De remediis parabilibus Pseudo-Galen Karl Gottlob Kühn Andrew W. Mellon Foundation Published original versions of the electronic texts A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation Mark Schiefsky, Harvard University Gregory R. Crane, Universität Leipzig Uwe Vagelpohl, University of Warwick Keyboarding Digital Divide Data Editor-in-Chief, Perseus Digital Library Gregory R. Crane Project Manager (University of Leipzig) Matt Munson Project Assistant (University of Leipzig) Annette Geßner Lead Developer (University of Leipzig) Thibault Clérice Technical Advisor Bruce Robertson A Digital Corpus for Graeco-Arabic Studies, funded by the Andrew W. Mellon Foundation University of Leipzig Germany tlg0530.tlg029.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Claudii Galeni Opera Omnia Pseudo-Galen Karl Gottlob Kühn Cnobloch Lipsiae 14 311-581 1827 HathiTrust

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.

Greek
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

Προοίμιον. [Τοῖς ἔξω πόλεων παραμένουσι καὶ τοῖς κατ᾿ ἀγροὺς καὶ τοὺς ἐρήμους τόπους διατρίβουσι τῶν εὐπορίστων χρῆσιν προσήκουσαν εἶναι.] Τὴν ἰατρικὴν τέχνην, οὐ πόλεσιν οὐδὲ δημοσίοις τόποις, ἢ ἀνδράσι πλουσίοις καὶ εὐγενέσιν ἄρχουσί τε καὶ μεγάλως δυναμένοις ὁριζομένην, διὰ δὲ τὸ φιλάνθρωπον καὶ πολύχρηστον αὐτῆς ποικίλως ἐπὶ πάντας ἀνθρώπους διήκουσαν καὶ ἄχρις ἀγροικίας καὶ ἐρήμων τόπων φθάνουσαν μὲν ὁρῶν τῇ δυνάμει, ἐλλείπουσαν δὲ τῇ ἐνεργείᾳ διὰ τὸν ἀμελέτητον τῆς περὶ αὐτὴν φιλοτιμίας, δίκαιον ᾠήθην κατ᾿ ἐμὴν δύναμιν εἰσενέγκασθαι ἐπικουρίαν τοῖς ἐν ὁδοῖς, μάλιστα καὶ κατ᾿ ἀγροὺς καὶ κατά τινας ἐρήμους τόπους διατρίβουσιν, ἐφ᾿ ὧν τὰ μὲν πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν κατὰ τῶν σωμάτων φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν ἰαμάτων ἐπικουρίαν εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖναι τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον ἐπὶ συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων, αἱμοῤῥαγίας τε καὶ χολέρας καὶ τῶν τούτοις παραπλησίων. διὰ ταῦτ᾿ οὖν οὐκ ἀκριβῶς καὶ ἐπιστημονικῶς θεραπείαν καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι συνεκπληρουμένην ἐνθάδε λέγειν προυθέμην, ἀλλ᾿ ὅπως ἄν τις καὶ ἰδιώτης ἐκ τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ᾿ ἀπόροις εὐπορουμένων βοῃθημάτων, ὑποθέσθαι δίκαιον ᾠήθην τὸ μὲν ἀκριβὲς ἄγαν τῆς κατὰ τὴν τέχνην ὕλης καὶ τῆς ἐπιστημονικῆς χρήσεως τῶν βοηθημάτων, ἐν οἶς φαρμάκων καὶ ἰατρῶν εὐπορία καὶ τὰ πάθη συγχωρεῖ, ἀναγκαῖον εἶναι κρίνει, ὅπου δὲ ὀξὺς ὁ καιρὸς καὶ οὐκ εὔπορος ἡ τῶν βοηθημάτων εὐπορία καὶ ἀφθονία, τὴν ἐκ τῶν εὐπορίστων φαρμάκων δύναμιν ἀναγκαιοτάτην εἶναι λογιζόμενος τοῖς ὁτιοῦν μέρος τοῦ σώματος πάσχουσιν. ἀναγράψω τοιγαροῦν εὐπορίστων βοηθημάτων ὕλης σπανίως που πολυτελεστέρων μὲν, συνήθων δὲ τοῖς πολλοῖς, καὶ διὰ τοῦτο εὐπορουμένων φαρμάκων μνημονεύσομεν, ἀπὸ κεφαλῆς ἀρξάμενοι. αὕτη γὰρ καθάπερ τις ἀκρόπολίς ἐστι τοῦ σώματος καὶ τῶν τιμιωτάτων καὶ ἀναγκαιοτάτων ἀνθρώποις αἰσθήσεων οἰκητήριον, διὸ καὶ τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπ᾿ αὐτῆς ποιησόμεθα τοῦ δυνατοῦ μάλιστα καὶ σαφῶς στοχαζόμενοι. πάσχει δὲ αὕτη ποικίλως, ἐγκαιομένη τε καὶ ψυχομένη, καὶ ὑπὸ ἀναθυμιάσεων τῶν ἐκ τῆς κοιλίας πληρουμένη, καὶ ἀπὸ τῶν ἔξωθεν, τῶν καρωδῶν καὶ δυσωδῶν, καὶ διὰ πολλὰ ἕτερα. ἐξ ἐπιμέτρου καὶ ταῖς κατὰ τὸ δέρμα καὶ τὰς τρίχας ἀπρεπείαις ἁλισκομένη, ἀλωπεκίαις, ὀφιάσεσι, διαφόροις ἑλκώσεσιν. ἐγκαύσεως μὲν οὖν καὶ ψύξεως καὶ τῆς ἀπὸ τῶν ἔξωθεν ἀναθυμιάσεως ἱκανὰ σημεῖα ταῦτα προκατάρχοντα αἴτια. ἤδη δὲ τοῖς ἐξ ἐγκαύσεων ἄλγημα παρακολουθεῖ σφυγματῶδες ὅλης σφακελιζούσης δοκεῖν τῆς κεφαλῆς μετὰ πυρώδους αἰσθήσεως καὶ διάτασις τῶν περὶ τὸ μέτωπον ἀγγείων καὶ ὀφθαλμῶν ἔρευθος, τὰ πολλὰ καὶ ἀγρύπνια· τοῖς δὲ ἀπὸ ψύξεως ναρκῶδες βάρος καὶ πῆξις καὶ τῶν μετὰ τὸ μέτωπον ἀγγείων σύμπτωσις· εἰ δὲ μεθ᾿ ὑγρότητος καταψύχοιντο, καὶ καταφορώδης ὕπνος· τοῖς δ᾿ ἐξ ἀναθυμιάσεων ἄλγημα νυγματῶδες καὶ σφυγμὸς τῶν περὶ τὸ μέτωπον ἀρτηριῶν, ἴλιγγοί τε καὶ παροράσεις καὶ ὤτων ἦχοι. ὁμοίως καὶ τοῖς ἀπὸ τῶν ἐντὸς ἀναθυμιάσεων πληρουμένοις τὰ αὐτὰ ταῦτα συμπίπτειν εἴωθεν.

[Πρὸς τὰ ἐντὸς τῆς κεφαλῆς πάθη, καὶ πρῶτον περὶ τῆς ἐξ ἐγκαύσεως κεφαλαλγίας.] Ἁρμόσει δὲ τοῖς μὲν ἐξ ἐγκαύσεως ἐμβροχὴ ἐλαίου ὀμφακίνου ψυχροῦ· εἰ δ᾿ ἐπιτείνοιτο, δι᾿ ὀξυῤῥοδίνου, μὴ παρόντος δὲ τοῦ ῥοδίνου ἐλαίου, χρηστέον ὀμφακίνῳ, τέτρασι μέρεσι τοῦ ἐλαίου συμπλέκοντας ὄξους μέρος ἓν, εἰ συμμέτρως ψύχειν βούλοιντο, εἰ δὲ μὴ, πλεῖον ἔτι ὄξους. διακαιομένης δὲ σφοδρῶς τῆς κεφαλῆς, συμπλέκειν χρὴ τῷ ὄξει πολυγόνου χυλὸν, ἢ ἀρνογλώσσου, ἢ ἀνδράχνης, ἢ θριδακίνης, ἢ ὄμφακος σταφυλῆς, ἢ τῶν τοιούτων τινός. δῆλον δὲ ὡς τὸ μᾶλλόν τε καὶ ἧττον τῆς εὔξεως αὐτῶν δηλώσει τὸ μέγεθος τῆς ἐγκαύσεως καὶ ἡ τοῦ σώματος κατασκευή. ἀνακλίνειν δὲ αὐτοὺς ἄμεινον καὶ ἐν ψυχροτέροις οἴκοις εἰσφέροντας ἀμπέλου φύλλα καὶ βάτου, μήλων τε καὶ τῶν τούτοις παραπλησίων, ὅσα χωρὶς τοῦ κάρου ψύχειν δυνήσεται. παραπλήσιαι δὲ ταύτῃ διαθέσεις καὶ αἱ ἀπὸ τῶν δυσκρασιῶν συμβαινόμεναι. ἀλλ᾿ αἱ μὲν ἀπὸ θερμοτέρας καὶ ξηροτέρας, ἔτι τε ψυχροτέρας καὶ ξηροτέρας δυσκρασίας, ὀδύναι μεγάλαι γίγνονται, ἥκιστα δ᾿ ἐν τῇ ὑγρᾷ δυσκρασίᾳ πόνοι συμβαίνουσι, θεραπεύονται κατὰ ἐναντίωσιν τῶν διαθέσεων. [Περὶ τῆς ἀπὸ ψύξεως κεφαλαλγίας.] Τοῖς δὲ ἀπὸ ψύξεως ἁρμόζουσιν αἱ θερμότεραι τῶν ἐμβροχῶν, ὅτε μὲν συμμέτρως εἴη ἡ ψύξις, ἀρκουμένοις ἀνηθίνῳ καὶ πηγανίνῳ ἐλαίῳ θερμῷ· εἰ δὲ ἐπιτείνοιτο μεγάλης τῆς ψύξεως ὑπαρχούσης, σικύου ἀγρίου ῥίζαν ἐμβαλεῖν δεῖ, ποτὲ δὲ καὶ εὐφορβίου βραχύ. χρῆσθαι δὲ καὶ ἰρίνῳ ἐλαίῳ, ἤ τινι τῶν τοιούτων λεπτῶν εἰρημένων τινὰ τούτοις ἐμβαλόντα· ἐλάττω δὲ ἢ πλείω κατὰ τὴν ἐπικρατοῦσαν ψύξιν σκοποῦντα καὶ συμμετρούμενον. [Περὶ τῆς ἐξ ἀναθυμιάσεως κεφαλαλγίας.] Ὅσοις δὲ ἀπὸ ἀναθυμιάσεων αἱ κεφαλαλγίαι γίγνονται, ὑπάγειν τε τὴν γαστέρα καὶ ἄγειν αὐτοὺς εἰς εὐπνουστέρους οἴκους καὶ λεπτὸν ἀέρα ἔχοντας, ἐπιτηδεύειν τε καὶ πταρμοὺς, μάλιστα εἰ ἀπύρετοι εἶεν, ἐμβαλόντας τοῖς πόροις ἢ στρούθιον λεῖον, ἢ πέπερι, καὶ ἀνέλκειν κελεύοντας. κενουμένων γὰρ τῶν ἀτμῶν ῥᾷον διαφορηθήσεται ἡ κεφαλή. ἐμβρέχειν δ᾿ αὐτοὺς καὶ ἐλαίῳ, βραχὺ ὄξους παραχέοντας. ἥ τε γὰρ ἄμετρος ἐπὶ τὴν κεφαλὴν τῶν ἀτμῶν φορὰ ἀποκρουσθήσεται καὶ τὸ ἐνιζάνον ταῖς κοιλίαις τοῦ ἐγκεφάλου διαφορηθήσεται, μὴ ἐᾶν καθεύδειν, καὶ μάλιστα μεθ᾿ ἡμέρας. [Περὶ τῆς ἐξ ἀπέπτων βρωμάτων κεφαλαλγίας.] Εἰ δ᾿ ἀπέπτων ἐγκειμένων τῇ γαστρὶ συμπάσχοι τι ἡ κεφαλὴ, διδόντας πιεῖν ὕδατος χλιαροῦ συχνῶς ἐμεῖν κελεύειν. γίγνονται δὲ πολλοῖς τῶν στομαχικῶν ἐξ ἀναστάσεως κεφαλαλγίαι, ἐφ᾿ ὦν αἱ παραθέσεις τῆς τροφῆς αὐτίκα κουφίζειν εἰώθασιν. εἰ δ᾿ ἀπὸ μεγάλης ποτὲ ἀλγηδόνος τῆς κεφαλῆς ἄφωνοι γίνονται ἄφνω, μηδὲ τῆς αἰτίας καταλαμβανομένης, καταντλεῖν προσήκει τὴν κεφαλὴν ὕδατι θερμῷ δαψιλεῖ, ἐγχέοντας τοῖς ὠσὶν ἔλαιον καὶ ἔριον ἐμβάλλοντας. [Περὶ τῆς ἐξ οἴνου κεφαλαλγίας.] Ὅτι μὲν οἱ θερμότεροι τῶν οἴνων τὰς κεφαλαλγίας γεννῶσιν, ἀτμῶν πληροῦντες ῥᾳδίως τὴν κεφαλὴν, ἔσθ᾿ ὅτε δὲ καὶ χυμῶν, καὶ ὅτε χωρὶς οἴνου πόσεως πρὸς τὴν κεφαλὴν ἑτοίμως οὗτοι ἀναφέρονται, καὶ μάλιστα οἶς φύσει θερμότεραι τὴν κρᾶσιν αἱ κεφαλαὶ τυγχάνουσιν, ἅπασιν οἶμαι φανερὸν εἶναι. σκοπὸς τοίνυν τῆς ἰάσεως ἡ κένωσις αὐτῶν. ἐπειδὴ δὲ θερμότεροι τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐντυχούσης αὐτοῖς βοηθείας δέονται. ἔλαιον οὖν ῥόδινον καὶ πάνυ ψυχρὸν προσφερόμενον, ὕπνος τε καὶ ἡσυχία, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν λουτρὸν καὶ τροφαὶ εὔχυμοι, οὐ μέντοι θερμαίνουσαι. τοιαῦται δ᾿ εἰσὶν ὁ πτισάνης χυλὸς, καὶ τὰ ὑγρὰ τῶν ὠῶν ἄνευ γάρου καὶ ἐξ ὕδατος ἄρτος, θριδακίνη τε ὡς ἐμψύχουσα καὶ κράμβη ὡς ἀτμῶν ξηραντική. ποτῷ δὲ ὕδατι χρηστέον. ἀλλ᾿ ἐπί τινων ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν οὖν αὐτοῖς ἐπιδοτέον, ἢ μῆλον, ἢ ἄπιον ἡψημένα. χρὴ δὲ ἕψειν οὕτως αὐτά· πρῶτον ἐν χύτρα ὕδωρ ἐγχέοντας θερμὸν, εἶτα κρεμάσαντας ἐν ἀγγείῳ τὰς ὀπώρας ὑποκαίειν τὴν χύτραν, ὅπως ὁ ἀναφερόμενος ἐκ τοῦ ὑδατὸς ἀτμὸς ἕψειν οἶός τε εἴη. καὶ σταφίδες δὲ ῥωννύουσι τὸν στόμαχον. φοινίκων δὲ παντελῶς ἀπέχεσθαι. ἔχουσι γάρ τινα ἰδιότητα κεφαλαλγίας ποιητικήν. εἰ δ᾿ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς δυνηθεῖεν, ἐπὶ λουτρὸν μὲν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν, καὶ καταχεῖν ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις, εἶτα μικρὸν ἠρημήσαντας αὖθις παραπλησίως λούειν, εἶθ᾿ οὕτως τρέφειν ὡς πρόσθεν εἴρηται. εἰ δέ ποτέ τι τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολείποιτο τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς, καὶ διὰ τοῦτο παραμένει τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν τοῦ ῥοδίνου, ἐμβρέχειν δὲ τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, καὶ μετὰ ταῦτα ἰρίνῳ μεγάλως ὠφελοῦντι τὰς τοιαύτας διαθέσεις· μηδενὸς δὲ τούτων ὄντος, οἴνῳ χρῆσθαι. [Περὶ τῆς ἐκ πληγῶν καὶ συμπτωμάτων κεφαλαλγίας.] Ἐπεὶ δὲ καὶ διά τινα συμπτώματα καὶ πληγὰς γίνονται κεφαλαλγίαι, χρήσιμον βραχέα καὶ πρὸς ταῦτα ὑποσχέσθαι. ἁρμόζει τοίνυν ἡ διὰ σπόγγων πυρία καὶ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδευμένων. πρὸς δὲ τούτοις ἡσυχία, ὑποστολὴ τροφῆς, κένωσις τοῦ κάτω γαστρός. φυλακτέον δὲ ἥλιον, λουτρὸν, οἰνοποσίαν, κραυγὴν καὶ διάτασιν, καὶ τῶν ἐν τροφῇ προσφερομένων τὰ δριμέα καὶ ὀξέα καὶ ἁλικά· δῆλον δ᾿ ὡς σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως κατὰ τὰς ποιούσας τὰ πάθη αἰτίας. [Περὶ τῆς ἐκ θλασμάτων κεφαλαλγίας.] Καὶ γὰρ κεφαλὴν καὶ θλᾶσθαι συμβαίνει, καὶ ποτὲ μὲν μετὰ τραύματος, ποτὲ δὲ καὶ χωρὶς τραύματος γίνεσθαι τὴν θλάσιν, ὡς κᾀκ τούτων ἐπιπλέκεσθαι σκοποὺς θεραπείας. θλάσει μὲν οὖν οἰκεῖα τὰ παρηγορικὰ τῶν βοηθημάτων οἷον θερμοῦ κατάχυσις ὕδατος καὶ ἐπίβλημα ἐλαιοβρεχές. τὴν δὲ διαίρεσιν περίστασις παροῦσα εἰ μὴ κωλύει κολληθήσεσθαι, σιδηρίτην βοτάνην λειώσας καὶ ἀποσπογγίσας οἴνῳ ἐπιδέσμει. Ἄλλο. ῥητίνην φρυκτὴν καταπλάσας τὸ ἕλκος ἐπιδέσμει. Ἄλλο. ἀλόην λειώσας καὶ μέλι προσμίξας ἐπιτίθει. Ἄλλο. γῆς ἔντερα κόψας ἐπιτίθει. Ἄλλο. πτελέας φύλλα χλωρὰ κόψας ἐπιτίθει, πρότερον τρίψας. καὶ ὁ φλοιὸς δὲ τοῦ αὐτοῦ δένδρου περιειληθεὶς ὡς ἐπίδεσμος τὸ αὐτὸ ποιεῖ. [Πρὸς καταφοράν.] Πιτύαν ἐρίφων βάλε εἰς ἄκρατον οἶνον Αἰγύπτιον καὶ δὸς ἴσον καὶ δίδου πίνειν νηστικῷ ἐπὶ ἡμέρας γ΄. [Πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας.] Ἐπεὶ δὲ τὰ περίαπτα ἔγραψεν ὁ Ἀρχιγένης τοῖς κεφαλαλγοῦσιν, οὐκ ἄτοπον ᾠήθην καὶ ταῦτα ἀναγράψαι πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας, πολυγόνου δύο κλωνία πλέξας στεφάνωσον. ἄλλο. πολύγονον τρίψας μετὰ κορυφῆς γάλακτος καὶ ἀλείψας τὴν κεφαλὴν τῷ βάθει τῆς ἑσπέρας καὶ ἐπάνω λαγωοῦ δέρμα βαλὼν, ἕως πρωῒ, ἆρον τὸ δέρμα καὶ ἰαθήση. ἄλλο. κιχώριον τὸ Ῥωμαϊστὶ λεγόμενον ἰντυβολάχανον, ἐπιτίθει τοῦ πάσχοντος τὴν κεφαλήν. ἄλλο. ῥόδινον στέφανον ἐπιτίθει τῇ κεφαλῇ, νέα ἄνθη ῥόδου ἐκ νεαρῶν ῥόδων. ἄλλο. καλλιτρίχῳ στέφε τὴν κεφαλὴν, ὅ τινὲς καλοῦσιν ἀδίαντον, ἔνιοι δὲ τριχομανές. ἄλλο. ἄκρως δὲ ἀπαλλάσσειν τῆς κεφαλαλγίας φησὶν Ἀρχιγένης περιστερεῶνα, ἥν τινες ἱερὰν βοτάνην καλοῦσι, καὶ στεφομένην καὶ καταχριομένην μετ᾿ ὄξους καὶ ῥοδίνου. ἄλλο. χελώνης λιμναίας ἥν τινες ἀμύδα καλοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα.

[Περὶ εὐπορίστων πρὸς τὰ ἐκτὸς τῆς κεφαλῆς πάθη, καὶ πρῶτον πρὸς ῥεούσας τρίχας.] Λάδανον ἀποβρέχων οἴνῳ εὐώδει καὶ στύφῳ λαίου, παραχέων καὶ μύρσινον, καὶ γλοιῶδες ποιήσας κατάχριε. ἄλλο. κάρυα χλωρὰ, ἀκμάζειν ἀρξάμενα, θλάσας ρ΄. μίξας τε ἐλαίου ξέστας β΄. στυπτηρίας ὑγρᾶς λίτρας γ΄. καὶ βαλὼν εἰς σκεῦος καινὸν ὀστρακινὸν προβραχὲν, ὡς μὴ ἀναποθῆναι τὸ ἐμβληθὲν ὑγρὸν, ἐπιμελέστατα περίχρισον, καὶ καταθέμενος ἐν εὐαέρῳ οἴκῳ ἐπὶ ἡμέρας μ΄. καὶ μετὰ τοῦτο ἀνελόμενος, χρῶ τῷ ἐλαίῳ. ἄλλο. λάδανον καὶ ἀψίνθιον καὶ ἀρκευθίδας λειώσας, εἰς ὀθόνην ἔνδησον, καὶ ἔμβαλε εἰς ἔλαιον καὶ μετὰ ἡμέρας ε΄. χρῶ. ἢ μυρσίνης μελαίνης, ἢ κηκίδος μέρη β΄. μετ᾿ ἐλαίου. τὸ αὐτὸ δὲ πιτυρίασιν ἰᾶται. ἄλλο. λάδανον λειώσας μετὰ γλυκέος οἴνου γλοιῶδες ποιήσας χρῖε. ἄλλο. ἀνεμώνης τὸ ἄνθος λειώσας μετ᾿ ἐλαίου κατάχριε, τὸ αὐτὸ καὶ μελαίνει. ἄλλο. περιστερεῶνα τὸ ὀρθὸν σὺν ταῖς ῥίζαις ξηράνας καὶ εὖ μάλα λειώσας μῖξον ἐλαίου, ὡς πάχος ἔχειν γλοιοῦ καὶ ἐάσας σαπῆναι κατάχριε. [Περὶ πιτυριάσεως.] Προσμήξας τὴν κεφαλὴν σεύτλου χυλῷ καὶ τηλίνοις ἀλεύροις, καὶ νίτρῳ λείοις ἴσοις σμῆχε. ἄλλο. Κιμωλία γῆ ὄξει καὶ βοείᾳ χολῇ φυραθεῖσα, χρῖε. ἄλλο. ἀμυγδάλοις πικροῖς μετ᾿ ὀξυκράτου ἀπόσμηχε. ἄλλο. ἀφρόνιτρον καὶ χάλκανθον ἴσα λειώσας μετ᾿ οἴνου χρῶ. ἄλλο. βολβοῖς ὀπτοῖς καὶ νίτρῳ λείοις ἴσοις σμῆχε. [Περὶ φθειριάσεως.] Σταφίδος ἀγρίας μέρη β΄. σανδαράχης μέρος α΄. νίτρου μέρος α΄. σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν. ἄλλο. στυπτηρίῳ σχιστῇ μετ᾿ ἐλαίου χρῶ. [Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχῶρες συνίστανται περὶ τὸ τῆς κεφαλῆς δέρμα. ὠνόμασται δὲ ἀπὸ τοῦ συμπτώματος, λεπτὰς γὰρ ἔχει κατατρήσεις, δι᾿ ὦν ἀποῤῥέει ἰχὼρ γλίσχρος. ὅμοιον δ᾿ αὐτῷ πάθος ἐστὶ καὶ τὸ καλούμενον κηρίον, τὰς κατατρήσεις μείζονας ἔχον, ὑγρὸν ἐχούσας μελιτῶδες· ἐστὶ δ᾿ ἑκατέροις ἡ γένεσις ἐξ ὑγρότητος περιττωματικῆς. συμβαίνει δ᾿ αὐτοῖς τὸ πρῶτον κνησμὸς, μετὰ ταῦτα δὲ καὶ εἰς ὄγκον ἐπανάστασις. θεραπεία δὲ, μεγάλης οὔσης τῆς διαθέσεως προηγουμένη μὲν κάθαρσις τῶν καταποτίων διὰ σκαμμωνίας καὶ ἀλόης, καὶ κολοκυνθίδος, ἑκάστου δ᾿ αὐτῶν ἴσον, λειωθέντα δὲ ἀναλαμβάνεται χυλῷ κράμβης, καὶ ἀναπλάσσεται καταπότια ὀρόβου μέγεθος ἔχοντα. δέδοται δὲ τοῖς ἰσχυροτέροις ἑπτακαίδεκα τῆς τελείας δόσεως, τοῖς ἄλλοις πρὸς ἀναλογίαν τοῦ σώματος. ἐπὶ δὲ τῶν μικρῶν διαθέσεων ἀρκεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων. ἔστι δὲ ταῦτα κιμωλία μετὰ ὄξους δριμυτάτου καταχριομένη. ἄλλο. κρήταν μετὰ ὄξους δριμυτάτου κατάχριε. ὁμοίως δὲ καὶ Σαμία γῆ καὶ πομφύλυξ. ἄλλο. λιθαργύρου καὶ χάρτης κεκαυμένης λύχνῳ, χρῶ μετ᾿ ὄξους. ἐφ᾿ ὧν μέντοι ἕλκωσίς ἐστιν ὀδυνώδης, ὕδατι ἀπαντλεῖν αὐτοὺς θερμῷ προσήκει ἑκάστης ἡμέρας, ἀφηψημένης ἐν αὐτῷ μυρσίνης, βάτου, συκαμίνου, ἢ ἀσπαράγου ῥίζης, καὶ κατάχριε. ἄλλο. ἰτέας φύλλοις μεθ᾿ ὕδατος, ἢ φακῷ μετὰ μέλιτος, ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ ἀπόσμηχε, ἢ σεῦτλον χυλῷ ἔχοντι τήλινον ἄλευρον. φάρμακα δ᾿ ἐπιτήδεια πίτυος φλοιὸς μετὰ κηρωτῆς, ἢ καδμεία μετ᾿ ἐλαίου, ἢ λιθάργυρος, ἢ ψιμύθιον. σμήχειν δὲ ἐν βαλανείῳ τεῦτλον χυλῷ μετὰ κιμωλίας. δῆλον δὲ ὡς ἐπὶ τῶν ἁπαλοσάρκων γυναικῶν φυλάττεσθαι μὲν δεῖ τὸ ὄξος, οἴνῳ δὲ καταχρίειν τὰ φάρμακα. [Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.] Συμβαίνει διττὸν πάθος περὶ τὰς ἐν κεφαλῇ τρίχας, ὁτὲ μὲν ἔκλειψις αὐτῶν, ὁτὲ δὲ εἰς ἑτέραν χροιὰν μεταβολή. ἔκλειψις μὲν ἐν ταῖς φαλακρώσεσιν, ἑτεροχροία δὲ ἐν ταῖς ἀλωπεκίαις τε καὶ ὀφιάσεσιν, ἀπρεπεστάτη βλάβη τῶν τριχῶν. ἔστι δ᾿ αὐτοῖς ἡ βλάβη παραπλησία τοῖς φυτοῖς. καθάπερ γὰρ ἐκεῖνα παραπλησίαν τῷ τρέφοντι ὑγρῷ τὴν γένεσιν ἔχει· ὁμοίως δὲ ταῖς τριξὶν ἡ παθητικὴ κατασκευή. ὁτὲ μὲν ἐνδείᾳ τοῦ τρέφοντος ὑγροῦ ἀφαιρούμενα φθείρεται, ἢ ἀλλοτριώσει τὴν κατὰ φύσιν ὑπαλλάττει διάθεσιν. ἔστι δὲ ἀλωπεκία καὶ ὀφίασις ἑκάτεραι μὲν διαθέσεις παρὰ φύσιν τὴν αὐτὴν αἰτίαν ἔχουσαι τῆς γενέσεως, κοινὴν δὲ καὶ τὴν ἴασιν, ὀνόμασι δὲ διαφόροις ὠνομασμέναι κατὰ τὸ σχῆμα. ἐπί τε γὰρ τῆς ὀφιάσεως παραπλήσιον ὄφει τὸ σχῆμα ἐπὶ τῆς κεφαλῆς φαίνεται, ἡ δ᾿ ἀλωπεκία, ὥς φασιν, ὠνόμασται διὰ τὸ συνεχὲς ταῖς ἀλώπεξι συμβαίνειν τὴν διάθεσιν, ψίλωσιν οὖσαν τριχῶν, μετὰ τοῦ ἀναιμόχρουν φαίνεσθαι τὸν πεπονθότα τόπον. ἡμεῖς δὲ διὰ τί οὕτως ὠνόμασται οὐ πολυπραγμονοῦμεν. μοχθηρὸν δὲ πλῆθος ὑγρῶν αἴτιον τῆς γενέσεως εὑρόντες τῷ φυσικῷ λόγῳ ἑξῆς ἐπὶ τὰς θεραπείας χωρήσομεν. εἰσὶ δ᾿ αὐτῷ διαφοραὶ πλείους κατὰ τὴν χρόαν. αἱ μὲν γὰρ λευκότεραι, αἱ δὲ ὠχρότεραι, ἕτεραι δὲ μελάντεραι. δῆλον δὲ ὡς κακοχυμίας ἐστὶν ἅπαντα ἔγγονα τοιαῦτα. αἱ μὲν οὖν λευκότεραι ὑπὸ τῆς τοῦ φλέγματος κακοχυμίας γίγνονται, καὶ ἰῶνται τοῖς φλεγμαγωγοῖς τῶν καθαρτηρίων καὶ τοῖς ἀποφλεγματισμοῖς, αἱ δὲ ὠχρότεραι τοῖς τὴν τοιαύτην καθαίρουσι χολὴν, αἰ δὲ μελάντεραι τοῖς τὸν μελαγχολικὸν καθαίρουσι χυμόν. χρὴ γὰρ πρὸ τῆς τοῦ πεπονθότος μορίου θεραπείας ἅπαν προκαθαίρειν τὸ σῶμα, ὡς μηκέτι ἐπιῤῥεῖν ἐξ αὐτοῦ τὴν κακοχυμίαν τῷ πεπονθότι μέρει, καὶ εἶθ᾿ οὕτως ἑξῆς ἐπὶ τὸ πεπονθὸς μόριον παραγίγνεσθαι. ἔστι δὲ ἀποφλεγματικὰ μὲν πύρεθρον καὶ σταφὶς ἀγρία· θάτερον δ᾿ αὐτῶν ἢ καὶ ἄμφω μετὰ μαστίχης μαλασσόμενα καὶ ἅλας βωλικὸν μετὰ γλήχωνος, ἢ νᾶπυ λελειωμένον μετ᾿ ὀξυμέλιτος καὶ διακρατούμενον ἐπὶ πλέον καὶ ἀναγαργαριζόμενον. ἰδίως μὲν οὖν ἕκαστον τῶν καθαρτηρίων φαρμάκων ἕλκει καὶ καθαίρει τὸν οἰκεῖον ἑαυτῷ χυμόν· τὰ μὲν φλέγμα, τὰ δὲ ξανθὴν, τὰ δὲ μέλαιναν χολήν. καὶ μακρὸν ἂν εἴη ἕκαστον κατ᾿ εἶδος διεξιέναι, ἑτέρας ὄντα πραγματείας. κοινῶς δὲ ἐπί τε τῶν ἄλλων ἀλωπεκιῶν καὶ ὀφιάσεων ὠφελεῖν εἴωθε πρῶτα μὲν τὰ διὰ τῆς ἀλόης καταπότια· ἔχει δὲ ταῦτα κολοκυνθίδος ἐντεριώνης μέρος α΄. ἀλόης τε καὶ σκαμμωνίας μέρη δύο, χυλοῦ ἀψινθίου μέρος α΄. ἀναλάμβανε χυλῷ μήλων, δίδου πρὸς τὴν δύναμιν. μικρὸν δ᾿ ἐπ᾿ αὐτοῖς διαλείποντα ἡμερῶν που ζ΄. χρῆσθαι τῇ ἱερᾷ τῇ διὰ κολοκυνθίδων· ἔστι δ᾿ αὐτῆς ἡ σύνθεσις ὧδε. ♃ κολοκυνθίδος ἐντεριώνου τοῦ ἐντὸς ἁπαλοῦ γο. ιστ΄. χαμαιπίτυος γο. στ΄. σχοίνου ἄνθος γο. στ΄. κασσίας, κινναμώμου ἀνὰ γο. στ΄. ναρδοστάχυος, σμύρνης ἀνὰ γο. δ΄. κρόκου ἑξάγια ζ΄. ὀποπάνακος γο. γ΄. πεπέρεως μακροῦ καὶ μέλανος ἀνὰ γο. γ΄. πρασίου, στοιχάδος, ἀνὰ γο. ζ΄. γεντιανῆς, ἀγαρικοῦ, ἀνὰ γο. ε΄. σαγαπηνοῦ γο. ι΄. κοπτὰ, λεῖα μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εἰς ὕδωρ εἰ πυρέττοιεν, εἰ δὲ μὴ, μετὰ οἰνομέλιτος. ὁ μὲν οὖν κατ᾿ ἀρχὰς τῆς θεραπείας τρόπος τοιόσδε, ἀρκῶν πολλάκις μόνος πρὸς θεραπείαν. ἐπὶ γὰρ τῶν χρονίων δυσίατον ἤδη γίγνεται τὸ πάθος καὶ τοπικῶν δεόμενον φαρμάκων· ὅταν οὖν, ὡς ἑνὶ μάλιστα καθάπερ προείρηται, ἀπέριττον ἐκ τῆς καθάρσεως ἅπαν γένηται τὸ σῶμα, τότε ἤδη θαῤῥοῦντα καὶ τῇ τοῦ βεβλαμμένου μέρους ἐγχειρεῖν θεραπείᾳ, τοῖς τοπικοῖς χρώμενον βοηθήμασι. ἔστι δ᾿ ἅπαντα τῷ γένει θερμὰ καὶ διαφορητικά. ταύτῃ γὰρ τῇ δυνάμει καὶ τὴν κακοχυμίαν κενοῦντα διαφορεῖν πέφυκεν. ἔστι δὲ τάδε, θαψίας χυλὸς μετὰ κηρωτῆς καταχριόμενος. ἄλλο. εὐφόρβιον λεῖον μετὰ ἐλαίου καταχριόμενον. ἄλλο. θεῖον ἄπυρον καὶ νίτρον Ἀλεξανδρινὸν σκευάσας ὄξει κατάχριε. ἄλλο. δάφνινον ἀλειφόμενον, καρδάμον σπέρμα μετ᾿ ἐλαίου. ἄλλο. εὐζώμου σπέρμα λειώσας μετὰ στέατος ἀρνείου κατάχριε. ἄλλο. ἀλκυόνιον τραχὺ καύσας καὶ λειώσας ὄξει, ἢ κεδρίᾳ, κατάχριε. ἄλλο. καλάμου ῥίζαν, ἢ φλοιὸν καύσας μετὰ κέδρου χρῶ, ἢ μετὰ ὑγροπίσσης. ἄλλο. μυῶν κόπρον λειώσας ὄξει κατάχριε. ἄλλο. ἀμύγδαλα ὁλόκληρα καύσας, κατάβρεχε ὄξει δριμεῖ. ἄλλο. ἐχίνου χερσαίου τὸ δέρμα μετὰ τῆς κεφαλῆς κατάκαυσον, καὶ λειώσας μέλιτι κατάχριε. ἄλλο. κρομμύῳ παλαιῷ συνεχῶς ἀπότριβε τὸν τόπον, ὀθόνῃ προανατρίψας, ἕως οὗ ἐρυθρὸν γένηται. ἄλλο. ῥαφάνου φλοιὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. σιδήρη στομώματος λεπίδα ὀξελαίῳ τρίψας ἄλειφε, ἕως οὗ ἐρυθρὸν γένηται. ἄλλο. κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον μετὰ ὄξους κατάχριε. ἁπάντων δὲ τῶν εἰρημένων φαρμάκων, τῶν μὲν θερμοτάτων ὄντων, τῶν δ᾿ ἀσθενεστέραν ἐχόντων τὴν θερμασίαν, δῆλον ὡς τοῖς μὲν ἰσχυροῖς φαρμάκοις ἐπὶ σκληρῶν σωμάτων καὶ τῶν κεχρονισμένων διαθέσεων χρηστέον, τοῖς δ᾿ ἀσθενεστέροις ἐπί τε προσφάτων διαθέσεων καὶ παίδων καὶ γυναικῶν καὶ μαλακωτέρων. κοινὸς ἔστω ὁ τοιόσδε λόγος ἐπὶ πάντων βοηθημάτων. προανατρίβειν χρὴ τὸ πεπονθὸς μέρος ὀθόνῃ μήτ᾿ ἄγαν σκληρῶς, ὡς ἀναδέρεσθαι τὰ σώματα, μήτ᾿ ἄγαν μαλακῶς, ὑπὲρ τοῦ ἐρυθραίνεσθαι συμμέτρως πρὸ τῆς χρήσεως τῶν φαρμάκων. χρὴ δὲ καὶ αὐτὸ τὸ δέρμα ξυρᾷν συνεχῶς· εἰ δέ ποτε ἑλκωθείη τὸ μέρος ὑπὸ τῶν φαρμάκων, ἰᾶσθαι χοιρείῳ στέατι ἢ χηνείῳ ὑπαλείφοντα, ἢ ῥοδίνῳ.

[Πρὸς τὰ τῶν ὤτων πάθη, καὶ πρῶτον πρὸς τὰς ὠταλγίας.] Ὤτων πόνοι γίνονται κατὰ ψύχωσιν ὑπὸ ἀνέμων ψυχρῶν, ἢ λουτροῦ ψυχροῦ, καὶ ὑδάτων φαρμακωδῶν εἰσρυέντων, ἢ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ μόνου κατὰ τὸν πόρον τοῦ δέρματος, ποτὲ δὲ καὶ διὰ βάθους τοῦ ἀκουστικοῦ πόρου ἢ μέρους φλεγμήναντος καὶ διατείναντος τὰ μόρια, ἔσθ᾿ ὅτε δὲ καὶ διὰ πνεύματος φυσώδους οὐκ ἔχοντας διέξοδον ὀδυνηρὸν γίνεται. ὀδυνῶσι δὲ καὶ οἱ ἐν αὐτοῖς τοῖς ὠσὶ διά τινα πρόφασιν γεννηθέντες ἰχῶρες. τὰς μὲν οὖν ἀπὸ ψύξεως μόνης γινομένας ὀδύνας τὰ θερμαίνοντα θεραπεύει τάχιστα· ἔστι δὲ ταῦτα κρόμμυον ἐλαίῳ ζέσας ἔγχει τοῖς ὠσίν. ἄλλο. πέπερι εὖ μάλα λελειωμένον μετ᾿ ἐλαίου. ἄλλο. νάρδος ἐγχεομένη θερμή. ἄλλο. πήγανον ἐνεψημένον ἐλαίῳ. [Πρὸς τὰς ἐκ τῶν ὑδάτων βλάβας τῶν ὤτων.] Ἔλαιον ἐγχέων συνεχῶς θερμὸν δι᾿ ἐρίου μαλακοῦ σπόγγιζε, εἶτ᾿ αὖθις ἔγχει. ἄλλο. ὠοῦ τὸ λευκὸν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, ἢ γάλα γυναικεῖον χλιάνας χρῶ. ἄλλο. στέαρ χήνειον, ἢ ἀλωπέκειον, ἢ ὀρνίθειον. [Πρὸς τὰς ἐν ὠσὶ φλεγμονάς.] Νάρδος μετὰ βασιλικοῦ φαρμάκου ἐγχεομένη· εἰ δ᾿ ἀνύποιστος εἴη ὀδύνη, καστόριον γάλακτι γυναικείῳ, ἢ ὠοῦ τὸ λευκὸν χλιάνας χρῶ. ἄλλο. ὄπιον ἐλάχιστον μετὰ ἑψήματος. οὐ χρὴ δὲ ἐνοχλεῖν τῷ πόρῳ κατὰ τὸν καιρὸν τῆς ὀδύνης, ἀλλὰ καὶ διὰ μηλωτίδος περικείμενον ἐχούσης ἔριον μαλακὸν ἐκμάσσειν· καὶ πυριᾷν δὲ σπόγγοις τρυφεροῖς ἐν ὕδατι ἡψημένην ἔχοντι ἀλθαίαν, ἣν καὶ δενδρομαλάχην καλοῦσιν, ἢ πιτύροις ἐλαφροῖς. εἰ δὲ φυσῶδες εἴη τὸ ἀπολειφθὲν, καὶ ἔμφραξις μᾶλλον ἢ πόνος, ἀφρονίτρῳ μετ᾿ ὄξους χρῶ, ἢ δρακοντίου βοτάνης χυλῷ, ἢ κενταυρίου, ἢ πολίου. [Περὶ πυρώσεως τῶν ὤτων.] Ἐν δὲ ταῖς ἀρχαῖς πυρώδους αἰσθήσεως περὶ τὸν ἀκουστικὸν πόρον γινομένης, χωρὶς σφυγματώδους ὀδύνης, ὄξος μετὰ ῥοδίνου ὠφελεῖν εἴωθεν. [Περὶ τῶν ἐν τοῖς ὠσὶ ἑλκῶν.] Γλαύκιον μετ᾿ ὄξους ἀποτρίψας ἔγχει. εἰ δὲ ὑγρὰ πάμπολλα φέροιτο χωρὶς πόνων, σκωρίαν σιδήρου ὄξει λειώσας ἐπιμελῶς ἐν ἡλίῳ χρῶ. [Πρὸς δυσηκοίας καὶ ἤχους.] Ἐπὶ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ναρδίνου ἔγχει. ἄλλο. κύμινον καὶ ἔλαιον ὡς μέλιτος πάχος ποιήσας ἔγχει. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου ἀφεψήματι πυρίασας τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἑλλέβορον μέλαν μετ᾿ ὄξους, ἢ ὄξος δριμὺ καθ᾿ ἑαυτὸ χλιαίνων ἔνσταζε, ἢ μέλι καθ᾿ ἑαυτὸ, ἢ ὀξύμελι, ἢ ὀξέλαιον. ἄλλο. πράσου χυλὸν μετὰ γάλακτος γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. ἄλλο. ἀμυγδάλων πικρῶν ἔλαιον μίξας ἐλαίῳ ἔμβαλε εἰς φλοιὸν κρομμύου, καὶ χλιάνας ἔνσταζε. ἄλλο. κρόμμυον καὶ σκόροδον καὶ στέαρ χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει. ἄλλο. φακοῦ ἀφέψημα μετὰ μέλιτος ἔγχει. ἄλλο. μυρσίνην ἀφηψημένην ἐν οἴνῳ γλυκεῖ ἔνσταζε, ἢ ἐλαίας φύλλα χυλώσας καὶ μέλιτι μίξας συνέψησον καὶ τούτῳ χρῶ. ἄλλο. κρομμύων χυλίσματι μετὰ μέλιτος χρῶ. ἄλλο. κάρδαμον τρίψας ῥοδίνῳ διεὶς χρῶ. ἢ ἔντερα γῆς ἑψήσας τῷ ἰχῶρι ἐγχυμάτιζε. [Πρὸς δυσηκοΐας.] Χρῶ μὲν περὶ τὰς ἀρχὰς ἀποφλεγματισμῷ διὰ πυρέθρου καὶ μαστίχης, καὶ τὴν γαστέρα ὕπαγε διὰ τῆς κολυκινθίδος καταποτίοις. εἰς αὐτὸ δὲ τὸ οὖς χρῶ πυρίᾳ διὰ καλάμου, ἀψίνθιον μετὰ ὕδατος ἑψήσας χρῶ. κλύζε δὲ μετὰ τὴν πυρίαν τὸ οὗς ὄξει λευκῷ καὶ ὕδατι ἴσοις, ἐμβληθέντος νίτρου συμβρασθέντος. ἄλλο. δάφνης φύλλα, ἢ δαφνίδας ὁμοίως ἑψήσας χρῶ. [Ἐγχύματα εἰς τὰ ὦτα.] Πράσου χυλὸν καὶ ἴρινον μύρον μίξας ἐγχυμάτιζε. ἄλλο. χολὴν βοείαν, ἢ αἰγείαν μετὰ ῥοδίνου μίξας ἔνσταζε. ἄλλο. φλοιοῦ τοῦ ῥαφάνου τὸν χυλὸν σὺν τῷ ῥοδίνῳ λεάνας ἔνσταζε. [Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας.] Ἐφ᾿ ὧν δὲ σκώληκές εἰσι, βοείου κρέατος παρωπτημένου τὸν ἰχῶρα λαβὼν ἔνσταζε, ἢ ἀριστολοχίαν λειώσας ἔμπλαττε· ἢ καλαμίνθην ἔνσταζε, ἢ βάτου χυλόν. ὁμοίως δὲ καὶ ἀψινθίου χυλὸν ἔνσταζε. [Περὶ παρωτίδων.] Αἱ ἐκ νόσων συμβαίνουσαι παρωτίδες διαφέρουσι τῶν ἄλλως γινομένων φλεγμονῶν· διάφορον δὲ καὶ τὴν θεραπείαν ἀπαιτοῦσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ ῥεύματος ἐπιφορὰν γιγνομένων, εἰ μήτε πολὺ εἴη τὸ ἐπιῤῥέον, μήτε κακόηθες, μήτε πληθωρικοῦ τοῦ ὅλου σώματος ὑπάρχοντος, σπόγγος μόνος ἐπιτεθεὶς ὀξυκράτῳ καταστέλλει τὰς ἀρχομένας φλεγμονάς. ἐπὶ δὲ τῶν παρωτίδων τῶν ἄλλου νοσήματος ἐκγόνων πᾶν τοὐναντίον ἐργαζόμεθα, φαρμάκοις ἑλκτικοῖς χρώμενοι καὶ σικύαν προσφέροντες. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὸν λυποῦντα χυμὸν ἐπισπάσασθαι. ὅταν μέντοι σφοδρὰν ὁρμὴν ἐξ ἑαυτοῦ ἔχῃ τὸ ἐπιῤῥέον, οὐδὲν ἡμεῖς τηνικαῦτα προσπεριεργαζόμεθα τῇ φύσει. ἐν τούτῳ γὰρ, ἐὰν ἤτοι σικύαν ἢ φάρμακον ἕλκον ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς δι᾿ αὐτὴν ἀγρυπνίας τε γίνεσθαι καὶ πυρετοὺς ἐπιγίνεσθαι καὶ τὴν δύναμιν καταλύεσθαι. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσήκει, καταπλάσμασι χρωμένους παρηγορητικωτάτοις· ἔστι δὲ τάδε. [Πρὸς ἐπωδύνους παρωτίδας.] Ἄρτον μετ᾿ ἐλαίου κατάπλασσε. ἄλλο. πύρινον ἄλευρον μετ᾿ ἐλαίου κατάπλασσε. ἄλλο. κρίθινον ἄλευρον μετὰ ἀξουγγίου κατάπλασσε. ἄλλο. ὑοσκύαμον βοτάνην μετὰ βουτύρου κατάπλασσε. ἐὰν δὲ ἐκπυήσωσι, διὰ τομῆς ἐκκρῖναι χρὴ τὸ πῦον, καὶ ἰᾶσθαι τὸ ἕλκος κοινῶς, ἢ πειρᾶσθαι διαφορεῖν αὐτὸ φαρμάκοις ἑλκτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ, καὶ πυριᾷν, μέχρις ἂν ἐνδῶσιν αἱ ὀδύναι. ἔστι δὲ παυσαμένης τῆς ὀδύνης διαφορητικὰ τάδε. ἀρνογλώσσῳ λείῳ μεθ᾿ ἁλῶν κατάπλασσε, ἢ λαπάθου ῥίζης ἡψημένης ἐν οἴνῳ, ἢ θείῳ ἀπύρῳ καὶ κιμωλίᾳ μετ᾿ ὄξους, ἢ σύκων ἐν ἅλμῃ ἡψημένων καὶ ἐπιτιθεμένων λείων, ἢ πράσιον μεθ᾿ ἁλῶν· ἢ ἅλας λεῖον μετὰ βουτύρου οἰσυπηρῷ ἐρίῳ ἐπιθέντος, μάλιστα πρὸς τὰς ἀρχομένας παρωτίδας, καὶ μάλιστα ἐπὶ τῶν ἁπαλοσάρκων· ἐπὶ δὲ τῶν ἀνωδύνων καὶ ἐσκιῤῥωμένων κόπρος αἰγεία μετ᾿ ὄξους καταπλασσομένη. ἐφ᾿ ὧν μέντοι ἐκπυῆσαι ταχέως βουλόμεθα, ἀπαντλήσομεν ὕδατι θερμῷ συνεχῶς καὶ κριθίνοις ἀλεύροις ἀλεύροις καταπλάσομεν.

[Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν, καὶ πρῶτον ὀζαινῶν καὶ πολυπόδων.] Ῥινῶν θεραπεία κοινὴ ὀζαινῶν πολύπων. ξηρᾶναι πρῶτον καὶ ῥῶσαι τὴν κεφαλὴν, ἐπιτιθέντας ἢ τὴν δι᾿ ἰτεῶν, ἢ ἀνεμωνίτην, ἢ τὴν διὰ κοχλιῶν. ἡ δὲ σύνδεσίς ἐστιν ἥδε. ♃ σμύρνης γο. α΄. λιβάνου γο. α΄. κοχλίας ὁλοκλήρους β΄. ὠῶν τὰ λευκὰ β΄. ὁλμοκοπήσας μίξας ἅπαντα κατάχριε, ἐντιθεὶς ὀθόνῃ ἐπὶ ἡμέρας θ΄. καὶ οὕτως τοῖς τοπικοῖς χρῶ. ἕστε δὲ τάδε. καλαμίνθης χυλῷ ἐγχυμάτιζε. ἢ αὐτὴν ξηράνας τὴν καλαμίνθην ἐμφύσα διὰ καλάμου. ἄλλο. βατραχείῳ χυλῷ μετὰ μέλιτος ἐγχυμάτιζε εἰς τὴν ῥῖνα ὕπτιον κατακλίνας καὶ κέλευε ἀνασπᾷν. ἄλλο. ῥοιᾶς χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας, ἔα παχυνθῆναι, εἶτα ἐγχυμάτιζε. ἄλλο. κηκῖδας καὶ σμύρναν ἴσα κόψας προσφύσα. [Περὶ πολύπων.] ♃ Χαλκάνθου κεκαυμένου λίτρας δ΄. μίλτου γο. α΄. λεάνας ἐμφύσα διὰ καλάμου. ἄλλο. βρυωνίας ῥίζης κεκαυμένης ἐμφύσα. ἄλλο. χαλκάνθου καὶ σανδαράχης ἴσα, λεῖα ἐμφύσα. ἄλλο. κέρατος ἐλαφείου κεκαυμένου καὶ σανδαράχης ἐμφύσα. ἄλλο. μόλυβδον κατακαύσας, καὶ οἴνῳ ἀναλαβὼν κατάχριε. ἄλλο. ῥοιᾶς ὀξείας χυλὸν ἐν χαλκῷ ἀγγείῳ βαλὼν, ἑψήσας, ὡς μέλιτος πάχος ἔχῃ, καὶ διάχριε. ἄλλο. ἀρσενικὸν τρίψας μήλῃ προσάπτου. ἄλλο. ἀρσενικὸν καὶ ἄσβεστον ἴσα λειώσας πρόσαπτε. [Περὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Τοὺς θρόμβους πρότερον ἐκκαθάρας τοῦ στόματος μηλωτῇ ἔριον ἐχούσῃ βεβρεγμένον ὕδατι, οὕτως λύκιον ἀναλύσας, ὕδατι διάβρεχε, καὶ στρεπτὸν ποιήσας δι᾿ ὀθόνης καὶ βρέξας λυκίῳ διασφήνου. ἄλλο. στρεπτὸν καύσας ἐναπόσβεσον χυλῷ πολυγόνου ἢ πράσου καὶ θὲς εἰς τὸν μυκτῆρα. ἄλλο. ὄξος δριμύτατον ζέσας καὶ ἀποβρέξας σπόγγον, διασφήνου τοὺς μυκτῆρας, ἵνα δὲ εὐχερῶς ἔχῃς ἐξέλκειν τὸν σπόγγον, ὅτε βούλει, λίνῳ ἀπόδησον, ὡς ἀπηρτῆσθαι τοῦ μυκτῆρος. ψῦχε δὲ τὸ μέτωπον σπόγγοις καὶ μετέωρον ἔχειν τὴν κεφαλὴν κέλευε. διαδέσμει δὲ χεῖρας καὶ πόδας καὶ ὦτα ἔμφραττε. ἄλλο γύψῳ ἢ πηλῷ κεραμικῷ τὸ μέτωπον κατάχριε. ἄλλο. σικύαν σφοδρὰν ἐὰν μὲν ἀπὸ δεξιοῦ μυκτῆρος φέρηται, τῷ ἥπατι πρόσβαλε, ἐὰν δ᾿ ἀπὸ ἀριστεροῦ τῷ σπληνὶ, ἐὰν δ᾿ ἀπὸ ἀμφοτέρων, εἰς ἑκάτερα πρόσβαλε. [Πρὸς τὰς ἀπὸ μυκτήρων αἱμοῤῥαγίας.] Πύρινα ἄλευρα χυλῷ πράσου ἀναλαβὼν καὶ στρεπτὸν ποιήσας καὶ χρίσας ἐντίθει τῷ αἱμοῤῥαγοῦντι μυκτῆρι. ἄλλο. στρεπτὸν δι᾿ ὀθόνην ποιήσας συναπόβρεχε ὄξει δριμεῖ καὶ λύχνῳ καύσας ἔμβαλε τῷ μυκτῆρι. ἄλλο. ὀνίδος θερμῆς χυλὸν ἴσῳ ὄξει μίξας καὶ ἐπιβαλὼν πύρινα ἄλευρα, ποίει γλοιῶδες καὶ χρίσας στρεπτὸν ἐπιτίθει. χρῶ δὲ καὶ διαδέσμοις κατά τε τῶν ποδῶν καὶ τῶν χειρῶν καὶ ψῦχε τὴν κεφαλήν. καὶ σικύαις χρῶ κατὰ τῶν ὑποχονδρίων· δεξιοῦ μὲν μυκτῆρος αἱμοῤῥαγοῦντος, ἐπὶ τοῦ ἥπατος σφοδρὰν τίθει τὴν σικύαν· ἐπὶ δὲ ἀριστεροῦ κατὰ τοῦ σπληνός. περὶ δὲ ἀναγωγῆς αἵματος μικρὸν ὕστερον εἴρηται. [Περὶ τῆς ἐκ τραυμάτων αἱμοῤῥαγίας.] Εἰ δὲ ἐπὶ τραύματος αἱμοῤῥαγία γένηται, λειώσας σμύρναν καὶ λίβανον καὶ ἀναλαβὼν ὠοῦ τῷ λευκῷ ἐπίβαλε, χρώμενος ἐπεικασμῷ πρὸς τετυπωμένον. ἄλλο. βάτραχον καύσας τῇ σποδιᾷ τὸ τραῦμα κατάπλασσε. χρῶ δὲ καὶ ὀξυκράτῳ, ὡς σπόγγους ἐπιτιθεὶς συνεχῶς περὶ τῆς χρήσεως τοῖ ξηροῦ. ἄλλο. ὀνίδα θερμὴν καταπλάσας ἐπιδέσμει. εἰ δὲ ξηρὰ εἴη, ὄξους πρόσβαλε βραχέως.

[Πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη.] Ἅπαντα μὲν τὰ μόρια τοῦ σώματος ἀκριβεστάτων χρῄζει διορισμῶν ἐν ταῖς θεραπείαις, εἰ μέλλοιεν ὄντως ἰαθήσεσθαι. ὀφθαλμοὶ δ᾿ ὅσον κυριωτάτην ἔχουσι τὴν χρείαν, καὶ οὐκ ὀλίγον τῶν ἄλλων διαφέρουσιν, ἀκριβεστάτης ἐπισκέψεως δέονται, συχνῶν τῶν περὶ αὐτοὺς παθῶν γιγνομένων, καὶ ἐπὶ ποικίλαις καὶ διαφόροις αἰτίαις συνισταμένων τε καὶ παροξυνομένων. ἀλλ᾿ ὁ μὲν τελειότατος καὶ ἀκριβέστατος περὶ αὐτῶν λόγος ἑτέρας ἐστὶ πραγματείας· ὁ δὲ ἐνεστὼς τῆς προκειμένης πραγματείας στοχαζόμενος διδάσκει τὸ χρήσιμον κατὰ τὸ ἐνδεχόμενον. αἱ τοίνυν περὶ τοὺς ὀφθαλμοὺς διαθέσεις ὁτὲ μὲν μετὰ πυρώσεως συνίστανται, ὁτὲ δὲ μετὰ ψύξεως καὶ ναρκώδους αἰσθήσεως, καὶ ποτὲ μὲν μετὰ φλεγμονῆς, ποτὲ δὲ χωρὶς φλεγμονῆς, καὶ ἔσθ᾿ ὅτε μὲν μετὰ δαψιλοῦς ῥεύματος, ἔσθ᾿ ὅτε δὲ χωρὶς ῥεύματος, καὶ ποτὲ μὲν μετὰ βάρους καὶ ὀδύνης, ποτὲ δὲ καὶ χωρὶς τούτων. τὰς μὲν οὖν μικρὰς καὶ πυρώδεις ταράξεις ἱκανὸν καὶ ὀξύκρατον ἀποκρούσασθαι, ὥσπερ τὰς ἐκ ψύξεως αἱ διὰ σπόγγων ἐξ οἴνου κεκραμένου λευκοῦ πυρίαι· τὰς δὲ ἰσχυρὰς διαθέσεις καὶ σὺν φλεγμονῇ μεγάλῃ καὶ βαρείᾳ, ἐὰν μὲν τὰ κατὰ τὸ μέτωπον ἀγγεῖα πλήρη ᾖ, καὶ διατεταμένα, καὶ αὐτόθεν ἐμφαίνει τὸ πλῆθος τοῦ αἵματος, φλεβοτομία μὲν ἐν ἀρχῇ, εἰ μή τι κωλύει· τὰς δ᾿ ἐφ᾿ ἑτέρας γιγνομένας καὶ παροξυνομένας διὰ ἔμφραξιν ἡ διὰ τῆς κάτω γαστρὸς κάθαρσις· χρῆσθαι δὲ δεῖ τοῖς ἐγχύτοις τήξεως χυλῷ μάλα καλῶς κατεσκευασμένῳ. καλῶς δ᾿ ἂν γένοιτο, εἰ πλυθείη ἡ τῆλις ἐπιμελῶς ὕδατι γλυκεῖ, ἑψηθεῖσά τε ἐπ᾿ ὀλίγον, ὡς ἅπαν τὸ ἐν αὐτῇ δριμὺ ἀποθέσθαι, εἶτ᾿ αὖθις ἑτέρῳ ὕδατι ἑψηθεῖσα ἀποχυθέντος τοῦ προτέρου. χρήσιμον δὲ καὶ τοῦ ὠοῦ τὸ λευκὸν καὶ λεπτὸν, συνεχῶς ἐγχεόμενον, καὶ γάλα γυναικεῖον ἐκ τῶν μαζῶν αὐτῶν ἐκθλιβόμενον τοῖς ὀφθαλμοῖς. ἔστω δὲ εὔχυμον τὸ γάλα. παρηγορεῖν δὲ καὶ καταπλάσμασι κούφοις τὰς φλεγμονὰς διά τε ὠοῦ λεπτοῦ καὶ λεκίθου καὶ μελιλώτου καὶ ἄρτου καὶ ῥοδίνου. εἰ δὲ καὶ κολλυρίων εὐπορία ἐπιτηδείων, ἃ διὰ τῆς μακρᾶς πείρας σχεδὸν πᾶσίν ἐστι γνώριμα, ἄλλων ἄλλοις συνειθισμένων χρῆσθαι, καὶ τούτοις μετὰ τοῦ λεπτοτάτου ὠοῦ, κούφως δὲ καὶ ἀθλίπτως φέρειν· καὶ τὰς ἐμφερομένας τοῖς ὀφθαλμοῖς λήμας σπόγγῳ ἁπαλῷ δι᾿ ὕδατος θερμοῦ ἀφαιρεῖν, καὶ λεπτοτάτῃ διαίτῃ χρῆσθαι. εἰ δ᾿ ἄμετρον εἴη τὸ τῆς κεφαλῆς βάρος, ἀφαιρεῖν τε τὰς κόμας καὶ σικύᾳ χρῆσθαι πατὰ τοῦ ἰνίου μετ᾿ ἐγχαράξεως, συχνὸν τοῦ αἵματος ἀποσχέοντας. ἀτμῶν δὲ πεπληρωκότων τὴν κεφαλὴν καὶ φλέγματος ὄντος τοῦ ἐμφράττοντος τὰς διεξόδους τῶν πόρων, πταρμικοῖς τε τοῖς ἐπιεικεστέροις, καὶ δι᾿ ἀποφλεγματισμῶν κενώσομεν καὶ διαλύσομεν τὴν σφήνωσιν, πταρμικῷ μὲν πεπέρι λείῳ χρώμενοι, κελεύοντες τοῖς μυκτῆρσιν ἀνέλκειν τοὺς πεπονθότας, ἀποφλεγματισμοῖς δὲ τοῖς διὰ νάπυος λειουμένου εὖ μάλα τοῦ νάπυος, καὶ προσλαμβάνοντος ὄξους λευκοῦ συμμέτρου, καὶ μέλιτος καὶ ὕδατος, ὅπως ὑγρὸν γενόμενον διακρατείητο καὶ ἀναγαργαρίζοιτο· ῥᾳδίως γὰρ δύνανται ὄντως καὶ αὐτῶν διὰ τῶν μυκτήρων καὶ τοῦ οὐρανίσκου τῆς κενώσεως δαψιλοῦς γενομένης, τὰς περὶ τὴν κεφαλὴν σφηνώσεις διαλυθῆναι. ὅτι δὲ τὸ προηγούμενον καὶ οἷον κεφάλαιον τῆς θεραπείας οὐκ ἐπὶ ὀφθαλμιώντων μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων σχεδὸν τῶν ἄλλων παθῶν, ἐν τῇ ἀκριβείᾳ μάλιστα τῆς διαίτης κεῖται, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν. χρώμεθα δὲ πρὸς τὰς θερινὰς ὀφθαλμίας καὶ ῥόδων ἀφεψήματι ξηρῶν, τούτῳ συνεχῶς ἀποσπογγίζοντες τὰ βλέφαρα. [Πρὸς τὰς ἐκ χρόνων ὀφθαλμίας.] Πυρῆνα μήλης καθέντες εἰς σκόροδον, ὡς χρωσθῆναι τῷ χυλῷ ἐγχρίομεν. ἄλλο. πυροὺς ἐπὶ διαπύρων σιδήρων ὀπτήσαντες σὺν οἴνῳ καταχρίομεν τὰ βλέφαρα. ἄλλο. χάλκανθον λειώσαντες ἐν μέλιτι, χρίομεν τὸ μέτωπον καὶ τὰ βλέφαρα. [Ἀρχιγένους ἐκλογαὶ ἐκ τῶν συνθέτων περὶ τῶν εἰς τοὺς ὀφθαλμοὺς ῥευμάτων.] Ἐπὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, καὶ ἡ κοιλία ὑποσυρέσθω, καὶ πολὺ ψυχρὸν τὸ ποτὸν, εἶτα καὶ ὀλίγου ὄξους ὕδατι μιγέντος, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι δεύοντες διδόασι προσκλύζεσθαι. περικαμπτέσθωσαν ὀσμὰς δριμείας, κονιορτοὺς, καπνόν τε καὶ τὴν ἀφ᾿ ἡλίου καὶ τὴν ἀπὸ λύχνου αὐγήν. εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου, ἢ ῥυπαρὰ ἔξ ὕδατος ψυχροῦ ἐπιτιθέσθωσαν, ἕωθεν δὲ, ὡς εἵρηται, προκλυζέσθωσαν. εἰ δ᾿ ἐπιτείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένηται, φλεβοτομία τε ἁρμόζει, καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκενοῖτο καὶ ἐπιτείνοιτο· κοιλίας εὔτονος λύσις, ἤτοι διὰ συμφώνου καθαρτικοῦ, ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα ὠφελεῖ, ἢ μυρσίνης, ἢ σχίνου, ἢ βάτου χύλισμα, ἢ κράμβης, ἢ ἀμπέλου φύλλα μετὰ λεπτοῦ ἀλφίτου, ἢ σαμψύχου, ἢ ἀειζώου, ἢ ἀνδράχνης, ἢ κυδωνίων. τὰ δ᾿ ἁπαλὰ φύλλα ἕκαστα αὐτῶν μετ᾿ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τοῦ μετώπου καταπλασσόμενα. κατ᾿ αὐτῶν δὲ τῶν ὀφθαλμῶν καθαρὸν ἔριον ὠοῦ τῷ λευκῷ διαβρέχων, καὶ ὠοῦ λέκυθον ἐφθὴν μετ᾿ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμενα, ἢ καὶ ἐπ᾿ αὐτοὺς ἐπιτιθέμενα τοὺς ὀφθαλμοὺς, καὶ ἠρυγγίου ῥίζαν λείαν μεθ᾿ ὕδατος, καὶ κωνείου σπέρμα τὸν αὐτὸν κατασκευαζόμενα τρόπον ὠφελεῖ. καὶ τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος, καὶ ἄρτος ἐξ οἴνου, ἢ ῥοδίνου φυραθεὶς ὠφελεῖ θαυμαστῶς. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ ἀποκρουομένων ἐν ἀρχαῖς, ὅσα ἐστὶ κώνειόν τε καὶ ψύλλιον, σέλινον, στρύχνον καὶ οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, ἕρπυλλον, σάμψυχον, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος. τούτων ἕκαστον λεαίνων μετ᾿ οἴνου κατάπλασσε. τὸ δὲ ψύλλιον μεθ᾿ ὕδατος καὶ τὸν ἀπὸ τῶν τελμάτων φακὸν. [Πρὸς θερμὰ ῥεύματα.] Κράμβη λεῖα μετ᾿ ἀλφίτου λείου σὺν ὕδατι καταπλασθεῖσα· καὶ ὠκίμου φύλλα ὁμοίως, ἢ σαμψύχου πέταλα λεῖα κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦμα, κωδεία καὶ ὑοσκύαμος μετὰ ἀλφίτου λεπτοῦ σὺν οἴνῳ, προπυρία δὲ καὶ οὕτως κατάπλασσε. εἰ δὲ διάτασις εἴη τῶν δύο βλεφάρων, ὀθόνην βουτύρῳ βρέξας ἐπιτίθει τοῖς ὀφθαλμοῖς, ἐφ᾿ ὧν δὲ χύμωσις ἰσχυρὰ γέγονε, καλεῖται. δὲ χύμωσις ἡ ἐπὶ τῷ κερατοειδεῖ ἐρυθρὰ καὶ σαρκώδης φλεγμονὴ, σάρκας μυῶν ἐπιμελῶς λεάνας, καὶ προσβαλὼν ὠοῦ λέκυθον, ὠμὴν συλλείου, καὶ ὅταν κερατοειδὲς γένηται, εἰς ὀθόνην ἐμπλάσας ἐπιτίθει, καὶ παραχρῆμα παύει. [Περίχρισμα ὀφθαλμῶν.] Ἄρτος καθαρὸς κεκαυμένος, μιγεὶς ἀκακίᾳ καὶ κυτίνῳ σὺν ὕδατι. [Πρὸς τὰς περιωδυνίας.] Ῥόδα ξηρὰ ἢ χλωρὰ ἐν γλυκεῖ βρέξας ὕδατι λέαινε, μίξας ὠοῦ λευκοῦ λέκιθον καὶ κρόκου τὸ ἀρκοῦν κατάπλασσε· ἢ κρίθινα ἄλευρα ἐν γλυκεῖ ἡψημένα. ἐὰν δὲ μείζων εἴη ἡ ὀδύνη, πρόσμισγε ὑοσκυάμου φύλλα, ἢ πέπονος, ἢ σικύου τὴν σάρκα μετ᾿ ὠοῦ ὀπτοῦ ἢ λεκίθου, καὶ ὀλίγου οἴνου, κατάπλασσε. [Κατάπλασμα ὀφθαλμῶν.] Καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ ἄλφιτα σὺν οἴνῳ. [Πρὸς σφοδρὰς περιωδυνίας.] Κορίου χυλὸν μετὰ γυναικείου γάλακτος εἰς τοὺς κανθοὺς ἔνσταζε, ἢ φύλλα πλατάνου λεῖα μετὰ τῶν λεπτῶν ἀλφίτων, ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἐμπλαττόμενα. [Ἐπὶ τῶν ῥευμάτων καταπλάσματα.] Κυπάρισσος χλωρὰ ἢ βράθυ χλωρὸν μετ᾿ οἴνου· ἢ παλιούρου φύλλα, ἢ ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου, ἢ ἴρις ξηρὰ μετὰ μέλιτος, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, καὶ μάλιστα χυλὸν σὺν ὄξει, μαλαγματῶδες ποιήσας ἐπιτίθει κατὰ τοῦ βρέγματος, καὶ ἐπάνω ἔρια, καὶ ἐπιδέσμει ἐλαφρῶς· ἢ ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασον, ἢ ἄμυλον σὺν οἴνῳ λευκῷ, ἢ ὠοῦ λευκῷ. [Ἀνακολλήματα πρὸς ῥεύματα.] Κοχλίαν μετὰ τοῦ ὀστράκου κόψας, ἀπὸ τοῦ κροτάφου ἐπὶ τὸν κρόταφον κατάχριε. [Πρὸς τὰς αἱμάλωπας καὶ ὑποσφάγματα.] Πρὸς τὰς περὶ τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας αἱματώδεις ὑποχύσεις, εὐθέως ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς καὶ τὸ ἄλγημα, ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα, καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον, καὶ τὸ λευκὸν τοῦ ὠοῦ, τὸν αὐτὸν τρόπον εἰς τὸν ὀφθαλμὸν ἐγχεόμενον, ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον, καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένη, καὶ μετὰ οἴνου καταπλασσομένη. ἔτι δὲ ῥόδων τὰ φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ, καὶ μετ᾿ οἴνου ὁμοῦ τριβόμενα, καὶ μετὰ χνοώδους ἀλφίτου καταπλασσόμενα. [Πρὸς τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ πληγάς.] Λίαν ἁρμόττει πυρία ἐξ ὀξυκράτου μαλακῷ σπόγγῳ συνεχῶς γινομένη, εἶτ᾿ ὄξει βρεχόμενος καὶ κεκραμένος καινὸς σπόγγος, καὶ ἐπιτιθέμενος. [Πρὸς τοὺς ὀφθαλμοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν ψωροφθαλμιῶντας.] Ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους ψυχρὸν, χειμῶνος θερμὸν, καὶ πυρία διὰ σπόγγων ἁρμόζει ἐκ φακῶν ἀφεψήματος. καὶ αὐτοῖς δὲ προσάγειν τοῖς κανθοῖς, ἢ βάτου, ἢ ῥόδων χυλὸν κατ᾿ ἰδίαν ἑκάστου σὺν ὕδατι· ἢ ῥόδα ξηρὰ τριβόμενα σὺν οἴνῳ. χριέσθωσαν δὲ καὶ ἐλαίῳ παλαιῷ καθεύδοντες, ἀπεχέσθωσαν δὲ πάντων τῶν δριμέων καὶ ὀξέων. [Πρὸς τὰς χρονίας περὶ τὰ βλέφαρα διαθέσεις καὶ τετυλωμένας.] Ἀμόργην ἑφθὴν καὶ μετὰ ἐλαίου λειοτριβουμένην ἔγχριε. [Πρὸς πτίλους καὶ τρίχας μὴ ἔχοντας, ἄκρως ποιεῖ, καὶ τρίχας ἀνάγει.] Μυόχοδα καὶ κόπρους τράγου ἴσα κεκαυμένα καλάμου Ἑλληνικοῦ διπλοῦν σὺν μέλιτι ἐγχριόμενα. τοῦτο καὶ ἀλφοὺς ὠφελεῖ. [Πρὸς τὰς ἐπιφυομένας ἐν τοῖς βλεφάροις τρίχας.] Προεκτίλας τὰς τρίχας ἐκ ῥιζῶν αἵματι κόρεως κατάχριε, καὶ οὐ μὴ φυήσονται· ἢ κρότωνος ἀπὸ κυνὸς αἵματι ἄκρως ποιεῖ. χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τρίχας, ἢ χολῇ τραγείᾳ, τίλλων εὐθέως κατάχριε· ἢ αἰγείᾳ χολῇ μετὰ χυλοῦ κράμβης. [Πρὸς λευκώματα.] Ταχέως ἰᾶται νίτρον μετ᾿ ἐλαίου παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ ἐπιχριόμενον· ἢ σαύρας ἀφόδευμα ἔγχριε· ἢ νυκτικόρακος ὠὸν ἔγχριε, καὶ βάψεις αὐτούς. [Πρὸς ἀμαύρωσιν ὀφθαλμῶν.] Ἀμαύρωσιν πᾶσαν καὶ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ· εἰ δὲ μὴ παρείη καὶ τῷ ἁπαλῷ χρῆσθαι μέλιτι. ἔστω δὲ ὅ τε χυλὸς τοῦ πρασίου, καὶ τὸ μέλι ἑκάστου διπλάσιον τῆς χολῆς· ἢ μαράθρου χυλὸν καὶ χολὴν ταυρείαν ὑγρὰν ἴσα, μετὰ διπλασίονος μέλιτος ἔγχριε· ἢ χολὴ ἀρκεία μετὰ ὕδατος διπλασίου. [Πρὸς πτερύγια.] Αἰγείρου ὀπῷ μετὰ μέλιτος διπλοῦ ἔγχριε. [Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγειον ὀπτήσας, τὸν ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα τὸν ἰχῶρα συναγαγὼν ἔγχριε, καὶ αὐτὸ τὸ ἧπαρ δίδου ἐσθίειν. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον, καὶ χολὴ αἰγεία· ἢ ἧπαρ αἰγὸς ἐνέψων κέλευε αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν, καὶ δέχεσθαι τὴν ἀμίδα τοῖς ὀφθαλμοῖς· ἢ ὀνίδα πρόσφατον χυλώσας ὑπάλειφε. [Πρὸς τὰς ἐπιγενομένας ἐπὶ τῶν ὀφθαλμῶν κριθάς.] Κηρῷ λευκῷ πυρία· ἢ μυιῶν τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. [Πρὸς ὑπώπια.] Ὑπώπια παραχρῆμα καταπλασσομένη ἡ ῥάφανος λεῖα αἴρει· αἴρει δὲ αὐτὴν ὅταν ἄρξηται δάκνειν· ὁ τυρὸς νεαλὴς καταπλασσόμενος· ἢ κηρωτὴ μετὰ ἀψινθίου, ἢ χυλῷ ῥαφάνου ἀναλειφθεῖσα· ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πέλια τῶν ὑπωπίων σπόγγος ἐν ἅλμῃ ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος. μετὰ τοῦτο δὲ πυρία συνεχὴς διὰ ὕδατος θερμοῦ. ταῦτα πρὸς τὰ πέλια τῶν ὑπωπίων· ἐφ᾿ ὧν δὲ αἱματώδη εἰσὶν, ἢ ὑπόξανθα, ἢ ὕπωχρα, φεύγειν χρὴ τὴν ἅλμην, καταπλάσσειν δὲ βατίνῳ, ἢ ἀψινθίῳ, ἢ ὑσσώπῳ καὶ ὀριγάνῳ, ἢ ῥαφάνου φλοιῷ, ἢ σταφίδι χωρὶς τῶν γιγάρτων· κατ᾿ ἰδίαν ἕκαστον μετὰ μέλιτος, ἢ ὄξους, ἢ ὕδατος ἀνέφθου καὶ λευκὸς βολβὸς μετ᾿ ὠοῦ καὶ μέλιτος, ἢ κυκλάμινος μετὰ σταφίδος. ἐπὶ δὲ τῶν κεχρονισμένων καὶ μεμελανωμένων νᾶπυ μετὰ στέατος προβατείου διπλασίονος· ἢ κυάμινον ἄλευρον μετὰ μέλιτος φυραθὲν, καὶ μασηθὲν, καὶ σὺν σιέλῳ καταχρισθέν· ἢ κύμινον ῥάκει ἐνδήσας, καὶ εἰς ζεστὸν ἀποβάπτων πυρίαζε. ἢ κρίθινον ἄλευρον μετ᾿ ὀξυμέλιτος ἑψημένον· μαράθρῳ λείῳ μετὰ κηρωτῆς. [Πρὸς ὑπώπια μετὰ οἰδήματος.] Σπόγγον ὄξει καταβρέξας ἐπιτίθει, καὶ κατάπλασσε ἀλεύρῳ κριθίνῳ μετ᾿ ὀξυμέλιτος ἡψημένου μέχρι καταστολῆς, καὶ ὕστερον ἐπιτίθει φακὸν ἑφθὸν λεῖον μετὰ μέλιτος. [Πρὸς ὑπώπια πρόσφατα.] Κώνειον λεῖον μετὰ ὕδατος κατάπλασσε, ἢ βρυωνίας ῥίζαν τρίψας, μετ᾿ οἰνομέλιτος ἐπιτίθει.

[Περὶ τῶν κατὰ τὸ πρόσωπον παθῶν, καὶ πρῶτον περὶ ἰόνθων.] Ὄγκος μικρὸς καὶ σκληρὸς ἐν τῷ κατὰ τὸ πρόσωπον δέρματι καλούμενος ἴονθος γίνεται. διαφέρει δὲ τῶν συκωδῶν ὄγκων ἐπὶ τοῦ γενείου γιγνομένων τῷ μὴ μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον χυμὸν, ἀλλὰ καὶ λεπτότητος ἰχωρώδους μετέχειν, δι᾿ ἣν καὶ ταχέως ἑλκοῦται, μὴ θεραπευόμενος ὡς προσήκει. [Πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις.] Ὄξους δριμυτάτου μετὰ ἴσου μέλιτος μίξας ἐπιμελῶς ἐπίχριε, τῷ δακτύλῳ διατρίβων. ἄλλο. ἀμύγδαλα πικρὰ ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε, ὅταν δὲ ξηρανθῇ, σαπῶνι ἀπόσμηχε. ποίει τοῦτο πρὸς τὰς ὀχθώδεις διαθέσεις, καὶ τοὺς ἐπὶ προσώπου κνησμοὺς καὶ τὴν ἀρχὴν ἐλεφαντιάσεως. [Πρὸς τὰς ἐπὶ γενείου συκώδεις ἐπαναστάσεις.] Ἅλας ὀρυκτοὺς μετ᾿ ὄξους κατάπλασσε, ἢ λεπίδος χαλκοῦ καὶ χαλκάνθου, ἢ κόλλαν τεκτονικὴν μετὰ μίλτεως κατάχριε. [Πρὸς τοὺς ἐπὶ τοῦ γενείου λειχῆνας.] Πυροὺς πολλοὺς λαβὼν ἐπιτίθει ἐπὶ ἄκμονος, εἶτα πλάτυσμα χαλκοῦ πυρώσας ἐπιτίθει τοῖς πυροῖς, καὶ τὸ ἀνιέμενον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν ἐπίχριε. [Πρὸς χρονίους λειχῆνας.] Καππάρεως φύλλα τρίψας μετ᾿ ὄξους δριμυτάτου μετὰ ἴσου μέλιτος ἐπιτίθει. ἄλλο. λαπάθου φλοιὸν τῆς ῥίζης μετὰ ὄξους λειώσας, κατάπλασσε προεκνιτρώσας. ἄλλο. χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο. λαπάθου ῥίζαν λεάνας καὶ κρίθινα ἄλευρα μετὰ ὄξους δριμυτάτου κατάπλασσε. [Πρὸς ψωρώδεις λειχῆνας.] Ἀμύγδαλα πικρὰ λειώσας κατάχριε συνεχῶς. [Πρὸς λειχῆνα.] Τηλέφιον καὶ σκόροδον καὶ ὄξος δριμὺ λειώσας, προτρίψας ἐρίῳ ἢ ῥάκει, τὸν λειχῆνα περίχριε. [Πρὸς τὰ ἐπὶ τῶν γενείων ἐξανθήματα.] Σίδηρον πεπυρακτωμένον ἐπίβαλε ξύλῳ καλουμένῳ παλιούρῳ, καὶ τὸ ἐπιγιγνόμενον ὑγρὸν λαβὼν κατάχριε. ἄλλο. μύρτα λειώσας σὺν οἴνῳ κατάχριε.

[Πρὸς τὰ ἐν τοῖς ὀδοῦσι πάθη καὶ πρῶτον πρὸς ἀλγήματα.] Ἀλγοῦντες ὀδόντες διακλυζέσθωσαν ὄξει θερμῷ μετὰ κηκίδων, ἢ δαδίοις λιπαροῖς ἀνεζεσμένοις ἐν ὄξει, ἢ ὑοσκυάμου τῷ σπέρματι καὶ τοῖς φλοιοῖς σὺν ὄξει, ἢ κεδρείᾳ, ἢ προπόλει, ἢ στρύχνῳ, ἢ καππάρει, ἢ σκορόδοις, ἢ μυρσίνης κλωνίοις μετ᾿ ὄξους ἀνεζεσμένοις, ἢ οἴνου τρυγὶ θερμῇ, ἢ πολίου φλοιῷ, ἢ καὶ αὐτῇ τῇ βοτάνῃ, ἢ πρασίῳ, ἕκαστον αὐτῶν ὠφελεῖ σὺν ὄξει. ἢ πλατάνου σφαιρία, ἢ ῥόδα ξηρὰ ἕψει ἐν οἴνῳ λευκῷ μέχρι τὸ τρίτον ἀπολειφθῇ, καὶ συνεχῶς δίδου διακλύζεσθαι. ὁμοίως δὲ καὶ εὐπατορίου ῥίζα καθεψηθεῖσα ἐν οἴνῳ, ἢ γλήχων βοηθεῖ. ἢ κέρας ἐλάφειον ἐν ὀξυγάρῳ ἑψήσας ἐπὶ πολὺ διακλύζου. ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τεμὼν ἐπὶ τὸν ξέστην τοῦ ὄξους βαλὼν εἰς ἄγγος ταρίχευσον ἐν ὀνίδι κατορύξας ἐφ᾿ ἡμέρας λ΄. καὶ χρῶ διακλύσματι. ἢ ὀνείῳ γάλακτι διακλλύζου, τοῦτο καὶ τοὺς κινουμένους ὀδόντας στερεοῖ. ἢ τιθυμάλλου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας μέχρι τὸ ἥμισυ λειφθῇ, ἢ ὑοσκυάμου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας διακλύζου. ἢ συκαμίνου γάλα εἰς οἶνον ἐγχέας ἐναπόθλιβέ τε καὶ χλιάνας διακλύζου. ἄλλο. σκορόδου καὶ εὐζώμου σπέρματος, καὶ νίτρου ἀφεψήματι διακλύζου. [Περὶ πυρίας πρὸς ὀδονταλγίαν.] Πυρίαν δὲ ποιοῦσι πρὸς ὀδονταλγίαν ἔξωθεν μὲν αἱ δι᾿ ἁλῶν πεφρυγμένων, ἢ κέγχρων εἰς μαρσύππιον βεβλημένων, ἢ καὶ διὰ ῥυπαρῶν ῥακίδων εὖ μάλα θερμανθέντων. καὶ αὐτοῦ δὲ τοῦ ἀλγοῦντος ὀδόντος πυρίᾳ οὕτως χρηστέον. ὀριγάνου ξηροῦ κλωνίον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν ἐπέρειδε. ἢ κίκεως καυλὸν ὁμοῦ καὶ κηρὸν ἐπιτίθει τῷ ἀλγοῦντι ὀδόντι. ἢ πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνεχῶς. χρῶ δὲ καθόλου ταῖς πυρίαις ταῖς τε ἔξωθεν καὶ ἔσωθεν, ἢ πρὸ τροφῆς, ἢ πολὺ λίαν ἀποστησάντων ἀπὸ τροφῆς. [Ἀποφλεγματισμοὶ ὀδόντων.] Ἀποφλεγματισμοὶ ἄριστοι τοῖς ὀδονταλγοῦσιν, σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος· ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν δακνέτω τῷ ἀλγοῦντι ὀδόντι, καὶ ἐάτω ἀποῤῥεῖν. ἢ σκορόδων πυρῆνας ε΄. καὶ μυρσίνης μελαίνης φύλλα ὀλίγα ἕψει σὺν ὄξει, σπάθῃ κινῶν δαδίνῃ μέχρι ἡμίσεος, καὶ δίδου διακλύζεσθαι καὶ διακρατεῖν, εἶτα χήναντες ἐάτωσαν ῥεῖν τὸ φλέγμα, καὶ μετὰ τοῦτο ῥοδίνῳ διακλυζέσθωσαν. [Ἔγχυτον εἰς τὰς ῥῖνας πρὸς ὀδονταλγίαν.] Σεύτλου ῥίζης τὸν χυλὸν αὐτὸν καθ᾿ ἑαυτὸν ἔγχεε εἰς τὰς ῥῖνας, καὶ λύσεις τοὺς πόνους τῶν ὀδόντων. [Πρὸς ὀδόντας μεμελασμένους.] Ἅλας ὀρυκτὸν μέλιτι φυράσας, ὄπτησον ἐπὶ κληματίδων; καὶ τρίψας μίξον σμύρνης βραχὺ καὶ χρῶ ἀποτρίβων τοὺς ὀδόντας. [Διάκλυσμα ὀδόντων.] Διακλύσματι δὲ χρῶ ἀπὸ τούτων οἴνῳ εὐώδει, ἐν ᾧ ἀφέψηται ἡ ἶρις ξηρά. [Οὔλων διάκλυσμα.] Ὄξος, ἐναφηψημένης ὑοσκυάμου ῥίζης, διακλύζου. [Προφυλακτικὸν ὀδονταλγιῶν.] Τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου, καὶ οὐδέποτε ἀλγήσεις. [Ἄριστα ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων, καὶ ῥῶσιν τῶν οὔλων καὶ τῶν ὀδόντων; ἔτι τε εὐπρέπειαν καὶ τὰ ὑποτεταγμένα σμήγματα.] Ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδήσας, καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας καὶ λειώσας, εὖ μάλα σμῆχε. ἢ δασύποδος κεφαλὴν κεκαυμένην λειάνας χρῶ. ἄλλο. ἅλας καὶ μέλι λειάνας μέχρι κηρῶδες γενέσθαι καθαρῷ ὀθονίῳ ἐνδήσας καὶ καύσας, εἶτα μίξας ἶριν ὀλίγην, σμῆχε τοὺς ὀδόντας. [Πρὸς στόματος δυσωδίαν.] Κριθὰς λεάνας μέλιτι καὶ οἴνῳ δεύσας ἔνδησον χάρτῃ, καὶ καύσας, καὶ λειώσας τρῖβε τὰ οὖλα. [Πρὸς ὀδόντας σειομένους ἵνα παγῶσι.] Χάλκανθον τρίψας μετὰ ἐλαίου, παράπτου τῶν ῥιζῶν ἔριον ἀποβρέξας. ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρατείτω· στερεοῖ γὰρ τοὺς ὀδόντας. [Πρὸς βεβρωμένους ὀδόντας.] Καππάρεως φύλλα ἐν ὄξει δριμεῖ ἕψει εἰς ἥμισυ, καὶ χλιαρῷ διακλύζου· ὁμοίως δὲ ποιεῖ ὁ φλοιός. τὸ δ᾿ αὐτὸ καὶ πρὸς πόνους ποιεῖ. [Ἄλλο σπουδαῖον.] Μελάνθιον φρύξας, καὶ τρίψας μετ᾿ ὄξους δριμέος, κατάπλασσε τὸ βρῶμα, καὶ οὐκέτι βρωθήσεται, ἀλλὰ μενεῖ οἷόν ἐστιν. [Πρὸς βεβρωμένους ὀδόντας.] Θαλάσσιον σκορπίον λευκὸν θὲς ἐπ᾿ ἀνθράκων, χερσαῖον δὲ καὶ πώμαζε χωνείῳ ὀστρακίνῳ, καὶ κέλευε τὸν πάσχοντα δέχεσθαι τὸν ἀτμὸν τοῦ σκορπίου διὰ τῆς ὀπῆς τοῦ χωνείου, καὶ πάντοτε ἄπονος ἔσται.

[Πρὸς πάσας τὰς ἐν τῷ στόματι καὶ τῷ κίονι καὶ τῷ φάρυγγι φλεγμονὰς καὶ διαθέσεις, κᾂν ἕλκος γένηται, καὶ ἐσχάρα καὶ σηπεδών.] Κοινὸν μὲν παράγγελμα, ὡς τὸ ἐκ τῆς κεφαλῆς ἐπιῤῥέον κατ᾿ ἀρχὰς ἀναστέλλειν καὶ ἀποκρούεσθαι προσήκει, τὸ δὲ μετὰ τὴν ἀργὴν ἄχρι τοῦ τέλους ἐκ μικτοῦ τινος εἶναι, τοῦ τε ἀποκρουομένου καὶ τοῦ διαφοροῦντος. χρὴ δὲ ἀποκρούεσθαι βουλομένους τῷ διὰ μόρων ὀνομαζομένῳ φαρμάκῳ. χρήσῃ δὲ καὶ ὄμφακος χυλῷ, μέλιτι βραχεῖ προσπλέκων, ἢ ῥόδων ἄνθος, ἢ αὐτὰ τὰ ῥόδα ξηρὰ ὕδατι ἀφέψων, ἢ πίτυος φλοιοῦ ἀφεψήματι. μετὰ δὲ τὴν ἀρχὴν, ὅτε κᾀκ τῆς κεφαλῆς ἐπιῤῥέοιτο ῥεῦμα, ἄλλης διαφορήσεως χρεία, προσπλέκων ἀφρόνιτρα ἑνὶ τῶν εἰρημένων, ἢ νίτρον, τὸ βερονικάριον λεγόμενον· ἢ ἐψήματι ἐνεψούμενον γλήχωνα, ἢ θύμβραν, ἢ θύμον, ἢ καλαμίνθην. δυνήσεται γάρ τις καὶ ἀθρόως ἐμπίπτοντος τοῦ χυμοῦ γινώσκειν τὰ τοσαῦτα τῶν βοηθημάτων, ἐάν τε κυνηγετῇ κατ᾿ ἀγρὸν, ἐάν τε διαπράττηταί τι τῶν κατ᾿ ἀγρὸν ἔργων, ἐάν τε ἐν ὁδοιπορίαις τότε ἀπορῇ φαρμάκων, ἢ διὰ βάτου χυλοῦ, ἢ διά τινος τῶν εἰρημένων δύναται πορίσασθαι παραμυθίαν, καὶ καθόλου σχεδὸν τὰ στύφοντα τοῖς στοματικοῖς πάθεσιν ἐπιτήδεια. χρησιμώτατον δὲ φάρμακον ταῖς περὶ στόμα διαθέσεσι καρύων χλωρῶν τοῦ φλοιοῦ χυλὸς ὀλίγῳ μέλιτι συνεψούμενος. χρήσιμον δὲ καὶ τὸ τῶν κυδωνίων ἀφέψημα, εἰ προσβάλῃς βραχύ τι μέλιτος· χρησιμώτατον δὲ καὶ τὸ διὰ τοῦ χλωροῦ τῶν καρύων, καὶ πρὸς τὰς σφοδρὰς φλεγμονὰς τῶν ἀντιάδων καὶ τοὺς πνιγμούς. ἄλλο. ῥοιὰς γλυκείας σὺν τοῖς λεπύροις κόψας, καὶ ἐκλειώσας διήθησον, καὶ ἕξ μέρεσι τοῦ χυλοῦ πρόσβαλε μέρος ἕν μέλιτος καὶ ἑψήσας ὡς μέλιτος πάχος ἔχειν, χρῶ. ἄλλο. γλεύκους ξέστην ἕψει μέχρις ἂν τὸ τρίτον λειφθῇ, καὶ μίξον ῥοὸς βυρσοδεψικοῦ γο. δ΄. καὶ ἀπάρας χρῶ. ἄλλο. κηκίδας λ΄. κόψας, καὶ ἐνεψήσας ξέστην α΄. μέλιτος, χρῶ. [Στοματικὴ καλλίστη.] Ἄνθους ῥόδων γο. β΄. πιτυΐδων γο. α΄. λεάνας σὺν μέλιτι χρῶ. [Πρὸς παρίσθμια καὶ σταφυλὴν φλεγμαίνουσαν καὶ σηπεδόνας τὰς ἐν στόματι.] Μόρων χυλοῦ ἢ βάτου γο. α΄. ῥόδων ξηρῶν γο. α΄. μέλιτι μίξας, καὶ ἐπ᾿ ὀλίγον ἑψήσας, διάχριε. ἄλλο. κυδωνίων στύφων χυλὸν ἐν ἴσῳ μέλιτι ἑψήσας διάχριε. ἄλλο. ῥοιὰς στυφούσας μετὰ τοῦ λέπους κόψας ἕψει ἐν γλυκεῖ, διηθήσας, χρῶ. ἄλλο. εἰς ἕψημα ἐμβαλὼν γλήχωνα ἢ θύμον ἢ ὀρίγανον ἢ ὕσσωπον ἢ καλαμίνθην, καὶ συνεψήσας αὐτάρκως καὶ διηθήσας δίδου διακρατεῖν. [Πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας καὶ ἐσχάρας.] Κυνείαν λευκήν τινα (ἔστω δὲ τοῦτο ἐὰν ὀστᾶ μόνα πρὸ μιᾶς οἱ κύνες φαγόντες φλαχθῶσι) μετὰ μέλιτος διάχριε. ἢ ῥοὸς τοῦ βυρσοδεψικοῦ τὸ ὕδωρ μέχρι γλοιῶδες γίνηται, ἑψήσας μέλιτι. ἢ χελιδόνων κεκαυμένων μετὰ μέλιτος διάχριε. [Πρὸς κιονίδας φλεγμαινούσας καὶ κεχαλασμένας.] Φοίνικας ἑψήσας ἐν ὕδατι καὶ βραχέος μέλιτος προσβαλὼν, δίδου ἀναγαργαρίζεσθαι καὶ διακρατεῖν. ἢ ῥόδων, ἢ ἑλίκων ἀμπέλου, ἢ βάτου, ἢ κυνοσβάτου, ἢ μήλων στύφων, ἢ οὔων ἀώρων, ἢ ῥοῦ, τοῦ τ᾿ ἐπὶ τὰ ὄψα καὶ τοῦ βυρσοδεψικοῦ, ἢ μυρίκης καρποῦ, καθ᾿ ἑαυτό τε ἕκαστον καὶ σὺν ἀλλήλοις ἀφεψηθὲν ἐν ὕδατι ἀνακογχυλιαζέσθω· ἢ ξηρῷ τινὶ τῶν προειρημένων εὖ μάλα λειωθέντι προσάπτεσθαι τοῦ γαργαρεῶνος, ἠρέμα πως ἀνάγονται. ἐμβάλλειν δὲ αὐτὰ κοχλιαρίῳ, καὶ οὕτως προστιθέναι τῇ κιονίδι. καὶ οἱ χυλοὶ δὲ τῶν προειρημένων ἁπάντων τῶν τε φυτῶν καὶ τῶν καρπῶν αὐτῶν ὁμοίως μέλιτι ὀλίγῳ μιγνύμενοι καὶ διαχριόμενοι ὠφελοῦσιν. ἄλλο. ποιοῦσι πρὸς. τὰς κιονίδος φλεγμονὰς ἅλες λεῖοι μετὰ μέλιτος διαχριόμενοι. ἄλλο. φοινίκων ὀστᾶ καὶ καρύων ἁπαλῶν χλωρῶν καὶ ξηρῶν, ἑκατέρου ἴσον, καύσας καὶ λειοτριβήσας, χρῶ ἁπτόμενος. ἄλλο. ῥόδα ξηρὰ πάνυ λειώσας σὺν μέλιτι διάχριε. [Πρὸς ἄφθας.] Ἀνδράχνην εἰς μέλι βάπτων μασάσθω, ἢ ἐλαίας φύλλοις ἐν οἴνῳ ἡψημένοις διακλυζέσθω. [Πρὸς ἄφθας μελαίνας καὶ νεμομένας.] Ἀποσμήξας ὀροβίνοις ἀλεύροις καὶ κηκῖδος διάχριε μετὰ μέλιτος, ἢ λυκίου ἀφεψήματι ἀναγαργαριζέσθω, ἢ τρυγὶ οἴνου μετὰ μέλιτος διαχριέσθω. ἢ μυρίκης καρπὸν λειώσας μετὰ μέλιτος διάχριε. [Πρὸς νεμομένας ἄφθας.] Κηκίδων ἀφέψημα εἰς ἴσον μέλιτι μίξας καὶ ἀναζέσας χρῶ. [Πρὸς λευκὰς ἄφθας.] Χαλκῖτιν ἐλαίῳ ζέσας διάχριε πτερῷ, καὶ παραχρῆμα αἴρει. ἐπὰν δὲ καθαρὰ γένηται, μυρίκης καρπὸν λεάνας καὶ διεὶς μελικράτῳ ἢ οἴνῳ διάχριε πτερῷ, καὶ παραχρῆμα αἴρει. [Πρὸς μελαίνας ἄφθας.] Σταφίδι ἐκγεγιγαρτισμένῃ καὶ ἀνίσῳ λείοις κατάχριε μετὰ μέλιτος. ἢ φύλλα κοκκυμηλέας κόψας καὶ γάλακτι μίξας ὀνείῳ, διάκλυζε. ποιεῖ καὶ πρασίου χυλὸς ἢ φακοῦ ἀφέψημα, ἢ βάτου, ἢ κέρας ἐλάφειον λεάνας παράτριβε. [Πρὸς ἄφθας βρεφῶν.] Φακὴν μετὰ βραχέος ἄρτου καὶ κυδωνίων ὀπῷ μίξας, δίδου, καὶ ῥόδων ἄνθος, καὶ αὐτὰ τὰ ῥόδα ξηρὰ, καὶ διακλύσματι διὰ τῶν μετρίως στυφόντων. ἔλαιον δὲ ἐναντιώτατόν ἐστι τῇ διαθέσει τῆς ἄφθης, καὶ τὰ πάνυ δριμέα· τὸ μὲν γὰρ ὑγραίνει τε καὶ ῥυπαίνει, τῇ τήξει δὲ τὰ δριμέα βλάπτει.

[Πρὸς τὰ πάθη ὀργάνων τῶν τῇ φωνῇ καὶ ἀναπνοῇ ὑπηρετεόντων καὶ πρώτως πρὸς τραχύτητας τῆς ἀρτηρίας.] Γλυκυῤῥίζης γο. γ΄. λειώσας πάνυ, καὶ ἀποβρέξας κόμμεως τραγακάνθης γο. α΄. γλυκεῖ ἀναλάμβανε, καὶ ποιήσας κυαμιαῖα, δὸς ὑπὸ τὴν γλῶσσαν καθεύδοντι. [Πρὸς ἀποκεκομμένην φωνήν.] Σῦκα καὶ ἠρύγγια ἑψήσας καλῶς, τῷ ἀφεψήματι μίσγε κόμμεως βραχὺ, ὥστε γενέσθαι μέλιτος σκληρότερον, καὶ δίδου εἰς νύκτα. ἄλλο. κράμβης χυλὸν μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν, ποιεῖ καὶ πρὸς βῆχα. ἄλλο. λινοσπέρμου κεκαυμένου καὶ σεσημένου, σταφίδων λιπαρῶν χωρὶς τῶν γιγάρτων, στροβίλων πεφρυγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἴσα λεάνας, καὶ μέλιτι ἀπέπτῳ ἀναλαβὼν, δίδου κοχλιάριον ἕν. [Βηχικόν ἐκλεικτόν.] Πυρήνων, ἤτοι στροβίλων γο. ιβ΄. φοινίκων σάρκας β΄. εὖ μάλα λείωσας ἀναλάμβανε μέλιτι ἀπέπτῳ. [Πρὸς τὰς ξηρὰς βῆχας.] Ἶριν ὕδατι ἀφέψας πρόσβαλε μέλιτος βραχὺ καὶ δίδου καταῤῥοφεῖν συνεχῶς. [Πρὸς αἵματος ἀναγωγὴν καὶ αἱμοπτοϊκούς.] Ῥόδων ξηρῶν γο. η΄. κόμμεως τραγακάνθης ἑξάγια γ΄. λείου μετὰ ὕδατος καὶ τροχίσκους ποίει ἀνὰ γο. α΄. καὶ δίδου ὕδατι. ἄλλο. σικύων ἡμέρων κοιλίαν καὶ ὕδατος ἐπιβαλὼν ξέστην, ἕψει ἕως ἀποτριτωθῇ, καὶ καταπλάσας δίδου καταῤῥοφεῖν. ἄλλο. μίλτου Σινωπικῆς γο. β΄. γῆς Σαμίας γο. ιβ΄. ἀμύλου γο. γ΄. ἀναλάμβανε πολυγόνου χυλῷ καὶ δίδου τριώβολον. ἄλλο. λινοσπέρμου πεφρυγμένου γο. η΄. κόμμεως τραγακάνθης γο. ιβ΄. ὁμοίως χρῶ. ἄλλο. πολυγόνου ῥίζας ἑψήσας ὕδατι ἀποτριτωθῆναι ποίησον καὶ βραχὺ λείου κόμμεως ἐπιβάλλων, δίδου καταῤῥοφεῖν. [Πρὸς φθισικοὺς καὶ τὰ περὶ θώρακος πάθη.] Ἴρεως ἀφέψημα μετὰ μέλιτος πότισον. ἢ ὑσσώπου ἀφέψημα μετὰ μέλιτος δίδου καταῤῥοφεῖν. ἢ [πρασίου βοτάνης χυλὸν σὺν μέλιτι ἑψήσας. ἢ ὀρόβους κιῤῥοὺς φρύξας καὶ λειοτριβήσας εἰκοσαπλασίῳ μέλιτι, δίδου ἔκλειγμα. ἢ ἀμύγδαλα πικρὰ λειώσας σὺν μέλιτι δίδου. ἄλλο. σελίνου σπέρματος γο. στ΄. πεπέρεως μέλανος γο. α΄. μέλιτος λίτραν α΄. λειώσας καὶ ἠρέμα ἑψήσας, δίδου κοχλιάριον. ἄλλο. βούτυρον μέλιτι μίξας καὶ ἠρέμα ἑψήσας δίδου. ἄλλο. σελίνου γο. α΄. πεπέρεως κοινὸν, μέλιτος λίτραν α΄. λειώσας καὶ ἠρέμα συνεψήσας δίδου. ἄλλο. σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε καὶ μίσγε μέλιτος ἴσῳ, καὶ θὲς ἐπ᾿ ἀνθράκων ἕψε καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο. ἀβροτόνου, σταφίδων ἐκγεγιγαρτισμένων λιπαρῶν, πηγάνου ἀκρεμόνων ἑψήσας ἐν ὕδατι καὶ διηθήσας, πρόσβαλλε μέλιτος καὶ πάλιν ἑψήσας δίδου. [Βοήθημα πρὸς δύσπνοιαν.] Ἀρσενικὸν κάπνισον εἰς βόλβιτα βοϊκὰ, μὴ ἀπὸ τοίχου ξηρανθέντα, καὶ κάπνιζε τὸν κάμνοντα διὰ χωνείου. χανέτω δὲ τὸ στόμα ὅσον δύναται, καὶ μετὰ τοῦτο δίδου αὐτῷ ἄκρατον Αἰγύπτιον. τέταρτον τοῦτο ποίει ἐπὶ ἡμέρας γ΄. ἐὰν δὲ νοσερὸς εἴη ὁ κάμνων, τοῦτο ποίει· τὸ ἀρσενικὸν κόψας καὶ τρίψας σύμμισγε τῷ ἀκράτῳ καὶ δίδου αὐτῷ ἐπὶ ἡμέρας γ΄. νήστει πιεῖν, καὶ ὅτε εὑρήσῃς αὐτὸν ἐλαφρότερον, κάπνισον ὡς προείρηται.

[Περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας παθῶν καὶ τῶν αὐτοῖς εὐπορίστων.] Αἱ τοῦ στόματος τῆς κοιλίας φλεγμοναὶ καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόντων παραπλοκῆς. εἰ μὲν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς μόνης θεραπεύονται, κίνδυνον ἐπάγουσι, περὶ τῆς ζωῆς, καὶ τοῦτο πάντων μὲν τῶν ἐμπειρικῶν ὑπὸ τῆς πείρας δεδιδαγμένων καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης φυλαττόντων. οὐκ ὀλίγοι τῶν νῦν μεθοδικῶν μυρίοις μὲν στομαχικῆς συγκοπῆς αἴτιοι γεγόνασιν, οὐκ ὀλίγους δὲ καὐτῶν ἡπατικῶν ἀναιροῦσι, μόνῃ τῇ ἀγωγῇ τῇ χαλαστικῇ χρώμενοι, ὡς λυθῆναι πολλοῖς τὸ ἧπαρ. εἰ τοίνυν εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον τοῖς πεπονθόσι τόποις, εἴτε κατάπλασμα, παραπλέκειν τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον ἢ ἀλόην ἢ μήλινον ἔλαιον ἢ κυδώνιον ἀνέψοντες. καὶ κηρωταῖς δὲ χρηστέον διὰ τῆς ἀλόης καὶ |μαστίχης καὶ καὶ κηροῦ καὶ νάρδου. σκευάσειας δὲ τὴν κηρωτὴν, βαλὼν κηροῦ γο. α΄. μαστίχης γο. δ΄. ἀλόης γο. β΄. καὶ νάρδου τὸ ἀρκοῦν. εἰ δὲ πλείων εἴη ἡ ἀτονία, ὡς μηδὲ τὰς τροφὰς κατέχειν, μιγνύτωσαν τοῦ ὀμφάκου γο. β΄. παρόντος δὲ καὶ ἀψινθίου χυλοῦ, προσπλέκειν καὶ αὐτοῦ γο. α΄. ἢ οἰνάνθην, ἢ ῥοῦ χυλόν. [Περὶ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν.] Ἐπὶ δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ διὰ στόματος δοτέον τὸ φάρμακον τοῦτο. μαστίχης γο. β΄. ἡδυόσμου γο. α΄. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου, καὶ δίδου κυάμου μέγεθος μετὰ ὕδατος. ἐφ᾿ ὧν δὲ καταψύχεται ὁ στόμαχος, τῇ προειρημένῃ σκευασίᾳ προσπλέκειν δεῖ καστορίου γο. α΄. καὶ διδόναι ὁμοίως. ἐπιγνωσθήσεται δὲ ἡ θερμὴ δυσκρασία, ἐκ τοῦ ποτὲ μὲν καὶ χολῶδές τι ἀνάγεσθαι αὐτοὺς, καθόλου δὲ χολώδους δήξεως αἴσθησιν ἔχειν τοῦ στόματος τῆς γαστρὸς, καὶ ἁπτομένοις εἶναι θερμόν. [Περὶ τῶν κατεψυγμένων στομάχων.] Ἐπὶ δὲ τῶν κατεψυγμένων στομάχων, καὶ ἐπὶ τῶν διὰ πάχους τοῦ φλέγματος θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων, χρήσιμόν ἐστι μαράθρου ῥίζης φλοιοῦ γο. στ΄. ὄξους λίτραν α΄. μέλιτος λίτραν α΄. αἱ ῥίζαι σὺν τῷ ὄξει ἕψονται, εἶθ᾿ ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβόμεναι ῥίπτονται, καὶ ἐπιχεομένου τοῦ μέλιτος αὖθις ἕψεται τὸ φάρμακον μέχρι συστάσεως, καὶ δίδοται κοχλιάρια γ΄. σὺν ὕδατι. [Περὶ τῶν ἀποξυνόντων τὴν τροφήν.] Ἐπὶ δὲ τῶν ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον. πεπέρεως γο. α΄. ἀνήθου σπέρματος γο. α΄. κυμίνου γο. δ΄. εὖ μάλα λειώσας, δίδου εἰς κοίτην κοχλιάριον ὕδατι ἐν οἴνῳ κεκραμένῳ. [Πρὸς ἀνατροπὰς στομάχων.] Πρὸς δὲ τὰς ἀνατροπὰς καὶ ναυτίας τοῦ στομάχου, ῥοιᾶς ὀξείας πυρήνων τεθλασμένων τοῦ χυλοῦ μέρη γ΄. ἡδυόσμου χυλοῦ μέρος α΄. μέλιτος Ἀττικοῦ μέρος ἕν· βαλὼν εἰς κεράμειον ἀγγεῖον ἕψει, κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον α΄. ἤτοι γο. β΄. [Πρὸς δυσεντερικοὺς καὶ τὴν τροφὴν ἐμοῦντας.] Κυδωνίας μηλέας τῆς ῥίζης λίτρας α΄. οἴνου μυρτίτου ξ. γ΄. ἕψει μέχρις ἂν ἀποτριτωθῇ, ἔπειτα ἐκθλίψας τὸ ὑγρὸν, ἐπίβαλε μέλιτος ἡμίλιτρον, καὶ πάλιν ἕψει κινῶν συνεχῶς, καὶ ἀνελόμενος, δίδου πρὸ τροφῆς μύστρον. [Πρὸς στομάχου ἀνατροπὴν, καὶ κοιλιακοὺς, καὶ δυσεντερικούς.] Μῆλα κυδώνια ἀριθμῷ δ΄. ῥοὰς ὁλοκλήρους ι΄. οὖα ἀριθμῷ ή. ὕδατος Ἰταλικοῦ ξ γ΄. καὶ ἕψει φιλοπόνως, καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ ὑγρόν· καὶ πᾶν τὸ ἀχυρῶδες τῶν ὀπωρῶν ἐκβαλὼν, πάλιν ἕψει, καὶ ὅταν τὸ τρίτον τοῦ ὑγροῦ ἀπολειφθῇ, βάλε μέλιτος καλοῦ λίτρας δ΄. καὶ ἕψει ἐπ᾿ ἀνθράκων, κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἀπόθου, καὶ χρῶ ὁμοίως. [Πρὸς χολέραν.] Εἰ χωρὶς πυρετοῦ γένοιτο καὶ τῆς ἄλλης καθάρσεως, δίδου ψωμοὺς ἐν οἴνῳ κεκραμένῳ, καὶ ψυχρῷ πότιζε, καὶ σικύας τίθει σφοδρὰς κατὰ τοῦ μέσου. εὐέκτου δὲ ὄντος τοῦ πάσχοντος, καὶ εἰς ψυχρὰν δεξαμένην ἐπὶ πλεῖστον ἐγκάθιζε. δίδου δὲ καὶ τροφὰς στυφούσας, καὶ τῶν ὀπωρῶν, μῆλον κυδώνιον, καὶ ῥοὰς στυφούσας. [Πρὸς ἐκκαιομένους ἄδιψον καταπότιον.] Σικύου ἡμέρου σπέρματος γο. η΄. ἀνδράχνης σπέρματος γο. η΄. τραγακάνθης γο. δ΄. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπίβαλε τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν, καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω. [Πρὸς ἀνατροπὴν στομάχου, ἢ καυσώδεις ἀναθυμιάσεις.] Ἀνίσου γο. β΄. σελίνου γο. β΄. κυμίνου γο. α΄. λειώσας ἐπιμελῶς δίδου ὅτε μὲν νήστει κοχλιάριον α΄. ἐν ὕδατι, ὅτε δὲ πρὸς τὴν κοίτην, ἐν οἴνῳ. ἄλλο. ἀψινθίου ἀπόβρεγμα τριῶν ἐφεξῆς ἡμερῶν πότιζε. [Πρὸς καταψύξεις καὶ λυγμοὺς τοῦ στομάχου.] Πεπέρεως γο. β΄. καστορίου γο. α΄. δίδου κοχλιάριον σύμμετρον νήστει ἐν ὕδατι. εἰ δὲ ἀπὸ θερμῶν χυμῶν τῶν κατὰ τὴν πέψιν διεφθορότων ὁ λυγμὸς γίνεται, ὃ καὶ διὰ καύσεως καὶ δηγμοῦ τοῦ στομάχου αἰσθάνοιτο; ὕδωρ χλιαρὸν πίνοντας κέλευε πολυεμεῖν, καὶ αὐτίκα παύσεται ὁ λυγμός. καὶ πταρμὸς ἐπιτηδευθεὶς παύει λυγμὸν καὶ ὄξος καταῤῥοφούμενον. [Πρὸς καυσούμενον στόμαχον.] Τοῖς δ᾿ ἐγκαυσουμένοις τὸν στόμαχον μετ᾿ ἐκλύσεως ἢ λειποθυμίας, εἰ μὴ πυρέττοιεν, κυάθους γ΄. ἢ δ΄. δίδου ψυχροῦ ὕδατος καταπίνειν ἐκ διαλειμμάτων, καὶ εἰ μὲν παρηγοροῖτο τοῦτο, αὐτὸς ἀνακτησάμενος τροφὴν δίδοσο. εἰ δὲ ἐπιμένοι, διακρατουμένων τε καὶ ἡνωμένων τῶν ἄκρων, καὶ ἀπόβρεγμα συνεχῶς καταῤῥοφεῖν δίδου, ἢ μήλων κυδωνίων, ἢ ἀπίων, ἢ μεσπίλων, ἢ ἀρκευθίδων, ἢ ἑλίκων ἀμπέλου, ἢ ῥόδων, ἢ ῥοᾶς χυλοῦ, ἢ ὄμφακος χυλοῦ, ἢ κλώνιον ἡδυόσμου λεάνας, δὸς πιεῖν, ἢ οἰνάνθην, καὶ ἔα ἠρεμεῖν. [Πρὸς σιελίζοντας ἐκ στομάχου] Τοῖς δὲ σιελίζουσιν ὄρυζαν ξηρὰν δίδου μασᾶσθαι. ἐπιτίθει δὲ καὶ ἔξω ἐπὶ τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα, ἢ μῆλα κυδώνια, ἢ χλωρὰν ἀνδράχνην, ἢ κολοκύνθης ξύσμα. [Πρὸς πόνον στομάχου.] Τὰ δὲ ἀλγήματα τοῦ στομάχου πραΰνει καὶ μαλάσσει, ἐφ᾿ ὧν δυσφορία τις ἢ ἀπορία τρέπεται, γάλα βόειον ἢ ὄνειον, κοχλάκων ἐναφηψημένων πινόμενον· ἢ ἀπόζεμα ῥόδων, ἢ ὠοῦ λέκυθον ὀπτὴν μετὰ ἀλφίτου πότιζε. [Πρὸς στόμαχον ἐμοῦντα χολὴν μέλαιναν.] Ἐπὶ δὲ τῶν χολὴν μέλαιναν γεννώντων καὶ ἐμούντων, καὶ φυσωμένων τὸν στόμαχον, καὶ μάλιστα ἐν ταῖς ἐκμασήσεσι, σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους στομάχῳ ἐπιτίθει, ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, καὶ τροφὴν εὔχυμον δίδου. ἔστι δὲ εὔχυμος τροφὴ διά τε τῶν ὠῶν, καὶ ἅλικος, καὶ ζωμῶν, οἷς ἐνήψηται ἢ ὀρνίθια, ἢ ὄνυχες χοίρων, ἢ φασιανοῦ κρέας, ἢ νεαροῦ πέρδικος, καὶ πάντων τῶν τούτοις ὁμοίων. [Πρὸς πνευμάτωσιν στομάχου.] Τοὺς δὲ πνευματουμένους καὶ διατεινομένους τὸν στόμαχον πολίου δεσμίδιον κατέχων καὶ καθέψων πότιζε. ἢ καλαμίνθης ἀφέψημα μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως γο. α΄. χρῶ. [Ἀνώδυνον στομαχικοῖς.] Κύμινον πεφρυγμένον καὶ σέλινον ὀλίγον ποτιζόμενον ἐν ὕδατι, ἢ ἀβροτόνου καὶ θύμου ἀνὰ δύο ὀβολοὺς δὸς πιεῖν. [Πρὸς τοὺς βουλιμιῶντας ἐν ταῖς ὁδοῖς.] Τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς, ἢ ἄλλως πως, ἀνακτησόμεθα ὄξει ὀσφραίνοντες, ἢ γλήχωνι, ἢ γῆν ὄξει βρέξαντες, ἢ μήλοις, ἢ ἀπίοις, ἢ ἄλλοις καρποῖς ὁμοίοις τοῖς παροῦσιν, ἢ ἄρτον μετὰ οἴνου προσφέρεσθαι ἀναγκάζοντες. [Πρὸς τοὺς λύζοντας.] Ἐπὶ δὲ τοῖς λύζουσι πήγανον μετὰ οἴνου δίδου καταῤῥοφεῖν, ἢ νίτρον ἐν μελικράτῳ, ἢ σέλινον, ἢ καστόριον, ἢ ἀβρότονον, ἢ ἀριστολοχίαν, ἢ κύμινον, ἢ ἄνισον, ἢ καλαμίνθην.

