Excerpta Polyaeni Polyaenus Johannes Melber Eduard von Woelfflin Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg0616.tlg002.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Harvard College Library United States Polyaeni Strategematon Libri Octo Johannes Melber Eduard von Woelfflin Polyaenus Teubner Leipzig 1887 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek
Πίναξ ὑποθέσεων τῶν ἐκ τῶν στρατηγικῶν πράξεων. 1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι. 2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας. 3. Περὶ τῆς τῶν πολεμίων ἀσκῄσεως καὶ σωφροσύνης. 4. Περὶ τοῦ πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο. 5. Δειλῶν διάκρισις. 6. Φίλων δοκιμασία. 7. Περὶ κατασκόπων. 8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν. 9. Περὶ ἀπιστίας εὐκαίρου. 10. Περὶ χάρακος. 11. Περὶ μονομαχιῶν. 12. Κατάπληξις πολεμίων. 13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης. 14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην. 15. Φαντασία πλήθους. 16. Φαντασία ὀλιγότητος. 17. Τακτικά. 18. Περὶ τῆς παρατάξεως. 19. Πῶς δεῖ κυκλῶσαι πολεμίους. 20. Περὶ συνθημάτων. 21. Περὶ πυρσῶν. 22. Ἐκ πυρὸς βοήθεια. 23. Ἐξ ἀνέμων βοήθεια. 24. Δῄωσις καὶ φειδώ τῆς τῶν πολεμίων χώρας. 25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν. 26. Κώλυσις ὁρμῆς ἀλογίστου. 27. Πανικοῦ φόβου λύσις. 28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης. In titulo ἐκ τῶν Πολυαίνου add. Hp rec. m. in marg.

Excerpta Polyaeni.

29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης. 30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι. 31. Περὶ αἰφνιδίων ἐπιθέσεων. 32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι. 33. Προσποίησις φυγῆς. 34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά. 35. Προφυλακὴ ἐνέδρας. 36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι. 37. Ὅσα κατὰ ἱππέων. 38. Περὶ τόπου. 39. Περὶ ὅρκων καὶ συνθηκῶν. 40. Περὶ προδοτῶν. 41. Περὶ ψευδοπροδοτῶν. 42. Περὶ αἰχμαλώτων. 43. Περὶ ὁμήρων. 44. Περὶ αὐτομόλων. 45. Περὶ διώξεων. 46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας. 47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων. 48. Ποταμῶν διαβάσεις. 49. Ὀρῶν ἀποτόμων ἀναβάσεις. 50. Περὶ ἀποσκευῆς. 51. Ἀλωσις ἑνὸς ἀνδρός. 52. Φυγὴ ἑνὸς καὶ μιᾶς. 53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν. 54. Πόλεων ἁλώσεις. 55. Πέτρας ἀποτόμου ἅλωσις. 56. Ἀσφάλεια πόλεων. 57. Ναυμαχικά. 58. Κατάληψις παραλίων τόπων καὶ πόλεων. 58 πολεμίων H.
1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι.

Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν- δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα- τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς 8,24, 4 μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] 8,24, 6 ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- 2,2,3 κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- 3,9, 17 λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά 1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec. mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13 αὐτοῦ H || 14 αὐτοῦ H. τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- 3, 9, 34 γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον 4, 3, 3 ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- 4, 3, 25 τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας 4, 6, 2 ἐκπλήσσῃ ὡς πολυμνήμων.

2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας.

Τοῦτο γίγνεται, ὅταν τις τοὺς εἰς αὐτὸν πταίοντας συγχωρῇ ἢ καὶ μικρὰ ἐπιτιμᾷ, ὁποῖα λέγουσι τὸν Γέσκωνα 5, 11 ἐκεῖνον τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπι- βούλους ἐργάσασθαι, ἐλαφρῷ ποδὶ ἐπὶ τὸν τράχηλον τῶν ἐχθρῶν ἐπιβάντα εἰπεῖν ἱκανὴν ἔχειν τιμωρίαν τῆς τοῦ ἀδελφοῦ ἀναιρέσεως, ὅτι οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν. χρη δὲ καὶ τὰς πρὸς τοὺς ἐχθροὺς ἀπο- κινήσεις σπουδῇ ποιεῖν εἰς τὸ μὴ, χυδαιοῦν τὸν ἴδιον στρατόν.

3. Περὶ τῆς τῶν πολεμίων ἀσκήσεως καὶ σωφροσύνης.

ὍΙτι Ἀρχίδαμος διὰ στενοχώρου καὶ ἀνύδρου ὁδοῦ δια- 1, 41, 5 βιβάζων τὸν λαὸν καὶ παραμυθούμενος τοῦ μὴ ἀγανακτεῖν λάθρᾳ ἐπελθὼν τοῖς πολεμίοις λείαν πολλὴν ἐλάβετο. εἶτα ἐπὶ τῇ νίκῃ γεγηθότας ὁρῶν τοὺς στρατιώτας ἠρώτησεν, ὁπότε λέγουσι καὶ διὰ ποίων ἔργων κατεπράχθη τὸ ἀνδρα- γάθημα. ἀποκριναμένων δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν, οὐδα- μῶς ἔφη αὐτὸς ἐκ τούτων δοκεῖν τὸ κατόρθωμα, ἀλλὰ τότε, 10 ἀναμνημονεύcντα H 14 ἐπιτιμᾶν H. ὁπότε τὴν στενόχωρον καὶ ἄνυδρον ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρατεῖν πέφυκεν.

3, 9, 32

Ὅτι Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μη- χανώμενος ψευδοενέδρας, ψευδοπροδοσίας, ψευδαυτομολίας, ψευδοεφόδους, ἵνα, κἂν συμβῇ τι, ἐξ αὐτῶν μὴ ἐκπλήτ- τοιντο.

4, 2, 1

Ὅτι Φίλιππος τὸν ἴδιον στρατηγὸν ἀπεχειροτόνησε τῆς ἀρχῆς χρησάμενον λουτρῷ ἐπειπὼν αὐτῷ· ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ λούεται.

4, 2, 3

Ὅτι ἑτέρους ἀπεχειροτόνησε ψάλτριαν εἰς τὸ στρατόπεδον καταδεξαμένους εἰσελθεῖν.

4, 3, 32

Ὅτι καὶ Ἀλέξανδρος τὸ τοῦ Δαρείου δεῖπνον ἀναγιγνω- σκόντων τῶν Μακεδόνων καὶ θαυμαζόντων διὰ τὴν πολυ- τελείαν κατέγνω εἰπὼν, ὡς οὐδαμῶς συμφέρει τοῖς στρατη- γοῖς οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι. ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν καὶ μαλακίαν ἕπεσθαι.

8, 8

Ὅτι Μούκιος ὁ Ῥωμαῖος ἀνὴρ βουλόμενος διʼ οἰκείας αὐτομολήσεως τὸν Τυρρηνῶν βασιλέα ἀνελεῖν, ἀμφιασάμενος Τυρρηνικὴν στολὴν καὶ τυρρηνίζων τῇ φωνῇ εἰσῆλθεν πρὸς Τυρρηνούς. φωραθεὶς δὲ ἐπειδὴ ἔμελλε τῆς τόλμης ὑπέχειν δίκην, τῆς παρακειμένης ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν δεξιὰν καὶ φλεγομένης τῆς χειρὸς εἱστήκει διαλεγόμενος τῷ βασιλεῖ ἀτρέπτῳ τῷ προσώπῳ· ὡς δὲ ἐθαυμάζετο, ῾μηδαμῶς, ἔφη, θαυμάσῃς· τριακόσιοι γὰρ Ῥωμαῖοι τὴν ὁμοίαν ἐμοὶ ἀρετὴν ἔχοντες ἀνὰ τὸ σὸν περιπολοῦσι στρατόπεδον τὸν σὸν ἐπιτηδευόμενοι θάνατον.᾿ ἐξ οὗ συνέβη φοβηθέντα τὸν βασι- λέα πρὸς Ῥωμαίους σπείσασθαι.

8,13

Ὅτι καὶ Γάϊος παράγγελμα δοὺς τοῦ ἐν καιρῷ θέρους μένειν τὸ στρατόπεδον ἐπὶ τῶν ὅπλων, ἐπειδὴ ἐθεάσατο τὸν ἵδιον υἱὸν διψῶντα τὸν ἵππον μέλλοντα ποτίζειν, κατεψηφί- σατο αὐτῷ καρατομίαν, ὅπως μὴ παρορῶνται τὰ τούτου παραγγέλματα παρὰ τῶν λοιπῶν στρατιωτῶν.

Ὅτι καὶ Σκιπίων οὐ παρεχώρει πλὴν τῶν ἀναγκαίων ἐπι- 8, 16, 2 σύρεσθαί τινα ἐν τῷ στρατοπέδῳ, παρεσκεύαζεν δὲ ἐθίζεσθαι τὸν στρατὸν ἀριστᾶν μὲν ὀρθοὺς ἄπυρον ὄψον, ἐν δὲ τῷ δείπνῳ προσφέρεσθαι καὶ κρέας ἑφθὸν ἢ ὀπτόν.

Ὅτι καὶ Καῖσαρ ἐν λιμῷ σκευάσας τοῖς στρατιώταις ἐκ 8, 23, 24 βοτάνης ἄρτους διέδωκεν, οὓς εὑρὼν Πομπήϊος ἀπέκρυψε τοῖς ἰδίοις στρατιώταις τοῦ μὴ ἐπιδεῖξαι τὴν τῶν πολειμίων ἐγκράτειαν.

Ὅτι ὁ αὐτὸς ἐκκοπείσης αὐτοῦ στρατιᾶς ὤμοσε μὴ πρό- 8, 23, 23 τερον ἀποκείρασθαι, πρὶν τὴν ἐκδίκησιν τῶν ἀνῃρημένων ποιήσασθαι.

4. Πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο.

Ὅτι Πεισίστρατος μέρος πολεμίων ἀπαντήσας καὶ τρο- 1, 21, 1 πωσάμενος, ἐπειδὴ ἔμελλεν προσυπαντᾶν καὶ ἑτέρους πολε- μίους, ἐσχηματίσατο σπονδὰς πεποιηκέναι πρὸς τοὺς προ- τέρους. τούτῳ τῷ σχήματι κατηγωνίσατο καὶ αὐτῶν.

Ὅτι καὶ Βρασίδας τὰς ἐξ ἀπονοίας μάχας φεύγων δι- 1, 38, 3 σταγμὸν ἐνεποίει οἷς ἔμελλε πολιορκεῖν. οἷον ἐποίησεν εἰς Ἀμφίπολιν κηρύξας τοῖς μὲν Ἀθηναίοις ὑποσπόνδοις ἀπιοῦσιν ἄδειαν καὶ τὸ ἔχειν τὰ ἴδια, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο.

Ὅτι καὶ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώρισε 3, 10, 5 τόπον τοῖς στρατιώταις προνομεύειν, τὸ δὲ λοιπὸν παρα- φυλάττειν μήτε οἰκίαν μήτε ἔπαυλιν καθαιροῦντας ἢ ἥμερον δένδρον ἐκκόπτειν, εἰ μὴ μόνον τοὺς καρποὺς, ὅπως, εἰ μὲν περιγένηται, κέρδος ἐκεῖθεν συλλέγοι, εἰ δὲ ὁ πόλεμος ἐκταθῇ, τροφὰς καὶ καταγωγὰς ἔχοι.

Ὅτι καὶ Φίλιππος οὐ τοσοῦτον ἐμεγαλαύχει τοῖς ὅπλοις 4, 2, 9 κρατῶν, ὅσον τῇ ὁμιλίᾳ καὶ φρονήσει. ἡγεῖτο γὰρ ἐκεῖ 1 σκηπίων H (et sic semper) || 9 ἐκκοπήσεις H || 20 τοῦ ἔχειν H || 27 ἔχειν H. μὲν κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, ὧδε δὲ αὐτῷ μόνῳ προσεῖναι τὸ κλέος.

4, 3, 1

Ὅτι καὶ Ἀλέξανδρος πάντας ἀνθρώπους εἰς εὔνοιαν ἐφέλ- κεσθαι σπουδάζων ἀντὶ βροτῶν καὶ φωτῶν καὶ ἀνδρῶν καὶ ἀν- θρώπων καὶ λοιπῶν κλήσεων Ἀλεξάνδρους πάντας ἀπεκάλει.

4, 11, 1

Ὅτι Κάσσανδρος ἐν τῷ αὐτῷ πολιορκῶν καὶ τὴν Σαλα- μῖνα, ναυμαχῶν δὲ καὶ τοῖς Ἀθηναίοις νικήσας τῇ ναυμαχίᾳ ὅσους ἐζώγρησεν ἄνευ λύτρων ἀφῆκεν. ὅπερ μαθόντες οἱ ἐκ τῆς Σαλαμῖνος προσεχώρησαν αὐτῷ πιστεύσαντες τῇ τού- του φιλανθρωπίᾳ.

4, 16

Ὅτι καὶ Ἀντίοχος πολιορκῶν Κύψελα ἔχων σὺν αὑτῷ Θρᾷκας πολλοὺς τοὺς ἐπιφανεστέρους πολυτελῶς κατεκόσμει, οὓς ἰδόντες οἱ ἀπὸ τῶν Κυψέλων ὁμοφύλους ὄντας τοσαῦτα εὐεργετηθῆναι παρὰ Ἀντιόχου τὰ ὅπλα καταβαλόντες Ἀν- τιόχῳ προσέθεντο σύμμαχοι γεγονότες.

5, 6

Ὅτι καὶ Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως σπουδάζων, ὅσους εἶχεν Ἐργετίνους μισθοφόρους, τούτοις ἀπένεινμε τὸ πλέον μέρος τῆς λείας καὶ ἐπῄνει ὡς προ- θυμοτάτους. ταῦτα τοῖς πολίταις ἀγγελθέντα ἔπεισεν ἔρηνμον καταλιπεῖν τὴν πόλιν καὶ αὐτῷ προσθέσθαι. αὐτὸς δὲ μετὰ τὸ κρατῆσαι πάντας ἀπέκτεινεν.

deest in polyaeni codicibus

Ὅτι Ἀννίβας ἐν πολένμῳ φονευθέντα Φλαῦον, ἐπειδὴ τὸ σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζεσθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσεν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.

6, 48

Ὅτι Μέντωρ κρατήσας Ἑρμείου πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε σφραγίσας τῇ σφραγίδι Ἑρ- μείου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα, ἐξ οὗ παρέδωκαν καὶ ἑαυτοὺς καὶ τὰς πόλεις.

6 Κάσανδρος H || 11 αὐτῷ H || 16 Ἐργετήνων et 17 Ἐργε- τήνους H || 17 τούτους H.

Ὅτι Ἀρταξέρξης ἀγωνοθετῶν τοῖς Ἕλλησι τὸν πόλεμον 7, 16, 2 ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις ἐπανίσου τὸ ἐλαττούμενον καὶ ἐκ τούτου ἐκράτησεν.

Ὅτι Κάμιλλος πολεμῶν Φαληρεῖς ἐπειδὴ εἶδεν Φαλη- 8, 7, 1 ρέων παίδων διδάσκαλον τοὺς ὑπʼ αὐτὸν προδόντα παῖδας αὐτῷ, ἀντιπαραδοὺς αὐτὸν τοῖς παισὶ προσέταξεν ὀπίσω τὼ χεῖρε δεδεμένον ἀποκομίσαι πρὸς τοὺς πατέρας ὡς προδότην. οἱ δὲ τοῦτον καταφθείραντες, Καμίλλου δὲ τὴν ἀρετὴν θαυ- μάσαντες ἑαυτοὺς ἄνευ μάχης παρέδωκαν.

Ὅτι καὶ Σκιπίων δορυάλωτον πόλιν λαβὼν, ἐπειδὴ οἱ 8, 16, 6 νυμφαγωγοὶ παρθένον αὐτῷ ἤγαγον κάλλος ὑπερφυὲς ἔχου- σαν, αὐτὸς τὸν πατέρα τῆς κόρης ἀναζητήσας ἐχαρίσατο τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντος αὐτὸς καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι τῶν εὐγενῶν θυγατέρες ἢ παῖδες ἑάλωσαν, τού- τοις ἐφίστα σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων εἰς θερα- πείαν πᾶσαν καὶ χορηγίαν. ἡ τοιαύτη Σκιπίωνος σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας ἀπειργάσατο.

Ὅτι Καῖσαρ Πομπήϊον νικήσας καὶ θεασάμενος τοὺς 8, 23, 23 στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραξε φείδεσθε τῶν πολιτῶνʼ.

5. Δειλῶν διάκρισις.

Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- 2, 3, 3 λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- μενος εὐκλεῶς ἐνίκησεν.

Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς 3, 9, 1 τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά- μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς 4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H 24 αὐτοῦ H. τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ- λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου κατὰ κράτος ἐνίκησεν.

5,3,5

Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν· ῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ- κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων.

6. Φίλων δοκίμασις. 1, 40, 1

Ὅτι Ἀλκιβιάδης εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ κρύψας ἕκαστον τῶν φίλων ἰδίᾳ προσάγων ἐδείκνυεν, ὡς αὐτὸς εἴη ὁ τὸν ἄνδρα πεφονευκὼς, καὶ παρεκάλει συμπράτ- τειν, ὅπως τὸ δοκοῦν λάθοι δεινόν. ὅσοι μὲν οὖν προσετί- θεντο, φίλους πιστοὺς τούτους ἡγεῖτο.

5, 2, 12

Ὅτι Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλιν κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηραρχῶν βιβλίον ἄγραφον ἐσφραγισμένον ἑκάστῳ ἔδωκε προστάξας, ἐπειδάν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μα- θόντας ἐκεῖσε πλεῖν, ὅπου κελεύει τὰ γεγραμμένα. Οἱ μὲν δὴ ἀνήχθησαν, ὁ δὲ πρὶν ἆραι τὸ σημεῖον [παρʼ] ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτει. καὶ ὅσους εὗρε τὴν σφρα- γίδα παραλελυκότας, ὡς προδότας ἀπέκτεινε καὶ τότε ἕτερα βιβλία δοὺς τοῖς ἐγκαταλειφθεῖσιν ἐξέπλευσεν. καὶ παρα- φυλαχθὲν ἐκ τούτου τὸ ἀπόρρητον ἀφύλακτον τὴν πόλιν εὑρὼν κατέλαβεν.

14 δοκιμασίας H || 26 πόλει Polyaen || 25 [ παρʼ] inserui.

Ὅτι καὶ Ἀλέξανδρος πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ 4, 3, 19 τοὺς ὑπηκόους λογοποιουμένους συναγαγὼν τοὺς φίλους ἔφη· ῾ὁ βουλόμενος ἀποστελλέτω εἰς τοὺς οἴκοι γράμματα, ὡς ἐπ- ανήξοι μετὰ χρόνον ἐτῶν τριῶν.᾿ οἱ μὲν δὴ πάντες ἔγραψαν, αὐτὸς δὲ ἐκ τῶν γραμματοφόρων ἀφελόμενος τὰς ἐπιστολὰς τὰ ἑκάστου διαβούλια ἔμαθεν.

7. Περὶ κατασκόπων.

Ὅτι Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας 3, 13, 1 φυλακὴν ἔξω τοῦ χάρακος ἐπέστησε καὶ προσέταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι πρὶν εἰπεῖν, ὅστις εἴη καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου.

Ὅτι καὶ Θέογνις ὑπονοήσας κατασκόπους παρήγγειλεν 5, 28, 2 ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων, ἀνυπονοήτους δὲ ἔξω τοῦ χάρακος περιστήσας τοὺς χωριζομένους ἁλίσκεσθαι προσ- έταττεν καὶ ἀνερευνᾶσθαι.

Ὅτι καὶ Πομπίσκος κατασκόπους ἔπεμπεν ἀγνῶτας ἀλλή- 5, 33, 6 λῶν, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο, παρ- ήγγελλε δὲ μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι.

Ὅτι Μέμνων βουλόμενος μαθεῖν τὴν ὀχυρότητα τῶν 5, 44, 1 τειχῶν τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν ἔπεμψεν Ἀρχιβιάδην πρεσβευτὴν ὡς ὑπὲρ φιλίας πρεσβευσόνμενον. συνέπεμψεν δὲ αὐτῷ καὶ κιθαρῳδὸν ἄριστον, ὅπως συν- τρεχόντων πάντων τῇ τούτου κιθαρῳδίρᾳ κατάδηλον τὸ πλῆ- θος τῷ πρεσβευτῇ γένοιτο.

Ὅτι Σκιπίων κατασκόπους Καρχηδονίων συλλαβὼν, 8, 16, 8 Ῥωμαίων νόμου κελεύοντος τούτους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, προσέταξε δὲ τρίτον περιελθεῖν τὴν στρατιάν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκον- τίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ τὰ ὅπλα ἐπισκευαζο- 3 τὰ οἴκοι H || 9 χάρακτος H || 11 κουντουβερνίου H || 12 Θεόγνης Η || 14 χαράκτος H || 17 μηδένα H || 22 ἄριστον]  Ἀρι- στόνικον Polvaen. μένους ἀπελύθησαν παρʼ αὐτοῦ εἰπόντος αὐτοῖς ἀπαγγεῖλαι, ἅπερ ἐθεάσαντο, ὃ καὶ γεγονὸς ἐξέπληξε τοὺς ἀποστείλαντας.

8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν. 1, 30, 7

Ὅτι Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους· ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας ὑμῶν.᾿  τούτων ἀναγιγνωσκομένων Ξέρξης τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.

2, 1, 33

Ὅτι Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πολε- μίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὐτὸν δια- λέξεως ἕνεκεν τῶν κοινῇ συμφερόντων· οἷς ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.

