Text encoded in accordance with the latest EpiDoc standards
Εἴπερ ἄλλο τι τῷ ῥήτορι τὰς ἰδέας οἶμαι τοῦ λόγου 1
τῶν ἀναγκαιοτάτων εἶναι γινώσκειν, ὅπῃ ποτὲ ἔχουσι
καὶ ὅπως γίνονται. καὶ γὰρ τὸ τὰ τῶν ἄλλων εἰδέναι
κρίνειν, καθʼ ὅ τι τε καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς καὶ
καθʼ ὅ τι μή, εἴτ’ οὖν τῶν ἀρχαίων εἴη τινὸς εἴτε καὶ
τῶν νεωτέρων, οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστήμης
γένοιτ’ ἄν· εἴτε καὶ αὐτός τις γενέσθαι βούλοιτο λόγων
ἐργάτης καλῶν τε καὶ γενναίων καὶ παραπλησίων τοῖς
τῶν ἀρχαίων, τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον,
εἰ μέλλοι μὴ σφόδρα πόρρω τἀκριβοῦς τις ἀπενεχθήσεσθαι.
ἡ γάρτοι μίμησις καὶ ὁ ζῆλος ὁ πρὸς ἐκείνους
μετὰ μὲν ἐμπειρίας ψιλῆς καί τινος ἀλόγου τριβῆς γινόμενος
οὐκ ἂν οἶμαι δύναιτο τυγχάνειν τοῦ ὀρθοῦ, κἂν
οἱ μὴ τοιοῦτοι μελέτῃ καὶ τῇ κατʼ ὀρθὸν ἀσκήσει
παρέλθοιεν. οὕτω δὲ ὄντος μεγάλου τε καὶ ἀναγκαίου
τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τοῖς ἐργάζεσθαι ταῦτα
καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις, τοῖς δὲ ἄμφω καὶ
πολὺ μᾶλλον, οὐ χρὴ θαυμάζειν, εἰ μὴ ῥᾴδιον αὐτὸν
μηδʼ οἷον ἁπλῆς τινος δεῖσθαι πραγματείας ὄντα εὑρίσκοιμεν·
ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ ῥᾴστου
περιγίνεσθαι πέφυκε, λόγων δὲ καλῶν τε καὶ γενναίων
καὶ πάσης ἀπλῶς ἰδέας αὐτῶν εἰ μέλλοι τι χρηστότερον
ἀνθρώποις οὖσι καὶ ζῴοις λογικοῖς γενήσεσθαι, θαυμάζοιμιʼ
ἄν.
Μέλλων δὲ ἐπʼ αὐτὸ χωρεῖν ἤδη τὸ διδάσκειν περὶ
ἑκάστου τούτων, τοσοῦτον προδιορισάμενος αὐτὸ ποιήσω,
ὅτι νῦν ἐστιν ἡμῖν οὐ περὶ τῆς Πλάτωνος ἢ Δημοσθένους
ἢ ἀφέλεια καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη. ἐπειδὴ
δὲ ἐκείνων δήπουθεν ἕνεκα — λέγω τῶν κατʼ ἄνδρα εὐδοκιμούντων
— καὶ ταύτης δεόμεθα τῆς πραγματείας,
ἰδέας συμμιγεῖ διὰ τούτου περὶ ἀπασῶν εἰπεῖν τῶν
ἰδεῶν· ἀνάγκη γὰρ τά τε μέρη καθʼ ἕκαστον καὶ τὸ ὅλον
εἶδος τοῦ τοιούτου δεικνύντας, ὅθεν τε καὶ ἐξ ὧν συνἐστηκεν,
ὁποῖόν τέ ἐστι καὶ διʼ οὗ τοιοῦτον, περὶ πάσης
τε ἰδέας λόγων ἀκριβῶς εἰπεῖν καὶ τίς ἡ μῖξις αὐτῶν
καὶ πῶς μιγνυμένων τῶν αὐτῶν τοτὲ μὲν ποιητικός,
τοτὲ δὲ οὐ ποιητικός, καὶ τοτὲ μὲν πανηγυρικός, τοτὲ δὲ
Ἐστιν οὖν ὁ μάλιστα παρὰ τοὺς ἄλλους τοῦτον μεταχειρισάμενος
τὸν τρόπον τὰ περὶ τοὺς λόγους καὶ καταποικίλας
τὸν αὐτοῦ διηνεκῶς οὐκ ἄλλος τις κατʼ ἐμὴν
δόξαν ἢ Δημοσθένης· διὰ τοίνυν τούτου καὶ τῶν παρὰ
τούτῳ λεκτέον ἂν εἴη δήπουθεν καὶ περὶ τῶν ἄλλων
ἰδεῶν ἀπασῶν τοῦ λόγου. ἐπιτιμήσῃ δὲ μηδεὶς μήτε τῇ
Δημοσθένης ὅτιπερ κεφάλαιον ἦν τὸν πολιτικὸν
σφόδρα γένοιτο χαλεπῶν εὑρεῖν τοῖς οὐχ ἀπλῶς αὐτὸν
μετιοῦσιν· οἶς μέντοι καθαπερεὶ στοιχείοις τισὶ χρησάμενος
εἴδεσι λόγου τοιοῦτον εἴργασται τὸν ἑαυτοῦ, ἂδὴ καὶ
τὸν πανηγυρικὸν αὐτὸν καὶ τἆλλα πάντα τῶν λόγων εἴδη
ποιεῖ συνιστάμενα πρὸς ἄλληλα, τοῦτο δὴ παγχάλεπον
εὑρεῖν ἔμοιγε εἶναι δοκεῖ. χαλεπὸν δὲ οὐδὲν ἧττον καὶ
τὸ εὑρόντα εἰπεῖν καὶ δεῖξαί τι σαφὲς περὶ αὐτῶν· οὐδὲ
γὰρ ἔστιν, ὅστις πρὸ ἡμῶν ὅσα ἐμὲ γινώσκειν εἰς τήνδε
τὴν ἡμέραν ἀκριβές τι περὶ τούτων πραγματευσάμενος
φαίνεται, ὅσοι δὲ καὶ ἥψαντο, τεταραγμένως καὶ λίαν ἀπιστοῦντες
σφίσιν αὐτοῖς περὶ ὧν εἶπον εἰρηκόσιν, ὥστε
αὐτοῖς συγκεχύσθαι τὰ πάντα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις
καὶ οἱ δόξαντές τι λέγειν περὶ τἀνδρὸς τὸ κατὰ μέρος θεωρήσαντες
νὴ Δία τῶν μερῶν, ὧν τὰς θεωρίας συγγράψαι
φασί, περὶ μέντοι παντὸς τοῦ λόγου καὶ πάσης ἰδέας, εἴτε
ἐν μέτροις εἴτε ἐν ποιήσει εἴτε ἐν τῷ καταλογάδην εἴδει,
παντάπασιν ἡμᾶς ἀδιδάκτους εἴασαν τὸ ὅσον ἐπʼ
αὐτοῖς. χαλεπὸν μὲν οὖν ὅπερ ἔφην ταῦτα καὶ εὑρεῖν
καὶ εὑρόντα διδάξαι σαφῶς μετʼ εὐκρινείας, ἀλλὰ μιὴ
κατʼ ἐκείνους· πειρατέον δὲ ὅμως, καθʼ ἣν προὐθέμεθα
ὁδόν. τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου καθαπερεὶ
στοιχεῖα καὶ ἀρχὰς εἰ δυνηθείημεν ἀκριβῶς αὐτὰ ἕκαστα
ἐφʼ ἑαυτῶν πόσα τέ ἐστι δεῖξαι καὶ ὁποῖα καὶ ὅπως
γίνεται τίς τε ἡ πρὸς ἄλληλα μῖξις αὐτῶν καὶ τί δύνανται
τόνδε ἢ τόνδε μιγνύμενα τὸν τρόπον, τάχα ἂν
περὶ ἀπάντων τῶν λόγων εἰρηκότες εἴημεν. ‘ἡ μὲν οὖν
ὑπόσχεσιςʼ κατʼ αὐτὸν φάναι τὸν ῥήτορα ‘οὕτω μεγάλη,
τὸ δὲ πρᾶγμα ἤδη τὸν ἔλεγχον κἀνταῦθα δώσει, κριτὴς
δὲ ἡμῖν ὁ βουλόμενος ἔστωʼ.
Φημὶ τοίνυν, ὅτι τὸν Δημοσθενικὸν λόγον τὰ ποιοῦντά
ἐστιν, εἰ μέλλοι τις ὡς ἕν ἅπαντα ἀκούσεσθαι,
τάδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεία,
δὴ γίνονται, αἳ δὲ κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ
καὶ μέρεσιν· ὅλως τε αὃ μὲν γένη εἰσὶν εἰδῶν, αἳ δὲ
ὥσπερ κατὰ διαφοράν τινα κοινωνοῦσιν ἑτέραις ἰδέαις
τοῖς ἄλλοις κεχωρισμέναι πᾶσιν, αἳ δὲ ὅπερ ἔφην μένουσιν
ἐφʼ ἑαυτῶν οὐδενὸς ἄλλου προσδεόμεναι. προϊοῦσι
δʼ ἔσται φανερώτερον, ὃ λέγω, ὅτε καὶ καθʼ ἐκάστην
Πρῶτον δʼ, ἐξ ὧν ἅπας λόγος πέφυκε γίνεσθαι καὶ ὧν
ἄνευ οὐκ ἄν ποτε συσταίη τι λόγων εἶδος, ῥητέον, ἵνʼ ἐκ
τούτων εὐμαθέστερον ἔχοντες μᾶλλον παρακολουθοίημεν,
ὅτε καὶ τὰς ὑποβεβηκυίας τινὰς τῶν προειρημένων
ῖδεῶν προτιθέντες, ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγομεν.
Ἅπας τοίνυν λόγος ἔννοιάν τε ἔχει πάντως τινὰ ἢ
ἐννοίας καὶ μέθοδον περὶ τὴν ἔννοιαν καὶ λέξιν, ἣ τούτοις
ἐφήρμοσται. τῆς δʼ αὖ λέξεως ἐχούσης πάντως τινὰ
καὶ αὐτῆς ἰδιότητα πάλιν αὗ σχήματά τέ ἐστί τινα καὶ
κῶλα συνθέσεις τε καὶ ἀναπαύσεις καὶ τὸ ἐξ ἀμφοῖν
τούτοιν συνιστάμενον ὁ ῥυθμός· ἡ γὰρ ποιὰ σύνθεσις
τῶν τοῦ λόγου μερῶν καὶ τὸ ὡδί πως ἀναπεπαῦσθαι
τὸν λόγον ἀλλὰ μὴ ὡδὶ ποιεῖ τὸ τοιόνδε ἀλλὰ μὴ τοιόνδε
εἶναι τὸν ῥυθμόν.
Ἐπεὶ δὲ ἴσως ἐστὶν ἀσαφὲς τὸ προειρημένον, παραδείγματι
αὐτὸ σαφηνιοῦμεν. ἔστω γὰρ βούλεσθαι ἡμᾶς
ποιῆσαι γλυκύτητα. οὐκοῦν ἔννοιαι μὲν γλυκύτητος αἵ
τε μυθικαὶ καὶ αἰ ταύταις ὅμοιαι καί τινες ἕτεραι,
περὶ ὧν ὕστερον λέξομεν ἐν τῷ περὶ αὐτῆς τῆς
γλυκύτητος λόγῳ. ἀλλʼ ἔννοιαι μὲν αὗται, μέθοδοι
δὲ τὸ προηγουμένως καὶ σὺν ἀφηγήσει αὐτὰς διεξιέναι,
ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἢ πως ἑτέρως. λέξις δὲ ἡ διὰ
ἐπιθέτων καὶ ὅση δριμεῖα καὶ τῆς ποιητικῆς ἡ μὴ
διηρμένη μηδὲ πλατεῖα φύσει αἵ τε τῆς καθαρότητος
ἅπασαι. τῆς δʼ αὖ λέξεως σχήματα μὲν τὰ κατʼ ὀρθότητα
ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ χωρὶς ἐπεμβολῆς, κῶλα δὲ
ἡ ἀνειμένη διὰ τὴν τοιαύτην λέξιν, οὐ μὴν ἥ γε διεστηκυῖα
πάντ — δεῖ γάρ τι καὶ κατὰ τὸν ῥυθμὸν ἔχειν τὴν
γλυκύτητα ἡδονῆς —, κατὰ δὲ τὰς βάσεις ὅση δακτυλική
διαλαβεῖν· ἐκ γὰρ τούτων καὶ τῆς ἀναπαύσεως ὁ ῥυθμός·
δῆλον δὲ ἔσται μᾶλλον ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων
τοῦτο. ἀλλὰ συνθήκη μὲν αὕτη γλυκύτητος,
ἀνάπαυσις δὲ ἡ βεβηκυῖα μᾶλλον. ὁ δὲ ῥυθμὸς ὥσπερ
εἶδός τι ἐπακολουθεῖ τῇ τε συνθήκῃ τῇ ποιᾷ καὶ τῇ
ἀναπαύσει ἄλλο τι ὄν παρὰ ταῦτα, καθάπερ οἰκίας ἢ
Πάντα μὲν οὖν εἴδη λόγων ἐν τούτοις τεθεώρηται
καὶ διὰ τούτων γίνεται, ἐννοίας, μεθόδου, λέξεως, σχήματος,
κώλου, συνθήκης, ἀναπαύσεως, ῥυθμοῦ. ἔγὼ
δʼ, ὅτι μὲν καὶ τούτοις ἐπὶ τοῖς προειρημένοις δεῖ σαφηνείας
τινός, οὐκ ἀγνοῶ, οὐδʼ ὡς οἴονται τινὲς γενέσθαι
ἂν ἴσως ταῦτα σαφῆ διὰ τῶν παραδειγμιάτων, εἰ προτεθείη·
οὐ μὴν ἀλλὰ τὸ μὲν δεῖν παραδειγμάτων αὐτοῖς
τε ἂν διʼ αὐτὸ μᾶλλον ὁ λόγος καὶ ταραχή τις ἂν πλείων
εἰκότως γίνοιτο· ἔπειτα μέντοι καὶ τὸ παρὸν οὐ περὶ
γλυκύτητος προὔκειτο λέγειν — ὕστερον γὰρ ἀκριβέστερον
καὶ περὶ ταύτης ἐροῦμεν —, ἀλλʼ ὅσον ἐμφῆναι, διὰ
τίνων γένοιτʼ ἄν ἀκριβὲς ἕν αὐτὸ ἕκαστον λόγων εἶδος,
ἵν’ ἀπὸ τούτων, ὅπερ ἔφην, εὐμαθέστερον ἔχοντες ῥᾳδίως
ἑποίμεθα τοῖς ἐφεξῆς. οὐκοῦν ἐκεῖσε ἐπάνειμι.
Ἐχόντων γὰρ τούτων ταύτῃ καὶ πάσης ἰδέας λόγων
συνισταμένης διὰ τῶν προειρημένων, ἀκριβῶς μὲν διὰ
ἢ τοιόνδε ἕκαστον αὐτῶν εἶναι συμβέβηκεν. ἐξαιρῶ
μέντοι τοῦ λόγου τὸν ῥήτορα· οὐ γὰρ κατὰ ταὐτὰ ἐκείνοις
μιᾷ τινι τῶν προειρημένων πλεονάσας ἰδέᾳ καὶ αὐτός,
ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος
τῶν λοιπῶν, λέγω τῇ περιβολῇ (διότι δὲ τοῦτο
πεποίηκεν, ἐν τῷ περὶ μεγέθους ἡμῖν καὶ τῆς περιβολῆς
αὐτῆς ἀκριβῶς λελέξεται), ἀλλʼ ὅπερ ἔλεγον, τούτῳ
γάρ, ὃ δὴ πολλοστόν ἐστι μέρος ἢ εἶδος ἰδέας μιᾶς, πλείονι
χρησάμενος τῶν λοιπῶν, τοῖς δὲ ἄλλοις ἅποσιν ἑκάστῳ
τὸ κατʼ ἀξίαν νείμας καὶ τὰ μὲν ὑψηλὰ σφόδρα
καὶ λαμπρὰ τῶν νοημάτων μεθόδοις τισὶν ἢ σχήμασιν
αὐτοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς καὶ τὸ ὅλον
ἓν εἶναι πασῶν αὐτῷ διʼ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν,
ὥστʼ ἐξ ἀπάντων τῶν καλῶν ἕν τοῦτο κάλλιστον εἶδος
ἀπειργάσθαι λόγων τὸ Δημοσθενικόν.
Ἀκριβῶς μὲν οὖν, ὅπερ εἶπον, οὐκ ἦν εὑρεῖν παρʼ
οὐδενὶ τῶν ἀρχαίων τὸ τοιοῦτον, ὅτι καὶ φύσει δήπουθεν
ἁμάρτημά ἐστι τὸ μονοειδῆ καὶ μὴ ποικίλον ἐργάζεσθαι
λόγον· πλεονάζειν δʼ ἔφην ἄλλον κατ’ ἄλλο τι
καὶ ταύτῃ συμβαίνειν τὸ τοιόνδε ἢ τοιόνδε αὐτῶν
ἑκάστῳ τὸν λόγον γίνεσθαι. τό γε μὴν πλεονάζειν λέγω
οὐ τὸ τοῖς πλείοσι χρῆσθαι τῶν εὖ ποιούντων ἰδέαν
ἑκάστην, οἷον μεθόδῳ, σχήματι, συνθήκῃ, ἀναπαύσει
καὶ τοῖς τοιούτοις· τάχα μὲν γὰρ καὶ τοῦτο ἂν εἴη τι, ἀλλʼ
ὅ γε λέγω, τοιοῦτόν ἐστιν τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάαστη
τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ ἦν οἰκεῖα, οἷς ἐχρήσατο.
περὶ τοίνυν τῆς δυνάμεως λεκτέον ἂν εἴη τῶν
ποιούντων ὡς ἔφαμεν τὰ εἴδη τοῦ λόγου.
Ἔστιν οὖν πρῶτον μὲν καὶ ἰσχυρότατον ἁπανταχοῦ
ἡ ἔννοια, μετὰ δὲ ταύτην ἡ λέξις, τὸ σχῆμα δὲ τρίτον,
λέγω τὸ τῆς λέξεως, ἐπεὶ τό γε τῆς ἐννοίας, ὅπερ ἦν
μέθοδος, τέταρτον λέγω — οὐ κατὰ δύναμιν τῶν ἐν δεινότητι·
μὲν γὰρ θατέρου θάτερον μικρὰ ἂν ἢ οὐδὲν πρὸς
εἶδος λόγου συμβάλλοιτο, μετʼ ἀλλήλων μέντοι καὶ τοῦ
ῥυθμοῦ πολλὰ καὶ οὐ μικρά. καὶ τάχα ἂν ἡμῖν παῖδες
μουσικῶν ἀμφισβητήσειαν, εἰ καὶ πρὸ τῆς ἐννοίας
θετέον αὐτά· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ
καθʼ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς, ἡλίκα οὐδεμία
λόγων ἰδέα· καὶ γὰρ ἡδίους ποιῆσαι τὰς ψυχὰς ὑπὲρ
ἄπαντα πανηγυρικὸν λόγον εἶναί φασι τοὺς ῥυθμοὺς
ἢ πάντα σφοδρὸν καὶ καταφορικὸν λόγον· ὅλως δὲ περὶ
πάντων ἐφεξῆς οὕτως ἡμῖν ἴσως ἂν ἐρεσχελήσωσιν.
ἡμεῖς δὲ οὐ διοισόμεθα πρὸς αὐτούς, ἀλλʼ ἔστω μέν, εἰ
βούλοιτό τις, πρῶτον, εἰ δὲ βούλοιτο, τελευταῖον ἢ μέσον
τῇ δυνάμει τῶν προειρημένων ὁ ῥυθμός. ἐγὼ δέ, ὁποῖοί
πεζῇ χωρὶς τοῦ περιᾴδειν προσαρμόσαι τινὰ ῥυθμόν,
τοῦτο δείξειν φημί· καὶ εἴ γε δύναιντο κἀνταῦθα οἱ
ῥυθμοί, ὅσα κἀν τῇ ἄλλῃ μουσικῇ, κείσθωσαν πρῶτοι,
εἰ δὲ μὴ τοσοῦτον δύναιντο, τετάξονται ἡμῖν, ὅπως ἂν
οἶμαι καὶ δυνάμεως ἔχωσι. φημὶ γάρ· ἔστι μὲν οὗ καὶ ὁ
ῥυθμὸς πολὺ συνεισήνεγκε τῷ τοιόνδε γίνεσθαι τὸν
Μικρὰ δὲ ἀναλαβόντες περὶ ἀπάντων τῶν προειρημένων
ὡς ἐν κεφαλαίῳ, ἐπʼ αὐτὸν ἤδή τὸν περὶ τῶν
ἰδεῶν λόγον χωρήσομεν. τίνα μὲν γάρ ἐστι τὰ τὰς
ἰδέας ποιοῦντα τοῦ λόγου, καὶ ποία τις ἡ τούτων δύναμις,
κἀκ τίνων ὁ Δημοσθενικὸς λόγος συνέστηκε, καὶ
διʼ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα
κρίνομεν, εἴρηται. ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθʼ αὐτὴν
οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐξειργασμένην ἰδέαν
διαρκῶς U+00AF πλὴν εἰ τὸ ἑκάστου ἔργον ἰδέαν λέγοι τις
οἷον Πλατωνικὴν ἢ Δημοσθενικήν U+00AF, ἀλλʼ ἐπειδὴ αὐτὴν
μὲν καθʼ ἑαυτὴν ὅπερ ἔφην σεμνότητα ἢ τι τῶν ἄλλων
τέ ἐστι γνῶναι καλῶς ἤτοι ποιήσασθαι μὴ πρότερον
αὐτὰ ἕκαστα, ἐξ ὧν ἡ κρᾶσις γέγονεν ἢ γένοιτο ἄν,
ἐπιγνόντα U+00AF οἷον λευκοῦ καὶ μέλανος φύσιν, ἐξ ὧν τὸ
φαιόν, εἰ κραθείη, γίνεσθαι πέφυκεν U+00AF· ἐπειδὴ οὖν τοῦθʼ
οὕτως ἔχει, ἀνάγκη πάντων τούτων ἀπαλλαγέντας U+00AFτῶν
κατʼ ἄνδρα λέγω, Πλάτωνος, Δημοσθένους, Ξενοφῶντος,
τῶν ἄλλων ἀπάντων U+00AF ἐπὶ τὰ ἐξ ἀρχῆς ἰέναι οἱονεὶ
στοιχεῖα λόγου καὶ περὶ ἑκάστου χωορὶς διαλαβεῖν. ῥᾴδιον
Οὐκοῦν ἐφʼ ἃ προὐθέμεθα ἐξ ἀρχῆς ἐλθόντες λέγωμεν
τὰς ἰδέας, ἐξ ὧν ἔφην τὸν Δημοσθενικὸν συγκεῖσθαι
λόγον· τὰς δὲ ὑποβεβηκυίας αὐταῖς ἢ καὶ συμπληρούσας
αὐτὰς ἰδέας ἰδόντες εὐκρινές τι ἂν περὶ ἑκάστης λέγοιμεν.
ἦσαν δὲ δήπουθεν αἵδε· σαφήνεια, μέγεθος,
κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. περὶ τοίνυν
τούτων λεκτέον καὶ πρῶτόν γε περὶ σαφηνείας καὶ τῶν
ἰδεῶν, αἵ ποιοῦσιν αὐτήν. θαυμάζειν δὲ οὐ χρή, ἐάν
τινες ἰδέαι κοινωνοῦσαι κατά τι ἑτέραις εὑρίσκωνται,
οἷον ἢ κατʼ ἔννοιαν ἢ κατὰ λέξιν ἢ τι ἕτερον, ὥσπερ ἡ
καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τὸ
τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν, οἷον «Σαννίων ἔστι
δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων»· καὶ γὰρ
οὖσαι τραχύτητος ἴδιαι ποιοῦσι τὴν ἀκμήν, ὅτε κώλῳ
καὶ σχήματι μακρῷ ἐξαγγελθεῖεν. οὕτω δὲ δήπουθεν
καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται. ἀλλʼ
οὐ χρὴ τοῦτο θαυμάζειν· τῷ μὲν γὰρ ὅλῳ ἑκάστη
ἰδέα ἑτέρα τῶν ἄλλων εὑρίσκεται, μέρη δέ τινα οἷον
διωρίσαμεν, ὡς εἰσὶ τῶν ἰδεῶν τινες, αἳ κατά τι κεκοινωνήκασιν
ἑτέραις.
Ἀλλὰ περὶ μὲν τούτων ἅλις, ἐπὶ δὲ τὸν περὶ σαφηνείας
ἤδη λόγον ἰτέον, ἣν δὴ καὶ πρώτην ἐθέμεθα,
διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, τῆςνείας,
ᾗπερ ἐναντίον ἐστὶ δήπουθεν ἡ ἀσάφεια, ᾖ
ὑποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές.
2 Σαφήνειαν τοίνυν λόγου ποιεῖ εὐκρίνεια καὶ καθαρότης.
γίνεται δὲ καθαρὸς μὲν λόγος ἅπασι σχεδὸν τοῖς
προειρημένοις, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς·
εὐκρίνεια δὲ τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον,
τάχα δʼ ἄν τι καὶ τῶν ἄλλων εὐκρίνειαν ποιοίη.
Ἀλλὰ πρῶτόν γε περὶ καθαρότητος λεκτέον, ᾗ πάλιν
ἐναντίον ἐστὶν ἡ περιβολὴ κατά τι — οὐ γὰρ κατὰ
πάντα —, περὶ ἧς ἐν τῷ περὶ μεγέθους καὶ ἀξιώματος
λόγῳ λέξομεν.
Ἔννοιαι τοίνυν εἰσὶ καθαραὶ αἱ κοιναὶ πάντων καὶ 3
εἰς ἅπαντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν, σαφεῖς ἀφʼ
ἑαυτῶν οὖσαι καὶ γνώριμοι καὶ μηδὲν ἔχουσαι βαθὺ
μηδὲ περινενοημένον, ὁποία ἦν καὶ ἡ προειρημένη, οἷον
«Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς
διδάσκωνν» καὶ πάλιν «τλέγονται οἱ τριάκοντα χρήματα
δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ»
καὶ ὅσαι τοιαῦται. χρὴ δὲ αὐτὰς καθʼ ἑαυτὰς ὁρᾶν
τὰς ἐννοίας ταύτας, ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν,
ἐπεὶ ἄλλο τι ὑπονοήσομεν εἶναι αὐτὰς καὶ οὐ καθαράς,
γυναῖκας ἐγώ τε καὶ Σπουδίας οὗτοσίx» καὶ πάλιν
«κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ὦ Ἀθηναῖοιx.
καὶ ὅλως πολλὰ ἐν ἰδιωτικοῖς καθαρῶν ἐννοιῶν ἔστι
παραδείγματα, οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς δημοσίοις.
Μέθοδος δὲ καθαρότητος σχεδὸν μία. γίνεται γὰρ
ἢ ἄρχηταί γε ἀπʼ αὐτοῦ ψιλοῦ τοῦ πράγματος καὶ
μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον ἢ γένος εἴδει προσλαβὼν
ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν
ἢ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον διαφορὰν
ἤ τι τοιοῦτον· περιβάλλει γὰρ ἅπαντα ταῦτα
καί εἰσιν ἔννοιαι περιβολῆς αὗται, ἥ ἐστιν ἐναντία καθαρότητι.
μηδὲν τούτων πρὸ αὐτοῦ τοῦ πράγματος τετάχθαι· ἐπεὶ
δόξει μὲν γὰρ λέγειν καθαρῶς, οὐ μὴν ὡς ἀληθῶς γε
ἐρεῖ, περιβάλλει δὲ οὐδὲν ἧττον. καὶ τοῦτο ἰδεῖν ἔστι
παρὰ τῷ ῥήτορι μάλιστα, ἐπεὶ καὶ τὸ «ὐβρισθείς, ὦ
Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα»
καὶ τὰ ἐφεξῆς τά τε προειρημένα παραδείγματα σχεδὸν
πάντα ἕνεκα μὲν τῆς ἐπιβολῆς καθαρῶς εἰσῆκται· ἀπὸ
γὰρ αὐτῶν ἦρκται ψιλῶν τῶν πραγμάτων καὶ φαντασίαν
ἔχει καθαρότητος καὶ ἰδιωτισμοῦ· τὰ δὲ μετὰ ταῦτα
ἐφʼ ἑκάστῳ ῥηθέντα περιβολὴν ἐποίησε λεληθυῖαν. δῆλον
οὖν ἐκ τούτων, ὅτι καὶ φαινόμενός τις ἔστι λόγος
καθαρός, οὐ μὴν ὡς ὄντως γε τοιοῦτος. — Μεθόδου
καθαρᾶς καὶ τὸ ἀφηγηματικῶς, ἀλλὰ μὴ ἄλλως πως
εἰσάγειν τὰ πράγματα· μέθοδος γάρ τις οἶμαι καὶ
ἡ ἀφήγησις, ἀλλʼ οὐ σχῆμα, ὡς οἴονται τινές· ἐπεὶ
καὶ ἐν πολλοῖς σχήμασιν ἀφηγήσαιο ἄν, καὶ γὰρ ὁρθώσας
μέθοδος εἴτε σχῆμα, εἰδέναι δεῖ, ὡς χρήσιμον τοῦτο τῇ
καθαρότητι. Ἀλλʼ ἐννοίας μὲν καὶ μεθόδους καθαρότητος
ταύτας εὑρίσκομιεν.
Δέξις δὲ καθαρὰ ἡ κοινὴ καὶ εἰς ἅπαντας ἤκουσα
τὸ ἀταρπός, οἶον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ
«τκατεσθίων κατέφαγε καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ
«πεπρακὼς ἐαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν
τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα
ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν
καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος
δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοιʼ ἐδέησε τοῦ «περιῃρημένοι
χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὑ δὲ τὸ καθαρὸν
τῆς λέξεως παρʼ Ἰσοκράτει.
Σχῆμα δὲ καθαρότητος ἡ ὀρθότης· «έγὼ γάρ, ὦ
Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι».
δεῖ δέ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ
ἕκαστα ἐφʼ ἑαυτῶν ὁρᾶν, περὶ ὧν ὁ λόγος, ὥσπερ
κἀνταῦθα ὁρᾶν τὸ σχῆμα δεῖ μόνον εἰ καθαρόν, ἀλλὰ
γὰρ πλαγιάσαις, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας
γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί. ὥσπερ δὲ ὁ
καὶ τὸ Κροῖσος ἦν» καὶ τὰ τοιαῦτα οὕτω
μὲν εἰσφερόμενα κατʼ ὀρθότητα καὶ καθαρὸν ποιεῖ
τὸν λόγον καὶ σαφῆ, εἰ δὲ πλαγιάσαις, οὐ τοιαῦτα ἔσται,
οἷον ‘Κροίσου ὄντοςʼ καὶ Κανδαύλου ὄντοςʼ εἰ λέγοις·
ταραχὴ γάρ τις εὐθὺς ἐγγίνεται διὰ τὸ δεῖν πάντως
ἐπακολουθῆσαί τι ἕτερον νόημα καὶ ἡ περιγραφὴ τῆς
ὅλης ἐννοίας μακρὰ καὶ οὐ πάνυ σαφής, οἷον ‘Κροίσου
ὄντος Λυδοῦ μὲν γένος, παιδὸς δὲ Ἀλυάττεω, τυράννου
δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦʼ· ὁρᾷς, πῶς ἔτι
κρέμαται ἡ διάνοια; καὶ μᾶλλόν γε οἶμαι τοῦτο γενήσεσθαι,
εἰ καὶ τὰ ἐφεξῆς τις τῷ αὐτῷ σχήματι
ἐξαγγείλειεν. οὐ μὴν ἔν γε τῇ ὀρθότητι τοῦτο ἦν,
ἀλλὰ κατὰ βραχὺ αἱ ἔννοιαι διανεπαύοντο ἐφʼ ἑαυτῶν
περιγραφόμεναι, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος,
παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων». ὅλως οὖν
τὸ μὲν κατʼ ἔννοιαν αὐτοῦ περιβεβλημένον οὐκ ἀφαιρήσῃ,
τὸ μέντοι κατὰ τὰ ἑπόμενα καὶ πάνυ, οἷον
‘τρίτον ἔτος τουτὶ ἡ Πανδιονὶς φυλὴ χορηγὸν οὐκ
εἶχε, παρῆν δὲ ἡ ἐκκλησία, ὁ δὲ ἄρχων ἐπεκλήρου τοὺς
αὐλητάς. λόγοι οὖν ἐγίνοντο καὶ λοιδορίαι. καὶ ὅλως
πάντα ὁμοίως περιγράφων εἰ λέγοι τις τὰ ἐννοήματα,
σαφέστερόν τε καὶ οὐ περιβεβλημένον οὐδὲ ἔχοντά τι
μέγεθος καὶ τόνον ὅσον ἐπὶ τῇ λέξει καὶ τοῖς περὶ ταύτην
ποιήσει τὸν λόγον. — Θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον
τῆς περιβολῆς ὡς πρὸς εἰδότας περὶ αὐτῆς διαλέγομαι·
οὐ γὰρ ἔστιν ἑτέρως διδάξαι τι περὶ τούτων, οὐδὲ εἰ
ἑτέρωθέν ποθεν ἠρξάμεθα, ἀλλὰ μὴ καθάπερ νῦν ἀπὸ
τῆς σαφηνείας. σχεδὸν γὰρ ἅπασαι αἱ ἰδέαι τῶν λόγων
διʼ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται καταφανεῖς
ἤτοι κατὰ ἀφαίρεσιν καὶ χωρισμόν, ὥσπερ ἐνταῦθα πεποιήκαμεν,
οἷον ὅτε ἐλέγομεν, ὅτι σχήματά ἐστι καθαρὰ
ὅσα τῶν τῆς περιβολῆς ἐστιν ἀπηλλαγμένα, ἢ κατὰ
πρόσθεσιν, ὥσπερ ὅτε ἔφαμεν σαφήνειαν ὑπʼ εὐκρινείας
γίνεσθαι καὶ καθαρότητος, καίτοι μηδὲν εἰρηκότες πω
περὶ τούτων· λελέξεται δὲ ἡμῖν δηλαδὴ ἐν τῷ δέοντι
καὶ περὶ τῆς περιβολῆς. Ἀλλὰ νῦν ἐκεῖσε ἐπανιτέον.
Μετὰ δὲ τὸν περὶ σχημάτων λόγον τῆς καθαρότητος
ὁ περὶ τῶν κώλων εἴη ἄν. δῆλον δὲ ἀπὸ τῶν προειρημένων,
ὁποῖα εἶναι καὶ ταῦτα δεῖ, ὅτι μικρὰ καὶ κομματικὰ
καὶ καθʼ ἑαυτὰ ἀπαρτίζοντα τὰς ἐννοίας· τὰ γὰρ
μακρὰ τῶν κώλων καὶ αἰ περίοδοι οὐ καθαροῦ λόγου.
Συνθήκη δὲ καθαρὰ πρῶτον μὲν ἡ ἁπλῆ καὶ μηδὲν
περὶ συγκρούσεως τῶν φωνηέντων μικρολογουμένη·
ἐπιμελὲς γὰρ ἤδη τοῦτό γε καὶ λόγου κεκαλλωπισμένου
μᾶλλον ἢ ἁπλοῦ τε καὶ καθαροῦ. ἔπειτα ἡ λογοειδεστέρα,
οἷον ἰαμβική τις ἢ τροχαῖκή· ἧττον γὰρ ἡ τοιαύτη
διῆρται, ὥσπερ τὸ «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσἐκρουσα
ἀνθρώπῳ πονηρῷ». οὐ δεῖ δὲ τὸ ἀκριβὲς
ἀπαιτεῖν ἐνταῦθα, οὐδὲ γὰρ οἷόν τε· ἀλλʼ ἐξαρκεῖ τὸ
τέως μάλιστα καὶ κατʼ ἀρχὰς τῶν κώλων τοιούτους
εἶναι τοὺς πόδας καὶ τὸ πλείους κατὰ τὴν ὅλην
συνθήκην τοῦ λόγου τοὺς τροχαίους καὶ ἰάμβους τῶν
δακτύλων τε καὶ ἀναπαίστων ἢ τῶν τοιούτων ἥττους
εὑρίσκεσθαι. καὶ γὰρ ὅλως δεῖ μεμῖχθαι τινὰς αὐτοῖς
ποιεῖ μετὰ τῆς ἀναπαύσεως, οὐδὲν ἄλλʼ ἢ μέτρον τε καὶ
μὴ μέτρον εἶναι δεῖ, καὶ μέτρον δηλαδὴ τοιόνδε μὲν
κατὰ τόδε τὸ εἶδος τοῦ λόγου, τοιόνδε δὲ κατὰ τόδε,
ὥσπερ ἐνθάδε ἰαμβικὸν ἢ τροχαϊκὸν εἶναι δεῖ. τὸ γοῦν
«οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ» βραχεῖαν
μὲν ἔχει σύγχυσιν τοῦ μέτρου ἐν τῷ ‘ἀστρατείαςʼ
τῆς ας συλλαβῆς μακρᾶς οὔσης, τοῦτο δὲ εἴ τις παρεμυθήσατο,
καθαρὸν εὑρίσκει τὸ μέτρον τροχαῖκὸν
τετράμετρον καταληκτικόν. Ἀλλὰ περὶ μὲν συνθήκης
ταῦτα τῆς ἐν καθαρότητι.
Ἡδὲ ἀνάπαυσις δῆλον κἀκ τῶν προειρημένων ὡς οἰκεία
τις εἶναι τῇ συνθήκῃ κατὰ ἀνάγκην ὀφείλει, ἱστᾶσα τὸν
λόγον ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει λόγου καὶ καταλήξει
τινὶ ἢ τροχαϊκῇ ἢ ἰαμβικῇ, ὅσαι εἰσὶ καταλήξεις
τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν, ἵνα δὴ καὶ ὁ ῥυθμὸς
τοιοῦτος γένηται· μεταξὑ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν
ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου.
ἀλλʼ ἀκριβεῖ μὲν ὅπερ ἔφην λόγῳ τοιαύτην εἶναι
ὅμως βραχέα σφόδρα συλλαμβάνει πρὸς καθαρότητα,
συλλαμβάνει γε μήν τι, εἰ καὶ βραχύ. ταὐτὸν δὲ σχεδὸν
συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν, λέγω τῶν πλείστων,
εἰ καὶ μὴ πασῶν, ὅ καὶ κατʼ ἀρχὰς εὐθύς, ὅπου καὶ
τῶν μουσικῶν ἐμνήσθην, διεμαρτυράμην, ὅτι ἔλαττον
ἐν αὐτοῖς αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ καὶ νὴ Δία γε
καὶ αἱ κατὰ τοὺς πόδας συνθῆκαι. τὴν γὰρ ὅλην δύναμιν
τῶν ἰδεῶν αἵ τε ἔννοιαι ἔχουσι καὶ αἱ λέξεις μέθοδοί
τε καὶ κῶλα καὶ σχήματα. δύναται μέντοι τι ποιῆσαι
καὶ ῥυθμὸς καὶ ἀνάπαυσις καὶ συνθήκη· ἐν δὲ ἐνίαις
τῶν ἱδεῶν καὶ ποὺ δύναται ταῦτα, ὥσπερ ἀμέλει ἐν
τῷ κάλλει καὶ τῷ κεκαλλωπισμένῳ λόγῳ· δῆλον δὲ ἔσται
τοῦτο ἀκριβῶς, ὅτε περὶ κάλλους λέγοιμεν. ἐν μέντοι
ποιήσει καὶ πάνυ πολὑ ἰσχύει ταῦτα, συνθήκη καὶ
ῥυθμὸς καὶ ἀνάπαυσις, καὶ περὶ τούτου γε οὐδὲν ἡμιᾶς
πλέον δεῖ ζητεῖν· δῆλον γὰρ αὐτὸ νομίζω πᾶσιν εἶναι.
Περὶ μὲν οὖν καθαρότητος ἀρκεῖ τοσαῦτα.
Ἡ δὲ εὐκρίνεια ἔχει μέν τινα καὶ φύσει σαφηνείας 4
ἐργαστικά, τό γε μὴν πλεῖστον σχεδὸν ἐπίκουρός ἐστι
μὲν γὰρ βούλεται σαφῆ ποιεῖν τὸν λόγον, ἡ καθαρότης,
ἢ δέ, εἰ τι πάσχοι ὑπεναντίον αὐτῇ κατʼ ἀνάγκην τινά,
αἳ δὴπολλαὶ περὶ τοὺς λόγουςεἰσὶ διαμαρτίαι, διορθοῦται,
ἡ εὐκρίνεια. καὶ τὸ πλεῖστόν γε ὅπερ ἔφην ἔχει περὶ
τὴν μέθοδον· τό τε γὰρ τάξαι, τι πρῶτον καὶ τί δεύτερον
ἀπαιτεῖν χρὴ τοὺς δικάζοντας, εὐκρινείας ὂν μέθοδος
οἶμαί τίς ἐστιν. οὐ γὰρ εἰ καὶ δεινῶς τι ποιεῖ, ὅταν
λέγῃ «τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ
λαβεῖν» καὶ ὅτι «πρῶτον μὲν ὧν ἀπήγγειλεν, εἶτα ὧν
ἑπεισε καὶ τῶν ἐξῆς, οὐ τοῦτο νυνὶ σκεπτέον, ἀλλʼ
ὅτι διὰ δεινότητα συγχεῖν μέλλων τὰ πράγματα καὶ
ὁμοῦ καὶ δεινότερον ἐποίησε τὸν λόγον,
ὥσπερ τὸ «δεῖ δὲ ὑμᾶς πρῶτον ἀπάντων ἀκοῦσαι καὶ
πεποιηκός». νῦν δὲ τοῦτο ἐκείνου προθεὶς εὐθύς καὶ
ἐν προοιμίοις, ὅτι ἐστὶν αὐτῷ ἡ σπουδὴ ὑπὲρ τοῦ
Χερρόνησον ἔχειν αὐτοὺς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας
ἀποστερηθῆναι πάλιν αὐτῆς, καὶ μετὰ
ταῦτα εὐθὺς κατʼ ἀρχὰς τοῦτο σαφηνίσας διὰ τοῦ
κατασκευάσαι τὴν ἀσφάλειαν εἶναι τῆς κτήσεως ἐν τῇ
τῶν Θρᾳκῶν διαφορᾷ εὐκρινῆ τε καὶ σαφῆ πεποίηκε
τὸν λόγον· εἰ δʼ ὅτι καὶ δεινόν, ἑτέρου λόγου.