[Πρὸς τὰ ἥπατος πάθη, καὶ πρῶτον πρὸς ἔμφραξιν ἥπατος.] Ἀμυγδάλων πικρῶν γο. γ΄. κυμίνου γο. α΄. σελίνου σπέρματος γο. α΄. δίδου πιεῖν κοχλιάριον ἐν οἴνῳ. ἄλλο. πάνακος ῥίζης γο. γ΄. ἐρυθροδάνου δραχ. α΄. σελίνου δραχ. α΄. πεπέρεως δραχ. β΄. ἀριστολοχίας δραχ. α΄. γεντιανῆς ῥίζης ἐπιμελῶς λειωθείσης, κοχλιάριον α΄. ἐν οἴνῳ [δίδου. ἄλλο. ἀρκευθίδων γο. γ΄. κράμβης σπέρματος γο. α΄. εὐζώμου σπέρματος γο. β΄. μέλιτι ἀπέπτῳ ἀναλαβὼν, δίδου κοχλιάριον ἕν. ἄλλο. κιχωρίου χυλίσματος κύαθον δίδου μετὰ ὕδατος θερμοῦ κυάθων β΄. ἐπιβάλλων μέλιτος κοχλιάρια β΄. μετὰ ὕδατος θερμοῦ. ἄλλο. ἀνήθου χυλοῦ κύαθον μετὰ μελικράτου θερμοῦ κυάθων γ΄. καὶ ξηρὰ δὲ γενόμενα τὰ προειρημένα, καὶ κοπτόμενα καὶ ἐπιπασσόμενα, ἀφεψήσας ἕκαστον αὐτῶν πινέτω. ἄλλο. χαμαιπίτυος ἀφέψημα μετὰ βραχέος μέλιτος δίδου πιεῖν. ἄλλο. χαμαιπίτυος ἀφεψήματος γο. η΄. κιχωρίου ῥίζης γο. δ΄. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, καὶ δίδου καρύου Ποντικοῦ μέγεθος μεθ᾿ ὕδατος θερμοῦ. [Τροχίσκος ἡπατικός.] Ἀνίσου, σελίνου σπέρματος, ἄρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου ἀνὰ γο. α΄. ὕδατι ἀναπλάττων τροχίσκους ἔχοντας ἀνὰ δραχ. α΄. ἀπυρέτοις μετὰ οἴνου κεκραμένου δίδου, πυρέσσουσι μετὰ ὑδρομέλιτος. ἄλλο. ἠριγέροντος ἀφέψημα δίδου πιεῖν. ἄλλο. ἀριστολοχίας ἡμίδραχμον λειώσας, πότιζε πυρέσσοντας ὕδατι, ἀπυρέτους μετ᾿ οἴνου. ἄλλο. τρίφυλλον βοτάνην ἀποτριτώσας δίδου πιεῖν. [Πρὸς ἰκτεριῶντας.] Λοῦε αὐτοὺς ἐν λουτροῖς ὑδάτων ποτίμων, καὶ τρῖβε αὐτῶν ὅλον τὸ σῶμα ἐλαίῳ ἀνηθίνῳ. εἰ δὲ μὴ πυρέττοιεν, εἰς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον καὶ θερμάνας δίδου πιεῖν. ἄλλο. στρουθίον λειώσας δίδου κοχλιάριον α΄. ὕδατι ἢ οἰνομέλιτι ἀπυρέτοις. ἄλλο. κιχωρίου κυάθους γ΄. δίδου πυρέττουσι μὲν καθ᾿ ἑαυτὸ, ἀπυρέτοις δὲ μετὰ οἰνομέλιτος κεκραμένου. ἄλλο. ἐρεβίνθους τοὺς καλουμένους κριοὺς, καὶ μάραθρον ἑψήσας, δίδου τὸν χυλὸν, ἀπυρέτοις μετ᾿ οἴνου κεκραμένου. ἄλλο. καρδάμου χλωροῦ τὰ ἁπαλώτατα φύλλα, λιβανωτίδος χλωρᾶς τὰ ἁπαλώτατα φύλλα τρίψας, καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας, χρῶ μετ᾿ οἰνομέλιτος ἐπὶ τῶν ἀπυρέτων. ἄλλο. ἐλατήριον μετὰ γάλακτος γυναικείου τρίψας, ἐγχυμάτιζε εἰς τοὺς μυκτῆρας, κελεύων ἀνασπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι διαλύσας, χρῶ καθὰ προείρηται. ἄλλο. τὸν πυῤῥὸν καρπὸν τῆς κυνοσβάτου ἐσθίειν δίδου. ἄλλο. χελιδονίας βοτάνης χυλὸν μετὰ οἴνου καὶ ὑδρομέλιτος δίδου τοῖς ἀπυρέτοις. ἄλλο. ὑπερικοῦ δραχ. α΄. πότιζε μετὰ ὑδρομέλιτος καὶ ἀσίτοις δίδου ἐσθίειν ἀμύγδαλα πικρά.

[Πρὸς σπληνικούς.] Χαμαίδρυος ἀφεψήματι πότιζε, ἢ χαμαιπίτυος, ἢ πολίου, ἢ ἐρυθροδάνου, ἢ καθ᾿ ἑαυτὰ, ἢ ὀξυμέλιτος τοὺς ἀπυρέτους. ἄλλο. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γ΄. καταπιεῖν, καὶ ὀξύμελι ἐπιπίνειν. ἄλλο. καππάρεως ῥίζαν ἑψήσας, πότιζε μετ᾿ ὀξυμέλιτος τοὺς ἀπυρέτους. ἄλλο. μυρίκης καρποῦ κόψας καὶ σήσας, δίδου κοχλιάρια β΄. μετ᾿ ὀξυμέλιτος. ἄλλο. σίδηρον πυρακτώσας ἐναπόσβεσον ὕδατι, καὶ δίδου πιεῖν ἀπυρέτοις ἐν οἴνῳ. [Ἐπίθεμα σπληνικόν.] Τήλεως γο. δ΄. κριθῶν ἀλεύρων γο. γ΄. καρδάμου σπέρματος γο. γ΄. πυρέθρου γο. β΄. λιβάνου γο. (S"). σινάπεως γο. (S"). σύκων λιπαρῶν λίτραν α΄. περιστερεῶνος βοτάνης γο. α΄. ἀποβρέξας τὰ σῦκα ὄξει δριμεῖ, καὶ εὐτόνως κόψας ἐν ὅλμῳ, ἐπίβαλε τὰ λοιπὰ καὶ ἑνώσας χρῶ. ἄλλο. μώλυος βοτάνης χλωρᾶς ἔτι μετὰ τοῦ σπέρματος ἐμβαλὼν ἐν χύτρᾳ, καὶ διαμάξας ἐπιμελῶς ἐπίπλασσε καὶ ἕψει μαλακῷ πυρὶ ἐπὶ πλεῖστον, καὶ ὅταν καθεψηθῇ, ὁλμοκοπήσας ἐπιτίθει, μὴ λύων μέχρι τῆς τρίτης. [Πρὸς σπλῆνα.] Σκορόδου ὄνυχας ζ΄. λεπτὰ λεπίσας εἰς ἄκρατον ἐξαιθρίασον, καὶ πρωῒ νῆστις λάμβανε α΄. συνθλάσας αὐτὸν, καὶ κατάπιε ἐφ᾿ ἑκάστου ὄνυχος βρόχθον α΄, πεπείραται, συνεχῶς ποίει. εἰ δέ γε θέλεις καὶ κατάπλασμα πεπειραμένον, ἔμβαλε ῥίζας καππάρεως ἐν ὄξει καὶ ἰσχάδας καὶ ζέσον, μετὰ δὲ ταῦτα κρίθινον ἄλευρον καὶ μέλι προσβαλὼν τῷ ὄξει, καὶ τὰς ἰσχάδας λελειωμένας εὖ μάλα ἑψήσας οὕτως κατάπλασσε.

[Πρὸς ἄλλα τοῦ ἐπιγαστρίου πάθη, καὶ πρῶτον πρὸς ὑδρωπικούς.] Τήλεως γο. α΄. κριθῶν ἀλεύρων γο. γ΄. κόπρου περιστερᾶς γο. δ΄. ῥητίνης φρυκτῆς λίτραν α΄. πίσσης λίτραν α΄. κηροῦ λίτραν α΄. ἀξουγγίου παλαιοῦ λίτρας β΄. τὰ τηκτὰ τήξας κατάχεε, τῶν ἄλλων προλελειωμένων ἐν ὄξει, καὶ χρῶ. ἄλλο. βολβίτου αἰγείου ξηροῦ λίτρας β΄. ἕψει ἐν ὀξυκράτῳ καὶ κατάπλασσε. [Πρὸς κωλικούς.] Ἄνηθον καὶ κύμινον ἐνεψήσας εἰς ἐλαίου γο. γ΄. δίδου ἅμα καὶ διάκλυζε. ἄλλο. πήγανον ὁμοίως ἐνεψήσας ἴσῳ ἐλαίῳ, καὶ ἐμβαλὼν ῥητίνης τερμινθίνης ὅσον κοχλιάριον χρῶ. [Πρὸς τοὺς ὄντας κατεψυγμένους.] Ἀνηθίνῳ ἐμβαλὼν κοχλιάριον καστορίου λελειωμένου χρῶ. [Πρὸς τὰς φλεγμονάς.] Ἀνηθίνῳ ἀναμίξας κοχλιάρια β΄. ἀνάλου τυροῦ χρῶ. ὁμοίως καὶ στέαρ χήνειον, ἢ μυελὸν ἐλάφου. [Πρὸς δυσεντερικούς.] Ἐπὶ δὲ δυσεντερικοῖς εἰδέναι ἀναγκαῖον ὅτι ἐξαίρετον δυσεντερίας ἐστὶ φάρμακον, ὀλιγοσιτία. χρὴ δὲ καὶ τὰ προσφερόμενα ὡς ἐνὶ μάλιστα κοῦφα καὶ ἀβαρῆ τυγχάνειν, καὶ πρὸς τὰς πέψεις εὐκόλως ἔχοντα. ποτίζειν δὲ καὶ ἐνιέναι τούτοις ῥοᾶς ὁλοκλήρους καὶ κυδώνια ἀφεψήσαντας ἐνιέναι τῷ ἀφεψήματι, καὶ καταῤῥοφεῖν διδόναι. ἄλλο. ἀρνόγλωσσον βοτάνην ὀρύζῃ συνεψήσαντας ἐπιμελῶς ἐσθίειν διδόναι, καὶ τῷ χυλῷ δὲ τῷ αὐτῷ προσπλέξαντας στέαρ τράγειον διδόναι. ἄλλο. μυρσίνας ἑψήσαντας οἴνῳ, εἰ ἀπύρετοί εἰσιν, ἐνιέναι· εἰ δὲ πυρέττοιεν, ὕδατι. ἄλλο. κοχλιῶν ὁλοκλήρων κεκαυμένων γο. α΄. κέρατος ἐλαφείου κεκαυμένου γο. β΄. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου, καὶ δίδου κυάμου μέγεθος, ἀπυρέτοις οἴνῳ, πυρέσσουσιν ὕδατι. [Πρὸς κοιλιακοὺς καὶ δυσεντερικούς.] Μύρτων ξηρῶν κεκομμένων γο. α΄. ῥόδων ξηρῶν γο. α΄. ἀρκευθίδων τὸν ἀριθμὸν ι΄. ἀπίων ξηρῶν κεκομμένων κγ΄. κερατίων κεκομμένων γο. α΄. πίτυος φλοιοῦ γο. δ΄. δίδου ξηρὸν ἐν οἴνῳ κοχλιάριον. τὸ δὲ ἁδρομερὲς φοίνιξι λιπαροῖς ἀναλαβὼν ἐπιτίθει τῇ γαστρί. ἄλλο. πιτύαν λαγωοῦ ἢ νεβροῦ ἢ αἰγάγρου οἴνῳ πότιζε, καὶ ἐνιέμενον δὲ μετὰ χυλοῦ ὀρύζης βοηθεῖ. [Πρὸς τὰς κεχρονισμένας δυσεντερίας.] Χάρτου κεκαυμένου γο. α΄. ἀσβέστου γο. α΄. ὄμφακι σταφυλῆς ἀναλαβὼν, ποίει τροχίσκους ἔχοντας δραχ. γ΄. καὶ β΄. καὶ α΄. ὡς ἐπὶ πάσης ἡλικίας ἔχειν τὸ μέτρον. ἐπὶ δὲ τῆς χρείας οἴνῳ αὐστηρῷ λύσας, καὶ μίξας ὀρύζης χυλὸν, ἐνίεσθαι κέλευε. ἄλλο. ὠοῦ χηνείου ἑψηθέντος τὸ λέπυρον λειώσας ἐπιμελῶς, πότιζε ἡμίδραχμον οἴνῳ.

[Περὶ τῶν τῆς ἔδρας παθῶν, καὶ τῶν ἑδρικῶν φαρμάκων.] Περὶ τὴν ἕδραν γίνεται διάφορα πάθη, ῥαγάδες τε καὶ κονδυλώματα, καὶ ἄλλαι φλεγμοναί. ἁρμόζει δ᾿ ἐπ᾿ αὐτῶν τὰ ἁπαλὰ τῶν φαρμάκων καὶ ἄδηκτα διαχριόμενα. [Ἑδρικὸν πρὸς τὰς πυρώδεις ὀδύνας.] Ὠοῦ τὸν λέκυθον λειώσας οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν, διάχριε, καὶ ἐμπλάστρῳ χρῶ. ἁρμόζει δ᾿ ἐπ᾿ αὐτῶν τὰ ἁπαλὰ τῶν φαρμάκων καὶ ἄδηκτα διαχριόμενα. ἄλλο. στέαρ χήνειον νεαρὸν διάχριε καὶ ἐμπλάστρῳ χρῶ. ἁρμόζει δ᾿ ἐπ᾿ αὐτῶν καὶ κατάπλασμα ἄρτου καθαροῦ λυομένου καὶ ἑψουμένου ὕδατι καὶ ῥοδίνῳ· κάλλιον δὲ γίνεται, εἰ προσβάλλῃς καὶ λεκύθους ὠῶν ὠπτημένους. ἄλλο. τῆλιν ἑψήσας καὶ λείωσας κατάπλασσε, προσβάλλων καὶ βούτυρον. ἄλλο. στέατι χηνείῳ διάχριε. ἄλλο. ῥόδων γο. γ΄. ὠῶν ὀπτῶν λεκύθους β΄. οἴνω λευκῷ λείωσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε. [Πρὸς τοὺς ἐν δακτυλίῳ κνησμούς.] Γῆν τὴν καλουμένην κιμωλίαν οἴνῳ λειώσας, ἀναλάμβανε κηρωτῇ μυρσίνῃ καὶ χρῶ. [Πρὸς τοὺς προσπίπτοντας ἀρχούς.] Σκωρίας μολύβδου γο. α΄. ῥόδων ξηρῶν γο. δ΄. εὖ μάλα λειώσας ξηρὰ προσάπτου, προαπονίπτων οἴνῳ μυρσίνῳ. ἄλλο. κυκλαμίνου χυλοῦ καὶ μέλιτος ἴσον ἕψει ἐν ἀγγείῳ χαλκῷ, ὥστε κηρωτῆς ἔχειν πάχος, καὶ κατάχριε.

[Περὶ τῶν ἐν νεφροῖς τε καὶ κύστει παθῶν.] [Πρὸς τὰς φλεγμονώδεις διαθέσεις καὶ ἑλκώσεις τῶν νεφρῶν καὶ τῆς κύστεως πότιμα.] Λινοσπέρμου γο. β΄. ἀμύλου γο. α΄. δίδου ἐν ὕδατι κοχλιάριον. [Πρὸς ἡλκωμένην κύστιν καὶ δυσουρίαν.] Στροβίλους, ἀμύγδαλα ἀνὰ κ΄. φοινίκια ιε΄. τραγακάνθης γο. δ΄. δίδου μεθ᾿ ὕδατος. [Πρὸς ἔμφραξιν νεφρῶν.] Σελίνου ἀφέψημα πότιζε ἀπυρέτους κονδίτῳ, πυρέσσοντας ὕδατι. ἄλλο. ἐρεβίνθων τῶν καλουμένων κριῶν ἀφέψημα μετὰ κονδίτου προπότιζε. [Πρὸς λιθιῶντας.] Λινόσπερμον λειώσας ἐπιμελῶς, πότιζε μετὰ κονδίτου. ἄλλο. σικύου ἡμέρου σπέρματος πεφρυγμένου γο. στ΄. μαλάχης καρποῦ γο. ε΄. στροβίλων πεφρυγμένων γο. στ΄. σελίνου σπέρματος γο. η΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων γο. θ΄. ἀναλάμβανε γλυκεῖ καὶ δίδου κοχλιάριον καθὰ προείρηται.

[Πρὸς ἰσχιάδας καὶ ποδάγραν καὶ ἀρθρῖτιν.] Ὁμογενῆ εἰσὶ ταῦτα ἀλλήλοις τὰ νοσήματα, διὸ καὶ τῆς αὐτῆς σχεδὸν θεραπείας χρήζει, διαφορὰ δὲ τῶν ποιούντων αὐτὰ ῥευμάτων. τὰ μὲν γὰρ αὐτῶν εἰσὶ θερμὰ, τὰ δὲ ψυχρά. διάγνωσις δ᾿ αὐτῶν ἐπὶ μὲν τοῖς θερμοτέροις, ἔρευθος καὶ πύρωσις, κᾂν ᾖ φλεγμονή τε καὶ ἀλγήματα σφοδρά. ἐπὶ δὲ τῶν ψυχροτέρων οἴδημα λευκὸν ἔνσομφον. ἑκατέρων δὲ ἴασις αὕτη ἐστὶ. ἐπὶ μὲν τῶν θερμῶν τὰ ψύχοντα, ἐπὶ δὲ τῶν ψυχρῶν τὰ θερμαίνοντα καὶ διαφοροῦντα. εἰ μὲν οὖν πολὺς εἴη ὁ ἐνοχλῶν χυμὸς, καθάρσει πρῶτον χρηστέον τοῦ λυποῦντος χυμοῦ. εἰ δὲ πληθωρικὸν εἴη τὸ σῶμα, πρώτης ἁπάντων παραλαμβανομένης φλοβοτομίας, ἀποκρουομένων τὰ ῥεύματα ὀξυκράτῳ, καὶ τοῖς ψυχροτέροις φαρμάκοις χρωμένων. (εἴρηται δὲ ἡμῖν περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς ἐμοῦ πρὸς Γλαύκωνα θεραπευτικοῖς γεγραμμένοις δυσὶ βιβλίοις, καὶ ἐν ἄλλοις πλείοσι, διὸ βραδύνειν οὐ χρὴ ὡς ἐν εὐπορίστοις περὶ τούτων λέγοντα.) ἐπὶ δὲ τῆς κατ᾿ ἰσχίον διαρθράσεως φυλαττομένων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὕσης αὐτῆς, συνελαύνεται τὸ ἐκ τῶν περιεχομένων ἀγγείων τε καὶ μυῶν, αἷμα πρὸς ἐκείνην καὶ ἄγαν λυπεῖ. παρηγορικῶν γοῦν δέονται φαρμάκων· ἐπὶ γὰρ τῆς κατ᾿ ἰσχίον ὀδύνης οὔτε ψυχρῶν σφοδρῶς οὔτε θερμαινόντων ἰσχυρῶς χρεία. παροξύνεται γὰρ ὑπ᾿ αὐτῶν τὰ ῥεύματα, τῆς μὲν πολλῆς θερμασίας ἑλκούσης αὐτὰ μᾶλλόν τε κωλυούσης διαφορεῖσθαι, τῆς δὲ ψύξεως πήξει τι ὅμοιον ἐργαζομένης καὶ δυσδιαφόρητα ποιούσης τὰ ῥεύματα, ὠφελοῦσι δ᾿ ἔμετοι μᾶλλον τοὺς ἰσχιαδικοὺς τῶν διὰ τῆς ἄνω γαστρὸς κενώσεων ἀντισπῶντες τὴν κάτω ῥοπὴν τῶν χυμῶν. χρηστέον δ᾿ αὐτοῖς ἐν ἀρχῇ μετὰ τὴν τροφὴν, ὕστερον δὲ καὶ διὰ ἐμετικῶν βολβῶν τε καὶ ῥαφανίδων. δεῖ δὲ τοὺς μέν βολβοὺς ἐν ὕδατι ἕψοντας μετ᾿ ὀξυμέλιτος προσφέρειν, τὰς δὲ ῥαφανῖδας εἰς λεπτὰ κόψαντας καὶ ἐναποβαλόντας ὀξυμέλιτι ἐσθίειν, καὶ ὥραν πολλὴν διαλιπόντας ἐπὶ τοὺς ἐμέτους ἄγειν, κᾄπειτα ἑξῆς μακρὸν διαλιπόντας χρόνον λούειν· εἶτ᾿ αὖθις διαλιπόντας ὡς ἅπασαν καταστῆναι τὴν ταραχὴν λεπτῶς διαιτᾷν. [Πρὸς παροξυσμοὺς ποδαγρικούς.] Κράμβης φύλλα καθεψήσας καὶ λειώσας πρόβαλε τρύγα ὄξους καὶ ὠῶν ἀνέφθων λεκύθους β΄. καὶ βραχὺ ῥόδινον καὶ μίξας ἐπιμελῶς καὶ χλιάνας κατάπλασσε ἀμείβων συνεχῶς. ἄλλο. τῷ καταπλάσματι τῷ συνήθως διὰ τῶν σύκων ἡψημένῳ πρόσβαλε ὑοσκυάμου φύλλα καὶ συνεψήσας κατάπλασσε. [Πρὸς πυρώδεις φλεγμονάς.] Φακὸν τὸν ἐπὶ τῶν τελμάτων ὄξει καὶ ῥοδίνῳ κατάπλασσε. ἄλλο. πτελέας φύλλα χυλίσας καὶ ἑψήσας κηρωτῇ κατάχριε. [Πρὸς τὰς ὑπερβαλλούσας πυρώσεις.] Θριδακίνης φύλλα ἐπιμελῶς τρίψας σὺν ἄρτῳ κατάπλασσε συνεχῶς ἀμείβων. ἄλλο. κορίανδρον τὸ χλωρὸν λειώσας σὺν ἀλφίτῳ κατάπλασσε. [Πρὸς τὰς χαύνας φυσιώσεις.] Ἁλέλαιον ἐπιμελῶς λειώσας κατάπλασσε, ἐπιτιθεὶς οἰσυπηρὸν ἔριον. [Πρὸς ἰσχιαδικούς.] Σκορόδων ὄνυχας τρεῖς καθαρίσας ὑγιεῖς κατάπιε μετὰ τὸ δειπνῆσαι πίνων συγκεραστικόν· τοῦτο συνεχῶς ποιεῖν πεπείραται. ἄλλο. χελιδόνιον ἄγρευσον, καὶ ἐὰν ᾖ ὁ δεξιὸς ποὺς ὅν πάσχεις, τῇ δεξιᾷ χειρὶ τὰ πτερὰ πατήσας τῷ πάσχοντι καὶ κνήσας ἕλκε τὸ αἷμα ἀπὸ ἄνωθεν τῆς κοτύλης ἕως τοῦ ἀστραγάλου σύρων τὸ αἷμα ὅλῳ τῷ χελιδονίῳ, καὶ λεπίσας καὶ ὀπτήσας φάγε μηδὲν βαλὼν ἔξω καὶ φαγὼν παραυτίκα ἄλειψον ἐλαίῳ ἕως ἐπὶ τὸν ἀστράγαλον ἐπὶ τρεῖς ἡμέρας, καὶ θαυμάσεις. πεπείραται δὲ πάνυ καὶ τοῦτο. ἄλλο. κορώνην ἀγρεύσας σπούδασον ἀσινῆ διαφυλάξαι, καὶ ἐὰν μὲν τὰ δεξιὰ μέρη τὰ πάσχοντα ᾖ, τὸν μικρὸν δάκτυλον τὸν ὄπισθεν τῆς κορώνης τοῦ δεξιοῦ ποδὸς κόψας περιτίθει. μύρῳ δὲ χρίσας τὰς πτέρυγας τῆς κορώνης ἔα ἵπτασθαι. ἐὰν δὲ ἀριστερὰ μέρη πάσχῃ, τοῦ ἀριστεροῦ ποδὸς τὸν προδεδηλωμένον κόψας περιτίθει. ποίει δὲ τἄλλα ὡσαύτως, πεπείραται δὲ τοῦτο συνεχῶς.

[Περὶ θανασίμων φαρμάκων.] Περὶ τῶν θανασίμων φαρμάκων οὔτε ἀδιορίστως ἐνθάδε γράφειν ἀσφαλὲς καὶ ἕκαστον αὐτῶν ἐκτιθέμενον κατὰ τῶν ἑπομένων συμπτωμάτων ἐπάγειν οὕτως τὰς θεραπείας χαλεπόν. παρέχοι γὰρ ἂν ἡ τοιαύτη πραγματεία ἀφορμὴν κακίας τοῖς κακουργεῖν βουλομένοις. ἃ δὲ κοινῶς βοηθεῖν πεπίστευται τοῖς εἰληφόσι τὰ δηλητήρια, ταῦτα γράφω. παραυτίκα μὲν πεπωκότας ἐμεῖν κέλευε, ποτίζων πλεῖστον ὑδρέλαιον συνεχῶς καὶ παντοδαπὰ σιτία δίδου, εἰς καιρὸν αὖθις δ᾿ ἐμεῖν κέλευε· ἢ γὰρ συνεξεργασθήσεται τὸ φάρμακον, ἢ ἐπικραθὲν ἀμβλυωτέραν ἕξει τὴν δύναμιν. εἰ δὲ διακαίοιντο τὴν γαστέρα μετὰ τὸν ἔμετον, ὑδροροδίνῳ ποτίσας αὖθις ἐμεῖν κέλευε. δίδου δὲ, εἰ χρὴ, καὶ τῆς θηριακῆς μετὰ οἴνου ἢ ἀρκευθίδας θ΄. καὶ πηγάνου κ΄. φύλλα λειώσας ποτίζειν, ἢ χαμαιπίτυος βοτάνης. καὶ ὕπνου παντελῶς εἶργε καὶ ψηλαφίᾳ τῶν ἄκρων χρῶ. εἰ δὲ καὶ ὑποβιασθῆναι τὸ κακὸν ἔμφασιν ἔχοι, δακνομένης καὶ ἐρεθιζομένης τῆς κάτω γαστρὸς, κλυσμοῖς δριμέσι χρηστέον, μέλι δαψιλὲς καὶ ἀφρόνιτρον ἢ ἕτερόν τι τῶν συνταραττόντων συμπλέκοντας. τοὺς δ᾿ ἀπὸ μυκήτων πνιγμοὺς κουφίζει ὀξύμελι μετὰ νάρδου πινόμενον καὶ ὀρνίθων τῶν κατοικιδίων ἄφοδος μετ᾿ ὀξυμέλιτος. ἐπὶ δὲ τυρωθέντος γάλακτος καὶ διὰ τοῦτο πνιγμὸν ἐπάγοντος πιτύαν ἐν οἴνῳ διεὶς πότιζε. Ὁ μὲν οὖν τέταρτός μοι λόγος, ὦ Γλαύκων, ἐνθάδε πέρας ἐχέτω· εἰ δὲ σοι χρεία γένηται καὶ τοῦ πρὸς Σαλομῶντα τὸν ἀρχίητρον γεγραμμένου ἡμῖν συντάγματος, δηλώσας ἑτοίμως λήψῃ, θαυμάσεις δὲ πάνυ δεξάμενος.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Προοίμιον. Ἐπειδὴ μὲν ἠξίωσας ὡς περὶ εὐπορίστων σοι γράφειν, ὦ Σόλων τιμιώτατε, χαρίζεσθαί σοι νενόμικα τά μοι διὰ τῆς πείρας ἐγνωσμένα γράφειν τε καί σοι ἐπιστέλλειν, ἀπὸ τῶν τριχῶν πρὸς τὰς πόδας προβαίνων, ὅπως ἄνθρωπος ῥᾳδίως αὐτὰ προσλαμβάνειν δύνηται. ἀρχόμεθα μὲν οὖν πρῶτον ἀπὸ τῶν τριχῶν.

[Περὶ εὐπορίστων τῶν ταῖς ἔξωθεν τῆς κεφαλῆς διαθέσεσι θεραπευομέναις προσηκόντων.] [Περὶ βαμμάτων τῶν τριχῶν.] Καταχρίσεις τῶν τριχῶν, ὡς αἱ πολιαὶ μελάνοχροι γένηται. σκορίαν σιδηροῦ καὶ μόλυβδον ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ ἐπιχρίου, ἐλαίου ἀπεχόμενος τῶν τριχῶν ἅπτεσθαι. ἄλλο. καππάρεως ῥίζα λεία σὺν γάλακτι ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας καὶ χρῶ. τοῦτο φύλαττε, τελέως γὰρ τὰς τῆς κεφαλῆς τρίχας μελαίνει. ἄλλο. χολὴν τῆς χελώνης θαλασσίας διαλύσας σὺν ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε. ἄλλο. ἀπὸ καρύας τὰ ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μίξον καὶ κατάχριε. ἄλλο. μόλυβδον σὺν ἐλαίῳ ἐν τῷ ἀγγείῳ ἀπολαβὼν αὐτῷ τὰς τρίχας κατάχριε. ἄλλο. χερσαῖον ἔχινον κατακαύσας καὶ σὺν ἐλαίῳ διαλύσας τὰς τρίχας κατάχριε καὶ ἔα διὰ τῆς ὅλης νυκτός. ἄλλο. προφυλακτικὸν ὥστε μὴ γενέσθαι πολιάς. κολοκυνθίδα ἀγρίαν τρυπήσας κάθαρον τὰ ἔσω εὖ μάλα. εἶτα πλήρωσον αὐτὴν ἐλαίου δαφνίνου καὶ πρόβαλλε ὑοσκυάμου λευκοῦ σπέρματος μὴ τρίψας· καὶ ἄφες αὐτὸ μίαν ἡμέραν, καὶ ἄλειφε χρησίμως ἅπαξ τοῦ ἐνιαυτοῦ. πρὸς τὸ λευκὰς ποιῆσαι τρίχας. χελιδόνος κόπρον τρίψας σὺν χολῇ ταυρείᾳ μίσγε, καὶ γίνονται λευκαί. ἄλλο. φλόμου λευκῆς τὸ ἄνθος καύσας ὄξει σβέσον καὶ συμμίξας καὶ σμήγματι χρῶ. πρὸς τὸ πυῤῥὰς ποιῆσαι τρίχας. τὴν στυπτηρίαν ἐν ὕδατι ἑψήσας καὶ διάβρεχε δυοῖν ἡμερῶν τὰς τρίχας, καὶ μετὰ τοῦτο διάκλυζε σὺν ὕδατι, ἐν ᾧ τρυγίας κεκαυμένος διαλελυμένος ᾖ. ἄλλο. ἑψήματι τῶν θερμῶν πικρῶν τὰς τρίχας διάβρεχε, ἢ αὐτοὺς θερμοὺς πικροὺς τρίψας καὶ διαμίξας σὺν ὕδατι κατάχριε. ἄλλο. τρυγίαν οἴνου παλαιοῦ κεκαυμένην καὶ σὺν ἐλαίῳ βαλανίνῳ λειουμένην συμμίξας πρὸς τῆς κηρωτῆς πάχος καὶ τρίχας σύγχριε, ὅταν μέλλῃς καθεύδειν. ἄλλο. κύπρου φύλλα λεῖα τῷ στρουθίου χυλῷ ἐπίβρεχε καὶ χρῶ τούτῳ ἀποβρέγματι. ἄλλο. ἐρυθρόδανον, στοιχάδα κιτριοειδῆ, πολύτριχον, ἀψίνθιον καὶ θερμοὺς ἐς τὸ ὕδωρ κατάβαλλε, ἀναθήσας ἐν τῷ ἀγγείῳ ὑαλίνῳ, καὶ ἄφησον ἡμερῶν ἐννέα, ἀνακινέων δὶς ἐν ἡμέρᾳ· τῷ δὲ χρήσεως χρόνῳ ἀπολαβὼν τὸ προειρημένου ὕδατος ἱκανὸν, ἐπιβάλλων εἰς τὸ τοῦτο σπογγίαν καὶ τὴν ἀφήσας τὸ ὕδωρ ἐναποληψομένην· καὶ ὅταν ἐξηρανθεῖσαι τρίχες ὦσιν αἱ τούτῳ ὕδατι προκαταβραχεῖσαι, αὐτὰς μετὰ τοῦ θερμοῦ ὕδατος καὶ σάπωνος ἔκκλυζε. [β΄. Περὶ ῥεουσῶν τριχῶν.] Πρὸς ῥύσιν τριχῶν τὴν πτελέας ῥίζαν τε καὶ φύλλων δράγμα α΄. ἐναποβρέξας τοῖς ὕδατος κυάθοις δ΄. κατάχριε καὶ μετὰ τοῦτο τῷ ἐλαίῳ σύγχριε. ἄλλο. ἀκτὴν καύσας καὶ μετὰ κηρωτῆς ὑγροτάτης μίξας χρῖε. ἄλλο. ἀλόην μίξας σὺν οἴνῳ αὐστηρῷ μέλανι ἐπίχριε. ἄλλο. σμύρναν καὶ λάδανον σὺν οἴνῳ ἢ ἐλαίῳ μυρσίνῳ κατάχριε. ἄλλο. λαβὼν μελίσσας τὰς πλείστας καὶ συγκαύσας καὶ μίξας ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε, φυλάττων ἵνα μὴ τὰ πέριξ καταχρίῃς. ἄλλο. μελάνθιον καύσας καὶ μετὰ ὕδατος τρίψας καὶ μίξας κατάπλαττε· μάλιστα δὲ τοῦτο τοῖς ὀφρύσιν συμφέρει. [γ΄. Πρὸς τὰς ἐκ νόσου ἀποῤῥεούσας τοῖς ἀναλαμβανομένοις τρίχας.] Λάδανον σὺν οἴνῳ καὶ ἐλαίῳ ῥοδίνῳ ἑψήσας πρὸς τῆς κηρωτῆς πάχος καὶ κατάχριε. ἄλλο. ῥίζαν τῆς μορέας φλοισθεῖσαν σύγκαιε καὶ ἕψε, ὡς εἴρηται. ἄλλο. τὸ ψυλλίου σπέρμα τρίψας τίθετι ἐν τῇ κονίᾳ καὶ τὴν κεφαλὴν σύγκλυζε. ἄλλο. ᾦ ἐν τῷ ἀπὸ τοῦ πυρὸς περικεκαυμένῳ τόπῳ αἱ γίγνωνται τρίχες. φύλλα τῆς συκέας τριβέσθωσαν καὶ εἰς ἄλευρον στρεφέσθωσαν καὶ τόπῳ ἐπιτιθέσθωσαν. [δ΄. Ψίλωθρα.] Ἐγκέφαλον νυκτερίδος τρίψας μετὰ γάλακτος γυναικείου καὶ ἐπίχριε. ἄλλο. χολὴν θύννου κισσοῦ τοῦ δακρύου ἢ κόμμεως καὶ κατάχριε. ἄλλο. λαβὼν τὸ αἷμα λαγωοῦ θαλαττίου νεογενὲς ἐπιτίθετι. ἄλλο. αἷμα τοῦ ἐλάφου συμμίξας ὄξει καὶ ἐπίχριε. ἄλλο. τὸ κνήδης ἀγριοστέρας σπέρμα λαβὼν, σὺν ἐλαίῳ τρίψας καὶ αὐτῷ τὸν τόπον τρῖβε. ἄλλο. νυκτερίδας πλείστας ζωὰς τίθετι ἐν ἀσφάλτῳ καὶ ἔασας ὡς σήπωνται καὶ τόπον ὁντιναοῦ κατάχριε. [ε΄. Πρὸς ἀλωπεκίας.] Μύα καύσας καὶ λεῖον ἀρκτείῳ στέατι μίξας κατάχριε, προανατρίβων κρομμύῳ λευκῷ τὸν τόπον. ἄλλο. κανθαρίδας κατακαύσας καὶ τρίψας, κόνιτρον τῷ μέλιτι ἀναλαβὼν, κατάχριε. ἄλλο. τοῖς φύλλοις συκίνοις τρῖψον ἀκριβῶς, ἔπειτα χρῖε σὺν τῷ ἀρκτείῳ στέατι. ἄλλο. ἀφρὸν θαλάσσης συγκαύσας καὶ τρίψας καὶ συμμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βατράχιον τὸ μακροσκελές  κατακαύσας καὶ λεῖον μετὰ πίσσης ὑγρᾶς καὶ προανατρίβων τὸν τόπον αὐτὸν κατάχριε. ἄλλο. ἵππου ποταμίου τὸ δέρμα συγκαύσας κατάχριε. τὸν τόπον. ἄλλο. τῷ αἵματι χελώνης θαλασσίας τὸν τόπον κατάχριε. ἄλλο. λαβὼν μυόχοδον καὶ τρίψας καὶ συμμίξας τῷ ὄξει πρὸς τῷ μέλιτος πάχος καὶ προανατρίβων τὸν τόπον κατάχριε. ἄλλο. ἀσφόδελον τρίψας καὶ μίξας τῷ ὄξει ἢ τῷ οἴνῳ, καὶ προξυρεύσας, τόπον τρῖβε τοῖς συκέας φύλλοις ἢ τῷ πανίῳ ὑφάσματι τραχεῖ καὶ κατάχριε. ἄλλο. ῥίζαν καλάμου καύσας καὶ μίξας τῷ ἀρκτείῳ στέατι καὶ κατάχριε. ἄλλο. τιθύμαλλον τρίψας κατάχριε τὸν τόπον. [στ΄. Περὶ πιτυριάσεως.] Κιμωλίαν προβρέξας ὕδατι, μῖξον χυλὸν τεύτλου καὶ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· εἶτα ἀποπλύνας λεῖον λιβανωτὸν σὺν οἴνῳ καὶ ἐλαίῳ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· τῇ ὑστεραίᾳ ἡμέρᾳ σταφίδα ἀγρίαν βοτάνην σὺν ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν νίτρου καὶ τρυγὸς οἴνου καὶ μυροβαλάνων, ἀνὰ λίτραν α΄. βοτάνης σταφίδος ἀγρίας λίτραν α΄. καὶ (S"). μίξας ἐλαίῳ παλαιῷ κατάχριε. ἄλλο. πρὸς δὲ τὰς ὑγροτέρας πιτυριάσεις ἅλμῃ ἀπόκλυζε, ἢ θερμῶν ἀποβρέγματι· πεπείραται γάρ. ἄλλο. τῷ τῆς ἀνδράχνης χυλῷ τὴν κεφαλὴν ἀπόκλυζε. ἄλλο. κατάχριε τὴν κεφαλὴν χυλῷ τεύτλου ἑψηθέντι, ἢ ὠμῷ τῷ μέλιτι μεμιγμένῳ. ἄλλο. κιμωλίαν μίξας τῷ τήλεως ἑψήματι κατάπλασσε. ἄλλο. σικύου ἀγρίου ῥίζαν ἑψήσας τῷ ἀφεψήματι χρῶ. ἄλλο. σκίλλαν ὀπτήσας καὶ ὅταν μαλακὴ γένηται, ἐκπιάσας τὸν χυλὸν, καὶ μίξας ἐλαίῳ, κατάχριε. [ζ΄. Πρὸς ψυδράκια καὶ ἐξανθήματα γιγνόμενα ἐν τῇ κεφαλῇ.] Ψυδράκιά εἰσι μικραὶ τῆς κεφαλῆς ὑπεροχαὶ φλυκτίσιν ὅμοιαι, ὑπερκείμεναι τῆς ἐπιφανείας. τὰ δὲ ἐξανθήματα κατὰ τὴν ἐπιφάνειαν ἐπιπόλαιαι ἑλκώσεις ὑπέρυθροι καὶ τραχεῖαι. ἀμφότερα δὲ θεραπεύονται δυνάμεσι ταῖς ὑποτεταγμέναις. πρῶτον λαβὼν τὸ λείωμα καὶ προσβαλὼν ἐν τῷ οἴνῳ καὶ ᾧ κηρωτὴν προστιθέντι. ἄλλο. ποίει κηρωτὴν ἐκ κύπου καὶ τοῦ ψιμυθίου καὶ κατάχριε. ἄλλο. προσλαμβάνων ἀμύλου, ψιμυθίου, στυπτηρίας, πηγάνου φύλλων χλωρῶν ἀνὰ δραχ. δ΄. σὺν ὄξει μίξας καὶ ἐλαίῳ μυρσίνῳ κατάχριε. ἄλλο. προσλάμβανε λιθαργύρου, ψιμυθίου ἀνὰ δραχ. αβ΄. θείου ἀπύρου δραχ. η΄. ἐλαίῳ μυρσίνῳ ἀναλάμβανε καὶ κατάχριε. [η΄. Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχὼρ πάθος ἐστὶν ἐν τῇ κεφαλῇ γινόμενον, τὸ λεπτοῖς πάνυ τρήμασι τὸ δέρμα κατατήρον, δι᾿ ὧν ἰχὼρ ἀποδίδοται γλίσχρος. ὅμοιον δὲ αὐτῷ πάθος κηρίον, ἀλλὰ τὰς κατατρήσεις ἔχει μείζονας ὑγρότητος μελιτώδους περιεκτικάς. οὕτω δὲ θεραπεύονται. ξυρήσας τὰς τρίχας πυρία δὶς ἢ καὶ τρὶς ἢ καὶ πλεονάκις ὕδατι θερμῷ ἐναφηψημένης μυρσίνης ἢ βάτου ἢ φακοῦ ἢ πικρῶν θερμῶν ἢ ἀσπαράγου ῥίζης· ὅταν δὲ πλείονες ἰχῶρες ῥέωσι, κατάπλασσε φύλλοις ἰτέας μεθ᾿ ὕδατος, ἢ φακῷ ἐν ὕδατι ἑψηθέντι. συμφέρει δὲ τὴν κεφαλὴν τῷ θείῳ τε καὶ περδικιάδος καὶ σάπωνι προχρίειν. λαβὼν λιθαργύρου δραχ. ιστ΄. πηγάνου φύλλων δραχ. η΄. σταφίδος ἀγρίας δραχ. δ΄. χαλκάνθου δραχ. β΄. ὄξει καὶ μυρσίνῳ ἐλαίῳ ἀναλάμβανε.

[Περὶ τῶν τῆς κεφαλῆς παθῶν.] [α΄. Περὶ τρυμοῦ τῆς κεφαλῆς.] Στοιχάδα δίδου πίνειν σὺν ὕδατι. ἄλλο. ἀρτεμισίας λεπτοφύλλου χυλὸν μίξας ἐλαίῳ ῥοδίνῳ καὶ τὰ τῶν νεύρων ῥίζια κατάχριε. ἄλλο. ἀκάνθας λευκῆς σπέρμα δίδου πίνειν. ἄλλο. καστόριον ὕδατι διακλύσας δίδου πίνειν. [β΄. Περὶ κεφαλαλγίας.] Κέρας ἐλάφου καύσας καὶ τρίψας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἄλλο. ἐγκέφαλον γύπειον τρίψας τὴν κεφαλὴν κατάχριε καὶ κροτάφους. ἄλλο. ψύλλιον κατάχεε ἐλαίῳ ῥοδίνῳ μίξας καὶ χρῶ. τοῦτο δὲ συμφέρει καὶ πρὸς τὴν ἡμικρανίαν. ἄλλο. στύρακα τὴν ὑργὰν μίξας ἐλαίῳ παράπλεκε. ἄλλο. ὀνίσκους τοὺς ὑπὸ ὑδρίαις διαγομένους ἐν ἐλαίῳ ἑψήσας τὴν κεφαλὴν κατάχριε. ἄλλο. κυτίνους ἢ τὰ βαλάντια ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι θαλασσίῳ μέχρι τῆς τρίτου τοῦ μέρους καταναλώσεως, καὶ τρίψας καὶ μετὰ κηρωτῆς μίξας κατάχριε. ἄλλο. τῷ γλήχωνι καὶ μαράθρου ῥίζῃ σὺν ἀλεύρῳ κριθίνῳ τοὺς κροτάφους κατάχριε. ἄλλο. ἡδύοσμον ἢ σίνηπι σὺν ὄξει μίξας κατάχριε κροτάφους δὶς ἐν ἡμέρᾳ. [γ΄. Πρὸς τῆς κεφαλῆς τε καὶ τῶν κροτάφων ἀλγήματα.] Προσλάμβανε ὀπίου τὸ κυάμου μέγεθος καὶ γλήχωνος καὶ σχίνου μερίδας ἓξ, καὶ ἀναλαβὼν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ κατάχριε. ἄλλο. ὀξυλάπαθον καὶ τὴν κικίδα τρίψας τὸ μέτωπον καὶ κροτάφους κατάχριε. ἄλλο. καστόριον διαλύσας ἐλαίῳ ῥοδίνῳ καὶ ὄξει κατάχριε μέτωπον καὶ κροτάφους. ἄλλο. ἴριδα ξηρὰν καὶ καρδάμωμον ἔλαττον ὄξει ἀναλύσας χρῖε τρίχας ὡς γυναῖκες ποιοῦσιν αὐτὰς καταχρίουσαι. ἄλλο. χυλὸν πευκεδάνου ἐλαίῳ ἰρίνῳ διαλύσας ἐπιτίθετι. ἄλλο. νεοττείαν χελιδόνων μὴ συγχωρέῃς εἰς γῆν πίπτειν καὶ πηλὸν τὸν τῷ κόπρῳ μεμιγμένον λαβὼν καὶ τῷ ὄξει ἐν ἀγγείῳ ξυλίνῳ συμβρέξας καὶ ὑπάξας τὸ μέτωπον κατάχριε. ἄλλο. τὸ κόμμι κισσοῦ τῷ ὄξει τε καὶ ἐλαίῳ ῥοδίνῳ διαλύσας τοὺς κροτάφους κατάχριε. ἄλλο. βοήθημα σπυράθους, τουτέστιν ἀφοδεύματα αἰγὸς σὺν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ λειοτριβήσας κατάχριε τὸ μέτωπον καὶ κατάδησον φασκίᾳ·  ποίει δὲ πρωῒ καὶ δείλης καὶ ἰάσῃ τὸν κεφαλαλγοῦντα. ἄλλο. εὐφόρβιον καὶ μέλαν γραφικὸν λειώσας μετ᾿ ὄξους κατάχριε τὸ μέτωπον. ἄλλο. παῖς ἄφθορος οὐρησάτω ἐπὶ τὴν οὐδὸν τῆς θύρας τοῦ πάσχοντος. σὺ δ᾿ ἐπιβάλλων ὄξος τρῖβε ἀμφότερα εἰς ἓν ἐπὶ τὴν οὐδὸν, ὡς γλοιοῦ γίνεσθαι πάχος, καὶ κατάχριε τὸ μέτωπον αὐθωρόν. ἄλλο. ἐάν τις τίκτουσα κεφαλὴν πονῇ, σποδὸν ὄξει φυράσας κατάχριε. ἄλλο. δάκρυον κισσοῦ, μετ᾿ ὄξους καὶ ῥοδίνου λειώσας, κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἐπίθεμα πρὸς ταυτά. κάρδαμον φυράσας ὄξει καὶ ῥοδίνῳ καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει ἀπὸ κροτάφου ἐπὶ κρόταφον. παραχρῆμα τὴν ὀδύνην παύει. [δ΄. Πρὸς ἑτεροκράνιον.] Ἀκακίαν λαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. κιχώριον ἐπιτιθέμενον καὶ πόνους κεφαλῆς καὶ τὰς ἐγκαύσεις τὰς γινομένας ἀφ᾿ ἡλίου παύει. [ε΄. Πρὸς ἐπιληπτικοὺς πότημα.] Ἰκτῖνον καύσας ζῶντα ἐν χύτρᾳ, δίδου πίνειν τὴν τέφραν καὶ ὑγιάσεις. ἄλλο. ἧπαρ αὐτοῦ καύσας καὶ τρίψας δίδου δι᾿ ὕδατος. ἄλλο. κόπρον ὀνείαν φρῦξον καὶ λάμβανε ἀπ᾿ αὐτῆς ὅσον κοχλιάρια β΄. καὶ πότιζε καθ᾿ ἡμέραν, καὶ ἀπαλλαγήσεται τοῦ πάθους· τοῦτο τῶν λίαν πεπειραμένων ἐστίν. ἄλλο. οὖρον κάπρου ἐν κάπνῳ ξηρὸν ποίει, ποτιζόμενον δι᾿ ὀξυμέλιτος· ἔστω δὲ τοῦ οὔρου τὸ μέγεθος κυάμου Αἰγυπτίου, μάλιστα δὲ συάργου. ἄλλο. κόπρος τράγειος ποιεῖ διδομένη ἕως πεντεκαίδεκα σπυράθων. ἄλλο. μαλάχης ἀγρίας χυλὸν δίδου ἐπὶ ἡμέρας λ΄. πίνειν νηστικῷ, καὶ ἰάσῃ. ἄλλο. γαλῆς αἷμα κατάξηρον δίδου δι᾿ ὕδατος. τοῦτο δὲ ποίει, ὅταν ᾖ παραύτικα πεσούμενος ὁ κάμνων. ἄλλο. ὀλίγον ἐλαίου τῇ λαγώῃ πητύᾳ κατάχεε καὶ καταπότια ποίεε, ἐξ ὧν |ὅθ᾿ ἓν, ὁτὲ δύο δίδου. ἄλλο. γαλῆς αἷμα περίχριε καὶ τὴν γαλῆν δίδου φαγεῖν, ἀποκόπτων αὐτῆς τοὺς πόδας καὶ τὴν κεφαλήν· ποιεῖ ὁμοίως καὶ πρὸς χοιράδας διδομένη γαλῆ. ἄλλο. μῦν ἀνατεμὼν ἐν ληγοσεληνίῳ δέξαι αὐτοῦ τὸ ἧπαρ καὶ ὀπτήσας δὸς φαγεῖν τῷ πάσχοντι. ὠφελεῖ καὶ τὸ ὀξύμελι σκιλλιτικὸν καὶ τὸ Ἰουλιανοῦ καὶ ἡ θηριακή. [στ΄. Ἄλλο ὀσφραντικὸν πρὸς ἐπιληπτικούς.] Τιθύμαλλον τρίψας μετὰ ὄξους καὶ ἀλφίτων, μαζία ποιήσας δίδου ὀσφραίνεσθαι τῷ ἐπιληπτικῷ καὶ οὐ πεσεῖται. καὶ συμφέρει τοῦ πευκεδάνου τε καὶ πίσσης ὀσφρᾶσθαι. [ζ΄. Ἐπιθυμίαμα τῷ γνῶναι εἰ ἔστιν ἐπιληπτικός.] Λίθον ἐπιθυμίασον τὸν γαγάτην, αὐτῷ συμπεριβαλὼν, ὡς μὴ διασκίδνασθαι τὴν ὀσμὴν καὶ καταπεσεῖται εἴπερ ἑάλῳ τῷ πάθει. [η΄. Πότημα πρὸς τὸ γνῶναι εἰ ἀθεράπευτοί εἰσιν οἱ ἐπιληπτικοί.] Ἀκακίας δραχμὴν ὕδατι διεὶς πότιζε· ἐὰν ἐμέσῃ, ἀνίατόν ἐστιν· ἐὰν δὲ πυρέξῃ, πότερον συμφέρει αὐτῷ. [θ΄. Ἀστροπλήκτων θεραπεία.] Ὄνου οὖρον κατάχεε αὐτοῖς καὶ θεραπεύονται. [ι΄. Ἐὰν πεπτωκότα ἐπιληπτικὸν θέλῃς ἐγεῖραι παραχρῆμα.] Θύμον ἢ γλήχωνα τρίψας προσένεγκε αὐτοῦ τοῖς μυκτῆρσι. [ια΄. Καθαρτικὸν διὰ μυκτήρων.] Ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης τὸν χυλὸν εἰς τοὺς μυκτῆρας ἐνθεὶς κέλευε ὕπτιον ἀνανεύσαντα. τοῦτο δὲ βοηθεῖ πᾶσι τοῖς περὶ κεφαλὴν ὀχλουμένοις. ἄλλο. χυλὸν τοῦ κισσοῦ λευκοῦ ἔγχει εἰς μυκτῆρας. ἄλλο. μελάνθιον χυλίσας μετὰ ὑδρομέλιτος καὶ ἶριν, οὕτως χρῶ, ἔλαιον παλαιὸν μίξας. ἄλλο. σεύτλου ῥίζαν χυλίσας ἔγχει εἰς μυκτῆρας καὶ καθαίρει.