2, 10, 1

Ὅτι Κλεανδρίδας ἐπὶ Τέριναν ἀγαγὼν τὴν στρατιὰν καὶ λάθρᾳ προσπεσεῖν ἐπιχειρῶν, ἐπειδὴ διʼ αὐτομόλου Τεριναῖοι προαισθόμενοι ὑπὲρ κεφαλῆς ἐγένοντο αὐτοῦ καὶ ἐκ τούτου συνέβαινε τὸν οἰκεῖον ἀθυμεῖν στρατὸν, τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν, ὃς ἂν Τεριναίων τὸ σύν- θημα λέγῃ τὸ προκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκού- σαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ἔδοξάν τινας ἐξ αὐτῶν ἔχειν προδότας καὶ ἐκ τούτου πρὸς φυλακὴν τῆς οἰκείας ἐτράπησαν πόλεως ἀφέντες τὸν πρὸς Κλεανδρίδαν ἐξ ὑπερ- δεξίου αὐτῶν πόλεμον. ὁ δὲ ἀκινδύνως ἐκ τούτου ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν διαβιβάσας τὴν χώραν αὐτῶν κατεδῄωσεν.

2, 10. 3

Ὅτι ὁ αὐτὸς πάλιν τοὺς ἀρίστους τῶν Τεγεατῶν λακω- νίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, [τὰ δὲ] τῶν ἄλλων λυμαινόμενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας εἰς δίκην προδοσίας ὑπῆγον, οἱ δὲ ἁλῶναι δείσαντες προέδωκαν τὴν 28 [τὰ δὲ] inserui. πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι τῷ φόβῳ βια- σθέντες.

Ὡσαύτως καὶ Ἀλέξανδρος πολεμῶν Πέρσας τὸν αὐτῶν 4, 3, 15 στρατηγὸν Μέμνονα ἐποίησεν ὕποπτον παραγγείλας τοὺς ὑπʼ αὐτὸν [μὴ] προνομεύειν τὰ τούτου χωρία.

Ὅτι καὶ Εὐρυπῶν ὁρῶν τὸν πρὸς Ἀρκάδας μηκυνό- 2, 13 μενον πόλεμον στάσιν αὐτοῖς ἐμποιῆσαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα, ὡς Λακεδαιμόνιοι παύσονται τοῦ πο- λέμου, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσωσι, τούτους δὲ εἶναι τοὺς Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες προσ- δοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι ἐπιθυμοῦντος τὴν εἰρήνην, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύ- ναντο, πολλοὺς δὲ καὶ εἰς συμμαχίαν αὐτῶν προσεποιήσαντο. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν κατʼ αὐτῶν, ὥστε δίχα διαιρεθέντες παρετάξαντο πρὸς ἀλλήλους. ἐκ τού- του συνέβη ἡττηθέντας Ἀρκάδας ἀνοῖξαι τὰς πύλας καὶ προσδέξασθαι Λακεδαιμονίους, οἳ καὶ κατέσχον τὴν πόλιν, ἣν πολέμου νόμῳ κρατῆσαι οὐκ ἴσχυον.

9. Περὶ ἀπιστίας εὐκαίρου.

Ὅτι Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος 1, 45, 1 τὸν δῆμον συγκαταλύσειν ἧκεν εἰς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν ἐπηγγέλλετο, καὶ πιστεύσας ὁ δῆμος ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται καὶ κτείνουσι πολλοὺς τοῦ δήμου, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις τοῦ Λυσάνδρου.

Ὅτι Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν 4, 17 εἰς Μεσοποταμίαν. ὃν ὑπεδέξατο Ἀρσάμης φίλος ὤν. διω- κόμενος οὖν ὑπʼ Ἀχαίου καὶ Ἀνδρομάχου στρατηγῶν καὶ 3 αὐτὸν H || 5 [μὴ] inserui || 6 Εὐρυτίων H || μηκυνώμενον Η || 10 Αἴγιναν ἠρηκότας H || 13 προσεποιήσατο H || 29 ὑπʼ Αχαίου] ὑπὸ Χέρου H. πολεμηθεὶς ὑπʼ αὐτῶν, ἐπειδὴ ἔτυχε πληγῆναι ἐν τῷ τοι- ούτῳ πολέμῳ, μεθ᾿ ἡμέρας τοὺς οἰκείους στρατιῶτας πρὸς ζήτησιν τοῦ οἰκείου σώματος ἐξαπέστειλεν ὑπισχνουμένους πάντα ποιήσειν, εἰ τοῦτο λάβοιειν. οἱ δὲ στρατηγοὶ νομί- σαντες τεθνηκέναι Ἀντίοχον πρὸς ἀναζήτησιν τοῦ σώματος αὐτοῦ πλῆθος στρατιωτῶν ἀόπλων ἐξαπέστειλαν. ἐπεὶ δὲ ἄλλος ἀλλαχοῦ διεσπάρησαν ἀναψηλαφῶντες αὐτὸς Ἀντίοχος μετὰ τῶν στρατιωτῶν σχῆμα βασιλικὸν ἀναλαβὼν ἐπεφάνη δείξας ἑαυτὸν καὶ ζῶντα καὶ νικῶντα.

5, 33, 3

Ὅτι Πομπίσκος εἴς τινα πόλιν στρατοπεδεύσας τὰ μὲν λοιπὰ τῶν προαστείων τῆς πόλεως ληΐζεσθαι τοὺς οἰκείους στρατιώτας οὐκ ἐκώλυεν, ἐπὶ δὲ τόπον ἕνα οὐ συνεχώρει. οἱ μὲν ἐκ τῆς πόλεως ἀφόβως τῷ τοιούτῳ τόπῳ προσῄεσαν, ὁ δὲ ἐπειδὴ συνηθροισμένους ἀνέμαθεν ἐκεῖσε πολλοὺς τῶν πολεμίων, ἐπιθέμενος παμπόλλους ἐχειρώσατο.

7, 2 ,2

Ὅτι Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τοῖς ἱππεῦσι διπλᾶς ἐδίδου τὰς ἐκ τῆς λείας μοίρας. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγο- ρὰν παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορίαν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους καὶ πρὸς τὴν μισθοφορίαν μετὰ σπουδῆς εἰσελ- θόντες ὑπʼ Ἀλυάττου ἀπεσφάγησαν κλείσαντος τὰ τείχη καὶ τοὺς ἰδίους ὁπλίτας παραστήσαντος· οἷς ἔδωκε καὶ τοὺς ἵππους μετὰ τὴν ἐκείνων ἀναίρεσιν.

10. Περὶ χάρακος. 2, 2, 6

Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς 3 ὑπισχνημένους H. οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν.

Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ 5, 33, 1 στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι- θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν.

11. Περὶ μονομαχιῶν.

Ὅτι συμβάλλεται ἀμφίβληστρον ὑπὸ τὴν ἀσπίδα δια- cf. 1, 25 κρυβὲν καὶ εἰς καιρὸν χρώμενον.

Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. deest in Pol. codicibus συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχί- νοῦ τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τὴν σφενδόνην.

12. Κατάπληξις πολεμίων.

Ὅτι πολλάκις ἐν ἐπιτηδείῳ τόπῳ, ἤγουν ἐν νάπῃ καὶ 1, 2 ἐν καταπέτρῳ καὶ κοίλῳ, μέγα συμβάλλεται ὁ ἀλαλαγμὸς καὶ ἦχος ὡς δυνάμενα καταπλήσσειν πολεμίους.

Ὅτι Θεσσαλὸς Βοιωτῶν Ἄρνην οἰκούντων καὶ Θεσσα- 1, 12 λοῖς πολεμούντων τέχνῃ ἐκράτησε χωρὶς μάχης. παραφυλάξας γὰρ νύκτα ἀσέληνον ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρέων δᾷας καὶ λύχνους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν καθελεῖν, ὅπερ μέγαν φόβον τοῖς Βοιωτοῖς ἐμποιῆσαν πρὸς ἱκεσίαν τῶν Θεσσα- λῶν ἔτρεψε.

Ὅτι καὶ τὴν προθυμίαν τοῦ ἰδίου λαοῦ, ἄν τε ἐξ ἀπο-  1, 17 νοίας, ἄν τε ἄλλως πως γένηται, χρὴ διʼ αὐτομόλων παρα- 15 τῇ σφενδόνῃ H || 20 τοῖς ἄλλοις πολεμούντων H || 24 καθέλκειν H. σκευάζειν γιγνώσκεσθαι τοῖς πολεμίοις, ἵνα καταπληττόμενοι ἀσθενέστεροι γίγνωνται.

1, 32, 3

Ὅτι Λεωνίδας ἐμβαλὼν εἰς χώραν πολεμίων ἀποπέμψας νύκτωρ ἄλλον ἀλλαχοῦ προσέταξεν, ὅταν αἴρῃ τὸ σημεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπρᾶν· ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν συνεχώρησαν προαγαγεῖν.

2, 38, 1

Ὅτι Ὀνόμαρχος πολιορκουμένης τῆς αὐτοῦ πόλεως ἐξ- αγαγὼν τὴν δύναμιν πᾶσαν τέκνα μὲν καὶ γυναῖκας καὶ μή- τέρας ἔστησεν ἐφεξῆς, πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξεν. ὁ δὲ τὴν ἐπίθεσιν ποιήσας Πελοπίδας συνεὶς τὴν παρα- σκευὴν μετὰ ἀπονοίας μὴ συνάψας μάχην ἀπεχώρησεν.

3, 9, 23

Ὅτι Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον ἔδωκεν· ἀσπίδας χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι. Χῖοι δὲ τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετι- κὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμ- μαχίαν συνέθεντο.

3, 9, 39

Ὅτι ὁ αὐτὸς ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θαλάσσης παρ- ετάσσετο, γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύσκιον ἀνε- βόησεν. οἱ πολέμιοι φοβηθέντες ἀνέστρεψαν.

6, 4, 2

Ὅτι Φιλοποίμην ὑπὸ Λακεδαιμονίων διωκόμενος, ἐπειδὴ κατέλαβεν ποταμὸν, προσέταξε τοὺς ἱππεῖς ἀποχαλινώσαντας τοὺς ἵππους ποτίζειν τοῦ παρακειμένου τόπου πολλὴν ὕλην ἔχοντος. οἱ οὖν Λακεδαιμόνιοι ὑποπτεύσαντες ἐν τῇ ὕλῃ συμμάχους μὴ τολμήσαντες τὸν ποταμὸν διαβῆναι ἀνεχώρησαν.

6, 18, 1

Ὅτι Φωκεῖς κατακλεισθέντες ὑπὸ Θετταλῶν γυψώσαντες ἑαυτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδε- σθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον φοβηθέντες καὶ ὑπονοήσαντες ἑτέρους εἶναι τοὺς ἐπιτιθεμένους ἡττήθησαν πεσόντες τετρακισχίλιοι.

14 τοὺς τ. Χ. οἰκέτας H || 30 ἐπιθεμένους Hp.

Ὅτι Κῦρος ἡττώμενος Μήδων κατέφυγεν εἰς Πασαρ-  7, 6, 9 γάδας. πολλῶν δὲ Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς ῾αὔριον ἀφίξονται ὑμῖν σύμμαχοι δέκα μυριάδες· ἀλλὰ πρὸς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φά- κελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀπήγγειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκα- στον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.

Ὅτι Κροῖσος βραδυνόντων τῶν Ἑλλήνῶν συμμάχων τοὺς 7, 8, 1 ἰσχυροτέρους καὶ μεγίστους Λυδῶν Ἑλληνικοῖς ὅπλοις κατ- εσκεύασεν. ὁ δὲ Κῦρος πιστεύσας συμμαχίαν αὐτῷ προσελ- θεῖν τριῶν μηνῶν σπονδὰς πρὸς Κροῖσον ἐποιήσατο.

Ὅτι Αὐτοφραδάτης πάντας τοὺς συμμισθοφόρους ἐξ- 7, 27, 3 ἀγαγεῖν βουλόμενος ἐπὶ μάχην ἐκήρυττεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον. ἐκ τούτου σπουδῇ πάντες προῆλθον. τῷ τοιούτῳ πλήθει τοὺς ἐναντίους ἐξέπληξεν.

13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης.

Ὅτι Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς μὴ πολ- 1, 16, 2 λάκις στρατεύειν λέγων πρὸς τοὺς οἰκείους· ἵνα μὴ τοὺς πολεμίους πολεμεῖν διδάξωμεν.᾿

Ὅτι Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- 1, 32, 1 νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων. Ὅτι Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγεν 2, 3, 7 πείθων πάντας, ὡς οὐδέποτε κλέψαι βούλοιτο πόλεμον, ἐν Πελοποννήσῳ δὲ νυκτὸς ἀναστὰς ἐπέθετο τοῖς πολεμίοις ἔτι καθεύδουσιν.

Ὅτι Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάττετο ἔχων 3, 9, 13 ἠσκημένους, οὐ παραχρῆμα συνῆπτε τὸν πόλεμον, εἰ δὲ προ- γεγυμνασμένοις ἔμελλε μάχεσθαι αὐτὸς ἔχων στρατιώτας ἀγυ- μνάστους, συνεπλέκετο παραχρῆμα εἰς μάχην.

1 Περσαγάδας H. 3, 10, 3

Ὅτι Τιμόθεος μετὰ σπουδῆς ἐποίει τὰς πρὸς τοὺς πο- λεμίους ἐκδρομὰς, ἵνα τῶν ἀπροθύμων ἀπομενόντων μετὰ τῶν προθυμοτάτων μόνων μάχοιτο.

3, 11, 6

Ὅτι Χαβρίας εἰς πολεμίαν χώραν ἐμβαλὼν καὶ λείαν πολλὴν συναθροίσας, ἐπειδὴ ὑφεωρᾶτο καταδιωχθῆναι ὑπὸ τῶν πολεμίων, τοὺς ἰδίους στρατιώτας δειπνοποιήσας καὶ συντάξας ἐπορεύετο· τῶν ἐναντίων δὲ καταλαβόντων μετὰ σπουδῆς καὶ διεσπαρμένων καὶ πρὸς μάχην ὄντων ἀχρήστων συμβαλὼν πόλεμον τοὺς πλείστους αὐτῶν διέφθειρεν.

4, 6, 5

Ὅτι Ἀντίγονος εἰ μὲν εἶχεν μείζονα δύναμιν, σχολαιό- τερον τὸν πόλεμον ἐχρῆτο, εἰ δὲ ἀσθενεστέραν, νέους καὶ φιλοκινδύνους τὰς ἐπιθέσεις ποιεῖν προετρέπετο.

4, 6, 20

Ὅτι ὁ αὐτὸς βουλόμενος τὰς Ἀθήνας λαβεῖν τῷ τοῦ φθινοπώρου καιρῷ ἐσπείσατο πρὸς Ἀθηναίους. οἱ δὲ εἰρήνην προσδοκῶντες καὶ σπείραντες τὸν σῖτον ὀλίγον ἐφύλαξαν προσ- δόκῶντες θερίσαι. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος δῃώσας τὰς χώρας ἄνευ μάχης ἔλαβεν τὰς Ἀθήνας.

8, 10, 3

Ὅτι Μάριος, ἡνίκα τοῖς ἀπὸ τῶν χειμερίων τόπων ὡρμη- μένοις ἔμελλεν συνάπτειν πόλεμον, ἐν μεσούσῃ ἡμέρᾳ καύ- ματος ἡλιακοῦ ὑπόντος συνῆπτε τὸν πόλεμον, ὡς ἂν τῷ ἀήθει τῆς ἡλιακῆς θέρμης καταθαλπόμενοι, οἳ πολλάκις καὶ τὰς ἀσπίδας ὑπὲρ κεφαλῆς ἐν τούτῳ προετίθουν, εὐαλω- τότεροι γένοιντο.

14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην. 1, 33

Ὅτι Λεωτυχίδης περὶ Μυκάλην τῶν Ἐλλήνων ναυμα- χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων φοβουμένων γνώμῃ μᾶλλον ἢ φόβῳ μετέβαλεν ἀπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες τῇ ἀγγελίᾳ θαρρήσαντες θαρσα- λεώτερον ἐπέθεντο τοῖς Ἕλλησι καὶ τῆς μάχης ἐκράτησαν.

5 ὑφορᾶτο H || 11 τῷ πολέμῳ Polyaen. || 13 ὁ αὐτὸς] αὐτὸς H || 18 Μαρικὸς H.

Ὅτι Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας καὶ προ- 1, 35, 2 ελθὼν εἴς τι πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ὁρᾶτε, ἔφη, τὸ πεδίον ὅσον. πολεμίων ἵππους ἐχόντων, ἂν μὲν φεύ- γωμεν, ἀνάγκη διωκόντων τῶν ἱππέων ἁλῶναι, ἂν δὲ μέ- νωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες. καὶ συμβαλὼν ἐνίκησεν.

Ὅτι Ἀγησίλαος περὶ Κορώνειαν παρετάσσετο· ἧκέν τις 2, 1, 3 ἀγγέλλων, ὡς ὁ ναύαρχος ἡττηθεὶς ὑπὸ Φαρναβάζου τέ- θνηκεν. ὅπως οὖν μὴ τῷ τούτου θανάτῳ ὁ λαὸς ἀθυμήσῃ, Ἀγησίλαος τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλεσθαι προσ- έταξεν, ὡς Λακεδαιμόνιοι ἐνίκησαν. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος καὶ ἔθυεν χαριστήρια καὶ τοὺς φίλους ἐκ τῶν μερίδων ἐδεξιοῦτο. ἐκ τούτου προθυμότερον ὁ αὐτοῦ στρατὸς [ἐν] τῇ Κορωνείᾳ παρετάσσετο.

Ὅτι Ἐπαμινώνδας ἐν μάχῃ ἰσόρροπον τὸ ἔργον ἰδὼν 2, 3, 2 ᾐτήσατο ἓν βῆμα χαρισθῆναι αὐτῷ τοὺς στρατιώτας. οἱ δὲ τοῦτο ποιήσαντες ἐνίκησαν κατὰ κράτος.

Ὅτι ὁ αὐτὸς [τοῖς Θηβαίοις πρὸς] τοὺς ἐπιόντας Λακε- 2, 3, 6 δαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν προσέτασσεν. οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν, καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρ- ροῦντες ἐξήνεγκαν.

Ὅτι ὁ αὐτὸς μέλλων πρὸς πλείονας παρατάσσεσθαι παρ- 2, 3, 8 ἐσκεύασεν ἄνδρα ἀγνῶτα ἐστεφανωμένον προελθόντα ἀπαγ- γεῖλαι καὶ εἰπεῖν, ὡς Τροφώνιός σοι τὴν νίκην ἀγγέλλεται καὶ τῷ τοιούτῳ τρόπῳ θαρσαλεωτέρους τοὺς στρατιώτας ποιήσας ἐκράτησε τῶν πλειόνων πολειμίων.

Ὅτι ὁ αὐτὸς προτρέπων Θηβαίους πρὸς Λακεδαιμονίους 2, 3, 15 ὁρμῆσαι μέγιστον ἔχιν συλλαβὼν καὶ τὴν κεφαλὴν συνθλάσας ἔδειξεν αὐτοῖς ὁρᾶτε, εἰπὼν, ὅτι τῆς κεφαλῆς τοῦ θηρίου 1 προσελθών H || 4 πολεμίους H || 14 [ἐν] inserui || 16 τοῖς στρατιώταις H || 18 [τοῖς Θηβαίοις πρὸς] inserui || 27 ποιήσας ἐκράτησε scripsi; ἐποίησεν κρατήσας H. θλασθείσης ἄχρηστον τὸ λοιπόν. οὕτω δὴ ἐὰν τὰς πολεμίων κεφαλὰς συντρίψωμεν, οὐδὲν μέγα γένοιτο ἐκ τοῦ ὑπο- δεεστέρου τῶν συμμάχων πλήθους.᾿  τούτῳ τῷ παραδείγματι προθύμους ἀπεργασάμενος τοὺς στρατιώτας συμβαλὼν κατὰ κράτος ἐνίκησεν.

2, 5, 1

Ὅτι χρὴ τοὺς φιλοῦντας καὶ φιλουμένους καὶ συγγε- νεῖς συντάσσειν ἐν ταῖς φάλαγξιν, ὅπως ὑπεραποθνήσκοιεν ἀλλήλων.

3, 9, 12

Ὅτι Ἰφικράτης μετὰ πλειόνων μέλλων συνάπτειν πόλε- μον τάφρον βαθεῖαν ὀπίσω τῆς φάλαγγος ὤρυξεν, ὡς ἂν πάντες τὸ φεύγειν ἀπελπίσαντες γενναιότερον ἀγωνίζωνται.

3, 9, 14

Ὅτι ὁ αὐτὸς πολεμίους τρεψάμενος καὶ εἴς τινα στε- νὸν τόπον συνελάσας ἔξοδον μὴ ἔχοντα προετρέψατο δοῦναι πάροδον φυγῆς τοῖς πολεμίοις εἰπὼν· μὴ ἀναγκάσωμεν τοὺς πολεμίους ἀγαθοὺς γενέσθαι.᾿

3, 9, 21

Ὅτι ὁ αὐτὸς ὀλίγους ἔχων στρατιώτας καὶ τούτους ἀθυ- μοῦντας βουλόμενος παραθαρρῦναι ἐκέλευσεν αὐτοὺς ὅσον ἕκαστος ἔχει ἀργύριον ἢ χρυσίον αὐτῷ παρασχεῖν ὡς δι᾿ αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξεσθαι, ὅπερ καὶ ἀποστεῖλαι ἐσκήψατο. οἱ δὲ στρατιῶται πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας θαρσαλεώτεροι πρὸς τὴν μάχην ἐγένοντο.

3, 9, 27

Ὅτι ὁ αὐτὸς ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην, ἐὰν πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον ἄρῃ, ἓν βῆμα μόνον προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη. ὁ δὲ τὸ σημεῖον ἄρας προβάντων τῶν στρατιωτῶν καὶ τοὺς πολεμίους ὠσάντων εἰς φυγὴν ἔτρεψεν.