Ὅπερ μὲν οὖν ἔφην, εὐκρίνεια τὸ πλεῖστον ἐν τούτοις
ἐστίν, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἄλλων γίνεται
λόγος εὐκρινής. καὶ εἰσὶν ἔννοιαι μὲν εὐκρινεῖς αἱ καταστατικαὶ
πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, οἶον
«ἔστι δʼ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως,
ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα
ὑμᾶς ὑπομνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν
ἕκαστα θεωρῆτε», καὶ αἱ διατυποῦσαι τὰ μέλλοντα
δὲ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δὲ ὡς
δεῖ κατηγορεῖν τῶν λεγομένων, εἰ καὶ ἄλλο τί ἐστιν
ἄμα τῇ εὐκρινείᾳ· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ τῆς
δεινότητος, ἀλλʼ οὐ περὶ ταύτης νῦν. — Καὶ μὴν καὶ
αἱ συμπληρώσεις ταῖς ἐννοίαις καὶ ταῖς μεθόδοις
εὐκρινῆ ποιοῦσι τὸν λόγον, τὰ μὲν ἀναπαύουσαι τὰ
παρελθόντα, τῶν δὲ ῥηθησομένων πάντως ἔχουσαι
κατασκευάς τινας, ἀφʼ ὧν εἰς ἀρχὴν ὁ λόγος ἀνάγεται.
οἷον «ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοιοῦτο τοῦ
νεανίου τούτου· ἕτερον δὲ ἀναμιμνῄσκεσθε», εἶτʼ ἀρχὴν
ἔλαβεν ὁ λόγος, οἷον ὅτε γὰρ Πύθωνα Φίλιππος
ἔπεμψε τὸν Βυζάντιον καὶ τὰ ἑξῆς· καὶ πάλιν «οὐ
τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ἀλλὰ
καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς καὶ τὰ ἐξῆς·
καὶ πολλὰ τούτου παραδείγματα. Ἔννοιαι μὲν οὖν εἰσιν
εὐκρινείας αὗται.
Μέθοδοι δὲ αἴ τε προειρημέναι καὶ ἔτι τὸ κατὰ φύσιν
— Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς
τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ
ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς
τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δʼ ὅτε μέσας
τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων
εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν
ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται.
Λέξις δὲ εὐκρινής, ἥπερ καὶ καθαρά.
Σχήματα μὴν εὐκρινείας τὸ κατʼ ἄθροισιν ὡρισμιένον,
οἷον ‘ἐνταυθοῖ δύο εἴρηκε, τόδε καὶ τόδεʼ· οὔτε
γὰρ ἀπῄτησεν ὁ ἀκούων πλείονα τῶν δύο καὶ τὸ δεύτερον
πρόοιδε ῥηθησόμενον· ὥστε, ἀφʼ οὗπερ κατʼ
ἄθροισιν ἔλεγε, προδιηυκρίνει. — Τοιαῦτα δὲ σχήματα
τοὺς λέγοντας καὶ τὰ ἑξῆς, ἀναμένουσιν ὁμοίως, ἕως
ἂν ἀνταποδῷ τὸν σύνδεσμον. εὐκρινείας οὖν καὶ ταῦτα.
―Ἔτι καὶκατὰ τὸ σχῆμα εὐκρινὴς γίνεται ὁ λόγος, ὅταν
ὁ λέγων οἷον ἑαυτὸν ἐρωτῶν εἶτα ἀποκρίνηται κατὰ
διάστασίν τινα, ὥσπερ ἐν τοῖς τοιοῖσδε «τίνος οὖν ἕνεκα
ταῦτα λέγω;» καὶ πάλιν «πῶς οὖν;» καὶ πάλιν «διὰ
τί;» καὶ τὰ τοιαῦτα. πολλοῖς τοιούτοις ἐν τῷ Κατὰ
Ἀριστοκράτους τὸ παράνομον ἐξετάζων κέχρηται ἀναγκαίως·
σαφηνείας γὰρ μάλιστα κατʼ ἐκεῖνο τὸ χωρίον
δεῖ τῷ λόγῳ. — Καὶ μὴν καὶ αἱ ἐπαναλήψεις μάλα χρήσιμοι
προθῇς σχῆμα τῶν ἐφελκομένων ἕτερον νόημα, εἴτʼ
ἀναγκασθῇς ἐπεμβαλεῖν ἄλλα τινὰ νοήματα πρὶν ἀποδοῦναι
τὸ ἀκόλουθον, ἀνάγκη ἐπαναλαβεῖν καὶ διευκρινῆσαι,
ἵνα μή σοι ἀσαφὴς καὶ συγκεχυμένος γένηται
ὁ λόγος, ὥσπερ εἴωθε ποιεῖν καὶ ὁ Δημοσθένης, οἷον
«τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ
εὐκρινῆ καὶ σαφῆ πεποίηκε τὸν λόγον. πάλιν ἐν τῷ
Κατʼ Αἰσχίνου «τίνος οὖν», φησίν, «ἕνεκα ταῦτα λέγω;
ἑνὸς μέν, ὦ Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς
ὑμιῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ», εἶτα
πολλὰ ἐπεμβαλὼν καὶ μεστώσας τὸν λόγον ἀναγκαίως
τῇ ἐπαναλήψει κέχρηται, ἵνα διευκρινήσῃ «πρώτου μὲν
οὖν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα
διεξῆλθον· δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ
τούτου; πολλὰ τούτου παραδείγματα ἔχεις παρὰ τἀνδρί.
Ταῦτα καὶ περὶ σχημάτων εὐκρινείας.
Κῶλα μέντοι καὶ συνθῆκαι ἀναπαύσεις τε καὶ ῥυθμοὶ εὐκρινείας οἱ αὐτοί εἰσι καὶ καθαρότητος.
Καὶ περὶ μὲν σαφηνείας τοσαῦτα. καὶ γινώσκειν γε
χρή, διϊσχυρισαίμην γὰρ ἄν, ὅτι λόγος σαφὴς μὴ ταῦτα
ἢ τούτων τι ἔχων οὐκ ἂν γένοιτο, λέγω τῶν ἤτοι τὴν
καθαρότητα ποιούντων ἢ τὴν εὐκρίνειαν. ἐναντίον δὲ
κακίαν.
Λεκτέον δʼ ἂν εἴη μετὰ ταύτην περὶ μεγέθους λόγου· δεῖ γὰρ τῷ σαφεῖ μεγέθους τινὸς καὶ ὄγκου· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελὲς καὶ ταπεινόν, ὅ δὴ ἐναντίον ἐστὶ τῷ μεγέθει.
Μετὰ τὸν περὶ σαφηνείας λόγον ἀκόλουθον ἂν εἴη
περὶ μεγέθους εἰπεῖν λόγου, διότι καὶ ἀναγκαῖόν ἐστι
τῷ σαφεῖ μέγεθός τε προσεῖναι πάντως καὶ ὄγκον τινὰ
καὶ ἀξίωμα· παράκειται γὰρ τῷ σφόδρα σαφεῖ τὸ εὐτελές,
ὃ δὴ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει. ὅπερ οἶμαι καὶ
ὁ ῥήτωρ ἐπιγνοὺς διὰ μὲν τὸ πάντως δεῖν σαφῆ τὸν πολιτικὸν
εἶναι λόγον διόλου κέχρηται τοῖς ποιοῦσι τὴν
σαφήνειαν, διὰ δὲ τὸ κινδυνεύειν ἕνεκα ταύτης ἐκπίπτειν
αὐτῷ τὸν λόγον εἰς τὸ εὐζωνότερον κατέμιξεν αὐτῇ
τὰ ποιοῦντα τὸ μέγεθος καὶ διαφερόντως πεπλεόνακε
τῇ περιβολῇ. ἀλλὰ διότι μὲν ταύτῃ πεπλεόνακεν,
αὐτίκα ἐν τῷ λόγῳ τῷ περὶ αὐτῆς εἰρήσεται· νυνὶ δὲ
ἀναγκαῖόν ἐστι δήπουθεν πρῶτον περί τε αὐτοῦ τοῦ
μεγέθους καὶ τῶν ποιουσῶν ἰδεῶν τὸ μέγεθος εἰπεῖν,
Μέγεθος τοίνυν καὶ ὄγκον λόγου καὶ ἀξίωμα
διαλλάττουσα τῆς τραχύτητος, ὡς ἐν τῷ λόγῳ τῷ
περὶ αὐτῆς ἔσται φανερόν. τούτων δὲ ἡ μὲν σεμνότης
ἐφʼ ἑαυτῆς ἐστι καὶ ἡ περιβολή, αἱ δὲ ἄλλαι πᾶσαι συμπλέκονταί
τε καὶ πάλιν οὐ συμιπλέκονται κατά τι πρὸς
ἀλλήλας, μέρεσί τισι κοινωνοῦσαι καὶ πάλιν ἑτέροις
κεχωορισμέναι· διὸ περὶ μὲν τῆς σεμνότητος ἤδη λελέξεται,
περὶ δὲ τῶν λοιπῶν μετὰ τὰ περὶ ταύτης. ἡ δὲ
περιβολὴ ἐφʼ ἑαυτῆς μέν ἐστιν, ὥσπερ ἔφην, ἐν ὑστέρῳ
δὲ ὁ περὶ αὐτῆς εἰρήσεται λόγος διὰ τὸ πλεονάζειν μὲν
ἐν αὐτῇ τὸν ῥήτορα, τὴν δὲ αἰτίαν ἡμᾶς, διʼ ἣν ταύτῃ
πλείονι χρῆται κατὰ τὸν ὄγκον, ἄλλως μὴ δύνασθαι
γνῶναι, πρὶν περὶ τραχύτητός τι μαθεῖν καὶ λαμπρότητος
ἀκμῆς τε καὶ σφοδρότητος.
Ἀλλὰ πρῶτόν γε περὶ σεμνότητος, ᾗ τάχα ἂν ἐναντίον εἴη ἀφέλεια, περὶ ἧς ἐν τῷ περὶ ἤθους λέξομεν.
6 Ἔννοιαι τοίνυν εἰσὶ σεμναὶ μάλιστα μὲν αἱ περὶ θεῶν
ὡς περὶ θεῶν λεγόμεναι· ἐπεὶ τὸ
δὲ ἡδονῆς ἡ ποίησις οἶμαι στοχάζεται. περὶ θεῶν δὲ ὡς
περὶ θεῶν τὰ τοιαῦτα λέγεσθαί φημι, οἷον «ὰγαθὸς ἦν,
ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος» καὶ
πάλιν «βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα,
«παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, οὐχ
ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως» .
καὶ ὅλως πολλὰς ἂν εὕροις τοιαύτας ἐννοίας παρὰ τῷ
Πλάτωνι, καὶ γὰρ αὐταί εἰσιν ἐκ τοῦ Τμαίου· παρὰ
μέντοι τοῖς ῥήτορσιν ἥκιστα, ἐπεὶ καὶ τὰ ἐν Δηλιακῷ
Ὑπερίδου ποιητικῶς μᾶλλον καὶ μυθικῶς εἴρηται· τὸ
δὲ αἴτιον οὐχὶ νῦν ἀνάγκη λέγειν. — Τὰς μέντοι
μετά γε τὰς τοιαύτας οἷον δευτέραν ἢ τρίτην σεμνότητος
ἐχούσας τάξιν ἐννοίας καὶ μάλα ἂν εὕροις
παρὰ τῷ Δημοσθένει καὶ τινὰς αὐτῶν 〈καὶ〉 παρὰ τοῖς
ἄλλοις. ἀλλὰ πρῶται μὲν ὅπερ ἔφην καὶ μάλιστά εἰσιν
ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι,
καθάπερ εἴρηται· δεύτεραι δὲ μετʼ ἐκείνας σεμναὶ αἱ
περὶ τῶν θείων ὡς ὄντως πραγμάτων, οἶον ὡρῶν φύσεις
εἰ ἐξετάζοι τις, ὅπως τε καὶ καθʼ ἃς αἰτίας γίνονται,
καὶ τὴν τοῦ παντὸς περιφορὰν καὶ φύσιν ἢ κινήσεις
γῆς ἢ θαλάττης εἰ ζητοίη τις, ὅπως γίνονται, ἢ σκηπτῶν
πάλιν παρὰ τῷ Πλάτωνι τόδε, οἷον «ἥ γε τοῦ παντὸς
περίοδος κυκλοτερὴς οὖσα καὶ τὰ γένη πάντα συμπεριειληφυῖα
σφίγγει πάντῃ καὶ κενὴν χώραν οὐδεμίαν
ἐᾷ λείπεσθαι· διὸ δὴ πῦρ μὲν εἰς πᾶν διελήλυθεν,
ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τὰ
ἄλλα ταύτῃ καὶ τὰ ἐξῆς; ποῦ δʼ αὖ λόγου πολιτικοῦ
τὸ ζητεῖν, ὅπως κινεῖται γῆ, καὶ ὅτι ἐπικλύσει ἢ ὑπονοστήσει
ὕδατος, ἢ πάλιν περὶ σκηπτῶν φορᾶς ἢ τὰ
καὶ μετὰ τὰς πρώτας σεμνότητος ἐννοίας εὐθύς εἰσιν
αὗται δεύτεραι. εἰ μέντοι κατὰ ἔκφρασιν αὐτῶν τῶν
γενομένων λέγοι τις αὐτά, ἀλλὰ μὴ τὰς αἰτίας ζητῶν,
καθʼ ἃς γίνεται, πολιτικὸν ὁμοῦ καὶ σεμνὸν ποιεῖ τὸν
λόγον, ὡς ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλιξένῳ συμβουλεύοντι
μὴ θάπτειν τούς δέκα στρατηγούς, ἐπειδὴ
ἀνῃρέθησαν μιᾷ ψήφῳ· χειμῶνος γὰρ ἔκφρασιν πεποίηται
εἰς ἀπολογίαν τὴν ὑπὲρ αὐτῶν, οἷον «σκηπτὸς ἦν, ὦ
Καλλίξενε, σκηπτὸς ὁ ταῦτα κωλύσας οὔτε λόγῳ ῥητὸς
ἐστι θεῖα, τὸ πλεῖστον δʼ ἐν ἀνθρώποις θεωρεῖται,
λέγοι τις, οἷον εἰ περὶ ψυχῆς, ὅτι ἀθάνατος, ἢ περὶ
δικαιοσύνης ἢ σωφροσύνης ἢ τῶν τοιούτων διεξίοιμεν
περὶ τοῦ βίου παντὸς ἢ τι νόμος ἢ τί φύσις ἢ τὰ
τοιαῦτα· οἷον ὅτι «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον
θεῶν καὶ τὰ ἑξῆς καὶ πάλιν ὅτι «ἔστιν ὁ μὲν νόμος
κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸν πᾶσιν, ἡ φύσις δὲ
ἄτακτον καὶ κατʼ ἄνδρα ἴδίιν τοῦ ἔχοντος καὶ «πέρας
μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος» καὶ
«πᾶς ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται».
ἀπλῶς δὲ εἰπεῖν πάντα, ὅσα ἐν τῷ καθόλου καὶ
γενικῶς λέγεται, σεμνὰς ἔχει πως τὰς ἐννοίας, καὶ
μάλιστα εἰ μένων ἐπὶ τοῦ καθόλου τις διὰ παντὸς αὐτὰ
ἐργάζοιτο· εἰ γὰρ προσλάβοι τὸ κατʼ εἶδος, ἄλλο τι
ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιόν
ἐστι· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν·
ἕτερον γάρ τι πεποίηκε προσλαβὼν τὸ κατʼ εἶδος· ἐκ
γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους συντεθέντων ὅ
τε πολιτικὸς καὶ ὁ περιβεβλημένος λόγος, οὐ μὴν αὐτὸ
τοῦ Ἄθω καὶ τοῦ Ἑλλησπόντου καὶ τῶν τοιούτων.
εἰ δέ τι ταύταις καὶ μυθικὸν ὡς παρὰ τῷ Ἡροδότῳ
σεμνὸν ἅμα ἡδονῇ ἕποιτο, οἷον Ἴακχος καὶ τὰ τοιαῦτα,
ἑτέρου λόγου. Ἀλλʼ ἔννοιαι μὲν αὗται σεμνότητος.
Μέθοδοι δὲ σεμιναὶ αἰ κατὰ ἀπόφανσιν καὶ χωρὶς
ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι. ὡς γὰρ εἰδότας
ἀκριβῶς δεῖ λέγειν καὶ μετʼ ἀξιώματος, ἀλλʼ οὐκ ἐνδοιάζοντας,
ὅτε τούτου φροντίζοιμεν, τῆς διαρκοῦς λέγω
σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινός· τὸ γὰρ «εἴτε ἥρωες
ἦσαν εἴτε θεοί» σεμνὸν ὄν πλέον ἔχει τοῦ πολιτικοῦ
τε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. — Καὶ μὴν καὶ
αἱ ἀλληγορικαὶ μέθοδοι, ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι
τὸν λόγον, ὡς ἐν τῷ «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ
Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται» καὶ τὰ
ἑξῆς· λέγω δὲ τοῦτο, εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων
καὶ εὐτελῶν τινος ἀλληγοροίη· τότε γὰρ οὐκέτι σεμινόν,
ἄλλης δέ τινος ἐννοίας ποιεῖ τὸν λόγον καὶ σχεδὸν τῆς
εὐτελοῦς — Καὶ μὴν καὶ τὸ διʼ ἐμφάσεων μυστικῶς τι
καὶ τελεστικῶς ἐν ταῖς σεμναῖς τῶν ἐννοιῶν ὑποσημαίνειν
μεθόδου σεμνῆς· ὡς γὰρ αὐτοὶ μὲν εἰδότες, οὐκ
ἀνέπτυξε τὴν μέθοδον ταύτην εἰπὼν ὅτι «τόδε τι εὑρεῖν
τε χαλεπὸν καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον».
ἀλλʼ ἐπὶ μὲν τῶν φύσει σεμνῶν ἐννοιῶν χρήσιμιοι
πρὸς αὔξησιν σεμνότητος καὶ αἱ τοιαῦται μέθοδοι, ἐν
δὲ ταῖς πολιτικωτέραις οὐκέτι αἰ ἐμφάσεις σεμνότητος,
ἑτέρου δέ τινος ἐργαστικαί. Μέθοδοι μὲν οὖν αὗται
σεμνότητος καὶ ἔννοιαι.
Δέξις δὲ σεμνὴ πᾶσα μὲν ἡ πλατεῖα καὶ διογκοῦσα
κατὰ τὴν προφορὰν τὸ στόμα, ὥστε οἶον στομφάζειν
καί, ὅπερ ἐπιτηδεύουσι τινές, τοῦτο ἀναγκάζεσθαι ποιεῖν
τῇ φύσει τῶν λέξεων αὐτῶν. τοιαῦται δὲ καὶ ἄλλαι μέν
τινες, ἐξαιρέτως δὲ αἵ τε τῷ α καὶ τῷ α πλείστῳ χρώμεναι,
ὥς που καὶ ὁ Πλάτων τὴν οἰωνιστικήν φησιν
ᾠωνιστικὴν ὀνομάσαι τινὰς ἀποσεμνύνοντας τῷ ω. καὶ
περὶ τοῦ α λέγοιτʼ ἄν τι τοιοῦτον· ὁ γὰρ Θεόκριτος
ἀχθόμενόν τινα πεποίηκε δωριζούσαις γυναιξὶ διὰ τὸ
πλατύνειν τῷ α τὰ πλεῖστα χρωομέναις τὴν φωνήν. μιάλιστα
δὲ τὰ στοιχεῖα ταῦτα τὸ α καὶ τὸ α διαίρει τε
καὶ διογκοῖ τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας συλλαβὰς
ταύταις ἔχουσαι, πλὴν τῆς ει διφθόγγου· καὶ εἰ καθʼ
αὐτὸ δὲ τὸ ι τιθοῖτο, ἥκιστα σεμνὴν ποιεῖ τὴν λέξιν
πλεονάσαν, συστέλλει γὰρ μᾶλλον καὶ σεσηρέναι ποιεῖ,
διογκοῖ δὲ οὐδαμῶς τὸ στόμα. — Καὶ μὴν καὶ αἱ τροπικαὶ
ταύταις οὐ μικρὸς περὶ τὴν χρῆσιν. αἱ μὲν γὰρ μετρίως
ἔχουσαι ποιοῦσι τὸν λόγον σεμνόν, οἷον «τὴν
ἀγαθὴν προβαλλομένους ἐλπίδα» ἀντὶ τοῦ τὰ ἀγαθὰ
ἐλπίζοντας· ὁρᾷς, ὅτι διὰ τὸ σφόδρα ἔχειν μετρίως τὸ
‘προβαλλομένουςʼ οὐδὲ ἐμφαίνεται ἡ τροπή; αἱ μετρίως
μὲν οὖν ἔχουσαι τοιαῦταί εἰσιν. εἰ δὲ ὑπερβαῖέν
τι τοῦ μετρίου, τραχύνουσι τὸν λόγον, οἷον «αὶ δὲ
πόλεις ἐνόσουν»· διὸ καὶ ἐξηγήσεως αὐτῷ ἐδέησε· τὸ
γὰρ «τῶν μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων»
καὶ τὰ ἐξῆς τοῦ ‘ἐνόσουνʼ ἐστὶν ἐξηγητικά.
εἰ δὲ ἐπὶ πλέον ὑπερβαῖεν αἱ τροπαί, σκληρότερον ποιοῦσι
Δημοσθενικὸν μὲν οὐκ ἂν λάβοις, οὐδὲ γὰρ ἔστι παρὰ
πολλὰ ἔχουσαι τούτου παραδείγματα, καὶ ὅσοι τῶν
ποιητῶν τραγικώτερόν πως προαιροῦνται, ὥσπερ Πίνδαρος.
ἀλλʼ ὑπὲρ μὲν τούτων οὕτω χρωομένων τῷ λόγῳ
— τῶν τραγῳδοποιῶν δὲ λέγω καὶ Πινδάρου — τάχʼ ἂν
ἔχοιμέν τι λέγειν, οὐ τοῦ παρόντος δὲ ὂν καιροῦ εἰς τὸ
δέον ἀναβεβλήσθω· ὑπὲρ μέντοι τῶν ἐν πολιτικῷ λόγῳ
τοιαύταις χρωμένων παχύτησιν οὐδεμίαν ἀπολογίαν εὑρίσκω.
— Ἔτι δὲ σεμνὴ λέξις ἥ τε ὀνοματικὴ καὶ αὐτὰ
τὰ ὀνόματα. ὀνοματικὴν δὲ λέγω τήν τε ἀπὸ τῶν ῥημάτων
τε καὶ ἀντωνυμιῶν καὶ τῶν τοιούτων. ὡς ἐλάχιστα γὰρ
ἐν σεμνότητι δεῖ χρῆσθαι τοῖς ῥήμασιν, ὥσπερ ὁ Θουκυδίδης
σχεδὸν μὲν διόλου βούλεται ποιεῖν τοῦτο, καταφανῶς
δὲ αὐτὸ ἐν τῇ τῆς στάσεως ἐκφράσει τῶν Κερκυραίων
πεποίηκε· πλὴν γὰρ τοῦ ‘ἐνομίσθηʼ τἆλλα
πάντα σχεδόν ἐστιν ὀνόματά τε καὶ ὀνοματικά, οἷον
«τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη,
μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ
σῶφρον τοῦ ἀνάνδρου πρόσχημα» καὶ τὰ ἑξῆς· εἰ δέ
τι ἐν τούτοις καὶ σκληρότητος ἢ τραχύτητος ὕπεστιν,
Σχήματα δὲ σεμνά, ἅπερ καὶ καθαρά, ἡ ὀρθότης
λέγω καὶ εἴ τι τοιουτότροπον. — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις,
εἴτʼ ἔννοιαί τινες εἴτε σχήματα εἶεν, σεμναί,
οἷον «λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος
κελεύει ἀποδοῦναι καὶ χρή», καὶ ὁ ῥήτωρ «τὸρθῶς καὶ
καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ
καὶ σεμνά. αἱ δὲ μετʼ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί,
ἀλλʼ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ
μέλλοντα ἀξίωμά τι τᾷ λόγῳ προστιθέναι καὶ σεμινότητα,
οἷον «τοὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ
ἀπαλλαγὴ ἴιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέραςʼ
καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. — Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ
γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωμιατικὸν
καὶ σεμνόν, οἷον βούλομαι τόδε εἰπεῖνʼ καὶ ὁ
αὗται καὶ πάλιν αὗ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί
βίος φύσει καὶ νόμοις διοικεῖται» πεποίηκε τεθέν·
οὐ γὰρ ὅμοιον ἦν ἤ οὕτως εἰπεῖν, ὡς προείρηται, ἢ
κατὰ τὴν ὑποστροφὴν διακόψαντα, οἷον «ἅπας ὁ τῶν
ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν,
φύσει καὶ νόμοις διοικεῖται»· ἀλλὰ τοῦτο μὲν γοργὸν
ἅμα τῷ πολιτικῷ καὶ σεμνόν ἐστιν, ἐκεῖνο δὲ καθαρῶς
σεμνὸν ἂν ἦν καὶ ἀμιγές. δεῖ οὖν, εἰ μὲν διόλου μέλλοι
σεμνὸς ἡμῖν ὁ λόγος μένειν, ἐκείνως ἀλλὰ μὴ οὕτως
Κῶλα δὲ σεμνά, ἅπερ καὶ καθαρά, λέγω τὰ βραχύτερα·
ὥσπερ γὰρ ἀφορισμοὺς αὐτὰ εἶναι δεῖ· οἷον
«ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον»
καὶ «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα
δὲ ἀνθρώπων φρονίμων καὶ τὰ ἑξῆς. γένοιτο δʼ ἄν
που καὶ μακρότερον ἐν σεμνότητι κῶλον κατὰ ἀνάγκην
τινά.
Συνθῆκαί γε μὴν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως
ἕνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ
δακτυλικαί τε οὖσαι καὶ ἀναπαιστικαὶ παιωνικαί τε καὶ
ἔστιν ὅτε ἰαμβικαὶ σπονδειακαί τε καὶ μᾶλλον· διὸ καὶ
πεποίηκεν ἐναργὲς ὁ διαφθείρας τόδε τὸ ἔπος
ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκὸν
μεθαρμόσας αὐτὸ οὕτως
τροχαίων, διʼ ὧν ἐκλάσθη πᾶς ὁ ῥυθμὸς βιασθεὶς
πρὸς τὸ ἐναντίον ἐλθεἔν δακτυλικοῦ καὶ σεμνότητος.
καὶ ἐπʼ ἄλλων δʼ ἂν ἴδοις οὐκ ὀλίγων ὁμοίως ταὐτὸν
γινόμενον μόνων τῶν λέξεων καὶ τοῦ ῥυθμοῦ μεταγόντων
αὐτὰ εἰς πολὺ τοὐναντίον, οἷον
καὶ πάλιν
τετράμερον.
Περὶ δὲ ἀναπαύσεως σεμνῆς ὁ αὐτὸς λόγος, ὅσπερ
μηδʼ ἁρπασθῇ ὁ ῥυθμὸς ἀλλὰ βεβηκὼς ᾖ. μάλιστα
δʼ ἄν βεβήκοι, εἰ πρῶτον μὲν εἰς ὄνομα καταλήγοι ἢ
ὀνοματικόν τι μὴ ἔλαττον ὄν τριῶν συλλαβῶν, οἷον
«εἰς τουτονὶ τὸν ἀγῶνα»· ἔπειτα εἰ πλείους εἶεν κατὰ
γε στοιχείῳ τινὶ πλατεῖ καὶ διογκοῦντι κατὰ
Ἐκ δὲ τῶν προειρημένων δῆλος ἄν εἴη καὶ ὁ ῥυθμὸς
ὁποῖος. εἰδέναι μέντοι χρή, ὅτι, εἰ καὶ διʼ ὅλων ἐξ ἐπιτρίτων
ἢ δακτύλων ἤ τινων τοιούτων ὁ λόγος συντεθείη,
αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὥστε
καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι,
οἷ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί. ταὐτὸ δὲ τοῦτό
φημι καὶ περὶ πάσης ἰδέας· εἰ γὰρ καὶ συντεθείη τις
λόγος διʼ ὡντινωνοῦν ποδῶν, οἳ δὴ ποιοῦσιν εἶδος
ὁτιοῦν λόγου, αἱ δὲ ἀναπαύσεις μὴ διʼ αὐτῶν πληρουμένων
γίνοιντο, λέγω τῶν ποδῶν, ἀλλὰ μεταξὺ διακόπτοιντο
οἱ πόδες, μεθίστανται οἱ ῥυθμοὶ καὶ μᾶλλον
ἑτέρου τινὸς εἴδους οἰκεῖοι εὑρίσκονται, ἢ οὖπερ οἱ
πόδες ἦσαν, διʼ ὧν ὁ πᾶς λόγος συνέκειτο.
7 Τῶν ποιουσῶν μέγεθος λόγου καὶ ὄγκον ἔφην μετὰ
σεμνότητα ὑπάρχειν τὴν τραχύτητα· μετʼ οὖν τὸν περὶ
αὐτῇ οὐ μὴν ἐν ἅπασί γε αὐτῇ διʼ ὧν γίνονται
ὑποβεβήκασιν, οἷον ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ
ἀκμαῖα· πάλιν σχήματα μὲν καὶ κῶλα λαμπρὰ
ποιεῖ καὶ ἀκμήν, οὐ μὴν ἔννοιαί γε λαμπραὶ ποιοῦσιν
ἀκμήν. διὰ τοῦτο τοίνυν οὐχὶ προτάξαντες τὴν ἀκμὴν
εἶτα ὡς διὰ τῆς λαμπρότητος καὶ τραχύτητος γινομένην
δείκνυμεν, καθάπερ τὴν σαφήνειαν ἐδείκνυμεν ὅτι εὐκρίνειά
τε ποιεῖ καὶ καθαρότης, ἀλλʼ ἰδίᾳ περὶ ἑκάστης
λέγομεν αὐτῶν· τά τε ἄλλα γὰρ καὶ ὅτι οὐ μόνον διὰ
τούτων ἡ ἀκμὴ ἀλλὰ καὶ διά τινων σφοδρότητος ἰδίωον
γίνεται, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ φανεῖται· ὥστε
ἀναγκαῖον χωρὶς περὶ ἑκάστης εἰπεῖν. καὶ πρῶτόν γε
περὶ τῆς τραχύτητος, δὴ ἐναντίον ἐστὶ γλυκύτης· ὁ
γὰρ τραχὺς λόγος πικρός τε καὶ ἄγαν ἐπιτιμητικός
ἐστιν· ἀλλὰ περὶ μὲν γλυκύτητος καὶ ἡδονῆς ἐν τῷ
περὶ ἀφελείας ἡμῖν λελέξεται, νυνὶ δὲ λέγοιμεν ἂν περὶ
τῆς τραχύτητος.
Ἔννοιαι τοίνυν εἰσὶ τραχεῖαι πᾶσαι αἱ τῶν μειζόνων
προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων
προσώπων ἀπαρακαλύπτως, ὥσπερ τὸ «εἴπερ τὸν ἐγκέφαλον
τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες
ἐγκαλύψασθε καὶ «ὑμεῖς δὲ ἐκνενευρισμένοι καὶ περιρημένοι
χρήματα, συμμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης
μέρει γεγένησθε, ἀγαπῶντες-, φησίν, «εἰ θεωρικὰ
ἢ βοΐδια πέμψουσιν ὑμῖν εἰς τὰς ἑορτάς» καὶ πάλιν
«παντάπασι γὰρ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν
ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ
φυλάττεσθε » καὶ τὸ «οὔτοι σωφρόνων οὐδὲ γενναίων
ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων
τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν »·
τουτὶ δὲ ἤδη τῇ μεθόδῳ καὶ λειότερον γέγονεν — ἐν
γὰρ τῷ καθόλου εἴρηται καὶ οὐχ ἀπλῶς ἐπετίμησε—,
πλὴν ἥ γε ἔννοια τραχεῖα. τοῖς δὲ κώλοις ἄμφω τὰ
τελευαῖα ταυτὶ παραδείγματα καὶ ἀκμῆς οὐ πόρρω, ὡς
ἐν τῷ περὶ ἀκμῆς ἔσται φανερόν· οὐ μὴν τά γε πρῶτα
τοιαῦτα ἦν παραδείγματα, ἀλλὰ καθαρῶς τραχέα. δυσχερὲς
δὲ παρὰ τῷ Δημοσθένει καθαρὰν εὑρεῖν τραχύτητα,
διὸ καὶ ἐφιλοτιμήθημεν τῶν φανεισῶν μηδεμίαν
λειοῖ· ἐπεὶ καὶ τοῦτο, ὃ καὶ αὐτό ἐστιν ἐν Ἐπιστολαῖς
αὐτοῦ τε καὶ μετʼ αὐτὸ λειότερόν πως γέγονε· καίτοι
καὶ τὸ ἐπαγόμενον ἔχει τι τραχύτητος, ἔστι δὲ τὸ «ἣν
αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονα ἀφήκατε, ἐπὶ τούτοις
Δημοσθένην ἐκβεβληκότες;» τοιοῦτόν ἐστιν, οἷον
ἔχειν τέ τινα διόρθωσιν καὶ μετρίαν λειότητα κατὰ τὴν
διαπόρησιν. ὅλως τε τοιούτων μὲν παραδειγμάτων οὐκ
ἀπορήσεις — λέγω τῶν ἐχόντων τινὰ διόρθωσιν, πολλὰ
γὰρ ἔστι τοιαῦτα καὶ παρὰ τῷ ῥήτορι καὶ παρὰ τοῖς
ἄλλοις —, καθαρῶς δὲ τραχύτητα παρά γε τούτῳ δυσχερὲς
εὑρεῖν· πάνυ γὰρ τῷ τοιούτῳ σπανίως χρῆται,
πλὴν εἰ μή τις οἴοιτο ταὐτὸν εἶναι σφοδρότητά τε καὶ
τραχύτητα· ἀλλʼ ὅπῃ μὲν ἀλλήλων ταῦτα διαφέρει, μικρὸν
ὕστερον φανεῖται. παραδείγμιατα δὲ τῆς ἀπαραμυθήτου
Ἀλλὰ περὶ μὲν ἐννοιῶν τῶν ποιουσῶν τὸν τοιοῦτον
λόγον τοσαῦτα.
Μέθοδος δὲ τραχύτητος μία τὸ ἀπαρακαλύπτως καὶ
ψιλῶς κατʼ ἐπιτίμησιν, ἀλλὰ μὴ ἄλλως πως μηδὲ συμνπλέκοντα
τοῖς λειαίνουσι τὴν τραχύτητα εἰσάγειν τὰς
τοιαύτας τῶν ἐννοιῶν. παραδείγμιατα δὲ αὐτῆς αἱ μικρῷ
πρότερον ῥηθεῖσαι καθαρῶς εἶναι τραχύτητες· τραχεῖαι
γὰρ ἔννοιαι τραχέως ἐκεῖ καὶ μεθωδεύθησαν.
Λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ ἡ ἀφʼἑαυτῆς
σκληρά, οἷόν ἐστι καὶ τὸ «τκαταπεπατημένον φορεῖτε»
καὶ τὸ ‘ἐκλέλυσθε, ὦ Ἀθηναῖοι, καὶ ἀναπεπτωκότες
κάθησθεʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «κατεσθίων
κατέφαγε» καὶ τὸ «διορωορυγμένοι κατὰ πόλεις» καὶ τὸ
«περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα
τι τοιοῦτο καὶ τὸ ‘περικόπτωνʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ,
εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι.
Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι.
Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά,
οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψψασθεx,
ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον
«εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς
δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ
μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ
λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον
καὶ καθʼ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα,
σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως
γε κατὰ τὰ σχήματα. Δέχεται μέντοι ἡ τραχύτης κατὰ
δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα,
ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς
ταῦτα.
Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα,
οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ
πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν;
ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν
δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;
Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωονηέντων
ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν
συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον
μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην
μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον
οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν
ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά,
Ἡ οὖν ἀνάπαυσις ἡ ἐν τραχύτητι κατὰ τοὺς πόδας
τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ
κώλου.
Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός
τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. — Ταῦτα δὲ
ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλʼ ἤδη γε περὶ
πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει
τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως
μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως
δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ
αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.
8 Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς
καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλʼ ἡ
μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ
τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν,
ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ
τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο
ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι
εἶδος, ἐκεῖνα δὲ οὐκέτι, λέγω τὰ τῆς τραχύτητος.
παράδειγμα σφοδρότητος σχεδὸν μὲν ἅπας ὁ Κατὰ
Ἀριστογείτονος τοῦ Δημοσθένους λόγος, ἐπιφανέστερον
δʼ αὐτοῦ τὸ «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται; ὁ φαρμακός, ὁ
λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν
βούλοιτο;» πολλὰ δʼ ἄν τις καὶ ἀπὸ τῶν ἄλλων αὐτοῦ
λόγων λάβοι τοιαῦτα, οἷον «ἔπειτα ὦ κατάρατε καὶ
γραμματοκύφων» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος,
περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ πάλιν
«τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις;
τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ « σοὶ μὲν γὰρ
ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί», καὶ ὅλως,
ὅπερ ἔφην, μυρία τούτου καὶ ἐν δικανικοῖς καὶ ἐν
συμβουλευτικοῖς ἔστι παραδείγματα Ἀλλʼ ἔννοιαι μὲν
αὗται σφοδρότητος. εἰ δέ τις αὐτὰς καὶ τραχείας ὀνομάζειν
βούλοιτο ἢ πάλιν τὰς τραχείας σφοδράς, οὐδὲν
ἔμοιγε διοίσει· πλὴν ὅτι γε διαφέρουσιν ἀλλήλων καὶ
ὅτι πλέον ἔχει τι ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὡς
οὐκ ἂν δύναιο σφοδρότητι χρῆσθαι ἐπὶ τοῦ μείζονος
Μέθοδος δὲ σφοδρότητος σχεδὸν ἡ αὐτή, ἥπερ καὶ
τραχύτητος· τὸ γὰρ ἀπαρακαλύπτως καὶ φανερῶς ἔτι
τε ψιλῶς ἀλλὰ μὴ συμπλέκοντά τισι τῶν ἀνειμένων
ἐννοιῶν λέγειν τὰς τοιαύτας ἐννοίας μηδʼ ἄλλως πως
σφοδροῦ λόγου. παραδείγματα δὲ αὐτοῦ τὰ προειρημένα
Καὶ μὴν καὶ λέξις σφοδρά, ἥπερ ἦν καὶ τραχεῖα.
ἐνταῦθα δὲ καὶ ποιεῖν ὀνόματα ἴσως ἐγχωρεῖ τραχέα,
ὥσπερ ὁ ῥήτωρ ἐποίησε τὸ ‘ἰαμβειοφάγοςʼ καὶ τὸ
‘γραμματοκύφωνʼ καὶ εἴ τι τοιοῦτο, ἐν τραχύτητι δὲ
οὐχ εὗρον ὄνομια οὕτω πεποιημένον. καὶ ταύτῃ ἂν οὖν
ἴσως διαφέροι ἡ σφοδρότης τραχύτητος.
Σχῆμα δὲ σφοδρὸν τὸ κατὰ ἀποστροφήν, οἷον « παρὰ
σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν»·
καὶ ἡ ἐρώτησις δὲ ἡ τοῦ ὑποκειμένου προσώπου ἀποστροφή
ἐστι καὶ ἔχει πρὸς τῇ σφοδρότητι καὶ ἐλεγκτικόν
τι, διὸ καὶ τὰ τοιαῦτα σχήματα ἐπὶ τῶν οὐκ ἐνδεχομένων
ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα
τῶν Ἑλλήνων ὁρῶσαν αὐτῷ κατασκευαζόμενον Φίλιππον;»
καὶ πάλιν ὁ γὰρ τὰ ψευδῆ δεῦρʼ ἀπαγγείλας» καὶ
τάδε, φησί, καὶ τάδε ποιήσας. εἶτʼ ἐπήγαγε τὴν δεῖξιν
«οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη». —
ἴανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ κατὰ 〈τὰ〉 σχήματα ἡ
σφοδρότης διαφέρει τῆς τραχύτητος, οὐ μόνον κατὰ
τὰς ἐννοίας καὶ κατὰ τὰς λέξεις, ὡς προείρηται.
