Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
ΕΙΙΙ βασιλέως Ἰωακεὶμ τῆς Ἰουδαίας ἔτους τρίτου παραγενόμένος Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Ἰερουσαλὴμ ἐπολιόρκει αὐτήν.
καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ἰωακεὶμ τὸν βασιλέα τῆς Ἰουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κνρίου. καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα εἴς γῆν Σεναὰρ εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη· καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ.
καὶ εἶπεν ὁ βασιλεὺς Ἀβιεσδρὶ τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων,
νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοφίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοφούς, καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαικήν
καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἵκου τοῦ βασιλέως καθʼ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου οὗ πίνει ὁ βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία, καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως.
καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ τῶν ἀπὸ τῆς Ἰουδαίας Δανιὴλ, Ἀνανίας, Μισαήλ, Ἀζαρίας.
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μέν
Δανιὴλ Βαλτασάρ, τῷ δὲ Ἀνανίᾳ Σεδράχ. καὶ τῷ Μισαὴλ Μισάχ,
καὶ ἐνεθυμήθη Δανιὴλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἵνῳ, καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον ἴνα μὴ συμμολυνθῇ.
καὶ ἔδωκε Κύριος τῷ Δανιὴλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου.
καὶ εἶπεν ὁ ἀρχιευνοῖχος τῷ Δανιὴλ Ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, ἴνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσθενῆ παρὰ τοὺς συντρεφομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ.
καὶ εἶπεν Δανιὴλ Ἀβιεσδρὶ τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιήλ, Ἀνανίαν, Μισαήλ, Ἀζαρίαν
Πείρασον δὴ τοὺς παῖδάς σου ἐφʼ ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν·
καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου.
καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ἡ ὄψις αὐτῶν καλὴ καὶ ἡ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσθιόντων τὸ βασιλικὸν δεῖπνον.
καὶ ἦν Ἀβιεσδρὶ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν, καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων.
καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ. καὶ τῷ Δανιὴλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ.
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσόρ.
καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εἰρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ,
καὶ ἐν παντὶ λύγῳ καὶ συνέσει καὶ παιδεία, ὅσα ἐζήτησε παρʼ αὐτῶν
ὁ βασιλεύς, κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπέρ
τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ·
καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας,
καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν
καὶ ἦν Δανιὴλ ἕως
τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως ΙΙερσῶν.
Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσὸρ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.
καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ
καὶ εἰπεν αὐτοῖς ὁ βασιλεύς Ἐυύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα· ἐπιγνῶναι οὗυ θέλω τὸ ἐνύπνιον.
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί Κύριε βασιλεῦ, τὸν αἰῶνα ζῆθι· ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ.
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις λόγος ἀπʼ ἐμοῦ ἀπέστη· διότι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπʼ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι, παραδειγματισθήσεσθε, καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν.
ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε, λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπʼ ἐμοῦ· δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε.
ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες Βασιλεῦ, τὸ ὅραμα εἰπόν, καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα.
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐπ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ πρᾶγμα· καθάπερ οὖν προστέταχα, οὕτως ἔσται.
ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπʼ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε, θανάτῳ περιπεσεῖσθε· συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπʼ ἐμοῦ, ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ. νῦν οὗν ἐὰν τὸ δῆμα εἵπητέ μοι ὃ τὴν νύκτα ἑώρακα, γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσητε.
καὶ ἀπεκρίθησαν
οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς
καὶ ὁ λόγος ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μὴ τι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει.
τότε ὁ βασιεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας.
καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι· ἐζητήθη δὲ ὁ Δανιὴλ καὶ πάντες οἱ μετʼ αὐτοῦ χάριν τοῦ συναπολέσθαι
τότε Δανιὴλ εἶπε βουλὴν καὶ γνώμην ἣν εἶχεν Ἀριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς Βαβυλωνίας,
καὶ ἐπυνθάνετο αὐτοῦ λέγων Ἄρχων τοῦ βασιλέως, περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως; τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Ἀριώχης τῷ Δανιήλ.
ό δὲ Δανιὴλ εἰσἡλθε ταχέως πρὸς τὸν βασιλέα, καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρονος παρὰ τοῦ βασιλέως, καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως.
Τότε ἀπελθὼν Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία τοῖς συνεταίροις ὑπέδειξε πάντα,
καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμαωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοθῶσι Δανιὴλ καὶ οἱ μετʼ αὐτοῦ εἰς ἀπώλειαν ἄμα τοῖς σοφισταῖς Βαβυλῶνος.
τότε τῷ Δανιὴλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως. τότε Δανιὴλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον, καὶ ἐκφωνήσας εἶπεν
Ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα, ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς καὶ καθιστῶν, διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν·
ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί, καὶ παρʼ αὐτῷ κατάλυσις.
σοί,
κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ
φρόνησιν ἔδωκάς μοι, καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα, τοῦ δη-
εἰσελθὼν δὲ Δανιὴλ πρὸς τὸν Ἀριὼχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω.
Τότε Ἀριὼχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιὴλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ἰουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα.
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ, ἐπικαλουμένῳ δὲ Χαλδαιστὶ Βαλτασάρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὄραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν;
ἐκφωνήσας δὲ ὁ Δανιὴλ ἐπὶ βασιλέως εἶπεν Τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς, οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις·
άλλʼ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσὸρ ἄ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν·
καὶ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι.
κἀμοὶ δέ οὐ παρὰ τὴν σοφίαν τὴν οὗσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη, ἀλλ᾿ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει.
καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου· καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά.
καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον.
ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά.
τότε λεπτὰ ἐγένετο
ἄμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος
τοῦτο τὸ ὅραμα· καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως.
σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν·
ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου, κυριεύειν πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.
καὶ μετὰ σέ ἀναστήσεται βασιλεία ἐλάττων σου, καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ ἣ κυριεύσει πάσης τῆς γῆς·
καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὡς ὁ σίδηρος, ὥσπερ ὁ σίδηρος ὃ δαμάζων πάντα, καὶ ὡς ὁ σίδηρος πᾶν δένδρον ἐκκόπτων· καὶ σεισθήσεται πᾶσα ἡ γῆ.
καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκου κεραμικοῦ, μέρος δέ τι σιδήρου, βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ, καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμιγμένον ἄμα τῷ πηλίνῳ ὀστράκῳ.
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον· μέρος δέ τι τῆς βασιλείας ἔσται ἵσχυρόν, καὶ μέρος τι ἔσται συντετριμμένον.
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμιγμένον ἄμα τῷ πηλίνῳ ὀστράκῳ, καὶ συμμιγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων· οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὕτε εὐνοοῦντες ἀλλήλοις, ὥσ περ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ.
καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται· καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα·
καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον
ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν
καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ
τὰ ἐσόμενα ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· καὶ ἀκριβές τὸ ὄραμα,
Τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσαωπον χαμαὶ προσεκύνησεν τῷ Δανιήλ, καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ.
καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιὴλ εἶπεν Ἐπ᾿ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων, ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος· ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο.
τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ Δανιὴλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας, καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας.
καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ἴνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδράχ, Μισάχ, Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.
Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσὸρ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ἰνδικῆς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν, τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα, καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας.
καὶ Ναβουχοδονοσὸρ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας, σατράπας, στρατηγούς, τοπάρχας καὶ ὑπάτους, ,διοικητὰς καὶ τοὺς ἐπʼ ἐξουσιῶν κατὰ χώραν, καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην, ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς.
τότε συνήχθησαν ὕπατοι, στρατηγοί, τοπάρχαι, ἡγούμενοι, τύραννοι μεγάλοι ἐπʼ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, τοῦ ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησε Ναβουχοδονοσὸρ ὁ βασιλεύς. καὶ ἔστησαν οἱ προσγεγραμμένοι κατέναντι τῆς εἰκόνος ἧς ἔστησε Ναβουχοδονοσόρ.
καὶ ὁ κήρυξ ἐκήρυξε τοῖς ὄχλοις Ὑμῖν παραγγέλλεται,
ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγος, καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου, συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῆ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσὸρ βασιλεύς·
καὶ πᾶς ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ παντὸς ἤχου μουσικῶν, πίπτοντα πάντα τὰ ἔθνη, φυλαί, καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσὸρ ὁ βασιλεύς, κατέναντι τούτου.
ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ἰουδαίους·
καὶ ὑπολαβόντες εἶπον Ναβουχοδονοσὸρ τῷ βασιλεῖ Κύριε βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι.
σύ, βασιλεῦ, προσέταξας καὶ ἔκρινας, ἵνα πᾶς ἄνθρωπος ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ σαμβύκης, κιθάρας καὶ ψαλτηρίου καὶ παντὸς ἤχου μουσικῶν, πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ,
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
εἰσὶ δέ τινες ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας. Σεδράχ, Μισάχ, Ἀβδεναγώ· οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσεκύνησαν.
τότε Ναβουχοδονοσὸρ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ· τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα.