3, 9, 31

Ὅτι ὁ αὐτὸς οὐ μόνον ἐκ τῶν λαφύρων ἐφιλοφρονεῖτο τοὺς στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν δωρεῶν, ἃ παρʼ ἑτέρων ἐδέχετο, κηρύττων δὲ ἐν αὐταῖς ταῖς μάχαις σιγὴν ἐπηγγέλ- λετο τῷ ἀριστεύοντι ἆθλον μεγαλοπρεπές.

7 τάσσειν H || 19 διαπράξασθαι H || 25 προσβῶσιν et 26 προσβάντων H || 27 ἔτρεψαν H || 28 ἐφιλοφρονείτω H.

Ὅτι Τιμόθεος ἐν ἑορτῇ μυρρίνῃ στεφανώσας τὰς τριήρεις 3, 10, 4 ἦρεν τὸ σημεῖον πληροφορήσας τοὺς στρατιώτας, ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι σύμμαχον.

Ὅτι Περδίκκας, ἐπειδὴ τῶν Μακεδόνων ἁλισκομένων 1, 10, 1 παρὰ τῶν ἐναντίων εἶδεν, ὅτι λύτροις ἀπελύοντο, ἐπεκηρυ- κεύσατο διʼ αὐτομόλου ἀγγεῖλαι, ὡς οἱ πολέμιοι λύτρα μὴ προσίενται, ἀλλʼ ἐψηφίσαντο τοὺς αἰχμαλώτους κτείνειν. οἱ Μακεδόνες ἀπογνόντες τὴν ἐκ τῶν λύτρων σωτηρίαν εὐτολ- μότεροι πρὸς τὰς μάχας ἐγένοντο ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι.

Ὅτι Πυλυσπέρχων μέλλων προθυμοτέρους ποιῆσαι τοὺς 4, 14 στρατιώτας πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ βακτηρίαν λαβὼν ἔφη· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν.᾿  ταῦτα δὲ ἀποβαλὼν καὶ τὴν πανο- πλίαν ἀναλαβὼν οἱ δὲ μέλλοντες πολεμεῖν πρὸς αὐτοὺς τοιοῦτοι.᾿  ὅπερ ἀκούσαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι μέλλειν.

Ὅτι Δαφναῖος ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸς τὸ εὐώνυμον 5, 7 ἐλθὼν ἤγγελλε τοῖς στρατιώταις ὡς τῶν δεξιῶν νενικηκότων. οἱ δὲ τὸν στρατηγὸν ἀληθῆ λέγειν ὑπολαβόντες προθυμο- ποιήσαντες ἑαυτοὺς ἐτρέψαντο τοὺς πολεμίους.

Ὅτι Κλείταρχος προσελθόντων τῶν πολεαίων, ἵνα μὴ 5, 24 γένηται τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τοῦ τείχους καὶ κλείσας τὰς πύλας καὶ βαλὼν βαλανάγρας ὑπόψιν πάντων εἰσήγαγε ταύτας εἰς τὴν πόλιν. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδας ἔσω τῆς πόλεως φυγεῖν, ἐνίκων μαχόμενοι.

Ὅτι Λεύκων προτάξας τοὺς ὁπλίτας ὑπέταξεν αὐτοῖς ἐκ 6, 9, 4 τῶν Σκυθῶν ἑτέρους φανερῶς παραγγείλας ὡς, ἐὰν οἱ ὁπλῖ- ται ὀκνῶσιν, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολενμίους μαχεσάμενοι ἐνίκησαν.

7 προσίονται H || 9 τὸ νικᾶν H || 18 Παφναιὸς H || 21 ἐστρέ- ψαντο H || 23 προσήγαγεν H || 29 κτειννύειν H. deest in polyaeni codicibus

Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολύν χρόνον, καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον εὑρὼν ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν.

7, 6, 1

Ὅτι Κῦρος Μήδοις παραταξάμενος καὶ τρὶς ἡττηθεὶς, ἐπειδὴ τὸ τέταρτον προσβαλὼν πάλιν εἶδεν τοὺς Πέρσας φεύγοντας, τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας προϋπαν- τᾶν ἐκέλευεν. οἱ δὲ τῇ συμπαθείᾳ τούτων ἀναστρέψαντες τελείαν νίκην Μήδους ἐνίκησαν.

7, 35, 1

Ὅτι Βρέννος Γαλατῶν βασιλεὺς τοὺς ἐκ τῶν αἰχμαλώ- των ἐλαχίστους καὶ ἀσθενεστέρους τριβώνια ῥυπῶντα περι- βεβλημένους [προαγαγὼν αὐτοῖς] παρίστα τῶν Γαλατῶν τοὺς μεγίστους καὶ Γαλατικὴν ὅπλισιν ἔχοντας. καὶ τοῦτο ποιήσας ῾ἡμεῖς, εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ὀκνήσομεν πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικρούς πολεμεῖν;ʼ καὶ τῷ τοιούτῳ τρόπῳ προθυμοτέρους ποιήσας ἐνίκησεν.

7, 35, 2

Ὅτι ὁ αὐτὸς κατελθὼν εἰς Ἑλλάδα καὶ θεασάμενος κατεί- δωλον τὴν πόλιν τοὺς ληφθέντας τῶν αἰχμαλώτων ἠρώτα, εἰ στερεὸν εἴη τὸ τῶν εἰδώλων χρυσίον· τῶν δὲ φησάντων, ὡς τὰ μὲν αὐτῶν χαλκός ἐστι, τὰ δὲ ἄργυρος, ἔξωθεν δὲ κεχρύσωνται, αὐτὸς τἀναντία λέγειν παρήγγειλεν, ὡς ἅπαντα χρυσός ἐστι σφυρήλατος. καὶ δὴ κατʼ ἐνώπιον πάντων ἐρω- τηθέντες καὶ ὡς ἐδιδάχθησαν εἰπόντες, ἔπεισε προθυμότερον τοὺς στρατιώτας μάχεσθαι ὡς ληψομένους χρυσοῦ μοίρας μεγίστας.

7, 45, 2

Ὅτι τῶν Περσῶν Μήδοις παρατασσομένων καὶ τραπέν- των αἱ Περσίδες ἀπαντῶσαι τοῖς φεύγουσιν ἀνασυράμεναι τοὺς χιτωνίσκους ἔφασαν ποῖ φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε ; ᾿  ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς φεύγοντας καὶ ἀναστρέψαντες κατὰ κράτος ἐνίκησαν.

8, 9, 2

Ὅτι Σύλλας Ῥωμαίους ἄγων, ἐπειδὴ τραπέντας εἶδεν, 7 προϋπαντῶν H || 9 Μήδοις H || 12 [προαγαγών αὐτοῖς] inserui. τοῦ ἵππου καταβὰς καὶ πρὸς τοὺς πολεμίους εἰσιὼν ἔφη τοῖς φεύγουσιν· ῾ ἐμοὶ μὲν ἐνταῦθα καλὸν, Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις “ ποῦ προδεδώκατε Σύλλαν ;” μέμνησθε λέγειν ὡς ἐν Ὀρχομενῷ.ʼ τοῦτον τὸν λόγον καται- δεσθέντες ἀνέστρεψαν καὶ προθύμως συμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

Ὅτι Μάριος ἀήθεσι καὶ ἀγρίοις βαρβάροις μέλλων παρα- 8, 10, 1 τάσσεσθαι οὐ συνέβαλεν εὐθέως τὴν μάχην, ἀλλʼ ἐκέλευσε πόρρωθεν ἱσταμένους τοὺς στρατιώτας ἐθίζεσθαι τῆς τούτων μορφῆς, ὡς ἂν τὸ θάμβος αὐτῶν ἐκλύσαντες καταφρονῶσι. καὶ τούτου γενομένου δέκα μυριάδας τῶν πολεμίων ἔκτεινε, πολλοὺς δὲ καὶ ζῶντας ἔλαβεν.

Ὅτι Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- 8, 16, 3 βέσθαί μοι δοκεῖς, εἶπεν, συστρατιῶτα, ἀχθοφορῶν᾿. τοῦ δὲ καὶ πάνυʼ φήσαντος εἰκότως, ἔφη, ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ᾿.

Ὅτι ὁ αὐτὸς στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ 8, 16, θυρεῷ κεκοσμημένῳ αἰσχρὸν, ἔφη, Ῥωμαῖον ἄνδρα τῇ ἀρι- στερᾷ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύεινʼ.

Ὅτι Καῖσαρ παρατασσόμενος ὁρῶν τοὺς στρατιώτας φεύ- 8, 23,16 γοντας τοῦ ἵππου καταβὰς ἐβόησεν ἐμὲ, συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν μὴ αἰδεῖσθε;ʼ τὸν τοιοῦτον λόγον αἰδεσθέντες ἀνέστρεψαν πάλιν πρὸς τὴν μάχην.

Ὅτι ὁ αὐτὸς τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ 8, 23, 22 ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν.

Ὅτι ὁ αὐτὸς, ἡνίκα τεθορυβημένους ἑώρα τοὺς στρα- 8, 23, 19 τιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλὰ καὶ πλείονα ὄγκον προσ- τιθεὶς καὶ μεγαλύνων ἐθάρσυνεν, ὡς πρὸς πλείονας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

10 καταφρονοῦσι H || 22 αἰδῆσθε H.
15. Φαντασία πλήθους. 1, 46

Ὅτι τοῦτο ποιεῖ, εἰ τοῖς κτήνεσι ἀσιτεῖν πρὸς μίαν ἡμέραν ποιήσῃ, νυκτὸς δὲ ἀρχομένης ἐάσῃ πρὸς τροφὴν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνασκιρτῶσι καὶ ψόφον ἐγείρουσι πολύν. πρὸς τούτοις δὲ καὶ στρατιώτας ἄλλον ἀλλαχοῦ σκεδασθέντες διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι.

2, 1, 17

Ὅτι Ἀγησίλαος πλῆθος ἱππέων βουλόμενος τοῖς πολε- μίοις παραδεῖξαι εἰς διφαλαγγίαν τοὺς πρωτοστάτας τῶν ἱππέων τάξας ὑπέταξεν ὄνους τε καὶ ἡμιόνους ἐπιβάσας ἄνδρας μεθʼ ὁπλίσεως ἱππικῆς καὶ τοὺς ἀχρηστοτέρους τῶν ἵππων καὶ ἕτερα ζῷα φαντασίαν παρέχοντα πλήθους ἱππι- κοῦ, ἣν καταπλαγεὶς Ἀέροπος ἐσπείσατο τὴν δίοδον.

3, 9, 19

Ὅτι Ἰφικράτης, εἰ μὲν πλείονας ἐκέκτητο στρατιώτας καὶ λαθεῖν ἐβούλετο τοῖς πολεμίοις, δύο στρατιώτας μίαν στιβάδα ποιεῖν προσέτασσεν, εἰ δὲ πολὺ πλῆθος παραδεῖξαι, τὸν ἕνα στρατιώτην δύο στιβάδας ποιεῖν· καὶ ταχέως ἐξ ἄλλου χωρίου εἰς ἄλλο μεθίστατο.

3, 9, 42

Ὅτι ὁ αὐτὸς νύκτωρ ἐπιθέσθαι μέλλων τοῖς πολεμίοις προσέταξε σαλπιγκτὰς ἄλλον ἀλλαχοῦ διασκορπισθέντας κατὰ διαφόρους τόπους σαλπίζειν διάφορα. τῶν δὲ πολεμίων ὧδε κἀκεῖσε πρὸς τὰς φωνὰς χωριζονμένων, ἐπειδὴ ὀλιγωθέντας εἶδε τοὺς ἐν τῷ χάρακι, προσβαλὼν κατὰ κράτος ἐνίκησεν.

4, 8, 4

Ὅτι Εὐμένης τὴν δύναμιν κατὰ κώμας χειμάσουσαν ἀποστείλας, τῶν πολεμίων αὐτῷ ἐξαίφνης περιελθόντων, βουλόμενος πεῖσαι, ὡς πᾶσα ἡ δύναμις αὐτῷ περισυνέστη, ἀποστείλας νύκτωρ τοὺς ἰδίους παῖδας πῦρ ἐν ἀγγείοις ἔχον- τας εἰς τὰ μετέωρα καὶ ἄπωθεν ὄρεια διαστάντας ἀπʼ ἀλλή- λων ὅσον πήχεις εἴκοσιν ὕλην ἱκανὴν καῦσαι προσέταξεν, τὰ δὲ πυρὰ πρώτης μὲν φυλακῆς ἐκκαῦσαι σφοδρότερον, δευ- 2 τοῖς κτήνεσι τοῖς H || 13 Ἀερωπὸς H || 24 χειμάσασαν H || 28 ὅρια H. τέρας δὲ ἐλλαττότερον, τρίτης δὲ μικρὰ παντάπασιν ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείρᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ πολέμιοι καὶ τὴν δύναμιν ἐπισυνῆφθαι τῷ Εὐμένει νομί- σαντες μὴ θαρρήσαντες ἐπιθεῖν ἀνεχώρησαν.

Ὅτι Πτολεμαῖος Περδίκκου κατὰ Μέμφιν διαβαίνοντος 4, 19 (18) τὸν ποταμὸν συναγαγὼν ἐκ τῆς χώρας συφόρβια, βουκόλια καὶ ἑτέρας κτηνῶν ἀγέλας προσέταξεν ἑκάστῳ ζῴῳ φρυγάνου φορτίον ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείρῃ πλεῖ- στον, αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς, ὅσους εἶχε, τολμηρῶς τοῖς πολεμίοις προσήνεγκεν. οἱ δὲ πολὺ πλῆθος ἐκ τοῦ κονιορτοῦ ἐπιέναι νομίσαντες, ἀλλὰ καὶ τὴν τοῦ Πτολεμαίου τόλμαν ἐκεῖθεν ὑποπτεύσαντες αὐτίκα ἔφυ- γον, καὶ οἱ πλεῖστοι αὐτῶν διεφθάρησαν.

Ὅτι Τύννιχος πόλεως αὐτῷ ἐν παραθαλασσίᾳ πολιορ- 5, 23 κουμένης βουλόμενος τῆς πολιορκίας ἀπολυτρώσασθαι μίαν ναῦν κεκτημένος καὶ ἀναχθεὶς ἐπʼ αὐτῆς, ἐν διαφόροις σκά- φεσιν ἀνὰ ἑνὸς ἐμβιβάσας ἀνδρὸς μετὰ ἑνὸς σαλπιγκτοῦ δια- στήσας συμμέτρως ἐκέλευσεν, ἡνίκα αὐτὸς ἀποσημάνῃ, δια- δεξαμένους καὶ αὐτοὺς ὑποσημαίνειν παραλλάσσοντας τοὺς χρόνους, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. τούτῳ τῷ τρόπῳ οἱ πολιορκοῦντες νομίσαντες ἐπί- πλουν εἶναι στόλου μείζονος καταλιπόντες τὴν πόλιν ᾤχοντο.

Ὅτι Τριβαλλοῖς Σκύθαι παρατάσσεσθαι μέλλοντες παρήγ- 7, 44, 1 γειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφοροῖς, ἐπειδὰν αἴσθων- ται συμβάλλοντας αὐτοὺς, ἐπιφανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐλαύνοντας. οὓς ἰδόντες οἱ πολένμιοι καὶ πλῆθος ἱππέων καὶ πεζῶν εἶναι νομίσαντες ἔφυγον.

Ὅτι καὶ Καῖσαρ τοὺς πολεμίους ὁρῶν πολλοὺς ἱππεῖς 8, 23, 12 ἔχοντας, αὐτὸς δὲ ὀλίγους ἔταξεν ἔμπροσθεν τῶν ἱππέων λόχους τέσσαρας πεζῶν παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἐγείρειν πλῆθος κονιορτοῦ.

14 Τυρήννιχος H || 20 εἶχον H || 22 στόλον H.
16. Φαντασία ὀλιγότητος. f. 1, 47, 13 11, 3

Ὅτι ἐν μὲν ναυσὶ χρὴ συζεῦξαι τὰς ναῦς καὶ κατὰ δύο 5, 22, 2 ἓν ἱστίον ἐξαρτῆσαι.

8, 23, 7

Ὅτι Καῖσαρ πολεμῶν Γαλάταις καὶ βουλόμενος δόξαν ἐμποιῆσαι, ὡς ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον διετείχισεν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο· ἐκ δὲ τοῦ χάρα- κος προελθόντες ὀλίγοι ἱππεῖς καὶ τοὺς πολεμίους ἐκκαλού- μενοι σκιρτῶντες ἐπαναστῆναι προυτρέψαντο. αὐτὸς δὲ ἐξαί- φνης προσπεσὼν κατὰ νώτου καὶ ἐν μέσῳ τοὺς βαρβάρους καταλαβὼν τοὺς πλείονας διέφθειρεν.

17. Τακτικά. 2, 1, 2

Ὅτι Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις παρετάσ σοντο, ὧν ἡγεῖτο Χαβρίας καὶ Γοργίδας, οἳ καὶ παρήγγειλαν τοὺς αὐτῶν στρατιώτας μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ τὰ δόρατα ὀρθὰ προτειναμένους. οἱ δὲ ἐναντίοι τὸ στάσι- μον καταπλαγέντες τῆς μάχης ἀνεχώρησαν.

2, 10, 4

Ὅτι Κλεανδρίδας Λευκανοῖς πολεμῶν καὶ ὀλίγους παρα- δεῖξαι τοὺς οἰκείους μηχανώμενος πρὸς τὸ ἐκκαλέσασθαι τοὺς ἐναντίους παρήγγειλεν εἰς βάθος πυκνῶσαι τὴν φάλαγγα· οἱ δὲ πολέμιοι ὑπερκεράσαι βουλόμενοι, αὐτὸς τοὺς ἐπιστάτας μετα- βαίνειν εἰς παράταξιν προτρεψάμενος κατὰ πολύ ποιήσας ἐπιμηκεστέραν τὴν ἰδίαν φάλαγγα ὑπερφαλαγγήσας καὶ κυ- κλωσάμενος ἐνίκησεν.

4, 3, 22

Ὅτι Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππι- κὸν ἐπὶ τοῦ δεξιοῦ μέρους ἔταξεν ἐν μετώπῳ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ ἀριστεροῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξεν.

9 σκιρτῶντας H || προυτρέψατο H || 15 αὐτῶν H || 23 ὑπερ- φαλαγγίσας H || 27 καμπίω H.
18. Περὶ τῆς παρατάξεως.

Ὅτι χρήσιμος ὁ τῶν αὐλῶν ἦχος ἐν τοῖς πολέμοις ἀδιά- 1, 10 σπαστον καὶ καλῶς συντεταγμένην τὴν φάλαγγα δυνάμενος συντηρεῖν. τούτου δὲ μαρτύριον, ὅτι ἐν Λεύκτροις οἱ Λά- κωνες παραταξάμενοι ἐνίκων προησκημένοι τὸν αὐλὸν, ἐπεὶ δὲ ἄνευ τούτου τὸν πόλεμον ἠρέθισαν, εἰς φυγὴν ἐτράπησαν.

Ὅτι Κλεανδρίδας τὸν πόλεμον νικήσας προῆγε τοὺς 2, 10, 2 στρατιῶτας εἰς τὰ σκηνώματα τῶν ἐναντίων, δεικνὺς ἄλλον ἀλλαχοῦ πεπτωκότα ἐκ τοῦ διεσπάσθαι ἀπʼ ἀλλήλων, παι- δεύων τοὺς οἰκείους μὴ διασπᾶν τὴν παράταξιν ὡς μέγαν φέροντα τὸν κίνδυνον τὸν τοιοῦτον διασπασμόν.

Ὅτι Φίλιππος, ἡνίκα πρὸς ἀγυμνάστους ἔμελλε τὴν παρά- 4, 2, ταξιν ποιεῖν γεγυμνασμένους τοὺς οἰκείους ἔχων, ἐπὶ πολὺ ἐξέτεινε τὸν χρόνον τῆς παρατάξεως, ὡς ἂν τῷ τοιούτῳ τρόπῳ ἐκλύῃ τοὺς ἐναντίους. ἡνίκα δὲ ἀγυμνάστους κεκτημένος γεγυμνασμένοις ἔμελλε παρατάσσεσθαι ἔσπευδε τὴν μάχην.

Ὅτι ζῴῳ ἀμάχῳ τὴν ἴσχυν ἡ φάλαγξ ἔοικεν, ἕως μέν cf. 3, 9, 22 ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν, διαλυθὲν δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος.

Ὅτι Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγ- 4, 3, 5 γελμα τοῖς οἰκείοις δέδωκεν, ἵνα, ἡνίκα ἐγγὺς γένωνται τῶν πολεμίων, γόνυ κλίναντες τοῖν χεροῖν διατρίβωσι τὴν γῆν, ἡνίκα δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε μετὰ θυμοῦ καὶ ἀν- δρείας τοῖς πολεμίοις προσβάλλειν. τοῦτο ποιήσαντες εἰς ἔκπληξιν ἔφερον τοὺς πολενμίους σχῆμα προσκυνούντων τῶν ἀντιπαραταττομένων νομίζοντας. καὶ διὰ τοῦτο τὴν ἰσχὺν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι ἐπὶ τοσοῦ- τον, ὥστε καὶ τὸν βασιλέα αὐτῶν μεγαλαυχεῖν ὡς ἀμαχητὶ νενικηκότα τὸν πόλεμον. τοῦ δὲ συνθήματος γενομένου ἐξαίφνης οἱ Μακεδόνες ἀναστάντες μετὰ τῆς προσηκούσης 6 ήρέθ σαν] ἐρεθησαν H || 15 ἐκλύει H || 26 νουίζοντες H. ὁρμῆς ῥοιζηδὸν ἐμβάλλουσι τοῖς πολενμίοις καὶ μεγάλην νίκην ἐνίκησαν.

