Text encoded in accordance with the latest EpiDoc standards
Τίς ἡ τοῦ ἐμφύτου πνεύματος διαμονή, καὶ τίς ἡ αὔξησις; 1 ὁρῶμεν γὰρ ὅτι
πλέον καὶ ἰσχυρότερον γίνεται καὶ καθʼ ἡλικίας μεταβολὴν καὶ κατὰ
διάθεσιν σώματος. ἢ ὡς τἆλλα μέρη, προσγινομένου τινός; προσγίνεται δὲ
τροφὴ
τοῖς ἐμψύχοις, ὥστε ταύτην σκεπτέον ποία τε καὶ πόθεν.
δύο δὴ τρόποι διʼ ὧν γίνεται, ἢ διὰ τῆς ἀναπνοῆς, ἢ διὰ τῆς κατὰ τὴν τῆς
τροφῆς προσφορὰν πέψεως, καθάπερ τοῖς ἄλλοις. τούτων ἴσως οὐχ ἧττον ἂν
οὐχ οὕτω δόξειεν διὰ τῆς τροφῆς· σῶμα γὰρ ὑπὸ σώματος
τρέφεται, τὸ
δὲ πνεῦμα σῶμα. τίς οὖν ὁ τρόπος; ἢ δῆλον ὡς
ἐκ τῆς φλεβὸς ὁλκῇ τινι καὶ πέψει. τὸ γὰρ αἷμα ἡ ἐσχάτη τροφὴ καὶ ἡ αὐτὴ
πᾶσιν. ὥσπερ οὖν καὶ εἰς τὸ ἀγγεῖον αὐτοῦ καὶ εἰς τὸ περιεχόμενον
λαμβάνει
αὐτὸς αὐτῷ προστιθεὶς
αὔξει καὶ τρέφει. οὐδὲν δʼ ἴσως ἄτοπον αὐτό γε τοῦτο, ἀλλὰ γενέσθαι τὸ
πρῶτον ἐκ τῆς τροφῆς. καθαρώτερον γὰρ ὃ τῇ ψυχῇ συμφυές, εἰ μὴ καὶ τὴν
ψυχὴν ὕστερον λέγοι γίνεσθαι, διακρινομένων τῶν σπερμάτων καὶ εἰς φύσιν
ἰόντων. εἴτε περίττωμα πάσης
τροφῆς ἐστι, ποίᾳ διαπέμπεται
τοῦτο; κατὰ μὲν γὰρ τὴν ἐκπνοὴν οὐκ εὔλογον· ἀντιλαμβάνει γὰρ εὐθύς.
λοιπὸν δὲ δῆλον ὅτι διὰ τῶν τῆς ἀρτηρίας πόρων. τὸ δʼ ἐκκρινόμενον
καὶ ἐκπέμπει, τοῦτʼ
αὐτὸ παράλογον καὶ ἄτοπον. ἡ μὲν οὖν ἐκ τῆς τροφῆς αὔξησις καὶ διαμονὴ
σχεδὸν ταῦτα.
2 Ἡ δʼ ἐκ τῆς ἀναπνοῆς, ὥσπερ Ἀριστογένης οἴεται (τροφὴν γὰρ οἴεται καὶ
τὸ πνεῦμα πεττομένου τοῦ ἀέρος ἐν τῷ πνεύμονι· τοῦτο δʼ εἰς τὰ ἀγγεῖα
διαδίδοσθαι, τὸ
περίττωμα πάλιν ἐκπέμπεσθαι) πλείους ἔχει
τὰς ἀπορίας.
τῆς ἀπὸ
τῶν ἀγγείων ὄντα καὶ τῶν ὅλων ὄγκων, ὥσθʼ ἡ πέψις ἂν εἰς τὸ σωματῶδες
εἴη. τὸ δὲ περίττωμα, εἴπερ γίνεται λεπτότερον, οὐ πιθανόν. ἄλογος δὲ
καὶ ἡ ταχυτὴς τῆς πέψεως. εὐθὺς γὰρ μετὰ τὴν εἰσπνοὴν ἡ ἐκπνοή. τί οὖν
τὸ οὕτω ταχὺ μεταβάλλον καὶ ἀλλοιοῦν; ὑπολάβοι γὰρ
ἄν τις
μάλιστα τὸ θερμόν, καὶ μαρτυρεῖ οὕτως ἡ αἴσθησις· ὁ γὰρ ἐκπνεόμενος
θερμός. ἔτι δʼ εἰ μὲν ἐν τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ τὸ πεττόμενον, ἡ τοῦ
θερμοῦ δύναμις ἐν τούτοις· ὅπερ οὔ φασιν, ἀλλʼ ἐν τῇ κινήσει τῇ τοῦ
πνεύματος. ἐκθερμαίνεσθαι τὴν τροφήν. εἰ δʼ ἐξ ἑτέρου τινὸς οἷον
ἐπισπᾶται
ἢ καὶ κινοῦντος δέχεται, τοῦτʼ ἔτι θαυμασιώτερον.