οὓς καὶ συνιδὼν Ναββουχοδονοσὸρ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε;
καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἄμα τῷ ἀκοῦσαι τῆς
σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ
συμφωνίας καὶ παντὸς ἤχου μουσικῶν, πεσόντες προσκυνῆσαι τῇ
εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησα· εἰ δέ μή γε, γινώσκετε ὅτι μὴ προσκυνη-
ἀποκριθέντες δὲ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσόρ Βασιλεῦ, οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι
ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἶς κύριος ἡμῶν, ὃν φοβούμεθα, ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς.
καὶ τότε φανερόν σοι ἔσται, βασιλεῦ, ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὕτε τῇ εἰκόνι σου τῆ χρυσῇ, ἣν ἔστησας, οὐ προσκυνοῦμεν.
τότε Ναβουχοδονοσὸρ ἐπλήσθη θυμοῦ, καὶ ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισάχ. καὶ Ἀβδεναγώ, καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρʼ ὃ ἔδει αὐτὴν καῆναι,
καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν, ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν, σὺν τῷ ἱματισμῷ αὐτῶν, καὶ ἐβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπέρ τὸ πρότερον ἑπταπλασίως, καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν.
τοὺς μὲν οὗν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Ἀζαρίαν ἐξελθοῦσα ἡ φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν, αὐτοὶ δὲ συνετηρήθησαν.
Οὕτως οὗν προσηύξατο Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαήλ, καὶ ὕμνησαν τῷ κυρίῳ, ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον.
στὰς δὲ Ἀζαρίας προσηύξατο οὕτως, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἄμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρί, ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σφόδρα. καὶ εἶπαν
Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
ὅτι δίκαιος εἶ
πᾶσιν οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ καὶ αἱ ὁδοί
καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἰερουσαλήμ· διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν.
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι·
καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται.
καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας,
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τῶν δούλων σου καὶ τῶν σεβομένων σε.
μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην.
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου·
ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν·
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος.
ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν·
ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί, καὶ τελειῶσαι ὄπισθέν σου.
καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ ἡμῶν καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου.
μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθʼ ἡμῶν ἔλεος κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου,
καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·
γνώτωσαν ὅτι σὺ εἶ μόνος Κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον. καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον, καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως· καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν, οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν, οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα.
καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα,
καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.
ἄγγελος δὲ Κυρίου συγκατέβη ἄμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὁὡσεὶ πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτοὺς.
Ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες
Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας· τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς ἐθαύμασε, καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπον τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ.
καὶ εἶπεν ὁ βασιλεὺς Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί, καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ.
καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδράχ, Μισάχ. Ἀβδε. ναγώ, οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου, ἐξέλθετε ἐκ τοῦ πυρός. οὕτως οὗν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός.
καὶ συνήχθησαν οἱ ὕπατοι, τοπάρχαι, καὶ ἀρχιπατριῶται, καὶ οἱ φίλοι τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους, ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν, οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς.
ὑπολαβὼν δὲ Ναβουχοδονοσὸρ ὁ βασιλεὺς εἶπεν Εὐλογητὸς Κύριος τοῦ Σεδράχ, Μισάχ, Ἀβδε. ναγώ, ὅς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπʼ αὐτόν· τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν, ἴνα μὴ λατρεύσωσι μηδέ προσκυνήσωσι θεῷ ἑτέρῳ ἀλλ ἡ τῷ θεῷ αὐτῶν.
καὶ νῦν ἐγὼ κρίνω ἴνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ, διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται· διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως.
οὗτως οὖν ὁ βασιλεὺς τῷ Σεδράχ. Μισάχ, Ἀβδεναγώ, ἐξουσίαν δοὺς ἐφʼ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας.
Ναβουχοδονοσὸρ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη.
τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετʼ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον μου ἀναγγεῖλαι ὑμῖν.
ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Ἔτους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσὸρ εἶπεν Εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθηνῶν ἐπὶ τοῦ θρόνου μου.
ἐνύπνιον εἶδον καὶ εὐλαβήθην, καὶ φόβος μοι ἐπέπεσεν.
ἐπὶ τῆς κοίτης μου ἐκάθευδον, καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τῆς γῆς, καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ.
οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα, καὶ ὑποκάταω αὐτοῦ ἐσκίαζον πάντα τὰ θηρία τῆς γῆς, καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον· ὁ καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαθός, καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις.
καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, ἡ κορυφὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεφελῶν, πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ· ὁ ἥλιος καὶ ἡ σελήνη ἦν, ἐν αὐτῷ ᾧκουν καὶ ἐφώτιζον πᾶσαν τὴν γῆν.
ἐθεώρουν ἐν τῷ ὕπνῳ μου, καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ,
καὶ ἐφώνησεν καὶ εἶπεν αὐτῷ Ἐκκόψατε αὐτὸ καὶ καταφθεί
ρατε αὐτό· προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ
καὶ οὕτως εἶπεν Ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ, ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται,
καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἀλλοιωθῇ, καὶ ἑπτὰ ἔτη βοσκηθῇ σὺν αὐτοῖς,
ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, καὶ ὅσα ἂν θέλῃ ποιεῖν ποιεῖ ἐν αὐτοῖς.
ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρᾳ μιᾷ, καὶ ἡ καταφθορὰ αὐτοῦ ἐν ὥρᾳ μιᾷ τῆς ἡμέρας, καὶ οἱ κλάδοι αὐτοῦ ἐδόθησαν εἰς πάντα ἄνεμον, καὶ εἱλκύσθη καὶ ἐρρίφη· καὶ τὸν χόρτον τῆς γῆς ἤσθιε, καὶ εἰς φυλακὴν παρεδόθη, καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαῖς ἐδέθη ὑπʼ αὐτῶν. σφόδρα ἐθαύμασα ἐπὶ τούτοις, καὶ ὁ ὕπνος μου ἀπέστη ἀπὸ ταῶν ὀφθαλμῶν μου.
καὶ ἀναστὰς τὸ πρωὶ ἐκ τῆς κοίτης μου ἐκάλεσα τὸν Δανιὴλ τὸν ἄρχοντα τῶν σοφιστῶν καὶ τὸν ἡγούμενον τῶν κρινόντων τὰ ἐνύπνια, καὶ διηγησάμην αὐτῷ τὸ ἐνύπνιον, καὶ ὑπέδειξέ μοι πᾶσαν τὴν σύγκρισιν αὐτοῦ.
Μεγάλως δὲ ἐθαύμασεν ὁ Δανιὴλ καὶ ὑπόνοια κατέσπευδεν αὐτόν· καὶ φοβηθεὶς τρόμου λαβόντος αὐτὸν καὶ ἀλλοιωθείσης τῆς ὁράσεως αὐτοῦ, κινήσας τὴν κεφαλήν, ὥραν μίαν ἀποθαυμάσας ἀπεκρίθη μοι φωνῇ πραείᾳ Βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου ἐπέλθοι.
τὸ δένδρον τὸ ἐν τῆ γῇ πεφυτευμένον, οὗ ἡ ὅρασις μεγάλη, σὺ εἶ, βασιλεῦ.
καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ νοσσεύοντα ἐν αὐτῷ· ἡ ἰσχὺς τῆς γῆς καὶ τῶν ἐθνῶν καὶ τῶν γλωσσῶν πασῶν ἕως τῶν περάτων τῆς γῆς καὶ πᾶσαι αἱ χῶραι σοὶ δουλεύουσι.
τὸ δὲ ἀνυψωθῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἄἅψασθαι τῶν νεφελῶν· σύ, βασιλεῦ, ὑψώθης ὑπέρ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς, ὑψώθη σου ἡ καρδία ὑπερηφανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ· τὰ ἔργα σου ὥφθη, καθότι ἐξερήμωσας τὸν οἶκον τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου.
καὶ ἡ ὅρασις ἣν εἶδες, ὅτι ἄγγελος ἐν ἰσχύι
ἀπεστάλη παρὰ τοῦ κυρίου, καὶ ὅτι εἶπεν ἐξᾶραι τὸ δένδρον
καὶ ὁ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπὶ σέ κατατρέχουσιν·
εἰς φυλακὴν ἀπάξουσί σε, καὶ εἰς τόπον ἔρημον ἀποστελοῦσί σε.
καὶ ἡ ῥίζα τοῦ δένδρου ἡ ἀφεθεῖσα, ἐπεὶ οὐκ ἐξεριζώθη· ὁ τόπος τοῦ θρόνου σού σοι συντηρηθήσεται εἰς καιρὸν καὶ ὥραν. ἰδοὺ ἐπὶ σέ ἑτοιμάζονται, καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ. Κύριος ζῇ ἐν οὐρανῷ καὶ ἡ ἐξουσία αὐτοῦ ἐπὶ πάσῃ τῇ γῇ.
αὐτοῦ δεήθητι περὶ τῶν ἁμαρτιῶν σου καὶ πάσας τὰς ἀδικίας σου ἐλεημοσύναις λύτρωσαι, ἴνα ἐπιείκεια δοθῇ σοι καὶ πολυήμερος γένῃ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας σου, καὶ μὴ καταφθείρῃ σε. τούτους τοὺς λόγους ἀγάπησον· ἀκριβὴς γάρ μου ὁ λόγος, καὶ πλήρης ὁ χρόνος σου.
