἐν ᾧ
τε γὰρ ἡ ἀρχὴ τῆς κινήσεως, δοκεῖ τοῦτο κινεῖν (ἡ γὰρ ἀρχὴ πρώτη τῶν
αἰτίων), καὶ πάλιν τὸ ἔσχατον πρὸς τὸ κινούμενον καὶ τὴν γένεσιν. ὁμοίως
δὲ καὶ περὶ τοῦ ποιοῦντος· καὶ γὰρ τὸν ἰατρόν φαμεν ὑγιάζειν καὶ τὸν
οἶνον. τὸ μὲν οὖν πρῶτον κινοῦν
οὐδὲν κωλύει ἐν μὲν κινήσει
ἀκίνητον εἶναι· ἐπʼ ἐνίων δὲ καὶ ἀναγκαῖον· τὸ δʼ ἔσχατον ἀεὶ κινεῖν
κινούμενον. ἐπὶ δὲ ποιήσεως
ὄντα, οἷον ἡ
ἰατρική· αὐτὴ γὰρ ποιοῦσα ὑγίειαν οὐδὲν πάσχει
μορφήν, ταῦτα μὲν ἀπαθῆ τῶν ποιητικῶν,
ὅσα δʼ ἐν ὕλῃ, παθητικά. τὴν μὲν γὰρ ὕλην λέγομεν ὁμοίως ὡς εἰπεῖν τὴν
αὐτὴν εἶναι τῶν ἀντικειμένων ὁποτερουοῦν, ὥσπερ γένος ὄν, τὸ δὲ
δυνάμενον θερμὸν εἶναιπαρόντος τοῦ θερμαντικοῦ καὶ πλησιάζοντος ἀνάγκη
θερμαίνεσθαι· διὸ καθάπερ εἴρηται, τὰ
μὲν τῶν ποιητικῶν
ἀπαθῆ τὰ δὲ παθητικά. καὶ ὥσπερ ἐπὶ κινήσεως, τὸν αὐτὸν ἔχει τρόπον καὶ
ἐπὶ τῶν ποιητικῶν· ἐκεῖ τε γὰρ τὸ πρώτως κινοῦν ἀκίνητον, καὶ ἐπὶ τῶν
ποιητικῶν τὸ πρῶτον ποιοῦν ἀπαθές. ἔστι δὲ τὸ ποιητικὸν αἴτιον ὡς ὅθεν ἡ
ἀρχὴ τῆς κινήσεως. τὸ δʼ οὗ ἕνεκα, οὐ ποιητικόν. διὸ
ἡ
ὑγίεια οὐ ποιητικόν, εἰ μὴ κατὰ μεταφοράν· καὶ γὰρ τοῦ μὲν ποιοῦντος
ὅταν ὑπάρχῃ, γίγνεταί τι τὸ πάσχον, τῶν δʼ ἕξεων παρουσῶν οὐκέτι
γίνεται, ἀλλʼ ἔστιν ἤδη· τὰ δʼ εἴδη καὶ τὰ τέλη ἕξεις τινές, ἡ δʼ ὕλη
ὕλη παθητικόν. τὸ μὲν οὖν πῦρ ἔχει ἐν ὕλῃ τὸ θερμόν· εἰ δέ τι εἴη θερμὸν
χωριστόν,
τοῦτο οὐθὲν ἂν πάσχοι. τοῦτο μὲν οὖν ἴσως
ἀδύνατον εἶναι χωριστόν· εἰ δʼ ἐστὶν ἔνια τοιαῦτα, ἐπʼ ἐκείνων ἂν εἴη τὸ
λεγόμενον ἀληθές. τί μὲν οὖν τὸ ποιεῖν καὶ πάσχειν ἐστὶ καὶ τίσιν
ὑπάρχει καὶ διὰ τί καὶ πῶς, διωρίσθω τοῦτον τὸν τρόπον.
8 Πῶρ δὲ ἐνδέχεται τοῦτο συμβαίνειν, πάλιν λέγωμεν. τοῖς μὲν οὖν δοκεῖ
πάσχειν ἕκαστον διά τινων πόρων εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ
κυριωτάτου, καὶ τοῦτον τὸν τρόπον καὶ ὁρᾶν καὶ ἀκούειν ἡμᾶς φασὶ καὶ τὰς
ἄλλας αἰσθήσεις αἰσθάνεσθαι πάσας, ἔτι δὲ ὁρᾶσθαι διά τε ἀέρος καὶ
ὕδατος
καὶ τῶν διαφανῶν, διὰ τὸ πόρους ἔχειν ἀοράτους μὲν
πάντων ἑνὶ λόγῳ διωρίκασι Λεύκιππος καὶ Δημόκριτος,
ἀρχὴν
τοῦτο δὲ μηδὲν διαφέρειν, εἴ τις οἴεται μὴ συνεχὲς εἶναι τὸ
πᾶν ἀλλʼ ἅπτεσθαι διῃρημένον, τού φάναι πολλὰ καὶ μὴ ἓν εἶναι καὶ κενόν.
εἰ μὲν γὰρ πάντῃ διαιρετόν, οὐθὲν εἶναι ἕν, ὥστε οὐδὲ πολλά, ἀλλὰ κενὸν
τὸ ὅλον· εἰ δὲ τῇ μὲν τῇ δὲ μή, πεπλασμένῳ τινὶ τοῦτʼ ἐοικέναι· μέχρι
πόσου
γὰρ καὶ διὰ τί τὸ μὲν οὕτως ἔχει τοῦ ὅλου καὶ πλῆρές
ἐστι, τὸ δὲ διηρημένον; ἔτι ὁμοίως φάναι ἀναγκαῖον μὴ εἶναι κίνησιν. ἐκ
μὲν οὖν τούτων τῶν λόγων, ὑπερβάντες τὴν αἴσθησιν καὶ παριδόντες αὐτὴν
ὡς τῷ λόγῳ δέον ἀκολουθεῖν, ἓν καὶ ἀκίνητον τὸ πᾶν εἶναί φασι καὶ
ἄπειρον ἔνιοι· τὸ γὰρ πέρας
περαίνειν ἂν πρὸς τὸ κενόν. οἱ
μὲν οὖν οὕτως καὶ διὰ ταύτας τὰς αἰτίας ἀπεφήναντο περὶ τῆς ἀληθείας·
ἐπεὶ δὲ ἐπὶ μὲν τῶν λόγων δοκεῖ ταῦτα συμβαίνειν, ἐπὶ δὲ τῶν πραγμάτων
μανίᾳ παραπλήσιον εἶναι τὸ δοξάζειν οὕτως· οὐδένα γὰρ τῶν μαινομένων
ἐξεστάναι τοσοῦτον ὥστε τὸ πῦρ ἓν εἶναι δοκεῖν
καὶ τὸν
κρύσταλλον, ἀλλὰ μόνον τὰ καλὰ καὶ τὰ φαινόμενα διὰ συνήθειαν, ταῦτʼ
ἐνίοις διὰ τῆν μανίαν οὐθὲν δοκεῖν διαφέρειν. Λεύκιππος δʼ ἔχειν ᾠήθη
λόγους οἵ τινες πρὸς τὴν αἴσθησιν ὁμολογούμενα λέγοντες οὐκ ἀναιρήσουσιν
οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλῆθος τῶν ὄντων.
ὁμολογήσας
οὐχ ἕν, ἀλλʼ ἄπειρα
τὸ πλῆθος καὶ ἀόρατα διὰ σμικρότητα τῶν ὄγκων. ταῦτα δʼ ἐν τῷ κενῷ
φέρεσθαι (κενὸν γὰρ εἶναι), καὶ συνιστάμενα μὲν γένεσινποιεῖν,
διαλυόμενα δὲ φθοράν. ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα·
ταύτῃ γὰρ οὐχ ἓν εἶναι. καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννᾶν· ἐκ
δὲ τοῦ κατʼ ἀλήθειαν ἑνὸς οὐκ ἂν γενέσθαι πλῆθος, οὐδʼ
ἐκ τῶν ἀληθῶς πολλῶν ἕν, ἀλλʼ εἷναι τοῦτʼ ἀδύνατον, ἀλλʼ
στερεῶν.
σχεδὸν δὲ καὶ Ἐμνπεδοκλεῖ ἀναγκαῖον λέγειν, ὥσπερ καὶ Λεύκιππός φησιν·
εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντῃ πόροι συνεχεῖς εἰσίν.
τοῦτο δʼ ἀδόνατον· οὐθὲν γὰρ ἔσται ἕτερον στερεὸν παρὰ τοὺς πόρους, ἀλλὰ
πᾶν κενόν. ἀνάγκη ἄρα τὰ μὲν ἁπτόμενα εἶναι ἀδιαίρετα,
τὰ
δὲ μεταξὺ αὐτῶν κενά, οὓς ἐκεῖνος λέγει πόρους. οὕτως δὲ καὶ Λεύκιππος
λέγει περὶ τοῦ ποιεῖν καὶ πάσχειν· οἱ μὲν οὖν τρόποι καθʼ οὓς τὰ μὲν
ποιεῖ τὰ δὲ πάσχει, σχεδὸν οὗτοι λέγονται· καὶ περὶ μὲν τούτων, καὶ πῶς
λέγουσι, δῆλον, καὶ πρὸς τὰς αὐτῶν θέσεις αἷς χρῶνται σχεδὸν
ὁμολογουμένως
φαίνεται συμβαῖνον. τοῖς δʼ ἄλλοις ἧττον,
οἷον Ἐμπεδοκλεῖ τίνα τρόπον ἔσται γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις, οὐ
δῆλον. τοῖς μὲν γάρ ἐστιν ἀδιαίρετα τὰ πρῶτα τῶν σωμάτων, σχήματι
διαφέροντα μόνον, ἐξ ὧν πρώτων σύγκειται καὶ εἰς ἃ ἔσχατα διαλύεται·
Ἐμπεδοκλεῖ δὲ
γένεσιν καὶ τὴν φθοράν, αὐτῶν δὲ τούτων πῶς γίνεται καὶ
φθείρεται τὸ σωρευόμενον μέγεθος, οὔτε δῆλον οὔτε ἐνδέχεται λέγειν αὐτῷ
μὴ λέγοντι καὶ τοῦ πυρὸς εἶναι στοιχεῖον, ὁμοίως δὲ καὶ τῶν ἄλλων
ἀπάντων, ὥσπερ ἐν τῷ Τιφιαίῳ γέγραφε Πλάτων· τοσοῦτον γὰρ διαφέρει τοῦ
μὴ τὸν αὐτὸν
τρόπον Λεύκιππῳ λέγειν, ὅτι ὁ μὲν στερεά ὁ δʼ
ἐπίπεδα λέγει τὰ ἀδιαίρετα, καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν
ἀδιαιρέτων στερεῶν ἕκαστον, ὁ δὲ ὡρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι
λέγουσι καὶ ὡρισμένα σχήμασιν. ἐκ δὴ τούτων αἱ γενέσεις καὶ αἱ
διακρίσεις Λευκίππῳ μὲν δύο
τρόποι ἂν εἶεν, διά τε τοῦ
κενοῦ καὶ διὰ τῆς ἁρῆς (ταύτῃ γὰρ διαιρετὸν ἕκαστον), Πλάτωνι δὲ κατὰ
τὴν ἁρὴν μόνον· κενὸν γὰρ οὐκ εἶναί φησιν. καὶ περὶ μὲν τῶν ἀδιαιρέτων
ἐπιπέδων εἰρήκαμεν ἐν τοῖς πρότερον λόγοις· περὶ δὲ τῶν ἀδιαιρέτων
στερεῶν τὸ μὲν ἐπὶ πλέον θεωρῆσαι τὸ συμβαῖνον
ἀφείσθω τὸ
νῦν, ὡς δὲ μικρὸν παρεκβᾶσιν εἰπεῖν, ἀναγκαῖον ἀπαθές τε ἕκαστον λέγειν
τῶν ἀδιαιρέτων (οὐ γὰρ οἶόν
προσήκειν τῶν σχημάτων. ἄτοπον δὲ κἂν εἰ
ταῦτα μὲν ὑπάρχει, λέγω δὲ θερμότης καὶ ψυχρότης, βαρύτης δὲ καὶ
κουφότης καὶ σκληρότης καὶ μαλακότης μὴ ὑπάρξει· καίτοι βαρύτερόν γε
κατὰ τὴν ὑπεροχήν φησιν εἶναι Δημόκριτος ἕκαστον τῶν ἀδιαιρέτων, ὥστε
δῆλον ὅτι καὶ θερμότερον.