ἅμα δὲ καὶ οὐκ αὐτὸ τὸ πρῶτον κινοῦν. ἔτι δʼ ἡ μὲν ἀναπνοὴ μέχρι τοῦ
πνεύμονος, ὥσπερ λέγουσιν αὐτοί, τὸ δὲ πνεῦμα διʼ ὅλου τὸ σύμφυτον. εἰ
δʼ ἀπὸ τούτου διαδίδοται
καὶ πρὸς τὰ κάτω καὶ πρὸς τὰ ἄλλα, πῶς ἡ πέψις οὕτω ταχεῖα;
θαυμασιώτερον γὰρ τοῦτο καὶ μεῖζον· οὐ γὰρ διαπέμπει τοῦτό γʼ εὐθὺς
πεττόμενον τὸν ἀέρα τοῖς κάτω. καίτοι τὸ μὲν δόξειεν
τῶν κάτω,
μεῖζον δʼ οὕτως ἔτι καὶ παραδοξότερον τὸ συμβαῖνον· οἷον γὰρ διόδῳ καὶ
θίξει γίνεται μόνον ἡ πέψις. ἄλογον δὲ καὶ τουτὶ καὶ λογοδεστερον, εἰ ὁ
αὐτὸς πόρος τῆς τροφῆς καὶ τοῦ περιττώματος. εἰ δὲ διʼ ἄλλου τινὸς τῶν
ἐντός, οἱ αὐτοὶ λόγοι οἳ καὶ πρότερον, εἰ μὴ τοῦτο
λέγοι
τις, ὡς οὐ πάσης τῆς τροφῆς οὐδὲ πᾶσι γίνεται περίττωμα,
πλείων ὁ ἀὴρ ὁ εἰσρέων καὶ ἐκρέων. εἰ
δέ τι ἀναγκαῖον ἐνυπάρχει, τοῦτο αὐτὸ ζητεῖται, τίς ὁ φυσικός; καὶ πῶς
οὗτος πλείων ὑγιῶς, ἐκ τούτου φανερὸν ἂν εἴη. τοῖς δὲ δὴ μὴ
ἀναπνευστικοῖς τίς ἡ τροφὴ τοῦ συμφύτου καὶ τίς ἡ αὔξησις; οὐ γὰρ ἔτι
τούτοις ἀπὸ τοῦ ἔξωθεν. εἰ δʼ ἀπὸ τῶν
ἐντὸς καὶ τῆς κοινῆς
τροφῆς, εὔλογον κἀκείνοις· ἀπὸ γὰρ τῶν αὐτῶν τὰ ὅμοια καὶ ὡσαύτως, εἰ μὴ
ἄρα καὶ τούτοις ἀπὸ τοῦ ἐκτός, ὥσπερ καὶ τῶν ὀσμῶν αἰσθάνονται. ἀλλʼ
οὔτοιγʼ οἷον ἀναπνοὴ γίνεται. περὶ οὗ κἂν ἀπορήσειέ τις, εἰ κατὰ
ἀλήθειάν ἐστιν, αὐτό τε τοῦτο προφέρων καὶ
ἔτι δʼ ὑπὲρ τῆς καταψύξεως ἀντιλέγων, ὡς κἀκείνων δεομένων.
εἰ δὲ διὰ τοῦ ὑποζώματος αὐτοῖς γίνεται, ταύτῃ δῆλον ὅτι καὶ ἡ τοῦ ἀέρος
εἴσοδος· ὥσθʼ ὅμοιόν τι τῇ ἀναπνοῇ. πλὴν οὐκ ἀφορίζεται τίς
μὲν οὖν ἔχει καὶ αὐτὸ
καθʼ αὑτὸ σκέψιν. τοῖς δὲ δὴ ἐνύγροις τίς ἡ τροφὴ καὶ αὔξησις τοῦ
συμφύτου; χωρὶς γὰρ τοῦ μὴ ἀναπνεῖν οὐδʼ ἐνυπάρχειν ὅλως ἐν τῷ ὑγρῷ
φαμεν ἀέρα. λοιπὸν ἄρα διὰ τῆς τροφῆς, ὡς οὐχ ὁμοίως πᾶσιν, ἢ κἀκεῖνα
διὰ τῆς τροφῆς τὰ
ἀναγκαῖον ἕν. καὶ ταῦτα μὲν ὡς περὶ τὴν αὔξησιν καὶ
τροφὴν τοῦ πνεύματος.