Καὶ ἐπὶ συντελείᾳ τῶν λόγων Ναβουχοδονοσὸρ ὡς ἤκουσε τὴν κρίσιν τοῦ ὁράματος, τοὺς λόγους ἐν τῇ καρδίᾳ συνετήρησε.
Καὶ μετὰ μῆνας δώδεκα ὁ βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο,
καὶ ἀποκριθεὶς εἶπεν Αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα, καὶ οἶκος βασιλείας μου ἐν ἰσχύι κράτους μου κληθήσεται εἰς τιμὴν τῆς δόξης μου.
ἔὶ τοῦ λόγου ἐν τῷ στόματι τοῦ βασιλέως ὄντος, καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται, Ναβουχοδονοσὸρ βασιλεῦ, ἡ βασιλεία Βαβυλῶνος ἀφήρηταί σου καὶ ἑτέρῳ δίδοται, ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου. ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου, καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφὴν σου παραλήψεται, ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν βούληται δώσει αὐτὴν· ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου, καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου.
καὶ οἱ ἅγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά, καὶ οὐ μὴ ὀφθῇς
οὐδʼ οὐ μὴ λαλήσῃς μετὰ παντὸς ἀνθρώπου· χόρτον ὡς βοῦν
σε ψωμίσουσι καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἔσται ἡ νομή σου·
ἰδοὺ ἀντὶ τῆς δόξης σου δήσουσί σε, καὶ τὸν οἶκον τῆς τρυφῆς
ἔμς δὲ πρωὶ πάντα τελεσθήσεται ἐπὶ σέ, Ναβουχοδονοσὸρ βασιλεῦ Βαβυλῶνος, καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐθέν.
ᵃ Ἐγὼ Ναβουχοδονοσόρ, βασιλεὺς Βαβυλῶνος, ἑπτὰ ἔτη ἐπεδήθην· χόρτον ὡς βοῦν ἐψώμισάν με καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἤσθιον. καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν, καὶ ἠξίωσα περὶ τῶν ἁμαρτιῶν μου κατὰ πρόσωπον Κυρίου τοῦ θεοῦ τοῦ οὐρανοῦ, καὶ περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου ἐδεήθην.
b καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετοῦ, οἱ ὄνυχές μου ὡσεὶ λέοντος· ἠλλοιώθη ἡ σάρξ μου καὶ ἡ καρδία μου, γυμνὸς περιεπάτουν μετὰ τῶν θηρίων τῆς γῆς. ἐνύπνιον εἶδον καὶ ὑπόνοιαί με εἰλήφασιν, καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι.
c καὶ ἐπὶ συντελείᾳ τῶν ἑπτὰ ἐτῶν ὁ χρόνος μου τῆς ἀπολυτρώσεως ἦλθεν, καὶ αἱ ἁμαρτίαι μου καὶ αἱ ἄγνοιαί μου ἐπληρώθησαν ἐναντίον τοῦ θεοῦ τοῦ οὐρανοῦ· καὶ ἐδεήθην περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου, καὶ ἰδοὺ ἄγγελος εἶς ἐκάλεσέν με ἐκ τοῦ οὐρανοῦ λέγων Ναβουχοδονοσόρ, δούλευσον τῷ θεῷ τοῦ οὐρανοῦ τῷ ἁγίῳ καὶ δὸς δόξαν τῷ ὑψίστῳ· τὸ βασίλειον τοῦ ἔθνους σού σοι ἀποδίδοται.
ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκατεστάθη ἡ βασιλεία μου ἐμοὶ καὶ ἡ δόξα μου ἀπεδόθη μοι.
τῷ ὑψίστῳ ἀνθομολογοῦμαι καὶ αἰνῶ, τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι αὐτός ἐστι θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλέων, ὅτι αὐτὸς ποιεῖ σημεῖα καὶ τέρατα καὶ ἀλλοιοῖ καιροὺς καὶ χρόνους, ἀφαιρῶν βασιλείαν βασιλέων καὶ καθιστῶν ἑτέρους ἀντʼ αὐτῶν.
a ἀπὸ
τοῦ νῦν αὐτῷ λατρεύσω, καὶ ἀπὸ τοῦ φόβου αὐτοῦ τρόμος εἴληφέ
με, καὶ πάντας τοὺς ἁγίους αἰνῶ· οἱ γὰρ θεοὶ τῶν ἐθνῶν
οὐκ ἔχουσιν ἐν ἑαυτοῖς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως
εἰς ἕτερον βασιλέα, καὶ ἀποκτεῖναι καὶ ζῇν ποιῆσαι, καὶ ποιῆσαι
σημεῖα καὶ θαυμάσια μεγάλα καὶ φοβερὰ καὶ ἀλλοιῶσαι
ὑπερμεγέθη πράγματα, καθὼς ἐποίησεν ἐν ἐμοὶ ὁ θεὸς τοῦ οὐρανοῦ
καὶ ἠλλοίωσεν ἐπʼ ἐμοὶ μεγάλα πράγματα. ἐγὼ πάσας
τὰς ἡμέρας τῆς βασιλείας μου περὶ τῆς ψυχῆς μου τῷ ὑψίστῳ
ᵇ Ἔγραψε δὲ ὁ βασιλεὺς Ναβουχοδονοσὸρ ἐπιστολὴν ἐγκύκλιον πᾶσι τοῖς κατὰ τόπου ἔθνεσι καὶ χώραις καὶ γλώσσαις πάσαις ταῖς οἰκούσαις ἐν πάσαις ταῖς χαραῖς, γενεαῖς καὶ γενεαῖς. Κυρίῳ τῷ θεῷ τοῦ οὐρανοῦ αἰνεῖτε, καὶ θυσίαν καὶ προσφορὰν προσφέρετε αὐτῷ ἐνδόξως. ἐγὼ βασιλεὺς βασιλέων ἀνθομολογοῦμαι αὐτῷ ἐνδόξως, ὅτι οὕτως ἐποίησε μετʼ ἐμοῦ· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐκάθισέ με ἐπὶ τοῦ θρόνου μου καὶ τῆς ἐξουσίας μου καὶ τῆς βασιλείας μου· ἐν τῷ λαῷ μου ἐκράτησα καὶ ἡ μεγαλωσύνη μου ἀποκατεστάθη μοι.
c Ναβουχοδονοσὸρ βασιλεὺς
πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν
αὐταῖς· εἰρήνη ὑμῖν πληθυνθείη ἐν παντὶ καιρῷ. καὶ νῦν
ὑποδείξω ὑμῖν τὰς πράξεις ἃς ἐποίησεν μετʼ ἐμοῦ ὁ θεὸς ὁ μέγας·
ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοφισταῖς ὑμῶν ὅτι ἔστι
θεός, καὶ τὰ θαυμάσια αὐτοῦ μεγάλα· τὸ βασίλειον αὐτοῦ βασίλειον
εἰς τὸν αἰῶνα, ἡ ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. καὶ ἀπέστειλεν
ἐπιστολὰς περὶ πάντων τῶν γενηθέντων αὐτῷ ἐν τῇ βασιλείᾳ
αὐτοῦ πᾶσι τοῖς ἔθνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ.
Βαλτασὰρ ὸ βασιλεὺς ἐποίησεν δοχὴν μεγάλην ἐν ἡμέρᾳ ἐγκαινισμοῦ
Βαλτασὰρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ροις αὐτοῦ.
καὶ ἔπινεν οἶνον, καὶ ἀνυψώθη ἡ καρδία αὐτοῦ, καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ θεοῦ, ἃ ἤνεγκε Ναβουχοδονοσὸρ ὁ πατὴρ αὐτοῦ ἀπὸ Ἰερουσαλήμ, καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ.
καὶ ἠνέχθη, καὶ ἕπινον ἐν αὐτοῖς·
καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν, καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν.
ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλθον δάκτυλοι
καὶ ἡ ὄρασις αὐτοῦ ἠλλοιώθη, καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον. ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη, καὶ ἑώρα τὴν γραφὴν ἐκείνην, καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο.
καὶ ὁ βασιλεὺς ἐφώνησε φωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνούς, ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραφῆς. καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδεῖν τὴν γραφήν, καὶ τὸ σύγκριμα τῆς γραφῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ τότε ὁ βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων Πᾶς ἀνὴρ ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραφῆς, στολιεῖ αὐτὸν πορφύραν, καὶ μανιάκην χρυσοῦν περιθήσει αὐτῷ, καὶ δοθήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας.
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ φαρμακοὶ καὶ γαζαρηνοί, καὶ οὐκ ἡδύνατο οὐδεὶς τὸ σύγκριμα τῆς γραφῆς ἀπαγγεῖλαι.
τότε ὁ βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ τοῦ σημείου, καὶ ὑπέδειξεν αὐτῇ ὡς μέγα ἐστί, καὶ ὅτι πᾶς ἄνθρωπος οὐ δύναται ἀπαγγεῖλαι τῷ βασιλεῖ τὸ σύγκριμα τῆς γραφῆς.
