Jonas Septuaginta Henry Barclay Swete D.D. Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0527.tlg041.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States The Old Testament in Greek Henry Barclay Swete D.D. Septuaginta Cambridge University Press Cambridge 1905 3 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΙΩΝΑΣ
B

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθεὶ λέγων,

ʼἈνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.

καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην· καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσείς, καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετʼ αὐτῶν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου.

Καὶ Κύριος ἐξήγειρεν πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.

καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπʼ αὐτῶν· Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδεν καὶ ἔρεγχεν.

καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.

καὶ εἶπευ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους. καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.

καὶ U+05D0AQ Inscr Ιωνας ς BU+05D0AQ) I 1 Αμαθι AQ 2 πορευθητι Bᵃᵇ (-ρευθυτητι B*)] πορευου A | Νινευη] pr την A | κρουη U+05D0* (-γη U+05D0c. ᵃ) 3 ηφυγειν] υγ rescr U+05D0¹ (φοιιν U+05D0*ᵛⁱᵈ) | εκ 1⁰] απο U+05D0A | Ιοππην] Ιππην U+05D0* (Ιοππ. U+05D0c. ᵃ) | om και εδωκεν... εις Θαρσεις (3°) U+05D0* (hab U+05D0c.ᵃ) μετ ουτων εις Θαρσεις] εις Θ. μετ ουτων A | Θαρσις (3⁰) U+05D0c.a 4 επι] εις U+05D0c.a, ο c.b AQ | εκινδυνευσεν] εκινδυνευε Qᵃ | συντριβηναι] του διαλυθηναι U+05D0c.b (postea συντρ.) A 5 ανεβοησαν] εβοων A ανεβοων U+05D0c.b) Q | αυτου] ουτων AQ* (-των Qᵃ) | ερεγκε Qᵃ 6 πρωρευς] οι γ΄ κυβερνητης Qmg | αυτω] προς αυτον A | ρεγχεις (ρεγκ. Qᵃ)] ρεγχει U+05D0* (-γχεις U+05D0c.a, c.ᵇ) | αναστα] αναστηθι U+05D0c.b Qᵃ om και 3⁰ Q | οπως] ειπως AQᵃ (επως Q*) | διασωσει Q* ᵛⁱᵈ | ημας] pr η U+05D0 | μη] pr ου U+05D0c.a AQᵃ 7 ειπεν] ειπαν Q | επιγνωμεν] επιγνωσο- μεν U+05D0* (-γνωμεν U+05D0c.a, c.ᵇ) | αυτη εστιν] η ε rescr U+05D0¹ εν ημιν] εφ ημας Q εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν, καὶ B πόθεν ἔρχῃ. καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ;

καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγὼ εἰμι, καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγῶ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.

καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.

καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.

καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφʼ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφʼ ὑμᾶς ἐστίν.

καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν, καὶ οὐκ ἡδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπʼ αὐτούς.

καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν Μηδαμῶς, Κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφʼ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.

καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.

καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον, καὶ ἔθυσαν θυσίας τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.

Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους,

καὶ εἶπεν 8 ειπον] ειπαν U+05D0AQ | απαγγειλον] + δή Qmg | ημιν] + τινος ενεκεν η κακια U+05D0AQ αυτη εστιν εν ημιν AQ | ερχη] + κ που πορευει U+05D0c.b + και που πορευη Qᵐᵍ | ει συ] συ ει Q 9 ειμι εγω U+05D0* (εγω ειμι U+05D0c mox ειμι εγω revoc) | τον κυριον θεον] κν τον θν Q | σεβομαι] φοβουμαι U+05D0c.b 10 φοβω μεγαλω U+05D0c.ᵇ ⁽ᵛiᵈ) (mox φοβον μεγαν revoc) | φευων U+05D0* (φευγων U+05D0c.a) 11 ποιησωμεν U+05D0A | επορυετο U+05D0c.b επωρυετο AQ* : item 13 12 αυτους] αυτο Qᵃᵛⁱᵈ εμβαλετε] ενβαλατε U+05D0 | om με 2⁰ AQa οτι] διοτι U+05D0* (οτι U+05D0c.b) κλυδων] γ pro κ inceb U+05D0* (κλ. U+05D0¹) 13 καιπερ εβιαζοντο B* ᵛiᵈ (και παρεβιαζ. Bᵃᵇ) προς] θ΄σ΄ εις Qᵐᵍ εδυναντο A εηγειρετο U+05D0* (εξηγ. U+05D0¹ c.a) 14 προς Κυριον και ειπαν μηδαμως sup ras et in mg Aa Κυριον] pr τον U+05D0* (om τον U+05D0c.b) om μη απολωμεθα...συ Κυριε U+05D0* (hab U+05D0c.a) απολοιμεθα U+05D0c.a (απολωμ. U+05D0c.b) Q διοτι] οτι AQ* (διοτι Qmg) συ] σου U+05D0c.ᵃ βεβουλου U+05D0* (εβ. U+05D0?) 15 εξεβαλον] εβαλον U+05D0*c.b ενεβαλον U+05D0c.ᵃA σαλους AQ* (-λου Qᵃ) 16 εφοβηθησαν] incep ερ U+05D0* θυσιαν AQ* (-ας Qᵃ) om κυριω U+05D0* (superscr κω U+05D01) | ηυξξαντο U+05D0¹ (ηξ. U+05D0*) AQ II 1 κητει] τητει U+05D0* (κητι U+05D0c.a, c.ᵇ) καταπιειν] και κατεπιεν U+05D0* (καταπ. U+05D0c.a, c.ᵇ) τον Ιωναν] om τον U+05D0? 2 τον θεον] om τον U+05D0c.ᵃ (rurs ras) Q 2—3 om αυτου εκ της κοιλιας...Κυριον τον θεον (2⁰) U+05D0* (hab U+05D0¹c.a (ᵛiᵈ), c.b) 2 τον θεον] om τον Q 3 ειπεν] + ως Qmg B Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου. ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου·

⁴ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.

⁵καὶ ἐγώ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν λαὸν τὸν ἅγιόν σου;

⁶περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς. ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων,

⁷κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω φθορὰ ζωῆς μου, Κύριε ὁ θεός μου,

8ἐν τῷ ἐκλιπεῖν ἀπʼ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ εὐχή μου εἰς ναὸν ἅγιόν σου.

⁹φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.

¹⁰ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.

¹¹Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων

Ἀνάστηθι πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.

καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησεν Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.

U+05D0AQ 3 εβοησα] pr ωδη A | κρουης U+05D0* (-γης U+05D0c.a) 4 απεριψας U+05D0Q* | με 1⁰] μες (sic) U+05D0 | om σου 2⁰ Q* (hab Q¹ᵐᵍ) 5 και εγω] καγω A | επι- βλεψαι] επιστρεφε U+05D0* (επιβλεψε U+05D0¹ -ψαι U+05D0c.a, c.b) | τον λαον B* ᵇ] τον ναον BᵃᵇU+05D0 ναον AQ 6 υδωρ μοι (μου U+05D0* μοι U+05D0¹)] μοι υδωρ AQ | ψυχης] + μου Qᵃ⁽ᵐᵍ)vid | εισχισμας U+05D0* (εις σχ. U+05D0c.b) 7 φθορα ζωης] εκ φθορας ζωης U+05D0c.c(vid) εκ φθορας η ζωη AQ | Κυριε] pr προς σε U+05D0c.c (vid) 8 εκλειπειν AQ | απ εμου την ψυχην μου] την ψ. μου απ εμου AQ | ευχη] προσευχη U+05D0c.ᵇAQ 9 ελεον U+05D0c.a (mox ελεος revoc) Q | εγκατελειπον AQ* (-λιπον Qa) 10 αινεσως B* (-σεως Bᵃᵇ) | και] ε pro κ incep B* | σοι σωτηριου] εις σωτηριον μου U+05D0c.a non c,b AQ | τω κυριω] pr ω U+05D0* (om ω U+05D0¹c.a) pr τω U+05D0c.b (per incur) 11 προσεταγη] + απο κυ U+05D0c.b (postea ras) III 2 πορευθητι] pr και U+05D0c.a (postea ras) AQ | Νινευην U+05D0 3 καθως AQ* (καθα Qa) | ποριας U+05D0A

καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας B μιᾶς, καὶ ἐκήρυξεν καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.

καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ θεῷ, καὶ ἐκήρυξαν νηστίαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.

καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφʼ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.

καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.

καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες

Τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;

καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη·

καὶ προσεύξατο πρὸς Κύριον καὶ εἶπεν Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσείς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.

καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπʼ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῇν με.