3 Περὶ δὲ ἀναπνοῆς οἱ μὲν οὐ λέγουσι τίνος χάριν, ἀλλὰ μόνον ὃν τρόπον
γίνεται, καθάπερ Ἐμπεδοκλῆς καὶ Δημόκριτος· οἱ δʼ οὐδὲ τὸν τρόπον ὅλως
λέγουσιν, ἀλλʼ ὡς
φανερῷ χρῶνται. δεῖ δὲ καὶ εἰ καταψύξεως
χάριν, αὐτὸ τοῦτο διασαφῆσαι. εἰ γὰρ ἐν τοῖς ἄνω τὸ θερμόν, οὐκ ἂν ἔτι
δέοιτο κάτω. τὸ δὲ σύμφυτον πνεῦμα διʼ ὅλου, καὶ ἀρχὴ ἀπὸ τοῦ πνεύμονος.
δοκεῖ δὲ καὶ τὸ τῆς ἀναπνοῆς εἰς πάντα διαδίδοσθαι κατὰ συνέχειαν, ὥστε
τοῦτο δεικτέον
ὡς οὐκ ἔστιν. ἄτοπον δὲ εἰ μὴ δεῖταί τινος
κινήσεως καὶ οἷον τροφῆς. εἰ δὲ διαπνεῖ πρὸς πᾶν, οὐκ
τῶν ἐσχάτων, τὸ δὲ πρώτως καὶ κυρίως ἀπὸ τῶν περὶ τὴν
καρδίαν. ἐν πολλοῖς δʼ οὕτω τὸ τῶν ἐνεργειῶν καὶ τῶν δυνάμεων. ἄτοπον
οὖν ὅμως εἰ καὶ εἰς τὸ ὀστοῦν διαδίδοται· καὶ γὰρ δὴ τοῦτό φασιν ἐξ
ἀρτηριῶν. διό, καθάπερ εἴρηται, σκεπτέον περὶ ἀναπνοῆς, καὶ τίνος ἕνεκα
καὶ ποίοις
μέρεσι καὶ πῶς. ἔτι δὲ οὐδʼ ἐπιφορὰ τῆς τροφῆς
φέρεται πᾶσι διʼ ἀρτηριῶν, οἷον αὐτοῖς τε τοῖς ἀγγείοις καὶ ἄλλοις τισὶ
τῶν μερῶν· ζῇ δὲ
Ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις τοῦ ἐν τῇ ἀρτηρίᾳ πνεύματος, 4
ἀναπνοή, σφυγμός, τρίτη δʼ ἡ τὴν τροφὴν ἐπάγουσα καὶ κατεργαζομένη,
λεκτέον ὑπὲρ ἑκάστης καὶ ποῦ καὶ πῶς καὶ τίνος χάριν. τούτων δʼ ἡ μὲν
τοῦ σφυγμοῦ καὶ τῇ αἰσθήσει φανερὰ καθʼ ὁτιοῦν μέρος ἁπτομένοις, ἡ δὲ
τῆς ἀναπνοῆς μέχρι μέν του φανερά, τὸ δὲ πλέον κατὰ λόγον,
ἡ δὲ τῆς τροφῆς ἅπασα κατὰ λόγον ὡς εἰπεῖν, ὡς ἐκ τῶν συμβαινόντων δὲ
κατὰ τὴν αἴσθησιν. ἡ μὲν οὖν ἀναπνοὴ δῆλον ὡς ἀπὸ τοῦ ἐντὸς ἔχει τὴν
ἀρχήν, εἴτε ψυχῆς δύναμιν εἴτε ψυχὴν δεῖ λέγειν ταύτην, εἴτε καὶ ἄλλην
τινὰ σωμάτων μίξιν, ἣ διʼ αὐτῶν ποιεῖ τὴν τοιαύτην
ὁλκήν. ἡ
δὲ θρεπτικὴ δόξειεν ἂν ἀπὸ τῆς ἀναπνοῆς· αὕτη γὰρ ἀνταποδίδοται, καὶ
ὁμοία τῷ ἀληθεῖ. εἰ δὲ μή, πᾶν ὁμαλίζει τοῖς χρόνοις τὸ σῶμα κατὰ τὴν
τοιαύτην κίνησιν. ἢ εἰ μηδὲν διαφέρει τὸ ἅμα, πάντα τὰ μέρη σκεπτέον. ὁ
δὲ σφυγμὸς ἴδιός τις παρὰ ταύτας τῇ μὲν ἂν δοκῶν
εἶναι κατὰ
συμβεβηκός, εἴπερ, ὅταν ἐν ὑγρῷ πλῆθος θερμότητος, ἀνάγκη τὸ