τότε ἡ βασίλισσα ἐμνήσθη πρὸς αὐτὸν περὶ τοῦ Δανιήλ, ὃς ἦν ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας,
καὶ εἶπεν τῷ βασιλεῖ ἄνθρωπος ἐπιστήμων ἦν καὶ σοφὸς καὶ ὑπερέχων πάντας τοὺς σοφοὺς Βαβυλῶνος,
καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ ἐστι, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου τοῦ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσὸρ τῷ πατρί σου.
Τότε Δανιὴλ εἰσήχθη πρὸς τὸν
Ὦ Δανιήλ, δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραφῆς; καὶ στολιῶ σε πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσω σοι, καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου.
τότε Δανιὴλ ἔστη κατέναντι τῆς γραφῆς καὶ ἀνέγνω, καὶ οὕτως ἀπεκρίθη τῷ βασιλεῖ Αὕτη ἡ γραφή Ἠρίθμηται, κατελογίσθη, ἐξῆρται καὶ ἔστη ἡ γράψασα χείρ. καὶ αὕτη ἡ σύγκρισις αὐτῶν.
Βασιλεῦ, σὺ ἐποιήσω ἑστιατορίαν τοῖς φίλοις σου καὶ ἔπινες
οἶνον, καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τοῦ ζῶντος ἠνέχθη σοι
καὶ ἐπίνετε ἐν αὐτοῖς, σὺ καὶ οἱ μεγιστᾶνἐς σου, καὶ ήνέσατε
πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνθρώπων, καὶ τῷ θεῷ τῷ
ζῶντι οὐκ εὐλογήσατε, καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ
τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι, καὶ οὐκ εὐλόγησας αὐτὸν
τοῦτο τὸ σύγκριμα τῆς γραφῆς Ἠρίθμηται ὁ χρόνος σου τῆς βασιλείας, ἀπολήγει ἡ βασιλεία σου·
συντέτμηται καὶ συντετέλεσται
ἡ βασιλεία σου τοῖς Μήδοις καὶ τοῖς Πέρσαις δίδοται.
τότε Βαλτασὰρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιὴλ πορφύραν, καὶ μανιάκην χρυσοῦν περιέθηκεν αὐτῷ, καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ.
καὶ τὸ σύγκριμα ἐπῆλθε Βαλτασὰρ τῷ βασιλεῖ, καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόθη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις.
καὶ Ἀρταξέρξης ὁ τῶν Μήδων παρέλαβε τὴν βασιλείαν.
Καὶ Δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει. (2)καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ,
καὶ ἐπʼ αὐτῶν ἄνδρας τρεῖς ἡγουμένους αὐτῶν. καὶ Δανιὴλ εἷς ἦν τῶν τριῶν ἀνδρῶν,
ὑπέρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ. καὶ Δανιὴλ ἦν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου τοῦ βασιλέως, καθότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός, καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ, καὶ εὐοδοὺμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως αἷς ἔπρασσε. τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν Δανιὴλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας, οὓς κατέστησε μετʼ αὐτοῦ, καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά.
ὅτκ δὲ φδουλεύσατο ὁ βασιλεὺς καταστῆσαι τὸν Δανιὴλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ, τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες, ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ Δανιὴλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα,
καὶ εἶπαν Δεῦτε στήσωμεν ὁρισμὸν καθʼ ἑαυτῶν, ὅτι πᾶς ἄνθρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα, ἀλλʼ ἢ παρὰ Δαρείου τοῦ βασιλέως· εἰ δὲ μή, ἀποθανεῖται· ἵνα ἡττήσωσι τὸν Δανιὴλ ἐναντίον τοῦ βασιλέως, καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων. ᾔδεισαν γὰρ ὅτι Δανιὴλ προσεύχεται καὶ δεῖται Κυρίου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας.
τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως
Ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν,
ὅτι πᾶς ἄνθρωπος ὂς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ
καὶ οὕτως ὁ βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν.
ἐπιγνοὺς δὲ Δανιὴλ τὸν ὁρισμὸν ὃν ἔστησε κατʼ αὐτοῦ, θυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῷῳ αὐτοῦ κατέναντι Ἰερουσαλήμ, καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας, καθὼς ἐποίει ἔμπροσθεν, καὶ ἐδεῖτο.
καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιὴλ, καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καθʼ ἑκάστην ἡμέραν.
τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ, οὐχ ὁρισμὸν ὡρίσω ἴνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ, βασιλεῦ· εἰ δέ μή, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων; ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Ἀκριβὴς ὁ λόγος, καὶ μενεῖ ὁ ὁρισμός.
a καὶ εἶπον αὐτῷ Ὁρκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν, ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον, καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων, καὶ κολάσῃς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ. καὶ εἶπεν Οὕτως ποιήσω καθὼς λέγετε, καὶ ἕστηκέ μοι τοῦτο.
καὶ εἶπον Ἰδοὺ εὕρομεν Δανιὴλ τὸν φίλον σου εὐχόμενον καὶ δεόμενον τοῦ προσώπου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας.
καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, κατὰ τὸν ὁρισμὸν ὃν ἔστησε κατʼ αὐτοῦ. τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιὴλ, καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν,
καὶ οὐκ ἡδύνατο ἐξελέσθαι αὐτὸν ἀπʼ αὐτῶν.
ἀναβοήσας δέ Δαρεῖος ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ Ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς τρὶς τῆς ἡμέρας, αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων· ἕως πρωὶ θάρρει.
τότε Δανιὴλ ἐρρίφη εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἠνέχθη λίθος καὶ ἐτέθη εἰς τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ ἑαυτοῦ καὶ ἐν τοῖς δακτυλίοις τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀπʼ αὐτῶν ἀρθῇ ὁ Δανιὴλ ἢ ὁ βασιλεὺς αὐτὸν ἀνασπάσῃ ἐκ τοῦ λάκκου.
τότε ὑπέστρεψεν
ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσθη νῆστις, καὶ ἦν
καὶ ὁ βασιλεὺς Δαρεῖος ὤρθρισε πρωὶ καὶ παρέλαβε μεθʼ ἑαυτοῦ τοὺς σατράπας, καὶ πορευθεὶς ἔστη ἐπὶ τοῦ στόματος τοῦ λάκκου τῶν λεόντων.
τότε ὁ βασιλεὺς ἐκάλεσε τὸν Δανιὴλ φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ λέγων Ὦ Δανιὴλ, εἰ ἄρα ζῇς, καὶ ὁ θεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς, σέσωκέ σε ἀπὸ τῶν λεόντων, καὶ οὐκ ἡχρείωκάν σε;
τότε Δανιὴλ ἐπήκουσε φωνῇ μεγάλῃ καὶ εἶπεν
Βασιλεῦ, ἔτι εἰμὶ ζῶν, καὶ σέσωκέ με ὁ θεὸς ἀπὸ τῶν λεόντων, καθότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέθη ἐναντίον αὐτοῦ· καὶ ἐναντίον δὲ σοῦ, βασιλεῦ, οὔτε ἄγνοια οὔτε ἁμαρτία εύρέθη ἐν ἐμοί· σὺ δὲ ἤκουσας ἀνθρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν.
τότε συνήχθησαν πᾶσαι αἱ δυνάμεις καὶ εἶδον τὸν Δανιὴλ, ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες.
τότε οἱ δύο ἄνθρωποι ἐκεῖνοι οἱ καταμαρτυρήσαντες τοῦ Δανιὴλ, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, ἐρρίφησαν τοῖς λέουσι, καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔθλασαν τὰ ὀστᾶ αὐτῶν.
Τότε Δαρεῖος ἔγραψε πᾶσι τοῖς ἔθνεσι καὶ γλώσσαις καὶ χώραις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων
Πάντες οἱ ἄνθρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ μου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ θεῷ τοῦ Δανιήλ· αὐτὸς γάρ ἐστι θεὸς μένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος.
ἐγὼ Δαρεῖος ἔσομαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου· τὰ γὰρ κἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι, ὡς ἐλυτρώσατο ὁ θεὸς τοῦ Δανιὴλ τὸν Δανιήλ.
καὶ ὁ βασιλεὺς Δαρεῖος προσετέθη πρὸς τὸ γένος αὐτοῦ, καὶ Δανιὴλ κατεστάθη ἐπὶ τῆς βασιλείας Δαρείου· καὶ Κῦρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ.
Ἔτους πρώτου βασιλεύοντος Βαλτασὰρ χώρας Βαβυλωνίας Δανιὴλ ὅραμα εἶδε παρὰ κεφαλὴν ἐπὶ τῆς κοίτης αὐτοῦ. τότε Δανιὴλ τὸ ὅραμα, ὃ εἶδεν, ἔγραψεν εἰς κεφάλαια λόγων.
Ἐπὶ τῆς
κοίτης μου ἐθεώρουν καθʼ ὕπνους νυκτός, καὶ ἰδοὺ τέσσαρες ἄνεμοι
καὶ τέσσαρα θηρία ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἓν παρὰ τὸ ἕν.
τὸ πρῶτον ὡσεὶ λέαινα ἔχουσα πτερὰ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως ὅτου ἐτίλη τὰ πτερὰ αὐτῆς, καὶ ἤρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρωπίνων ἐστάθη καὶ ἀνθρωπίνη καρδία ἐδόθη αὐτῇ.
