Aggaeus Septuaginta Henry Barclay Swete D.D. Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg0527.tlg045.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States The Old Testament in Greek Henry Barclay Swete D.D. Septuaginta Cambridge University Press Cambridge 1905 3 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΑΓΓΑΙΟΣ
Β

ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων

Τάδε λέγει Κύριος Παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.

καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων

Εἰ καιρὸς μέν ὑμῖν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος ὑμῶν ἐξηρήμωται;

καὶ νῦν τάδε λέγει Κύριος Παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.

τάδε λέγει Κύριος Παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπεν Κύριος.

ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ανθʼ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος. ὑμεῖς δὲ διώκετε ἕκαστος U+05D0AQ Inscr Αγγαιος ι BU+05D0AQ 1 1 Δαρειου BᵃQ Αγγεου B* (-γαιου Bᵃᵇ) U+05D0 ειπον] + δη AQ εκ φυλης] pr τον A 2 om λεγων U+05D0? (postea revoc) ο καιρος] om ο Q* (hab Qᵃ) 3 Αγγεου U+05D0 4 μεν υμιν] υμιν μεν U+05D0AQmg om μεν Q* εστι Qᵃ om υμων 10 U+05D0c.a (postea revoc) AQ υμων 2⁰] ουτος U+05D0AQ εξερημωται AQ* (εξηρ. Qa) 5 om δη U+05D0c.b 6 εσπειρατε] pr διοτι ταδε λεγει κς παντοκρατωρ (seq) ras 1 lit) A εισηνεγκετε Qa om και 2⁰ U+05D01 c.a, c.b επιετε] τ sup ras Aa εις 2⁰] ες A (εις A¹) εθερμαρθητε U+05D0* (εθερμανθ. U+05D0c) συναγων] συναγαγων U+05D0 τετρεπημενον U+05D0* (τετρυπ. U+05D0c.a, c.b) 7 τας καρδιας sup ras Aa | τας οδους] om τας B* (hab U+05D0c.a, c.b ) οδους sup ras pl litt Aᵃ 8 εις] επι] U+05D0c.b AQ το ορος] om το U+05D0* (hab U+05D0¹(vid)) κοψετε U+05D0* (- ψατε U+05D0c.a, c.b) 9 εγενετο] εγενοντο A εστιν] pr ος U+05D0c.(b?) ᵛⁱᵈ (rurs del) εἰς τὸν οἶκον αὐτοῦ,

διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ B ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς·

καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.

Καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.

καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ Ἐγὼ εἰμι μεθʼ ὑμῶν, λέγει Κύριος.

καὶ ἐξήγειρεν Κύριος τὸ πνεῦμα Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπωυ παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος θεοῦ αὐτῶν.

Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως (1)τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων

Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων

Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν.

§4καὶ νῦν κατίσχυε, Ζοροβα- §Γ βέλ, λέγει Κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθʼ ὑμῶν ἐγὼ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,

καὶ 11 σιον U+05D0* (σιτον U+05D0c.a, c.b) 12 εκ φυλης] pr ο A 12— 14 om U+05D0AQΓ και Ιησους.. Σαλαθιηλ εκ φυλης Ιουδα Q* (hab Qᵐᵍ sinistr: item hab και Ιησους...εξαποστειλεν αυτον κς ο θς αυτον προς Q(?)mg sup) ουτων 1⁰] αυτου Qmg (postea των) Αγγεου U+05D0 13 Αγγεος U+05D0 | αγγελος Κυριου] Αγγεος U+05D0* (om U+05D0c.a, c.b) εν αγγελοις Κυριου] ο αγγελος κυριου U+05D0c.a αγγελος κ. U+05D0c.b om AQᵐᵍ 14 το πνα Ιησου sup ras (seq ras) Ab om παντος Q* (hab Qmg) εισηλθεν U+05D0* (- λθον U+05D0c.a) εογα] pr τα AQ II 1 τετραδι] τεταρτη Q* (τετραδι Qᵃ) om ετει Q* (hab Qᵇ) Δαρειου Bᵃᵇ τω μηνι τω εβδομω] τω εβδομω μηνι A (- νει) Q ελαλησεν] ελαβεν U+05D0* (ελαλ. U+05D0c.a) Αγγεου 2 Σαλαθιηλ] pr του Bᵃᵇᵛiᵈ U+05D0AQ φηλης U+05D0* (φυλ. U+05D0c.a) 3 τις εξ υμων] + πεοιλειφθεις U+05D0c.a (postea ras) ειδεν] οιεν A 4 Ξοροβαβελ U+05D0* (Ζορ. U+05D0c.a) | Iησου ο] Ιησους Avid εγω μεθ υμων AΓ ο παντοκρατωρ] om ο U+05D0c.b AQΓ B τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε.