4,3,6

Ὅτι Ἀλεξάνδρου πολεμοῦντος Πέρσας μοίρας τινὸς Περσι- κῆς τὰ σκευοφόρα τῶν ζῴων ἁρπαζούσης ἀγγελθὲν αὐτῷ ἔφη πρὸς τοὺς ἐπαγγείλαντας, ὡς οὐ χρὴ διαλύσαι τὴν φάλαγγα χάριν τῆς ἐκείνων ἐπιθέσεως, ἀλλὰ τοῖς πολενμίοις αὐτοῖς μάχεσθαι καὶ ὅτι ἡττηθέντες μὲν οὐδʼ αὐτῶν τῶν σκευο- φόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ληψόμεθα.

8, 23, 25

Ὅ Καῖσαρ Πομπηΐῳ παραταξάμενος ὁρῶν τοὺς τῶν πολειμίων νέους ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σενμνυνο- μένους παρήγγειλε τοὺς ἰδίους στρατιώτας ἐπὶ τῶν προσώ- πων αὐτοὺς τιτρώσκειν. οἱ δὲ διὰ τὸ μὴ λωβηθῆναι τὸ αὐτῶν κάλλος εἰς φυγὴν ἐτράπησαν.

deest in Polyaeni codioibus

Ὅτι τὸ τῆς φάλαγγος εἶδος οὕτως ὀφείλει παρατάττε- σθαι τῶν πρωτοστατῶν καὶ ἐπιστατῶν καὶ τῶν τρίτων τὰ δόρατα ἀναλογοῦντα κατὰ τὴν ἑκάστου στάσιν ἐν ἴσῳ τὰς αἰχμὰς προάγεσθαι, μετὰ δὲ τοὺς τρίτους χρὴ τὰ δόρατα ἔχειν ὀρθὰ, ὡς, εἴ τι ἐλλιπὲς γένοιτο τῆς τάξεως, ἀναπίῃ- ῥώσουσιν αὐτοὶ, εἰ δὲ κύκλωσις γένηται, στραφέντες εἰς τοὐ- πίσω ποιήσουσι τὴν φάλαγγα ἀμφίστονμον.

19. Πῶς δεῖ κυκλῶσαι πολεμίους. 1,40,9

Ὅτι Ἀλκιβιάδης Κύζικον πολιορκῶν ἔπεμψεν ἀπόνμοιραν στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν, αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο. οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό- μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα- στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ- τοντο καὶ κατὰ κράτος ἡττήθησαν.

14 αὐτῶν H 24 κωλύουσιν H 28 ἐπέτρεψε H.

Ὅτι Ἰφικράτης λείαν ἔκ τινων χώρων 3,9,48 πολλὴν, ἐπειδὴ ἐδιώκετο παρὰ τοῦ φρουράρχου, πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας, κούφους καὶ ψιλοὺς κατʼ ὀλίγον ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο καὶ τούτοις προσ- έχοντι αὐτὸς μετὰ ἀδείας περικυκλώσας καὶ κατὰ νώτου γενόμενος πάντας διέφθειρεν.

Ὅτι Παμμένης παρατασσομένων αὐτῷ πολεμίων πολλὴν 5, 16, 2 ἵππον κεκτημένων αὐτὸς τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑπο- φεύγειν, τοὺς δὲ ἱππεῖς καθʼ ἑκάτερα μέρη τῶν κεράτων ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο- λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο- γκούντων.

Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γεν- deest in Polyaeni codicibus ναιοτέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προύχοντας ὑπὲρ τὴν φάλαγγα, καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα- κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.

Ὅτι Ὀρόντης ἀποστὰς ἐπολένμει τοῖς βασιλέως στρατη- 7, 14, 2 γοῖς καὶ παρήγγειλε τοῖς στρατιώταις ἐχυρὸν μάλιστα τὸ χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε- λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε- ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ- εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν.

Ὅτι Καῖσαρ Γαλατίαν πόλιν πολιορκῶν τῶν Γαλατῶν 8, 23, 11 ἀθροισθέντων εἰς εἴκοσι πέντε μυριάδας αὐτὸς νύκτωρ δισ- χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ 17 [οἱ πολέμιοι| inseruit ,W || 20 ἀποστείλας H 25 τοὺς H. δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο.

20. Περὶ συνθημάτων. 1,14

Ὅτι Κλεομένης Λακεδαιμονίων βασιλεὺς Ἀργείοις ἐπο- λένμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυ- λακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεο- μένης ἐβούλετο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξ- ιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεο- μένης λάθρα παράγγελμα ἔδωκεν ὅταν ἀριστοποιεῖσθαι κηρύξω, ὁπλίσασθε᾿ . ὁ μὲν ἐκήρυξεν, οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτρέποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐχε- ρῶς ἀόπλους καὶ γυμνοὺς Ἀργείους προστυχὼν ἀπέκτεινεν. 5,16.5 Ὅτι Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀπο- ληφθεὶς ἔπεμψεν αὐτόμολον εἰς τὸ τῶν πολεμίων στρατό- πεδον. καὶ διʼ αὐτοῦ τὸ σύνθημα αὐτῶν ἐκμαθὼν νυκτὸς ἐπιθένμενος αὐτοῖς τοὺς πλείονας αὐτῶν διέφθειρεν. αὐτὸς μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ συνθήματος.

5,33,2

Ὅτι καὶ Πομπίσκος τῶν πολεμίων ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγ- μασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.

7,11,2

Ὅτι Δαρεῖος μέλλων νύκτωρ τοῖς πολειμίοις ἐπιθέσθαι συνεβούλευσε τὸ τιαροδέσμιον, ὅ τῆς κεφαλῆς ὄπιθεν ἀπο- σφίγγει τὴν τιάραν, εἰς μέτωπον αὐτοὺς περιαγαγεῖν τοῦ ἔχειν σημεῖον εἰς τὸ γνωρίζειν ἀλλήλους.

5 Ἀργείους H 8 σημαίνειν H 9 ἐξιόντων H || 14 ἁπλοὺς H || 15 ἀπολειφθεὶς H.
21. Περὶ πυρσῶν.

Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς 2, 28, 2 πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ πολλὴν λείαν συνῆξεν.

Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους 6,2, 1 πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ- τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι- πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.

Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- 6, 19, 2 σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες. Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς.

22. Ἐκ πυρὸς βοήθεια.

Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] 1,39,3 κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης, ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ- εβοήθησεν.

9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui. 1, 40, 7

Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ- θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο.

4, 7,9

Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους ἐνίκησεν.

4,9, 5

Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ- κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο.

23. Ἐξ ἀνέμων βοήθεια. deest in Polyaeni codicibus

Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ- codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ- μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.

24. Δῄωσις καὶ φειδὼ τῆς τῶν πολεμίων χώρας. 1,36,1

Ὅτι Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ.

2,1,10

Ὅτι Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλεν. τῶν δὲ ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο- νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς 7 ὑπὸ τοῖς λόφοις Polvaen. || 21 παρασχεῖν H. νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολλὴν λείαν συναγαγὼν ἀνέζευξεν.

Ὅτι Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόνησον 3,9, 44 χωρίον τι καταλαβὼν ἐτείχισεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκοδομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν πολλὴν ἀπηνέγκατο.

25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν.

Ὅτι Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς 1, 40, 3 Ἀθήνας βουλόμενος τοὺς ἰδίους καὶ φύλακας ἀγρύπνους κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα, ὅς δʼ ἂν μὴ ἀντανά- σχῃ ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον, ἀφορῶντες πάντες εἰς τὴν ἀκρό- πολιν.

Ὅτι Ἐπαμινώνδας βουλόμενος προσβαλεῖν ἐς 2,3,9 μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίνμισεν. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαιπώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα- στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως κατῆλθεν.

Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν deest in Polyaeni codicibus τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας· ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε. 2 πολλοὺς λίαν H || 13 προσηγόρευσεν H || 14 ἀνάσχη H 19 Ἰαώνιον H. ἀμφὶ δευτέραν φυλακὴν ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι καταπλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπὼν Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε· Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀννίβας ἐπιπεσὼν πάντας διέφθειρεν.

deest in Polyaeni codicibus

Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χεινμερίου γενομέ- νης διελὼν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολειμικὸν, τὸ πρῶτον μέρος προσ- βαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων παυσαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον. καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.

26. Κώλυσις ὁρμῆς ἀλογίστου. 3, 9, 28

Ὅτι Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπείγοντο ἐξελθεῖν ἐν τῇ μάχῃ. Ἰφικράτης δὲ ὀρῶν τοὺς πολενμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μέγα φρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ῾ ἐγὼ μὲν [ ὑμᾶς] εἰς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρο- νεῖν Βοιωτῶν δύνασθαι, τῶν δὲ ἐμοῦ κρειττόνων στρατη- γῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως ἔπεισε τοὺς Ἀθηναίους τῆς παραλόγου παύσασθαι ὁρμῆς.

deest in Polyaeni codicibus

Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν· ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βου- λομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῇ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέπτειν τὰ δημόσια.᾿

27. Πανικοῦ φόβου λύσις. 2,2.10

Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά- τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος, 13 Ἀθηναίοις H || 17 φρονοῦντες H || προσῆγεν H || 18 [ὑμᾶς] inserui. μηδένα ὀρθὸν ἀνίστασθαι, ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναι- ρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας κατα- φρονεῖν νυκτερινοῦ φόβου. καὶ οὕτως ἐπαύσαντο ἀναπη- δῶντες καὶ ταραττόμενοι.

28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης.

Ὅτι Σόλων τροπώσασθαι μέλλων τοὺς πολενμίους, ἐπειδὴ 1, 20, 2 ἐν τῇ ἔορτῇ τῆς Δήνμητρος ἔμελλον ἐξιέναι αἱ γυναῖκες ἑορ- τάσουσαι, διʼ αὐτομόλου τοῖς πολεμίοις ὑπέθετο, ὡς, ἐὰν ταύταις ἐπιτηδεύσοιντο, πάσας λάβοιεν. αὐτὸς δὲ νέους στολίσας γυναικείαν στολὴν μετὰ ἐγχειριδίων προῆγεν ὡς πρὸς τὴν ἑορτὴν τῆς Δήμητρος. οἱ πολέμιοι ἐπιθέμενοι ὡς γυναῖκας ἁρπάσοντες ἐπεχείρουν ἀόπλως καὶ διεσπαρμένοι ποιεῖσθαι τὴν ἐπίθεσιν. οἱ δὲ ἀντὶ γυναικῶν ἄνδρες εὑρε- θέντες πολλοὺς αὐτῶν ἀπέσφαξαν.

Ὅτι Ἰφικράτης μέλλων τροπώσασθαι πολεμίους μετημ- 3, 9, 52 φίασεν τὴν ἰδίαν δύναμιν τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν.

Ὅτι Μέμνων Κυζικηνοῖς ἐπιὼν ἀπεκδεχομένοις Χάλκαν 5, 44, 5 τὸν Μακεδόνα πρὸς συμμαχίαν αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ σχῆμα Μακεδονικὸν περιθέμενοι ὑπὸ Κυζικηνῶν ὡς σύμ- μαχοι προσεδέχθησαν ἀνοιξάντων τὰς τοῦ ἄστεος πύλας.

Ὅτι καὶ ιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα deest in Polyaeni codicibus ἐξεκαλοῦντο Ἀργείους πρὸς συμμαχίαν, ὅν κρατήσαντες οἱ Λάκωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπε- δέξαντο.

Ὅτι Δαρεῖος πολεμῶν Σάκας τριχῆ διῃρημένους, ἐπειδὴ 7, 11, 6 μιᾶς ἐκράτησε μοίρας τῶν πεσόντων τὰς στολὰς καὶ τὰς 19 ἀπεκδεχόμενος H 21 συμμάχων H. ὁπλίσεις Πέρσαις περιθεὶς προσῆγε τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρένμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἀπατώμενοι φιλοφρό- νως ὡς πρὸς οἰκείους προσελθόντες ὑπʼ αὐτῶν πάντες ἐφονεύθησαν, ὁμοίως δὲ καὶ οἱ τῆς τρίτης.

29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης. 1, 29, 1

Ὅτι Ἱέρων ποταμὸν περάσαι βουλόμενος τῶν πολεμίων ἀντιστρατοπεδευομένων αὐτὸς τοὺς ἱππεῖς ἀνώτερον τάξας ἀπέστειλε διαπεράσαι, ὡσαύτως καὶ τοὺς ψιλοὺς ὑπεράνω- τέρω τῶν ἱππέων. οἱ γοῦν πολέμιοι πρὸς ἀμφοτέρους ἀντιπαραστάντες ὠλιγώθησαν εἰς τὴν τοῦ Ἱέρωνος ἀντι- παράστασιν. ὁ δὲ ὀλιγωθέντας ἰδὼν διεπέρασεν καὶ σημεῖον ἄρας τοῖς ψιλοῖς καὶ ἱππόταις ἀνέστρεψε καὶ διεπέρασεν ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ αὐτὸς ἐπέρασεν.

1, 4, 5

Ὅτι Ἀλκιβιάδης [Κατάνην| κατασχὼν ἄνδρα Καταναῖον Συρακουσίοις γνώριμον καθῆκε Συρακούσαις ὡς πειμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς. οὗτος ἤγγειλεν Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κ ατά- νης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἄμα ἕῳ καταλάβοιεν τῶν Ἀθη- ναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι. ῥᾳδίως πιστεύσαντες οἱ Συρακού- σιοι ἐξῄεσαν ἐπὶ Κατάνης. Ἀλκιβιάδης δὲ ὡς ᾔσθετο παρ- ιόντας αὐτοὺς, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῆ Συρακουσίων πόλει καὶ νικᾷ οὐδενὸς εἴργοντος.

2, 1,9

Ὅτι Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποιούς ἐξαπατῶν Τισαφέρνην λέγοντας αὐτῷ, ὅτι στέλλεται μὲν φα- νερῶς Ἀγησίλαος ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. καὶ οὕτω πεισθεὶς Τισαφέρνης ὥρνμησεν (ἐπὶ) Καρίαν φυ- λάττειν, ὁ δὲ Λάκων κατέδραμεν Λυδίαν καὶ λείαν πολλὴν κατέσχεν.

1 προῆγε H 11 Ἱέρακος H 15 [Κατάνην] inserui || 18 Ἀθηναίοις καταλιποῦσι H || 24 ἐν τῆ H || 28 (ἐπὶ) seclusi.

Ὅτι Δημοσθένης ἐπὶ Πύλον ἐκπλεύσας ταύτην ἕλε 3, 1, 1 τρόπῳ τοιούτῳ· προσεποιήσατο γὰρ, ὡς πρὸς τὴν ἄκραν ἔχει τὴν ὁρμὴν ἀποπλεῦσαι. οἱ δὲ τῆς Πύλου ἀφέντες τὴν πόλιν πρὸς τὰ ἐκεῖσε τὴν ὁρμὴν ἐποιοῦντο. αὐτὸς δὲ σπουδῇ ἀναχθεὶς καὶ τῇ Πύλῳ προσορμισθεὶς ἐπειδὴ κενὴν ἀνδρῶν εὗρε τὴν πόλιν, ταύτην ἔλαβεν ἀπονητί.

Ὅτι Δημήτριος ἐς Κόρινθον προδότας ἔχων νύκτωρ 4, 7, 8 προῆλθε καὶ τῶν προδοτῶν αὐτῷ τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων, δεδιὼς αὐτὸς, μὴ μαθόντες οἱ πολῖται ἐπί- θοιντο ταῖς κατὰ τὸ ἕτερον μέρος πύλαις, πολλῇ στρατιᾷ προσέβαλλεν. εἰς ἢν ἀντιπερισπασθέντες οἱ πολῖται ἡλώ- θησαν διὰ τῶν προδοθέντων πυλῶν ἐκ τοῦ ἑτέρου μέρους.

Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος, τοῦτον αἰσθό- deest in Polyaeni codicbus μένος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν, ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέ- σθαι τὸ παρὰ Συρακούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγαθοκλεῖ τοῦτο προεμήνυσεν. ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν, νυκτὸς πάλιν συντόνως ἐπανελθεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμ- πιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυ- γῆς καὶ θορύβου προσπεσὼν ἐφόνευσε τῶν Ἀγαθοκλείων στρατιωτῶν ἑπτακισχιλίους.

30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι.

Ὅτι Λακεδαίμονος σεισθείσης Ἀρχίδαμος τοὺς ἀνθρώ- 1, 41, 3 πους ὁρῶν ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δεδιὼς, μή πως καὶ οἱ ἀπολειφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι 1 ὁ δὲ H || 19 συντόνως W ; συντόμως H 20 διαφυλάξαντας Η 21 ἀπῆγεν H. πολεμίων ἔφοδον ἐσήμανεν. καὶ πιστεύσαντες οἱ Λάκω- νες ἐξῆλθον τῆς πόλεως καὶ οὕτως ἐσώθησαν τῶν οἰκιῶν καταπεσουσῶν.

4,3,28

Ὅτι Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ἴνα γοῦν μὴ λύσωσι τὸν συνασπισμὸν, διήγγειλεν, ὡς θανάσιμον τὸ τοῦ ποταμοῦ ὕδωρ τοῖς προσιεμένοις. οἱ μὲν φεισάμενοι τὴν τάξιν διέ- σωζον ἀδιάλυτον, αὐτὸς δὲ μετὰ τὸ τροπώσασθαι τὸν πολέ- μιον ἐπʼ ὄψει πάντων προσγελάσας ἐκ τοῦ ποταμοῦ ἔπιεν οἱ Μακεδόνες τὸ στρατήγημα ἀποθαυμάσαντες ἀπεδέξαντο.

4,2,21

Ὅτι Φίλιππος Βυζαντίους πολιορκῶν συμμάχους ἔχοντας πλείστους διʼ αὐτομόλου ἐξεφήμισεν, ὡς τὰς τούτων χώρας διʼ ἑτέρων αὐτὸς καταληίζεται. ἀπόμοιράν τε τοῦ στρατοῦ ἐξέπεμψεν οὐκ ἐπὶ πρᾶξιν, λάθρα δὲ παραγγείλας ἐπανελ- θεῖν, ὡς ἂν τὴν τοιαύτην δόκησιν ἀληθῆ πιστώσηται εἶναι. καὶ οὕτω πεισθέντες οἱ σύμμαχοι ἀφέντες Βυζαντίους πρὸς τὸ φυλάξαι τὰ οἰκεῖα ἀνεχώρησαν.

31. Αἰφνίδιοι ἐπιθέσεις. 1, 45, 2

Ἀθηναῖοι ἐν Αἰγὸς ποταμοῖς τετράκις ἀνήχθησαν πρὸς τὸ ναυμαχεῖν. Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν ἀποπλέουσι γανύμενοι παιῶνας ᾄδοντες, Λύσανδρος δὲ κατ- όπιν πέαπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι, Λύσανδρος αὐτίκα ὑπεσήμανεν ἐπίπλουν. καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκ- βάντας, καὶ οἱ μὲν ἀνεπαύσαντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι καὶ συντεταγμένοι γυμνοῖς καὶ ἀσυντάκτοις ἐνίκησαν.

3, 4, 1

Ὅτι Φορμιῶν ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας ἀνέστρεψεν. Χαλκιδεῖς ἐπρεσβεύ- 3 καταπεσόντων H || 8 πόλεμον H || 27 ἀφʼ ὧν H || 29 Χαλκι- δαίων H. σαντο ἀπαιτοῦντες, ὁ δὲ κρύφα καθῆκεν ὑπηρετικὸν ὡς Ἀθήνηθεν ἧκον, τοῦ δήμου καλοῦντος αὐτὸν διὰ τάχους. τοῖς μὲν οὖν πρεσβευταῖς ἀπέδωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλ- κιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν Φορ- μίωνα Ἀθήναζε πεπλευκένα ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθὼν ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχε, τὴν λείαν δὲ πᾶσαν ἐκράτησεν.

Ὅτι Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων 3,9, 41 ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευο- φόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινο- τέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺ καὶ σύσκιον. ἡμέρας δὲ γενομένης οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλληνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπα- γὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πολεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.

Ὅτι Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν 3,9,46 ὀκτακισχιλίων ἐστρατοπέδευσε· πυθόμενος τοὺς Θρᾷκας νύκ- τωρ ἐπιτίθεσθαι μέλλοντας ἀναλαβὼν τοὺς στρατιώτας ἀν- εχώρησεν ἑσπέρας ὅσον στάδια τρία ἐς φάραγγα κρύψαι δυνα- μένην. οἱ Θρᾷκες ἐμπεσόντες εἰς τὸ στρατόπεδον διήρπαζον ἀτάκτως καταγελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφι- κράτης ἐξ ἀφανοῦς ἐφορμήσας πολλοὺς μὲν αὐτῶν ἀπ- ἐκτεινεν, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.

Ὅτι Φιλοκλῆς Πτολεμαίου στρατηγὸς Καύνῳ προσ- 3,16 εστρατοπέδευσε· καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύλακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [ σῖτον], οἱ δὲ τὰς φυλακὰς τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμέτρουν. Φιλοκλῆς δὲ ἐν τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβεν τὴν πόλιν.

4 ὡρμήσατο H || 5 τῷ ] τὸ (bis) H || 26 στρατηγοῦντος H 29 [σῖτον| inserui. 4, 11, 4

Ὅτι Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν ἀποσχὼν ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησεν ὕλας κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπι- δαμνίοις. οἱ μὲν δὴ νομίσαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον, ὁ δὲ τὴν κεκρυμμένην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πό- λεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, τὰς δὲ πύλας τῆς πόλεως ἀνεῳγμένας εὑρὼν καὶ ταύτην κατέσχεν.