τοιαῦτα δʼ ὄντα μὴ πάσχειν ὑπʼ
ἀλλήλων ἀδύνατον, οἷον ὑπὸ τοῦ πολὺ ὑπερβάλλοντος θερμοῦ τὸ ἠρέμα
θερμόν. ἀλλὰ μὴν εἰ σκληρόν, καὶ μαλακόν. τὸ δὴ μαλακὸν ἤδη τῷ πάσχειν
τι λέγεται· τὸ γὰρ ὑπεικτικὸν μαλακόν. ἀλλὰ
μὴν ἄτοπον καὶ εἰ μηθὲν ὑπάρχει ἀλλʼ ἢ μόνον σχῆμα· καὶ εἰ
ὑπάρχει, ἓν δὲ μόνον, οἷον τὸ μὲν ψυχρὸν τὸ δὲ θερμόν· οὐδὲ γὰρ ἂν μία
τις εἴη ἡ φύσις αὐτῶν. ὁμοίως δὲ ἀδύνατον καὶ εἰ πλείω τῷ ἑνί·
ἀδιαίρετον γὰρ ὂν ἐν τῷ αὐτῷ ἕξει τὰ πάθη, ὥστε καὶ ἐὰν πάσχῃ εἴπερ
ψύχεται,
ταὐτῷ τοι καὶ ἄλλο τι ποιήσει ἢ πείσεται. τὸν
αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων παθημάτων· τοῦτο γὰρ καὶ τοῖς στερεὰ
καὶ τοῖς ἐπίπεδα λέγουσιν ἀδιαίρετα συμβαίνει τὸν αὐτὸν τρόπον· οὕτε γὰρ
μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς
ἀδιαιρέτοις. ἔτι δʼ ἄτοπον καὶ
τὸ μικρὰ μὲν ἀδιαίρετα
εἶναι, μεγάλα δὲ μή· νῦν μὲν γὰρ εὐλόγως τὰ μείζω θραύεται μᾶλλον τῶν
μικρῶν· τὰ μὲν γὰρ διαλύεται ῥᾳδίως, οἷον τὰ μεγάλα· προσκόπτει γὰρ
πολλοῖς· τὸ δὲ ἀδιαίρετον ὅλως διὰ τί μᾶλλον ὑπάρχει τῶν μεγάλων τοῖς
μικροῖς, ἔτι δὲ πότερον μία πάντων
ἡ φύσις ἐκείνων τῶν
στερεῶν, ἢ διαφέρει θάτερα τῶν ἑτέρων, ὥσπερ ἂν εἰ τὰ μὲν εἴη πύρινα, τὰ
δὲ γήινα τὸν ὄγκον; εἰ μὲν γὰρ μία φύσις ἐστὶν ἀπάντων, τί τὸ χωρίσαν; ἢ
δια τί οὐ γίγνεται ἁψάμενα ἕν, ὥσπερ ὕδωρ ὕδατος ὅταν θίγῃ; οὐδὲν γὰρ
διαφέρει τὸ ὕστερον τοῦ προτέρου. εἰ δʼ ἕτερα, ποῖα
ταῦτα;
καὶ δῆλον ὡς ταῦτα θετέον ἀρχὰς καὶ αἰτίας τῶν
ἄλλο δʼ κινούμενον, ἢ κατὰ ταὐτὸ
τἀναντία ὑπάρξει, καὶ ἡ ὕλη οὐ μόνον ἀριθμῷ ἔσται μία ἀλλὰ καὶ δυνάμει.
ὅσοι μὲν οὖν διὰ τῆς τῶν πόρων τρήσεώς φασι τὰ πάθη συμβαίνειν, εἰ μὲν
καὶ πεμπληρωμένων τῶν πόρων, περίεργον οἱ πόροι· εἰ γὰρ ταύτῃ τι πάσχει
τὸ πᾶν, κἂν μὴ πόρους
ἔχον ἀλλʼ αὐτὸ συνεχὲς ὂν πάσχοι τὸν
αὐτὸν τρόπον. ἔτι
αὑτοῖς ἔχειν, ταὐτὸ συμβήσεται πάλιν. εἰ δὲ τηλικαῦτα
τὸ μέγεθος ὥστε μὴ δέχεσθαι σῶμα μηδέν, γελοῖον τὸ μικρὸν μὲν οἴεσθαι
κενὸν εἶναι, μέγα δὲ μὴ μηδʼ ὁπηλικονοῦν, ἢ τὸ κενὸν ἄλλο τι οἴεσθαι
λέγειν πλὴν χώραν σώματος, ὥστε δῆλον ὅτι παντὶ σώματι τὸν ὄγκον ἴσον
ἔσται κενόν.
ὅλως δὲ τὸ πόρους ποιεῖν περίεργον· εἰ μὲν γὰρ
μηδὲν ποιεῖ κατὰ τὴν ἁρήν, οὐδὲ διά τῶν πόρων ποιήσει διιόν· εἰ δὲ τῷ
ἅπτεσθαι, καὶ μὴ πόρων ὄντων τὰ μὲν πείσεται τὰ δὲ ποιήσει τῶν πρὸς
ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων. ὅτι μὲν οὖν οὕτως λέγειν τοὺς πόρους
ὥς τινες ὑπολαμβάνουσιν,
ἢ ψεῦδος ἢ μάταιον, φανερὸν ἐκ
τούτων ἐστίν· διαιρετῶν δʼ ὄντων πάντῃ τῶν σωμάτων πόρους ποιεῖν
γελοῖον· ᾗ γὰρ διαιρετά, δύναται χωρίζεσθαι.
9 Τίνα δὲ τρόπον ὑπάρχει τοῖς οὖσι γεννᾶν καὶ ποιεῖν καὶ πάσχειν, λέγωμεν
λαβόντες ἀρχὴν τὴν πολλάκις εἰρημένην.
εἰ γάρ ἐστι τὸ μὲν
δυνάμει τὸ δʼ ἐντελεχείᾳ τοιοῦτον, πέφυκεν οὐ τῇ μὲν τῇ δʼ οὐ πάσχειν,
ἀλλὰ πάντῃ καθʼ ὅσον ἐστὶ τοιοῦτον, ἧττον δὲ καὶ μᾶλλον ᾗ τοιοῦτον
μᾶλλόν ἐστι καὶ ἧττον· καὶ ταύτῃ πόρους ἄν τις λέγοι μᾶλλον, καθάπερ ἐν
τοῖς μεταλλευομένοις διατείνουσι τοῦ παθητικοῦ φλέβες
συνεχεῖς. συμφυὲς μὲν οὖν ἕκαστον καὶ ἓν ὂν ἀπαθές. ὁμοίως
πάσχειν. τὸ δὲ τῇ μὲν
οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας ἐν ἀρχῇ τοῦτο λεκτέον. εἰ μὲν γὰρ
μὴ πάντῃ διαιρετὸν τὸ μέγεθος, ἀλλʼ ἔστι σῶμα ἀδιαίρετον ἢ πλάτος,
τοῦτο ψσὔδος καὶ πᾶν σῶμα διαιρετόν, οὐδὲν διαφέρει
διηρῆσθαι μὲν ἄπτεσθαι δέ, ἢ διαιρετὸν εἶναι· εἰ γὰρ διακρίνεσθαι
δύναται κατὰ τὰς ἀράς, ὥσπερ φασί τινες, κἂν μήπω ἡ διηρημένον, ἔσται
διρρημένον· δυνατὸν γὰρ διαιρεθῆναι· γίνεται γὰρ ούθὲν ἀδύνατον. ὅλως
δὲτὸ τοῦτον γίνεσθαι
τὸν τρόπον μόνον σχιζομένων τῶν
σωμάτων ἄτοπον· ἀναιρεῖ γὰρ οὗτος ὁ λόγος ἀλλοίωσιν, ὁρῶμεν δὲ τὸ αὐτὸ
σῶμα συνεχὲς ὅν ὁτὲ μὲν ὑγρὸν ὖτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ συνθέσει
τοῦτο παθόν, οὐδὲ τροπῇ καὶ διαθιγῇί καθάπερ λέγει Δημόκριτος· οὔτε γὰρ
μετατεθὲν οὔτε μεταταχθὲν τὴν
φύσιν πεπηγὸς ἐξ ὑγροῦ
γέγονεν· οὐδʼ ἐνυπάρχει τὰ σκληρὰ καὶ πεπηγότα ἀδιαίρετα τοὺς ὄγκους·
ἀλλʼ ὁμοίως ἅπαν ὑγρόν, ὁτὲ δὲ σκληρὸν καὶ πεπηγός ἐστιν. ἔτι δʼ οὀδʼ
αὔξησιν οἷόν τʼ εἶναι καὶ φθίσιν· οὐ γὰρ τιοῦν ἔσται γεγονὸς μεῖζον,
εἴπερ ἔσται πρόσθεσις, καὶ μὴ πᾶν μεταβεβληκός,
ἢ μιχθέντος
τινὸς ἢ καθʼ αὗτὸ μεταβαλόντος. ὅτι μὲν οὖν ἔστι τὸ γεννᾶν καὶ τὸ ποιεῖν
καὶ τὸ γίγνεσθαί τε καὶ πάσχειν ὖπʼ ἀλλήλων, καὶ τίνα τρόπον ἐνδέχεται
καὶ τίνα φασὶ μέν τινες οὐκ ἐνδέχεται δέ, διωρίσθω τοῦτον τὸν τρόπον.