[Πρὸς τὰ ὤτων πάθη] [α΄. Πρὸς τὰς διαθέσεις τὰς ἐν τοῖς ἀκουστικοῖς πόροις.] Ἐγκλύσας οἴνῳ κεκραμένῳ ἢ ὑδρομέλιτι τὸ οὖς ἔνσταζε λύκιον, λεάνας ἐν λεπυρίαις. [β΄. Πρὸς φλεγμονὰς καὶ πόνους.] Σκορόδου τὸ ἐντὸς ἀμυγδαλοειδὲς θλάσας μετὰ ἐλαίου εἰς ξύστραν θερμάνας, ἔγχει τὸ ἔλαιον εἰς οὖς καὶ ἄπονος ἔσται. [γ΄. Πρὸς περιωδυνίαν,] Ἧπαρ χήνειον τεταριχευμένον τήξας μετὰ νάρδου καὶ ἀπομάξας εἰς τὸ οὖς ἐντίθει. [δ΄. Πρὸς ὦτα πυοῤῥοοῦντα.] Στυπτηρίαν ὑγρὰν ἀνεὶς ὕδατι ἔμβαλον εἰς ὑέλινον ἀγγεῖον καὶ λειάνας ἔνσταζε. [ε΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Πράσου χυλὸν μέλιτι διεὶς χρῶ. ἄλλο. ὄπιον ἀνιεὶς γλυκεῖ εἰς τὸ οὖς ἔνσταζε χλιαίνων. ἄλλο. κεδρίαν ἐν ὀλίγῳ νάρδῳ ἔνσταζε. ἄλλο. μέλι καὶ ἔλαιον ἐν κενώμασι προχλιάνας ἔνσταζε. [στ΄. Πρὸς τερηδόνας καὶ πυοῤῥοοῦντας.] Στυπτηρίαν σχιστὴν μετ᾿ ὄξους καὶ γλυκέος ἑψήσας ἔνσταζε ποιῶν μέλιτος πάχος, ἐνεργὲς ἐπὶ προσφάτου καὶ ἐπὶ χρονίου. [ζ΄. Πρὸς ἤχους καὶ περιωδυνίας.] Κεδρίαν μέλιτι μίξας ἔνσταζε. ἄλλο. ἀλόην ἡπατικὴν μετὰ οἰνομέλιτος, ποιῶν γλοιοῦ πάχος, ἔνσταζε. ἄλλο. ἀλώπεκος στέαρ ἀνειμένον ἔνσταζε. ἄλλο. νάρδον χλιαρὰν ἔνσταζε. ἄλλο. κασίαν μετὰ ῥοδίνου ἔνσταζε. ἄλλο. σίλφας τὰς κατοικιδίους μετὰ ῥοδίνου θερμαίνων ἔνσταζε. [η΄. Πρὸς τὰς κατὰ μικρὸν περιωδυνίας.] Ἔρια οἰσυπηρὰ περιζέσας ὄξει ἐγχυμάτιζε καὶ ἐξ αὐτοῦ τοῦ ἐρίου ἐντίθει εἰς τὸ οὖς. ἄλλο. ῥοιᾶς ἀώρου τῷ χυλῷ μετὰ μέλιτος χρῶ, ἢ σχίνου τῷ χυλῷ ἢ περδικίου βοτάνης ἢ κύπρου  ἢ βάτου. τούτων τὸν χυλὸν κατ᾿ ἰδίαν ἑκάστου ἢ καὶ μετὰ μέλιτος μίσγων καὶ ἑψῶν χρῶ. ἢ ἀρνογλώσσου ἢ θριδακίνης ἢ πολυγόνου χυλοῦ ὁμοίως χρῶ. [θ΄. Πρὸς πόνους χωρὶς ἑλκώσεως.] Θεῖον ἄπυρον ἐμφύσα διὰ συριγγίου. ἄλλο. ὄπιον ἀνιεὶς γυναικείῳ γάλακτι ἔνσταζε. [ι΄. Πρὸς δυσηκοοῦντας.] Ἀψίνθιον ἀφέψων διὰ ὕδατος κλύζε τὸ οὖς τῷ ἀφεψήματι. [ια΄. Πρὸς τοὺς ἐκ γενετῆς κωφούς.] Αἰγὸς νεωστὶ ἐσφαγμένης τὸ κέρας πλῆσον οὔρου αἰγὸς καὶ κρέμασον εἰς καπνὸν ἐπὶ ἡμέρας θ΄. καὶ χρῶ. [ιβ΄. Πρὸς τοὺς ἐκ βάθους ἤχους.] Ὄξος καὶ ῥόδινον, πήγανον, κύμινον λεάνας μετὰ μέλιτος χρῶ. [ιγ΄. Πρὸς βόμβους καὶ ἤχους ἐξαπίνης γινομένους.] Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἄλλο. βρυωνίας, μέλιτος καὶ ἐλλεβόρου λευκοῦ καὶ ῥοδίνου λεάνας ἔνσταζε. [ιδ΄. Πρὸς ἀλγοῦντα καὶ πυοῤῥοοῦντα.] Ὄξος καὶ μέλι καὶ ῥόδινον μίξας χλιάνας χρῶ. [ιε΄. Πρὸς περιωδυνίας.] Εὐθύπαστον ἐλαίῳ στέαρ ἔνσταζε, καὶ σπόγγῳ τόπον ἔπεχε· ποιεῖ καὶ πρὸς τὰ νευρώδη μισγόμενον καὶ μετὰ ἀλωπεκίου στέατος καὶ ἴου, ἴσα ἴσοις. [ιστ΄. Πρὸς ἀλγηδόνας καὶ φλεγμονάς.] Ἀσφοδέλου ῥίζαν καθάρας βάλλε εἰς ἔλαιον ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἡλίαζε ταῖς ὑπὸ κυνὸς καύμασιν ἡμέραις μ΄. καὶ χρῶ. [ιζ΄. Πρὸς τὰ ἡλκωμένα καὶ πυοῤῥοοῦντα.] Σαύρας τὰς μικρὰς λαβὼν τῆξον ἐλαίῳ καθαρῷ, καὶ οὕτως ἐγχυμάτιζε καὶ ἐὰν σκώληκας ἔχῃ, ἰᾶται. [ιη΄. Πρὸς τὰ ἐν ὠσὶ σκωλήκια παρεισδυόμενα εἰς τὰς ἀκοάς.] Κρόμμυα καὶ ὕσσωπον τρίψας οὔρῳ παλαιῷ ἐγχυμάτιζε. ἄλλο. κολοκυνθίδος τοῦ σπέρματος τῆς ἐντεριώνης, στυπτηρίας Αἰγυπτίας ἴσα, μετὰ κεδρίνου ἐλαίου λειώσας ἐγχυμάτιζε. [ιθ΄. Πρὸς τὸ ῥύπον ἐξελεῖν.] Κροκίδα βρέξας μυροβαλάνῳ ἔνθες καὶ εὑρήσεις τὴν κροκίδα πλήρη τοῦ ῥύπου. ἄλλο. νίτρον λεπτὸν ἔμβαλλε εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ πρόσθες ἔριον, ἔασον ἐννυκτερεῦσαι· τῇ δὲ ἐπιούσῃ κλύσον ὑδρελαίῳ θερμῷ. [κ΄. Πρὸς ὠταλγίαν.] Ἁλὸς ἄνθος μετὰ ῥοδίνου καὶ ὄξους ἔνσταζε. [κα΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Νίτρον μετὰ ῥοδίνου διεὶς ἐγχυμάτιζε τὸ οὖς. ἄλλο. ἐλλέβορον λευκὸν μετὰ οἴνου ἢ ὄξους ἔνσταζε σὺν στυπτηρίᾳ· καὶ χυλὸν καλαμίνθης ῥίζης συλλειοτριβήσας μετ᾿ ὄξους ἐγχυμάτιζε. [κβ΄. Πρὸς τὰ χρόνια.] Λύκιον καὶ μέλι ἴσα μίξας χρῶ. [κγ΄. Πρὸς φλεγμαίνοντα.] Σκωδειῶν κελύφη κόψας εἰς ὠμὴν λύσιν ἕως τρίτου μέρους, καὶ ἑψήσας ἐν γλυκεῖ κεκραμένῳ κατάπλασσε. [κδ΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Μυελὸν μόσχειον χυλίσας ἔνσταζε. ἄλλο. σκωρίαν σιδήρου τρίψας ἐν τῷ ὄξει δριμυτάτῳ ἔνσταζε. [κε΄. Πρὸς χοιράδας καὶ παρωτίδας.] Χοιράδας κοινῇ μὲν θεραπείᾳ τὰ τῶν σκιῤῥῶν διαφορητικὰ διαφορέουσι· ἰδίᾳ δὲ οὕτως. ἄλευρον θερμῶν πικρῶν ἑψήσας ἐν τῷ ὀξυμέλιτι κατάπλασσε. ἄλλο. βοείαν κόπρον ἢ αἰγείαν ἐν ὄξει ἑφθὴν ἐπιτίθετι. ἄλλο. ἄσβεστον μέλιτι ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ ἀναληφθεῖσαν ἐπιτίθετι. ἄλλο. ἄλευρον ἴριδος καὶ κόπρον περιστερᾶς ἑψήσας οἴνῳ κατάπλασσε. ἄλλο. λαβὼν στέατος παλαιοῦ καὶ σπέρματος ὑοσκυάμου καὶ πίσσης καὶ ἐλαίου παλαιοῦ καὶ κόπρου ἀλεκτόριδος μελίνης τὰ ἴσα συμμίξας κατάπλασσε.

[Εὐπόριστα φάρμακα πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη.] [α΄. Πρὸς ὀφθαλμίαν ἀρχομένην.] Χυλὸν ἡδυόσμου ἔνσταζε, διαλύει γάρ· ἔστι δὲ βέλτιον τὸ περιστερᾶς αἷμα. ἄλλο. μαράθρου χυλὸν ἐκπιέσας καὶ χρῶ· παλαιὸς μέν ἐστιν ἀμείνων. αὐτὸν δὲ τῷ ὕδατι μίξας χρῶ. ἄλλο. ἐκ τοῦ πηγάνου προσφάτου χυλὸν ἐκπιέσας τίθετι ἐν τῇ πυξίδι τοῦ χαλκοῦ ἐρύθρου καὶ χρῶ. ἄλλο. ἐκ κυδωνίων ἑψηθέντων καὶ ἀλφίτου καὶ οἴνου λευκοῦ κατάπλασμα ποίει. ἄλλο. φύλλα μήκωνος καὶ σιδία σὺν παιπάλῃ κριθίνῃ ἐπιτίθετι. ἄλλο. ῥόδα ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο. ἀφέψημα μελιλώτου ἔνσταζε. ἄλλο. ἐκ φύλλων κοκτόνου τετριμένων ποίει κατάπλασμα σὺν οἴνῳ καὶ ἀλεύρῳ. [β΄. Πρὸς ὄνυχα.] Ὄνυξ μὲν λέγεται ἡ ὀφθαλμοῦ νόσος, ὅταν κερατοειδὴς ποτὲ μὲν διὰ βάθος, ποτὲ δὲ ἐπιπολῆς, ὄνυχι προσεοικότος τοῦ πύου κατὰ τὸ σχῆμα, διὸ καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. πρὸς τοὺς μὲν οὖν μετρίους ὄνυχας συντέλει μελίκρατον καὶ τῆς τήλεως ὁ χυλὸς καὶ κολλούριον τὸ διὰ λιβάνου γινόμενον· πρὸς τοὺς δὲ μείζονας λαβὼν ἀλόης, σμύρνης, κρόκου ἀνὰ μέρος α΄. οἴνου μέρει γ΄. μέλιτος μέρει στ΄. λειοῦται ὁ κρόκος σὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ σμύρνα καὶ ἐπειδὰν παχυνθῇ ἐπίβαλλε τὸ μέλι καὶ ἑνώσας ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ, χρῶ  δὲ δὶς τῆς ἡμέρας· ὀφθαλμὸν γὰρ ἅμα καθαίρει, σαρκὶ ἀπουλοῖ. [γ΄. Πρὸς ὑπώπια.] Σίνηπι λεῖαν κηρωτῇ ἀναλαβὼν ἐπιτίθετι. ἄλλο. ὄστρακα τῆς σηπίας λεάνας καὶ ὄξει μίξας νυκτὸς κατάχριε· ἀφαίρει γὰρ αὐτά. ἄλλο. ῥίζαν σίκυος ἀγρίου μέλιτι συμμίξας ἐπιτίθετι. [δ΄. Πρὸς τῶν ὀφθαλμῶν πελιώματα.] Ὕσσωπον τρίψας, εἰς ῥάκος ἐνδήσας καὶ εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία καὶ πελιώματα θίγε. ἄλλο. ἄλευρον ἴριδος μίξας τῷ μέλιτι καὶ κατάπλασσε. ἄλλο. κύμινον τετριμμένον συμμίξας γάλακτι γυναικείῳ ἐπιτίθετι· ἢ ὀρίγανον ἐπιτίθετι ὁμοίως. ἄλλο. εὐζώμου σπέρμα τρίψας σὺν χολῇ βοείᾳ ἐπιτίθετι. [ε΄. Πρὸς τὰ πτερύγια.] Τὸ πτερύγιον νευρώδης ἐστὶ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχή· ἐκφυομένη μὲν ἀπὸ τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης. ὅταν δὲ ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνεται· τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει τὰ σμηκτικὰ δαπανᾷ, ὡς χαλκὸς κεκαυμένος ἢ χάλκανθος ἄμα χορείᾳ χολῇ. ἄλλο δραστικώτερον. χαλκάνθου μέρος α΄. κόμμεως Ἀραβικοῦ μέρος (S"). οἴνῳ ἐκλείων κατάχριε. τινὲς δὲ χολὴν αἰγὸς μέλιτι μίξαντες ἐγχρίουσιν. ἄλλο. λύκιον καὶ κύπρον καὶ σὺν ὕδατι ποίει τὸ κολλύριον καὶ ἐπίχριε. [στ΄. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λευκώματα.] Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς τὰ νεφέλια καλοῦσι, τὰς δὲ διὰ βάθους, λευκώματα. τούτων δὲ τὰ ῥυπτικά τε καὶ σμηκτικὰ λεγόμενά εἰσιν ἰάματα. τὰ μὲν οὖν νεφέλια τῆς ἀνεμώνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος. ἄλλο. ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης χυλὸν σὺν μέλιτι ἔγχριε· τὰ δὲ χρονιώτερα ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι λειούμενος ὡς κολλύριον. τὰ δὲ λευκώματα νίτρον μετὰ ἐλαίου παλαιοῦ λειωθὲν ἐπιμελῶς καὶ ἐγχρειόμενον καλῶς ἀποσμήχει. ἄλλο. ἐπιλαβὼν δρακουντίου χυλὸν καὶ μίξας μέλιτι ἀπέπτῳ ἐπίχριε. ἄλλο. χολῇ τραγείῳ κατάψηχε τὸν ὀφθαλμόν. ἄλλο. τῆς σηπίας τὸ ὄστρακον καυθὲν μετὰ μέλιτος καὶ λειωθὲν ἐπιτίθετι. ἄλλο. ἐκ κόπρου τῆς σαύρας ποιήσας κολλύριον σὺν ὕδατι προστίθετι. ἄλλο. χολῇ κυνὸς θαλασσίας κατάχριε, ἢ ῥαφάνου χυλῷ ἢ χολῇ τοῦ ἀλέκτορος. ἄλλο. λαβὼν χυλὸν τῆς ῥοίας καὶ ἐν τῷ κεραμίῳ τήσας καὶ τῷ ῥακέει κατακαλύψας ἡλίαζε ἕως ἔχῃ τὸ μέλιτος πάχος, καὶ τούτῳ ἴσον τοῦ μέλιτος καὶ τήρει. πεπαλαιωμένον γάρ ἐστι δραστικώτερον· καὶ ὅταν καθευσόμενος ᾖ ὁ κάμνων, ὀφθαλμοὺς κατάχριε. ἄλλο. χολὴν λέοντος μετὰ μέλιτος ἐντίθετι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα γένηται, εἰς τὸν ὀφθαλμὸν ἡ μήτηρ τοῦ παιδίου ἀμμωνιακὸν μασησαμένη, ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλμόν· ὁμοίως χριέτω ὀφθαλμὸν καταμηνίῳ τῆς τινὸς ἐκ τῇ ἰδίᾳ συγγενείᾳ· καὶ ὁμοίως τούτου μήτηρ ἐντεμνέτω μικρὸν δάκτυλον ὃν, καὶ τῷ αἵματι ῥευθέντι τὸν ὀφθαλμὸν καταβρεχέτω. [ζ΄. Πρὸς τὰ νεφέλια καὶ ἀχλύας τῶν ὀφθαλμῶν.] Ὀφθαλμοὺς χυλῷ φύλλων τοῦ δρακοντίου κατάχριε. ἄλλο. χυλὸν τοῦ κέστρου σὺν μεμιγμένῳ οἴνῳ ἔνσταζε. [η΄. Περὶ κριθῆς.] Τῷ ὕδατι ἀφεψήματος τῆς κριθῆς πυρία τοὺς ὀφθαλμοὺς, ἢ τῷ κήρῳ λευκῷ. ἄλλο. μυίας τὴν κεφαλὴν ἀπολαβὼν τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. [θ΄. Πρὸς μαδάρωσιν.] Μαδάρωσις καὶ μίλφωσις τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις. θεραπεύονται δὲ τούτοις. προσλάμβανε πυρήνων τῶν φοινίκων κεκαυμένων δραχ. γ΄. στάχυος δραχ. β΄. τρίψας χρῶ. ἄλλο. στίμμεως κεκαυμένης πεπέρεως ἀνὰ δραχ. α΄. ναρδοστάχυος δραχ. γ΄. [ι΄. Ἄλλο ποιέον πρὸς ἀπόπτωσιν τριχῶν τῶν βλεφάρων.] Λεπτοκάρυα συγκαύσας καὶ μίξας στέατι ἀρκτείῳ ἢ αἰγὸς κατάχριε. [ια΄. Ἄλλο καὶ τὸ συμφέρον πρὸς ἀλωπεκίαν τοῦ πώγωνος.] Ὑοσκυάμου δραχ. β΄. μυοκόου δραχ. α΄. πολυτρίχου δραχ. β΄. ἐλαίου ἰρίνου κυάθους δ΄. τρίψας καὶ διαμίξας ἐλαίῳ καὶ προπυριάσας ἐπίχριε. ἄλλο. ὄφεος γῆρας συγκαύσας ἐπίπασσε· γένεσιν γὰρ τῶν τριχῶν ποιεῖ. ἢ μελανθίου τρίψας καὶ ποίει ὁμοίως. [ιβ΄. Πρὸς τὴν τῶν ὀφρύων τριχίασιν.] Ὀρίγανον συγκαύσας καὶ τρίψας προεκτίλας τρίχας ἐπιτίθετι. ἄλλο. σαῦραν χλωρὰν ἐν ἐλαίῳ ἑψήσας καὶ τρίχας προεκτίλας τόπον κατάχριε. ἄλλο. χαμαιλέοντος λευκοῦ ἢ τῆς χαμελαίας ῥίζαν διαμίξας τῷ αἵματι τοῦ βατραχίου τόπον κατάχριε. [ιγ΄. Πρὸς γλαυκοφθάλμους ὥστε μέλανας ἔχειν τὰς κόρας.] Τὰς γλαυκοφθάλμους γυναῖκας ποιεῖ ὑοσκυάμου τὸ κυανοῦν ἄνθος ξηραινόμενον ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως οἴνῳ αὐστηρῷ μεμιγμένον καὶ καταχρισθέν. [ιδ΄. Πρὸς ὑποχύματα.] Θηριακὴν τὴν ἐξ ἔχεων παρασκευαζομένην τῷ μέλιτι διαμίξας ἄνευ καπνοῦ ἐπιτίθετι. συμφέρουσι καὶ οἱ ἀποφλεγματισμοὶ καὶ κάθαρσις σὺν ἱερᾷ καὶ πυρία σὺν ἀφεψήματι τοῦ μαράθρου καὶ σαγαπηνοῦ καὶ ἑλλέβορος λευκὸς σὺν μέλιτι παρατεθειμένος, ἢ τὸ μέλι σὺν χυλῷ τοῦ μαράθρου. [ιε΄. Πρὸς τοὺς αἰγίλωπας.] Ὁ μὲν αἰγίλωψ ἀπόστημά ἐστι σμικρὸν μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς ῥινὸς, καὶ εἰ ἀμεληθείη συριγγούμενον ἕως ὀστέου, πρινὴ δὲ  εἰς ἕλκος ἐκραγῇ τὸ ἀπόστημα, ἀνχίλωψ καλῶ. ποιεῖ καὶ γλαύκιον καὶ κρόκος ἅμα χυλῷ περδικιάδος ἐπιτιθέμενα· συνεχῶς δὲ ἀλλάσσειν χρή. ἄλλο. κοχλίους μετὰ τῶν ὀστράκων λειώσας ἐπίθες· ἔνιοι δὲ μιγνῦσι καὶ ἀλόην ἢ σμύρνην. ἄλλο. χολὴν χοιρίαν ξηράνας ἐπίθες. ἄλλο. ἐκ περδικιάδος τὸ κατάπλασμα ποίει. ἄλλο. ἐξ αἰγίλωπος βοτανίου κατάπλασμα ἐπίθες. ἄλλο. ἀνδράχνην ἀγρίαν καὶ λίβανον ἐπίθες. ταῦτα δὲ προμασσάου προμασσήση νῆστις. ἄλλο. κράνιον ἀνθρώπινον τρίψας ἐπιτίθετι. [ισ΄. Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγου καῦσον καὶ τῷ ἀποῤῥέοντι ἰχῶρι ὀφθαλμὸν ἔγχριε. ὠφελεῖ γὰρ ὁ δωδεκάκις καταχρισθείς. [ιζ΄. Πρὸς τοὺς ἐν βλεφάροις φθεῖρας.] Θαλάσσῳ τῷ ὕδατι χλιαρῷ πυρία.

[Πρὸς τὰ μυκτήρων πάθη εὐπόριστα.] [α΄. Πρὸς πολύποδας καὶ ὀζαίνας.] Χάλκανθον τρίψας σὺν ὄξει ἐπίθες· ἢ χάλκανθον ἀναλαμβανομένην μέλιτι ἑφθῷ ἐπίθες. ἄλλο. σιδίων δραχ. ιστ΄. χολῆς ταύρου, ἀμώμου, σμύρνης, καλαμίνθης, πρασίου, ἀνὰ δραχ. η΄. κρόκου δραχ. β΄. ἐλλεβόρου λευκοῦ δραχ. β΄. χρῶ ξηρῷ. [β΄. Πρὸς δυσωδίαν μυκτήρων.] Ἀμώμου, σμύρνης, κασίας, ῥόδων ξηρῶν ἑκάστου τὸ ἴσον μέρος κόψας καὶ μετὰ νάρδου μύρου ἀνέσας κατάχριε· συμφέρει δὲ καὶ κατάχρισις σὺν ἡδυχρόῳ μαλάγματι. [γ΄. Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] Λιθαργύρου δραχ. δ΄. πηγάνου νεαροῦ δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ἐλαίῳ μυρσυνίνῳ καὶ ὄξει διάκλυζε. ἄλλο. ψιμυθίου δραχ. α΄. λιθαργύρου δραχ. γ΄. σκωρίας μολίβδου ἢ μολίβδου κεκαυμένου δραχ. γ΄. πάντα δὲ πεπλυμένα καὶ ἀναλαμβανέσθω ἐλαίῳ μυρσυνίνῳ. [δ΄. Πρὸς τὸ ἐφέλκειν αἷμα ἀπὸ μυκτήρων.] Ἀγρώστεως ἄνθος ἐντίθετι. ἄλλο. ἐρυθρόδανον τρίψας σὺν ἐλαίῳ ἀναλαβὼν τὰς μυκτῆρας κατάχριε. [ε΄. Πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Κέλυφος ὠοῦ συγκαύσας καὶ λαβὼν μέρος α΄. καὶ κηκίδος μέρος ἥμισυ καὶ ἐμφύσα. ἄλλο. λύκιον ἐπίθες. ἄλλο. ὀνείαν κόπρον καύσας ἐμφύσα τὴν σποδόν· ἢ χυλὸν ἐκπιέσας ἔνσταζε. ἄλλο. λίθον μυλίτην πυρώσας σβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶ τὴν ἀτμίδα, καὶ στήσεται. ἄλλο. λίβανον καὶ τὴν ἀλόην ὠοῦ τῷ λευκῷ ἀναλαβὼν καὶ ποίει τὸν μοτὸν καὶ ἐπιτίθετι, προστίσας τὰς τοῦ λαγόου τρίχας. ἄλλο. σικύαν εὐμεγέθη πρόσβαλλε τῷ ὑποχονδρίῳ κατ᾿ ἴξιν τῆς ῥινὸς πασχούσης· χρηστέον δὲ τοῖς στύφουσί τε καὶ τοῖς τὴν αἱμοῤῥαγίας ὁρμὴν κωλύουσι. [στ΄. Πρὸς μυκτῆρας ἡλκωμένους καὶ πολύποδας καὶ ὀζαίνας.] Ἀφρονίτρῳ παράπτου διαστέλλων τοὺς μυκτῆρας· καὶ πρὸς εὐωδίαν λευκοίου ἄνθους μήπω ἐκπεπτωκότος τοῦ βλαστοῦ ἐπιμύων, τρίβων τε μεθ᾿ ὕδατος, πάχος ποιῶν μέλιτος ἀφάπτου τῶν ἡλκωμένων. ἄλλο. ἴον ἑφθὸν μετὰ μέλιτος παράπτου. [ζ΄. Πρὸς τὰς ἐνδοτέρω φλεγμονάς.] Στέαρ χήνειον χυλῷ πράσου καὶ στρύχνου διεὶς ἴσον διάχριε τῆς ἡμέρας. [η΄. Πρὸς τὰ ἐν μυκτῆρσι ἕλκη σκληρώδη.] Μόλιβδον λεάνας ἐπίχεε οἶνον ἀπαράχυτον καὶ μυρσινελαίου τὸ ἀρκοῦν, ἵνα ἔχῃ μέλιτος πάχος. ἄλλο. λεπίδα ἑψήσας μετὰ μέλιτος χρῶ. [θ΄. Αἷμα ἀπὸ μυκτήρων ἀποσπᾶσαι.] Ἡδύοσμον ἀναλαβὼν μέλιτι καὶ κολλύρια ποιήσας θὲς εἰς τοὺς μυκτῆρας. [ι΄. Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμοῤῥαγοῦντας.] πήγανον τρίψας ἀναλάμβανε ἐλαίῳ καὶ εἰς τοὺς μυκτῆρας ἐπιτίθει. ἄλλο. κόμμι καὶ λιβανωτὸν λεάνας καὶ δεύσας ἐν ὄξει τίθει. ἄλλο. σποδὸν κυπρίαν μετὰ πράσου χυλοῦ δεύσας χρῶ. ἄλλο. σπόγγον κεκαυμένον μετὰ πίσσης ξηρῷ χρῶ. ἄλλο. ὀξυσχοίνου ἄνθος ἐντίθει τοῖς μυκτῆρσιν. [ια΄. Πρὸς τὰς ἀκαταχέτους αἱμοῤῥαγίας καὶ μάλιστα ὅταν χρονίως πυρέξαντες αἱμοῤῥαγῶσιν.] Πυρίον ἐντίθει ὁτὲ μὲν ξηρὸν, ὁτὲ δὲ κολλύριον ποιῶν ἰσομέγεθος τοῖς μυκτῆρσι καὶ οὕτως ἐπιτίθει· κατάπλασσε τούτοις καὶ τοὺς μυκτῆρας καὶ τὰς παρειὰς καὶ τὸ μέτωπον. ἄλλο. διφρυγὲς καύσας καὶ λειοτριβήσας μετὰ ὄξους κατάπλασσε. ἄλλο. ἔριον βρέξας εἰς τὸ λευκὸν τοῦ ὠοῦ ἐντίθει. ἄλλο. πολυγόνου χυλῷ βρέχων ἔριον ἐπιτίθει· ἢ στρύχνου χυλῷ. ἄλλο. πήγανον τρίψας λεῖον μετ᾿ ὄξους κατάπλασσε καὶ ἐπιθυμία· δεῖ δὲ χρῆσθαι τοῖς δυναμένοις ἐπιστύφειν καὶ ἐπουλεῖν τὴν φορὰν τοῦ αἵματος, τοιούτοις οὖσιν, οἷον κώνιον ὑποθυμία τοῖς μυκτῆρσι καὶ τὴν ἀποφορὰν ἕλκε· προσπιέζειν δὲ καὶ τοῖς δακτύλοις τοὺς μυκτῆρας. μύε δὲ τὰς ἀκοὰς κηρωτῇ ἢ ἄλλῳ τινὶ ἐπιμελῶς. ἢ καὶ τὴν ἀκροποσθίαν ἐπιδεσμεῖν παπυρίῳ, ἐπὶ δὲ γυναικῶν θηλὴν τοῦ μαζοῦ ὁμοίως. χρῆσθαι δὲ καὶ τοῖς ψύχειν δυναμένοις κατὰ τοῦ μετώπου καὶ τῆς κεφαλῆς. εὔθετον δὲ σικύαν τῇ κεφαλῇ προσάγειν ἢ καὶ τὴν ἐν μετώπῳ φλέβα λύειν. ποιοῦσι δὲ καὶ οἱ πταρμοὶ πολλάκις στῆναι· ἢ βούγλωσσον τὴν βοτάνην ὁμοίως ἢ ὀνίδα δεύσας ἐν ὄξει προστίθει τοῖς μυκτῆρσιν. [ιβ΄. Πρὸς τοὺς ῥέγχοντας.] Ἄνηθον ὑποτίθει ὑπὸ τὴν κεφαλὴν μὴ γινώσκοντος, ποιεῖ δὲ τοῦτο καὶ πρὸς τοὺς ἐκ σκιμπόδων ἐξαλλομένους. [ιγ΄. Πρὸς στίγμα καὶ αἶραν χωρὶς οὐλῆς καὶ ἕλκους.]  Ἀποσμήξας τὸν τόπον νίτρῳ ῥητίνῃ | τερεβινθίνῃ κατάπλασσε καὶ ἔασον ἡμέρας ε΄. καὶ οὕτως λύσας κατακέντησον τὰ στίγματα γραφείῳ, ἔπειτα λιβάνῳ χρῶ μετὰ νίτρου καὶ μετὰ μέλιτος ἴσον ἑκάστου κατάπλασσε, ὡς πάχος κηρωτῆς ὑγρᾶς, λῦε δὲ καὶ κατάντλει. ἄλλο. ἑλλέβορον λεῖον μετ᾿ ἄρτου κατάπλασσε ἢ ὀξύγαλα καθ᾿ ἑαυτὸ κατάπλασσε. ἄλλο. συκῆς φλοιὸν λεῖον κατάπλασσε. ἄλλο. σταφίδα ἀγρίαν κατάπλασσε.

[α΄. Πρὸς ἀλφοὺς καὶ ἔφηλιν καὶ φακοὺς καὶ τὰ τοιαῦτα προσώπου πάθη.] Σικύου ἀγρίου ῥίζης χυλοῦ κεκομμένου καὶ σεσησμένου σμῆχε τὸ πρόσωπον. ἄλλο. ἀλκυόνιον μετὰ οἴνου τρίψας κατάπλασσε. ἄλλο. ἀγρίαν ἄμπελον κόψας μετὰ οἴνου Αἰγυπτίου κατάχριε λειοτριβήσας. ἄλλο. εὐζώμου ἀγρίου ῥίζαν τρίψας καὶ ἀναλαβὼν χολῇ προβατείᾳ κατάχριε τὸ πρόσωπον νίτρῳ. ἄλλο. ἐλατήριον λειοτριβήσας μετὰ ὄξους καὶ ποιήσας μέλιτος πάχος, κατάχριε, μετὰ κηρωτῆς μίξας. ἄλλο. κιννάβαρι μετὰ μέλιτος χρῖε τὸ πρόσωπον. ἄλλο. κάγχρυος σπέρμα λειώσας αὐτοὺς τοὺς φακοὺς κατάχριε καὶ ὅταν ξηρανθῇ, ἔκκλυζε. ἄλλο. σικύου ἀγρίου τὴν ῥίζαν καὶ συκῆς τοὺς ἀκρέμονας ἕψει ἐν ὄξει καὶ λείοις κατάπλασσε. ἄλλο. κοτυληδόνος ῥίζας λειώσας μετὰ μέλιτος κατάχριε τὸ πρόσωπον. ἄλλο. ἐρυθρόδανον ποιεῖ πρὸς ἔφηλιν καὶ ἀλφοὺς ἤγουν κόψας μετὰ ἐλαίου κατάχριε. ἄλλο. ζόγχον πικρὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. ἀνήθου σπέρμα τρίψας μετὰ οἴνου παλαιοῦ καὶ ποιῶν μέλιτος πάχος ἐπίχριε τὸ πρόσωπον καὶ ἐννυκτέρευε· πρωῒ δι᾿ ἑτέρων μεμασημένου δὲ αὐτοῦ πρὸς ἔφηλιν καὶ φακούς. ἄλλο. τῷ λευκῷ ἴῳ μετὰ ὕδατος κατάχριε. ἄλλο. ἀφρόνιτρον λειώσας μετὰ κηρωτῆς ἐσκευασμένης διὰ κηροῦ Τυῤῥηνικοῦ κατάχριε τὸ πρόσωπον. [β΄. Πρὸς ἀλφοὺς καὶ χρῶμα λευκόν.] Ἀλκυόνιον καύσας μῖξον μέλιτι καὶ κατάχριε καὶ ἀλεύρῳ μίξας ὀροβίνῳ καὶ σιτίνῳ σμηχέσθω θερμῷ ὡς τὰ μάλιστα. ἄλλο. ἀμύγδαλα πικρὰ λελεπισμένα ὄξει δριμεῖ ἀναλαβὼν κατάπλασσε. ἄλλο. ὠκίμου σπέρμα τρίψας μετ᾿ ὀρνιθείου στέατος ἢ χηνείου κατάχριε. ἄλλο. τῆλιν μετ᾿ ὄξους λείαν κατάχριε, ἀφίστησι λεπίδας. [γ΄. Πρὸς ἔφηλιν καὶ φακούς.] Σμύρναν καὶ κρόκον μεθ᾿ ὕδατος λεάνας κατάχριε. ἄλλο. πορφύρας ἢ κήρυκας λαβὼν εἰς πολταρίδιον δὸς εἰς κάμινον ὀπτηθῆναι καὶ λειάνας μετὰ μέλιτος χρῶ. [δ΄. Ποιοῦν λευκὸν καὶ τεταμένον τὸ πρόσωπον.] Σικύου ἀγρίου τὰς ῥίζας τεμὼν ψῦξον καὶ ἑψήσας δι᾿ ὕδατος τρῖψον λεῖον κατάπλασσε. [ε΄. Στίλβον ποιοῦν τὸ πρόσωπον.] Ὀρόβους οἴνῳ εὐώδει λειώσας κατάπλασσε. ἄλλο. σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε τὸ ὑγρὸν καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκὸν, ποιῶν μέλιτος πάχος, καὶ τούτῳ χρίων τὸ πρόσωπον ἐλαίῳ διάτριβε. ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος ψυχρῷ πρόσκλυζε πολλῷ, ὥστε εὔχρουν ποιεῖν εἰς μίαν ἡμέραν. φῦκος ἑψήσας ἔμβαλλε στυπτηρίαν ὀλίγην, εἶτα κονίαν προσμίξας, τρίψας χρῶ, πολλῷ χριόμενος ἐλαίῳ, ὥστε εὔχρουν τὸ πρόσωπον καὶ τὸ χρῶμα ποιῆσαι ἡδὺ ὄζον. πελεκήματι κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ ζέσας ἄλειφε ὅλον τὸ σῶμα. ἄλλο. λιβανωτὸν καὶ παιδέρωτα ἴσα μίξας μετὰ μέλιτος τρίψας χρῖε τὸ πρόσωπον καὶ ἔα δι᾿ ὅλης ἡμέρας, εἶτα ἀπόκλυζε. ἄλλο. λίνου μίξας τρύγα σύγχριε εἰς τὸν ἥλιον, μέλλων πορεύεσθαι προεκνιτρώσας τὸ σῶμα. [στ΄. Πρὸς τὸ μὴ ὑπὸ ἡλίου ὑποκαίεσθαι, ἀλλὰ καὶ τὴν ἐκκαυθεῖσαν ὄψιν ἰάσασθαι.] Βολβὸν λευκὸν λεῖον μετὰ μέλιτος κατάχριε. ἐὰν οἰδῇ τὸ πρόσωπον χωρὶς φλεγμονῆς, γῆν μέλαιναν τρίψας δι᾿ ὕδατος κατάχριε. ἄλλο. ἀλκυόνιον μετὰ νάρδου Κελτικῆς λείοις ἅμα. [ζ΄. Πρὸς φύγεθλον καὶ φακούς.] Δρακοντίου ῥίζαν σὺν μέλιτι κατάπλασσε. ἢ μελάνθιον σὺν ὄξει· ἢ πενταφύλλου σπέρμα. [η΄. Πρὸς ποιεῖν τὸ πρόσωπον ἐρυθραῖον.] Ἐρυθρόδανον τρίψας καὶ διαμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βυλβὸν πικρὸν τρίψας καὶ μίξας ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν κρόκου, ἐρεβίνθου, λιβάνου, σμύρνης, ἐρυθροδάνου ῥίζης ἀνὰ δραχ. β΄. ἀναλάμβανε στέατι μοσχίῳ καὶ μαστιχίνῳ ἐλαίῳ, εἶτα ἐπίχριε· καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ.

[Πρὸς τὰ κατὰ στόμα πάθη καὶ πρῶτον πρὸς τὰ χείλη κατεῤῥωγότα.] Κηκίδα ὀμφακίνην λείαν ἀναλάμβανε καὶ ῥητίνην τερεβινθίνην σὺν ὑσσώπῳ καὶ μέλιτι καὶ ἐπίχριε. [β΄. Πρὸς τὰς βαθυτέρας ἐπιῤῥήξεις.] Ἐνάλειφε αἰγείῳ τεθεραπευμένῳ λίπει. ἄλλο. στέαρ χήνειον, μετὰ μέλιτος τερεβινθίνης ἴσα, ῥόδων ἄνθους, ὑσσώπου ξηροῦ, μαστίχης γένηται ἔνχρισις. [γ΄. Πρὸς τὸ εὐωδεῖν τὸ στόμα.] Ἶριν ἀποβρέξας οἴνῳ παλαιῷ εὐώδει διακλύζου συνεχῶς, κατέχων ὀλίγον ἐν τῷ στόματι χρόνον. ἄλλο. ἕρπυλλον ἀποβρέχων οἴνῳ διακλύζου ἐπ᾿ ὀλίγον. [δ΄. Πρὸς δυσφόρους ὀσμὰς χωρὶς ἑλκῶν γινομένας.] Τινὲς ἀκράτῳ διακλύζονται μετὰ σμύρνης· καὶ τοῦ σχοίνου δὲ ἄνθος λεάναντες παρατρίβουσι τὰ αὐτὰ καὶ κιμωλίαν  ποιήσαντες μεθ᾿ ἁλὸς παρατρίβουσιν, ὁμοίως καὶ μαρμάρῳ ὀπτῷ μετ᾿ ἀνίσου. ὁμοίως δὲ καὶ κριθὰς μετὰ ἁλὸς καὶ μέλιτος. τινὲς δὲ καὶ ὀθόνιον καίουσι καὶ οἴνῳ ἐμβάλλουσι καὶ οὕτω λείῳ χρῶνται καὶ κισσήρει καὶ νάρδῳ καὶ σμύρνῃ μετὰ μέλιτος. καὶ σεμίδαλιν καὶ ἶριν μέλιτι μίξαντες καίουσι καὶ τούτῳ χρῶνται. καὶ τῶν ὀστρέων τῇ πορφύρᾳ καὶ κήρυκι καὶ σμύρνῃ καὶ ὅταν πρὸς κοίτην ἀπέρχωνται, ὄξει δριμεῖ διακλύζονται. διαμασῶνται δέ τινες καὶ τὰ τῆς πίτυος φύλλα, ὅταν ἐκπορεύωνται. καὶ ὕδατι διακλύζονται. τινὲς δὲ καὶ ἄνισον διαμασῶνται ἢ γλυκύῤῥιζον ἢ ἶριν ἤ τι τοιοῦτον ἐκπορευόμενοι. [ε΄. Πρὸς τὰ ἐν τῷ στόματι ἕλκη καὶ σηπεδόνας.] Μελαντηρία κεκομμένη ὠφελεῖ. ποιεῖ πρὸς ταῦτα καὶ τὸ ὀμφάκινον κατ᾿ ἰδίαν καὶ μετὰ μέλιτος πινόμενον. ποιεῖ δὲ καὶ ἡ γλαύκουρις. θλασθεῖσα μετὰ μέλιτος καὶ ὕδατος ἴσου διδομένου τοῦ χυλοῦ ἀναγαργαριζέσθω. [στ΄. Πρὸς αἱμοῤῥαγίαν ἐκ τοῦ στόματος.] Συγκλύζηται τὸ στόμα ἀφεψήματι τῶν ῥόδων ἐν ὀξυκράτῳ, ὅταν καταψυχθῇ καὶ καταπίνηται. ἄλλο. γαργαριζέτω ὁ πάσχων καὶ συγκλυζέτω τὸ στόμα ἑψήματι τῶν ῥόδων ψυχρῷ, ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδωνίων ἢ ῥόδων ἢ γιγάρτων ἢ ῥοιᾶς. ἄλλο. σπέρμα ῥόδου σὺν μαστίχῃ δίδου σὺν οἴνῳ στυπτικῷ πίνειν ἢ σὺν οἴνῳ ἑψήματος τῆς βάτου ἢ ῥόδων. [ζ΄. Πρὸς τὰ τοῦ στόματος ἕλκη.] Κηκίδα ἐν τῷ οἴνῳ ἑψήσας σύγκλυζε τὸ στόμα, ἔπειτα προστίθετι κηκίδα τετριμμένην τὴν σὺν μέλιτι διαμεμιγμένην ἢ τὸ ῥόδων ἄνθος· σύγκλυζε καὶ στόμα ἑψήματι τῶν τῆς ἐλαίας φύλλων.

[α΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας καὶ τὰ πάθη αὐτῶν.] Χρῶνται δὲ καὶ ὀδοντοτρίμμασι τοιούτοις τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ ὀδόντας λευκαίνουσι καὶ στεροῦσι, γῆν ἐρετριάδα καύσαντες καὶ λειώσαντες χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς. ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος κεφαλὴν καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ σηπίας ὀστράκοις λείοις χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας καὶ λειώσας χρῶ. τοῦτο καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶται καὶ μετὰ ῥοδίνου χριόμενον κεφαλαλγίας παύει. ἄλλο. γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ αὐτὰ λείοις χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ. ἄλλο. κριθὰς ὀπτήσας μεθ᾿ ἁλὸς λείοις χρῶ. [β΄. Διάκλυσμα πρὸς ἕλκη καὶ ὀδόντας σειομένους καὶ ἀστατοῦντας.] Ἀλυκακάβου ῥίζαν καθεψήσας μετὰ σιδίων λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ περιστερεῶνος βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον ἢ πολίου ῥίζαν λειώσας κατάχριε. [γ΄. Πρὸς κινουμένους ὀδόντας.] Ὄνου χηλήνιον καύσας τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν κυκλίσκια ἀπόθου καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου διακλύζεσθαι, παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο. χαμαιλέων μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας παύει παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμοτέρως καὶ ἄπονος ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ σμύρναν μετ᾿ οἴνου λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥίζαν ἑψήσας μετ᾿ ὄξους ἢ οἴνου ἢ ὀξυκράτου δίδου διακλύζεσθαι. ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου διακλύζεσθαι, καὶ ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα διὰ οἴνου καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόντες, κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο. μύλη ἐὰν ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου καὶ ἄπονος ἔσται. δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς ὀδόντας, περδικίου τῆς βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ βαλανεῖον, καὶ διακρατείτω τὴν μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα διαμασηθεῖσα αὐθήμερον τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος ῥίζα διαμασηθεῖσα παύει τὸν πόνον. [δ΄. Ὑποθυμίαμα τοῖς ἀλγοῦσιν ὀδοῦσιν.] Ἀλκυόνιον ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται. ἄλλο. ὑοσκυάμου σπέρμα ὑποθυμιασθὲν ἄπονον ποιεῖ. [ε΄. Πρὸς εὐωδίαν ὀδόντων.] Κιμωλίαν μεθ᾿ ἁλὸς διάτριβε, χρίσας τοὺς ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα γὰρ τῷ καίεσθαι στερεοῦται. [στ΄. Πρὸς βεβρωμένους ὀδόντας.] Πρὸς τοὺς δὲ βεβρωμένους ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον χαλκάνθῳ ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς σησαμοειδῆ μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ παραχρῆμα ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ ταύρου ἡσύχως πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα ἅμα τῇ θίξει ἄπονον ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ βεβρωμένῃ μύλῃ ποιεῖ καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει δὲ καὶ πάντα τρόπον ἐπιχριομένη. [ζ΄. Πρὸς κινουμένους ὀδόντας.] Τὸ τῆς χελώνης αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο. ἀλκυόνιον Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν κίνησιν.  [η΄. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας.] Κοράλλιον ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον. [θ΄. Πρὸς αἱμωδίαν.] Ἄῤῥωστος διαμασαέσθω| τὴν ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει παρατριβέσθω ἢ ἀμόργῃ ἐν χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ γὰρ παλαιωθεῖσα διαχριομένη πάνυ ποιεῖ. [ι΄. Χωρὶς σιδήρου ἀπόνως ἆραι ὀδόντας.] Περιπλάσας ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα περίχυσον αὐτὸν σαύρας αἵματι, καὶ ἐκπεσεῖται. [ια΄. Ὥστε αὐτόματον ἐκεπεσεῖν.] Πύρεθρον ἐν ὄξει φυράσας καὶ ταριχεύσας ἐπὶ ἡμέρας λ΄. ἐν τούτῳ περίπλασσε τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν τὴν βοτάνην ἐν ὄξει τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα κάμπαις ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ δὲ τοὺς κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ. ἄλλο. σανδαράχην ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηρανθῆναι καὶ χρῶ ξηρῷ αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ κολοκυνθίδος ἀγρίας ἐντίθει ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου ῥίζαν ξηράνας ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ μετ᾿ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ τῆς Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος ὀδόντος. ἄλλο. σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ κόψας ἀπόθου. ὅταν περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ μετ᾿ ὀλίγον ἕλκε καὶ ἀκολουθήσει. ἄλλο. κόκκους κνίδης μίξας μετὰ χαλβάνης περίπλασσε τῷ πάσχοντι, καὶ παραχρῆμα πεσεῖται. [ιβ΄. Ἀπόνως ἆραι ὀδόντας.] Ἡ τῆς ξανθοῦ βοτάνης ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα αἴρει τοῖς δακτύλοις. [ιγ΄. Ὥστε τοῖς δακτύλοις αἴρειν.] Κολοκυνθίδας ἀγρίας κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν μέλιτος, καὶ ἀπόβαπτε εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον περιχάρασσε· καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ᾿ ὀλίγον. εἶτα ἐπιλαμβανόμενος τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολουθεῖ. ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω κισσοῦ φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται. [ιδ΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας.] Τὸ νίτρον, σηπίας ὄστρακον καὶ φοινίκων ὀστοῦν τρίψας χρῶ. ἄλλο καλόν. κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ, σηπίας ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ. [ιε΄. Πρὸς ὀδονταλγίαν.] Σκινελαίῳ μὴ παλαιῷ ὀδόντας σύγκλυζε. ἄλλο. συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγάνου φύλλοις ἐν ὀξυμέλιτι ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει πύρεθρον καὶ ὕσσωπον. χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν.

[Πρὸς τὰ τῶν οὔλων πάθη.] [α΄. Πρὸς διαβεβρωμένα οὔλη.] Ῥόδων ἄνθους δραχ. η΄. κηκίδων δραχ. δ΄. σμύρνης δραχ. β΄. καὶ μίξας πρόσθες. ἄλλο. γάλακτι ὀνίῳ τὰ οὔλη διάκλυζε. ἄλλο. ἐλαίας φύλλων ἀφεψήματι στόμα διάκλυζε. ἄλλο. ὄξει σκιλλιτικῷ οὔλη ἔκκλυζε. ἄλλο. ἰὸν σιδήρου καὶ βαλαύστια ξηρὰ προσθές. [β΄. Πρὸς τὰ οὔλη οἰδοῦντα καὶ ἐκσαρκοῦντα.] Ὠφελεῖ ἀνδράχνης χυλὸς διαβρατούμενος ἢ ἅλμη κολυμβάδων ἐλαιῶν, ἢ ἔλαιον θερμὸν ὠμοτριβὲς, ἢ σχίνινον, ἢ ἀμόργη. ξηρὰ δὲ προσαπτόμενα συμφέρουσι, ἰὸς σιδήρου ἢ χαλκοῦ, ἀριστολοχίας ῥίζα, ἀρνογλώσσου σπέρμα, διφρυγὲς, χάλκανθος ὀπτὴ, κύτινοι. [γ΄. Πρὸς παρουλίδας.] Ἀφεψήματι φύλλων ἐλαίας διάκλυζε καὶ προσθὲς κηκίδα. ἄλλο. ἕψε ἐν ἑψήματι φύλλα ἐλαίας καὶ κηκίδα. [δ΄. Πρὸς οὖλα ἀπομελανθέντα καὶ σαπρά.] Ποιεῖ τρίψις ἐξ οἴνου τρυγὸς κεκαυμένης· ῥύπτει γὰρ, καθαρίζει καὶ ἀπολευκαίνει. [ε΄. Πρὸς αἱμασσόμενα οὖλα.] Ποιεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις ἐκ τῆς κεφαλικῆς καὶ ὁ τῶν οὔλων σχασμός· ποιεῖ καὶ ὑοσκυάμου φύλλων χυλὸς ἢ τὸ αὐτοῦ ἀφέψημα σὺν ἑψήματι ἢ στάγματι θερμὸν διακρατούμενον ἐν τῷ στόματι. ἄλλο. σχίνου ἀκρεμόνας καὶ τὰ βαλαύστια ἑψήσας ἐν ὀξυκράτῳ σύγκλυζε. ἄλλο. ῥίζαν βάτου ἑψήσας ἐν οἴνῳ τὸ στόμα σύγκλυζε· ἢ ῥοῦν καὶ κηκίδα ἐν οἴνῳ ἑψήσας ὁμοίως χρῶ.

[Πρὸς κιονίδας.] Κηκίδα λείαν καθ᾿ αὑτὴν προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿ ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην ἐπ᾿ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο. βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς. [Καυστικὸν κιονίδος.] Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν  ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς. [Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευαζέσθω γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου, ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα, σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας τρίψας σὺν μέλιτι κατάπλασσε.

[Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγχας.] Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ· τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ καθ᾿ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις δι᾿ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον, δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ. [Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβάδων ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας, παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον καὶ τῷ χυλῷ χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει καὶ λύει τὴν φλεγμονήν. [Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βοτάνην ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ. καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρσίνης ἐξ ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος ἴσον μίσγων διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλλει, ἀλλὰ καὶ τὰς ἀντιάδας τήκει θαυμαστῶς. ἢ δέλφακος αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ τραχήλου τρίς. ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦσον καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διάχριε· ἀπαράβατόν ἐστιν.

[Πρὸς τὰ τοῦ βρόγχου καὶ φάρυγγος πάθη.] [α΄. Πρὸς παρεκκοπὰς καὶ ἐλαττώσεις τῆς φωνῆς.] Βολβοὺς δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς. ὠφελεῖ δὲ καὶ τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαριζόμενον μετὰ λιβάνου καὶ σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβανόμενον κοχλιάρια β΄. ἢ γ΄. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ κ΄. σπέρματος λίνου κεκαυμένου δραχ. δ΄. τραγακάνθης τῆς ἐν ὕδατι βεβρεγμένης δραχ. β΄. στροβίλους λ΄. τῷ μέλιτι ἀναλαβὼν χρῶ. ἄλλο. τοῦ γλήχωνος δραχ. δ΄. σπέρματος λίνου, πεπέρεως, καλαμίνθης ἀνὰ δραχ. β΄. πετροσελίνου δραχ. α΄. μέλιτος λίτρ. α΄. [β΄. Πρὸς τοὺς ἤδη πνιγομένους.] Ἀνθρωπείαν κόπρον εἰς ῥάκος ἐνδήσας καὶ καύσας δίδου πιεῖν· τοῦτο τοῖς ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ κόπρος αἰγεία σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς συναγγικῆς ἅκρως. ἢ πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ καὶ κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιάζει· δεῖ δὲ συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης. [γ΄. Πρὸς τὰς τῶν παίδων ἐσχάρας.] Τὰς ἐν τῷ φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου ἀριστολοχίαν ἐν οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει. [δ΄. Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου ἐκβαλεῖν.] Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας κατεχέτω ἕως ἐκβάλῃ τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ καταπίνει καὶ πνίγεται, ἐκ τοῦ αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον  ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται γὰρ τὸ καταποθὲν καὶ πνῖγον. [ε΄. Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.] Ἀναγαργαριζέσθω θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ἢ ὀποῦ Κυρηναϊκοῦ τὸ μέγεθος ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν θερμόν. ἢ χυλὸν ἀναγαλλίδος πότιζε ἢ ὄξος μετὰ θύμου δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ ὕδατι.

[Πρὸς τὰ τοῦ θώρακός τε καὶ πνευμονῶν πάθη καὶ πρῶτον πρὸς κατάῤῥους.] Τυρὸς παλαιὸς λαμβανόμενος ὠφελεῖ, ἀναξηραίνει γὰρ αὐτούς. ἐν ἐλαίῳ παλαιῷ διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ σμύρνῃ τετριμμένῃ μετ᾿ οἴνου καὶ μέλιτος καὶ ἐλαίου. [Πρὸς βῆχας.] Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ λαμβανόμενα ὠφελεῖ. ἄλλο. ῥητίνην τερεβινθίνην σὺν μέλιτι ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν. [Ἄλλο παιδίοις μᾶλλον ἁρμόζον.] Πητυὰν καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο. λυκοῦργον τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο. σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιόρυξον αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον τὸν τόπον καὶ ὀπτήσας δὸς φαγεῖν. [Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας.] Ὑσσώπου δεσμίδιον μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας λ΄. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο. πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν τόπον. ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο. σίνηπι κόψας καὶ λειοτριβήσας δίδου κοχλιάριον α΄. μετὰ οἴνου κυάθων β΄. πίνειν ἑξῆς ἐπὶ ἡμέρας γ΄. [Πρὸς τὰς νυκτερινὰς βῆχας.] Ἡδύοσμον τρίψας βάλε εἰς ὄξος καὶ δίδου ῥοφεῖν. [Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα.] Στύρακος, μαστίχης, πεπέρεως, πετροσελίνου ἀνὰ δραχ. α΄. σανδαράχης δραχ. στ΄. ἀκρόδρυον τῆς δάφνης α΄. τοῖς ἄνθραξιν ἐναπτομένοις ἐπιθὲς καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων. [Πρὸς ἀσθματικούς.] Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ μελικράτῳ πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς καταξυόμενος εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδαμον λευκὸν κόψας καὶ μίξας μέλιτι δὸς ἐκλείχειν. [Πρὸς δυσπνοοῦντας.] Λαβὼν προβάτων τὰς κατὰ τὸν δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς πιεῖν. ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δ΄. [Πρὸς ὀρθοπνοϊκούς.] Στρούθιον ἐν ὕδατι θερμῷ δὸς πιεῖν. ἄλλο. ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν ἢ βολβὸν ἢ ἀβρότονον, ὡς χόνδρον δίδου μεθ᾿ ὑδρομέλιτος ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν ὑδρομέλιτι, ἢ στοιχάδα τὴν βοτάνην, ἢ καστόριον μετὰ γλυκέος πινόμενον, ἢ σκίλλης τὸ ἐντὸς μετὰ ὀξυμέλιτος. [Πρὸς αἱμοπτοϊκούς.] Συμφύτου ῥίζαν δὸς φαγεῖν ὅσον δύναται καὶ τῇ αὐτῇ ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο. Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ πολυγόνου χυλοῦ, ὁτὲ δὲ καθ᾿ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος πρὸς αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν οἴνῳ κυάθων γ΄. ποιεῖ δ᾿ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλιστα ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης ὑπὸ τὴν γλῶσσαν κατεχόμενος. [Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον αἱμοῤῥαγοῦντας.] Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπιχέας πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας ὕδατι ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στ΄. τοῦτο καὶ στύφει τὸν αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ βρωθὲν ἐκκρίνει καὶ ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν. [Πρὸς πᾶσαν αἱμοῤῥαγίαν.] Συμφύτῳ μετ᾿ ὄξους κατάπλασσε τὸ πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ ἀπὸ θώρακος τὸ στέρνον· ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε. [Πρὸς ἀναφορικοὺς καὶ φθισικούς.] Κόμμεως τὸ μέλαν καθεψήσας διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν κατέχειν καὶ καταπίνειν· ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμμεως τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς. [Φθίσιν μὴ τελείαν παῦσαι.] Πνεύμονα ἐλάφου καλάμῳ ἐξελὼν καὶ ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια γ΄. μετὰ μέλιτος κυάθων γ΄. εἶτα διαστήσας ὀλίγας ἡμέρας δὸς πάλιν πιεῖν. [Ἐπὶ τῶν φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα.] Χρώμεθα τῷ ταρίχῳ μετ᾿ ἄρτου διδόντες ἐσθίειν, οὕτως βρέχοντες αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις, ἕως οὗ πλυνόμενον τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες αὐτὸν εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ᾿ αὐτῷ χωρὶς τινὸς δίδωσι ταρίχους σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι ἐπείπερ ἅλες ἐπὶ ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ δοθεὶς λύει. χρώμεθα δὲ καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρίχου ἐν αὐτῇ καὶ ἀνακαθαίρονται ἰσχυρῶς. καὶ πράσοις δὲ μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι ἐπιμελῶς καὶ εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ τοῖς  ὁμοίοις, τῇ αὐτῇ δ᾿ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν συῤῥαγέντων ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀναφορικοὺς καὶ βήσσοντας ποιεῖ καλῶς. [Πρὸς τὴν αἵματος πτύσιν ἢ ἀναγωγήν.] Ποιεῖ καὶ γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου καὶ τροχίσκοι ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη.