4, 7,3

Ὅτι Δημήτριος πόλιν πολιορκῆσαι βουλόμενος ἀνέχώ- ρησε μικρὸν ἐξ αὐτῆς κακεῖσε διατρίβων ἡμέραις πλείοσι προσεῖχεν ἡδοναῖς καὶ τρυφαῖς, ὁπηνίκα δὲ πόρρω τῆς ὑπο- νοίας ἐγένοντο οἱ πολέμιοι, τηνικαῦτα ἀπόμοιραν μὲν μίαν νυκτὸς ἔταξε προσβαλεῖν πρός τινας τῶν πολεμίων πυλῶν τῆς πόλεως, ἑτέραν δὲ ἀλλαχοῦ, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, αὐτὸς δὲ μετὰ τοῦ ὁπλιτικοῦ καὶ τῷ τοιούτῳ τρόπῳ κατέσχεν τὴν πόλιν.

4, 15

Ὅτι Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ ἦν ἐφύ- λασσεν Δίων, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περ- σικὴν ἑορτὴν θαλιάζειν καὶ προσεῖχε ταῖς εὐωχίαις μετὰ πάντων τῶν ὑπʼ αὐτόν. ἡ τοιαύτη δὲ φήμη ἔπεισε τὸν Δίωνα τὴν φυλακὴν κατολιγωρῆσαι τῆς πόλεως. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν κρημνωδῶν καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκόν.

5, 18

Ὅτι Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- σον ἦσαν· Χρεμωνίδης, Πτολεμαίου ναύαρχος ἀνήχθη πολε- μήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγεν ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχύν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. 1 Κάσανδρος H || 3 ὀρίων H || 15 τοῖς λιμέσιν] τῆς πόλεως ex dittograpbia 20 θαλίζειν H 26 Ῥόδιοι] Ῥωμαῖοι et 28 Ῥωμαίους H 27 Χερμονίδης H. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες ἐς λιμένα ἐπανήεσαν. Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπ- ἐπλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφροδίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν.

Ὅτι Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- 5, 32, 1 κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖστον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, πέμψας εἰς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κατα- κομίσαι. ὡς δὲ κεκομισμένην εἶδεν, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθη- ναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστοποιοῦντο ἄλλος ἄλλῃ διασπαρέντες, ὁ δὲ μετὰ τοῦ στρατοῦ ἑτοίνμῃ τῇ ἀγορᾷ χρησαμένου ἀναχθεὶς αὐτίκα καὶ προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀριστοποιουμένοις ἐνίκησεν.

Ὅτι ὁ αὐτὸς πάλιν ἅμα ἕῳ ἀριστοποιήσας τοὺς ἰδίους 5, 32, 2 εἰσήγαγεν εἰς τὰ καταστρώματα τῶν νεῶν. καὶ ἀναχθεὶς πρὸς τὸ ναυνμαχῆσαι, ἐπειδὴ ἐπὶ πολὺ παρετάθη ὁ καιρὸς καὶ οὐ συνέβαλον, σημεῖον ἄρας τοῦ ἀριστοποιῆσαι ἀνήχθη πρὸς τὸν λιμένα. τὸ αὐτὸ δὲ καὶ οἱ πολέμιοι ἐποίησαν. ὁ δὲ ἄφνω προσπεσὼν ἀριστοποιουμένους εὑρὼν ἐνίκησεν.

Ὅτι Πομπίσκος χωρίον πολιορκῶν ἑλεῖν οὐχ οἷός τε 5, 33, 4 ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μετα- πεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν. οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολ τὴν στρατιὰν ἀναχωρήσασαν ἰδόντες πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι ἀπελθόντες πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ ἀναστρέψας ἐπι- θέμενος ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.

Ὅτι Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων Μαγνη- 5,44, 4 σίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρεν κύκλῳ τοῦ στρατοπέδου. Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον Μέμνων 14 χρησαμένων H || 23 αὐτῶν H. ἐξήγαγεν αὐτοὺς διεσκευασμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολεμίων ἐκβοηθησάντων ὁ Μέμνων ἀνα- κλητικὸν σημάνας ἀνεχώρησεν εἴσω τοῦ τείχους, καὶ οἱ πο- λέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησεν, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίουν, καὶ τοῦτο πολλάκις τῆς ἡμέ- ρας· τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιίαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη. τῶν δὲ οὐ φθα- σάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἔτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων συνιδὼν διε- σκεδασμένην αὐτῶν τὴν φάλαγγα συντεταγμένος αὐτὸς ἐπι- θέμενος πολλοὺς αὐτῶν διαφθείρας καὶ ζωγρήσας τοὺς λοι- ποὺς εἰς αγνησίαν φυγεῖν ἠνάγκασεν.

6, 6, 2

Ὅτι Πύρρος εἰς τὴν Πελοπόννησον ἐμβαλὼν Σπαρτια- τῶν πρεσβευόντων περὶ Ἀρκαδίαν φιλανθραώπως αὐτοὺς διε- δέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρ- τιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγειλαν, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα πράττοι, γελάσας ἔφη· οὐδὲ γὰρ ὑμεῖς εἰώ- θατε προλέγειν, ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους· μὴ τοίνυν ἀγανακτῆτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λα- κωνικῷ στρατηγήματι.

7,27,1

Ὅτι Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νῦξ ἐπῆλθεν· οἱ μὲν φυλάττοντες τῶν Πισιδῶν ἀνεχώρησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτέρους λαβὼν πολλῇ σπουδῇ δραμὼν διῆλθε τὰ στενὰ καὶ τὴν Πισιδῶν χώραν ἐπόρθησεν.

4 προσελθών H || 15 διελέξατο H || 17 παιδευθησομένοις H || Λυκούργιον H.

Ὅτι ὁ αὐτὸς Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς 7, 27, 2 πλείονας ἀδολεσχοῦντας προσεκαλέσατο τοὺς ἄρχοντας αὐτῶν διαλέξασθαι περὶ τῶν συμφερόντων κοινῇ· οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλι- τῶν πρὸ πολλοῦ παράγγελμα εἶχον τῶν ἀρχόντων διαλεγο- μένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφεσίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.

Ὅτι Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρεσβευ- 7, 28, 1 σαμένων πρὸς αὐτὸν ὡμολόγησε περὶ διαλύσεως καὶ τὴν πολιορκίαν διαλύσας παρακαλεῖ Βαρκαίους βασιλεῖ κοινωνῆ- σαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βου- λευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσάμης λαμ- πρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις τῶν ἐπιτηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόντων σημεῖον ἦρεν τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόντες τὰς πύλας διήρπασαν τὴν πόλιν.

Ὅτι Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- 8, 28 εποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ Μασ- σαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο ὡς νενικηκότες· ἐπεὶ δὲ μετὰ πολύν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.

32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.

Ὅτι Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν 1, 30, 4 ἔφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγνμα λύειν, ἵνα βασιλεὺς μὴ φύγοι. Θεμιστοκλῆς ἀντιβουλεύεται, ὅτι ὁ βασιλεὺς ἀπο- 22 κατέλαβεν] κατέλαβεν τὸ Περσικὸν ex dittogr. H || 23 ἱερίων H || ἀναίδην Η || 30 ἀπολειφθεὶς H. ληφθεὶς ἀναμαχήσεται τάχα. πολλάκις δὲ ἀπόνοια δίδωσιν ὅσα μὴ ἔδωκεν ἀνδρεία. καὶ διʼ αὐτομόλου ἤγγειλεν τῷ βασιλεῖ, ὡς, εἰ μὴ ἀναζεύξοι, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. ὁ δὲ φυγὼν ᾤχετο, Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.

2, 1, 5

Ὅτι Ἀγησίλαος ἐν Κορωνείᾳ Ἀθηναίους ἐνίκησεν. ἤγ-  γελλέ τις· οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών.᾿  ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι ὅποι βούλοιντο, σφαλερὸν ἡγούμενος συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.

2, 1, 19

Ὅτι ὁ αὐτὸς Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λακω- νικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἦν ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿  οἱ μὲν διέστησαν, Θηβαῖοι δὲ διαδραμόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο καὶ οὐκέτι φόνος ἦν ἀμφοτέ- ρων, ἀλλὰ μόνον τῶν φευγόντων.

2, 1, 28

Ὅτι ὁ αὐτὸς Μεσσηνίους ἰδὼν ἔξω τῆς πόλεως μετὰ γυναικῶν καὶ παίδων παραταξαμένους ἀνέζευξεν ὡς ἀπεγνω- κότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειότερον μαχομένων.

3, 9, 3

Ὅτι Ἰφικράτης νύκτωρ κατελάβετο πολειμίων πόλιν. οἱ δὲ συνέφευγον εἰς τὴν ἀγορὰν καὶ πλῆθος ἡθροίζετο. Ἰφι- κράτης ἀνοίγειν ἐκέλευσεν τὰς πύλας παρασχὼν αὐτοῖς ἀφορ- μὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδύνως κρατήσῃ.

7, 44, 2

Ὅτι Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά- μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο· πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι, Σκύθης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευεν, ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέ- τας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμη- σαν, οἱ δὲ τὸ συνειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο.

14 δραμόντες H || 24 Σκυθιάδες H.
33. Προσποίησις φυγῆς.

Ὅτι Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι 5, 22, 1 καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ τῶν Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχά- των τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.

Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] deset in Polyaeni codicibus θεασαμένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νύκτωρ δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους διεγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν. οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.

34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.

Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα 7,15,4 cf.2,1,23 4,6,10 τὸν στρατηγὸν ἀποκρύπτειν.

Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς 2,1,15 στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητῆται.

Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- 2, 3, 10 τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο.

3 καταλειφθεὶς H || 10 [ἔχων τοῖς] θεασαμένοις Sittl; θεα- σάμενος H||  12 καταχθεὶς εἰς τὴν στρ. H.
35. Προφυλακὴ ἐνέδρας. 2,8

Ὅτι Ἀρξιλαΐδας ὁ Λάκων διερχόμενος μετὰ τοῦ στρα- τεύματος εἴσοδον ὕποπτον δυναμένην κρύψαι ἐνέδραν πολε- μίων παρήγγειλε τῷ πλήθει, ὡς προεγνώκει προκαθημένην ἐνέδραν καὶ προσέταξε πάντας διεσκευασμένους πρὸς μάχην διαβαίνειν πολεμήσοντας τὸν προκείμενον λόχον. ἐξ οὗ συνέβη κατὰ τύχην εὑρεθῆναι λόχον μέγαν μὴ προορώμενον τὴν τῶν πολεμίων παρασκευήν. οὓς ὡς προπαρασκευασμένος ῥᾳδίως διέφθειρεν.

2,37

Ὅτι ἐκ τοῦ ὁρᾶν ὄρνεις ὑπεριπταμένους καὶ μὴ ἐπὶ γῆς ἱζάνοντας χρὴ συνιέναι, ὡς λόχος ἐγκέκρυπται ἐκεῖσε.

3, 9, 24

Ὅτι᾿  Ἰφικράτης πολιορκῶν πόλιν, ἐπειδὴ ἐπαπειλουμένους αὐτὸν τοὺς πολίτας ἤκουεν, φωράσας ἐνέδραν συντόνμως ἀνέ- ζευξεν καὶ ἐρευνησάμενος καὶ εὑρὼν πάντας διέφθειρεν.

36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι. 1, 40,2

Ὅτι Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα- τιώτας ἀποβιβάσας νύκτα καὶ ἡμέραν ἀναμείνας τῶν πολε- μίων οὐκ ἐξιόντων ἐνέδραν καταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγμένον ἰδόντες θαρσή- σαντες ἐξῆλθον καὶ ἐσκεδάσθησαν ἀνὰ τὴν χώραν. οἱ λο- χῶντες ἐπαναστάντες πλείστους διέφθειραν καὶ λείαν πολλὴν συνῆξαν. Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ταῦτα ἀνα- λαβὼν ἀπέπλευσεν.

2, 14, 1

Ὅτι ἔφοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδονα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμενοι τῶν ἱππέων τινὰς κρύφα προπέμψαντες εἴς τινα χῶρον ἐπιτήδειον μετέ- πεμψαν τὸν Κινάδονα μετὰ δύο στρατιωτῶν ὡς πρὸς πρᾶξιν ἀπόρρητον. Ὡς δὲ ἀφίκετο κατασχεθεὶς ὑπὸ τῶν προπεμ- φθέντων ἱππέων καὶ στρεβλωθεὶς ἐξήγγειλεν τοὺς κοινωνοὺς 4 τὸ πλῆθος H|| 24 μηνυθέντες H || Κινάδονον H. τῆς ἐπαναστάσεως. οἱ δὲ τοῖς ἐφόροις ἐμήνυσαν. αὐτοὶ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρ- όντος τοῦ μενμηνυκότος.

Ὅτι Ὀνόμαρχος Μακεδόσι παραταττόμενος ὄρος μηνο- 2, 36, 2 ειδὲς κατὰ νώτου λαβὼν καὶ ταῖς ἑκατέρωθεν κορυφαῖς ἐγ- κατακρύψας πεζοὺς καὶ πετροβόλους μηχανὰς προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ἠκροβολίσαντο, οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν εἰς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥώμῃ διώκοντες ἐπέκειντο, οἱ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συνέτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνόνμαρχος ἐσήμηνε τοῖς Φωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες τῶν μὲν ὄπιθεν βαλλόντων, τῶν δὲ ἄνωθεν, ταῖς πέτραις συντριβόμενοι ἀνε- χώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων φασὶν εἰπεῖν· οὐκ ἔφυγον, ἀλλʼ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵνα αὖθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν.

Ὅτι Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρατη- 3, 1, 2 γῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαράδρας με- γάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολενμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐλόχησεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγώσωσιν οἱ ἐναντίοι, κατὰ τὸ ὑπερβάλλον αὐτῶν ἐξαναστάντες κατὰ νώτου γένοιντο. οἱ μὲν ὑπερεφα- λάγγωσαν, οἱ δὲ ἐξ ὄπιθεν ἐπανέστησαν καὶ ἄφνω προσ- πεσόντες οὐ σύν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.

Ὅτι Φίλιππος ἀφικόμενος εἰς Λάρισσαν, ἵνα τινὰς τῶν 4, 2, 11 Ἀλευάδων ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως εἰσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βόϊσκος ἐξήγ- γειλεν τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.

6 προσῆγε H|| 8 ἠκροβολήσαντο H|| 11 πεζοὺς H|| 22 λοχῶ- δες H|| 27 τὰς τῶν Ἀ. ἐξοικίας H || 30 Ἀδευάδες H. 5, 8, 1

Ὅτι ἀπατῶνται καὶ ἐχθροὶ, ἡνίκα τὴν ἐνέδραν προ- καθίσας ἀποστείλας ἐμπιπρᾷ τὰς ἐπαύλεις καὶ τοὺς σταθμούς. οἱ δὲ πολέμιοι ὡς ὑφʼ ἑτέρων ἐμπιπρωμένας νομίζοντες διαρπά- σασθαι λείαν ἐκεῖθεν ἀπερχόμενοι περιπίπτουσι ταῖς ἐνέδραις.

5, 10, 4

Ὅτι Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλλεν παράγγελμα δοὺς ἀπόρ- ρητον εἰς φυγὴν τραπέσθαι. οἱ μὲν δὴ ἔφυγον, οἱ δὲ Ἀκρα- γαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρό- μενον ἰδόντες ἀπὸ τῶν τειχῶν ᾠθησαν ὑπὸ τῶν πολιτῶν ἀνακαλεῖσθαι καὶ μεταβαλλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φευγόντων. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.

deeat in Polyaeni codicibus

Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώ- ματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παρα- φυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώ- ματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν· ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθηναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ἄρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελ- ταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς. ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώματα τῶν Λακωνικῶν νεῶν ἀνακαθιστά- μενα ἐπέπλευσαν ταῖς Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνέτριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.

5 Ἡμίλκων H || 7 ἐν ἡ μέραις H || 19 ἀναχθῆσαι H || 28 ἀντικαθιστάμενα Roth; ἀντικαθιστάιτα H || 29 Ἀθηναίαις] ἀσίαις H.
37. Ὅσα κατὰ ἰππέων.

ὅτι πολλάκις ἐπαφιέμενον ὕδωρ ποτάμιον τοῖς πεδίοις 1, 3, 5 ἄχρηστον ποιεῖ ἱππόταις τὴν μάχην.

Ὅτι καὶ κατασπορὰ τριβόλων τροποῦται πλῆθος ἱππέων 1, 39, 2 τῶν πελταστῶν στερρὰ ὑποδήματα ὀφειλόντων ἔχειν.

Ὅτι Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων 2, 2, 9 πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατό- πεδον ὀκτὼ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλεν τὸ ἐγχειρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὤρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἀπήγαγεν ἀπὸ τῶν ὀρυγμάτων εἰς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων. οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλων. οἱ τοῦ Κλεάρχου δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κεινμένους.

Ὅτι Ἰφικράτης διωκόμενος ὑπὸ πολεμίων ἱππεῖς ἐχόν- 3, 9, των πολλοὺς αὐτὸς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπάδας καὶ ἐπελαύνειν ἐκέλευσεν τοῖς ἐναντίοις. οἱ δὲ ἵπποι τῶν πολεμίων τῆς φλογὸς τὴν ὄψιν ὡς ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.

Ὅτι Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον 6, 18, 2 ὀρύξαντες καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλλον. ἐς ταύτην τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.

38. Περὶ τοῦ τόπου.

Ὅτι Ἐπαμινώνδας περὶ Τέγεαν διακινδυνεύων πρὸς Λακε- 2, 3, 14 δαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἵνα λάθοι τοὺς πολεμίους, προσέταξεν μετὰ ἱππέων χιλίων 23 (καὶ) seclusi. ἑξακοσίων προϊππεῦσαι τῆς φάλαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κακεῖσε, ὡς ἂν ἐκ τούτου κονιορτὸς ἐγερθεὶς ἀποσκοτώσας τῶν πολεμίων τὴν ὄψιν μὴ συγχω- ρήσοι αὐτοῖς ἰδεῖν αὐτὸν τοὺς ὑπερδεξίους καταλαμβάνοντα τόπους.

39. Περὶ ὅρκων καὶ συνθηκῶν. 1,39,1

Ὅτι Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανό- μενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν φάσκων πάντα ποιήσειν τὰ προστασσόμενα καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατ- εστρατοπέδευσεν καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συνέπεμψεν τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀνα- χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.

2,6

Ὅτι Δερκυλλίδας ὤμοσεν Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφʼ ᾧ τε προελθόντα ταχὺ καὶ ὁμιλήσαντα πάλιν εἰς τὴν πόλιν πέμψαι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθεν, Δερ- κυλλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύ- σειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ῾ ἀφίημί σε νῦν, ἔφη, εἰς τὴν πόλιν. τοῦτο γὰρ ὤμοσα. κἀγὼ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρχομαι. τοῦτο γὰρ ποιῆσαι οὐκ ὤμοσα.᾿

2,19

Ὅτι Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρούραρχον ἔπεισεν ἐπὶ σύνθημα προελθεῖν ὀμόσας, εἰ μὴ συντίθοιντο, πάλιν αὐτὸν εἰς τὸ φρούριον καταστήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινώνησεν, οἱ δὲ τοῦ φρουρίου φύλακες δια- λύσεως ἐλπίδας λαβόντες ῥᾳθυμότερον ἔσχον τὴν φρουράν. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος αἱροῦσι τὸ χωρίον. ὁ δὲ αὐτὸν εἰς τὸ φρούριον ἀγαγὼν πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν ἀναιρεθῆναι.

12 τῶν συνθησομένων H || τὸ τέως H || 15 Σκήψεως] Κίτεως H || 16 ἐφʼ ὅτε H || 28 Θιβροναῖοι H.

Ὅτι Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο 6, 14 καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα [ἐν] κυκλῷ τοῦ τείχους ἐξελεῖν. τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον. ἐξ οὗ συνέβη κατενεχθῆναι τὸ τεῖχος.

Ὅτι Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολεμίους 6, 15 ἐπὶ τῷ δοῦναι αὐτοῖς τὰ ἡμίση τῶν ὅπλων. οἱ δὲ κατα- τεμόντες τὰ ὅπλα ἐκέλευον αὐτοὺς τὰ ἡμίση λαμβάνειν.

Ὅτι μελλόντων τινῶν συνθήκας ποιεῖν, συνεφώνουν 6, 53 τοιοῦτον, ὡς ἐπὶ τόσας ἡμέρας σκεψάμενοι παρατηρήσουσι τοὺς ὅρκους, τῶν πολεμίων δὲ ἐν πολλῇ ἀμελείᾳ διὰ τὰς τοιαύτας συνθήκας ὄντων, ἐπιόντες ἐν νυκτὶ ἐκεῖνοι πάντας αὐτῶν διέφθειραν. ἐγκαλούμενοι δὲ, ὡς παρέβησαν τὰς συνθήκας, εἶπον· οὐχὶ, ἡμέρας γὰρ συνεθέμεθα, ἀλλʼ οὐχὶ καὶ νύκτας.

Ὅτι καὶ ἄλλος ποιῶν ὅρκους μετὰ τῶν πολεμίων ὀρύξας 7,34 λάκκον καὶ σκεπάσας αὐτὸν διὰ ξύλων καὶ γῆς ὀλίγης ἐκεῖσε ἐποίει τοὺς ὅρκους λέγων, ὡς φυλάξει τὰ ὀμωμοσμένα, ἕως ἂν ἐπὶ τὸ αὐτὸ σχῆμα μένῃ ἡ γῆ. τῶν πολεμίων δὲ πιστευ- σάντων αὐτὸς κατέλυσε τὴν τάφρον καὶ ἐπέθετο τοῖς πολε- μίοις ἀφυλάκτοις οὖσι καὶ πολλοὺς αὐτῶν διέφθειρεν.