Λοιστὸν δὲ θεωρῆσαι περὶ μίξεως κατὰ τὸν αὐτὸν τρόπον
τῆς μεθόδου· τοῦτο γὰρ ἦν τρίτον τῶν προτεθέντων ἐξ
ἀρχῆς. σκεπτέον δὲ τί τʼ ἐστὶν ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ τίσιν
ὑπάρχει τῶν ὄντων καὶ πῶς, ἔτι δὲ πότερον ἔστι μίξις ἢ τοῦτο ψεῦδος·
ἀδύνατον γάρ ἐστι μιχθῆναί τι ἕτερον
ἑτέρῳ, καθάπερ λέγουσί
τινες· ὄντων μὲν γὰρ ἔτι τῶν
οὐ
γὰρ εἶναι μεμιγμένα τά γε ὅλως οὐκ ὄντα. οὗτος μὲν οὖν ὁ λόγος ἔοικε
ζητεῖν διορίσαι τί διαφέρει μέξις γενέσεως καὶ φθορὰς, καὶ τί τὸ μικτὸν
τοῦ γεννητοῦ καὶ φθαρτοῦ· δῆλον γὰρ ὡς δεῖ διαφέρειν, εἴπερ ἔστιν. ὥστε
τούτων ὄντων φανερῶν τὰ διαπορηθέντα λύοιντʼ ἄν. ἀλλὰ μὴν οὐδὲ
τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν οὐδὲ μίγνυσθαι καιομένην,
οὕτʼ αὐτὴν αὗτῆς τοῖς μορίοις οὕτε τῷ πυρί, ἀλλὰ τὸ μὲν πῦρ γίνεσθαι,
τὴν δὲ φθείρεσθαι. τὸν αὐτὸν δὲ τρόπον οὕτε τῷ σώματι τὴν τροφὴν οὕτε τὸ
σχῆμα τῷ κηρῷ μιγνύμενον σχηματίζειν τὸν ὄγκον· οὐδὲ τὸ σῶμα καὶ τὸ
λευκὸν οὐδʼ ὅλως τὰ πάθη καὶ τὰς ἕξεις οἶόν τε μίγνυσθαι
τοῖς πράγμασιν· σωζόμενα γὰρ ὁρᾶται. ἀλλὰ μὴν οὐδὲ τὸ λευκόν γε καὶ τὴν
ἐπιστήμην ἐνδέχεται μιχθῆναι, οὐδʼ ἄλλο τῶν μὴ χωριστῶν οὐδέν. ἀλλά
τοῦτο λέγουσιν οὐ καλῶς οἱ πάντα ποτὲ ὁμο καὶ φάσκοντες εἶναι καὶ
μεμῖχθαι· οὐ
γὰρ ἅπαν ὅπαντι μικτόν, ἀλλʼ ὑπάρχειν δεῖ
χωριστὸν ἑκάτερον τῶν μιχθέντων· τῶν δὲ παθῶν οὐθὲν χωριστόν. ἐπεὶ δʼ
ἐστὶ τὰ μὲν δυνάμει τὰ δʼ ἐνεργείᾳ τῶν ὄντων, ἐνδέχεται τὰ μιχθέντα
εἶναί πως καὶ μὴ εἶναι, ἐνεργείᾳ μὲν ἑτέρου ὄντος τοῦ γεγονότος ἐξ
αὐτῶν, δυνάμει δʼ ἔτι ἑκατέρου
ἄπερ ἠσαν πρὶν μιχθῆναι, καὶ
οὐκ ἀπολωλότα· τοῦτο γὰρ ὁ λόγος διηπόρει πρότερονʼ φαίνεται δὲ τὰ
μιγνύμενα πρότερόν τε ἐκ κεχοωρισμένων συνιόντα καὶ ἐυνάμενα χοωρίζεσθαι
πάλιν. οὕτε διαμένουσιν οὖν ἐνεργείᾳ ὥσπερ τὸ σῶμα καὶ τὸ λευκόν, οὕτε
φθείρονται, οὕτε θάτερον οτʼ ἄμφω· σώζεται
γὰρ ἡ δύναμις
οὐτῶν. διὸ ταῦτα μὲν ἀφείσθω· τὸ δὲ συνεχὲς τούτοις ἀπόρημα διαιρετέον,
πότερον ἡ μίξις πρὸς τὴν αἴσθησιν τί ἐστιν. ὅταν γὰρ οὕτως εἰς μικρὰ
διαιρεθῇ τὰ μιγνύμενα, καὶ τεθῇ παρʼ ἄλληλα τοῦτον τὸν τρόπον ὥστε μὴ
δῆλον ἕκαστον εἶναι τῇ αἰσθήσει, τότε μέμικται
ἢ οὔ, ἄλλʼ
ἔστιν ὥστε ὁτιοῦν παρʼ ὁτιοῦν εἶναι μόριον τῶν
ὁτιοῦν ἄν δέοι
μέρος γίνεσθαιπαρʼ ὁτιοῦν. ἐπεὶ δʼ οὐκ ἔκτίν εις τἀλάχιστα διαιρεθῆναι,
οὔτε σύνθεσις ταὐτὸ καὶ μίξις ἀλλʼ ἕτερον, δῆλον ὡς οὕτε κατὰ μικρὰ
σωζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι. σύνθεσις γὰρ ἔσται καὶ οὖ
κρᾶσις οὐδὲ μίξις, οὐδʼ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον.
φαμὲν δʼ, εἴπερ δεῖ μεμῖχθαί τι, τὸ μιχθὲν ὁμοιομερὲς
εἶναι, καὶ ὥσπερ τοῦ δατος τὸ μέρος ὕδωρ, οὕτω καὶ τοῦ κραθέντος. ἂν δʼ
ᾖ κατὰ μικρὰ σύνθεσις ἡ μίξις, οὐθὲν συμβήσεται τούτων, ἀλλὰ μόνον
μεμιγμένα πρὸς τὴν αἴσθησιν (καὶ τὸ αὐτὸ τῷ μὲν μεμιγμένον, ἐὰν μὴ βλέπη
ὀξύ, τῷ Λυγκεῖ δʼ οὐθὲν μεμιγμένον), οὐδὲ τῇ διαιρέσει,
ὥστε ὁτιοῦν παρʼ ὁτιοῦν μέρος, ἀδύνατον γὰρ οὕτω διαιρεθῆναι. ἢ οὖν οὐκ
ἔστι μίξις, ἢ λεκτέον τούτο πῶς ἐνδέχεται γίγνεσθαι πάλιν. ἔστι δή, ὡς
ἔφαμεν, τῶν ὄντων τὰ μὲν ποιητικά, τὰ δʼ ὑπὸ τούτων παθητικά. τὰ μὲν οὖν
ἀντιστρέφει,
ὅσων ἡ αὐτὴ ὕλη ἐστί, καὶ ποιητικὰ ἀλλήλων καὶ
παθητικὰ πʼ ἀλλήλων· τὰ δὲ ποιεῖ ἀπαθῆ ὄντα, ὅσων μὴ ἡ αὐτὴ ὕλη. τούτων
μὲν οὖν οὐκ ἔστι μίξις· διὸ οὐδʼ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν οὐδʼ ἡ ὑγίεια
μιγνυμένη τοῖς σώμασιν. τῶν δὲ ποιητικῶν καὶ παθητικῶν ὅσα εὐδιαίρετα,
πολλὰ μὲν ὀλίγοις καὶ μεγάλα
μικροῖς συντιθέμενα οὐ ποιεῖ
μίξιν, ἀλλʼ αὔξησιν τοῦ κρατοῦντος· μεταβάλλει γὰρ θάτερον εἰς τὸ
κρατοῦν, οἷον σταλαγμὸς οἴνου μυρίοις χοεῦσιν ὅδατος οὐ μίγνυται· λύεται
γὰρ τὸ εἶδος καὶ μεταβάλλει εἰς τὸ πᾶν ὕδωρ. ὅταν δὲ ταῖς δυνάμεσιν
ἰσάζῃ πως, τότε μεταβάλλει μὲν ἑκάτερον
εἰς τὸ κρατοῦν ἐκ
τῆς αὗτοῦ φύσεως, οὐ γίνεται δὲ θάτερον, ἀλλὰ μεταξύ καὶ κοινόν. φανερὸν
οὖν ὅτι ταῦτʼ ἐστὶ μικτὰ ὅσα ἐναντίωσιν ἔχει τῶν ποιούντων· ταῦτα γὰρ δὴ
ὖπʼ ἀλληίων
τῶν διαιρετῶν καὶ
παθητικῶν μικτά (διαιρεῖται γὰρ
ὅταν δʼ θάτερον μόνον παθητικὸν ἢ σφόδρα, τὸ δὲ πάμπαν ἠρέμα, ἢ οὐθὲν
πλεῖον τὸ μιχθὲν ἐξ ἀμφοῖν ἢ μικρόν, ὅπερ συμβαίνει περὶ τὸν καττίτερον
καὶ τὸν χαλκόν. ἔνια γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ
ἐπαμφοτερίζει· φαίνεται γάρ πως καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον
μὲν δεκτικὸν θάτερον δʼ εἶδος. ὅπερ ἐπὶ τούτων συμβαίνει·.
ὁ γὰρ καττίτερος ὡς πάθος τι ὤν ἄνευ ὕλης τοῦ χαλκοῦ σχεδὸν ἀφανίζεται
καὶ μιχθεὶς ἄπεισι χρωματίσας μόνον. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐφʼ
ἑτέρων. φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις καὶ τί ἐστι
καὶ διὰ τί, καὶ
ποῖα μικτὰ τῶν ὄντων, ἐπείπερ ἐστὶν ἔνια
τοιαῦτα οἷα παθητικά τε ὑπʼ ἀλλήλων καὶ εὐόριστα καὶ εὐδιαίρετα· ταῦτα
γὰρ οὔτʼ ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτ᾿ ἔτι ταὐτὰ ἀπλῶς εἶναι, οὔτε
σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὕτε πρὸς τὴν αἴσθησιν· ἀλλʼ ἔστι μικτὸν
μὲν ὃ ἂν εὐόριστον ὃν παθητικὸν ᾖ
καὶ ποιητικὸν καὶ τοιούτῳ
μικτόν (πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν), ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων
ἕνωσις.
1 Περὶ μὲν οὖν μίξεως καὶ ἀρῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν εἴρηται πῶς
ὑπάρχει τοῖς μεταβάλλουσι κατὰ φύσιν, ἔτι δὲ περὶ γενέσεως καὶ φθορὰς
τῆς τε ἁπλῆς καὶ τῆς τινὸς, 328b 28. τῆς τε ἁπλῆς καὶ τῆς τινὸς, πῶς
ἐστὶ Bonitz. τῇς ἁπλῆς καὶ τίνος ἐστὶ καὶ πῶς ἐστὶ duo codd. τῆς ἁπλῆς
τῆς τινὸς καὶ ἀπλῶς ἐστι unus cod. τῆς ἁπλῆς, τίνος καὶ πῶς ἐστὶ Βekker.
εἴρηται, τί τὸ ἀλλοιοῦσθαι καὶ τίνʼ ἔχει
διαφορὰν οὐτων. λοιπὸν δὲ θεωρῆσαι περὶ τὰ καλούμενα στοιχεῖα τῶν
σωμάτων. γένεσις μὲν γὰρ καὶ φθορὰ πάσαις ταῖς φύσει συνεστώσαις οὐσίαις
οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων· τούτων δὲ τὴν ὑποκειμένην ὕλην οἱ μέν
φασιν εἶναι μίαν, οἷον ἀέρα
τιθέντες ἢ πῦρ ἢ τι μεταξὺ
τούτων, σῶμά τε ὄν καὶ χωρισιόν,
τοῖς πράγμασιν. ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς
καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνομολογούμενον, ἐξ ὧν
μεταβαλλόντων ἢ κατά σύγκρισιν καὶ διάκρισιν ἢ κατʼ ἄλλην μεταβολὴν
συμβαίνει γένεσιν εἶναι καὶ φθοράν. ἀλλʼ οἱ μὲν ποιοῦντες μίαν ὕλην παρὰ
τὰ εἰρημένα, ταύτην δὲ σωματικὴν
καὶ χοαωριστήν,
ἁμαρτάνουσιν· ἀδύνατον γὰρ ἄνευ ἐναντιώσεως εἶναι τὸ σῶμα τοῦτο αἰσθητὸν
ὄν· ἢ γὰρ κοῦφον ἢ βαρύ ἢ ψυχρὸν ἢ θερμὸν ἀνάγκη εἶναι τὸ ἄπειρον τοῦτο,
ὃ λέγουσί τινες εἶναι τὴν ἀρχήν. ὡς δʼ ἐν τῷ ιμαίῳ γέγραπται, οὐδένα
ἔχει διορισμόνʼ οὐ γὰρ εἴρηκε σαφῶς τὸ πανδεχές,
εἰ
χοωρίζεται τῶν στοιχείων. οὐδὲ χρῆται οὐδέν, φήσας εἶναι ὑποκείμενόν τι
τοῖς καλουμένοις στοιχείοις πρότερον, οἷον χρυσὸν τοῖς ἔργοις τοῖς
χρυσοῖς. καίτοι καὶ τοῦτο οὐ καλῶς λέγεται τοῦτον τὸν τρόπον λεγόμενον,
ἀλλʼ ὧν μὲν ἀλλοίωσις, ἔστιν οὗτως, ὧν δὲ γένεσις καὶ φθορά, ἀδύνατον
ἐκεῖνο προσαγορεύεσθαι ἐξ οὖ γέγονεν. καίτοι γέ φησι
μακρῷ ἀληθέστατον εἶναι χρυσὸν λέγειν ἕκαστον εἶναι. ἀλλὰ τῶν στοιχείων
ὄντων στερεῶν μέχρι ἐπιωτέδων ποιεῖται. τὴν ἀνάλυσιν· ἀδύνατον δὲ τὴν
τιθήνην καὶ τὴν ὕλην τὴν πρώτην τὰ ἐπίπεδα εἶναι. ἡμεῖς δὲ φαμὲν μὲν
εἶναί τινα ὕλην
τῶν σωμάτων τῶν αἰσθητῶν, ἀλλά ταύτην οὐ
χωριστὴν ἀλλʼ ἀεὶ μετʼ ἐναντιώσεως, ἐξ ἧς γίνεται τὰ καλούμενα στοιχεῖα.