[α΄. Πρὸς πλευριτικούς.] Φλοιοῦ ῥίζης δίδου πίνειν. κυμίνου ἐπὶ τὰ ὄψα ἐπίπασον ὕδατι καὶ δὸς πιεῖν. ἄλλο. πηγάνου κλωνία ε΄. δίδου λειάνας καθ᾿ ἡμέραν. ἢ στοιχάδος βοτάνης τρισὶ δακτύλοις δίδου. τριφύλλου σπέρμα πότιζε. πάνακος ῥίζαν πότιζε. χαμαιπίτυν ὁμοίως. [β΄. Πρὸς πλευρίτιδα.] Εἰ μὲν οὖν ἄχρι κλειδὸς ἡ ὀδύνη διατείνῃ, φλεβοτομητέον αὐτούς. εἰ δὲ εἰς ὑποχόνδριον κάτω, καθαρτέον καὶ κλυσμοῖς δριμέσι χρηστέον. καὶ εἰ μὲν μέτριον ᾖ τὸ ἄλγημα, μετὰ τὸ κλύσμα δοτέον αὐτοῖς μελίκρατον καὶ τὸν πτισάνης ἢ τοῦ χόνδρου χυλόν· παρακμάσαντος δὲ τοῦ πάθους, ἐμβλητέον τοῖς χυλοῖς καλαμίνθην ἢ πράσιον. ποιεῖ καὶ τῆς κνίδης σπέρμα σὺν μέλιτι. πρὸς τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωσιν παρηγορητέον, ὡς ταῖς διὰ κέγχρον καὶ πιτύρων ἐν μαρσίππῳ πυρίαις ἢ διὰ θερμοῦ ὕδατος ἢ ἐλαίου ἐν κύστῃ ἢ |διὰ ἐρίου οἰσυπηροῦ σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασμένῳ ἐπιτιθεμέναις. περὶ δὲ τὴν τετάρτην ἡμέραν θρέψον τοῖς ῥοφήμασι σὺν ὀλίγῳ μέλιτι. μετὰ δὲ τὴν ἑβδόμην καὶ τῇ πηγανερᾷ ἐμπλάστρῳ κατὰ τῶν ὀδυνωμένων χρησώμεθα τόπων. καὶ βολβοὶ δὲ σὺν ὀξυγγίᾳ τεθέντες πολλάκις ἤρκεσαν. δοτέον ἔκλεγμα διὰ στροβιλίων καὶ ἀμυγδάλων πικρῶν καὶ λινοσπέρμου καὶ ἀμύλου. [γ΄. Τὸ χρίσμα καλόν.] Λαβὼν βδέλλιον, κόστον, κράμβης καυλοὺς καυθέντας τῇ τέφρᾳ καὶ στέατι μιγισμένα. διαφορητικὸν καὶ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον.

[Πρὸς τὰ μαστῶν πάθη.] [α΄. Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι.] Λαβὼν γῆν γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς καὶ τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνεργότερον αὐτὸ ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ι΄. [β΄. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ πολλὰ ἔτη.] Κωνείῳ κατάπλασσε καρυϊστίῳ. [γ΄. Μαστοὺς μείζονας μὴ γίνεσθαι.] Χοῖρον ἐκτεμὼν τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ οὐκ αὔξονται. [δ΄. Πρὸς τὸ ξηραίνειν τὸ γάλα.] Κρητάριον λειωθὲν ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι. [ε΄. Πρὸς φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν.] Κιμωλίαν, λίβανον καὶ ἔλαιον ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο. κατ᾿ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξας καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο. φοίνικας καὶ ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει. ἄλλο. κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει. ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι τὴν ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ γλυκέος ἐλαίου χρηστέον θερμοῦ δι᾿ ἐρίων τρυφερῶν. πυριατέον δὲ αὐτοὺς ἀτμῷ θερμοῦ ὕδατος ἢ ἀφεψήματι τήλεως ἢ ἀλθαίας ἢ σελινοσπέρμου. [στ΄. Πρὸς ἐφέλκειν τὸ γάλα.] Ῥάφανον σὺν πιτύροις ἐν οἴνῳ ἑψήσας καὶ ἠθήσας δίδου πίνειν. ἄλλο. σήσαμον σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν. ἄλλο. ἄνητον ἢ αὐτοῦ σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος εὐπορίαν ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου δραχ. α΄. τίθετι ἐν μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ δίδου πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθήσας δίδωτι τὸ ὕδωρ πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ ῥηθὴν κεκαυμένην ἑψήσας ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου πίνειν. ἄλλο. ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ κατεσθίειν αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δριμέσι καὶ ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι. [ζ΄. Πρὸς κωλύειν τὸ γάλα.] Μαστοὺς τῷ ὕδατι θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ στυπτικά τε καὶ ξηραντικὰ πρόσθες. [η΄. Διαφυλακτικὰ μαστῶν, οἷς αὐταὶ διὰ πολλοῦ τεταμέναι καταμένουσι.] Κιόνιον λεάνας μαστῷ ἐπιτίθει ἐπὶ ἡμέρας θ΄. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ βρεχόμενον. ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς, εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆθος δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε τοὺς τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας πάλιν ἔα τρεῖς ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός.

[Πρὸς δυσώδεις ἱδρῶτας καὶ μασχάλας.] Ἀσάρῳ χρῖε τὰς μασχάλας ἀπὸ βαλανείου καὶ πρωῒ καθ᾿ ἡμέραν. ἢ στυπτηρίαν ὑγρὰν κατάχριε καθ᾿ ἡμέραν. ἢ ὠκίμου σπέρμα δι᾿ οἴνου καὶ μέλιτος κατάχριε· τοῦτο αἴρει τὰς δυσωδίας τῶν μασχαλῶν. ἢ κονίαν πρόσπλασσε λεπτήν. ἄλλο. μολύβδαινον καύσας καὶ οἴνῳ εὐώδει κατασβέσας  τρῖβε μετ᾿ οἴνου ὀλίγον σμύρνης ἐπιβάλλων ἄχρι γλοιοῦ πάχους καὶ χρῶ.

[α΄. Πρὸς στομαχικούς.] Κεδρίας κοχλιάρια δύο, ἐλαίου ὠμοτριβοῦς κύαθον ἴσα μίξας δὸς ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς ἀποθεραπεύει. ἔστι δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς ὀθόνιον ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου καταῤῥοφεῖν. [β΄. Πρὸς ἀτόνους καὶ ναυτιῶντας.] Ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ ὕδατος δίδου πιεῖν, ἀπαράβατόν ἐστι. [γ΄. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί τι χολῶδες.] Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν γαλακτῶδες ποιῶν τὸ κρᾶμα. [δ΄. Πρὸς τὰς τοῦ στομάχου ἀτονίας.] Σίνηπι πεφρυγμένον λεῖον μετὰ ὕδατος δίδου πίνειν. [ε΄. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.] Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ. [στ΄. Πρὸς λυγμόν.] Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ, τὸν δάκτυλόν σου τῆς ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω, ὥστε καὶ κύμινον καὶ χόνδρον· ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος κατοχὴν ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω· ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον τῇ χειρὶ ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις. [ζ΄. Πρὸς τὴν τοῦ στομάχου ὀδύνην.] Καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου· καὶ εἰ μὲν φύσημα τὸ αἴτιον ᾖ, ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ πετροσέλινον κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας καὶ πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν. [η΄. Πρὸς ἀτονίαν στομάχου.] Ὠφελεῖ ἔλαιον μήλινον ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ σινήπεως σπέρμα κεκαυμένον τρίψας καὶ σὺν ὕδατι δίδου πίνειν. ἄλλο. λαβὼν μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη β΄. ἀψινθίου, οἰνάνθης ἀνὰ μέρη γ΄. μηλίνου μέρη δ΄. οἴνου τὸ ἀρκοῦν, ῥόδων μέρη β΄. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς δὲ καὶ κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο. ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ τῷ ὄξει δίδου πίνειν.

[α΄. Πρὸς χολέραν καὶ ἔμετον καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας.] Ὀλβίνος οἶνος ἐπὶ τῶν χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος καὶ πρὸς κοιλίαν ποιῶν. [β΄. Ἔμετον παῦσαι.] Πολυγόνου χυλῷ χρῖε τὰ ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον μέρος καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ κενταυρίου ἢ θύμου ἢ μυρτίδας μελαίνας. [γ΄. Ὥστε ἐμέσαι ἀλύπως.] Σαμψύχου φύλλα δὸς φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον. [δ΄. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.] Ποίησον οὕτω. ἑψήσας ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν καχλάζον ἔμβαλε καὶ μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς φαγεῖν. σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα κατὰ τὴν ἡμετέραν Ἀσίαν. [ε΄. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.] Ῥοῦν καὶ κύμινον τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στ΄. οὐγγίαν α΄. [στ΄. Πρὸς χολερικοὺς λίαν καλόν.] Ἡδύοσμον ἐν οἴνῳ δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξηράνας δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζ΄. ἢ διὰ ὕδατος θερμοῦ κυάθων β΄. εὐθέως ἄπονος ἔσται. ἄλλο. κοχλίαν τρίψας σὺν τῷ κελύφει δίδου πιεῖν. [ζ΄. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν.] Ἀμπέλων φύλλα καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ. ἐλαίῳ θερμῷ πότιζε.

[Πρὸς ἡπατικούς.] Πετροσελίνου σπέρματος κοχλιάριον α΄. ἡδύοσμον πασσόμενον καὶ πινόμενον ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη κλυθεῖσα καὶ εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν παρέχει· τρίτον δὲ ποθεῖσα μεθ᾿ ὕδατος ἀπαλλάσσει. ἄλλο, λύκου ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος ξέστον. ἄλλο. πεπέρεως λευκοῦ κόκκους θ΄. καὶ σμύρνης μέγεθος καρύου Ποντικοῦ, τρίψας πάντα ὁμοῦ, αἰθρίου ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς. ἄλλο. ἧπαρ ἵππου ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νομὴν ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος ἡπατικοὺς ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πόνους ἥπατος. ἄλλο. λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξεστιν εὐθὺς ἀπόνους ποιεῖν. [Ἐπίθεμα πρὸς ἡπατικούς.] Σίλφιον κόψας ἀναλάμβανε ἀξουγγίῳ παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει. ἄλλο. σῦκον ἐν μελικράτῳ ἑψήσας καὶ λειάνας μίσγε. ἀψίνθιον  λεῖον εἰς πλεῖστον καὶ χρῶ. ἄλλο. κράμβη ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει.

[Πρὸς ἰκτερικοὺς καὶ νεφριτικοὺς καὶ λιθάρια μικρὰ ἐξουροῦντας.] Ἀκάνθου ῥίζας ὃ καλεῖται Ῥωμαϊστὶ τρικαρδουμαίας χλωρὰς γ΄. ἐὰν δὲ μὴ, ξηρὰς δ΄. μεθ᾿ ὕδατος ἕψει ἕως ἥμισυ λειφθῇ καὶ τὴν ῥίζαν ἐκθλίψας δίδου τὸ ὕδωρ πιεῖν. [Πρὸς ἴκτερον καλὸν λίαν καὶ ἐπὶ πολλῶν πεπειραμένον.] Ῥαφάνους χλωροὺς σὺν τοῖς φύλλοις λειώσας, τοῦ χυλοῦ μετὰ οἴνου κυάθου α΄. ἢ δύο, πότιζε δὲ πρὸ τοῦ βαλανείου, ἐὰν νῆστις ᾖ. καὶ εἰς τὸ θερμὸν ἐμβαίνειν ποίει. ὄψει γὰρ τὸν ἴκτερον εἰς τὸ ὕδωρ ἐπιπλέοντα. ἐὰν δὲ πλείονα νόσον ἔχῃ, τοῦ χυλοῦ δίδου πιεῖν ἢ ἀγχούσης τῆς ῥίζης ξηρᾶς κοχλιάρια β΄. λαβὼν μεθ᾿ ὕδατος κυάθων γ΄. δίδου πίνειν· ἢ θείου ἀπύρου κοχλιάρια δ΄. δίδου ἐν οἴνῳ ἢ βράθυος γο. α΄. μετὰ οἰνομέλιτος δίδου πίνειν. ἐγὼ μέντοι καὶ τοιούτῳ χρῶμαι ἐναργῶς ποιοῦντι. ἀφρονίτρου γο. β΄. βρέχων ἐν οἴνῳ Ἀμιναίῳ κυάθων β΄. καὶ ἐξαιθριάσας τὴν νύκτα ὅλην δίδωμι νήστει πιεῖν· ποιῶ δὲ τοῦτο τριῶν ἡμερῶν ἢ δ΄. ἐφεξῆς καὶ ἰῶμαι. ἄλλο. βοτάνην ὑπερικὸν καὶ ἀδίαντον ἐν ὕδατι ἑψήσας δὸς πιεῖν. ἄλλο. μυρίκην μετ᾿ ὄξους τρίψας δὸς πιεῖν, ἰᾶται ἰκτερικούς. ἀπάγων εἰς βαλανεῖον τὸν ἰκτερικὸν καὶ ἐμβιβάσας εἰς τὴν ἐμβατὴν δίδου σχοίνου ἄνθος γο. ιβ΄. μετ᾿ οἰνομέλιτος κυάθων γ΄. πιεῖν, βάψει τὴν μακρὰν καὶ ἀπαλλαγήσεται. ἄλλο. βοτάνῃ ῥυβίᾳ χρώμενος τῇ καθημερινῇ διαίτῃ χωρὶς χοιρείου κρέως, κόψας ταύτην καὶ σήσας, δίδου ἐπὶ ἡμέρας στ΄. τῇ α΄. κοχλιάριον μετὰ κοχλιαρίων δ΄. οἴνου. εἶτα προσαφαιρῶν τοῦ οἴνου δὸς κοχλιάρια θ΄. εἶτα η΄. εἶτα ζ΄. εἶτα στ΄. εἶτα ε΄. εἶτα δ΄. εἶτα γ΄. ἐὰν δὲ τῇ λ΄. εἴη κατάλειμμα, |δίδου τὰ αὐτὰ ὁμοίως ποιῶν. ἄλλο. ἀνθεμὶς σὺν ὕδατι πινομένη ἴκτερον ἀποκαταστήσει καὶ ἡπατικοῖς ἄκρως ποιεῖ. ἄλλο. στρούθιον μετὰ μέλιτος καὶ γάλακτος ἰᾶται πινόμενον. ἄλλο. ὀνίσκοι οἱ ὑπὸ τῆς ὑδρίας γεννώμενοι, λεῖοι δι᾿ οἰνομέλιτος πινόμενοι ἰῶνται ἴκτερον. ἄλλο. ἕρπυλλον ἑφθὸν σὺν ὕδατι πινόμενον ἀποκαταστήσει ἰκτερικούς. ἄλλο. θεῖον ἄπυρον δι᾿ οἴνου πινόμενον θεραπεύει ἴκτερον, ὅσον κοχλιάριον α΄. καὶ β΄. λαμβανόμενον τοῦ σιδήρου ἰὸς καταστήσει ἐν τάχει. ἄλλο. αἰγὸς βοσκάδος ἄφοδον ξηράνας, κόψας σῆσον, δὸς νήστει λουσαμένῳ, οἴνῳ εὐώδει κυάθους δ΄. κοχλιάριον μὴ δειπνήσαντος· πυρέσσουσι δὲ δι᾿ ὕδατος τὸ αὐτὸ πλῆθος. ἄλλο. χολῆς ἀρκείας ὅσον κύαμον Ἑλληνικὸν δίδου, εἶτα ὕδωρ ἐπιπινέτω. ἄλλο. βράθυος κύαθον α΄. μετ᾿ οἰνομέλιτος πινόμενον ἰᾶται ἴκτερον. ἄλλο. λίβανον ἀφέψων τῷ ὕδατι πότιζε. ἄλλο. γῆς ἔντερον λειοτριβήσας δίδου πιεῖν. ἄλλο. ἀριστολοχίας δι᾿ ὑδρομέλιτος πότιζε. ἄλλο. κιχωρίου χυλοῦ κυάθους δ΄. δὸς πιεῖν καὶ ἰαθήσεται. ἄλλο. εἰς τὸν μέσον οἶκον τοῦ βαλανείου ἱδρώσειν ἐμβίβασον καὶ ἐξελθὼν ἀποθήσει. ἄλλο. κυνείας λευκῆς τῆς καλουμένης γενούβεως κοχλιάριον α΄. μετ᾿ οἴνου καλοῦ κυάθων γ΄. δίδου πιεῖν ἐπὶ ἡμέρας ι΄. ποιεῖ δὲ καὶ πρὸς κωλικοὺς καὶ πνευματώσεις ὁμοίως. [Ἔῤῥινον πρὸς ἰκτερικούς.] Ἐλατήριον ὅσον κύαμον Ἑλληνικὸν διεὶς γάλακτι γυναικείῳ εἰς τοὺς μυκτῆρας ἔγχει. ἄλλο. μελάνθιον ἑψήσας ἐγχυμάτιζε τοὺς μυκτῆρας ἐν βαλανείῳ, ἐκχεῖ τὸν ἴκτερον.

[Πρὸς σπληνικούς.] Λαπάθου ἀγρίου ῥίζαν κόψας ἐν ὅλμῳ καὶ τρίψας τὸν χυλὸν δίδου πιεῖν ἐπὶ ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἄλλο. πάνακος ῥίζαν κόψας δὸς νήστει ἐν ὕδατι θερμῷ κυάθων γ΄. κοχλιάριον α΄. [Πρὸς σπληνικοὺς, κᾂν ὦσιν ἐσκιῤῥωμένοι.] Λαβὼν καππάρεως ῥίζης τοῦ φλοιοῦ γο. β΄. ὄξους κοτύλης τὸ ἥμισυ, ὕδατος κοτύλην α΄. ἕψει ἕως εἰς τρίτον κατέλθῃ μέρος καὶ δίδου εὐπέπτῳ ὄντι κύαθον α΄. ἢ β΄. καὶ τοῦτο ποίει ἐκ διαστημάτων. ἄλλο. κισσοῦ φύλλα ἑψήσας ἐν ὄξει καὶ κόψας, ἔκθλιψον τὸ ὑγρὸν, κᾂν ἰσχυρὸς ᾖ, ἄκρατον αὐτῷ δίδου πιεῖν. τοῖς δὲ τῶν τρυφερωτέρων ὕδωρ ἐπιμίσγων τῷ χυλῷ. δεῖ μὲν πρὸ τοῦ πίνειν αὐτοὺς ἀναγκάζειν συχνῶς περιπατεῖν. ἄλλο. κενταυρίου λεπτοῦ γεγηρακότος, κοπτομένου ἐν ὅλμῳ δίδου κοχλιαρίου τὸ πλῆθος ἀπυρέτοις. ἄλλο. λαγωοῦ σπλὴν πρόσφατος καταπινόμενος, ὥστε τοῖς ὀδοῦσι μὴ ἅπτεσθαι, ὑγιάζει τοὺς σπληνικούς. ἀγνοείτω δὲ ὁ πάσχων ὅ τι κατέπιεν ἐνδεδεμένος τοὺς ὀφθαλμοὺς, ποιεῖ δὲ καὶ ὁ τῶν μήπω βλεπόντων κυνιδίων σπλὴν ὡσαύτως καταπινόμενος. ἄλλο. κυνηγετικοῦ κυνὸς σκυλάκιον λεῖον ξηρὸν δίδου νήστει προσβαλὼν νάρδου ὀλίγης. ἔλεγε δὲ Μάρκελλος ποιεῖν καλῶς πρὸς σπληνικοὺς καρδαμώμου κοχλιάριον α΄. ἢ β΄. μετὰ ὄξους σκιλλητικοῦ κυάθου α΄. ἢ β΄. διδόμενον πιεῖν ἐπὶ ἡμέρας β΄. νήστει δίδου. ἄλλο. κισσοῦ ῥίζας ἁπαλὰς ἑψήσας δι᾿ οἴνου πότιζε. ἢ ὠμὰς κόψας πότιζε δι᾿ οἴνου. ἄλλο. ὀνίδας ξηρὰς διάλυσον ὄξει καἰ διηθήσας δι᾿ ὀθόνης δίδου πιεῖν. ἄλλο. ῥαφάνου χυλὸν λειοτριβήσας δι᾿ ὀξυμέλιτος δὸς ἐπὶ ἡμέρας γ΄. τῆς ἡμέρας ἀνὰ κυάθους β΄. πιεῖν. τήκει τὸν σπλῆνα. ἄλλο. σκωρίαν σιδήρου δίδου πιεῖν, ὅσον κοχλιάριον μετὰ ὀξυκράτου. ἄλλο. ἴριν μακρὰν ἑψήσας διὰ ὄξους δίδου πιεῖν τὸ ὄξους ἀπόζεμα. ἄλλο. ἑλκοροδάνου καρδίαν δίδου πιεῖν καὶ ἐσθίειν.  ἄλλο. μοῦξιν καθεψήσας δι᾿ ὕδατος, ἐὰν ᾖ ξηρὸς, δὸς πιεῖν τὸν χυλόν· μοῦξιν δὲ λέγεται Καππαδοκιστί. ἄλλο. στοιχάδος κοχλιάριον μετὰ οἴνου σχοινίνου κύαθον α΄. λειοτριβήσας δὸς πιεῖν. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος λειοτριβήσας μετ᾿ ὄξους δίδου πιεῖν κύαθον νήστει. ἄλλο. μυὸς σπλῆνα καὶ πεπέρεως κόκκους ζ΄. εἰς σῦκον ὀπτήσας δὸς λεληθότως φαγεῖν. [Ἐπίθεμα πρὸς σπληνικούς.] Λίθον ἄσιον ἐμβαλὼν εἰς κύστιν βοείαν καὶ ὄξος δριμὺ ἀποδήσας ἐπιτίθει κατὰ τοῦ σπληνὸς καὶ καταδιέλῃς. ἄλλο. μυροβάλανον μετ᾿ ὄξους λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπιτίθει. ἄλλο. ἀλώπεκος σπλὴν ἐπιδεσμούμενος ἰᾶται σπληνικούς. ἄλλο. ἐρίφου σπλὴν ἐπιτιθέμενος τήκει σπλῆνα. ἄλλο. ἀγρία κράμβη καταπλασσομένη ἰᾶται σπληνικούς. ἄλλο. Περσικῆς φύλλα καταπλασσόμενα ποιεῖ καλῶς. ἄλλο. μυρίκης καρπὸν ἐν ὄξει καθεψήσας, λεῖον ἑλκύσας ἐπιτίθει. ἄλλο. ἀμμωνιακὸν θυμίασμα λειοτριβήσας μετ᾿ ὄξους ἔνελκε καὶ ἐπιτίθει. ἄλλο. κροκόμαγμα ἐν ὄξει λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπίθες. οὐκ ἀφίσταται μέχρις οὗ ἀποθεραπεύσεται. ἄλλο. καππάρεως ῥίζαν κόψας ἐπιμελῶς εἰς ὀθόνην ἐπιτίθει, αὐθήμερον ἐπιτιθέμενον ὠφελήσει. [Πρὸς σπληνικούς.] Καππάρεως ῥίζης φλοιοῦ μεθ᾿ ὕδατος λίτραν α΄. καὶ ὄξους λίτραν (S"). ἕψει ἕως ἂν ἀποτριτωθῇ καὶ δίδου γο. α΄. (S"). ἄλλο. φύλλα κισσοῦ ἑψήσας σὺν ὄξει καὶ κοπανίσας ἐκπίασον τὸ ὑγρὸν καὶ τοῖς μὲν ἰσχυροτέροις δίδου ἐξ αὐτοῦ, τοῖς δὲ τρυφεροῖς ὕδωρ μιγνύων, περιπατείτω δὲ καὶ οὕτως πότιζε. ἄλλο. καππάρεως ῥίζαν κοπανήσας καὶ ζέσας μετ᾿ ὄξους καὶ μέλιτος δίδου πιεῖν νήστει. [Πρὸς σπλῆνα.] Λαβὼν κυπαρίσσου κώνους κόψον εὐτόνως καὶ ἄλευρον ὀρόβινον λεπτότατον βάλε εἰς ὄξος καὶ ἕψε ἕως γένηται ὡς ἔμπλαστρον. ἐπιτίθει εἰς τὸν σπλῆνα ἕως ἡμερῶν γ΄. καὶ μετὰ γ΄. ἡμέρας λῦσον καὶ εὑρήσεις τὸ ἔμπλαστρον πεπληρωμένον. ἄλλο. Ἀμμωνιακοῦ θυμιάματος ἐναποβρέξας ὄξει σκιλλητικῷ ἐπὶ ἡμέρας γ΄. καὶ λειώσας εἰς ῥάκος ἐπιθὲς καὶ μὴ λύσῃς, ἕως τὸ ἔμπλαστρον ἀποπέσῃ. ἄλλο. φύλλα συκαμίνου χλωρὰ ψύξας ἐν σκιᾷ καὶ τρίψας ποίησον ξηρίων γραμμάρια δ΄. καὶ μετὰ ὀλίγου πεπέρεως καὶ καρυοφύλλων μετὰ οἴνου ἀκράτου θερμοῦ εἰς ἔμβασιν δίδου πιεῖν.

[Πρὸς ὑδρωπικοὺς πόμα ὥστε ἐξουρεῖν τὸ παρακείμενον ὑγρόν.] Χαλκοῦ κεκαυμένου ὅσον κυάμου Αἰγυπτίου, κόπρου περιστερᾶς γο. α΄. οἴνου κυάθους γ΄. δίδου. ἔστω δὲ μία πόσις. ἄλλο πεπειραμένον ἡμῖν ἐπὶ πολλῶν. τιθυμάλλου χαρακίου τὴν ῥίζαν δίδου ἐσθίειν πρὸς δύναμιν καὶ παραχρῆμα κενοῖ. ἄλλο. κόκκον Κνίδιον κεκομμένον καὶ σεσησμένον ἀναλάμβανε μέλιτι, ποιῶν πάχος γλοιοῦ καὶ δίδου κοχλιάριον α΄. πλῆρες δ᾿ οἰνομέλιτος κυάθων γ΄. καὶ ὀλίγου θερμοῦ ὕδατος, ὡς εἶναι γαλακτῶδες ἢ διὰ ὠοῦ ῥοφήτου. ὑδραγωγὸν κάλλιστον πάνυ. χαμαιάκτης τὸν χυλὸν τὸν ἐκ τῆς ῥίζης κυάθων β΄. καὶ οἴνου κυάθους β΄. ἀπαλλάσσει δίχα τοῦ τὸν στόμαχον ἀνατρέπειν. ἄλλο. ἀγρώστεως ἀφέψημα πινόμενον ἔστι διουρητικόν. ἄλλο. στρύχνου χυλοῦ κυάθους δ΄. μέλιτος κυάθους ιστ΄. δὸς πιεῖν. ἄλλο. ὕσσωπον καὶ γλυκεῖ τράγου οὖρον ποτιζόμενον διουρητικόν ἐστιν. ὁμοίως ἐὰν αἴγειον ἔχῃς. [Ἐπίθεμα πρὸς ὑδρωπικούς.] Κισσὸν κεκαυμένον ἐπιμελῶς κατάπλασσε. ἄλλο. ῥαφάνους καθεψήσας δι᾿ ὕδατος ἕως τακεραὶ γένωνται, κομισάμενος κρίθινον ἄλευρον μίξας ἕψει καὶ κατάπλασσε.

[Πρὸς πρόπτωσιν ὀμφαλοῦ.] Τινὲς διὰ φαρμακείας εἰς τὸ κατὰ φύσιν ἐπανῆλθον οὕτως. κηκίδας καύσας ἢ τρίψας καὶ διαμίξας σὺν φλοιῷ λιβάνου καὶ ὠοῦ λευκῷ κατάπλασσε. ἄλλο. στυπτηρίας σχιστῆς δραχ. ε΄. τρυγὸς οἴνου Ῥοδίνου δραχ. ι΄. κηκίδων ὀμφακίνων δραχ. β΄. οἴνου διεὶς καὶ μέλιτος ποιήσας πάχος ἐπίβρεχε, ἔξωθεν ἐπιῤῥίπτων σπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ καταλάμβανε. ἄλλο. ἐρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βαλαυστίου τὸ ἴσον· ἕψε ἐν ὕδατι. ὅταν δὲ διαλυθῇ τρίψας ἐπιμελῶς ἐπιτίθει σὺν τῷ σπόγγῳ, καθάπερ προείρηται. ἄλλο. μολίβδου ῥινήματος δραχ. ιστ΄. κωνίου, μάννης, ψιμυθίου ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. οἴνῳ διαλύσας χρῶ καθὼς προείρηται.

[Πρὸς τὰ γαστρὸς πάθη καὶ πρῶτον πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Ἀριστολοχίας ῥίζαν ἐν οἴνῳ δὸς πιεῖν. πρὸς στρόφον καὶ λυγμὸν καὶ κεφαλαλγίαν καὶ δυστοκίας καλῶς ποιεῖ. ἁρμόζει πταρμὸς πρὸς στρόφον καὶ πάντα τὰ ἐντὸς πάθη. ἄλλο. τῆς λυχνίτιδος ἡ ῥίζα πλυθεῖσα καὶ ἑψηθεῖσα μετὰ γλυκέος, εἶτα διυλισθεῖσα καὶ ποθεῖσα ποιεῖ καλῶς. εἰ δὲ μὴ, βρώματι σεαυτοῦ πρόσβαλλε ὀλίγην κασσίαν καὶ ὀλυρίδα μὴ κόψας. [Πρὸς στρόφον ἐντέρων καὶ κοιλίας.] Κυμίνου πεφρυγμένου καὶ κεκομμένου κοχλιάριον α΄. ἢ β΄. μεθ᾿ ὕδατος κυάθων τριῶν δίδου πιεῖν· καὶ πρὸς ἐμπνευματώσεις ὄξος ζέσας καὶ ψύξας. ἔπειτα σελίνου σπέρματος τρῖβε, παραζέων τὸ ὄξος καὶ ἐκ τοῦ αὐτοῦ δίδου πιεῖν. ἄλλο. ἐρύσιμον βοτάνην μετὰ ὕδατος τρίψας δίδου πίνειν. ἄλλο. ἐκ τοῦ λαμπροῦ τὸ ἀρκοῦν τρίψας ὄξους δίδου πίνειν νήστει.  ἄλλο. δάφνην μασησάμενος νῆστις τὸν χυλὸν καταπινέτω. καὶ τὸ μάσημα ἐπιτιθέτω ἐπὶ τὸν ὀμφαλὸν καὶ παραχρῆμα παύσεται. [Πρὸς κάθετον δακτύλιον καθαρτικὸν κοιλίας.] Εἰς χολὴν ταύρου κροκίδα βρέξας ἐντίθει εἰς τὸν δακτύλιον. ἄλλο. σαπῶνα Γαλλικὸν εἰς ἔριον ἐνδύσας ὑπόθου ἢ μάλιστα στυπτηρίαν ὑγράν. [Πρὸς δυσεντερικούς.] Φακὸν ἑψήσας σὺν βάτου ῥίζῃ τρυφερὸν κεκομμένον ἐπίβαλε καὶ δὸς φαγεῖν. ἄλλο. κυτίνους καθεψήσας, εἰς ὀξύγαλα λειοτριβήσας ἔμβαλλε ἔλαιον τὸν αὐτὸν τρόπον καὶ δίδου φαγεῖν. ἄλλο. κέγχρον κεκομμένον ἑψήσας βάλε στέαρ μόσχειον. καὶ ποιήσας λιπαρώτατον δὸς ῥοφῆσαι θερμότατον, εἶτα ψυχρότατον τὸ ὕδωρ ἐπιῤῥοφείτω καὶ παραχρῆμα ὑγιὴς ἔσται. ἄλλο. κηκίδος τὸ ἐντὸς λαβὼν τρῖψον λεῖον καὶ μίξας ἄλευρον καὶ ὠοῦ τὸ λευκὸν φυράσας ποίησον ἀρτίσκον καὶ ὀπτήσας κατάκλα καὶ ἔγχει εἰς οἶνον ἀπαράχυτον καὶ δὸς φαγεῖν. [Ἔκλειγμα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.] Σιλφίου ξύσματα μέλιτι παραμίξας δὸς ἐκλείχειν. ἄλλο. ὠὸν, μέλι, οἶνον, σίδια ἴσα διαβάλλων τηγάνιζε καὶ πεπέρεως μικρὸν ἐπιπάσσων δίδου πιεῖν ἄκρως. ἄλλο. ὠὰ τρία βαλὼν εἰς ὄξος ἔα ἐμβρέχεσθαι ἐπὶ ἡμέρας τρεῖς καὶ λαβὼν σεμιδάλιον φύρασον τοῖς ὠοῖς τοῖς τρισὶ καὶ ὀπτήσας καὶ ἐμβάψας εἰς ἄκρατον δός. [Πότημα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.] Ῥοῦν καθεψήσας δι᾿ οἴνου στύφου εἰς τρίτον, δίδου πιεῖν, οἷς ἡ κοιλία οὐ καλὰ φέρει. ἄλλο. κηκίδα δι᾿ οἴνου αὐστηροῦ καθεψήσας πότιζε τοὺς ῥευματισμένους τὴν κοιλίαν πρὸς δύναμιν. [Πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Δίδου κύμινον μασώμενον καὶ καταπινόμενον. ἄλλο. κνίκον καὶ τήλεα τρίψας καὶ ἑψήσας δίδου ἀφέψημα πίνειν. ἄλλο. δαφνίδας ξηρὰς καὶ φλοισθείσας τρίψας δίδου πίνειν κοχλιάρια θ΄. ἄλλο. ἕρπυλλον τρίψας δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. ἀφέψημα σαμψύχου δίδου πίνειν σὺν οἴνῳ. ἄλλο. ἠρυγγίου ῥίζαν δίδου σὺν οἴνῳ πίνειν ἢ ἀφέψημα σταχύος ἢ καστόριον. πρὸς τὴν δὲ ὀδύνην τῶν δυσεντερικῶν κυδώνια σὺν κηρωτῇ ῥοδίνῃ ἢ μυρσινίνῃ τὰ ἴσα τῇ γαστρὶ ἐντίθετι. [Πρὸς κωλικήν.] Γῆρας ὄφιος ἐν ἀγγείῳ χαλκείῳ φρύξας σὺν ἐλαίῳ μέχρι τοῦ καίεσθαι, αὐτὸ δὲ διαλύσας ἐν ἐκείνῳ ἐλαίῳ καὶ ἐξ αὐτοῦ σὺν δακτύλῳ σου κατάχριε. ἄλλο. βάλανον ὀπίῳ ἐν χυλῷ τῆς θρίδακος τετηγμένῳ περιχρίσας εἰς δακτύλιον ἐντίθετι. [Πρὸς διάῤῥοιαν γαστρός.] Καλλίτριχον ἑψήσας ἐν ὕδατι δίδου πιεῖν. ἄλλο. στοιβὴν τὴν εἰς τὰ κεράμια, τὴν ἀκανθώδη κόψον εἰς ὅλμον καὶ ἕψει δι᾿ ὕδατος καὶ δίδου πιεῖν τὸ ὕδωρ κοιλιαλγοῦντι, ἀπυρέτῳ δι᾿ οἴνου, πυρέττοντι χωρὶς οἴνου. ἄλλο. καρύων φλοιὸν τὸν περικείμενον περὶ τὰ τρωγόμενα, λεῖον δι᾿ ὕδατος, δίδου πιεῖν κοχλιάρια γ΄. ἄλλο. κέρας ἐλάφειον τρυφερὸν καύσας δίδου μετὰ κηκίδος ἴσης πιεῖν. ἄλλο. λαπάθου σπέρμα λειώσας καὶ ἐπιπάσας εἰς τὸν ποτὸν δίδου ἢ εἰς τὸ βρωτόν. ἄλλο. καρύων τὸ ἐντὸς τὸ ὡσανεὶ κιόνιον καὶ μήκωνος κωδειῶν τὸ ἐπικείμενον ὡς πῶμα, ἴσον δίδου δι᾿ οἴνου. ἄλλο. δρυὸς βαλάνους κόψας καὶ σήσας πλεῖον ἐπίπασσε εἰς οἶνον αὐστηρὸν ὡς ἄλφιτα καὶ δίδου πιεῖν. ἄλλο. καράβου τὰ ὄστρακα φρύξας λεῖα διὰ ὕδατος. ἄλλο. στρουθιοκαμήλου κοιλία πινομένη καὶ ὀρνίθων ὁμοίως ὅσον κοχλιάρια β΄. ἀπυρέτοις δι᾿ οἴνου, πυρέσσουσι δὲ δι᾿ ὕδατος. ἄλλο. λιβάνου χόνδρον κυαμιαῖον διεὶς οἴνῳ μέλανι κυάθον α΄. καὶ στρύχνου χυλοῦ κυάθους β΄. δίδου πιεῖν. ἄλλο. κόμμι τὸ λευκὸν κόψας μετ᾿ οἴνου μέλανος κυάθων στ΄. δίδου γο. α΄. πίνειν, ποιεῖ ὑπόθετον τοῖς αὐτοῖς. ἄλλο. κοχλιάριον Ἀφρικανὸν λαβὼν βάλλε εἰς αὐτὸ πίσσαν ὑγρὰν καὶ θερμάνας ἔξελε τὸ κρέας καὶ ὑπόθες εἰς τὸν δακτύλιον δὶς ἢ τρίς. ἄλλο. ὄφεως γῆρας ἐν χαλκώματι μετὰ ἐλαίου φρύξας ἕως ἀνθρακωθῇ, συλλειώσας, τῷ ἐλαίῳ διάχριε τὸ δακτύλιον τῷ δακτύλῳ. ἄλλο. βοτάνῃ ὑποκάτω ὕδατος μὴ ἁπτόμενος. ἄλλο. σεύτλιον κεκομμένον μετ᾿ ὄξους καταπλαττόμενον ἀπ᾿ ἄνωθεν μέχρι κάτω καλῶς ποιεῖται δυσεντερικοῖς. ἄλλο. κερατίων ὀστᾶ κόψας κατάπλασσε τὴν κοιλίαν. [Πρὸς ἀλγήματα δυσεντερικῶν.] Μῆλον κυδώνιον ὀπτὸν μετὰ κηρωτῆς ῥοδίνης ἑκάστου τὸ ἴσον μίξας κατάπλασσε. παραχρῆμα ἄπονον ποιεῖ. [Πρὸς κωλικούς.] Ὀστρέων ὄστρακα καύσας καὶ λεάνας δίδου πιεῖν κοχλιάρια β΄. δι᾿ ὕδατος θερμοῦ κυάθων γ΄. ἄλλο. θύμον Κρητικὸν καθεψήσας διὰ ὕδατος ἕως εἰς τρίτον καταστῇ μέρος, μετὰ μέλιτος Ἀττικοῦ δὸς πιεῖν. ἄλλο. ἱερὰν ῥίζαν λεπτὴν κόψας βάλε εἰς ὕδωρ καὶ ἕψει εἰς ἥμισυ καὶ δίδου πιεῖν τὸ ἀφέψημα ἐπὶ ἡμέρας ε΄. καὶ ἰᾶται. ἐπὶ πολλῶν δεδοκίμασται. ἄλλο. ἡδύοσμον χλωρὸν καθεψήσας δὸς ἐπὶ τρεῖς ἡμέρας καὶ οὐδέποτε πονήσει. ἄλλο. τῆς δάφνης οἱ ἀκρέμονες τρυφεροὶ ζύλοι τρωγόμενοι ἐπὶ ἡμέρας ἰῶνται. τὸ δὲ πολταρίδιον, ἐν ᾧ ἑψεῖς τὸ ἡδύοσμον, βλέπε μὴ γῆς ἅψηται ἐπὶ τὰς τρεῖς ἡμέρας.  [Πρὸς διάφραγμα.] Φραξίνου ξύλου κύαθον δὸς ἐπὶ ἡμέρας γ΄. πιεῖν ξύσματα καὶ ὑγιὴς ἔσται. ἄλλο πολύχρηστον. κολοκυνθίδα Ἀλεξανδρεινὴν τρήσας μὴ σιδήρῳ καὶ ἐκκενώσας βάλε εἰς οἴνου Κώου κοτύλην α΄. καὶ ἀναζέσας καὶ εὔκρατον ποιήσας δὸς πιεῖν καὶ περιπατείτω καὶ ἀνάλγητος ἔσται. κατάγει ἀπολύματα πολλὰ τουτὶ πότημα. κατέχειν δὲ ἅλας ἐν τῷ στόματι, ἵνα μὴ ναυτιάσῃ. ποιεῖ δὲ καὶ πρὸς ἰσχιάδας. [Πρόσθετον κωλικοῖς.] Ὄπιον Σπανὸν ἀναλάμβανε θρίδακος καὶ πεσσὸν ποιῶν ἐντίθει τῷ δακτυλίῳ. ἄλλο. σκορόδου σκελιδόνιον α΄. κονίᾳ θερμάνας θὲς εἰς τὸν δακτύλιον καὶ σκύβαλα κατασπάσας ὑγίασται. ἄλλο. ἐὰν κῶλον πονῶν κύνα κοιμώμενον ἐγείρει, κατὰ δὲ αὐτὸν τόπον οὗ ἐκοιμᾶτο ὁ κύων, οὐρήσῃ, εὐθέως ἄπονος ἔσται, ὁ δὲ κύων ἀποθανεῖται. [Ἐπίθεμα κωλικοῖς καὶ ἐμπνευματουμένοις.] Κηρωτῇ Κυπρίνῃ σίλφιον ἀναλάμβανε πολὺ καὶ ἐπιτίθει· ἐγὼ δὲ σμήγω καὶ καστόριον ὀλίγον καὶ γίνεται ἐνεργέστερον. [Πρὸς στρόφον.] Κύμινον Ἑλληνικὸν μασάσθω καὶ καταπινέτω. ἄλλο. κνίκον κόψας καὶ τῆλιν ἑψήσας πότιζε τῷ χυλῷ. ἄλλο. κτένα εἰς θερμὸν ὕδωρ ἐμβρέξας καὶ ἀποκλύσας πότιζε. ἄλλο. δαφνίδων ξηρῶν λεπισμάτων ὅσον κοχλιάρια θ΄. δίδου πιεῖν. ἄλλο. ἕρπυλον λειώσας μετὰ ἀκράτου δίδου πιεῖν. [Πρὸς πάντα τὰ ἐντὸς ἀλγήματα.] Ἔντερα ἀλγοῦντι εἴ τις τοὺς πόδας νίψῃ, δὸς πιεῖν τὸ ἀπόνιμμα, ἄπονος ἔσται παραχρῆμα. [Πρὸς διακοπὴν ἐντέρων.] Λαβὼν ἀκάνθης Αἰγυπτίας ῥίζαν καὶ κρέα ἐρίφεια σὺν ταῖς θριξὶ καὶ τῷ δέρματι, ἢ αἴγεια λείωσον καὶ ἐκ σεμιδάλεως γενομένων κρομμύων καὶ ἐν οἴνῳ συγκεράσας δίδου πίνειν. αὐτὴ ἡ ῥίζα ἐπειράθη καὶ ἐπὶ πνευμονιακοῖς πινομένη· ἡ δὲ αὐτὴ καὶ περιαπτομένη ποιεῖ πρὸς τριταῖον καὶ ἀμφημερινὸν καὶ μετὰ ἐλαίου πινομένη ἐστὶ τραυματική. [Πρὸς νεφρῶν καὶ ἰσχιάδος ἀλγήματα.] Λαβὼν ἄλευρον ἴρεως καὶ τὸ ἰσχυρὸν ὄξος αὐτοῖς διαμίγνυθι ῥητίνην πιτυίνην καὶ θερμοὺς καὶ πύρεθρον καὶ τερεβινθίνην καὶ θεῖον καὶ νίτρον καὶ δαφνίδας, πάντα μίξας σὺν μέλιτι πρόσθες. [Ἰσχιάδος καθαρτικόν.] Τιθυμάλλου τοῦ ὀποῦ ἐνστάξας σταλαγμοὺς ε΄. εἰς τὸ σῦκον δίδου φαγεῖν, καθαίρει. [Ἐπίθεμα κοιλίας λυτικόν.] Κόκκον Κνίδιον σαλεπὶς ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει ἐπὶ τῆς κοιλίας τοῖς παιδίοις ἐπὶ τὸν ὀμφαλόν. ἄλλο. χολῇ ταύρου διάχριε τὸν ὀμφαλόν. ἄλλο. ἀστράγαλον χοίρειον καύσας καὶ λειοτριβήσας δὸς πιεῖν διὰ ὕδατος. ἄλλο. τὴν ἄνθεμιν βοτάνην τρίψας μετὰ ἐλαίου ἄλειψον καὶ παύσεται. ἄλλο. κροκοφάντιον λαβὼν οἷον θέλεις ἀπὸ κεφαλῆς γυναικὸς ἐπίθες ἐπὶ τὴν κεφαλὴν τοῦ πάσχοντος καὶ ἰάσῃ. κάλλιον δὲ ἐὰν θερμάνας αὐτὸ, οὕτως ἐπιθῇς. ἄλλο. κορίαννον καύσας καὶ διεὶς ἐλαίῳ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ ἐπάνω ἔρια.

[Πρὸς δυσουριῶντας καὶ λιθιῶντας] Σκορπίοι ὠπτημένοι τρωγόμενοι· πρὸς δὲ τοὺς ἀπροθύμως ἔχοντας στέατι ἐμφυράσας καὶ ὀπτήσας δίδου φαγεῖν ἀνυπόπτως. παραδόξως ποιεῖ. καὶ οὐρηθεὶς δὲ λίθος, πυρίνῃ ὁμοίως ἐλαίας τριβόμενος ἂν εἴη ἔμπυρον λευκὸν, οὗτος ποτιζόμενος τοὺς ἐν κύστει λίθους τήκει. καὶ αἰλούρου δὲ ἧπαρ καυθὲν καὶ τριβὲν ὥστε ποθῆναι τοὺς λιθιῶντας ἰᾶται. καὶ ὁ ἴασπις λίθος πινόμενος θρύπτει τοὺς ἐν κύστει λίθους. ἄλλο. κοτυληδόνος ῥίζα ποθεῖσα καὶ λεῖα, πινομένη καθ᾿ ἡμέραν ὁλκὴ μία κατὰ κράματος, ποιεῖ πρὸς τοὺς ἐν νεφροῖς λίθους λίαν καλῶς. ὀμφακίου καὶ κισσοῦ πυῤῥοῦ τῶν κορύμβων μετ᾿ οἴνου λευκοῦ τετριμμένων τὸν ὄμφακα περίχριε τοὺς δυσουροῦντας. [Πεσσὸς πρὸς λιθιῶντας.] Ὅταν οὐρήσῃ, βούτυρον παλαιὸν μαλάξας περίχριε τὸ αἰδοῖον· εἰς δὲ τὴν κοίτην ἐρίῳ προστεθείσθω ἡμέρας γ΄. [Ἐπίθεμα διουρητικὸν, ποιεῖ δὲ καὶ πρὸς νεφριτικούς.] Καλαμίνθην μετ᾿ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλάμβανε καὶ τῷ ὀμφαλῷ ἐπιτίθει. ἄλλο. εἰς ἕψημα σαμψύχου ἐγκάθιζε. ἄλλο. βοτάνην περδίκιον καθεψήσας δι᾿ ἐλαίου κατάπλασσε τὰ περὶ τὴν κύστιν καὶ παραχρῆμα οὐρήσει. [Πρὸς λιθιῶντας.] Χαμαίδρυν ὀρεινὴν καθεψήσας δι᾿ ὑδρομέλιτος δίδου πιεῖν· τούτῳ ἐχρήσατο Σάμιος Πρίσκος. ἄλλο. κισσοῦ λευκοῦ κορύμβους πότιζε ἐν οἴνῳ, τήκει λίθους. ἄλλο. φύλλα ἰτέας λειοτριβήσας ἐν οἴνῳ αὐστηρῷ πότιζε ἕως ὑγιάσῃς. [Πρὸς ἐνουροῦντας ἀπροαιρέτως.] Ἀλέκτορος λαρύγγια καύσας δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον α΄. ἄλλο. ἄνθη λευκανθέμου τῇ ζ΄. πότιζε ἐν ὕδατι τρίψας. ἄλλο. λαγωοῦ ὄρχιν ξηρὸν ξύων εἰς οἶνον εὐώδη δίδου πιεῖν. ἄλλο. κόρεις γ΄. θλάσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν ἐπὶ ἡμέρας θ΄. ἄλλο. καλαμίνθην καὶ σμύρναν ἐν ὕδατι δὸς πιεῖν πρὸ τοῦ δειπνῆσαι. ἄλλο. χηνείας γλώσσας ἑφθὰς δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἀνὰ μίαν. ἄλλο. πηγάνου ἀγρίου σπέρμα δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἄλλο. καταχριέσθω αὐτοῦ τὸ αἰδοῖον κιμωλίαν μετὰ περδικίου χυλοῦ.  [Πρὸς δυσουρίαν.] Ῥοῶν καὶ τοὺς κισσοῦ ἐρυθροῦ κορύμβους τρίψας σὺν οἴνῳ λευκῷ κατάχριε μόρια τὰ τῶν δυσουριώντων ὀμφάλῳ ὑποκειμένων. [Ὡς διαβήτης ἵσταται.] Λαβὼν ὑμένια τὰ τῆς ἀλεκτορίδων κοιλίας ἔσωθεν καὶ ξηράνας ἐν ἡλίῳ ἀναλάμβανε ἐξ αὐτῶν δραχ. α΄. ἄλλο. λαβὼν σταγονίου καὶ βαλάνου ξηρᾶς καὶ βαλαυστίου καὶ κηκίδων ἀνὰ δραχ. γ΄. τρίψας δίδου ἐξ αὐτῶν νήστει σὺν μέλιτι ῥοδίνῳ ἐν ὕδατι ψυχρῷ.