40. Περὶ προδοτῶν.

Ὅτι καὶ κύνες ἀφέμενοι πολλάκις ἐλέγχουσι τοὺς προ- 2,25 δότας.

Ὅτι Ἰφικράτης ἐν Χίῳ τοὺς λακωνίζοντας ἐλέγξαι 3,9,58 μενος ἐνίους τῶν τριηραρχῶν ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ᾿  ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακωνικῷ. οἱ μὲν οὖν λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον. ὁ δὲ κυκλωσάμενος αὐτοὺς καὶ τοὺς ἀπὸ τῆς 3 [ἐν| inserui || 7 ἐπὶ τὸ H || 10 περατωσουσι H || 16 νυκτὸς H || 26 βουλομένους H. πόλεως προσελθόντας συνέλαβέν τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.

deest in Polyaeni codicibus

Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως πτεύσαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολιτευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπιλαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μεχρὶ τῆς ἐκκλησίας κακεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδίζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.

7, 21, 7

Ὅτι Δατάμης ὁρῶν ἀπόμοιράν τινα τῶν αὑτοῦ ἱππέων τοῖς πολεμίοις προστεθεῖσαν ἔπεισεν τοὺς πεζοὺς αὑτοῦ, ὡς αὐτὸς εἴη τούτους ἀπεσταλκὼς χάριν προδοσίας τῶν πολε- μίων. οἱ δὲ θαρρήσαντες καὶ γενναιότερον ἀγωνισάμενοι ἐνίκησαν.

8,5

Ὅτι Τύλλος ἦρχε ῾ Ρωμαίων παρατασσομένων Φιδηναίοις Ῥωμαίους προδόντες Ἀλβανοὶ περὶ τὸ λαιὸν κέρας ἐς τὰ ὄρη προεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγελλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φυλάσσειν σκόπει, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσό- μενοι τοὺς πολειμίους ἐμοῦ προστάξαντος. τοῦτο ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ τοὺς Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύ- γειν ὥρμησαν ὑπὸ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.

41. Περὶ ψευδοπροδοτῶν. 2,26

Ὅτι Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν ἐφόρων προποιητῶς αὐτομολῆσαι πρὸς τοὺς Τεγεάτας ὑπε- κρίνατο, οἳ καὶ προσεδέξαντο αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας 3 Ξενίαν proposuit Roth ; Θεννίαν hic et infra H || προσελθούσης H || 12 αὐτοῦ H || 17 Φειδηναίοις et 23 Φειδη- ναίους H || 24 τάξει H || 27 Λάκωνι H | χρήματα H. ἔχοντα. τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστο- κλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.

Ὅτι καὶ Ἡρακλείδης ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ ὡς 5, 17, 2 μόνος καταπρήσειν τὸ Ῥόδιον ναυτικόν. καὶ δὴ τότε στρα- τηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα ἀδικίας ἔχων καὶ τῷ βωμῷ προσέφυγεν ἱκετεύων τυχεῖν σωτηρίας καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος, ὥστε καὶ ἦσαν τῶν Μακεδόνων τινὲς, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων· ἱκέτης ἦλθον προπηλακιζόμενος διʼ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς δεικνύω Φιλίππου γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι. ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥδίων κατέπρησεν. καὶ παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη καὶ διέβη εἰς Μακεδονίαν.

Ὅτι Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι 6, 16, 5 ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περισπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν ἐλθόντες ὑπέσχοντο Λιπάραν τὴν νῆσον τὴν προκεινμένην Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν εἰς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊ- κῶν νεῶν κατὰ κράτος ἐνίκησαν.

Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων deeat in Polyaeni codicibus στρατηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτὸν, καθεὶς Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκκον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν 13 ἐδείκνυτο H || 16 ὡς δὲ H || 17 παραλλάξαν H || 28 Ἀν- δρονίαν H, sed infra Ἐρδονίαν. τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων.

7,13

Ὅτι Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ, τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ὢν διὰ Ζωπύρου ταύτην παρέλαβεν. σατράπης γὰρ ὢν αὐτοῦ Ζώπυρος ἀκρωτηριάσας ἑαυτὸν ἧκεν αὐτόμολος ὡς ταῦτα ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πι- στεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο ἀπό- φθεγμα· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἔχειν ἠβουλόμην, ἐφʼ τε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.

42. Περὶ αἰχμαλώτων. 1,29,2

Ὅτι Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε ἐλάμβανέν τινας αἰχμαλώτους τῶν εὐγνενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλαῖς ἡμέραις κατέχων κοινωνῶν αὐτοῖς ἑστίας καὶ τιμῆς καὶ προεδρίας τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο, ὡς ἂν ὕποπτοι παρὰ τοῖς πολίταις γένοιντο.

2,1,30

Ὅτι Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγεν πολλὴν τῶν βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων. ὁ δὲ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους δεδεμένους γυμνοὺς μόνους προέταξεν τοῦ στρατοπέδου. οἱ προσκείνμενοι γνω- ρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

2,1,32

Ὅτι ὁ αὐτὸς τοὺς ἐνδόξους λαμβάνων αἰχμαλώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

6,10,1

Ὅτι Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους· ἐπεὶ δὲ εἰς τὴν Πλαταιίδα ἐνέβαλλον Θθηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους εἰ μὴ τῆς χώρας ἀπόσχοιντο. Θηβαῖοι οὖν αὐτίκα τῆς χώρας ἐξῆλθον, Πλα- ταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

11 ὅτι H || 16 τῶν πολιτῶν H || 22 προκείμενοι H

Ὅτι Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, 8,12 ἂν ἀφεθῇ, πεῖσαι τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος εἰς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον, τότε δὴ καὶ μᾶλλον πολε- μεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι ἠγόρευεν. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ κατείρξαντες καὶ βασανίσαντες ἀπέκτειναν.

43. Περὶ ὁμήρων.

Ὅτι Ἀντίγονος μισθωσάμενος Γαλάτας ὑπέσχετο ἀνὰ 4, 6, 17 ταλάντου δώσειν ἑνὸς ὅμηρα δοὺς αὐτοῖς τῶν οἰκείων τινὰς εὐγενῶν, ἐπεὶ δὲ ἐγένετο ἡ μάχη, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. αὐτὸς (μὲν) τοῖς μὲν ὁπλίταις ἐδίδου, παρορᾷ δὲ τοὺς ἀόπλους. ἐπικειμένων δὲ ἐκείνων καὶ ζητούντων καὶ τὸ τῶν ἀόπλων τάλαντον, ἐπειδὴ οὐκ ἐδίδου, ἠπείλουν τοῖς ὁμήροις θάνατον. Ἀντίγονος δείσας περὶ τῶν ὁμήρων πρε- σβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσιν δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οὓς ἐλθόντας λαβὼν οὐ πρότερον ἀφῆκεν, πρὶν τοὺς ἰδίους ἀπέλαβεν.

Ὅτι Πόρκιος Ῥωμαίων στρατηγὸς ἐνέβαλεν εἰς τὴν 8,17 Ἰβήρων ἐκ δὲ τῶν πόλεων ἀπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντες αὐτῷ τε καὶ Ῥωμαίοις· ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκεν κε- λεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς 3 ἀναστρέψει H || 6 εἶεν] οἱ ἐν H || 11 αὐτοὺς H || τότε αὐτοῦ H || 14 Ἀντίγων H || 17 (μὲν) seclusi || τοὺς μὲν ὁπλίτας H || παρόρα H. πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γε- γραμμένα κατασκάψασθαι τὰ τείχη σήμερον. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμ- ψασθαι, ἀλλὰ φοβούμενοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, ὁμοῦ πάντες Ἴβηρες τὰ οἰκεῖα τείχη τῶν πόλεων κατέσκαψαν ἐν μιᾷ ἡμέρᾳ.

44. Περὶ αὐτομόλων. 3,9,57

[Ὅτι Ἰφικράτης] δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψεν πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων, παρακαλῶν μεμνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηναίων συμμα- χίαν προσδέχοιντο, εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύλακες ἐκόμισαν τὰ γράμ- ματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους, οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες.

7,28,2

Ὅτι Ἀρσάμης συμβαλεῖν μάχην μέλλων τοῖς ἐκ βασι- λέως ἐπʼ αὐτὸν ἥκουσιν, ἐπειδὴ τὸν ἑαυτοῦ ἵππαρχον ἔγνω συνθέμενον τοῖς πολεμίοις εἰς τὴν συμβολὴν τοῦ πολέμου μετὰ πεντακοσίων αὐτομολήσειν, τοῦτον ἀνακρίνας τῆς ἀρχῆς διεδέξατο, μετὰ καὶ τοὺς ὑπʼ αὐτόν· ἄλλους δὲ πιστοὺς μετά τινος οἰκείου τὴν τοῦ ἱππάρχου στολὴν ἐμβαλὼν ἀπέστειλεν προστάξας συνθέσθαι τοῖς πολεμίοις καὶ κατὰ νώτου αὐτῶν γενέσθαι. καὶ οὕτως αὐτοὺς κατὰ κράτος ἐνίκησεν.

8,6

Ὅτι Ταρκύνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ καὶ μὴ δυνάμενος ἑλεῖν τὸν ἑαυτοῦ παῖδα Σέξτον πληγαῖς αἰκι- σάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκι- σμένον ἰδόντες, ἐδέξαντο ἐν τῇ πόλει καὶ μεγάλα ἐπαγγειλά- μενον κατὰ τοῦ πατρὸς, ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. 8 [ὅτι Ἰφικράτης] inserui || 25 Γαβηνίους H || 27 αἰκισ- μένον H. ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμ- βανεν, μάχας ἐνίκα πολλὰς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπέφηναν. ὁ δὲ ἄγγελον κρύφα πέμψας τῷ πατρὶ ἤρετο, τί δρᾶν κελεύοι. Ταρκύνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον· φράζε μου τῷ παιδὶ τοῦτο δράσαι.᾿  ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξτος τοὺς προὔχοντας τῶν Γαβίων διαφθείρας οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθέ- νειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκεν Ῥωμαίοις.

45. Περὶ διώξεων.

Ὅτι Λυκοῦργος προσέτασσε τοῖς Λάκωσι τοὺς πολε- 1, 16, 3 μίους φεύγοντας μὴ φονεύειν, ἵνα τὸ φεύγειν ἡγῶνται τοῦ μένειν λυσιτελέστερον.

Ὅτι Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον δι- 2,1,4 δόναι παρήγγειλεν.

Ὅτι Ἰφικράτης τοὺς πολεμίους εἰς φυγὴν τρεψάμενος 3,9,2 παρήγγειλε [ἐν] ποταμῶν διαβάσεσι καὶ τόποις στενοῖς καὶ τάφροις ταύτῃ μάλιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι. καὶ ὅτι τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν.

46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας.

[Ὅτι Βρασίδας] ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν 1,38,5 οὐραγίαν τῶν πολειμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐρα- γίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.

Ὅτι Ξενορῶν τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπί- 1,49,2 2 Γαβηνῖται H || 6 τὸν παῖδα H || 12 ἡγοῦνται H || 17 ἐν om. H || 23 (ὅτι Βρασίδας] inserui. κειμένων τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα, λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐρα- γίας ἱππεῖς, ἀκοντιστὰς, πελταστὰς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

2,2,2

Ὅτι Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων [ἐστρατοπέδευεν ἐν κώμῃ] τροφὴν ἄφθονον ἐχούσῃ. Τισσαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς Ἔλληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέαρχος ὑπεκρίνετο προσίεσθαι τοὺς λόγους, ὅπως Τισσαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειεν τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν, ὁ δὲ νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέ- ραν ὅλην καὶ νύκτα Τισσαφέρνου βραδέως τοὺς διαλυθέντας συναγαγόντος.

3,9,18

Ὅτι Ἰφικράτης πολενμίους ἔγγυθεν ἐπικειμένους λαθεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα, περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα, ὡς ἂν οἱ πολέμιοι φαντασίαν ἔχοιεν μενόντων, αὐτὸς δὲ ἀσφαλῶς ἀναζεύξοι.

3,11,4

Ὅτι Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν τοὺς εὐρώ- στους οὐραγεῖν προσέταξεν διὰ τὸ τοὺς πολεμίους ἐπικεῖσθαι.

3,11,15

Ὅτι ὁ αὐτὸς ἐπικειμένων αὐτῷ πολεμίων, ὧν Ἀγησί- λαος ἦρχεν, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώ- τατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε στα- δίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καίειν διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπιθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνε- χώρησαν, οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες ὑπὸ τὴν ἕω διασκευασάμενοι πρὸς 5 Γύρου πταίσας H || 6 [ἐστρατοπέδευεν ἐν κώμῃ] inserui || 8 αὐτῶν H || 15 ἔνδοθεν H || 17 κάρφη H. μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπεδον εἶδον, ἐβόησεν Ἀγησίλαος· ῾ἄριστός γε στρατηγὸς Χαβρίας.

Ὅτι Χάρης ἀπῆγεν στρατόπεδον ἐκ Θρᾳκης· ἐπέκειντο 3, 14, 3 οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμενος ἀπο- σπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἱππέων ἐκέλευσε περιιππευσα- μένους τὴν ταχίστην γενομένους ὄπιθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμαναν, οἱ δὲ Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες ἔφυγον. Χάρης δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

Ὅτι Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, 4, 2, 13 ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σηγμήνῃ, τοῖς μὲν οὐραγοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοῖς μὲν πολεμίοις ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλα- βεῖν τῆς ὁδοῦ παράσχοι.

Ὅτι ὁ αὐτὸς τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυ- 4, 2, 14 λασσόντων — ἦν δὲ στενὸς αὐχὴν ὄρους — οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπομένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Ρίλιπ- πος ὑποστρέψας διὰ τοῦ ὄρους ἀνεχώρησεν.

Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχώροις ἀποκλει- deeat in Polyaeni codicibus σθεὶς τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγὼν καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν. διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.

Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, deeat in Polyaeni codicibus ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνάζευξιν. ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.

3 γε] τε H || 16 ἐπιστήσει H || 25 φυλασσομένων H.
47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων. 1,38,2

Ὅτι Βρασίδας ὑπὸ πολεμίων ἐν κορυφαῖς ὄρους ἀπο- κλεισθεὶς, ἐπειδὴ περιτείχισμα οἱ πολέμιοι ἐποίουν εἰς τὸ τελείως αὐτούς ἀφανίσαι, τῶν στρατιωτῶν αὐτῷ καταγογγυ- ζόντων αὐτὸς ἔφη τὸν καιρὸν εἰδέναι τῆς μάχης. ἡνίκα δὲ ἐθεάσατο ἤδη μέλλοντας ἐναποκλείειν τὸ περιτείχισμα, τοῦτον ἔφη τὸν καιρὸν εἶναι, ὡς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι, ἀλλὰ καὶ τὸ πλῆθος αὐτῶν ἀχρη- στότερον τῷ περιτειχίσματι γενέσθαι.

1, 48, 4

Ὅτι Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λακε- δαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν, κατασπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πλη- ρωμάτων ἐρέτας ἐμβιβάσας ἑσπέρας προϊούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵνʼ εἰ καὶ θάτερον ἁλίσκοιτο, θἄτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων κατὰ τὴν ἀσχολίαν διῶξαι βραδυνάντων.

?

Ὅτι τοῦτο ποιεῖ καὶ ἐάν τις τὴν ἀποσκευὴν πρὸς ἕτερον τόπον σκήψηται ἀποστεῖλαι, ὡς ἂν τοῦτο μαθόντες οἱ πολέ- cf.2,1,12 μιοι ἐκεῖσε τὴν φυλακὴν μετατρέπωσιν. ἀλλὰ καὶ ἡνίκα τις ἴδῃ προκατειλημμένας τὰς διεξόδους, σχηματίσηται ὡς πρὸς τὴν πόλιν τῶν ἐναντίων καὶ τὰς χώρας χωρεῖν, ὡς ἂν οἱ πολέμιοι φόβῳ τῶν ἰδίων ἀπολίποιεν τὰς διεξόδους.

3, 9, 5

Ὅτι τοῦτο ποιεῖ, ἡνίκα τις ἀποκεκλεισμένος σαλπιγκτὰς ἀποστείλας ὑπὲρ νώτου τῶν πολεμίων σαλπίσαι παραγγείλῃ, ὡς ἂν ἐκεῖσε τραπέντες οἱ πολέμιοι τὴν φυλακὴν ἀπολίποιεν.

3, 9, 6

Ἀλλὰ καὶ εἴ τις τάραχον κατὰ θάτερον μέρος ποιήσῃ, ὡς ἂν δόξαντες οἱ πολέμιοι ἐκεῖσε αὐτοὺς ἀναχωρεῖν αὐτόθι χωρήσωσιν καταλιπόντες τὴν φυλακήν.

29 ποιήσει H.

Ἀλλὰ καὶ εἴ τις ξύλα ξηρὰ ὑποθλήσας ἐπιθήσῃ τούτοις 3,9,7 χλωρὰ καὶ ὑφάψει, ὡς ἂν ὁμιχλώδης ὁ ἀὴρ γενόμενος ἐπι- σκοτίζοιντο οἱ πολέμιοι.

48. Ποταμῶν διαβάσεις.

[Ὅτι] τοῦτο ποιεῖ, ἡνίκα τις ἑτέρωθι ἀπόμοιραν ἀπο- 1, 49, 4 στείλας προτρέψηται τὸν πόρον ποιῆσαι, αὐτὸς δὲ κατὰ στόμα βιάζοιτο, ὡς ἂν τῶν πεμφθέντων διαβάντων τοὺς ἀντι- καθημένους τροπώσωνται.

Ἀλλὰ καὶ ἡνίκα τις φημίσῃ, ὡς χρησμός ἐστι τὸν πρό- 2, 1, 27 τερον περάσαντα τροπωθπηναι.

Ὅτι, ἡνίκα τις ποταμὸν μέλλοι περᾶν, προοφείλει ἡγεῖ- 2,2,1 σθαι τὸν μέχρις ὀμφαλοῦ πόρον ὑπὲρ τὸν [ποταμὸν], ὡς ἂν τῷ ὕδατι τὸ πλέον παραφυλάττοιτο τοῦ σώματος ἀλώβητον ἐκ τῶν βελῶν τῶν ὑπεναντίων, τὸ δὲ ἄλλο ἐκ τῆς ἀσπίδος.

Ἀλλὰ καὶ ἡνίκα τις ὁμιχλώδη ποιήσῃ τὸν ἀέρα ὑπο- 2,3,13 θεὶς ξύλα ξηρὰ χλωροῖς καὶ ὑποκαύσας, ὡς ἂν μὴ ὡρᾶται ὁ ἀὴρ, ἕως ἂν διαπεράσωσιν.

Ἀλλὰ καὶ ἡνίκα τις ἐπικειμένων πολεμίων μέλλων περᾶν 2, 4, 2 ἀκινδύνως ὕλην συλλέξας ἐμπρήσῃ καὶ κωλύσῃ διὰ τούτων τὴν ὁρμὴν αὐτῶν, αὐτὸς δὲ ἀκινδύνως διαβῇ.

Ῥευματώδους ποταμοῦ χρηματίζοντος χρὴ τοὺς εὐρώ- 4, 7, 12 στους ἔχοντας ἱππεῖς ἐς τετραφαλαγγίαν προτάξαι καὶ ὑπερ- άνω περᾶν κελεῦσαι, τοὺς ἀδυνάτους δὲ καὶ πεζοὺς κάτω- θεν, ὡς ἂν τὸ πολὺ ῥεῦμα ἐκεῖθεν κωλύοιτο.

Ἀλλὰ καὶ ἡνίκα τις ἀμάξας συζεύξας σανιδώσῃ καὶ ἄνω 7, 21, 3 καὶ ὑποκάτω καὶ πάλιν ἐν αὐταῖς ἄλλας ὑπερθήσῃ, δύναται γεφυρῶσαι καὶ διαπεράσαι δηλονότι σχοινίοις αὐτὰς ἐφελκό- μενος παρά τινων μετὰ εὐρώστων ἵππων προπερασάντων.

Ἀλλὰ καὶ ἡνίκα τις ἀντιστρατοπεδευόντων πολεμίων 7, 21, 6 1 ἐπιθήσει H || τούτοις χλωρὰ] ταῦτα χλωροῖς H || 5 [ὅτι] inserui || 12 post τὸν lacuna in H || 15 ποιήσει H ||  18 μέλλει H || 28 ἱππέων H. τὰς μεγίστας σκηνὰς προστήσῃ καὶ ἀπατήσῃ τοὺς ὑπεναν- τίους, ὡς χάρακα βάλλοι, ἵνα κἀκεῖνοι τὰ ὅμοια ποιῆσαι πεισθῶσιν, αὐτὸς δὲ παρεσκευασμένην ὀπίσω παραφυλάξῃ τὴν δύναμιν, τῶν πολεμίων δὲ ἀνετοίμων ὄντων αὐτὸς ἕτοι- μος διαπεράσῃ ἢ χρόνον ἐπὶ συχνὸν ἀντιστρατοπεδεύσῃ ὡς ἀπορῶν δῆθεν πορείας· ἡνίκα δὲ ἴδῃ καταμελήσαντας τοὺς πολεμίους, τότε ἀπόμοιραν στρατοῦ πρὸς ἕτερον πόρον ἀπο- στείλας αὐτὸς ἀνιπαρακάθηται, ἕως ἂν κατὰ νώτου αὐτῶν γένωνται.