διότι λέγει Κύριος ΙΙαντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,

καὶ συνσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος Παντοκράτωρ.

ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος αντοκράτωρ.

διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπέρ τὴν πρώτην, λέγει Κύριος Παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος Πfαντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸυ ναὸν τοῦτον.

Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρίου ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν προφήτην λέγων

Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων

Ἐὸν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἄψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἡ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ.

καὶ εἶπεν Ἁγγαῖος Ἐὰν ἅψηται μεμιαμμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανθήσεται.

καὶ ἀπεκρίθη Ἁγγαῖος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.

καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθου ἐν τῷ ναῷ Κυρίου,

τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριθῆς δέκα σάτα, καὶ εἰσεπορεύεσθε εἰς U+05D0ΑQΓ 5 το πνευμα] om το Γ 6 διοτι] +ταδε AQ Παντοκρατωρ] pr ο U+05D0* (improb ο U+05D0c.a, c.b) om και 2⁰ U+05D0* (hab U+05D0c.a) 7 συσσεισω BᵃᵇQᵃ εκλεκτα] επιλεκτα Γ πλησω] πληρωσω AΓ 9 ειρηνην 2⁰] ειρηνης A κτιζοντι] κτισαντι Γ 10 του ενατου μηνος] μηνι τω ενατω AΓ τω μηνι τω εν. Q Δαρειου BᵃᵇQᵃΓ Αγγεον U+05D0 11 επερωτησον] + δη U+05D0c.b 12 αγιον] αγριον U+05D0*vid η εψεματος η οινου] η οινου η εψ. U+05D0c.b (vid) η εψ. τ[ου] οιν. Γᵛⁱᵈ εψηματος U+05D0c.b om ει U+05D0? (postea revoc) 13 Αγγεος U+05D0 μεμιασμενος U+05D0Γ ακαθαρτος] om U+05D0c.b pr η AQ επι ψυχη] ψυχη επι ψυχη A ψυχη επι ψυχην Q επι 2⁰] απο AQ 14 Αγγεος U+05D0 | εμου] μου Q εαν] αν Q ενγιση U+05D0 | εκει] αυτων Q om αυτων Γ πονων] πονηριων U+05D0c.a 15 εις] επι U+05D0c.bAQΓ περανω προ] επανω A om προ A 16 κριθης 1⁰] post ι 2 fort lilt ras A? εγενετο] εγινετο Q κριθης δεκα σατα] δεκα σατα κρ. U+05D0c.b τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.

B

ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρὸς μέ, λέγει Κύριος.

ὑποτάξατε δὴ τὰς καρδίας¶ ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης ¶ Γ καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐυάτου μηνός, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,

εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἃλω, καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν· ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἁγγαῖον τὸν πρὸφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων

Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,

καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἄρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάτοι αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, λήμψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος. καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σέ ᾑρέτισα, λέγει Κύριος Παντοκράτωρ.

16 πεντηκοντα] ν᾿ U+05D0 εγενοντο] εγινοντο Q εικοσι 2⁰] pr εις U+05D0 17 επα- U+05D0ΑQΓ ταξα] pr και Q αφορια] απορια (αφ. U+05D0c.b) αφθορια A 18 υπο- ταξατε] ταξατε U+05D0c.a, c.b) AQΓ τεθεμελιωται] εθεμελιωθη AQ 19 ει 1⁰] +ετι U+05D0c.a AQ επιγνωσθησεται (επεγν. B* επιγν. Bᵃᵇ)] επιγνωσησθε U+05D0* (επιγνωσθ. U+05D0c.b) om ει 2⁰ AQ om ετι A ξυλα] φυλλα U+05D0* (ξυλα U+05D0c.b) | ευ- λογησω] και επανω ευλ. αυτα A 20 Αγγεον U+05D0 21 σειω] σισω U+05D0c.(?a) 22 om και ολεθρευσω δυν. βασ. U+05D0* hab ӄ εξολεθρευσω δυν. βασ. U+05D0ᵃ,c.a(ᵛⁱᵈ) (postea ras) εξολεθρευσω AQ αναβατας] + αυτῶ U+05D0c.b (postea ras) και κατα| στρεψ ω πασον την δυναμιν αυτω| και καταβολω τα ορια ουτων· και| ενισ χυω τους εκλεκτους μου· A καταβησονται] αναβησονται A Qᵃ (λ᾿ καβησ. [sic] Qmg) 23 λημψομαι (ληψ. Q)] + σε U+05D0c.a, c.b ως σφρα- γιδα (ωσηφο. U+05D0)] εις σφρ. A διοτι] οτι A ρετισαμην U+05D0c (postea ηρετισα) Subscr Αγγαιος (-γεος U+05D0) ι BU+05D0AQ