[Πρὸς γυναικεῖα πάθη.] [α΄. Πρὸς σύλληψιν.] Ἰσχάδας νήστει μετὰ φύλλων ἐλαινῶν δὸς φαγεῖν. ἄλλο. προβάτου μηρυκωμένου ἄρας τῷ δακτύλῳ τὸν ἀφρὸν δὸς πιεῖν μετὰ οἴνου. ἄλλο. κάρδαμον λεῖον μετ᾿ ὄξους δίδου φαγεῖν ἐπὶ ἡμέρας δ΄. μετὰ τὴν κάθαρσιν. ἄλλο. ἀλώπεκος ἀφόδευμα ἐν πεσσῷ παρατιθέμενον καὶ ὑποχριόμενον συγγιγνέσθω. ἄλλο. ἀρτεμισίαν λείαν πρόσθες καὶ συλλήψεται. χριέσθωσαν δὲ τὴν φύσιν κόμμι, ὅταν ᾖ ἀπὸ τῶν ἐμμήνων τρίτη, καὶ συλλήψεται. [β΄. Πρὸς σύλληψιν.] Ὑστέραν λαγωοῦ ξηράνας καὶ τρίψας δίδου πίνειν μετὰ τὴν ἀπὸ τῶν ἐμμήνων κάθαρσιν. [γ΄. Ἐὰν γυνὴ ἄῤῥενα γεννῆσαι θέλει.] Φασκίᾳ λευκῇ παιδικῇ δῆσον τὸν δεξιὸν πόδα καὶ συγίνου. [δ΄. Ἐὰν δὲ θῆλυ.] Φασκίᾳ μελαίνῃ τὸν ἀριστερόν. [ε΄. Πρὸς γνῶναι ἢ ἄῤῥεν ἢ θῆλυ τὸ ἐν γαστρί.] Σέλινον μὴ γινωσκούσης ἐπὶ τὴν κεφαλὴν ἐπίθες καὶ ὃ ἂν φωνήσῃ πρῶτον, εἴτε ἄῤῥεν, εἴτε θῆλυ, ἐκεῖνο τέξεται· ἀπαράβατόν ἐστιν. ἄλλο. λαβὼν τῆς ἐν γαστρὶ ἐχούσης οὖρον ὄρυξον βοθρίσκους δύο καὶ εἰς τὸν ἕνα βάλε κριθὰς καὶ εἰς τὸν ἕτερον πυροὺς καὶ ἐπίχεε γῆν μετὰ τὸ ἐμβαλεῖν τὸ οὖρον αὐτῆς, καὶ ἐὰν πρῶτον ἐκβλαστήσουσιν οἱ πυροὶ, ἄῤῥεν τέξεται· ἐὰν δὲ αἱ κριθαὶ, θῆλυ. [στ΄. Πρὸς σύλληψιν ἀῤῥενοτόκιον.] Χηνὸς στέαρ καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐπὶ ἡμέρας β΄. τῇ δὲ γ΄. συγγινέσθω καὶ συλλήψεται. ἄλλο. ἀνὴρ τὸν δεξιὸν ὄρχιν ἀποδήσας συγγενέσθω· ἐὰν δὲ θῆλυ, τὸ ἀριστερόν. [ζ΄. Κατόχιον ἐμβρύων.] Ἀετίνην λίθον περίαπτε· κατέχει δὲ ἔμβρυον λίθος ὁ βλαστήσας εἰς ἀχράδα καὶ περιμείνας, εἶτα περιαπτόμενος. καὶ μαλάχης δὲ ἀγρίας ῥίζαν ἁπτόμενος καὶ ἐπίβοσκον λέγουσι· κατέχει καὶ σαρδὰ ἔμβρυα μέχρι τέλους. χρὴ δὲ τῇ κοιλίᾳ περιάπτειν. ἔστι δὲ καὶ ἡ σιδηρῖτις βοτάνη τῶν ἐμβρύων. τηρητικὴ περιαπτομένη. [η΄. Πρὸς δυστοκίαν.] Χαμαιπίτυν καὶ ἄσφαλτον ἐπὶ τῶν ἀνθράκων θεὶς ὑποκάπνιζε ἢ αὐτὰ πρόσθες. [θ΄. Ἐκβόλιον ἐμβρύου τεθνηκότος.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ ὕδατι κεκραμένῳ, κοχλιάρια β΄. δὸς πιεῖν, ἐκβαλεῖ παραχρῆμα. ἄλλο. λύκιον ὠμὸν καυλίσκου συγκεκομμένῳ κεδρίᾳ χρίσων καὶ θέρμανον καὶ δὸς πίνειν νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου δὸς πίνειν. ἄλλο. λίθον κυνόδηκτον πρὸς κύνα ἀπεῤῥιμμένον, ἐν γῇ τεθειμένον μεταβαινέτω δυστοκίαν ἡ φέρουσα γυνή. [ι΄. Πρὸς ἐξάγειν καταμήνια.] Λαβὼν πρασίου, νεπέτης, πηγάνου καὶ καππάρεως φλοιοῦ ἀνὰ δραχ. γ΄. ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι δίδου πιεῖν. ἄλλο. τὸ τὶ ὕδατος, ἐν ᾦ διαλύεται ἡ ζύμη παλαιὰ ὅτε ποιεῖται ἄρτος, δὸς πίνειν. [ια΄. Πρὸς πόνον ὑστέρας.] Παιονίας ῥίζαν πότιζε· ἢ ἴριδος ῥίζαν ἢ παιονίας σπέρματος κόκκους ιε΄. ἢ ψυλλίου ἢ ἀκαλήφης χυλὸν πρόσθες. ἢ τὰ φύλλα μελισσοφύλλου ἀφηψήμενα ἐν οἴνῳ. ἄλλο. λαβὼν πήγανον χλωρὸν καὶ κόψας σὺν βουτύρῳ καὶ στέατι χοιρείῳ ποίει χρῖμα. [ιβ΄. Ὡς γυνὴ ἡ βεβιασμένη παραφαίνηται παρθένος.] Λαβὼν ὀμφακιτίδων, κύπρου, ξυλοκασσίας, ῥόδων ξηρῶν, πεπέρεως λευκοῦ καὶ κόκκου γνιδίου ἀνὰ ἐξάγιον α΄. προλελουμένῃ ὑστέρᾳ προσθέτω ταῦτα· ὠφελεῖ δὲ καὶ σπέρμα ὀξυλαπάθου τετριμμένον καὶ πρόσθετον. [ιγ΄. Ὠκυτόκιον.] Βολβοὺς πικροὺς τρίψας διὰ γλυκέος δὸς πιεῖν καὶ παραχρῆμα τέξεται. ἄλλο. δίκταμνον διὰ οἴνου ἢ ὕδατος πότιζε. ἄλλο. ὕειον γάλα ἐν μέλιτι πινέτω. ἄλλο. χαλβάνην τρίψας ἐν ὕδατι δὸς πιεῖν καὶ τέξεται παραχρῆμα. [ιδ΄. Ὑποθυμίαμα δυστοκούσαις.] Χαμαιπίτυν ἐπὶ τῶν ἀνθράκων θεὶς ἢ ἄσφαλτον οἷον οἱ χαλκεῖς χρῶνται β΄. προστιθέσθω καὶ εὐθέως ποιεῖ. ἄλλο. γλήχωνος δεσμίδιον εἰς ὕδωρ θερμὸν βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα καὶ λέγε εἰς τὸ οὖς αὐτῆς, χοῦ. κᾶ. μῖ. δοῦς. ἄλλο. λαβὼν ἔλαιον εἰς τὰς χεῖρας ἀνάτριψον αὐτῆς τὰ ἰσχία ἐπιλέγων· χορίον στῆθι σῶμα, ὅτι ἐπιτάσσει σοι μεγάλη ἡ θεοτόκος. [ιε΄. Γάλα κατασπάσαι.] Ῥαφανῖδας μετὰ πυρῶν ἀναζέσας ἐν οἴνῳ καὶ διηθήσας δὸς πιεῖν. ἄλλο. πίτυρα μετὰ μαράθρων ῥιζῶν ἑψήσας τὸ ὕδωρ δὸς πιεῖν. ἄλλο. μελάνθιον διεὶς ἐν μελικράτῳ οἶον ὀλκὴν δίδου πιεῖν. ἄλλο. κισσοῦ φύλλα διεὶς ἐν μελικράτῳ δὸς πιεῖν. [ιστ΄. Γάλα σβέσαι.] Κατάντλει θαλάσσῃ καὶ κατάπλασσε τοῖς στύφειν δυναμένοις καὶ ἀναξηραίνειν. ἄλλο. ἅλμην ποιήσας θερμὴν καὶ σπόγγοις ἐκθλίβων καὶ μάννα ἐπιπάσσων ἐπίδει καὶ χάρτας ὁμοίως. [ιζ΄. Ἐὰν δὲ σκληροὶ ὦσι καὶ φλεγμαίνωσι.] Κατάπλασσε  λινοσπέρμῳ δι᾿ ὀξυμέλιτος ἑφθῷ, ἤ τήλει ὁμοίως ἑψηθείσῃ ἢ σησάμῳ ἀπλύτῳ, ψυχθέντι καὶ λειωθέντι μίξας μέλιτι ἢ σύκοις κατάπλασσε. ἄλλο. κύμινον τρίψας μετ᾿ οἰνομέλιτος καὶ κηρωτῆς πάχος ποιήσας ἔμπλασσε εἰς ὀθόνιον ἐπιθείς. [ιη΄. Πότημα ἐκβόλιον ἐμβρύου τεθνηκότος ἤ μὴ φερομένου κατὰ φύσιν.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ παλαιῷ κεκραμένῳ κοχλιάρια β΄. δὸς πιεῖν, ἐκβάλλει παραχρῆμα. ἄλλο. ὠὸν ὠμὸν κεδρίᾳ χρῖσον καὶ θέρμανον καὶ δὸς ῥοφῆσαι νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου δὸς πιεῖν. ἄλλο. ὁ φοινικίτης λίθος ἐγχριόμενος ἐκβόλιόν ἐστιν· ἀτελὲς δὲ ἔμβρυον ἐκβάλλει λίθος κυνόδηκτος ἂν τεθῇ καὶ ὑπερβῇ αὐτὸν ἢ κύουσα, ὡς τάχος ἐκβάλλει τὸ κατὰ γαστρός. [ιθ΄. Γυναῖκα γνῶναι εἰ ἐκτρώσει τὸ ἐν γαστρί.] Ἐὰν οἱ μαστοὶ ἰσχναίνοιντο, σημαίνει ἔκτρωσιν. [κ΄. Κατάπλασμα φθόριον.] Ἐρεγμοῦ καθαροῦ κύαθοι δύο ἕψει ἐν πολταρίῳ μετ᾿ ὄξους· μετὰ δὲ τὸ ἡμίεφθον γενέσθαι ἀλόης γο. α΄. καὶ μαλαγματῶδες ποιήσας ἐπιτίθει κατὰ τοῦ ὀμφαλοῦ μέχρι κτενὸς καὶ ἐπίδει. [κα΄. Κατάπλασμα ὥστε φθεῖραι ἄνευ πάσης βλάβης καὶ βασάνου.] Κυπαρίσσου φύλλων ἑψήσας μέρος ὕδατι λείανον ἐπιμελῶς ὡς μαλαγματῶδες γενέσθαι καὶ ἐπίθες ἐπὶ τὸν ὀμφαλόν καὶ τὸ ἐπιγάστριον καὶ κατάδει φασκίᾳ· κέλευον ἐπικαθίσαι ὑπτίαν ἢ ἐπὶ κουρικοῦ βάθρου καθίσαι καὶ κοιμωμένη ἀπόνως ἐκβάλλει. [κβ΄. Ἐκβόλιον ἀκίνδυνον ὥστε μηνῶν τριῶν ἣ δ΄. ἐκβάλλειν.] Ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες. ἀκίνδυνόν ἐστι καὶ πεπείραται ἐπὶ πολλῶν. ἄλλο. στρουθίον λεῖον μετὰ μέλιτος ἀναλαβὼν ἀνάπλασσε πεσσοὺς μικροὺς καὶ ὑποτίθει. ἄγει καὶ τὰ δεύτερα καὶ καταμήνια. ἄλλο. ἀρτεμισίας τῶν φύλλων λειοτριβήσας μετὰ ῥοδίνου καὶ ποιήσας γλοιοῦ πάχος προστίθει· καταμηνίων ἀγωγόν. ἄλλο. ἰσχάδας β΄. (S"). νίτρου ὀβολὸν πεσσὸν ποιήσας ἐπιτίθει. ἄλλο. ἀρτεμισίαν τρίψας ἐπιτίθει. ἄλλο. πηγάνου ἀγρίου σπέρμα προστίθει. ἄλλο. γαγάτης λίθος ὑποθυμιώμενος τὰς μὴ καθαιρομένας καθαίρει. [κγ΄. Ἐὰν τεκούσῃ αἷμα μὴ ἐκκριθῇ.] Ἄρου σπέρμα τρίψας ἐν οἴνῳ λευκῷ νηστικῇ δίδου πιεῖν. [κδ΄. Πρὸς τὰς ἐκ τοκετοῦ χλωράς.] Πάνακος ῥίζας τρίψας ἐν οἴνῳ γλυκεῖ δίδου πιεῖν νηστικῇ. ἄλλο. κυτίνων ἄνθος ῥοῶν μετὰ μύρων ἑψημένων δὸς πιεῖν. ἄλλο. λαβὼν τρύγα οἴνου παλαιοῦ καὶ ῥίζαν κρίνου καὶ σκόροδα λεάνας κατάχριε πρόσωπον δείλης καὶ πρωῒ ἀπόπλυνε καὶ τοῦτο ἕως ἄν τὸ πρόσωπον ἐρυθρὸν γένηται. [κε΄. Πρὸς κοιλίαν κατεῤῥωγυῖαν καὶ μαστοὺς καὶ μηροὺς καὶ ἰσχία.] Κοχλίου θαλασσίου τὸν ὑπόμακρον καύσας καὶ λειοτριβήσας πρόσβαλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον γάλα καὶ κατάχριε. ἄλλο. διαφανὲς κόψας καὶ τρίψας ὅταν εἰς βαλάνειον εἰσέρχεται καὶ κατάχριε πρὶν ἀλείψασθαι. ἐπὶ ἡμέρας κ΄. ἀφανίζονται. [κστ΄. Πρὸς τὸ κοιλίαν, ἢ ὑποχόνδριον, ἢ μηροὺς ἱδροῦσθαι ἐκ τοκετῶν.] Κιμωλίας καὶ μάννης ἑκάστου ἴσον ἀναλάμβανε ὠοῦ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης. [κζ΄. Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα.] Ἄρτου τὸ ἐντὸς καὶ μελαντηρίαν συμφυράσας ἐπιτίθει· τοῦτο καθίστησιν. [κη΄. Πρὸς ἐξομφάλους.] Κηκίδας καύσας, τρίψας μετὰ ὕδατος κατάπλασσε. [κθ΄. Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι.] Λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ, ἔπειτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔνθες εἰς τὸν ὀμφαλὸν καὶ ἐπίδει προστύπως. [λ΄. Πρὸς ὑστερικὰς πνίξεις.] Χελώνης χερσαίας ἧπαρ λεῖον ἐν πεσσῷ ὑποτίθει, ἀπαράβατόν ἐστι, μηδενὶ μεταδίδου. [λα΄. Πόμα πρὸς πόνον ὑστέρας.] Λαγωοῦ καρδίαν ξηράνας ἐπιξύων δίδου πιεῖν. [λβ΄. Πρὸς τοὺς γενομένους στρόφους ἀπὸ τοκετοῦ καὶ φθορὰς καὶ πνιγμούς.] Λεπτοσφαίρους ὀβολοῦ (S"). ὀρεσίνημα καλοῦσι, τοῖς τρισὶ δακτύλοις μετὰ γλυκέος πινέτω. [λγ΄. Πρὸς ὑστέρας πόνους.] Γλυκείας ῥοᾶς ῥίζαν ἐν οἴνῳ πινέτω. [λδ΄. Πρὸς τὰς ἐκ μήτρας σκληρίας.] Κύμινον λεῖον καὶ πηγάνου φύλλα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ βουτύρῳ καὶ πεσσὸν ποιήσας δι᾿ ἐρίου ἐντίθει. [λε΄. Πόμα πρὸς ὑστερικὰς γυναῖκας.] Καστόριον μετὰ ἀνίσου πότιζε. ἄλλο. κύμινον τρίψας καὶ μελανθίου μέρος (S"). μετὰ ὀξυμέλιτος πότιζε. [λστ΄. Πόμα πρὸς ῥοῦν γυναικεῖον.] Πευκεδάνου ῥίζαν καὶ κυπαρίσσου σφαιρίων ἴσα ἑκάστου ἐν οἴνῳ λευκῷ δίδου πιεῖν. ἄλλο. γίγαρτα σταφυλῆς μελαίνης ξηρὰ λειώσας ἐν οἴνῳ μελαυστηρῷ δίδου πίνειν. ἄλλο. πιτυὰν ἐρίφου λαβὼν λείανον σὺν ὄξει δριμυτάτῳ καὶ δίδου νήστει πιεῖν. ἄλλο. κοράλλιον δίδου ἐν οἴνῳ μέλανι καὶ παραχρῆμα στήσεται. ἄλλο. νάρθηκος σποδὸν καὶ μήκωνος κονίαν ἐν ὕδατι δίδου πίνειν πρὸς ὀλίγον· εἰ δὲ εἴη πλέον φερόμενον, σπόγγον καύσας δίδου ὅσον δραχ. γ΄. ἄλλο. κέρας ἐλάφειον καύσας δὸς πιεῖν. [λζ΄. Πρόσθετα.] Ῥοιὰν σὺν ἐρίῳ καταπλάσας προστίθει. ἢ σίδια ἑψήσας καὶ τρίψας ἐν ἐρίῳ δεῖ προστίθεσθαι ἐν πεσσῷ. ἄλλο. κηκίδος τὸ ἐντὸς καὶ λιβάνου ἀναλαβὼν ἐν πεσσῷ προστίθει διὰ ὕδατος. ἄλλο. γλήχωνα λεῖον ἀναλαβὼν ἐρίῳ καθαρῷ προστίθει· βοηθεῖ δὲ ὄξει ξεστῷ σπόγγος βαπτόμενος καὶ ἐκθλιβόμενος συμμέτρως καὶ μηρῶν δὲ συναγωγὴ καὶ δέσις ἄκρων καὶ κατάκλισις ἐπὶ κεφαλήν. [λη΄. Πρὸς τὸ μὴ καθυγραίνεσθαι τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις τῶν γυναικῶν.] Κηκίδος ὀμφακίνης κόκκους δ΄. σποδίου, ᾧ χρῶνται εἰς τὰ ὀφθαλμικὰ, μύστρα δύο τρῖψον καὶ μῖξον εἰς τὸ αὐτὸ καὶ ἀπόθου εἰς ἀγγεῖον καθαρὸν καὶ τούτου λαμβάνουσα μύστρον οἴνῳ παλαιῷ διεῖσα καὶ τούτῳ ὑπονοτιζέσθω ταῖς πρώταις ἡμέραις, ἡ γαμηθεῖσα καθ᾿ ὅλου τοῦ βίου διαμενεῖ τοὺς τόπους μὴ καθυγρουμένη. ἄλλο. κηκίδας ἐμβρέχων εἰς ὕδωρ ἡμέρας η΄. εἶτα βρέχε ἔριον  τεθυωμένον τρυφερὸν τῷ ἀποβρέγματι καὶ μὴ ἐκπιέζων ἔα ξηρανθῆναι καὶ πεσσὸν ποιῶν τοῦ ὀρίου δίδου ὑποτίθεσθαι· καὶ ἔσται ὡς παρθένος ἐν τῇ συνουσίᾳ. αἱρείτω τὸ ἔριον καὶ ξηραινέτω καὶ πάλιν χρήσθω εἰ θέλει. ἄλλο. ὀξυλαπάθου σπέρμα τρίψας δίδου ὑποτίθεσθαι καὶ ἔσται ὡς παρθένος. ἄλλο. κηκίδας κόψας εἰς ὕδωρ ἔμβαλε καὶ δίδου προσκλύζεσθαι καὶ θερμοτέρας ποιεῖ τὰς γυναῖκας. ἄλλο. ὀθόνια ἰσχνὰ ἀποβρέχειν εἰς στυπτηρίαν μετὰ ὕδατος ἀνειμένην καὶ ξηραίνειν· εἶτα κυπέρου καὶ κασσίας καὶ κηκίδος ἴσον ἑκάστου τρῖβε ἐν οἴνῳ παλαιῷ πάχος ποιεῖν μέλιτος. τούτῳ τὰ ὀθόνια βρέχων ἀναξήρανον καὶ δίδου προστίθεσθαι καὶ κέλευε συνέχειν ὥραις δυσὶ ταμιευομένην πρὸς τὴν χρείαν· ὅταν δὲ ὁμιλεῖν μέλλῃ, τότε ἀφαίρετο ἐκεῖνα. ἄλλο. λαβοῦσα δὲ μέλι καὶ νίτρον καταχριέτω τὸ μόριον μέχρι τοῦ ἐφηβαίου. οὕτως συγγίνου.

[α΄. Πρὸς τὸ ἀνέντατόν τινα γενέσθαι.] Κήρυκα καύσας σβέσον οὔρῳ βοὸς τομίου καὶ λάμβανε ἀπὸ τούτου ἢ ἐν ποτῷ ἢ ἐν βρωτῷ. τὸ δὲ ἄλλο εἰς ἀγγεῖον ἀπόθου. ἄλλο. λύσις. ἄναψον τὸ ξυλάριον καὶ παύεται. ἄλλο. ὀξύσχοινος ἐντεθεῖσα καὶ γενομένη κηρύκου σχῆμα τοῦ ὄξεως ἐκκριθέντος εἰς τὴν κοίτην ἐπιτίθει ὑπὸ τὰ στρώματα καὶ κατέχει τὰς ἐπὶ τὰ ἀφροδίσια ὁρμάς. ἄλλο. κορίαννον ἢ γλήχων ἐσθιόμενος πολλάκις ἀνέντατον ποιεῖ. ἄλλο. χολὴ νάρκης ἐάν τις τὸ μόριον ἀνέντατον ἔσται. ἄλλο. ἀπὸ λύχνου αὐτομάτως σβεσθέντος λαβὼν πομφόλυγα τὴν ἔτι ζῶσαν βάλλε εἰς τὸ πόμα καὶ δὸς πιεῖν, γενήσεται γὰρ ἀνέντατος ὅλην τὴν νύκτα ὁ πιών. [β΄. Ἐντατικὰ τοῦ αἰδοίου.] Αἰδοῖον ἐντείνουσι καὶ ἐξορμάουσι πρὸς ἀφροδίσια τάδε· κωναρίων, πεπέρεως, πετροσελίνου, ἐλαφίου αἰδοίου ῥινήματος τερεβινθίνης ἀνὰ ἴσα μέλιτι ἀναλάμβανε καὶ σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. λαβὼν ἐρεβίνθων ὠμῶν, κωναρίων γο. β΄. εὐζόμου σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ γο. α΄. μέλιτος τὸ ἀρκοῦν, δίδου δίδραχμον σὺν οἴνῳ. ἄλλο. αἰδοῖον κατάχριε τῷ μέλιτι πρὸ ἀφροδισίας. ἄλλο. εὐζόμου σπέρμα σὺν μέλιτι δίδου πίνειν. ἄλλο. χυλοῦ τοῦ εὐζόμου κυάθους β΄. μετὰ πεπέρεως λευκοῦ τὸ ἀρκοῦν δίδου διὰ τριῶν ἡμερῶν τῶν ἐπαλλήλων ἡμερῶν. ἢ χυλοῦ εὐζόμου καὶ πεπέρεως λευκοῦ δίδου κοχλιάριον α΄. νήστει. συμφέρει καὶ ὄστρακον ἐχίνου θαλασσίου πινόμενον καὶ τὸ γάλα βόειον πιόν. ἄλλο. πολυγόνου βοτάνης σπέρμα καὶ σάρκα ἰχθύων ποταμίων ξηρὰν τρίψας δίδου πίνειν· ἐντατικὸν γάρ ἐστι. ὁμοίως σπέρμα τῆς ἀνδράχνης ἑψηθὲν μετὰ γάλακτος βοείου δίδου· πάνυ βοηθέει. ὁμοίως ὠὰ πέρδικος ἐσθιόμενα. ἄλλο. σπέρμα πράσου σὺν ἀκράτῳ οἴνῳ δὸς πίνειν. ἄλλο. χυλὸς πολυγόνου βοτάνης πινόμενος ποιεῖ ἀφροδίσια ἑτοιμοτέρους. ἄλλο. τὸ ὕδωρ ἐν ᾧ σβεσθῇ ὁ σίδηρος πῖνε σὺν οἴνῳ. ἄλλο. ὀρχιδίου ξηροῦ ἀλώπεκος κοχλιάριον α΄. πῖνε. ἄλλο. χυλὸν ἀσφοδέλου ῥίζης ἐκπιέσας δίδου πίνειν. ἄλλο. ὅταν ὁ ταῦρος μετὰ συνουσίαν οὐρήκῃ, γῆν συμμίξας τῷ πηλῷ ἐξ οὔρου καταπλασσομένῳ αἰδοῖον κατάχριε. ἄλλο. κόπρῳ τῇ βοείᾳ προσφάτῳ αἰδοῖον κατάχριε. ἄλλο. κόκκον γνίδιον τρίψας καὶ σὺν ἐλαίῳ ῥοδίνῳ διαμίξας κατάχριε. ἄλλο. χυλῷ περιστερεῶνος. αἰδοῖον κατάχριε. [γ΄. Πρὸς ὕπνον.] Εἰς φύλλον δάφνης ἐπίγραφε καὶ ὑποτίθει ἐπὶ τὴν κεφαλὴν λεληθότως, ὀνομάζων κόνκοφον βραχερέον. [δ΄. Πρὸς τοὺς μὴ δυναμένους συνουσιάζειν.] Σκαμμωνίαν μεθ᾿ ὕδατος χρίου.

[Πρὸς τὸ δῆγμα τῶν ἰοβόλων ζώων.] Πρὸς δῆγμα τῶν ἰοβόλων θηρίων τὰ μελίας φύλλα κόψας χυλοῦ δίδου κοχλιάρια γ΄. ἀπυρέττουσι μετὰ τῶν γ΄. κυάθων τοῦ οἴνου. ἄλλο. φλοῖον δένδρου βαλάνου ἢ εὔζυμον τὸ ἐν τοῖς λαχάνοις γιγνόμενον, ἢ χαμαιπίτυα, ἢ σκόροδον, ἓν ἐξ αὐτῶν τρίψας σὺν οἴνῳ ἀκράτῳ νήστει δίδου πίνειν. ἄλλο. αἷμα τῆς νήττης ἐναντιοῦται πᾶσι τοῖς δηλητηρίοις καὶ θανασίμοις. τοῦτο μὲν αὐτὸ ποιοῦσιν αἱ σάρκες τῆς ὄρνιθος προσφάτως ἀναιρεθείσης τοῖς δήγμασιν ἐντιθεμέναι· ἐναντιοῦνται γὰρ τοῖς ἰοβόλοις ἅπασι καὶ ἰαοῦνται πλὴν δήγματος τοῦ ἀσπίδος. ἄλλο. πήγανον σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. ἐγκέφαλος τῆς ὄρνιθος πινόμενος ὠφελεῖ. [Πρὸς τὰ τῆς ἔχεως δήγματα.]Τὴν χαλβάνην σὺν κυπρίνῳ πρόσθες. ἄλλο. ἕρπυλλον σὺν ὄξει ὁμοίως κατάχριε. [Ὑποθυμιάματα τῶν ἰοβόλων φευτικά.] Τὸ πύρεθρον καὶ θεῖον ἐμπύριζε καὶ φευξοῦνται. ἄλλο. ταὐτὸ ποιεῖ τὸ κέρας ἐλάφου καὶ τὸ στέαρ αὐτοῦ· ἔτι καὶ τὸ σκύτος καὶ πόδες, τὰ μὲν ταῖς πύλαις ἐμπηγνύμενα τὴν ἅπαντος ἰοβόλου εἴσοδον κωλύουσιν. ἄλλο. πνεύμων ὄνου ὑποθυμιαζόμενος ἅπαν ἰοβόλον φυγαδεύει. [Ὡς ἔχιδνα μὴ δήκῃ.] Δρακόντιον τρίψας τὴν χεῖρά σου κατάχριε καὶ μὴ δηχθήσῃ. σπέρμα δὲ ταύτης βοτάνης τετριμμένον σὺν ὕδατι καὶ τιθὲν ἐν τοῖς ὕδασι τῶν ἀποδημεόντων αὐτὰς φυγαδεύει. ἄλλο. χυλῷ στρύχνου χεῖρας κατάχριε. [Ἐπίθεμα πρὸς τὰ δήγματα τῆς ἐχίδνης.] Ἐχίδνης κεφαλὴν ἀποκόψας τὸ μόριον αἱματηρὸν τῷ τόπῳ ἀποδηχθέντι προστίθετι καὶ ἐπίδει καὶ οὕτως ἐᾷ. [Πυρία πρὸς τὸ δῆγμα τῆς ἐχίδνης καὶ μυγάλης.] Τρίφυλλον ἀσφάλτιον ἕψε καὶ ἀφεψήματι θερμῷ τόπον ἀποδηχθέντα πυριᾷ. οὐδεὶς δὲ πυρίᾳ ταύτῃ χράσθω ὁ μὴ πάσχων. μεταβαίνει γὰρ ἡ διάθεσις εἰς αὐτὴν, ὡς νομίζῃ ἑαυτὸν ἀπὸ τῆς ἐχίδνης ἢ μυγάλης ἀποδηχθέντα.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
[Περὶ τῆς σταφυλῆς πασχούσης θεραπείας.]

Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς φλεγμονῆς δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα καὶ ἀναγαργαρίσματα δι᾿ οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψήματος χλιαροῦ, ἢ ὀξυμέλιτος ἀναγαργαριζομένου καὶ ἀποχεομένου καὶ μὴ καταπινομένου· καὶ μασήματος διὰ πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ νίτρου καὶ ἁλὸς παράτριβε τὸν οὐρανίσκον καὶ τὴν σταφυλὴν, καὶ παύει τὴν φλεγμονήν· ἔξωθεν δὲ ἐπίθετα τὰ αὐτὰ καὶ τὰ ὁμοίως θερμαίνοντα καὶ τὴν φλεγμονὴν παρηγοροῦντα καὶ τὴν ὀδύνην παύοντα· ἐπιθέματα δὲ καὶ καταπλάσματα ἐπιτήδεια.

[Περὶ τῆς ἀνακρεμασθείσης σταφυλῆς.]

Ὑσσώπου ῥίζαν καὶ ἰσχάδων χυλὸν μίξας ἀναγαργάριζε, ὁμοίως καὶ εἰς παρίσθμια καὶ σταφυλὴν ὁμοῦ ζέσας ἀναγαργάριζε φοίνικας δηλονότι καὶ φακήν. [Εἰς τὸ τηρεῖν ἀδίψους ἀεί ποτε.] Γλυκυῤῥίζης χυλὸν πότιζε ἢ ἀνδράχνης ὅσον κύαθον κατάπιε. ἄλλο. ἀνίσου γο. α΄. γλυκυῤῥίζης χυλοῦ γο. β΄. τραγακάνθης βεβρεγμένης γο. β΄. ἀνάπλασον τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ καὶ ἐκ τούτων δίδου κατέχειν ὑπὸ τὴν γλῶτταν ἕνα τροχίσκον καὶ τὸν χυλὸν καταπίνειν καὶ οὐ διψήσει.

[Πρὸς δυσηκοΐας καὶ κωφώσεις.]

Χολὴν αἰγείαν πρόσφατον ἴσα μίξας μέλιτι ἀκάπνῳ χλιαρὸν ἔνσταζον εἰς τὸ οὖς. ἄλλο. λαγωοῦ χολὴν νεαρὰν μέλιτι μίξας ἐπίσης καὶ χλιάνας ἐν φλοιῷ κρομμύου ἐπίσταζον εἰς τὸ οὖς· καὶ γὰρ καὶ τοὺς μηδ᾿ ὅλως ἀκούοντας ποιεῖ ἀκούειν. ἄλλο. συὸς ἡμέρου χολὴν ἴσα μέλιτι ἀκάπνῳ ἑνώσας χλιαρὸν ἐγχωμάτισον· ἢ σκίλλης χυλὸν καὶ ῥόδινον μίξας χρῶ. ἄλλο. ὀρόβου χυλὸν ἔνσταζον, ἐπίθες στυππίῳ μετὰ ῥοδίνου.

[Πρὸς κοιλιακοὺς ἐργαλεῖον.]

Μύρτων χλωρῶν, ῥόδων ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας ε΄. οἰνομέλιτι φυράσας διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμένης τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον.

[Εἰς στρόφον κοιλίας.]

Κύμινον μετὰ μέλιτος δίδου φαγεῖν καὶ θαυμάσεις· ἢ καλάμου ῥίζαν καύσας πότισον μετὰ οἴνου κύλικος ἑνός.

[Εἰς τὸ στῆσαι κοιλίαν.]

Ὀρίγανον μετὰ ὕδατος ἑψήσας δίδου πιεῖν. ἄλλο. σηπίας ὄστρακον καύσας καὶ τρίψας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν· ἢ βάτου καρπὸν σὺν τοῖς φύλλοις ἀποτριτώσας δὸς πιεῖν. ἄλλο. κύμινον Ἑλλαδικὸν καὶ κηκίδα ἄτριπτον καῦσον καὶ μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν μετὰ τὸ ἀποτριτωθῆναι ἐπὶ ἡμέρας τρεῖς.

[Πρὸς ἐσωχάδας, ῥαγάδας καὶ συκάμινα.]

Ἀρσενικοῦ σχιστοῦ γο. γ΄. σφέτλης δρυΐνης γο. δ΄. λειώσας πάντα ὁμοῦ ἔχε ξηρίον, ἐπὶ δὲ τῆς χρείας ἀπονίψας οὔρῳ παιδὸς ἀφθόρου τοὺς τόπους ἐπίπασον.

[Πρὸς ἐσωχάδας καὶ ἐξωχάδας.]

Ῥίζαν σιλφίου κόψας καὶ λειώσας κατάπλασον. [Ξηρίον πρὸς βεβρωμένας οὔλας καὶ ὀδόντας σειομένους.] Μαστίχης γο. α΄. λιβάνου γο. β΄. σμύρνης, ῥόδων ξηρῶν ἀνὰ γο. γ΄. σαρκοκόλλης, κηκίδος ἀνὰ γο. δ΄. ὁμοῦ λειώσας ἐπίπασον τὰ οὖλα, προδιακλύσας ἀειζώου, ἢ μύρτων, ἢ σχοίνου, ἢ ἄγνου, ἢ ἐλαίας τῶν φύλλων τῶν χλιαρῶν.

[Πρὸς ὀδονταλγίας.]

Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας ἀγρίας κόκκους δ΄. μαστίχης κόκκους η΄. δίδου διαμασᾶσθαι.

[Εἰς πεσόντας ὀδόντας ἀπὸ πληγῆς.]

Σταφίδας ἐν ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕτως καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες.

[Πρὸς οὖλα βιβρωσκόμενα.]

Ἀριστολοχίας τρίψας μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυμένον ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυρον καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε· ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ᾿ ἐλαίου ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε.

[Πρὸς ὀφθαλμοπονίαν.]

Μυελὸν αἴγειον περίχριε καὶ ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ  θερμὸν ἐπιτίθει, ἢ λινοσπέρμου χυλὸν, ἢ γάλα γυναικεῖον ἐπίχριε. [Πρὸς λεύκωμα καὶ οὔλας παλαιὰς ἐν ἐλαχίσταις ἡμέραις· ἔστι δὲ καὶ ὀξυδορκικὸν θαυμαστόν.] Ἰοῦ ξυστοῦ γο. δ΄. ἀμμωνιακοῦ γο. δ΄. ψιμυθίου γο. β΄. κόμμεως γο. α΄. τὸ δὲ ὑγρὸν ἔστω σικύου ἀγρίου χυλὸς ὁ τῆς ῥίζης. ἄλλο. δαφνοκόκκων κεκαθαρισμένων καὶ λελειωμένων, κόμμεως τὸ ἀρκοῦν πρόσπλεξον καὶ ποίει κολλύρια, ἐπὶ δὲ τῆς χρείας λειώσας οὔρῳ παιδὸς ἀφθόρου ἀναλάμβανε καὶ οὕτως χρῖε. πεπείραται γάρ.

[Πρὸς αἰγίλωπας.]

Κόπρου περιστερᾶς ξηροῦ γο. δ΄. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκιμάσθη γάρ.

[Πρὸς λευκώματα δόκιμον· καὶ γὰρ πολλοὺς ὤνησεν.]

Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. β΄. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ᾿ ἱκανοῦ χρῖε τοὺς ὀφθαλμούς.

[Πρὸς ὑπόχυσιν ὑπερφυῶς παραχρῆμα τὸ βλέπειν ποιῶν.]

Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναικεῖον ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ ἄκρως ὠφέλησεν.

[Ἄλλο πρὸς ὑποχύσεις παλαιάς τε καὶ νέας καὶ ἀμβλυωπίας καὶ πᾶν ἐπισκοτοῦν τὴν ὅρασιν.]

Δαφνίδας ἐκλελεπισμένας ἀριθμὸν κοκκίων ι΄. κόμμεως γο. β΄. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος ὀμβρίου.

[Πρὸς πόνον ὀφθαλμῶν καὶ ἀγρυπνίας.]

Μελίκρατον ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν εἰς β΄. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει.

[Πρὸς ἄνθρακας ὀφθαλμῶν καὶ παντὸς τοῦ σώματος.]

Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ ψίχια ὀξυκράτῳ χρῶ.

[Ὀξυδερκικόν.]

Μαράθρου ξύλον τρίψας καλῶς μετὰ μέλιτος πωλίου νεαροῦ ἀκάπνῳ χρῶ ἐπιχρίων.

[Περὶ τῶν ἐν βλεφάροις κριθῶν.]

Ἀκακίαν σὺν οἴνῳ χρῖε. [Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν.] Ἐπὶ δὲ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμένου ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ᾿ ἡλίου καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον.

[Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν.]

Τοῦτο τὸ μίγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν ἀδικηθῆναι ποτέ. κιμωλίας, νίτρου, βρυωνίας ῥίζης ξηρᾶς, σικύου ἀγρίου ῥίζης, κυάμου ἀλεύρου ἀνὰ γο. β΄. λειοτριβήσας ὁμοῦ καὶ ἑνώσας εἰς γλοιοῦ πάχος χρῶ ἐν βαλανείῳ ὡς κάλλιστον.

[Ἀποφλεγματισμὸς κατασπῶν ἐκ τοῦ κρανίου φλέγμα.]

Ἀγριοσταφίδας μετὰ μαστίχης δίδου μασᾶσθαι ἢ μαστίχην καὶ ζίγγιβερ, εἰ δὲ ἢ μαστίχη σκληρὰ εἴη, πρόπλεξον καὶ ὀλίγον κηρόν.

[Πρὸς κεφαλαλγίαν.]

Πήγανον κόψον ἐπιμελῶς καὶ σὺν ὄξει καὶ ῥοδίνῳ κατάχριε τὸ μέτωπον.

[Πρὸς ἡμικρανίαν.]

Πράσου κεφαλὴν καὶ κόμην ἑψήσας ἐλαίῳ βρέχε τὴν κεφαλὴν καὶ παύεται εὐθὺς ἡ ὀδύνη. ἄλλο. κισσοῦ ἀκρέμονας ἐλαίῳ ἑψήσας βρέξον τὴν κεφαλὴν καὶ θαυμάσεις. ἄλλο. ἀμύγδαλα πικρὰ λειοτριβήσας κατάχριε τὸ μέτωπον.

[Πρὸς ἥλους δόκιμον, κᾂν ἐν κεφαλῇ εἰσίν.]

Σανδαράχης, σχιστῆς, χαλκάνθου, μίσυος καὶ ἀσβέστου ζῶντος καὶ σάπωνος ὅλα μίξας ἐξ ἴσου, τὸ ἄσβεστον διπλοῦν λειώσας μετὰ πρωτείου ζωμοῦ τοῦ σάπωνος χρῶ. θαυμάσιον γάρ ἐστι.

[Πρὸς ἡμικρανίαν.]

Λαβὼν εὐζώμου σπέρμα γο. γ΄. πηγάνου χλωροῦ γο. ζ΄. πεπέρεως κόκκους λα΄. ὠῶν τριῶν τὸ λευκὸν, ὄξους τὸ ἀρκοῦν χρῖε τὸν τόπον.

[Τροχίσκος ὁ ἔνδοξος Σωκράτους πρὸς κεφαλαλγίαν καὶ ἡμικρανίαν καὶ πρὸς πάντα τὰ ῥευματικὰ πάθη θαυμάσιος.]

Εὐφορβίου δραχ. δ΄. θαψίας χυλοῦ δραχ. στ΄. ζιγγιβέρεος δραχ. α΄. ὀπίου δραχ. γ΄. ὀποπάνακος δραχ. β΄. λῦσον τὰ πάντα ὁμοῦ μετὰ ὄξους καὶ ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρήσεως ἀναλαβὼν ὄξει χρῖε τὸ μέτωπον. ἔστι δὲ καὶ καπνιστικὸν καὶ τοῖς μόριόν τι ῥευματιζομένοις ποιεῖ θαυμαστῶς.

[Περὶ ἥλων καὶ μυρμηκιῶν.]

Ἀρίθμησον τοὺς ἥλους καὶ λαβὼν τοσούτους μύρμηκας δῆσον ἐν λίνῳ πανίῳ καὶ κοχλίαν ἕνα μετ᾿ αὐτῶν καὶ καύσας αὐτοὺς λείωσον σὺν ὄξει καὶ ἐπίχριε, ἢ κόπρον βόειον μετὰ ὄξους λειώσας ἐπίχριε, ἐπὶ ἡμέρας τρεῖς κατάπλασον, καὶ πεσοῦνται οἱ ἦλοι. [Πρὸς ἥλους καὶ μυρμηκιασμούς.] Ὀστέα φοινίκων καύσας καὶ τρίψας μετὰ ἅλατος καὶ θυμιάματος καὶ μίξας ἐν ἡλίῳ ἐπίθες καὶ θεραπεύσεις. 

[Πρὸς ἡμικρανίαν δόκιμον.]

Λαβὼν γῆς ἔντερα ιε΄. κόκκους πεπέρεως ιε΄. ὄξους τὸ ἀρκοῦν· λειώσας ὁμοῦ χρῖε.

[Πρὸς θηριοδήκτους πληγάς.]

Θηριοδήκτους καὶ λυσσοδήκτους ἰᾶται καρκίνου τῶν ἐντὸς ἡ τέφρα δὺν ὕδατι πινομένη ἅπαξ καὶ δὶς ἀνὰ δρακὸς μιᾶς.

[Πρὸς τὰς ἐξ οἴνου κεφαλαλγίας.]

Πολυγόνου κλῶνας β΄. πλέξας στεφάνωσον.

[Πρὸς πόνον ἡμικρανίου.]

Καρδάμου σπόρον τρίψας μῖξον μετ᾿ ὠοῦ λευκῷ καὶ κατάχριε τὸ μέτωπον καὶ ἐπάνω θὲς στυπία, ἢ τοῦ ἀετοῦ τῆς κεφαλῆς τὸ ὀστοῦν τὸ ὅμοιον τῷ ὁμοίῳ περίαπτε ὁμοίως καὶ τοῦ γυπός. ἄλλο. οἱ ἐν τῇ κεφαλῇ τοῦ λάβρακος εὑρισκόμενοι λίθοι κεφαλαλγίαν ἰῶνται καὶ εἰς ἡμικρανίαν περιαπτόμενοι δεξιὸς δεξιᾷ καὶ ἀριστερὸς ἀριστερᾷ.

[Πρὸς τρίχας ῥεούσας ἀπὸ κεφαλῆς καὶ πώγωνος.]

Σεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχων τρίχας κατάχριε ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου ὀμφακίνου ἢ μυρσινίνου, ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ λειώσας ἄμφω πάχος μέλιτος καὶ χρῖε τὴν κεφαλὴν ἐν βαλανείῳ· βέλτιον δ᾿ ἐστὶ καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ζ΄. μέρος λαδάνῳ πρόσβαλλε καὶ χρῖε.

[Πρὸς τρίχας ῥεούσας, ἵνα δὲ καὶ πλέον γένωνται.]

Μυοχόδων δραχ. γ΄. καλάμων κονατήλων κεκαυμένων δραχ. δ΄. ἀμύγδαλα πικρὰ οβ΄. ὀπὸν βαλσάμου, λαδάνου ἀνὰ δραχ. δ΄. πολυτρίχων δραχ. ζ΄. νάρδου Κελτικῆς δραχ. α΄. ἐν ὑγροπίσσῳ βρέξας τὸ λάδανον καὶ οἴνῳ καὶ ἐλαίῳ λειώσας. τὰ δὲ ξηρὰ κόψας εἰς χνοῦν, μετὰ τῶν ὑγρῶν μίξας χρῶ ἀλειφόμενον καθ᾿ ἡμέραν. ἐμοὶ δοκεῖ καὶ φαλακροὺς τριχῶσαι.

[Βηχὸς θεραπεῖαι διάφοροι.]

Ἀρκευθίδος ὁ καρπὸς ἐσθιόμενος καὶ πινόμενος· ἢ βδέλλιον πινόμενον, ἢ δαῦκος Κρητικὸς σὺν οἴνῳ πινόμενος· ἢ δρακοντίου ῥίζα ὁμοίως ἑψηθεῖσα καὶ λειωθεῖσα μέλιτι· ἢ ἑλενίου βοτάνης καὶ περδικιάδος χλιαρὸς νηστικῶς καταῤῥοφούμενος ὁ χυλὸς σὺν ὕδατι πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου σὺν ὕδατι πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη πινομένη· καὶ τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν μετὰ χαλβάνης θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ ἄσφαλτον καὶ λίβανον καὶ στύραξ καὶ κύμινον θυμιαζόμενα, ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ πινόμενον, ἢ κυπαρίσσου σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης νηστικῶς λαμβανόμενα, ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς καὶ ποθείς· ἢ ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν·ἢ μυρίκης ἄνθος καὶ ὁ καρπὸς καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψηθέντα καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν ὕδατι πινόμενος· ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ πινόμενα, ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βοτάνης ἡ ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως ἔχοντας ἐν τῷ πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ ποθεῖσα ὠφελεῖ. ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς μεγάλως θεραπεύει ἀετοῦ γλῶσσα περιαπτομένη· ἢ στροβίλιον ἀκέραιον καύσας καὶ τρίψας μετὰ πεπέρεως ὀλίγου καὶ ἀναλαβὼν μέλιτι δίδου τῷ πάσχοντι κοχλιάριον ἕν.

[Πρὸς χρόνιον βῆχα.]

Θεῖον ἄπυρον τρίψας καλῶς, ἐμβαλὼν ὠὸν ῥόφησον ἐν βαλανείῳ· ἢ σίνηπι τρίψας καὶ μίξας μέλιτι δίδου δακόλους τρεῖς· ἢ καρδαμόσπορον λεῖον σὺν ὕδατι πινόμενον εἰς κοίτην, ἢ λίβανον τριβόμενον μετὰ μέλιτος καὶ ἐκλειχόμενον πρωῒ καὶ εἰς κοίτην· ἢ ῥαφάνου χυλὸς μετὰ μέλιτος καταῤῥοφούμενος τῷ πρωΐ. ἄλλο. ἀρκευτίδες ε΄. ἢ ζ΄. μετὰ μέλιτος πινόμεναι. ἄλλο. πεπέρεως δραχ. δ΄. καρύων δραχ. β΄. στροβίλου ὑσσώπου ἀνὰ δραχ. α΄. γλήχωνος δραχ. δ΄. ἴρεως δραχ. δ΄. κνίδης σπέρμα δραχ. δ΄. μέλιτος ἡ δόσις κοχλιάριον α΄. ἄλλο. σίνηπι καὶ κύμινον, μελάνθιον, κάρδαμον ἴσα ὁμοῦ κόψας ἀναλάμβανε οἴνῳ καὶ δίδου. ἄλλο. γλήχωνα δίδου μασᾶσθαι συνεχῶς καὶ συντρίψας μετὰ οἴνου καὶ λεάνας δίδου πιεῖν. ἄλλο. κυμίνου πεφρυγμένου δραχ. α΄. μελανθίου πεφρυγμένου δραχ. α΄. πεπέρεως κοκκία μ΄. συντρίψας καὶ ζυμώσας μέλιτι δίδου νήστει καὶ εἰς κοίτην.

[Κάπνισμα.]

Ἀρσενικὸν σχιστὸν, πέπερι, πράσιον, κριθῆς ἄλευρον, χαμαίδρυν, ἀμπέλου ῥίζης δέρμα, χαμαιλεύκην, μαστίχην κόστον, κρόκον ὠῶν, πάντα ἑνώσας πλάττε κολλούρια καὶ κάπνιζε νήστει καὶ εἰς κοίτην. ἄλλο. πέπερι, κάρυα, ἀρσενικὸν σχιστὸν συντρίψας καὶ μίξας μέλιτι κάπνιζε. ἄλλο. βούτυρον, στέαρ χηνὸς, ῥητίνην μέλιτι συντρίψας δίδου νήστει καὶ εἰς κοίτην. ἄλλο. ῥάβδον μαράθρου καὶ σπέρμα πεπέρεως συντρίψας καὶ μετὰ μέλιτος ζυμώσας δίδου. ἄλλο. φυσαλίδας ἑψήσας σὺν ταῖς ῥίζαις δὸς πιεῖν.

[Βηχικὸν καὶ εἰς ἀναγωγὴν αἵματος.]

Κόστον, κιννάμωμον, ῥῆον βάρβαρον ἀνὰ δραχ. α΄. συντρίψας καὶ ἑνώσας μετ᾿ οἴνου χλιαροῦ πότισον.

[Ἄλλο ποιῶν καὶ ἐκτηκομένοις.]

Λαβὼν λιβάνου, πεπέρεως,  ἀρσενικοῦ σχιστοῦ, καρυοφύλλου πάντα ὁμοῦ συντρίψας μετὰ μέλιτος καὶ ζυμώσας δίδου πρωῒ καὶ εἰς κοίτην· ἢ ἀρσενικὸν σχιστὸν ἀντὶ ἅλατος εἰς ὠὸν ῥυτὸν καὶ ῥόφησον νῆστις· ἢ ἀρσενικὸν συντρίψας μετ᾿ οἴνου χλιαροῦ πότισον ἐν λουτρῷ· ἢ ἀρσενικὸν σχιστὸν καὶ κρόκον ὠοῦ μίξας ἐπάλειφε εἰς βάμβηκα καὶ κάπνιζε διὰ κιχώνης, ὅταν δὲ ὀλιγωθῇ ὁ καπνιζόμενος, δίδου αὐτῷ καὶ καταπιεῖν βούτυρον, ὅσον λεπτοκαρύου μέγεθος καὶ πάλιν καπνιζέσθω, ποίει δὲ ἑπτάκις. ἄλλο. στύρακος καλοῦ καὶ κράμβης χυλὸν συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην· ἢ δαφνελαίου καὶ οἴνου καλοῦ ἀνὰ δραχ. γ΄. μίξας χλιαρὸν πότιζον ἐν λουτρῷ καὶ οἰνέλαιον θερμὸν κέραμον πυρίαζε τὸν στόμαχον, τὸ οἰνέλαιον μὴ δίδου φθισικῷ πίνειν, ἀλλὰ τὴν σκευασίαν τοῦ οἰνελαίου ἀκριβῶς σκευάσας καὶ χλιάνας πυρίαζον μετὰ σπόγγων τὸν στόμαχον. ἄλλο. θέρμων ἀφέψημα θερμὸν στακτὴν βρέξας πυρίαζε τοὺς πόδας βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε βούτυρον καὶ πυρίαζε, τοῦτο τρισέσας ἰαθήσεται. ἄλλο. κισσοῦ κόκκους ἢ ξύλα, ἢ φύλλα κάπνισον τὸν βήσσοντα· ἢ ῥητίνην σὺν οἴνῳ παλαιῷ συντρίψας πότισον νήστει· ἢ ἀγριοκανάβης σπέρμα τρίψας πότισον μετὰ ὕδατος· ἢ κεδρίαν πότισον νηστικῷ, ἢ ὕσσωπον καὶ χλήχωνα μετὰ ὀξυκράτου δὸς πιεῖν προεψήσας·ἢ βερονίκην φυράσας μετὰ μέλιτος δίδου φαγεῖν· ἢ ῥάφανοι ὁπτοὶ ἐσθιόμενοι πρωῒ καὶ ὀψέ· ἢ χαμαιλεύκη θυμιωμένη. ἄλλο. δαφνίδας μετὰ πεπέρεως καὶ στροβίλους μετὰ μέλιτος δίδου πρωῒ καὶ εἰς κοίτην.

[Εἰς βήσσοντας, τετραχωμένους τὴν ἀρτηρίαν, ἀποκεκομμένους τὴν φωνὴν καὶ ἀναφορικούς.]

Λαβὼν τραγακάνθης, κόμμεως ἀνὰ δραχ. α΄. σμύρνης καλῆς δραχ. α΄. γλυκυῤῥίζης χυλοῦ καὶ γλυκέος τὸ ἀρκοῦν, κόψας πάντα καὶ ἑνώσας, ἐπειδὰν λειωθῶσι, τὰ ξηρία μῖξον μετὰ τῶν λοιπῶν.

[Ἄλλο πρὸς βήχιον καὶ ἑλκομένην ἀρτηρίαν.]

Λαβὼν τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ δραχ. α΄. τὸ μέλι καὶ τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμμεως, λυκίου ἀνὰ γο. δ΄. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι, εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ.

[Ἄλλο εἰς βηχία καὶ βρόγχους καὶ αἵματος ἀναγωγάς.]

Λαβὼν τραγακάνθης δραχ. β΄. λινοσπέρμου πεφρυγμένου δραχ. δ΄. ἀμύγδαλα λελεπισμένα ι΄. στροβίλου ὠπτημένης στέατι δραχ. γ΄. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποιήσας ὄπτησον ἐπ᾿ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις.

[Πρὸς βῆχα χρόνιον.]

Λαβὼν πεπέρεως δραχ. α΄. θέρμων ἀλεύρου γο. γ΄. καὶ μέλιτος κοχλιάριον α΄. δὸς ῥοφεῖν. ἄλλο. τῆς ἀκοῆς τοῦ χοίρου τὸ τετριμμένου ὀστοῦν περιαφθὲν τραχήλῳ προφυλακτικόν ἐστι βηχός.

[Βηχικὸν καὶ κιονικὸν καὶ ἐν φλεγμονῇ παρισθμίων.]

Οἱ ἐν ταῖς καλιαῖς τῶν νοσσιῶν τῶν χελιδόνων εὑρισκόμενοι λίθοι περιαπτόμενοι προφυλακτικόν ἐστι βηχός.

[Βηχικοῖς καὶ ἐν ῥίζῃ σταφυλῆς καὶ εἰς κατάῤῥουν.]

Λαβὼν ζιγγιβέρεως δραχ. α΄. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον. ἄλλο. ζιγγιβέρεως δραχ. δ΄. στύρακος δραχ. δ΄. γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γ΄. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον.

[Εἰς κατάῤῥουν καὶ βῆχα δόκιμον.]

Λαβὼν ὀπίου δραχ. β΄. καστορίου δραχ. α΄. ποίει ὀροβιαῖα καὶ δίδου εἰς κοίτην πρὸς δύναμιν.

[Ἄλλο ᾧπερ ἐχρήσατο ὁ σοφώτατος Ἀλέξανδρος.]

Πυρέθρου δραχ. β΄. κόστου δραχ. α΄. κόψας καὶ σήσας ἐν δὲ τῇ χρήσει κέλευε ἅπτεσθαι τῶν μυκτήρων καὶ στέλλε εὐθύς.

[Πρὸς τοὺς ἐκ κατάῤῥου τὴν ἀρτηρίαν ῥευματισθέντας καὶ βήσσοντας.]

Λαβὼν στύρακος δραχ. η΄. καστορίου δραχ. δ΄. ζιγγιβέρεως δραχ. δ΄. χαλβάνης δραχ. δ΄. ἑνώσας ποίει ὀροβιαῖα καὶ πάρεχε εἰς νύκτα β΄. ἢ γ΄. καὶ μὴ ἐπιπινέτω ὁ πίνων παραχρῆμα καὶ ὠφεληθήσεται.

[Πάσμα κρανίου παύων ῥεῦμα αὐτοῦ.]

Λαβὼν ὑπερικοῦ, σχοίνου ἄνθους, ἴρεως, ξυλοβαλσάμου γο. α΄. κόψας καὶ σήσας χρῶ ἐπιπαύων τῷ κρανίῳ.

[Πάσμα κρανίου ἀναξηραντικόν.]

Λαβὼν κόστου φύλλων μαλαβάθρου, κηκίδων, ναρδοστάχυος, ἴρεως, νάρδου Κελτικῆς, ῥόδων ξηρῶν, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον.

[Ἄλλο πάσμα.]

Λαβὼν ἐρείκης καρποῦ, κηκίδων, σχοίνου ἄνθους, σαμψύχου, κόστου, ἴρεως, ξυλοβαλσάμου, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον τὴν κεφαλήν.

[Ἀποφλεγματισμὸς χειμερινός.]

Λαβὼν ὑσσώπου δραχ. δ΄. ὀριγάνου δραχ. δ΄. γλήχωνος δραχ. β΄. καλαμίνθης δραχ. α΄. σταφίδος ἀγρίας δραχ. α΄. πυρέθρου δραχ. β΄. πρασίου δραχ. α΄. σινήπεως  δραχ. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστην α΄. ἑνώσας ἕψει ἕως οὗ ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε.

[Ἀποφλεγματισμὸς ἐαρινός.]

Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστας τρεῖς.

[Ἀποφλεγματισμὸς θερινὸς καὶ φθινοπωρινός.]

Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ναρδοστάχυος γο. α΄. καρυοφύλλου γο. α΄. κινναμώμου γο. γ΄. πρασίου γο. δ΄. ἴρεως γο. γ΄. κυπέρου γο. β΄. πυρέθρου γο. α΄. ἑψήματος ξέστην μίαν, ὄξους ξέστην α΄. ἕψει ἕως ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε.

[Εἰς κατάῤῥουν.]

Λαβὼν ὀριγάνου δεσμίδια β΄. γλήχωνος δεσμίδιον α΄. μετὰ ὄξους βαλὼν εἰς χύτραν καθαρὰν καὶ ἰσχάδας στ΄. καὶ σταφίδας ὡσεὶ ιβ΄. ἕως ἀποτριτωθῇ καὶ σακκέλισον καὶ βάλλε εἰς ποτήριον καὶ λαβὼν ἀναγαργάριζε.

[Πρὸς τοὺς ἐν τῷ θώρακι χυμούς.]

Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου, λύει δὲ καὶ ἐμπνευματώσεις καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι.

[Πρὸς βῆχα καὶ δύσπνοιαν ἐν στομάχῳ καὶ ἀναγωγὰς αἵματος.]

Λαβὼν σπόγγον λευκὸν καὶ κενὸν καὶ καύσας καὶ λειοτριβήσας μῖξον τὴν σποδιὰν σὺν μέλιτι καὶ πεπέρει τῷ ἀρκοῦντι, καὶ ποιήσας ὡς ἔκλειγμα λάμβανε ὀψὲ μετὰ τὸν δεῖπνον, ὅσον αἴροις τοῖς τρισὶ δακτύλοις.

[Πρὸς συνάγχην.]

Χολὴν βοὸς ἄῤῥενος χρῖε τὸν τράχηλον.

[Πρὸς βῆχα ξηραντικόν.]

Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ καὶ τὸ ζεμμάτιον λαβέτω πρωῒ μετὰ μέλιτος.

[Τροχίσκος βηχικὸς τοῖς τὸν θώρακα ῥευματιζομένοις.]

Γλήχωνος, ὑσσώπου, πεπέρεως, καρδάμου ἀνὰ γο. α΄. μέλιτι ἀναλαβὼν ποίει τροχίσκους ἀνὰ δραχ. α΄. καὶ χρῶ.

[Περὶ παρισθμιῶν.]

Ἰτέας φύλλα καὶ καρπὸν ἑψήσας ὕδατι ἐπιπολὺ δίδου ἀναγαργαρίζεσθαι. τοῦτο ἀποσπᾷ τὰ παχέα τῶν δερμάτων μάλιστα καὶ εἰς συναγχικοὺς ποιεῖ. ἄλλο. μυρσίνην καὶ φακὴν ἑψήσας δίδου ἀναγαργαρίζεσθαι.

[Πρὸς συνάγχην.]

Αἰγεία κόπρος σὺν μέλιτι ἀναγαργαριζέσθω, ἢ πηγάνου χυλὸν ἀνοίξας τὸ στόμα ἐπίκλυζε τὸν φάρυγγα.

[Πρὸς κατάῤῥοιαν.]

Ὕσσωπον ἑψήσας μετὰ σύκων καὶ μέλιτος καὶ πηγάνου μετὰ ὕδατος δὸς ἀναγαργαρίζεσθαι.

[Εἰς καλλιφωνίαν.]

Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει.

[Πρὸς ἀποκοπὰς φωνῆς.]

Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθου καὶ δίδου τρία καὶ εὐθέως λαλήσει.

[Πρὸς φλεγμονὴν ἐρυσιπέλατος.]

Ἀγχούσης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ ἀνδράχνης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ κράμβης φύλλα καταπλασσόμενα, ἢ καλάμου φύλλα χλωρὰ λέανον καὶ κατάπλασον· ἢ βάτου φύλλα καταπλασσόμενα, ἢ ῥάμνου καὶ ῥόδων φύλλα καταπλασσόμενα.

[Πρὸς ἕλμινθας.]

Πολυποδίου ῥίζα μιγνυμένη μετὰ ἑψήματος καὶ ἐσθιομένη, ἢ ῥαφάνου σπέρμα σὺν ὕδατι πινόμενον, ἢ σκορόδου τρωγόμενον, ἢ πτελέας ῥίζα σὺν μελικράτῳ πινομένη, ἢ συκαμίνου ῥίζης ὁ φλοιὸς σὺν ὕδατι ἑψηθεὶς καὶ ποθεὶς, ἢ μελάνθιον πινόμενον καὶ καταπλασσόμενον, ἢ κράμβης σπέρμα σὺν ὕδατι πινόμενον, ἢ ἡδυόσμου χυλὸς πινόμενος, ἢ κάρδαμος μετὰ ἡδυόσμου πινόμενος.

[Ἰδία πεῖρα.]

Καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας, ὕδατι μίξας καὶ χυλῶδες ποιήσας καὶ ῥάκει καθαρῷ ἀποπιάσας δὸς πιεῖν· ἢ βόλβιτον ξηρὸν καύσας καὶ ποιήσας ξηρίον ἐξ αὐτοῦ δὸς πιεῖν δραχ. α΄. μετ᾿ οἴνου.

[Πρὸς ἕλμινθας πλατείας καὶ ἀσκαρίδας.]

Λαβὼν νίτρου, καρδάμου, πεπέρεως ἀνὰ γο. α΄. ποιήσας ξηρίον δίδου κοχλιάριον α΄. μετ᾿ οἴνου.

[Εἰς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.]

Κάγχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετὰ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας.

[Ἄλλο πρὸς πυρετὸν δόκιμον.]

Ἔλαιον κινναμομέλαιον, χαμαιμήλινον, ὄξος, νίτρον ἅμα φύλλοις δάφνης καλῶς συνεψήσας χρῖε τὸν κάμνοντα καὶ σκεπάσας ἐπιεικῶς αὐτίκα ἱδρώσει.

[Σύγχρισμα πυρέσσουσιν.]

Λαβὼν βουτύρου μέτρα δύο, μέλιτος μέτρον α΄. μίξας καὶ χλιάνας χρῶ. ἄλλο. λαβὼν θρίδακος φύλλων χυλοῦ μέτρον α΄. ἐλαίου κοινοῦ μέτρα β΄. μίξας καὶ ἀνασκέψας ἐπιμελῶς σύγχρισον ὅλον τὸ σῶμα. δόκιμον γάρ ἐστιν. ἄλλο. λαβὼν ἀρτεμισίας χυλοῦ μέτρον α΄. ῥοδίνου μέτρα β΄. μίξας χρῶ.

[Πρὸς πόνον ἡμικρανίον.]

Στρύχνου χυλὸς μετ᾿ ἐλαίου συγχριόμενος πάνυ ὠφελεῖ. ἄλλο. σινήπεως σπέρμα μετὰ μέλιτος κατάπλασον. ἄλλο. πηγάνου ἡμέρου σὺν ὄξει καὶ ῥοδίνῳ ἑψηθέντος καταχριομένου.

[Πρὸς κυνοδήκτους.]

Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον καὶ τοῖς δήγμασιν ἐπιτιθέμενον, ἢ σκόροδα καταπλασσόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα. 

[Πρὸς τοὺς φοβουμένους τοὺς κύνας.]

Ῥοδοδάφνης ῥίζαν περίαψον τὸν τράχηλον καὶ ἀπαλλαγήσεται. ἐὰν δὲ θέῃς πειρᾶσαι, ὅταν κύων μανῇ, ἐπίθες περὶ αὐτὸν καὶ εὐθέως ἀφίσταται τῆς μανίας.

[Πρὸς λυσσοδήκτους.]

Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω. καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον, ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει καὶ τὰς περὶ τὴν ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει.

[Πρὸς συνάγχην καὶ πόνον τραχήλου.]

Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενα σὺν μέλιτι χλιαρῷ ἀναγαργάριζε, ἢ κυνείαν λευκὴν λεάνας μετὰ ὄξους ἐπίχριε εἰς τὸν τράχηλον.

[Πρὸς δυσωδίας μυκτήρων.]

Κισσοῦ τῶν φύλλων ὁ χυλὸς χλιαρὸς ἐγχυματιζόμενος τοῖς ῥώθωσιν, ἢ καλαμίνθης χυλὸς ὁμοίως χλιαρὸς ἐγχεόμενος, ἢ σμύρνα λειωθεῖσα σὺν γάλακτι γυναικείῳ καὶ ἐγχεομένη.

[Πρὸς αἱμοῤῥοΐαν μυκτήρων.]