δὲ τοῖς ἐναντίοις·
οὕτε γὰρ τὸ θερμὸν ὕλη τῷ ψυχρῷ οὕτε τοῦτο τῷ θερμῷ, ἀλλά τὸ ὑποκείμενον
ἀμφοῖν. ὥστε πρῶτον μὲν τὸ δυνάμει σῶμα αἰσθητὸν ἀρχή, δεύτερον δʼ αἱ
ἐναντιώσεις, λέγω δʼ οἷον θερμότης καὶ ψυχρότης, τρίτον δʼ ἥδη πῦρ καὶ
ὕδωρ καὶ τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ
μεταβάλλει εἰς ἄλληλα,
καὶ οὖχ ὡς ῦμπεδοκλῆς καὶ
τοσαὕται.
2 Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δʼ ἐστὶν ἁπίου, ἁπιὸν
δʼ οὗ ἡ αἴσθησις ἁρή, φανερὸν ὅτι οὐ πᾶσαι αἱ ἐναντιώσεις σώματος εἴδη
καὶ ἀρχὰς ποιούσιν, ἀλλὰ μόνον αἱ κατὰ τὴν ἁρήν· κατʼ ἐναντίωσίν τε γὰρ
διαφέρουσι, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν. διὸ οὕτε
λευκότης καὶ μελανία οὔτε γλυκύτης καὶ πικρότης, ὁμοίως δʼ οὐδὲ τῶν
ἄλλων τῶν αἰσθητῶν ἐναντιώσεων οὐδὲν ποιεῖ στοιχεῖον. καίτοι πρότερον
ὄψις ἁρῆς, ὥστε καὶ τὸ ὑποκείμενον πρότερον. ἀλλʼ οὐκ ἔστι σώματος ἁπίου
πάθος ᾗ ἁπιόν, ἀλλὰ
καθʼ ἕτερον, καὶ εἰ ἔτυχε τῇ φύσει
πρότερον. αὐτῶν δὴ πρῶτον τῶν ἁπτῶν διαιρετέον ποῖαι πρῶται διαφοραὶ καὶ
ἐναντιώσεις. εἰσὶ δʼ ἐναντιώσεις κατὰ τὴν ἁρὴν αἴθε, θερμὸν ψυχρόν,
ξηρὸν ὑγρόν, βαρύ κοῦφον, σκληρὸν μαλακίν, γλίσχρον κραῦρον, τραχύ
λεῖον, παχύ λεπτόν. τούτων δὲ
βαρύ μὲν καὶ κούφον οὐ
ποιητικὰ οὐδὲ παθητικά· οὐ γὰρ τῷ ποιεῖν τι ἕτερον ἢ πάσχειν ὑφʼ ἑτέρου
λέγονται. δεῖ δὲ ποιητικὰ
καὶ ὑγρὸν καὶ
ξηρὸν τὰ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται· θερμὸν γάρ
ἐστι τὸ συγκρῖνον τὰ ὁμογενῆ (τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ
πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλαʼ συμβαίνει γὰρ ἐξαιρεῖν τὰ ἀλλότρια),
ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά
τε συγγενῆ καὶ
τὰ μὴ ὁμόφυλα, ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὅν, ξηρὸν δὲ τὸ
εὐόριστον μὲν οἰκείῳ όρῳ, δυσόριστον δέ. τὸ δὲ λεπτὸν καὶ παχύ καὶ
γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ
τούτων· ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ
διὰ τὸ μὴ
ὡρίσθαι μὲν εὐόριστον δʼ εἶναι καὶ ἀκολουθεῖν τῷ
καὶ οὐκ ἔστι τὸ ὑγρὸν μαλακόν,
ἀλλὰ τὸ μαλακὸν τοῦ ὑγροῦ), τὸ δὲ σκληρὸν τοῦ ξηροῶ· σκληρὸν γάρ ἐστι τὸ
πεπηγός, τὸ δὲ πεπηγὸς ξηρόν. λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς·
ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ
τὸ ξηρὸν καὶ τὸ πεπηγός· ἀπόντα δὲ
ταῦτʼ ἐστὶ τοῦ ξηροῦ καὶ
τοῦ ὑγροῷ τῶν πρώτως λεχθέντων. ἐπεὶ γὰρ ἀντίκειται τῷ διερῷ τὸ ξηρόν,
καὶ διερὸν μέν ἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, βεβρεγμένον δὲ
τὸ εἰς βάθος, ξηρὸν δὲ τὸ ἐστερημένον ταύτης, φανερὸν ὅτι τὸ
ὑγρὸν μὲν γάρ ἐστι τὸ ἔχον οἰκείαν ὑγρότητα, βεβρεγμένον δὲ τὸ ἔχον
ἀλλοτρίαν ὑγρότητα ἐν τῷ βάθει, πεπηγὸς δὲ τὸ ἐστερημένον ταύτης. ὥστε
καὶ τούτων ἔσται τὸ μὲν ξηροῷ τὸ δὲ ὑγροῦ. δῆλον τοίνυν ὅτι πᾶσαι αἱ
ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας. αὗται δὲ οὐκέτι εἰς
ἐλάττους· οὕτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἤ ὅπερ ξηρόν,
οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν
οὔθ᾿ ὑπ’ ἄλληλʼ οὔθʼ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν· ὥστʼ ἀνάγκη
τέτταρας εἶναι ταύτας.
3 Ἐπεὶ δὲ τέτταρα τὰ στοιχεῖα, τῶν δὲ τεττάρων ἓξ
αἱ
συζεύξεις, τὰ δʼ ἐναντία οὐ πέφυκε συνδυάζεσθαι (θερμὸν γὰρ καὶ ψυχρὸν
εἶναι τὸ αὐτὸ καὶ πάλιν ξηρὸν καὶ ὑγρὸν ἀδύνατον), φανερὸν ὅτι τέτταρες
ἔσονται αἱ τῶν στοιχείων συζεύξεις, θερμοῷ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ
ὑγροῦ, καὶ πάλιν ψυχροῦ καὶ ὑγροῦ, καὶ ψυχροῦ καὶ ξηροῶ. καὶ ήκολούθηκε
ὥστʼ
εὐλόγως διανέμεσθαι τὰς διαφορὰς τοῖς πρώτοις σώμασι, καὶ τὸ πλῆθος
αὐτῶν εἶναι κατὰ λόγον. ἅπαντες γὰρ οἱ τὰ ἀπλᾶ σώματα στοιχεῖα ποιοῦντες
οἱ μὲν ἕν, οἱ δὲ δύο, οἱ δὲ τρία, οἱ δὲ τέτταρα ποιοῦσιν. ὅσοι μὲν οὖν
ὲν μόνον λέγουσιν, εἶτα πυκνώσει καὶ μανώσει τἆλλα γεννῶσι,
τούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς, τὸ τε μανὸν καὶ τὸ πυκνὸν ἢ τὸ
θερμὸν καὶ τὸ ψυχρόν· ταῦτα γὰρ τὰ δημιουργοῦντα, τὸ δʼ ἓν ὑπόκειται
καθάπερ ὕλη. οἱ δʼ εὐθύς δύο ποιοῦντες, ὥσπερ Παρμενίδης πῦρ καὶ γῆν, τὰ
μεταξύ μίγματα ποιοῦσι τούτων, οἷον ἀέρα καὶ ὕδωρ. ὡσαύτως δὲ
λέγουσιν, οἷον λμπεδοκλῆς.
συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο· τῷ γὰρ πυρὶ τἆλλα πάντα ἀντιτίθησιν.
οὐκ ἔστι δὲ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ ἕκαστον τῶν εἰρημένων ἀπλοῦν, ἀλλὰ
μικτόν. τὰ δʼ πλᾶ τοιαῦτα μέν ἐστιν, οὐ μέντοι ταὐτά, οἷον εἴ τι τῷ πυρὶ
ὅμοιον, πυροειδές, οὐ πῦρ, καὶ τὸ τῷ ἀέρι ἀεροειδές·
ὁμοίως
cὲ κἀπὶ τῶν ἄλλων. τὸ δὲ πῦρ ἐστὶν ὑπερβολὴ θερμότητος, ὥσπερ καὶ
κρύσταλλος ψυχρότητος· ἡ γὰρ πῆξις καὶ ἡ ζέσις ὑπερβολαί τινές εἰσιν, ἡ
μὲν ψυχρότητος, γῆ δὲ θερμότητος. εἰ οὖν ὁ κρύσταλλός ἐστι πῆξις ὑγροῦ
ψυχροῦ, καὶ τὸ πῦρ ἔσται ζέσις ξηροῦ θερμοῦ. διὸ καὶ οὐδὲν
οὔτ᾿ ἐκ κρυστάλλου γίγνεται οὔτʼ ἐκ πυρός. ὄντων δὲ τεττάρων τῶν ἁπλῶν
σωμάτων, ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστίν· πῦρ μὲν γὰρ καὶ
ἀἠρ τοῦ πρὸς τὸν ὅρον φερομένου, γῇ δὲ καὶ ὅδωρ τού πρὸς τὸ μέσον. καὶ
ἄκρα μὲν καὶ εἰλικρινέστατα πῦρ καὶ γῆ, μέσα δὲ καὶ μεμιγμένα μᾶλλον
ψυχροῦ μᾶλλον ἢ ὑγροῦ, ἀὴρ δʼ ὑγροῦ μᾶλλον ἢ θερμοῦ, πῦρ δὲ θερμοῦ
μᾶλλον ἢ ξηροῦ.