καὶ ἰδοὺ μετʼ οὐ τὴν ἄλλο θηρίον ὁμοίωσιν ἔχον ἄρκου, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐστάθη, καὶ τρία πλευρὰ ἣν ἐν τῷ στόματι αὐτῆς ἐν μέσῳ ὀδόντων αὐτῆς, καὶ οὕτως εἶπεν Ἀνάστα, κατάφαγε σάρκας πολλάς.
καὶ μετὰ ταῦτα ἐθεώρουν θηρίον ἄλλο ὡσεὶ πάρδαλιν· καὶ πτερὰ τέσσαρα ἐπέτεινον ἐπάνω αὐτοῦ, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ.
μετὰ δὲ ταῦτα ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς θηρίον τέταρτον φοβερόν, καὶ ὁ φόβος αὐτοῦ ὑπερφέρων ἰσχύι, ἔχον ὀδόντας σιδηροῦς μεγάλους. ἐσθίον καὶ κοπανίζον, κύκλῳ τοῖς ποσὶ καταπατοῦν, διαφόρως χρώμενον παρὰ πάντα τὰ πρὸ αὐτοῦ θηρία· εἶχε δέ κέρατα δέκα,
καὶ βουλαὶ πολλαὶ ἐν τοῖς κέρασιν αὐτοῦ. καὶ ἰδοὺ ἄλλο ἒν κέρας ἀνεφύη ἀνὰ μέσον αὐτῶν μικρὸν ἐν τοῖς κέρασιν αὐτοῦ, καὶ τρία τῶν κεράτων τῶν πρώτων ἐξηράνθησαν δι᾿ αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὥσπερ ὀφθαλμοὶ ἀνθρώπινοι ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους.
ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο ἔχων περιβολὴν ὡσεὶ χιόνα, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καθαρόν· ὁ θρόνος ὡσεὶ φλὸξ πυρός, τροχοὶ αὐτοῦ πῦρ καιόμενον.
ποταμὸς πυρὸς ἕλκων, καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτοῦ ποταμὸς πυρός· χίλιαι χιλιάδες ἐθεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· καὶ κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν.
ἐθεώρουν τότε τὴν φωνὴν τῶν λόγων τῶν μεγάλων ὧν τὸ κέρας
ἐλάλει· θεωρῶν ἤμην, καὶ ἀπετυμπανίσθη τὸ θηρίον, καὶ ἀπώλετο
καὶ τοὺς κύκλῳ αὐτοῦ ἀπέστησε τῆς ἐξουσίας αὐτῶν, καὶ χρόνος ζωῆς ἐδόθη αὐτοῖς ἕως χρόνου καὶ καιροῦ.
ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἤρχετο, καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν· καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ.
καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ τιμὴ βασιλική, καὶ πάντα τὰ ἔθνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα αὐτῷ λατρεύουσα· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ μὴ ἀρθῇ, καὶ ἡ βασιλεία αὐτοῦ, ἥτις οὐ μὴ φθαρῇ.
Καὶ ἀκηδιάσας ἐγὼ Δανιὴλ ἐν τούτοις ἐν τῷ ὁράματι τῆς νυκτός, ἐτάρασσόν με οἱ διαλογισμοί μου.
προσῆλθον πρὸς ἕνα τῶν ἑστώτων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρʼ αὐτοῦ ὑπέρ πάντων τούτων. ἀποκριθεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τῶν λόγων ἐδήλωσέ μοι
Ταῦτα τὰ θηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλεῖαι, αἲ ἀπολοῦνται ἀπὸ τῆς γῆς·
καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσι τὴν βασιλείαν ἕως τοῦ αἰῶνος τῶν αἰώνων.
τότε ἤθελον ἐξακριβάσασθαι περὶ τοῦ θηρίου τοῦ τετάρτου τοῦ διαφθείροντος πάντα καὶ ὑπερφόβου· καὶ ἰδοὺ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, κατεσθίοντες πάντας κυκλόθεν καὶ περιπατοῦντες τοῖς ποσί.
καὶ περὶ τῶν δέκα κεράτων αὐτοῦ τῶν ἐπὶ τῆς κεφαλῆς, καὶ τοῦ ἑνὸς τοῦ ἄλλου τοῦ προσφυέντος, καὶ ἐξέπεσαν δι᾿ αὐτοῦ τρία, καὶ τὸ κέρας ἐκεῖνο εἶχεν ὀφθαλμοὺς καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ πρόσοψις αὐτοῦ ὑπερέφερε τὰ ἄλλα.
καὶ κατενόουν τὸ κέρας ἐκεῖνο πόλεμον συνιστάμενον πρὸς τοὺς ἁγίους καὶ τροπούμενον αὐτοὺς,
ἕως τοῦ ἐλθεῖν τὸν παλαιὸν ἡμερῶν, καὶ τὴν κρίσιν ἔδωκε τοῖς ἁγίοις τοῦ ὑψίστου, καὶ ὁ καιρὸς ἐδόθη καὶ τὸ βασίλειον κατέσχον οἱ ἅγιοι.
καὶ ἐρρέθη μοι περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι βασιλεία τετάρτη ἔσται ἐπὶ τῆς γῆς, ἥτις διοίσει παρὰ πᾶσαν τὴν γῆν, καὶ καταφάγεται πᾶσαν τὴν γῆν καὶ ἀναστατώσει αὐτὴν καὶ καταλεανεῖ αὐτήν.
καὶ τὰ δέκα κέρατα
καὶ ῥήματα εἰς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους τοῦ ὑψίστου κατατρίψει, καὶ προσδέξεται ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ παραδοθήσεται πάντα εἰς τὰς χεῖρας αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἕως ἡμίσους καιροῦ.
καὶ ἡ κρίσις καθίσεται, καὶ τὴν ἐξουσίαν ἀπολοῦσι, καὶ βουλεύσονται μιᾶναι καὶ ἀπολέσαι ἕως τέλους.
καὶ τὴν βασιλείαν καὶ τὴν ἐξουσίαν καὶ τὴν μεγαλειότητα αὐτῶν καὶ τὴν ἀρχὴν πασῶν τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἔδωκε λαῷ ἁγίῳ ὑψίστῳ βασιλεῦσαι βασιλείαν αἰώνιον, καὶ πᾶσαι ἐξουσίαι αὐτῷ ὑποταγήσονται καὶ πειθαρχήσουσιν αὐτῷ ἕως καταστροφῆς τοῦ λόγου.
ἐγὼ Δανιὴλ σφόδρα ἐκστάσει περιειχόμην, καὶ ἡ ἕξις μου διήνεγκεν ἐμοί, καὶ τὸ δῆμα ἐν καρδίᾳ μου ἐστήριξα.
Ἓτους τρίτου βασιλεύοντος Βαλτασὰρ ὃρασις ἣν εἰδον ἐγὼ Δανιὴλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην.
καὶ εἶδον ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου, ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει, ἥτις ἐστιν ἐν Ἐλυμαίδι χώρα, καὶ εἶδον ἐν ὁράματι ἔτι ὄντος μου πρὸς τῇ πύλῃ Αἰλάμ·
ἀναβλέψας εἶδον κριὸν ἕνα μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης, καὶ εἶχε κέρατα, καὶ τὰ κέρατα ὑψηλά· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινε.
μετὰ δὲ ταῦτα εἶδον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρᾶν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν· καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν ὀπίσω αὐτοῦ, καὶ οὐκ ἣν ὁ ῥυόμενος ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη.
καὶ ἐγὼ διενοούμην, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς, καὶ ἣν τοῦ τράγου κέρας ἕν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ.
καὶ ἦλθεν ἐπὶ τὸν κριὸν τὸν τὰ κέρατα
ἔχοντα, ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν
καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν, καὶ ἐθυμώθη ἐπʼ αὐτόν· καὶ ἐπάταξε τὸν κριὸν καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ, καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου· καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν, καὶ οὐκ ἦν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου.
καὶ ὁ τράγος τῶν αἰγῶν κατίσχυσε σφόδρα· καὶ ὅτε κατίσχυσε συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεφύη κέρας ἰσχυρὸν ἕν, καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπʼ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν·
καὶ ὑψώθη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ· καὶ ἐρράχθη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ αὐτῶν κατεπατήθη,
ἕως ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν· καὶ δι᾿ αὐτὸν τὰ ὄρη τὰ ἀπʼ αἰῶνος ἐρράχθη, καὶ ἐξήρθη ὁ τόπος αὐτῶν καὶ θυσία, καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν, καὶ εὐωδώθησαν καὶ ἐγενήθη· καὶ τὸ ἅγιον ἐρημωθήσεται.
καὶ ἐγενήθησαν ἐπὶ τῇ θυσίᾳ αἱ ἁμαρτίαι, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε καὶ εὐωδώθη.
καὶ ἤκουον ἑτέρου ἁγίου λαλοῦντος· καὶ εἶπεν ὁ ἕτερος ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι Ἒως τίνος τὸ ὅραμα στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα;
καὶ εἶπεν αὐτῷ Ἒως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι τριακόσιαι· καὶ καθαρισθήσεται τὸ ἅγιον.