ἐκπνευματούμενον διὰ τὴν ἐναπόληψιν ποιεῖν σφυγμόν, ἐν τῇ ἀρχῇ δὲ καὶ
πρῶτον, εἴπερ ἐν γὰρ τῇ καρδίᾳ μάλιστα καὶ
πρῶτον, ἀφʼ ἧς καὶ τοῖς ἄλλοις. τάχα δὲ πρὸς τὴν ὑποκειμένην
οὐσίαν τοῦ ζῴου τὴν ἐκ τῆς ἐνεργείας ἀνάγκη τοῦτο
παρακολουθεῖν. ὅτι δʼ οὐδὲν πρὸς τὴν ἀναπνοὴν ὁ σφυγμός, σημεῖον· ἐάν τε
γὰρ πυκνὸν ἐάν τε ὁμαλὸν ἐάν τε σφοδρὸν
κἂν ὁ αὐτὸς ὢν ἐν ῥυθμῷ καὶ ὁμαλὸς ᾖ, σκεπτέον· οὐκ
ἔοικε δέ γε τοῖς μακρὰν ἀπηρτημένοις. ἥκιστα δʼ ἕνεκά του φαίνεται
γίνεσθαι, καθάπερ εἴρηται. τὸ γὰρ αὖ τῆς ἀναπνοῆς. καὶ τῆς ἐπαγωγῆς,
εἴθʼ ὡς ἕτερα πάμπαν ἀλλήλων εἴθʼ ὡς θάτερον πρὸς θάτερον, ἕνεκά του
φαίνεται καὶ ἔχει τινὰ
λόγον. τριῶν δʼ οὐσῶν πρότερον
εὔλογον εἶναι τήν τε σφυγμώδη καὶ τὴν ἀναπνευστικήν· ἡ γὰρ τροφὴ
προϋπάρχοντος. ἢ οὔ; τὸ μὲν γὰρ ἀναπνεῖν, ὅταν ἀπολυθῇ τῆς κυούσης, ἡ δʼ
ἐπιφορὰ καὶ ἡ τροφὴ καὶ ξυνισταμένου καὶ ξυνεστηκότος· ὁ δὲ σφυγμὸς
εὐθὺς ἐν τῇ ἀρχῇ ξυνισταμένης τῆς
καρδίας, καθάπερ ἐν τοῖς
ᾠοῖς γίνεται φανερόν. ὥστε αὕτη πρώτη, καὶ ἔοικεν ἐνεργείᾳ τινὶ καὶ οὐκ
ἐναπολήψει πνεύματος, εἰ μὴ ἄρα τοῦτο πρὸς τὴν ἐνέργειαν. ||
5 τὸ δὲ πνεῦμα τὸ ἐκ τῆς ἀναπνοῆς φέρεσθαι μὲν εἰς τὴν κοιλίαν, οὐ διὰ
τοῦ στομάχου (τοῦτο μὲν γὰρ ἀδύνατον), ἀλλὰ πόρον εἶναι
παρὰ τὴν ὀσφύν, διʼ οὗ τὸ πνεῦμα τῇ ἀναπνοῇ φέρεσθαι
πνεύματι τῷ διʼ αὐτῆς,
ἢ τῷ ὄγκῳ, ἢ τῷ σώματι; ἢ εἴπερ ὁ ἀὴρ πρῶτον ὑπὸ τὴν ψυχήν, τῷ κυριωτέρῳ
τε καὶ προτέρῳ; τί οὖν ἡ ψυχή; δύναμίν φασι τὴν αἰτίαν τῆς κινήσεως τῆς
τοιαύτης. ἢ δῆλον ὡς οὐκ ὀρθῶς ἐπιτιμήσεις τοῖς τὸ λογιστικὸν καὶ
θυμικόν· καὶ γὰρ οὗτοι ὡς δυνάμεις λέγουσιν.
ἀλλʼ εἰ δὴ ἡ
ψυχὴ ἐν τῷ ἀέρι τούτῳ, οὗτός γε κοινός. ἢ πάσχων γέ τι καὶ ἀλλοιούμενος
εὐλόγως, ἂν ἔμψυχον ἢ ψυχή, πρὸς τὸ συγγενὲς φέρεται καὶ τῷ ὁμοίῳ τὸ
ὅμοιον αὔξεται. ἢ οὔ; τὸ γὰρ ὅλον οὐκ ἀήρ, ἀλλὰ συμβαλλόμενόν τι πρὸς
ταύτην τὴν δύναμιν ὁ ἀήρ. ἢ οὐ,
ταύτην ποιοῦν, καὶ τὸ ποιῆσαν τοῦτʼ ἀρχὴ καὶ ὑπόθεσις;
αὐτὸν θερμὸς ἢ
ὑφʼ ἑτέρου; φαίνεται γὰρ ὁ ἔσω καθάπερ ὁ ἔξω· βοηθεῖται δὲ τῇ καταψύξει.