Καὶ μὴν ἴσως καὶ κατὰ τὰ κῶλα διαφέρει· σφοδρὰ
μὲν γὰρ καὶ τὰ μηδὲ κῶλα, κόμματα δέ, ἃ καὶ ἡ τραχύτης
ἔχει, πλέον γε μὴν γίνεται τὸ σφοδρὸν ἐν ἐκείνοις,
ἃ μηδὲ κόμματά ἐστιν, ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον κατʼ
ὄνομα ἀναπαύει τὸν λόγον, οἷον «ὁ φαρμακός, ὁ λοιμός»
Περὶ δὲ συνθήκης σφοδρᾶς ἢ ἀναπαύσεως ἢ ῥυθμοῦ
οὐδὲν δεῖ πάλιν διεξιέναι· δῆλα γὰρ τὰ τοιαῦτα πάντως
μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν
τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ
τούτων κἀνταῦθα κἀκεῖ.
Ἕπεται τῷ περὶ τραχύτητος καὶ σφοδρότητος ὁ περὶ
λαμπρότητος λόγος, ἡ πάλιν ἀντίκειται τρόπον μέν τινα
9 Μετὰ τὸν περὶ σεμνότητός τε καὶ τραχύτητος λόγον
ἔτι τε σφοδρότητος ἀναγκαῖον εἰπεῖν περὶ λαμπρότητος.
τῶν γὰρ ποιουσῶν τὸ μέγεθός τε καὶ τὸ ἀξίωμα
τῷ λόγῳ ἰδεῶν ἐν τοῖς μάλιστά ἐστιν ἡ λαμπρότης.
τά τε ἄλλα γὰρ ἀναγκαία ἡ ἰδέα τῷ ἀξιωματικῷ λόγῳ
καὶ ὅτι δεῖ τῷ σεμνῷ τε καὶ τραχεῖ καὶ σφοδρῷ προσεἰναί
τι πάντως καὶ φαιδρότητος, ἵνα μὴ πάντῃ αὐστηρὸς
ᾖ· φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραισμῷ, ἣ δὴ
κομμωτικὸν τὸ τοιοῦτο καὶ πλεονάζον παρὰ τῷ ῥήτορι
ὅμως λεπτόν ἐστι καὶ οὐκ ἔχει δίαρμα οὐδὲ μέγεθος —,
οὔκουν ταύτης δεῖ τῆς φαιδρότητος τῷ μεγέθει ὡς
καθʼ αὐτό, ἀλλὰ τῆς ἀξιωματικῆς· ταύτην δὲ ποιεῖ ἡ
λαμπρότης, περὶ ἧς ῥητέον. περὶ γὰρ τοῦ ἐναντίου
εἴδους τῇ λαμπρότητι κἀν τῷ περὶ σφοδρότητος εἰρήκαμεν,
Γίνεται τοίνυν λόγος λαμπρὸς κατὰ ἔννοιαν μέν,
ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφʼ οἷς ἄν λέγῃ,
ἢ καὶ διὰ πάντα ταῦτα· ὅλως τε ἐπὶ τοῖς διαπρεπέσι
τῶν ἔργων καὶ ἐφʼ οἷς ἔστι λαμπρύνεσθαι ὡς ἀληθῶς,
ὅπερ φησὶν Ἡρόδοτος ἐλλάμψασθαι, ἐπὶ τούτοις ἐστὶ
καὶ ἡ λαμπρότης· οἶον «οὐ λίθοις ἐτείχισα τὴν πόλιν
οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν
ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν βούλῃ τὸν ἐμὸν τειχισμόν»
καὶ τὰ ἑξῆς, καὶ πάλιν «αὕτη τῶν περὶ Θήβας ἐγένετο
πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ
τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων
ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμα τὸν τότε
περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν
τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς,
Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν» καὶ
τὰ ἑξῆς μέχρι τοῦ «ἐξήλθετε εἰς Ἁλίαρτον». πολλὰ δὲ
καὶ τοῦ τοιούτου παραδείγματα ἐν τῶ Περὶ τοῦ στεφάνου
διὰ τὸ φύσει ἀξιωματικὸν τοῦ λόγου καὶ λαμπρόν.
Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ αἰ τοιαῦται λαμπραί.
Μεθοδεύσεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς
τὰς ἐννοίας, ὅταν ὡς θἁρρῶν μετὰ ἀξιώματος
ἀλλὰ μὴ ἐνδοιάζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων
ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο
τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον
παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν
ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν
ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη
κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν·
οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν,
ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα
ἐκείνως οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων
ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς
ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων
ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμια» καὶ τὰ ἐξῆς. τοιοῦτόν
ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα
ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν,
ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ
λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ.
— Ἐτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως
λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς
ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ
τὰ ἐξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἶον
ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςʼ
καὶ τὰ ἑξῆς.
Λέξεις δὲ λαμπραί, αἵπερ ἐλέγοντο εἶναι καὶ σεμναί.
Σχήματα δὲ λαμπρά, ὅσα καὶ εὐειδῆ, οἷον αἱ ἀναιρέσεις,
ὡς τὸ «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ
πλίνθοις ἐγώ, οὐδὲ ἐπὶ τούτοις» καὶ τὰ ἑξῆς· καὶ
πάλιν αἱ ἀποστάσεις, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο
πραγμάτων ἀρχή καὶ τὰ ἑξῆς. ὅλως δὲ τὰ ἀσυνδέτως
εἰσαγόμενα, εἰ μακρὰ εἴη τὰ κῶλα, ποιεῖ λαμπρὸν
τὸν λόγον, ταῖς ἐννοίαις κὰν ἀκμαῖος ᾖ· καὶ γὰρ ἡ
ἀκμή, περὶ ἧς αὐτίκα λέξομεν, τοῖς τῆς λαμπρότητος
σχήμασί τε καὶ κώλοις γίνεται, μεθʼ ὅσων ἄλλων πέφυκε
γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι, ἐὰν μετὰ καταστάσεως
εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον ὀρθώσας, κἂν
ἀποστήσῃς, ἧττον γίνεται λαμπρός, εἰ μὴ πλαγιάσας
εὐθὺς ἤ τι ἕτερον σχῆμα περιβλητικὸν ἐπαγαγὼν κατʼ
ἀνάγκην μακρὰν ἀποτείνῃς ῥῆσιν, οὐκ ἐχούσης ἀνάπαυσιν
τῆς ἐννοίας καὶ κατὰ τοῦτο γινομένου πως
τοῦ λόγου λαμπροῦ, οἷον «ὑμεῖς τοίνυν, Λακεδαιμονίων
γῆς καὶ θαλάττης ἀρχόντων» καὶ τὰ ἑξῆς· εἰ
γὰρ μὴ ἐπλαγίασεν εὐθύς ἐν τῷ « Λακεδαιμονίων γῆς
καίπερ γὰρ ἀσυνδέτως εἰσαχθὲν ὅμως διὰ τὸ ἐπιμεῖναι
τῇ ὀρθότητι καθαρὸν μὲν καὶ ἀπλοῦν ἔμεινε, λαμπρὸν
δὲ οὐδαμῶς. ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν
λαμπρῶν, ὅτι αἰ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων
εἰσὶν ἀφηγήσεις ἢ ποιότητές τε πραγμάτων καὶ αὐξήσεις,
ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ
λαμπρῷ ὅμως ταῖς μὲν ἀποστάσεσι καθάπερ ἐκεῖνος εἰσάγεται,
μετὰ μέντοι ὀρθότητος διαρκοῦς, καὶ πραγμιάτων
ἐστι καὶ τὸ « Σαννίων ἔστι δήπου τις ὁ τοὺς
τραγικοὺς χοροὺς διδάσκων» καὶ τὸ «λέγεταί ποτε ἐπεὶ
τῆς παλαιᾶς ἐκείνης εὐδαιμονίας Ἀλκιβιάδης» καὶ τὸ
«λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι» καὶ ὅσα
τοιαῦτα. Ἀλλὰ σχήματα μὲν ταῦτα λαμπρότητος.
Κῶλα δὲ τὰ μέλλοντα ποιήσειν τὸν λόγον λαμπρὸν
μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα,
ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμιεν.
Συνθῆκαι δὲ λαμπραὶ μάλιστα μὲν αἱ σεμναί, περὶ
ὧν εἴρηται, χρῆσθαι μὴν ἔστιν ὅτε οἷόν τε καὶ τροχαικαῖς
συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος
σεμνή· τὸν γὰρ ῥυθμὸν αἰ τοιαῦται ἀναπαύσεις μακρῶν
τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν,
κἂν ἐκ τροχαίωον συγκείμενος ᾖ.
Ἀλλὰ περὶ μὲν λαμπρότητος τοσαῦτα. περὶ δὲ ἀκμῆς ἂν εἴη λέγειν ἑπόμενον, ᾗ πάλιν ἐναντίον εἶδος δηλαδὴ κατὰ μὲν τὰς ἐννοίας, ὅσαι σφοδρότητί τε καὶ τραχύτητι ἐναντιοῦνται, κατὰ δὲ τὰ λοιπά, ὅσα τῇ λαμπρότητι.
Ὅπως μὲν ἡ σεμνότης καὶ μετʼ ἐκείνην ἡ τραχύτης 10
ἢ τε σφοδρότης καὶ ἔτι λαμπρότης αὐταὶ καθʼ ἑαυτὰς
γίνονται καὶ τῷ λόγῳ μέγεθος σὺν ἀξιώματι καὶ ὄγκῳ
προστιθέασιν, ἱκανῶς ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἰρημιένοις
μετὰ τὸν περὶ σαφηνείας δέδεικται λόγον. ἕποιτο
δʼ ἄν τῷ περὶ τραχύτητός τε καὶ σφοδρότητος καὶ ἔτι
λαμπρότητι. λέγειν δὲ περὶ ἀκμῆς ἕπεται μετὰ τὰ προειρημένα
ἀναγκαίως τά τε ἄλλα καὶ ὅτι διὰ τούτων
πως γίνεσθαι πέφυκεν ἡ ἀκμή, ὡς ἐνεδειξάμεθα καὶ
τοῦτο κατʼ ὀλίγον μέν πως καὶ ἐν τῷ περὶ τραχύτητος,
περὶ αὐτῆς λόγῳ τῆς ἀκμῆς, μᾶλλον δὲ εὐθύς ἐξ ἀρχῆς
φανερὸν ἔσται.
Ἔννοιαι μὲν γὰρ ἀκμῆς καὶ ἔτι μέθοδοι αἱ αὐταί, αἵπερ ἦσαν τῆς τε τραχύτητος καὶ τῆς σφοδρότητος.
Λέξεις δὲ αἵ τε αὐτῶν τούτων τῶν ἰδεῶν καὶ ἔτι αἱ
τῆς λαμπρότητος μεμιγμέναι, οἷον «τνόσημα γάρ,
Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν
καὶ πολλῆς τινος εὐτυχίας καὶ τῆς παρʼ ὑμῶν
ἐπιμελείας δεόμενον»· ἡ γὰρ τροπὴ τραχέος οὖσα καὶ
σφοδροῦ λόγου ἡ «νόσημα γάρ» ἑτέρως πως διῆρται
ὡς ἐν λαμπρότητι καὶ οὐ μᾶλλον τραχύτητα ἐνταῦθα
ἐμφαίνει ἢ λαμπρότητα. περὶ δὲ τῶν τοιούτων ὀνοἱκανῶς
οἶμαι ἐν τῷ περὶ σεμνότητος ἡμῖν
εἰρῆσθαι.
Καὶ μὴν καὶ σχήματα ἀκμιαστικά, ὅσα καὶ ἐν λαμπρότητι
καὶ σφοδρότητι. κατὰ μὲν γὰρ λαμπρότητος
σχῆμα ἀκμὴ γέγονεν ἐν τῷ «ἐξέστητε, ὦ Ἀθηναῖοι,
τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον» καὶ
πάλιν «πλεονέκτημα, ὧ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ»·
ἑχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν
ἀπώλοντο» καὶ «ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε
μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην
τάξεως», ἀλλʼ ἀπροσδοκήτως ἐξ ἐπεμβολῆς. διὸ καὶ
μειζόνως ἐκλάμπει καὶ πλέον ἔχει τὸ φαιδρὸν ἡ ἀκμή·
κυρίως γὰρ τοῦτʼ ἂν ἀπόστασις εἴη, ἐὰν δὲ καταστήσας
εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον, ἧττον ἐμφαίνεται τὸ ἀποστατικόν,
οἷον τοσοῦτον ὑπειπὼν «πλεονέκτημα, ὦ
Ἀθηναῖοι» καὶ τὰ ἐξῆς· προσδοκήσασι γὰρ ἡμῖν ἐνταῦθα
ἡ ἀπόστασις ὤφθη· ἐκεῖ δὲ οὐ πάνυ τι τὸ
ἀποστατικόν, οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι
καὶ τὸ μὴ γενέσθαι· πολλὰ ἂν εἰπεῖν ἔχοιεν
Ὀλύνθιοι καὶ τὰ ἐξῆς. — Ἀλλʼ ὅπερ ἐλέγομεν, κατὰ
μὲν λαμπρότητος σχήματα οὕτως ἀκμὴ γίνεται· κατὰ
δʼ αὖ σφοδρότητος αἱ ἀποστροφαὶ δηλονότι καὶ οἱ
ἔλεγχοι ποιοῖεν ἂν τὴν ἀκμήν, οἷον τὸ «πότερον αὐτὴν
«οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, δεῖ, οὔ,
ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα». οὐ δεῖ δὲ
θαυμάζειν, εἴ πού τις ἀποστροφή, καίτοι λεγόντων
ἡμῶν σφοδρότητος εἶναι τὸ σχῆμα, ὅμως καὶ ἦθος ἔχει
τι, ὥσπερ τὸ «καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ
σε φλαῦρον»· μεθωδεύθη γὰρ οὕτως, ὥστε μὴ δόξαι
ἔχει;» καὶ πάλιν «τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν
ἄκρον ἐξέθρεψέ σε καὶ μυρία ἄλλα. κἀκεῖνα
μέντοι ἠθικῶς ἅμα καὶ σφοδρῶς εἴρηται τὸ «σὺ δὲ
ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἀλλὰ πρὸς τοὺς
ζῶντας, ὧ χρηστέ καὶ τὰ ἐξῆς.
Ἀλλὰ σχήματα μὲν ἀκμῆς ταῦτα· τὰ δὲ ἄλλα πάντα ἀπλῶς τὰ αὐτὰ ἔχει τῇ λαμπρότητι, οἷον κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς. Καὶ περὶ μὲν ἀκμῆς τοσαῦτα.
Ἀπορήσειε δʼ ἄν τις ἐκ τούτων εἰκότωος, ποῖόν τί
ὃ καὶ μᾶλλον· φαίημεν οὖν ἄν, ὅτι, καθάπερ ἐδιδά.
ξαμεν ἔν τε τῷ περὶ λαμπρότητος καὶ ἐνταῦθα πάλιν
ἐν τῷ περὶ ἀκμῆς, πάντως τῇ ἀκμῇ λαμπρότητος ἴδια
λαμπρότητος καὶ ἀκμῆς, τὸ «τμέχρι τούτου Λασθένης»
καὶ τὰ τοιαῦτα εἰς ταὐτὸν ἐμπίπτειν καὶ μηδὲν ἧττον
ἐμφαίνεσθαι αὐτὰ ἀκμαστικά, εἴ γε πάντως ἔχει ἡ ἀκμὴ
πολλὰ τῶν ἰδίων λαμπρότητος· αἵ τε γὰρ ἔννοιαι τούτων,
οἷον τὸ «τμέχρι τούτου Λασθένης φίλος ὠνομάζετο
Φιλίππου» καὶ πάλιν τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν
ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα
ἐπὶ τὴν Ἀττικήν» καὶ ὅσα τοιαῦτα σφοδρά πως εἶναι
τῶν ἐννοιῶν τὴν ἀκμὴν ποιεῖ. ὥστε καὶ φαίη
τραχύτητα ἢ σφοδρότητα ὁμοῦ λαμπρότητι γεγενῆσθαι,
ἃ ποιεῖ τὴν ἀκμήν· οὐ γὰρ ἀκμὴ καὶ λαμπρότης συνελθοῦσαι
ἀκμὴν ποιοῦσιν, ἀλλʼ ἔννοιαι τραχεῖαι καὶ
σφοδραὶ καὶ μέθοδοι τοιαῦται λέξει καὶ κώλοις λαμπρότητος
καὶ εἴ τινι ἑτέρῳ κραθεῖσαι ποιοῦσι τὴν
ἀκμήν. διὸ οὐδὲ ἀντακολουθοῦσιν ἀλλήλαις, ἀλλʼ ἡ
ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν ἐνθάδε μετενηνέχθαι. ἀλλὰ
ταῦτα μέν ἐστι σαφὴς λῆρος· φανερὰ γὰρ ταῦτά γε
καὶ τῇ αἰσθήσει ψιλῇ, ὡς ἴδια μέν ἐστι λαμπρότητος,
ἀκμὴ δʼ οὐδὲ ἔχει γενέσεως ὑπόστασιν καθʼ ἑαυτήν,
ἀλλʼ ἡ μῖξις τῶν ἀπὸ τῆς τραχύτητος ἢ σφοδρότητος
καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. διό,
καθάπερ ἔφην, οὐδὲ ἀντακολουθοῦσιν· ὅπερ μὲν γὰρ
ἂν ἀκμαῖον ᾖ, πάντως καὶ λαμπρόν ἐστι καὶ ἤτοι
καὶ ἀκμαῖον εἶναι· ἔχει γὰρ ταῦτα καὶ καθʼ ἑαυτὰ
ὑπόστασιν καὶ χωρὶς τῶν ἑτέρων. δύναται μέντοι τις
οὕτω λέγειν, ὅτι οἷόν τέ ἐστιν ἀπὸ ταύτης τῆς ἐννοίας
οἷον τῆς τραχείας ἢ σφοδρᾶς ἀκμὴν ποιῆσαι ἢ πάλιν
ἀπὸ τούτου τοῦ κώλου οἷον τοῦ λαμπροῦ ὁμοίως ἀκμὴν
ταῦτα τιθεμένους ἀκμὴν εἶναι, ἐπείπερ ἔφην ἄμφω
συνεληλυθέναι, ἀκμὴν καὶ λαμπρότητα, πρῶτον μέν,
ὅπερ εἶπον, ὑποληπτέον, ὅτι οὐκ ἐξ ἀκμῆς καὶ λαμπρότητος
ἡ ἀκμὴ γίνεται, ἀλλʼ ἐξ ὧν εἴρηται· ἔπειτα
ὅτι ταῦτα, τὸ «τμέχρι τούτου Λασθένης» λέγω καὶ τὸ
τις σὺν ἐπιστήμῃ αὐτὰς θεωροίη. σκεψώμεθα δέ, ποίας
ἐννοίας ἔφαμεν εἶναι λαμπράς. αἷς πέποιθεν ὁ λέγων
δηλονότι. οὐκοῦν ἐνταῦθα βουλόμενος συστῆσαι ὁ
ῥήτωρ, ὅτι, εἰ τῆς Φιλίππου μερίδος ἡ πόλις ἐγένετο,
οὐκ ἂν συνήνεγκεν, ἐπιστώσατο μὲν αὐτὸ
ἔθνη
ἐναντιωθέντων, οἷς ἔπραττεν ἐκεῖνος, μέμψις καὶ κατηγορία·
εἰ δὲ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν»
καὶ τὰ ἑξῆς. συνέστησε μὲν οὖν αὐτὸ καὶ κατὰ πόλεις,
ὥσπερ ἔφην, καὶ κατὰ ἔθνη. συνιστὰς δὲ αὐτὸ καὶ ἀπὸ
τῶν κατʼ ἄνδρα «τοὐδείς», φησί, «τὸ τοῦ προδιδόντος
συμφέρον ζητῶν χρήματα ἀναλίσκει». εἶτʼ αὖ πάλιν
τοῦτο συστῆσαι θέλων ἔχει παραδείγματα σαφῆ καὶ
πολλὰ καὶ γνώριμα πᾶσι. διὸ καὶ πεποιθήσει λέγων
ἐλλαμπρύνεται τῷ λόγῳ. καὶ οὐκ οἶδά γε, εἴ τι παράδειγμα
τούτου λαμπρότερον ἔχομεν τοῦ «μέχρι τούτου
τοσοῦτον μῆκος τῶν κώλων προελθόντων, ἅτε τῇ ἐννοίᾳ
οὐ γὰρ Εὐθυκράτους καὶ Λασθένους καὶ τῶν ἄλλων
προδοτῶν προὔκειτο δήπουθεν αὐτῷ κατηγορεῖν, ἀλλὰ
συστῆσαι τὸ προειρημένον. λαμπρὰ μὲν οὖν διὰ ταῦτα.
σφοδρά γε μὴν δηλονότι διὰ τοῦτο, ὅτι κατὰ προσώπων
δοκεῖ λέγεσθαι τῶν προδοτῶν. καίτοι οὐχὶ τοιοῦτον
τὰ δὲ ἑξῆς δῆλα μὲν ὡς πάντως ἐστὶν ἴδια λαμπρότητος
καὶ ὡς, εἴπερ λαμπρὰ ἡ ἔννοια, ὥσπερ καὶ ἔστι
λαμπρά, καθάπερ καὶ ἐδείκνυμεν, ἐκείνης ἂν εἴη καὶ
ταῦτα, μέθοδον λέγω καὶ σχήματα καὶ τἆλλα πάντα·
διὰ δὲ τὸ καὶ τὴν ἀκμὴν ἀπὸ τούτων συνίστασθαι
ἀνάγκη φάσκειν ἐνταῦθα κοινὰ αὐτῶν γεγενῆσθαι καὶ
τὰ τοιαῦτα. — Τοιοῦτον δὲ καὶ τὸ «ἀλλʼ ὁ τὴν Εὔβοιαν
ἐκεῖνος»· τοῦ γὰρ ὅτι τὴν εἰρήνην λέλυκε Φίλ-.
ιππος τὰ λεγόμενα πάντα συστάσεις εἰσὶ καὶ πίστεις,
αἷς πεποιθὼς ὡς γνωρίμοις καὶ φανεραῖς ἐλλαμπρύνεται.
τῇ ἀκμῇ δοκεῖ, ὅτι σχήματι κέχρηται ἐλεγκτικῷ
πρὸς τὸν Αἰσχίνην, λέγω τῇ ἐρωτήσει, ὅπερ ὄν σφοδρότητος
διακεκόφθαι
ταῖς συμιπλοκαῖς καὶ γεγενῆσθαι κομματικόν,
οὔτε λαμπρότητος ὂν οὔτε ἀκμῆς σφοδρότητος δὲ μᾶλλον,
λόγον. — Εἰ δὲ καὶ περιβεβλημένως, μᾶλλον δὲ μεστῶς
προήχθη, τοῦτο πάλιν ἑτέρου λόγου.
Ταῦτα περὶ ἀκμῆς. ἕποιτο δʼ ἂν εἰπεῖν ἤδη καὶ περὶ
τῆς περιβολῆς· αὕτη γὰρ λοιπὴ τῶν ποιουσῶν τὸ μέγεθος
ἰδέα καταλείπεται, ᾗπερ ὅτι ἐναντία ἦν ἡ καθαρότης,
ἐν τῷ περὶ σαφηνείας εἰρήκαμεν.
Μετὰ τὸν περὶ σαφηνείας λόγον ὑποθέμενοι περὶ
καὶ ὅτι πλείονι ταύτῃ τῶν ἄλλων ἰδεῶν ἁπασῶν, καθʼ
ἃς λόγου μέγεθος γένοιτʼ ἄν, ὁ ῥήτωρ κέχρηται. ἀλλὰ
τὴν μὲν αἰτίαν, διʼ ἣν οὕτω πεποίηκεν ἐκεῖνος, ὕστερον
ταύτης εἴη λεκτέον. ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης,
ἐν τῷ περὶ σαφηνείας εἴρηται.
Γίνεται τοίνυν περιβολὴ κατʼ ἔννοιαν μέν, ὅταν ἤτοι
ἀεί, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν
ἐστιν», ἢ ἀόριστον ὡρισμένῳ, οἷον «πολλὰ μὲν οὖν
ἔγωγʼ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου,
δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα», ἢ ὅλον μέρει, οἷον
«ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ
πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην
Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν»· οὐ γὰρ ἡ ἀκρόπολις
γένος οὐδʼ ὁ ἐκ δεξιᾶς τῆς Ἀθηνᾶς τόπος εἶδος τῆς
ἀκροπόλεώς ἐστιν οὐδὲ ἀόριστόν τι καὶ ὡρισμένον, ἀλλʼ
ἕτερον δὲ τόδε», καὶ πάλιν «τρία γὰρ τὰ μέγιστα
ὀνείδη κτᾶται, φθονεροὺς ἀχαρίστους ἀπίστους εἶναι
δοκεῖν» καὶ πάλιν ἐνταῦθα δύο εἴρηκεν, ἓν μὲν τόδε,
ἕτερον δὲ τόδε. πολλὰ παρὰ τῷ ῥήτορι καὶ τούτου καὶ
τῶν ἔμπροσθεν εἰρημένων τὰ παραδείγματα. — Εἰδέναι
δὲ χρή, ὡς αἱ τοιαῦται προσλήψεις καὶ εὐκρινείας
εἰσίν, οὐ περιβολῆς μόνον ποιητικαί· κατὰ μὲν γὰρ τὸ
προειδέναι τοὺς ἀκούοντας, περὶ ὅσων ἀκούσονται,
ποιεῖ τὴν εὐκρίνειαν, καθὸ δὲ ἔξωθεν προσείληπται,
περιβάλλει. θαυμάζειν δὲ οὐ χρή, εἰ δοκοῦσά πως ἡ
εὐκρίνεια τῇ περιβολῇ ἐναντιοῦσθαι διὰ ταὐτοῦ πράγματος
δύναται γίνεσθαι, οἷον διὰ τῆς τοῦ κατʼ ἄθροισιν
προσλήψεως· οὐ γὰρ οὕτως ἐστὶν ἐναντία τὰ τῶν
τῇ ζωῇ ἢ ἡ νὺξ τῇ ἡμέρᾳ ἢ ὅσα τοιαῦτα, ἀλλὰ
τοὐναντίον πέφυκε δύνασθαι συνυπάρχειν τὰ ἐναντία
ταῦτα καὶ τότε μᾶλλον θαυμαστὸς ὁ λόγος γίνεται, ὅταν
διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται
δυσχερὴς δὲ ἡ μῖξις, καὶ σχεδὸν οὐδεὶς οὕτω καλῶς
οὐδὲ τῶν ἀρχαίων αὐτῇ κέχρηται ὡς ὁ ῥήτωρ, μετά
γε Ὅμηρον. πῶς γὰρ οὐ δυσχερὲς μῖξαι καθαρότητα
μὲν περιβολῇ καὶ τῷ περιττῷ καὶ μεστῷ τὴν σαφήνειαν,
χωρὶς εὐτελείας καὶ ταπεινότητος, τῷ δὲ ἀκμαίῳ πάλιν
τὸ πιθανὸν καὶ τὸ τοῦ ἀληθοῦς καὶ ἐνδιαθέτου ἐμφαντικὸν
ὅσα τε ἄλλα τῶν εἰδῶν τοῦ λόγου τῆς ἐναντίας
ἀλλήλοις δοκεῖ πως εἶναι φύσεως. τούτου γὰρ οὐκ
οἶδ᾿ εἴ τι γένοιτʼ ἂν ἐν λόγῳ χαλεπώτερον, ἄλλως τε
καὶ τούτοις ἅπασιν αὐτοῖς τε ἑκάστοις καὶ ταῖς μίξεσιν
αὐτῶν εἰ μέλλοι τις εἰς δέον χρήσεσθαι. ἀλλὰ
ταῦτα μὲν ἀκριβῶς δεῖξαι καὶ διὰ παραδειγμάτων ἑτέρου
δεῖται καιροῦ τοῦ περὶ μεθόδου δεινότητος ὅτε
λέγοιμεν. νῦν δὲ εἰς τοσοῦτον εἰρήσθω, τοῦ μηδένα
θαυμάζειν, ὃ δὴ σμικρότατόν ἐστιν ἐν αὐτοῖς, εἰ περιβολὴ
δύναται διὰ ταὐτοῦ γίνεσθαι καὶ εὐκρίνεια· σχεδὸν
γὰρ ταῦτα οὐδὲ ἐναντία ἐστίν, ἀλλὰ καὶ ἀναγκαῖον
ἀεὶ τοῖς περιβλητικοῖς ἅπασιν, ὅτε αὐξηθείη καὶ μεστὸν
ποιεῖ τὸν λόγον, παρεῖναί τι τῶν εὐκρινούντων, ὡς ἂν
μὴ συγχέοιτο μηδʼ ἀσαφὴς ὁ λόγος γίνοιτο, ὅπερ καὶ
ἐν τῷ περὶ εὐκρινείας ἐδείξαμεν.
Ἐπάνειμι δὴ πάλιν ἐξ ἀρχῆς ἐπὶ τὸν τῆς περιβολῆς
αἰτίας, τρόπου, προσώπου καὶ ἔτι γνώμης τῆς τοῦ
προσώπου πάντων τε ἀπλῶς τῶν τοιούτων, οἷον ‘ὑπεσχόμην
χορηγήσεινʼ. πότε; ‘τρίτον ἔτος τουτίʼ. ποῦ;
‘ἐν τῇ ἐκκλησίᾳ’. διὰ τί; ‘οὐ καθεστηκότος χορηγοῦ
ὑπέσχου; ‘ἐθελοντήςʼ. τίς ὤν; ‘οὐ πάνυ πλούσιος.
μανία γὰρ ἴσως ἐστίνʼ, ἔφη, ‘τὸ παρὰ τὴν δύναμίν τι
ποιεῖνʼ· τοῦτο δέ ἐστι τῆς τοῦ προσώπου προσλήψεως
ἴδιον. τίνι γνώμῃ; ‘διὰ φιλοτιμίανʼ. προηγουμένως
μὲν οὖν κατʼ ἔννοιαν ἀπὸ τούτων γίνεται περιβολή.
δύναται δὲ καὶ αὔξεσθαι ἕκαστα τούτων καὶ μιᾶλλον
ποιεῖν ἐμπερίβολον κατʼ ἔννοιαν τὸν λόγον καὶ ἐξ ἑτέρων,
οἷον ‘ὑπεσχόμην χορηγήσειν πένης ὤνʼ· τοῦτο
μὲν ἦν τοῦ προσώπου ψιλόν· ηὔξηται δὲ πῶς; πρῶτον
μὲν ἀπὸ τῆς πρὸς ἕτερον διαφορᾶς, οἷον ‘μηδενὸς
ὑπισχνουμένουʼ, εἶτα ἄλλη αὔξησις ‘μηδὲ τῶν πλουσίωνʼ,
εἶτα ἑτέρα ‘καὶ οὐδὲ τῶν ἄλλων λειτουργιῶν
ἀτελὴς μεμενηκώς, ἀλλὰ πολλὰ λελειτουργηκὼς καὶ ἐν
ἐπιδόσεσι καὶ ἐν τριηραρχίαιςʼ. καὶ ὅλως καθʼ ἕκαστον
ἐθέλων αὔξειν εὕροις ἂν πολλὰ καὶ ἐνθυμήματα καὶ
δὲ ἴσως οὐδὲ προσλήψεις εἰσίν, ἀλλὰ πίστεις μᾶλλον,
ἐγένετο, καὶ δέον τινὰ πρᾶξαι ὅτι παρῆκεν, ὡς εἰ λέγοιμεν
ὅτι «πάντα τὰ ἄλλα ἀφεὶς καὶ παριδὼν ἐπέραινεν,
ἐφʼ οἷς ἐμισθώθη». Ἀλλὰ κατʼ ἔννοιαν μὲν
οὕτω γίνεται περιβολή.
Μέθοδοι δὲ ποιοῦσι περιβολὴν αἵδε· τὸ ἀναστρέφειν
τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτʼ ἀναγκάζεσθαι
ἐπεμβάλλειν τὰ πρῶτα καὶ τῷ σχήματι χρῆσθαι
τῷ κατʼ ἐπεμβολήν, οἷον «ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν ἐκ
τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν
αἱ νῦν εὔθυναι»· εἶτʼ ἐπενέβαλε τὰ πρῶτα «οὔτε μικρὸν
οὔτε μέγα οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ὑπὸ τούτου ῥηθέντων,
ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, λεχθέντων καὶ
προσδοκηθέντων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «προσῇμεν τῇ
βουλῇ». τὸ γοῦν ἀναστρέφειν τὰ πράγματα περιβάλλει
κατὰ μέθοδον, ἵνʼ ὅπερ ἔφην ἀναγκάζηται ἤτοι ἐπεμβάλλειν,
τις γέγονεν ἡ τοῦ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται,
οἶδεν ὃ λέγω». τὸ δὲ ἑξῆς ἐπισυνῆπται, καὶ κατὰ
τοῦτο δὲ πεποίηκε τὴν περιβολήν, οἷον «ὅτε δεῦρʼ ἤδη
τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος», εἶθʼ ὕστερον ἡ
ποιότης καὶ αὐτὴ περιβάλλουσα μετὰ αὐξήσεως, οἷον
«αἰσχρῶς, ὦ Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν». εἰ δέ τι
καὶ τῷ διʼ ἐπικρίσεως εἰπεῖν τὴν ποιότητα πεποίηκεν ὁ
ῥήτωρ ἕτερον, ἄλλου λόγου· ἐπεὶ καὶ τὸ ἐπεμβληθὲν
ἐν ἀρχῇ τὸ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ
λέγω» οὐ μόνον περιβολὴν ἐποίησεν, ἀλλὰ καὶ γοργότητα,
πως τύπου δοκεῖ εἶναι. ἀλλʼ οὐ νῦν περὶ τούτου. —
Τό τε οὖν ἀναστρέφειν τῶν πραγμάτων τὴν τάξιν μέθοδος
περιβολῆς, ὡς εἴρηται, καὶ τὸ τὰς κατασκευὰς
τῶν προτάσεων καὶ τὰς πίστεις τάς τε τούτων αὐξήσεις
πρώτας τιθέναι τῶν προτάσεων αὐτῶν, ὡς ἐν τῷ Περὶ
τοῦ στεφάνου· μερικῆς γὰρ οὔσης ἐν αὐτῷ προτάσεως
τῆς ὅτι ‘συμφέροντα ἔθηκα νόμον τὸν περὶ τῶν τριηραρχιῶνʼ
καὶ κατασκευαζομένης ταύτης ἔκ τε τοῦ παῦσαι
τοὺς πένητας ἀδικουμένους καὶ τοῦ κωλῦσαι τοὺς πλουσίους
ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς γινομένους καὶ
τὴν πόλιν ὑστερίζουσαν τῶν καιρῶν, σκόπει, πῶς εἰσάγει
ἀπολλύντας, ἔτι δʼ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν
τῶν καιρῶν, ἔθηκα νόμον» καὶ τὰ ἑξῆς. πολὺ δὲ ἐνταῦθα
καὶ τὸ τῆς δεινότητος, ὡς ἐν τῷ περὶ αὐτῆς
λόγῳ δείξομεν. ὅμοιον δὲ τούτῳ καὶ τὸ «εἰ μὲν περὶ
καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, σκοπεῖν»·
τοῦ γὰρ προοιμίου ἡ μὲν πρότασις, ὅτι δεῖ νεωτέρου
ὄντος καὶ πρώτου λέγοντος ἀνέχεσθαι, αἱ δὲ
ταύτης κατασκευαί, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων
εἰρηκασιν ἐπὶ πολλῶν ἐκκλησιῶν, καὶ εἴ τινες
ἄλλαι· ἃς δὴ κατασκευὰς προὔταξε τῆς προτάσεως. οὗ
τοὐναντίον Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ ποιήσας ἧττόν
τε ἐμπερίβολον καὶ πόρρω δεινότητος πεποίηκε τὸν
λόγον, οἷον «ἴσως τινὲς ὑμῶν θαυμάζουσιν, ὅτι τὸν
ἄλλον ἅπαντα χρόνον τοῖς τῆς πόλεως νόμοις ἐμμεμενηκώς»
καὶ τὰ ἑξῆς. Ἀλλὰ μέθοδοι μὲν αὗται, καθʼ
Λέξις δὲ καθʼ ἑαυτὴν ἰδία περιβολῆς, ὥσπερ ἦσαν
ἄλλαι τινὲς ἴδιαι τῶν ἄλλων ἰδεῶν, οὐκ ἔστι κατά γε
ἐμέ, εἰ μή τις τὰς ἰσοδυναμούσας ἑτέραις λέξεσι διὰ
τὸ ἐκ παραλλήλου δύνασθαι τίθεσθαι περιβολῆς ἰδίας
τότε μὲν ὁ δῆμος δεσπότης καὶ κύριος ἦν ἁπάντων
τῶν ἀγαθῶν». καὶ ὅλως μυρία ἐστὶ τούτου γε παρὰ
τῷ ῥήτορι τὰ παραδείγματα, ἃ καὶ ἐξετάζοντες τινές,
ὡς ἂν ἐξετάσαιεν αὐτοὶ τοὺς λόγους, εἰρήκασι περιβολῆς
εἶναι ἴδια. ἀλλʼ ἡμεῖς τό γʼ ἡμῖν δοκοῦν περὶ
τούτων εἰρήκαμεν. πλεονασμὸν μὲν γὰρ ἴσως ἔχει τινὰ
καὶ ἤτοι ἔλεγχον ἢ αὔξησιν ἢ σαφήνειαν ἢ τι τῶν
τοιούτων, περιβολὴν δὲ εἰ καὶ ἐμφαίνει, ἀλλʼ οὖν οὐ
κατὰ τὴν λέξιν· οὐδεμία μὲν γὰρ λέξις αὐτὴ καθʼ
ἑαυτὴν ἔχει περιβολήν, τῇ δὲ πρὸς ἀλλήλας οἶμαι συμπλοκῇ
καὶ τὴν ἔμφασιν τοῦ περιβεβλῆσθαι ποιοῦσιν.
οὔκουν περιβλητικὸν τὸ «τί ἐροῦμεν» οὐδὲ τὸ «τί φήσομεν»
οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων αὐτὸ καθʼ αὑτὸ
οὐδέν, ἀλλʼ ἡ ἐκ παραλλήλου θέσις αὐτῶν πεποίηκεν
ἴσως τινὰ ἔμφασιν περιβολῆς· τοῦτο δὲ οὐχὶ λέξεως
δήπουθεν, ἀλλʼ ἴσως μεθόδου. ἐπεὶ καὶ ἐννοίας
ὅλας ἐκ παραλλήλου τίθεμεν, ὅταν ἐπιμένωμεν, ἀλλʼ
οὐκ οἶμαι τοῦτο εἶναι περιβολῆς ἴδιον, δεινότητος δὲ
μᾶλλον τῆς κατὰ μέθοδον· ταῖς γὰρ ἐπιμοναῖς ἐφʼ ὧν
ἰσχύομεν πραγμάτων χρώμεθα, ὡς ὁ ῥήτωρ ἐν τῷ
διὰ γὰρ τὸ ἔνδοξον τῆς ἐννοίας ἐπιμένει καὶ
δεινῶς ἐπίκειται τῷ ἐχθρῷ, ταῖς συνεχέσιν ἐρωτήσεσιν
οὐδὲ ἀναπνεῖν ἐῶν. καὶ ἐν οἷς μὲν ἂν ἰσχυρίζεσθαι
δύνηται, τοῦτο ποιεῖ, ἐν οἷς δʼ ἂν ἀσθενὴς ὁ λόγος ᾖ,
ὡς ἑτέρως· ἅπαξ γὰρ καὶ διʼ ἐλαχίστων εἰπὼν ἀπαλλάσσεται·
φανεῖται δὲ τοῦτο ἐν τῷ περὶ δεινότητος.
ταῖς τε οὖν ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων
χρώμεθα καὶ τοῦτο ἦν μεθόδου δήπουθεν· ὥστε εἴη
ἂν καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» μέθοδός τις,
ἣν οὐ φαῦλον συγχωρῆσαι ποιεῖν περιβολήν· καὶ ἔστω
ἐν τῷ περὶ μεθόδου περιβολῆς καὶ ἡ ἐπιμονή, καίτοι
οὐ πανταχοῦ, ἔνθα ἂν εὑρεθείη, περιβολὴν ποιεῖ·
ἀλλʼ οὖν συγχωρείσθω διά τε τὰ προειρημένα, τὸ «τί
ἐροῦμεν; ἢ τί φήσομεν;» λέγω, καὶ ἔτι τὰ τοιαῦτα
οἷον «καίτοι ὁπηνίκα ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον
τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμιέ»· καὶ γὰρ
ἐνταῦθα ὁμοίως περιττεύει τὸ ἕτερον κῶλον ἐκ παραλλήλου
τεθέν, ὥσπερ ἐκεῖ ἡ λέξις.
