Text encoded in accordance with the latest EpiDoc standards
α΄. Ἡ ῥητορική ἐστιν ἐπιστήμη τοῦ καλῶς καὶ πειστικῶς πάντα τὸν προκείμενον διαθέσθαι λόγον.
β΄. Εἴδη τοῦ ῥητορικοῦ ἐστι τέσσαρα, δικανικὸν συμβουλευτικὸν
ἐγκωμιαστικὸν ἱστορικόν.
Δικανικὸν μὲν οὖν ἐστιν ἐν ᾧ κατηγοροῦμεν ἢ ἀπολογούμεθα, ἢ ἄλλως ἐν δικαστηρίῳ ἀμφισβητοῦμεν.
Συμβουλευντικὸν δὲ ἐν ᾧ προτρέπομέν τινα ἢ ἀποτρέπομεν.
Ἐγκωμιαστικὸν δὲ ἐν ἐγκωμιάζομέν τινα ἢ ψέγομεν.
Ἱστορικὸν δὲ ἐν ᾧ διηγούμεθα πράξεις τινὰς μετὰ
γ΄. Μέρη δὲ τοῦ δικανικοῦ λόγου τέσσαρα, προοίμιον,
διήγησις, ἀπόδειξις, ἐπίλογος.
δ΄. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς τὴν προκειμένην
ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς
παρασκευάζειν
πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος
ἀπεργάζεσθαι.
ε΄. Λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι τοῦ ἰδίου, ὅταν ἑαυτοὺς
συνιστῶμεν, οἷον πρῶτον μέν,
ὅταν αὐτούς διαβάλλωμεν, οἷον τὴν μὲν ἀσέλγειαν, ὧ
Ἀθηναῖοι, καὶ τὴν ὕβριν πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα ὑμῶν
οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι.
στ΄. Ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν,
ὅταν
αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμὰς, ὦ Ἀθηναῖοι, καὶ τοῖς
ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην
χάριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς ὑπὸ Θηβαίων
ἀναστάτους γεγενημένους.
ζ΄. Ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν συνηγορουμένων, ὅταν, αὐτῶν ὡς
ἀδυνάτων ὑπεραπολογεῖσθαι, λέγωμεν,
η΄. Ἔτι δʼ ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν θεῶν,
ὅταν τὴν
αὐτῶν εὔνοιαν ἐκφαίνωμεν· οἷον ἐπὶ πολλῶν ἄν τις ἴδοι, ὡ δικασταί, τὴν
παρὰ τῶν θεῶν εὔνοιαν τῇ πόλει φανερὰν γιγνομένην, οὐχ ἥκιστα δʼ ἐν τοῖς
παροῦσι πράγμασιν.
θʹ. Ἀπὸ δὲ πραγμάτων λαμβάνεται τὰ προοίμια,
προαγγελίᾳ,
συγκρίσει, μερισμῷ, ἐφόδῳ, χρόνῳ, αἰτίᾳ, γνώμῃ.
ι΄. Προαγγελία μὲν οὖν ἐστὶ δήλωσις κεφαλαιώδης περὶ ὧν λέγειν μέλλομεν
οἷον ἀλλʼ εἴπερ ἄρα ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερρόννησον
ἔχειν ἡμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι
πάλιν αὐτῆς, περὶ τούτου μοι ἔστιν ἅποσα ἡ σπουδή.
ια΄. Σύγκρισις δέ ἐστι προσώπων ἢ πραγμάτων ἐξέτασις·
δὲ οὕτως· ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι
ιβ΄. Μερισμὸς δʼ εἰς μέρη τῆς δικαιολογίας περιγραφή, οἷον ἐξελέγξω,
πρῶτον μὲν ὡς αὐτὸς ὑβρίσθην, ἔπειτα ὑμεῖς ὅσα ἠδίκησθε, μετὰ ταῦτα δὲ
καὶ τὸν ἄλλον
αὐτοῦ βίον ἐξετάσω καὶ δείξω πολλῶν θανάτων,
οὐχ ἑνός, ὄντα ἄξιον.
ιγ΄. Ἔφοδος δʼ ἔστιν εὔλογος αἰτία διηγήσεως, οἷον
γάρ
ἐστιν ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεται.
ιδ΄. Τὰ δʼ ἀπὸ χρόνου λαμβανόμενα προοίμιά ἐστιν εὑρεῖν πανταχοῦ, καὶ ἐν τῷ πρώτῳ λόγῳ· ὁ μὲν οὖν παρὼν και ρός.