πότερα δὲ; ἔξω μὲν γὰρ πραὺς, ἐμπεριληφθεὶς δὲ πνεῦμα, καθάπερ πυκνωθεὶς
καὶ διαδοθείς πως. ἢ μίξιν τινὰ ἀνάγκη λαμβάνειν, ἐν ὑγρότητί τε καὶ
σωματικοῖς ὄγκοις ἀναστρεφόμενον; οὐκ ἄρα
λεπτότατος, εἴπερ
μέμεικται. καὶ μὴν εὔλογόν γε τὸ πρῶτον δεκτικὸν ψυχῆς, εἰ μὴ ἄρα καὶ ἡ
ψυχὴ τοιοῦτον, καὶ οὐ καθαρόν τι καὶ ἀμιγές. || τὴν ἀρτηρίαν μόνον εἶναι
δεκτικὴν
καὶ ἀρτηρίας, ἐκ φλεβὸς
μὲν ὅτι κεντηθὲν αἷμα ἀναδίδωσιν, ἐκ νεύρου δὲ ὅτι τάσιν ἔχει, ἐξ
ἀρτηρίας δὲ ὅτι διαπνοὴν ἔχει. μόνον γὰρ δεκτικὸν πνεύματος ἡ ἀρτηρία.
τὰς δὲ φλέβας ἔχειν πόρους, ἐν αἷς τὸ θερμὸν ὂν ὥσπερ ἐν χαλκείῳ
θερμαίνειν τὸ αἷμα· φύσει γὰρ οὐκ εἶναι
θερμόν, ἀλλʼ ὥσπερ
τὰ τηκτὰ διαχεῖσθαι· διὸ καὶ πήγνυσθαι τὴν ἀρτηρίαν, καὶ ἔχειν ὑγρότητα
καὶ ἐν αὑτῇ καὶ ἐν τοῖς χιτῶσι τοῖς περιέχουσι τὸ κοίλωμα. φανερὸν δʼ ἔκ
τε τῶν ἀνατομῶν εἶναι, καὶ ὅτι εἰς τὸ ἔντερον καὶ εἰς τὴν κοιλίαν αἵ τε
φλέβες καὶ αἱ ἀρτηρίαι συνάπτουσιν,
ἃς εἰκὸς εἶναι τὴν.
τροφὴν ἕλκειν. ἐκ δὲ τῶν φλεβῶν εἰς τὰς σάρκας διαδίδοσθαι τὴν τροφήν,
οὐ κατὰ τὰ πλάγια ἀλλὰ κατὰ τὸ στόμα, καθάπερ σωλῆνας. ἀποτείνειν γὰρ ἐκ
τῶν πλαγίων φλεβῶν φλέβια λεπτὰ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀρτηρίας
παῤ ἑκάστην πλευράν, καὶ ἀρτηρίαν
καὶ φλέβα παρακεῖσθαι·
καὶ τὰ ὀστέα δὲ καθάπτειν τὰ νεῦρα καὶ τὰς φλέβας καὶ εἰς μέσα καὶ εἰς
τὰς συμβολὰς τῶν κεφαλῶν, διʼ ὧν τὴν τροφὴν δέχεσθαι τοὺς ἰχθύας καὶ
ἀναπνεῖν· εἰ δὲ μὴ ἀνέπνεον, ἐξαιρεθέντας ἂν ἐκ τοῦ ὑγροῦ εὐθὺς
θνήσκειν. τὰς δὲ φλέβας καὶ τὰς
ἀρτηρίας συνάπτειν εἰς
ἀλλήλας καὶ τῇ αἰσθήσει φανερὸν
τὸ ἐν τῷ νεύρῳ. || ἄτοπον οὖν τῇ τοῦ πνεύματος χώρᾳ τὸ
θερμόν, ἄλλως τε καὶ καταψύξεως χάριν. εἰ δὲ ποιεῖ καὶ οἷον ἀναζωπυρεῖ
θερμῷ τὸ θερμόν, γίγνοιτʼ ἄν. ἔτι πάντων τῶν ἐχόντων θερμότητα σύμφυτον
πῶς ἡ διαμονή, μηδενὸς ἀντικειμένου μηδὲ καταψύχοντος; ὅτι γὰρ πάντα
δεῖται καταψύξεως, σχεδὸν φανερὸν τῷ
Πότερον δὲ τὸ σπέρμα διὰ τῆς ἀρτηρίας ὡς καὶ συνθλιβόμενον, 6
καὶ ἐν τῇ προέσει μόνον; ἐν οἷς δὴ φαίνεται καὶ ἡ ἐξ αἵματος μεταβολὴ
τῷ τὰ νεῦρα ἀπὸ τῶν ὀστῶν τρέφεσθαι· καθάπτει γὰρ αὐτά. ἢ οὐδὲ τοῦτʼ
ἀληθές· καὶ γὰρ ἐν τῇ καρδίᾳ νεῦρον, καὶ νεῦρα δὲ ἐκ τῶν ὀστῶν ἠρτημένα.
