Text encoded in accordance with the latest EpiDoc standards
Τῶν δὲ μέτρων ἔϲτι μέν τι καὶ δάκτυλοϲ· δοχμὴ
δακτύλων, ἡ πᾶϲα χείρ, ὀρθόδωρον. εἰ δὲ τοὺϲ δακτύλουϲ
ἀποτείναϲ ἀπὸ τοῦ μεγάλου πρὸϲ τὸν μικρότατον
μετροῖϲ, ϲπιθαμὴ τὸ μέτρον·
εἰ δὲ τὸν μέγαν
ἄκρον τὸ διάϲτημα πῆχυϲ. εἰ δὲ ϲυγκάμψειαϲ τοὺϲ
δακτύλουϲ, ἀπ᾿ ἀγκῶνοϲ ἐπ᾿ αὐτοὺϲ πυγὼν τὸ μέτρον,
εἰ δὲ ϲυγκλείϲειαϲ, πυγμή. εἰ δ᾿ ἄμφω τὰϲ χεῖραϲ
ἐκτείνειαϲ, ὡϲ καὶ τὸ ϲτέρνον αὐταῖϲ ϲυμμετρεῖν,
ὀργυιὰ καλεῖται τὸ μέτρον.