Ἀκακίαν σὺν ὄξει λειώσας ἔγχεε τοῖς ῥώθωσιν. ἄλλο. λαβὼν ὄξος σὺν ἅλατι βάλλε ἐν χύτρᾳ ἢ ἐν τρυβλίῳ καὶ βαλὼν ἔρια ἔμβρεχε ἐν αὐτῇ καὶ χλιάνας αὐτὰ ὅσον ἔχει δέχεσθαι ἐπίθες εἰς τὴν κεφαλὴν καὶ συντόμως κέλευε σκεπάζεσθαι πλείστοις σκεπάσμασι.

[Καθάρσιον ῥινῶν.]

Θύμον καὶ ὀρίγανον ἀναλαβὼν μέλιτι ποίει τροχίσκους καὶ δίδου διαμασᾶσθαι.

[Πρὸς πλευριτικούς.]

Βδέλλιον σὺν οἴνῳ πινόμενον ὁμοίως καὶ ὕδατι, ἢ καρπὸς βαλσάμου σὺν ὕδατι πινόμενος, ἢ σὺν μέλιτι ἐκλειχόμενος, ἢ ἀριστολοχίας ῥίζα σὺν ὕδατι πινομένη, ἢ πήγανον σὺν μελικράτῳ πινόμενον.

[Πρὸς ὀξὺν πυρετόν.]

Πέπονος ἡμέρου ὁ χυλὸς συγχριόμενος, ἢ κολοκύνθης ξυσμάτων ὁ χυλὸς συγχριόμενος καὶ ῥόδα μετ᾿ ἐλαίου, ἢ ἀρνόγλωσσον καταπλασσόμενον.

[Πρόγνωσις ἐπὶ πυρεσσόντων.]

Ῥόδινον ἀλείψας κατάπλασον, σελινόκοκκον τριπτὸν καὶ ἐπίθες εἰς τὴν καρδίαν αὐτοῦ στυππεῖον ὡς τροχὸν καὶ ἐπίχεε τὸν κρόκκον τοῦ ὠοῦ καὶ σκέπασον αὐτὸν νεφελίᾳ, καὶ ἐὰν γένηται σκορπισμὸς τοῦ ὠοῦ, γίνωσκε θάνατον. τοῦτο λέγεται αὐτὴ ἡ ψυχὴ ποιεῖν.

[Πρὸς τραῦμα παρακολλᾷν.]

Ἀγρώστεως ῥίζα λεῖα καταπλασσομένη ὡς ξηρίον, ἢ σιδηρίτιδος βοτάνης τὰ φύλλα ἐπιπλασσόμενα.

[Θεραπεία ὠταλγίας.]

Ἀμυγδαλέλαιον ἐνσταζόμενον εἰς τὸ οὖς, ἢ καρέλαιον ἐνσταζόμενον, ἢ δαφνέλαιον, ἢ βαλσαμέλαιον, ἢ δρακοντίου βοτάνης τοῦ καρποῦ ὁ χυλὸς μετ᾿ ἐλαίου ἐγχεόμενος, ἢ περδικιάδος ὁ χυλὸς μετ᾿ ἐλαίου ῥοδίνου χλιαρὸς ἐνσταζόμενος, ἢ πήγανον χλωρὸν σὺν ἐλαίῳ ἑψηθὲν καὶ χλιαρὸν ἐνσταζόμενον, ἢ σμύρνα καὶ μέλι χλιαρῶς ἐνσταζόμενα, ἢ πήγανον μετὰ γυναικείου γάλακτος ἀῤῥενοτόκου περιχλιάνας ἔνσταξον, ἢ σκόροδον χυλώσας ἔνσταξον εἰς τὸ οὖς, ἢ πράσον χυλώσας χλιαρὸν ἢ ἕψημα χλιαρὸν, ἢ πράσου χυλὸν σὺν μέλιτι μίξας ἔνσταξον, ἢ βαλὼν ἔλαιον εἰς τὸ στόμα εἰς τὸ ὠτίων ἔμπτυε, ἢ κολοκύνθης χυλὸν μετὰ ῥοδίνου ἔνσταξον.

[Πρὸς ψώρας καὶ κνησμούς.]

Πτελέας φύλλα ξηρὰ λειωθέντα καὶ ἐπιπλασσόμενα ἐν βαλανείῳ, ἢ θεῖον ἄπυρον καὶ σταφυλὴ ἀγρία καὶ ἀρσενικὸν καὶ σανδαράχη σὺν ἐλαίῳ καὶ ὄξει ἐπιχριόμενα ἐν βαλανείῳ. ἄλλο. σμύρναν μετὰ γάλακτος γυναικείου ἐπίχριε, ἢ γλυκυῤῥίζης χυλὸν μετὰ γλυκέος δὸς πιεῖν, ἢ ὠὰ ὄρνιθος ὁλόκληρα βάλλε εἰς ὄξος δριμύτατον ἡμερονύκτιον καὶ ἐμβαλὼν αὐτὰ, τριῶν δηλονότι ὄντων τῶν ὠῶν, τρῖβε αὐτὰ μετὰ τῶν ὀστράκων ἐν τῷ αὐτῷ ὄξει καὶ θεῖον ἄπυρον γο. α΄. καὶ ἀρσενικὸν σχιστὸν γο. α΄. σταφίδα ἀγρίαν γο. α΄. ψιμύθιον γο. α΄. λιθάργυρον γο. α΄. ῥοδοδάφνης χυλὸν γο. α΄. ἔλαιον παλαιὸν τὸ ἀρκοῦν, λειοτριβήσας χρῖε ἐν βαλανείῳ.

[Κατάπλασμα στομαχικοῖς.]

Καλαμίνθης φύλλα χλωρὰ σὺν κριθίνῳ ἀλεύρῳ κατάπλασον.

[Πρὸς ἀπεψίαν καὶ ἐμπνευματώσεις στομάχου. ὅστις γὰρ λάβοι ταύτην παρ᾿ αὐτὰ πεινάσει.]

Πεπέρεως λευκοῦ δραχ. στ΄. ἀνίσου δραχ. ιβ΄. λιβυστικοῦ δραχ. στ΄. ἄμμεως, πετροσελίνου, μαράθρου ἀνὰ δραχ. στ΄. ταῦτα κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου δραχ. α΄.

[Πρὸς καυσούμενον στόμαχον καὶ μὴ κατέχοντα τὴν τροφήν.]

Θρίδακος χυλὸν μετὰ γλυκέος δὸς πιεῖν καὶ οὐκ ἔτι ἐμέσει.

[Πρὸς πόνον στομάχου.]

Ἄνθρακα δρυὸς εἰς γάλα σβέσας πότιζον τῷ πάσχοντι.

[Πρὸς ὀξυσμὸν στομάχου.]

Χαμαίδρυον μετὰ οἴνου πινόμενον παύει ὀξυσμόν.

[Πρὸς ἐμπνευμάτωσιν στομάχου.]

Πεπέρεως, δαφνίδων, κυμίνου, ἀνίσου ἴσα κόψας καὶ σείσας δίδου νήστει μετὰ εὐκράτου κοχλιάριον α΄. ἐπὶ ἡμέρας τρεῖς, ἢ ἄνισον νηστικὸς μασοῦ.

[Πρὸς ὀφθαλμοὺς ῥευματιζομένους.]

Μαράθρου χυλὸς ἐπὶ ἡμέρας τρεῖς ἐπιτιθέμενος, ἢ λίβανον σὺν μέλιτι καὶ  γάλακτι ἐπιχριόμενον, ἢ κενταυρίου χυλὸς σὺν μέλιτι ἐπιχριόμενος, ἢ πενταδακτύλου φύλλα σὺν μέλιτι ἐπιτιθέμενα.

[Πρὸς ἀχλὺν ὀφθαλμῶν.]

Κολοκύνθης ξυσμάτων ὁ χυλὸς ἐπιπλασσόμενος.

[Πρὸς λεύκωμα.]

Ὑοσκυάμου φύλλα μετὰ ἀλφίτου καταπλασσόμενα, ἢ ξυλοβάλσαμον σὺν γυναικείῳ γάλακτι ἐπιχριόμενα, ἢ πήγανον χλωρὸν καταπλασσόμενον, ἢ ψύλλιον σὺν γάλακτι γυναικείῳ ἐπιχριόμενον, ἢ καλάμων χλωρῶν τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος.

[Πρὸς ὀφθαλμῶν ἀπόκρουσμα περίδνωμα.]

Λαβὼν φύλλα ἐλαίας, κόψον καὶ ἐκπιάσας τὸν χυλὸν ἐπίχριε καὶ θαυμάσεις.

[Πρὸς ῥεῦμα κατάπλασμα.]

Ἀνδράχνην λείωσον μετὰ κρόκου καὶ στέατος χηνείου, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων· ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου τοὺς ὀφθαλμοὺς κατάπλασον.

[Πρὸς ὀδονταλγίαν.]

Μελάνθιον σὺν ὄξει διακλυζόμενον, ἢ κηκίδες σὺν ὀμφακίνῳ διακλυζόμεναι, ἢ πλατάνου σφαιρία σὺν ὄξει ἑψηθέντα καὶ διακλυζόμενα, ἢ πενταφύλλου ῥίζα σὺν ὄξει διακλυζομένη, ἢ πευκεδάνου ῥίζα λεία καυθεῖσα ἐπιπλασσομένη, ἢ σίδια καὶ ῥόδα ἑψήσας τὸ ἀφέψημα διακλυζόμενον.

[Πρὸς ὀδόντων τραῦμα.]

Λαβὼν νίτρον, σηπέας ὄστρακον, σμύρναν, ἀνὰ γο. α΄. λειώσας χρῶ.

[Ξηρίον πρὸς ὀδόντας, πλαδαρὸν στόμα καὶ αἱμῶδες σμῆξαι καὶ οὖλα σαρκῶσαι καὶ ὀδόντας λευκᾶναι.]

Λαβὼν νίτρου κεκαυμένου γο. α΄. σμύρνης τρογλιτίδος γο. α΄. σηπέας ὀστράκου γο. α΄. ῥόδων ξηρῶν γο. δ΄. κόψας καὶ σήσας χρῶ. πρόσβαλλε δὲ καὶ ἴρεως γο. α΄. τούτῳ χρώμενος θαυμάσεις.

[Πρὸς πόνον πλευροῦ.]

Κράμβης χλωρᾶς καυλοὺς σὺν ταῖς ῥίζαις κατακαύσας ἀναλάμβανε στέατι χοιρείῳ καὶ χρῶ· θαυμάσιον τὸ βοήθημα. ἢ σελίνου σπέρμα ἀποτριτώσας πότιζον, πάνυ γὰρ ὠφελεῖ.

[Πρὸς ἐσωχάδας.]

Ἀμάραντον ἀποβρέξας ὀψὲ καὶ πρωῒ πότιζον.

[Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν.]

Σελίνου, σινήπεως δαφνίδων κατὰ λόγον κοπανήσας, εἶτα ἐξελὼν φλοῦν καρύας, νέας, κόψον μικρὰ καὶ βαλὼν ἐν ὄλμῳ, κόψον ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας γ΄. καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τοῦ σπληνὸς ἀπὸ πρωῒ ἕως ὥρας η΄. προῤῥήξας τὴν γαστέρα καὶ θαυμάσεις.

[Ἄλλο σπληνικὸν διὰ πείρας.]

Φλοῦν συκέας ἐκδείρας χλωρὰν νέου δένδρου τάραξον σὺν σποδιᾷ θερμαίνων.

[Πρὸς τριταῖον.]

Μέλι μετὰ σκαμμωνίας πινόμενον ἅπαξ ἰᾶται.

[Περὶ τεταρταίου.]

Πέπερι τετριμμένον, δαφνόκοκκα καὶ κύμινον καὶ μαστίχην καὶ σμύρναν καὶ λίβανον καθαρὸν κοπανήσας καθ᾿ ἓν ἕκαστον καὶ ἕνωσον αὐτὰ καὶ βάλλε μέλι καλὸν τὸ ἀρκοῦν καὶ ἐπίθες ἕως ἡμέρας τέσσαρας.

[Πρὸς αἷμα ῥέον ἐκ μυκτήρων.]

Ὠοῦ φλοῦν ἀκέραιον καύσας καὶ ποιήσας στακτὴν μῖξον σὺν σχιστῷ ἀρσενικῷ καὶ βάλλε εἰς τὰς ῥῖνας τοῦ πάσχοντος· εἰ δὲ οὐκ ἔστιν ἀρσενικὸν, ἔστω ἡ στακτὴ μόνη τοῦ ὠοῦ. ἄλλο. τρίχας αἰγὸς θηλείας καύσας καὶ τρίψας, ὁμοίως καὶ σμύρναν τρίψας καὶ μίξας τὰ ἀμφότερα ἐμφύσησον εἰς τὰς ῥῖνας, εἰ μὲν ἀνδρὸς εἴη μετὰ χάρτου, εἰ δὲ γυναικὸς εἴη, μετὰ ἄλλου τινός. οἶον δὲ μέρος ἐκβάλει τὸ αἷμα, τὸ βυζὶν δῆσον.

[Πρὸς βιασμοὺς καὶ αἱμοῤῥοίας.]

Κηκίδας ἀλέσας καὶ ῥοιᾶς φλοιὸν, τοὺς δὲ κόκκους κοπανήσας καὶ μίξας ἐλαίῳ σχιστῷ καὶ μέλιτι καὶ φυράσας, δὸς πρωῒ καὶ ὀψὲ ὡς κηκίδων μέλιτος.

[Πρὸς κοιλίας στρόφους καὶ ἐμπνευματώσεις.]

Λαβὼν πηγάνου, πεπέρεως, ζιγγιβέρεως, ἵσα λειώσας μεθ᾿ ὕδατος θερμοῦ δίδου, ἢ ἀρτεμισίαν κόψας καὶ σήσας δίδου, ἢ νίτρον καύσας καὶ λειώσας ἐγχυμάτισον.

[Εἰς τὸ μὴ νοσεῖν βόας.]

Ἐλάφου κέρας θὲς ἐπάνω πανίου καὶ ἐπάνω ἅψον κανδήλαν καὶ μὴ ἐπιλάθου τὴν ἡμέραν καὶ κατὰ χρόνον ἐπικαλοῦ τὸν ἅγιον Δημούσαριν καὶ Ἄρσον, φυλάξοντας τὰ κτήνη καὶ τὸν βίον σοῦ.

[Εἰς τὸ μὴ νοσεῖν χοίρους.]

Ῥάσδου ῥίζαν κοπανήσας βάλλε εἰς τὸ πλύμμα αὐτῶν.

[Εἰς τὸ ποιῆσαι σαρκόκολλαν.]

Τρίψας σκώληκας ἐκ γῆς, μετὰ τὸ φρύξαι ἐπίπασον.

[Θεραπεία πληγῶν.]

Σμύρναν καὶ ἀλόην τρίψας ἐπίπασον, ἢ ῥητίνην πεύκης, ἢ καὶ μαστίχην καὶ κισσοῦ δάκρυον ποιήσας ἔμπλαστρον ἐπίθες, ἢ τράγειον ἀξούγγιον ἄλειφε τὴν πληγὴν καὶ κέρας αἰγὸς μελαίνης ἐπίπασον. ἄλλο. κόστον στάχυν, κιννάμωμον, ζιγγίβερ, κύμινον ἐξ ἴσου τρίψας καὶ πίσσῃ φυράσας ἐπίθες, ἢ ὄψιν ἄρτου ξηρὰν τρίψας καὶ σὺν οἴνῳ καὶ ἐλαίῳ φυράσας ἐπίθες ἐπὶ ἡμέρας καθ᾿ ἑκάστην ἀλλάσσων.

[Εἰς ψώραν ἵππου.]

Σχίσας ὄφιν καὶ λαβὼν τὸ στέαρ αὐτοῦ ἄλειψον μετὰ ξύλου τὸ στεφάνιον τῶν ὀνύχων αὐτοῦ.

[Εἰς τὸ κοιμηθῆναι τὸν ἀγρυπνοῦντα.]

Γράψον εἰς  φύλλα δάφνης τὰ στοιχεῖα ταῦτα καὶ θὲς ὑποκάτω τῶν σωγιῶν αὐτοῦ μὴ νοοῦντος τοῦ ἀνακειμένου. ξστ΄. χστστ΄. φθ΄.

[Εἰς τὸ μὴ φαντάζεσθαι ἄνθρωπον τὴν νύκτα.]

Πηγάνου σπέρμα κρέμασον εἰς τὸ προσκεφάλαιον αὐτοῦ μὴ νοοῦντος καὶ οὐ φαντάζεται.

[Πρὸς θώρακα.]

Ὠῷ ἀρσενικὸν μίξας σχιστὸν καὶ πέπερι, κριθάλευρον καὶ δαφνόκοκκα καὶ κωνάρια καὶ δίδου. ἄλλο. σκόροδος κοκκία ζ΄. ἀρσενικοῦ σχιστοῦ καὶ πεπέρεως ἀνὰ κοκκία ιγ΄. βάμβικα, κωνάριον, κηρὸν ὀλίγον μίξας μετὰ κρόκου ὠοῦ λάβε συχνόν.

[Πρὸς ὀδόντας βεβρωμένους.]

Ἀρσενικὸν, πέπερι, τυρὸν, ἄσβεστον ζῶσαν ζυμώσας μετ᾿ ὄξους πρόπλασον.

[Ἐργαλεῖον νεφριτικόν.]

Γλήχωνος, ὀριγάνου, σαμψύχου, ἑρπύλλου, χαμαιμήλου, ἀψινθίον, κενταυρίου, δάφνης φύλλων, συκῆς ἀγρίας, πέπονος ὁμοῦ ἑψήσας μέλιτι σὺν ὕδατι, προανακόψας μέλιτι σὺν ἐλαίῳ καὶ ἅλατι ἐπίβαλλε ἐκ τοῦ ἀποζέματος τὸ ἀρκοῦν.

[Ἐργαλεῖον ἰσχιαδικόν.]

Σικύου ἀγρίου ῥίζας, δάφνης φύλλα, πηγάνου φύλλα, ἀψινθίου, πεντανεύρου, χαμαίδρυος, πρασίου, καλαμίνθης, γλήχωνος, ὀριγάνου, θύμου, θρίθακος, εὐφορβίου, ἀνήθου, πυρέθρου, σταφίδος ἀγρίας· ταῦτα πάντα ἑψήσας ἐν ὕδατι καὶ μίξας μετὰ μέλιτος, ἐλαίου καὶ ἅλατος δίδου εἰς ἐργαλεῖον.

[ Εἰς τὸ λευκᾶναι ὀδόντας σαθροὺς καὶ μέλανας.]

Λαβὼν ἅλατος λείου μέρος α΄. ῥόπου μέρος α΄. σηπίας ὀστράκου μέρος α΄. λειώσας ὁμοῦ ἀνάτριβε, προδιακλύσας ὄξει καθαρῷ.

[ Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν· τοῦτο τὸ σμῆγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν ἀδικηθῆναι ποτέ.]

Λαβὼν μαστίχης γο. α΄. σμύρνης γο. α΄. σαρκοκόλλης γο. α΄. λιβάνου γο. α΄. λαδάνου γο. α΄. νίτρου γο. α΄. ψιμυθίου γο. α΄. κιμωλίας γο. α΄. στύρακος γο. α΄. ῥόδων γο. α΄. σάπωνος σάγκου λίτρ. α΄. μέλιτος λίτρ. α΄. θέρμων πικρῶν ἀπόζεμα τὸ ἀρκοῦν, ἑνώσας ἀντὶ σάπωνος ἐν λουτρῷ.

[ Τροχίσκος ὁ διὰ σπερμάτων εἰς βηχικούς.]

Λαβὼν ἀνίσου πικροῦ γο. α΄. μαράθρου σπέρμα, ὑοσκυάμου σπέρμα, ἄμμεως ἀνὰ δραχ. α΄. σελίνου σπέρμα δραχ. γ΄. ὀπίου δραχ. α΄. λειοτρίβει ἕκαστον καὶ παράχεε ὕδωρ χλιαρὸν μέχρις ἂν γένηται γλοιῶδες καὶ ποίει τροχίσκους, κυάμου τὸ μέγεθος ἡ δόσις α΄. ὠφελεῖ γὰρ τοῖς βήσσουσιν.

[ Ἡπατικὰ ἐκλελεγμένα διὰ πείρας.]

Κηκίδας ἑψήσας κατὰ λόγον τὸν ζωμὸν δὸς πιεῖν μετὰ κωδείας, ἐν βαλανείῳ σκεπαζόμενος καὶ πίπτων ἐπὶ τὸ πάσχον μέρος· ἢ κισσοῦ ῥίζαν ἑψήσας μετὰ οἴνου δὸς πιεῖν. ἄλλο. δάφνης κόκκους ζ΄. πεπέρεως κόκκους κ΄. λειώσας μετὰ οἴνου δίδου πιεῖν. ἄλλο. ἀλόης δραχ. δ΄. ἀσάρου, κόστου, εὐπατορίου, ἡδυσάρου, μελιλώτου, μαστίχης, κρόκου, ὠκίμου σπέρμα ἀνὰ δραχ. β΄. κόψας καὶ σήσας δίδου μετὰ εὐκράτου.

[Ἄλλο εἰς ἧπαρ ἐνεργὲς καὶ εὐστόμαχον.]

Δαφνίδων, κινναμώμου καλοῦ, καρυοφύλλου, ἀλόης, ἡδυσάρου, κόστου ἀνὰ δραχ. α΄. κόψας καὶ μέλιτι ἑνώσας μετὰ οἴνου παλαιοῦ πότισον. ἄλλο. ἀκόρου δραχ. α΄. λινοσπέρμου δραχ. α΄. ζιγγιβέρεως δραχ. α΄. ἀνίσου δραχ. δ΄. πηγάνου φύλλων τῶν ἁπαλῶν δραχ. α΄. σὺν μελικράτῳ δίδου. ἄλλο. ἀρτόμελι κατάπλαττε θερμὸν ὡς ἔμπλαστρον, ἢ ἀψινθίου κοχλιάριον α΄. μίξας σὺν εὐκράτῳ μέλιτι, δὸς πιεῖν καὶ ἀναπαυθήτω ἐπάνω τοῦ ἥπατος.

[Πρὸς γλῶσσαν ῥευματιζομένην.]

Φύλλα κυνάρων τρίψας μετὰ μέλιτος, ἄλειφε τὴν γλῶσσαν, ἢ φλεβοτόμησον τὴν φλέβα τοῦ μέρους, οὗ ῥέῃ, καὶ ὠφεληθήσεται.

[Πρὸς ξηρότητα στόματος.]

Σῦκα ἑψήσας ἐν ἑψήματι φοινίκων πτερῷ διάχριε καὶ διακρατείτω.

[Πρὸς χείλη ῥηγνύμενα.]

Λινόσπερμα κοπανήσας μετὰ μέλιτος ἐπίθες.

[Πρὸς τοὺς λιποτριχοῦντας τὸ γένειον, οὓς καλοῦσι σπανοπώγωνας.]

Πεπέρεως, εὐφορβίου, πυρέθρου ἀνὰ γο. α΄. καλάμων φύλλων ἁπαλῶν χυλὸν, μυοχόδου, ἐλαίου ἐξ ἀποκαύματος λειώσας πρόστριβε καὶ συνεχῶς ἐπιξύρα.

[Ἐμετικὸν ὃ παρείληφα ὡς μύστρον.]

Ἀφρόνιτρον λευκὸν βάλλε εἰς χλιαρὸν ὕδωρ, ἕως οὗ λυθῇ, καὶ βραχύ τι ἐλαίου ἐπίβαλλε καὶ παράσχου πιεῖν.

[ Σταλτικὰ ἐμέτων.]

Ἡδύοσμον κόψας καὶ σήσας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ χρῖε τὰς ῥῖνας καὶ τὸ στῆθος. ἄλλο. φοίνικας Θηβαϊκὰς καὶ ἡδυόσμου κλῶνας ἑψήσας μεθ᾿ ὕδατος ὡσεὶ ποτηρίων β΄. μέχρι γλοιώδους συστάσεως, τὸ ἥμισυ πότισον. ἄλλο. φοινίκων βαλάνων λειῶν τὸ αὔταρκες κατ᾿ ὀλίγον παράσταξον οἴνου μυρτίνου καὶ ἀναλαβὼν δίδου μετ᾿ οἰνομέλιτος καὶ ὕδατος κοτύλης μιᾶς.

[ Πρὸς τοὺς ἐμοῦντας αἷμα.]

Σχοίνου ἄνθος ἑψήσας μεθ᾿ ὕδατος πότισον.

[Ἐμετικὰ φλέγματος.]

Ἡδύοσμον χλωρὸν, ἢ ξηρὸν μετὰ εὐκράτου πινέτω. πρὸς δὲ τὸ ἀλύπως σαμψύχου φύλλα δὸς πιεῖν καὶ ῥαφάνου σπέρμα δὸς φαγεῖν. ἐμέσει δὲ πλῆθος φλέγματος.

[Σύνθεσις κοκκίων καθαρτικῶν κενούντων φλέγμα.]

 Λαβὼν ἀλόης γο. στ΄. μαστίχης γο. β΄. ἀψινθίου χυλοῦ γο. β΄. κολοκυνθίδος γο. δ΄. ἡ δόσις κοκκία κθ΄.

[Πρὸς καρδιακούς.]

Φακὴν σὺν σπατητοῖς φοίνιξι καὶ οἴνῳ Μενδησίῳ πότισον ἑψητόν.

[Πρὸς δὲ τοὺς ὀδυνωμένους τὴν καρδίαν.]

Πολύγονον λειώσας εὖ μάλα, ἢ μῆλα, ἢ κυδώνια σὺν ὄξει ἑψηθέντα καὶ λειωθέντα μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν κατάπλασσε, ἢ ἀνδράχνην μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν, ἢ μυρσινίνης ἐπίθες.

[Ἕτερον θαυμάσιον διὰ πείρας.]

Λινοσπέρμου κοτύλας δ΄. ὕδατος κοτύλας ζ΄. ἑψήσας χρῶ, τοῦτο δὲ τὸ φάρμακον ποιεῖ ὑγείαν. οὐδὲν γὰρ ὁ ἀσθενὴς ἐπὶ τὸ χεῖρον ἀπελθὸν, ἀλλὰ ἐπὶ τὸ κρεῖττον.

[Τροχίσκος δυπνοϊκοῖς καὶ τοῖς βήσσουσι πολλοῦ χρόνου εἰς κάπνισμα.]

Καρδάμου γο. α΄. σινήπεως γο. α΄. ἀβροτόνου γο. α΄. πηγάνου ἀγρίου γο. α΄. σανδαράχης γο. α΄. λειώσας ὕδατι ποίει τροχίσκους καὶ χρῶ σπουδαίως.

[Πρὸς δύσπνοιαν καὶ αἵματος ἀναγωγάς.]

Θύμον μετὰ πεπέρεως κόψας καὶ λειώσας μέλιτι ποίει ἔκλειγμα καὶ χρῶ σπουδαίως. πάνυ γὰρ καλόν ἐστι. ἄλλο. πράσων κεφαλὰς μέλιτι συνεψήσας δίδου νήστει ἐσθίειν, ἢ πηγάνου ξηροῦ γο. δ΄. ἡδυόσμου ξηροῦ γο. δ΄. λῦσον μετὰ μέλιτος καὶ λάμβανε κεράτια β΄. εἰς κοίτην μετὰ εὐκράτου· ὠφελεῖ δὲ δυσπνοϊκοὺς καὶ πιστάκια ἐσθιόμενα.

[Πρὸς αἱμοπτοϊκούς.]

Λαβὼν συμφύτου δραχ. δ΄. μαστίχης κιῤῥᾶς δραχ. δ΄. λημνίας σφραγῖδος δραχ. β΄. βαλαυστίων δραχ. β΄· κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν σὺν ὀξυμέλιτι πίνειν.

[Ἄλλο διὰ πείρας.]

Λαβὼν λημνίας σφραγῖδος γο. α΄. γῆς ἀστέρος γο. β΄. κοραλλίου γο. β΄. δίδου μετὰ ὀξυμέλιτος ἀκράτου κοτύλην α΄. πρωῒ καὶ ἑσπέρας τοῦτο χρῶ. ἄλλο. ἀκακίας κιῤῥᾶς, ἀμύλου ἰατρικοῦ ἴσα λειώσας δίδου πιεῖν μετὰ εὐκράτου κοχλιάρια ε΄.

[Ληξοπύρετον τοῖς ἐκ πυρετοῦ καυσουμένοις.]

Λαβὼν ἀειζώου καὶ ἀνίσου φύλλα ε΄. ἢ ζ΄. ἀπόζεσον ἐλαίῳ ῥοδίνῳ καὶ χρῖε ἀπὸ κεφαλῆς ἕως πέλματος καὶ θαυμάσεις· ἢ πυρέθρου ῥίζαν λεάνας σὺν ἐλαίῳ σύγχρισον. τοῦτο γὰρ ἱδρῶτας κινεῖ καὶ τὰ χρόνια ῥίγη παύει καὶ τὰ κατεψυγμένα μέρη τοῦ σώματος, ἢ παρειμένα ἰᾶται. ἄλλο. δαφνίδας καὶ θύμον ἐν οἴνῳ τὰ ἀμφότερα λειώσας ἐπίχρισον καὶ περίβαλλε ἱματίοις καὶ ἱδρώσει.

[Πρὸς ἰσχὺν αἰδοίων καὶ χρονίας διαθέσεις.]

Λαβὼν καλαμίνθην καὶ κόψας καὶ σήσας ἐπίβαλλε ἐν τρυβλίῳ καὶ ἀναλαβὼν μέλιτι ἕψει ἕως δίκην καταπλάσματος καὶ ἐπιπλάσας λεπτῇ ὀθόνῃ ἐπίθες φασκιῶν, πεπείραται γὰρ παρὰ πολλοῖς.

[Ἄλλο πρὸς ἰσχὺν αἰδοίων καὶ νεφρῶν· μὴ γοῦν τινὰ θεραπεύσεις πρὸ τοῦ τὸν μισθὸν ἆραι, πεπείραται γὰρ παρὰ πολλοῖς.]

Ζιγγιβέρεως δραχ. δ΄. βράθυος δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. δίδου μετ᾿ οἰνομέλιτος. ἄλλο. πίσσης ξηρᾶς, τηλεφίου, κολοφωνίας, μαστίχης, ὑέλου λευκοῦ ἴσα λείου καὶ ποίει ξηρίον καὶ προλούσας ἔτι θερμῶς ἔχοντος τοῦ χρωμένου ἐπιχρίσας ὑγρᾷ πίσσῃ, ἐπίπασον τὸ ξηρίον καὶ ἄνωθεν ἐπίθες καὶ δέσμει καλῶς.

[Εἰς τὸ σκορπίσαι τὰ ἐν τοῖς γόνασι ῥεύματα.]

Ἀγριοσύκην κοπανήσας ἐκ τοῦ χυλοῦ τριβέσθω ἢ τῆς ῥίζης τὸν χυλὸν ἀνατριβέσθω ἐν βαλανείῳ. καὶ ἅλας καὶ περιστερᾶς κόπρον λειώσας μετ᾿ ἐλαίου ἐπίχριε.

[Κατάπλασμα πρὸς πόνον ποδῶν ἀπὸ προσκρούσματος ἢ ἀπὸ καταπτώσεως, ἢ ἄλλης τινὸς δριμείας ὀδύνης.]

Ἅλατος ὀπτοῦ, ὀριγάνου, σποδὸν κληματίδων ἴσα λεκίθους ὠῶν β΄. ἢ γ΄. σὺν οἴνῳ μίξας κατάπλασον.

[Πρὸς λεπριῶντας ὄνυχας θειότατον βοήθημα.]

Ὄνυξιν ἀποσπασθεῖσιν ἀπὸ προπτώματος καὶ εἰς παρωνυχίαν ὄχαρ λειώσας καὶ ξηρίον ποιήσας ἐπίπασον. ὄνυχας δὲ λεπρώδεις καθαρίσεις, εἰ θεῖον ἄπυρον καὶ κρόκον ὠοῦ ἴσα μίξας μετ᾿ ὄξους καὶ ἐπιθήσεις.

[Πρὸς πυρίκαυστα.]

Λιθαργύρου γο. β΄. κρόκου γο. β΄. ὠῶν ὀπτῶν λεκίθους γο. δ΄. ῥοδίνου τὸ ἀρκοῦν. ἄλλο. ὀθόνιον καύσας τὴν σποδιὰν ῥοδίνῳ μίξας καὶ κηρῷ καὶ ἀγχούσῃ ἑνώσας χρῶ.

[Πρὸς αἱμοῤῥοίας ἐκ παντὸς φερομένας.]

Σώρεως, χαλκάνθου, στυπτηρίας, χαλκίτεως, μίσυος, γύψουκόμμεως, ἀνὰ δραχ. η΄. λειώσας χρῶ. πάνυ γὰρ καλόν ἐστι καὶ πεπείραται ἄλλο. χαλκίτεως δραχ. στ΄. ῥητίνης φρυκτῆς δραχ. δ΄. μάννης δραχ. β΄. ξηρῷ χρῶ.

[Πρὸς λειχῆνας δόκιμον.]

Λιβάνου ἄῤῥενος, ζιγγιβέρεως, ἀλόης, θείου ἀπύρου, ἀνὰ δραχ. β΄. ὄξει ἀναλαβὼν χρῖε πτερῷ, προτρίψας ῥάκει ἐξ ἐρίου. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος, ἀλκυονίου, θείου ἀπύρου ἴσα λειώσας χρῶ.

[Εἰς τὸ λευκᾶναι πρόσωπον.]

Ἀλκυονίου κεκαυμένου καὶ λειωθέντος σὺν μέλιτι καὶ ἀλεύρῳ μίξας σμήχου. ἄλλο. λυσσομούμουδον λειώσας μετ᾿ ὄξους χρῖε ἐν ἡλίῳ, ἢ ἄνθος κεράμων λειοτριβήσας μετ᾿ ὄξους, εἶτα τρίψας τὸν τόπον ῥάκει, ἕως ἐρυθρὸν γένηται, χρῖε ἐν ἡλίῳ.

[Εἰς τὸ καθᾶραι πρόσωπον.]

Βούτυρον σαπωνίῳ μίξας κατάχριε.

[Πρὸς πόνον μήτρας τῶν ἀγίων ἀναργύρων.]

Λαβὼν ἄσαρον μετὰ γλήχωνος δὸς πιεῖν. 

[Παξαμάδων καθαρτικά.]

Λαβὼν σκαμμωνίας δραχ. β΄. ἢ τρία, μαστίχης δραχ. γ΄. σελίνου σπέρμα δραχ. β΄. πολυποδίου δραχ. δ΄. κινναμώμου δραχ. α΄. ζύμης καθαρᾶς λίτραν μίαν, τὰ ξηρία ἐπίβαλλε καὶ μάλασσε ἐπιμελῶς.

[Εἰς τὸ ἀποκτεῖναι κώνωπας.]

Μελάνθιον καὶ χάλκανθον θυμίασον.

[Εἰς τὸ διῶξαι ὄφεις.]

Χαλβάνην καὶ κέρας ἐλάφου καὶ ὄνυχας αἰγὸς καὶ ῥίζαν κρίνου θυμίασον· ἐπὶ δὲ τοῦ δήγματος τοῦ ὄφεως ἅλας καὶ πράσον κατάπλασον.

[Εἰς τὸ διῶξαι ψύλλας.]

Σικύου ἀγρίου φύλλα ζέσας ῥαῖνε εἰς τὴν οἰκίαν.

[Πρὸς δυσουρίαν κτηνῶν.]

Ὄστρεα κολυμβάδων ἐλαιῶν θλάσας περιϊστάμενος κάπνιζε ἐπὶ ἡμέρας ε΄.

[Πρὸς πληγὴν καλάμου.]

Καλάμου ῥίζαν παύσας τὴν τέφραν ἐπίθες.

[Πρὸς ἐπιληπτικοὺς πάνυ καλόν.]

Ὀρτύγων ἐγκέφαλον μετὰ μυρσίνου μύρου λειώσας ἀπόθου ἐν ἀγγείῳ κασσιτερινῷ, καὶ ὅταν ἴδῃς πεσόντα ἀπὸ τῆς ἐπιληψίας, περίχριε τὸ πρόσωπον, καὶ θαυμάσεις τὴν ἐνέργειαν τοῦ φυσικοῦ τούτου βοηθήματος· καὶ γὰρ ἀναστήσεται ὁ νοσῶν παραυτίκα.

[Πρὸς ἀνορεκτοῦντας.]

Σμύρναν, λίβανον, ἀμμωνιακὸν, μαστίχην μετὰ λευκοῦ ὠοῦ λειώσας ἐπὶ πλείστην ὥραν περίχριε τὸ στῆθος καὶ τὰ σπλάγχνα καὶ ἐπίθες στυππεῖα.

[Περὶ βδελλῶν.]

Τοὺς βδέλλας καταπιόντας χρὴ στῆσαι πρὸς τὸν ἥλιον καὶ κατανοῆσαι ἐν ποίῳ τόπῳ κρέμανται καὶ ἐπιστάξαι αὐταῖς γάρος καὶ εὐθέως ἀφίστανται τοῦ τόπου καὶ ἀποπτύονται· ἢ ὄξος καὶ βούτυρον μίξας καὶ πυρώσας σίδηρον καὶ σβέσας ἐν αὐτοῖς δὸς πιεῖν καὶ βάλλει τὰς βδέλλας, ἢ βάλλε τὸν καταπιόντα τὴν βδέλλαν εἰς θερμὸν ὕδωρ ἕως τοῦ πώγωνος καὶ γεμώσας φιάλην ὕδατος ψυχροῦ στόματι πρόσαγε ταῖς χερσὶν αὐτοῦ, μὴ δὸς δὲ πιεῖν καὶ εὐθέως ἡ βδέλλα ἐξελεύσεται. ἄλλο. βδέλλας καταποθείσας ἀνάγει ὄξος θερμὸν καταῤῥοφούμενον, ἢ ὀπὸς συριακὸς καταῤῥοφούμενος, ἢ κόριδες ὑποθυμιώμεναι.

[Περὶ μελισσῶν δήγματος.]

Χυλὸς μαλάχης τοὺς ὑπὸ μελισσῶν πληγέντας ἀπόνους ποιεῖ.

[Πρὸς ὀφίτην.]

Κέρας αἴγειον καύσας καὶ μετὰ ὄξους λειώσας κατάπλασον, ἢ καπνέαν φούρνου μετὰ μέλιτος κατάχριε, ἢ καλάμου ῥίζας καὶ ἐρεβίνθην καὶ φαιρία κυπαρίσσου καὶ κέρας ἐλάφου, κεκαυμένα τὰ πάντα λειώσας καὶ κενώσας πότισον σὺν ὄξει καὶ πράσῳ.

[Πρὸς τὰς ἀπὸ φλεβοτόμου γινομένας φλεγμονὰς καὶ σκληρίας τῶν βραχιόνων καὶ πυρακτώσεις καὶ θρομβώσεις.]

Ζύμην σιτίνην μετὰ ἀξουγγίου μαλάξας ἐπιμελῶς χρῶ, δόκιμον γάρ ἐστι.

[Πρὸς ὑδρωπικούς.]

Λαβὼν βόλβιτον, ἐὰν ἀνὴρ πάσχῃ, ἄῤῥενος· εἰ δὲ θήλεια, θηλείας καὶ βαλὼν εἰς χύτραν καινὴν καὶ πωμάσας περίπλασον πηλὸν τῷ πόματι, ὥστε μὴ διαπνεῖν, εἶτα λαβὼν τὴν χύτραν θὲς ἐπὶ τέφραν ἀσβέστου ἐπὶ ἡμέρας ζ΄. περὶ δὲ τὴν ὀγδόην ἀνοίξας ἔξελε τὸν βόλβιτον καὶ ποιήσας ξηρίον ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, ἐπὶ δὲ τῆς χρείας δίδου κοχλιάρια γ΄. μετ᾿ οἴνου ἐπὶ ἡμέρας ζ΄. δέον δὲ τὸν οἶνον εἶναι ἀπεζεσμένον ἐν πηγάνῳ. τοῦτο τὸ πόμα ποιεῖ καὶ ἐὰν ὦσιν ὄγκοι καὶ οἰδήματα, ξηραίνει καὶ κενοῖ διὰ τῶν οὔρων· ὁ δὲ πάσχων μὴ πινέτω δι᾿ ὅλης τῆς ἡμέρας, εἰ μὴ τρία μόνον· δόκιμον γάρ ἐστι.

[Πρὸς τὸ μισῆσαι τὸν οἶνον, τοῦ μὴ μεθύσαι.]

Ἐγχέλυς ἰχθὺς πνιχθεὶς ἐν οἴνῳ καὶ δοθεὶς ὁ οἶνος εἰς πόμα μῖσος οἴνου ποιεῖ. ὁμοίως καὶ σταφυλὴ ἀπεζεσμένη. ἀμέθυσος διατηρηθῆναι εἰ θέλεις καὶ ἄνοσος, φύλλα πηγάνου ἔσθιε· παύει δὲ καὶ κεφαλαλγίαν τὴν ἐξ οἴνου. ὁμοίως καὶ ἡ ἄκορος ἐσθιομένη καὶ ἡ Θηβαία. ἀμέθυσος διατηρεῖται ὁ προφαγὼν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ζ΄. ἢ θ΄. ἢ ια΄. ἀμέθυστος διατηρεῖται ὁ πνεύμονα προβάτου νήστης ἐσθίων ἑφθὸν, ὅσα γὰρ πίῃ, οὐ μεθύσει.

[Εἰς τὸ μεθύειν ἐξ ἑνὸς ποτηρίου.]

Κληματίδων ἀμπέλων χλωρῶν ἢ ξηρῶν μικρὸν καύσας ἀπόσβεσον ἐν τῇ φιάλῃ ἔνθα ἐστὶν ὁ οἶνος, καὶ εὐθέως μεθύσει.

[Πρὸς φακοὺς ἐν προσώπῳ.]

Δαφνίδων τὸ ἐντὸς λειώσας μετὰ μέλιτος ἐπίχριε, ἢ στρόβιλον μέλιτι συνεψήσας ἐπίχριε τοὺς ὀφθαλμούς.

[Πρὸς τὰς ἐκπιπτούσας ἕδρας τῶν βρεφῶν.]

Τὸ τῶν χαλκέων ὕδωρ, εἰς ὃ τὸν σίδηρον ἀποσβεννύουσι, θερμάνας πρόκλυζε. εἶτα οὕτως κοχλίαν καύσας καὶ ποιήσας ξηρίον ἐπίπασον.

[Πρὸς οὖλα παιδὸς καὶ ὀδόντας φυομένους.]

Ῥόδων ἄνθη λεάνας μετὰ μέλιτος ἔγχριε, ἢ ἐγκέφαλον προβάτου μετὰ μέλιτος ἔγχριε, ἢ βούτυρον μετὰ μέλιτος.

[Εἰς τὸ πλεονάσαι γάλα.]

Σήσαμος λειωθεὶς μετὰ γλυκέος καὶ πινόμενος, ἢ πτισάνη ἑφθὴ σὺν μαράθρῳ ῥοφουμένη, ἢ κάρδαμον μετὰ κράμβης πινόμενον.

[Πρὸς τὰ ἀπὸ χειμῶνος ἀποκαύματα.]

Ἅλμην κατάντλα καὶ φακὴν ἑφθὴν καὶ ψίχια καὶ ῥόδινον λειώσας κατάπλαττε.

[Πρὸς ὑδροκήλην.]

Μολίβδιν ἑψήσας μετὰ θείου καὶ ὄξους ὀλίγου καὶ ἐλαίου περίχριε τὸν τόπον. ἄλλο. κάρυα παλαιὰ σεσηπότα λειώσας ἔμβαλλε εἰς τρυβλίον καὶ χρῖε.  ἄλλο. ὄξος πότιζε καὶ ἐλάφου κέρας καύσας κατάπλασον, ἢ λιθάργυρον καὶ ὄξος καὶ ἔλαιον μίξας χρῖε εἰς ἤλιον.

[Πρὸς τραῦμα ἀνιάτως ἔχον ἐν οἵῳ δήποτε μέρει τοῦ σώματος.]

Βούγλωσσον βοτάνην ἀνάσπασον καὶ κόψας τὰς ῥίζας πλῦνον καλῶς καὶ ὁλμοκοπήσας πρόσπλεξον χοίρειον ἀξούγγιον καὶ μαλάξας καλῶς ἐπίθες τῷ τραύματι.

[Πρὸς ἔμετον.]

Σελίνων ῥίζας ε΄. μαράθρου ῥίζας τρυφερὰς δ΄. ἀνίσου δραχ. α΄. ὄξος καὶ μέλι καὶ κρόκος ἀληθινὸς, ἑψείσθωσαν πάντα χωρὶς τοῦ κρόκου καὶ μετὰ τὴν ἕψησιν ἐμβληθήτω ὁ κρόκος καὶ δοθήτω ἥμισυ φιάλης.

[Πρὸς ἄφθας.]

Ἐλαῖαι μαῦραι διαμασώμεναι, ἢ ἀγριοσταφίδες ἐν ὄξει ἑψηθεῖσαι καὶ διακλυζόμεναι.

[Πρὸς ἀσφαλακίας.]

Πλῦνον αὐτὰς πρῶτον μετ᾿ οἰνομέλιτος, εἶθ᾿ οὕτως ἔμβαλλε χολὴν βοείαν καὶ λαγωοῦ ἀφόδευμα, ἢ τὸ διὰ σάπωνος, ἢ πηγάνου χυλὸν ἔνσταξον εἰς τὰς ὀπὰς, ἢ ἀριστολοχίαν τρίψας γέμισον ἐν αὐταῖς τὰς τρυπὰς μετ᾿ ὄξους.

[Περὶ πηγάνου.]

Τὸ πήγανον πρῶτον μὲν ἐσθιόμενον καὶ πινόμενον ὀξυδορκίαν ποιεῖ καὶ συνουσίας ἀποστρέφει, πόνον δὲ κεφαλῆς ἰᾶται, εἴ τις τοῖς ἁπαλοῖς τῆς κεφαλῆς τὰ ὀστᾶ ἐμφράσσει. ἑνωθεὶς δὲ χυλὸς τοῦ πηγάνου μετὰ χυλοῦ μαράθρου καὶ μέλιτος καὶ καταχριόμενος ἀμβλυωπίας ἰᾶται· τὸ αὐτὸ ποιεῖ καὶ ὁ χυλὸς τοῦ καρποῦ τῆς ῥάμνου μετ᾿ οἰνομέλιτος χριόμενος, καὶ ἡδύοσμον μετ᾿ ἀλφίτου καταπλασθὲν ἰᾶται ἀποστήματα.

[Πρὸς τὸ στῆσαι αἷμα.]

Βερονίκην μέλιτος ἀκάπνου πληρώσας δὸς φαγεῖν· καὶ κράμβης σπέρμα καὶ βασιλικοῦ σπέρμα τρίψας ἀνὰ κόκων στ΄. μετὰ οἴνου δὸς πιεῖν γυναικὶ ὑπὸ πολλοῦ αἵματος πασχούσῃ.

[Προγνωστικὸν ἀῤῥώστου.]

Ἰτέας ἁπλᾶ φύλλα κόψας ἐπίχριε. καὶ ἐὰν ῥόδινον γένηται, ζῇ· εἰ δὲ χλωρὸν, τελευτᾷ.

[Πρὸς τὸ μὴ δύνασθαι συνουσιάζειν.]

Τὸ εὔζωμον οἱ ἱερεῖς ἐσθίουσι καὶ τὸ πήγανον καὶ τὸ ἄγνον· τὸ οὖν σπέρμα τοῦ εὐζώμου σὺν μέλιτι, νήστει καὶ σὺν τήλει χριόμενον οὐκ ἐᾷ ὀρθοῦσθαι.

[Πρὸς πόνον ὀφθαλμῶν.]

Κρόκον συντρίψας καὶ ἀναζυμώσας μετὰ ῥοδοστάγματος ἐπάλειφε.

[Πρὸς πόνον κεφαλῆς ἀνθρώπου.]

Ἐὰν γένηται τὰ σημεῖα ταῦτα, σκοτισμὸς ὀφθαλμῶν καὶ πόνος αὐτῆς τῆς κεφαλῆς, ὤτων ἦχος καὶ ῥινῶν ἔμφραξις καὶ ὀφθαλμοὶ δακρύουσι τῷ πρωῒ, τινὲς δὲ καὶ ἀμβλυωποῦσιν· ὅτε ταῦτα γίγνονται, τὴν κεφαλὴν καθάρισον τρόπῳ τοιῷδε, λαβὼν ὀρίγανον καὶ ὕσσωπον καὶ ἄλας τὰς ῥῖνας ἀνάτριψον καὶ οὐκέτι ἀλγήσει κεφαλή· εἰ δ᾿ ἀμελὴς γένοιο, παρέπονται αἱ νόσοι αὗται, ἀμβλυωπία, ὤτων ἦχος, τριχῶν ἔκρυσις καὶ πόνος ὀδόντων.

[Περὶ στήθους ἀνθρώπου.]

Ἡνίκα ἐπὶ τὸ στῆθος μέλλει πάθος γενέσθαι, τὸ πρῶτον φαίνεται ἐν αὐτῷ ὑγρότητα ἔχειν καὶ εἰς τὰς πλευρὰς ὠμοὺς χυμοὺς, ἔκκαυσιν καὶ δίψαν ἔχων, καὶ ἡ γλῶσσα αὐτοῦ τραχεῖα, ἀφρὸν ἔχουσα, καθ᾿ ἑκάστην ὥραν πτύων, ἔξεστι δ᾿ αὐτὸν μετὰ τὸ δειπνῆσαι ἐμέσαι, εἴτε τῷ πρωῒ ξεράσαι, προλαμβάνων λεπτοῤῥίζα ῥαφάνου, εἴτε σίνηπι χλωρὸν, ἢ εὔζωμον, ἢ κάρδαμον μετὰ χλιαροῦ ὕδατος καὶ ἐμέσας εὐθέως σωθήσεται· εἰ δ᾿ ἀμελήσῃ, γίνεται αὐτῷ δύσπνοια καὶ πλευροῦ πόνοι καὶ πυρετοὶ ὀξεῖς καὶ πάντοτε ἄϋπνος γίνεται.

[Περὶ κοιλίας.]

Ὁπόταν δὲ περὶ τὴν κοιλίαν μέλλῃ πάθος τι συνίστασθαι, τὸ πρῶτον γίνονται αὐτῷ στρόφοι καὶ πόνοι περὶ αὐτὴν τὴν κοιλίαν καὶ στένωσις γαστρὸς καὶ ἀνάδοσις καὶ ταράσσονται ἐν αὐτῷ τὰ σιτία καὶ τὰ ποτὰ πικρὰ φαίνονται καὶ βάρος ἐπὶ τῶν γονάτων καὶ ἐπὶ τὰς ψόας καὶ τοὺς νεφροὺς πόνοι καὶ πυρέσσει πάντοτε· τούτου οὖν οὕτως γινομένου, δεῖ τοῖς ἁπλοῖς φαρμάκοις καθαίρειν. λαβὼν κνίκον, κόψας καὶ διαλύσας ὕδατι θερμῷ δίδου πίνειν· ἢ κράμβης ἢ σεύτλου χυλὸν μετὰ μέλιτος γλυκάνας πρόσβαλλε καὶ ἅλας ὀλίγον καὶ δὸς πιεῖν καὶ θαυμάσεις. εἰ δ᾿ ἀμελὴς γένηται, ἐπέρχεται, αὐτῷ δυσεντερία καὶ τεινεσμοὶ καὶ ἀρμοπονίαι.

[Πρὸς βαρυηκοΐαν καὶ ἦχον ὤτων.]

Ἀφρὸν νίτρου εἰς ὄξος ἐμβαλὼν ἐπίσταξον ῥοδέλαιον καὶ οἶνον καὶ ἄλειφε τὰ ὀπίσθια τῆς κεφαλῆς. ἄλλο. ἐλλεβόρου μέλανος ῥίζαν ἔμβαλλε εἰς τὸ οὖς καὶ ὑγιαίνει. δόκιμον γάρ ἐστι.

[Πρὸς τὸ φυλαχθῆναι ἄμπελον.]

Κενταυρίου τὸ ἀπόζεμα ῥαινόμενον τοῖς κλήμασι. τοῦτο καὶ κύνας καὶ ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ ἀποδιώκει.

[Περὶ ὑστερικῶν πνίγων.]

Ὀστοῦν ἐλάφου ὃ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ, λαβὼν τρῖψον καὶ πότισον τὴν γυναῖκα καὶ ὄψει τὴν δόξαν τοῦ θεοῦ.

[Πρὸς ἕλμινθας θαυμαστόν.]

Μελάνθιον τρίψας μετὰ γάρους δὸς πιεῖν.

[Εἰς τὸ γνῶναι ἐκ τοῦ ἀνδρὸς καὶ γυναικὸς ὁποῖός ἐστιν ἄπαις.]

Φακὴν ἀπόρεξον εἰς τῶν ἀμφοτέρων τὸ οὖρον χωρὶς καὶ ὁποῖον φύσει, ἐκεῖνός ἐστιν ὁ ποιῶν παῖδα, καὶ τὸ μὴ φύων ἄπαις.

[Πρὸς ῥῖγος.]

Γράψον εἰς μῆλα τρία ἢ πεπώπουλα οὕτως, φησὸν, σαὸς δράος δάνονος δανάβιος, καὶ δίδου τρώγειν.

[Κατασκευὴ γάρους Ἰωάχου τοῦ μαρτυροπολίτου.]

Λαβὼν  ψωμίον ἄζυμον ἀνάρτυτον, σεσημμένον λίτρ. α΄. μελάνθιον τζιαρίκην α΄. ἡμίκλου συγκεκομμένον ἡδύοσμον, καλαμίνθην, βουνίσην ἄνυδρον, ἀνὰ ἡμίλιτρον· πήγανον τράμια μ΄. ἀγριοθύμβρον τράμια μ΄. μάραθρον τράμια μ΄. ἄνισον τράμια λ΄. ναναχουὰν τράμια μ΄. σταφίδας, μαύρας λιπαρὰς ἡμίλιτρον· φοινίκια καθαρὰ τζιαρίκην α΄. μέλι ἀληθινὸν, ἱλαροῦ μελισίου ἡμίλιτρον, σάκχαρ κάντιον τζιαρίκην α΄. ῥόδα ξηρὰ ἢ ῥοδόσταγμα τράμια ρ΄. ταῦτα δεῖ τίθεσθαι ἐν πίθῳ μετὰ ὕδατος καὶ τίθεσθαι ἐν ἡλίῳ ἡμέρας μ΄. σὺν αὐτοῖς δὲ δεῖ βάλλειν ἐν ὀθονίῳ καθαρῷ ξυλαλόην τράμια ε΄. στάχυν τράμια ζ΄. καρυόφυλλα τράμια β΄. κρόκον τράμια γ΄. μαστίχην τράμια ι΄. λίβανον τράμια ι΄. τρουτζίον φλοιὸν τράμια ιε΄. μόσχου τράμιον α΄. ἄμβαρ τάγκια β΄. βάλλε ὁμοῦ ὅλα ἐν τῇ ὀθόνῃ καὶ θὲς μέσον τοῦ χυλοῦ ἐν τῷ πίθῳ καὶ τὰς μ΄. ἡμέρας καθ᾿ ἑκάστην τρῖβε καὶ ἀποπιάνειν κρεμάμενον δηλονότι ἐν τῷ πίθῳ μέσον τοῦ χυλοῦ καὶ μετὰ μ΄. συνάγειν τὸ ὕδωρ τὸ ἐπάνω τοῦ χυλοῦ καὶ τιθεῖν εἰς ἕτερον ἀγγεῖον· τῷ δὲ χυλῷ τιθεῖν ἕτερον ὕδωρ ἡλιαζόμενα ἀμφότερα. μετὰ δὲ τὸ συναχθῆναι τὸν ζωμὸν ὅλον εἰς ἕτερον ἀγγεῖον, βαλὼν ἐν κακκαβίῳ γανωτῷ ἢ ἐν χύτρᾳ, καὶ ἀποτριτώσας, κυδώνια ὥριμα πληροῖς, τὴν δὲ ὀθόνην μηδέποτε ἄρῃς ἐκ μέσου τοῦ γάρους καὶ λάβῃς γάρος ἄριστον καὶ ὠφέλιμον ἐν πᾶσιν ἀνθρώποις.

[Περὶ κεφαλαλγίας Βαρλαμὰ μοναχοῦ.]

Ἄλευρον κυάμινον λεῖον χειροπληθὲς καὶ μαστίχης ὁμοίως ὀλίγον σὺν κυμίνῳ ὀλιγοστῷ· δεῖ ἑνῶσαι μετὰ τοῦ ζωμοῦ τῶν κυδωνίων μήλων καὶ ποιῆσαι ἔμπλαστρον καὶ ἐπιθεῖναι τῷ μετώπῳ ἀπὸ μήνιγγος.

[Περὶ δυσουρίας.]

Μύρον χριστὸν βάλλε εἰς τὸν οὐρητῆρα καὶ εὐθέως οὐρήσει· ἢ μέλι καὶ ἀγριοκάνναβον ἑνώσας ποίησον ὑπόθεμα καὶ θὲς ὑπὸ τὸν ἀφεδρῶνα, ἢ μόσχον θὲς ἐν τῷ οὐρητῆρι.

[Πρὸς αἷμα ἐκ ῥινῶν.]

Καννάβου φύλλα ξηράνας καὶ τρίψας ἐμφύσα εἰς τὸν ῥόθωνα, ἢ πάνην λινὸν καύσας μετ᾿ ὄξους δριμέος ἐμφύσα εἰς τὰς ῥῖνας.