οὐ συνάπτει δὲ ἐν ἑτέρῳ, ἀλλʼ εἰς σάρκα ἀποτελευτᾷ.
ἢ τοῦτό
γʼ οὐθέν· εἴη γὰρ ἂν οὐθὲν ἧττον ἀπὸ τοῦ ὀστοῦ ἡ τροφή. αὐτοῖς δʼ ἀπὸ
τοῦ νεύρου τοῖς ὀστοῖς μᾶλλον τὴν τροφήν. ἄτοπον γὰρ καὶ τοῦτο. ξηρὸν
ἐκ τῆς φλεβὸς καὶ ἐκ τῆς
ἀρτηρίας εἰς αὐτό. καὶ ἐν πολλοῖς μὲν εὔδηλοι, μάλιστα δʼ εἰς τὴν ῥάχιν.
τὰς δʼ ἀπὸ τῶν ὀστῶν γίνεσθαι συνεχεῖς, ὥσπερ ταῖς πλευραῖς· τούτους δʼ
ἀπὸ τῆς κοιλίας τίνα τρόπον, ἢ πῶς τῆς ὁλκῆς γινομένης; ἢ τὰ πολλὰ
ἄχονδρα, καθάπερ ἡ ῥάχις· ἀλλʼ οὔτοι
πρὸς τὴν κίνησιν. ἢ
συνάψεως χάριν; δεῖ δέ, καὶ εἰ ἀπὸ τὸ αὐτὸ. πόθεν δʼ αὐτὴ καὶ πῶς, λεκτέον. τὸ ἐκ φλεβὸς καὶ
ἀρτηρίας τὴν σάρκα, ὅτι πανταχόθεν αἷμα τῇ κεντήσει, ψεῦδος ἐπί γε τῶν
ἄλλων ζῴων, οἷον ὀρνίθων καὶ
ὄφεων καὶ ἰχθύων ἢ ὅλως τῶν
ᾠοτόκων· ἀλλὰ τῶν πολυαίμων τοῦτʼ ἴδιον, ἐπεὶ τῶν ὀρνιθίων γε καὶ
τεμνομένων τὸ στῆθος ἰχώρ, οὐχ αἷμα. Ἐμπεδοκλῆς δὲ ἐκ νεύρου τὸν ὄνυχα
τῇ πήξει. ἆῤ οὖν οὕτω καὶ δέρμα πρὸς σάρκα; ἀλλὰ τοῖς
ἄλογος οὖσα. πολὺ
γάρ τι θαυμαστὸν φαίνεται καὶ ἀδύνατον ὅλως. ἄρα γε ἄλλοις ἄλλη τροφή,
καὶ οὐ πᾶσι τροφὴ τὸ αἷμα· πλὴν ἐκ τούτου τἆλλα.
7 Τὴν τῶν ὀστῶν φύσιν ἄρα σκεπτέον εἰ πρὸς κίνησιν ἢ πρὸς ἔρεισμα καὶ
πρὸς τὸ στέγειν καὶ περιέχειν, ἔτι δʼ εἰ
ὥσπερ ἀρχαὶ ἔνια,
καθάπερ ὁ πόλος. λέγω δὲ πρὸς μὲν κίνησιν, οἷον ποδὸς ἢ χειρὸς ἢ σκέλους
ἢ ἀγκῶνος, ὁμοίως τήν τε καμπτικὴν καὶ τὴν κατὰ τόπον· οὐδὲ γὰρ τὴν
τοπικὴν οἷόν τε ἄνευ κάμψεως. σχεδὸν δὲ καὶ τὰ ἐρείσματα ἐν τούτοις. τὴν
δὲ τοῦ στέγειν καὶ περιέχειν, οἷον τὰ ἐν τῇ κεφαλῆ
τὸν
ἐγκέφαλον, καὶ ὅσοι δὴ τὸν μυελὸν ἀρχήν. αἱ δὲ πλευραὶ τοῦ συγκλείειν.
ἀρχὴ δὲ καὶ μένον ἡ ῥάχις, ἀφʼ ἧς καὶ αἱ πλευραὶ πρὸς τὴν σύγκλεισιν.