4 Ἐπεὶ δὲ διώρισται πρότερον ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ
γένεσις, ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα (οὐ γὰρ ἂν ἦν
ἀλλοίωσις· κατὰ γὰρ τὰ
τῶν ἁπτῶν πάθη ἀλλοίωσίς ἐστιν),
λεκτέον τίς ὁ τρόπος τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ πότερον ὅπαν ἐξ
ἅπόντος γίγνεσθαι δυνατὸν ἢ τὰ μὲν δυνατὸν τὰ δʼ ἀδύνατον. ὅτι 33
ἐναντίας εἶναι· τοῖς μὲν γὰρ
ἀμφότεραι ἐναντίαι, οἷον πυρὶ καὶ ὕδατι (τὸ μὲν γὰρ ξηρὸν καὶ θερμόν, τὸ
δʼ ὑγρὸν καὶ ψυχρόν), τοῖς δʼ ἡ ἑτέρα μόνον, οἷον ἀέρι καὶ ὕδατι (τὸ μὲν
γὰρ ὑγρὸν καὶ θερμόν, τὸ δὲ ὑγρὸν καὶ ψυχρόν). ὥστε καθόλου μὲν φανερὸν
ὅτι πᾶν ἐκ παντὸς γίνεσθαι
πέφυκεν, ἥδῃ δὲ καθʼ ἕκαστον οὐ
χαλεπὸν ἰδεῖν πῶς· ἅπόντα μὲν γὰρ ἐξ ἀπάντων ἔσται, διόσει δὲ τῷ θᾶττον
καὶ βραδύτερον καὶ τῷ ῥᾷον καὶ χαλεπώτερον. ὅσα μὲν γὰρ ἔχει σύμβολα
πρὸς ἄλληλα, ταχεῖα τούτων ἡ μετάβασις, ὅσα δὲ μὴ ἔχει, βραδεῖα, διὰ τὸ
ῥᾷον εἶναι τὸ ἓν
ἢ τὰ πολλὰ μεταβάλλειν, οἷον ἐκ πυρὸς μὲν
ἔσται ἀὴρ θατέρου μεταβάλλοντος (τὸ μὲν γὰρ ἦν θερμὸν καὶ ξηρόν, τὸ δὲ
θερμὸν καὶ ὑγρόν, ὥστε ἂν κρατηθῇ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀὴρ ἔσται),
πάλιν δὲ ἐξ ἀέρος ὕδωρ, ἐἀν κρατηθῇ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ (τὸ μὲν γὰρ
ἦν θερμὸν
καὶ ὑγρόν, τὸ δὲ ψυχρὸν καὶ ὑγρόν, ὥστε
μεταβάλλοντος τοῦ θερμοῦ ὅδωρ ἔσται). τὸν αὐτὸν δὲ τρόπον καὶ ἐξ ὕδατος
γῆ καὶ ἐκ γῆς πῦρ· ἔχει γὰρ ἄμφω πρὸς ἄμω σύμβολα· τὸ μὲν γὰρ ὕδωρ ὑγρὸν
καὶ ψυχρόν, ἡ δὲ γῆ ψυχρὸν καὶ ξηρόν, ὥστε κρατηθέντος τοῦ ὑγροῦ γῆ
ἔσται. καὶ πάλιν ἐπεὶ τὸ μὲν πῦρ ξηρὸν καὶ θερμόν, ἢ δὲ γῆ
ψυχρὸν καὶ ξηρόν, ἐὰν φθαρῇ τὸ ψυχρόν, πῦρ ἔσται ἐκ
ἐνδέχεται μὲν γίνεσθαι,
χαλεπώτερον δὲ διὰ τὸ πλειόνων εἶναι τὴν μεταβολήν· ἀνάγκη γάρ, εἰ ἔσται
ἐξ δατος πῦρ; φθαρῆναι καὶ τὸ ψυφρὰν καὶ τὸ ὑγρόν, καὶ πάλιν εἰ ἐκ γῆς
ἀήρ, φθαρῆναι καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρόν. ὡσαύτως
δὲ καὶ εἰ ἐκ πυρὸς καὶ ἀέρος ὕδωρ καὶ γῆ, ἀνάγκη ἀμφότερα
μεταβάλλειν. αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δʼ ἑκατέρου φθαρῇ
θάτερον, ῥων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ μετάβασις, ἀλλʼ ἐκ πυρὸς μὲν καὶ
ὕδατος ἔσται γῆ καὶ ἀήρ, ἐξ ἀέρος δὲ καὶ γῆς πῦρ καὶ ὕδαρ. ὅταν μὲν γὰρ
τοῦ ὕδατος φθαρῇ τὸ ψυχρὸν τοῦ δὲ πυρὸς τὸ ξηρόν, ἀὴρ
ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ θερμὸν τοῦ δὲ τὸ ὑγρόν), ὅταν δὲ τοῦ μὲν
πυρὸς τὸ θερμὸν τοῦ δʼ δατος τὸ ὑγρόν, γῆ διὰ τὸ λείπεσθαι τοῦ μὲν τὸ
ξηρὸν τοῦ δὲ τὸ ψυχρόν. ὡσαύτως δὲ καὶ ἐξ ἀέρος καὶ γῆς πῦρ καὶ ὅδωρ·
ὅταν μὲν γὰρ
τοῦ ἀέρος φθαρῇ τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρόν,
ὕδωρ ἔσται (λείπεται γὰρ τοῦ μὲν τὸ ὑγρὸν τῆς δὲ τὸ ψυχρόν), ὅταν δὲ τοῦ
μὲν ἀέρος τὸ ὑγρὸν τῆς δὲ γῆς τὸ ψυχρόν, πῦρ διαὰ τὸ λείπεσθαι τοῦ μὲν
τὸ θερμὸν τῆς δὲ τὸ ξηρόν, ἅπερ ἦν πυρός. ὁμολογουμένη δὲ καὶ τῇ
αἰσθήσει ἡ τοῦ πυρὸς γένεσις·
μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ,
αὕτη δʼ ἐστὶ καπνὸς καιόμενος, ὁ δὲ καπνὸς ἐξ ἀέρος καὶ γῆς. ἐν δὲ τοῖς
ἐφεξῆς οὐκ ἐνδέχεται φθαρέντος ἐν ἑκατέρῳ θατέρου τῶν στοιχείαν γενέσθαι
μετάβασιν εἰς οὐδὲν τῶν σωμάτων διὰ τὸ λείπεσθαι ἐν ἀμφοῖν ἢ ταὐτὰ ἢ
τἀναντία. ἐξ οὐδετέρων δὲ
ἐγχωρεῖ γίγνεσθαι σῶμα, οἷον εἰ
μὲν τοῦ πυρὸς φθαρείη τὸ ξηρόν, τοῦ δʼ ἀέρος τὸ ὑγρόν· λείπεται γὰρ ἐν
ἀμφοῖν τὸ θερμόν· ἐὰν δʼ ἐξ ἑκατέρου τὸ θερμόν, λείπεται τἀναντία, ξηρὸν
καὶ ὑγρόν. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις· ἐν ἅπασι γὰρ τοῖς ἐφεξῆς
ἐνυπάρχει τὸ μὲν ταὐτὸ τὸ δʼ ἐναντίον.
ὥσθʼ ἄμα δῆλον ὅτι
τὰ μὲν ἐξ ἔνὸς εἰς ἓν μεταβαίνοντα
5 θύ μὴν ἀλλʼ ἔτι καὶ ὧδε θεωρήσωμεν περὶ αὐτῶν. εἰ γάρ ἐστι τῶν φυσικῶν
σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ
δύο εἶναι ταῦτα ἢ πλείω. ὲν μὲν δὴ πάντα οὐχ οἷόν τε, οἷον
ἀέρα πάντα ἢ ὕδωρ ἢ πῦρ ἢ γῆν, εἴπερ ἡ μεταβολὴ εἰς τἀναντία. εἰ γάρ εἴη
ἀήρ, εἰ μὲν ὑπομένει, ἀλλοίωσις ἔσται ἀλλʼ οὐ γένεσις. ἄμα δʼ οὐδʼ οὕτω
δοκεῖ, ὥστε ὕδωρ εἶναι ἄμα καὶ ἀέρα ἢ ἀλλʼ ὁτιοῦν. ἔσται δή τις
ἐναντίωσις
καὶ διαφορὰ ἧς ἕξει τι θάτερον μόριον τὸ πῦρ,
οἷον θερμότητα. ἀλλὰ μὴν οὐκ ἔσται τό γε πῦρ ἀὴρ θερμός· ἀλλοίωσίς τε
γὰρ τὸ τοιοῦτον, καὶ οὐ φαίνεται. ἄμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ,
τοῦ θερμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται. ὑπάρξει ἄρα τῷ ἀέρι
τοῦτο, καὶ ἔσται
ὁ ἀὴρ ψυχρόν τι. ὥστε ἀδύνατον τὸ πῦρ ἀέρα
θερμὸν εἷναι· ἄμα γὰρ τὸ αὐτὸ θερμὸν καὶ ψυχρὸν ἔσται. ἄλλο τι ἄρʼ
ἀμφότερα τὸ αὐτὸ ἔσται, καὶ ἄλλη τις ὕλη κοινή. ὁ δʼ αὐτὸς λόγος περὶ
ἀπάντων, ὅτι οὐκ ἔστιν ἓν τοότων ἐξ οὖ τὰ πάντα. οὐ μὴν οὐδʼ ἄλλο τί γε
παρὰ ταῦτα, οἷον
μέσον τι ἀέρος καὶ ὕδατος ἢ ἀέρος καὶ
πυρός, ἀέρος μὲν παχύτερον καὶ πυρός, τῶν δὲ λεπτότερον· ἔσται γὰρ ἀὴρ
καὶ πῦρ ἐκεῖνο μετʼ ἐναντιότητος· ἀλλά στέρησις τὸ ἕτερον τῶν ἐναντίων·
ὥστʼ οὐκ ἐνδέχεται μονοῦσθαι ἐκεῖνο οὐδέποτε, ὥσπερ φασί τινες τὸ
ἄπειρον καὶ τὸ περιέχον. ὁμοίως ἄρα
ὁτιοῦν τούτων ἢ οὐδέν.
εἰ οὖν μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα. ἀνάγκη
τοίνυν ἢ ἀεὶ μένοντα καὶ ἀμετάβλητα εἰς ἄλληλα, ἢ μεταβάλλοντα, καὶ ἢ
ἅπόντα, ἢ τὰ μὲν τὰ δʼ οὕ, ὥσπερ ἐν τῷ Τιμαίῳ Πλάτων ἔγραψεν. ὅτι μὲν
τοίνυν μεταβάλλειν ἀνάγκη εἰς ἄλληλα,
δέδεικται πρότερον.
καὶ ὅτι δʼ οὐχ ὁμοίως ταχέως ἄλλο ἐξ ἄλλου, εἴρηται πρότερον ὅτι τὰ μὲν
ἔχοντα σύμβολον θᾶττον γίνεται ἐξ ἀλλήλων, τὰ δʼ οὐκ ἔχοντα βραδύτερονεἰ
μὲν τοίνυν ἡ ἐναντιότης μία ἐστὶ καθʼ ἣν μεταβάλλουσιν, ἀνάγκη δύο
εἶναι· ἡ γὰρ ὕλη τὸ μέσον ἀναίσθητος οἦσα
ἀλλήλαις. περὶ
μὲν οὖν τούτων εἴρηται πρότερον· ὅτι δʼ ἐπειδὴ μεταβάλλουσιν εἰς ἄλληλα,
ἀδύνατον ἀρχήν τινα εἶναι αὐτῶν ἢ ἐπὶ τῷ ἄκρῳ ἢ μέσῳ, ἐκ τῶνδε δῆλον.
ἐπὶ μὲν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῇ πάντα· καὶ ὁ αὐτὸς
λόγος τῷ φάναι ἐκ πυρὸς ἢ γῆς εἶναι πάντα.
ὅτι δʼ οὐδὲ
μέσον, ὥσπερ δοκεῖ τισὶν ἀὴρ μὲν καὶ εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ,
ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εἰς γῆν· τὰ δʼ ἔσχατα οὐκέτι εἰς ἄλληλα· δεῖ
μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπʼ εὐθείας ἐφʼ ἑκάτερα.
ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται. γῇ ἐφʼ ᾧ
Γ,
ὕδαρ ἐφʼ ᾦ 7, ἀὲρ ἐφʼ ᾦ Α, πῦρ ἐφʼ ὧ Π. εἰ δὴ τὸ Α μεταβάλλει εἰς τὸ Π
καὶ Υ, ἐναντιότης ἔσται τῶν ΑΠ. ἔστω ταῦτα λευκότης καὶ μελανία. πάλιν
εἰ εἰς τὸ Υ τὸ Α, ἔσται ἄλλη· οὐ γάρ ταὐτὸ τὸ Υʼ καὶ Π. ἔστω δὲ ξηρότης
καὶ ὑγρότης, τὸ μὲν Ξ ξηρότης, τὸ δὲ Υ· ὑγρότης.
οὐκοῦν εἰ
μὲν μένει τὸ λευκόν, ὑπάρξει τὸ ὑδωρ ὑγρὸν καὶ λευκόν, εἰ δὲ μή, μέλαν
ἔσται τὸ ὕδωρʼ εἰς τἀναντία γὰρ ἡ μεταβολή. ἀνάγκη ἄρα ἢ λευκὸν ἢ μέλαν
εἶναι τὸ ὕδωρ. ἔστω δὴ τὸ πρῶτον. ὁμοίως τοίνυν καὶ τῷ Π τὸ Ξ ὑπάρξει ἡ
ξηρότης. ἔσται ἄρα καὶ τῷ τῷ πυρὶ μεταβολὴ
εἰς τὸ ὕδωρ·
ἐναντία γὰρ ὑπάρχει· τὸ μὲν γὰρ πῦρ τὸ πρῶτον μέλαν ἦν, ἔπειτα δὲ ξηρόν,
τὸ δʼ ὅδωρ ὑγρόν, ἕπειτα δὲ λευκόν. φανερὸν δὴ ὅτι πᾶσιν ἐξ ἀλλήλων
ἔσται ἡ μεταβολή, καὶ ἐπί γε τούτων, ὅτι καὶ ἐν τῷ ʼ τῇ γξ ὑπάρξει τὰ
λοιπά, καὶ δύο σύμβολα τὸ μέλαν καὶ τὸ
ὑγρόν· ταῦτα γὰρ οὐ
συνδεδύασταί πω. ὅτι δʼ εἰς ἄπειρον οὐχ οἷόν τʼ ἰέναι, ὅπερ μελλήσαντες
δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν
τὸ Ψ. ἔστω δὴ τῷ μὲν Π τὸ Κ, τῷ δὲ ψ τὸ φ. τὸ δὴ Κ
τοῦ
προστιθεμένου ἐναντιότης τις ὑπάρξειτοῖς ἔμπροσθεν, ὥστʼ εἰ ἄπειρα, καὶ
ἐναντιότητες ἄπειροι τῷ ἐνὶ ὑπάρξουσιν. εἰ δὲ τοῦτο, οὐκ ἔσται οὔτε
ὁρίσασθαι οὐδὲν οὕτε γενέσθαι· δεήσει γάρ, εἰ ἄλλο ἔσται ἐξ ἄλλου,
τοσαύτας διεξελθεῖν ἐναντιότητας, καὶ ἔτι πλείους, ὥστʼ εἰς ἔνια μὲν
οὐδέποτʼ ἔσται μεταβολή,
οἷον εἰ ἄπειρα τὰ μεταξύ· ἀνάγκη
δʼ, εἴπερ ἄπειρα τὰ στοιχεῖα· ἔτι δʼ οὀδʼ ἐξ ἀέρος εἰς πῦρ, εἰ ἄπειροι
αἱ ἐναντιότητες. γίνεται δὲ καὶ πάντα ἕν· ἀνάγκη γὰρ πάσας ὑπάρχειν τοῖς
μὲν κάτω τοῦ Π τὰς τῶν ἄνωθεν, τούτοις δὲ τὰς τῶν κάτωθεν, ὥστε πάντα ἓν
ἔσται.