Καὶ ἐγένετο ἐν τῷ θεωρεῖν με, ἐγὼ Δανιὴλ τὸ ὃραμα ἐζήτουν διανοηθῆναι· καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὃρασις ἀνθρώπου.
καὶ ἤκουσα φωνὴν ἀνθρώπου ἀνὰ μέσον τοῦ Οὐλαί, καὶ ἐκάλεσε καὶ εἶπεν Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. καὶ ἀναβοήσας εἶπεν ὁ ἄνθρωπος Ἐπὶ τὸ πρόσταγμα ἐκεῖνο ἡ ὄρασις.
καὶ ἦλθε καὶ ἔστη ἐχόμενός μου τῆς στάσεως· καὶ ἐν τῷ ἔρχεσθαι αὐτὸν ἐθορυβήθην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου· καὶ εἶπέν μοι Διανοήθητι, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς ὥραν καιροῦ τοῦτο τὸ ὅραμα.
καὶ λαλοῦντος αὐτοῦ μετʼ ἐμοῦ ἐκοιμήθην ἐπὶ πρόσωπον χαμαί, καὶ ἁψάμενός μου ἢγειρέ με ἐπὶ τοῦ τόπου,
καὶ εἶπέ μοι Ἰδοὺ ἐγὼ ἀπαγγέλλω σοι ἃ ἔσται ἐπʼ ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ.
τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν ἐστι
καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν Ἐλλήνων ἐστί καὶ τὸ κέρας τὸ μέγα τὸ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτὸς ὁ βασιλεὺς ὁ πρῶτος.
καὶ τὰ συντριβέντα καὶ ἀναβάντα ὀπίσω αὐτοῦ τέσσαρα κέρατα, τέσσαρες βασιλεῖς τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται, οὐ κατὰ τὴν ἰσχὺν αὐτῶν.
καὶ ἐπʼ ἐσχάτου τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, διανοούμενος αἰνίγματα.
καὶ στερεωθήσεται ἡ ἰσχὺς αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ θαυμαστῶς φθερεῖ, καὶ εὐοδωθήσεται καὶ ποιήσει, καὶ φθερεῖ δυνάστας καὶ δῆμον ἁγίων.
καὶ ἐπὶ τοὺς ἁγίους τὸ διανόημα αὐτοῦ, καὶ εὐοδωθήσεται τὸ ψεῦδος ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ὑψωθή. σεται, καὶ δόλῳ ἀφανιεῖ πολλούς, καὶ ἐπὶ ἀπωλείας ἀνδρῶν στήσεται καὶ ποιήσει συναγωγὴν χειρὸς καὶ ἀποδώσεται.
τὸ ὅραμα τὸ ἑσπέρας καὶ πρωὶ ηὑρέθη ἐπʼ ἀληθείας· καὶ νῦν πεφραγμένον τὸ ὅραμα, ἔτι γὰρ εἰς ἡμέρας πολλάς.
ἐγὼ Δανιὴλ ἀσθενήσας ἡμέρας πολλάς· καὶ ἀναστὰς ἐπραγματευόμην πάλιν βασιλικά, καὶ ἐξελυόμην ἐπὶ τῷ ὁράματι, καὶ οὐδεὶς ἦν ὁ διανοούμενος.
Ἔτους πρώτου ἐπὶ Δαρείου τοῦ Ξέρξου ἀπὸ τῆς γενεᾶς τῆς Μηδικῆς, οἱ ἐβασίλευσαν ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων·
τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιὴλ διενοήθην ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὅτε ἐγένετο πρόσταγμα τῇ γῆ ἐπὶ Ἰερεμίαν τὸν προφήτην ἐγεῖραι εἰς ἀναπλήρωσιν ὀνειδισμοῦ Ἰερουσαλήμ, ἑβδομήκοντα ἔτη.
καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ Κύριον τὸν θεὸν εὑρεῖν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ.
καὶ προσηυξάμην πρὸς Κύριον τὸν θεόν· ἐξωμολογησάμην
καὶ εἶπα Ἰδού, κύριε, σὺ εἶ ὁ θεὸς ὁ μέγας καὶ ὁ ἰσχυρὸς
καὶ ὁ φοβερός, τηρῶν τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσί σε
ἡμάρτομεν, ὴδικήσαμεν, ἠσεβήσαμεν, καὶ ἀπέστημεν καὶ παρέβημεν τὰς ἐντολάς σου καὶ τὰ κρίματά σου·
καὶ οὐκ ἠκούσαμεν τῶν παίδων σου τῶν προφητῶν, ἃ ἐλάλησαν ἐπὶ τῷ ὀνόματί σου ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ δυνάστας ἡμῶν καὶ πατέρας ἡμῶν, καὶ παντὶ ἔθνει ἐπὶ τῆς γῆς.
σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, κατὰ τὴν ἡμέραν ταύτην, ἀνθρώποις Ἰούδα καὶ καθημένοις ἐν Ἰερουσαλὴμ καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις εἰς ἅς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ ᾖ ἐπλημμέλησαν ἐναντίον σου.
δέστ ποτα, ἡμίν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ δυνάσταις καὶ τοῖς πατράσιν ἡμῶν, ὅτι ἡμάρτομέν σοι.
τῷ κυρίῳ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος, ὅτι ἀπέστημεν ἀπὸ σοῦ,
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν κατακολουθῆσαι τῷ νόμῳ σου ᾧ ἔδωκας ἐνώπιον Μωσῆ καὶ ἡμῶν διὰ τῶν παίδων σου τῶν προφητῶν.
καὶ πᾶς Ἰσραὴλ ἐγκατέλιπε τὸν νόμον σου καὶ ἀπέστησαν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· καὶ ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῇ παιδὸς τοῦ θεοῦ· ὅτι ἡμάρτομεν αὐτῷ.
καὶ ἔστησεν ἡμῖν τὰ προστάγματα αὐτοῦ, ὅσα ἐλάλησεν ἐφʼ ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, ὅσα ἔκρινας ἡμῖν ἐπαγαγεῖν ἐφʼ ἡμᾶς, κακὰ μεγάλα, οἶα οὐκ ἐγενήθη ὑπὸ τὸν οὐρανὸν καθότι ἐγενήθη ἐν Ἰερουσαλήμ.
κατὰ τὰ γεγραμμένα ἐν διαθήκῃ Μωσῇ, πάντα τὰ κακὰ ἐπῆλθεν ἡμῖν· καὶ οὐκ ἐξεζητήσαμεν τὸ πρόσωπον Κυρίου θεοῦ ἡμῶν, ἀποστῆναι ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ διανοηθῆναι τὴν δικαιοσύνην σου, Κύριε.
καὶ ἠγρύπνησε Κύριος ὁ θεὸς ἐπὶ τὰ κακὰ καὶ ἐπήγαγεν ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πάντα ὅσα ἂν ποιήσῃ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ.
καὶ νῦν,
δέσποτα κύριε ὁ θεὸς ἡμῶν, ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐξ Αἰγύπτου
τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν
δέσποτα, κατὰ τὴν δικαιοσύνην σου ἀποστραφήτω ὁ θυμός σου καὶ ἡ ὀργὴ σου ἀπὸ τῆς πόλεως σου Ἰερουσαλήμ, ὄρους τοῦ ἁγίου σου· ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐν ταῖς ἀγνοίαις τῶν πατέρων ἡμῶν Ἰερουσαλὴμ καὶ ὁ δῆμός σου, κύριε, εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικυκλῶ ἡμῶν.
καὶ νῦν ἐπάκουσον, δέσποτα, τῆς προσευχῆς τοῦ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου, καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τῶν δούλων σου, δέ. σποτα.
πρόσχες, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεως σου, ἐφʼ ἧς ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῆς· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεθα ἐν ταῖς προσευχαῖς ἡμῶν ἐνώπιόν σου, ἀλλὰ διὰ τὸ σὸν ἔλεος, κύριε, σὺ ἱλάτευσον.
κύριε, ἐπάκουσον καὶ ποίησον, καὶ μὴ χρονίσῃς ἕνεκα σεαυτοῦ, δέσποτα· ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιὼν καὶ ἐπὶ τὸν λαόν σου Ἰσραήλ.
Καὶ ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον Κυρίου θεοῦ μου καὶ ὑπέρ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ ἡμῶν·
καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου, καὶ ἰδοὺ ὁ ἀνὴρ ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχήν, Γαβριὴλ, τάχει φερόμενος προσήγγισέ μοι ἐν ὥρᾳ θυσίας ἑσπερινῆς.
καὶ προσῆλθε καὶ ἐλάλησε μετʼ ἐμοῦ καὶ εἶπεν Δανιὴλ, ἄρτι ἐξῆλθον ὑποδεῖξαί σοι διάνοιαν.
ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθε πρόσταγμα παρὰ Κυρίου, καὶ ἐγὼ ἧλθον ὑποδεῖξαί σοι, ὅτι ἐλεεινὸς εἶ καὶ διανοήθητι τὸ πρόσταγμα.
ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν
πόλιν Σιὼν συντελεσθῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι
καὶ γνώσῃ καὶ διανοηθήσῃ καὶ εὐφρανθήσῃ καὶ εὑρήκεις προστάγματα ἀποκριθῆναι, καὶ οἰκοδομήσεις Ἰερουσαλὴμ πόλιν Κυρίῳ.
καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταθήσεται χρίσμα καὶ οὐκ ἔσται, καὶ βασιλεία ἐθνῶν φθερεῖ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ τοῦ χριστοῦ, καὶ ἣξει ἡ συντέλεια αὐτοῦ μετ᾿ ὀργῆς καὶ καιροῦ συντελείας· ἀπὸ πολέμου πολεμηθήσεται.
καὶ δυναστεύσει ἡ διαθήκη εἰς πολλούς· καὶ πάλιν ἐπιστρέψει, καὶ ἀνοικοδομηθήσεται εἰς πλάτος καὶ μῆκος καὶ κατὰ συντέλειαν καιρῶν, καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καιροὺς καὶ ξβ᾿ ἐτῶν ἕως καιροῦ συντελείας πολέμου, καὶ ἀφαιρεθήσεται ἡ ἐρήμωσις ἐν τῷ κατισχῦσαι τὴν διαθήκην ἐπὶ πολλὰς ἑβδομάδας· καὶ ἐν τῷ τέλει τῆς ἑβδομάδος ἀρθήσεται ἡ θυσία καὶ ἡ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται ἕως συντελείας, καὶ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.
Ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχθη τῷ Δανιὴλ, ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασάρ· καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα, καὶ τὸ πλῆθος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα· καὶ διενοήθην αὐτὸ ἐν ὁράματι.
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἥμην πενθῶν τρεῖς ἑβδομάδας·
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσἠλθεν εἰς τὸ στόμα μου, ἔλαιον οὐκ ἠλειψάμην, ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν.
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἄνθρωπος εἶς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσφὺν περιεζωσμένος βυσσίνῳ, καὶ ἐκ μέσου αὐτοῦ φῶς·
καὶ τὸ στόμα αὐτοῦ ὡσεὶ θαλάσσης, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων, καὶ φωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ φωνὴ θορύβου.
καὶ εἶδον ἐγὼ Δανιὴλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οἱ ἄνθρωποι οἱ ὄντες μετʼ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην, καὶ φόβος ἰσχυρὸς ἐπέπεσεν ἐπʼ αὐτούς, καὶ ἀπέδρασαν ἐν σπουδῇ.
καὶ ἐγὼ κατελείφθην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην, οὐκ ἐνκατελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἰδοὺ πνεῦμα ἐπεστράφη ἐπʼ ἐμὲ εἰς φθοράν, καὶ οὐ κατίσχυσα.
καὶ οὐκ ἤκουσα τὴν φωνὴν λαλιᾶς αὐτοῦ· ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν.
καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι, καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου.
καὶ εἶπέ μοι Δανιὴλ, ἄνθρωπος ἐλεεινὸς εἶ διανοήθητι τοῖς προστάγμασιν οἷς ἐγὼ λαλῶ ἐπὶ σέ, καὶ στῆθι ἐπὶ τοῦ τόπου σου, ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων.
καὶ εἶπεν πρὸς μέ Μὴ φοβοῦ, Δανιὴλ ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἦς ἔδωκας τὸ πρόσωπόν σου διανοηθῆναι καὶ ταπεινωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη τὸ ῥῆμά σου, καὶ ἐγὼ εἰσῆλθον τῷ ῥήματί σου.
καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνθειστήκει ἐναντίον μου εἵκοσι καὶ μίαν ἡμέραν· καὶ ἰδοὺ Μιχαὴλ εἶς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλθε βοηθῆσαί μοι, καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν.
καὶ εἶπέν μοι Ἠλθον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν, ἔτι γαρ ὥρα εἰς ἡμέρας.
καὶ ἐν τῷ αὐτὸν λαλῆσαι
καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνθρώπου ἥψατο μου τῶν χειλέων· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου Κύριε· καὶ ὡς ὅρασις ἀπεστράφη ἐπὶ τὸ πλευρόν μου ἐπʼ ἐμέ, καὶ οὐκ ἦν ἐπʼ ἐμοὶ ἰσχύς·
καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ; καὶ ἐγὼ ἠσθένησα, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχὺς καὶ πνεῦμα οὐ κατελείφθη ἐν ἐμοί.
καὶ προσέθηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ κἄτι σχυσέ με,
καὶ εἶπέν μοι Ἄνθρωπος ἐλεεινὸς εἶ, μὴ φοβοῦ, ὑγίαινε· ἀνδρίζου καὶ ἴσχυσαι. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ ἴσχυσα καὶ εἶπα Λαλησάτω ὁ κύριός μου, ὅτι ἐνίσχυσέν με.
καὶ εἶπεν πρὸς μέ Γινώσκεις τί ἦλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω διαμάχεσθαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο.
καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραφῇ ἀληθείας· καὶ οὐθεὶς ἦν ὁ βοηθῶν μετʼ ἐμοῦ ὑπέρ τούτων ἀλλ᾿ ἡ Μιχαὴλ ὁ ἄγγελος.
Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι
Καὶ νῦν ἦλθον τὴν ἀλήθειαν ὑποδεῖξαί σοι· ἰδοὺ τρεῖς βασιλεῖς ἀνθεστήκασιν ἐν τῇ Περσίδι, καὶ ο΄ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων.
καὶ στήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει καθὼς ἂν βούληται.
καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐδυνάστευσε· ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέρους διδάξει ταῦτα.
καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου,
καὶ εἶς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύ-
καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς, καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας· καὶ οὐ μὴ κατισχύσῃ, ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν, καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετʼ αὐτοῦ, καὶ μενεῖ εἰς ὥρας.
καὶ ἀναστήσεται φυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καθʼ ἑαυτόν, καὶ ἥξει> ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ, καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει.
καὶ τοὺς θεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν, καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιθυμημάτων αὐτῶν, τὸ ἀργύριον καὶ τὸ Χρυσίον, ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Aἴγυπτον· καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ.
καὶ εἰσελεύσεται εἰς βασιλείαν βασιλεὺς Αἰγύπτου ἡμέρας, καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ,
καὶ ὁ υἱὸς αὐτοῦ· καὶ ἐρεθισθήσεται, καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ, καὶ εἰσελεύσεται κατʼ αὐτὴν κατασύρων. παρελεύσεται καὶ ἐπιστρέψει· καὶ παροξυνθήσεται ἐπὶ πολύ.
καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου, καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ, καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ·
καὶ λήψεται τὴν συναγωγήν, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθῇ.
καὶ ἐπιστρέψει βασιλεὺς βορρᾶ καὶ συνάξει πόλεως συναγωγὴν μείζονα παρὰ τὴν πρώτην κατὰ συντέλειαν καιροῦ ἐνιαυτοῦ, καὶ εἰσελεύσεται εἰς αὐτὴν ἐπʼ αὐτὸν ἐν ὄχλῳ πολλῷ καὶ ἐν χρήμασι πολλοῖς.
καὶ ἐν τοῖς καιροῖς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου, καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα τοῦ ἔθνους σου, καὶ ἀναστήσεται εἰς τὸ ἀναστῆσαι τὴν προφητείαν, καὶ προσκόψουσι.
καὶ ἐπελεύσεται
βασιλεὺς βορρᾶ, καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν
πόλιν τὴν ὀχυράν, καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται
καὶ ποιήσει ὁ εἰσπορευόμενος ἐπʼ αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἀνθεστηκὼς ἐναντίον αὐτοῦ· καὶ στήσεται ἐν τῇ χώρᾳ, καὶ ἐπιτελεσθήσεται πάντα τὰ ἐν ταῖς χερσὶν αὐτοῦ.
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελθεῖν βία τὸ ἔργον αὐτοῦ, καὶ συνθήκας μετʼ αὐτοῦ ποιήσεται· καὶ θυγατέρα ἀνθρώπου δώσει αὐτῷ εἰς τὸ φθεῖραι αὐτήν, καὶ οὐ πείσεται καὶ οὐκ ἔσται.
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν θάλασσαν καὶ λήψεται πολλούς, καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὃρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ.
ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ, καὶ προσκόψει καὶ πεσεῖται, καὶ οὐχ εὑρεθήσεται.
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας εἰς ἀνάστασιν, ἀνὴρ τύπτων δόξαν βασιλέως· καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται, καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ·
καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταφρόνητος, καὶ οὐ δοθήσεται ἐπʼ αὐτὸν δόξα βασιλέως· καὶ ἥξει ἐξάπινα, κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ.
καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ.
καὶ μετὰ τῆς διαθήκης καὶ δήμου συνταγέντος μετʼ αὐτοῦ ποιήσει ψεῦδος, καὶ ἐπὶ ἔθνος ἰσχυρὸν ἐν ὀλιγοστῷ ἔθνει
ἐξάπινα ἐρημώσει πόλιν, καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει, καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηθήσεται, καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην.
καὶ ἐγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλῳ πολλῷ, καὶ ὁ βασιλεὺς Αἰγύπτου ἐρεθισθήσεται εἰς πόλεμον ἐν ὄχλῳ ἰσχυρῷ σφόδρα λίαν· καὶ οὐ στήσεται, ὅτι διανοηθήσεται ἐπʼ αὐτὸν διάνοια.