ἀνάγκη γὰρ
δὲ καὶ δεῖ γε εἶναι τὸ οὗ ἕνεκα. ἐν ᾧ δὴ καὶ τὴν ἀρχὴν
ἔνιοι, τόν τε ῥαχίτην καὶ τὸν ἐγκέφαλον. ἔτι δὲ παρὰ ταῦτʼ ἐπισυναφῆς
καὶ συγκλείσεως χάριν, οἷον ἡ κλείς· ὅθεν ἴσως καὶ τοὔνομα. πρὸς δὲ τὴν
χρείαν ἕκαστον καλῶς. οὐδὲ γὰρ ἡ κάμψις, οὔτε τοῦ ὅλου οὔτε τῶν μερῶν,
εἰ μὴ
τοιαῦτα, οἷον ῥάχις, πούς, ἀγκών. εἴσω γὰρ δεῖ τὴν
κάμψιν πρὸς τὴν χρείαν, ὁμοίως δὲ καὶ τὴν τοῦ ποδὸς καὶ τῶν ἄλλων
τοιαύτην. ἅπαντα δὲ ἕνεκά του, καὶ τὰ ἐν τούτοις ὀστᾶ, οἷον ἡ ἐν τῷ
ἀγκῶνι κερκὶς ἕνεκα τῆς στροφῆς τοῦ ἀγκῶνος καὶ τῆς χειρός. οὐ γὰρ
κινεῖν ἄνευ ταύτης, οὐδὲ τοὺς πόδας ἐπαίρειν καὶ κάμπτειν, εἰ μὴ δύο αἱ
ἐν τῇ κινήσει κερκίδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα σκεπτέον, οἷον ἡ τοῦ
τραχήλου κίνησις, εἰ ἓν τὸ ὀστοῦν. δεῖ δὲ καὶ ὅσα πρὸς κατάληψιν ἢ
σύνδεσμον, οἷον ἡ μύλη ἡ ἐπὶ τῷ γόνατι. ἀλλὰ καὶ διὰ τί τοῖς ἄλλοις οὔ.
ὅσα μὲν
οὖν κινητικά, πάντα μὲν μετὰ νεύρων, ἴσως δʼ ὅσα
πρακτικῶς, μάλιστα, οἷον τὰ περὶ ἀγκῶνα καὶ σκέλη καὶ χεῖρας καὶ πόδας.
τὰ δʼ ἄλλα συνδέσμου χάριν, ὅσα δεῖται. ἐνίοις γὰρ ἴσως οὐδὲν ἢ ἐπʼ
ὀλίγον, οἷον ἡ ῥάχις· ἀλλʼ ἡ
Πάντων δʼ ἐστὶ λόγος ὁ βελτίων ὡς καὶ νῦν ζητεῖν· 8
ἀλλὰ τὰς
ἀρχὰς ἐφʼ ἱκανόν, ὧν χάριν, σκεπτέον. οὐκ ἂν δόξειε κινήσεως ἕνεκα τὰ
ὀστᾶ, ἀλλὰ μᾶλλον τὰ νεῦρα ἢ
βαδίζει. δεῖ γὰρ τοῦτο λαβεῖν ὥσπερ ἀρχήν, ὅτι πᾶσιν ἢ ἄλλου
τινὸς χάριν ἄλλα πρὸς τὴν κίνησιν τὴν οἰκείαν, οἷον τοῖς μὲν πεζοῖς
πόδας, καὶ τοῦτο τοῖς μὲν ὀρθοῖς δύο, τοῖς δὲ παντελῶς ἐπὶ τῆς γῆς
πλείους, ὅσοις ἡ ὕλη γεωδεστέρα καὶ ψυχροτέρα (τὰ δὲ καὶ ἄποδα ὅλως
ἐγχωρεῖ·
βίᾳ γὰρ οὕτω κινεῖσθαι) τοῖς
ἄλλων. τὰ δὲ
ὀστρακόδερμα τῶν ἐνύδρων ὑπόποδα διὰ τὸ βάρος. καὶ ταῦτα μὲν πρὸς τὴν
κατὰ τόπον ἀλλαγήν· ὅσα δὲ πρὸς τὴν ἄλλην χρείαν, ὥσπερ ὑφηγεῖται καὶ
ἑκάστου τὰ ἴδια, καὶ εἴ τι μὴ προφανές, οἷον διὰ τί τὰ πολύποδα
βραδύτατα. (καίτοι τὰ τετράποδα θάττω τῶν
διπόδων) πότερον
ὅτι ἐπὶ γῆς ὅλα τὰ σώματα ἢ ὅτι φύσει ψυχρὰ καὶ δυσκίνητα ἢ διʼ ἄλλην
αἰτίαν.