6 θαυμάσειε δʼ ἄν τις τῶν λεγόντων πλείω ἑνὸς τὰ στοιχεῖα τῶν σωμάτων
ὥστε μὴ μεταβάλλειν εἰς ἄλληλα, καθάπερ Σμπεδοκλῆς φησί, πῶς ἐνδέχεται
λέγειν αὐτοῖς εἶναι συμβλητὰ τὰ στοιχεῖα. καίτοι λέγει οὕτω· ταῦτα γὰρ
σά τε πάντα. εἰ μὲν οὖν κατὰ τὸ ποσόν, ἀνάγκη ταὐτό τι εο εἶναι ὑπάρχον
ἄπασι τοῖς συμβλητοῖς ᾧ μετροῦνται, οἷον εἰ ἐξ ὥδατος κοτύλης εἶεν ἀέρος
δέκα· τὸ αὐτό τι ἧν ἄρα ἄμφω, εἰ μετρεῖται τῷ αὐτῷ. εἰ δὲ μὴ οὕτω κατὰ
τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ ποσοῦ, ἀλλʼ ὅσον δύναται, οἷον εἰ κοτύλη
ὕδατος ἴσον δύναται ψύχειν καὶ δέκα ἀἐροςι
καὶ οὕτως κατὰ
τὸ ποσὸν οὖχ ἧ ποσὸν συμβλητά, ἀλλʼ ὴ δύναταί τι. εἴη δʼ ἂν καὶ μὴ τῷ
τοῦ ποσοῦ μέτρῳ συμβάλλεσθαι τὰς δυνάμεις, ἀλλὰ κατʼ ἀναλογίαν, οἷον ὡς
τόδε λευκὸν τόδε θερμόν. τὸ δʼ ὡς τόδε σημαίνει ἐν μὲν ποιῷ τὸ
ὅμοιον, ἐν δὲ ποσῷ τὸ ἴσον. ἄτοπον δὴ φαίνεται, εἰ τὰ
σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλογίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν
δυνάμεων καὶ τῷ εἶναι ἴσον θερμὸν ἢ ὅμοιον πυρὸς τοσονδὶ καὶ ἀέρος
πολλαπλάσιον· τὸ γὰρ αὐτὸ πλεῖον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν
λόγον.
ἀλλὰ μὴν οὐδʼ αὔξησις ἂν εἴη κατʼ Ἐμπεδοκλέα, ἀλλʼ ἢ
γὰρ
γινόμενα φύσει πάντα γίγνεται ἢ ἀεὶ ἢ ὡς ἐπὶ το πολύ, τὰ δὲ παρὰ τὸ ἀεὶ
καὶ ὡς ἐπὶ τὸ πολύ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης. τί οὖν τὸ αἴτιον τοῦ ἐξ
ἀνθρώπου ἄνθρωπον ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολύ, καὶ ἐκ τοῦ πυροῦ πυρὸν ἀλλὰ μὴ
ἐλαίαν; ἢ καὶ ἐὰν ὡδὶ συντεθῇ ὀστοῦν; οὐ γὰρ
ὅπως ἔτυχε
συνελθόντων οὐδὲν γίγνεται, καθάπερ ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τινί. τί
οὖν τούτων αἴτιον; οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ. ἀλλὰ μὴν οὐδʼ φιλία καὶ τὸ
νεῖκος· συγκρίσεως γὰρ μόνον, τὸ δὲ διακρίσεως αἴτιον. τοῦτο δʼ ἐστὶν ἡ
οὐσία ἡ ἑκάστου, ἀλλʼ οὐ μόνον “μίξις τε διάλλαξίς τε μι
γέντων”, ὥσπερ ἐκεῖνός φησιν. τύχη δʼ ἐπὶ τούτων ὀνομάζεται, ἀλλʼ οὐ
λόγος· ἔστι γὰρ μιχθῆναι ὡς ἔτυχεν. τῶν δὴ φύσει ὄντων αἴτιον τὸ οὕτως
ἔχειν, καὶ ἡ ἑκάστου φύσις αὕτη, περὶ ἧς οὐδὲν λέγει. οὐδὲν ἄρα περὶ
φύσεως λέγει. ἀλλὰ μὴν καὶ τὸ εὖ τοῦτο καὶ ἀγαθόν· ὁ δὲ τὴν μίξιν μόνον
ἐπαινεῖ. καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος,
ἀλλʼ ἡ φιλία τὰ φύσει πρότερα τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα. ἔτι δὲ περὶ
κινήσεως ἀπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος
κινεῖ, εἰ μὴ τοῦτʼ ἦν φιλίᾳ εἶναι τὸ κινήσει τοιᾳδί, νείκει δὲ τὸ
τοιᾳδί, ἔδει οὖν ἢ
ὁρίσασθαι ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι, ἢ
ἀκριβῶς ἢ μαλα
τὴν γῆν ἄνω καὶ βίᾳ κινεῖν ἔοικεν, καὶ μᾶλλον τὸ νεῖκος
αἴτιον τῆς κατὰ φύσιν κινήσεως ἢ ἡ φιλία. ὥστε καὶ ὅλως παρὰ φύσιν ἡ
φιλία ἂν εἴη μᾶλλον. ἀπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινοῖ, αὐτῶν τῶν
σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή. ἀλλʼ ἄτοπον. ἔτι δὲ καὶ
φαίνεται κινούμενα·
διέκρινε μὲν γὰρ τὸ νεῖκος, ἠνέχθη δʼ
ἄνω ὁ αἰθὴρ
τὸν κόσμον
ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ νείκους νῶν καὶ πρότερον ἐπὶ τῆς φιλίας.
τί οὖν ἐστὶ τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως; οὐ γὰρ δὴ ἡ φιλία
καὶ τὸ νεῖκος, ἀλλά τινος κινήσεως ταῦτα αἴτια· εἰ δʼ ἔστιν, ἐκεῖνο
ἀρχή. ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν· αἱ
γὰρ ἀλλοιώσεις αἱ τῆς ψυχῆς πῶς ἔσονται, οἷον τὸ μουσικὸν
εἶναι καὶ πάλιν ἄμουσον, ἢ μνήμη ἢ λήθη; δῆλον γὰρ ὅτι εἰ μὲν πῦρ ἡ
ψυχή, τὰ πάθη ὑπάρξει αὐτῇ ὅσα πυρὶ ᾗ πῦρ· εἰ δὲ μικτόν, τὰ σωματικά·
τούτων δʼ οὐδὲν σωματικόν.
7 ἀλλὰ περὶ μὲν τούτων ἑτέρας ἔργον ἐστὶ θεωρίας. περὶ
δὲ
τῶν στοιχείων ἐξ ὧν τὰ σώματα συνέστηκεν, ὅσοις μὲν δοκεῖ τι εἶναι
κοινὸν ἢ μεταβάλλειν εἰς ἄλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον
συμβαίνειν· ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδʼ ὡς ἐξ ἑκάστου,
πλὴν ὡς ἐκ τοίχου πλίνθους, ἄτοπον πῶς ἐξ ἐκείνων ἔσονται σάρκες καὶ
ὀστᾶ καὶ τῶν ἄλλων ὁτιοῦν. ἔχει δὲ τὸ λεγόμενον ἀπορίαν
ἀλλὰ δὴ
καὶ σὰρξ ἐξ αὐτῶν γίνεται καὶ μυελός· ταῦτα δὴ γίνεται πῶς; ἐκείνοις τε
γὰρ τοῖς λέγουσιν ὡς Ἐμπεδοκλῆς τίς ἔσται τρόπος; ἀνάγκη γὰρ σύνθεσιν
εἶναι καθάπερ ἐξ πλίνθων καὶ λίθων τοῖχος· καὶ τὸ μῖγμα δὲ τοῦτο ἐκ
σωζομένων μὲν ἔσται τῶν στοιχείων, κατὰ μικρὰ δὲ
παῤ ἄλληλα
συγκειμένων. οὕτω δὴ σὰρξ καὶ τῶν ἄλλων ἕκαστον. συμβαίνει δὴ μὴ ἐξ
ὁτουοῦν μέρους σαρκὸς γίγνεσθαι πῦρ καὶ ὕδωρ, ὥσπερ ἐκ κηροῦ γένοιτʼ ἂν
ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δʼ ἐξ ἄλλου τινός· ἀλλʼ
ἐνεδέχετό γε ἐξ ἑκατέρου ἑκάτερον γενέσθαι. τοῦτο μὲν δὴ τοῦτον γίνεται
τὸν τρόπον ἐκ τῆς σαρκὸς ἐξ ὁτουοῦν ἄμφω· τοῖς δʼ
ἐκείνως
γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων, μηδʼ αὖ σύνθεσις
σωζομένων, τί λείπεται πλὴν ὕλην εἶναι τὸ ἐξ ἐκείνων; ἡ γὰρ θατέρου
φθορὰ ἢ θάτερον ποιεῖ ἢ τὴν ὕλην. ἆῤ οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ
ἧττον θερμὸν καὶ ψυχρόν, ὅταν μὲν ἀπλῶς ᾖ θάτερον ἐντελεχείᾳ, δυνάμει
θάτερον
ἔσται· ὅταν δὲ μὴ παντελῶς, ἀλλʼ ὡς μὲν θερμὸν
ψυχρόν, ὡς δὲ ψυχρὸν θερμὸν (διὰ τὸ μιγνύμενα φθείρειν τὰς ὑπεροχὰς
ἀλλήλων), τότε οὔθʼ ὁ ὕλη ἔσται οὔτε ἐκείνων τῶν ἐναντίων ἑκάτερον
ἐντελεχείᾳ ἀπλῶς, ἀλλὰ μεταξύ· κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ
ψυχρὸν ἢ τοὐναντίον,
κατὰ τοῦτον τὸν λόγον διπλασίως θερμὸν
δυνάμει ἢ ψυχρόν, ἢ τριπλασίως, ἢ κατʼ ἄλλον τρόπον τοιοῦτον. ἔσται δὴ
μιχθέντων τἆλλ᾿ ἐκ τῶν ἐναντίων ἢ τῶν στοιχείων, καὶ τὰ στοιχεῖα ἐξ
ἐκείνων δυνάμει πως ὄντων, οὐχ οὕτω δὲ ὡς ἡ ὕλη, ἀλλὰ τὸν εἰρημένον
τρόπον· καὶ ἔστιν οὕτω μὲν μίξις,
κατὰ τὸν ἐν τοῖς
πρώτοις διορισμόν· ἔστι γὰρ τὸ ἐνεργείᾳ θερμὸν δυνάμει ψυχρὸν καὶ τὸ
ἐνεργείᾳ ψυχρὸν δυνάμει θερμόν, ὥστε ἐὰν μὴ ἰσάζῃ, μεταβάλλει εἰς ἄλληλα
(ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐναντίων) καὶ πρῶτον οὕτω τὰ στοιχεῖα
μεταβάλλει, ἐκ δὴ τούτων σάρκες καὶ ὀστᾶ
καὶ τὰ τοιαῦτα,
τοῦ μὲν θερμοῦ γιγνομένου ψυχροῦ, τοῦ δὲ ψυχροῦ θερμοῦ, ὅταν πρὸς τὸ
μέσον ἔλθῃ· ἐνταῦθα γὰρ οὐδέτερον, τὸ δὲ μέσον πολύ καὶ οὐκ ἀδιαίρετον.