[Περὶ ὑστέρας γυναικός.]

Ὄψον ψωμίου καὶ ἀμανητάριον ἀληθινὸν καὶ καρδὶδ, καύσας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν.

[Περὶ τοῦ μὴ ἀπολλύειν τὸ δένδρον τὸν καρπόν.]

Κρίνου ῥίζαν κρέμασον εἰς τὸ δένδρον καὶ στήκει ὁ καρπὸς αὐτοῦ καὶ μὴ πίπτει.

[Πρὸς τραῦμα γλυκύ.]

Καρδίαν μετὰ τοῦ φλοιοῦ καὶ κέρας ἐλάφου καύσας μετὰ ἐλαίου ἄλειφε.

[Πρὸς στόμαχον.]

Πήγανον καὶ θύμβραν μετὰ ὠοῦ καὶ κύμινον καὶ ἡδυόσμου τὰς ῥίζας δὸς πιεῖν.

[Πρὸς λειχῆνας.]

Πέπερι τρίψας μετὰ γυναικείου γάλακτος ἐπάλειφε καὶ ἰᾶται.

[Πρὸς πόνον ὀδόντων.]

Λεπίδια ὠῶν καὶ σηπίαν καὶ ἔλαιον μίξας ἀποτρίτωσον καὶ χλιάνας βάλλε εἰς τὸν τόπον.

[Πρὸς ἕλμινθας.]

Κέρας ἐλάφου ῥηνίσας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν ἀπὸ λουτροῦ.

[Πρὸς δυσουρίαν.]

Κορίανδρον καὶ ἡδύοσμον καὶ ὕδωρ μετὰ μέλιτος ἀποτριτώσας δός.

[Πρὸς τραῦμα γλυκύ.]

Ἀφόδευμα χοίρου μετ᾿ ἐλαίου καὶ ὄξους δριμέος μίξας καὶ τὸν τόπον ἐκδείρας μετὰ τρίχινον πάνην ἐπάλειφε.

[Πρὸς πόνον πλευροῦ.]

Παλιουρέας ῥίζαν μετὰ οἴνου ἀποτρίτωσον καὶ δὸς πιεῖν ἀπὸ λουτροῦ.

[Πρὸς ἧπαρ καὶ στόμαχον.]

Ἀλόην καὶ στάχυν ἀνὰ μιλιαρίου ἑνὸς μίξας μετὰ οἴνου ἀπὸ λουτροῦ πότισον καὶ ἰᾶται.

[Πρὸς ὕπνον.]

Αἰγὸς κοπρίαν μετὰ χαμαιδρύος πηλὸν ποιήσας ἄλειφε τὸ πρόσωπον.

[Πρὸς βῆχα.]

Ῥαφάνου σπόρον καὶ μάραθρον μετὰ μέλιτος δὸς πιεῖν.

[Πρὸς καρδιόπονον.]

Πήγανον καὶ λινόσπερμα καὶ μάραθρον κατὰ τὴν καρδίαν θές.

[Πρὸς ἕλμινθας.]

Λυπινάρια καὶ δαφνόκοκκα καὶ χολὴν ταύρου μίξας ἐπίθες εἰς τὸν ὀμφαλόν.

[Περὶ αἱμοῤῥοούσης.]

Χελώνης καύκαλον ὑποκάπνισον.

[Πρὸς καύστραν.]

Ὠὰ ὀπτὰ, τοὺς κρόκους καύσας εἰς τηγάνην καὶ ἀποπλάσας ἄλειφε.

[Περὶ κνησμονῆς.]

Γάρος καὶ θεῖον ἄπυρον καὶ ἔλαιον ἄλειφε καὶ θαυμάσεις.

[Πρὸς ἴκτερον.]

Χρυσολαχάνου σπόρον καὶ μέλι καὶ κρόκον ταράξας εἰς τὸ κραββάτιον χρῖε καὶ ὠφελεῖ.

[Περὶ σκωλήκων.]

Χαμαιλέοντος τὴν ῥίζαν βάλλε καὶ κνίδης τὰς κορυφὰς λειώσας ἐπίβαλλε.

[Περὶ βηχός.]

Μαράθρων τὰς ῥίζας τρίψας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας θ΄. καὶ θαυμάσεις.

[Πρὸς κεφαλίου πλοκάμους.]

Μολόχην καὶ ἐλελισφάκου τὴν ῥίζαν λειώσας κατὰ λόγον καὶ βάλλε εἰς ἀγγεῖον μετὰ οἴνου καλοῦ καὶ ἀπὸ λουτροῦ χρῖε τοὺς πλοκάμους.

[Πρὸς ὤτων πόνους.]

Τοῦ βάτου ὁ χυλὸς ἐκπιεζόμενος καὶ χλιαινόμενος καὶ ἐνσταζόμενος εἰς τὸ οὖς παύει τὸν πόνον.

[Πρὸς ἴκτερον.]

Χρυσολάχανον κοπανήσας κοχλιάριον  ἕν καὶ μέλι κοχλιάριον ἕν καὶ οἶνον θερμὸν δὸς νήστει.

[Ἄλλο πάνυ καλόν.]

Εἰς τὸ δεξιὸν ὠτίον τοῦ ἐπικειμένου λεπτὴν φλέβα κόψον καὶ ἐξερχομένου τοῦ αἵματος θαυμάσεις, ἐὰν δὲ πονήσῃ σπλῆνα, ποίησον ὁμοίως εἰς τὸ ἀριστερόν.

[Πρὸς ἡπατικοὺς, σπληνικοὺς καὶ στομαχικοὺς ἀπαράβατον.]

Ἀγνοκούκκια δίδου ἐσθίειν καὶ πίνειν καὶ οἴνου πρωῒ καὶ ὀψέ. ἄλλο. σελίνου σπόρον καὶ μακεδονίου καὶ ἐρεβίνθην καὶ ἀγνόκοκκα πάντα συντρίψας μετὰ οἴνου θερμοῦ δὸς πιεῖν.

[Βοήθημα πρὸς νεφριτικούς.]

Εὐζώμου σπέρμα, καρδάμου σπέρμα, ῥαφάνου σπέρμα λειώσας ἕνωσον μετὰ μέλιτος Ἀττικοῦ καὶ δίδου δραχ. α΄. μετὰ οἴνου παλαιοῦ.

[Βασιλείου ἰκτοῦ τοῦ μελιτινιώτου δίαιτα πρὸς βασιλέως νοτάριον τὸν γραμματικόν. σκευασία οἴνου εἰς τὸ ποιῆσαι εὔγνωστον καὶ κόκκινον.]

Οἶνον ὡσεὶ μέτρα εἴκοσι πληροῖς γέμισον πίθον καὶ ἄρον ἐξ αὐτοῦ μέτρα β΄. καὶ βάλλε ἐν χύτρᾳ λιθίνῃ, ἐπίβαλλε μαράθρου μιλιάρια ρ΄. σελινόσπορον μιλιάρια ρ΄. ἄνισον μιλιάρια ν΄. μετὰ τούτων δεῖ βράσαι καλῶς καὶ σακκελίζειν καὶ ξέστου ὄντος ἐνστρέφειν ἐν τῷ πίθῳ, εἶτα ἔπαρον τριψίδιον μιλιάρια ρ΄. καρυοφύλλων μιλιάρια ε΄. κρόκου μιλιάριον α΄. μαστίχης μιλιάρια γ΄. κύπερον μιλιάρια ε΄. ξυλαλόην μιλιάρια ε΄. τρίψας ὅλα ὁμοῦ καὶ σήσας ἔμβαλλε ἐν ὀθόνῃ λινῇ καὶ θὲς μέσον τοῦ πίθου καὶ χρῶ.

[Τοῦ αὐτοῦ περὶ ἐνδυναμούμενα στομάχου διὰ τὸ πληθυνθῆναι τὰ φλέγματα ἐν αὐτῷ καὶ ἀνενέγκαι κεφαλαλγίαν.]

Δεῖ σε λαβεῖν ῥοδόμελι καθ᾿ ἑκάστην ἡμέραν μιλιάρια κ΄. σελινόσπερμον μιλιάριον ἓν, ἄνισον μιλιάριον τὸ (S"). καὶ ἐπινηστεύειν τὸν μεσημερίον καὶ τότε γεύεσθαι. καἰ γὰρ διὰ τοῦτο ὡρίσαμεν ποιεῖν σε οὕτως, διὰ τὸ εἶναι τὸ ῥόδον ἐνδυναμοῦντα τὸν στόμαχον, τὸ δὲ μαστίχην θερμαῖνον τὸ μάραθρον καὶ τὸ σέλινον, διὰ τὸ ἐὰν εὕρωσιν ἐν τῷ ἥπατι καὶ τῷ σπληνὶ πλῆθος χυμῶν μελανικῶν, αἴρωσι καὶ κατάγωσι διὰ τῶν οὔρων ἀνωδύνως, τὸ ἄνισον, διὰ τὸ διώκειν τὰ πνεύματα ἀπὸ τῆς γαστρὸς καὶ ῥωννύειν τὸν στόμαχον καὶ διὰ τοῦτο ὡρίσαμεν νηστεύειν ἐς τὸ μεσημέριον, ἵνα μὴ φανῇ ἕτερον νόσημα, καὶ ἀπομείνῃ ἡ δύναμις τῶν βοτανῶν· μετὰ δὲ τὸ διαβιβάσαι τὰς ι΄. ἡμέρας τὴν αὐτὴν ἀκολουθίαν ἀεί ποτε ποίει μετὰ ῥοδοσάκχαρος διὰ τὸ ῥωννύειν τὸν στόμαχον καὶ ζῇν ἀνωδύνως. ὡρίσαμεν δὲ καὶ περὶ τροφῆς δεκάλογον τρόπῳ τοιῷδε.

[Διαγωγὴ ἐν κρέασι καὶ νηστείαις.]

Τὴν πρώτην ἡμέραν δεῖ σε φαγεῖν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ι΄. σὺν ἄρτῳ καὶ οἴνῳ τὸ ἀρκοῦν· τῇ δευτέρᾳ ἡμέρᾳ φάγε μέλι μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ τρίτῃ ἡμέρᾳ κρέας ἀμνοῦ ἐνιαυσιαίου ὠμοπλάτην κοπανήσας καὶ ἑψήσας, ὄπτα πυρὶ καὶ τρέφου σὺν οἴνῳ τῷ ἀρκοῦντι καὶ ἄρτῳ καὶ παξαμαδίῳ· τῇ τε τετάρτῃ ἡμέρᾳ ὀρύζην μόνον ἕψει ἐν ὕδατι καὶ τίθει μέλι καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ ε΄. ἡμέρᾳ ῥοΐδια καὶ ἀμύγδαλα καὶ σκόροδον μετὰ δαύκων καὶ σύκων, ἰσχάδων, σταφίδων καὶ μέλιτος ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τοῦ ἀρκοῦντος· τῇ στ΄. ἡμέρᾳ κρέας ὅμοιον ἐνιαυσιαῖον τίθει ἐν τηγάνῳ μετὰ δαύκων καὶ ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν, διὰ τὸ τὴν δύναμιν τῶν ῥοιῶν σε σβέσαι· ψυχραὶ γὰρ ὄντως εἰσὶ καὶ διὰ τοῦτο ὡρίσθησαν αἱ ῥοιαὶ πρὸς ψυχρασίαν, δηλονότι τῶν προωρισθέντων ἔμπροσθεν εἰς τὰς ε΄. ἡμέρας. θερμὰ γὰρ ὄντως. τῇ ἑβδόμῃ ἡμέρᾳ κρέας κοπανιστὸν μετὰ ἐρεβίνθων καὶ ἀρτυμάτων ἕψει, τρέφου τὸ ἀρκοῦν· τῇ ὀγδόῃ ἡμέρᾳ κρέας σὺν μέλιτι καὶ ὄξει, συκάδων, ἀμυγδάλων, καρύων συρικῶν, κρόκου, δαύκου, σταφίδων σὺν ἑτέροις κρέασι κοπανιστοῖς ἕψει μετὰ μέλιτος ἱκανοῦ καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν· τῇ ι΄. ἡμέρᾳ ἐν κρέασι καὶ ἐν νηστείαις ῥοὸς κόκον ὁμοίως τοῖς προειρημένοις ἕψει καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν. αὕτη ἐστὶν ἡ δίαιτα τῶν τροφῶν. ἐν τῇ ὥρᾳ τοῦ δείπνου ἀεὶ χρῶ ἡδυοσμόμελι, διὰ τὸ τὰς τροφὰς χωνεύειν καὶ οὐκ ἐᾷν πληθυνθῆναι φλέγμα ἐν τῷ στομάχῳ· καὶ ὡς ἂν ὑγιὴς μένῃς, μηκέτι φλεβοτόμει ἅνευ πάθους. ὅταν δέ σοι συμβῇ νόσημα περὶ τὴν κεφαλὴν, φλεβοτόμησον τὴν κρανιακὴν φλέβα καὶ ἔμβαλε ὅσον μιλιάρια ι΄. συσκεύαζε δὲ τὸν χρόνον δὶς τὸν Ἀπρίλλον μῆνα καὶ τὸν Σεπτέμβριον ποιῶν ἀποχὴν ἡμέρας γ΄. ἔμπροσθεν καὶ ὄπισθεν πίνειν καὶ βοήθημα τὸν χρόνον δὶς τοῖς προειρημένοις μησί. καὶ κωδείαις χρῶ διὰ τὸν ὕπνον· δεῖ σε ἀπέχεσθαι τῶν συνουσιῶν, εἰ δὲ βούλει, ἅπαξ τὴν ἑβδομάδα μετὰ τὸ διαβῆναι τὸ μεσόνυκτον· τὸν δὲ Ἰούλιον μῆνα καὶ τὸν Αὔγουστον δεῖ σε ἐμεῖν ἡμέρας β΄. ἄμφω, διὰ τὸ εἰς μίαν ἡμέραν ὁ στόμαχος κάθαρσιν οὐ λαμβάνει· ὅταν δὲ ἐμεῖς, βλέπε μήποτε πίῃς ὕδωρ ἢ ἔμπροσθεν ἢ ὄπισθεν· ὅταν δὲ ἐμεῖς, τοὺς ὀφθαλμοὺς σκέπασον καὶ δῆσον καὶ ἱστάμενος ἔμει ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ποταμῷ. μετὰ τὸ ἐμέσαι εἰ διψεῖς πιέζου λαβὴν καὶ ἐπινήστευσον· δεῖ σε λούεσθαι τὸν Ἀπρίλλον μῆνα μέχρι καὶ ὅλου τοῦ Νοεμβρίου μηνὸς καὶ τοὺς ἀπηγορευμένους μῆνας ἀπέχου τοῦ λούεσθαι· ὅταν δὲ λούεσθαι τὴν ἑβδομάδα ἅπαξ, ἀεὶ δὲ πότε νήστης λούου. καὶ ἐὰν δίψῃς, πίε εὔκρατον ὕδωρ καὶ μετὰ τὸ ἐξελθεῖν ἄλειφε τὴν κεφαλὴν ἔλαιον ἢ γάλα γυναικεῖον θηλυτρόφου,  τοὺς δὲ πόδας κατὰ νύκτα ἄντλει θερμῷ ὕδατι σὺν πιτύροις.

[Περὶ κεφαλαλγίας.]

Ἀμύγδαλα λίτρ. γ΄. σπόρον κολοκύνθης λίτρ. α΄. ἔκβαλον τὸ ἔλαιον τῶν ἀμφοτέρων καὶ ἄλειφε τὴν κορυφὴν καὶ τοὺς μυκτῆρας, τὰς χεῖρας καὶ τοὺς πόδας.

[Πρὸς βλαβὴν οἴνου βοήθεια.]

Ἔπαρον κυδώνια ὥριμα καὶ γλυκέα καὶ καθαρὰ καὶ ἄρον τὸν ζωμὸν καὶ ἔνιε τῷ οἴνῳ.

[Ἄλειμμα δόκιμον πρὸς ἁρμοπονίαν καὶ πρίσμα χειρῶν καὶ ποδῶν καὶ ἀποφθορὰς καὶ ἀπόκαυσιν χειμῶνος καὶ ἀνέμου καπουλίων χειρῶν τε καὶ ποδῶν, λεγομένου Σαρακινιστὶ τλεν. ἡ σκευασία αὕτη.]

Ἔπαρον ἀξούγγιον χηνὸς μοίρας β΄. μυελὸν ἐλάφων ἐκ τῶν ἀτζῶν καὶ μαρτασάγκην ταπαρὴν καὶ μέλι ἄκαπνον ὑλιστὸν καὶ τίθει ἐν πετρίνῳ τηγάνῳ καὶ βράσον, ὥστε λυθῆναι τὰ ῥηθέντα ἀλείμματα καὶ θερμοῦ ὄντος ἔμβαλλε τὸ μαρτασάγκην, καὶ ὅταν ψυχρανθῇ τελικῶς, βάλε τὸ μέλι καὶ μάλαξον καλῶς δίκην μαλάγματος καὶ ἄλειφε ἐν πυρὶ ἢ ἐν κλιβάνῳ καὶ τύλιξον καλῶς, ἄλειφε δὲ ἕως ὅτι ἀπέλθῃ ὁ πόνος.

[Περὶ αἰγίλωπος.]

Χολὴν βοὸς καὶ ὑγρόπισσον καὶ ὄξος ἑνώσας ποίει ἔμπλαστρον καὶ ἐπίθες· ἢ πηγάνου φύλλα μετὰ χωρυγίου ἐπίθες εἰς τὰς ὀπάς.

[Πρὸς τραύματα ἀνίατα.]

Ἀριορεπανίου ῥίζαν βάλλε μετ᾿ οἴνου γλυκέος καὶ δὸς πιεῖν τῷ κάμνοντι.

[Πρὸς περιπνευμονίας.]

Τρῖψον πέπερι κόκκους ιε΄. καὶ ἅλας ὁμοίως βάλλε ἄπλυτον καὶ τεάφην καὶ ἑνώσας μετὰ ἀφοδεύματος ὀρνιθίου ξανθοῦ, σὺν ἐλαίῳ ἄλειφε· ἢ δαύκου σπέρμα καὶ μελάνθιον καὶ πράσον λειώσας πότισον.

[Πρὸς ἀσπάλακας.]

Λαβὼν χαμαίδρυν καὶ κριθάλευρον καὶ ζυμώσας ταῦτα μέλιτι ἐπίχριε καὶ κατάπλαττε.

[Πρὸς πόνον κοιλίας καὶ στομάχου.]

Βάλλε δενδρολίβανον εἰς τζουκάλιον μετὰ οἴνου παλαιοῦ καὶ ἀποτριτώσας ἐν λουτρῷ πότισον· ἢ ἔλαιον καὶ οἶνον ὁμοίως ποίησον καὶ πότισον ἐν λουτρῷ χλιαρόν.

[Πρὸς στομαχικούς.]

Κύμινον καὶ κιννάμωμον κοπανήσας ἀμφότερα καὶ βαλὼν σμύρναν καὶ μαστίχην καὶ βλυσκούνην ὀλίγον καὶ ἑψήσας καὶ προσμίξας δὸς πιεῖν· ἢ ἡδυόσμου κλῶνας γ΄. καὶ ῥοΐδιον καὶ φοινίκια πότισον.

[Πρὸς ἀδυναμίαν γονάτων.]

Φέρε ὕδωρ καὶ βράσον λινόσπερμα μετὰ μέλιτος καὶ κατάπλασον εἰς τὴν καρδίαν.

[Πρὸς πόνον πλευροῦ.]

Κύμινον καὶ σίτινον ἄλευρον καὶ οἶνον παλαιὸν ποίησον κατάπλασμα καὶ τίθει ἐπάνω τῆς καρδίας.

[Πρὸς σπληνικούς.]

Κράμβης φύλλα καὶ ἀμμωνιακὸν καὶ ὄξος δριμὺ τρῖψον καὶ μίξας ἐπίχριε τὸν τόπον ἡμέρας γ΄. ἢ πλατάνου φύλλα ἕψησον μεθ᾿ ὕδατος, ἕως οὗ ἀποτριτωθῇ, καὶ πότισον· ἢ κραμβίου φύλλα φλόγισον ἐν πυρὶ καὶ λειώσας μετὰ οἴνου πότισον.

[Πρὸς αἱμόῤῥοιαν γυναικός.]

Ταύρου κέρατα ξυόμενα καὶ μετὰ ὕδατος πινόμενα αἱμοῤῥοίας ἰᾶται, ἢ λουλάκην καὶ κραμβόσπερμα καὶ σκαμμωνίας, ἑνώσας τὰ τρία, δὸς πιεῖν.

[Πρὸς βιασμούς.]

Κηκίδας τετριμμένας καὶ ῥοὸς ἄνθη. ἢ τὰ σίδια μετ᾿ οἴνου ἀποτριτώσας δὸς πιεῖν ἢ τῆλιν ἑψήσας μετὰ μέλιτος δὸς πιεῖν τὸν ζωμόν.

[Πρὸς κοιλιακούς.]

Βάλλε καρδαμοσπόρον εἰς καινὸν τζουκάλιον ἕως ἑψηθῇ, καὶ λαβὼν ὠὸν ἔκζεσον χωρὶς καὶ ἐκλέπισον καὶ ἔπαρον τὸ ἄσπρον αὐτοῦ χωρὶς καὶ κόψον αὐτὸ λεπτῶς καὶ ἔμβαλον τῷ ἑψηθέντι καρδαμοσπόρῳ καὶ βρασάτωσαν μίαν καὶ εἰ θέλει ὁ νοσῶν φαγέτω αὐτὸ, εἰ δὲ οὐχὶ, ἕως γένηται ὕδωρ καὶ ἀσπίει αὐτό· ἢ ταύρου νεφροὺς φρύξας πότισον, ἢ τυρὸν παλαιὸν ἐξέσας μετ᾿ ὄξους δριμέος δὸς φαγεῖν νήστει.

[Πρὸς δυσουρίαν.]

Πάγουρον ποτάμιον κοπανήσας καὶ εἰς πανίον ἀποπιάσας δὸς πιεῖν· ἢ μαράθρων ῥίζας ἀποτριτώσας δὸς πιεῖν τῷ πάσχοντι.

[Πρὸς ἐξωχάδας.]

Ἄσβεστον καὶ ἀρσενίκιον νέον ἑνώσας, ἐπίθες.

[Πρὸς ἁρμοπονίας.]

Πεντάνευρον καὶ σκορπίδιον καὶ ὄξος βραχὺ ἄλειφε τὸν τόπον, ἢ βάλλε σίνηπι καὶ ἰσχάδας καὶ κοπάνησον καὶ ἐπίπλασον ἐν λουτρῷ.

[Πρὸς πόνον γονάτων.]

Μαλάχην καὶ κριθάλευρον καὶ λινόσπορον κοπανίσας καὶ τηγανίσας μετ᾿ ἐλαίου ἐπίθες τῷ τόπῳ.

[Πρὸς κλάσμα ὀστέων.]

Λαβὼν πίσσαν καὶ κόνιν τοῦ λιβάνου καὶ φοινίκια καὶ ἄνθος μαλάχης καὶ τοῦ ὠοῦ τὸ λευκὸν ἐπίθες καὶ ἐπάνω στυππεῖα καὶ καλάμωσον καὶ φασκίωσον, καὶ ἰᾶται.

[Ἄλλο πρὸς τεταρταῖον.]

Χαμαίδρυν ἑψήσας μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν τρίτον.

[Πρὸς δῆγμα σκορπίου.]

Ὄστρακον πυρωθὲν ἐπίθες, ἢ πτερύγιον μετὰ μέλιτος δὸς πιεῖν, ἢ κύψας οἷον λίθον πιάσῃς ἐπίθες.

[Πρὸς φαρμακείας.]

Καρίδιον καὶ πλατυκύμινον καὶ ζωχίου ῥίζαν ἀποτριτώσας δὸς πιεῖν μετ᾿ οἴνου παλαιοῦ καὶ φορείτω καὶ γλανέων ὀστᾶ, καὶ γὰρ καπνιζόμενα δαίμονας διώκει.

[Εἰς σύλληψιν γυναικός.]

Λαγωοῦ μήτραν φρύξας καὶ λειώσας πότισον συνεχῶς. ἐχέτω δὲ καὶ τὸ αἷμα αὐτοῦ, ἢ  ἀλώπεκος κόπρον μίξας μετὰ βοείου ἀλείμματος ἄλειφε τὸ αἰδοῖον τῆς γυναικὸς ὁμοίως καὶ τοῦ ἀνδρός.

[Περὶ τεθνηκότος ἐμβρύου ἐν τῇ μήτρᾳ.]

Γάλα γυναικεῖον μετὰ μέλιτος καὶ ῥίζας ἀμαράνθου δὸς πιεῖν καὶ ἐξέρχεται.

[Εἰς τὸ πλεονάσαι γάλα.]

Μάραθρον καὶ ἄνηθον μετὰ μέλιτος ἑψήσας καὶ οἴνου χρῖε καθ᾿ ἡμέραν τοὺς μασθοὺς, καὶ ποιεῖ γάλα ἡ γυνή.

[Πρὸς ὑστέρας.]

Ὄρνιθα σφάξας καὶ καρφίον τυλίξας πάνην λινοῦν καὶ βάλλε ἔσωθεν τῆς ὄρνιθος καὶ ἃς ἑψηθῇ καὶ δὸς πιεῖν τὸν ζωμὸν, ῥάψον δὲ τὴν ὄρνιν, ἢ ὄψιν ψωμίου καὶ μανητάρην ἀληθινὸν, καὶ καρίδιον καύσας δὸς πιεῖν.

[Περὶ τῶν ἀκουσίως ἐνουρούντων.]

Κόψον γούλαν ἀλέκτορος καθώς ἐστι μετὰ τοῦ λάρυγγος καὶ καύσας καὶ τρίψας καλῶς μετ᾿ οἴνου παλαιοῦ δὸς πιεῖν.

[Περὶ ἐνδυναμώσεως αἰδοίου.]

Ῥεπαπόσπορον τρίψας ἔνιε μετὰ μέλιτος καὶ τίθου εἰς ῥάκος καὶ τύλιξον τὸ αἰδοῖον.

[Πρὸς λεπριῶντας ὄνυχας.]

Σίνηπι καὶ ἡδύοσμον ἕψει μετ᾿ ὄξους καὶ τίθει.

[Εἰς πρίσματα.]

Ὕδωρ θαλάσσιον, βρύον θαλάσσης ἐκζέσας καὶ ὑποπιάσας ἐπίθες.

[Περὶ ποδαλγίας.]

Σμύρναν λεγόμενον μοὺρ καὶ ψύλλιον ἤτοι πυζουρκατοῦν μύστρον μετ᾿ ὄξους ἄλειφε τοὺς πόδας.

[Περὶ ἐνδυναμώσεως στομάχου]

Λαβὼν ξυλαλόην καὶ ἄκαρον, κύπερον καὶ μαστίχην, λίβανον, μελάνθιον, μάραθρον καὶ σπάντως, τρῖψον λίαν καὶ ἕνωσον μεθ᾿ ὕδατος ῥοιᾶς καὶ μέλιτος ἀκάπνου, δίδου νήστει.

[Περὶ πτύσεως.]

Ῥοσάτον τοῦ ζουφὰ ἤτοι τοῦ ὑσσώπου, ὅπερ ὠφελεῖ εἰς τὸν βῆχα καὶ τὴν στένωσιν καὶ εἰς τὸν πόνον τοῦ στήθους, ἡ σκευασία. μανουσιάκων δραχ. β΄. οὐνάπια ἤτοι ξύντζιφα κ΄. ζεπιστάνια ἤτοι μυξία κ΄. συκάδια ἀσπρ. γλυκέα ιε΄. ἤτοι γλυκύῤῥιζαν μεσότριπτον δραχ. α΄. χασχάσιν κεκοπανισμένον ἤτοι κωδείαν δραχ. ε΄. παρήσαυσα ἤτοι πολύτριχον δραχ. β΄. ἀνησούεν ἤτοι γλυκάνισον δραχ. β΄. τόλμη καραὺς ἤτοι σελινόσπερμον δραχ. β΄. σταφίδας, κοκκία καλὰ λογαρικῆς (S"). ζουφὰν ἤτοι ὕσσωπον δραχ. γ΄. ῥαζανὸν ἤτοι μαραθρόσπορον δραχ. β΄. σταφίδας κόκκια, τὰ ἀμφότερα ἀναμίξας πλῦνον καὶ αἱμοσχάσουν μεθ᾿ ὕδατος κρύου ἡμέραν α΄. καὶ τῷ πρωῒ, ἵν᾿ ἑψηθῇ μετὰ τοῦ ῥηθέντος δηλονότι λογαρικύου γο. δ΄. καὶ ἀνεψηθῇ ἕως γένηται τὸ ὕδωρ λογαρικὴ α(S"). καὶ τότε σακκελισθῇ καὶ ἵνα κατασταθείη μὴ ἔχειν ὕλην καὶ ἔπειτα βάλλε σάκχαρ λογαρικὴν α΄. ἵνα γένηται ζουλάπιον καὶ καθ᾿ ἑκάστην ἡμέραν α΄. πίε ἐξ αὐτοῦ ἕως ἡμέρας η΄. ἐπίσταξον ἀμυγδαέλαιον.

[Περὶ χολεμεσίας.]

Τοῖς χολὴν ἐμοῦσι κατάπλασμα προσεκτέον διὰ φοινίκων, συκιδίων, κηκίδων ἡψημένων ἐν οἴνῳ, ἢ ὀξυκράτῳ συνελεομένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ ὑποκυστὶς καὶ βαλαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ καταπλάσματι καὶ σικύα δὲ προσβαλλομένη μεγάλη ὠφελεῖ μετὰ φλογὸς πολλῆς. τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσαμεν. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων τὸν στόμαχον σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους ἐντίθει· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε.

[Περὶ λυγμοῦ.]

Λυγμὸς γίνεται ἤτοι διὰ πλήρωσιν ἢ διὰ κένωσιν, ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων λαβόντες, εὐθέως ἂν ἐπιπίνωσιν οἶνον, λύζουσιν. ὅτι δὲ καὶ διαφθείροντες τινὲς λύζουσιν, ἔμετον μὲν ἂν εὕρομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν· ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμὸς, βιαίας δεῖται κενώσεως. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται. τοὺς δ᾿ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται πταρμὸς, διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ᾿ οἴνου, ἢ νίτρον ἐν μελικράτῳ, ἢ σέσελι, ἢ δαῦκον, ἢ κύμινον, ἢ ζιγγίβερ, ἢ καλαμίνθην, ἢ νάρδον Κελτικήν· ταῦτα τῶν ἐπὶ διαφθορᾷ σιτίων, ἢ ἐπὶ ψύξεσιν, ἢ ἐπὶ πληρώσει, βοηθήματα. τοῖς δὲ ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς, ἢ γλισχροῖς χυμοῖς καστόριον δίδου πίνειν δι᾿ ὀξυκράτου. καὶ κατὰ τοῦ δέρματος δὲ ἐπιτιθέμενον ὠφελεῖ ἅμα σικυωνίῳ παλαιῷ ἐλαίῳ. ἁρμόζει καὶ τὸ σκιλλητικὸν ὄξος, ἢ ὀξύμελι πινόμενον, καὶ κατοχὴ πνεύματος μεγάλως ὀνίνησι.

[Πρὸς πρήσματα ποδῶν καὶ ῥαγάδας καὶ πτέρνας.]

Μιλτάριον ἤτοι συνωπίδα καὶ κιμωλίαν τὸ ἴσον μετὰ χυλοῦ ἀγριοσύκης χρῖε. ἄλλο. κισσὸν καὶ καλαμίνθην καὶ ἅλας συνεψήσας ὕδατι καλῶς νίπτε τοὺς πόδας ἅπαξ καὶ δὶς καὶ ἀποπρίσκονται. ἄλλο. ποιήσας ἅλμην δασεῖαν μετὰ θερμοῦ ἄντλει τοὺς πόδας καὶ τὰς πτέρνας τρίτον, ἅλας καὶ κύμινον καὶ ἐμβαλὼν ἔλαιον ἀνάλαβε, καὶ προαλείψας τοὺς πόδας κατάχρισον καλῶς· καὶ διὰ τῶν ἀδήλων πόρων ἐξέρχεται ἡ ὕλη.

[Πρὸς ποδαλγίαν.]

Ἀειζώου τὸν χυλὸν ἕψει καλῶς καὶ χρῶ. ἄλλο. οἴνου χυλὸν μίξας ὀνείῳ γάλακτι καὶ γλυκεῖ οἴνῳ κατάχριε. ἄλλο. φώκης δέρμα, ἢ λέοντος, ἢ λύκου, ἢ ἀλώπεκος, ἐάν τις ἐργάζηται καὶ φορῇ ὑποδήματα, οὐκ ἀλγήσει τοὺς πόδας. ἄλλο. νυκτερίδας πιάσας ἕψει ἐν ὕδατι  ὀμβρίμῳ ὡσεὶ γ΄. εἶθ᾿ οὕτως ἐν αὐτῷ τῷ ὕδατι βάλλε λινόσπερμον τριπτὸν γο. δ΄. εἷτ᾿ ὠὰ ὠμὰ γ΄. καὶ ἐλαίου κύαθον, βοείαν κόπρον γο. δ΄. κηροῦ γο. δ΄. ἑνώσας ἀμφότερα καὶ μαλάξας, χρῶ εἰς κοίτην ἅπαξ καὶ δίς.

[Γαλήνου σκευασία σκιλλητικοῦ ὄξους.]

Ὑγιεινὸν κάλλιστον τὸ περὶ σκίλλης Πυθαγόρᾳ γραφὲν, ᾧ πᾶς μὲν αὐτοκράτωρ κέχρηται, λέγεται δὲ παρὰ τοῦ δεδωκότος ὅτι μακροβίους ποιεῖ τοὺς τοῦτο λαμβάνοντας καὶ τὰ ἄκρα ἄρτια ὑπάρχει ἕως τέλους. καὶ αὐτὸς μὲν ὁ Σάμιος γέρων (οὐκ ἀγνοεῖς γὰρ ὅσον χρόνον προέκοψεν) μέμνηται ἐν τῷ συντάγματι, ὡς τῷ κατ᾿ αὐτὸν γένει μεταδεδωκὼς τὴν δύναμιν. ὅταν δὲ ἤρξατο τούτῳ χρῆσθαι, πεντηκονταετὴς ὑπῆρχεν. καὶ ἐβίωσεν εἰς ἑπτακαιδέκατον καὶ ἑκατοστὸν ἔτος ἄρτιος καὶ ἄνοσος διατελέσας. καὶ ταῦτα μὲν ὁ πατὴρ τοῦ φαρμάκου καὶ τάχ᾿ ἀνὴρ φιλόσοφος καὶ ψεύσασθαι μὴ δυνάμενος. ἡμεῖς δὲ τῆς τοῦ ἀνδρὸς πίστεως πεῖραν ἐπιθέντες βεβαίαν καὶ ἀδιάπτωτον τὴν δύναμιν ἐπιφαίνομεν. χρὴ τοίνυν λαβόντα σκίλλαν ὀρεινὴν λίτρ. α΄. περιελεῖν τὰ σκληρὰ καὶ κατατεμεῖν τὰ ἁπαλὰ καὶ βαλεῖν ὄξους δριμυτάτου ξέστας η΄. εἰς ἄγγος ὑέλινον. εἶθ᾿ οὕτως καταδύσας ἔασον ἀποβρέχεσθαι ἐν τοῖς τοῦ ἀπὸ κυνὸς καύμασιν ἡμέρας λ΄. εἶτα ἐξελὼν τὴν σκίλλην καὶ ἀποπιάσας, ἐκ τούτου δεῖ τῷ πρωῒ μικρὸν καταῤῥοφεῖν. συμβήσεται δέ σοι περὶ τὸν φάρυγγα, ἢ τὸ στόμα μηδέποτε μαλακισθῆναι. καὶ τὰ περὶ τὸ στόμα τῆς κοιλίας ὑγιαίνειν. εὔπνους τε ὑπάρ ξεις καὶ τὰ περὶ τὴν φωνὴν εὐεκτεῖν, σπουδαῖον καὶ τὰ περὶ ὄμματα ὀξυδερκέστατον καὶ περὶ τὴν ἀκοὴν ὀξύκοον. οὐδὲν γὰρ πνεῦμα ἐν κοιλίᾳ ποτὲ συστήσεταί σοι οὔτε σπλάγχνον μετέωρον ἕξεις. εὔπνους τε καὶ εὔχρους διαμείνεις καὶ πρὸς τὰ ἀστεῖα πάντοτε εὖ διακείμενος. οὐκ ὀξυρεγμίσεις, οὐ λύξεις ἁλυκῶς. ἐὰν πᾶς τίς τι δὸς ἐξ αὐτοῦ καὶ κελεύω μετὰ τὸ ῥοφῆναι τοῦτον νηστικὸν ὄντα κινεῖσθαι σταδίους ζ΄. καὶ διαλυθήσεται. ὁ δὲ τούτῳ χρώμενος περὶ τὴν δίαιταν παῤῥησίαν ἀγέτω ἥντινα βούλεται, πάντα γὰρ κατεργάζεται ταῦτα, ὡς ἀπὸ μηδενὸς βλαβῆναι ποτὲ, μήτε εἰς πλησμονὴν ἐλθόντα μήτ᾿ ἐφ᾿ ᾧ δοκοῦμεν συμφέρειν, περισσὸν δὲ οὐδὲν καταλειφθήσεται ἐν τῷ σώματι, οὐ πνεῦμα, οὐ χολὴ, οὐ σκύβαλον, οὐκ οὖρον. ἀλλὰ πάντα εὐέκκριτα καὶ εὐανάγωγα ποιεῖ, κοιλία διὰ πάντος εὔλυτός ἐστι. καθαρτικὸν δὲ τοῦ σώματος τὸ βοήθημα, κᾂν ἐν τοῖς ὀστέοις ᾖ ῥυπαρία. φθισικοὺς δὲ τοὺς ἐκ πάντων ἀπηγορευομένους ἀπὸ τοῦ φαρμάκου τούτου θεραπευθέντας εἴδομεν. ἐπιληψίας τὰς μακρὰς ὤνησεν ἱκανῶς, ὥστε ἀπὸ διαλειμμάτων χρόνου πολλοῦ γίνεσθαι. τὰς δὲ ἀρχομένας καὶ νέας εἰς τέλος ἰᾶται. καὶ τὸ πάθος γίνεσθαι οὐκ ἐᾷ, ποδάγρας τε καὶ ἀρθριτίδας καὶ σκληρίας ἥπατος καὶ σπληνὸς ἐθεράπευσε. καὶ αἱ μὲν κατὰ μέρος ἐνέργειαι αὖται· αἱ δὲ κοιναὶ καὶ πλεῖσται καὶ ὑφ᾿ ὧν κινηθέντες ἐκδεδώκαμέν σοι τὸ ὑγιεινὸν φάρμακον τοῦτο, ὑγείας καὶ ἀρτιότητος ἕνεκα ἀποτελεοῦται.

[Γαλήνου σκευασία οἴνου τοῦ σκιλλητικοῦ.]

Οὕτος ὁ οἶνος πινόμενος πάσης ὑγείας ἐστὶ παροχηκώς. λεπτύνει γὰρ τοὺς χυμοὺς καὶ ἐξαιρέτως τὸ φλέγμα καὶ οὐκ ἐᾷ συστῆναι ἐν τῷ στομάχῳ, ἢ ἐν τῇ κοιλίᾳ, ἢ ἐν κεφαλῇ, ἢ ἥπατι, ἢ σπληνὶ, ἢ νεύροις, ἢ ὀστέοις, ἤ τι τοιοῦτον γλίσχρον χυμὸν καὶ ποιοῦντα τὰς ἐμφράξεις· ἀλλὰ πάντα λύει καὶ γαστέρα μαλάσσει καὶ οὕτως ὑπάγει καὶ οὖρα κινεῖ καὶ δι᾿ αὐτῶν τὰς αἰτίας λεπτομερεῖ καὶ ἐκκρίνει. οὕτως δὲ καθαίρει κεφαλὴν, ὡς μηδὲ τοὺς μυξωτῆρας ὑγρότητα ἔχειν. πεποίηται δὲ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἐπιληπτικοῖς, οὕτως γὰρ πάσης ὑγείας ἐστὶ περιποιητικός. ἔχει δὲ οὕτως. λαβὼν σκίλλαν ἐξ ὀρέων λευκὴν περὶ τὴν κυνὸς ἐπιτολὴν λίτρ. α΄. διάψυξον ἐν σκιᾷ ἡμέρας ι΄. καὶ δι᾿ ἐμβάλλας εἰς ὕελον τὰ φύλλα τὰ διαψυχθέντα τῆς σκίλλης, βάλλε οἴνου λευκοῦ παλαιοῦ ξέστας ιβ΄. καὶ κρεμάσας ἡμέρας μ΄. ἔπαγον τὴν σκίλλην ἐκ τοῦ οἴνου καὶ ῥῖψον καὶ τὸν οἶνον χρῶ πρὸς τὰ ἐπαγγελθέντα καὶ εὑρήσεις αὐτοῦ τὴν δύναμιν, χρώμενος ἑκάστοτε πρὸ σιτίων ἐκ τοῦ οἴνου γο. β΄. εἰ δ᾿ ἀπὸ κοίτης γο. (S"). εἰ δὲ βούλει πρὸς πόμα αὐτὸ ποιῆσαι, διὰ τὴν ἡδύτητα πρόσμιξον καὶ μέλιτος ξέστας δύο, ἢ γ΄.

[Ἀποφλεγματισμὸς ἀνασπῶν ἐκ τοῦ στομάχου φλέγμα ἐσθιόμενος· ἀπὸ δὲ τῆς κεφαλῆς, ἀναγαργαριζόμενος.]

Ὀριγάνου, κόμμεως, ὑσσώπου, σαμψύχου, γλήχωνος, θύμου, ταῦτα ἕψει μετὰ γλυκέος γο. γ΄. ἕως οὗ γένηται α΄. καὶ δίδου ἀναγαργαρίζεσθαι. ἐκτινάσσει γὰρ καὶ τὰ ἐν τῷ πνεύμονι ἐσθιόμενος. ποιεῖ δὲ τοῦτο ἐπὶ ἡμέρας, πεπείραται γάρ.

[Πρὸς δυσουριῶντας καὶ μὴ δυναμένους οὐρῆσαι.]

Κόριδας ἀπὸ κλίνης λειώσας κατάχριε τὸν οὐρητῆρα καὶ εὐθέως οὐρήσει. τοῦτο δὲ καὶ παιδίοις μὴ δυναμένοις οὐρῆσαι ποιεῖ.

[Πρὸς λιθιῶντας καὶ διουρητικὸν δόκιμον.]

Δαφνίδων καὶ πεπέρεως ἴσα κόψας καὶ σήσας μετὰ ὑδρομέλιτος μέτρον α΄ δίδου. ἑκάστῳ δὲ τὸ ὑδρομέλι θερμόν.

[Ἄλλο θρύπτον λίθους καὶ παρασκευάζον οὐρεῖν ἄνδρας καὶ γυναῖκας.]

Δάφνης φλοιὸν ἀναζέσας ὕδατι συμφύρα καὶ δίδου ἐκ τούτου ῥοφᾷν. ἐνεργεῖ γὰρ λίαν.

[Πρὸς αἷμα οὐροῦντας.]

Ζιγγιβέρεως δραχ. β΄. κράμβης  σπέρμα δραχ. δ΄. μήκωνος δραχ. α΄. χυλὸν ἀναλαβὼν ποίει καταπότια καὶ δίδου τῷ πάσχοντι.

[Οὐρητικὸν στραγγουριῶσιν.]

Θύμου καὶ μαράθρου ἐξ ἴσου κόψας ἐν εὐκράτῳ θερμῷ δὸς πιεῖν.

[Πρὸς πόνον οὐρητῆρος καὶ δυσουρίαν καὶ δύσπνοιαν καὶ οὐροῦντας αἷμα καὶ λιθιῶντας.]

Ἀσάρου, μίσυος, νάρδου Κελτικῆς ἴσα ἀναλάμβανε μέλιτι Ἀττικῷ ἀπηφρισμένῳ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εὐρωστεῖν γὰρ ποιεῖ καὶ πρεσβύτας, τοὺς ξηρὰν ἔχοντας ῥύσιν καὶ εὐτονωτέραν ποιεῖ.

[Πρὸς ἐνουροῦντας.]

Ῥίζαν κρίνου δὸς πιεῖν προαναζέσας, ἢ ὑοσκυάμου χυλὸν ἢ καρπὸν μετὰ οἰνογάλακτος φυράσας ἔμβαλλε εἰς δέρμα ἐλάφου καὶ περίαπτε τὸν δεξιὸν μηρὸν καὶ θαυμάσεις. ἄλλο. συάγρου ὄνυχας ὀπτήσας μετ᾿ οἴνου πότισον, ἢ ἀλέκτορος ὄρχιν ὀπτήσας δὸς φαγεῖν. ἄλλο. κοχλίαν καύσας μετὰ τοῦ ὀστράκου καὶ λειώσας δίδου πιεῖν μετὰ οἴνου εἰς κοίτην.

[Εἰς δυσουρίαν καὶ λιθίασιν.]

Λινοσπέρμου, πεπέρεως, πετροσελίνου κόψας καὶ σήσας μετὰ κονδίτου λάμβανε κοχλιάριον α΄.

[Λίθων θρυπτικὸν δόκιμον.]

Σκορπίδια θαλάσσια τρία μικρὰ καύσας ὁλόκληρα τὴν τέφραν πότιζε μετὰ κονδίτου.

[Ἐς τὸ στῆσαι κοιλίαν.]

Ῥοῦν μετὰ οἴνου καὶ ὀρύζης ἑψήσας καὶ ἀποτριτώσας ἔνιε, ἢ τράγου ἧπαρ ἑψήσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν, ἢ κηκίδας καύσας λείωσον καλῶς καὶ μίξας στέαρ χοίρειον καὶ τηγανίσας μετὰ ὄξους δὸς φαγεῖν τῷ πάσχοντι, ἢ λαβὼν πεπέρεως δραχ. α΄. θερμίνου ἀλεύρου ἤτοι λουπιναρίου δραχ. γ΄. καὶ μέλιτος κοχλιάριον α΄.

[Πρὸς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.]

Κάχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετ᾿ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν μετὰ μίαν ὥραν τῆς ἐπισημασίας.

[Πρὸς κυνοδήκτους.]

Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον, ἢ τοῖς δήγμασι ἐπιτιθέμενον, ἢ σκόροδα καταπλαττόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα.

[Πρὸς λυσσοδήκτους.]

Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω· καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ. καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον. ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει. καὶ τὰς περὶ ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει.

[Πρὸς συνάγχην καὶ πόνον τραχήλου.]

Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενον.

[Πρὸς ἐσωχάδας.]

Ἀμάραντον ἀποβρέξας μεθ᾿ ὕδατος ὀψὲ καὶ πρωῒ πότισον.

[Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν]

Ἐλενίου, σινήπεως, δαφνίδων κατὰ λόγον κοπανίσας, εἶτα ἐξελὼν φλοῦν καρύας νέας κόψον μικρά. εἶτα βάλλε ἐν ὅλμῳ καὶ κόψον αὐτὸν ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας τρεῖς καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τῆς σπληνὸς ἀπὸ πρωῒ ἕως ἡμέρας η΄. προκενώσας τὴν γαστέρα καὶ θαυμάσεις.

[Ἄλλο πρὸς τῆξιν σπληνός.]

Καππάρεως ῥίζης γο. γ΄. ἀσβέστου γο. δ΄. κόψας καὶ σήσας καὶ ὄξει μίξας ἐπίθες μὴ πλέον ὥρας μιᾶς καὶ ὅλον τήκεται. ἄλλο. κράμβης ζωμὸν ἕψει μόνον, μετὰ δὲ ὀξυμέλιτος πότισον νηστικῷ, ἢ βάτου ῥίζαν μετ᾿ ὄξους ἀποτριτώσας δίδου πιεῖν ἡμέρας τρεῖς. ἄλλο. φλοῦν καρύας μετ᾿ ὄξους καὶ μέλιτος ἑψήσας πότισον νηστικῷ, ἢ σίδηρον πυρώσας ἐν οἰνομέλιτι σβέσας ἐν ποτηρίῳ δὸς πιεῖν καὶ θαυμάσεις.

[Πρὸς ὀδόντας μέλανας.]

Φοινίκων ὀστᾶ καὶ μαστίχην καὶ μέλι τρῖβε, τοὺς ὀδόντας ἐπὶ ἡμέρας ζ΄. καὶ λευκαίνονται.

[Πρὸς ἕλμινθας.]

Θέρμους καὶ δάφνης φύλλα καὶ χολὴν ταύρου μίξας ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν τῆς κοιλίας καὶ ὠφελεῖ.

[Πρὸς ἐσωχάδας καὶ ἐξωχάδας.]

Ἄμυλον καὶ πίσσαν καὶ ὕδωρ ζεννύμενα δὸς πιεῖν ἐπὶ ἡμέρας ἑπτὰ μετὰ τὸ ἀποτριτωθῆναι τὸ εἰς τὸ ἕψημα.

[Πρὸς πόνον ὀδόντων.]

Ἀμπελοβόθρακα κρατήσας τηγάνισον μετ᾿ ἐλαίου καὶ ἔμβαλλε τῷ ὠτίῳ καὶ ὑγιαίνει.

[Πρὸς βδέλλας.]

Τρίψας ἀριστολοχίαν ἁλάτιζε.

[Πρὸς λιθιῶντας διουρητικά.]

Δαφνίδων πεπέρεως ἴσα δίδου μύστρον α΄. μετὰ ὑδρομέλιτος.

[Ἄλλο θραῦον λίθους.]

Δάφνης φλοιὸν ἀνάζεσον ὕδατι ἕως ἀποτριτώσεως καὶ δίδου ῥοφεῖν. ἄλλο ὅμοιον. τρυγόνος ὀρνέου κόπρον καύσας πάρεχε μετὰ μελικράτου, ποιεῖ γὰρ ἐξουρεῖσθαι τοὺς λίθους.

[Πεπειραμένον εἰς λιθιῶντας.]

Στρουθίου, ῥέου Ποντικοῦ, καππάρεως, ἀνὰ δραχ. α΄. δίδου σὺν οἴνῳ λευκῷ καθ᾿ ἡμέραν δραχ. α΄. καὶ οὐρήσεις ὑπόστασιν ἐν τῷ οὔρῳ λιθώδη. ἄλλο. ὀρίγανον ἀποζέσας ἕως ἀποτριτώσεως μεθ᾿ ὕδατος πάρεχε κύαθον ἐκ τοῦ ἀποζέματος πιεῖν. 

[Εἰς στραγγουρίαν.]

Μαράθρου σπέρμα, δαφνίδων Θηβαϊκῶν ἐξ ἴσου κόψας σὺν εὐκράτῳ δίδου θερμόν.

[Πρὸς δυσουρίαν καὶ στραγγουρίαν.]

Κόστου, μέλιτος, ὕδατος κυάθους θ΄. δίδου πιεῖν κρατῆρα, τὸν μισθὸν προαπαιτῶν. ἄλλο. Κυπέρου Ἀσιατικοῦ κοχλιάριον α΄ μετὰ ἀκράτου δίδου λεῖον ἢ μετὰ μέλιτος· ἔστι γὰρ δόκιμον.

[Πρὸς δυσουρίαν.]

Πετροσελίνου Μακεδονικοῦ κόψας δίδου κοχλιάριον α΄.

[Πρὸς στραγγουρίαν.]

Κολοκύνθην κοπάνισον ξηρὰν ὡς ἀλεύρου καὶ κοχλιάριον μικρὸν μεθ᾿ ὕδατος δὸς πιεῖν.

[Πρὸς τοὺς ἐνουροῦντας εἰς τὰ σάγια.]

Λαγωοῦ ἐγκέφαλον σὺν οἴνῳ πότισον. ἄλλο. φῦσαν ὀπτήσας δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἢ κύπερον λειώσας πότισον, ἢ λαγωοῦ ὄρχιν ἐν οἴνῳ εὐώδει χλιαρῷ δὸς πιεῖν.

[Πρὸς στραγγουρίαν.]

Δενδρολίβανον λαβὼν βράσον μετ᾿ οἴνου πλεῖστον ἐπὶ ἡμέρας τρεῖς πάρεχε πίνειν. λαβὼν ῥαφίδα τὸ θαλάσσιον ὀψάριον καύσας καὶ τὴν σποδιὰν δὸς πιεῖν.

[Περὶ λειχήνων.]

Κέρας ἐλάφου ῥινήσας μετ᾿ ὄξους δριμυτάτου ἀποτριτώσας ἐπάλειφε.

[Πρὸς ἀγρίου λειχῆνας.]

Κριθάλευρον μετ᾿ ὄξους δριμέος ἐμμίξας ἄλειφε, ἢ ἀκροσφοδείλου ῥίζαν σὺν ὄξει λειώσας χρῖε συχνῶς, ἢ καῦσον λινοῦν πανίον ἐπάνω σιδήρου καὶ ἄλειφε, ἢ φύλλα καρύας χλωρὰ ἀποζέσας κατάπλαττε, τοῦτο καὶ ἐπὶ ψώρας.

[Πρὸς αἰδοίου πόνον καὶ φλεγμονήν.]

Κύμινον ἑψήσας πολλὰ καὶ λέπυρα ὠῶν ἐπάντλει, καὶ θαυμάσεις.

[Πρὸς λειχῆνας.]

Σκόροδον καὶ θεάφην, ὕδωρ καὶ ἔλαιον σμήξας ἄμφω ἄλειφε.

[Κατάπλασμα πρὸς τραύματα πρόσφατα ἀπὸ ξίφους ἢ ξύλου.]

Ἰτέας φύλλα τρίψας ἐπίθες καὶ τὸ αἷμα στήσεις καὶ τὰ τραύματα παρακολλᾷ καὶ ὑγιαίνει. ἢ βολβοὺς προβάτων ἅμα ἐλαίῳ λειώσας κατάπλασον.

[Πρὸς δηλητήρια φάρμακα.]

Πήγανον καὶ σῦκον καὶ κάρυον τρίψας πότισον μετ᾿ οἴνου, ἢ τῆς νύσσης τὸ αἷμα ὑγρὸν σὺν ἐλαίῳ πινόμενον σώζει τοὺς πιόντας δηλητήριον φάρμακον καὶ τοὺς ὑπὸ ἐχίδνης δηχθέντας.

[Πρὸς ῥεῦμα ἐν τῷ λαιμῷ.]

Χελιδόνος νεοττιὰν λειώσας μετ᾿ ὄξους κατάχριε.

[Πρὸς μαστῶν γυναικῶν ὄγκους.]

Αἰγὸς ἀφόδευμα ξηρὸν μετὰ οἴνου ἀκράτου ἐπίθες καὶ λύει τὴν φλεγμονήν.

[Εἰς λυκοκεφαλίαν.]

Χοίρου ἀφόδευμα καύσας καὶ λαβὼν σποδὸν, μίξας μετὰ μέλιτος, ξυρήσας τὴν κεφαλὴν ἄλειφε καὶ ἐπίθες ἐπάνω κράμβης φύλλα.

[Βηχικοῖς καὶ ἑκτικοῖς.]

Στύρακος καὶ κράμβης χυλοῦ συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην, ἢ δαφνελαίου καὶ οἴνου καλοῦ, ἀνὰ δραχ. γ΄. σμήξας καὶ χλιάνας ἐν λουτρῷ ἔσωθεν καὶ οἰνελαίου θερμοῦ κέρα καὶ συμπυριάσας τῷ στομάχῳ. ἄλλο. θερμῶν πυρίαν στακτὴν βρέξας, πυρία πόδας τοῦ βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε καὶ πυρίαζε. τοῦτο δὲ βῆχας ἰαθήσεται.

[Εἰς βῆχας.]

Ῥητίνην συντρίψας μετὰ οἴνου παλαιοῦ πότισον νήστει. καὶ γλήχωνα μετ· ὀξυκράτου προεψήσας δὸς πιεῖν, ἢ βερονίκην ζυμώσας μετὰ μέλιτος δίδου φαγεῖν, ἢ ῥαφανὴν ὀπτὴν ἐσθιομένην δίδου πρωῒ καὶ ὀψὲ, ἢ βούτυρον ἄναλον καπινέτω βασιλικοῦ καρύου μέγεθος.

[Πρὸς τοὺς ἐν τῷ θώρακι χυμούς.]

Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου πίνειν. ποιεῖ δὲ καὶ πρὸς πνευματώσεις καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι.

[Πρὸς βῆχας.]

Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ, τὸ ζεμάτιον λάβε τῷ πρωῒ μετὰ μέλιτος.

[Εἰς καλλιφωνίαν.]

Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει.

[Πρὸς ἀποκοπὰς φωνῆς.]

Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθοις καὶ δίδου τρίτον καὶ εὐθέως λαλήσει.

[Αὐξητικὰ πλοκάμων καὶ πώγωνος, εἰ ἐπιῤῥέουσι.]

Τεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχου μίξας κατάχριε τὰς τρίχας, ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου ὀμφακίνου ἢ μυρσίνου ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ, λειώσας ἄμφω, ποίει πάχος μέλιτος καὶ ἐπίχριε τὴν κεφαλὴν ἐν βαλανίῳ. βέλτιόν ἐστι καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ἕβδομον μέρος λαδάνῳ ἐπίβαλλε καὶ χρῖε.

[Πρὸς ὀδύνας νεφρῶν.]

Γλήχωνι συνεψείσθωσαν πίτυρα ἔξ ἀλεύρων καὶ σακκελίσας τὸν ζωμὸν καὶ σπόγγῳ τοῦτο βρέξας, πυριαζέσθω οὕτως.