ιε΄. Ἡ δ᾿ αἰτία, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκε, σύστασιν ἔχει τοῦ
πράγματος, ὡς ἐν τῷ κατὰ Νεαίρας· πολλὰ μὲν ἦν τὰ παρακαλοῦντα, ὧ
Ἀθηναῖοι, γράψασθαι Νέαιραν τὴν γραφὴν ταυτηνί. ἡ γὰρ γνώμη σεμνοτέραν
τὴν προκατάστασιν τοῦ λόγου ποιεῖ, ὡς ὁ Θουκυδίδης
πανταχῆ.
ιστ΄. Διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων δήλωσις, περὶ τὸ τοῦ λέγοντος μέρος ῥέπουσα. ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης.
ιζ΄. Σαφήνεια μὲν οὖν λέγεται, ὅταν μήτε λέξεσι ξέναις χρώμεθα μήτε διανοίαις μήτε ὑπερβατοῖς.
ιη΄. Συντομία δὲ ὅταν αὐτὰ μόνα τὰ ἀναγκαῖα διεξίωμεν μήτε πόρρω
ἀρχόμενοι μήτε ἐπὶ μακρότατα
παυόμενοι.
ιθ΄. Πιθανότης δὲ ὅταν τὰ ἀληθῆ καὶ δυνάμενα πιστευθῆναι δηλῶμεν.
κ΄. Τρόποι δὲ τέσσαρες, διήγησις, παραδιήγησις, προδιήγησις καὶ ὑποδιήγησις.
κα΄. Διήγησις μὲν οὖν ἐστίν, ὥσπερ ἔφημεν, ἁπλῆ τῶν γεγενημένων φράσις,
οἷον ἐπεὶ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος
τουτί, παρούσης δὲ τῆς ἐκκλησίας ἐν τὸν ἄρχοντα ἐπικληροῦν ὁ νόμος τοῖς
χοροῖς τοὺς αὐλητὰς κελεύει, λόγου καὶ
λοιδορίας γενομένης,
καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχοντος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δʼ
ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν
ἐθελοντής.
κβ΄. Παραδιήγησις δέ ἐστιν ἡ πρὸς τὸ χρήσιμον τοῦ
ὑποκειμένου λόγου ἔξωθεν προστιθεμένη καὶ παραλαμβανομένη διήγησις ἐν
τρόπῳ ἀφηγήσεως, οἷον ἐπεὶ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει·
εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας
συνήγαγεν. ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς
νενικηκότας,
Σάτυρον τουτονὶ τὸν κωμικὸν εἶδεν ὑποκριτήν,
λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα
κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί διὰ τοῦτο δὲ ὁ ποταμὸς καλεῖται
Μαρσύας.
κγ΄. Προδιήγησίς ἐστιν ἡ πρὸ τῆς εἰς τὸ πρᾶγμα τελούσης διηγήσεως αἰτία
παραλαμβανομένη, διʼ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκεν, οἷον ἐγὼ γάρ, ὦ
Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεῶν ἐχθρῷ, ᾧ
τελευτῶσα ὅλη προσέκρουσεν ἡ πόλις,
Ἀνδροτίωνι λέγω.
κδ΄. Ὑποδιήγησις δὲ ὅταν μετὰ τῶν πραγμάτων καὶ τὰς γνώμας τῶν πραξάντων
ἑκάστου καὶ τὰς αἰτίας λέγωμεν, οἷον οὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας
οὐδʼ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς
ἐχθροὺς
ποιήσειε τῇ πόλει ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν
ἡμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπὸ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρία
ἔπασχε κακά.
κε΄. Ἀπόδειξίς ἐστι τῶν ἀμφισβητουμένων ἐν τῇ ὑποθέσει
πραγμάτων εἰς ὁμολογίαν ἀποκατάστασις. ἀποδείκνυται δʼ ἕκαστον πρᾶγμα ἐκ
τῶν ἐπιχειρημάτων.
κϚ΄. Ἐπιχείρημα δέ ἐστιν ἐπινόημα ὃ κατασκευάζει τὸ ζητούμενον. τῶν δʼ
ἐπιχειρημάτων τρόποι τέσσαρες· τὰ μὲν γὰρ λαμβάνεται ἀπὸ προσώπων, τὰ δὲ
ἀπὸ
πραγμάτων, τὰ δὲ ἀπὸ παραδειγμάτων, τὰ δὲ ἀπὸ τῶν
ἀτέχνων.