9 Οἱ ἀναιροῦντες ὡς οὐ τὸ θερμὸν τὸ ἐργαζόμενον ἐν τοῖς σώμασιν, ἢ ὅτι
μία τις φορὰ καὶ δύναμις ἡ τμητικὴ τοῦ πυρός, οὐ καλῶς λέγουσιν. οὐδὲ
γὰρ ὅλα τοῖς ἀψύχοις
ταὐτὸ ποιεῖ πᾶσιν, ἀλλὰ τὰ μὲν πυκνοῖ,
τὰ δὲ μανοῖ, καὶ
χαλκευτικὸν καὶ τὸ
τεκτονικὸν πῦρ ἀποτελεῖ, καὶ τὸ μαγειρικόν. ἴσως δʼ ἀληθέστερον ὅτι αἱ
τέχναι· χρῶνται γὰρ
ἐστὶ τὸ θερμαίνεσθαι
καὶ πυροῦσθαι, διάφορα ἕξει τὰ ἔργα τοῖς χρωμένοις. ἀλλʼ αἱ μὲν τέχναι
ὡς ὀργάνῳ χρῶνται, ἡ δὲ φύσις ἅμα καὶ ὡς ὕλῃ. οὐ δὴ τοῦτο χαλεπόν, ἀλλὰ
μᾶλλον τὸ τὴν φύσιν αὐτὴν νοῆσαι τὴν χρωμένην, ἥτις ἅμα τοῖς αἰσθητοῖς
πάθεσι καὶ τὸν ῥυθμὸν ἀποδώσει. τοῦτο
γὰρ οὐκέτι πυρὸς οὐδὲ
πνεύματος. τούτοις δὴ καταμεμεῖχθαι τοιαύτην δύναμιν θαυμαστόν. ἔτι δὲ
τοῦτο θαυμαστὸν ταὐτὸν καὶ περὶ ψυχῆς· ἐν τούτοις γὰρ ὑπάρχει. διόπερ οὐ
κακῶς εἰς ταὐτόν, ἢ ἀπλῶς ἢ μόριόν τι τὸ δημιουργοῦν, καὶ τὸ τὴν κίνησιν
ἀεὶ τὴν ὁμοίαν ὑπάρχειν ἐνεργοῦν. καὶ γὰρ ἡ
φύσις, ἀφʼ ἧς
καὶ ἡ γένεσις. ἀλλὰ δὴ τίς ἡ διαφορὰ τοῦ καθʼ ἕκαστον θερμοῦ, εἴθʼ ὡς
ὄργανον εἴθʼ ὡς ὕλην εἴθʼ ὡς ἄμφω; πυρὸς γὰρ διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ
ἧττον. τοῦτο δὲ σχεδὸν ὥσπερ ἐν μίξει καὶ ἀμιξίᾳ· τὸ γὰρ καθαρώτερον
μᾶλλον. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶν.
ἀνάγκη
γάρ, ἐπείπερ ἕτερον ὀστοῦν καὶ σὰρξ ἵππου καὶ βοός, ἢ τῷ ἐξ ἑτέρων εἶναι
ἢ τῇ χρήσει διαφέρειν. εἰ μὲν οὖν ἕτερα, τίνες αἱ διαφοραὶ ἑκάστου τῶν
ἁπλῶν καὶ τίς
δʼ αὐτοῦ,
εἴπερ ἑτέρα, διὰ τὸν λόγον. διὸ καὶ Ἐμπεδοκλῆς μίαν ἀπλῶς τὴν τοῦ ὀστοῦ
φύσιν
τὰ ἄλλα μόρια. ἔτι δὲ τὰ ἐν τῷ αὐτῷ ζῴῳ διαφέρουσι
πυκνότητι καὶ μανότητι καὶ τοῖς ἄλλοις, ὥστʼ οὐχ ἡ αὐτὴ κρᾶσις. παχὺ μὲν
γὰρ καὶ λεπτὸν καὶ μέγα καὶ μικρὸν
λέγουσιν εἰδέναι, πῶς τὸ
δημιουργοῦν ἕτερον εἴη ἂν καὶ τῷ τοῦτο πλέον ἢ ἔλαττον εἶναι, καὶ τῷ
καθʼ αὐτὸ καὶ καθάπερ τὰ
ἑψόμενα καὶ ὀπτώμενα. ὅπερ ἴσως ἀληθές. ἅμα γὰρ
ἐγκαταμείγνυται καὶ ποιεῖ τὸ τῆς φύσεως. ἄρα ὁ αὐτὸς καὶ περὶ σαρκὸς
λόγος· καὶ γὰρ αἱ αὐταὶ διαφοραί, σχεδὸν δὲ καὶ περὶ