49. Ὀρῶν ἀποτόμων ἀναβάσεις. 4,2,8

Ὅτι Φίλιππος βουλόμενος ἀπατῆσαι τοὺς πολεμίονς καταλιπεῖν τὰς φυλακὰς τῶν ἀποτόμων ὀρῶν ἐπιστολὴν πε- πλασμένην κρατηθῆναι τοῖς πολεμίοις ἐποίησεν ὡς πρός τινα τῶν αὐτοῦ στρατηγῶν περιέχουσαν, ὡς μέλλοι τὴν ἀνάζευξιν ποιεῖσθαι διὰ τὸ τοὺς Θρᾷκας νεωτερίζειν αὐτῷ,  ὅπως καὶ αὐτὸς προϋπαντήσοι. ταύτης οὖν κρατηθείσης παρὰ τῶν πολεμίων εἶτα καὶ αὐτὸς σχηματισάμενος τὴν ἀνάζευξιν ἔπεισεν αὐτοὺς καταλιπόντας τὰς φυλακὰς ἀμελεῖν· αὐτὸς δὲ λαθὼν κατέλαβεν τὰς δυσδιεξόδους καὶ οὕτως διέβη ἀκωλύτως.

4, 3, 11

Ὅτι καὶ ἀμαξῶν καταφερομένων σύσκουτα ποιήσας Ἀλέξανδρος ἠδυνήθη ἐπελθεῖν τοῖς πολεμίοις ἐξ ὑπερδεξίου ἱσταμένοις.

50. Περὶ ἀποσκευῆς. 4,3,10

Ὅτι Ἀλέξανδρος ὁρῶν τοὺς οἰκείους μὴ προθυμουμέ- νους δῃοῦν τὴν ἀλλοτρίαν διὰ τὸ πλείστην ἀποσκευὴν ἐκ τῆς στρατείας συλλέξασθαι αὐτὸς πρῶτος τὰς βασιλικὰς ἁμά- ξας κατέπρησεν, εἶτα τὰς τῶν ὑπηκόων, ὡς ἂν ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες δῃώσωσι προθυμότερον.

5 διαπεράσει et ἀντιστρατοπεδεύσει H || 14 αὐτοῦ H || 27 στρατείας] ὑστεραίας Η.

Ὅτι Ἀντίγονος ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- 4, 6, 12 ξιν οὐκ ὀχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ ἔλαβεν.

Ὅτι ὁ αὐτὸς Εὐμένει παρατάσσων, ἐπειδὴ εἶδεν τοὺς 4, 6, 13 τοῦ Εὐμένους πολλὴν ἀποσκευὴν ἔχοντας, τοῦ πολέμου συγ- κροτηθέντος αὐτὸς ἀποχωρήσας ἴλην ἱππέων ἱκανὴν [ἀπο- στείλας] συνέλαβεν τὴν ἀποσκευὴν τῶν Εὐμενείων. νικήσαντες δὲ οἱ τοῦ Εὐμένους καὶ ἐπὶ τῇ νίκῃ γεγηθότες, ἐπειδὴ εἶδον συλληφθεῖσαν αὐτῶν παρὰ τῶν πολενμίων τὴν ἀποσκευὴν ἐπρεσβεύοντο πρὸς Ἀντίγονον ἀγοράσαι τὰ φίλτατα. ὁ Ἀντί- γονος δὲ προῖκα πᾶσιν ἀπεδίδου τὰ φίλτατα. οἱ δὲ εὐνοϊ- κῶς διατεθέντες πρὸς αὐτὸν δήσαντες Εὐμένην παρέδωκαν Ἀντιγόνῳ καὶ προσετέθησαν αὐτῷ.

51. Ἅλωσις ἑνὸς ἀνδρός.

Ὅτι Ἀρταξέρξης προσέταξεν Ὀρόντῃ ἀγαγεῖν Τηρίβαζον 7, 13 σατράπην Κύπρου δεδεμένον. ὁ δὲ ὑποκάτω μὴ ἐντεταμ- μένης κλίνης λάκκον ὀρύξας, καλέσας Τηρίβαζον διαλεξόμενος ἀπόρρητα καὶ οὕτως εἰς τὸν βόθρον βαλὼν ἔδησε καὶ ἤγαγε πρὸς Ἀρταξέρξην.

Ὅτι ὁ αὐτὸς βουλόμενος στρατηγὸν αὐτοῦ ἀνυπόπτως 7, 16, 1 ἀποκτεῖναι ποιήσας δύο ἐπιστολὰς, τὴν μὲν μίαν πρὸς αὐτὸν περιέχουσαν, ὡς τὴν πᾶσαν φροντίδα τοῦ πολέιμου αὐτῷ ἀνατίθεται, ἑτέραν δὲ πρός τινα τῶν οἰκείων αὐτοῦ παρ- αγγείλας δεδεμένον αὐτὸν ἢ καὶ ἀποκτείναντα ἀποπέμψαι πρὸς αὐτὸν τὴν τούτου κεφαλήν. ὁ δὲ προσκαλεσάμενος αὐτὸν πρός τινα ἰδιάζοντα τόπον μήκοθεν τοῦ στρατοπέδου ὡς ἀπορρήτους βουλάς βούλοιτο αὐτῷ ἀνατίθεσθαι, ἐπειδὴ μετὰ τῶν οἰκείων μόνων εἶδεν αὐτὸν ἐλθόντα, δήσας ἐπέστειλε πρὸς τὸν βασιλέα. καὶ καθʼ ὁδοῦ οἱ ἀποκομίζοντες ἀπ- ἐκτειναν αὐτόν.

6 [ἀποστείλας] inserui || 7 Εὐμενίων H || 15. 17 Τερίβαζον H || 16 Χύρου H || 20 αὐτοῦ H. 7,29,1

Ὅτι Μιθραδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖναι ἢ ἄγειν. Μιθραδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως. οὐ μὴν ὅ γε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανῆται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο καὶ δόξας πολέμιος βασιλικὸς εἶναι ἔπει- σεν αὐτὸν συνελθεῖν μετʼ αὐτοῦ διαλέξεως ἕνεκα περὶ ὧν χρή. ὁ δὲ Μιδραδάτης προκατασκευασμένους ἔχων στρα- τιώτας μετὰ ἐγχειριδίων ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦτον ἀπ- ἐκτεινεν.

52. Φυγὴ ἑνὸς καὶ μιᾶς. 2, 31, 3

Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν- εχώρησεν.

3, 7, 1

Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό- φινον ἤτοι τοιοῦτον λάβοι.

3,7, 3

Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού- σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν.

3,15

Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν.

6,54

Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς ἐκφεύγει.

8,19

Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων.

8,34

Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη 1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H || 28 Χίλωνις] Χειλωνίς Polvaen. καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη. ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον τῆς ἰδίας ἀπέδωκε γυναικός.

Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ 8,57 ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα.

Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- 8, 61 σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.

53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.

Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα 8, 23, 21 παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει.

Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ 8, 24, 1 ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν.

Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- 8, 24, 3 λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου 8,24,5 φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς.

Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- 8, 53, 2 χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.

54. Πόλεων ἁλώσεις.

Ὅτι ἐὰν μηχανήσηταί τις, ὡς στάσις ἐγένετο ἐν τῷ 1,15 αὐτοῦ στρατοπέδῳ καὶ διʼ αὐτομόλου δηλώσας τοῖς πολιορ- κουμένοις ὑπαναχωρήσῃ μετὰ τὴν φήμην μικρὸν, εἶτα πάλιν 16 ἐδεκάτευεν] οὐδὲ κατεῖχεν H || 20 ἐδίδει H || 27 αὐτοῦ H || 28 ὑπαναχωρήσει H. ὑποστρέψας ἐνεδρεύσῃ καὶ, ἡνίκα ἴδῃ καταφρονητὰς ὅσον ἐκ τῆς ἀγγελίας καὶ τῶν ὁρωμένων τοὺς πολίτας, ἐπιπέσῃ τῇ πόλει ἀφυλάκτως, τροποῦται ταύτην.

1,37

Ὅτι καὶ [δι᾿ ] ὑδρορρόης δύναταί τις ἀσέληνον νύκτα παρατηρήσας εἰσενεγκεῖν στρατιώτας καὶ κρατῆσαι πόλεως.

2, 1, 16

Ὅτι πολιορκῶν τις πόλιν πολλοὺς ἔχουσαν συμμάχους μηχανησάμενος ἀναχώρησιν ἰδίαν δύναται πεῖσαι τοὺς πο- λίτας ἀποπέμψασθαι καὶ μετὰ τὸ τοὺς συμμάχους ἀναχω- ρῆσαι ἐπελάσαι ἐξαίφνης καὶ ἐφευρεῖν τὴν πόλιν ἄνευ συμ- μάχων.

2,4,1

Ὅτι Πελοπίδας ἐπολιόρκει ἀκροπόλεις ἀπεχούσας ἀλλή- λων ἑκατὸν εἴκοσι στάδια. συνέταξεν οὖν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ᾑρῆσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαν- τασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ ὡς ἤδη γεγενημένης καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς αὐτοὺς τῷ Πε- λοπίδᾳ παρέδωκαν· ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσ- λαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντιτάξασθαι.

2,27,1

Ὅτι ἐάν τις τραυματίας τινὰς τῶν οἰκείων πείσῃ δέξα- σθαι, δύναται κατασχεῖν πόλεως.

2,35

Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῆς πόλεως κατάσχῃ καὶ πείσῃ ὅ προδοῦναι τὴν πόλιν, δύναται ἐλθεῖν νύκτωρ εἰς τὰς πύλας καὶ τὸ σύνθημα εἰπεῖν, ὅστις εἴη, ἐπακολουθούντων αὐτῷ τινων ἐκ τῶν πολεμίων φόρτια βασταζόντων, ὅπως, ἡνίκα ἀνοίξωσιν οἱ φυλάσσοντες εἰσδέξασθαι αὐτὸν, εἰσέλθωσιν οἱ ἐπακολουθοῦντες καὶ φονεύσωσι μὲν αὐτοὺς, κρατήσωσι δὲ τὰς πύλας καὶ εἰσενέγκωσι τοὺς ἰδίους.

2,36

Ὅτι καὶ ἐὰν χρήμασί τις φθείρας τινὰς τῶν τῆς πόλεως 1 ἐνεδρεύσει H || 2 ἐπιπέσει H || 4 [διʼ] inserui || 13 τετρα- κισχιλίους H || 29 φονεύσουσι H || κρατήσουσι H || 30 τὰς πύλας H. ἀπομάξαι διὰ κηροῦ τὰς κλεῖδας τῶν πυλῶν δυνηθῇ ὁμοίας κατασκευάσαι, εἶτα αὐτοῖς ἐκείνοις παρασχεῖν καὶ εἰς ὡρισ- μένον ἀνοίξωσι καιρόν. σαλπιγκτὰς δὲ χρὴ κυκλῶσαι τῆς πόλεως καὶ ἄλλον ἀλλαχοῦ παραστῆσαι καὶ σαλπίζειν κελεῦ- σαι, ὡς ἂν ἀπατήσωσι τοὺς πολιορκουμένους πανταχόθεν ὑποπτεύσαντας τὴν πόλιν συλληφθῆναι.

Ὅτι καὶ ἐάν τις ὡς κοινολογησόμενος δοίη λόγον τῷ 3,2 φρουράρχῳ ἀβλαβῆ εἰς τὴν πόλιν ἀποπέμψειν καὶ μετὰ τὴν αὐτοῦ ἐξέλευσιν προσελθὼν παραλάβοι τὴν πόλιν, αὐτὸν δὲ κατὰ τὸν λόγον ἀβλαβῆ ἕως τῆς πόλεως ἐνεγκὼν ἐσχάτως φονεύσοι.

Ὅτι καὶ ἐάν τίς τινα ἐκ τῶν τῆς πόλεως δυνηθῇ κρα- 3,14 τῆσαι καὶ διαφθείρας χρήμασι πείσῃ ὑποστρέψαι (καὶ) εἰς τὴν πόλιν μετὰ προβάτων καί τινων ἑτέρων ὡς λείαν ἄγοντα, τοῦτο δὲ καὶ ἅπαξ ποιήσῃ καὶ δίς, εἶτα ἐν τῷ ἀνοίγειν τὰς πύλας λάθῃ συνεισενεγκών τινας τῶν πολεμίων.

Ὅτι καὶ ἡνίκα τις πρέσβεις ἀποστείλῃ διαλεξομένους 4,2,4 τοῖς πολίταις, ὅπως ἀπάντων ἐπὶ τὴν αὐτῶν ἀκρόασιν συνελ- θόντων αἰφνίδιον ἐπίθεσιν αὐτὸς ποιήσας δύναται τῆς πό- λεως κρατῆσαι.

Ὅτι διὰ κλιμάκων τις ἀναβιβάσας στρατιώτας τοῖς τεί- 4,2,15 χεσιν ὀφείλει τὰς κλίιμακας ἀφελεῖν, ὅπως προθυμότερον τῶν τειχῶν κρατήσειαν.

Ὅτι Φιλίππου πολιορκοῦντος πόλιν Θεσσαλικὴν εἰσελ- 4, 2, 18 θόντων τῶν αὐτοῦ μισθοφόρων καὶ ἀφʼ ὑψηλῶν πολεμου- μένων αὐτὸς ἐκ τοῦ ἑτέρου μέρους ἀφυλάκτου τοῦ τείχους ὄντος διὰ κλιμάκων ἀνεβίβασεν στρατιώτας, οἳ ἀντιπερίσπασιν δόντες τοῖς πολίταις ἀβλαβεῖς διετηρήσαντο τοὺς εἰσελθόντας.

Ὅτι καὶ ἡνίκα τις ἀποκρύψας δύναμιν αὐτὸς μὲν μετὰ 4,3,12 τῆς ἑτέρας ἐπιβάλοι ἐν τῷ φανερῷ, τῆς συμβολῆς δὲ γενο- μένης οἱ ἐκ τῆς ἐνέδρας κυκλώσωσι τὸ τεῖχος ἀφύλακτον.

4 κελεύσει H || 7 κοινολογησάμενος H || 13 (καὶ) seclusi || 15 ποιήσει H || 24 Θεσσαλονικὴν H || 28 τοὺς πολίτας H. 4,18,(7)

Ὅτι καὶ ἐάν τις πολιορκῶν διὰ διωρύχων βούληται ὑπεισελθεῖν τῇ πόλει, προστυχὼν πέτρας νύκτωρ ἀλλαχόθεν χῶμα προστάξει φέρειν καὶ ἐπίπροσθεν τῆς διώρυχος ἐκχέειν, ὡς ἂν ἀπατηθέντες οἱ τῆς πόλεως νομίσωσιν ἤδη παρα- ληφθῆναι.

5, 10,3

Ὅτι καὶ ὁδῶν δύο ἀπαγουσῶν πρὸς τὴν πόλιν, ἐάν τις τὴν μίαν ἀνορύξας ἀδιάβατον μὲν δόξῃ ποιεῖν, πρὸς δὲ τὴν ἑτέραν προσβάλῃ καὶ τοῦτο διʼ αὐτομόλου μηνύσῃ, εἶτα τῶν πολεμίων πρὸς ἐκείνην ἀποβλεπόντων αὐτὸς προπαρεσκευασ- μένοις ξύλοις γεφυρώσας τὴν ταφρευθεῖσαν ὑπεισέλθῃ τῇ πόλει.

5,10,5

Ἀλλὰ καὶ ὕλης πλησιαζούσης ἐάν τις ἐπιτηρήσας ἄνε- μον ἐμπρήσῃ ταύτην, δύναται μηχανήσασθαι ἅλωσιν.

5,19

Ὅτι καὶ ἐάν τις ἐκ τῶν πολεμίων τινὰ δυνηθῇ δια- φθεῖραι καὶ δοίη τινὰς δεδεμένους ὡς αἰχμαλώτους ἀπάγειν πρὸς τὰ τείχη, ὅπως ἀνοίξωσιν αὐτῷ οἱ οἰκεῖοι περιχαρῶς ὡς ἐπινίκια κομίζοντι, οἱ δὲ δεδεμένοι κρατήσωσι τῶν πυλῶν.

5,22,4

Ὅτι εἰς παράλιον πόλιν ἐάν τις νυκτὸς ἐπιπλεύσας ἐκ- βιβάσῃ ἐνέδραν, αὐτὸς δὲ ἐπαναχθεὶς ἅμα ἕῳ ἐπιστήσῃ ἑαυτὸν, τῶν πολιτῶν δὲ πρὸς αὐτὸν ἀποβλεπόντων οἱ τῆς ἐνέδρας ἐξελθόντες κατάσχωσι τὴν πόλιν.

6,1,1

Ὅτι καὶ ἐάν τις λαθεῖν θέλων ὡς ἐπὶ μισθοφορίᾳ καὶ ἀριθμῷ ἐξοπλίσασθαι προτρέψηται τὸν λαὸν καὶ αὐτῇ τῇ ὥρᾳ ἐπάξῃ, αὐτὴν δύναται πόλιν ἀφύλακτον εὑρεῖν καὶ παραλαβεῖν μηδενὸς εἰδότος μήτε τῶν νικώντων μήτε τῶν νικωμένων.

6,13

Ὅτι διʼ ἐλλεβόρου ἐάν τις φθείρῃ τὸ εἰσαγόμενον εἰς τὴν πόλιν ὕδωρ, ἐκλύσας τοὺς πολίτας δύναται κατασχεῖν εὐχερῶς τὴν πόλιν.

7,6,10

Ὅτι ἐάν τις πολιορκῶν πόλιν ἐκ τοῦ ἑτέρου μέρους ἐπὶ ξύλοις ἰσομήκεσι τοῖς τείχεσιν εἴδωλα περιθεὶς μετὰ πανοπλίας ἐπιστήσῃ τοῖς τείχεσιν, ὡς ἂν ἀπατηθέντες οἱ 1 βούλεται H || 4 νομίσασιν H || 6 ἀπαγόντων H || 22 ἀριθμῷ] ἀδνουμίῳ H || πχουτρέψηται H. πολῖται διʼ αὐτῶν ᾑρῆσθαι τὴν πόλιν σφᾶς αὐτοὺς παρα- δοῖεν.

Ὅτι ἐάν τις διώρυχα ποιήσας βαθεῖαν δι᾿  αὐτῆς ὑπὸ 7,11,5 γῆν ὑπεισελθὼν τῷ τείχει εὐχερῶς δύναται κατασχεῖν τὴν πόλιν.

Ὅτι καὶ τὴν λείαν τις προθεὶς δύναται ἀσφαλῶς ἐπιέναι 3,9,62 τὴν πόλιν τῶν πολιτῶν φειδομένων τοὺς οἰκείους τιτρώσκειν. Ἀλλὰ καὶ ἐν καιρῷ ὑετοῦ ῥαγδαίου βέλτιον τὴν ἐπί 8,23,8 θεσιν πρὸς τὴν πόλιν ποιεῖν ὡς τῶν φυλάκων διὰ τὸν ὑετὸν ἀναχωρούντων.

55. Πέτρας ἀποτόμου ἅλωσις.

Ὅτι κατόπιν τῆς πέτρας τοὺς κρημνοβατεῖν ἐπιτηδείους 4,3,29 λαθραίως προστάξας τινὰς ἀνελθεῖν ἄλλος ἄλλον ἀναρτῶν δύναται δοῦναι ἀντιπερίσπασιν.

Ὄτι καὶ ἐάν τις διαφημίσῃ, ὡς ἀκοῇ ἤκουσεν οἰκείου 4,3,31 τινὸς θάνατον καὶ σχηματίσηται λύπην καὶ διὰ τοῦτο μικρὸν ὑπαναχωρήσῃ, δύναται αἰφνιδίως ἐπελθὼν ἀπροσδοκήτοις ἐπι- πεσεῖν τοῖς ἐχθροῖς δηλονότι διʼ αὐτομόλου τοῖς ἐχθροῖς τοῦτο μηνύσας.

Ὅτι καὶ ἐάν τις σχηματίσηται, ὡς τῶν ἡμίσεων στρα- 5,44,2 τιωτῶν αὐτῷ στασιασάντων καὶ πρὸς τὸν κατʼ ἀλλήλων πό- λεμον ὡρμημένων, καὶ μηνύσῃ διʼ αὐτομόλου τοῖς ἐχθροῖς καὶ τὰ ἔργα ἐπακολουθοῦντα δείξῃ, δύναται πλανῆσαι τοὺς ἐχθροὺς ἀμελῆσαι τῆς ἑαυτῶν φυλακῆς.

56. Ἀσφάλειαι πόλεων.

Ὅτι ἐάν τις τειχονμαχικὰ νοήσῃ ἔχειν τοὺς ἐχθροὺς ὄρ- 2,22,3 γανα, χρὴ προκαταλῦσαι μέρος τι τοῦ τείχους, ὡς ἂν δειλίαν τοῖς ἐχθροῖς ἐμποιήσῃ.

Ὅτι καὶ προδοσίαν τις ὑφορώμενος χρὴ ἐκ τῶν μισθο- 2,22,4 φόρων ἑκάστῃ φυλακῇ ἕνα παρακαθίσαι.

2,27,2

Ὅτι καὶ παρακαθημένων τῶν πολεμίων ἐκ τοῦ ἑτέρου μέρους, εἴτε ἐκ τῆς πύλης εἴτε ἐκ τοῦ τείχους παρήξει, βέλ- τιστόν ἐστιν ἐκ τῶν ὄπιθεν ἐνέδραν τοῖς πολεμίοις περι- καθίσαι.

?

Ὅτι καὶ ἐάν τις φημίσῃ, ὡς προδίδοται αὐτῷ ἡ τῶν πολεμίων πόλις, ὡς ἂν πρὸς τὴν ἐκείνων φυλακὴν ἑαυτοὺς περιστρέψαντες ἐάσωσι τὸ πολεμεῖν ἐκείνους.

?

Ἀλλὰ καὶ ἐάν τις τὸν ἴδιον λαὸν ἀταράχως ἐξάγοι πρὸς ἀντιπαράταξιν δῆλον ὅτι θαρρῶν τῇ ὀχυρότητι τῶν τειχῶν, δύναται δοῦναι τοῖς ἐχθροῖς ὑποψίαν ὡς θάρρος ἔχων εἰς τὴν ἰδίαν δύναμιν.