καὶ καταναλώσουσιν αὐτὸν μέριμναι αὐτοῦ καὶ ἀποστρέψουσιν αὐτόν, καὶ παρελεύσονται, καὶ κατασυριεῖ, καὶ πεσοῦνται τραυματίαι πολλοί
καὶ δύο
βασιλεῖς μόνοι δειπνήσουσιν ἐπὶ τὸ αὐτὸ καὶ ἐπὶ μιᾶς τραπέζης
φάγονται, καὶ ψευδολογήσουσι καὶ οὐκ εὐοδωθήσονται· ἔτι γὰρ
καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτοῦ ἐν χρήμασι πολλοῖς, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὴν διαθήκην τοῦ ἁγίου· ποιήσει καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτοῦ.
εἰς καιρὸν ἐπιστρέψει καὶ εἰσελεύσεται εἰς Aἴγυπτον, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη.
καὶ ἥξουσι Ῥωμαῖοι καὶ ἐξώσουσιν αὐτὸν καὶ ἐμβριμήσονται αὐτῷ, καὶ ἐπιστρέψει, καὶ ὀργισθήσονται ἐπὶ τὴν διαθήκην τοῦ ἁγίου· καὶ ποιήσει καὶ ἐπιστρέψει, καὶ διανοηθήσεται ἐπʼ αὐτοὺς ἀνθʼ ὦν ἐγκατέλιπον τὴν διαθήκην τοῦ ἁγίου.
καὶ βραχίονες παρʼ αὐτοῦ στήσονται καὶ μιανοῦσι τὸ ἅγιον τοῦ φόβου, καὶ ἀποστήσουσι τὴν θυσίαν, καὶ δώσουσι βδέλυγμα ἐρημώσεως.
καὶ ἐν ἁμαρτίαις διαθήκης μιανοῦσιν ἐν σκληρῷ λαῷ· καὶ ὁ δῆμος ὁ γινώσκων ταῦτα κατισχύσουσι καὶ ποιήσουσι,
καὶ μενοι τοῦ ἔθνους συνήσουσιν εἰς πολλούς, καὶ προσκόψουσι ῥομφαίᾳ καὶ παλαιωθήσονται ἐν αὐτῇ, καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν προνομῇ ἡμερῶν κηλιδωθήσονται.
καὶ ὅταν συντρίβωνται, συνάξουσιν ἰσχὺν βραχεῖαν, καὶ ἐπισυναχθήσονται ἐπʼ αὐτοὺς πολλοὶ ἐπὶ πόλεως καὶ πολλοὶ ὡς ἐν κληροδοσίᾳ.
καὶ ἐκ τῶν συνιέντων διανοηθήσονται εἰς τὸ καθαρίσαι ἑαυτοὺς καὶ εἰς τὸ ἐκλεγῆναι καὶ εἰς τὸ καθαρισθῆναι ἕως καιροῦ συντελείας· ἔτι γὰρ καιρὸς εἰς ὥρας.
καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ ὁ βασιλεύς, καὶ παροργισθήσεται καὶ ὑψωθήσεται ἐπὶ πάντα θεόν, καὶ ἐπὶ τὸν θεὸν τῶν θεῶν ἔξαλλα λαλήσει, καὶ εὐοδωθήσεται ἕως ἂν συντελεσθῇ ἡ ὀργή· εἰς αὐτὸν γὰρ συντέλεια γίνεται.
καὶ ἐπὶ τοὺς θεοὺς τῶν πατέρων αὐτοῦ οὐ μὴ προνοηθῇ, καὶ ἐν ἐπιθυμίᾳ γυναικὸς οὐ μὴ προνοηθῇ· ὅτι ἐν παντὶ ὑψωθήσεται, καὶ ὑποταγήσεται αὐτῷ ἔθνη ἰσχυρά.
ἐπὶ τὸν τόπον αὐτοῦ κινήσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ τιμήσει ἐν χρυσίῳ καὶ ἀργυρίῳ καὶ λίθῳ πολυτελεῖ. καὶ ἐν ἐπιθυμήμασι
ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει
καὶ καθʼ ὥραν συντελείας συγκερατισθήσεται αὐτῷ ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐποργισθήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἄρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς, καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου.
καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου, καὶ πολλαὶ σκανδαλισθήσονται· καὶ αὗται σωθήσονται ἀπὸ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ κεφάλαιον υἱῶν Ἀμμών.
καὶ ἀποστελεῖ χεῖρα αὐτοῦ ἐν ταῖς γαίαις, καὶ ἐν χώρᾳ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτῇ διασωζόμενος.
καὶ κρατήσει τοῦ τόπου τοῦ χρυσίου καὶ τοῦ τόπου τοῦ ἀργυρίου καὶ πάσης τῆς ἐπιθυμίας Αἰγύπτου, καὶ Λίβυες καὶ Αἰθίοπες ἔσονται ἐν τῷ ὄχλῳ αὐτοῦ.
καὶ ἀκοὴ ταράξει αὐτὸν ἀπὸ ἀνατολῶν καὶ βορρᾶ, καὶ ἐξελεύσεται ἐν θυμῷ ἰσχυρῷ καὶ ῥομφαίᾳ ἀφανίσαι καὶ ἀποκτεῖναι πολλοὺς·
καὶ στήσει αὐτοῦ τὴν σκηνὴν τότε ἀνὰ μέσον τῶν θαλασσῶν καὶ τοῦ ὄρους τῆς θελήσεως τοῦ ἁγίου· καὶ ἣξει ὥρα τῆς συντελείας αὐτοῦ, καὶ οὐκ ἔσται βοηθῶν αὐτῷ.
Καὶ κατὰ τὴν χώραν ἐκείνην παρελεύσεται Μιχαὴλ ὁ ἅγγελος ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· ἐκείνη ἡ ἡμέρα θλίψεως, οἵα οὐκ ἐγενήθη ἀφʼ οὗ ἐγενήθησαν ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑψωθήσεται πᾶς ὁ λαὸς ὃς ἂν εὺρεθῇ ἐγγεγραμμένος ἐν τῷ βιβλίῳ.
καὶ πολλοὶ τῶν καθευδόντων ἐν τῷ πλάτει τῆς γῆς ἀναστήσονται, οἱ μέν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμόν, οἱ δέ εἰς διασπορὰν καὶ αἰσχύνην αἰώνιον·
καὶ οἱ συνιέντες φανοῦσιν ὡς φωστῆρες τοῦ οὐρανοῦ, καὶ οἱ κατισχύοντες τοὺς λόγους μου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καὶ σύ, Δανιὴλ, κάλυψον τὰ προστάγματα καὶ σφράγισαι τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως ἂν ἀπομανῶσιν οἱ πολλοὶ καὶ πλησθῇ ἡ γῆ ἀδικίας.
Καὶ εἶδον ἐγὼ Δανιὴλ, καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἰς ἕνθεν τοῦ ποταμοῦ καὶ εἰς ἔνθεν.
καὶ εἶπα τῷ ἑνὶ τῷ περιβεβλημένῳ τὰ βύσσινα τῷ ἐπάνω Πότε οὖν συντέλεια ὧν εἵρηκάς μοι τῶν θαυμαστῶν καὶ ὁ καθαρισμὸς τούτων;
καὶ ἤκουσα τοῦ περιβεβλημένου τὰ βύσσινα, ὃς ἧν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ Ἕως καιροί συντελείας· καὶ ὕψωσε τὴν δεξιὰν καὶ τὴν ἀριστερὰν εἰς τὸν οὐρανόν, καὶ ὤμοσε τὸν ζῶντα εἰς τὸν αἰῶνα θεὸν ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἡ συντέλεια χειρῶν ἀφέσεως λαοῦ ἁγίου, καὶ συντελεσθήσεται πάντα ταῦτα.
καὶ ἐγὼ ἥκουσα καὶ οὐ διενοήθην παρʼ αὐτὸν τὸν καιρόν, καὶ εἶπα Κύριε, τίς ἡ λύσις τοῦ λόγου τούτου, καὶ τίνος αἱ παραβολαὶ αὗται;
καὶ εἶπέν μοι τρεχε, Δανιήλ, ὅτι κατακεκαλυμμένα καὶ ἐσφραγισμένα τὰ προστάγματα, ἕως ἂν πειρασθῶσι καὶ ἁγιασθῶσι πολλοί,
καὶ ἁμάρτωσιν οἱ ἁμαρτωλοὶ καὶ οὐ μὴ διανοηθῶσι πάντες οἱ ἁμαρτωλοί, καὶ οἱ διανοούμενοι προσέξουσιν.
ἀφʼ οὗ ἂν ἀποσταθῇ ἡ θυσία διὰ παντὸς καὶ ἑτοιμασθῇ δοθῆναι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα.
μακάριος ὁ ἐμμένων, καὶ συνάξει εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.
καὶ σὺ βάδισον, ἀναπαύου· ἔτι γάρ εἰσιν ἡμέραι καὶ ὦραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναπαύσῃ καὶ ἀναστήσῃ ἐπὶ τὴν δόξαν σου εἰς συντέλειαν ἡμερῶν.