καὶ εἶπεν Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σύ;

καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως, καὶ ἐκάθισεν ἀπέναντι τῆς 4 εισελθειν] εισπορευεσθαι U+05D0c.b AQ | πορειαν (-ριαν U+05D0)] ποριας AQ* (πορειαν U+05D0AQ Qᵃ) + οδου AQ | ημερας] μερας U+05D0* (ημ. U+05D01?c.a) εκηρυξω U+05D0* (-ξεν U+05D0¹) τρεις] οι λ΄ τεσσερακοντα Qmg 5 ενεπιστευσαν] επιστευσαν U+05D0c.a | νηστειαν Bᵃᵇ AQ | και 3⁰] αι U+05D0* (και U+05D0c.a) | μικρου αυτων (om αυτ. AQ* hab Qmg) εως μεγαλου αυτων U+05D0c.b (postea μεγ. αυτ. εως μικρ. αυτ. revoc) AQ 6 λογος] λαος U+05D0c.b (mox λογος revoc) | βασια U+05D0* (βασιλεα U+05D0c.a) | Νινευης U+05D0* (ς improb U+05D0c.a postea ras) περιειλετο Qa (vid) 7 ερρεθη (ερεθη U+05D0*)] ερρηθη BᵃᵇQᵃ | παρα των μεγιστανων αυτου] παντων μεγ. αυτω U+05D0c.a, c.b γευεσθωσαν U+05D0* (γευσασθ. U+05D0c.a, c.b) A | μηθεν A | νεμεσθωσαν] + μηδεν U+05D0* (om μηδεν U+05D0c.b) | πινετωσαν U+05D0 8 ανεστρεψαν U+05D0c.b Q* απεστρεψεν A α΄θ΄ επεστρεψαν Qᵐᵍ | πονηρας] πο sup ras seq ras pl litt Aᵃ 10 οιδε U+05D01?c.a (οιδες U+05D0* vid) | μετα- νοιησει Q* (-νοησ. Qᵃ) | τη κακια η] τα κακα α A | αυτοις] αυτοι U+05D0* (-τοις U+05D0c.a) IV 2 προσηυξατο Bᵇ et fort c U+05D0AQ | ω] + (?) ωδη U+05D0c.b vid ωδη certe Qa | μου 1⁰] + ους ελαλησα A | εγνων] + εγω U+05D0c.a (mox improb) συ] + θς Q | οικτειρμων U+05D0c.b AQ* (-κτιρμ. Qa) 3 η] ει BU+05D0* (η U+05D0c.b) pr μαλλον U+05D0c.a (μ. postea ras) om με 2⁰ U+05D0c.b AQ* vid (hab Qᵐᵍ) 4 σφοδρα] + συ U+05D0* (improb U+05D0c.a postea ras) B πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιῷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.

καὶ προσέταξεν Κύριος ὁ θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.

καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη.

καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ θεὸς πνεύματι καύσωνος συνκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπεν Καλόν μοι ἀποθανεῖν με ἢ ζῇν.

καὶ εἶπεν ὁ θεὸς πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπεν Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.

καὶ εἶπεν Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπʼ αὐτήν, καὶ οὐκ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.

ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;

U+05D0AQ 5 εκει σκηνην εαυτω A | om ου Q | αφειδη A | τη πολει] pr εν U+05D0 6 κο- λοκυνθη bis] κολοκυντη AQ* (-νθη Qa) | του ειναι] om του AQ | σκιαν] pr εις U+05D0c.a (mox ras) | αυτου 2⁰] αυτων U+05D0* (-του U+05D0c.a, c.b) 7 ο θεος] ων U+05D0* pr κς AQ | σκωληκι] pr σ U+05D0* (improb U+05D0¹) | κολοκυνταν A 8 ο θεος] pr κς AQ | συγκαιοντι Bᵇ | ολιγοψυχησεν U+05D0 | om μοι Q* (hab Qmg)] αποθανειν] pr το U+05D0c.b AQ | om με U+05D0 | ζην] + με U+05D0c.aQ 9 ο θεος] pr κς U+05D0c.a A | κολοκυντη AQᵃ 10 κολοκυντης AQa | επ αυτην] επ αυτης U+05D0* (επ αυτην U+05D0c.a(vid)) A εις αυτην U+05D0c.a Qᵃ | και ουκ] ουδε U+05D0c.b | υπο νυκτα εγενηθη AQ 11 om της μεγαλης A | κατοικουσιν] + εν αυτη Qmg | πλειους] πλιου U+05D0* (πλιους U+05D0c.ᵃ) + ῃ U+05D0c.a Q | η 2⁰] ουδε A Subscr Ιωνας ς BU+05D0Q Ιωνας προφητης ς A