Σχήματα δὲ περιβλητικὰ πρῶτα μέν εἰσι καθόλου
ἑτέρας ταῖς πρώταις λέξομεν. ἔστι τοίνυν ἣ τε
ἀπαρίθμησις τοιαύτη, οἷον πρῶτον μὲν τόδε, δεύτερον
δὲ τόδε᾿. τοῦτο δὲ καὶ εὐκρινείας καὶ ἀφελείας ἐστίν,
εἰ σύνεγγυς λάβοι τὴν ἀνταπόδοσιν· τὸ γὰρ διὰ μακροῦ
περιβλητικόν. εἰ δὲ καὶ ἐξ ἐπαναλήψεως γίνοιτο, ἕνεκα
μὲν τῆς ἐπαναλήψεως εὐκρινῆ ποιεῖ τὸν λόγον, τὴν δὲ
τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον»,
εἶθʼ οὕτως ἀπέδωκε τὸ ἀναγκαίως ἑπόμενον τῷ
σχήματι, οἷον «δευτέρου δὲ τίνος» καὶ τὰ ἐξῆς. —
τε οὖν ἀπαρίθμησίς ἐστι σχῆμα περιβλητικὸν καὶ τὰ
ἐοικότα ταύτῃ, τό τε ἀπαριθμητικὸν λέγω, οἷον «τπρῶτον
μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ
πάσαις, ὅσην εὔνοιαν » καὶ τὰ ἑξῆς, «ἔπειθʼ ὅπερ ἐστὶν
ὑπὲρ ὑμῶνx», καὶ τὸ κατὰ προτίμησιν λεγόμενον, οἷον
«μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι
Ἐφέλκεται ἐννοίας καὶ τὰ καθʼ ὑπόθεσιν σχήματα,
καὶ μάλιστα εἰ μετὰ μερισμοῦ τις ὑποτιθοῖτο, οἷον σεῖ
σχήματι χρήσαιτο, πάντως μὲν ἐρεῖ τι καὶ κατὰ ἀνάγκην
ἐφεπόμενον ἕτερον νόημα, οὐ μὴν ὁμοίως ποιήσει περιβολήν·
οὐ γὰρ ὡσαύτως ἐμφαίνεται, ὅτι κατʼ ἀνάγκην
ἠκολούθησεν, ὥσπερ ἐν τῷδε «εί γὰρ τὸ κωλῦσαι τὴν
πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι
τὴν εἰρήνην ἐπεπράκειν ἐγὼ ψιλίππῳ», εἶτα τὸ ἑπόμενον
ἐξ ἀνάγκης «σοὶ τὸ μὴ σιγῆσαι λοιπὸν ἦν».
Ἐφέλκονται νοήματα καὶ οἱ πλαγιασμοί, οἷον «τοῦ
δὲ τοῦτο μειζόνως οὐ μόνον κατὰ τόδε τὸ
σχῆμα, ἀλλὰ καὶ κατὰ ἔννοιαν καὶ κατὰ μέθοδον καὶ
ἀλλʼ οὖν ὅ γε πλαγιασμὸς πλεῖστον ἔχει τῆς περιβολῆς,
ὥσπερ κἀν τῷδε «τπολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων
ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν καὶ τὰ
ἑξῆς, καὶ πάλιν «ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ
τῇ Πανδιονίδι φυλῇ καὶ τὰ ἐξῆς.
Ὅλως τε μυρία τούτου παραδείγματα παρὰ τῷ ῥήτορι
καὶ καθόλου τῆς περιβολῆς· οὐ γὰρ ἔστιν, ὅ τι
ἀλλὰ τὸ διαρκὲς εἰ θεωροίη· ἐπεὶ εὐθὺς ἐνταῦθα τὸ
«κέχρηται συμφορᾷ» ποῦ ἔτι καθαρὸν πλὴν τοῦ κώλου;
καὶ ὅλως τά γε ἐφεξῆς ἅπαντα πῶς οὐ περιβεβλημένα;
μυρία τοίνυν ὅπερ ἔφην παρὰ τῷ ῥήτορι τὰ παραδείγματα
τῆς περιβολῆς, ὅπου γε καὶ ἐν ἰδιωτικοῖς οὐδὲν
ἧττον πλεονάζει τῇ ἰδέᾳ ταύτῃ, ἔνθα καὶ μᾶλλον
οἶμαι δεῖ τῆς καθαρότητος διὰ τὸ ἐν ἤθει τὸ πλεῖστον
αὐτῶν εἶναι. τὸ δʼ αἴτιον τοῦ πλεονάζειν αὐτὸν τῇ
περιβολῇ — καὶ γὰρ ἐπηγγειλάμην ἐρεῖν ἐν τῷ περὶ
αὐτῆς λόγῳ —, ὅτι μεγέθους μὲν αὐτῷ μέλει καὶ ἀξιώματος,
τῶν δὲ ἄλλων ἰδεῶν, αἳ ποιοῦσι τὸ μέγεθος
τῶν τοῦ ῥήτορος λόγων, ἐν μὲν ἰδιωτικοῖς σχεδὸν οὐδεμία
οὔτε ἀκμῇ χρήσαιτο ἄν τις ἀκρι βῶς ἐν ἰδιωτικοῖς,
διόλου καὶ τοῖς ἰδιωτικοῖς, ὡς αὐτὸ δήπου δείκνυσι
τὸ ἔργον, ἐν δὲ τοῖς δημοσίοις τῶν ἀγώνων δύνανται
ποιεῖν, ὡς ἐν τοῖς Κατὰ Φιλίππου. οὐ μὴν οὐδὲ ἐνταῦθα
ἐκείναις μᾶλλον ἔστι πλεονάσαι, οἷον σεμνότητι
ἢ τραχύτητι ἢ σφοδρότητι ἢ λαμπρότητι ἢ ἀκμῇ, ὥσπερ
τῇ περιβολῇ. τοῦτʼ οὖν τὸ αἴτιον τοῦ πλεονάζειν τὸν
ῥήτορα ταύτῃ παρὰ τὰς ἄλλας, ἄτε τὴν ἄκραν ἐπιστήμην
ἔχοντα περὶ τοὺς λόγους. Ἀλλʼ ὅθεν ἐξέβημεν,
πάλιν ἐπανιτέον ἐπὶ τὰ σχήματα τῆς περιβολῆς.
Ἐφέλκεται γὰρ νοήματα καὶ τὸ ἐπιτρέχον καλούμενον
σχῆμα ἐκ τοῦ παρασυναπτικοῦ, οἶον «ἐπειδὴ γὰρ
ἐκκλησία μὲν οὐκέτʼ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ
προκατακεχρῆσθαι» καὶ τὰ ἑξῆς. — Ἔτι ἐφέλκονται
νοήματα καὶ αἱ ὑποστάσεις, οἷον «ἐξήλεγξα τὸν Φίλιππον
φανερῶς οὕτως, ὥστε τοὺς ἐκείνου συμμάχους
τὰ τοιαῦτα. — Ἔτι ἐφέλκονται νοήματα καὶ οἱ μερισμοί,
οἷον «ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν
ἐφέλκεσθαί τι· ἤτοι δὲ φανερὰν ἔχει τὴν περιβολὴν ἢ
μέχρι μὲν ἐμφάσεως περιέβαλεν, ἕτερον δέ τι ἐποίησε.
διὰ μακροῦ μὲν γὰρ ὅτε ἀπολαμβάνοι τὴν ἀνταπόδοσιν,
περιβάλλει πάντως, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου
ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν
τὰ δέοντα ποιεῖν ὑμᾶς» μέχρι τοῦ «ἃ δὲ καὶ
χωρὶς τούτων ἔνι»· ἐνταῦθα γὰρ ἡ ἀνταπόδοσις. τοῦτο
δὲ τὸ παράδειγμα καὶ μεστόν, οὐ μόνον περιβεβλημένον
ἐστίν. ἔστι γὰρ ἡ μεστότηρ?? οὐδὲν ἄλλʼ ἢ περιβολὴ
πλεονάσασα ἐν αὑτῇ, ὥσπερ ἂν εἴ τις λέγοι περιβολὴ
περιβεβλημένη· μικρὸν δὲ ὕστερον σαφέστερον περὶ
αὐτῆς ἐροῦμεν καὶ μετʼ ἐναργεστέρων παραδειγμάτων.
ἀλλʼ οὖν ὅ γε μερισμὸς διὰ μακροῦ μὲν ἔχων τὴν ἀνταπόδοσιν
περιβάλλει τὸν λόγον, ὡς ἐλέγομεν, διὰ ἐλαχίστου
δὲ γοργὸν ποιεῖ, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε
δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις καὶ πάλιν «εἶτα
τοῖς θεωμένοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον
μερισμός. ἔτι δʼ οἱ μερισμιοὶ ποιοῦσι μεστὸν
ἡσυχίαν ἂν ἦγον· εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς
ἐπειρώμην ἃ γινώσκω λέγειν», εἶθʼ ὕστερον ἡ ἀνταπόδοσις
«ἐπειδὴ δὲ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι,
συμβαίνει καὶ νυνὶ σκοπεῖν»· μεστὸς οὖν ἐγένετο διὰ
τοῦτο ὁ λόγος. ὅταν τε οὖν αὐτοὶ
οἱ μερισμοί, μεστότητα ποιοῦσι, καὶ ὅταν
ἀλλήλων ἐξηρτημένοι ὦσιν, οἶον «τοῦτο τοίνυν τὸ ψήφισμα
αἰτίαν ἔχωσι, παριστάν», εἶτα πρὶν ἀπολῦσαι τὴν διάνοιαν
ἐπισυνῆψεν ἐξαρτήσας τοῦ προτέρου ἄλλον μερισμὸν
«τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνα ὄντα ἰσχυρὸν
καθίστησι»· μεστὸν οὖν ἐποίησε τὸν λόγον. ὅλως οὖν
ὑπόστασιν ἢ ἄλλῳ τῳ ἄλλο τοιοῦτον ἐπεμβληθὲν ἢ
ἐξαρτηθέν, ὡς ἐδείξαμεν ὀλίγῳ ἔμπροσθεν. ἔστι γὰρ ἡ
μεστότης οὐδὲν ἄλλʼ ἢ πλεονάσασα περιβολή· τὰ γὰρ
ποιοῦντα τὴν περιβολήν, εἰ πλείονα παραληφθείη κατὰ
ταὐτόν, οἷον ἐπεμβολαὶ καὶ τὰ τοιαῦτα, μεστὸν ποιοῦσι
τὸν λόγον. μεγάλης δὲ εὐτονίας καὶ δυνάμεως ἐν τοῖς
Ποιεῖν δὲ ἔφαμεν περιβολὴν σχήματα οὐ μόνον τὰ
ἐφελκόμενα ἕτερα νοήματα, ἀλλὰ καὶ ἄλλα ἄττα, περὶ ὧν
οὐκ ἔθεμεν ἐν τοῖς ἐφελκομένοις ἄλλα νοήματα, ὅτι
καθʼ αὑτὴν ἡ ἀναίρεσις δύναται τίθεσθαι καὶ οὐκ ἀναγκαίως
αὐτῇ ἕπεται ἡ θέσις, οἶον «οὐ διʼ ἐμέ, οὐ
γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε, πρῶτον μὲν ὑμεῖς
οὕτω διέκεισθε»· οὐδὲν γὰρ ἐπηκολούθησε θετικὸν τῇ
ἀναιρέσει. — Τό τε οὖν κατʼ ἄρσιν καὶ θέσιν περιβάλλει
καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω2 — Καὶ μὴν καὶ
τὸ κατὰ συστροφὴν λεγόμενον σχῆμα σφόδρα ἐμπερίβολον,
οἷον «εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες»
καὶ τὰ ἑξῆς, καὶ πάλιν «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην,
ταῦτα πράττων» καὶ τὰ ἐξῆς.
Ἡ δὲ ἐπεμβολὴ καὶ ὅλως τὸ πρὶν ἀναπαῦσαι τὴν
ἔννοιαν ὑποστρέφειν καὶ ἐπεμβάλλειν ἑτέρας ἐννοίας
ὅτι περιβολῆς ἴδιον, ἱκανῶς καὶ ὀλίγῳ ἔμπροσθεν ἐν
τῷ περὶ μεστότητος καὶ ἐν τῷ περὶ καθαροῦ λόγου καὶ
ὅλως ἐν πλείοσιν εἴρήκαμεν, καὶ παραδείγματα δὲ αὐτοῦ
τεθείκαμεν οὐκ ὀλίγα. εἰδέναι μέντοι χρή, ὅτι αὗται
ἐπεμβαλὼν τὸ «οὐ διʼ ἐμέ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην
πω τότε», εἶτα ἧκε πάλιν ἐπὶ τὴν ἀφήγησιν «πρῶτον
μὲν ὑμεῖς οὕτω διέκεισθε» καὶ τὰ ἑξῆς. τοιοῦτόν ἐστι
καὶ τὸ «ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος
Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα
τοῖς Ἕλλησι». καὶ ὅλως, εἴ γε βραχεῖαι εἶεν αἱ
διὰ τὴν ἐπεμβολὴν τὴν οὖσαν βραχεῖαν «ὅπερ καὶ ἀληθὲς
ὑπάρχει», οὐ μὴν ἀπήλλακταί γε πάντῃ περιβολῆς
οὐδʼ αὖ οὕτως, ὥσπερ οὐδʼ, ὅτε μακραὶ εἶεν αἱ ἐπεμβολαί,
ἀπηλλάχθαι γε ἐῶσι τὸν λόγον γοργότητος καίτοι
μᾶλλον τότε ποιοῦσαι περιβολὴν ἢ γοργότητα. Καὶ
τὰ μὲν κατὰ τὰς ἐννοίας καὶ μεθόδους καὶ σχήματα,
καὶ εἴπερ ἄρα λέξις γένοιτʼ ἂν ὡς ἐδείξαμεν περιβολῆς,
διαρκῶς ἀποδέδεικται.
Κῶλά γε μὴν ἢ συνθήκας ἢ ἀναπαύσεις ἢ ῥυθμοὺς
οὐκ ἔχομεν ἴδια περιβολῆς εἰπεῖν· πάντα τε γὰρ κῶλα
ὡς ἔπος εἰπεῖν καὶ πάντας δέχεται ῥυθμοὺς τούς ἐν
πάσαις ἰδέαις καὶ πάσας συνθήκας καὶ πάσας ἀναπαύσεις.
διότι καὶ τὴν περιβολὴν ἐκεῖναι δέχονται πᾶσαι,
πλὴν ἴσως τῆς καθαρότητος· ἐξίσταται γὰρ αὐτῆς ἡ
τῷ περὶ αὐτῆς, ἐναντία ἐστὶ τῇ περιβολῇ· διὸ καὶ κατὰ
πολλὰ ἀπὸ τῶν ἐναντίων ἀλλήλαις γίνονται ἣ τε περιβολὴ
καὶ ἡ καθαρότης, εἰ καὶ μὴ κατὰ πάντα. εἰ δʼ
ἔστι γὰρ καὶ καθαρῶς δοκοῦντα λέγειν περιβάλλειν
ταῖς ἐννοίαις τὰ παρακολουθοῦντα πάντα ἐξετάζοντα,
12 Μετὰ τὸν περὶ σαφηνείας τε καὶ ἀξιώματος τοῦ κατὰ
μέγεθος λόγον ἀκόλουθον ἂν εἴη λέγειν περὶ ἐπιμελείας
τε καὶ κάλλους τοῦ κατʼ αὐτόν· δεῖ γὰρ τῷ σαφεῖ τε
καὶ ὄγκον ἔχοντι καὶ ἀξίωμα λόγᾳ πάντως καὶ κάλλους
τινὸς καὶ εὐρυθμίας, εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι
μέλλοι. τούτῳ δʼ ὅτι μὲν ἐναντίον ἐστὶ τὸ ἀμελὲς
καὶ ἄρρυθμον καὶ κατὰ τὴν σύνταξιν εὐτελές, δῆλον·
εἰ δέ που καὶ τὸ τοιοῦτο χρήσιμον, ὥσπερ ἐν
τραχύτητί τε καὶ σφοδρότητι, ἑτέρου λόγου. Ἀλλὰ περὶ
κάλλους τε λεκτέον καὶ τῆς ἐπιμελείας.
Κάλλος τοίνυν τὸ ἐν λόγῳ κυρίως μὲν εἴη ἂν τὸ ἐκ
αὐτῶν ἑκάστην ἐργάζεσθαί τις προαιροῖτο εἴτε καὶ πάσας
μιγνύς, ὡς πεφύκασι μίγνυσθαι, τὸν ποικίλον τε
καὶ Δημοσθενικὸν καὶ ὡς ὄντως πολιτικὸν μετιὼν λόγον,
εἴτε καὶ τινὰς αὐτῶν τισὶ συναρμόττειν. ἐπειδὴ
γὰρ καθόλου τὸ κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν
ὡς om Pc | πολιτικὸν ὡς ὄντως 25 cf Aristot. Top. Γ 1
p 116 b 21 Plat. Phileb. 64 E sq Cic. Tusc IV 13, 31
ἔσεσθαι, ἄν τε ποικίλος ἄν τε μονοειδὴς ᾖ, συμμετρίαν
ἔχειν τούτων, ὅ ἐστιν εὐαρμοστίαν, καί τινα ἐπανθεῖν
αὐτῷ οἷον εὔχροιαν, τὴν ἐμφαινομένην διόλου μίαν τοῦ
ἤθους ποιότητα, ἣν δὴ καὶ φύσει τινὲς χρῶμα λόγου
ὀνομάζουσι. καὶ τοῦτό ἐστι τὸ κάλλος, ὅ μοι δοκεῖ καὶ
ὁ Πλάτων εἰπεῖν φάσκων δεῖν ἔχειν τὸν λόγον κεφαλήν
τε καὶ ἄκρα καὶ μέσα πρέποντα ἀλλήλοις τε καὶ τῷ
ὅλῳ σώματι, ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι, εἰ καὶ
καλὰ εἴη καθʼ ἑαυτά· οὐ γὰρ δύνασθαί ποτε οὕτω γενέσθαι
Ἐρωτικοῦ, ὡς ταῖς ἐννοίαις οὐκ εὐαρμόστως αὐτοῦ
χρησαμένου οὐδὲ τῇ τάξει, οὐ μὴν τὰς ἐννοίας γε αὐτὰς
αἰτιᾶται οὐδὲ τὴν λέξιν· ἐπεὶ ταῖς γʼ ἐννοίαις καὶ
αὐτὸς χρῆται ταῖς αὐταῖς, τὴν δʼ αὖ λέξιν καὶ πάνυ
ἐπαινεῖ, σφόδρα εὖ φάσκων τοῖς τε ὁνόμιασι καὶ τοῖς
ῥήμασι τὸν λόγον ἀποτετορνεῦσθαι καὶ οὐκ ἀγεννῶς
εἰρῆσθαι τὸ ἐπιὸν τῷ ῥήτορι. ἀλλὰ περὶ μὲν Δυσίου καὶ
τοῦ Δυσίου λόγου εἴτʼ οὖν παντὸς εἴτε καὶ αὐτοῦ μόνου
τοῦ Ἐρωτικοῦ τὰ νῦν ἀναβεβλήσθω, ἐπὶ δὲ τὸ προτεθὲν
ἐπανιτέον. κάλλος γὰρ λόγου κυρίως μὲν ὃ προείρηται
εἶναι λέγοιτʼ ἄν· ἐπεὶ δʼ ἔστι τινὰ ἃ δὴ σαφῶς ἐκπρέπει
δὲ οὐκ ὀλίγῳ καὶ τούτῳ χρησάμενος ὁ Δημοσθένης, καὶ
ἀναγκαῖον ὂν οὐδενὸς ἧττον τῶν τε προειρημένων
ἱδεῶν τοῦ λόγου καὶ τῶν ῥηθήσεσθαι μελλουσῶν —
τοιοῦτον κάλλος περὶ τὴν λέξιν μόνην ἐστὶ καὶ τὰ ἑπόμενα
τῇ λέξει, σχήματα λέγω καὶ κῶλα συνθήκας τε
καὶ ἀναπαύσεις καὶ τὸ ἐκ τούτων γινόμενον τοὺς ῥυθμούς·
ἔννοιαι δὲ αὐταὶ καθʼ ἑαυτὰς ἢ μέθοδοί τινες
τοῦ τοιούτου κάλλους οὔκ εἰσι, πλὴν εἴ τις λέγοι τὴν
δριμύτητα, περὶ ἧς ὀλίγον ὕστερον ἐροῦμεν, ὅτε περὶ
ἀφελείας τε καὶ γλυκύτητος λέγομεν. Ἀλλὰ πρῶτόν γε
περὶ τῶν λέξεων· περὶ γὰρ τῶν ὁμολογουμένων πρῶτον
λεκτέον.
Λέξις τοίνυν καλὴ πᾶσα, ἥπερ καὶ καθαρά. αἱ γὰρ
τραχεῖαι καὶ τροπικαὶ ἐναργεῖς μὲν εἶεν ἂν καὶ ἴσως
καὶ ἄλλο τι, ὥσπερ καὶ τὸ «ἐμὲ γοῦν, ὦ Ἀθηναῖοι,
διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε» καὶ τὸ
ἔχουσιν αἱ μικραὶ τῶν λέξεων καὶ διʼ ὀλίγων συγκείμεναι
Σχήματα δὲ καλά,
αἵπερ καὶ πλεονάζουσι παρὰ τῷ Ἰσοκράτει· εἰσὶ
δὲ καὶ παρὰ τῷ ῥήτορι, οὐ μὴν τοσαῦταί γε οὐδὲ τοιαῦται,
μάλιστα δʼ ἐκεῖναι παρʼ αὐτῷ σπάνιαι, ὅσαι τὸ
καθʼ αὑτὰς ἀκριβὲς ἔχουσιν, οἷόν ἐστι καὶ τὸ «τῇ τε
πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν,
τοῦτο κἀγὼ πειράσομαι ποιεῖν»· τοιαύτην γὰρ
παρίσωσιν καὶ οὕτως ἐπιτετηδευμένην οὐδεμίαν εὑρεῖν
θεωροῦντες τὸν λόγον αὐτὸν τὸν Κατʼ Ἀνδροτίωνος
εἰρήκαμεν· ὅτι δʼ οὖν σπανίως χρῆται τῷ τοιούτῳ,
φανερόν, οὐ μὴν ταῖς γε παρισώσεσιν αὐταῖς
σπανίως, ἀλλὰ χρῆται μὲν αὐταῖς μετρίως, μετὰ μέντοι
τινὸς παραμυθίας· ἤτοι γὰρ διακόπτων αὐτὰς ἐξ ἐπεμβολῆς
τινος καταμίγνυσι τῷ λόγῳ ἢ ἐναλλάττων τὰς
συλλαβὰς τὰς κατὰ τὸ τέλος παρισούσας τὰ κῶλα ἢ
ταῖς κατὰ κῶλον ἅπαν παρισώσεσιν, οὐχὶ ταῖς κατὰ τὸ
ἢ ἐναλλάττων τὰς παρισούσας συλλαβὰς ἢ κατὰ
κῶλον παρισῶν ἅπαν. διακόπτει μὲν οὖν τὰς παρισώσεις
κατὰ ἐπεμβολὰς οὕτως «τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι
κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἄν τις ἀμελείας
θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι»,
καὶ ἡ ἐπεμιβολὴ «τπεφηνέναι τέ τινα ἡμῖν
συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι»,
εἶθʼ οὕτως ἀπέδωκε τὸ ἴσον κῶλον τῷ ἐξ ἀρχῆς «τῆς
παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην». διακόπτει
μὲν οὖν οὕτως κατʼ ἐπεμβολήν. ἐναλλάττει δὲ
τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος ποιούσας τὰς παρισώσεις
οὕτως, οἷον «τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ
πρῶτον κλέμμα μὲν ψιλίππου, δωροδόκημα δὲ τῶν
ἀδίκων τούτων τοιοῦτον ἐγένετο»· εἰ γὰρ ἐκείνως εἶπε
τὸ μὲν τοίνυν Φιλίππου μὲν ἐν τῇ πρεσβείᾳ κλέμμα,
τουτωνὶ δὲ δωροδόκημαʼ, σαφὴς ἂν ἡ πρὸς κάλλος
ἐγένετο ἐπιβουλὴ τοῦ λόγου· διὰ τοῦτο οὖν ἐνήλλαξεν.
οὕτως εἶπε ῾ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ τὸν
δῆμον ἀκοῦσαί μου τἀληθῆ κεκωλυκότα καὶ τοὺς χρόνους
κατανηλωκότα καὶ μηδὲν ὧν προσετάξατε πεποιηκόταʼ·
ἔφυγεν οὖν τὸ τοιοῦτον. πολλὰ δʼ ἔστιν αὐτοῦ
παραδείγματα, εἴ τις ἐθέλοι ζητεῖν· ἐπεὶ καὶ τὸ «ταῦτα
γράψαντος ἐμοῦ τότε καὶ τὸ τῇ πόλει συμφέρον, οὐ
τὸ Φιλίππῳ ζητοῦντος» τοιοῦτόν ἐστιν. ἀλλʼ οὗτος μὲν
ἔφυγε τὴν τοιαύτην παρίσωσιν ἅτε τὴν τελείαν περὶ
λόγους ἐπιστήμην ἔχων, ὁ δʼ Ἰσοκράτης οὐκ ἂν ἔφυγεν,
ἀλλὰ καὶ μὴ οὖσαν φύσει παρίσωσιν ἐβιάσατο ἂν γενέσθαι
διὰ τὸ μέλειν αὐτῷ κάλλους μᾶλλον καὶ ἐπιμελείας
ἢ πιθανότητος καὶ ἀληθείας. ταῖς μέντοι καθʼ
ὅλον κῶλον παρισώσεσι καὶ πάνυ χρῆται ὁ Δημοσθένης
τὰ γὰρ τοιαῦτα τοῦ κάλλους οὐκ ἀπηλλαγμένα τὸ γοργὸν
οὐδὲν ἧττον ἔχει καὶ ἀληθές, οἷον «τὸ λαβεῖν
οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν
τούτων ἀποδοῦναι παρανόμων γράφῃ; τρισὶ γὰρ κώλοις
καὶ διʼ ὅλων ἴσοις κομμάτιον ἓν ἐπήγαγε τὸ «τπαρανόμων
γράφῃ» καὶ πεποίηκε κάλλος δαιμόνιον ὁμοῦ
τῷ γοργῷ καὶ σφοδρῷ κατὰ τὴν ἀποστροφήν. πολλαῖς
καὶ τοιαύταις Ἰσοκράτης κέχρηται παρισώσεσι, πλὴν
κατὰ τέλος δὲ ὅπως αἱ παρισώσεις γίνονται, δέδεικται
ἔμπροσθεν, οἷον «τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ
δίκην ὑπὲρ αὑτοῦ λαβεῖν» καὶ τὰ ἑξῆς.
Αἵ τε οὖν παρισώσεις καλλωπίζουσιν, ὅπερ ἐλέγομεν,
καὶ αἱ κατὰ κῶλον ἐπαναφοραί, οἷον «μέχρι τούτου
Δασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν
Ὄλυνθον, μέχρι τούτου Τμόλαος, ἕως ἀπώλεσε
Θήβας»· ἐπαναφέρει γὰρ ἐπὶ ταὐτὸ μέρος τοῦ λόγου.
διαφέρει δὲ παρισώσεως τῆς κατʼ ἀρχὰς τὸ σχῆμα τοῦτο,
ᾖ ἐκεῖ μὲν συλλαβή ἐστιν ἡ αὐτὴ ἐπʼ ἀμφοῖν τοῖν κώλοιν,
εἰ δὲ καὶ πλείους, ἀλλʼ οὐ λόγου τι μέρος ὁλόκληρον,
ἐνταυθοῖ δὲ ὅλη τις λέξις· καὶ ὃ μὲν ἂν
ἐπαναφορά, καὶ παρίσωσίς ἐστιν ἡ κατʼ ἀρχάς, ὃ δʼ
ἂν παρίσωσις ᾖ κατʼ ἀρχάς, οὐκέτι καὶ ἐπαναφορά. οὐδὲν
δὲ θαυμαστόν, εἴ τι καὶ λαμπρὸν ἢ ἀκμαῖον ἔχει
τὸ προειρημένον παράδειγμα· συγγένεια γὰρ λαμπρότητι
πρὸς κάλλος ἐν ἅπαντι σχεδὸν πράγματι, διὰ δὲ τοῦτο καὶ
πρὸς ἀκμήν· τὰ γὰρ ἀκμαῖά τε καὶ ὡραῖα — καὶ σώματα
καὶ ὅ τι βούλει — πάντως καὶ λαμπρὰ καὶ καλά,
ἀπόδοσις τὸ γοργὸν ἐποίησεν.
Ἔτι κάλλους ποιητικὸν τὸ τοιοῦτο σχῆμα, ἡ ἀντιστροφή.
ἔστι δὲ τοῦτο ἐναντίον πως τῇ ἐπαναφορᾷ
κατὰ τὸ τέλος ἐχόντων τῶν κώλων τὴν αὐτὴν λέξιν,
καὶ διαφέρει γε πάλιν καὶ τοῦτο τῆς παρισώσεως τῷ
οἷον «ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ καὶ σώσῃ,
μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δʼ ἀναλώσας λάθῃ,
συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν» καὶ
πάλιν «πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν·
ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν, ὃ οὐκ
ἔδει· πάρεστιν Αἰσχίνης» καὶ πάλιν «πρὸς μὲν τὸ τὰ
τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ
προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτο
ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει». σπάνιον
δὲ καὶ τοῦτο παρὰ τῷ ῥήτορι τὸ σχῆμα. καὶ αὐτὸ
μέντοι, εἰ κατὰ κόμμα γένοιτο, γοργὸν ποιεῖ τὸν
λόγον, ἀλλʼ οὐ καλλωπίζει, οἷον «ταξιάρχους παρʼ ὑμῶν,
ἱππάρχους παῤ ὑμῶν». εἰ δʼ ἔχει τι καὶ ἐναργείας κἀνταῦθα
κἀν τῇ ἐπαναφορᾷ, ἑτέρου λόγου.
Καὶ μὴν καὶ ἡ ἐπαναστροφὴ τὸ σχῆμα τῶν καλλωπιζόντων·
ὅταν τις μίαν λέξιν μερίσας τὰς τελευταίας αὐτῆς συλλαβὰς
ἀρχὴν τοῦ ἐπιφερομένου ποιήσηται κώλου, ὡς ὁ
Θουκυδίδης ‘Σαμία μία ναῦς’ καὶ «αὐτίκα βοὴ ἦν»,
καὶ παρὰ τῷ ποιητῇ «Πρόθοος θοὸς ἡγεμόνευε». τὸ οὖν
Ἔτι τῶν ἐπιφανῶς καλλωπιζόντων ἐστὶ μετὰ ἐναργείας
καὶ τὸ κλιμακωτὸν καλούμενον σχῆμα, ὃ δὴ σπάνιον
παρὰ τῷ ῥήτορι, μᾶλλον δὲ οὐδὲ σπάνιον, ἀλλʼ
ἅπαξ ἢ δὶς εἰρημένον· ἔστι δὲ οὐδὲν ἄλλο ἢ πλεονάζουσα
ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δέ». εἰ δʼ αἱ ταχεῖαι τῶν
μερισμῶν ἀποδόσεις καὶ αἱ βραχυκωλίαι πεποιήκασιν
εἶναι καὶ γοργὸν τὸν λόγον ἢ εἰ διὰ τὰς πολλὰς ἀναιρέσεις
γέγονέ πως καὶ εὐειδής, ἑτέρου λόγου. καίτοι
σχεδὸν ἐν ἅπαντι μέρει τῶν ἐκείνου πάντʼ ἂν εὕροις,
οὕτω τῇ κράσει καὶ τῇ μίξει τῶν ἰδεῶν κάλλιστα κέχρηται·
διήκουσι γὰρ διʼ ἀλλήλων σχεδὸν ἅπασαι παρά
γε τούτῳ καὶ καθάπερ ἐκ συμφθάρσεως ἕν τι λόγου
πεποιήκασιν εἶδος, τὸ κάλλιστον δὴ τοῦτο καὶ πολιτικὸν
ὡς ἀληθῶς καὶ Δημοσθενικόν. περὶ δὲ πολιτικοῦ
λόγου, πληρώσαντες τὸν περὶ ἰδεῶν γενικῶν λόγον,
ἀκριβέστερον λέξομεν.
Ἔτι κάλλους ποιητικοὶ καὶ οἱ κατὰ συζυγίαν μερισμοὶ
διὰ τὰς ἰσοκωλίας, ὡς ἐν τῷ περὶ τῆς περιβολῆς
ἐδείκνυμεν.
Καὶ τὸ ὑπερβατὸν δέ, εἰ μὴ κατὰ παρένθεσιν γίνοιτο
ἀλλὰ καθʼ ὑπέρθεσιν, κάλλος ποιεῖ. ἔστι δὲ τὸ
μὲν καθʼ ὑπέρθεσιν ὑπερβατὸν τοιοῦτον, οἷον «τὴν
τοῦ διαπράξασθαι ταῦθʼ, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων
τὸ δὲ κατὰ παρένθεσιν ἐξ ἐπεμβολῆς γίνεται,
Ἔτι σχήματα καλλωπίζει πως καὶ τὰ καινοπρεπῆ,
οἷον «ὑμεῖς δʼ ὁ δῆμος καὶ πάλιν «καὶ εἰ μηδὲ διʼ
ἓν ἄλλο» ἀντὶ τοῦ ‘εἰ καὶ διὰ μηδὲν ἄλλο’ καὶ πάλιν
«Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ».
Καὶ μὴν καὶ αἱ διὰ δύο ἀποφάσεων γινόμεναι καταφάσεις
κάλλους ἴδιον σχῆμα, οἷον «οὐδʼ οὐκ ἐθέλοντα
μάχεσθαι» ἀντὶ τοῦ θέλοντα, καὶ ὁ ῥήτωρ «ἔστι δὲ
οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης»· ἀντὶ γὰρ τοῦ εἰπεῖν
ὅτι ‘δῆλόν ἐστιν’ ὃ δὲ «οὐκ ἄδηλον» ἔφη.
Ἔτι κάλλους ἴδιον καὶ τὸ πολύπτωτον καλούμιενον
σχῆμα, εἰ κατὰ κῶλον ἐκφέροιτο, οἷον «αὕτη τῶν περὶ
Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη.
τοῦτο τὸ ψήφισμια τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον
παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» καὶ τὰ ἑξῆς.
κατὰ μέντοι κόμμα εἰ γένοιτο, πλέον ἔχει τὸ γοργόν,
οὐ μὴν οὐδʼ οὕτως ἀπήλλακται τοῦ κάλλους, οἷον «οὗτοι
γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος
ἐστὶ μὴ παρακρουσθῆτε». Καὶ σχήματα μὲν καλλωπίζει
τὸν λόγον τοσαῦτα.
Κῶλα δὲ κεκαλλωπισμένα φύσει μὲν τὰ μετρίως μακρότερα,
εἰ τῇ συνθήκῃ μὴ διεστήκοι μηδʼ εἴη σύγκρουσίς
καὶ τοῦ κάλλους μεμέληκε. ταυτὶ μὲν οὖν ὅπερ ἔφην
ὄντως καλλωπίζει τὰ κῶλα. δοκεῖ δέ πως κἀκεῖνα τὰ
κῶλα ἐπιμέλειαν ἔχειν καί τινα κόσμον ὑφειμένον μὲν
καὶ οὐ μάλα τι κωμμωτικόν, ὃμως γοῦν κοσμεῖ τὰ ἐξ
ἐπιπλοκῆς βραχείας, ὅταν διʼ ἀλλήλων ὥσπερ ἐξ ἐπεμβολῆς
λέγηται πεπλεγμένα, τῆς ὅλης διανοίας μὴ
καθʼ ἕκαστον αὐτῶν πληρουμένης, διʼ ὅλων δὲ ὡς μιᾶς,
οἷον «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν,
ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ
γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν
ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν
αὐτῷ τὸ παῤ ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν» καὶ πάλιν
«ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Λεπτίνης,
κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον
μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς
ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας,
καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»· ὁρᾷς
γάρ, ὅπως βραχέα ἐστὶν ἅπαντα πλὴν τῶν τελευταίων
ἐξ ἀκολουθίας τινὸς ἐπεμβεβλημέναι, ἀλλʼ οὐ κατακόρως
ἐπιμελείας πλέον, εἰ καὶ γοργότητος ἔχει τι. τοῦ δὲ
τοιούτου κάλλους καὶ τῆς ἐπιμελείας ταύτης πολλὰ μὲν
καὶ ἄλλα ἔστι Δημοσθενικὰ παραδείγματα ἐν ἅπασιν
αὐτοῦ τοῖς λόγοις, ὅ γε μὴν Περὶ τῆς ἀτελείας σχεδὸν
καὶ κεκοσμημένον· τὴν δὲ αἰτίαν, διʼ ἣν τοιοῦτος, αὐτὸν
ἐξηγούμενοι τὸν λόγον εἰρήκαμεν.
Ἐκ μέντοι τῶν προειρημένων δῆλον δὴ καί, συνθήκης
ὁποίας δεῖ τῷ περικαλλεῖ λόγῳ, καὶ ὅτι μάλιστα
μὲν τῆς ἄνευ συγκρούσεως τῶν φωνηέντων, ἔπειτα τῆς
μὴ πόρρω μέτρου τινὸς οὔσης καὶ μέτρου γε τοῦ οἰκείου
κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου
δηλονότι, ὃ ἂν ἐργαζώμεθα. ἄλλο μὲν γὰρ σεμνοῦ λόγου
μέτρον οἰκεῖον, ὡς ἐν τῷ περὶ σεμνότητος ἐλέγομεν,
ἄλλο δὲ ἄλλης ἰδέας, ὡς καθʼ ἑκάστην εἰρήκαμεν. εἴπερ
δέ τινος ἄλλου, ὁ περικαλλὴς λόγος τῆς συνθήκης δεῖται·
κατὰ γὰρ ταύτην τὸ πλεῖστον αὐτοῦ ἐκφαίνεται,
καὶ ἡ ἐπιμέλεια καὶ ὁ κόσμος ἐνταῦθα ἐκπρεπής. διόπερ
κακία γὰρ τοῦτό γε. διὰ πλειόνων δὲ μέλλων ἀκριβολογεῖσθαι
ἐπανιτέον. γίνεται γάρ, ὡς ἐλέγομεν, τοιοῦτος ὁ ῥυθμὸς
κατὰ τὴν συνθήκην, οἷος ἐγγὺς εἶναι τοῦ καὶ ἔμμετρόν
πως τὸν λόγον φαίνεσθαι καὶ ἦχόν τινα τοιοῦτον
ἀποτελεῖν, εἰ πρῶτον μέν, ὅπερ ἔφην, μὴ συγκρούοι
τὰ φωνήεντα· ἔπειτα εἰ οἷ πόδες, ἐξ ὧν σύγκειται
ὁ ῥυθμός, οἰκείως ἔχοιεν πρὸς ἀλλήλους καὶ μὴ ἀναρμοστοῦντες
τραχύτητα ποιοῖεν· τρίτον, ὃ καὶ μέγιστον,
εἰ τὰ μέρη τοῦ λόγου, διʼ ὧν σύγκειται ὁ ῥυθμός, μὴ
ἰσοσύλλαβα μηδὲ ἰσόχρονα μηδὲ ἰσότονα εἴη, ἀλλὰ τὰ
μὲν ἐλαττόνων, τὰ δὲ πλειόνων καὶ συλλαβῶν καὶ
διʼ ἀλλήλων ποικίλως συντιθοῖτο ταῦτα, ὥστε μεταξὺ
τῶν μακρῶν λέξεων τὰς μικρὰς καὶ τῶν μικρῶν τὰς
μεγάλας κεῖσθαι· αὕτη γὰρ μάλιστα ἐπιμελής τε καὶ
κεκοσμημένου λόγου συνθήκη.
Ἀναπαύσεις δὲ λόγῳ περικαλλεῖ πρέπουσιν οὐχ αἱ
βεβηκυῖαι· σεμνότερον γὰρ τοῦτό γε καὶ σεμνῷ κάλλει
ἁρμόττει, οἷον «ἐκδεδυκέναι τὰς λειτουργίας»· σεμνὴ
γὰρ ἡ ἀνάπαυσις καὶ βεβηκυῖα· ἐμέλησε γὰρ τῷ ῥήτορι
τοῦ μὴ διόλου καλλωπίζειν δοκεῖν. τό γε μὴν ἐπιφερόμενον
ἔχει τι τοῦ περικαλλοῦς, εἰ καὶ αὐτό πως βεβηκέναι
δοκεῖ, «καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ»·
γίνεται ῥυθμός, εἰ ἅμα τῇ ἐννοίᾳ πληρουμένῃ καὶ
ἐξ ἐναντίας τῶν προειρημένων, ὅτε τῆς ἐννοίας μὴ
πεπληρωμένης πω, μεταξὺ δέ πως διαναπαυομένης ἡ
κατάληξις εἰς βραχὺ μέρος γίνοιτο λόγου καὶ ἤτοι βραχεῖαν
ἔχοι τὴν τελευταίαν ἢ πάντως βραχείᾳ παραληγομένην,
οἷον «ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας
ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἔστίν, ἐάσω»
καὶ πάλιν «ἔστι δʼ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης
καὶ πάλιν «κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ» καὶ
πάλιν «δίκαιον μὲν οὐδὲν ἐρεῖ»· ταῦτα γὰρ πάντα
ῥυθμοί τινές εἰσιν οὐ βεβηκότες ἀλλʼ ἀπηρτημένοι, ὡς
εἴρηται, καὶ χρήσιμοί γε οὗτοι τῷ κεκοσμημένῳ λόγῳ·
ὅτι διὰ τὸ μὴ ὅμοιον ἂν γενέσθαι τὸν ἦχον, εἰς
μακρὰς πάσας εἰ κατέληγεν, ὅ ἐστι τοῦ βεβηκότος
ῥυθμοῦ. οὐ μὴν ἀλλʼ εἴτε βεβηκὼς εἴτε μὴ ὁ τοιοῦτος
εἴη ῥυθμός, ἵνα μὴ πάντῃ τῷ Διονυσίῳ, ὃς δοκεῖ
περὶ λέξεώς τι πεπραγματεῦσθαι, ἀντιλέγωμεν, δῆλον
ὡς τοῦ κάλλους ἐστὶν ἴδιος. ἔτι δὲ μειζόνως τὸ ἐκπρεπὲς
τῆς τοιαύτης ἀναπαύσεως τοῦ ῥυθμοῦ φανερὸν
γίνεται, εἰ μονοσύλλαβον εἴη τὸ τελευταῖον μέρος τοῦ
λόγου, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ» καὶ
«Θετταλοὲ δὲ οὐδένα πώποτε ὅντινα οὔ». τεκμήριον
δὲ ἐναργέστερον τούτου τὰ μέτρα καὶ τὰ ποιήματα· καὶ
γὰρ τῶν ἐπῶν τὰ εἰς μονοσύλλαβόν τι μέρος λόγου
ἱστάμενα εὐειδέστερά πως καὶ κρουστικώτερά εἰσιν, ἀλλʼ
οὐ σεμνότερα, οἷον «ἔτι δʼ ἀμβροσίη νύξ» καὶ «κάρη
τάμοι ἀλλότριος φώς καὶ «Ἀπόλλων Ἀρτέμιδι ξύν» καὶ
ὅσα τοιαῦτα. Ταῦτα περὶ τοῦ ἐπιθέτου κάλλους ἐν λόγῳ.