6,3

Ὅτι μόλιβδος τηκτὸς ἐπιχεόμενος δύναται τὰς χελώνας ἀποτεφρῶσαι, σβέννυσι δὲ αὐτὸν ὄξος. ἀλλὰ καὶ πᾶν εἶδος πυρὸς περιγίγνεται ὄξος. καλὸν δέ ἐστι καὶ ταῖς χελώναις πηλὸν ὑγρὸν ἐπιτιθέναι ἢ σπόγγους πεπλησμένους ὄξους περιαρτᾶν.

6,17

Ὅτι πρὸς τὰ ὑπὸ γῆν ταφρεύματα χρὴ ἀντιπαρατάττε- σθαι κατέναντι αὐτῶν ἀνορύττειν εἰς τὸν ὑφορώμενον τόπον τῆς πολιορκίας καὶ ῥάβδους χαλκᾶς πηγνύειν, ὡς ἂν φθα- ζόντων τῶν πολεμίων αὐτοῖς καὶ πληττόντων ὁ ἦχος τοῦ χαλκοῦ κατάδηλον ποιῇ τῶν πολεμίων τὴν ἀνόρυξιν, εἶθʼ οὕτως πίθον τετρημένον εἰς τὸν πυθμένα πλῆσαι πτερὰ καὶ ταῦτα προσκαῦσαι, εἶτʼ ἀπομάσαι καὶ χαλκουργευτικὸν ἀσκὸν τῷ πίθῳ ὑποφυσᾶν, ὡς ἂν ὁ καπνὸς ἐλαυνόμενος τῷ φυσή- ματι τῶν ἀσκῶν δριμὺς ἐπιφερόμενος ἀντιπαρατάττοιτο τοῖς πολεμίοις.

?

Ὅτι καὶ ἐάν τις διαφηνμίσῃ εἴτε διʼ αὐτομόλου εἴτε δι᾿ ἐπιστολῆς διὰ τρόπου τοῖς πολεμίοις κρατηθείσης, ὡς πρὸς τὴν ἐκείνων βούλοιτο ἐπιτηδεύσασθαι χώραν, δύναται πεῖ- σαι τοὺς πολεμίους ἀφέντας τὴν πολιορκίαν πρὸς τὴν ἰδίαν ἀπιέναι.

7,26

Ὅτι καὶ ἐάν τις βούλοιτο συμμαχίαν εἰσδέξασθαι κω- 15 ὄξους H || 21 ποιεῖ H. λυομένην ὑπὸ τῶν πολεμίων, δύναται τοῦτο ποιῆσαι ἀπα- τήσας τοὺς ἐχθροὺς διά τινος οἰκείου δηλῶν αὐτοῖς, ὡς τὴν ἄντικρυς νῆσον εἴτε χώραν εἴτε πόλιν αὐτοῖς προδοῦναι, ὡς ἂν τῇ τοιαύτῃ ἐλπίδι μικρὸν ὑπαναχωρήσαντες οἱ πολέ- μιοι, εὕρωσι χώραν εἰσελθεῖν οἱ σύμμαχοι.

Ὅτι καὶ ἐάν τις καὶ γυναῖκας καὶ παῖδας καὶ πάντα 7,30 τὸν λαὸν προεξάξῃ τῆς πόλεως, δύναται δοῦναι ὑποψίαν ὡς ἀπονοίᾳ μάχονται, ἣν χρὴ σκέπτεσθαι τὸν κατὰ λόγον στρατηγοῦντα.

Ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσει κατα- 7, 36 σκευάσαι τινὰ τὸν ἐνδείᾳ πιεζόμενον· εἶτα σῖτον καὶ κρι- θὴν τῇ ὄψει τῶν σωρῶν ἐπιχύσει, θρέψει δὲ καὶ ἡμιόνους πιωτάτους καὶ ἐξεπιτηδὲς τοῖς πολεμίοις αὐτοὺς προδῷ, εἶτα ἐπικηρυκεύσηται ὡς ἐπί τινι ὑποθέσει καὶ τῷ λόγῳ τούτῳ δείξει τοῖς ἐπικηρυκευσαμένοις τῶν πολεμίων τοὺς σωροὺς, ὡς ἂν ἀπατηθέντες τῇ πλησμονῇ τῶν διατροφῶν ὑπαναχω- ρήσωσιν.

Ὅτι Θασίων μηχανήματα πρὸς βοήθειαν τῶν τειχῶν 8,67 μελλόντων ποιεῖν, ἐπειδὴ ἠπόρουν σπαρτίων, αἱ τούτων γυναῖκες ἀποκειράμεναι καὶ πλῆθος τριχῶν ἐπισυνάξασαι, σχοινία ποιήσαντες Θάσιοι τὴν χρείαν τῶν μηχανημάτων ἐπλήρωσαν.

57. Ναυμαχικά.

Ὅτι χρὴ ἐπιτηδεύσασθαι κατὰ πλοίων πολεμικῶν καὶ 1, 34 μετὰ τὸ ἐγκρατεῖς τούτων γενέσθαι μετασχηματίσαι τοὺς οἰκείους ὡς πολεμίους καὶ οὕτως ἐπιτρέχειν τῇ χώρᾳ τῶν πολεμίων, ὡς ἂν ὡς πρὸς οἰκείους ἐρχόμενοι λάθωσιν ἐμ- πίπτοντες εἰς τὰς τῶν πολεμίων χεῖρας.

Ὅτι Κόνων ἡμισείας τῶν πολεμίων ἔχων ναῦς ἐσχημα- 1, 48 τίσατο φεύγειν, τῶν πολεμίων δὲ νεῶν τῇ διώξει τὴν σύν- 2 αὐτοὺς H || 5 εὕρουσι H || 8 ἦν H || 10 κατασκευάσαι] κατασκευάσαντα H. ταξιν λυσάντων, αὐτὸς ἐξαίφνης ἐπιστραφεὶς τὰς πλείονας αὐτῶν διέφθειρεν.

1, 48, 4

Ὅτι καὶ ἐάν τις μηνῦσαι βούληται πρὸς οἰκείους τῶν πολεμίων νεῶν ἀντιπαρισταμένων, χρὴ εὐτρεπίσαι ταχυναυ- τούσας δύο ναῦς καὶ ἀρίστους αὐταῖς ἐμβιβάσαι, καὶ ἡνίκα ἴδῃ ἀσχολουμένους πρὸς ἀναγκαίας χρείας τοὺς πολεμίους, ἐξαίφνης ἐξορμήσασαι ἐξ ἐναντίου ποιήσωσι τὴν εἰρεσίαν, ὡς ἂν τῆς διώξεως τῶν πολεμίων γενομένης πεφυρμένης ἀκινδύνως αὗται ἀπέλθωσιν.

1, 48, 5

Ὅτι Κόνων μαθὼν, ὡς οἱ πολέμιοι τὴν ἑαυτοῦ βούλον- ται ἐπιβουλεύσασθαι ναῦν, ὁμοίαν τῆς ἐκείνης ἑτέραν κατα- σκευάσας καὶ τὸν στρατηγικὸν περιθεὶς κόσμον ἀπὸ ταύτης ἆραι τὸ σημεῖον προσέταξεν, αὐτὸς δὲ εἰς ἀνύποπτον ἐλθὼν τῶν δυνατωτέρων νεῶν τῇ προσποιητῇ ἄρδην ἐπισυναχθέν- των τὰς καταλειφθείσας αὐτὸς τὰς μὲν κατέδυσεν, τὰς δὲ κατεδίωξεν.

3, 10, 6

Ὅτι ἡνίκα τις πολλὰς κεκτημένος πρὸς ὀλίγας βούλοιτο ναυμαχεῖν, ὀφείλει τὰς ταχυναυτούσας προαποστέλλειν καὶ παραγγέλλειν ὧδε κακεῖσε τὰς εἰρεσίας ποιεῖν, ὡς ἂν τῇ τούτων διώξει αἱ τῶν πολεμίων διαλύσασαι τὴν σύνταξιν ἄλλως τε (δὲ) καὶ ἐκλυθεῖεν (τῇ διώξει) τῇ συνεχεῖ εἰρεσίᾳ. εἶθʼ οὕτως μετὰ τῶν ἄλλων συντεταγμένως ἐπελθὼν εὐχερῶς δύναται ταύτας τροποῦσθαι προεκλυθέντων αὐτῶν τῇ εἰρεσίᾳ.

3, 10, 13

Ὅτι ἡνίκα τις ναυάγια καὶ αἰχμαλώτους ἐπιφερόμενος προστύχῃ πολεμίοις ἐν μηνοειδεῖ σχήματι χρὴ παρατάξασθαι, τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπιστρέψαι, τὰ ναυάγια δὲ καὶ τοὺς αἰχμαλώτους ἐς τὸ κοίλωμα τοῦ ναυτικοῦ προσαγαγεῖν, ἵνα κατὰ πρύμναν αὐτῶν πλέωσιν.

5 ιβ ναῦς H || 7 ἐξορμισάσας H || 11 ἐκείνου H || 14 ἐπισυνη χθέντων H || 21 (δὲ) seclusi || ἐκλυθοῖεν H || (τῇ διώξει seclusi || 26 πολεμίους H || 29 προσαγάγοι H.

Ὅτι (ἡνίκα) τις πλείονας κεκτημένος ὀφείλει προτάξαι 3, 10, 16 τὰς ἴσας τῶν πολεμίων ἴσαις, ἐπιτάξαι δὲ ἑτέρας, ἃς χρὴ ἡσυχίαν ἄγειν ἕως τινός· ἡνίκα προσβαλόντες οἱ πρῶτοι καὶ τοῦ ἔργου ἁψάμενοι προεκλυθεῖεν οἱ πολέμιοι, τότε σημεῖον αἴρειν, ὡς ἂν οἱ ἀκμῆτες τοῖς κεκοπιακόσιν ἐπιθέμενοι ῥᾳ- δίως κρατήσωσιν.

Ὅτι (ἡνίκα) τις μέλλων ἐφορμᾶν φόβον ἔχων ἐκ τῶν 3, 10, 17 πολεμίων νεῶν χρὴ ἐν μηνοειδεῖ σχήματι συντάξασθαι καὶ ἐπὶ πρύμναν πλέων οὕτως τὴν ἐφόρμησιν ποιήσασθαι.

Ὅτι ἡνίκα τις τὰς τῶν ἐχθρῶν φοβούμενος βούλοιτο cf. 1, 47,1, 3, 11, 3 ἐκκαλέσασθαι, χρὴ σχηγματίσασθαι ὀλιγότητα νεῶν τρόπῳ τοι- 5, 22, 2 ούτῳ· τὰς δύο τῶν νεῶν συζεύξας ἓν ἱστίον περιτιθέναι καὶ εἰς ἡμίσεις τῶν πολεμίων ποιήσασθαι τὴν ἔνδειξιν, ὡς ἂν θαρρήσαντες καὶ ἀναχθέντες διπλᾶς εὑρόντες (ῥᾳδίως χει- ρωθῶσιν.

Ὅτι Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τετρα- 3, 11, 12 κοσίους ἄνδρας εἴς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει· οἱ μὲν οὖν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀπο- βᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνῄρουν. ὁ δὲ διὰ τάχους εἰς τὴν πόλιν εἰσέπλευσεν, οἱ δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνεχώρησαν ἐπὶ τὴν πόλιν.

Ὅτι Χάρης περὶ Νεάπολιν ἐναυλόχει τριήρεις ἔχων 4, 2, 22 εἴκοσιν. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄρι- στα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἄλκῃ καὶ ῥώμῃ καὶ τέχνῃ ἀρίστων καὶ παράγγελμα ἔδωκεν προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν ἐπὶ τὴν Νεάπολιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρέπλεον, ὁ δὲ Χάρης ὡς ἀναρπασό- μενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι ταχέως εἰς τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συν- 1. 7 (ἡνίκα) inclusi || 18 ὑπεξελθόντες H || 23 ἐναυμάχη H || 31 μετεωριζοντο H. τεταγμένως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νεάπολιν ἀσφα- λῶς παραπλεύσας, Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατ- ἐλαβεν.

4,6,8

Ὅτι Ἀντίγονος ἑκατὸν τριάκοντα ναῦς ἔχων καὶ μετὰ τὸ Πολυσπέρχοντος ναυτικὸν ναυμαχήσας καὶ ἀποβαλὼν ἑξή- κοντα τριήρεις μηδὲν δείσας τῆς ἥττης τὰς καταλειφθείσας διὰ τῆς νυκτὸς ἑτοιμάσας καὶ ἀπὸ γῆς πεζοὺς εὐτρεπίσας ἄμα ἕῳ προσετάξατο ταῖς τοῦ Πολυσπέρχοντος ἀμελῶς καὶ ὡς ἔτυχε διακειμέναις καὶ τῶν μὲν ἔξωθεν, τῶν δὲ ἀπὸ τῶν νεῶν ἐπιθεμένων λαμπρὰν τὴν νίκην ἤρατο.

4, 7,2

Ὅτι ἡνίκα τις βούληται λαθεῖν ὅπου ἀπέρχεται, χρὴ βιβλία δοῦναι τοῖς ναυάρχοις ἐσφραγισμένα καὶ παραγγεῖ- λαι, εἰ μὲν ἐν τῷ ἅμα πλέουσι, μὴ λῦσαι τὰς σφραγῖδας, εἰ δὲ τύχοι διασκεδασθῆναι, λύσαντες ἀναγνῶναι, ὅπου μέλ- λουσι πλεῖν.

4, 7, 6

Ὅτι ἡνίκα τις πόλιν παραλίαν μέλλοι κρατεῖν, αἰφνιδίως χρὴ τὸ μὲν πλεῖστον τοῦ ναυτικοῦ εἰς ἕτερον τόπον ἀπο- κρύψασθαι, ἐκλεξάμενος δὲ ἕως εἴκοσι ναῦς καὶ ἀρίστους ἐμβιβάσας, ταύταις ῥοθίῳ τῇ εἰρεσίᾳ ὡς παραπλεῖν τῇ πόλει παραγγείλαι, ὡς ἂν οἱ πολῖται ὡς πρὸς ἕτερον τόπον ἀπ- ερχομένας νομίσαντες ἀμελῶς διακέωνται, αὐτοὶ δὲ ἐξαίφνης τῇ πόλει ἐπιθέμενοι κατάσχωσιν αὐτὴν ἀμελῶς τῶν πολιτῶν διακειμένων.

4,7, 7

Ὅτι Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τριήρεσι ἑκατὸν ἑβδομήκοντα, ἣν ἐφύλαττε Πτολεμαίου στρατηγὸς Μενέλαος ναῦσιν ἑξήκοντα, προσεδοκᾶτο δὲ καὶ αὐτὸς Πτολεμαῖος ἑκα- τὸν τεσσαράκοντα ναυσὶν ἐπιπλεύσασθαι. Δημήτριος πρὸς διακοσίας τριήρεις ἀξιόμαχος οὐκ ὢν μικρὸν ὑπαναχωρήσας ὑπὸ κρημνοὺς λιμενίζοντας ἐναυλόχει. ἐπεὶ δὲ Πτολεμαῖον μὴ προορώμενον εἶδεν εἰς εὔορμον αἰγιαλὸν κατάραντα καὶ τὴν ἐπὶ γῆς ἀπόβασιν μέλλοντα ποιεῖν, ἐξαίφνης ἀναφανεὶς ταῖς 11 βούλεται H || 14 τύχει H || 21 διάκειται H. προσορμιζουμέναις τοῦ Πτολεμαίου ναυσὶν, ὡς εἶχον τάχους οἱ τοῦ Πτολεμαίου παραχρῆμα ἔφυγον καὶ αὐτὸς Μενέλαος τὰ ὅμοια τῷ Πτολεμαίῳ ἔπασχε φεύγοντι συνακολουθῶν.

Ὅτι Διονύσιος ὑπὸ Ιμίλκωνος εἴσω λιμένος αὐταῖς ναυσὶ 5, 2, 6 περικλεισθεὶς τοὺς στρατιώτας θαρρεῖν παρεκελεύσατο. περι- σκοπήσας οὖν τὸν λιμένα ἔχοντα κατὰ θάτερον μέρος τόπον ὁμαλὸν καὶ πηλώδη, εὖρος εἴκοσι σταδίων τοῦτον φαλαγγώ- σας ὑπερήνεγκεν ἡμέρᾳ μιᾷ ὀγδοήκοντα τριήρεις. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν τοὺς Καρ- χηδονίους ἐπὶ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, ἀπέπλευσεν. Διονύσιος δὲ τούτῳ τῷ τρόπῳ καὶ τὸν λιμένα καὶ τὸ ναυτικὸν καὶ τὴν πόλιν διεσώσατο.

Ὅτι Ἱμίλκων πελάγιον πλοῦν διαπεραιοῦσθαι μέλλων 5, 10, 2 βιβλία ἐσφραγισμένα τοῖς ναυάρχοις δέδωκε συνθέμενος, ἐὰν ἀποσπασθῶσιν, πῶς χρὴ συναχθῆναι. αὐτὸς δὲ λαμπτῆρας τὸ πρόσθεν μέρος πεφραγμένους ἔχων, ὅπως μὴ γνωρίζοιεν οἱ πολέμιοι ἀπὸ τοῦ φωτὸς τὸν ἐπίπλουν, προήγετο.

Ὅτι φαντασίαν ὀλιγότητος δύναταί τις ποιεῖν ζευγνύων 5,22,2 δύο ναῦς καὶ ἐν ἀμφοτέραις. ἀνιστῶν ἱστίον ἓν, ὡς ἂν προ- καλέσηται τοὺς ἐναντίους πρὸς πόλεμον.

Ὅτι Διότιμος Ἀθηναίων ναύαρχος πελάγιον πλοῦν μέλ- 5,22,3 λων πλεῖν κρύφα συναγαγὼν τοὺς τριηράρχας προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παρα- λαβὼν ἀναχθήσεται, ὡς ἂν μὴ ἀπολίποιντο τὰς κρείσσω τριήρεις ἔχοντες.

Ὅτι Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο- 5, 22,4 λεμίας ἀφʼ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας εἰς ἐνέ- δραν ἀπέκρυψεν, ἀρχούσης δὲ ἡμέρας κατὰ τοὺς ἐνεδρεύον- τας ταῖς ναυσὶν ἀνεκώχευεν, παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων διασκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ποτὲ μὲν τὰς θαλαμίας, ποτὲ δὲ τὰς θρανίτιδας 3 φεύγοντας H || 4 Ἡμίλκωνος H || 28 ἐνεδρεύσοντας H || 31 θαλμηρὰς H. κώπας ἀναφαίνειν καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο, οἱ μὲν πολέμιοι συνδραμόντες ἐκώλυον τὴν ἀπό- βασιν. οἱ δὲ ἐκ τῆς ἐνέδρας προσδραμόντες οὓς μὲν αὐτῶν ἀπέσφαξαν, οὓς δὲ πρὸς φυγὴν ἐτρέψαντο, ὁ δὲ ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.

5,36

Ὅτι Δωρόθεος μιᾷ νηὶ ὑπὸ δύο τριήρων διωκόμενος ἔφευγεν εἰς τὸν λιμένα προηγούμενος αὐτῶν οὐ πολύ, κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν, εἰσ- ιούσης τῆς προτέρας κατὰ τὸν λιμένα ἐμβαλὼν ἐκ πλαγίου αὐτὴν μὲν κατέδυσε, τὴν δὲ ἑτέραν εἰς φυγὴν ἔτρεψεν.

7, 15,3

Ὅτι Ξέρξης σιτηγοὺς ναῦς Ἑλληνικὰς κρατήσας συμ- βουλευόντων τινῶν καταδῦσαι ταύτας αὐτοῖς ἀνδράσιν τοὐ- ναντίον αὐτὸς ἐποίει. ἐρωτήσας γοῦν ὅποι πλεῖτεʼ, ἐπειδὴ ἔφασαν ὡς πρὸς Ἑλλάδα, καὶ ἡμεῖς, ἔφη, ἐκεῖσε, ὥστε καὶ ὁ τοῖς Ἕλλησιν ἀγόμενος σῖτος ἡμέτερός ἐστιν.᾿  οἱ γοῦν σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν εἰς ἔκπληξιν ἔφερον αὐτούς.

58. Κατάληψις παραλίων τόπων καὶ πόλεων. 1,3,3

Ὅτι Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξεν τὰς ναῦς ἀνα- κωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς εἰς τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης· Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάσσης.

5, 16, 3

Ὅτι Παμμένης βουλόμενος κρατῆσαι τοῦ Σικυωνίων μένος αὐτὸς μὲν κατὰ γῆν παρεσκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώσας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος, δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπιτηδείων ἥκοντες. ὁ δὲ Παμμένης εἰς ἑσπέραν προσέβαλεν 16 τοὺς Ἕλληνας H || 18 παράλλων H || πολεμίων H || 19 ἐπὶ Προῦσαν H || 23 παρὰ| πρὸς H || 24 διὰ] ἐπὶ H. τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ ἐπὶ τὸν λιμένα πρὸς τὸν θόρυβον ὁρμήσαντες παρὰ τῶν ἐκ τοῦ στρογγύλου ὁπλιτῶν οὐ μόνον αὐτοὶ κατεσχέθησαν, ἀλλὰ καὶ ὁ λιμήν.

Ὅτι Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν 5, 40 καὶ ἰδίους μετασχηματίσας στρατιώτας ἐμβαλὼν εἰς αὐτὴν ἐληΐζετο ἀκωλύτως τὴν τῶν πολεμίων χώραν ὡς ἰδίων αὐτοὺς ὑποδεχομένων.

Ἀλλὰ καὶ Ἀριστόμαχος πλείονας τριήρεις λαβὼν καὶ 5, 41 ἰδίους εἰς αὐτὰς ἐμβιβάσας καὶ κοσμήσας * * *