κζ΄. Τὰ μὲν οὖν ἐκ προσώπων λαμβανόμενα θεωρεῖται ἀπὸ τούτων ἀφʼ ὧν καὶ τὰ ἐγκώμια, γένους, φύσεως, ἀγωγῆς, τύχης, ἐπιτηδευμάτων, πράξεων, διαθέσεων.
κη΄. Τὰ δὲ ἐκ τῶν πραγμάτων ἀπὸ οὐσίας καὶ ἰδιότητος. οὐσία δὲ τὸ κοινῶς
καὶ γενικῶς θεωρούμενον, οἷον
καὶ συνέχοντος καὶ
κρινομιένου. αἴτιον μὲν οὖν διʼ ὃ ἡ κατηγορία, συνέχον δὲ διʼ ὃ ἡ
ἀπολογία, τὸ δὲ κρινόμενον τοῖς δικασταῖς καταλείπεται.
κθ΄. Τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ
γὰρ γεγενημένου τοῦ
πράγματος μνημονεύομεν, καὶ τοῦτο
καλεῖται παράδειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖται
παραβολή ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλʼ
λ΄. Παράδειγμα μὲν οὖν ἐστὶ γεγενημένου πράγματος ἀπομνημόνευσις πρὸς
ὁμοίωσιν τοῦ ζητουμένου, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζονθʼ
οἱλέγοντες, οὐδʼ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ
τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω
δὲ ἢ
μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον· καὶ τὰ ἑξῆς.
λα΄. Παραβολὴ δέ ἐστιν ὄντος καὶ γινομένου πράγματος ἀπομνημόνευσις πρὸς
ὁμοίωσιν τοῦ ζητουμένου· ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν
ἄλλων
τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτω
καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας.
λβ΄. Τὸ δὲ καθʼ ὑπόθεσιν οὔτε γεγενημένου οὔτε γινομένου πράγματος
δήλωσις, ἀλλʼ ὑποτιθεμένου τοῦ
ῥήτορος εἰ τὸ καὶ τὸ
γένηται, τί ἂν συμβαίη, οἷον φέρε, ἂν δὲ δὴ πέμψας πρὸς ἡμὰς Λεύκων
ἐρωτᾷ τί ἔχοντες
λγ΄. Τὰ δʼ ἑκ τῶν ἀτέχνων θεωρεῖται ἐκ τῶν ἐγγράφων, νόμων, συμβολαίων,
διαθηκῶν. ἄτεχνα δὲ καλεῖται ἐπεὶ μηδεμιᾶς ἐστὶ τέχνης ἀναγνῶναί τι
ἔγγραφον
λδ΄. Ἕπεται δὲ τῷ ἐπιχειρήματι ἐνθύμημα καὶ γνώμη.
λε΄. Ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα,
προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη
μέγας,
ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι
πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαιρεθῆναι πάλιν, ἐπεὶ
πάνθʼ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.
λϚ΄. Γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γάνεσθαι
ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὐτὸν
καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς
καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους μένους ἐλπίδα, φέρειν δʼ ὅ τι ἂν ὁ
θεὸς διδῷ γενναίως.
λζ΄. Ταῦτα ἤρτηται ἐκ προτάσεων καὶ ὑποφορῶν καὶ ἀνθυποφορῶν.
λη΄. Πρότασις μὲν οὖν ἐστὶν ἐν μὲν κατηγορίᾳ ἡ τοῦ ἐγκλήματος αἰτία, ἐν δὲ συμβουλῇ ἡ τῆς ἀξιώσεως δήλωσις.
λθ΄. Ὑποφορὰ δέ ἐστι τὸ ὑποβαλεῖν ἔννοιάν τινα, εἶτα ἀπαντῆσαι. προσέοικε δὲ ἡ μὲν ὑποφορὰ τοῖς συμβουλευτικοῖς λόγοις, ἡ δὲ ἀνθυποφορά, ἤτοι τὸ ὑπενεγκεῖν τὸν λόγον, ᾧ χρῆται ὁ ἀντίδικος, τοῖς δικανικοῖς.
μ΄. Διείληπται δὲ ὁ δικανικὸς λόγος καὶ ὁ συμβουλευτικὸς
τοῖς κατὰ διάνοιαν καὶ κατὰ λέξιν σχήμασι.
μα΄. Ἐπίλογός ἐστιν ὁ ἐπὶ τοῖς ἀποδεδειγμένοις λόγοις λεγόμενος πρὸς αὔξησιν ἢ ὀργήν, ἢ περὶ τὸν δικαστὴν ἢ τὸν ἐναντίον, τοι πρὸς ἀνάμνησιν, ὅπερ ἀνακεφαλαίωσιν καλοῦμεν.