Ὁ δὲ λεγόμενος ὡραῖος λόγος καὶ ἡ ἀβρότης οὐ τούτου
περὶ γοργότητος ἂν εἴη λέγειν.
1 Καλὸς μὲν οὖν ἅμα ὄγκῳ καὶ ἀξιώματι λόγος καὶ
ἔτι σαφὴς ὅπως γίνεται, ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν.
δεῖ δὲ τῷ τοιούτῳ λόγῳ πάντως καὶ γοργότητος, ἵνα
μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾗ καὶ τὸ
κάλλος, ἀλλὰ καὶ γοργόν· γοργότητι γὰρ ἐναντίον τὸ
ἀνειμένον καὶ ὕπτιον.
Ἡ τοίνυν γοργότης θεωρεῖται μὲν καὶ ἐν λέξει καὶ
ἐν μεθόδῳ καὶ ἐν τοῖς λοιποῖς πλὴν ἐννοίας, εἰ μή τις
ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι· περὶ δὲ ὀξύτητος
ἐν τῷ περὶ ἀφελείας τε καὶ δριμύτητος λέξομεν
καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλʼ ἥ γε λέξις, ὁποία
ποτʼ ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥ τʼ αὖ
μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς
ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου·
οὗτος δʼ ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς
θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ
τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία,
ὀξύτητά τε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν
θήσεταί τις· περὶ δὲ ταύτης ὅπερ ἔφην ἔν τε τῷ περὶ
Μέθοδος τοίνυν ὅπερ ἔλεγον γοργότητος μία, τὸ
ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις ταῖς
τε ἀντιθέσεσιν ὡσαύτως, οἷον «τί γὰρ καὶ βουλόμενοι
μετεπέμπεσθε ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν
εἰρήνην; ἀλλʼ ὑπῆρχεν ἅπασιν. ἀλλʼ ἐπὶ τὸν πόλεμον;
ἀλλʼ αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε» καὶ πάλιν «ναί,
φησίν· ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν
φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον
ὁ πολλάκις μὲν φυγών καὶ τὰ ἑξῆς, καὶ πάλιν
«κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε· ἀλλʼ ὅμως δεῖ
σῶς αὐτοὺς εἶναι· συμφέρει γὰρ τῇ πόλει»· ταῦτα γάρ
πώς εἰσι καὶ ὀξέα. — Περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως
καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν
ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται.
Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν» δοκεῖ μέν πως
εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλʼ εἶναι
μᾶλλον σχῆμα· εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν
ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν
Σχήματα δὲ τὰ μὲν ὁμολογουμένως ἐστὶ φύσει γοργὰ καὶ τμητικὰ καὶ αὐτῆς γε εἵνεκα τῆς γοργότητος παραλαμβάνεται, τὰ δὲ τὴν συμβαίνουσαν τῷ λόγῳ πολλάκις διά τινας ἀνάγκας ὑπτιότητα ἐξαιρεῖσθαι πέφυκε. καὶ πρῶτόν γε περὶ τούτων λέξομεν.
Ἐξαιρεῖται τοίνυν ὑπτιότητα λόγου σχῆμα τὸ καθʼ
ἐπὶ τὴν ἀφήγησιν «ἐπιβουλεύοντα τοῖς Ἕλλησι». τοιοῦτόν
ἐστι καὶ τὸ «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου»,
εἴθʼ ἡ ὑποστροφὴ «οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγʼ
ἐπολιτευόμην πω τότε», εἶτα πάλιν ἡ ἀφήγησις «πρῶτον
μὲν ὑμεῖς οὕτω διέκεισθε», καὶ τὰ ἑξῆς δὲ τοιαῦτά
ἐστι τοῦτο τὸ σχῆμα
ἐν σαφηνείᾳ· ἐκείνη τε γὰρ τὰ συγκεχυμένα
διευκρινεῖ πρὸς σαφήνειαν, ὡς ἐδείκνυμεν ἐν τῷ περὶ
σαφηνείας, ταῦτά τε τὰ σχήματα τὸν ὑπτιάζοντα λόγον
ὀρθοῖ καὶ γοργὸν ποιεῖ. κατὰ τὰ αὐτὰ δὲ τοῖς περὶ
σαφηνείας ἔχει καὶ τὰ μέλλοντα ῥηθήσεσθαι· ὥσπερ
γὰρ ἐκεῖ ἡ μὲν καθαρότης καθʼ ἑαυτὴν ἐποίει τὸν σαφῆ
λόγον, προσεδεῖτο δὲ τῆς εὐκρινείας, εἴ που συγχέοιτο
ὁ λόγος, εἰς ἐπανόρθωσιν, οὕτω κἀνταῦθα πάλιν ἔστι
μὲν τὸ ποιοῦν τὴν γοργότητα μάλιστα εἶδος λόγου τὸ
τμητικόν, εἰ δέ ποτʼ ἐκπίπτοι κατʼ ἀνάγκην τινὰ εἰς
ὑπτιότητα, δεῖ τῶν προειρημένων σχημάτων, ἃ δὴ πέφυκεν
ὀρθοῦν καὶ διεγείρειν τὸν λόγον ἀπὸ τῆς ὑπτιότητος.
τμητικὸς. δὲ λόγος καὶ γοργὸς μάλιστα ἐν τοῖς
σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται. εἰδέναι δὲ χρή,
γε εἶναι τμητικός, ποτὲ δὲ δοκεῖ μὲν εἶναι τοιοῦτος,
οὐ μὴν τέμνει γε ὡς ἀληθῶς τὰ πράγματα, ποτὲ δὲ
ἀμφότερα, καὶ τέμνει καὶ δοκεῖ τέμνειν. κείσεται δὲ
αὐτοῦ καὶ παραδείγματα καθʼ ἕκαστον τούτων ὀλίγον
ὕστερον, ἔνθα καὶ σαφέστερόν τι περὶ τούτων ἐροῦμεν.
Νῦν δὲ πρῶτον περὶ τῶν σχημάτων λέξομεν, ἃ τμητικὰ
ἐλαχίστου ἐξαλλαγαί, οἷον «τὸ πρῶτον Ἀμφίπολιν λαβών,
μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην
αὖθις, εἶτα Θετταλίας ἐπέβη» καὶ τὰ ἑξῆς, οἵ τε διʼ
ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον
«ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τούς
πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται». τὸ κατʼ ἐπαναφορὰν
κομματικόν, οἷον «ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ
σαυτὸν καλεῖς». τὸ κατʼ ἀντιστροφὴν κομματικὸν «ταξιάρχους
παρʼ ὑμῶν, ἄρχοντας παρʼ ὑμῶν». αἱ ταχεῖαι
καὶ διʼ ἐλαχίστου συμπλοκαί, οἷον «καὶ σπουδαῖα νομίζων,
ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν
βουλεύεσθε, ἐφʼ ἃ παρελήλυθα», καὶ ὁ Θουκυδίδης
«καὶ οἱ πατέρες ὑμῶν, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν οἱ
πρεσβύτεροι». εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ μὴ
καθʼ ἑκάστην πληρουμένης τε καὶ ἱσταμένης τῆς διανοίας,
ἀλλʼ εἰς μίαν ὡς περίοδόν τινα πασῶν ἐμπεριλαμβανομένων,
τοῦ μὲν τμητικοῦ οὐδὲν ἧττον ἔμφασις
Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον.
Σχήμιατα μὲν γοργότητος ταῦτα, καὶ νὴ Δία τοῦ τε
φαινομένου μὲν τμητικοῦ, μὴ ὄντος δὲ τοιούτου λόγου
καὶ τοῦ ἀμφότερα φαινομένου τε καὶ τέμνοντός γε ὡς
ἀληθῶς ἐν βραχέσι τὰ πράγματα. τοῦ μέντοι τέμνοντος
μέν, μὴ μέντοι γε δοκοῦντος τέμνειν οὐ ταῦτα, ἀλλʼ οἵ
τε πλαγιασμοὶ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα·
πολλὰ γὰρ διʼ ἐλαχίστων ἐν ἐκείνοις λέγεται τοῖς σχήμασιν
οὐ παραδηλούντων ἡμῶν, ὅτι τέμνομεν τὰ πράγματα.
παραδείγματα δὲ αὐτῶν θήσομεν ἑκάστου, ἵνα καὶ
σαφὴς ὁ λόγος ᾖ. — Τοῦ μὲν οὖν τέμνοντος τὰ πράγματα
λόγου, οὐ μὴν δοκοῦντος τέμνειν παράδειγμα τὸ
«πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν
καθʼ ἑκάστην ἐκκλησίαν» καὶ τὰ ἑξῆς· τοῦτο μὲν οὖν
ἐκ πλαγιασμοῦ τοιοῦτον ἐγένετο. τοῦ δʼ αὖ κατὰ συστροφὴν
σχήματος ἐν τούτῳ τῷ εἴδει παράδειγμα τόδε
«ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων πῶς
ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδιδοὺς
τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι
σκήψαιτο;» πολλὰ γὰρ διʼ ὀλίγων ἐν ἀμφοτέροις εἴρηται,
σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν
πολλά γε ὡς ἀληθῶς λέγει πράγματα οὐδὲ ταχέως ἀφʼ
ἑκάστου αὐτῶν ἀπαλλάττεται, ἀλλὰ τοὐναντίον καὶ
ἐπιμένει περιβάλλων· γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι
καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ
προσλαμβάνων περὶ ἑκάστου ὡς ἰδίαν ἔχοντος ὑπόστασιν
ἐμφαίνει, παραδηλῶν ταῖς συμπλοκαῖς καὶ μεταβάσεις
ποιούμενος ἀπὸ πραγμάτων ἐπὶ ἕτερα πράγματα.
διὸ πολλὰ ἔδοξεν εἶναι δύο ὄντα σχεδὸν τὰ πάντα· ἔστι
γὰρ ἣ τε Εὔβοια καὶ τὸ Βυζάντιον, εἰ δὲ βούλει, ἔστω
καὶ πλείονα, οὐ μὴν τοσαῦτά γέ ἐστιν, ὅσα ἐμφαίνεται
εἶναι διὰ τὰς συμπλοκάς. παραδείγματα δὲ καὶ τούτου
τοῦ μὴ τέμνοντος μὲν τὰ πράγματα λόγου, δοκοῦντος
δὲ λέγεσθαι τμητικῶς μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. —
Τοῦ δʼ αὖ καὶ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος
εἶναι παράδειγμα τὸ «καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι,
ἐκείνης γὰρ ἴδιον τὸ εἰδέναι, καὶ τούτοις καὶ
τοῖς ἄλλοις ἅπασιν εἴδεσι πότε καὶ ποῦ καὶ πρὸς ὅντινα
καὶ πῶς προσήκει χρῆσθαι. Ἀλλʼ ἐπὶ τὸν περὶ
γοργότητος λόγον πάλιν ἐπανιτέον. μέθοδον μὲν γὰρ
καὶ σχήματα, διʼ ὧν γοργὸς ὁ λόγος γίνεται, εἰρήκαμεν·
ἀπὸ δὲ τῶν σχημάτων δῆλά πως καὶ τὰ ἑξῆς.
Λέξις μὲν γὰρ ὅπερ ἔφην βραχέα, ἥτις ἂν εἴη, τοιάδε
Κῶλα μὴν τοῦ λόγου τοῦ γοργοῦ πάντως εἶναι βραχέα
δεῖ.
Συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μηδʼ ὅλως
ἔχουσα σύγκρουσιν φωνηέντων· οὐ γὰρ δὴ κεχηνέναι
δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι
δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς
τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει· καὶ
τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας,
ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα
καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ
σαφέστερον ἐποίησε καὶ γοργότερον· οἱ γὰρ τετράμετροι
αὐτῷ διὰ τοῦτʼ οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι
τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται·
ῥυθμὸν ἢ μέθοδον ἢ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν.
καίτοι τὸ «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων
τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται
τάχʼ ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν
τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς.
Ἀνάπαυσις δὲ γοργὴ ἡ εἰς τροχαῖον φύσει καταληγουσα καὶ μὴ βεβηκυῖα· οὐ γὰρ δύναται ὁ ῥυθμὸς γοργὸς εἶναι βεβηκώς. περὶ δὲ βεβηκότων ῥυθμιῶν καὶ τῶν οἱονεὶ κρεμαμένων καὶ ἀνηρτημένων ἐν τῷ περὶ κάλλους ἀκριβέστερον εἴρηται.
2 Σαφὴς μὲν δὴ καὶ ἀξιωματικὸς καὶ ἔτι αὖ καλός τε
καὶ γοργὸς ὅπως γίνεται λόγος, ἐν τοῖς πρὸ τούτων ἡμῖν
δεδήλωται· ἕποιτο δʼ ἂν ἐκείνοις ὁ περὶ ἤθους ἀναγκαίως.
χρησιμώτατον γὰρ εἴπερ ἄλλο τι καὶ τοῦτο δὴ
τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναι τε ὅπως γίνεται καὶ
ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ
τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δʼ αὖ καταμιγνύναι
τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἤ
ἐκεῖνο μὲν γὰρ γένοιτʼ ἄν, εἰ τοῖς ὑποκειμένοις
προσώποις οἰκείους καὶ πρέποντας τοὺς λόγους περιάπτοι
τις, οἷον στρατηγοῖς ἢ ῥήτορσιν, ἢ τοῖς ἰδίως ὀνομασθεῖσιν
ἠθικοῖς, οἷον λίχνοις ἢ δειλοῖς ἢ φιλαργύροις
ἢ τοῖς τοιούτοις· καὶ μαθησόμεθά γε τοῦτο, οἷά τινα
εἴδη τίσιν ἁρμόττει προσώποις, ἐν τῷ περὶ δεινότητος·
τοῦτο δέ, περὶ οὗ νυνὶ λέγομεν, αὐτό τε καὶ τὰ εἴδη
αὐτοῦ, δύναται μὲν καὶ διʼ ὅλου ποτὲ λόγου παραλαμβάνεσθαι
ὥσπερ καὶ ταῦτα, οἷον σεμνότης, τραχύτης
καὶ τὰ λοιπά, δύναται δὲ καὶ κατὰ τὰ αὐτὰ καθάπερ
κἀκεῖναι καὶ μερικῶς που γίνεσθαι χρήσιμα, ὥσπερ
ἔστι πολλάκις εὑρεῖν παρὰ τῷ ῥήτορι. σαφὲς δὲ ὃ λέγω
μᾶλλον γενήσεται ἐπισκεψαμένοις τὸν λόγον τὸν περὶ
αὐτοῦ.
Ἦθος τοίνυν ἐν λόγῳ ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια,
καὶ πρὸς τούτοις τὸ κατʼ αὐτὸν ἐμφαινόμενον ἀληθὲς
καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν
ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥ
ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας
3 Ἔννοιαι τοίνυν εἰσὶν ἀφελείας ἀπλῶς μὲν εἰπεῖν αἱ
καθαραί· αἱ γὰρ ἀπάντων ἀνθρώπων κοιναὶ καὶ εἰς
πάντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν καὶ μηδὲν ἔχουσαι
βαθὺ μηδὲ περινενοημένον δῆλον ὡς ἀφελεῖς ἂν
εἴησαν ἡμῖν καὶ καθαραί, οἷον «ἐμὲ μὲν φαῦλον ἡγεῖσθε,
τουτονὶ δὲ ἄφετε»· καὶ τοῦτό γε ὁμολογούμενον, ὡς
αἵ τε καθαραὶ ἔννοιαι πάντως ἂν εἶεν καὶ ἀφελεῖς αἵ
τε αὖ ἀφελεῖς καὶ καθαραί. ἰδίως δʼ ἂν λέγοιντο ἀφελεῖς
αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων, ἵνα
μὴ ἀβελτέρων λέγῃ τις, οἷον τὸ περὶ πραγμάτων διεξιέναι
τινῶν καὶ λέγειν αὐτὰ μηδεμιᾶς ἀνάγκης οὔσης
μηδὲ ἐπερωτῶντός τινος, ὡς τὰ πολλὰ ἔχει τῶν Ἀνακρέοντος
καὶ πάλιν τὰ Θεοκρίτου ἐν τοῖς βουκολικοῖς
καὶ ἄλλων οὐκ ὀλίγων, οἷον
χωρίζομεν γὰρ οὐδαμῇ ὡς ἑτέρας τὰς καθαρὰς
οὔσας ἐννοίας παρὰ τὰς ἀφελεῖς οὐδʼ αὖ τὰς ἀφελεῖς
εἴποι τις ἂν ἰδίας εἶναι τῆς ἀφελείας, ὡς προείρηται,
καίπερ οὐδὲν ἧττον οὔσας καθαράς, λέγω δὲ ταύτας,
αἳ καὶ παίδων γένοιντο ἂν νηπίων, ὡς ἔλεγον, καὶ
ἀνδρῶν ἐγγὺς ἡκόντων φρενῶν γε ἕνεκα τοῦ νηπίου
καὶ γυναίων ὡσαύτως καὶ γεωργῶν ἀγροίκων καὶ ὅλως
ἀληθὲς εἰπεῖν ἀφελῶν καὶ ἀκάκων ἀνθρώπων, οἷον «ὡς
καλός μοι ὁ πάππος, ὦ μῆτερ» καὶ πάλιν «αὐτοί τε
πονηροί», φησὶ λέγων τοὺς Ἀσσυρίους ὁ Κῦρος, «καὶ
ἐπὶ πονηρῶν ἵππων ὀχοῦνται»· ὁρᾷς, ὅσον τὸ ἀφελὲς
τῆς γνώμης; καὶ μὴν καὶ τὸ
δεῖ, ἃ καὶ ἰδίως ἠθικὰ καλεῖται. δεῖ δὲ τοῦτο ἐπεσκέφθαι,
ὅτι αἱ οὕτως λεγόμεναι καθαραὶ ἔννοιαι οὖσαι
τῷ λόγῳ τῷ πολιτικῷ. — Ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ
πλησιάζειν πως δοκοῦσαι τῷ εὐτελεῖ· γίνονται δὲ αὗται,
ὅταν περὶ εὐτελῶν καὶ τῶν τυχόντων πραγμάτων
λέγῃ τις, ὡς ἐν τῷ Κατὰ Στεφάνου ψευδομαρτυριῶν
«ἣ τὰ καταχύσματα φησὶ «κατέχεε» καὶ πάλιν ἑτέρωθι
ἐφέσει τὸ λέγειν, ὅτι ταινίας ἐπίπρασκεν ἐν τῇ ἀγορᾷ
ἡ μήτηρ. ὅλως τε πολλὰ τοιαῦτα ἔστιν ἐν ἰδιωτικοῖς,
παρὰ δὲ τῷ Λυσίᾳ καὶ μᾶλλον· ἐν δὲ τοῖς δημοσίοις
σπάνιά γε τὰ τοιαῦτα καὶ μετά τινος παραμυθίας εἰσάγεται,
ὥσπερ τὸ «ἄνευ τοῦ προσωπείου κωμάζει» προσλαβὸν
τὸ ἐνδιάθετον οἷον «τοῦ καταράτου Κυρηβίωνος»
καὶ τὸ «ὃς ἐν ταῖς πομπαῖς» ἤρθη πως ἀπὸ τοῦ
ἄγαν εὐτελοῦς. καὶ τοῦτο δὲ τὸ «ἀλλʼ ὡς ἡ μήτηρ σου
τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ
εἰπεῖν «γάμοις καὶ αὐτῇ τῇ σφοδρότητι καὶ τῇ εἰρωνείᾳ
ὥσπερ καταγινώσκοντα τῶν εἰρημένων εἰπεῖν, ὅτι ὑπὸ
τῶν γρᾳδίων οὕτω προσηγορεύετο. ἐκεῖνα μέντοι διὰ
τὸ ἄγαν εὐτελὲς καὶ ὠβέλισάν τινες καὶ ὑπεξείλοντο,
ἴσως ὀρθῶς ποιοῦντες, λέγω τὸ «κυάμους ἑφθοὺς βοῶσα
καὶ κατὰ πᾶν τὸ θέρος ἐπλανᾶτο» καὶ τὰ ἑξῆς·
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐν μὲν ἰδιωτικοῖς λόγοις
ἴσως ἂν ἁρμόσειεν, ἐν δημοσίῳ δὲ καὶ τηλικοῦτον
ἔχοντι ἀξίωμα λόγῳ ἢ προσώπῳ ἢ πράγματι πῶς ἂν
ἁρμόττοι; τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Κατὰ Νεαίρας
ὠβελισμένον ὑπό τινων τὸ ῾ ἀπὸ τριῶν τρυπημάτων
τὴν ἐργασίαν πεποιῆσθαιʼ λέγειν· λίαν γὰρ εὐτελές
πλῆθος ὥσπερ ἐνταῦθα τοῖς τοιούτοις χρῶνται παραδείγμασιν,
ἓν δέ τι ἀπολαβόντες λέγουσι, τοῦτο δὲ οὐκέτι
ἐᾷ γενέσθαι πάντῃ τὸν λόγον ἀφελῆ· ἔπειτα δὲ
καὶ φύσει μέλει τοῖς ποιηταῖς ἀμφοτέρων, τοῦ τε ἡδέος
καὶ τοῦ μεγέθους, διὸ ἢ λέξεσιν ἢ σχήμασιν αὐτὸ
ἐξαίρουσι καίπερ ἴσως ὂν κατʼ ἰδίαν φύσιν ἀφελὲς καὶ
ἡδύ. — Καὶ περὶ μὲν γλυκύτητος αὐτίκα λέξομεν· τὸ
δὲ προειρημένον παράδειγμα καὶ μᾶλλον ἐγένετο ἀφελὲς
διὰ τὸ πλεονάσαι τοῖς κατὰ μέρος, ὡς καὶ μικρῷ
πρότερον ἐλέγομεν. μέθοδος δέ τις αὕτη ἀφελείας ἀλλʼ
οὐκ ἔννοια, τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντας·
ἐπεὶ καὶ τὸ «εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο
τι μισθοῦ πράττοντας» εἰ ἀφέλοι τις τὸ ἀόριστον, ἐπιμείναι
δὲ τοῖς κατὰ μέρος, ἀφελῆ ποιήσει τὸν λόγον,
οἷον εἰ οὕτω λέγοι ῾ εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς
σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς ποιμένας
καὶ τοὺς νομέαςʼ· εἰ γὰρ οὕτως ἐπιμείναι τις τοῖς κατὰ
μέρος, πάνυ ἂν ἐργάσαιτο ἀφελῆ τὸν λόγον. — Ἔτι
ἀφελές τε καὶ ἠθικὸν κατʼ ἔννοιαν καὶ τὸ διʼ ὅρκων
πιστοῦσθαι ὁτιοῦν ἀλλὰ μὴ διὰ τῶν πραγμάτων, οἷον
«καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν
τὰ τῶν ὅρκων. καὶ εἰ τοὺς ἀκούοντας δὲ ὁρκίζοι ἢ
τὸν ἀντίδικον, ὡσαύτως· οὐ γὰρ ἀγωνιστικὰ ταῦτά
γε, οἷον «πρὸς Διὸς καὶ θεῶν, μὴ ἀποδέξησθε» καὶ
ὅσα τοιαῦτα, ἀλλὰ ἠθικὰ τῇ πίστει καὶ πιθανά. εἰ
μέντοι μεθοδεύοι τινὰ πίστιν ἀγωνιστικὴν ἢ καὶ ὁτιοῦν
ἕτερον ὥστε μεταπεσεῖν εἰς ὅρκου σχῆμα, τὸ τοιοῦτον
ἄλλο τι λέγω καὶ οὐκ ἀφελὲς οὐδὲ ἠθικόν· οὐδὲ
γὰρ ὅρκος ἔτι ἐκεῖνό γε ἂν εἴη, ἀλλὰ μεθωδεύθη μέν
πως ἄλλο τι ὂν ὥστε εἰς τοῦτο ἀφικέσθαι, φυλάττον
δὲ τὴν οἰκείαν δύναμιν προσλαμβάνει τι καὶ ἕτερον
διὰ τῆς μεθόδου, οἷον «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι
προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἑξῆς· τοῦτο
γὰρ ἔνδοξον ὂν παράδειγμα καὶ πίστις τοῦ, ὅτι σύνηθες
τῇ πόλει ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας
ἀγωνίζεσθαι καὶ κινδυνεύειν, μεθοδευθὲν οὕτως ὥστε
μεταπεσεῖν εἰς ὅρκον πεποίηκε λαμπρότητα καὶ μέγεθος
ἀλλʼ οὐκ ἀφέλειαν οὐδὲ ἦθος. Ταῦτα μὲν οὖν
ταύτῃ· ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. ἔννοιαι μὲν γὰρ
ἀφελεῖς αὗται καὶ αἱ τοιαῦται.
Μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ
ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν, ὅπερ τινὲς εἶδος
δριμύτητος ὠνομάκασιν, οὐ μόνον οὐκ ἀφελές, ἀλλὰ
καὶ ἐναντίον ἐστὶ τῷ ἀφελεῖ· δεινότητος γὰρ ἴδιον τὸ
τοιοῦτον· οὐδὲν γὰρ ἄλλο ἢ ἐπιπόλαιός ἐστι βαθύτης
ἡ ὀξύτης αὕτη — εἴτε καὶ δριμύτης, διαφέρει δὲ ὀνόματος
ἕνεκα ἡμῖν οὐδέν —, ἀλλὰ τῷ ψιλὸν καὶ ὥσπερ
ἔφην ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα καίπερ ὂν βαθὺ
Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ
καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας,
ὡς τὸ ῾ ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾ κλαυσίγελωςʼ
αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ
ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ
πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης
οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς
Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ
καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ
μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου
δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι
καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ
Νικοστράτῳ.
Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ· ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ.
Ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα· καίπερ
γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει
τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη
γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον
βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται
δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους.
Ἐπηγγειλάμην δὲ ἐρεῖν τι καὶ περὶ γλυκύτητος καὶ
4 Ἔννοιαι δὲ γλυκεῖαί τε καὶ ἡδονὴν ἔχουσαι μάλιστα
μὲν πᾶσαι αἱ μυθικαί, οἷον «ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη,
εἱστιῶντο οἵ τε ἄλλοι θεοὶ καὶ ὁ τῆς Μήτιδος
υἱὸς Πόρος» καὶ τὰ ἑξῆς, ἔστι δὲ ἀπὸ τοῦ Συμποσίου
ταῦτα Πλάτωνος· καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν
ἐν Φαίδρῳ «ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν
Μούσας γεγονέναι» καὶ τὰ ἑξῆς· καὶ παρὰ τῷ ῥήτορι
τὰ ἐν τῷ Κατʼ Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ
μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν
ἠξίωσαν παρʼ ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι
δὲ Κὐμενίσι καὶ Ὀρέκτῃ τοὺς δώδεκα θεούς». ἀλλʼ ἐνταῦθα
μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ
ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν
ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα·
ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθʼ ἃς δεῖ χρῆσθαι
τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος
ἡμῖν λελέξεται. ἀλλʼ ἐκεῖσε ἐπάνειμι. — Πρῶτον μὲν
γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν
δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον
τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι
τοιουτότροπον. — Τρίτην δὲ ἔχει τάξιν τὰ κατʼ ὀλίγον
μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα,
μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν
οὐδὲ ὁμοίως τοῖς φύσει μυθικοῖς μετέχει τῆς γλυκύτητος.
— Ἕτερον δὲ παρὰ ταῦτα εἶδός ἐστιν ἡδονὴν
ἔχον καὶ γλυκύτητα ἐννοιῶν, ὅπερ ἄλλοτε ἄλλην
ἔχει δύναμιν· τοῦτο γὰρ πολλάκις μὲν καὶ τὰ μυθικὰ
αὐτὰ ὑπερβάλλει τῇ ἡδονῇ, πολλάκις δὲ καὶ τῶν τρίτην
ἐχόντων τάξιν ἐλαττοῦται, ἔστι δὲ τοῦτο τοιοῦτον.
πάντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν ἡδέα, λέγω δὲ
τῇ ὄψει ἢ ἁφῇ ἢ γεύσει ἤ τινι ἄλλῃ ἀπολαύσει, ταῦτα
καὶ λεγόμενα ἡδονὴν ποιεῖ. ἀλλʼ αἳ μέν εἰσιν αἰσχραὶ
τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν, αἳ δʼ οὐ τοιαῦται. καὶ
τὰς μὲν οὐκ αἰσχρὰς ἔστιν ἁπλῶς ἐκφράζειν, οἷον κάλλος
χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας
καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ καὶ τῇ ὄψει προσβάλλει
ἡδονὴν ὁρώμενα καὶ τῇ ἀκοῇ, ὅτε ἐξαγγέλλει
τις, ὥσπερ ἡ Σαπφὼ «ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ
διʼ ὔσδων μαλίνων» καὶ «αἰθυσσομένων δὲ φύλλων
κῶμα καταρρεῖ» καὶ ὅσα πρὸ τούτων τε καὶ μετὰ ταῦτα
εἴρηται. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Πλάτωνι ἐν
Φαίδρῳ, οἷον «νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή· ἥ
ἡσθήσεται, ὁ μὲν ἀκόλαστος ἀκολάστοις, ὁ δὲ
καὶ μέχρι τοῦ μετρίου ἥκουσαν, τῇ δὲ λέξει καὶ
πολὺ τῆς ἡδονῆς ἀφέστηκεν· οὐ γὰρ τραχέως μόνον,
ἡδονῆς; ὅ γε μὴν ἀκόλαστος πάντως τι καὶ πλέον ἀκοῦσαι
βούλοιτ᾿ ἂν ἢ καὶ εἰπεῖν, ὅ τι ποιοίη, ὡς ἐν κωμῳδίᾳ,
οὐ μὴν ὅ γε σώφρων. τὸ μέντοι
καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα καὶ
οὐκ αἰσχρὸν ἦν ἐργάσασθαι τὰς τοιαύτας ἐννοίας τε
καὶ ἡδονάς. τοιοῦτόν ἐστι καὶ τὸ
εἰσιν, ἐμπίπτουσι δὲ αὗται σχεδὸν ἐν ἅπασι τοῖς
προειρημένοις κατʼ ἔννοιαν γλυκύτητος εἴδεσι καὶ εἰσὶν
αὐτῶν ὥσπερ μέρη· διὸ οὐδὲ ἀπεδώκαμεν τάξιν ἰδίαν
ταῖς τοιαύταις τῶν ἐννοιῶν, ἀλλʼ ἐπὶ τοσοῦτον αὐτῶν
ἐμνήσθημεν. καὶ οἷς χαίρομεν δὲ λόγοις εἴ τις χρῷτο,
οἷον ἐγκωμίοις τοῖς εἰς ἡμᾶς αὐτοὺς ἢ εἰς τοὺς προγόνους
τοὺς ἡμετέρους ἢ εἰς τὰ παιδικὰ τὰ ἡμέτερα, δῆλον
ὡς ἡδονὴν ποιεῖ. πολιτικὴ δὲ ἡ τοιαύτη ἡδονὴ καὶ
διαχεῖ γε πολλάκις τοὺς ἀκούοντας μᾶλλον ταῦτα τῶν
φύσει ἡδέων. ἔστι δὲ καὶ ταῦτα ἐκείνης τῆς δυνάμεως,
ἡμῶν τέρψιν φέρει. — Ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ
δʼ ἄν τις, πότερον κατὰ λέξιν ἢ κατʼ ἔννοιαν ἐνταῦθα
γέγονεν ἡ γλυκύτης· καὶ ἴσως μᾶλλον κατʼ ἔννοιαν·
τροπὴ μὲν γάρ τις ἔστιν ἐνταῦθα ἐν τῷ «οὐδέν
με θέλει», ἐκ μεταφορᾶς δὲ γέγονεν ἡ περὶ τὴν λέξιν
τροπὴ καὶ οὐχ ὡς ἐν τῷ «μέλιτος γλυκίων ῥέεν αὐδή»·
ἐνταῦθα γὰρ τὸ ‘ῥέὲ’ τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ
τὸ περιτιθέναι τοῖς ἀπροαιρέτοις προαιρετικόν
τι γλυκύτητα ποιεῖ, ὥσπερ ἔν τε τῷ προειρημένῳ δηλοῦται
καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφὼ καὶ ὅταν
αὐτὴ ἀποκρίνηται, οἷον «ἄγε χέλυ δῖά μοι λέγε, φωνάεσσα
δὲ γίνεο καὶ τὰ ἑξῆς. ὁ δὲ Ἡρόδοτος καὶ
μᾶλλον τοῦτο συνίστησι τὸ παῤ ἡμῶν λεγόμενον· σχεδὸν
γὰρ διʼ ὅλου τοῦ λόγου ἡδονὰς ἐργαζόμενος ἐν
τοῖς εἰς τὸν Ἑλλήσποντον ὑπὸ Ξέρξου πραχθεῖσιν ὑπερεβάλετο
τῇ ἡδονῇ καὶ τῇ γλυκύτητι, οἷον «ἐνετέλλετο
ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε,
ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν.
καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε βούλῃ
γὰρ πρὸς τὸ ὕδωρ ὡς αἴσθησίν τινα ἔχον καὶ προαίρεσιν
διαλεγόμενον ποιήσας τὸν Ξέρξην ὑπερέβαλεν
ἡδονῇ, καθʼ ὅ ἐλέγομεν θεώρημα. τὰ μέντοι παρὰ τοῖς
ποιηταῖς ἐξουσίᾳ λέγεται ποιητικῇ, ἀλλʼ οὐχ ὥσπερ εἰρήκαμεν,
οἷον «ἀμιφὶ δὲ σάλπιγξεν μέγας οὐρανός καὶ
ποιηταῖς. ἀπήλλακται μέντοι γε οὐδʼ οὕτω γλυκύτητος,
ἀλλὰ ποιεῖ μὲν κἀνταῦθα οὐδὲν ἧττον τὴν ἡδονὴν τὰ
τοιαῦτα νοήματα, μετριωτέραν δὲ ἢ ἐν τοῖς ἄλλοις.
ταὐτὸν δὲ συμβαίνει καί, εἴ τις τοῖς ἀλόγοις ζῴοις τὰ
ἀνθρώπου ἴδια περιθείη, ὥσπερ ὁ Ξενορῶν λέγων τὰς
κύνας ἐπισκυθρωπάζειν καὶ πάλιν μειδιᾶν καὶ ἀπιστεῖν
τοῖς ἴχνεσιν ἢ πιστεύειν, καὶ ὅταν εἴπῃ «θρασεῖαι δὲ
ἀνθρώπων ἴδία καὶ οὐ κυνῶν. καὶ ὅλως πολλὰ
τοιαῦτα λάβοις ἂν ἐκ τοῦ Κυνηγετικοῦ παραδείγματα,
ἐν ᾧ δὴ καὶ φύσει τὸ κατʼ ἔννοιαν ἔχον τὴν ἡδονήν·
καὶ κατʼ ἄλλα μὲν γάρ, κατὰ δὲ τὴν ἔννοιαν καὶ μᾶλλον,
ὅτι φύσει τὸ πρᾶγμα ἡδὺ τὸ τῆς θήρας καὶ τῇ ὄψει,
ὥς που καὶ τοῦτο αὐτὸς ἐπεσημήνατο ὁ Ξενοφῶν εἰπὼν
ἥδιστον εἶναι θεαμάτων ἰδεῖν τὸν λαγὼν ἐξανιστάμενον,
φεύγοντα, μεταδιωκόμενον, ἁλισκόμενον. Ἀλλὰ
περὶ μὲν ἐννοιῶν γλυκύτητος καὶ ἡδονῆς τοσαῦτα.
Μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ τὴν καθαρότητα
καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται.
Λέξις δὲ γλυκεῖα ἥ τε τῆς ἀφελείας ἰδία παρὰ τὴν
καθαρὰν ῥηθεῖσαν εἶναι καὶ ἔτι ἡ ποιητική. ταύτῃ τοι
καὶ Ἡρόδοτος τῆς γλυκύτητος μάλιστα πεφροντικὼς
ἐχρήσατο μὲν καὶ μεθόδοις καὶ ἐννοίαις, αἷσπερ καὶ
ἡμεῖς ἐχαρακτηρίζομεν τὴν γλυκύτητα, λέξει τε ἑκάστῃ
ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν
δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν
εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν· ἡ γὰρ
Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα. εἰ δὲ καὶ ἄλλων
ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν
ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων
διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς
ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. —
Τὸ δʼ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν
ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον «σύν τε δύ᾿
ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν καὶ πάλιν ἐν
Πολιτείας πέμπτῳ «ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοὺς
τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί· καὶ
γὰρ Ὅμηρὸς τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν
ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην
οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς
ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει» καὶ πάλιν
πεισόμεθα μὲν οὖν». ἔστι δὲ πολλὰ καὶ παρὰ τῷ
Ξενοφῶντι τοιαῦτα καὶ παῤ ἄλλοις συχνοῖς, καὶ ἀφθονία
παραδειγμάτων ἐστίν, εἴ τις ἐκλέγειν παῤ ἑκάστου
βούλοιτο. ὁ δὲ Πλάτων καὶ ἀφειδέστερον ἐν τῷ Συμποσίῳ
καταχρησάμενος τῷ τοῦ Ἀγάθωνος προσώπῳ ὡς
ποιητοῦ τῇ παραπλοκῇ ταύτῃ ἐχρήσατο· οὐ γὰρ ἀπʼ
ἀλλοτρίων ποιημάτων τινά, ἀλλʼ αὐτὸς ποιήσας παρέπλεξε,
προδιορθωσάμενος μέντοι, ἵνα μὴ πάντῃ αὐτεξούσιον
εἶναι δοκῇ τὸ λεγόμενον, οἷον «ἐπέρχεται δέ
μοί τι καὶ ἐμμέτρως εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν»,
εἶτα τὸ μέτρον ἐπήγαγεν
δὴ μέτρον ἐφθέγξατο
ἀκριβῆ τὴν γλυκύτητα ἀλλʼ ἄλλο τι, οἷον «παρανάγνωθι
δή μοι καὶ σὺ τὰς ῥήσεις, ἃς ἐλυμήνω·
γε μήν, ὅπερ ἔφην, ὅτι ἤτοι πάντα τὰ τῆς ἡδονῆς διαφθείρεται
τῷ λόγῳ, εἰ ἐκ διαστάσεως παραπλέκοιτο
αὐτῷ τὰ ποιήματα, ἢ οὐκ ἀκριβῆ γε αὐτὴν ἴσχει. —
Ἀλλʼ ἐπανιτέον πάλιν ἐπὶ τὸν περὶ λέξεως γλυκείας
λόγον. γλυκεῖα γὰρ λέξις καὶ ἡ διὰ τῶν ἐπιθέτων ὀνομάτων,
οἷον «ἄγετε δή, ὦ Μοῦσαι λίγειαι». καὶ κατʼ
αὐτὴν δὲ τὴν ποίησιν φύσει οὖσαν γλυκεῖαν παρὰ τὸν
ἄλλον λόγον ἐκφαίνεται τὰ ἐπίθετα καὶ γλυκύτερά πως
ὄντα καὶ πλείονα ποιοῦντα τὴν ἡδονήν. ταῦτά τοι καὶ
ὁ Στησίχορος σφόδρα ἡδὺς εἶναι δοκεῖ διὰ τὸ πολλοῖς
Σχήματα δὲ γλυκύτητος, ἅπερ καὶ ἀφελείας ἐλέγομεν
εἶναι καὶ ἔτι καθαρότητος, πρὸς δὲ τούτοις καὶ τὰ
τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου.
Συνθήκη δὲ ἡδεῖα, ἥπερ καὶ καλή, δηλονότι ἡ σφόδρα
ἐγγὺς ἄγουσα τὸν λόγον τοῦ καὶ ἔμμετρον εἶναι·
δεῖ γὰρ καὶ κατὰ τὴν συνθήκην προσβάλλειν τινὰ ἡδονὴν
τῇ αἰσθήσει τὴν γλυκύτητα. πόδες μέντοι πλεονάζειν
ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι.
Καὶ αἱ ἀναπαύσεις δὲ ὡσαύτως ἐν ἡδονὴν ἔχοντι λόγῳ σεμναὶ ἔστωσαν καὶ βεβηκυῖαι· βεβηκέναι γὰρ δεῖ τὸν ῥυθμὸν ἐνταῦθα, ὥσπερ ἐλέγομεν καὶ ἐν ἀφελείᾳ.
Ἔφην ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς
προσηκούσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· ἧς
ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν
ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς
βαθεῖαι· ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς
ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως
τὰ περινενοημένα· διὸ καὶ ἴδιον τοῦτο ἀφελείας,
λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου
τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως,
διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. — Ἕτερον δὲ
τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας
αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ
αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ
ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν
ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς ἐξαγγέλλοι
καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ
λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν διʼ αὐτῆς
φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν
ὡσαύτως· ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλʼ
τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις
ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα
καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται
τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν
σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη,
οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, διʼ ἃς πρὸ
τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν,
ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε
τιθοῖτο, ἐφʼ οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας
ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν
Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι,
ἡμῶν πάλιν ἐπʼ ἄλλου πράγματος ταττόντων τοὔνομα
τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ
τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι,
ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι·
τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ
τὸ μοιχεύεσθαι. καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι
τὸν εὐνόητον καὶ σαφῆ· καὶ ὁ Εὐφορίων «ἀτρέα δῆμον
Ἀθηνῶν» ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλως τε
πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν
εἰς ψυχρότητα· ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα
ταυτὶ συντιθέντες τοῦ γελοίου γʼ ἕνεκα οὐδὲν ἄλλʼ
ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν· εὐλαβεῖσθαι
οὖν χρή. Καὶ πρῶτον μὲν τοῦτο εἷδος δριμύτητος,
Ἕτερα δὲ αὐτῆς εἴδη τρία, οἷς ὁ ῥήτωρ χρῆται, ἃ δὴ
πάντα κατʼ ἀκολουθίαν τινῶν προρρηθέντων ἀπό τινος
καθʼ ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον
«μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ
τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;» τοῦτο ἐγὼ
μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος
δριμύτητος· ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων
τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων
ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι
γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα· ἀλλʼ οὖν εἰρήσθω.
καὶ τοῦτο μὲν οὕτω καθʼ ὁμοιότητα λέξεως γίνεται, ὡς
προείρηται.
Ἕτερον δὲ εἶδος δριμύτητος τὸ ἐκ παρονομασίας,
οὐκ ἐξ ὁμοιότητος, ὅταν κυρίῳ τινὶ ὀνόματι ἢ ῥήματι
χρησάμενοι εἶτʼ εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ
ἐφʼ οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον «εἰ μὴ καὶ τοὺς
τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως
ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν», εἶτʼ εἰπών,
διʼ ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι
δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλʼ
εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ
τιμωρεῖσθαι»· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον,
οὐ μόνον δριμύν· τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή
γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι· ἐπεὶ καὶ
τοὺς ἀδικοῦντας μισεῖν», πάνυ ποιήσει σκληρὸν κατὰ
τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν
ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει.
Λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ
ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι
μὴ σφόδρα αὐστηρᾷ μηδὲ σκληρᾷ κατʼ ἀκολουθίαν
ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν
μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον
τοῦ προειρημένου, οἷον «ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν
ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν
ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται
καὶ περὶ αὑτὰ καταρρεῖ»· τὸ γὰρ ‘ἤνθησεʼ τροπικὸν
μέν, οὐ μὴν αὐστηρὸν οὐδὲ σκληρόν, τὸ δὲ
‘καταρρεῖ’ σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ
τε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇ τε ἀφελείᾳ
καὶ τῇ γλυκύτητι.
Ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς
ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα
ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ
ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων
παρισῶμέν τε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ
τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέν
τε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα
καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς,
ὡραῖος καὶ ἁβρὸς κατʼ ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται·
ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα
Ἀλλὰ περὶ μὲν ἀφελείας καὶ γλυκύτητος τοσαῦτα· ἑξῆς δʼ ἂν εἴη λέγειν περὶ ἐπιεικείας.
Περὶ ἐπιεικείας.
Ἐπιεικὴς καὶ ἠθικὸς λόγος γίνεται κατʼ ἔννοιαν μέν,
ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς
ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου
καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται· ἢ ὅταν
εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν
πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλʼ ἢ ἑκόντα μειονεκτεῖν
ἐστιν· ὅμως δὲ κείσθω καὶ κατʼ εἶδος ἕκαστον, δεύτερον
οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν
συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου
καὶ πρῶτόν γε τὸ «ἐγὼ δʼ, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος
ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα».
εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου τοῦτο γὰρ
φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι
καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές.
θεάσασθε», φησίν, «ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς
χρήσομαι τῷ λόγῳ, ὅς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν
αὐτόν, ἐν πλείστης ἂν τυγχάνοι τιμῆς καὶ τὰ
ἑξῆς. — Ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ
γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς
τὸ «ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐδὲ τῶν
ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν
πεπραγμένον» καὶ τὰ ἑξῆς. — Καὶ τὸ φάσκειν δὲ
ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται
μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς
ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν· τὸ γὰρ
μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλου τε,
ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα,
ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος,
ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν.
ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων
ἥκοι· καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις
καὶ εἰ φεύγει τις χρῆσθαι δύναται. πολλὰ τῶν τοιούτων
ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον.
Μέθοδος δʼ ἐπιεικείας πρῶτον μὲν ἡ σφόδρα ἐοικυῖα
ταῖς ἐννοίαις ταῖς ἐπιεικέσι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ
χρηστὰ ἤ, ὅσα ἔχει κατὰ τοῦ ἐχθροῦ σφοδρά, ταῦτα
ἑκόντα μειοῦν καὶ μὴ λέγειν σφοδρῶς. καὶ τὰ μὲν ἑαυτοῦ
ἐλαττοῖ ὁ Δημοσθένης κατὰ μέθοδον οὑτωσί·
παρὸν αὐτῷ λέγειν ἀξιωματικῶς, οἷον «μετὰ ταῦτα δὲ
τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος
ἐσώθη καὶ τὸ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι»,
ὃ δὲ εἶπεν ὡς ἑτέρως, οἷον «τῆς μέντοι διακονίας
τῆς ἐφʼ ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί
φημι». ὁρᾷς, ὡς ἐν ἀμφοτέροις μὲν ταὐτόν ἐστι
πρᾶγμα δηλούμενον, ὅτι ‘ἐγὼ συμβεβούλευκα καὶ ἐγὼ
ἔγραψα’, ὅσον δὲ τοῦτο ἐκείνου ἐπιεικέστερον εἴρηται
καὶ ταπεινότερον; ἀλλʼ οὗτος μὲν εἰς δέον ἑκατέρῳ
λαβεῖν τι παρὰ τοῦ ῥήτορος ἢ ἄλλου του τοιαύτης
μεθόδου παράδειγμα. αἱ γὰρ εἰρωνεῖαι οὔκ εἰσιν ἐπιείκειαι,
ἀλλʼ ἠθικὸς μὲν ὁ λόγος, βαρύς δὲ καὶ οὐκ
λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάταλον», καὶ
πολλὰ ἔστι τοιαῦτα· ταῦτα δὲ καὶ τὰ τοιαῦτα βαρέα
μὲν καὶ διὰ τοῦτο ἠθικά, οὐ μὴν ἐπιεικῆ γε οὐδʼ ἐπιεικὲς
τὸ ἦθος ἔχει. σπάνια οὖν ὅπερ ἔφην τῆς τοιαύτης
μεθόδου τὰ παραδείγματα, καὶ παρασχέσθαι μέν
τι τοιοῦτον ἐγώ σοι νῦν ὅπερ ἔφην οὐ δεδύνημαι,
«ἐπεὶ πόνος ἄλλος ἤπειγεν» ὡς ἀληθῶς· ἐνδείξασθαι
μέντοι σαφῶς τὴν φύσιν αὐτοῦ δεδυνῆσθαι νομίζω,
ὥστε τάχα οὐ χαλεπῶς καὶ παραδείγματα ἴδια τοῦ εἴδους
εὕροι τις ἂν ζητῶν, εἰ φροντίσειεν. εἴη δʼ ἂν
οὐκ ὀλίγα παρὰ τῷ Πλάτωνι, ἔνθα ἂν ὁ Σωκράτης
ἔχῃ τι λέγειν περὶ αὑτοῦ, καὶ οἶμαί γε εἶναί τι τοιοῦτον
ἐν τῷ Χαρμίδῃ καὶ ἐν τῷ Συμποσίῳ μετὰ τοὺς
δύο γίνεται τρόπους. ἢ γὰρ ἐνδείκνυται ὁ ποιῶν τοῦτο,
ὅτι ἑκὼν ἐπιεικέστερον λέγει, ἢ ἄνευ ἐνδείξεως αὐτὸ
ποιεῖ. καὶ ὅτε μὲν ἐνδείκνυται, ἔχει τι τῆς σφοδρότητος,
εἰ καὶ βραχύ, ἀλλʼ οὖν ἔχει γε ὁ λόγος, οἷον
«καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον»
καὶ πάλιν «τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα
οἷον «τίνος οὖν ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ
πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους;
κἀκείνων; ὁμοίως γὰρ ἀμφοῖν ἀφαιρεῖται τὴν
μὲν ἀτέλειαν ἐκείνων, ὑμῶν δὲ τὴν ἐξουσίαν τοῦ διδόναι,
ὅτῳ ἂν βούλησθε’, ὃ δʼ ἐπιεικῶς σφόδρα καὶ ἠθικῶς
ἔφη «τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε κἀκείνους»;
τοιοῦτο δʼ ἐστὶ καὶ τὸ ἐν συμβουλευτικοῖς «δοκοῦσι δέ
μοι Λακεδαιμόνιοι δεινῶν ἔργον ἀνθρώπων ποιεῖν»·
σφοδρόν, ἠθικὸν δὲ καὶ ἐπιεικῆ λόγον παρεχομένου.
δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν Κατὰ Φιλίππου ῥηθέντων
ἐναντίως τῇ ἰδέα ταύτῃ λέγοντος ἐκεῖ τοῦ ῥήτορος,
οἷον «μὴ πανοῦργος ὢν καὶ δεινὸς ἄνθρωπος»· πρῶτον
μὲν γὰρ ‘πανοῦργος’ φησίν, ἀλλʼ οὐχ ἁπλῶς ‘δεινός’.
σφοδρότερον δὲ τὸ ‘πανοῦργος’ ὄνομα τοῦ ‘δεινός’
δήπουθεν· επειτα οὐδὲ δοκεῖν αὐτῷ πανοῦργον εἶναι
τὸν Φίλιππον ἔφη οὐδὲ ἐνεδοίασεν ὥσπερ ἐκεῖ, ἀλλʼ
ἀπεφήνατο· ἔπειτα οὐκ ἐοικέναι πανούργοις ἢ δεινοῖς,
ὥσπερ τοὺς Λακεδαιμονίους ἔλεγεν, ἀλλʼ αὐτὸν εἶναι
τὸν Φίλιππον καὶ δεινὸν καὶ πανοῦργον. οὐκοῦν ταῦτα
μὲν καὶ σφοδρὰ καὶ τραχέα, ἐκεῖνα δὲ ἠθικὰ καὶ ἐπιεικῆ
καὶ σαφῶς ὑφιέντος τῆς σφοδρότητος τοῦ ῥήτορος
εὕροις δʼ ἄν οὐκ ὀλίγα παραδείγματα τῆς τοιαύτης
μεθόδου, καθʼ ἣν τὰ κατὰ τῶν ὑποκειμένων προσώπων
ῥηθέντα ἂν ἐλαττώσειέ τις (οὐ γὰρ τῆς ἑτέρας λέγω.
καθʼ ἣν τὰ ἴδιά τις ἂν ἀγαθὰ μειώσειεν), ὡς ἔν τε
συμβουλευτικοῖς κἀν τῷ Πρὸς Λεπτίνην· καίπερ γὰρ
ὢν ἀγωνιστικὸς οὗτος ὁ λόγος ὅμως πολὺ τὸ ἦθος ἐν
ἴσως καὶ τὰ λοιπά, ὥσπερ καὶ οἱ συμβουλευτικοί.
Ἀλλʼ ἐκεῖσε ἐπανιτέον. μέθοδος γὰρ ἐπιεικείας πρώτη
ἐπιείκειαν αἱ παραλείψεις ἔχουσι· γίνονται δὲ ὡς ἔφην
ἐπʼ ἀμφοῖν, καὶ ἐν τοῖς καθʼ ἡμῶν καὶ ἐν τοῖς ὑπὲρ
ἡμῶν, καὶ γίνονταί γε διχῶς, καθάπερ καὶ τὴν μείωσιν
τῶν κατὰ τοῦ ἐχθροῦ ἐλέγομεν γίνεσθαι διχῶς· ἢ γὰρ
ἄντικρυς παραλείπει ἢ εἰπὼν οὐδὲν προστίθησιν, ἐνδείκνυται
δὲ μόνον καὶ ὥσπερ τινὰ πρόσληψιν ἀορίστου
ποιεῖται, οἷον «καὶ περὶ ὧν μὲν ἕστι τις ἀμφισβήτησις,
ὡς ἄρα ὑπὲρ τῆς πόλεως είρηκεν, ἐάσω καὶ πάλιν
‘παραλείπω τὰ πολλὰ διὰ τόδε’, φησί, ‘καὶ τόδε’. —
Ἤτοι οὖν οὕτως ἢ τῇ μεθόδῳ μόνῃ χρῆται παραλειπτικῇ,
τὰ πράγματα δὲ οὐδὲν ἧττον λέγει, οἷον
«καὶ οὐδὲν ἂν εἰποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν
πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας
συνεξέδωκα» καὶ πάλιν «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην
καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις
ἐπὶ Θρᾴκης ἐῶ» καὶ τὰ ἑξῆς. τούτων τοίνυν ἡ μὲν καὶ
λέγουσα τὰ πράγματα παράλειψις, οἷον «Ὄλυνθον μὲν
δή» καὶ τὰ ἑξῆς, ἀξιοπιστίαν μόνον μετὰ τοῦ ἤθους
ποιεῖ, ἡ δὲ οὐδὲν ἔχουσα τοιοῦτον, οἷον «καὶ περὶ ὧν
μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως
εἴρηκεν, ἐάσω», μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους
Τρίτη δὲ ἐπιεικείας μέθοδος ἡ τὸν καθαρὸν ποιοῦσα
λόγον, διότι ἡ αὐτὴ καὶ τὸν ἀφελῆ· ὅτι γὰρ τὸν ἐπιεικῆ
δόξαντα ἂν εἶναι λέγειν πολὺ τὸ ἀφελὲς ἐμφαινόμενον
ἔχειν δεῖ, καὶ ὁ κατὰ μικρὸν λόγου θεωρίας ἐπαΐων
συναίσθοιτʼ ἄν.
Καὶ μὴν καὶ ἡ λέξις τοῦ ἐπιεικοῦς λόγου ἡ καθαρὰ
καὶ ἀφελὴς σχήματά τε καὶ κῶλα καὶ συνθήκη κατὰ
ταὐτὰ αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ ὡσαύτως, εἰ δή
τι καὶ ταῦτα δύναται συλλαμβάνειν πρὸς ἐπιεικοῦς
λόγου ἔμφασιν.
7 Ὁ ἐνδιάθετος καὶ ἀληθὴς καὶ οἷον ἔμψυχος λόγος
τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον καὶ τὰ σχήματα
τήν τε λέξιν καὶ ὅσα τούτοις ἕπεται, γίνεται μὴν καὶ
κατʼ ἔννοιαν· αἱ γὰρ ἀφελεῖς πᾶσαι πάντως εἶεν ἂν τοῦ
ἐνδιαθέτου, ἢ πῶς ἂν ἔτι τὸ ἦθος ἔχειν δύναιντʼ ἂν
ἀκριβῶς; τάχα δʼ ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους
εἶεν. ἴδιαί γε μήν εἰσιν ἔννοιαι παρὰ τὰς προειρημένας
τοῦ οἷον ἐμψύχου λόγου αἱ σχετλιαστικαί, οἷον
τοῦτο κατὰ τὴν μέθοδον, οὐ κατὰ τὴν ἔννοιαν· τὸ
μέντοι «καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν, βουλεύεσθε;
Ἀλλʼ ἔννοιαι μὲν αὗται λόγου ἐνδιαθέτου, γνώριμοί
τινες οἶμαι καὶ σαφεῖς ὀφθῆναι. εἰ δὲ καὶ μέθοδος εἴη
τις ὁ σχετλιασμὸς περὶ ἔννοιαν οὐ τοιαύτην, οἷον οὐ
φύσει σχετλιαστικήν, ὡς τὸ «ἀλλ᾿ Ἀνδροτίων ὑμῖν πομπείων
ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», σαφὴς
δήπου ἡ μέθοδος καὶ οὐδὲν ἔχουσα δυσχερὲς πρὸς
καταμάθησιν. — Αἱ μέντοι λοιπαὶ μέθοδοι τοῦ ἀληθινοῦ
λόγου σχεδὸν ἄρρητοί εἰσιν. εἴτε γὰρ εὐχὰς ποιοίη
τις εἴτε ἄλλο τι τοιοῦτον, οὐχ ἁπλῶς διὰ τῶν εὐχῶν
ἢ διὰ τῶν ὁμοίων ταύταις ἐνδιάθετος ὁ λόγος
γίνεται, ἀλλʼ ἔστι ταῦτα μὲν ἁπλῶς κατὰ ἀφέλειαν
ἠθικά, ἕτερα δὲ παρὰ ταῦτά ἐστιν οἶμαι τὰ ποιοῦντα
οἷον ἔμψυχον εἶναι δοκεῖν τὸν λόγον. αὐτίκα τὸ «πρῶτον
μέν, Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ
πάσαις» εὐχή τίς ἐστι δήπουθεν, ἀλλά τι παραπλήσιον
ἔχει τῷ «ἀλλὰ γὰρ ἐνταῦθα τῶν φόβων εἴημεν» ἐν
Σικελικοῖς ὑπὸ Ἀριστείδου εἰρημένῳ· λέγω δὲ οὐχ ὡς
τούτου βελτίονος ὄντος, ὧν ὁ Δημοσθένης εἶπε —
τὸν λόγον ἐθεωροῦμεν. εὕροις δʼ ἂν οὐκ ὀλίγα τοιαῦτα
οὕτως ἀληθινῶς εἰρημένα καὶ παρὰ τῷ ῥήτορι.
καὶ μὴν καὶ τὸ «καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας,
ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω
τὸν Πύθιον» καὶ τὰ ἑξῆς ὅρκος ἐστὶ δήπουθεν· ἀλλὰ
σκόπει, εἰ ὅμοιον τοῦτο ἐκείνῳ τῷ «ἐπεὶ εἰ μὴ διὰ τὸ
τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶώλης,
Ἀλλʼ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι αἱ μέθοδοι τοῦ
ἐνδιαθέτου λόγου σχεδὸν μὲν ἄρρητοί εἰσιν· ὅμως δὲ
ἡμῖν τι τολμητέον εἰπεῖν καὶ περὶ τούτων, εἴ πως αὐτὰς
ἐνδείξασθαι δυνηθείημεν. λέγω τοίνυν, ὅτι σχεδὸν
μία μέθοδός ἐστιν ἅπαντος ἐνδιαθέτου λόγου, τὸ μὴ
σῴζεται, ἀλλʼ ἁπλῶς μέντοι ἠθικὸς καὶ ἴσως ἀφελὴς
οὕτως ὁ λόγος γένοιτʼ ἂν καὶ κατὰ τοῦτο μόνον ἔχων
τι τοῦ ἀληθοῦς, οὐ μὴν ἀκριβές γε τοῦτο· ἂν δʼ ἀφέλῃς
μὲν τὸ λέγειν, ὅτι θαυμάζεις, ψιλὰ δὲ καὶ καθʼ
ἑαυτὰ λέγῃς ἃ θαυμάζεις πράγματα, ἐνδεικνύμενος τοῦτο
αὐτὸ τὸ θαυμάζειν, πλεῖον ποιήσεις τὸ ἐνδιάθετον καὶ
ὡς ἀληθῶς ἔμψυχον, οἷον «καὶ τοιαῦτα συνειδὼς βεβιωμένα
ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσὶ τολμήσει βλέπειν
εἰς ὑμᾶς καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ
μάλα ἐρεῖ μακρᾷ τῇ φωνῇ, ἐφʼ οἷς ἔγωγε ἀποπνίγομαι·
οὐκ ἴσασιν οὗτοί σε» καὶ τὰ ἑξῆς· τὸ γὰρ «ἐφʼ οἷς
ἀναστήσεσθε;» καὶ τὰ ἑξῆς. ἀπλῶς τε, ὅπερ ἔφην κἀν
τοῖς προειρημένοις, αὕτη μία μέθοδος λόγου τοῦ μέλλοντος
ὡς ἀληθῶς ἐμψύχου φανεῖσθαι, τὸ μὴ προλέγειν
μέν, ὡς ἔχοι τι πάθος ἐν τῇ ψυχῇ, οἷον θαῦμα ἢ φόβον
ἢ ὀργὴν ἢ λύπην ἢ ἔλεον ἢ πεποίθησιν ἢ ἀπιστίαν
ἢ ἀγανάκτησιν ἤ τι τῶν τοιούτων, πεποιθότως
ἐλέου δέ, ὅταν λέγῃ «τοὺς ταλαιπώρους Φωκέας καὶ
πάλιν «ἀλλ᾿ ὁ μὲν ἄθλιος ἄνθρωπος ἠτίμωταί τε καὶ
ὕβρισται». θαυμασμοῦ δὲ παράδειγμα, οἷον «ἐγὼ σοὶ
ξενίαν Ἀλεξάνδρου;» καὶ τὰ ἑξῆς· καὶ τὸ προειρημένον
τί χρὴ ποιεῖν, Θηβαίους ἔχοντες ἐν νήσῳ;» τοῦ δὲ σὺν
φόβῳ λόγου προϊόντος παρὰ μὲν τοῖς ῥήτορσιν οὐκ ἂν
ἴσως εἴη παράδειγμα, αἱ μέντοι κωμῳδίαι καὶ αἱ τραγῳδίαι
μυρία ἔχουσι τοιαῦτα. ἀγανάκτησιν δὲ ἐμφαίνει
τὰ τοιαῦτα» Χαρίδημον; οἴμοι» καὶ πάλιν «Ἀνδροτέων,
ὦ γῆ καὶ θεοί». πεποιθότως δὲ ἐρεῖς, ὅταν λέγῃς
«ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν
μὴ ταῦτα οὕτως ἔχῃ». τοῦ δʼ αὖ κατὰ πεποίθησιν ἐνδιαθέτου
λόγου τὸ καὶ ταῖς ἀπαντήσεσι ταῖς πρὸς τὰς
ἀντιθέσεις ἢ καὶ ἄλλως χωρὶς καταστάσεως ταχείαις
χρῆσθαι, οἷον «ποῖ δὴ προσορμιούμεθα; ἤρετό τις», εἶτα
ἡ ἀπάντησις χωρὶς καταστάσεως «εὑρήσει τὰ σαθρά, ὦ
Ἀθηναῖοι» καὶ τὰ ἑξῆς, καὶ πάλιν «κακοδαιμονοῦσι
ἐλέγομεν. καθόλου γὰρ τὸ χωρὶς καταστάσεως εἰς ἀρχὴν
ἀσυνδέτως ἀνάγειν τὸν λόγον ἐνδιάθετον καὶ ἀληθινόν,
οἷον «νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ
ἂν ἔχοιεν εἰπεῖν Ὀλύνθιοι νῦν, ἃ τότε εἰ προείδοντο,
οὐκ ἂν ἀπώλοντο, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων
ἕκαστοι». καὶ τὸ ἐφεξῆς δὲ τοιοῦτόν ἐστιν, οἷον
«ἀλλὰ τί τούτων ὄφελος; εἶτ᾿ ἐπήγαγεν ὁμοίως ἐξ ἀσυνδέτου
μὴ καταστήσας σφόδρα ἐνδιαθέτως «ἕως ἂν σῴζηται
τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην
καὶ πάντα ἄνδρα ἑξῆς πρόθυμον εἶναι, ἐπειδὰν δὲ ἡ
θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή». τοῦτο δ᾿ ἂν
οἰηθείη τις ἴσως σχῆμα καὶ οὐ μέθοδον εἶναι, ἔστι δὲ
οὐ τοιοῦτον ἀλλὰ καθαρῶς μέθοδος· οὐ γὰρ ἁπλῶς τὰ
ἀσύνδετα λέγω ποιεῖν τὸν ἐνδιάθετον λόγον, ἀλλὰ τὰ
χωρίς τε καταστάσεως καὶ τὰ ὡς ἀπαντήσεις· αἱ δὲ
ἀπαντήσεις οὐ σχήματα ἀλλὰ μέθοδοί τινές εἰσι δήπουθεν
ἢ πάντως γε ἔννοιαι. — Ἔστι δὲ παρὰ τὰς
προειρημένας ἑτέρα τις μέθοδος ἐνδιαθέτου λόγου καὶ
μάλιστα τοῦ δοκοῦντος σύν ὀργῇ προϊέναι, τὸ μηδὲ
τὰς ἀκολουθίας σῴζειν τῶν τοῦ λόγου σχημάτων ἀλλ᾿
οἷον ἐξίστασθαι δοκεῖν ὑπὸ τοῦ πάθους, οἷόν ἐστι καὶ
τὸ ἀκόλουθον τῷ σχήματι, ἀλλ᾿ ἐπὶ πολὺ τὸ οἷον ἀκρόχολον·
διὸ καὶ μᾶλλον ἔμψυχος καὶ ἀληθὴς ὁ λόγος
εἶναι δοκεῖ. δῆλον δ᾿ ἐκ τοῦ αὐτοῦ παραδείγματος, ὅτι
καὶ τὸ ταῖς λοιδορίαις ἄνευ τοῦ ἐπισημαίνεσθαι χρῆσθαι
λόγου ἀληθοῦς καὶ ἐνδιαθέτου, οἷον «εἰ γὰρ
Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ
μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς».
μέθοδος δέ τις οἶμαι καὶ αὕτη, δι᾿ ἣν οὔτ᾿ ἐπαχθὴς
εἶναι δοκεῖ ὁ λοιδορούμενος σαφῶς ἐνδεικνύμενος
αὐτῷ τῷ μὴ ἐπισημαίνεσθαι, ὡς ὑπ ὀργῆς προήχθη
καὶ οὐκ ἐσκεμμένος ἥκει τὰς λοιδορίας ἀλλ᾿ αὐτόθεν
ἐπελθὸν αὐτῷ δι᾿ ὀργὴν ταῦτα εἴρηκεν, ὅ τε λόγος τὸ
πιθανὸν πλέον ἐκ τῶν τοιούτων μεθόδων ἴσχει διὰ
τὴν διάθεσιν καὶ τὸ ἐμψύχως προῆχθαι. ἐὰν δὲ ἐπισημήνῃ
ὥσπερ ὁ Αἰσχίνης, οἷον ‘δότε μοι εἰπεῖν κίναιδον
αὐτόν’, οὔτε ὁμοίως ἔσῃ πιθανὸς δόξεις τε ὡς
ἀληθῶς εἶναι φιλολοίδορος· οὐ γὰρ πεπονθότος ἐστὶ
τὴν ψυχὴν οὐδ᾿ ἐμπαθῶς ἔχοντος τὸ ἐπισημαίνεσθαι
οὐδʼ οἷον ἐξεστηκότος ὑπὸ τοῦ πάθους οὐδ᾿ ἀγνοοῦντος,
ἃ λέγει, ἀλλὰ νήφοντος καὶ γινώσκοντος ταῦτα καὶ
καὶ πιθανός ἐστιν, ὁ δ᾿ ὡς ἑτέρως οὐκ ἔχει τὴν πιθανότητα
ὁμοίαν. — Ἔτι μέθοδος ἀληθινοῦ καὶ οἷον ἐμψύχου
κινούμενον λέγειν ἀλλὰ μὴ ἐσκεμμένον, οἷον ‘ἀλλὰ γὰρ
μικροῦ με παρῆλθε’ καὶ πάλιν «ἀλλὰ γὰρ ἐμπέπτωκα
εἰς λόγους, οὓς αὐτίκα μάλα ὕστερον ἁρμόσει λέγειν».
πολλὰ καὶ τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα παρὰ
τῷ ῥήτορι Ἀλλὰ περὶ μὲν ἐννοιῶν καὶ μεθόδων τοῦ
ἐνδιαθέτου λόγου τοσαῦτα.
Λέξις δὲ πᾶσα μὲν ἡ τραχεῖα καὶ σφοδρὰ καὶ πεποιημένη
διάθεσιν ἔχει τὴν μετ᾿ ὀργῆς καὶ μάλιστα ἐν
ταῖς ἐπιφοραῖς, ἐν αἷς καὶ αἱ μὴ συνήθεις αὐτόθεν δὲ
ποιηθεῖσαι καιρὸν ἔχουσιν, ὥσπερ τὸ ‘ἰαμβειοφάγος’
καὶ τὸ «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ
πᾶσαι αἱ τοιαῦται καιρὸν ἔσχον αὐτόθεν δόξασαι ἀπό
τινος διαθέσεως λέγεσθαι. ἀλλ᾿ ἐπὶ μὲν τῶν ἐπιφορῶν
ἰσχύουσιν ὅπερ ἔφην αἱ τραχεῖαι καὶ σφοδραὶ καὶ ποιοῦσί
γε τὸν ἀληθῆ καὶ οἷον ἔμψυχον λόγον· οὐ μήν,
ἔνθα γε ἄλλο τι πάθος ψυχῆς παραδηλοῦμεν, ὁμοίως
περὶ Ἀβραδάτην πάθει καὶ τὴν Πάνθειαν, ἔνθα ἔφη
πρὸς τοῖς ἄλλοις καὶ τὸ «ἡ χεὶρ ἐπηκολούθησεν»·
ἀπροαιρέτῳ γὰρ προαιρετικὸν περιθεὶς τῇ ἡδονῇ τὸ
πάθος ηὔξησε. ποῦ δὲ καὶ τίσι πράγμασι τίνα ἁρμόττει
λόγων εἴδη, πολλάκις διεμαρτυράμην, ὅτι ἐν τῷ περὶ
μεθόδου δεινότητος λέγειν χρὴ καὶ ὅτι ἀκριβέστερον
ἐκεῖ λέξομεν.
Σχήματά γε μὴν ἐνδιαθέτου κατʼ ἐπιφορὰν λόγου,
ἅπερ ἦν καὶ τοῦ σφοδροῦ, αἵ τε ἀποστροφαί, οἷον «παρὰ
αἱ μετʼ ἐρωτήσεως ἀποστροφαὶ τά τε ἄλλα καὶ διὰ τὸ
ἐλεγκτικὸν ἔχουσαι πλέον τὸ ἐνδιάθετον, οἷον «τί γὰρ
δήποτ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός
ἐστι σοί, καὶ πάλιν Θρασυβούλῳ πρώην τῷ Νικηράτου
θείῳ» καὶ τὰ ἑξῆς. μυρία δὲ τοῦ σχήματος τούτου
παραδείγματα. τὸ μέντοι «σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ
ἔχει σχῆμα καὶ ἡ τοιαύτη διαπόρησις, οἷον «εἶτα, ὦ —
τί ἄν εἰπών σέ τις ὀρθῶς προσείποι;» γέγονε δὲ τοιοῦτον
διὰ τό, ὡς κἀν τοῖς περὶ μεθόδου τῆς ἰδέας
ταύτης εἰρήκαμεν, λέγω τὸ μὴ προσημῆναι μέν, ὡς
ἀπορεῖ, ἐνδείξασθαι δέ, ὃ ἔχει πάθος, αὐτῷ τῷ λόγῳ.
τοῦτο δὲ εἴτε σχῆμα εἴτε μέθοδός ἐστιν, ὡς ἐλέγομεν,
ἀλλʼ οὖν ἐν τῷ περὶ τῶν ἐνδιαθέτων σχημάτων κείσθω.
— Καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λόγου καὶ ὡς
ἀληθῶς οἶον ἐμιψύχου. παραδείγματα ταύτης «ἀλλ’
ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν
ἀρχόμενος τοῦ λόγου » καὶ ἐν τῷ ‘Υπὲρ Μεγαλοπολιτῶν
«οὐ γὰρ περὶ τούτων· ἀλλʼ ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν
μοι». — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις τοιαῦται, οἷον
ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος». αἱ
λέγω δέ, αὐτίκα ἔσται φανερὸν ἐν τῷ περὶ βαρύτητος.
ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων». — Πολὺ
καὶ τοῦτο παρὰ τῷ ῥήτορι ἐνδιαθέτου λόγου σχῆμα
καὶ ὁ ἀπόλυτος καλούμενος μερισμός· ἔστι δὲ σχεδὸν
ταὐτὸν τῇ ἐπικρίσει, οἷον «εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς
ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν καὶ ταῦτα τοιαῦτα, πόσῳ
μᾶλλον μισοῖσθʼ ἄν διὰ ταῦτα δικαίως ἢ σῴζοισθε;»
εἶτά ἔστιν ὁ ἀπόλυτος μερισμός, οὐδὲν ἄλλʼ ἢ ἐπίκρισις
ὤν, οἷον «ἐγὼ μὲν οἶμαι πολλῷ »· μὴ λύσας γὰρ τὸν
μέν σύνδεσμον ἐπήγαγεν εὐθὺς «βιάσονται τοίνυν ἴσως
μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες καὶ τὰ ἑξῆς. καὶ
πολλὰ αὐτοῦ παρὰ τῷ ῥήτορί ἐστι τὰ παραδείγματα,
λαμβάνεται μέντοι ἐπὶ τῶν φύσει ὁμολογουμένων πραγμάτων
ἢ ἀποδεδειγμένων ἢ ἔμφασίν γε τοῦ ὡμολογῆσθαι
εἴη καὶ τὸ ἐν τῷ Κατὰ Τμοκράτους προοίμιον τὸ «τοῦ
μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδʼ ἂν
αὐτὸν οἶμαι Τμοκράτην εἰπεῖν» καὶ τὰ ἑξῆς σύμπαντα
πείθουσιν, ὅμοιοι, φασίν, ὁμοίους. ποῦ γὰρ αὐτοῖς
ἰδεῖν τι τοιοῦτον, ὅτι ἔλαβεν ὡς ὁμολογούμενον ὁ ῥήτωρ
βουλόμενος τοῦτο ἐνδείξασθαι τὸ αὐτὸν αὐτῷ Τι.
μοκράτην αἴτιον εἶναι τοῦ ἀγῶνος καὶ μὴ διʼ ἔχθραν
ἰδίαν εἰσιέναι τὸν εἰσάγοντα αὐτὸν Διόδωρον; ὅπερ
γὰρ εἴωθεν ὡς τὰ πολλὰ ποιεῖν ἐν προοιμίοις, τὸ τὰ
ζητούμενα ὡς ὁμολογούμενα εἰσάγειν, τοῦτο κἀνταῦθα
πεποίηκε διὰ τοῦ ἀπολύτου μερισμοῦ. ἔστι γὰρ τοῦ σχήματος
ἡ χρῆσις αὕτη πολλὴ καὶ ἐν τῇ κοινῇ καλουμένῃ
καὶ ἀνὰ χεῖρα ὁμιλίᾳ. διὰ δὲ τοῦτο καὶ πολιτικὸν τὸ
σχῆμα, οἷον τούτου μὲν χάριν οὐδʼ ἄν αὐτὸς ἀντείποιʼ.
Ἀλλὰ σχήματα μὲν ταῦτα τοῦ ἐνδιαθέτου λόγου.
Κῶλα δὲ καὶ συνθήκη ἀνάπαυσίς τε καὶ τὸ ἐκ τούτων
οἱ ῥυθμοὶ καὶ πάντα ταῦτα παραπλήσια τοῖς ἐν
σφοδρότητι, πλὴν ὅτε οἶκτον κινοίη τις ἐλεεινολογούμενος·
τότε γὰρ ἀφελεστέρων δεῖ τούτων ἀπάντων καὶ
χρή γε τοῖς περὶ ἀφελείας ῥηθεῖσιν ἕπεσθαι ἐν τοῖς τοιούτοις.
ἀκριβέστερον δὲ καὶ περὶ τούτων, ὅπερ ἐπηγγειλάμην
πολλάκις, ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν
λελέξεται.
8 Ἡ βαρύτης ἐννοίας μὲν ἔχει τὰς ὀνειδιστικὰς ἁπάσας,
ὅταν εὐεργεσίας τις ἑαυτοῦ λέγων τὸ μηδενὸς ἢ
ἐλαττόνων ἠξιῶσθαι ἢ καὶ τοὐναντίον, ὅτι καὶ τιμωρίας
βαρὺς ὁ λόγος γίνεται, εἰ παρατιθείη τις τοὺς οὐδὲν
ἢ μικρὰ εὐεργετήσαντας ἢ καὶ τοὐναντίον ἠδικηκότας,
εἶτα τυχόντας, ὧν αὐτὸς οὐκ ἠξιώθη. ταὐτὸν δὲ
συμβαίνει, κἂν εἰ λέγοι τις ὅτι ‘τὸν δεῖνα μὲν φαῦλον
ὄντα τούτων ἠξιώσατε, ἐμὲ δὲ ὡς ἑτέρως προαιρούμενον
τῶν ἐναντίωνʼ. παραδείγματα τῶν ἐννοιῶν τούτων
πολλὰ ἔν τε τῇ Ὑπὲρ τῶν Λυκούργου παίδων ἐπιστολῇ
καὶ ἐν τῇ Ὑπὲρ τῆς ἑαυτοῦ καθόδου· ἐν μέντοι
ταύτῃ καὶ τὸ προοίμιον εὐθὺς τοιοῦτόν ἐστιν ἅπαν,
οἷον «ένόμιζον μέν, ἀφʼ ὧν ἐπολιτευόμην, οὐχ ὅπως
μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι» καὶ τὰ ἐξῆς.
— Γίνονται μέντοι βαρύτητες κἀκ τῶν ἐπιεικῶν πως
εἶναι δοκουσῶν ἐννοιῶν μεθοδευθεῖσαί πως, ὅταν δῆθεν
μειονεκτῇ τις ἑκὼν ἢ συγχωρῇ πλεονεκτεῖν τῷ
ἐχθρῷ, ἢ καὶ τῶν ἐναντίων ἀπὸ τοῦ λόγου φαίνηται
ἔχει; τοιοῦτόν ἐστι, καὶ πολλὰ ἔχομεν τοιαῦτα παραδείγματα.
τὸ δὲ τοιοῦτον ἅπαν εἶδος ὡς ἔφην μεθόδου
μᾶλλόν ἐστιν· αἱ γὰρ εἰρωνεῖαι μέθοδοί τινές
εἰσι δηλαδή, αἳ δὴ ποιοῦσιν ἐνταῦθα τὴν βαρύτητα,
ἀλλʼ οὐκ αὐτὴ καθʼ ἑαυτὴν ἔχει τι βαρὺ ἡ ἔννοια· καὶ
ποιοῦσί γε τὴν βαρύτητα ὡς ἔφην ἐν τῷ τοὐναντίον
αὐτῷ, ἢ λέγει ὁ τῇ εἰρωνείᾳ χρώμενος, ἐνδείκνυσθαι
τοῦ τε Βατάλου καὶ τοῦ Οἰνομάου, τὰ ἐναντία
τοῖς ὀνόμασιν αὐτοῖς δηλοῦται· τό τε γὰρ Βάταλος
ὄνομα ἐπὶ μαλακίᾳ λεγόμενον, ἐφʼ οἷς ἀνδρείως προὔστη
τῶν κοινῶν, τέθεικε, διʼ ὧν τὸ μηδὲ Βάταλος ἀλλʼ εἴ
τι τούτῳ ἐναντιώτατόν ἐστιν ὄνομα καλεῖσθαι ἂν δικαίως
αὐτὸν οἶμαι δείκνυσι, τό τε Οἱνόμαος ἔχον τι
μέγα καὶ τραγικόν, ἐφʼ οἷς ταπεινὸς καὶ ἄνανδρος ὁ
Αἰσχίνης ὤφθη, τεθέν, σαφῶς τῶν ἐναντίων αὐτὸν
ἰδία τῆς εἰρωνείας. — Εἰδέναι μέντοι χρή,
καὶ τὸ «ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι
μανίαν· μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν
τι ποιεῖν»· ἐν ταύτῃ γὰρ ἐκπρεπὴς ἡ βαρύτης. ὅτε
μέντοι κατὰ τῶν ἐχθρῶν τις χρῷτο τῇ εἰρωνείᾳ, τὸ
μὲν ἦθος ἴσχει πάντως ὁ λόγος, σφόδρα δὲ ὀλίγον τι
τὸ τῆς βαρύτητος καὶ ἀμαυρὸν ὑποφαίνεται, οἷον «πῶς
ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει ;» ἐν
μέντοι τοῖς ἐσχηματισμένοις ἐπὶ βαρύτητι φύσει ζητήμασι
δύναται κατὰ τὴν τοιαύτην μέθοδον ἐπʼ ἀμφοῖν
ἐκπρεπὴς εἶναι ἡ βαρύτης, ἐάν τε ἐφʼ ἑαυτοῦ ἐάν τε
ἐπὶ τοῦ ἐχθροῦ τις ἐθέλῃ χρῆσθαι τῇ εἰρωνείᾳ, οἷον ὁ
Θεμιστοκλῆς δόξαν τοῖς Ἀθηναίοις εἰς τὸν ἀνοικισμὸν
πιπράσκειν τὰς ναῦς, ἐπείπερ ἥττητο ἀντιλέγων, ἑαυτὸν
προσαγγέλλει· αὐτός τε γὰρ πάντα, ἐφʼ οἷς θαυμάζεται,
γὰρ ὅτι τὸ χρησθὲν μόνος εἶδεν, οὐ τιμῆς ἀλλʼ ἀτιμίας
ἄξιον εἶναι, διότι μηδέν ἐστι τῶν νεῶν ὄφελος, καὶ ὅτι
τὸ συμφέρον εἰδέναι. ἡμαρτῆσθαι μέντοι φήσει
καὶ τὸν Κυρσίλον ὅτι στεφανοῦν ἀλλʼ οὐ καταλιθοῦν
ἔδει, καὶ ὡς ἀσφαλέστερον νῦν οἰκήσουσιν ἀποδόμενοι
τὰς ναῦς· οὐ γὰρ ἐπιβουλεύσειν αὐτοῖς διὰ τοῦτό γε
αὐτό, διότι τῶν νεῶν στέρονται, οὔτε βασιλέα οὔτε
ἄλλον οὐδένα· διὰ γὰρ τοῦ πεζοῦ σεσῷσθαι τὴν Ἑλλάδα
καὶ τὸ μηδὲν ὦφθαι τὰς ναῦς παρὰ τὴν χρείαν. καὶ
ὅλως τὰ ἐναντία διὰ τῶν ἐναντίων ἐνδείξεται πανταχοῦ,
ὅπερ ἴδιον μὲν τῆς εἰρωνείας, ἐργαστικὸν δὲ τῆς
βαρύτητος. — Καὶ μὴν καὶ τὸ περὶ τῶν ὁμολογουμένων
ὡς ἀμφισβητουμένων εἰς ἐρώτησιν ἐκ διαπορήσεως καθίστασθαι
βαρύτητος ἴδιον, οὐκ ἀπήλλακται δὲ οὐδὲ
τοῦτο εἰρωνείας, οἷον «ἆρα μικρὰ βοηθῆσαι τοῖς πένησιν
ὑμῶν δοκῶ;» καὶ τὰ ἐξῆς, καὶ ὁ Θουκυδίδης «ἄρα
ἄξιοι δοκοῦμεν ὑμῖν, ὦ Λακεδαιμόνιοι; — Τοιοῦτόν
ἔστι καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων, ὃ δὴ
καὶ τοῦ ἐνδιαθέτου ἔφαμέν πως εἶναι λόγου, οἶον «εἰ
δὲ καὶ ἐν αὐτοῖς οἶς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν, πόσῳ
μᾶλλον μισοῖσθʼ ἄν ἢ σῴζοισθε δικαίως;» εἶθʼ ἡ ἐν.
— Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐπικρίνειν
τι ὡς δέον γενέσθαι, ὃ βούλει ἐνδείκνυσθαι, ὅτι οὐ
δεινῶς μεθώδευται τὸ νόημα, ὅπερ ἐβούλετο ποιῆσαι,
ἐνδειξαμένου τοῦ ῥήτορος, ὅτι κατʼ ἀνάγκην καὶ τοῦ
ἐχθροῦ βιασαμένου οὕτω ποιεῖ, μὴ θαυμάσῃς — σχεδὸν
γὰρ οὐδὲν τῶν τοῦ ῥήτορος, ὅ δὴ πολλάκις εἶπον,
ἀπήλλακται δεινότητος —, ἀλλὰ νῦν, εἴπερ βαρύ ἐστι
τὸ εἰρημένον, ἐπισκεπτέον· περὶ γὰρ ταύτης νῦν ἡμῖν
πρόκειται λέγειν τῆς ἰδέας. περὶ δὲ δεινότητος, ὡς
πολλάκις ἐπηγγειλάμεθα, ἐροῦμεν αὐτίκα· καὶ γὰρ τὴν
τάξιν μετὰ πάσας ἔχει τὰς προειρημένας ἰδέας, εἰ καὶ
τῇ δυνάμει πρὸ τῶν ἀπασῶν ἡμῖν αὐτὴν κατατακτέον.
Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ μέθοδοι βαρύτητος.
Λέξις δέ τις ἢ τι ἕτερον τῶν ἑπομένων ταύτῃ ὡς
εἶναι βαρύτητος ἴδιον οὐδέν ἐστι. φαίην δʼ ἄν, ὅτι καὶ
μᾶλλον ἑτέρων ἁρμόττοι ἂν αὐτῇ, ὅσα ταῖς ἠθικαῖς
ἰδέαις ἥρμοστο, λέγω δὲ ἀφελείᾳ καὶ τῇ ἐπιεικείᾳ, καὶ
ἔτι τῷ ἐνδιαθέτῳ καὶ οἷον ἐμψύχῳ λόγῳ.
9 Ἡ δεινότης ἡ περὶ τὸν λόγον ἔστι μὲν κατʼ ἐμὴν
γνώμην οὐδὲν ἄλλʼ ἢ χρῆσις ὀρθὴ πάντων τῶν τε προειρημένων
προκαταρκτικαῖς ἢ καταστατικαῖς ἢ καὶ ἐπιλογικαῖς
ἀπλῶς τε ὅπερ ἔφην τὸ πᾶσι τοῖς πεφυκόσι λόγου σῶμα
ποιεῖν χρῆσθαι δύνασθαι δεόντως καὶ κατὰ καιρὸν ἡ
ὄντως οὖσα δεινότης ἔμοιγε εἶναι δοκεῖ. ὥσπερ γὰρ
δεινὸς χρῆσθαι πράγμασι λέγεται δήπουθεν ὁ εἰς δέον
τοῖς παραπεσοῦσι πράγμασι χρώμενος οἷον ὕλῃ τινὶ
οὖσι τῆς ὥσπερ τέχνης αὐτοῦ καὶ δεινὸς στρατηγὸς ὁ
τοῖς ὑπὸ τὴν στρατηγίαν πράγμασιν εἰδὼς εἰς δέον
χρήσασθαι, ὕλη δὲ δήπουθεν καὶ ταῦτα τοῦ στρατηγοῦ
πάντως, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς ὁ τοῖς τῆς ῥητορικῆς
πράγμασι καὶ ταῖς ὕλαις αὐτῆς εἰς δέον χρώμενος,
πράγματα δʼ ἂν εἴη δήπουθεν καὶ ὕλη ταύτης
τὰ προειρημένα, λέγω τά τε εἴδη τοῦ λόγου καὶ τὰ
λοιπά· τούτων γὰρ ἕκαστον εἰ δή τις εἰδείη πότε μὲν
δεῖ, πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου
καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι, καὶ εἰ μὴ εἰδείη
μόνον, ἀλλὰ καὶ δύναιτο, πάντως ἂν εἴη δεινότατος
ῥητόρων καὶ οἷος ἅπαντας παρεληλυθέναι, ὥσπερ καὶ
ἰδίοις εἴδεσιν οἶδέ τε καὶ δύναται χρῆσθαι· οὐ
γὰρ δεινὸν ἀοιδὸν οὕτω λέγοι ἂν τὸν Σιμωνίδην, ὥσπερ
οἱ πολλοὶ λέγουσι δεινὸν ῥήτορα τὸν ταῖς βαθείαις ἢ
περινενοημέναις ἐννοίαις ἢ μεθόδοις χρώμενον ἢ καὶ
λέξεσι μέγεθος ἐχούσαις ἤ τι τοιοῦτον ποιοῦντα. εἰ δέ
τις ἡμῖν περὶ τοῦ ὀνόματος διοίσεται, δεινὸν εἶναι ῥήτορα
λέγων τὸν φοβερὸν ἢ μέγαν ἢ ἰσχυρὸν ἢ πάντα
ταῦτα — τοὔνομα γὰρ δὴ τὸ τῆς δεινότητος τάττειν τοὺς
ὁ ποιητὴς φοβερόν τε καὶ μέγαν κατὰ τοὺς λόγους
πεποίηκεν, οἶον τὸ «νιφάδεσσιν ἐοικότα χειμερίῃσιν »
ἔπεα φθέγγεσθαι· εἰ ταῦτά τις ἡμῖν λέγων περὶ τοῦ
ὀνόματος τῆς δεινότητος διοίσεται, πρῶτον μὲν ἀγνοεῖ,
ὅτι τὸν ὡς ἐγὼ λέγω δεινὸν ῥήτορα ὁ ποιητὴς δείκνυσιν·
«αἰδοῖ μειλιχίῃ» ἀγορεύοντος καὶ «τοῦ δὲ θεὸς μορφὴν
ἔπεσι στέφει»; εἰ γὰρ μὴ δεινότητος εἶναί τινος ἐρεῖ
τοῦτο ἀλλʼ ἄλλου τινός, τί φήσει περί τε τοῦ ἐν Φαίαξιν
Ὀδυσσέως καὶ ὧν αὐτόθι δημηγορεῖ; ὁ γὰρ αὐτὸς
δήπουθέν ἐστι κἀνταῦθα κἀκεῖ, ἀλλʼ οὐχ ὡσαύτως τῷ
λόγῳ χρῆται, δεινὸς ὢν ὡς ἀληθῶς καὶ ταῖς ἰδέαις
τοῦ λόγου εἰς δέον τε καὶ κατὰ καιρὸν χρῆσθαι δυνάμενος·
ἂν μὲν γὰρ κατηγορῇ βίας, ἁρπαγῆς, μοιχείας,
παρανομίας, ἀσεβείας τῆς εἰς τὸν ξένιον Δία, τῶν ἄλλων,
ἃ ἄν τις εἴποι κατὰ τοῦ Ἀλεξάνδρου καὶ τῶν
Τρώων, εἰκότως τότε «ὄπα τε μεγάλην ἐκ στήθεος »
ἵησι καὶ «ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι » καὶ ὅλως
ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διηρμένος· ἐὰν
ἀλλʼ
25 Hom. Μ 267
τε ὡς δεῖ χρῆσθαι καὶ δυνάμενον. καὶ τί δεῖ
παραδειγμάτων ἄλλων, ἐξὸν ἀπʼ αὐτοῦ γε τοῦτο ἰδεῖν
τοῦ ῥήτορος; καὶ γὰρ οὗτος δεινὸς μέν ἐστι καὶ ὁ αὐτὸς
πανταχοῦ, μιᾷ χρώμενος ἐπιστήμιῃ καὶ δυνάμει ἐν
πᾶσιν, εἰς δέον δὲ ἑκάστῃ χρώμενος ἴδέᾳ· καὶ ταῖς
ὑποθέσεσι καὶ τοῖς καιροῖς καὶ τοῖς προσώποις τὸ δέον
ἀποδιδοὺς ἄλλος μέν ἐστιν ἐν ἰδιωτικοῖς, ἄλλος δʼ ἐν
δημοσίοις, καὶ τῶν δημοσίων δʼ αὖ ἕτερος μὲν ἐν Φιλιππικοῖς,
ἕτερος δʼ ἐν συμβουλευτικοῖς, δεινός γε μὴν
ἀπανταχοῦ. εἰ δὲ νῦν μὲν καὶ εἶναι δοκεῖ δεινός, νῦν
δὲ οὐ δοκεῖ, καὶ τοῦτο αὐτὸ κομιδῇ δεινόν ἐστι καὶ
τῆς οὔσης δεινότητος ὡς ἀληθῶς τὸ δύνασθαι σὺν
ἐπιστήμῃ τούτων ἕκαστα ποιεῖν ἐν δέοντι. Ἀλλʼ ἤδη
γε περὶ αὐτῶν τούτων λεκτέον.
Δεινὸς τοίνυν λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ,
ὅνπερ καὶ μόνον οἱ πολλοὶ καὶ οἱ τάχʼ ἂν ἡμῖν ἀμφισβητήσοντες
περὶ τοῦ ὀνόματος τῆς δεινότητος λέγουσιν
εἶναι δεινόν· φανερὸν δʼ ἔσται τοῦτο αὐτίκα ἐκ τῶν
ῥηθησομένων. ἀλλʼ ὅπερ ἐλέγομεν, δεινὸς λόγος ὁ μὲν
καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὁ δὲ ἔστι μέν, οὐ μὴν δοκεῖ, ὁ
δὲ οὐκ ἔστι μέν, δοκεῖ δὲ εἶναι· περὶ δὲ τοῦ μήτε ὄντος
δοκῶν δὲ εἶναι τὸ πλεῖστον ἔχει περὶ τὴν μέθοδον· ὁ
δʼ αὗ δοκῶν μὲν εἶναι δεινός, οὐ μὴν τοιοῦτός γε ὢν
ὡς ἀληθῶς διὰ τῆς λέξεως τὸ πλεῖστον γίνεται.
Τούτων δὲ τοῦ μὲν καὶ ὄντος δεινοῦ καὶ δοκοῦντος
εἶναι τοιούτου παραδείγματα οἵ τε Κατὰ Φιλίππου λόγοι
καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων
οἱ πολλοί· καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν
ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς
δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον
φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι
μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ
τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ
λόγου χρησάμενος· κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ
δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου·
διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. Ἀλλʼ ἐκεῖσε ἐπανιτέον.
ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ
εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα,
παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περιτοῦθʼ,
μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα»·
καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως
εἰρημένον, οἷον «οἷς γὰρ οὐκ ἐγράψατο
τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν
φανήσεται» καὶ τὰ ἑξῆς οἷον «οὐκοῦν ἃ μὲν ἐπέδωκα.
ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ
βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτʼ ἔσθʼ, ἃ
διώκεις», καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον
«τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι.
τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» πάνυ
γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται·
῾ ἐπειδὴ οὐκ ᾐτιάσωʼ, φησί, ῾ τὸ ἐπιδοῦναι, ὁμολογεῖς
καὶ τὸ ἐπʼ αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι·
εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐδὲ τοῦτο᾿. ἀλλʼ ἡ μὲν
ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι
ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις
καὶ βαθεἴαις, κοὺ ἅτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος
ποιουσῶν ἰδεῶν· ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτʼ
εἶναι μόνον δεινότητα. — Καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων
αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ
ὅλως αἱ τετραμμέναι δειναί τέ εἰσιν ὡς ὄντως διʼ ἐνάργειαν,
ὅτε τι πρᾶγμα διʼ ἐναργείας σημαίνοιεν, εἰς δέον
παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό.
— Σχήματα δὲ καὶ συνθήκη τά τε λοιπὰ ἐφεξῆς
ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος
ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλʼ ἅπερ
τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητός τε καὶ περιβολῆς.
μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν
σχῆμα οἰκεῖον· δυνάμει γὰρ μεγάλῃ φύσει τε
κέχρηται καὶ φαίνεται χρώμενον, οἷον «ὁ γὰρ Μεσήνην
Αακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν
Τοῦ δʼ αὖ μὴ δοκοῦντος μὲν εἶναι δεινοῦ, ὄντος δὲ
ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες
οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων
δὲ οὐκ ὀλίγα μέρη· τά γε μὴν τοῦ Λυσίου θαρρῶν
ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατʼ ἔννοιαν
μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην
εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν
ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν
παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις
καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις
τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι,
ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ
ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν,
σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι
χρῆται κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας
δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵνʼ ἀσφαλῶς ἀποφαίνηταί
τις, ἐπεὶ τάχʼ ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ
βραχέα ἢ οὐδὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι
φαίνονται. Δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη.
Φαίνεται δὲ λόγος δεινὸς οὐκ ὢν τοιοῦτος, ὃ δὴ καὶ
τρίτον ἔφην δεινότητος εἶδος εἶναι, ὁ τῶν σοφιστῶν,
λέγω τῶν περὶ Πῶλον καὶ Γοργίαν καὶ Μένωνα, καὶ
τῶν καθʼ ἡμᾶς δὲ οὐκ ὀλίγων, ἵνα μὴ πάντων λέγω.
γίνεται γὰρ τὸ πλεῖστον περὶ τὴν λέξιν, ὅταν τραχείας
καὶ σφοδράς τις ἢ καὶ σεμνὰς συμφορήσας λέξεις εἶτʼ
ἐξαγγέλλῃ ταύταις ἐννοίας ἐπιπολαίους καὶ κοινάς, καὶ
μάλιστα εἰ καὶ σχήμασι χρῷτο κώλοις τε καὶ τοῖς ἄλλοις
ἢ σφοδρότησιν εἰκῇ χρῆσθαι ἢ ἔνθα ὅλως μηδενὸς
τοιούτου δεῖ, καθάπερ εἴωθεν Ἀριστογείτων
ποιεῖν, φαινομένη τίς ἐστιν, οὐ μὴν οὗσα δεινότης·
ὑπόκενον γὰρ καὶ ψυχρὸν μᾶλλον τὸ τοιοῦτον· ἐπεὶ
μέγεθος, οἷον σεμναῖς ἢ σφοδραῖς ἢ τραχείαις ἢ λαμπραῖς
μόνον τῇ λέξει ἀλλὰ καὶ τοῖς ἑπομένοις αὐτῇ συγχωρῶ,
ἐπειδὴ καὶ Ἰσοκράτης φησὶ ῥήτορος εἶναι τὸ τὰ σμικρὰ
μεγάλως εἰπεῖν δύνασθαι καὶ τὰ μεγάλα σμικρῶς· οὐ
μὴν ἁπλῶς ἐστι χρήσιμον, ὥσπερ σχεδὸν οὐδὲ ἄλλο
οὐδὲν εἶδος λόγου, ἀλλʼ ὅτε εἰς δέον παραλαμβάνοιτο.
ἔστι δὲ τοῦτο μεγάλης καὶ τελεωτάτης ἐπιστήμης οἶμαι,
τὸ χρῆσθαι τοῖς καιροῖς εἰδέναι τε καὶ δύνασθαι ἡ
γὰρ ὡς ὄντως δεινότης αὕτη ἐστἴ, καθάπερ ἔλεγον εὐθὺς
πότε δεῖ καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς καὶ ἐφʼ οἷς
χρῆσθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνασθαι.
τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας ἑπομένης μὲν τῷ Περὶ
ἰδεῶν λόγῳ, καθάπερ ὁ Περὶ τῶν ἰδεῶν τῷ Περὶ εὑρέσεως,
χωρὶς δὲ ταττομένης καὶ καθʼ ἑαυτήν. ἀγαπητὸν
γάρ, εἰ καὶ μὴ πάρεργον ἑτέρας τις τὸ τοιοῦτο
πραγματείας ποιησάμενος μηδὲ ἐν προσθήκης ἀποδοὺς
μέρει, καθάπερ νῦν ἂν γένοιτο, ἰδίαν δὲ ἀποδοὺς
σπουδήν, ἣν προσήκει τῷ τοιούτῳ, μὴ πάντῃ σφαλείη
τοῦ λόγου τοῦ περὶ αὐτῆς· ἐπεὶ καὶ ὅσα τὸν Περὶ τῶν
ἰδεῶν γράφοντες λόγον τοῦτον αὐτὸν ἐν ἐνίαις αὐτῶν
πάντα ὑποβαλεῖν ταῦτα, καιρούς, πρόσωπα, τόπους,
τε καὶ συστατικὰ εἴτε ἀντιθέσεων λυτικὰ εἴτε ἐπιλογικά,
πασῶν τε ἰδεῶν λόγου, ποῖον μέν τι προσήκει
τὸ ὅλον εἶδος εἶναι τοῦ λόγου κατὰ τόδε τὸ ζήτημα, ἐπὶ
τῶνδε τῶν ἀνδρῶν, περὶ τοῦδε τοῦ προσώπου λεγόντων,
κατὰ τόνδε τὸν καιρόν, ποῖα δὲ αὐτῶν τὰ κατὰ
μέρος νοήματα, καὶ τίνα μὲν εἰπεῖν τῶν εὑρεθέντων,
τίνα δὲ ἄρρητα ἐᾶν ἐνταῦθα βέλτιον — ἑτέρωθι γάρ,
ἂν οὕτω τύχῃ, καὶ τοὐναντίον ἔσται —, καὶ τίς τοῖς
κριθεῖσι ῥηθῆναι τάξις ἀρίστη νῦν καὶ ἐπὶ τῶνδε —
πάλιν γὰρ καὶ τοῦτο ἐφʼ ἑτέρων καὶ κατʼ ἄλλον καιρὸν
τάχα ἴσως ἑτέρως ἔσται —, καὶ πῶς μὲν τοῦτο, πῶς
δὲ ἐκεῖνο εἰσακτέον, καὶ τίσι μὲν πλεονάσαι τῶν ἐννοιῶν
καὶ τίνα τρόπον βέλτιον, τίνων δὲ τὴν ταχίστην
ἀπαλλάττεσθαι καὶ διʼ ἐλαχίστου πως αὐτῶν ἐπιμνησθέντα·
ταῦτα γὰρ δὴ πάντα καὶ τὰ τοιαῦτα τέχνῃ διαλαβεῖν
καὶ ταῦτα μὴ διὰ σφόδρα μακρῶν θεῖον οἶμαί
τι πρᾶγμά ἐστι καὶ οὐκ ἀνθρωπίνης δυνάμεως. οὐ μὴν
ἀλλʼ ὅσον γε ἀνθρώπου φύσις ἐξαρκεῖν τοῖς τοιούτοις
καὶ ἀφʼ ὧν οὐ χαλεπὸν ἂν γένοιτο τοῖς τε τὰ
προειρημένα πάντα καὶ τὰς γενικὰς ἰδέας ἐπεγνωκόσι
τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἑκάστου γινώσκειν, ἃ
δεῖ, καὶ νέων ἤδη καὶ παλαιῶν. Ἀλλὰ λεκτέον γε ἤδη
περὶ τοῦ λόγου τοῦ πολιτικοῦ.
Περὶ λόγου πολιτικοῦ
10 Ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος γίνεται μὲν
διὰ πασῶν τῶν προειρημένων ἰδεῶν, οὐ μὴν ἁπλῶς γε,
κραθεισῶν δέ πως πρὸς ἀλλήλας, ὡς ἐλέγομεν. καὶ
ὁ μὲν τῇ ἀρίστῃ μίξει χρησάμενος τούτων τὸν ἄριστον
δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετʼ ἐκεῖνον
τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν
ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ
λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω.
ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος
τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός,
οὐδεὶς ἀμφιβάλλει δήπουθεν· οὐ μὴν ἁπλῶς γε ἡμῖν
περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ
καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν
ἄλλων τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς
Δημοσθενικὸς λόγος τῶν πολιτικῶν ἄριστος.
Φημὶ τοίνυν δεῖν ἐν τῷ τοιούτῳ λόγῳ πλεονάζειν
μὲν ἀεὶ τόν τε τὴν σαφήνειαν ποιοῦντα τύπον καὶ τὸν
ἠθικόν τε καὶ ἀληθῆ καὶ μετὰ τούτους τὸν γοργόν,
τῶν δʼ αὖ τὸ μέγεθος ποιουσῶν ἰδεῶν τὴν μὲν περιβολὴν
διόλου πλεονάζειν καὶ οὐχ ἧττόν γε ἢ τὴν καθαρότητά
τε καὶ εὐκρίνειαν, τὴν μέντοι τραχύτητα καὶ
σφοδρότητα παρισοῦσθαι μέν πως τοῖς εἰρημένοις, κατὰ
δεύτερον δὲ καὶ τρίτον λόγον. ἀκμὴ δὲ καὶ σεμνότης
μὴν οὕτως οὐδʼ ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ αἱ προειρημέναι
τῶν ἰδεῶν, ἀλλʼ ἐπʼ ἔλαττον, ὅπου γε τὴν
σεμνότητα καὶ διακόπτειν ἐν τῷ πολιτικῷ χρὴ λόγῳ καὶ
φύσει καὶ νόμοις διοικεῖται»· παρεντεθὲν γὰρ τὸ «κἂν
μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» καὶ διακόψαν τὸν
λόγον καθεῖλεν ἀπὸ τοῦ μεγέθους καὶ ἧττον ἐποίησε
φανῆναι σεμνόν. ἤδη δέ που καὶ ἡ λαμπρότης ταὐτὸ
πέπονθε τοῦτο, ὡς καὶ παρὰ τῷ Δημοσθένει, οἷον
«αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ
κατάστασις πρώτη», εἶτα πρὶν ἐπαγαγεῖν, ὃ σφόδρα ἂν
ἐποίησεν αὐτῷ τὸν λόγον λαμπρὸν καὶ σοφιστικόν,
Μέγεθος μὲν οὖν μέχρι τοσούτου καὶ τοῦτον τὸν τρόπον
προσεῖναι δεῖ τῷ λόγῳ τῷ ἀρίστῳ τῶν πολιτικῶν·
δεινότητος δὲ τῆς μὲν καὶ οὔσης καὶ φαινομένης ὡς
ἐλάχιστον, τῆς δὲ ἐν μεθόδῳ κειμένης πάμπολυ — περὶ
ταύτης δὲ ἔφην ἰδίᾳ πραγματεύσασθαι —, τῆς δὲ φαινομένης
μόνον δεινότητος οὐδέν, πλὴν εἰ τὰ λαμπρὰ
καὶ ἀκμαῖα εἰς τοῦτο ἀναφέροι τις· τούτων δὲ ὁπόσον
οἷόν ἐστι καὶ παρὰ Δημοσθένει, καθάπερ ἐδείξαμεν
ἐν τῷ περὶ κάλλους. ἔνθα μέντοι λογισμῶν δεῖ
καὶ λεπτότητος, ἐνταῦθα καὶ πλεονάζειν προσήκει τοῖς
τοῦ κάλλους ῥυθμοῖς καὶ ταῖς συνθήκαις καὶ ἀναπαύσεσιν·
αἱ γὰρ ἐπιμέλειαι τῆς λέξεως ταῖς πυκνότησι
τῶν ἐννοιῶν ἐπιτήδειοι, καὶ τὸ καθαρὸν αὖ τὸ τῆς συνθήκης
τε καὶ ἀναπαύσεως ἀφαιρεῖται τῶν τοιούτων
νοημάτων ἢ καὶ ζητημάτων τὸ ἄγαν αὐστηρόν, χάριν
καὶ τῇ συνεχείᾳ· τοιαῦτα γὰρ τὰ ἐν τοῖς λογισμοῖς κείμενα
οἷον εὐτέλειαν ἢ σκληρότητα, δεῖ τινος κάλλους
τῇ βραχύτητι, ὃ δὴ ποιεῖ ἔπιμέλεια. πρὸς δὲ τούτοις
μάχεταί πως τῷ εὐτελεῖ τὸ ἐπιμελὲς καὶ μὴ ἐρριμμένον·
ὥστε, εἰ καὶ συμβαίνει διὰ λεπτότητα νοημάτων,
ὃ δὴ πολλάκις πέφυκεν ἐν τοῖς τοιούτοις γίνεσθαι,
καταφέρεσθαι τὸν λόγον εἰς εὐτέλειαν, ὀρθώσειας
ἂν οὕτως αὐτὸν τοῖς τοῦ κάλλους σχήμασι καὶ
τοῖς ῥυθμοῖς ταῖς τε συνθήκαις καὶ ἀναπαύσεσιν.
Ἀλλὰ ταυτὶ μὲν ἀκριβῶς ἐν τῷ Περὶ μεθόδου δεινότητος
ἡμῖν λελέξεται, τὸ πότε καὶ πῶς δεῖ πλεονάζειν
ἐν τίσι τῶν ἰδεῶν, νυνὶ δὲ ἁπλῶς περὶ πολιτικοῦ λέγομεν
λόγου καὶ Δημοσθενικοῦ ἐν τῷ καθόλου καὶ οὐ
περὶ τινὸς Δημοσθενικοῦ ἢ πολιτικοῦ. διαφέρει δὲ ἢ
καθόλου τι λέγειν ἢ ἐπὶ μέρους· ἐπεὶ καὶ οἱ δημόσιοι
λόγοι τοῦ ῥήτορος καὶ οἱ ἰδιωτικοὶ καὶ πάλιν τῶν δημοσίων
ὁ Πρὸς Λεπτίνην καὶ ὁ Κατʼ Αἰσχίνου Δημοσθενικοὶ
δήπουθέν εἰσιν ἅπαντες, διαφέρουσι δὲ ἀλλήλων
πάμπολυ τῷ μὴ περὶ ταὐτὸν εἶδος πλεονάσαι. εἰ
γὰρ καὶ ἄλλοις τισὶ πολλάκις εἴδεσιν οἷον τραχύτητι
ἢ ἐπιεικείᾳ ἢ ὅλως ἤθει ἤ τινι τῶν λοιπῶν διʼ αἰτίας
τινὰς ἐπὶ πλεῖον δεῖ χρῆσθαι, ἀλλʼ ὅ γε ἁπλῶς Δημοσθενικὸς
καὶ πολιτικῶν κάλλιστος λόγος ἐκείνως καὶ
διʼ ἧς ἐλέγομεν κράσεώς τε καὶ μίξεως γίνεται, πλεονάζοντος
δὲ καὶ λαμπρότητος καὶ ἀκμῆς ἔτι ἐνδεέστερον
ἢ κατʼ ἐκείνας, δεινότητος δὲ τῆς μὲν ἐν μεθόδῳ μάλιστα,
τῆς δὲ ἄλλης ἥκιστα ἢ ὡς ἐλάχιστα, κάλλους δὲ
τοῦ κομμωτικοῦ πλεονάζοντος μὲν ὁμοίως τοῖς πρώτοις,
καὶ μάλιστα ὅτε δυνατῶς ἐξαγγεῖλαί τι δέοι, ἀνεμφάτως
δὲ καὶ ἧττον ἔχοντος φανερὰν τὴν ἐπιτήδευσιν·
διὰ γὰρ τούτων ἁπάντων οὕτω μιγνυμένων ὁ κάλλιστός
τε πολιτικὸς καὶ Δημοσθενικὸς λόγος γίνεται.
Τούτου δὲ τοῦ λόγου τοῦ πολιτικοῦ ὃ μέν ἐστι συμβουλευτικός,
ὃ δὲ δικανικός, ὃ δὲ πανηγυρικός. καὶ ὁ
μὲν συμβουλευτικὸς δῆλον ὡς ἐν τοῖς μέγεθος ποιοῦσι
μᾶλλον πλεονάζει τύποις μετὰ τῆς καὶ οὔσης καὶ φαινομένης
δεινότητος· δεῖ γὰρ καὶ φαίνεσθαι τοιοῦτον
τὸν συμβουλευτικὸν διὰ τὸ ἀξιωματικὸν ὀφείλειν εἶναι
ἅμα ἔχοντα δηλαδὴ καὶ τὰ ἄλλα πάντα, ἃ τὸν κάλλιστον
τῶν πολιτικῶν δεῖν ἔφαμεν ἔχειν λόγον, ἤθους δὲ πλὴν
ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατʼ εἰρωνείαν σφοδροῦ μετρίως
μεθέξει. εἰ δὲ τινὲς τῶν συμβουλευτικῶν οἷον
οἱ φύσει τοῦ ῥήτορος οὕτως ἐπιγραφόμενοι συμβουλευτικοὶ
πολὺ τὸ ἠθικὸν ἔχουσι καὶ τὸ ἐπιεικές, οὐ δεῖ
θαυμάζειν τὸ εἰρημένον· νυνὶ γὰρ οὐ περὶ τῶν κατὰ
μέρος λόγων χαρακτηρίζομεν, ὃ δὴ πολλάκις διεμαρτυράμην,
συμβουλευτικὸν λόγον εἰς τὸ ἠθικώτερον ἐν τῷ Ὑπὲρ
Μεγαλοπολιτῶν ἢ καί τῳ ἄλλῳ, μηδὲν τοῦτο ἐμποδὼν
γὰρ οὐκέτʼ ἄν ἄριστος εἴη τῶν συμβουλευτικῶν ὅ γε τῇ
οἰκείᾳ φύσει διά τι χρήσασθαι ἐμποδισθείς. εἰ δέ τις
καὶ τοὺς Φιλιππικοὺς φήσειε διὰ τὸ τοῦ Φιλίππου πρόσωπον
μέγεθος λαβεῖν, ὅτι ἐκεῖνο ἐπιφορὰν ἐνεδέχετο
καὶ σφοδρότητα, ἐννοείτω, ὅσην καὶ χωρὶς ἐκείνου τραχύτητα
καὶ ἄλλως ἀκμὴν κατὰ τῶν Ἀθηναίων ἔχουσιν
οἱ λόγοι οὗτοι καὶ παρρησίαν καὶ μέγεθος· πρὸς ἅπερ
συλλαμβάνειν μὲν καὶ τὸ τοῦ Φιλίππου πρόσωπον
ἀνάγκη συγχωρεῖν, οὐ μὴν τοσοῦτόν γε, ὅσον αὐτὸ τὸ
τῆς συμβουλῆς ἴδιον. περὶ δὲ προσώπων καὶ καιρῶν ὁ
Περὶ μεθόδου δεινότητος ἀκριβέστερον ἐπιδείξει λόγος.
Ἀλλʼ ὁ μὲν κάλλιστος συμβουλευτικῶν ὅπερ ἔφημεν
λόγων τοιοῦτος.
Ὁ μέντοι δικανικῶν κάλλιστος ἀνάπαλιν ἔχει τούτῳ,
εἰ μὴ περὶ δημοσίων εἴη καὶ μεγάλων πραγμάτων καὶ
συμβουλῆς ἐγγύς, ὡς ὁ Κατʼ Ἀριστοκράτους ἔχει καὶ
ὁ Ὑπὲρ τοῦ στεφάνου καὶ ὅσοι τοιοῦτοι· οὗτοι γὰρ σχεδὸν
ὡσαύτως τῷ συμβουλευτικῷ τύπῳ χαρακτηρίζονται,
τοιούτων ἥκιστα μετέχει ἢ ὅτι βραχύτατα· μέγεθος δὲ
τὸ μὲν κατὰ τὴν περιβολὴν ἀπὸ ἐννοιῶν δέχεται — οὐ
γὰρ ἀπό γε τῆς λέξεως ἢ τῶν περὶ τὴν λέξιν ἢ καὶ
τὴν μέθοδον τῆς ἐννοίας πλὴν ὅσον ἐπʼ ἐλάχιστον —,
τὸ δὲ κατὰ τὰς ἄλλας τοῦ μεγέθους ἰδέας οὐκέτι, πλὴν
εἰ μή που τὴν κατʼ ἔννοιαν σφοδρότητα ἤ που καὶ τὴν
κατὰ λέξιν μετὰ σχημάτων τῶν περὶ αὐτήν. τοῖς δὲ
Ὁ δὲ πανηγυρικῶν λόγων κάλλιστος ἐν λέξει πεζῇ,
οὐχ ὡς ἐν ζητήμασι πολιτικοῖς ἀλλʼ αὐτὸ τοῦτο πανηγυρικός,
ὃς οὐδὲ πολιτικὸς ἴσως ἂν κληθείη, πάντως
ἂν εἴη δήπουθεν ὁ Πλατωνικός· ὥστε πάλιν, ὃ περὶ
τοῦ καλλίστου πολιτικῶν λόγων λέγοντες ἔφαμεν τὸν
αὐτὸν τῷ Δημοσθενικῷ τοῦτον ἀποφαίνοντες, τοῦτο καὶ
νῦν περὶ τοῦ καλλίστου πανηγυρικῶν λόγων φαίημεν
ἄν, τὸν αὐτὸν καὶ τοῦτον εἶναι τῷ Πλατωνικῷ· καὶ
γὰρ ἐνταῦθα ὁμοίως ἀναστρέφει, καθάπερ κἀκεῖ· ὅ τε
γὰρ κάλλιστος πανηγυρικῶν λόγων ἐστὶν ὁ Πλατωνικός,
ὅ τε αὖ Πλατωνικὸς λόγος τῶν πανηγυρικῶν ἐστιν ὁ
κάλλιστος ὡς ἐν λέξει πεζῇ, περὶ οὗ λεκτέον· περὶ γὰρ
Ὁ τοίνυν κάλλιστος πανηγυρικὸς καὶ ὅπερ ἔφαμεν
Πλατωνικὸς ταῖς μὲν τὸ μέγεθος ποιούσαις ἰδέαις πλὴν
τραχύτητος καὶ σφοδρότητος γίνεται πάσαις, διήκειν
δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν μὴ ἐλαττουμένην
αὐτῶν ποσότητος ἕνεκα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν
τὸν λόγον εἰς σεμνότητα δεῖ. αἱ δὲ γλυκύτητες εἰπερ
ἄλλοθί που καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα καὶ αἱ
ἐπιμέλειαι αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον.
δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερά,
πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ· ἡ δὲ ἄλλη ἐν
τούτῳ γε οὐδαμῶς, πλὴν ὅπου τοῦτο αὐτὸ ἐνδείξασθαι
βούλεται πρόσωπόν τι τῶν παῤ αὐτῷ ποιούντων τὸν
ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ἄλλους κατὰ τὸ μιμητικὸν
εἶδος τοῦ πανηγυρικοῦ λόγου φαίνεται τοῦτο
πεποιηκώς. γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ
λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι
σχεδὸν ἅπας. τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ
δεινότητος εἴδη πάντα, καὶ τῶν γε τοῦ Πώλου λόγων
ἐν Γοργίᾳ τινὲς τῆς φαινομένης εἰσὶ καὶ οὐκ οὔσης
δεινότητος. καὶ οὐ μόνον ταῦτά γε τὰ εἴδη τὰ ἀμοιβαῖα
ἀλλὰ καὶ πάντα ἤδη δέχεται διὰ τὸ μιμητικόν τε
καὶ δραματικὸν καὶ οὕτως, ὥστε κεχωρίσθαι πως ἀπʼ
ἀλλήλων αὐτὰ καὶ μὴ κεκρᾶσθαι, ἀλλʼ ἰδίᾳ μὲν ἔχειν
εὑρεῖν ἀφέλειαν, ἰδίᾳ δὲ σεμνότητα, ἰδίᾳ δὲ ἕκαστον
τῶν λοιπῶν, ἔστι δʼ οὗ καὶ τὸ εὔζωνον καὶ οἷον εὐτελὲς
εἶδος τοῦ λόγου· αἱ γὰρ μιμήσεις τῶν προσώπων
καὶ τούτῳ χώραν ἤδη δεδώκασι. — Καὶ ὡς μὲν ἐν
λογογραφίᾳ τοιοῦτον εἶδος εἶναι δεῖ τὸ πανηγυρικόν·
ὡς δʼ ἐν ζητήμασι πολιτικοῖς, ἔνθα τοῦ πολιτικοῦ πανηγυρικοῦ
εἴδους δεῖ, περὶ οὗ μικρῷ πρότερον ἐπηγγειλάμην
ἐρεῖν, — ἔστι γάρ τινα καὶ πολιτικὰ ζητήματα
καὶ πανηγυρικά, οἷον εἰ περὶ τῆς προπομπείας
γε μὴν ἐνταῦθα ἢ ἐκεῖ ἥ τε λαμπρότης καὶ ἡ σεμνότης
φαίημεν ἂν ἡμεῖς εἶναι τὸ ἄριστον τοῖς βουλομένοις
τε καὶ δυναμένοις πανηγυρικὸν λόγον ἐργάζεσθαι.
Ὡς δʼ ἐν ποιήσει — πανηγυρικὸν γὰρ πρᾶγμα δήπουθέν
ἐστι ποίησις ἅπασα καὶ πάντων γε λόγων πανηγυρικώτατον
— ὡς οὖν ἐν ταύτῃ καὶ τῷ τί τὸ κράτιστον
κατὰ ταύτην εἶδος (τοῦτο γὰρ δὴ χαρακτηριστέον
ἡμῖν κἀνταῦθα πρῶτον, ὥσπερ καὶ τὰ ἄλλα πάντα τῶν
γενικῶν εἰδῶν ἐχαρακτηρίζομεν ἀπὸ τῶν καλλίστων
χαρακτηρίζοντες) οὐχ ὁμοία ἡ διοίκησις, ἀλλὰ προσεῖναι
δεῖ πολλὰ καὶ ἄλλα τοῖς περὶ λόγου πανηγυρικοῦ
προειρημένοις ἅποσιν, ἅ δὴ καὶ ἴδιά τις ἂν εἶναι
φαίη ποιήσεως, περὶ ὧν λεκτέον. ἀνάγκη δὲ πάλιν ταὐτὸν
προειπεῖν καὶ τὴν αὐτὴν ἀναλογίαν σῶσαι κἀνταῦθα
τοῖς ἔμπροσθεν κατὰ τοὺς γεωμέτρας· ὅπερ γὰρ
ἦν ὁ Δημοσθένης ἡμῖν κατὰ τὸν πολιτικὸν λόγον ἔν
τε τῷ συμβουλευτικῷ καὶ δικανικῷ καὶ ὁ Πλάτων ἐν
τῷ πεζῷ πανηγυρικῷ, τοῦτʼ ἄν Ὅμηρος εϊη κατὰ τὴν
ποίησιν, ἣν δὴ πανηγυρικὸν λόγον ἐν μέτρῳ λέγων
εἶναί τις οὐκ οἶμαι εἰ διαμαρτήσεται, ἐπεὶ κἀνταῦθα
ὁμοίως ἀναστρέφει τὸ πρᾶγμα, καθάπερ ἀνέστρεφεν ἐπʼ
ἀμφοῖν κἀκεῖ· ἀρίστη τε γὰρ ποιήσεων ἡ Ὁμήρου, καὶ
ἐπειδὴ οὖν ταῦθʼ οὕτως ἔχει, τάχʼ ἂν ταὐτὸν εἰρηκὼς
ἡ τέχνη οὐδὲ ἐν λόγοις· οἷς δʼ ἔστιν ἐν λόγῳ τὸ
ἔργον, οἷον ῥήτορσι λέγω καὶ λογογράφοις, ὁ τούτους
ἄριστα μιμούμενος καὶ λέγων, ὥσπερ ἂν ὁ ἐκείνων
ἄριστος εἴποι, πάντως ἂν εἴη καὶ αὐτὸς ἐκείνων ἄριστος.
ἄριστος οὖν κατὰ πάντα λόγων εἴδη καὶ ποιητῶν ἁπάντων
καὶ ῥητόρων καὶ λογογράφων Ὅμηρος· καὶ γὰρ
μεγέθη καὶ ἡδονὰς καὶ ἐπιμελείας καὶ δεινότητας καὶ
τὸ μέγιστον ποιήσεως μίμησιν ἐναργῆ καὶ πρέπουσαν
τοῖς ὑποκειμένοις κἀν τοῖς κατὰ λέξιν κἀν ταῖς εἰσαγωγαῖς
τῶν προσώπων καὶ μύθων διατυπώσεις καὶ
Ὁ τοίνυν ὡς ἐν ποιήσει λόγων ἄριστος πανηγυρικῶν
γίνεται διά τε τῶν προειρημένων περὶ πανηγυρικοῦ
λόγου πάντων τε καὶ ὡσαύτως καὶ ἔτι διὰ τῶν
ἰδίων ποιήσεως παρὰ τὰ προειρημένα, οἷς ὁ μὲν δικανικός
τε καὶ συμβουλευτικὸς ἥκιστα χρῆται ἢ ὅτι σπανιώτατα,
καὶ οὕτω δὲ οὐχ ἅποσιν ἀλλὰ τισίν, ὁ δʼ ἐν
τῷ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅποσιν
ἀλλὰ μετά τινος παραμυθίας καὶ οὐχ ἁπλῶς. ἔστι δὲ
ἴδια ποιήσεως παρὰ τὸν ἄλλον λόγον πάντως μέν που
τῆς ἀκοῆς κρινόμενα. Μάλιστα δὲ ποιήσεως ἴδια αἵ τε
μυθικαὶ ἔννοιαι πᾶσαι, οἷον τὰ περὶ Κρόνου καὶ Τιτάνων
καὶ ἔτι Γιγάντων καὶ Διὸς αὐτοῦ καὶ τῶν ἄλλων
θεῶν ἀνθρωποπαθῶς λεγόμενα, ὡς ἐγένοντο καὶ ὅσα
ἔπραξαν ἢ πράττουσιν αὐτοί τε πρὸς ἑαυτοὺς καὶ πρὸς
ἀνθρώπους, καὶ ἔρωτες αὐτῶν καὶ πόλεμοι καὶ φιλίαι
καὶ γοναὶ καὶ τροφαὶ καὶ ὅσα τοιαῦτα. πρὸς δὲ ταύταις,
ὅσα περὶ ἀνθρώπων ἤ τινων ἄλλων ζῴων παραδοξολογοῦσιν,
οἷον ὡς Κάδμος δράκων ἐγένετο ἐξ ἀνθρώπου
καὶ ὡς Ἀλκυὼν ὄρνις καὶ ὅσα περὶ ἀηδόνωον
ἢ χελιδόνων λέγουσι. ταύτης δὲ τῆς ἰδέας καὶ τὸ γυναῖκας
Ααιστρυγόνες καὶ Κύκλωπες καὶ Περσεύς καὶ ὅσα τοιαῦτα.
μυθικὰ δὲ κἀκεῖνα καὶ ποιητικὰ τὰ ὑπερβάλλοντα
μὲν ἀνθρώπου φύσιν, ὑπʼ ἐκείνων δὲ τερατολογούμενα
ὡς γεγονότα καὶ πιστεύεσθαι ἄξια, οἷον ὅτι Ἀχιλλεῦ
τοσόνδε ἐπήδα καὶ ὅτι ὁ Αἴας ἢ ὁ Ἕκτωρ τηλικοῦτοι
ῥᾳδίως ἐρρίπτει λίθον καὶ ὅτι τηλικοίδε ἦσαν, καὶ ὅλως
τὰ τοιουτότροπα ποιητικά. καὶ τὸ τὰ ἄψυχα τοῖς θεοῖς
μετʼ αἰσθήσεως τινος ὑπουργεῖν φάσκειν, οἶον «ταὐτόμαται
δὲ πύλαι μύκον οὐρανοῦ καὶ τὸ «τοῖσι δʼ ὑπτο
χθὼν δῖα φύε, καὶ ὅλως τὸ τὰ ἀδύνατα καὶ ἄπιστα
τερατεύεσθαι. τὸ μέντοι «τᾶταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
καὶ ὅσα τοιαῦτα ποιητικὰ μὲν καὶ ἡδέα, ὡς ἐν τῷ περὶ
γλυκύτητος ἡμῖν εἴρηται, ἡττον δὲ ἔχει τερατολογίας.
εἶναι λέγοι. Ἀφελὲς δὲ καὶ ποιητικὸν ὁμοῦ καὶ τὸ
λεπτῶς εἰς τὰ κατὰ μέρος ίέναι, οἶον
παρὰ τὰς ἄλλας ἐννοίας τοῦ λόγου τοῦ πανηγυρικοῦ,
αἵπερ εἰσὶ καὶ αὐταὶ ποιήσεως οἰκεῖαι.
Μέθοδος δʼ αὗ ποιήσεως ἰδία πάλιν παρὰ τὰς τοῦ
πανηγυρικοῦ λόγου μεθόδους μία τὸ μὴ παρʼ ἑαυτῶν
δοκεῖν λέγειν, ἅττʼ ἂν λέγωσι, τὰς Μούσας δὲ παρακαλεῖν
ἢ τὸν Ἀπόλλωνα ἤ τινα ἄλλον θεὸν κἀκείνου
ποιεῖν δοκεῖν εἶναι τὸν λόγον ἴδιον. πάλιν δʼ αὗ ταύτῃ
ὁ μὲν συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρήσεται,
ὁ δὲ πανηγυρικὸς μετά τινος παραμυθίας.
Δέξις γε μὴν φανερὰ πᾶσιν ἥτις ἐστὶν ἡ ποιητική,
καὶ ὡς τῶν κατὰ ποίησιν καλλίστη λέξεων ἡ Ὁμήρου·
καθαρὸς γὰρ ὡς ἐν ποιήσει κινδυνεύει μόνος ἢ σύν γε
Ἡσιόδῳ κατʼ αὐτὴν εἶναι.
Σχήματα δὲ ἴδια ποιήσεως οὐκ ἔστιν, ὥσπερ ἦν
νοήματα καὶ μέθοδός τις καὶ λέξις, ἀλλὰ τὰ αὐτὰ ἔχει
ταῦτα τῷ πανηγυρικῷ, κατὰ δὲ τὸ μιμητικόν, ὡς ἄν τὰ
ειδη τῶν λόγων ἀπαιτῇ.
Κῶλά γε μὴν ἰδια ποιήσεως καὶ συνθῆκαι ῥυθμοί
τε καὶ ἀναπαύσεις ῥάδιον μὲν εἰπεῖν ὅτι τὰ μέτρα,
καὶ ἀληθές γε τοῦτο κατιδεῖν, ἑως ἐφʼ ἑαυτῆς ἡ ποίησις
μένει ψιλή· ὅταν δὲ περὶ Ὁμήρου λέγωμεν, ἀνάγκη
ὅταν γὰρ ἢ διάθεσιν ἐμπαθῆ τοῦ λέγοντος
προσλάβῃ ὁ ποιητὴς ἤ τι ἄλλου προσώπου ἡθος μιμῆται
ἢ καὶ αὐτὸς ἀφʼ ἑαυτοῦ τοιόνδε τι ἢ τοιόνδε πρᾶγμα
ἐξαγγέλλῃ, ἀνάγκη τὰς προσηκούσας ἐνταῦθα καθʼ ἕκαστον
γίνεσθαι κατὰ τὰ εἴδη τῶν λόγων ἀναπαύσεις καὶ
βάσεις καὶ συνθήκας καὶ ῥυθμούς, οἶον σεμνούς ἢ τραχεῖς
ἢ ἀφελεῖς ἢ περικαλλεῖς καὶ ἐπιμελεῖς ἢ ὅσα εἴδη
ῥυθμῶν τε καὶ λόγων ἐλέγομεν. τοῦτο δὲ συμβαίνει
μάλιστα μὲν καὶ διὰ τὸ πλῆθος τῶν τοῦ ἑξαμέτρου
σχημάτων — ἔστι γὰρ αὐτοῦ σχήματα δύο καὶ τριά
κοντα, ὡς διδάσκουσιν ἡμᾶς οἱ γραμματικοί —, ἔπειτα
καὶ διὰ τὴν ποιὰν ἀνάπαυσιν, ὅ καὶ μέγιστον ἐν τοῖς
τοιούτοις· ἐξίσταται γὰρ καὶ τοῦ οἰκείου πολλάκις τὸ
μέτρον ῥυθμοῦ κατὰ τὰς ποιὰς τῶν στίχων τομὰς καὶ
ἀναπαύσεις ἐννοιῶν κατὰ τὰ κῶλα· τὸ γοῦν «ταὐτοὺς
δὲ ἑλώρια τεῦχε κύνεσσιν» ἀναπαιστικόν πώς ἐστι γενομένῃς
Νυνὶ δὲ ἤδη περὶ τῶν μετὰ τούτους τούς προειρημένους
ἄνδρας τρεῖς ὑφʼ ἑκάστῳ τούτων τεταγμένων
καὶ οἷον τὰ δεύτερα καὶ τρίτα φερομένων καθʼ ἕκαστον
ἐκείνων ἐν τοῖς κατʼ αὐτοὺς εἴδεσι λεκτέον, καὶ πρῶτόν
γε περὶ τῶν πολιτικῶν. δεῖ δὲ ἀναγκαίως πρότερον
καὶ τίς ὁ ἀπλῶς πανηγυρικός, ἀλλʼ οὐχ ὁ κάλλιστος
πανηγυρικὸς ἢ Πλατωνικὸς ἢ Ὁμηρικός, οὕτω καὶ περὶ
τῶν καθʼ ἑνα λόγου ἀξίων ἀνδρῶν διὰ βραχέων χα
ρακτηρίσαι· περὶ γὰρ τοῦ δικανικοῦ ἱκανῶς εἴρηται.
ἀλλὰ πρότερόν γε περὶ τοῦ ἀπλῶς πολιτικοῦ ὅπερ ἐλέγομεν
ῥητέον.
Ὁ τοίνυν ὡς ἀπλῶς εἰπεῖν λόγος πολιτικὸς γίνεται 11
μὲν διά τε τῶν τὴν σαφήνειαν ποιουσῶν κατὰ τὸν λόγον
ῖδεῶν καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν ἤθους καὶ
ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὅ δή ἐστι
τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἕν ἀκούειν πάντα· ἐκ γὰρ
πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳ τε καὶ σαίῳ
καὶ ‘Υπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί.
Διαφέρουσι δὲ οὗτοι ἀλλήλων, ὅτι τῷ μὲν Λυσίᾳ
μετὰ τούτων καὶ τὰ τῆς ἐπιμελείας μετρίως ὕπεστι καὶ
τὸ τοῦ κόσμου σφόδρα ἀνεμφάτως, γοργότητος δὲ ὡς
ἐλάχιστον, περιβολῆς δὲ τῆς μὲν κατʼ ἔννοιαν μετρίως
πως, τῆς δὲ κατὰ μέθοδον ἢ λέξιν ἢ τὰ ἑπόμενα ταύτῃ
σχεδὸν οὐδʼ ὅλως. καὶ τῶν ἄλλων δέ, ἅ τὸν ἀξιωματικὸν
ποιεῖ λόγον, ὡς ἐλάχιστον αὐτῷ μέτεστι, πλεῖστόν
γε μὴν δεινότητος ἔχει τῆς κατὰ μέθοδον.
Τᾷ δὲ σαίῳ πρὸς ἐκείνοις, ἅ τὸν ἀπλῶς ποιεῖ πολιτικὸν
τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς
περιττότερον ἠ κατὰ Αυσίαν περιβολή τε ὡσαύτως καὶ
τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις,
ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ
ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν.
δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ
τούτῳ, δεινότερος δὲ ὁ Αυσίας.
Ὁ δʼ ‘Υπερίδης τὸ μὲν ἐπιμελὲς ἤκιστα ἔχει, διὸ καὶ
ἧττον δυνατὸς εἶναι πως δοκεῖ· μέγεθος δὲ αὐτῷ ἐστιν
ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε
μὴ σφόδρα εὗ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκράσθαι.
κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ
τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ
πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ
ἢ κατὰ τὴν παρὰ τῷ Αυσίᾳ τε καὶ σαίῳ καὶ ἔτι τῷ
κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ ‘Υπερίδῃ
κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται
‘μονώτατοςʼ λέγῃ καὶ γαλεάγραʼ καὶ ἐκκοκκύζεινʼ καὶ
ἔστηλοκόπηταιʼ καὶ ἐπήβολοςʼ καὶ ὅσα τοιαῦτα.
Ἀλλʼ οὗτοι μὲν ταύτῃ διαφέρουσιν ἀλλήλων. λέγοιμεν
δʼ ἄν ἤδη καὶ περὶ τῶν λοιπῶν, ἥπερ ἕκαστος αὐτῶν,
ὁ αὐτὸς ὢν τοῖς ἄλίοις κατὰ τὸν πολιτικόν, ἕτερος αὐτῶν
περί τι λόγων εἶδος ἢ τοὐναντίον ἐλάττονι χρῆσθαι
τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους
λεκτέον.
Ὁ τοίνυν σοκράτης ἕνεκα μὲν καθαρότητος καὶ
εὐκρινείας, αἵ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός
ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν
ἦττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει,
μεγέθει τε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα
ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ
ἐκλύει· καὶ τὴν περιβολὴν δὲ ἠττον ἐν τοῖς περὶ τὴν
λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατʼ ἔννοιαν δὲ μάλιστα
περιβάλλει· γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ.
πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόν τε καὶ
ἀναβεβλημένον παρʼ αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν
καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ
ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως
ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων· δῆλον
πράγματος προὐτίθετο » καὶ τὰ ἐξῆς, καὶ τοῦ Ἀρχιδάμου·
τῆς αὐτῆς γὰρ οὔσης προτάσεως, ὅτι δεῖ καὶ
νεωτέρων πρὸ τῶν πρεσβυτέρων ἀνισταμένων ἀνέχεσθαι,
ὅ μὲν ὥσπερ θέσιν τινὰ ὁ σοκράτης διὰ πλειόνων
τι καὶ ἄλλο ἔχει τὸ προοίμιον τοῦ λόγου τούτου ὑπαίτιον,
ἑτέρου καιροῦ ἐξετάζειν. ἡ μέντοι κατὰ μέθοδον
δεινότης ἐστὶν οὐκ ὀλίγη καὶ παρὰ τούτῳ. Ταῦτα περὶ
Ὀ δὲ Δείναρχος πολιτικὸς ὤν ὡς οἶα σαφὴς καὶ
ἀληθὴς καὶ πιθανὸς πολὑ τὸ σφοδρὸν ἔχει καὶ τὸ
τραχὑ κατά τε τὴν ἔννοιαν καὶ τὴν μέθοδον· κατὰ δὲ
αὐτὴν τὴν λέξιν ἡττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ
περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις,
ῥυθμούς, καὶ πάνυ σφοδρός τε καὶ τραχύς
ἐστι· διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὺς
μέντοι καὶ δεινὸς οὐ μετρίως· μιᾶλλον δὲ εἶναι δοκεῖ
ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν
δεινότητος. καθόλου τε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολύ
τὸ Δημοσθενικὸν διὰ τὸ τραχὑ καὶ γοργὸν καὶ σφοδρόν,
Ὁ δʼ Αἰσχίνης πολιτικὸς μέν ἐστιν εἴπερ ἕτερός
τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ
τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων· οὐ γὰρ μετὰ τοῦ
διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου
βραχύ τι μέτεστι. καὶ διʼ ὀλίγου μέν ἐστιν ἐπιμελής,
κατʼ ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ
ἀληθοῦς ἡττον μετέχει· διό, καίτοι πολλῇ τῇ σφοδρότητί
τε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα
ἔχει διὰ τὸ μὴ πεποιθότως μηδὲ ἀληθινῶς προφέρεσθαι
τὸν λόγον. ταὐτὸ δὲ αἴτίον καὶ τοῦ μὴ πάνυ
γοργὸν μηδὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μεθοδον
Περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν,
ὅτι, καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος
ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται,
πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἴ σοφιστεύσαντες,
ὡν καὶ λόγον ἀνάγκη ποιήσασθαι· ὧν εἶς
καὶ οἱ δημηγορικοὶ καὶ ὁ
Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς
λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας
γενέσθαι — πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν
ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς
—, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι καὶ παρʼ
ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι· Θουκυδίδην
γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ἐαμνουσίου μαθητὴν ἀκούω
πολλῶν λεγόντων, καὶ τὸν μὲν ἴαμνούσιον εἰδὼς ἐκεῖνον,
οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Gουκυδίδην δὲ πολλὴ
κεχωρισμένον καὶ κεκοινωνηκότα τῷ εἴδει τῶν τῆς Ἀληθείας
μεταξύ.
Ὁ τοίνυν Ῥαμνούσιος Ἀντιφῶν, οὗπερ οἱ φονικοὶ
φέρονται. πολιτικὸς μὲν καὶ κατὰ τὸ σαφὲς καὶ
καὶ γάρ ἐστι τοῖς χρόνοις τῶν δέκα ῥητόρων
τούτων πρεσβύτατος ἀπάντων. μεγέθει δὲ χρῆται μὲν
οὐκ ὀλίγῳ, καλῶς δέ πως συνυφασμένῳ καὶ οὐ κατὰ
τὸν Τππερίδην διεστηκότι τῶν ἄλλων οὐδʼ αὗ κατὰ τὸν
Αἰσχίνην σοφιστικῷ, καίτοι τῆς λέξεως αὐτῷ πολλαχοῦ
διηρμένης. ἐπιμελής γε μὴν οὕτως ὡς μὴ εἶναι προσκορής,
γοργὸς δὲ μετρίως ἐστὶ καὶ δεινὸς ὡσαύτως.
Ὁ δʼ ἕτερος Ἀντιφῶν, οὗπερ οἱ τῆς Ἀληθείας
εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς
δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῷ διʼ ἀποφάνσεων
περαίνειν τὸ πᾶν, ὅ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ
κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ
μὴν ἤθους γέ τι οὐδʼ ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί
φραίην δʼ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης
μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς.
Ἐγγὑς δὲ τῆς ἰδέας ἔστὶ ταύτης καὶ ὁ Κριτίας·
διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι
τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ
πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἀπλῶς
χρῆται τῷ τοιούτῳ κόσμῳ οὐδὲ κατὰ τὸν Ἀντιφῶντα
προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλʼ ὥστε
μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δʼ ἄλλοις
τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικεία
Ὀ τοίνυν Αυκοῦργος πολιτικὸς μέν ἐστιν εἴπερ τις
ἕτερος, πλὴν ἴσως τοῦ κατὰ τὴν ἀφέλειαν ἤθους ἕνεκα.
πολὑ δὲ τὸ τραχὺ καὶ σφοδρὸν ἔχει χωρς ἐπιμελείας
ἦ γὰρ ἂν ὁ αὐτὸς ἦν πως τῷ Δεινάρχῳ. τῇ δὲ λέξει
καὶ πολὺ τραχύτερός ἐστιν· ὅθεν φημὶ καὶ τοῦτον τὴν
φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν·
τοπικώτεροι γάρ εἰσιν οἴ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν
ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων
πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεχβάσεσιν,
Ὁ δὲ Ἀνδοκίδης πολιτικὸς μὲν εἶναι προαιρεῖται,
οὐ μὴν πάντῃ ἐπιτυγχάνει τούτου· ἀδιάρθρωτος γάρ
ἐστιν ἐν τοῖς σχήμασι καὶ ἀδιευκρίνητος καὶ τὰ πολλὰ
ἐπισυνάπτει τε καὶ περιβάλλει ἀτάκτως διὰ τὸ ταῖς
ἐπεμβολαῖς χωρὶς εὐκρινείας χρῆσθαι· ὅθεν ἔδοξέ τισι
καὶ μέντοι καὶ τῆς κατὰ μέθοδον δεινότητος ὀλίγον,
ἀλλὰ καὶ σφόδρα ὀλίγον ἔχει, τῆς δʼ ἄλλης σχεδὸν
οὐδʼ ὅλως.
Τῴ μὲν οὖν Δημοσθένει οἱ λοιποὶ τῶν δέκα, μεθʼ
ὧν καὶ ὁ Κριτίας, ὑποτεταγμένοι οὑτωσί πως τὰ δεύτερα
καὶ τρίτα τοῦ δικανικοῦ τε καὶ συμβουλευτικοῦ
τῶν λόγων εἴδους ἀποφέρονται. τούτῳ δʼ ἕπεται μὲν
περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ λόγου εἰπόντας περὶ τῶν
κατὰ τοῦτο μετὰ Πλάτωνα εὐδοκιμούντων λέγειν, ὥσπερ
ἐκεῖ περὶ τῶν μετὰ τὸν Δημοσθένην εἰρήκαμεν.
Ἔστι δὲ σχεδὸν οὐ ῥάδιον περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ 12
ἀποφήνασθαί τι, πλὴν τοσοῦτον, ὅτι πάντʼ ἐκεῖνα
τὰ εἴδη, ἐξ ὧν ἔφαμεν τὸν κάλλιστον πανηγυρικὸν καὶ
Πλατωνικὸν γίνεσθαι λόγον, δύναται καὶ καθʼ αὐτὰ
ἕκαστα πλεονάσαντα ποιῆσαί τινα τύπον πανηγυρικόν,
τοῦ καλλίστου τῶν πανηγυρικῶν ὀφείλοντος ἔχειν μέγεθος
μεθʼ ἡδονῆς καὶ ἔτι κόσμον καὶ σαφήνειαν, ἤδη
δὲ καὶ προσώπων μιμήσεις καὶ ὅσα ἄλλα τοιαῦτα ἐν
τῷ περὶ πανηγυρικοῦ ἡμῖν εἴδους λέλεκται, ἅ δὴ καὶ
οὐχ ἡ ποίησις μόνη οὐδὲ μὴν ἡ λογογραφία, ἀλλὰ καὶ
ἡ ἴστορία ἔχει πλεονάζοντα πάντα, πάντως δεῖ καὶ
τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι,
ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῶν
στοχάζονται καὶ τῶν ἄλλων οἶμαι σχεδὸν ἀπάντων, εἰ
τωνι· ὥστε ἀνάγκη καὶ περὶ τούτων ἐνταῦθα εἰπεῖν.
ἀλλʼ ἐπʼ ἐκείνους γε ἰτέον πρῶτον τοὺς μετὰ τὸν Πλάτωνα
κατὰ τὸ πανηγυρικὸν εὐδοκιμοῦντας, ἄλλως τε
ἐπειδὴ τινὲς αὐτῶν καὶ ἀμφοῖν μετέχουσιν, ἱστορίας
τε καὶ τῆς ἄλλης λογογραφίας, ὥσπερ οὖν ὁ ἐνορῶν,
περὶ οὗ δὴ καὶ πρῶτον λεκτέον.
Ἔστι τοίνυν οὗτος ἀφελὴς μὲν ὡς ὅτι μάλιστα καὶ
τούτῳ πλεονάζων τῷ εἴδει παρὰ τὰ ἄλλα εἴδη πάντα
τοῦ πανηγυρικοῦ, ταῖς μὲν ἀπὸ τῆς ἀφελείας αὐτῆς
ποιεῖ καὶ οὐ κατʼ ἄλλο τι τῶν φύσει γλυκύτητος ἰδίων.
τὸ μέντοι περὶ τὸν Ἀβραδάτην καὶ τὴν Πάνθειαν πᾶν
ἡθός τε καὶ πάθος πολλὰς ἔσχε τὰς ἡδονὰς μυθικῶς
πλασθέν, καὶ τὰ περὶ τὸν ΤΠγράνην δὲ ὡσαύτως καὶ
τὴν γυναῖκα αὐτοῦ τὴν Ἀρμενίαν. ἔφαμεν δὲ, ὅτι μανῶς
μὲν χρῆται ταῖς τοιαύταις γλυκύτησι, χρῆται μέντοι
καὶ ταύταις. μεγέθους δὲ κατὰ μὲν ἔννοιαν ἅπτεται
πολλαχοῦ, καθαιρεῖ δὲ καὶ τοῦτο καὶ βιάζεται πρὸς
τὸ ἀφελὲς ταῖς μεθόδοις καὶ τῇ λέξει καὶ τοῖς περὶ τὴν
λέξιν ἄπασι. καθαρὸς δὲ καὶ εὐκρινὴς εἴπερ τις ἕτερος
ὁ Sενοφῶν, δριμύτησι δὲ καὶ ὀξύτησι χαίρων, ὡν τὴν
φύσιν ἐν τῷ περὶ γλυκύτητός τε καὶ ἀφελείας εἴρήκαμεν.
ἐπιμελείᾳ δὲ ὡς ἐν ἀφελεῖ τε καὶ ἀπλάστῳ λόγῳ
χρῆται πολλῇ, τῆς δὲ παρὰ τῷ Πλάτωνι ἀφελείας
πολλῷ ἡ παρὰ τούτῳ ἀφελεστέρα ἐστί, κατʼ αὐτὰς τὰς
κατὰ τὴν λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει. Χυμπόσια
γοῦν ἀμφοτέροις ἐστὶ γεγραμμένα, ἀλλʼ ὅ μὲν καὶ ὀρχηστρίδων
εἰσόδους καὶ ὀρχημάτων εἴδη τινὰ καὶ φιλήματα
καὶ πολλὰ τοιαῦτα λέγειν μεθʼ ἡδονῆς οὐ παραιτεῖται,
ὅ δὲ ταῦτα ἀφεὶς ταῖς γυναιξίν, ὡς αὐτός
φησιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὴν ἀφέλειαν τῶν πραγμάτων.
ἀφέλειαν ἔχει τὴν ἡδονήν, ἧπερ οὐχ ὁμοίως ὁ Πλάτων
χρῆται. κὰν ταῖς μιμήσεσι δὲ τῶν προσώπων μᾶλλον
εὐδοκιμεῖ, ὅτε ἀφελῆ καὶ ὡς ὄντως ἄπλαστα καὶ ἁπαλὰ
καὶ ἡδέα ἤθη ψυχῶν μιμοῖτο, ὥσπερ καὶ τὸ τοῦ Κύρου
παιδὸς ἔτι ὄντος καὶ ὅσα τοιαῦτα· παρὰ δὲ τῷ Πλάτωνι
τοιοῦτον οὐδὲν ἔστι, πλὴν ὅσον ἐν ταῖς κατὰ
μειρακίων ἡλικίαν, οἶον ὅτε τὸν εαίτητον ἤ τι τοιοῦτο
πρόσωπον εἰσάγοι, πάντως οὐ κατὰ τὸ Κύρου
δήπουθεν ὄν, λέγω παιδὸς ἔτι ὄντος, ἢ κατὰ τὸ τῆς
Ἀρμενίας γυναικὸς ἢ ὅσα τοιαῦτα. ἰδίον δὲ Ξενοφῶντος
καὶ τὸ κατὰ ποσὰ διαστήματα χρῆσθαι ποιητικαῖς
πως λέξεσι πολὑ τῶν ἄλλων τῇ φύσει διεστηκυίαις
λέξεων, ὥσπερ ὅταν λέγῃ πορσύνεινʼ καὶ ὅσα τοιαῦτα.
Μετὰ δὲ Σενοφῶντα τάττοιτʼ ἄν ὁ Αἰσχίνης ἡμῖν,
ἀφελὴς καὶ αὐτὸς εἴπερ τις ἕτερος, πλείονι δὲ τᾷ καθαρῷ
καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται· ταῦτά τοι καὶ
λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ ενοφῶντος· ἐννοίαις
γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται,
ὁ Αἰσχίνης τῇ λεπτότητι· διὸ καὶ πολλῷ καθαρώτερός
ἐστιν ἐπιμελής τε ὡς ἐν ἀφελείᾳ σφόδρα καὶ μᾶλλόν
γε ἢ ἐνορῶν.
Ὁ δὲ Νικόστρατος — ἄξιον γὰρ οἶμαι, τάχʼ ἴσως
δὲ καὶ ἀναγκαῖον μετʼ ἐκείνους καὶ τούτου ποιήσασθαι
μνήμην — ἀφελὴς μὲν οὐδενὸς ἡττόν ἐστι τῶν προειρημένων,
λεπτότερος δὲ καὶ πολλῷ καθαρώτερος σχεδὸν
ἀπάντων· ὑπέρισχνον γὰρ αὐτῷ τὸ εἶδος καὶ οὐδαμοῦ
μέγεθος ἔχον, πλὴν εἴ που κατʼ ἔννοιαν μόνην.
μύθοις μέντοι χαίρων καὶ ταῖς ἀπὸ τούτων ἡδοναῖς·
ὅς γε καὶ μύθους αὐτὸς πολλοὺς ἔπλασεν, οὐκ Αἰσωπείους
μόνον, ἀλλʼ οἶους εἶναί πως καὶ δραματικούς.
ἐπιμελὴς δὲ κατὰ τὴν σύνταξιν ἀλλʼ ὅτι μάλιστα, μετὰ
μέντοι τοῦ μὴ λυμαίνεσθαι τῇ ἀφελείᾳ.
Ἀλλὰ περὶ μὲν τῶν κατὰ τὸ τοιοῦτον τῶν πανηγυρικῶν
εἶδος λόγων εὐδοκιμούντων ἀνδρῶν, μεθʼ ὧν καὶ
τὸν ἔικόστρατον ἐτάξαμεν, τοσαῦτα εἰρήσθω. ἐξῆς δʼ
ἂν λέγοιμεν περὶ τῶν κατὰ τὸ ἴστορικὸν εἶδος ἐλλογίμων.
οἱ γὰρ σοκράτους τε καὶ Αυσίου Ὀλυμπικοί τε
καὶ Παναθηναῖκοὶ καὶ αὐτὸ τοῦτο Πανηγυρικοί, κἂν
ἐπιγράφωνται οὕτω Πανηγυρικοί, δῆλόν ἐστιν ὡς ἄλλο
τι βούλονται· μετρίως γάρ πωος ἔχουσι τὸ πανηγυρικὸν
πλὴν Ξενοφῶντος· ὁποῖος γὰρ εἰς τούς λόγους ὁ ἀνήρ,
ὀλίγῳ πρότερον εἰρήκαμεν.
Ἐν τοίνυν τοῖς καθʼ ἱστορίαν πανηγυρικοῖς πανηγυρικώτατός
ἐστιν ὁ Ἡρόδοτος· τὸ δὲ αἴτιον, ὅτι μετὰ
τοῦ καθαροῦ καὶ εὐκρινοῦς πολύς ἐστι ταῖς ἡδοναῖς·
καὶ γὰρ ταῖς ἐννοίαις μυθικαῖς σχεδὸν ἀπάσαις καὶ τῇ
λέξει ποιητικῇ κέχρηται διόλου. μέγεθος δὲ πολλαχοῦ
μὲν ἔχει καὶ τὸ κατʼ ἔννοιαν, κατὰ μέντοι τὴν ἐπιμελειαν
καὶ τὸ πολὑ τοῦ κόσμου τὸ συναμφότερον καὶ
τὴν ἡδονὴν ἔχει καὶ τὸ μέγεθος· οἱ γὰρ πλεῖστοι τῶν
ῥυθμῶν αὐτῷ κατά τε τὰς συνθήκας καὶ κατὰ τὰς βάσεις
δακτυλικοί τέ εἰσι καὶ ἀναπαιστικοὶ σπονδειακοί
τούτων καὶ πλείονι τῷ μεγέθει πολλαχοῦ κέχρηται, ὡς
ἔν τε ἄλλοις καὶ ἐν τῇ ἑβδόμῃ τῶν Ἰστοριῶν κατὰ
τοὺς Ξέρξου πρὸς Ἀρτάβαζον κἀκείνου πρὸς Ξέρξην
περὶ τῶν ἀνθρωπείων πραγμάτων λόγους. Τοσαῦτα
καὶ περὶ Ἡροδότου.
Περὶ δὲ Θουκυδίδου μέλλων λέγειν προδιορίσομαι
ἢ μετʼ Αἰσχίνην, ἀλλʼ οὐδὲ μετὰ Ξενοφῶντα
ἡμεῖς τάττοιμεν ἂν λόγων τε δυνάμεως ἕνεκα καὶ τῆς
κατʼ αὐτοὺς ἕξεως, ἄλλως τε καὶ ἐν εἴδει πανηγυρικῷ·
πανηγυρικούς, ἰδία δὲ τοὺς ἱστορικούς τιθέντες. καὶ
τῶν ἱστορικῶν δὲ ἐν πρώτοις ἔροδότου διὰ τοῦτο
ἐμνήσθημεν, ὅτι πανηγυρικώτερος καὶ ἡδίων οὐ ουκυδίδου
μόνον ἀλλʼ ἴσως ἀπάντων ἐστὶ τῶν οὕτω γράφειν
λόγους προελομένων· ἐπεὶ ουκυδίδης γε κἂν
ἀμφισβήτησίν τῳ παράσχοι, μεθʼ ὧν ἐξετάζοιτʼ ἄν δικαίως·
οὐχ ἧττον γὰρ δικανικός ἐστι καὶ συμβουλευτικὸς
ἢ πανηγυρικός, λέγω καὶ κατὰ τὰς ἐννοίας καὶ τὸ
μηδὲν ἀκατασκεύως εἰσάγειν. ἀλλὰ τετάχθω μέν, ἔνθα
αὐτῷ καὶ προσήκει τετάχθαι καθʼ ἑκάτερον, κατά τε τὸ
τῶν λόγων εἶδος καὶ κατὰ τὸ προκεκρίσθαι τινῶν, ἑτέρων
δέ, εἰ καὶ τοῦτο συμβαίνοι, τὰ δεύτερα φέρεσθαι
τῆς περὶ τοὺς λόγους ἕξεως ἕνεκα· ἡμεῖς δὲ ὁποῖός τίς
ἐστι χαρακτηρίσομεν.
Ὁ τοίνυν Θουκυδίδης μάλιστα μεγέθους ἐφιέμενος
τυγχάνει μέν του μεγέθους, οὐ μὴν οὗπερ ἐφίεσθαί
μοι δοκεῖ μεγέθους τυγχάνει· βούλεται μὲν γάρ, ὡς
μὲν γὰρ κόσμου ἀλλʼ ὅτι μάλιστα, βουλόμενος δὲ εἶναι
καὶ τοῦτο ὑψηλὸν αὐτῷ καὶ ὑπέρογκον πάλιν ὑπερεκπίπτει
κατά τε τὰς ὑπερβολὰς καὶ τὰς καινότητας
τῶν συνθηκῶν, ὥστε ἐπὶ τὸ σκληρότερον καὶ δι’ αὐτὸ
ἐπὶ τὸ ἀσαφέστερον φέρεσθαι. ἀξιωματικὸς δὲ ὁ ἀνὴρ
ἀγλευκής ἐστι σχεδὸν διόλου· εἰ δέ που καὶ γλυκύτητα
ἔχοι, μάλιστα μὲν ὥσπερ ἀλλότριόν τι τῆς ἰδέας αὐτοῦ
ἐκφαίνεται τὸ μέρος ἐκεῖνο, οἷόν ἐστι καὶ τὸ «Τηρεῖ
δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπὸ Ἀθηνῶν σχόντι
γυναῖκαx καὶ τὰ ἐξῆς καὶ ὅσα τοιαῦτα. θαυμάζειν δέ,
εἰ καὶ μὴ τοιοῦτον ἦν τοῦτο, οὐκ ἐχρῆν, ὅτι καὶ ἡδονήν
που ἔσχεν ὁ λόγος αὐτῷ· σχεδὸν γὰρ οὐδʼ ἄλλος
τις τῶν κατʼ ἄνδρα λόγων ὁτιοῦν ἕν εἶδος προελόμενός
τε καὶ ἐργασάμενος δύναιτʼ ἂν καθαρὸς ὀφθῆναι καὶ
μᾶλλον δὲ μειζόνως ἐν τούτοις ἐστὶ τοιοῦτος,
οἶον αὐτὸν ἐχαρακτηρίζομεν, ἐπεὶ ἔν γε τῇ ἴστορίᾳ
ἠττόν ἐστι σκληζς καὶ τραχύς· ἔχει γὰρ πολλὰ ἐνταῦθα
καθαρά τε καὶ εὐκρινῆ καὶ τόν γε διδάσκαλον
αὐτοῦ τὸν Ἀντιφῶντα πολλοῖς μὲν καὶ ἄλλοις, τούτοις
δὲ οἶμαι καὶ μᾶλλον παρελήλυθε. Τοσαῦτα καὶ περὶ
τοῦ Θουκυδίδου.
Ἑκαταῖος δὲ ὁ Μδιλήσιος, παρʼ οὐ δὴ μάλιστα ὠφέληται
ὁ Ἡρόδοτος, καθαρὸς μέν ἐστι καὶ σαφής, ἐν δέ
τισι καὶ ἡδὺς οὐ μετρίως· τῇ διαλέκτῳ δὲ ἀκράτῳ Ἰάδι
καὶ οὐ μεμιγμένῇ χρησάμενος οὐδὲ κατὰ τὸν Μρόδοτον
ποικίλῃ, ἡττόν ἐστιν ἕνεκά γε τῆς λέξεως ποιητικός.
καὶ ἡ ἐπιμέλεια δὲ αὐτῷ οὐ τοιαύτη οὐδʼ ὅμοιος ὁ
κόσμος ὁ περὶ αὐτήν· διὸ καὶ ταῖς ἡδοναῖς ἐλαττοῦται
πολλῷ τοῦ Ἡροδότου, ἀλλὰ πάνυ πολλῷ, καίτοι γε
μύθους τὰ πάντα σχεδὸν καὶ τοιαύτην τινὰ ἱστορίαν
γλυκύτητας, οἶαί εἰσιν αἱ παρὰ ροδότῳ, καὶ νὴ Δία
γε ἄλλο τι λόγων εἶδος, ὡς ἕκασται πεφύκασιν ἐργάζεσθαι
λόγων ἰδέαι. εἰκότως οὖν τοῦτο ὁ Κκαταῖος
πέπονθε, τῆς ἐπιμελείας καὶ τοῦ περὶ τὴν λέξιν κόσμου
μὴ ὁμοίως φροντίσας. Τοσαῦτα καὶ περὶ Ἑκαταίου.
Περὶ δὲ θεοπόμπου καὶ Ἐφόρου καὶ Ἑλλανίκου καὶ
Φιλίστου καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί
μοι γράφειν, μάλιστα μὲν καὶ διὰ τὸ ἀπό τε τοῦ περὶ
τῶν δεῶν λόγου καὶ τῶν κατʼ ἄνδρα εἰρημένων μὴ
χαλεπῶς ἡγεῖσθαι δύνασθαί τινα καὶ περὶ ἐκείνων
χαρακτηρίσαι, πρὸς δὲ τούτῳ καὶ ὅτι ζήλου καὶ μιμήσεως
τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τι, μᾶλλον
δὲ οὐδʼ ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ήξίωται παρὰ τοῖς
Ἕλλησι, καθάπερ τὰ τῶν ἄλλων οἷον Θουκυδίδου.
Ἡροδότου, Ἑκαταίου, Ξενοφῶντος, τῶν λοιπῶν.
Τούτοις ἑπόμενόν ἐστι τοὺς μεθʼ Ὅμηρον ποιητὰς
χαρακτηρίσαι, ὥσπερ τοὺς μετὰ Δημοσθένην ῥήτορας
ἐχαρακτηρίζομεν καὶ τοὺς μετὰ Πλάτωνα λογογράφους
πρῶτον περὶ αὐτῶν ἐκείνων εἰπόντες, Πλάτωνος καὶ
Δημοσθένους, ὥσπερ καὶ περὶ Ὁμιήρου. ἴσως δὲ καὶ
περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων
ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθʼ ὁντιναοῦν καὶ νέον
καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα
τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἶον στοιχεῖα
πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν
ραγματείαν ταύτην συνεστησάμεθα· ὥῶστε περιττῶς
μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατʼ αὐτὴν δευτέρων
γε καὶ τρίτων μεθʼ Ὅμηρον, ἰδίᾳ δʼ αὗ περὶ
ἀπέραντόν τι τὸν λόγον προελθεῖν.
Ἀπόχρη οὖν τὰ προειρημένα καὶ τέλος ἡμῖν ὁ Περὶ
τῶν ἰδεῶν λόγος τοῦτο ἐχέτω. μεθʼ ὄν ὁ Περὶ τῆς
κατὰ μέθοδον δεινότητος γεγράψεται, ὅς ἐστιν ἔλλειμμά
τι τῆς πραγματείας ταύτης, καίτοι πολλῷ καὶ ταύτην
παρεληλυθώς, ὡς καὶ μικρῷ πρότερον διωρισάμην καὶ
αὐτὸ δηλώσειν τὸ πρᾶγμα φημί.