ὁμοίως δὲ καὶ τὸ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ τοιαῦτα κατὰ μεσότητα ποιοῦσι
σάρκα καὶ ὀστᾶ καὶ τἆλλα.
8 Ἅπαντα δὲ τὰ μικτὰ σώματα, ὅσα περὶ τὸν τοῦ μέσου τόπον ἐστίν, ἐξ
ἀπάντων σύγκειται τῶν ἁπλῶν. γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσι διὰ τὸ ἕκαστον
εἶναι μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ τόπῳ, ὕδωρ δὲ διὰ τὸ δεῖν μὲν
ὁρίζεσθαι τὸ σύνθετον, μόνον δʼ εἶναι τῶν ἁπλῶν εὐόριστον τὸ
ὕδωρ, ἔτι δὲ καὶ τὴν γῆν ἄνευ τοῦ ὑγροῦ μὴ δύνασθαι συμμένειν,
ἐναντίον ἐστίν, ὡς
ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι. ἐπεὶ οὖν αἱ γενέσεις ἐκ τῶν
ἐναντίων εἰσίν, ἐνυπάρχει δὲ θάτερα ἄκρα τῶν ἐναντίων, ἀνάγκη καὶ
θάτερον ἐνυπάρχειν, ὥστʼ ἐν ἅπαντι τῷ συνθέτῳ πάντα τὰ ἁπλᾶ ἐνέσται.
μαρτυρεῖν δʼ ἔοικε καὶ ἡ τροφὴ ἑκάστων· ἅπαντα μὲν γὰρ τρέφεται τοῖς
αὐτοῖς ἐξ ὧνπερ ἐστίν, ἅπαντα δὲ πλείοσι τρέφεται. καὶ γὰρ
ἅπερ ἂν δόξειεν ἑνὶ μόνῳ τρέφεσθαι, τῷ ὕδατι τὰ φυτά, πλείοσι τρέφεται·
μέμικται γὰρ τῷ ὕδατι γῆ· διὸ καὶ οἱ γεωργοὶ πειρῶνται μίξαντες ἄρδειν.
ἐπεὶ δʼ ἐστὶν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον συνειλημένον τῇ
πρὸς τὸν ὅρον. ἕκαστον δὲ πέφυκεν εἰς
τὴν ἑαυτοῦ χώραν φέρεσθαι· ἡ δὲ μορφὴ καὶ τὸ εἶδος ἁπάντων ἐν τοῖς
ὅροις. ὅτι μὲν οὖν ἅπαντα τα σώματα ἐξ ἁπάντων συνέστηκε τῶν ἁπλῶν,
εἴρηται.
9 Ἐπεὶ δʼ ἐστὶν ἔνια γενητὰ καὶ φθαρτά, καὶ ἡ γένεσις
τυγχάνει οὖσα ἐν τῷ περὶ τὸ μέσον τόπῳ, λεκτέον περὶ πάσης γενέσεως
ὁμοίως πόσαι τε καὶ τίνες αὐτῆς ἀρχαί· ῥᾷον γὰρ οὕτω τὰ καθʼ ἕκαστον
θεωρήσομεν, ὅταν περὶ τῶν καθόλου λάβωμεν πρῶτον. εἰσὶν οὖν καὶ τὸν
ἀριθμὸν ἴσαι καὶ τῷ γένει αἱ αὐταὶ αἵπερ ἐν τοῖς ἀϊδίοις τε καὶ πρώτοις·
ἡ
μὲν γάρ ἐστιν ὡς ὕλη, ἡ δʼ ὡς μορφή. δεῖ δὲ καὶ τὴν
τρίτην ἔτι προσυπάρχειν· οὐ γὰρ ἱκαναὶ πρὸς τὸ γεννῆσαι αἱ δύο, καθάπερ
οὐδʼ ἐν τοῖς πρώτοις. ὡς μὲν σὖν ὕλη τοῖς γενητοῖς ἐστὶν αἴτιον τὸ
δυνατὸν εἶναι καὶ μὴ εἶναι. τὰ μὲν γὰρ ἐξ ἀνάγκης ἐστίν, οἷον τὰ ἀΐδια,
τὰ δʼ ἐξ ἀνάγκης οὐκ
ἔστιν. τούτων δὲ τὰ μὲν ἀδύνατον μὴ
εἶναι, τὰ δὲ ἀδύνατον
εἶναι καὶ μὴ εἶναι. διὸ καὶ ὡς μὲν ὕλη τοῦτʼ ἐστὶν αἴτιον
τοῖς γενητοῖς, ὡς δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος· τοῦτο δʼ ἐστὶν ὁ
λόγος ὁ τῆς ἑκάστου οὐσίας. δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες
μὲν ὀνειρώττουσι, λέγει δʼ οὐδείς, ἀλλʼ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν
εἶναι πρὸς τὸ γίνεσθαι
τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν
Φαίδωνι Σωκράτης· καὶ γὰρ ἐκεῖνος, ἐπιτιμήσας τοῖς ἄλλοις ὡς οὐδὲν
εἰρηκόσιν,
αἴτια εἶναι καὶ γενέσεως
καὶ φθορᾶς. οἱ δʼ αὐτὴν τὴν ὕλην· ἀπὸ ταύτης γὰρ εἶναι τὴν κίνησιν.
οὐδέτεροι δὲ λέγουσι καλῶς. εἰ μὲν γάρ ἐστιν αἴτια τὰ εἴδη, διὰ τί οὐκ
ἀεὶ γεννᾷ συνεχῶς, ἀλλὰ ποτὲ μὲν ποτὲ δʼ οὔ, ὄντων καὶ τῶν εἰδῶν ἀεὶ καὶ
τῶν μεθεκτικῶν; ἔτι δʼ ἐπʼ ἐνίων θεωροῦμεν ἄλλο τὸ
αἴτιον
ὄν· ὑγίειαν γὰρ ὁ ἰατρὸς ἐμποιεῖ καὶ ἐπιστήμην ὁ ἐπιστήμων, οὔσης καὶ
ὑγιείας αὐτῆς καὶ ἐπιστήμης καὶ τῶν μεθεκτικῶν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν
ἄλλων τῶν κατὰ δύναμιν πραττομένων. εἰ δὲ τὴν ὕλην τις φήσειε γεννᾶν διὰ
τὴν κίνησιν, φυσικώτερον μὲν ἂν λέγοι τῶν οὕτω λεγομένων·
τὸ γὰρ ἀλλοιοῦν καὶ τὸ μετασχηματίζον αἰτιώτερόν τε τοῦ γεννᾶν, καὶ ἐν
ἅπασιν εἰώθαμεν τοῦτο λέγειν τὸ ποιοῦν, ὁμοίως ἔν τε τοῖς φύσει καὶ ἐν
τοῖς ἀπὸ τέχνης, ὃ ἂν ᾖ κινητικόν. οὐ μὴν ἀλλὰ καὶ οὗτοι οὐκ ὀρθῶς
λέγουσιν· τῆς μὲν γὰρ ὕλης τὸ πάσχειν ἐστὶ καὶ τὸ κινεῖσθαι, τὸ δὲ
κινεῖν καὶ
ποιεῖν ἑτέρας δυνάμεως. δῆλον δὲ καὶ ἐπὶ τῶν
τέχνῃ καὶ ἐπὶ τῶν φύσει γινομένων· οὐ γὰρ αὐτὸ ποιεῖ τὸ ὕδωρ ζῷον ἐξ
αὑτοῦ, οὐδὲ τὸ ξύλον κλίνην, ἀλλʼ ἡ τέχνη. ὥστε καὶ οὗτοι διὰ τοῦτο
λέγουσιν οὐκ ὀρθῶς, καὶ ὅτι παραλείπουσι τὴν κυριωτέραν αἰτίαν·
ἐξαιροῦσι γὰρ τὸ τί ἦν εἶναι καὶ τὴν μορφήν.
ἔτι δὲ καὶ τὰς
δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, διʼ ἃς
διὰ τούτων ἅπαντα τἆλλα γίγνεσθαι καὶ
φθείρεσθαι· φαίνεται δὲ καὶ τὸ πῦρ αὐτὸ κινούμενον καὶ πάσχον. ἔτι δὲ
γὰρ
πρίοντος διαιρεῖσθαι καὶ ξέοντος λεαίνεσθαι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
ὥστʼ εἰ ὅτι μάλιστα ποιεῖ καὶ κινεῖ τὸ πῦρ, ἀλλὰ πῶς κινεῖ οὐχ ὁρῶσιν,
ὅτι χεῖρον ἢ τὰ ὄργανα. ἡμῖν δὲ καθόλου τε πρότερον εἴρηται περὶ τῶν
αἰτίων, καὶ νῦν διώρισται περί τε τῆς ὕλης καὶ τῆς μορφῆς.
10 Ἔτι δὲ ἐπεὶ ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται· ὅτι ἀΐδιος, ἀνάγκη
τούτων ὄντων καὶ γένεσιν εἶναι συνεχῶς· ἡ γὰρ φορὰ ποιήσει τὴν γένεσιν
ἐνδελεχῶς διὰ τὸ προσάγειν καὶ ἀπάγειν τὸ γεννητικόν. ἅμα δὲ δῆλον ὅτι
καὶ τὸ πρότερον καλῶς εἴρηται, τὸ πρώτην τῶν μεταβολῶν τὴν φορὰν
ἀλλὰ μὴ τὴν γένεσιν εἰπεῖν· πολὺ γὰρ εὐλογώτερον τὸ ὂν τῷ
μὴ ὄντι γενέσεως αἴτιον εἶναι ἢ τὸ μὴ ὂν τῷ ὄντι τοῦ εἶναι. τὸ μὲν οὖν
φερόμενον ἔστι, τὸ δὲ γινόμενον οὐκ ἔ0στιν· διὸ καὶ ἡ φορὰ προτέρα τῆς
γενέσεως. ἐπεὶ δʼ ὑπόκειται καὶ δέδεικται συνεχὴς οὖσα τοῖς πράγμασι καὶ
γένεσις
καὶ φθορά, φαμὲν δʼ αἰτίαν εἶναι τὴν φορὰν τοῦ
γίνεσθαι, φανερὸν ὅτι μιᾶς μὲν οὔσης τῆς φορᾶς οὐκ ἐνδέχεται γίνεσθαι
ἄμφω διὰ τὸ ἐναντία εἶναι· τὸ γὰρ αὐτὸ καὶ ὡσαύτως ἔχον ἀεὶ τὸ αὐτὸ
πέφυκε ποιεῖν. ὥστε ἤτοι γένεσις ἀεὶ ἔσται ἢ φθορά. δεῖ δὲ πλείους εἶναι
τὰς κινήσεις
καὶ ἐναντίας, ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ
ἐναντίων τἀναντία αἴτια. διὸ καὶ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως
καὶ φθορᾶς, ἀλλʼ ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχές
ἐστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις· ἀνάγκη γάρ, εἴ γε ἀεὶ ἔσται συνεχὴς
γένεσις καὶ
ἔσται ἡ κίνησις· ὥστʼ εἰ τῷ προσιέναι καὶ ἐγγὺς εἶναι γεννᾷ,
τῷ ἀπιέναι ταὐτὸν τοῦτο καὶ πόρρω γίνεσθαι φθείρει, καὶ εἰ τῷ πολλάκις
προσελθεῖν γεννᾷ, καὶ τῷ πολλάκις ἀπελθεῖν φθείρει· τῶν γὰρ ἐναντίων
τἀναντία αἴτια. καὶ ἐν ἴσῳ χρόνῳ καὶ ἡ φθορὰ καὶ ἡ γένεσις ἡ κατὰ φύσιν.
διὸ
καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ
τούτῳ διορίζονται· πάντων γάρ ἐστι τάξις, καὶ πᾶς βίος καὶ χρόνος
μετρεῖται περιόδῳ, πλὴν οὐ τῇ αὐτῇ πάντες, ἀλλʼ οἱ μὲν ἐλάττονι οἱ δὲ
πλείονι· τοῖς μὲν γὰρ ἐνιαυτός, τοῖς δὲ μείζων, τοῖς δὲ ἐλάττων ἡ
περίοδός ἐστὶ τὸ μέτρον. φαίνεται
δὲ καὶ κατὰ τὴν αἴσθησιν
ὁμολογούμενα τοῖς παῤ ἡμῶν λόγοις· ὁρῶμεν γὰρ ὅτι προσιόντος μὲν τοῦ
ἡλίου γένεσίς ἐστιν, ἀπιόντος δὲ φθίσις, καὶ ἐν ἴσῳ χρόνῳ ἑκάτερον· ἴσος
γὰρ ὁ χρόνος τῆς φθορᾶς καὶ τῆς γενέσεως τῆς κατὰ φύσιν. ἀλλά συμβαίνει
πολλάκις ἐν ἐλάττονι φθείρεσθαι διὰ τὴν
πρὸς ἄλληλα
σύγκρασιν· ἀνωμάλου γὰρ οὔσης τῆς ὕλης καὶ οὐ πανταχοῦ τῆς αὐτῆς ἀνάγκη
καὶ τὰς γενέσεις ἀνωμάλους εἶναι καὶ τὰς μὲν θάττους τὰς δὲ βραδυτέρας,
ὥστε συμβαίνει διὰ τὴν τούτων γένεσιν ἄλλοις γίνεσθαι φθοράν. ἀεὶ δʼ,
ὥσπερ εἴρηται, συνεχὴς ἔσται ἡ γένεσις καὶ ἡ φθορά,
καὶ
οὐδέποτε ὑπολείψει διʼ ἣν εἴπομεν αἰτίαν. τοῦτο δʼ εὐλόγως συμβέβηκεν·
ἐπεὶ γὰρ ἐν ἅπασιν ἀεὶ τοῦ βελτίονος ὀρέγεσθαί φαμεν τὴν φύσιν, βέλτιον
δὲ τὸ εἶναι ἢ τὸ μὴ εἶναι (τὸ δʼ εἶναι ποσαχῶς λέγομεν, ἐν ἄλλοις
εἴρηται), τοῦτο δʼ ἀδύνατον ἐν ἄπασιν ὑπάρχειν διὰ τὸ πόρρω τῆς
ἀρχῆς ἀφίστασθαι, τῷ λειπομένῳ τρόπῳ συνεπλήρωσε τὸ ὅλον ὁ
θεός, ἐνδελεχῆ ποιήσας τὴν γένεσιν· οὕτω γὰρ ἂν μάλιστα συνείροιτο τὸ
εἶναι διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν.
τούτου δʼ αἴτιον, ὥσπερ
ἀέρος πῦρ καὶ πάλιν ἐκ πυρὸς ὕδωρ,
κύκλῳ φαμὲν περιεληλυθέναι τὴν γένεσιν διὰ τὸ πάλιν ἀνακάμπτειν. ὥστε
καὶ ἡ εὐθεῖα φορὰ μιμουμένη τὴν κύκλῳ συνεχής ἐστιν. ἅμα δὲ δῆλον ἐκ
τούτων ὅ τινες ἀποροῦσιν, διὰ τί ἑκάστου τῶν σωμάτων εἰς τὴν οἰκείαν
φερομένου χώραν ἐν τῷ ἀπείρῳ χρόνῳ
οὖ διεστᾶσι τὰ σώματα.
αἴτιον γὰρ τούτου ἐστὶν ἡ εἰς ἄλληλα μετάβασις· εἰ γὰρ ἕκαστον ἔμενεν ἐν
τῇ αὑτοῦ χώρᾳ καὶ μὴ μετέβαλλεν ὑπὸ τοῦ πλησίον, ἤδη ἂν διεστήκεσαν.
μεταβάλλει μὲν οὖν διὰ τὴν φορὰν διπλῆν οὖσαν· διὰ δὲ τὸ μεταβάλλειν οὐκ
ἐνδέχεται μένειν οὐδὲν αὐτῶν ἐν οὐδεμιᾷ
χώρᾳ τεταγμένῃ.
διότι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ καὶ διὰ τίνʼ αἰτίαν, καὶ τί τὸ
γενητὸν καὶ φθαρτόν, φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ δʼ ἀνάγκη εἶναί τι
τὸ κινοῦν εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον ἐν ἑτέροις, καὶ εἰ
ἀεί, ὅτι ἀεί τι δεῖ εἶναι, καὶ εἰ συνεχής, ἓν τὸ αὐτὸ καὶ ἀκίνητον καὶ
ἀγένητον καὶ ἀναλλοίωτον, καὶ εἰ πλείους αἱ ἐν κύκλῳ
κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ἀνάγκη ὑπὸ μίαν ἀρχήν·
συνεχοῦς δʼ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι, εἴπερ
ἀδύνατον χρόνον χωρὶς κινήσεως εἶναι· συνεχοῦς ἄρα τινὸς ἀριθμὸς ὁ
χρόνος, τῆς κύκλῳ ἄρα,
καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις
διωρίσθη. συνεχὴς δʼ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ
τῷ τὸ ἐν ᾧ κινεῖται, οἷον τὸν τόπον λέγω ἢ τὸ πάθος; δῆλον δὴ ὅτι τῷ τὸ
κινούμενον· πῶς γὰρ τὸ πάθος συνεχὲς ἀλλʼ ἢ τῷ τὸ πρᾶγμα ᾧ συμβέβηκε
συνεχὲς εἶναι; εἰ δὲ καὶ τῷ ἐν ᾧ,
μόνῳ τοῦτο τῷ τόπῳ
ὑπάρχει· μέγεθος γάρ τι ἔχει, τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, ὥστε
αὐτὸ αὑτῷ ἀεὶ συνεχές.
11 Ἐπεὶ δʼ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως
μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ γινόμενον
τόδε μετά τόδε
ὥστε μὴ διαλείπειν, σκεπτέον πότερον
νῦν ἀληθὲς εἰπεῖν ὅτι μέλλει, οὐδὲν κωλύει
μὴ γενέσθαι· μέλλων γὰρ ἂν βαδίζειν τις οὐκ ἂν βαδίσειεν. ὅλως δʼ, ἐπεὶ
ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ τὰ γινόμενα οὕτως
ἕξει, καὶ οὐκ ἐξ ἀνάγκης τοῦτʼ ἔσται. πότερον οὖν ἅπαντα τοιαῦτα ἢ οὔ,
ἀλλʼ ἔνια ἀναγκαῖον ἁπλῶς
γίνεσθαι, καὶ ἔστιν ὥσπερ ἐπὶ τοῦ
εἶναι τὰ μὲν ἀδύνατα μὴ εἶναι τὰ δὲ δυνατά, οὕτως καὶ περὶ τὴν γένεσιν;
οἷον τροπὰς ἆρα ἀνάγκη γενέσθαι, καὶ οὐχ οἷόν τε μὴ ἐνδέχεσθαι. εἰ δὴ τὸ
πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον ἔσται, οἷον εἰ οἰκία, θεμέλιον,
εἰ δὲ τοῦτο, πηλόν· ἆῤ οὖν καὶ εἰ θεμέλιος
γέγονεν, ἀνάγκη
οἰκίαν γενέσθαι; ἢ οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς· εἰ δὲ
τοῦτο, ἀνάγκη καὶ θεμελίου γενομένου γενέσθαι οἰκίαν· οὕτω γὰρ ἦν τὸ
πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστʼ εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο
πρότερον. εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕστερον, καὶ τὸ πρότερον
ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη,
ἀλλʼ οὐ διʼ ἐκεῖνο, ἀλλʼ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον. ἐν οἷς ἄρα τὸ
ὕστερον ἀνάγκη εἶναι, ἐν τούτοις ἀντιστρέφει, καὶ ἀεὶ τοῦ προτέρου
γενομένου ἀνάγκη γενέσθαι τὸ ὕστερον. εἰ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ
τὸ κάτω, οὐκ ἔσται
ἀνάγκη τὸ ὕστερον τόδε γενέσθαι ἁπλῶς.
ἀλλʼ οὐδʼ ἐξ ὑποθέσεως· ἀεὶ γὰρ ἕτερον ἔμπροσθεν ἀνάγκη ἔσται, διʼ ὃ
ἐκεῖνο ἀνάγκη γενέσθαι. ὥστʼ εἰ μή ἐστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ πρῶτον
ἔσται οὐδέν, διʼ ὃ ἀναγκαῖον ἔσται γενέσθαι. ἀλλὰ
μὴν οὐδʼ ἐν τοῖς πέρας ἔχουσι τοῦτʼ ἔσται εἰπεῖν ἀληθῶς,
ὅτι ἁπλῶς ἀνάγκη γενέσθαι, οἷον οἰκίαν, ὅταν θεμέλιος γένηται· ὅταν γὰρ
γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γίνεσθαι, συμβήσεται ἀεὶ εἶναι τὸ
ἐνδεχόμενον μὴ ἀεὶ εἶναι. ἀλλὰ δεῖ τῇ γενέσει ἀεὶ εἶναι, εἰ ἐξ ἀνάγκης
αὐτοῦ ἐστὶν ἡ γένεσις·
τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἅμα· ὃ γὰρ
εἶναι ἀνάγκη
καὶ ἀνακάμπτειν. ἀνάγκη γὰρ ἤτοι πέρας ἔχειν τὴν γένεσιν ἢ
μή, καὶ εἰ μή, ἢ εἰς εὐθὺ ἢ κύκλῳ. τούτων δʼ εἴπερ ἔσται ἀΐδιος, οὐκ εἰς
εὐθὺ οἷόν τε διὰ τὸ μηδαμῶς εἶναι ἀρχὴν μήτʼ ἂν κάτω, ὡς ἐπὶ τῶν
ἐσομένων λαμβάνομεν, μήτʼ ἄνω, ὡς ἐπὶ τῶν γενομένων· ἀνάγκη δʼ εἶναι
ἀρχήν,
μὴ πεπερασμένης οὔσης, καὶ ἀΐδιον εἶναι. διὸ ἀνάγκη
κύκλῳ εἶναι. ἀντιστρέφειν ἄρα ἀνάγκη ἔσται, οἷον εἰ τοδὶ ἐξ ἀνάγκης, παὶ
τὸ πρότερον ἄρα· ἀλλὰ μὴν εἰ τοῦτο, καὶ τὸ ὕστερον ἀνάγκη γενέσθαι. καὶ
τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ τοῦτο διαφέρει λέγειν διὰ δύο ἢ πολλῶν.
ἐν τῇ κύκλῳ
ἄρα κινήσει καὶ γενέσει ἐστὶ τὸ ἐξ ἀνάγκης
ἁπλῶς· καὶ εἴτε κύκλῳ, ἀνάγκη ἕκαστον γίνεσθαι καὶ γεγονέναι, καὶ εἰ
ἀνάγκη, ἡ τούτων γένεσις κύκλῳ. ταῦτα μὲν δὴ εὐλόγως, ἐπεὶ ἀΐδιος καὶ
ἄλλως ἐφάνη ἡ κύκλῳ κίνησις καὶ ἡ τοῦ οὐρανοῦ, ὅτι ταῦτα ἐξ ἀνάγκης
γίνεται καὶ ἔσται, ὅσαι ταύτης
ἀνακάμπτουσιν, τούτων δʼ
οὕτω γινομένων πάλιν τὰ ὑπὸ τούτων.
ἐκεῖνον. εἰς εὐθὺ δὲ ἔοικεν εἶναι
αὕτη ἡ γένεσις. ἀρχὴ δὲ τῆς σκέψεως πάλιν αὕτη, πότερον ὁμοίως ἅπαντα
ἀνακάμπτει ἢ οὔ, ἀλλὰ τὰ μὲν ἀριθμῷ τὰ δὲ εἴδει μόνον. ὅσων μὲν οὖν
ἄφθαρτος ἡ οὐσία ἡ κινουμένη, φανερὸν ὅτι καὶ ἀριθμῷ ταὐτὰ ἔσται (ἡ γὰρ
κίνησις ἀκολουθεῖ τῷ κινουμένῳ),
ὅσων δὲ μὴ ἀλλὰ φθαρτή,
ἀνάγκη τῷ εἴδει, ἀριθμῷ δὲ μὴ ἀνακάμπτειν. διὸ ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ
ὕδατος εἴδει ὁ αὐτός, οὐκ ἀριθμῷ. εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλʼ οὐχ ὧν ἡ
οὐσία γίνεται οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι.