Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
Τὴν μὲν πρόθεσιν τὴν τατὰ τὴν τοπικὴν πραγματείαν, καὶ πρὸς πόσα
τε καὶ τίνα χρήσιμός ἐστι τῷ φιλοσοφοῦντι ἥδε ἡ μέθοδος, καὶ τί τὸ τέλος
αὐτῆς, αὐτὸς λέγει, τὸ μὲν ἀρχόμενος εὐθύς, τὸ δὲ ὀλίγον προελθών,
δι᾿ ὧν γνώριμον ποιεῖται ὅτι καὶ τοῖς προηγουμένως φιλοσοφοῦσιν ἀξία
σπουδῆς ἡ διαλεκτική, πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας αὐτοῖς συντελοῦσα,
ὃ τέλος ἐστὶ τῆς φιλοσόφου θεωρίας. ἡμάς δὲ καλῶς ἔχει προειδέναι ὅτι
τὸ τῆς διαλεκτικῆς ὄνομα οὐκ ἐπὶ τὸ αὐτὸ σημαινόμενον πάντες οἱ φιλόσοφοι
φέρουσιν, ἀλλ’ οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὁριζόμενοι τὴν διαλεκτικὴν
ἐπιστήμην τοῦ εὗ λέγειν, τὸ δὲ εὖ λέγειν ἐν τῷ τὰ ἀληθῆ καὶ τὰ προσήκοντα
λέγειν εἶναι τιθέμενοι, τοῦτο δὲ ἴδιον ἡγούμενοι τοῦ φιλοσόφου κατὰ
τῆς τελειοτάτης φιλοσοφίας φέρουσιν αὐτό· καὶ διὰ τοῦτο μόνος ὁ σοφὸς
κατ’ αὐτοὺς διαλεκτικός. Πλατῶν δὲ τὴν διαιρετικὴν μέθοδον ἐξυμνῶν καὶ
τριγχὸν αὐτὴν φιλοσοφίας λέγων, ταύτης δὲ θέμενος ἔργον εἶναι τὸ δύνασθαι
τό τε ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ εἰς ἓν ἀνάγειν, ὅπερ εἴη ἄν ἴσον
τῷ τὰ γένη δύνασθαι διαιρεῖν εἴς τε τὰ εἴδη καὶ τὰ ὑπὸ ταῦτα καὶ πάλιν
τὰ ἄτομα συντιθέναι τε καὶ εἰς ἓν γένος ἀνάγειν τε καὶ συγκεφαλαιοῦσθαι,
τὴν αὐτὴν ταύτην καὶ διαλεκτικὴν καλεῖ. Ἀριστοτέλης δὲ καὶ οἱ ἀπ’
σχήματα, τὴν δὲ κατὰ τὴν ὕλην περὶ ἥν εἰσιν, ὧν ἡ μὲν πρώτη διαφορὰ
ποιεῖ τῶν συλλογισμῶν τοὺς μὲν δεικτικούς, οὓς κατηγορικοὺς καλοῦμεν,
τοὺς δὲ ὑποθετικούς, ἡ δὲ δευτέρα καθ’ ἣν τοὺς μὲν τελείους τοὺς δὲ
ἀτελεῖς, καὶ τοὺς μὲν ἐν πρώτῳ τοὺς δὲ ἐν δευτέρῳ τοὺς δὲ ἐν τρίτῳ σχήματι,
ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δείκνυται· οἱ γὰρ δὴ συλλογισμοί,
ὅ τε λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδὲν γελαστικὸν ἵππος’ καὶ ὁ λέγων
‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδεὶς ἵππος γελαστικόν’ ἔτι τε ὁ λέγων
‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵππος’, τὴν αὐτὴν ὕλην ἔχοντες
οὐκ εἰσὶν Μήλοις οἱ αὐτοὶ παρὰ τὴν διάφορον τῶν προτάσεων λῆψίν
τε καὶ θέσιν· ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ ἐν τῷ δευτέρῳ,
ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. ἡ δὲ τρίτη ἡ κατὰ τὴν ὕλην τοὺ; μὲν ποιεῖ
ἀποδεικτικοῦς τοὺς δὲ διαλεκτικοὺς τοὺς δὲ ἐριστικούς. ὡς γὰρ αἱ τέχναι
μηδὲν ἀλλήλων, καθ’ ὃ τέχναι εἰσί, διαφέρουσαι παρὰ τὴν τῆς ὕλης περὶ
ἥν εἰσι διαφορὰν καὶ τὸν τῆς χρήσεως τρόπον τὴν διαφορὰν λαμβάνουσιν,
ὡς εἶναι τὴν μὲν αὐτῶν τεκτονικὴν τὴν δὲ οἰκοδομικὴν τὴν δὲ ἄλλην τινά,
20 οὕτω καὶ οἱ συλλογισμοί. ὁ μὲν γὰρ ἐξ ἀληθῶν τε καὶ οἰκείων τῷ προκειμένῳ
καὶ πρώτων τε καὶ γνωριμωτέρων δεικνὺς καὶ συνάγων τὸ προκείμενον
συλλογισμὸς ἀποδεικτικὸς ὑπὸ τῶν παλαιῶν καλεῖται, καὶ ἀπόδειξιν
λέγουσι τὴν μέθοδον τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ δι’ ἐνδόξων
συλλογιζόμενον διαλεκτικὸν καὶ διαλεκτικὴν ἀκολούθως τὴν διὰ τοιούτων
συλλογιστικήν, τὸν δὲ ἐκ φαινομένων ἐνδόξων σοφιστικὸν καὶ σοφιστικὴν
τὴν τούτοις χρωμένην. κατὰ γὰρ τὸ εἶδος οὐδὲν ἀλλήλων διαφέροντες οἱ
συλλογισμοί, ὅ τε λέγων ‘ἡ ἡδονὴ ἀτελές, οὐδὲν ἀγαθὸν ἀτελές᾿ καὶ ὁ λέγων
τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ δὲ οὐ ποιεῖ αγαθούς᾿ (ἀμφότεροι
γὰρ ἐν δευτέρῳ σχήματι), κατὰ τὴν ὕλην ἔχουσι τὴν διαφοράν. ὁ μὲν γὰρ
γὰρ ἀγαθὸν ἀγαθοὺς ποιεῖν οὐκ ὂν ἀληθὲς ἔνδοξόν ἐστι. φέροντες δὲ τὸ
τῆς διαλεκτικῆς ὄνομα ἐπὶ τῆς οὕτω καὶ διὰ τοιούτων συλλογιζομένης μεθόδου,
ἀκολούθως ὁρίζονται αὐτὴν μέθοδον δι’ ἐνδόξων περὶ παντὸς τοῦ
προκειμένου συλλογιστικήν. καὶ εἰκότως ἡ τοιαύτη μέθοδος διαλεκτικὴ καλεῖται.
εἰ γὰρ ἡ διαλεκτικὴ ἀπὸ τοὺ διαλέγεσθαι, τὸ δὲ διαλέγεσθαι ἐν
ἐρωτήσει τε καὶ ἀποκρίσει, ὁ δὲ ἐρωτῶν ἐρωτᾷ περὶ παντὸς τοῦ προβεβλημένου
ὑπὸ τοῦ ἀποκρινομένου, δι’ ὧν ἄν ἐκ τῆς ἐρωτήσεως λάβῃ πάντως
συλλογιούμενος, καθ’ ὅσον μὲν περὶ παντὸς τοῦ προτεθέντος πειρᾶται
συλλογίζεσθαι, οὐκ ἐξ ἀληθῶν ἔσται συλλογιζόμενος. οὔτε γὰρ πᾶν τὸ
προτιθέμενον ἀληθές (προτίθεται γοῦν καὶ τὰ ἀντικείμενα, οἷον ὅτι ἡ ἡδονὴ
ἀγαθόν, καὶ πάλιν ὅτι οὐκ ἀγαθόν καὶ ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ πάλιν
ὅτι οὐκ ἀθάνατος· ἀδύνατον δὲ τὰ ἀντικείμενα ἀλλήλοις ἄμφω ἀληθῆ
εἷναι) οὔτε τὸ μὴ ἀληθὲς δι’ ἀληθῶν οἷόν τε συλλογίζεσθαι· πάν· γὰρ τὸ
δι᾿ ἀληθῶν δεικνύμενον ἀληθές. καθ’ ὅσον δ’ αὖ διὰ τῶν ἐκ τῶν ἐρωτήσεων
συγχωρουμένων, δι’ ἐνδόξων· τὰ γὰρ ἔνδοξα καὶ πιθανὰ διδόασί
τε καὶ συγχωροῦσιν οἱ ἀποκρινόμενοι. οὐ πάντα δὲ τὰ ἔνδοξα καὶ κυρίω
ἀλγθῆ· ἔργον γοῦν τῶν ἐρωτώντων ἐστὶ καὶ εἰς παραδόξους ἀποκρίσεις
ἀγαγεῖν τοὺς ἀποκρινομένους, ὥσπερ καὶ τὸ εἰς ἀντίφασιν. ὥστε οὐκ ἐν
τῷ δι᾿ ἀληθῶν συλλογίζεσθαι ἡ διαλεκτικὴ τὸ εἶναι ἄν ἔχοι ἀλλ’ ἐν τῷ
δι᾿ ἐνδόξων. διὸ οἱ ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέροντες αὑτὴν οὐκ
οἰκείως καταχρῶνται τῷ τῆς διαλεκτικῆς ὀνόματι.
τοιαύτην δὲ οὖσαν αὐτὴν εἰκότως καὶ ἀντίστροφόν φησιν Ἀριστοτέλης
εἶναι τῇ ῥητορικῇ, ἐπειδὴ κἀκείνη περὶ τὰ πιθανά, ἃ τῷ ἔνδοξα εἶναι καὶ
αὐτὰ εστι τοιαύτα· τὸ γὰρ ἀντίστροφον ἀντὶ του ἰσόστροφόν τε καὶ περὶ
τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει. οὐ γὰρ ὡς τῶν ἐπιστημῶν
ἑκάστη περί τι γένος ἀφωρισμένον οὖσα τὰ οἰκεῖα ἐκείνῳ τῷ γένει
καὶ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσί τε καὶ λαμβάνει διὰ τῶν οἰκείων ἀρχῶν
ἐκείνῳ τῷ γένει, οὕτως καὶ αὗται. οὔτε γὰρ ἐν τι γένος τὸ ὑποκεί-
καὶ λογικῶν καὶ περὶ πάντων τῶν προτεθέντων ἐπιχειρεῖν), αἵ τε
δείξεις διὰ κοινῶν τε καὶ ἐνδόξων καὶ οὐκ οἰκείων τοῖς προκειμένοις· οὐ
γὰρ διὰ ἰατρικῶν ἀρχῶν ὁ διαλεκτικὸς τῶν κατὰ τὴν ἰατρικήν τι δείκνυσιν
(ἰατροῦ γὰρ τοῦτο), οὐδὲ διὰ γεωμετρικῶν τὰ γεωμετρικά (ἦν γὰρ ἂν γεωμέτρης),
ἀλλ’ ἔστιν ἴδιον αὐτῷ τὸ περὶ πάντων τῶν προτεθέντων δι’ ἐνδόξων
συλλογίζεσθαι. τίνα δέ ἐστι τὰ ἔνδοξα, ὀλίγον ὕστερον έσται γνώριμον.
καὶ ὁ ῥήτωρ δέ, εἰ καὶ μὴ περὶ πάντων ὁμοίως τῷ διαλεκτικῷ,
ἀλλ’ οὖν οὐδὲ αὐτὸς περὶ ἕν τι γένος ἀφωρισμένον· καὶ γὰρ περὶ ἰατρικῶν
ὁ ῥήτωρ λέγει καὶ περὶ φιλοσόφων καὶ περὶ μουσικῶν, μάλιστα δὲ
περὶ πολιτικῶν· δοκεῖ γὰρ τοῦ ῥήτορος οἰκεία ὕλη εἶναι ἡ ἐν τοῖς
πολιτικοῖς τε καὶ πρακτοῖς. καὶ περὶ ἁπάντων, περὶ ὧν ἂν λέγῃ, καὶ αὐτὸς
ἐκ πιθανῶν τινων καὶ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιήσεται ὁμοίως τῷ
διαλεκτικῷ· καὶ γὰρ καὶ αὐτὸς εἰς τὰ ἀντικείμενα ἐπιχειρεῖ, τὸ αὐτὸ ποτὲ
μὲν καλὸν ποτὲ δὲ οὐ καλόν, καὶ ποτὲ μὲν συμφέρον ποτὲ δὲ μή, καὶ
ποτὲ μὲν δίκαιον ποτὲ δὲ μὴ δεικνύς. ὥστε κοινὸν αὐταῖς καὶ τοῦτο, τὸ
ὁμοίως πρὸς ἀμφότερα τὰ ἀντικείμενα ταῖς δυνάμεσι χρῆσθαι. οἱ μὲν γὰρ
κατὰ τὰς ἐπιστήμας, εἰ καὶ γνῶσιν ἔχουσι τῶν ἀντικειμένων, ἀλλὰ σκοπός
γε αὐτοῖς ὁ κατὰ τὴν ἐπιστήμην θάτερον μέρος τῶν ἀντικειμένων
ἀφωρισμένως, τὸ βέλτιον· ἰατροῦ μὲν γὰρ τὸ ὑγιάζειν, ἀλείπτου δὲ τὸ
εὐεξίαν περιποιεῖν, ἄλλῳ δὲ ἄλλο τι ἀφωρισμένως, τὸ βέλτιον τῶν αντικειμένων
νῶν τῶν περὶ ἃ πραγματεύεται. καὶ γὰρ ἡ γνῶσις αὐτοῖς ἡ τῶν τούτοις ἀντικειμένων
οὐ προηγουμένη ἀλλ’ ἑπομένη τῇ τούτων γνώσει· ἕπεται γὰρ τῇ
τῶν ὑγείας ποιητικῶν ἐπιστήμῃ καὶ ἡ τῶν νοσοποιεῖν δυναμένων γνῶσις.
ὁ δὲ διαλεκτικός τε καὶ ὁ ῥήτωρ ὁμοίως τὴν τῶν ἀντι|κειμένων δεῖξιν σκοπὸν
ἔχουσι. διὸ καὶ δυνάμεις αὐτὰς καλοῦσι· τὸ γὰρ κυρίως δυνάμενόν
τι τὰ ἀντικείμενα δύναται. λέγουσι μὲν γάρ τινες αὐτὰς δυνάμεις καλεῖσθαι
διὰ τὸ ἐν δυνάμει τινὶ καὶ ὑπεροχῇ ποιεῖν τοὺς χρωμένους αὐταῖς·
οἱ γὰρ πολλοὶ τοὺς τοιούτους τεθαυμάκασιν ὡς πλέον τῶν ἄλλων δυναμένους·
ἀλλὰ καὶ διὰ τὸ δύνασθαι καὶ εὖ καὶ κακῶς αὐταῖς χρῆσθαι τοὺς
ἔχοντας· διὰ τοῦτο γὰρ καὶ τῶν ἀγαθῶν τὰ ὀργανικὰ δυνάμεις καλεῖσθαι.
καὶ τὸ δι’ ἐνδόξων καὶ πιθανῶν καὶ μὴ δι’ οἰκείων ἀρχῶν
τῷ προκειμένῳ καὶ τὸ ὁμοίως περὶ τὰ ἀντικείμενα ἀλλήλοις εἶναι.
διαφέρουσι δὲ Μήλων τῷ τὴν μὲν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει
χρῆσθαι καὶ μὴ διεξοδικοὺς ποιεῖσθαι τοὺς λόγους ἀλλ’ ἐν ἐρωτήσει τε
καὶ ἀποκρίσει (ἀπὸ γὰρ τούτου καὶ ὅλον τὸ ὄνομα αὐτῇ) καὶ καθολικωτέρας
καὶ κοινοτέρας τὰς ἀποφάνσεις ποιεῖσθαι, τὴν δὲ ῥητορικὴν μήτε
περὶ πᾶσαν ὕλην ὁμοίως εἶναι τῇ διαλεκτικῇ (περὶ γὰρ τὴν πολιτικὴνμᾶλλον
ὁ ῥήτωρ, ὡς προείρηται) καὶ διεξοδικῷ γε ὡς ἐπὶ τὸ πλεῖστον
χρῆσθαι τῷ λόγῳ καὶ περὶ τῶν καθ’ ἕκαστα μᾶλλον λέγειν. πρὸς γὰρ τὰς
περιστάσεις καὶ τὰς τύχας τε καὶ τοὺς καιροὺς καὶ τὰ πρόσωπα καὶ τοὺς
τόπους καὶ τὰ τοιαῦτα τοὺς λόγους σχηματίζει, ἅπερ ἐν τοῖς καθ’ ἕκαστά
ἐστι· περὶ τοιούτων γὰρ αἵ τε δίκαι καὶ αἱ συμβουλαὶ καὶ τὰ ἐγκώμια.
Περὶ δὲ τῆς οὕτως λεγομένης διαλεκτικῆς Ἀριστοτέλης μὲν καὶ ἐν
ἄλλοις βιβλίοις πεπραγμάτευται, μάλιστα δὲ ἐν τούτοις, ἃ ἐπιγράφεται 1 Τοπικὰ
ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ’ ὧν ὁρμώμενοι
δυνησόμεθα περὶ παντὸς τοῦ προτεθέντος δι’ ἐνδόξων συλλογίζεσθαι,
ὥς φησιν αὐτός. ἔστι γὰρ ὁ τόπος, ὡς λέγει Θεόφραστος, ἀρχή
τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς ἐπιστήσαντες
τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένος (ἢ γὰρ ἢ γὰρ περιλαμβάνει ἰὰ
κοινὰ καὶ καθόλου, ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν, ἢ δυναταί γε ἐξ
αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι), τοῖς δὲ καθ’ ἕκαστα
ἀόριστος· ἀπὸ τούτων γὰρ ἔστιν ὁρμώμενον εὐπορεῖν προτάσεως ἐνδόξου
πρὸς τὸ προκείμενον · τοῦτο γὰρ ἡ ἀρχή. ἀξιοῦσι δέ τινες τὸ πρῶτον βιβλίον
μὴ τοπικὸν ἀλλὰ Πρὸ τῶν τόπων ἐπιγράφεσθαι.] † ἐνίοτε ὅσα ἀναγκαῖα
τὸ ἐξ ἐνδόξων· οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀλη-
τὸ ἰὴ δὲ ἡδονὴ τοιοῦτον’ ἔνδοξον ὄν, συνάξομεν τὸ προκείμενον.
πάλιν ἂν λάβωμεν ὅτι, ὃ πάντα τὰ ζῷα αἱρεῖται ὁμοίως, λογικά τε καὶ
ἄλογα, τοῦτο μάλιστα κατὰ φύσιν, τὸ δὲ μάλιστα κατὰ φύσιν τελικώτατον,
καὶ συλλογισάμενοι ὅτι, ὃ πάντα τὰ ζῷα ὁμοίως, λογικά τε καὶ ἄλογα, αἱρεῖται,
τοῦτό [μάλιστα κατὰ φύσιν] ἐστι τελικώτατον, εἶτα προσλάβωμεν
ὅτι τὴν δὲ ἡδονὴν πάντα ὁμοίως, λογικά τε καὶ ἄλογα, αἱρεῖται, πάλιν τὸ
αὐτὸ ἐσόμεθα συλλελογισμένοι. ἐπεὶ γὰρ περὶ παντὸς μὲν πρόκειται τῷ
διαλεκτικῷ συλλογίζεσθαι, ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὰ ψευδῆ, οὐχ οἷόν
τε δὲ δι᾿ ἀληθῶν ψεῦδος συλλογίζεσθαι, δῆλον ὡς δι’ ἀληθῶν μὲν οὐ συλλογιεῖται
τὰ τοιαῦτα τῶν προβλημάτων, δι’ ἐνδόξων δέ· οὐ γὰρ ἀδύνατον
καὶ ψευδῆ τινα ὄντα ἔνδοξα εἶναι. εἰ γὰρ πάλιν μὴ δι’ ἐνδόξων ἀλλὰ φαι-
νομένων ἐνδόξων, οὐκ ἔσται διαλεκτικὸς ἀλλὰ σοφιστής, ὡς δέδειχεν ὲν
τοῖς Σοφιστικοῖς ἐλέγχοις· ἡ δὲ προκειμένη πραγματεία διαλεκτική. ἁ
προσκείμενον δὲ τὸ περὶ παντὸς χωρίζει πως τῆς ῥητορικῆς τὴν διαλεκτικήν·
οὐ γὰρ ὁμοίως περὶ παντὸς προβλήματος ἡ ῥητορικὴ συλλογιστική·
ὕλη γὰρ μᾶλλον τῷ ῥήτορι τὰ ἠθικά τε καὶ πολιτικὰ προβλήματα, ὡς
προειρήκαμεν, ἃ δι’ ἐνδόξων πειρᾶται καὶ | αὐτὴ δεικνύναι. κοινότερον δὲ τὸ
περὶ παντὸς εἷπε, καθ’ ὅσον καὶ περὶ φυσικῶν καὶ περὶ ἠθικῶν καὶ περὶ
λογικῶν προβλημάτων ὁ διαλεκτικὸς διαλαμβάνει. ἔστι μέντοι τινὰ ἐν τούτοις
οὐ διαλεκτικὰ προβλήματα, περὶ ὧν δῆλον ὅτι οὐκέτι ὁ διαλεκτικὸς
ἐρεῖ, ὥστε οὐχ ἁπλῶς περὶ πάντων· οὐ γὰρ περὶ τῶν “αἰσθήσεως ἡ κολάσεως
δεομένων”, ἀλλ’ οὐδ’ οὐδ᾿ ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ’ ὧν λίαν
πόρρω”, ὡς αὐτὸς μετ’ ὀλίγον λέγων περὶ τοῦ διαλεκτικοῦ προβλήματος
ἐρεῖ. ἢ περὶ τῶν τοιούτων οὐ λέγει, ὅτι μηδὲ προβλήματα ταῦτα τὴν ἀρ-
Πρῶτον οὖν ῥητέον τί ἐστι συλλογισμός.
Εἰπὼν ὅτι ἐστὶν ἡ πρόθεσις περὶ παντὸς τοῦ προτεθέντος προβλήματος
δι’ ἐνδόξων συλλογίζεσθαι, εἰκότως πρῶτον, τί ἐστι συλλογισμός
λέγει. ἔπειτα τὰς διαφορὰς τῶν συλλογισμῶν ἐρεῖ, ἵν ὁποῖός τίς ἐστιν
ὁ διαλεκτικὸς συλλογισμὸς ὁ δι’ ἐνδόξων γινόμενος, περὶ οὗ νῦν πραγματευόμεθα,
ματευόμεθα, καὶ τίνι τῶν ἄλλων διαφέρει, φανερὸν γένηται.
Ἔστι δὴ συλλογισμὸς λόγος, ἐν ᾧ τεθέντων τινῶν.
Περὶ τοῦ ὅρου τοῦ συλλογισμοῦ καὶ τῶν πρὸς αὐτὸν ὑπό τινων
προσαπορούντων εἴρηται μὲν ἡμῖν καὶ ἐν τοῖς εἰς τὰ Πρότερα ἀναλυτικὰ ὑπο-
μνήμασιν· καὶ γὰρ προηγούμενος ὁ περὶ συλλογισμῶν λόγος ἐν ἐκείνοις,
ἐν οἷς παραδίδωσιν ὁ Ἀριστοτέλης πᾶσαν τὴν μέθοδον τὴν συλλογιστικήν·
καὶ νῦν δέ, ὅσα πρὸς σαφήνειαν τοῦ ὅρου φέρει, τούτων μνημονεύσομεν.
ἐν γένει μὲν οὖν τῷ λόγῳ τὸν συλλογισμὸν ἔθετο, ἐπεὶ ὁ λόγος κατηγορούμενος
τοῦ συλλογισμοῦ συνωνύμως οὐ κατὰ τούτου μόνου κατηγορεῖται
ἀλλὰ καὶ κατ’ ἄλλων κατ’ εἶδος τοῦ συλλογισμοῦ διαφερόντων· καὶ γὰρ
καὶ κατὰ μύθου καὶ κατὰ διηγήσεως καὶ κατὰ δημηγορίας καὶ κατὰ ἄλλων
μυρίων κατ’ εἶδος ἀλλήλων διαφερόντων ὁ λόγος συνωνύμως τε καὶ ἐν τῷ
τί ἐστι κατηγορεῖται. ταῖς δὲ προστιθεμέναις τῷ λόγῳ διαφοραῖς χωρίζει
τῶν ἄλλων λόγων τὸν συλλογισμόν, καὶ ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι, δηλοῖ.
ἐν ᾧ γὰρ λόγῳ τεθέντων τινῶν ἕτερον, φησί, τῶν κειμένων ἐξ
ἀνάγκης συμβαίνει διὰ τῶν κειμένων, τοῦτον εἶναι τὸν συλλογισμόν,
διὰ μὲν τοῦ τεθέντων χωρίζων τὸν συλλογισμὸν τῶν ἄλλων λόγων, ἐν
οἷς οὐδὲν τίθεται, οἷός ἐστι καὶ ὁ διηγηματικός. σημαίνει δὲ αὐτῷ τὸ
τεθέντων ‘ληφθέντων τε καὶ ὁμολογηθέντων καὶ συγχωρηθέντων᾿, συγχωρηθέντων
δὲ ἤτοι ὑπὸ τοῦ προσδιαλεγομένου, εἰ πρὸς ἄλλον ὁ συλλο-
καὶ γὰρ τὸν οὕτως δεικνύντα δεῖ λαβεῖν τινα καὶ συγχωρῆσαί τισιν ὡς
οὕτως ἔχουσιν, ἔπειτα διὰ τούτων ὡς ὁμολογουμένων ἄλλο τι δεῖξαι. ὅτι
δέ καλῶς τῇ τεθέντων φωνῇ κέχρηται, δῆλον ἐκ τοῦ μὴ οἷόν τε εἶναι
αὐτὴν εἰς εὐσημοτέραν μεταλαβεῖν. συγχωρῆσαι δὲ καὶ λαβεῖν οὐ πάντως
καταφατικά· τίθεται γὰρ καὶ συγχωρεῖται οὐδὲν ἧττον τῶν καταφατικῶν
καὶ τὰ ἀποφατικά, καὶ οὐ πάντως ὁ συλλογισμὸς καταφατικῶν πάντων δεῖται
τῶν τιθεμένων. δύναται τὸ τεθέντων ἐμφαίνειν καὶ τὸ κατηγορικόν·
τίθενται γὰρ κυρίως ταῦτα ἐν τῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν λαμβανόμενα·
τὰ γὰρ ὑποθετικὰ οὐ τίθεται ἀλλ’ ὑποτίθεται. δοκοῦσι γὰρ τῷ Ἀριστοτέλει
ἁπλῶς καὶ κυρίως ἔχειν συλλογισμοοί, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς
δείκνυσιν, οἱ κατηγορικοί· οἱ δὲ ὑποθετικοὶ οὐχ ἁπλῶς εἰσι συλλογισμοὶ
ἀλλὰ μετὰ προσθήκης. οὕτως δ’ ἄν εἴη τοῦ ἁπλῶς καὶ κυρίως
λεγομένου συλλογισμοῦ τὸν λόγον ἀποδιδούς. τεθέντων δὲ εἶπεν ἀλλ’ οὐ
‘τεθέντος’, ὤας τινες ἀξιοῦσιν αἰτιώμενοι τὸν λόγον, ὅτι μηθὲν συλλογιστικῶς
δι’ ἑνὸς ληφθέντος δείκνυται, ἀλλ’ ἐκ δύο τοὐλάχιστον. οὓς γὰρ οἱ
περὶ Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ συλλογισμοί,
ἀλλ’ ἐνδεῶς ἐρωτῶντι, ὡς οἱ τοιοῦτοι ‘ἡμέρα ἐστί, φῶς ἄρα ἐστίν᾿·
ἀναφεῖς, ζῇς ἄρα ’. διότι γὰρ ἡμέρας οὔσης φῶς ἐστιν, ἡμέρα δέ ἐστι,
διὰ τοῦτο #x003E; ‘φῶς ἐστι᾿ συλλογιστικῶς δείκνυται, καὶ ὅτι ὁ ἀναπνέων
ζῇ, ἀναπνεῖς δὲ σύ, διὰ τοῦτο τὸ ‘ζῇς᾿ συνάγεται, ἢ διότι πᾶς ὁ ἀναπνέων
πνέων σὺ δὲ ἀναπνεῖς, ἀλλ’ οὐχ ἁπλῶς διὰ τοῦ ‘ἡμέρα ἐστί’ τὸ ‘φῶς
ἐστιν’, ἀλλ’ οὐδὲ διὰ τοῦ ‘ὰναπνεῖς’ τὸ ‘ζῇς᾿· ἐφ’ ὧν γοῦν μή ἐστι τὸ
συνημμένον γνώριμον, οὐκ ἀρκεῖ πρὸς τὸ συμπέρασμα ληφθεῖσα μόνη ἡ
πρόσληψις. τῷ γοῦν ‘κίνησίς ἐστιν’ οὐ δοκεῖ ἕπεσθαι τὸ ‘οὐκ ἔστι κε|νόν᾿,
ὅτι μὴ γνώριμόν ἐστι τὸ συνημμένον τὸ ἱεῖ κίνησίς ἐστιν, οὐκ ἔστι κενόν᾿
καίτοι καὶ τοῦτο δέδεικται ὑπὸ Ἀριστοτέλους ἀληθὲς ὄν. τῷ οὖν γνωρίμῳ
τοῦ συνημμένου καὶ ἐναργεῖ χρώμενοι ἢ τῷ τῆς καθόλου προτάσεως φανερῷ
ἡγοῦνται δι’ ἑνὸς τεθέντος συλλογίζεσθαί τι. σημεῖον δὲ τούτου φανερώτατον
τὸ μὴ γίνεσθαι παρέλκοντα τὸν λόγον τὸν μετὰ τοῦ συνημμένου
λαμβανόμενον τὸν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς
συλλογισμός. οὐ γὰρ πάντως, εἴ τι ἕπεταί τινι ἐξ ἀνάγκης, ἤδη καὶ συλλογιστικῶς
ἕπεται· οὐ γάρ, ἐπεὶ τὸ συλλογιστικῶς ἑπόμενον ἐξ ἀνάγκης ἕπεται,
ἤδη καὶ ὃ ἐξ ἀνάγκης ἕπεταί τινι, συλλογιστικῶς ἕπεται·· οὐ γὰρ ἀντιστρέφεται·
ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τῆς ἐν συλλογισμοῖς ἀνάγκης.
τοιοῦτοι δέ εἰσι καὶ οἱ ῥητορικοὶ συλλογισμοί, οὓς ἐνθυμήματα λέγομεν·
καὶ γὰρ ἐν ἐκείνοις δοκεῖ γίνεσθαι διὰ μιᾶς προτάσεως συλλογισμὸς τῷ
τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι·
οἷον ‘οὗτος ἄξιός ἐστι κολάσεως· προδότης γάρ’· προστίθησι γὰρ ὁ
δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως ἄξιον εἶναι· ἔχει
γὰρ τὸ ὑπὸ τοῦ νόμου λεγόμενόν τε καὶ τιθέμενον. διὸ οὐδὲ οἱ τοιοῦτοι
κυρίως συλλογισμοί, ἀλλὰ τὸ ὅλον ῥητορικοὶ συλλογισμοί. ἐφ’ ὧν γοῦν μὴ
γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸν δι’ ἐνθυμήματος
γίνεσθαι συλλογισμόν· καὶ γὰρ καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος ὁ
συλλογισμὸς σύνθεσίν τινα λόγων ἔοικε σημαίνειν, ὥσπερ καὶ ὁ συμψηφι-
σμὸς ψήφων.
Τὸ δὲ ἕτερόν τι τῶν κειμένων ὀφείλειν τὸ συναγόμενον εἶναι προσκείμενον
τοῦ χρειώδους τε καὶ χρησίμου τῶν συλλογισμῶν ἐστι δεικτικόν.
καὶ σχεδὸν διὰ τῆς τούτου προσθήκης δείκνυσιν ὁ Ἀριστοτέλης ὅτι ὄργανόν
ἐστιν ὁ συλλογισμός. ἔστι γὰρ πρὸς τὸ φανερόν τι ποιῆσαι μὴ δοκοῦν
εἶναι γνώριμον διά τινων γνωρίμων τε καὶ φανερῶν ἡ τοῦ συλλογισμοῦ
χρεία· ὥστε εἰ μὴ οἷόν τε ταὐτὸν ἅμα φανερόν τε καὶ ἀφανὲς
εἶναί τι, οὐδ’ ἂν ἡ τοῦ συλλογισμοῦ σώζοιτο χρεία, ἐν οἷς μὴ ἕτερόν ἐστι
τῶν δεικνύντων τὸ δεικνύμενον ὁ δὲ μὴ παρεχόμενος τὴν τοῦ συλλογισμοῦ
χρείαν λόγος οὐδὲ συλλογισμός. εἰ γὰρ ὁ συλλογισμὸς ὄργανον, πᾶν
δὲ ὄργανον χρήσιμον, ὁ συλλογισμὸς χρήσιμος· ἐν οἷς δὲ λόγοις ταὐτό
τινι τῶν κειμένων ἐπιφέρεται, οὗτοι οὐ χρήσιμοι· ἐν οἷς ἄρα λόγοις τὸ αὐτό
τινι τῶν κειμένων ἐπιφέρεται, οὗτοι οὐ συλλογισμοί. ὅτι δὲ τὸ ὄργανον
χρήσιμον, δῆλον· ἐν πᾶσι γὰρ τοῖς ὀργάνοις ὁρῶμεν, ὅταν μὴ τὴν οἰκείαν
οὐδὲ συλλογισμὸς οὗν ἔτι εἴη ἄν ὁ μὴ τὴν χρείαν σώζων τὴν τοῦ συλλογισμοῦ.
τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ αὐτὸ <τὸ> συμπέρασμά
τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ διφορούμενοί τε καὶ
οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι. διφορούμενοι μὲν γάρ εἰσι
κατ’ αὐτοὺς οἱ τοιοῦτοι ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα
ἐστίν· ἡμέρα ἄρα ἐστίν ’· ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα
ταὐτόν ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ‘ἤτοι ἡμέρα
ἐστὶν ἢ φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. εἰ δή τις
λέγοι καὶ τοὺς τοιούτους λόγους συλλογισμούς, ὁμωνύμως ἄν λέγοι. πῶς
γὰρ οὐκ ἄτοπον τὸ ἤδη κείμενον συνάγεσθαι καὶ δείκνυσθαι λέγειν; πῶς
δ’ οὐ τὰ ἐν ἀρχῇ λαμβανόντων; ὁ γὰρ τὸ δεικνύμενον ἐν ταῖς προδεικνυούσαις
αὐτὸ προτάσεσι λαμβάνων τὸ ἐν ἀρχῇ λαμβάνει. ἄτοπον δὲ καὶ
τὸ ἐπαγωγὴν μὲν μὴ λέγειν ἐν ᾗ τὸ συμπέρασμα τῶν εἰλημμένων τινὶ εἰς
δεῖξιν ταὐτόν ἐστιν, ἐπεὶ μὴ παρέχει τὸ διὰ τῆς ἐπαγωγῆς χρήσιμον, συλλογισμὸν
δὲ λέγειν τὸν μηδὲν δεικνύντα. οὐ γὰρ ἱκανὸν τὸ σχῆμα τῆς
λέξεως ποιῆσαι συλλογισμὸν, ἀλλ’ εἶναι δεῖ πρῶτον τὸ σημαινόμενον διὰ
τῆς λέξεως δεῖξαί τι δυνάμενον. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ὀργάνων ἱκανὸν
τὸ σχῆμα τὴν τοῦ ὀργάνου δηλῶσαι φύσιν, ἀλλὰ δεῖ καὶ τῆς οἰκείας
ὕλης, σὺν ᾗ τὸ οἰκεῖον ἔργον ἀποδώσει· τῷ γοῦν πρίονι δεῖ καὶ τοιᾶσδε
ὕλης· οὐδεὶς γὰρ ἐρεῖ πρίονα τὸ ἐν κηρῷ σχῆμα τοιοῦτον. δεῖ οὖν καὶ
τὸν τοῦ συλλογισμοῦ ὅρον ὀργάνου ὄντος ἐν αὑτῷ ἔχειν καὶ τὴν οἰκείαν
ὕλην. ὅτι δὲ ἄχρηστος ὁ τῶν κειμένων τι ἐπιφέρων, δῆλον ἐκ τοῦ
μήτε πρὸς ἀπόδειξιν μήτε πρὸς τὸν διαλεκτικὸν συλλογισμὸν μήτε πρὸς τὸν
σοφιστικὸν χρῆσθαί τινα δύνασθαι τούτῳ· ταῦτα δὲ εἴδη συλλογισμοῦ. ἔτι
οἱ διφορούμενοι ἀσυλλόγιστοι, καθ’ ὅσον ἡ ἀμφότερα προσλαμβάνουσιν ἢ
τὸ ἑπόμενον· τί γὰρ μᾶλλον τὸ ἡγούμενον ἢ τὸ ἑπόμενον; οἱ δὲ ἐξ ἀντιδύνηται
τὸ αὐτὸ γίνεσθαι τῇ προσλήψει· ἐπὶ γοῦν τῶν μὴ ἐκ τοιούτων διαιρετικῶν
ἀσυλλόγιστος ὁ μὴ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων. ἀλλ’
οὐδὲ λέγομεν συλλογισμὸν εἶναι τὸν ἐκ διαιρετικοῦ καὶ ἑνὸς τῶν ἐν τῷ διαιρετικῷ
τὸ λοιπὸν ἐπιφέροντα. ἐπεὶ γὰρ τῷ ἐπιφερομένῳ ἐν τῷ διὰ τοιούτου
διαιρετικοῦ συλλογισμῷ συμβέβηκεν ὄντι ἀντικειμένῳ τοῦ ἑτέρου τῶν
ἐν τῷ διαιρετικῷ τὸ αὐτὸ κατὰ τὴν λέξιν εἶναι τῷ προσειλημμένῳ, ὃ μὴ
ταὐτόν ἐστι μηδὲ κατὰ ταὐτόν, ἀντικείμενόν τε τῷ ἑτέρῳ τῷ καταλειπομένῳ
ἐκ τοῦ διαιρετικοῦ καὶ ταὐτὸν τῷ προσειλημμένῳ, δεῖ ζητῆσαι κατὰ τὸ
πότερον λαμβανόμενον τῶν συμβεβηκότων αὐτῷ καὶ εἰς ταὐτὸ συνδεδραμη-
κότων ποιεῖ συλλογιστικὸν τὸν λόγον. ὅτι γὰρ μὴ ταὐτόν ἐστιν ἄμφω μηδὲ
κατὰ ταὐτὸν αὐτῷ ὑπάρχει, δῆλον ἐκ τοῦ μὴ ἐν πᾶσι τοῖς διαιρετικοῖς τῷ
αὐτῷ ἄμφω ὑπάρχειν. καίτοι εἰ τὰ αὐτὰ ἦν ἀλλήλοις καὶ ἦν ταὐτὸν ἀντικειμένῳ
τε εἷναι τῷ ἑτέρῳ τῶν ἐν τῇ διαιρέσει καὶ τὸ αὐτὸ τῷ ἑτέρῳ
τῶν ἐν αὐτῷ, ἐν ᾧ τὸ ἕτερον, ὑπῆρχε καὶ θάτερον. εἰ δ’ ἔστιν οἷς τὸ
μὲν ἀντικειμένοις εἶναι τοῖς ἑτέροις ὑπάρχει , τὸ δὲ τοῖς αὐτοῖς εἶναι τοῖς
προσειλημμένοις οὐχ ὑπάρχει, οὐκ ἂν εἴη ἐν τοῖς διαιρετικοῖς ταὐτὸν τὸ
ἀντικειμένῳ τε εἶναι τῷ ἑτέρῳ τῶν ἐκ τῆς διαιρέσεως καὶ τῷ ἑτέρῳ τῷ
προσειλημμένῳ ταὐτό. ὥστε οὐδὲ ἐφ’ ὧν συνυπάρχει, ὡς τὰ αὐτὰ ἀλλήλοις
ὄντα συνυπάρχει. εἰ δὲ μὴ ταὐτά, ζητεῖν δεῖ κατὰ πότερον αὐτῶν
τῆς ἐπιφοράς γινομένης ὁ συλλογισμός. τοῦτο δὴ λάβοι τις ἄν ἐκ τῆς περιοχῆς
τοῦ εἴδους τοὐ συλλογισμοῦ. ἔστι δὲ ἡ περιοχὴ αὕτη τοῦ τοιούτου
συλλογισμοῦ ‘ὁ ἐκ διαιρετικοῦ καὶ ἑνὸς τῶν ἐν τῇ διαιρέσει τὸ ἀντικείμενον
ἐπιφέρων τοῦ λοιποῦ’. ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι ὡς ἀντικείμενον
λαμβανόμενον ποιεῖ τὸν συλλογισμόν, ἀλλ’ οὐχ ὡς ταὐτὸν τῷ προσειλημμένῳ·
οὐ γὰρ τοῦτο ἡ περιοχὴ βούλεται. ὡς γὰρ ἐν οἷς ἄλλο τὸ ἀντικείμενον
καὶ ἄλλο τὸ προσλαμβανόμενον, ὁ μὲν τὸ ἀντικείμενον τῷ ἑτέρῳ
ἐπιφέρων ἐμμένει τῇ περιοχῇ τῇ τοῦ συλλογισμοῦ τοῦ κειμένου καὶ συλλογίζεται
κατ’ αὐτήν, ὁ δὲ τὸ προσειλημμένον ἐπιφέρων, ὅτι μὴ ταὐτὸν ἐν
ὡς ἀντικειμένου τῷ ἑτέρῳ λαμβανομένου τοῦ ἐπιφερομένου, ἀλλ’ οὐχ
ὡς τοῦ αὐτοῦ τῷ προσειλημμένῳ. ὅτι δὲ οὐδὲ ταὐτὸν ἐν αὐτοῖς τῷ
προσειλημμένῳ τὸ ἐπιφερόμενον, ἐκ τούτων ἄν τις μάθοι. ὥσπερ ἐν τοῖς οὐκ
ἐξ ἀντικειμένων ἀντιφατικῶς διαιρετικοῖς, οἷόν ἐστι τὸ ῾ἤτοι ἡμέρα ἐστίν,
ἢ νύξ ἐστι ’, τὸ ἀντικείμενον τῷ ινύξ ἐστιν ’, ὅπερ ἐστὶν ιοὐκ ἔστι νύξ’,
σημαίνει μὲν τὸ ἡμέραν εἶναι, ἀλλ’ ἐπεὶ οὐ προηγουμένως τὸ ἡμέραν εἶναι
σημαίνει, οὐ ταὐτὸν εἶναι λέγεται τῷ προσειλγμμένῳ τῷ ῾ἡμέρα ἐσιίν ’
(οὐ γάρ, διότι ἕτερον τῇ λέξει τὸ ιοὐκ ἔστι νύξ’ τοῦ ‘ἡμέρα ἐσιί ’, διὰ
τοῦτο οὐκ ἔστιν αὐτῷ ταὐτόν· ἐν οἷς γὰρ δια?έρονιά τινα κατὰ τὴν λέξιν
τοῦ αὐτοῦ τινος ὁμοίως καὶ προηγουμένως ἐστὶ δηλωτικά, ταῦτα τὴν αὐτὴν
πρότασιν ποιεῖ, εἰ καὶ φωνὴν ἔχει διάφορον· τὸ γὰρ ι οὗτος ξίφος ἔχει’
τῷ ’ οὗτος μάχαιραν ενχει ’, εἰ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἡ αὐτὴ πρότασις,
ὅτι ὑπὸ τοῦ ξίφους καὶ τῆς μαχαίρας τὸ αὐτὸ προηγουμένως δηλοῦται.
οὕτως οὖν, εἰ καὶ τὸ ‘οὐκ ἔστι νύξ’ τὸ ἡμέραν εἶναι ὁμοίως ἐσήμαινεν
τῷ ιἡμέρα ἐστίν ’, οὐ διὰ τὸ ἑτέραν εἶναι τὴν λέξιν ἕτεραι ἄν αἱ προτάσεις
ἐγένοντο, ἥ τε λέγουσα ῾ἡμέρα ἐστί’ καὶ ἡ λέγουσα ’ οὐκ ἔστι νύξ’,
ἀλλ’ ἐπεὶ ταὐτὸν προη|γουμένως ἑκάτερον οὐ σημαίνει, τό τε ‘ἡμέρα ἐσιί ’
καὶ ’ οὐκ ενστι νύξ’, διὰ τοῦτο ἕτερα καὶ οὐ ταὐτὰ ἀλλήλοις. τὸ μὲν γὰρ
῾ἡμέρα ἐστί’ προηγουμένως μὲν τίθησι τὸ ἡμέραν εἶναι, κατὰ συμβεβηκὸς
δὲ ἀναιρεῖ τὸ εἷναι νύκτα· τὸ δὲ μὴ εἶναι νύκτα προηγουμένως μὲν ἀναιρεῖ
τὴν νύκτα, κατὰ συμβεβηκὸς δὲ τίθγσι τὴν ἡμέραν τῷ μὴ οὔσης νυκτὸς
ἐξ ἀνάγκης ἡμέραν εἶναι), ὡς οὗν ἐπὶ τούτων, οὕτως ἔχει καὶ τὸ
ἡμέρα ἐστί’, τοῦτ’ ἔστι τό τε προσλαμβανόμενον καὶ τὸ ἐπιφερόμενον,
ὲν τῷ προειρημένῳͅ διαιρετικῷ· οὐ γὰρ ὡς ταὐτὸν προηγουμένως σημαίνοντα
λαμβάνεται. εἰ δὲ τοῦτο, οὐχ ὅτι τῇ λέξει ἐστὶ τὰ αὐτά, ἤδη
καὶ ἁπλῶς τὰ αὐιὰ ἄν εἴη, ἀλλ’ ὅτι μὴ τοῦ αὐτοῦ προηγουμένως δηλωτικά,
ἕτερα. ὅτι γὰρ οὐχ ἱκανὴ ἡ ταὐτότης τῆς λέξεως τὴν αὐτὴν πρότασιν
ποιεῖν, ὥσπερ οὐδὲ ἡ ἑτερότης διαφέρουσαν, δηλοῦσιν αἱ ὁμωνυμιᾶι.
ὅτι δὲ μὴ ὡς τοῦ αὐτοῦ δηλωτικὰ ἀμφότερα λαμβάνεται, δῆλον ἐκ
τοῦ τὸ μὲν ἐν τῇ προσλήψει. λαμβανόμενον 'ἡμέρα ἐστίν᾿ ὡς προηγουμένως
τοῦ εἶναι ἡμέραν δηλωτικὸν προσλαμβάνεσθαι, τὸ δὲ ἐπιφερόμενον ὡς
ἐστί᾿ τὸ ἀντ’ αὐτοῦ λαμβανόμενον· λαμβάνεται γὰρ ἐν τῇ ἐπιφορᾷ ὡς
ἀναιροῦν ἐκεῖνο, οὐ ταὐτὸν δὲ τὸ ἢ ὡς ἀναιρετικῷ τοῦ μὴ εἶναι ἡμέραν
χρῆσθαι αὐτῷ ἢ ὡς ἡμέραν εἶναι τιθέντι. ὁ μὲν γὰρ ὑπὲρ τοῦ ἀνελεῖν
τὸ ἡμέραν μὴ εἶναι χρώμενος αὐτῷ. εἰ ἄλλο τι ἦν τὸ ἀναιροῦν αὐτὸ καὶ
μὴ τὸ ἡμέραν εἶναι, ἐκείνῳ ἄν καὶ οὐ τούτῳ ἐχρήσατο· ὁ δὲ βουλόμενος
τὸ ἡμέραν εἶναι σημῆναι οὐκ ἄν ἄλλῳ τινὶ ἢ τῷ τούτου δηλωτικῷ χρήσαιτ᾿
ἂν.
Τὸ δ’ ἐξ ἀνάγκης προσκείμενον ἐν τῷ ὅρῳ τῆς ἐπαγωγῆς χωρίζει
τὸν συλλογισμόν. ἐστι μὲν γὰρ καὶ ἡ ἐπαγωγὴ λόγος ἐν ᾧ τεθέντων
τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει, ἀλλ’ οὐκ ἐξ ἀνάγκης·
οὐ γὰρ ἀναγκαῖον τὸ δεικνύμενον ἐν ταῖς ἐπαγωγαῖς τῷ μήτε πάντα, δι’
ὧν ἡ δεῖξις τοῦ προκειμένου, δύνασθαι ληφθῆναι μήτε, εἰ μὴ πάντα ληφθείη,
ἐξ ἀνάγκης δύνασθαι λέγειν οὕτως ἔχειν, ὡς ἕκαστον ἦν τῶν εἰλημμένων,
καὶ τὸ καθόλου. ἔστι γὰρ τὸ ἐξ ἀνάγκης συμβαίνειν οὐ τοῦ
ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα ἐν τοῖς συλλογισμοῖς δηλωτικόν (οὐ γὰρ
ἐν πᾶσι τοῖς συλλογισμοῖς ἀναγκαῖον τὸ συμπέρασμα· ἔστι γὰρ ἐν πολλοῖς
καὶ ἐνδεχόμενον συμπέρασμα· τὸ γὰρ ἐξ ἐνδεχομένων προτάσεων ἐνδεχόμενον),
ἀλλὰ τοῦ ἐξ ἀνάγκης ἕπεσθαι ταῖς προτάσεσι τὸ δεικνύμενον δι’
αὐτῶν, ὃ ποιᾶς ἄν εἴη σχέσεως τῶν τεθέντων πρὸς τὸ συμπέρασμα, δηλωτικὸν
τὸ ἐξ ἀνάγκης. εἰ γοῦν μὴ ἕποιτο τοῖς κειμένοις ἐξ ἀνάγκης τὸ
επιφερομενον, κὰν ἀναγκαῖον ᾖ, οὐ συλλογισμὸς τουτο.
Τὸ δὲ διὰ τῶν κειμένων προσκείμενον εἴη μὲν ἄν οὐ μόνον τοὺς
μονολημμάτους λόγους λεγομένους ἀποκρῖνον τῶν συλλογισμῶν οὐ γὰρ διὰ
τῶν κειμένων τὸ ἐπιφερόμενον αὐτοῖς δείκνυται· λείπει γὰρ ἐν αὐτοῖς
πρὸς τὴν συλλογιστικὴν δεῖξιν τὸ παραλειπόμενον, ὡς εἰρήκαμεν), ἀλλὰ καὶ
τοὺς παρέλκοντας· ἐν οἷς γὰρ λόγοις πρότασίς τις εἴληπται παρέλκουσα,
οὗτοι οὐ διὰ τῶν κειμένων συνάγουσι τὸ συμπέρασμα, εἴ γε καὶ ἀφαιρεθείσης
ἐκείνης ἔτι οἷόν τε τὸ αὐτὸ συνάγεσθαι. εἰ γὰρ ἐκ τῶν ‘πᾶν
δίκαιον καλόν , πᾶν καλὸν ἀγαθόν ’ συνάγεται τὸ ‘πάν δίκαιον ἀγαθόν’,
πρότασις εἰς δύο διαιρεῖται ἢ καὶ πλείω, ὡς ἐπὶ τοῦδε τοῦ λόγου ‘ὁ νόμος
ἀνομίᾳ ἐναντίον· ἀλλὰ καὶ ὁ νόμος οὐ κακόν· ἀλλὰ καὶ ἡ ἀνομία κακόν·
ἀγαθὸν ἄρα ὁ νόμος’. ἐν γὰρ τούτῳ παρεῖται μὲν τὸ καθόλου ὂν τοιοῦτον
‘ὃ μὴ ὂν κακὸν ἐναντίον ἐστὶ κακῷ, ἀγαθόν ἐστι᾿, διῄρηται δὲ εἰς τρία
ἡ πρότασις ἡ ἑτέρα ἔχουσα οὕτως ‘ὁ δὲ νόμος οὐκ ὂν κακὸν κακῷ οὔσῃ
τῇ ἀνομίᾳ ἐναντίος ἐστί ’· ταύτης γὰρ μέρη τό τε ‘ὁ νόμος ἀνομίᾳ ἐναντίον᾿
καὶ τὸ ‘ἀλλὰ καὶ ὁ νόμος οὐ κακόν᾿ καὶ ἔτι τὸ ‘ἀλλὰ καὶ ἡ ἀνομία 25
κακόν᾿. ἐκ γὰρ τῶν προειρημένων δύο προτάσεων συλλογιστικῶς συνάγεται
τὸ ἀγαθὸν εἶναι τὸν νόμον, ἀλλ’ οὐ καὶ ἐκ τῆς μιᾶς τῆς εἰς τρία διῃρημενης.
Ἀπόδειξις μὲν οὗν ἐστιν, ὅταν ἐξ ἀληθῶν καὶ πρώτων.
Ὁρισάμενος τὸν συλλογισμὸν ἑξῆς τὰ εἴδη τοῦ συλλογισμοῦ λαμβάνει
τὰ κατὰ τὴν τῆς ὕλης διαφορὰν δεικνύμενα, καὶ ἕκαστον αὐτῶν, ὅ τι ποτ’
ἐστὶ καὶ ἐν τίνι τὸ εἶναι ἔχει, δείκνυσί τε καὶ ὁρίζεται·· οὕτως γὰρ τὰς
τῶν συλλογισμῶν διαφορὰς τὰς κατὰ τὸ εἶδος λαμβάνων, ᾧ διαφέρει τῶν
ἄλλων συλλογισμῶν ὁ διαλεκτικός, δείξει. ἔστι γὰρ εἴδη συλλογισμοῦ παρὰ
τὴν τῆς ὕλης διαφορὰν γινόμενα ἀπόδειξις, διαλεκτικὸς συλλογισμός, σόφισμα.
ὁ γὰρ συλλογιζόμενος ἢ ἐξ ἀληθῶν δείκνυσιν ἢ ἐξ ἐνδόξων ἢ ἐκ
φαινομένων ἐνδόξων· οὐδεὶς γὰρ ἐκ ψευδῶν καὶ ἀδόξων ἅμα συλλογίζεται.
καὶ πρῶτόν γε περὶ ἀποδείξεως λέγει· οὗτος γὰρ τῶν συλλογισμῶν κυριώτατος.
ἔστι δὲ ἡ ἀπόδειξις ἐπιστημονικὸς συλλογισμός. φησὶ δὴ τὴν ἐπόδειξιν
εἶναι ἐξ ἀληθῶν συλλογισμὸν καὶ πρώτων, ἢ ἐκ τοιούτων ἃ
διά τινων πρώτων καὶ ἀληθῶν τῆς περὶ αὐτὰ γνώσεως εἴληφε ἰὴν
ἀρχήν, τοῦτ’ ἔστιν εἰ διὰ τοιούτων εἴη δεικνύμενόν τε καὶ συλλογιζόμενον
τὸ προκείμενον, οἷς ἀρχαί τε καὶ αἴτια τῆς γνώσεως τὰ ἀληθῆ τε καὶ
εἰ πρὸς τῷ ἀληθῆ εἶναι τὰ δι’ ὧν ὁ τοιοῦτος δείκνυται συλλογισμός, καὶ
πρῶτα. εἴη. οὕτως γὰρ ἔσται καὶ αἴτια· ὁ γὰρ δι’ αἰτίων συλλογισμὸς ἀπόδειξις·
τὰ γὰρ πρῶτα τῶν μετὰ ταῦτά ἐστιν αἴτια. οὐ μόνον δὲ δεῖ τὰ
λαμβανόμενα πρῶτα εἶναι τῇ φύσει τῶν δι’ αὐτῶν δεικνυμένων, ·ἀλλὰ
καὶ πρῶτα τῷ ἄμεσα εἶναι καὶ μὴ δείξεως δεῖσθαι. τοιαῦτα γὰρ ὄντα
ἔσται γνώριμα ἐξ ἑαυτῶν τῇ φύσει· ἀρχαὶ δὲ ἀποδείξεως τὰ ἐξ αὑτῶν
γνώριμα· τὰ δὲ ἄμεσα ἐξ αὑτῶν γνώριμα· ἀναπόδεικτα γάρ. διὰ τοῦτο
ὁ μὲν δεικνὺς ὅτι ἐκλείπει ἡ σελήνη διὰ τὸ ἀντιφράττειν αὐτῇ τὴν γῆν
ἀποδείκνυσιν· οἷον ἡ σελήνη ἀντιφράττεται ἢ ἐπισκοτεῖται ὑπὸ τῆς γῆς,
τὸ ἀντιφραττόμενον ἢ ἐπισκοτούμενον ἐκλείπει· αἴτιον γὰρ | τῆς ἐκλείψεως 11
ἡ ἀντίφραξις. ἂν δέ τις τὸ ἀντιφράττειν τὴν γῆν τῇ σελήνῃ δεικνύῃ διὰ
τοὐ ἐκλείπειν αὐτήν, οὐκέτι ἀποδείκνυσι κυρίως, καίτοι λαμβάνων ἀληθές·
οὐ γὰρ διὰ πρώτου οὐδὲ δι’ αἰτίου δείκνυσι κυρίως τὸ ὕστερόν τε καὶ αἰτιατόν,
ἀλλὰ διὰ τοῦ ὑστέρου τὸ πρῶτον· ὕστερον γὰρ ἡ ἔκλειψις τῆς
ἀντιφράξεως καὶ δι’ ἐκείνην γινομένη. οὕτως δείκνυσι δι’ ὑστέρου ὁ δεικνὺς
τὸ ‘αὕτη τέτοκε’ διὰ τοῦ γάλα ἔχειν· οὐ γὰρ τὸ γάλα αἴτιον τοῦ
τετοκέναι, ἀλλὰ τὸ τετοκέναι τοῦ γάλα ἔχειν· ὁ γοῦν διὰ τοῦ τετοκέναι
δεικνὺς τὸ γάλα ἔχειν δι’ αἰτίου τε καὶ πρώτου δείκνυσιν. ὁμοίως
καὶ ὁ δεικνὺς ὅτι· ὁ ἄνθρωπος πνεύμονα ἔχει διὰ τοῦ ἀναπνευστικὸν αὐτὸνεἶναι
δι’ ἀληθοῦς μὲν συλλογίζεται, οὐ μὴν διὰ πρώτου· διὸ οὐδὲ ἀποδείκνυσιν.
ἄν δὲ ἔμπαλιν διὰ τοῦ πνεύμονα ἔχειν αὐτὸν δείξῃ ὅτι ἐστὶν
ἀναπνευστικόν, ἀποδείκνυσιν ἤδη. ἀλλὰ καὶ ὁ τὸ ζῷον δεικνὺς ὅτι αἴσθησιν
ἔχει διὰ τοῦ αἰσθητικοῦ οὐκ ἀποδείκνυσιν· ἄν μέντοι διὰ τοῦ αἴσθησιν
ἔχειν δείξῃ ὅτι καὶ αἰσθητικόν, ἀπέδειξεν. ἐπιζητήσειε δ’ ἄν τις, εἰ ἡ
ἀπόδειξις διὰ πρώτων, ὁ δι’ ἀληθῶν μὲν ὑστέρων δὲ συλλογισμὸς τίς ἄν
εἴη. ἢ καὶ οὗτος διαλεκτικός· τὰ γὰρ οὕτως ἀληθῆ ὡς ἔνδοξα λαμβάνεται·
ἔνδοξον γὰρ τό τε τὴν γάλα ἔχουσαν τετοκέναι καὶ τὸ ἐκλεῖπον ἐπισκοτεῖσθαι.
ἢ κυρίως μὲν ἐκεῖνος ἀπόδειξις, δευτέρως δὲ καὶ οὗτος· ὡς γὰρ
πρὸς ἡμᾶς, ἐπεὶ ἡμῖν γνωριμώτερα τὰ λαμβανόμενα. πρώτως μὲν οὖν
καὶ κυρίως ἀπόδειξις ὁ διὰ πρώτων, ὡς εἴρηται, συλλογισμός. π·αράδειγμα
[τῷ] παντὶ τῷ ἐξ ὕλης καὶ εἴδους ὄντι τὸ κατὰ τὸ εἶδος εἶναι τοῦτο ὅ
ἐστι. τούτῳ εἰ προσληφθείη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ζῷον ἐκ τούτων’
ἐναργὴς καὶ αὕτη καὶ ἀναπόδεικτος, συνάγοιτο ἄν τὸ τοῦ ζῴου εἶδος εἶναι
τοῦτο καθ’ ὃ ζῷόν ἐστιν. ᾧ συμπεράσματι εἰ προσληφθείη πάλιν ἐναργὴς
πρότασις ἡ λέγουσα ‘ἀλλὰ μὴν τὸ ζῷόν ἐστι κατὰ τὴν ψυχὴν αἰσθητικόν᾿,
κατὰ τὴν ψυχὴν ἄν ζῷον εἴη· εἰ γὰρ καθ’ ὃ αἰσθητικόν, ζῷον,
κατὰ δὲ τὴν ψυχὴν αἰσθητικόν, κατὰ τὴν ψυχὴν ἂν ζῷον εἴη. ὧν κειμένων
συνάγοιτο ἂν οὐκέτι διὰ πρώτων ἀλλὰ διὰ τῶν δεδειγμένων διὰ τῶν πρώτων
τὸ τοῦ ζῴου εἶδος εἶναι τὴν ψυχήν. πάλιν εἰ προσλάβοιμεν τὸ ‘ὅτι
τὸ τοῦ ζῴου εἶδος ἔνυλον, ζωτικὸν εἶδος ἔνυλόν ἐστιν᾿ ἐναργὲς καὶ προσθείημεν
αὐτῷ τὸ τὸ ἔνυλον εἶδος ἀχώριστον εἶναι συνάγοιτο ἄν ἡ ψυχή,
ἥτις ἦν εἶδος τοὐ ζῴου, ἀχώριστος εἶναι τοῦ σώματος. καὶ γὰρ εἰ μὴ
διὰ πρώτων καὶ ἀμέσων δέδεικται, ἀποδείκνυται καὶ τοῦτο. ὁ γὰρ δεικνὺς
ὅτι ἡ σελήνη ἐστέρηται φωτός, διὰ τὸ ἐκλείπειν αὐτήν, δι’ ἀμέσου
μὲν οὐ δείκνυσιν οὐδὲ ἀναποδείκτου (οὐ γὰρ ἀναπόδεικτον τὸ ἐκλείπειν
τὴν σελήνην ἀλλὰ δεικνύμενον, ὡς προειρήκαμεν, διὰ τοῦ ἀντιφράττειν αὐτῇ
τὴν γῆν ἢ διὰ τοῦ ἐπισκοτεῖσθαι)· τῷ μέντοι τοῦτο δι’ ἀμέσων τε καὶ
πρώτων δεδεῖχθαι γίνεται καὶ ὁ διὰ τούτου συλλογισμὸς ἀπόδειξις· τρόπον
γάρ τινα καὶ αὐτὸς γίνεται δι’ ἀμέσων δεικνύμενος τῷ τὰ δι’ ὧν δείκνυται
διὰ τοιούτων εἶναι προδεδειγμένα. σαφεῖς δὲ δι’ οὗ παρεθέμεθα περὶ
τῆς ψυχῆς λόγου οἵ τε δι’ ἀναποδείκτων καὶ <οἱ> διὰ τῶν δεδειγμένων
ἀναποδείκτων· οἱ γὰρ δεύτεροι τοιοῦτοι οὕτως καὶ ἐν γεωμετρίᾳ τὸ μὲν
πρῶτον θεώρημα τῶν ἐν τοῖς Εὐκλείδου Στοιχείοις δι’ ἀναποδείκτων δείκνυται
(διὰ γὰρ τῶν ἀρχῶν), τὸ δὲ ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς
ἴσαι, οὐκέτι δι’ ἀναποδείκτων· διὰ γὰρ τοῦ τῶν εἰς τὰς παραλλήλους
λέγει μὲν οὗν περὶ ἀποδείξεως τε καὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ προηγουμένως
τε καὶ ἐπὶ πλέον ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς· νῦν δὲ ἐπὶ τοσοῦτον
περὶ αὐτοῦ εἴρηκεν, ἐφ’ ὅσον αὐτῷ χρήσιμόν ἐστι πρὸς τὸ χωρίσαι τῶν
ἄλλων συλλογισμῶν τὸν διαλεκτικόν. ἔστι δὲ συλλογισμὸς αἱ προτάσεις
μετὰ τοῦ συμπεράσματος.
Εἰπὼν δὲ περὶ ἀποδείξεως ἑξῆς λέγει περὶ τοῦ διαλεκτικοῦ συλλογι|σμοῦ,
καὶ τῇσί τὸν δι᾿ ἐνδόξων γινόμενον συλλογισμὸν διαλεκτικὸν εἶναι. ὃ εἰπὼν
ἐφεξῆς, τίνα μέν ἐστιν ἀληθῆ καὶ πρῶτα, δι’ ὧν εἶπε γίνεσθαι τὸν
ἀποδεικτικὸν συλλογισμόν, τίνα δὲ τὰ ἔνδοξα, δι’ ὧν τὸν διαλεκτικόν, ἐξηγεῖται
δεικνὺς αὐτῶν τὴν διαφοράν. ἀληθῆ μὲν οὖν καὶ πρῶτα ταῦτά
φησιν εἶναι ἃ μὴ δι’ ἑτέρων ἀλλ’ ἐξ αὑτῶν ἔχει τὴν πίστιν· τοιαῦται
δέ εἰσιν αἱ ἄμεσοι προτάσεις. τὰς γὰρ ἐπιστημονικὰς ἀρχὰς ἐξ αὑτῶν
φησι δεῖν ἔχειν τὸ πιστὸν καὶ μὴ ζητεῖσθαι τοῦ τοιαύτας εἶναι αὐτὰς τὴν
αἰτίαν· οὐ γὰρ ἄν ἔτι αὐτὰ οὕτως ἔχοντα ἀρχαὶ εἶεν, ἔχοντα ἄλλας τινὰς
ἀρχὰς καὶ αἰτίας. τοιοῦτοι δὲ οἱ ὁρισμοί· οὐ γὰρ δι’ ἀποδείξεως τὰ ἐν
τοῖς ὁριστικοῖς λόγοις λαμβανόμενα· ἀλλὰ καὶ αἰ φυσικαὶ καὶ κοιναὶ ἔννοιαι
λεγόμεναι, ὁποῖά ἐστι τὰ ἀξιώματα. ἀλλὰ καὶ ὅτι τὸ θερμὸν θερμαίνει
καὶ τὸ ψυχρὸν ψύχει ἀρχή· ἀλλὰ καὶ ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται.
τὸ δὲ οὐ δεῖ γὰρ ἐν ταῖς ἐπιστημονικαῖς ἀρχαῖς ἐπιζητεῖ-
σθαι τὸ διὰ τί οὐχ ὡς νομοθετῶν εἶπεν, ἀλλὰ δεικνὺς ὅτι ἐφ’ ὧν ἄν
ζητῆται τὸ διὰ τί, οὐκ ἔστιν ἀπόδειξις τοῦτο· δεῖ γὰρ τὴν ἀπόδειξιν ἔχειν
διὰ γνωρίμων. ἔνδοξα δὲ τίνα ἐστί, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός,
ἑξῆς λέγει, καὶ φησὶν ἔνδοξα εἶναι τὰ δοκοῦντα πᾶσιν ἢ τιῖς
πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις
ἢ τοῖς μάλιστα γνωρίμοις τε καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα
μὲν καὶ πρώτως ἔνδοξα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα, πᾶσι μὲν
τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, τὸ ζῆν· οἱ
γὰρ ἄλλως λέγοντες οὐχ ὡς οὕτως διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται·
μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιαῦτα
καὶ τὸ τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν. τοὺς γονεῖς τιμᾶν· τοῖς δὲ
καὶ τὸ οὕτως ἔνδοξον. ἐπεὶ δὲ ἤδη καὶ περὶ τοιούτων οἱ λόγοι τῷ διαλεκτικῷ,
περὶ ὧν οὐδὲν οἱ πολλοὶ δοξάζουσιν, ἀλλὰ ἄλλοις περὶ αὐτῶν πιστεύουσι
μᾶλλον (τοῖς γὰρ σοφοῖς τε καὶ περὶ ταῦτα ἔχουσι), περὶ πάντων
ἄρ’ ἔσται συλλογιστικὸς ὁ διαλεκτικός. πάλιν, ὡς εἴρηται, καὶ τὸ ἐν τούτοις
ἔνδοξον. ἔστι δὲ ἐν τούτοις ἔνδοξον πρῶτον μὲν τὸ πᾶσι δοκοῦν τοῖς
σοφοῖς, οἷόν ἐστι τὸ τὰ τῆς ψυχῆς ἀγαθὰ μείζω εἶναι τῶν τοῦ σώματος,
τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, τὸ τὰς ἀρετὰς ἀγαθὰ εἷναι· ἢ τὸ τοῖς
πλείστοις αὐτῶν, ὡς τὸ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι, εἰ καὶ μὴ
Ἐπικούρῳ δοκεῖ, καὶ τὴν εὐδαιμονίαν ὑπ’ ἀρετῆς γίνεσθαι, ὁμοίως τὸ μὴ
εἶναί τι σῶμα ἀμερὲς μηδὲ κόσμους ἀπείρους· ἢ γοῦν τὸ τοῖς ἐνδοξοτάτοις,
ὡς τὸ τὴν ψυχὴν ἀθάνατον διὰ Πλάτωνα ἢ πέμπτον τι εἶναι σῶμα
δι’ Ἀριστοτέλην. εἰ γὰρ οἱ ἔνδοξοι κατὰ σοφίαν τῷ ὑπὸ τῶν πολλῶν
ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι τοιοῦτοι, εἴη ἄν καὶ τὸ ὑπ’ ἐκείνων λεγόμενον
τρόπον τινὰ ὑπὸ τῶν πολλῶν τιθέμενον. ἐπὶ γὰρ ταῖς τοιαύταις
δόξαις αὐτοὺς ἀποδέχονται· δι’ ἃ γὰρ οὗτοι ἔνδοξοι, ἔνδοξα κἀκεῖνα, διὰ
δὲ τὰς τοιαύτας δόξας ἔνδοξοι οἱ σοφοί. παραδώσει δὲ ἡμῖν καὶ τόπους
ἐν τῷ περὶ διαλεκτικῶν προτάσεων λόγῳ, δι’ ὧν οἷοί τε ἐσόμεθα τὰ ἔνδοξα
λαμβάνειν. διαφέρει δὲ τὸ ἔνδοξον τοῦ ἀληθοῦς οὐ τῷ ψευδὲς εἶναι
(ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ) ἀλλὰ τῇ ἐπικρίσει. ἔστι γὰρ τῷ μὲν
ἀληθεῖ ἀπὸ τοῦ πράγματος, περὶ οὗ ἐστιν, ἡ ἐπίκρισις· ὅταν γὰρ τοῦτο
τῷ ὁμολογῇ, τότε ἐστὶν ἀληθές· τῷ δὲ ἐνδόξῳ οὐκ ἀπὸ τῶν
ἡ ἐπίκρισις ἀλλ’ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃ ἔχουσι
περὶ τῶν πραγμάτων.
Ἐριστικὸς δέ ἐστι συλλογισμὸς ὁ |ἐκ φαινομένων
μὴ ὄντων δὲ καὶ ὁ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων
φαινόμενος·
Εἴρηκε μὲν περὶ τοῦ ἐριστικοῦ συλλογισμοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγ-
ὁ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ | συλλογισμός. τίνα δέ ἐστι
τὰ φαινόμενα ἔνδοξα μὴ ὄντα δέ, αὐτὸς λέγει· οὐ γὰρ πᾶν, φησί,
τὸ φαινόμενον ἔνδοξον καὶ ἔστιν ἔνδοξον. καὶ δι’ ὅ τι ἐπιφέρει·
οὐδὲν γὰρ τῶν λεγομένων ἐνδόξων ἐπιπόλαιον ἔχει παντελῶς τὴν
φαντασίαν. ἐπιπόλαιον δέ ἐστι τὸ ἐκ βραχείας ἐπιστάσεως ἐλεγχόμενον.
τοιοῦτον δὲ τὸ εἶδος τῶν προτάσεων τῶν ἐριστικῶν συλλογισμῶν· οἷον φαινόμενόν
ἐστιν ἔνδοξον τὸ τὸν ὁρῶντα ὀφθαλμοὺς ἔχειν· δι’ οὗ συνάγεται
ὁ ἑτερόφθαλμος ὀφθαλμοὺς ἔχει ’. καὶ τὸ ‘ἃ λαλεῖς, διὰ τοῦ στόματός
σου διέρχεται’· ὃ λαβών τις συνάγει τὸ τὴν ἅμαξαν διὰ τοῦ στόματος
διέρχεσθαι τοῦ ἅμαξαν λαλοῦντος. καὶ ‘ἃ οὐκ ἀποβέβληκας, ἔχεις’· τοῦτο
γάρ τις λαβὼν συνάγει ὅτι κέρατα ἔχεις, οὐκ ἀποβέβληκας γὰρ κέρατα.
ὁμοίως καὶ τὸ τὸν ὄψιν ἔχοντα ὁρᾶν, τὸν δὲ κοιμώμενον ὄψιν ἔχειν. τὰ
γὰρ τοιαῦτα ἐπιπόλαιον ἔχει τὸ πιθανόν, καί, ὥς φησιν αὐτός, παραχρῆμα
τοῖς καὶ μικρὰ συνορᾶν δυναμένοις κατάδηλον ἐν αὐ τοῖς τὸ ψεῦδος
γίνεται. ὃ οὐκ ἔχει τὰ ἀληθῶς ἔνδοξα· οὐ γὰρ ῥᾴδιον ἐν ἐκείνοις φωραθῆναι
τὸ ψεῦδος. τὸ γοῦν τοὺς θεοὺς πάντα δύνασθαι ἔνδοξον ὂν οὐκ ἀληθὸς
δὲ οὐ ῥᾴδιόν ἐστιν ἐλεγχθῆναι· ὁμοίως καὶ τὸ ἰτῶ μείζονι ἀγαθῷ ἐναντίον
μεῖζόν ἐστι κακόν.’ ἐπ’ ὀλίγων γὰρ ἄν τις εὕροι τοῦτο μὴ ἔχον οὕτως·
ὡς δοκεῖ ἐπὶ τῆς εὐεξίας ἔχειν καὶ τῆς ὑγείας· τὸ γὰρ τῷ μείζονι ἀγαθῷ
ἐναντίον (τοῦτο δέ ἐστιν ἡ καχεξία) ἔλαττον εἶναι δοκεῖ κακὸν τῆς νόσου,
ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ ἐλάττονι ἀγαθῷ, τῷ τοὺς μὲν νοσοῦντας
πάντας καχεκτεῖν οὐ πάντας δὲ τοὺς καχεκτοῦντας ἤδη καὶ νοσεῖν. τὸ δὲ
αἴτιον τούτου ἐστίν, ὅτι ἡ μὲν εὐεξία περιείληφεν ἐν αὑτῇ καὶ τὴν ὑγείαν·
ἔστι γὰρ ὑγεία ἡ εὐεξία· διὸ περιέχουσα ἐν αὑτῇ ὑγείαν μεῖζόν ἐστιν αὐτῆς
ἀγαθόν· πρόσεστι γὰρ αὐτῇ τὸ εἶναι αὐτὴν τῶν δι’ ἑαυτὰ αἱρετῶν· ἡ
Τοὺς μὲν οὖν τῶν ἐριστικῶν συλλογισμῶν παρὰ τὴν ὕλην φησὶ καὶ
συλλογισμοὺς εἶναι. ὅταν γὰρ συλλογίσηταί τίς τι ἐν συζυγίᾳ συλλογιστικῇ
διὰ τοιούτων προτάσεων, ἐριστικὸς συλλογισμὸς γίνεται· ὡς οἵ τε προειρημένοι
ἔχουσι καὶ ὁ τοιοῦτος. ‘πᾶς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ
χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει᾿· οὗτος γὰρ ἐριστικὸς ὁ
οὐ παρ’ ἄλλο τι ἡ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν
ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συζυγίᾳ συλλογιστικῇ ἐν πρώτῳ οὔσῃ
σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου, τῆς
μείζονος. ἔστι δέ τις ἐριστικὸς συλλογισμὸς καὶ ὁ κατὰ τὸ εἶδος ἡμαρτημένος·
οὗτος δὲ οὐκέτι οὐδὲ συλλογισμὸς ἀπλῶς ἐστιν, ἀλλὰ τὸ ὅλον τοῦτο
ἐριστικὸς συλλογισμός, τοιοῦτοι δέ εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι
λόγοι. οἷον εἰ συνάγοι τις ἤτοι τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ
διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος
γὰρ ἡ τοιαύτη συμπλοκὴ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων τῷ
εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. ὁμοίως καὶ εἰ λάβοι τις τὰ
νεκρὰ τῶν σωμάτων κινεῖσθαι καὶ ἀλλοιοῦσθαι, ἀλλὰ καὶ τὰ αἰσθανόμενα
κινεῖσθαι, καὶ ἐκ τούτου οἴοιτο δεικνύναι ὅτι τὰ νεκρὰ τῶν σωμάτων αἰσθάνεται,
ὡς ᾤετο Δημόκριτος. ὁ τοιοῦτος παραλογισμὸς γίνεσθαι μὲν
δύναται καὶ ἐξ ἀληθῶν, ὥσπερ οὗς προειρήκαμεν. ὅμοιοι τούτοις καὶ οἱ
τοιοῦτοι ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, τὸ ζῷον γένος ἐστίν, ὁ ἄρα ἄνθρωπος γένος
ἐστίν᾿· ἔνδοξοι μὲν γὰρ καὶ ἀληθεῖς αἱ προτάσεις, ἀσυλλόγιστος δὲ ἡ συμπλοκή,
ὅτι ἐν πρώτῳ σχήματι οὐκ ἔστιν ἡ μείζων πρότασις καθόλου. τοιοῦτος
καὶ ὁ τὴν ἐγκράτειαν σωφροσύνην οἰόμενος δεικνύναι, διότι ἀμφότεραι
κρείττους ἡδονῶν ποιοῦσιν· ἀληθεῖς μὲν γὰρ αἱ προτάσεις καὶ ἔνδοξοι καὶ
εἰδοποιοί, ἀλλ’ ἐν δευτέρῳ σχήματι δύο καταφάσεις πάλιν εἰσὶν εἰλημμέναι.
διὰ ταὐτὰ δὲ οὐδὲ ὁ ἀνδρεῖος ἐπιστήμων, ἐπειδὴ ἑκατέρῳ αὐτῶν ὑπάρχει
τὸ θαρραλέον. δεῖ δὲ περὶ τῶν ἐνδόξων τοῦτο προειληφέναι, ὅτι τὰ ἔν-
σῶμα ἐν τόπῳ εἶναι· ἀπὸ γὰρ τοῦ δοκεῖν ἡ τοῦ ἐνδόξου κρίσις, ὥσπερ
εἴηται.
Εἰπὼν δὲ ταῦτα καὶ περὶ τοῦ ἐριστικοῦ συλλογισμοῦ καὶ δείξας τὰς
παρὰ τὴν ὕλην τῶν συλλογισμῶν γινομένας διαφοράς (οὐδεὶς γὰρ ἐκ ψευδῶν
καὶ ἀδόξων συλλογίζεται, ὡς προεῖπον· αὕτη γάρ ἐστι παρὰ τὰς εἰρημένας
ὕλας τῶν προτάσεων διαφορά· καὶ γὰρ ὁ πειραστικός, ὃν ἐν ἄλλοις
τούτοις προστίθησιν, ἐξ ἐνδόξων πως καὶ αὐτός ἐστι, τούτῳ διαφέρων τοῦ
διαλεκτικοῦ ὅτι ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἁπλῶς ἐνδόξων, ὁ δὲ πειραστικὸς
ἐκ τῶν τῷ ἀποκρινομένῳ δοκούντων τόν τε ἔλεγχον καὶ τὸν συλλογισμὸν
σμὸν ποιεῖται καὶ πείρας χάριν· ἐκ τῶν οὖν ἐκείνῳ ἐνδόξων ἐστίν), εἰπὼν
δὴ περὶ τούτων παρὰ τοὺς προειρημένους φησὶ πάντας συλλογισμούς, τὸν
ἀποδεικτικόν, ὃς ἐξ ἀληθῶν ἦν καὶ πρώτων, τὸν διαλεκτικόν, ὃς ἐξ ἐνδόξων,
τὸν ἐριστικόν, ὃς ἐκ φαινομένων ἐνδόξων συλλογίζεται, ἄλλο φησὶν
εἶδος εἶναι συλλογισμῶν τὸν καθ’ ἑκάστην ἐπιστήμην ἐκ τῶν οἰκείων ἀρχῶν
τῇ ἐπιστήμῃ γινόμενον παραλογισμόν, ὁποῖά φαμεν εἶναι ἐν γεωμετρίᾳ
τὰ ψευδογραφήματα. συγγενεῖς δὲ λέγοι ἂν γεωμετρίᾳ ἐπιστήμας ἀριθμητικήν
(καὶ γὰρ αὓτη περὶ ποσόν, ἀλλὰ διωρισμένον), ἔτι δὲ ἀστρονομίαν
καὶ ὀπτικὴν καὶ μηχανικήν· προσχρῶνται γὰρ αὗται ταῖς γεωμετρικαῖς ἀρχαῖς.
τοῦτο δὲ τὸ εἶδος τῶν συλλογισμῶν ὅτι τῶν προειρημένων ἐστὶν
ἄλλο, δείκνυσιν ἐκ τοῦ μηδένα τῶν λόγων τῶν ἀποδεδομένων ἐφαρμόζειν
αὐτῷ. ὁ γὰρ ψευδογραφῶν οὔτε ἐξ ἀληθῶν καὶ πρώτων ψευδογραφεῖ
(ἀδύνατον γὰρ ἐξ ἀληθῶν ψεῦδος συναχθῆναι) οὔτε ἐξ ἐνδόξων· οὐ γὰρ
ὑποπίπτει τῷ τῶν ἐνδόξων λόγῳ τὰ ἐξ ὧν γίνεται τὰ ψευδογραφήματα. ὁ γὰρ
ψευδογραφῶν οὔτε τὰ πᾶσι δοκοῦντα λαμβάνει οὔτε τὰ τοῖς πολλοῖς· τὴν
ἀρχὴν γὰρ οὐδὲ ἐπαίουσιν πάντες ἢ οἱ πολλοὶ περὶ τούτων· ἀλλ’ οὐδὲ τὰ
πᾶσι τοῖς σοφοῖς, ἀλλ’ οὐδὲ τὰ τοῖς πλείστοις, οὐδὲ τὰ τοῖς γνωριμωτάτοις·
καὶ γάρ, εἴ τινος τῶν σοφῶν δόγμα τι τοιοῦτόν ἐστιν, ἀλλ’ ὁ ψευδογραφῶν
οὐ τὸ τινὶ δοκοῦν λαβὼν τίθησιν, ἀλλ’ ἐν τῷ περὶ αὐτῶν λόγῳ
τὴν παραγωγὴν ποιεῖται. ἀλλ’ οὐδὲ ὁ τοῦ ἐριστικοῦ συλλογισμοῦ λόγος
ἐφαρμόζοι ἄν τοῖς τοιούτοις παραλογισμοῖς· οὔτε γὰρ διὰ τὸ ἔνδοξον δοκεῖν
τοιούτων ὁ ἐριστικὸς συλλογισμός. ἄλλο ἄρα τι εἶδος τοῦτο παραλογισμῶν
ἐστιν, ᾧ οὔτε ὁ δᾀα ἑκτικὸς οὔτε ὁ σοφιστικὸς χρῆται, ἀλλ’ οἱ κατὰ τὰς
ἐπιστήμας πείρας χάριν τῶν περὶ αὐτὰς καταγινομένων καὶ γυμνασίας πρὸς
τὸ διορατικωτο͂́ρουν́ αὐτοὺς γίνεσθαι τῶν ἐν αὐτοῖς ἀληθῶν. τοῦ δ’ ἐκ
τῶν οἰκείων ἀρχῶν τοὺς παραλογισμοὺς τοὺς κατὰ γεωμετρίαν γίνεσθαι
παρέθετο δεικτικὸν τὸ τῷ γὰρ τὰ ἡμικύκλια περιγράφειν μὴὡς δεῖ
ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἄν ἀχθείησαν τὸν παραλογισμὸν
ὁ ψευδογραφῶν ποιεῖται. οἱ δὲ οὕτως γινόμενοι παραλογισμοὶ χρωμένων
ταῖς γεωμετρἰκαῖς ἀρχαῖς γίνονται· οὐ γὰρ ὡς ἄλλοις τισὶ δοκοῦν λαμβάνει
τι τούτων ὁ δεικνὺς διὰ τούτων, ἀλλ’ ὡς ἑπόμενον ταῖς γεωμετρικῖς ἀρχαῖς,
καὶ οὐ παρὰ τὸ λεγόμενον τὴν παραγωγὴν ποιεῖται ἀλλὰ παρὰ τὴν
μὴ δέουσαν καταγραφήν. τὸ γὰρ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον
περιγράφεσθαι καὶ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν ἐπιζευγνύναι,
οἷς προσχρῆται ὁ τὰ ἡμικύκλια περιγράφων μὴ ὡς δεῖ καὶ γραμμὰς ἄγων
μὴ ὡς ἄν ἀχθείησαν, ἐν ταῖς γεωμετρικαῖς εἰσιν ἀρχαῖς.
Ἀλλ’ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων.
Ὀτι λήμματα αἱ προτάσεις παρὰ Ἀριστοτέλει, σημειωτέον. τῷ δὲ τῷ
γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας
ἄγειν μὴ ὡς ἂν ἀχθείησαν δύναται καὶ ἀπλῶς κεχρῆσθαι, καθόλου
περὶ τὰ τοιαῦτα γινομένων τῶν ψευδογραφημάτων, δύναται καὶ ὡς παράδεῖγμα
αὐτὸ εἰρηκέναι ευδογραmι ήaι ἄτος. ἔστι γάρ τι κατὰ γεωμετρίαν ψευδογράφημα
παρὰ τὸ μήτε τὰ ἡμικύκλια περιγράφειν ὡς δεῖ μήτε τὰς γραμμὰς
ἄγειν ὡς ἄν ἀχθείησαν, τὸ μὲν δεικνύον τὰς δύο πλευρὰς τοῦ τριγώτριγώνου
τῇ λοιπῇ ἴσας, τὸ δὲ ι καὶ ἐλάττους τὰς δύο τῆς λοιπῆς· κεῖται δὲ
μείζους εἰσὶ πάντη μεταλαμβανόμεναι. ἴσας μὲν οὖν τὰς δύο τῇ λοιπῇ ὁ
τὴν Α Β δίχα τέμνει κατὰ τὸ Γ καὶ περὶ ἑκατέραν τῶν Α Γ, Γ Β ἡμικύκλια
περιγράφει ἁπτόμενα ἀλλήλων κατὰ τὸ Θ σημεῖον, τεμνόντων ἄλληλα
κατὰ τοῦτο τῶν Α Θ Γ, Γ Θ Β. καὶ τὰ κέντρα λαβὼν τῶν ἡμικυκλίων,
τοῦ μὲν Α Θ Γ τὸ Δ τοῦ δὲ Γ Θ Β τὸ E, ἀπὸ τοῦ Θ, καθ’ ὃ ἅπτεται
ἀλλήλων τὰ ἡμικύκλια, εὐθείας ἐπὶ τὰ κέντρα τὰ Δ, E ἐπιζεύγνυσι. γίνεται
δὴ τρίγωνον τὸ Δ Θ E. καὶ ἐπεὶ ἐκ τοῦ κέντρου εἰσὶν Δ Θ, Δ Γ ἐν
τῷ Α Θ Γ ἡμικυκλίῳ, ἴσαι εἰσὶν ἀλλήλαις· διὰ τὰ αὐτὰ δὲ καὶ αἱ Ε Θ,
E Γ· καὶ γὰρ αὗται ἐκ τοῦ κέντρου εἰσὶν ἐν τῷ Γ Θ Β ἡμικυκλίῳ. αἱ
ἄρα δύο πλευραὶ τοῦ τριγώνου αἱ Δ Θ, Θ E τῇ βάσει τοῦ τριγώνου, τῇ
Δ E εἰσὶν ἴσαι. καὶ διὰ μὲν τούτου δείκυσι τὰς δύο τοῦ τριγώνου πλευρὰς
ἴσας τῇ λοιπῇ, οὔτε τὰ ἡμικύκλια περιγράψας ὡς δεῖ (οὐ γὰρ οἷόν τε
αὐτὰ ἅπτεσθαι κατὰ τὸ Θ σημεῖον ἀλλήλων, ἀλλὰ μόνον κατὰ τὸ Γ, ἀφ’
οὗ ἤρξαντο περιγράφεσθαι), οὔτε τὰς γραμμὰς ἄγων ὡς ἄν ἀχθείησαν.
οὐ γὰρ οἷόν τε ἀπὸ τῆς ἁφῆς τῶν ἡμικυκλίων. ἀχθῆναί τινας γραμμὰς ἐπὶ
τὰ κέντρα τῶν ἡμικυκλίων ποιούσας τρίγωνον· αἱ γὰρ ἀγόμεναι ἀπὸ τῆς
ἁφῆς οὐκ ἄλλαι τινές εἰσιν ἢ ἐφ’ ὧν τὰ κέντρα· ἡ γὰρ ἁφὴ αὐτῶν κατὰ
τὸ Γ. πάλιν δὲ οἱ μείζω τὴν μίαν τῶν δύο ψευδογραφοῦντες οὕτω δεικνύουσι
διὰ τῆς τῶν ἡμικυκλίων περιγραφῆς καὶ τῆς τῶν γραμμῶν ἐπιζεύξεως.
λαβόντες εὐθεῖαν τὴν Α Β ἐπ’ αὐτῆς σύνεγγυς ἀλλήλων λαμβάνουσι
σημεῖα τὰ Γ, Δ, καὶ περὶ ἑκατέραν τῶν Α Γ, Δ Β εὐθειῶν ἡμικύκλια
περιγράφουσι τέμνοντα ἄλληλα ἢ ἁπτόμενα ἀλλήλων κατὰ τὸ E σημεῖον,
καὶ ἀπὸ τοῦ E σημείου, καθ’ ὃ ἅπτεται ἀλλήλων τὰ ἡμικύκλια, ἐπὶ τὰ
κέντρα τῶν ἡμικυκλίων τὰ Z, Η εὐθείας ἐπιζευγνύουσι. γίνεται δὴ τρίγωνον
τὸ E Z H. καὶ ἐπεὶ ἐκ τοῦ κέντρου αἱ E Z, Ζ Γ, ἴσαι ἀλλήλαις εἰσίν· ἴσαι
ἐλάττους. πάλιν οὖν τὸ ψευδογράφημα παρά τε τὴν περιγραφὴν τῶν ἡμικυκλίων
(οὐ γὰρ οἷόν τε τὰ οὕτως περιγραφόμενα ἡμικύκλια ἢ τέμνειν ἄλληλα
ἢ ὅλως ἅπτεσθαι ἀλλήλων) καὶ παρὰ τὴν τῶν γραμμῶν ἐπίζευξιν·
οὐ γὰρ δεόντως ἤχθησαν αἱ E Ζ, E Η εὐθεῖαι ὡς ἀπὸ τῆς τῶν ἡμικυκλίων
τομῆς· αὗται δὲ ἦσαν αἱ τὸ τρίγωνον ποιοῦσαι. εἴη δ’ ἄν, ὡς τῷ
διαλεκτικῷ παράκειται ὁ σοφιστικὸς ὁ ἐκ φαινομένων ἐνδόξων, οὕτω καὶ
οὗτος ὁ παραλογισμὸς τῶ ἀποδεικτικῶ τῷ ἐκ τῶν οἰκείων. τῶ προκειμένων
(??)
ἀρχῶν παρακείμενος τοὺς λόγους ἄγων ἐπὶ ψεῦδος διά τινων ψευδῶν.
Εἴδη μὲν οὖν τῶν συλλογισμῶν ὡς τύπῳ περιλαβεῖν ἔστω τὰ εἰρημένα.
Ὡς ὑπογραφῇ τινι καὶ οὐκ ἀκριβῶς. οὕτως δὲ ἴσως εἶπεν ἤτοι ὡς
μὴ ἀκριβῆ τὸν ὁρισμὸν ἀποδεδωκὼς ἑκάστου, ἢ ὡς μὴ ἐξειργασμένος αὐτὰδιὰ
τὸ μὴ περὶ τούτων αὐτῷ τὴν πρόθεσιν εἶναι, ἢ ἐπεὶ προστίθησι τοῖς
τρισὶ τοῖς πρώτοις εἰρημένοις ἐν ἄλλοις καὶ τὸν πειραστικὸν ὡς ἄλλον
ὄντα παρὰ τοὺς νῦν εἰρημένους. ἢ ὁ αὐτός ἐστιν ὁ πειραστικὸς τῷ προειρημένῳ
τῷ “ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων’’ γινομένῳ παραλογισμῷ·
καὶ γὰρ τοῦ πειραστικοῦ τὸν λόγον ἀποδιδοὺς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις
οὕτως ἀπέδωκε “πειραστικοὶ δὲ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ
ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην’’, ὃ ἴσον ἂν
εἴη τῷ τε “οἱ ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων γινόμενοι παραλογισμοί”
καὶ τῷ “ἀλλ᾿ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων”·
τῷ γὰρ προσποιουμένῳ τὴν ἐπιστήμην ἔχειν δεῖ καὶ τὰς ἀρχὰς καὶ τὰ
οἰκεῖα ἐκείνῃ τῇ ἐπιστήμῃ εἰδέναι καὶ κατ’ ἐκεῖνα ἀποκρίνασθαι. καὶ
εἴη ἂν πειραστικὸς μὲν ἀπὸ τῆς τοῦ ἐρωτῶντος προθέσεως λεγόμενος,
ψευδογράφημα δὲ καὶ παραλογισμὸν ἀπὸ τοῦ γενομένου. | ἀλλὰ καὶ
τὸ ἐνθύμημα, εἰ καὶ μὴ ἀπλῶς συλλογισμός, ἀλλὰ ῥητορικός γε. οὐδὲ
αὐτοῦ οὖν μνημονεύσας εἰκότως ἄν λέγοι τὸ ὡς τύπῳ εἰπεῖν. ἢ
ὡς
Καθόλου δὲ εἰπεῖν περὶ πάντων τῶν εἰρημένων καὶ τῶν μετὰ ταῦτα ῥηθησομένων.
Εἰπὼν περὶ τῶν συλλογισμῶν, ὅτι εἴδη αὐτῶν “ὡς τύπῳ περιλαβεῖν
ἔστω τὰ εἰρημένα”, ἐπιφέρει ὅτι καὶ καθόλου δὲ χρὴ περὶ πάντων τῶν
τε εἰρημένων καὶ τῶν ῥηθησομένων διωρίσθαι καὶ μεμνῆσθαι, ὅτι
περὶ μηδενὸς τὸν ἀκριβῆ λόγον καὶ τὸν ἐπιστημονικόν τε καὶ ἀποδεικτικὸν
ἀποδοῦναι προαιρούμεθα, ἀλλὰ κοινότερον καὶ ἐν ὑποτυπώσει
τινὶ διὰ τὸ κατὰ τὴν προκειμένην μέθοδον οὖσαν διαλεκτικὴν αὔταρκες
εἶναι παντελῶς τὸ ὁπωσοῦν γνωρίζειν ἔκαστον τῶν λεγομένων. τὰ γὰρ
ἔνδοξα καὶ δι’ ἐνδόξων δεικνύμενα κεχώρισται τῆς ἐπιστημονικῆς άκριβολογίας·
τοιαῦτα δὲ τὰ προκείμενα. περὶ μὲν γὰρ συλλογισμῶν, πῶς τε
γίνονται καὶ κατὰ πόσα σχήματα καὶ πόσοι καθ’ ἕκαστον, καὶ τίνες μὲν
ἀποδεικτικοὶ τίνες δ’ οὔ, καὶ τίνες μὲν τέλειοι συλλογισμοὶ τίνες δὲ ἀτελεῖς,
καὶ τίνες μὲν συλλογιστικαὶ τίνες δὲ ἀσυλλόγιστοι συμπλοκαί, ὧν
ἐμνημόνευσέ πως ὁριζόμενος τὸν ἐριστικὸν συλλογισμόν, καὶ ὅλως τῶν εἰς
τὴν συλλογιστικὴν πραγματείαν χρησίμων ἐν τοῖς Προτέροις ἀναλυτικοῖς
εἴρηκεν ἀκριβῶς, περὶ δέ γε ἀποδείξεως καὶ ὅρων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς.
λέγει δὲ περὶ ὁρισμῶν καὶ ἐν τοῖς Μετὰ τὰ φυσικά, ἀλλὰ καὶ περὶ
γενῶν <,ὦν> ἁπάντων καὶ ἐν τούτοις μὲν μνημονεύει, ἀλλὰ
εἰ γὰρ τὰ ἐν ἐκείνοις εἰρημένα ἐνταῦθά τις μεταφέροι, ἐκβαίνοι ἄν τῶν
ὅρων τῆς διαλεκτικῆς οὔσης, ὡς εἶπεν, ἐξ ἐνδόξων συλλογιστικῆς.
Ἑπόμενον δ’ ἄν εἴη τοῖς εἰρημένοις πρὸς πόσα
τε καὶ τίνα χρήσιμος ἡ πραγματεία.
Εἰπὼν τίς ὁ διαλεκτικὸς συλλογισμὸς καὶ τίνι τῶν ἄλλων συλλογισμῶν
διαφέρει, ὅτι τῷ δι’ ἐνδόξων συλλογίζεσθαι, ἀκολούθως ἐφεξῆς πρὸς πόσα
τε καὶ τίν χρήσιμος ἡ διαλεκτική, δείκνυσι. πρὸ γὰρ τοῦ τὴν μέθοδον
αὐτὴν παραδιδόναι ἀναγκαία ἡ τούτων διδασκαλία· οἱ γὰρ τὸ χρήσιμον
τῶν λεγομένων εἰδότες προθυμότεροι περὶ ταῦτα γίνονται. ἅμα δὲ καὶ
ἐπεὶ κεῖται δι’ ἐνδόξων εἶναι συλλογιστική, δοκεῖ δὲ ἡ φιλοσοφία περὶ τὰ
Ἔστι δὲ πρὸς τρία, πρὸς γυμνασίαν, ἐντεύξεις, πρὸς τὰς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας.
Πρὸς τρία φησὶν εἶναι χρήσιμον τὴν διαλεκτικὴν πραγματείαν, πρός
τε γυμνασίαν. λέγει δὲ γυμνασίαν ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι
πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγομένων
γυμναζόμενοι πειρῶνται τούτοις παρίστασθαι, δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις
ποιούμενοι· ἢ γυμνασίαν λέγοι ἄν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν.
ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ
τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων
ὥσπερ νῦν (οὐ γὰρ ἦν πω τότε τοιαῦτα βιβλία), ἀλλὰ θέσεως τινος τεθείσης
εἰς ταύτην γυμνάζοντες αὑτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν,
κατασκευάζοντές τε καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον.
καὶ ἔστι δὲ βιβλία τοιαῦτα Ἀριστοτέλους τε καὶ Θεοφράστου γεγραμμένα
ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην
γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γάρ τινα
εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες (αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις)
ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ
διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες
ῥᾷον ἐπιχειροῦσιν, οὑτωσὶ καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες
ῥᾷον ἐπιχειρημάτων εὐποροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ
τοιαύτη κατὰ τοὺς λόγους γυμνασία πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ
ἀληθῶν, ὡς καὶ αὐτὸς ἐρεῖ δι’ ὧν τὸ πρὸς φιλοσοφίαν αὐτῆς ἐκθήσεται
χρήσιμον· προπαρασκευάζει γὰρ τὴν ψυχήν. ὡς γὰρ τὰ τοῦ σώματος
γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ | σώματι, οὕτω καὶ
τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν
τῇ ψυχῇ περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις καθ’
ἣν εὑρετική τε τοῦ ἀληθοῦς. καὶ κριτικὴ γίνεται.
Δεύτερον τρόπον τῆς ὠφελείας αὐτῆς προσεκτίθεται τὸν πρὸ τὰς
ἐντεύξεις, ἐντεύξεις λέγων τὰς πρὸς τοὺς πολλοὺς συνουσίας, οἷς δεῖ μὲν
ἐντυγχάνειν κοινωνικούς τε ὄντας καὶ φιλανθρώπους, καὶ ἐντυγχάνειν ὠφελίμως.
διὰ μὲν οὖν ἀληθῶν τε καὶ ἀποδεικτικῶν οὐχ οἷόν τε κοινολογεῖσθαι
πρὸς αὐτούς· οὐδὲ γὰρ τὴν ἀρχὴν συνιέναι τῶν τοιούτων δύνανται·
ἀλλ’ οὐδὲ μανθάνειν ὑπομένουσι. διὸ οὐδὲ ὠφελεῖσθαι δύναιντ’ ἂν διά
τινος τῶν τοιούτων, ὧν γε τὴν ἀρχὴν μηδὲ συνιέναι δύνανται. εἰ δὲ διὰ
τῶν ἐνδόξων τε καὶ δοκούντων καὶ αὐτοῖς ἐκείνοις τὰς πρὸς αὐτοὺς
συνουσίας ποιούμεθα, παρακολουθοῖέν τε ἄν τοῖς λεγομένοις καὶ ῥᾳδίως μεταβιβάζοιντο
διὰ τῶν τοιούτων λόγων, εἴ τι μὴ εἶεν ὀρθῶς τιθέμενοι. τῷ
γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ καὶ δουλεύοντι ταύτῃ ἂν μέν τις διὰ
τοῦ λέγειν τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι, τὴν δὲ τοιαύτην
φύσιν μὴ δύνασθαι ἀγαθὸν εἶναι τῷ τὴν γένεσιν ἀτελῆ εἶναι μηδὲν δὲ
ἀγαθὸν ἀτελές, ἄν δὴ διὰ τούτου τις δεικνύναι θέλῃ τῷ τοιούτῳ ὅτι μή
ἐστιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲν ἄν πλέον ποιοῖ τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι
τί ποτέ ἐστι τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ ἐνδόξων ὁρμώμενος
ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτῷ τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν, ὥσπερ
καὶ τὸ λευκὸν λευκοὺς καὶ τὸ θερμὸν θερμούς; καὶ τούτου τεθέντος προσανέρηται
εἰ ἡ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺς ποιεῖν, λήψεται μὲν ὅτι μὴ
ποιεῖ (ἐναργὲς γὰρ καὶ τοῦτο), συνάξει δὲ ὅτι μὴ ἀγαθὸν ἡ ἡδονὴ ἐκ τῶν
ἐκείνου δοξῶν τε καὶ ἀποκρίσεων. διὸ καὶ μεταπείσειεν ἄν αὐτόν· εἴκει
γάρ πως πᾶς τῷ ὑπ’ αὐτοῦ τεθέντι.
Τρίτον τῆς ὠφελείας αὐτῆς ἐκτίθεται τρόπον τὸν πρὸς φιλοσοφίαν
καὶ τὴν κατ’ ἐπιστήμην γνῶσιν, τοῦτ’ ἔστι πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσίν
τε καὶ γνῶσιν. κατὰ φιλοσοφίαν δὲ ἐπιστήμας εἶπε τὴν φυσικήν,
τὴν ἠθικήν, τὴν λογικήν, τὴν μετὰ τὰ φυσικά. οἱ γὰρ δυνάμενοι τὰ πιθανὰ
πρὸς τὰ ἀντικείμενα συντελοῦντα διορᾶν καὶ εἰς ἀμφότερα ἐπιχειρεῖν
ῥᾷον ἄν εὑρίσκοιεν ἐν ποτέρῳ αὐτῶν μέρει τῆς ἀντιφάσεως τὸ ἀληθές
ἐστιν, ὥσπερ ἀντιδίκων ἀμφοτέρων τῶν μερῶν ἀκηκοότες. ὡς γὰρ ὁ δικαστὴς
διὰ τοῦ ἀμφοτέρων ἀκοῦσαι τὸ δίκαιον γνωρίζει, οὕτως καὶ ἐν ταῖς
πολλῶν ἀδολεσχίας, ἕως ἔτι νέος εἶ· εἰ δὲ μή, διαφεύξεταί σε ἡ ἀλήθεια’’.
ἔτι ὁ εἰδὼς τὴν τοῦ πιθανοῦ φύσιν οὐκ ἂν ὑπ’ αὐτοῦ παραχθείη ποτὲ ὡς
ἀληθοῦς ὄντος, ἀλλὰ προκρίνοι ἄν τὰ φαινόμενα ἀληθῆ τῶν μὴ ἀληθῶν
τῇ παραβολῇ αὐτῶν τῇ πρὸς ἄλληλα· δι’ ὧν γὰρ τὸ ἀληθές τινες ἀφανίζειν
πειρῶνται, τούτοις τις ἐγγεγυμνασμένος οὐκ ἂν ὑπ’ αὐτῶν παράγοιτο.
πρὸς δὲ τούτοις ὁ τῶν ὁμοίως φαινομένων τῷ ἀληθεῖ εὑρετικός
(τοιαῦτα δὲ τὰ πιθανά) καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἑτοιaι όταρόἔτι.
δὲ εἰ δεῖ τὸν περί τινος ὑγιῶς τε καὶ ὀρθῶς λέγοντα τοιούτους τοὺς
περὶ αὐτοῦ ποιεῖσθαι λόγους ὡς δύνασθαι δι’ αὐτῶν λύεσθαι καὶ τὰ ἀπορούμενα
περὶ αὐτοῦ, δῆλον ὡς χρήσιμον τὸ γεγυμνάσθαι ἐν τοῖς πρὸς
αὐτὸ ἀπορεῖσθαι δυναμένοις· οὕτω γὰρ συνορᾶν δύναιτ’ ἂν καὶ τὰς λύσεις
τῶν ἀπορουμένων.
Ἔxi δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην.
Προειπὼν πρὸς τρία χρήσιμον εἶναι τὴν διαλεκτικὴν καὶ ἐκθέμενος
τίνα ταῦτα, προστίθησι τοῖς τρισὶ καὶ τέταρτον, ἤτοι ὑποδιαίρεσίν τινα τοῦ
τρίτου ποιούμενος (ἦν δὲ τοῦτο τὸ ‘ιπρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας ”.
εἰ γὰρ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην, εἴη ἂν καὶ
πρὸς τὰ κατὰ φιλοσοφίαν πρῶτα) ἢ προστιθεὶς ὡς ἄλλο τοῦτο παρὰ τὰ
προειρημένα. ἔστι δὲ ὃ προστίθησι· χρήσιμόν φησιν εἶναι τὴν διαλεκτικὴν
καὶ πρὸς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἀρχάς· περὶ γὰρ τῶν οἰκείων ἀρ-
χῶν οὐδεμία τῶν ἐπιστημῶν οἵα τε λέγειν διὰ τὸ δεῖν μέν, εἰ ἐπιστημονικῶς
λέγοι περὶ αὐτῶν καὶ δεικνύοι ταῦτα, ἐκ πρώτων αὐτὰ δεικνύναι
(τοιαῦται γὰρ αἱ ἐπιστημονικαί τε καὶ ἀποὸ̀ικτικ̀αὶ δείξεις), μηδὲν δὲ ἔχειν
τῶν ἀρχῶν πρῶτον. τὰς οὖν δεομένας τῶν ἀρχῶν τῶν κατὰ τὰς ἐπιστή
δι’ ἐνδόξων τινῶν <δεῖ> δείκνυσθαί τε καὶ πιστοῦσθαι· τὸ δὲ διὰ
συλλογίζεσθαι διαλεκτικῆς ἴδιον. ἴδιον δὲ αὐτῆς καὶ ἡ δι’ επαγωγῆς
τοῦ προκειμένου σύστασις, ὡς προϊὼν ἐρεῖ· μάλιστα δὲ τὸ πιστὸν
ταῖς ἀρχαῖς δι’ ἐπαγωγῆς περιγίνεται. ὡς διαλεκτικὸς οὖν περὶ τῶν ἀρχῶν
τῶν ἰδίων ὁ ἐπιστήμων ἐρεῖ, ἢ ὁ διαλεκτικὸς ὑπὲρ αὐτοῦ. εἰ δὲ
πρὸς τὰ πρῶτα καὶ τὰς καθ’ ἑκάστην ἐπιστήμην ἀρχάς ἐστι χρήσιμος,
εἴη ἄν, ὡς εἶπε, καὶ πρὸς φιλοσοφίαν τε καὶ τὰς ταύτης ἀρχάς, παρεχομένη
καὶ ταύτῃ τὸ χρήσιμον. καὶ οὕτως ἂν δύναιτο καὶ τὸ τέταρτον
τοῦτο ὑπάγεσθαι τῷ πρὸς φιλοσοφίαν χρησίμῳ, προσκεῖσθαι δὲ αὐτῷ τὸ
ὅτι ὁμοίως φιλοσοφίᾳ κατὰ τοῦτο καὶ πρὸς ἄλλας ἐπιστήμας ἐστὶ χρήσιμος
ἡ διαλεκτική. καὶ αὐτὸς δὲ πολλάκις δεικνύς τινα τῶν κατὰ φιλοσοφίαν
προστίθησι τὸ “λογικῶς” λέγων διαλεκτικῶς, ὡς δεομένων τινῶν τῶν κατὰ
φιλοσοφίαν καὶ τοιούτων δείξεων. οἵα ἐστὶ καὶ ἡ τοιαύτη· ‘πᾶν σῶμα ἐπιπέδῳ
ὥρισται’, ὅ ἐστιν ἔνδοξον διὰ τὸ κεῖσθαι σώματος πέρας εἶναι τὴν
ἐπιφάνειαν, ᾧ ἐχρήσατο ἐν Φυσικοῖς δεικνὺς ὅτι μὴ ἔστιν ἄπειρόν
σῶμα· ᾧ προσθεὶς τὸ ‘οὐδὲν δὲ ὡρισμένον ἄπειρον᾿ ‘οὐδὲν ἄρα σῶμα
ἄπειρον᾿ συνήγαγεν. ὅτι δὲ διαλεκτικοῦ ἐστι τὸ περὶ ἀρχῶν λέγειν, ἐντεῦθεν
δῆλον ἄν γένοιτο. ὁ γεωμέτρης τίθεται μὲν ἐν ταῖς ἀρχαῖς καὶ τὸ ἐπιφάνειαν
εἶναι ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, τίθεται δὲ καὶ γραμμὴν μῆκος
ἀπλατές, καὶ σημεῖον οὗ μέρος οὐδέν. ἐνίστανται δὲ πρὸς ταῦτά τινες λέγοντες
μήτε τι μέγεθος δύνασθαι διαστήματα δύο ἔχειν μόνα, ἔτι δὲ ἧττον ἕν.
ἀλλὰ μηδὲ σημεῖόν τι ὅλως εἶναι· μηδὲν γὰρ εἶναι ὃ μήτε ἀφαιρούμενον
μειοῖ τι μήτε προστιθέμενον αὔξει, ὡς ὁ Ἐλεάτης ἔλεγε Ζήνων· ἀδιαστάτου
γὰρ μηδὲ φαντασίαν τινὰ δύνασθαι λαβεῖν. γεωμετρικῶς μὲν οὖν οὐχ
οἷόν τέ τι τούτων ὡς ὂν δεῖξαι. ὁ δὲ δι·αλεκτικὸς οὐκ ἀπορήσει δι’ ἐνδόξων
αὐτὰ συστῆσαι. λαβὼν γὰρ ἔνδοξον τὸ τὴν ἐπιφάνειαν πέρας εἶναι
τοῦ σώματος καὶ τὸ τὸ πέρας εἶναι ἄλλο τοῦ οὗ ἐστι πέρας, καὶ τοῦτο
τῇ ἐπαγωγῇ συστήσας συνάγει τὴν ἐπιφάνειαν ἄλλην εἷναι σώματος, τοῦτ’
τρεῖς· ἦν γὰρ ἂν οὕτως ἡ αὐτὴ τῷ σώματι· ἐν τούτῳ γὰρ ἐκείνῳ
τὸ εἶναι· ἀλλὰ μὴν ὁρᾶται μῆκος καὶ πλάτος ἔχουσα· ἀδύνατον ἄρα αὐτὴν
βάθος ἔχειν· τὰς δύο ἄρα μόνας ἔχει διαστάσεις, μῆκος καὶ πλάτος.
τῷ δ’ αὐτῷ λόγῳ χρώμενος δείξει καὶ τὴν γραμμὴν μῆκος ἀπλατές·
πέρας γὰρ οὖσα ἐπιφανείας ἐπιφάνεια οὐκ ἔστιν· ἀλλὰ μὴν ὁρᾶται μῆκος
ἔχουσα· ἀπλατὲς ἄρα μῆκος ἔσται. καὶ ἡ στιγμὴ δέ, ἐπεὶ τῆς γραμμῆς
μῆκος ἐχούσης ἓν μόνον πέρας ἐστὶν ἕτερον αὐτῆς ὄν, οὐδὲ ταύτην ἄν
ἔχοι τὴν διάστασιν· ὃ δὲ μὴ ἔχει μῆκος, τοῦτο ἀδιάστατον· πᾶσα γὰρ
διάστασις μετὰ μήκους. ἔνεστι καὶ οὕτως περὶ τοῦ σημείου λέγειν ἐνδόξως·
τὸ σημεῖον, εἰ διέστηκεν, ἤτοι ἐφ’ ἓν διέστηκεν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία·
ἀλλ’ εἰ μὲν ἐπὶ τρία, σῶμα ἔσται· εἰ δ’ ἐπὶ δύο, ἐπιφάνεια· εἰ δὲ ἐφ’
ἕν, γραμμή· ἀλλ’ οὐδέν ἐστι τούτων· τὸ σημεῖον ἄρα ἀδιάστατον. ἔστι
καὶ οὕτως· πᾶν πέρας μεγέθους τινὸς ἑνὶ διαστήματι ἐλαττοῦται αὐτοῦ,
ὥσπερ ἡ ἐπιφάνεια μὲν σώματος (τούτου γὰρ αὕτη πέρας), ἡ γραμμὴ δὲ
τῆς ἐπιφανείας· ἔστι δὲ καὶ τὸ σημεῖον πέρας τῆς γραμμῆς· ἐλαττοῦται
ἄρα καὶ τοῦτο τῆς γραμμῆς διαστήματι· ἀλλὰ μὴν ἓν εἶχεν ἡ γραμμὴ
διάστημα· οὗ τὸ πέρας αὐτῆς ἀπολειπόμενον ἀδιάστατον ἄν εἴη. καὶ οὕτως·
ἡ ἀρχὴ οὐδέπω ἐστὶ τοῦτο οὗ ἐστιν ἀρχή· ἀλλὰ μὴν τὸ σημεῖον
ἀρχὴ τοῦ πρώτου διαστήματος· τοῦτο δέ ἐστι τὸ μῆκος· ἀδιάστατον ἄρα
τὸ σημεῖον. ὅτι δὲ καὶ ἔστι τι τὸ σημεῖον, οὕτως ἂν δεικνύοιτο διαλεκτικῶς·
παντὸς πεπερασμένου πέρας τί ἐστι· τὸ δὲ πέρας ἄλλο ἐστὶ τοῦ
οὗ ἐστι πέρας· οὐ γὰρ ταὐτὸν τὸ πέρας τε καὶ τὸ οὗ πέρας· καὶ τῆς
γραμμῆς δὲ τῆς πεπερασμένης ἐστί τι πέρας καὶ ἄλλο τῆς γραμμῆς· ἀλλὰ
μὴν εἰ μὴ γραμμή, σημεῖον· οὐ γὰρ δὴ ἐπίπεδον ἢ σῶμα οἷόν τε λέγειν
τὸ τῆς γραμμῆς πέρας· μόνα δὲ ἐν διαστήματι ταῦτα. ὁμοίως ἂν ὁ διαλεκτικὸς
καὶ περὶ μονάδος, ὅτι ἐστὶν ἀμερής, δεικνύοι· ᾧ καταμετρεῖται
πᾶς ἀριθμός, ἐκεῖνο ἐλάχιστόν ἐστιν ἐν ἀριθμῷ· μονάδι δὲ πᾶς ἀριθμὸς
καταμετρεῖται· ἐλάχιστον ἄρα ἐν ἀριθμῷ ἡ μονάς· καὶ ἀμερὲς ἄρα. καὶ
οὕτως· ὃ ἐν ἀριθμῷ ὂν μή ἐστιν ἀριθμός, τοῦτο ἀδιαίρετόν ἐστι· | τοιοῦτον 19
δὲ ἡ μονάς.
Τὸ δὲ τοῦτο δὲ ἴδιον ἢ μάλιστα οἰκεῖον τῆς ἐστι, τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι, εἶπεν ἤτοι διὰ τὴν ῥητορικήν, ἐπειδὴ καὶ αὕτη διὰ τούτων, ἢ ὅτι καὶ ὁ φιλόσοφός ποτε διὰ τοιούτων δείκνυσί τινα, ὡς προείρηται.
Ἐξεταστικὴ γὰρ οὖσα πρὸς τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχει.
Ὅτι μὲν μεθόδους καὶ τὰς ἐπιστήμας καὶ τὰς τέχνας λέγει, γνώριμον
ἐποίησεν αὐτός· εἰπὼν γὰρ “ἔτι δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην
ἐπιστήμην” τὰς ἐπιστήμας μεταλαβὼν μεθόδους εἶπεν. ἐξεταστικὴ
ἀντὶ τοῦ ‘ζητητικὴ καὶ ἐπιχειρηματική᾿.
Ἕξομεν δὲ τελέως τὴν μέθοδον, ὅταν ὁμοίως ἔχωμεν.
Εἰπὼν τίς ἐστιν ὁ ἔνδοξος συλλογισμός, καὶ ὅτι ἡ διαλεκτικὴ περὶ
τὸν τοιοῦτον συλλογισμόν, δείξας δὲ καὶ πρὸς πόσα καὶ τίνα χρήσιμός ἐστι,
νῦν λέγει τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς, καὶ πότε καὶ πῶς ἔχοντες τελείως
ἔχομεν τὴν μέθοδον. δυνάμεις δὲ εἶπε τὴν ἰατρικὴν καὶ τὴν
κυβερνητικήν τε καὶ διαλεκτικήν, ἤτοι ὅτι ἔνεστιν αὐταῖς καὶ εὖ καὶ κακῶς
χρῆσθαι, ἢ μᾶλλον ὅτι στοχαστικαὶ οὖσαι οὐ κατὰ ὡρισμένα τινὰ προίασιν,
ἀλλὰ δεῖ καὶ οἰκείας συνέσεως αὐταῖς πρὸς τὸ ἁρμόσασθαί τε τὰ
προσπίπτοντα καὶ τάξαι τὰ γινόμενά τε καὶ λεγόμενα ὥστε ταχθέντα
χρήσιμα γενέσθαι. ἢ μᾶλλον δυνάμεις κοινότερον τὰς τέχνας, ὡσανεὶ ἕξεις
ἔλεγεν αὐτάς, καὶ εἴη ἂν ‘τῶν τοιούτων τεχνῶν’, τοῦτ’ ἔστι τῶν στοχαστικῶν.
φησὶ δὴ τότε ἡμᾶς τελείως ἕξειν αὐτήν, ὅταν τῶν ἐνδεχομένων
εἰς τὸ προκείμενον ἐνδόξως ἐπιχειρηθῆναι μηδὲν παραλίπωμεν· οὐδὲ γὰρ τὸ
πάντως εἰς ἀντίφασιν περιαγαγεῖν τὸν διαλεγόμενον ἔργον τοῦ διαλεκτικοῦ,
ὥσπερ οὐδὲ τοῦ ῥήτορος τὸ πεῖσαι, ἀλλὰ καὶ τούτου τὸ μηδὲν τῶν εἰς
πίστιν τοῦ προκειμένου πιθανῶν παραλιπεῖν. οὕτως δὲ ἔχει καὶ ἐπὶ ἰατρικῆς
τε καὶ κυβερνητικῆς καὶ πασῶν τῶν στοχαστικῶν τεχνῶν. τοῦ τε γὰρ
οἱ ἰατροί, ὅταν μεῖζον ᾖ τὸ πάθος τῆς ἰατρικῆς βοηθείας ἡ μὴ
σημειώσει ὑποπεσεῖν ῥᾴδιον· ὁμοίως καὶ ἐπὶ κυβερνητικῆς. ὁ αὐτὸς δὴ
λόγος καὶ ἐπὶ ῥητορικῆς τε καὶ διαλεκτικῆς· πολλάκις γὰρ τὸ μὴ εὐπορεῖν
ἐπιχειρήματος ἢ πρὸς τὸ συλλογίζεσθαι τὸ προκείμενον ἢ πρὸς τὸ πεῖσαι
τοὺς ἀκούοντας παρὰ τὴν τοῦ προβλήματος γίνεται φύσιν, ἀλλ’ οὐ παρὰ
τὸν διαλεκτικὸν ἢ τὸν ῥήτορα. ἐπὶ γὰρ τῶν τοιούτων τεχνῶν οὐκ ἀπὸ
τῶν ἐπιγινομένων τελῶν ἡ κρίσις, ὡς γίνεται ἐπὶ οἰκοδομικῆς τε καὶ ὑφαντικῆς
καὶ τῶν ἄλλων τῶν ποιητικῶν τεχνῶν, ἐφ’ ὧν κατά τινας ὡρισμέ-
νας τε καὶ τεταγμένας ὁδοὺς ἡ κατ’ αὐτὰς ἐνέργεια γίνεται πᾶσι, καὶ οὐχ
οἷόν τε καὶ ἀπὸ τύχης αὐτῶν τὸ ἔργον γενέσθαι· ἐν γὰρ ταύταις τέλος
τὸ προκείμενον ἔργον τῷ ἕπεσθαι τὸ ἔργον τοῖς χάριν αὐτοῦ γινομένοις·
διὸ τοῦ καλῶς καὶ τεχνικῶς γεγονέναι τὰ πρὸ αὐτοῦ σημεῖον τὸ ἔργον
γίνεται. ἐν δὲ ταῖς στοχαστικαῖς τῶν τεχνῶν οὐ πάντως ἐπὶ γινομένοις
τοῖς κατὰ τέχνην ἀπαντᾷ τὰ ὧν χάριν ἐκεῖνα γίνεται. αἴτιον δὲ τὸ ἐν
ταύταις καὶ ἀπὸ τύχης τινὰ γίνεσθαι καὶ μὴ ὡρισμένα εἶναι δι’ ὧν τὰ
ὑπ’ αὐτῶν γινόμενα γίνεται. διὸ οὐκ ἔστι τὸ γινόμενον ὑπὸ τῶν τεχνῶν
τῶν τοιούτων τέλος τῶν τεχνῶν, ὥσπερ ἐν αἷς δι’ ὡρισμένων τινῶν γίνεταί
τι καὶ χωρὶς τούτων οὐκ ἂν γένοιτο· ἐν ταύταις γὰρ τὸ ἔργον τέλος τε
καὶ σημεῖον [ὄν], ὡς εἶπον, τοῦ πάντα κατὰ τὴν τέχνην γεγονέναι· οὐ γὰρ ἄν
ἄλλως ἐγένετο. ἢ ἔργον μὲν ἐν πάσαις ταῖς τέχναις ἡ κατὰ τὴν ἕξιν τε
καὶ τέχνην κατὰ τὰ οἰκεῖα ἐνέργεια γινομένη διὰ τῶν οἰκείων ὀργάνων·
τέλος δέ, ἐν αἷς καὶ ποιᾶς ὕλης ἀλλ’ οὐ τῆς τυχούσης τινὸς χρεία, οὐ τὸ
ἔργον μόνον ἀλλὰ τὸ μετὰ τοῦ ἔργου καὶ ταῦτα ἔχον. τοῦ γὰρ ἰατροῦ
ἔργον μὲν τὸ ποιῆσαι πάντα τὰ ἐνδεχόμενα γενέσθαι κατὰ τὴν τέχνην πρὸς τὸ
σωθῆναι τὸν κάμνοντα, τέλος δὲ τὸ σῶσαι, οὗ χάριν καὶ ταῦτα ποιεῖ, ὃ
τὸ καλὸν καὶ ἀγαθὸν εἶναι. |
Πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ μέθοδος.
εἰπὼν πρῶτον τὰ περὶ τῆς διαλεκτικῆς (ταῦτα δὲ ἦν ἡ πρόθεσις
τῆς μεθόδου, ἡ πρὸς τὰς ἄλλας τὰς συλλογιστικὰς μεθόδους αὐτῆς διαφορά,
τὸ χρήσιμον τὸ ἀπ’ αὐτῆς, ἡ τοῦ τέλους ἐπίκρισις) ἀκολούθως
λοιπὸν λέγει περὶ τούτων ἐξ ὧν αὐτῇ τὸ εἶναι, καὶ ἐπὶ τὸν περὶ τούτων
μέτεισι λόγον ζητῶν ἐν τίσιν αὐτῇ τὸ εἶναι, καὶ ἐκ τίνων συνέστηκε, καὶ
περὶ τίνα χρὴ σπουδάζειν τὸν ἐσόμενον διαλεκτικόν, καὶ τίνα εἰδότες τε
καὶ ποιεῖν δυνάμενοι ἐσόμεθα διαλεκτικοί. τὴν μὲν γὰρ κτῆσιν τῶν χρησίμων
ἡ γνῶσις ἡμῖν παρέξει ἡ τοῦ ἐν τίσιν αὐτῇ τὸ εἶναι, τὴν δὲ χρῆσιν
τούτων ἡ παράδοσις τῶν τόπων. πρῶτον οὖν φησι δεῖν θεωρῆσαι ἐκ τίνων
ἐστὶν ἡ μέθοδος. ὃ προσθεὶς ἐπιφέρει εἰ δὴ λάβοιμεν πρὸς
πόσα καὶ ποῖα καὶ ἐκτίνων οἱ λόγοι, καὶ πῶς τούτων εὐπορήσομεν,
ἔχοιμεν ἄν ἱκανῶς τὸ προκείμενον, τὸ θεωρῆσαι ἐκ τίνων
ἡ μέθοδος. εἰ γὰρ μὴ περιληφθείη τισὶν εἴδεσι τὰ ἐξ ὧν καὶ ἐν
οἷς ἡ μέθοδος, οὔτ’ ἄν μάθησις αὐτῶν οὔτε γνῶσις γενέσθαι δύναιτο·
τὰ γὰρ καθ’ ἕκαστα ἄπειρα. εἴη δ’ ἄν τὸ λεγόμενον ‘εἰ εἰδείημεν ἐκ
τίνων ἡ διαλεκτικὴ μέθοδος, καὶ ἐν τίσιν αὐτῇ τὸ εἶναι, καὶ μάθοιμεν
πρὸς πόσα τε καὶ τίνα οἱ κατὰ ταύτην συλλογισμοὶ γίνονται καὶ ἐκ τίνων’.
ἔστι δὲ τὸ μὲν πρὸς πόσα τε καὶ ποῖα εἰρημένον περὶ τῶν προβλημάτων,
ὡς ἐρεῖ· περὶ γάρ τινος προκειμένου προβλήματος ὁ διαλεκτικὸς τὸν
λόγον κινεῖ καὶ τὸν συλλογισμὸν ποιεῖται. δεῖ οὖν εἰδέναι πόσα τε καὶ
τίνα ἐστὶ τὰ γένη τῶν προβλημάτων τῶν διαλεκτικῶν. τὸ δ’ ἐκ τίνων
περὶ τῶν προτάσεων. οὐχ ἀπλῶς δὲ σημαίνοι ἂν τὸ ἐκ τίνων τὸ ὅτι ἐκ
προτάσεων, ἀλλὰ λέγοι ἄν καὶ ἐπὶ τούτων τὸ ‘ἐκ πόσων καὶ τίνων᾿· οὐ
προβλήματα τὰ διαλεκτικὰ πόσα ἐστὶ καὶ ποῖα (πόσα μὲν τῷ γένει δῆλον
ὅτι, ποῖα δὲ ἀντὶ τοῦ ‘τίν᾿· οὐδέπω γὰρ οἶδε τίνα ἐστὶ τὰ γένη τῶν
προβλημάτων ὁ μόνον εἰδὼς ὅτι τέσσαρα), εἰδῶμεν δὲ καὶ τὰς προτάσεις
ἐξ ὧν οἱ πρὸς τὰ τοιαῦτα προβλήματα γίνονται συλλογισμοί (λόγους γὰρ
λέγοι ἂν τοὺς συλλογισμούς, ἢ καὶ τὰς ἐπαγωγάς· καὶ γὰρ ὁ ἐπακτικὸς
λόγος διαλεκτικός, ὡς ἐρεῖ), πρὸς δὲ τούτοις εἰ εἰδείημεν καὶ ταῦτα
δι’ ὧν οἷόν τέ ἐστιν εὐπορεῖν τούτων (λέγοι δ’ ἄν τοῦτο ἤτοι καὶ περὶ
τῶν προβλημάτων καὶ τῶν προτάσεων, ἐπεὶ μὴ πᾶν πρόβλημα διαλεκτικόν,
ἀλλὰ τὸ τοιοῦτον οἷον ἐρεῖ προελθών· ἢ περὶ τῶν προτάσεων, δι’ ὧν οἱ
συλλογισμοί, μόνον λέγει τὸ πῶς τούτων εὐπορήσομεν· ἐν γὰρ τῇ τῶν
προτάσεων εὐπορίᾳ τὸ πλεῖστον τοῦ συλλογίζεσθαι· ἢ λέγοι ἂν τὸ καὶ πῶς
τούτων εὐπορήσομεν περὶ τῶν διαλεκτικῶν λόγων, τοῦτ’ ἔστι τῶν τε
συλλογισμῶν καὶ τῶν ἐπαγωγῶν), εἴημεν ἂν τεθεωρηκότες ἐκ τίνων ἡ
μέθοδός ἐστιν ἡ διαλεκτική. ὅτι γὰρ τοῦτο λέγειν δοκεῖ διὰ τοῦ καὶ πῶς
τούτων εὐπορήσομεν (τῶν γὰρ λόγων περὶ ὧν προείρηκεν, ἀλλ’ οὐ
τῶν προβλημάτων τε καὶ τῶν προτάσεων), δηλοῖτο ἄν ἐκ τοὐ μετὰ τὸ
εἰπεῖν αὐτὸν περί τε τῶν προβλημάτων τῶν διαλεκτικῶν καὶ τῶν προτάσεων
καὶ τί ἐστιν ἑκάτερον αὐτῶν ἐπιδεῖξαι, ὅτι πᾶν τὸ διαλεκτικὸν πρόβλημα,
ὁμοίως δὲ καὶ πρότασις, ἢ περί τινος τῶν “πρὸς αἵρεσιν ἢ φυγὴν’’
τὴν ἀναφορὰν ἐχόντων ἐστὶν ἢ περί τινος τῶν “πρὸς ἀλήθειαν καὶ γνῶσιν’’
ἢ περί τινος τῶν συνεργῶν πρός τι τούτων, λέγειν αὐτὸν “τὰ δὲ ὄρ.γανα
δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέτταρα’’. τοῦτο γὰρ εἰρηκέναι
δοκεῖ ἀποδιδοὺς πρὸς τὸ καὶ πῶς τούτων εὐπορήσομεν· διὰ
γὰρ τῶν ὀργάνων καὶ τῶν τόπων ἡ τούτων εὐπορία. ἢ καὶ ἡ τῶν προτάσεών
τε καὶ τῶν προβλημάτων εὐπορία εἰς τὴν τῶν συλλογισμῶν εὐπορίαν
συντελεῖ, ὡς ἐρεῖ καὶ αὐτὸς προελθών. δύναται δὲ τὸ πρῶτον οὖν θεωρητέον
ἐκ τίνων ἐστὶν ἡ μέθοδος ἴσον τῷ ‘πρῶτον οὖν θεωρητέον
ἐκ τίνων ὄν τις διαλεκτικὸς γένοιτο’· ὁ γὰρ εἰδὼς ἐν τίσι τῇ διαλεκτικῇ
τὸ εἶναι οἶδε καὶ διὰ τίνων ἄν τις διαλεκτικὸς γένοιτο. πρῶτον
γὰρ δεῖ δεικνύναι ἐκ τίνων οἷόν τε γενέσθαι διαλεκτικόν, ἔπειτα μετιέναι
ταῦτα πρὸς τὸ γενέσθαι διαλεκτικόν· οὐ γὰρ αὔταρκες τὸ εἰδέναι ἐν τίσιν
παράδοσις, καθ’ οὓς ἡ χρῆσις αὐτῶν. δύναται καὶ τὸ εἰ δὴ λάβοιμεν
πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι μὴ περὶ τῶν
συλλογισμῶν λέγειν μόνον ἀλλὰ καὶ κοινότερον περὶ τῶν λόγων τῶν διαλεκτικῶν.
γίνονται μὲν γὰρ ὁμολογουμένως περὶ τῶν προβλημάτων οἱ συλλογισμοὶ
τῶν διαλεκτικῶν· ἡ γὰρ διαλεκτικὴ πρότασις “ἐρώτησίς ἐστιν ἀντιφάσεως”·
ἐξ ἐρωτήσεως δὲ οὐδεὶς γίνεται συλλογισμός, ἀλλ’ ἐκ τῆς πρὸς
τὴν τοιαύτην ἐρώτησιν ἀποκρίσεως· τοῦτο γὰρ ἤδη πρότασίς ἐστι συλλογιστική·
λέγει δὲ νῦν οὐ περὶ τῶν τοιούτων προτάσεων ἀλλὰ περὶ τῶν
διαλεκτικῶν, αἵ εἰσιν ἐρωτήσεις· διὰ τοῦτο γοῦν λέγει ἴσα καὶ τὰ αὐτὰ
εἶναι τὰ προβλήματα καὶ τὰς προτάσεις καὶ τῷ τρόπῳ μόνῳ διαφέρειν
τὴν πρότασιν καὶ τὸ πρόβλημα. εἴη ἄν οὖν τὸ λεγόμενον ἱεῖ λάβοιμεν
πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ διαλεκτικοὶ γίνονται
λόγοι’ . ἢ εἰ καὶ μὴ ἐξ αὐτῶν τῶν διαλεκτικῶν προτάσεων συντιθεμένων
οἱ συλλογισμοί, ἀλλ’ ἀπὸ τούτων γε καὶ αἱ πρὸς τὸν γινόμενον συλλογισμὸν
προτάσεις λαμβάνονται· ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις
ἐστὶν ἐξ ἧς ὁ συλλογισμός, ἣν καὶ λῆμμα λέγουσιν. ἡ τὸ εἰ δὴ λάβοιμεν
πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι εἰπών, οὐ περὶ
τῶν διαλεκτικῶν λόγων τὸ ἔστι δὲ ἀριθμῷ ἴσα καὶ τὰ αὐτὰ λέγει
ὠὰ κοινῶς καὶ καθόλου. ἁπλῶς μὲν γὰρ ἴσα καὶ τὰ αὐτὰ αἱ προτάσεις
καὶ τὰ προβλήματα τὰ τοιαῦτα, ὁποῖά ἐστι τὰ ἐν ἀντιφάσει προτεινόμενά
τε καὶ προβαλλόμενα· οὐκέτι δὲ τὰ διαλεκτικὰ προβλήματα τὰ αὐτὰ ταῖς
διαλεκτικαῖς προτάσεσιν, ὡς προελθὼν δείξει. δείξας γὰρ τοῦτο καθόλου,
πόσα γένη τῶν προτάσεων τε καὶ τῶν προβλημάτων, καὶ τίνι διαφέρει
τὰ προβλήματά τε καὶ αἱ προτάσεις, ὕστερον ἀπὸ τούτων ἀποκρίνει
τὰ διαλεκτικὰ προβλήματα καὶ τὰς διαλεκτικὰς προτάσεις. ἀλλὰ καὶ ἡ
πρότασις περὶ ἧς νῦν λέγει, ἥν φησι τὴν αὐτὴν εἶναι τῷ προβλήματι, ἢ
οὐ διαλεκτική ἐστιν (ἡ γὰρ διαλεκτικὴ πρότασις “ἐρώτησις ἀντιφάσεως”), ἢ
οὐχ ἁπλῶς, ἀλλ’ ἐν ταύτῃ μέν ἐστιν ἡ διαλεκτική, γίνεται δὲ διαλεκτική,
ὅταν τὸ ἔνδοξος εἶναι προσλάβῃ. καὶ εἴη ἄν πᾶν μὲν τὸ οὕτως
δοξος.
εἰπὼν δὲ τὸ δεῖν εἰδέναι τὸν ἐσόμενον διαλεκτικὸν πρὸς τίνα καὶ
πόσα οἱ διαλεκτικοὶ λόγοι γίνονται καὶ διὰ τίνων, ἅπερ ἐστὶ τὰ προβλήματα
καὶ αἱ προτάσεις, περὶ αὐτῶν ποιεῖται τὸν λόγον καθόλου, καὶ φησὶν
ἴσα κατ’ ἀριθμὸν καὶ τὰ αὐτὰ εἶναι τὰ προβλήματα, ἅ ἐστι περὶ ὧν οἱ
συλλογισμοί, καὶ τὰς προτάσεις, αἵ εἰσιν ἐξ ὧν οἱ λόγοι, αἳ αἴτιαι καὶ τῶν
συλλογιστικῶν προτάσεων· ἐκ τούτων γὰρ οἱ συλλογισμοί. εἰπὼν δὲ καὶ
ταῦτα ἴσα εἶναι, τά τε περὶ ὧν οἱ λόγοι καὶ τὰ ἐξ ὧν οἱ λόγοι, καὶ δηλώσας
τίνα περὶ ὧν οἱ λόγοι, ὅτι τὰ προβλήματα, τίνα δὲ ἐξ ὧν οἱ λόγοι,
ὅτι αἱ προτάσεις, ὅτι ταῦτα ἴσα τε καὶ τὰ αὐτά ἐστι, δείκνυσι λέγων πᾶσα
δὲ πρότασις καὶ πᾶν πρόβλημα. εἰ γὰρ τῶν αὐτῶν δηλωτικὰ καὶ ἐν
τοῖς αὐτοῖς ἥ τε πρότασις καὶ τὸ πρόβλημα, ἔτι δέ, ὡς προσθήσει, τῷ
τρόπῳ τῆς ἐκφορᾶς τῆς κατὰ τὴν λέξιν μόνον αὐτοῖς ἡ διαφορά (τὸ γὰρ
αὐτὸ ἐρώτημα μετὰ μὲν τοῦ ‘πότερον’ λεγόμενον πρόβλημά ἐστι, μετὰ δὲ
τοῦ ‘ἆρά γε’ πρότασις), φανερὸν ὅτι ἴσα τε καὶ τὰ αὐτά ἐστι τά τε προβλήματα
τὰ διαλεκτικὰ καὶ αἱ προτάσεις αἱ διαλεκτικαί· περὶ γὰρ τούτων
ὁ λόγος αὐτῷ. διαιρεῖ δὲ τὰ γένη τῶν διαλεκτικῶν προβλημάτων καὶ
δείκνυσι τίνα, εἰς μέθοδον ἀνάγων αὐτά. καὶ πρῶτον μὲν εἰς τρία ἡ διαίρεσις
αὐτῶν γίνεται, εἰς γένος, εἰς ἴδιον, εἰς συμβεβηκός· ἔπειτα τὸ ἴδιον
τέμνων εἴς τε τὸν ὁρισμὸν καὶ τὸ παρὰ τὸν ὁρισμὸν ἴδιον ὁμωνύμως τῷ
κοινῷ ἰδίῳ λεγόμενον τέσσαρα ὄντα τῷ γένει δείξει τὰ προβλήματα. τοῦ
δὲ τοσαῦτά τε καὶ τοιαῦτα εἶναι τὰ διαλεκτικὰ προβλήματα νῦν μὲν πίστιν
λαμβάνει τὴν ἐξ ἐπαγωγῆς, ὅτι, εἰ πάν πρόβλημα καὶ πᾶσα πρότασις τούτων
τι σημαίνει καὶ μηδὲν παρὰ ταῦτα ὑπὸ προβλήματός τινος δηλοῦται,
εἴη | ἂν ταῦτά τε καὶ τοσαῦτα γένη τῶν προβλημάτων. πειράσεται δὲ
αὐτὸ προελθὼν δεῖξαι καὶ διὰ συλλογισμοῦ. ὃν μὲν οὖν αὐτὸς τίθησιν,
ἐροῦμεν, ὅταν καὶ αὐτὸς αὐτοῦ μνημονεύῃ. ἔνεστι δὲ καὶ οὕτως συλλογίσασθαι·
πὰν πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχει κατηγορούμενον,
ὃς κατηγορεῖται κατά τινος ὅρου ὑποκειμένου αὐτῷ· πᾶς δὲ ὅρος
κατηγορούμενος κατά τινος ὅρου ὑποκειμένου αὐτῷ ἢ ἐν τῇ οὐσία κατη-
τὸ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενον καὶ τὸ μὴ ἢ ὡς ὅρος κατηγορεῖται
ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς καὶ οὐκ ἄλλως. πᾶν ἄρα πρόβλημα
διαλεκτικὸν ὅρον τινὰ ἔχον κατηγορούμενόν τινος ἢ ὡς ὅρον ἢ ὡς
γένος ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς ἔχει καὶ οὐκ ἄλλως. τὸ μὲν γὰρ ἐν
τῇ οὐσίᾳ κατηγορούμενον, εἰ ἐπ’ ἴσης, [ὁ] ὁρισμός ἐστιν αὐτοῦ, εἰ δ’
πλέον, γένος. καὶ γὰρ ἡ διαφορὰ τοιοῦτον· οὐδὲν γὰρ ἐπ’ ἔλαττον ὄν
τινος κατηγορεῖται αὐτοῦ κατὰ φύσιν. ὥστε εἴη ἂν καὶ τὰ ἐν τῇ οὐσίᾳ
κατηγορούμενα τοῦ ὑποκειμένου, ὡς ἔλεγον, ἡ ὡς ὁρισμοὶ κατηγορούμενα
ἡ ὡς γένη κατηγορούμενα. εἰ δὲ μὴ ἐν τῇ οὐσίᾳ τὸ κατηγορούμενον εἴη
ἰοῦ ὑποκειμένου, ἢ μόνῳ καὶ παντὶ ὑπάρχει αὐτῷ καὶ ἀντικατηγορεῖται
αὐτοῦ, καὶ ἔστιν ἴδιον, ἢ οὗτε μόνῳ οὔτε παντί, καὶ ἔστι συμβεβηκός. καὶ
παρὰ ταῦτα οὐχ οἷόν τε ἄλλον κατηγορίας τρόπον γενέσθαι κατὰ φύσιν·
ἔοικε γὰρ τὸ ἴδιον τοῦ συμβεβηκότος διαφέρειν μόνῳ τῷ παντὶ καὶ μόνῳ
ὑπάρχειν. ὥστε πᾶν πρόβλημα σημαίνειν διὰ τοῦ κατηγορουμένου ἀνάγκη
ἡ γένος ἡ ὅρον ἢ ἴδιον ἡ συμβεβηκός. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν πρώτω
σχήματι. ἀλλὰ περὶ μὲν τούτου ἔτι μᾶλλον προϊόντες εἰσόμεθα· καὶ γὰρ
αὐτὸς αὐτὸ δείξει διὰ συλλογισμοῦ ἄλλου παρ’ ὃν νῦν ἡμεῖς εἰρήκαμεν.
εἰπὼν δὲ πᾶν πρόβλημα καὶ πᾶσαν πρότασιν δηλοῦν ἢ γένος ἢ ὅρον
ἢ ἴδιον ἢ συμβεβηκός. ἐπεὶ δύναται καὶ διαφορᾶς εἶναι τὸ κατηγορούμενον
δηλωτικόν, ἵνα μή τις οἰηθῇ ἔξω πίπτειν τὴν διαφορὰν τῶν εἰρημένων
καὶ μὴ γεγονέναι αὐτῷ τὴν τῶν προβλημάτων διαίρεσιν ὁλόκληρον,
προσέθηκε γὰρ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ
τακτέον. διὰ τί δὲ ἡ διαφορὰ γενική; ὅτι ἐν τῇ οὐσίᾳ ἐστὶ τούτου οὗ
κατηγορεῖται, ὥσπερ καὶ τὸ γένος, καὶ ἔστιν ἄμφω συμπληρωτικὰ τοῦ εἶναι
ἑκάστου ὧν ἐστιν οἰκεῖα. ἔτι τε ἐπὶ πλέον ἐστὶ καὶ αὕτη καὶ κατὰ
πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται. μόνῳ γὰρ τῷ μὴ ἐν τῷ
τί ἐστι κατηγορεῖσθαι ἡ διαφορὰ τοῦ γένους διαφέρει, ἐπεὶ καὶ ἡ διαφορὰ
δοκεῖ καὶ καθ’ αὑτὴν λαμβανομένη τοῦ εἴδους εἶναι μᾶλλον ἀλλ’ οὐ τοῦ
δὲ τὰ εἴδη. δεῖ οὖν τὰ ὑποκείμενα τοιαῦτα εἶναι. εἰ δὲ εἴη τὸ εἶδός τις
κατηγορῶν, ἄτομον ἄν τὸ ὑποκείμενον λαμβάνοι, οὗ οὔτε διαφορά ἐστιν
οὔτε ὁρισμός. εἰ δὲ καὶ περὶ εἴδους τινὸς πρόβλημα εἴη τὴν ζήτησιν ἔχον,
πρόδηλον ὅτι γενικὸν τὸ τοιοῦτον· καὶ γὰρ κατὰ πλειόνων καὶ τὸ εἶδος,
καὶ ἐν τῷ τί ἐστιν καὶ αὐτὸ κατηγορεῖται, ὥσπερ καὶ τὸ γένος, γένη τε
καὶ εἴδη ἐπαλλάσσειν αὐτοῖς ἔθος ὡς κατὰ τῶν αὐτῶν φέρειν αὐτά.
Ἐπεὶ δὲ τοῦ ἰδίου μὲν τὸ τί ἦν εἶναι σημαίνει.
τὴν διαίρεσιν ποιεῖται τοῦ ἰδίου καὶ δείκνυσι δύο εἴδη προβλημάτων τὸ
ἴδιον περιέχον. ἐπεὶ γὰρ τοῦ ἰδίου τὸ μὲν τὸ τί ἦν εἶναι σημαίνει καὶ
τὴν οὐσίαν δηλοῖ τοῦ πράγματος οὗ ἐστιν ἴδιον, τὸ δ’ οὐ σημαίνει, καὶ
ἔστι τὸ τί ἦν εἶναι ὁρισμός, τὸ ἴδιον διῃρήσθω εἴς τε ὁρισμὸν καὶ εἰς τὸ
ἴδιον τὸ μὴ σημαῖνον τὴν οὐσίαν οὗ ἐστιν ἴδιον, ὃ τῷ κοινῷ ὁμωνύμως
καλείσθω ἴδιον. πολλὰ δὲ πρὸς τὰ κοινὰ καὶ τὰ γένη ὁμωνυμίαν ἔχει,
ὡς τὸ μέλαν ᾧ γράφομεν πρὸς τὸ κοινὸν μέλαν, ὡς Ἄνθρωπος Ὀλυμπιονίκης
πρὸς τὸν κοινὸν ἄνθρωπον, ὡς καὶ δικαιοσύνη ἡ κοινή τε καὶ ἡ ἐν
μέρει. εἴη ἂν οὖν ἀπλῶς μὲν τὸ ἴδιον τὸ μόνῳ τε καὶ παντὶ ὑπάρχον·
διαίρεσις δὲ αὐτοῦ κατὰ τὸ ση|μαίνειν τὴν οὐσίαν τοῦ ὑποκειμένου διὰ τοῦ
γειν ὡς ἕκαστον τούτων καθ’ αὑτὸ λεγόμενον πρόβλημα πρότασίς
ἐστιν, ἤτοι τοῦτο λέγων, ὅτι μηδεὶς ὑπολαμβανέτω λέγειν ἡμάς
ὅτι αὐτὰ τὰ ὀνόματα τὰ ῥηθέντα προβλήματά ἐστι (ἐπεί, εἰ εἴπομεν οὕτως,
τέσσαρα τὰ πάντα συμβαίνει γίνεσθαι προβλήματα, ἢ ὅρον ἢ γένος ἢ
ἴδιον ἢ συμβεβηκός· οὐ γὰρ οἷόν τε ὄνομα ἢ πρόβλημα ἢ πρότασιν εἶναι)·
ἵνα γένηται πρόβλημα ἢ πρότασις. ὁ γὰρ εἰπὼν ‘ἄνθρωπός ἐστι ζῷον
πεζὸν δίπουν’ οὔτε πρόβλημα οὔτε πρότασιν εἴρηκε διαλεκτικήν· ὁμοίως
οὐδὲ ὁ εἰπὼν ‘ἄνθρωπος μουσικός ἐστιν’ ἡ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ἢ
‘ὁ ἄνθρωπος γελαστικός ἐστιν’ . ἀλλ’ ἀπὸ τούτων πως σχηματισθέντων
γίνεται τά τε προβλήματα καὶ αἱ προτάσεις· τὸ γὰρ πρόβλημα τὸ ‘πότερον ὁ
ἄνθρωπος ζῷον πεζὸν δίπουν ἐστὶν ἢ οὗ;’ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου
γέγονεν, οὐκ ὂν αὐτοῦ ὁρισμός. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, ὡς αὐτὸς δι’
ὧν ἐπιφέρει δηλοῖ.
Διαφέρει δὲ τὸ πρόβλημα καὶ ἡ πρότασις τρόπῳ.
εἰπὼν τὸ αὐτὸ σημαίνειν τό τε πρόβλημα καὶ τὴν πρότασιν (ἕκαστον
γὰρ αὐτῶν τῶν τεσσάρων προβλημάτων τι σημαίνει) νῦν λέγει τὴν διαφορὰν
αὐτῶν, καθ’ ἣν τὸ μὲν αὐτῶν πρόβλημα τὸ δὲ πρότασις κα-
λεῖται. ἅμα δὲ καὶ πῶς ἀπὸ τῶν προειρημένων τεσσάρων τὰ προβλήματα
γίνεται, δείκνυσι. λέγει δὲ περὶ προτάσεως τῆς διαλεκτικῆς· αὕτη γὰρ
ἐρώτησίς ἐστι. τῷ δὴ τρόπῳ τῷ τῆς ἐκφορᾶς φησιν αὐτοῖς εἶναι τὴν διαφοράν·
τῆς γὰρ ἀντιφάσεως ἄν μὲν τὸ ‘πότερον’ προτάξωμεν, πρόβλημα,
οἷον ‘πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ ;’, ἄν δὲ τὸ ‘ἆρα᾿, πρότασις,
οἷον ‘ἆρα γε ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ;’, ὃ οὐ προσέθηκεν ἐλλιπέστερον
εἰπών. ἔστι δὲ ἣν ἐξέθετο διαφορὰν προβλήματός τε καὶ προτάσεως
κατά τινα χρῆσιν καὶ συνήθειαν· καὶ γὰρ τῷ προβλήματι ἐφαρμόζει
ὁ τῆς προτάσεως τῆς ἐν ἐρωτήσει λόγος· ἐρώτησις γάρ ἐστι τῆς ἀντιφάσεως
καὶ ἐρώτησις, ἐξ ἧς δίδοται τῷ ἀποκρινομένῳ ἑλέσθαι ὁπότερον
βούλεται μέρος τῆς ἀντιφάσεως· τοιοῦτον δὲ καὶ τὸ πρόβλημα. ἢ διαφέροι
ἄν, ὅτι ἡ μὲν πρότασις ἀποκρίσεως ἐστιν αἴτησις τοῦ ἑτέρου μορίου τῆς
ἀντιφάσεως, τὸ δὲ πρόβλημα οὐκ ἀποκρίσεως ἀλλὰ δείξεως τοῦ ἑτέρου μορίου
τῆς ἀντιφάσεως αἴτησίς ἐστιν. διὸ καὶ δοκεῖ πυσματικῇ μὲν ἐρωτήσει
τὸ πρόβλημα ἐοικέναι (αἴτησις γὰρ κατασκευῆς ἐστι καὶ δείξεως καὶ
διαλεκτικοῦ λόγου), διαλεκτικῇ δὲ ἐρωτήσει ἡ πρότασις. ἄν δέ τις τούτῳ
(ἐπὶ μὲν γὰρ τοῦ προβλήματος εἶπε τὸ πότερον τὸ ζῷον πεζὸν δίπουν
ὁρισμός ἐστιν ἀνθρώπου ἢ οὔ; προσθεὶς τὸ ἢ οὔ, ἐπὶ δὲ τῆς
προτάσεως ἠρκέσθη μόνῳ τῷ ἑτέρῳ, εἰπὼν ἀρά γε τὸ ζῷον γένος τοῦ
ἀνθρώπου; ἐλλιπῶς εἰπών), ἄν δὴ ταύτην τις αὐτῶν διαφορὰν λέγῃ,
πῶς ἔτι ἔσται ὅρος τῆς διαλεκτικῆς προτάσεως “ἐρώτησις ἀντιφάσεως”,
ὃν ἀποδίδωσιν αὐτῆς ὅρον αὐτός; ἀλλ’ οὐδὲ τῷ τρόπῳ μόνον ἔτι γίνεται
αὐτῶν ἡ διαφορά, εἴ γε τὸ μὲν πρόβλημα καὶ ἀντίφασιν περιέχει, ἡ δὲ
πρότασις τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως. δείξας δὲ ἐπὶ ὁρισμοῦ καὶ
γένους τὴν κατὰ τὸν τρόπον τῆς ἐκφοράς διαφορὰν προβλήματός τε καὶ
προτάσεως προσέθηκεν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγων τοῦ τε
ἰδίου καὶ τοῦ συμβεβηκότος, δῆλον ὅτι ἕξειν αὐτὰ τὰς διαφοράς. εἰπὼν
δὲ μόνῳ τῷ τρόπῳ τῆς ἐκφορᾶς τὴν διαφορὰν αὐτῶν εἶναι, εὐλόγως
ἐπήνεγκεν ὥστε εἰκότως ἴσα τῷ ἀριθμῷ τὰ προβλήματα καὶ αἱ
προτάσεις εἰσί. καὶ τὴν αἰτίαν αὐτοῦ πάλιν προσέθηκεν.
Λεκτέον δὲ τί ὅρος, τί ἴδιον, τί γένος, τί συμβεβηκός.
Δείξας τέσσαρα εἴδη ὄντα τῶν προβλημάτων καὶ εἰπὼν τίνα, νῦν περὶ ἑκάστου αὐτῶν τί ποτέ ἐστι προτίθεται εἰ|πεῖν, καὶ λέγει·
Ἔστι δὲ ὅρος μὲν λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων.
Πρῶτον περὶ τοῦ ὁρισμοῦ τὸν λόγον ποιεῖται· τελειότερον γὰρ ὁ
ὁρισμὸς καὶ πάντα τὰ ἄλλα ἐν ἑαυτῷ ἔχων· καὶ γὰρ τὸ γένος ἐν τῷ ὅρῳ
καὶ τὸ ἴδιον καὶ τὸ ὑπάρχον, τοῦτ’ ἔστι τὸ συμβεβηκός. κἄπειτα ὁρίζεται
καὶ ταῦτα. καὶ τί ποτε σημαίνει τὸ ὄνομα τοῦ ὁρισμοῦ, ἀποδίδωσι. μετενήνεκται
δὲ τὸ τοῦ ὅρου καὶ τοῦ ὁρισμοῦ ὄνομα ἀπὸ τῶν ὅρων τῶν ἐπὶ τῶν
χωρίων, οἷς περιγράφουσιν αὐτὰ καὶ τῶν ἄλλων χωρίζουσιν. οὐκ εἰ ὁρισμοῦ
δὲ ὁρισμὸν ἀποδίδωσι, διὰ τοῦτο εἰς ἄπειρον προελεύσεται· παντὸς γὰρ
ὁρισμοῦ, καθ’ ὅ. ἐστιν ὁρισμός, οὗτος ἔσται λόγος, καὶ οὐκ ἄλλος ἄλλου.
λόγον δέ φησιν εἶναι τὸν ὁρισμὸν τὸν τὸ τί ἦν εἶναι σημαίνοντα, ὃ μόνῳ
ἐξενήνοχε, σημαίνει δὲ ‘ὁ τὸ τί ἐστι τὸ εἶναι σημαίνων τῷ ὁριστῷ᾿,
τοῦτ’ ἔστι λόγος δηλωτικὸς τοῦ τί ποτέ ἐστι τὸ εἶναι ἐκείνῳ οὗ ἐστιν
ὅρος. τῷ γὰρ ἦν οὐχ ὡς τοῦ παρεληλυθότος χρόνου δηλωτικῷ κέχρηται
νῦν, ἀλλ’ ἀντὶ τοῦ ‘ἔστιν᾿. συνήθης δὲ ἡ τοιαύτη χρῆσις· ὁ γὰρ λέγων
‘τοῦτο ἦν’ ἴσον λέγει τῷ ‘τοῦτο ἔστι’, τῷ ‘ἦν᾿ ἀντὶ τοῦ ‘ἔστι᾿ χρώμενος,
καὶ ὁ λέγων ‘τίς ἦν ὁ κόπτων τὴν θύραν;᾿ ἀντὶ τοῦ ‘τίς ἔστιν ὁ κόπτων τὴν
θύραν;’ λέγει. ὁ γὰρ ὅρος τὴν οὐσίαν καὶ ἐν ᾧ ἐστιν ἑκάστῳ τὸ εἶναι,
τοῦτο δηλοῖ, οὐ συμβεβηκός τι οὐδὲ παρεπόμενον ἄλλως. πλειόνων γὰρ
ὄντων τῶν ὑπαρχόντων ἑκάστῳ ὁ ὅρος ἀποκρίνων τὰ ἄλλα μόνα δηλοῖ
ταῦτα τῶν ὑπαρχόντων οἷς ὁρίζεται, καὶ ἐν οἷς ἐστιν αὐτῷ τὸ εἶναι,
καὶ καθ’ ἃ διαφέρον τῶν ἄλλων ἐστὶ τοῦτο ὃ εἶναι λέγεται. οὐ μάτην δὲ
οὐδὲ ἐκ περιττοῦ τῷ ἦν τὸ εἶναι πρόσκειται ἀλλ’ ἀναγκαίως. εἰ γὰρ τὸ
ἦν τὸ ‘ἔστι᾿ σημαίνει, εἴη ἄν ὁ λόγος ὁ τὸ τί ἦν σημαίνων ὁ
τῷ ‘λόγος ὁ τὸ τί ἐστι σημαίνων’, δῆλον ὅτι τὸ προκείμενον πρᾶγμα οὗ
ἀποδίδοται. ἀλλ’ εἰ τοῦτο, πᾶς ὁ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων
τοῦ προκειμένου ἔχων τι λόγος ὁρισμὸς αὐτοῦ ἔσται· ἐν τῷ τί ἐστι δὲ
κατηγορεῖται τῶν εἰδῶν τὰ γένη, συνωνύμως γάρ· ὁ ἐν τῷ γένει ἄρα τὸ
εἶδος τιθεὶς λόγος εἴη ἂν ὁρισμὸς τοὺ εἴδους, δηλῶν τὸ τί ἐστιν,
ὅπερ οὐκ ἀληθές. οὐκ ἄρα αὔταρκες τὸ ἦν, ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ
πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοάς τινες,
ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται. ὁ γὰρ τί ἐστι τὸ εἶναι αὐτῷ δηλῶν
λόγος οὐκ ἔστιν ὁ τὸ γένος ἢ ἄλλο τι τῶν ἐν τῷ τί ἐστι κατηγορῶν αὐτοῦ·
οὐ γὰρ τοῦτ’ ἔστι τὸ εἶναι τῷ εἴδει τὸ τὸ γένος αὐτοῦ κατηγορεῖσθαι, ὅτι
μὴ ταὐτόν ἐστι τὸ εἶδος τῷ γένει τῷ αὑτοῦ. καὶ ἔστιν ἴσον τὸ εἰρημένον
τῷ ‘λόγος ὁ τῆς τοῦ πράγματος οὐσίας δηλωτικὸς καὶ καθ’ ὅ
ἐστιν αὐτῷ τὸ εἶναι᾿. οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως
ἐκφερόμενον, ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ
πλεῖστον ὁρισμοῦ ὁ διὰ τοῦ ἰδίου λόγος ἀποδιδόμενος διαφέρει, ὅτι μὴ σημαίνει
ἐν τίνι ἐστὶ τὸ εἶναι τῷ ἀνθρώπῳ. ὅτι γὰρ μὴ ἐν τῷ γελαστικῷ
τῷ ἀνθρώπῳ τὸ εἶναι, δῆλον ἐκ τοῦ τὰς καθ’ ὅ ἐστιν ἕκαστον ἐνεργείας
ταύτας τελειοῦν αὐτό· οὐκ ἔστι δὲ τελειότης ἀνθρώπου τὸ γελᾶν.
Ἀποδίδοται δὲ ἢ λόγος ἀντ’ ὀνόματος ἢ λόγος ἀντὶ
λόγου.
Ὁρισάμενος τὸν ὁρισμόν, πῶς ἡ ἀπόδοσις αὐτοῦ γίνεται, καὶ ἀντὶ
τίνος καὶ ἐκ τίνος μεταλαμβάνεται, λέγει. ἢ γὰρ ἀντ’ ὀνόματος ὅρος
ἀποδίδοται (τὸ γὰρ ἀποδίδοται <δὲ> λόγος ἀντ’ ὀνόματος εἴρηκεν ὡς
ἴσον τῷ ‘ἀποδίδοται δὲ ὁ τοιοῦτος λόγος, ὁποῖον εἰρήκαμεν τὸν ὁρισμόν, ἢ
αντ’ ὀνόματος’, ὡς ὅταν τὸν ἄνθρωπον ὁριζόμενοι εἴπωμεν ‘ὁ ἄνθρωπος
ζῷόν ἐστι πεζὸν δίπουν’· ἀντὶ γὰρ τοῦ ὀνόματος τοῦ ‘ἄνθρωπος’ τὸν λόγον,
τοῦτ’ ἔστι τὸν ὅρον, ἀποδεδώκαμεν, τὸ ‘ζῷον πεζὸν δίπουν᾿), ἢ λόγος
ἀντὶ λόγου, τοῦτ’ ἔστιν ὁ ὁρισμὸς ἀντὶ λόγου. τοῦτο δὲ γίνεται μὲν καὶ
ἐπὶ τούτων ἐφ’ ὧν μὴ ἔστι τὸ ὁριστὸν γένος ἑνὶ ὀνόματι περιλαβεῖν, ὡς
τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνὸν ἢ ζῷον ἔνυδρον· ἕκαστον γὰρ τούτων ὁριζόμενοι
λόγου εἰς λόγον καὶ ὅρον τὴν μετάληψιν ποιούμεθα· τοῦ γὰρ ζῴου
πεζοῦ λόγου ὄντος τὸν ὁρισμὸν ἀποδίδομεν λέγοντες αὐτὸ οὐσίαν ἔμψυχον |
αἰσθητικὴν ἐπὶ γῆς τὰς διατριβὰς ποιεῖσθαι πεφυκός. δύναται δὲ
καὶ ἐκ τῶν λόγων τῶν διὰ τοῦ ἰδίου ἀποδιδομένων, οἳ οὐκ εἰσὶν ὁρισμοί,
εἰς τὸν ὁρισμὸν μετάληψις γίνεσθαι, οἷον ζῴου γελαστικοῦ εἰς ζῷον λογικὸν
θνητὸν ἡ ζῴου ἐπιστήμης δεκτικοῦ· καὶ γὰρ τὸ ἐπιστήμης δεκτικὸν
ἴδιον ἀνθρώπου· οὐ γὰρ δεκτικοὶ οἱ θεοί· οὐ γάρ ἐστιν ἐν αὐτοῖς
τὸ δυνάμει. δύναται δὲ καὶ λόγος ἀντὶ λόγου λαμβάνεσθαι, ὅταν ἑκατέρου
ἢ ἑκάστου ἐξ ὧν ὁ λόγος ἐστὶν ὁρισμόν τις ἀποδιδῷ. εἰ γὰρ ἑκάτερον
τῶν ἐν τῷ λόγῳ ὁρίσασθαι ἔστιν, ἔστι καὶ τοῦ λόγου ὅρον ἀποδοῦναι·
τοῦ γὰρ ‘ἄνθρωπος περιπατεῖ᾿ λόγου ὁρισμὸς ἄν εἴη ‘ζῷον πεζὸν δίπουν,
ὃ διὰ σκελῶν κινεῖται μεταβατικῶς’. οὐ γὰρ δὴ λέγει ἀντὶ ὁρισμοῦ
ὁρισμὸν ἀποδίδοσθαι. ἐπεὶ δὲ ἀποδίδοται πολλάκις ὑπὲρ σαφηνείας τινὸς
ἢ δίκαιον τὸ ἴσον, οὔ φησι τὰς τοιαύτας ἀποδόσεις ὁρισμοῦ ἀποδόσεις
εἶναι· ὁ γὰρ ὁρισμὸς κεῖται ἡμῖν ὅτι λόγος ἐστί. δῆλον δὲ ὅτι
οὐδ’, ἂν ἀντὶ λόγου τις ὄνομ’ ἀποδῷ, ὁρισμὸν ἀποδέδωκε. γίνεται γὰρ
καὶ ἀντὶ λόγου ὄνομα ἀποδεδομένον· ὁ γὰρ εἰπὼν ‘τὸ ἐπαινετὸν ἀγαθὸν
καλόν ἐστι᾿ λόγου εἰς ὄνομα τὴν μετάληψιν πεποίηται. ὅρον μὲν οὗν οὐχ
οἷόν τε τὸ ὄνομα εἶναι. ὁρικὰς μέντοι φησὶν εἶναι καὶ τὰς τοιαύτας ἀποδόσεις
τὰς εἰς δήλωσιν ὀνόματός τινος ἀσαφεστέρου ὄνομα μεταλαμβανούσας
γνωριμώτερον· ὥστε καὶ τὰ τοιαῦτα ὑπάγοιτο ἄν τοῖς ὁρικοῖς προβλήμασιν.
ὁρικὰ δὲ λέγει προβλήματα εἶναι καὶ ἐν οἷς ζητεῖται εἰ τόδε τῷδε ταὐτόν
ἐστιν, οἷον εἰ ταὐτὸν αἴσθησις ἐπιστήμῃ ἢ ἕτερον, καὶ πότερον ταὐτὸν.
ἀκολασία καὶ ἀκρασία, ἢ ἐγκράτεια καὶ σωφροσύνη, ἢ οὔ. καὶ τοῦ καὶ
ταῦτα ὁρικὰ εἶναι τὴν αἰτίαν ἀπέδωκε, διότι γὰρ καὶ ἐν τοῖς περὶ τῶν
ὁρισμῶν προβλήμασι, πότερον τὸ αὐτὸ ὁ ἀποδοθεὶς ὁρισμὸς σημαίνει καὶ
τὸ ἀνθ’ οὗ ἀπεδόθη ὀνόματος ἢ λόγου ἢ ἕτερον, ἡ πλείστη γίνεται ζήτησις·
τὸν γὰρ ὁρισμὸν πρῶτον δεῖ τὸ ταὐτὸν ἔχειν. καὶ καθόλου
φησὶν ὁρικὰ προβλήματα πάντα λέγεσθαι τὰ ὑπὸ τὴν αὐτὴν μέθοδον
πίπτοντα τοῖς ὅροις. τὰ γὰρ ὑπὸ τὴν περὶ ὁρισμῶν μέθοδον πίπτοντα ὁρικά·
πάντα δὲ τὰ ἐν οἷς ἡ ζήτησις πότερον ταὐτὰ ἢ οὐ ταὐτά ἐστιν ἀλλήλοις,
ὑπὸ τὴν περὶ ὁρισμῶν μέθοδόν ἐστιν. καὶ πῶς ὑπὸ ταύτην, ἐδήλωσε· τῇ
γὰρ μεθόδῳ, καθ’ ἣν δυνάμεθα ὅτι ταὐτὸν ἢ ὅτι ἕτερον ἄλλο ἄλλου
δεικνύναι, καὶ πρὸς τοὺς ὁρισμοὺς χρώμεθα. καὶ πῶς χρώμεθα, προσέθηκε·
δείξαντες γὰρ τὸν ἀποδοθέντα λόγον ὡς ὁρισμόν, ὅτι μὴ ὁ αὐτός
ἐστιν ἐκείνῳ οὗ ἀπεδόθη, δεδειχότες ἄν εἴημεν ὅτι μὴ ὁρισμὸς ὁ λόγος
οὗτος. οὐ μήν ἄν δείξωμεν ὅτι ταὐτὸν σημαίνει ὁ λόγος τῷ οὗ ἦν
ἀποδεδομένος, ἤδη ἄν εἴημεν δεδειχότες ὅτι ὁρισμός· καὶ γὰρ ἐν ἄλλοις
τὸ ταὐτόν. δεῖ μὲν γὰρ τὸν ὅρον τὸ ταὐτὸν ἔχειν· οὐ μήν, εἴ τι ταὐτόν,
ἤδη καὶ ὅρος· οὐ γὰρ ἀντιστρέφει οὐδὲ ἐπ’ ἴσης ἐστὶν οὐδὲ ἀντικατηγορεῖται
ὅ τε ὅρος καὶ τὸ ταὐτόν. διό, εἰ μὲν μὴ ταὐτόν, οὐχ ὅρος, εἰ δὲ
ταὐτόν, οὐ πάντως καὶ ὅρος· λέγεται γὰρ τὸ ταὐτόν, ὡς ὀλίγον προελθὼν
δείξει, πλεοναχῶς, καὶ οὔτε τὸ τῷ γένει ταὐτὸν οὔτε τὸ τῷ εἴδει ὁρισμός,
ἀλλ’ οὐδὲ τὸ τῷ ἀριθμῷ πάντως. ὅτι τε οὖν τὸ ταὐτὸν χρήσιμον πρὸς
ὁρατὸν ἤ, ὥς τινες ὁρίζονται, τὸ ἴδιον ὄψεως αἰσθητόν· οὐ γὰρ καθ’ ὃ
χρῶμα καὶ καθ’ ὃ ψόφος τοιαῦτά ἐστιν, ἀλλὰ κατὰ τὴν σχέσιν τὴν πρὸς
τὸν αἰσθανόμενον αὐτῶν. ταῦτα εἰπὼν περὶ τοῦ ὁρισμοῦ ὡς πρὸς τὴν προκειμένην
μέθοδον αὐτάρκη, ἐπεὶ περί γε ὁρισμοῦ καὶ ἔν τε τοῖς Ὑστέροις
ἀναλυτικοῖς καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ πραγματεύεται μετὰ ἀκριβείας
καὶ θεωρίας πλείονος, μέτεισιν ἐπὶ τὸν περὶ τοῦ ἰδίου λόγον. δεῖ δὲ μὴ
ἀγνοεῖν ὅτι Θεόφραστος τὰ περὶ τοῦ αὐτοῦ προβλήματα ὑποτάσσει τοῖς γενικοῖς,
ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν· λέγει γὰρ “καὶ καὶ τὴν διαφορὰν
καὶ τὴν ταὐτότητα γενικὰ θῶμεν’’ . καὶ τοῦτο μὲν ἔξωθεν προσιστορήσθω.
ὁρίζεται δὲ πάλιν τὸ ἴδιον οὕτως·
Ἴδιον δέ ἐστιν ὃ μὴ δηλοῖ μὲν τὸ τίην εἶναι, μόνῳ
δ’ ὑπάρχει καὶ ἀντικατη|γορεῖται τοῦ πράγματος,
τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ τοῦ πράγματος καὶ ἔστι πάντως λόγος,
τὸ δὲ ἴδιον οὔτε ἀνάγκη λόγον εἶναι οὔτε τὴν οὐσίαν δηλοῦν τοῦ πράγματος
οὗ ἐστιν ἴδιον, ἀλλὰ ἢ διάθεσίν τινα αὐτοῦ σημαίνει, ὡς ἐπὶ τοῦ ἀνθρώπου
τὸ πλατυώνυχον καὶ τὸ ὄρθιον, ἢ δύναμιν, ὡς τὸ ἐπιστήμης
δεκτικὸν καὶ γελαστικόν, ἢ ἐνέργειαν, ὡς τοῦ θείου σώματος τὸ ἀεικίνητον.
διὰ τοῦτο ἴδια μὲν μὲν οἷόν τε τοῦ αὐτοῦ πλείω εἶναι, ὁρισμοὺς δὲ οὐκέτι, εἴ
τις ἀκριβολογοῖτο, εἴ γε μία ἑκάστου ἡ οὐσία, ἧς ὁ ὁρισμὸς δηλωτικός.
ὅτι δὲ τὸ ἴδιον οὐ δηλοῖ τὴν οὐσίαν τούτου οὗ ἐστιν ἴδιον, οἷον τὸ γελαστικὸν
τὴν τοῦ ἀνθρώπου ἢ τὸ γραμματικῆς δεκτικόν, δῆλον, ὡς ἤδη
προείρηται, ὅτι καθ’ ἣν δύναμιν ἑκάστῳ τῶν ζῴων ἐστὶ τὸ εἶναι, ὅταν
τε καὶ εὖ γελῶν. ἀλλ’ ἄτοπον τὸ τοῦ ἀνθρώπου τέλος ἐν τῷ ἀνεμποδίστως
γελᾶν τίθεσθαι. τί οὖν ἐπὶ τοῦ πεζοῦ καὶ δίποδος λέγοι τις ἄν,
οἷς ὁ ἄνθρωπος ὁρίζεται; μήποτε οὖν ἢ οὐκ ἀληθὲς τὸ κατὰ τοῦτο διαιρεῖν
τὸ ἴδιόν τε καὶ τὸν ὁρισμόν, ἢ οἱ μὲν τοιοῦτοι λόγοι ὅροι δοκοῦσιν
εἶναι τῷ χωρίζειν διὰ τῶν ὑπαρχόντων τῷ προκειμένῳ ἀπὸ πάντων αὐτὸ
τῶν ἄλλων. κυρίως δ’ ἄν εἶεν ὅροι οἱ ἔχοντες πρὸς τούτῳ καὶ καθ’ ὃ
μάλιστά ἐστι τῷ ὁριστῷ τὸ εἶναι, ὡς τῷ ἀνθρώπῳ κατὰ τὸ λογικόν· διὸ
καὶ εἷς ὁ κυρίως ὁρισμὸς ἑκάστου ἐστίν. τὸν γὰρ ὅρον δεῖ ἐκ διαφορῶν
εἶναι· αὗται γὰρ τὸ γένος εἰς τὰ εἴδη διαιροῦσιν οὐ κατὰ συμβεβηκότα τινὰ
ὠὰ κατὰ τὴν οὐσίαν· τὸ δὲ ἴδιον οὐ διαφορά. ὅτι δὲ δεῖ ἀντικατηγορεῖσθαι
τὸ ἴδιον τοῦ πράγματος, συνέστησε διὰ τοῦ εἰπεῖν οὐδεὶς γὰρ
λέγει ἴδιον τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν, οἷον τὸ καθεύδειν
ἀνθρώπῳ, οὐδ’ ἄν τύχῃ κατά τινα χρόνον μόνῳ ὑπάρχον. προστίθησι
δὲ τοῦτο, ὅτι, κἄν λέγηταί ποτε τῶν μόνῳ ·τῷ πράγματι ὑπαρχόντων
μὴ ἀντικατηγορουμένων δὲ αὐτοῦ ἴδιόν τι, ὅτι μὴ ἁπλῶς τοῦτο λέγεται
ἴδιον ἀλλὰ ποτέ, ὡς τὸ ἐκ δεξιᾶς τινα εἶναί τινος ποτὲ ἴδιον· οὕτως
καὶ τὸ καθέζεσθαι δύναται ποτὲ ἴδιόν τινος εἶναι· οὐ γὰρ ἄν εἴη πρός
τι. τὸ γὰρ δίπουν τοῦ ἀνθρώπου πρὸς τὰ μὴ δίποδα ἴδιον, ἀλλ’ οὐχ
ἀπλῶς· πρὸς γὰρ ἵππον καὶ κύνα καὶ ὅσα μὴ δίποδα ἴδιον, οὐ μὴν καὶ
πρὸς ὄρνεον. ἀεὶ μὲν οὖν τοῦτο, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ἀεὶ πρὸς ταῦτα
ἴδιον. δύναται δέ τινα καὶ μόνῳ μὲν ὑπάρχειν, οὐ μὴν δὲ ὡς ἴδια,
ὡς αἱ ἀπὸ τῶν δυνάμεων τῶν ἰδίων ἐνέργειαι, τὸ ἀριθμεῖν, τὸ λόγῳ
χρῆσθαι, τὸ γελᾶν, τὸ ταριχοποιεῖν· ταῦτα γὰρ οὐκ ἴδια, ὅτι μὴ
παντί· αἱ μὲν γὰρ δυνάμεις παντί τε καὶ ἀεί, αἱ δὲ ἐνέργειαι οὐ
παντὶ ἅμα οὐδὲ ἀεί. δῆλον δὲ ὅτι οὐδὲ τῶν ἐνδεχομένων καὶ ἄλλῳ
ὑπάρχειν οὐδὲν ἀντικατηγορεῖσθαι δύναται· τὸ μὲν γὰρ ἀντικατηγορούκατὰ
Γένος δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον.
Καὶ τὸν τοῦ γένους ὁρισμὸν ἀποδέδωκε δι’ οὗ κεχώρικεν αὐτὸ τῶν
ἄλλων, οἷς καὶ αὐτοῖς ὑπάρχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· * * * ἀλλὰ
καὶ ταῖς διαφοραῖς. τῶν μὲν οὖν εἰδῶν χωρίζει τὸ γένος τῇ προσθήκῃ
τοῦ διαφερόντων τῷ εἴδει. ὅταν γὰρ τὰ ὑπ’ ἐκεῖνο κατ’ εἶδος ἀλλήλων
διαφέρῃ, ὡς ἄνθρωπος, ἵππος, κύων, τότε γένος τὸ ἐν τῷ τί ἐστι
τούτων κατηγορούμενον. οὐ γὰρ καὶ τὸ εἶδος κατὰ διαφερόντων τῷ
εἴδει κατηγορεῖται, ἀλλὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖται
ἐν τῷ τί ἐστι, καθ’. ὅ ἐστιν εἶδος. οὗ γὰρ κατηγορουμένου
πλειόνων ἐν τῷ τί ἐστι τὰ ὑποκείμενα κατ’ εἶδος ἀλλήλων διαφέρειν δύναται,
τοῦτο ἀνάγκη γένος εἶναι. ἡ δέ γε διαφορὰ κατὰ πλειόνων μὲν
καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται καὶ αὐτή, οὐ μὴν ἐν τῷ τί ἐστιν,
ἐπεὶ οὕτως ἄν ὁ αὐτὸς λόγος εἴη γένους τε καὶ διαφορᾶς, ἀλλ’, ὡς ἐν
ἄλλοις λέγει, ἡ διαφορὰ ἐν τῷ ποῖόν τι μᾶλλον κατηγορεῖται ὧν | ἄν ὡς
κατηγοροῦνται, περὶ τῶν κυρίως λεγομένων εἰρῆσθαι διαφορῶν, ἀλλὰ τῶν
ἤδη συνειλημμένων τῇ ὕλῃ· τὸ γὰρ καθ’ ὑποκειμένου κατηγορούμενον
ἅπαν ἐν τῷ τί ἐστιν ἐκείνου κατηγορεῖται· κατηγορούμεναι δὲ ἐν τῷ τί
ἐστιν αἱ διαφοραὶ γένη ἄν εἶεν, ἀλλ’ οὐ διαφοραί. καὶ εἰ τὸ συμβεβηκὸς
δὲ πλειόνων κατηγορεῖται καὶ διαφερόντων τῷ εἴδει, ταύτῃ τοῦ γένους διαφέροι
ἄν, ὅτι μὴ ἐν τῷ τί ἐστι. τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι αὐτὸς
ἐξηγεῖται· ὅσα γὰρ ἁρμόττει ἐρωτηθέντας ἀποδοῦναι τί ἐστι τὸ
προκείμενον, ταῦτα ἐν τῷ τί ἐστι κατηγορεῖται. ὅτι δὲ καὶ ἡ διαφορὰ
καὶ τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα γενικά, φθάνει εἰρηκέναι· οἷόν ἐστι
καὶ τό ‘πότερον ὁ κύων λογικός ἐστιν ἢ οὔ ;’. ἔστι δὲ διαφορὰ κυρίως καθ’
ἣν γένος τι εἰς εἴδη τέμνεται· οὐ γὰρ πᾶν τὸ διαφέρον τινὸς τῇ κυρίως
λεγομένῃ διαφορᾷ διαφέρει, ἐπεὶ τοῖς πλείστοις γε κατὰ συμβεβηκότα τινὰ
τῷδε ταὐτόν. καὶ δείκνυσί γε πῶς ἐστι γενικά. δεῖ γὰρ τὸν μέλλοντα
δεικνύναι ὅτι ἐν τῷ αὐτῷ γένει τάδε τινά, οἷον ἵππος καὶ ἄνθρωπος, δεῖξαι
ὅτι τὸ ζῷον γένος ἐστὶ καὶ τοῦ ἵππου καὶ τοῦ ἀνθρώπου· ταῦτα δὲ
γενικὰ προβλήματα. καὶ τὸ δεικνύναι δὲ ὅτι τόδε τι μὴ ἐν τῷ αὐτῷ γένει
γενικόν, οἷον ὅτι τὸ ὁρᾶν οὐκ ἔστιν ὑπὸ ταὐτὸν γένος τῷ βοᾶν· τοῦτο μὲν
γὰρ ὑπὸ τὸ ποιεῖν, τοῦ δὲ ὁρᾶν οὐκ ἔστι γένος τὸ ποιεῖν· πάσχειν γάρ
τί ἐστι τὸ ὁρᾶν. ὅτι γὰρ μὴ ἐν τῷ αὐτῷ γένει τὸ ὁρᾶν τῷ βοᾶν, καίτοι
τῷ σχήματι τῆς λέξεως ὅμοιον ὄν, οὕτως δείκνυται· τὰ δὲ τοιαῦτα διὰ
τῶν πρὸς το γένος τοπων οεικνυται·
Συμβεβηκὸς δέ ἐστιν ὃ μηδὲν μὲν τούτων ἐστί, μήτε
ὅρος μήτε ἴδιον μήτε γένος, ὑπάρχει δὲ τῷ πράγματι, ἢ ὃ ἐνδέχεται
ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ ἰῷ αὐτῷ καὶ μὴ ὑπάρχειν.
Δύο λόγους τοῦ συμβεβηκότος ἀποδέδωκε, τὸν μὲν ἐκ τῆς τῶν προειρημένων
ἀποφάσεως δεικνύντα τὸ συμβεβηκός (ὃ γὰρ ὑπάρχον τῷ πράγματι
κατὰ μηδένα τῶν προειρημένων τρόπων ὑπάρχει, τοῦτό ἐστι συμβεβηκός),
τὸν δὲ ἀπ’ αὐτῆς τοῦ τοῦ συμβεβηκότος φύσεως· ὃ γὰρ οὕτως ὑπάρχει
ὡς ἐνδέχεσθαι αὐτῷ τούτῳ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, συμβεβηκός
ἐστι. καὶ προκρίνει γε τοῦτον τὸν λόγον δι’ ὃ καὶ λέγει. ὁ μὲν γὰρ δι’
ἀποφάσεώς τινων μέλλων τι γνωρίζειν πρῶτον ἀνάγκην ἔχει γνωρίζειν ἐκεῖνα
ὧν τῇ ἀποφάσει τοῦτο δηλοῦται· ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ πράγματος οὐδενὸς
ἄλλου χρείαν εἰς γνῶσιν ἔχει τοῦ προκειμένου· τὴν γὰρ αὐτοῦ τοῦ πράγματος
οὐσίαν τε καὶ φύσιν ὁ τοιοῦτος σημαίνει λόγος, ἐπεὶ ὁρισμός ἐστι “λόγος
ὁ τὸ τί ἦν εἶναι σημαίνων’’ , ὡς προείρηται, τὸ δὲ εἶναι ἑκάστῳ ἐν ὑπάρξει
τινὶ καὶ ἐν καταφάσει. οὐκ ἄν οὖν ὁ ἐξ ἀποφάσεως τινων λόγος κυρίως
ὁρισμὸς εἴη. τί δήποτε οὖν ἀμφοτέρους ἔθηκε καὶ οὐ μόνον ὃν προέκρι-
τῶν ὅρων ἀποδόσεως, ἐπ’ ἐνίων δὲ ἀναγκαῖος οὗτος, ὥσπερ ἐπὶ τοῦ σιμοῦ.
καὶ γὰρ ἐπὶ τοῦ συμβεβηκότος ὁ δεύτερος ἀποδοθεὶς οὐ πᾶν δοκεῖ τὸ συμβεβηκὸς
περιλαβεῖν, ὁ δὲ πρῶτος πᾶν. // ἐπιζητήσαι γὰρ ἄν τις εἰ ὁ λέγων
λόγος συμβεβηκὸς εἶναι ὃ οἷόν τε ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ
καὶ μὴ ὑπάρχειν, πᾶσαν τὴν τοῦ συμβεβηκότος περιείληφε φύσιν.
εἰ γὰρ τοῦτό ἐστι, τὰ συμβεβηκότα τὰ ἀχωρίστως μὲν ὑπάρχοντά τισι μήτε
δ΄ ἐν τῇ οὐσίᾳ μήτε ὡς ἴδια ὑπὸ τί ἄν εἴη γένος; οἷον ἡ σιμότης τῇ
ῥινί. εἰ γὰρ μὴ συμβεβηκότα, ἢ γένη ἔσται ἢ διαφοραὶ ἢ ἴδια ἢ ὁρισμοί·
ἄτοπον δὲ τούτων τι λέγειν αὐτὰ εἶναι· ἄλλη ἄρα φύσις ὑπαρχόντων παρὰ
τὰς εἰρημένας τέσσαρας ἡ τοιαύτη ἄν εἴη. εἰ δὲ τοῦτο, οὐδ’ ἄν ὁ ἀριθμὸς
τῶν προβλημάτων τε καὶ προτάσεων οὗτος ἂν εἴη, ἀλλὰ καὶ πέμπτον
ἂν εἴη γένος τι προβλημάτων, ἐν ᾧ τὰ οὕτως ὑπάρχοντα κατηγορεῖται. διὸ
κατὰ τοῦτο ὁ πρῶ|τος ἀποδοθεὶς λόγος ἀμείνων. ἡ ἀχώριστον ῥινὸς τὸ σιμόν,
καὶ τὴν ῥῖνα· εἰ γὰρ κοιλότης ἡ σιμότης ἐν ῥινί, τὸ συναμφότερον
οὖσα εἰκότως μετὰ τῆς ῥινὸς καὶ σὺν ταύτῃ ἐστὶ καὶ ἀχώριστος αὐτῆς
ὥσπερ καὶ τῆς κοιλότητος· τὸ γὰρ συναμφότερον σιμόν. οὕτως δὲ οὐκέτ’
ἂν εἴη συμβεβηκὸς ἡ σιμότης, ἀλλὰ τὸ συμβεβηκὸς μετὰ τοῦ ᾧ συμβέβηκεν·
ἡ δὲ κοιλότης συμβεβηκὸς οὖσα οἵα τε καὶ παρεῖναι τῇ ῥινὶ καὶ
μή. δύναται δὲ τὸ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ
καὶ μὴ ὑπάρχειν οὐ τοῦ πάντως καὶ ὑπάρχειν δύνασθαι καὶ μὴ ὑπάρχειν
τῷ αὐτῷ δηλωτικὸν εἶναι τὸ πρότερον ὑπάρξαν, ἀλλὰ τοὐ μηδὲν τὸ
πρᾶγμα πρὸς τὸ εἶναί τι ἢ μὴ εἶναι δεῖσθαι τῆς τοῦ συμβεβηκότος παρουσίας·
καὶ γὰρ χωρὶς τούτου ταὐτὸ ἂν ἦν· ἡ γὰρ ῥὶς <ῥὶς> ἦν ἂν καὶ
ἂν συμβεβηκὸς τοῦτο οὗ ὑπάρχοντος τῷ πράγματι ἡ ἀναίρεσις οὐκ ἀναιρεῖ
τὸ ᾧ ὑπάρχει. ἐπιζητήσειε δ’ ἄν τις εἰ οὕτως καὶ τῇ χιόνι καὶ τῷ
κύκνῳ τὸ λευκὸν καὶ τῇ πίττῃ τὸ μέλαν· δοκεῖ γὰρ τὰ τοιαῦτα τῆς οὐσίας
πως εἶναι τοῦ πράγματος. ἢ δεῖ λέγειν συμβεβηκότα καὶ ταῦτα τῷ
γε μὴ ἐν τῇ οὐσίᾳ εἶναι τούτων οἷς ὑπάρχει· οὐ γὰρ ἡ οὐσία τῆς χιόνος
ἐν τῷ λευκὴν εἶναι ἢ τῆς πίττης ἐν τῷ μέλαιναν, ἀλλ’ ἔστιν ἐπακολουθοῦντα
τῇ οὐσίᾳ αὐτῶν, καὶ ἀχώριστα συμβεβηκότα ἐστίν. ἔτι λέγοιτ’ ἂν
ὅτι, εἰ καὶ μὴ τούτοις οἷά τε ὑπάρχειν καὶ μή, ἀλλ’ ἄλλοις γε δύναταί
τισιν καὶ ὑπάρχειν καὶ μή· ἃ δὲ οὕτως ἔχει πρός τινα τῶν ὄντων, συμβεβηκότα
ἔσται. ἢ οὐδὲ τοῦτο ἀληθές· τὸ γοῦν θερμὸν ὑπάρχον τινὶ
οὕτως ὡς δύνασθαι καὶ μὴ ὑπάρχειν οὐκ ἔστι τῷ πυρὶ συμβεβηκός. τὸ
δὲ λευκὸν ἐν τῇ χιόνι ἢ γένος αὐτῆς ἢ ὁρισμὸς ἢ ἴδιον ἄν εἴη· οὐδὲν δὲ
τούτων οἷόν τε λέγειν ἐπ’ αὐτῆς. ἀλλ’ οὐδὲ διαφορὰ ἄν εἴη· οὐ γὰρ
δοκεῖ εἰδοποιὸς διαφορὰ σώματος εἶναι τὸ χρῶμα. πλέον μὲν οὖν τι ἢ
κατὰ τὰ ἄλλα συμβεβηκότα τὰ τοιαῦτα ἄν ἔχοι τῷ τῇ ὕλῃ καὶ ταῖς ταύτης
ποιότησί τε καὶ πάθεσιν, ἐξ ὧν τούτοις τὸ εἶναι, ἐξ ἀνάγκης παρακολουθεῖν.
γὰρ τοῦ τοιοῦδε σώματος, οἷον τῇ νέφους, ὅ ἐστι χιόνος ὕλη,
τοιᾷδε πήξει, τῇ δι’ ὑπερβολὴν ψυχρότητος γινομένῃ μετὰ ἐναπολείψεως
πνεύματός τινος, ἐξ ἀνάγκης ἡ λευκότης ἕπεται. ἡ γὰρ τοῦ ἀέρος τοῦ
ἐνόντος ἐν τῷ νέφει ἐναπόλειψίς τε καὶ πῆξις καὶ τρῖψις ἐν τῇ τοῦ νέφους
πήξει, ἥτις δι’ ὑπερβολὴν ψυχρότητος γινομένη φθάνει τὴν ἔκκρισιν αὐτοῦ,
τοῦ τοιούτου χρώματος αἰτία· τριβόμενον γὰρ καὶ κινούμενον τὸ πνεῦμα
λευκαίνεται· διὰ τοῦτο γὰρ καὶ ὁ ἀφρὸς λευκός. τρῖψις δέ τις καὶ κίνησις
γίνεται ἐν τῇ πήξει τοῦ νέφους τοῦ ἐν αὐτῷ πνεύματος συστελλομένου καὶ
εἰς τὸ βάθος ἀποκλειομένου καὶ τὴν ἔκκρισιν ἐμποδιζομένου. καὶ ἔστιν
ἐκεῖνα μὲν τῆς οὐσίας τῆς χιόνος, τὸ δὲ λευκὸν ἐπακολουθοῦν ἐκείνοις καὶ
πάθος τι καὶ συμβεβηκός· καὶ τῇ χιόνι ἂν εἴη συμβεβηκὸς τῷ μὴ εἶναι
καὶ μὴ ὑπάρχειν αὐτὸ τῷ πράγματι. οὕτω καὶ τὸ θῆλυ πάθος ὂν καὶ
συμβεβηκὸς δείκνυται. διὸ ἔοικεν ἐκ τῆς τῶν ἄλλων ἀποφάσεως ὁ δηλῶν
τὸ συμβεβηκὸς λόγος μᾶλλον περιλαμβάνειν πάντα τὰ συμβεβηκότα τοῦ
δευτέρου κειμένου· διὸ καὶ ἐχρήσατο αὐτῷ. ἄμεινον μὲν γάρ, ὡς εἶπεν,
ἐκείνως ὁρίζεσθαι· ἐφ’ ὧν δὲ μὴ οἷόν τέ ἐστι τοιούτῳ λόγῳ περιλαβεῖν
πᾶν τὸ ὁριστόν, ἀγαπητὸν καὶ δι’ ἀποφάσεως αὐτὸ δηλῶσαι. πέπονθε δὲ
τοῦτο τὸ συμβεβηκός, διότι μή ἐστι μιᾶς φύσεως· τά γὰρ ἐννέα γένη τὰ
παρὰ τὴν οὐσίαν συμβεβηκότα. διὸ οὐδὲ οἷόν τε ἕνα τινὰ λόγον ἀποδοῦναι
αὐτοῦ. ἴδιον δὲ ἄν εἴη αὐτοῦ τὸ ἐν ὑποκειμένῳ, εἴ γε πᾶσα οὐσία
μὴ ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ <αἱ> ἐν αὐτῇ
| τῷ ἐν ὑποκειμένῳ. αὐτὸς μέντοι τὴν τοιαύτην ἀκριβολογίαν παραιτούμενος
Προσκείσθωσαν δὲ τῷ συμβεβηκότι καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι.
Ὡς τοῖς ἀπὸ τοὐ ὅρου προβλήμασιν ὑπῆγε καὶ τὰ περὶ ταὐτοῦ καὶ
τοῖς ἀπὸ τοῦ γένους τὰ ἀπὸ τῶν διαφορῶν καὶ τοῖς ἀπὸ τοῦ ἰδίου τά
ποτὲ καὶ πρός τι ἴδια, οὕτως καὶ τοῖς ἀπὸ τοῦ συμβεβηκότος τὰ συγκριτικὰ
πάντα· κατὰ γὰρ τὰ συμβεβηκότα μόνα ἡ σύγκρισις, ᾗ καὶ τὸ μᾶλλόν τε
καὶ ἧττόν ἐστί τινος <οὔτε> γένος οὔτε ὁρισμὸς οὔτε τὸ] ἴδιον, ἀλλὰ τῶν
συμβεβηκότων μόνων τὸ τοιοῦτον πάθος. τούτων γάρ ποτὲ μὲν ζητεῖται
εἰ ὑπάρχει ἢ μὴ ὑπάρχει τί τινι, ὡς ὅταν ζητῶμεν εἰ ὁ πλοῦτος ἀγαθὸν
ἢ οὔ, εἰ ἡ ἐγκράτεια ἀρετὴ ἢ οὔ, τὰ δὲ ποτέρῳ μᾶλλον ὑπάρχει τῶνδέ
τινων, οἷον τὸ ἀγαθὸν ὑγείᾳ ἢ πλούτῳ, καὶ τὸ ἡδέως ζῆν ποτέρῳ μᾶλλον,
κατὰ πλείους γίνεται τρόπους, ἢ γὰρ ποτέρῳ μᾶλλον τῶν ὑποκειμένων τὸ
κατηγορούμενον, ὡς ἐπὶ τοῦ ‘πότερον ὁ πλοῦτος ἢ ἡ ὑγεία αἱρετώτερον;᾿,
ἢ πότερον μᾶλλον τῷ ὑποκειμένῳ ὑπάρχει, οἷον τῇ ὑγείᾳ τὸ ἡδὺ ἢ τὸ
χρήσιμον, ποτὲ δὲ πότερον τῷδε τόδε ἡ τῷδε τόδε, οἷον πότερον τῇ ὑγείᾳ
μᾶλλον ὑπάρχει τὸ ἀγαθὸν ἢ τῇ νόσῳ τὸ κακόν· ὅπως γὰρ ἄν αἱ συγκρίσεις
γίνωνται, ἀπὸ τοῦ συμβεβηκότος λέγοντι. καὶ κατὰ τὸ μᾶλλον δὲ
γίνεται καὶ κατὰ τὸ ἧττον καὶ κατὰ τὸ ὁμοίως ἡ σύγκρισις· συγκριτικὰ
γὰρ καὶ τὰ τοιαῦτα· εἰ ἡ ὑγεία μᾶλλον πλούτου οὖσα αἱρετὴ μή ἐστι δι’
αὑτὴν αἱρετή, οὐδὲ ὁ πλοῦτος· καὶ εἰ ἡ ἡδονὴ μᾶλλον οὖσα ἀγαθὸν ἢ τέλος
μή ἐστιν ἀγαθόν, οὐδ’ ἂν τέλος εἴη· καὶ πάλιν εἰ ὁ πλοῦτος ἧττον
ὑγείας ὢν ἀγαθὸν ἀγαθόν ἐστι, καὶ ἡ ὑγεία· καὶ εἰ ἡ ὑγεία ἧττον οὖσα
ἀγαθὸν τοῖς ἐν εἰρήνῃ οὖσιν ἢ τοῖς πολεμοῦσιν ἀγαθόν ἐστι τούτοις, κὰκείνοις.
τοιαῦται δὲ αἱ κτὰ τὸ ὅμοιον συγκρίσεις, ἢ ἑνὸς περὶ δύο ἢ δύο
περὶ ἑνός ἢ δύο περὶ δύο λεγομένων, ὡς αὐτὸς ἐν τοῖς συγκριτικοῖς τόποις
μνημονεύει. δύναται τὸ ὁπωσοῦν καὶ κατὰ τοῦτο προσκεῖσθαι, ὅτι καὶ τὰ
συμβουλῆς ἐχόμενα προβλήματα καὶ αὐτὰ συγκριτικά πώς ἐστι· διὸ καὶ
ὑπάγοιτο ἄν τοῖς ἀπὸ τοῦ συμβεβηκότος. τὸ γὰρ ‘πότερον γαμητέον ἢ οὔ;’
καὶ τὸ ‘πότερον παῖδας ποιητέον ἢ οὔ;’ συγκριτικὰ καὶ αὐτά· ζητεῖται γὰρ
ἐν αὐτοῖς πότερον αἱρετώτερον τῶν ἐν τῷ προβλήματι. ἢ γὰρ τοῦτό ἐστι
ζητούμενον, <ἢ> εἰ αἱρετόν ἐστι τὸ γαμεῖν ἢ τὸ παῖδας ἔχειν ἡ ὅ τι ἄν
ἐν τῷ προβλήματι κείμενον. τὸ δὲ τοιοῦτον πᾶν συμβεβηκός· ζητεῖται γὰρ
εἰ συμβέβηκε τῷ ὑποκειμένῳ τὸ αἱρετόν· ὥστε ὑπάγοιτ’ ἄν καὶ τὰ τοιαῦτα
τῷ συμβεβηκότι. εἰσὶ δὲ οἳ λέγουσι τὰ τοιαῦτα προβλήματα ἀπὸ γένους
εἶναι· ζητεῖσθαι γὰρ ἐν αὐτοῖς εἰ τὸ αἱρετὸν γένος. καίτοι ὅ ζητεῖται
εἰ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτῶν τὸ αἱρετόν, ἀλλ’ εἰ μόνον ὑπάρχει
αὐτοῖς· καὶ οἱ ἀνασκευάζοντες οὐχ ὅτι μὴ γένος ἐστὶ δεικνύουσι, τὸ ἀγαθὸν
φέρε εἰπεῖν τῆς ἡδονῆς, ἀλλ’ ὅτι μὴ ὑπάρχει αὐτῇ. δεῖ δὲ ἐν τοῖς ἀπὸ
τοῦ γένους προβλήμασι προσκεῖσθαι τὸ γένος, οἷον πότερον τόδε τοῦδε γένος
ὑπὸ τί δεῖ τάσσειν αὐτά, εἰ θεοί εἰσιν, εἰ ψυχή ἐστι. καὶ τινὲς μὲν λέγουσι
γενικὰ εἶναι πάντα τὰ τοιαῦτα· ζητεῖσθαι γὰρ ἐν αὐτοῖς εἰ τὸ προκείμενον
ἐν γένει τῷ ὄντι ἐστίν. ἢ εἴη ἄν ὑπὸ τὸ συμβεβηκὸς καὶ ταῦτα·
καὶ γὰρ οἷς οὐ δοκεῖ γένος τὸ ὂν εἶναι, ὅμως ζητοῦσιν οἱ τὰ τοιαῦτα ζητούντες
εἰ συμβέβηκεν αὐτοῖς εἶναι ἢ τὸ ἐν τοῖς οὖσιν εἶναι. περὶ γὰρ
ὑπάρξεως ἁπλῆς ἡ ζήτησις καὶ ἐπὶ τούτων, οὐ περὶ τρόπου ὑπάρξεως· ἡ
δὲ περὶ ἁπλῆς ὑπάρξεως ζήτησις διὰ τοῦ συμβεβηκότος. καὶ οὐδὲ πρόσκειται
τῷ προβλήματι τὸ εἰ ὡς ἐν γένει οἱ θεοὶ τῷ ὄντι.
Δῆλον δὲ ἐξ αὐτῶν ὅτι τὸ συμβεβηκὸς οὐδὲν κωλύει καὶ ποτὲ καὶ πρός τι ἴδιον γίνεσθαι.
Ἐξ αὐτῶν τῶν συμβεβηκότων καὶ τοῦ ὁρισμοῦ αὐτῶν δῆλόν φησιν
αὐτῷ καὶ μὴ ὑπάρχειν, δῆλον ὡς ἐνδέχεται τὸ πλείοσιν οἷόν τε ὂν ὑπάρχειν
ἑνὶ μόνῳ αὐτῶν ὑπάρξαι ποιέ· τὸ γὰρ καθέζεσθαι, συμβεβηκὸς ὂν
τουδί, ποτὲ δύναται αὐτοῦ ἰήιον γενέσθαι, ὅταν μηδεὶς ἄλλος ᾖ καθεζόμενος,
ἡ πρός τι· πρὸς γὰρ τοὺς μὴ καθεζομένους. ἁπλῶς μέντοι οὐδὲν τῶν
οὕτω συμβεβηκότων ἴδιον. προεῖπε δὲ καὶ περὶ τούτου τοῦ κατὰ συμβεβηκὸς
ἰδίου λέγων ὅτι “οὐδεὶς ἴδιον λέγει τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν·”
εἰ γὰρ καὶ λέγοιτό τι τῶν τοιούτων ἴδιον, οὐχ ἀπλῶς ἀλλὰ ποτὲ ἢ πρός
τι ἴδιον ῥηθήσεται.
Μὴ λανθανέτω δὲ ἡμάς ὅτι τὰ πρὸς τὸ γένος καὶ τὸ
ἴδιον καὶ τὸ συμβεβηκὸς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόσει
λέγεσθαι.
Διαίρεσιν ποιησάμενος τῶν προβλημάτων καὶ δείξας ὅτι ἐστὶν αὐτῶν
γένη τέσσαρα, ταὶ τί ἐστιν ἕκαστον αὐτῶν δηλώσας, καὶ τίς ἐστιν αὐτῶν
ἡ πρὸς ἄλληλα διαφορά, μὴ λανθανέτω, φησίν, ἡμᾶς ὅτι τὰ πρὸς
τὸ γένος καὶ τὰ πρὸς τὸ ἴδιον καὶ τὰ πρὸς τὸ συμβεβηκὸς λεγόμενα,
τοῦτ’ ἔστι δι’ ὧν οἷόν τε εὑρίσκειν τε καὶ δεικνύναι ὅτι μὴ ἴδιον τὸ ἀπο-
ἀναιρεῖται, δι’ αὐτῶν τούτων ἔστι καὶ τὸν ὁρισμὸν ἀνελεῖν. ἀναιρεῖται γὰρ
τὸ μὲν συμβεβηκός, ἄν δειχθῇ μὴ ὑπάρχον τῷ πράγματι· τὸ γὰρ μὴ
ὑπάρχον τινὶ οὐχ οἷόν τε αὐτῷ συμβεβηκέναι. τὸ δὲ γένος ἀναιρεῖται μέν,
εἰ καὶ μὴ ὑπάρχει, ἀλλὰ οἰκεία τοῦ γένους ἀναίρεσις, ἂν μὴ ἐν τῇ οὐσίᾳ
καὶ ἐν τῷ τί ἐστι κατηγορῆται. τὸ δὲ ἴδιον, κἄν μὴ ὑπάρχῃ μέν, ἀναιρεῖται,
ἀλλὰ οἰκείως γε, ἄν μὴ μόνῳ καὶ παντὶ ὑπάρχῃ· τὸ γὰρ μὴ οὕτως
ὑπάρχον οὐκ ἴδιον. δι’ ἑκάστου δὲ τούτων ἀνασκευάζειν οἷόν τε καὶ τὸν
ὁρισμόν· ἄν τε γὰρ μὴ ὑπάρχῃ τῷ πράγματι ὁ ἀποδιδόμενος αὐτοῦ λόγος,
οὐκ ἂν εἴη αὐτοῦ ὁρισμός, ἄν τε ὑπάρχῃ μέν, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτοῦ
ὑπάρχῃ μηδὲ ᾖ γένος τοῦ πράγματος τὸ ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον ἢ
διαφορά, οὐκ ἔσται ὁρισμός· ἀλλὰ κἂν γένος μὲν αὐτοῦ τὸ ἐν τῷ ὁρισμῷ
ἀποδιδόμενον ᾖ καὶ διαφορά, μὴ μόνῳ δὲ αὐτῷ καὶ παντὶ ὁ λόγος ὑπάρχῃ,
οὐκ ἔσται ὁρισμός. δεῖ γὰρ τὸν ὁρισμὸν καὶ ἐνυπάρχειν τῷ πράγματι οὗ
ἀποδίδοται, καὶ τὸ ὡς γένος ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον καὶ τὰς διαφορὰς
γένος τε εἶναι τοῦ πράγματος καὶ διαφορὰς καὶ μόνῳ καὶ παντὶ ὑπάρχειν
αὐτῷ τούτῳ οὗ ἀποδίδοται, καὶ παρὰ ταῦτα ἔτι τὸ τί ἦν εἶναι καὶ τὴν
οὐσίαν σημαίνειν αὐτοῦ· τοῦτο γὰρ ἴδιόν τέ ἐστιν αὐτοῦ καὶ ἐξαίρετον παρὰ
τὰ ἄλλα. τούτου δ’ οὕτως ἔχοντος ἅπαντα ἂν εἴη τὰ κατηριθμημένα
γένη τρόπον τινὰ ὁρικὰ κατὰ τὸν ἔμπροσθεν ἀποδοθέντα λόγον·
ἐρρήθη γὰρ πρὸ ὀλίγου ὅτι “ἁπλῶς ὁρικὰ πάντα λεγέσθω τὰ ὑπὸ τὴν
αὐτὴν μέθοδον ὄντα τοῖς όρισμοῖς’’. ὡς γὰρ ἡ περὶ ταὐτοῦ ζήτησις ὁρικὴ ἦν
κατὰ τοῦτο δείξαντες γὰρ ὅτι μὴ ταὐτόν, δεδειχότες ἂν εἴημεν ὅτι οὐδὲ
ὅρος), οὕτως καὶ πάντα τὰ προβλήματα ὁρικὰ ἄν εἴη· τῇ γὰρ ἑκάστου αὐτῶν
ἀναιρέσει ἀναιρεῖται καὶ ὁ ὁρισμός, ὥστε κατὰ τοῦτο ὑπὸ τὴν αὐτὴν
ἂν εἴη καὶ ταῦτα μέθοδον τοῖς ὁρισμοῖς.
Τοῦτο δ’ εἰπὼν καὶ δείξας πῶς τρόπον τινὰ ἔστι λέγειν πάντα τὰ
προβλήματα ὁρικά, ἐπήνεγκεν ἀλλ’ οὐ διὰ τοῦτο μίν ἐπὶ πάντων
καθόλου μέθοδον ζητητέον. οὐ γάρ, εἰ χρήσιμα τὰ ἐκείνων ἀνασκευαστικὰ
καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευήν, ἤδη χρὴ κἀκεῖνα συντάσσειν
τοῖς ὁρικοῖς ὁρικὰ λέγοντας αὐτά· οὔτε γὰρ ῥᾴδιον εὑρεῖν τοῦτ’ ἔδτιν,
ὡς τῶν πρὸς τὸν ὁρισμὸν τόπων δυναμένων πρὸς πάντα ἁρμόζειν· οὔτε
γὰρ ῥᾴδιον τοῦτο οὔτε δυνατόν. οὐδὲ γάρ, εἰ αἱ ἀνασκευαὶ τῶν ἄλλων
ἀνασκευάζουσι τὸν ὁρισμόν, ἤδη καὶ αἱ κατασκευαὶ αὐτῶν πρὸς τὴν
τοῦ ὁρισμοῦ κατασκευὴν χρήσιμοι. ὁ γὰρ κατασκευάζων συμβεβηκὸς εἶναι
τὸ ἀποδιδόμενον διὰ τοῦ δεικνύναι οἷόν τε αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν
τῷ πράγματι ἔστι μὲν ὑπὸ τὸ συμβεβηκός, οὐ μόνον δὲ οὐ συντελεῖ τι
πρὸς τὴν τοῦ ὁρισμοῦ δεῖξιν, ἀλλὰ καὶ ἀναιρετικός ἐστιν αὐτοῦ· οὐ γὰρ
ὅρον. ὥστε οὐκ ἀληθὲς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόζειν. ἀλλὰ
καὶ ὁ δείξας ὅτι ἐν τῷ τί ἐστι μὲν καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται τοῦ
πράγματος, ἐπ’ ἴσης δὲ ἀλλ’ οὐ κατὰ πλειόνων, ἀνῄρηκε μὲν τὸ γένος, οὐκ
ἀνῄρηκε δὲ τὸν ὁρισμόν· ἀλλὰ καὶ ὁ δείξας τὸ ἐπ’ ἴσης κατηγορούμενον
τὴν οὐσίαν σημαίνειν ἀναιρεῖ μὲν τὸ ἴδιον, κατασκευάζει δὲ τὸν ὁρισμόν.
ὥστε οὐ μόνον τὰ πρὸς κατασκευὴν τῶν ἄλλων χρήσιμα πρὸς τοὺς ὅρους,
ἀλλ’ οὐδὲ τὰ πρὸς ἀνασκευὴν τούτων ῥηθέντα χρήσιμα πάντα πρὸς τὴν
τοῦ ὁρισμοῦ ἀνασκευήν. διὰ μὲν οὖν ταῦτα οὔτε οἷόν τε ὁρικὰ πάντα λέγειν
τὰ προβλήματα οὔτε μίαν τινὰ καθόλου μέθοδον περὶ αὐτῶν εὑρεῖν.
καὶ Θεόφραστος δὲ ἐν τοῖς αὑτοῦ τοπικοῖς καθόλου μίαν μέθοδον παραδιδόναι
σπουδάσας ἐχώρισε μὲν τῶν ἄλλων τὸ συμβεβηκὸς ὡς μὴ ὑπαγόμενον
τῷ ὅρῳ, τὰ ἄλλα δὲ πειραθεὶς τῷ ὁρισμῷ ὑποτάσσειν ἀσαφεστέραν
ἐποίησε τὴν πραγματείαν. ἀλλὰ καὶ εἰ εὑρεθείη, φησί, μέθοδός τις μία,
ἀλλὰ παντελῶς ἀσαφής τε καὶ δύσχρηστος ὁ τρόπος ἂν εἴη. ἢ γὰρ
δεήσει τὸν δεῖξαι βουλόμενόν τι παρὰ τὸν ὁρισμὸν διὰ τούτων μόνων αὐτὸ
δεικνύναι, ἃ δύναται καὶ εἰς τὴν τοῦ ὁρισμοῦ κατασκευὴν συντελεῖν, οἷον
τῶν ἄλλων ἕκαστον αὐτῶν διαφέρει, ἐπειδὴ μὴ τὰ τοιαῦτα οἷόν τέ ἐστιν
ὁρικὰ λέγειν. ἢ ἄν λέγοι τις πάντα μὲν ἐν τοῖς ὁρισμοῖς εἶναι, καὶ τὰ
ἑκάστου τούτων ἀνασκευαστικὰ καὶ κατασκευαστικά, μὴ ὁμοίως μέντοι ἔχειν,
ἀλλὰ τὰ μέν τινα τῶν τοῦ συμβεβηκότος ἀνασκευαστικῶν ἀνασκευαστικὰ
εἷναι καὶ τοῦ ὅρου, ὡς τὸ μὴ ὑπάρχειν, τὰ δὲ ἔμπαλιν ἔχειν· ἀνασκευαστικὰ
γὰρ ὄντα τοῦ συμβεβηκότος εἰς κατασκευὴν τοῦ ὅρου χρησιμεύει·
τὸ γὰρ ὑπάρχον μέν, μὴ οὕτως δὲ ὡς οἷόν τε ὑπάρχειν τε καὶ μή, ἀναιρετικὸν
μὲν τοῦ συμβεβηκότος, χρήσιμον δὲ πρὸς τὴν τοῦ ὅρου κατασκευήν·
δεῖ γὰρ τὰ ἐν τῷ ὁρισμῷ μὴ οὕτως ὑπάρχειν ὡς δύνασθαι καὶ ὑπάρχειν
καὶ μή. ὁμοίως καὶ ἐπὶ τοῦ γένους ὁ μὲν ἀνασκευάζων αὐτὸ διὰ τοὐ μὴ
ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ αὐτῷ καὶ τὸν ὁρισμὸν ἀνασκευάζει, ὁ δὲ
διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον μὴ ἐπὶ πλέον αὐτοῦ εἶναι διὰ
τούτων κατασκευάσει· αὐτὰ γάρ ἐστι κατασκευαστικὰ τοῦ ὁρισμοῦ· δεῖ γὰρ
ἐπὶ τῶν ὁρισμῶν καὶ τοῦτο δείκνυσθαι, ὅτι μὴ ἐπὶ πλέον. καὶ ὁ τὸ ἴδιον
δὲ ἀνασκευάζων διὰ τοῦ ἐπ’ ἴσης μὲν εἶναι σημαίνειν δὲ τὸ τί ἦν εἶναι
ἄντικρυς τοῖς τοῦ ὁρισμοῦ κατασκευαστικοῖς χρῆται πρὸς ἀναίρεσιν τοὺ ἰδίου.
ὡς δὲ τὰ τούτων ἀνασκευαστικὰ ὄντα αὐτοῦ ἦν κατασκευαστικά, οὕτως
πάλιν καί τινα τῶν ἀνασκευαζόντων τὸν ὅρον πρὸς τὴν τούτων ἐστὶ κατασκευὴν
χρήσιμα. ὁ γὰρ ἀναιρῶν τὸν ὅρον διὰ τοῦ οἷόν τε ὑπάρχειν τε καὶ
μὴ ὑπάρχειν κατασκευάσει διὰ τούτων τὸ συμβεβηκός· ὁμοίως καὶ ὁ ἀναιρῶν
διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον ἐπὶ πλέον εἶναι τὸ γένος κατασκευάσει·
καὶ ὁ διὰ τοῦ ἐπ’ ἴσης ὂν μὴ σημαίνειν τὸ τί ἦν εἶναι ἀνασκευάζων
τὸν ὅρον τὸ ἴδιον κατασκευάζει. καὶ πάλιν ὁ κατασκευάζων ὅτι
τὸ τί ἦν εἶναι σημαίνει ὁ ἁποδεδομένος λόγος καὶ διὰ τοῦτο ὁρισμός ἐστιν,
ἀνασκευάζει τῶν ἄλλων ἕκαστον. ὁ δὴ τούτῳ τῷ τρόπῳ πειρώμενος πάντα
μιᾷ μεθόδῳ ὑπάγειν ἀσαφῆ καὶ δύσχρηστον ἐνστήσεται πραγματείαν. ἐκείνως
μὲν οὖν ἦν ἀδύνατον τὸ εὑρεῖν· οὕτως δὲ ἀσαφὴς καὶ δύσχρηστος εἴη
συμβεβηκότος λέγειν δι’ ὧν αὐτὸ κατασκευάζειν ἢ ἀνασκευάζειν οἷόν τε,
ἢ ὡς πρὸς τὸν ὁρισμὸν ἐπιχειροῦντας λέγειν ‘ταῦτα μὲν τῶν περὶ τοῦ
ὁρισμοῦ λεγομένων κατασκευαστικὰ τοῦ συμβεβηκότος ἐστί, ταῦτα δὲ ἀνασκευαστικά᾿·
ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. διό φησιν ‘ὥσπερ εἴρηται, καθόλου
μὲν εἰς τὰ προειρημένα γένη τέσσαρα τὴν διαίρεσιν ποιητέον τὸ γὰρ
τύπῳ τοῦ καθόλου δηλωτικόν), τῶν δὲ ἄλλων | τὰ μάλιστα οἰκεῖα ἑκάστῳ
Πρῶτον δὲ πάντων περὶ ταὐτοῦ διοριστέον. ποσαχῶς λέγεται.
Ποιησάμενος τὴν διαίρεσιν τῶν γενῶν, ἐν οἷς τὰ προβλήματα καὶ αἱ
προτάσεις, μέλλων δεικνύναι ὅτι ταῦτα μόνα γένη τῶν προβλημάτων, καὶ
ἐπὶ τούτοις ἐν τίσιν ἐστὶ τὰ γένη τῶν προβλημάτων ταῦτα, καὶ τὰ ἄλλα
ὅσα χρήσιμα ὄντα τοῖς προκειμένοις διὰ τῶν ἑξῆς προστίθησι, πρῶτόν φησι
τῶν ἄλλων δεῖν περὶ ταὐτοῦ διορίσασθαι, ποσαχῶς λέγεται. ἐπεὶ γὰρ
τά τε ἄλλα χρήσιμος πρὸς πολλὰ τῶν κατὰ διαλεκτικὴν ἡ τοῦ ταὐτοῦ
διαίρεσις, προείρηκε δὲ καὶ ὅτι καὶ προβλήματά τινά ἐστιν ἔχοντα ζήτησιν
περὶ ταὐτοῦ, ἃ ὑπάγεσθαι δεῖν εἶπε τοῖς ὁρικοῖς προβλήμασιν, οὐχ οἷόν
τε δὲ ζητεῖν ὅλως εἰ ἄλλῳ ἄλλο ταὐτόν ἐστιν ἢ ἕτερον ἀγνοοῦντας τὴν
τοῦ ταὐτοῦ διαίρεσιν, εὐλόγως, <ὡς> τὰ γένη τῶν προβλημάτων ὡρίσατο
τοῦ δῆλα εἶναι τὰ κατ’ αὐτὰ προβλήματα, οὕτω καὶ τὴν τοῦ ταὐτοῦ διαίρεσιν
ποιεῖται πρὸς τὸ γνώριμα γενέσθαι τὰ περὶ ταὐτοῦ προβλήματα· οὐχ
οἷόν τε γὰρ διαλέγεσθαι περὶ ταὐτοῦ μὴ εἰδότας ποσαχῶς λέγεται.
Δόξειε δ’ ἂν τὸ ταὐτὸν ὡς τύπῳ περιλαβεῖν τριχῇ
Τὸ μὲν ὡς τύπῳ εἰπεῖν εἶπεν ἀντὶ τοῦ ‘ὡς κοινότερον καὶ καθόλου
εἰπεῖν’· ἐν ἄλλοις γὰρ εἴωθε πρὸς τοῖς τρισὶν οἷς νῦν ἐκτίθεται σημαινομένοις]
τρόποις τοὺ ταὐτοῦ καὶ τέταρτόν τινα προστιθέναι, τὸν κατὰ ἀναλογίαν,
πορρώτερον ὄντα τῶν ἐνταῦθα νῦν λεγομένων. εἰς οὓς δὲ νῦν διαιρεῖ
τὸ ταὐτὸν καὶ οἷς συνήθως χρῆται, εἰσὶ τρεῖς· ταὐτὸν γὰρ τὸ μὲν
κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ μὲν οὗν
ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον
ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ
ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐσΤι δηλωτικά. κἄν λόγος
δὲ κἄν ὄνομα ταὐτὸ σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἄν λόγοι πλείους
σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταὐτά· τὸ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς
εἶναί ἐστι τούτοις τοῖς ὀνόμασιν ἢ λόγοις τὸ τῶν αὐτῶν εἶναι σημαντικοῖς.
εἴδει δὲ ταὐτά ἐστιν ὅσα κατ’ ἀριθμὸν ὄντα πλείω ἀδιάφορα κατὰ τὸ εἶδός
ἐστι, τοῦτ’ ἔστιν ὑπὸ ἓν καὶ ταὐτόν ἐστιν εἶδος, ὡς Σωκράτης καὶ Πλατῶν
εἴδει γὰρ οἱ αὐτοί) καὶ ἵπποι Ξάνθος καὶ Πόδαργος. γένει δὲ τὰ αὐτὰ
ὧν ταὐτόν ἐστι γένος· οὕτως ἄνθρωπος ἵππῳ ὁ αὐτός· γένος γὰρ τούτων
ταὐτόν, τὸ ζῷον. τὰ μὲν οὖν ταὐτὰ τῷ εἴδει πάντως καὶ τῷ γένει
ταὐτά ἐστιν, οὐ μήν, ὅσα τῷ γένει ταὐτά, ἤδη καὶ τῷ εἴδει· Σωκράτης
μὲν γὰρ πλάτωνι ἔδει ὁ αὐτὸς ὤν ἄνθρωπος γὰρ τὸ εἶδος αὐτῶν) καὶ τῷ
γένει ἐστὶν ὁ αὐτὸς αὐτῷ· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον· ἄνθρωπος δὲ καὶ
ἵππος τῷ μὲν γένει οἱ αὐτοί ζῷα γάρ), κατὰ δὲ τὸ εἶδος ἕτεροι· ἄλλο
γὰρ εἶδος ἵππος καὶ ἄλλο ἄνθρωπος. κατὰ ἀναλογίαν δὲ λέγει ταὐτὰ ἀλλήλοις
ἐν ἅλοις ὅσα κατὰ γένος διαφέροντα ἐν λόγῳ τὴν ὁμοιότητα ἔχει·
διὸ πορρωτέρω οὗτος ὁ τρόπος τοῦ ταὐτοῦ τῶν ἐνταῦθα λεγομένων. κατὰ
ἀναλογίαν δὲ ταὐτὰ καρδία, πηγή, μονάς, ὅτι, ὡς ἔχει πηγὴ πρὸς ποτα-
νηνεμίᾳ ἡ αὐτή· γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία
γὰρ ἄμφω. ποιησάμενος δὲ τὴν διαίρεσιν τοῦ ταὐτοῦ ζητεῖ, εἰ τὸ ἀπὸ
τῆς αὐτῆς κρήνης ὕδωρ ἄλλο καὶ ἄλλο κατ’ ἀριθμὸν λαμβανόμενον, ἢ εἰ
ταὐτόν ἐστι κατά τινα τῶν προειρημένων. ἢ ἄλλος τις οὗτος ταὐτοῦ τρόπος
παρὰ τοὺς εἰρημένους τρεῖς. ἀριθμῷ μὲν γὰρ οὐκ ἔστι ταὐτά· κεχώρισται
γὰρ ἀπ’ ἀλλήλων. ἀλλ’ οὐδὲ εἴδει πάλιν ἁπλῶς δόξαιεν ἂν εἶναι ταὐτά·
εἴδει γὰρ ταὐτὸν καὶ τὸ ἀπὸ διαφόρων κρηνῶν καὶ τὸ ἀπὸ ποταμοῦ καὶ
πηγῆς καὶ λίμνης· καθόλου γὰρ πᾶν ὕδωρ παντὶ ὕδατι ὁμοειδές, καὶ μάλιστα,
εἰ ἔτι τῆς αὐτῆς ποιότητος εἴη, οἷον γλυκὺ γλυκεῖ. τὸ δὲ ἀπὸ τῆς
αὐτῆς κρήνης πλεῖόν τι δοκεῖ ἔχειν τῆς κατὰ τὸ εἶδος ὁμοιότητος καὶ εἶναι
μεταξὺ τοῦ τε ἀριθμῷ ταὐτοῦ | καὶ τοῦ τῷ εἴδει. οὐ μὴν ἀλλὰ καὶ τὰ
οὕτως ταὐτὰ τῷ εἴδει ταὐτά φησιν εἶναι· οὐδὲν γὰρ ἄλλο αὐτοῖς ὑπάρχει
ἢ ἡ κατὰ τὸ εἶδος ταὐτότης ἐπιτεταμένη τε καὶ σφοδροτέρα. ὡς ἔχει καὶ
ἐπὶ τῶν διδύμων· καὶ γὰρ Κάστωρ καὶ Πολυδεύκης οἱ αὐτοὶ τῷ εἴδει·
παρηλλαγμένη γὰρ ἡ τούτων κατὰ τὸ εἶδος τῆς τῶν ἄλλων ὁμοιότητος
ἀνθρώπων πρὸς ἀλλήλους, οὐ μὴν ἡ τῆς ὁμοιότητος ἐπίτασις ἓν αὐτοὺς
ἐποίησε κατ’ ἀριθμόν. τὸ δὲ διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα ἐπὶ τοῦ
ὕδατος εἶπεν ἀντὶ τοῦ ἴδιά τὸ τὸν αὐτὸν εἶναι λόγον τὸν καθ’ ὃ ὔδωρ᾿·
τοιαῦτα γὰρ τὰ ὁμοειδῆ.
Μάλιστα δὲ ὁμολογουμένως τὸ ἓν ἀριθμῷ ταὐτὸν παρὰ πᾶσι δοκεῖ λέγεσθαι.
Δείξας τὴν τοῦ ταὐτοῦ διαίρεσιν μάλιστά φησιν ὑπὸ πάντων συγχωρεῖσθαι
τὸ τὰ τῷ ἀριθμῷ ἓν ταὐτὰ εἶναι. ἐπὶ μὲν γὰρ τῶν κατ’ εἶδος
ἢ γένος ταὐτῶν οὐκ εὐθέως ἡ ταὐτότης προσπίπτει, ἀλλὰ δεῖ λόγου πρὸς
τὸ συγχωρῆσαί τινα τὰ τοιαῦτα ταὐτὰ ἀλλήλοις εἶναι· οὔτε γὰρ Σωκράτην
Πλάτωνι ἀπλῶς ἄν τις συγχωρήσειε τὸν αὐτὸν εἶναι, ἐπεὶ δῆλοί εἰσι καὶ
ἐπενεγκὼν καὶ διὰ τούτων καὶ πρὸς ταῦτα διὰ τούτων μὲν λέγων
τῶν προτάσεων, πρὸς ταῦτα δὲ τὰ προβλήματα· τῷ γὰρ τὰ προβλήματα,
περὶ ὧν οἱ λόγοι, καὶ τῷ τὰς προτάσεις, ἐξ ὧν οἱ λόγοι, ἐν τούτοις εἶναι τοῖς
εἰρημένοις τέσσαρσι γένεσι, τούτῳ ἐκ τούτων οἱ λόγοι. τὴν δὲ δεῖξιν ποιεῖται
διά τε ἐπαγωγῆς καὶ συλλογισμοῦ, αἳ μόναι κυρίως πίστεις ἐν λόγοις· καὶ
γὰρ καὶ τὸ παράδειγμα πίστις ὂν καὶ αὐτὸ τῇ ἐπαγωγῇ συντάσσεται (λέγεται
γὰρ ἐπαγωγὴ ῥητορική), καὶ τὸ ἐνθύμημα καὶ αὐτὸ πίστις ὂν τῷ
συλλογισμῷ ἔστι γὰρ καὶ τοῦτο ῥητορικὸς συλλογισμός), ἑκάτερον αὐτῶν
ἀφῃρημένον τὸ τέλειον καὶ τὸ ἁπλῶς εἶναι τοιοῦτον ἐφ’ ᾧ ἐστι, διὰ τὴν
εἰς τὸ ἔλαττον συστολήν, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ αὐτῶν ἐν ἄλλοις εἰρημένων.
Τί μὲν οὖν ἐστι συλλογισμός, εἴρηκε. περὶ δὲ ἐπαγωγῆς ὀλίγον
προελθὼν ἐρεῖ, ἐπειδὴ τοῖς διαλεκτικοῖς οἰκεία καὶ ἡ δι’ ἐπαγωγῆς πίστις·
τὸ γὰρ πιθανὸν ἔχει οὗ μάλιστα ὁ διαλεκτικὸς στοχάζεται. ὅτι δὲ ταῦτα
μόνα γένη τῶν προβλημάτων, δι’ ἐπαγωγῆς δεικνύοιτο ἄν, εἰ ἕκαστον πρόβλημα
καὶ ἑκάστην πρότασιν προχειριζόμενοι ζητοίημεν ἀπὸ τίνος ἐστίν·
οὐ γὰρ ἐν ἄλλῳ τινὶ εὑρεθεῖεν ἂν προβλήματι παρὰ τὰ προειρημένα. τὰ
μὲν γὰρ τοιαῦτα προβλήματα ‘πότερον ὁ χρόνος κίνησίς ἐστιν οὐρανοῦ ἢ
οὔ;’ ὁρικόν· ζητεῖται γὰρ εἰ ὅρος τοῦ χρόνου ὁ ἀποδεδομένος λόγος· τὸ
δὲ ‘πότερον τὸ ἀγαθὸν ἐν οὐσίᾳ ἢ οὔ;’ γενικόν· ζητεῖται γὰρ εἰ τοῦ ἀγαθοῦ
γένος ἡ οὐσία ἢ οὔ· τὸ δὲ ‘πότερον τῷ πυρὶ μόνῳ ἡ ἄνω κίνησις κατὰ
φύσιν ἢ οὔ;’ περὶ ἰδίου τὴν ζήτησιν ἔχει· τὸ δὲ ‘πότερον τὸ πῦρ ἄνω
κινεῖται ἢ οὔ;’ περὶ συμβεβηκότος· ζητεῖται γὰρ εἰ ὑπάρχει αὐτῷ τὸ
κινεῖσθαι ἄνω. ὁμοίως δὲ τούτοις ἔστι καὶ τᾶν πρόβλημα λαμβάνοντας δεικνύναι
ὑπό τι τούτων ὂν τῶν γενῶν. ὡς δὲ τὰ προβλήματα, καὶ αἱ προτάσεις·
ἡ γὰρ διαφορὰ αὐτῶν, ὡς εἶπε, κατὰ μόνον τὸν τῆς ἐκφορᾶς
τρόπον. καὶ ἡ μὲν οἱ ἐπαγωγῆς δεῖξις του μόνα εἶναι τὰ προειρημένα
τέσσαρα γένη τῶν προβλημάτων τοιαύτη. ἐπιζητήσαι δ’ ἄν τις ὑπὸ τί
δοκεῖ γὰρ μηδενὶ τῶν κειμένων ὑπάγεσθαι ταῦτα. ἢ οὐδὲ διαλεκτικὰ
προβλήματα ταῦτα· περὶ δὲ τούτων ὁ λόγος, καὶ τούτων αἱ διαιρέσεις.
τὰ γὰρ διαλεκτικὰ προβλήματα ἴσα καὶ τὰ αὐτὰ ταῖς προτάσεσιν· αὗται
δὲ ἦσαν ἐρωτήσεις ἀντιφάσεως· καὶ τῶν τοιούτων προβλημάτων τε καὶ
προτάσεων ἡ διαφορὰ κτὰ τὸν τρόπον. ὥσπερ οὖν οὐ διαλεκτικὴ ἐρώτησίς
ἐστι ‘τί ἐστιν ἄνθρωπος;᾿, οὕτως οὐδὲ διαλεκτικὸν πρόβλημα τὸ ‘τίς
φύσις μαντικῶν ὑδάτων;᾿. ἐπεὶ οὖν μηδὲ τὴν ἀρχὴν προτάσεις τὰ οὕτω
λεγόμενα, διὰ τί τόδε ἢ τί ἐστι τόδε, οὐδ᾿ ἂν διαλεκτικὰ εἴη προβλήματα,
ἀλλὰ ἔστι τὰ οὕτω προβαλλόμενα φυσικὰ προβλήματα, ὡς καὶ ἐν τῷ Περὶ
προβλημάτων εἴρηκεν· ὧν γὰρ· φυσικῶν ὄντων τὰ αἴτια ἀγνοεῖται, ταῦτα
φυσικὰ προβλήματα. γίνεται μὲν οὖν καὶ διαλεκτικὰ προβλήματα περὶ
ἔχοντα διαλεκτικά, τὰ δὲ οὕτως φυσικά. καὶ εἴη ἄν τὰ διαλεκτικὰ προβλήματα
πάντα ἀναγόμενα εἰς τὴν ζήτησιν τοῦ τε ‘ὅτι ἔστι’ καὶ τοῦ ‘εἰ
ἔστιν᾿, ἅ ἐστι δύο τῶν τεσσάρων, ὧν εἶπεν ἀρχόμενος τοῦ δευτέρου τῶν
Ἀναλυτικῶν τῶν ὑστέρων· τὸ γὰρ ‘δι᾿ ὅ τι ἐστί καὶ τί ἐστιν οὐ διαλεκτικὰ
προβλήματα.
Διὰ συλλογισμοῦ δὲ <τὸ> τοσαῦτα γένη τῶν προβλημάτων εἶναι ἤδη
καὶ ἡμεῖς ἐφθάσαμεν ἑπόμενοι τοῖς δοκοῦσιν αὐτῷ δεδειχέναι. αὐτὸς δὲ
ᾧ χρῆται συλλογισμῷ, τοιοῦτός ἐστιν. ἐπειδὴ ἐν παντὶ προβλήματι καὶ
πάσῃ προτάσει ἐστί τι κατηγορούμενόν τινος καὶ ἀπὸ τῶν κατηγορουμένων
αἵ τε διαφοραὶ καὶ τὰ εἴδη τῶν προτάσεων καὶ τῶν προβλημάτων λέγοιτο
δ’ ἂν τὸ αὐτὸ καὶ περὶ τῶν ὑποθετικῶν προτάσεων· καὶ γὰρ ἐν ἐκείναις
τὸ ἑπόμενον, ὃ κατηγορουμένου χώραν ἔχει, τούτων τι ἔστι λαμβάνειν), ὅτι
πᾶν τὸ κατηγορούμενόν τινος ἀνάγκη ἢ ἐπ’ ἴσης αὐτῷ λέγεσθαι καὶ ἀντικατηγορεῖται
ταῦτα ἀλλήλων) ἢ μὴ ἐπ’ ἴσης, ὧν τὸ μὲν ἀντικατηγορούμενον
ἢ ὅρος ἢ ἴδιον, τὸ δὲ μὴ ἀντικατηγορούμενον ἢ ἐν τῇ οὐσίᾳ καὶ τῷ
ὁρισμῷ τοῦ πράγματός ἐστιν ἢ οὔ. καὶ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ, γένος
ἢ διαφορὰ ἄν εἴη, εἰ δὲ μὴ ἐν τῷ ὁρισμῷ, συμβεβηκὸς ἄν εἴη· τὸ γὰρ
κατηγορεῖται αὐτοῦ ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκός,
τᾶν ἄρα τὸ κατηγορούμενον ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς
κατηγορεῖται· ᾧ συμπεράσματι ἐλήφθη τὸ ἐν παντὶ προβλήματι
τὸ κατηγορούμενον ἢ ὅρον εἶναι ἢ ἴδιον ἢ γένος ἢ συμβεβηκός. αὐτὸς δὲ
τὴν δευτέραν πρότασιν μετὰ τῆς κατασκευῆς τῆς οἰκείας τιθεὶς δοκεῖ πλέον
τι εἰρηκέναι. ἔστι δὲ καὶ ὡς συνθέτου λόγου ποιήσασθαι τὴν ἀνάλυσιν οὕ·
τὼς· ὁ μὲν τελευταῖος λόγος ‘πᾶν τὸ κατηγορούμενόν τινος ἢ ἀντικατηγορεῖται
αὐτοῦ ἢ μόνον κατηγορεῖται, πᾶν τὸ ἀντικατηγορούμενον τῷ οὗ
κατηγορεῖται ἢ κατηγορούμενον μόνον ἡ ὅρος ἐστὶν ἢ ἴδιον ἢ γένος ἡ διαφορὰ
ἢ συμβεβηκός, πᾶν ἄρα τὸ κατηγορούμενόν τινος ἢ ὅρος ἐστὶν ἢ ἴδιον
ἢ γένος ἢ διαφορὰ ἢ συμβεβηκός῾. τούτου δὲ τοῦ λόγου τὴν δευτέραν
πρότασιν κατεσκεύασε διὰ δύο συλλογισμῶν, ἑνὸς μὲν τοῦ ‘πᾶν, εἴ τι
ἀντικατηγορεῖταί τινος, ἤτοι τὸ τί ἦν εἶναι σημαίνει τούτου οὗ ἀντικατηγορεῖται
ἢ μή· τοῦτο δὲ ἢ ὁρισμὸς ἢ ἴδιόν ἐστιν αὐτοῦ· πᾶν ἄρα τὸ ἀντικατηγορούμενον
τοῦ ὑποκειμένου ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ ἴδιον᾿, ἄλλου δὲ
‘πᾶν, εἴ τι ἁπλῶς κατηγορεῖται τοῦ ὑποκειμένου καὶ μὴ ἐπ’ ἴσης ἐστὶν
αὐτῷ, ἢ τῶν ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου λεγομένων ἐστὶν
ἢ τῶν ἁπλῶς κατηγορουμένων· ἀλλ’ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ τοῦ
ὑποκειμένου λεγομένων ἐστίν, ἢ γένος ἢ διαφορὰ ἂν εἴη, εἰ δὲ
μὴ τῶν ἐν τῷ ὁρισμῷ λεγομένων ἐστί, συμβεβηκὸς ἄν εἴη· πᾶν
ἄρα ὃ ἁπλῶς κατηγορεῖταί τινος, ἢ γένος αὐτοῦ ἢ διαφορὰ ἄν εἴη
αὐτοῦ ἢ συμβεβηκός᾿· ἃ συμπεράσματα τῶν συλλογισμῶν συντεθέντα τὴν
δευτέραν ποιεῖ πρότασιν τὴν τοῦ συλλογισμοῦ τὴν πᾶν, εἴ τι ἡ ὡς
Μετὰ τοίνυν ταῦτα δεῖ ὁρίσασθαι τὰ γένη τῶν κατηγοριῶν,
ἐν οἶς ὑπάρχουσιν αἱ ῥηθεῖσαι τέσσαρες.
Δείξας τὰ προβλήματα καὶ τὰς προτάσεις ἐν τοῖς προειρημένοις τέσσαρσι
γένεσιν οὔσας, ἐπεὶ τὰ προειρημένα γένη τέσσαρα οὐκ ἔδτιν ἀνώτατα
γένη ὄντα, ἀλλ’ ἔστι πάλιν αὐτὰ ἐν ἄλλοις ἔστι γὰρ ἐν τοῖς οὖσιν, ὧν τὰ
ἀνώτατα γένη ἔστι δέκα, ἃς κατηγορίας ἰδίως ἔθος αὐτῷ καλεῖν), δεῖν φησιν
ἐφεξῆς τοῖς εἰρημένοις διορίσαι καὶ ἐκθέσθαι τὰ γένη τῶν κατηγοριῶν,
ἐν αἷς κατηγορίαις ὑπάρχουσιν αἱ εἰρημέναι τέσσαρες διαφοραὶ τῶν προβλημάτων
τε καὶ προτάσεων. τὸ δὲ ἐν οἷς ὑπάρχουσιν αἱ ῥηθεῖσαι
τέσσαρες ἐλλιπῶς εἶπε· λείπει γὰρ τὸ ‘διαφοραὶ τῶν προβλημάτων τε
καὶ προτάσεων᾿. ἔστι δέ, φησί, ταῦτα, λέγων τὰ γένη τῶν κατηγοριῶν,
δέκα, περὶ ὧν εἴρηκε μὲν ἐν τῷ Περὶ τῶν δέκα κατηγοριῶν, ἐκτίθεται
δὲ καὶ νῦν αὐτά. ἅμα δὲ καὶ τὸ πρὸς διαλεκτικὴν χρήσιμον ἐκείνου τοῦ
βιβλίου διὰ τούτων ἐνδείκνυται. ἀντὶ δὲ τῆς οὐσίας τὸ τί ἐστιν ἔλαβε·
κυρίως τε γὰρ ὂν ἡ οὐσία, καὶ κυρίως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς οὐσίας,
εἰ καὶ πλεοναχῶς τὸ τί ἐστιν. τοῦ δὲ ἐν τῖς δέκα κατηγορίαις εἶναι τὰ
γένη τὰ προειρημένα τῶν τε προβλημάτων καὶ τῶν προτάσεων δεικτικὸν
παρέθετο τὸ καὶ τὸ συμβεβηκὸς καὶ τὸ γένος καὶ τὸ ἴδιον καὶ τὸν ὁρισμὸν
τούτων τι σημαίνειν· πᾶσαι γὰρ αἱ διὰ τούτων τῶν γενῶν προτάσεις (τοῦτο
γὰρ ἐστι τὸ τῆς λέξεως πλῆρες) ἢ οὐσίαν ἔχουσι τὸ κατηγορούμενον ἢ
ποιότητα ἤ τινα τῶν ἄλλων κατηγοριῶν. πᾶς γὰρ ὁρισμός τινός ἐστιν, ὃ
πάντως ἢ οὐσία ἐστὶν ἢ ποσὸν ἢ πρός τι ἢ τοῦ ἢ ποτὲ ἢ κεῖσθαι
ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. τὸν μὲν οὖν ὁρισμὸν καὶ τὸ ὁρικὸν
πρόβλημα ἐν πάσαις ἐνδέχεται ταῖς κατηγορίαις εἶναι, ἐπεὶ οἷόν τε ὁρισασθαί
τινα τῶν ὑφ’ ἑκάστην κατηγορίαν. ὁμοίως καὶ τὰ γένη καὶ τὰ γενικὰ
προβλήματα·. καθ’ ἑκάστην γὰρ κατηγορίαν ἔστι καὶ γένος καὶ διαφορὰν
λαβεῖν· ἐν αἷς γὰρ κατηγορίαις ἐστὶ τὰ λαμβανόμενα γένη περὶ ὧν ὁ λόγος,
ἐν ταύταις καὶ αἱ τῶν γενῶν τούτων διαφοραί, ὡς ἐν ἄλλοις ἡμῖν
εἴρηται· διὸ καὶ ἐν οὐσίᾳ διαφοραὶ οὖσαι <οὐσίαι> καὶ αὐταί, καὶ τὰ ἀπὸ τῶν
οὐσίᾳ, τὸ δὲ ὁρικὸν ἐν ποιότητι ἢ ποσότητι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· πάλιν
ἀπὸ γένους ἐν οὐσίᾳ ἢ ἀπὸ γένους ἐν ποιῷ, καὶ κατὰ τὰς ἄλλας κατηγορίας
ὁμοίως. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν προτάσεων. ὡς γὰρ ἀπὸ
τοῦ κατηγορουμένου ὅρου ἐν τῷ προβλήματι ἢ ἐν τῇ προτάσει τὸ γένος
γνωρίζεται αὐτῶν (εἰ μὲν γὰρ ὁρισμὸς τὸ κατηγορούμενον, ὁρικόν. εἰ δὲ
γένος, ἀπὸ γένους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), οὕτως ἀπὸ τοῶ κατηγορουμένου
καὶ τὸ ἐν ποίᾳ κατηγορίᾳ τὸ πρόβλημα γνωρίζεται· ἂν μὲν γὰρ
οὐσία ᾖ, ἐν οὐσίᾳ τὸ πρόβλημα, ἂν δὲ ποιότης, ἐν ποιότητι, καὶ ἐπὶ τῶν
ἂλλων ὁμοίως. τὰ μὲν οὖν ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ αὐτοῦ γένους
ἔχει καὶ τὸ ὑποκείμενον αὐτοῖς, ὥστε οὐδὲν μᾶλλον ἀπὸ τοῦ ὑποκειμένου
ἢ ἀπὸ τοῦ κατηγορουμένου ἡ κατηγορία καὶ τὸ γένος ἐν ᾧ τὸ πρόβλημα
γνωρισθήσεται. ἐν οἰς δὲ ἄλλο ἄλλου κατηγορεῖται (ταῦτα δέ ἐστιν ἐν οἷς
περὶ συμβεβηκότος ἡ κατηγορία), καὶ τὸ γένος ἀπὸ τοῦ κατηγορουμένου
λαμβάνεται. ἐπεὶ δὴ οὐδεμία οὐσία οὐδεμιᾷ οὐσίᾳ συμβέβηκεν (οὐ γὰρ
οἰόν τε συμβεβηκότος τινὸς οὐσίαν εἶναι). τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα
ἐν μὲν τοῖς ἄλλοις γένεσιν ἔσται λαβεῖν, ἐν οὐσίᾳ δὲ οὐδαμῶς.
περὶ δὲ ἀδίου, εἰ μὲν τὰ ἔδια τῶν οὐσιῶν οὐσίας οἶόν τε εῖναι, ὁμοίως
καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ἔσται καὶ ἐν οὐσίᾳ τᾶ ἀπὸ τοῦ ἀδίου
προβλήματα καὶ ἐν πᾶσι τοῖς γένεσιν· εἰ δέ ἐστι πᾶν ἴδιον συμβεβηκὸς
τῷ συμβεβηκότος εῖναι τρόπον τὸ ἴδιον, οὐδ᾿ ἂν τὰ ἀπὸ τοῦ ἰδίου
προβλήματα ἐν οὐσίᾳ εἴη, ἀλλ᾿ ἐν ἐκείνῳ οἶυ ἀν ᾐ γένος τὸ ἴδιον. ὅτι
δὲ ἐν τοῖς δέκα γένεσίν ἐστι τὰ προειγημένα τέσσαρα προβλήματα καὶ οὐκ
ἔξω πίπτει αὐτῶν, εἰ καὶ μὴ οἶόν τε πάντα ἐν πᾶσιν εἶναι τῷ μὴ δύνασθαι
ἐν οὐσίᾳ εἶναι τὰ ἀπὸ συμβεβηκότος, δεικνὺς λέγει ‘πᾶσαι γὰρ αί
διὰ τούτων προτάσεις ἢ τί ἐστι, τοῦτ᾿ ἔστιν ἢ ἐν τῇ οδσίᾳ κατηγοροῦσί
τινός τι, ἢ ἐν τῷ ποιῷ ἤ τι τῶν ἐν ταῖς ἄλλαις κατηγορίαις σημαίνουσιν᾿.
ἐν ᾖ δὲ κατηγορφίᾳ τὸ σημαινόμενον ὑπὸ τοῦ προβλήματος
ἢ τῆς προράσεώς ἐστιν, ἐν τῇ αὐτῇ ἀνάγκη καὶ τὸ γένος εἶναι τῶν
προβλημάτων κα]\ι τῶν προτάσεων, καὶ δείκνυσί γε τοῦτο καὶ τῇ ἐπαγω·
γῇ· ό γὰρ τὸ τί ἐστι σημαίνων, τοῦτ᾿ ἔστι κατηγορῶν τινος, ἢ οδσίας
τὸ τί ἐστι σημαίνει ἢ ποιοῦ ἢ ποσοῦ ἤ τινος τῶν ἐν ταῖς ἄλλαις κατηγορίαις·
τὸ γὰρ τί ἐστι τῶν πολλαχῶς λεγομένων.
Ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον.
Ὁτι καθ’ ἑκάστην κατηγορίαν τὸ τί ἐστιν ἀποδίδοται, καὶ ὅτι τὸ
ἐν τῷ τί ἐστι κατηγορούμενον καθ’ ἑκάστην λαμβάνεται, τῇ ἐπαγωγῇ,
ὡς εἶπον, δείκνυσιν. ἕκαστον γὰρ τῶν ὑφ’ ἑκάστην κατηγορίαν, ἄν τε αὐτὸ
περὶ ἑαυτοῦ λέγηται, οἷον ὅτι ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν ἢ τὸ λευκὸν
λευκόν ἐστι καὶ ἐπὶ τῶν· ἄλλων ὁμοίως), <ἄν τε> τὸ οἰκεῖον γένος αὐτοῦ
ἀποδιδῷ, τί ἐστι σημαίνει. ὁμοίως δὲ κἄν τὸν ὁρισμόν τις τὸν ἑκάστου
ἀποδιδῷ, τὸ (??) ἐστιν αὐτὸ λέγει· ἴσον γάρ ἐστι τὸν ἄνθρωπον ἄνθρωπον
εἰπεῖν ἢ ζῷον πεζὸν δίπουν· ἐν ἀμφοτέροις γὰρ αὐτὸ περὶ ἑαυτοῦ λέγεται,
καὶ | ἐπ’ ἴσης ἀμφότερα· διὸ ἀντὶ τοῦ ὁρισμοῦ τὸ ὄνομα ἔλαβεν. ὅταν
δὲ τὸ κατηγορούμενον μὴ τοῦ αὐτοῦ γένους ᾖ τῷ ὑποκειμένῳ, ἀλλὰ· περὶ
ἄλλου λέγηται τοῦτο γάρ ἐστι τὸ ὅταν δὲ περὶ ἑτέρου), ἐξ ἧς ἂν
κατηγορίας ᾖ τὸ κατηγορούμενον, ἐξ ἐκείνης καὶ τὸ γένος τοῦ προβλήματος
ἔσται. καὶ οὐκέτι τὸ τί ἐστι τὸ ὑποκείμενον σημαίνει· οὐ γὰρ ἐν
τῷ τί ἐστι κατηγορεῖται τὸ ἐξ ἄλλης κατηγορίας τοῦ ἐξ ἄλλης. περὶ ἑτέρου
δὲ ἕτερον λέγεται, ἐν αἷς συμβεβηκός ἐστι τὸ κατηγορούμενον· διὸ
ἀδύνατον, ὡς ἔφην, προβλήματα ἐν οὐσίᾳ τινὶ εἶναι ἀπὸ συμβεβηκότος
εἰπεῖν, ὅτι μηδεμία οὐσία οὐσίᾳ συμβέβηκεν. ἢ συμβεβηκέναι μὲν οὐχ
οἷόν τε οὐσίαν οὐσίᾳ, δύναται μέντοι ζητεῖν τις εἰ συμβέβηκεν οὐσίᾳ οὐσία
ἢ συμβεβηκότι οὐσία, ὡς ἐν ταῖς παρὰ φύσιν ἔχει προτάσεσιν. εἰ δὲ τοῦτο,
εἴη ἄν καὶ τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα καὶ ἐν οὐσίᾳ. εἰ δὲ τὰ
προβλήματα καὶ τὰ γένη τῶν προβλημάτων ἐν ταῖς κατηγορίαις, δῆλον ὡς
χρήσιμος ἡ περὶ τὰς κατηγορίας πραγματεία πρὸς διαλεκτικήν, εἴ γε χρήσιμον
τὸ εἰδέναι ἐν ποίῳ γένει τῶν ὄντων τὸ προκείμενον πρόβλημα.
εἰπὼν δὲ τὰ τέσσαρα γένη ἐν οἷς αἱ προτάσεις τὰ προβλήματα, εἰπὼν
δὲ καὶ τὰς κατηγορίας ἐν αἷς τὰ τέσσαρα γένη τῶν προβλημάτων καὶ τῶν
προτάσεων, ἐπιφέρει ὅτι περὶ ὧν μένοι λόγοι καὶ ἐξ ὧν, ταῦτα καὶ
τοσαῦτά ἐστι, λέγων τὰ προβλήματα καὶ τὰς προτάσεις· ταῦτα δὲ καὶ
τοσαῦτα τῷ γένει δῆλον ὅτι. ἦν δὲ προκείμενον αὐτῷ ζητῆσαι πρὸς πόσα
καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι οἱ διαλεκτικοί, καὶ πῶς τῶν λόγων τούτων
περὶ τοῦ πῶς καὶ δι᾿ ὦν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ὃ τὸ
λοιπὸν ὦν προέθετο ὑπολείπεται, μετὰ ταῦτά φησι λεκτέον.
Πρῶτον τοίνυν διωρίσθω τίἐστι πρότασις διαλεκτικὴ3·8
καὶ τί πρόβλημα διαλεκτικόν.
Μέλλων δεικνύναι πῶς ἄν εὐποροίημεν προτάσεων διαλεκτικῶν (ἡ
γὰρ εὐπορία τῶν προτάσεων συντελεῖ καὶ αὐτὴ πρὸς τὴν τῶν διαλεκτικῶν
λόγων εὐπορίαν, περὶ οὗ πρόκειται λέγειν αὐτῷ, ὡς ἐρεῖ· ἓν γὰρ τῶν
τεσσάρων ὀργάνων ὧν ἐρεῖ), καὶ τοῦτο κοινότερον εἴρη ὦς περὶ προτάσεων
τε καὶ προβλημάτων, πρῶτόν φησι δεῖν ὁρίσασθαι τί ἐστι πρότασις
διαλεκτικὴ καὶ τί πρόβλημα διαλεκτικόν, ἵνα γνώριμον ᾖ ποίων
προτάσεων εὐπορεῖν δεῖ καὶ περὶ ποίων ζητεῖν προβλημάτων· ὧν γὰρ χρὴ lo
πρὸς εὐπορίαν ζητεῖν μέθοδον, ταῦτα ὡρίσθαι δεῖ καὶ γνώριμα εἶναι πρῶτον.
οὔτε γὰρ πᾶσα πρότασις διαλεκτικὴ οὔτε πᾶν πρόβλημα· οὔτε γὰρ ἄν προτεί-
ναιτὁ τις νοῦν ἔχων καὶ ἐρωτήσειεν ἐν προτάσει τὸ μηδενὶ δοκοῦν,
οἶον ’ ἆρά γε χρὴ ὑβρίζειν τοὺς γονεῖς ἢ ἀσεβεῖν εἰς τοὺς θεούς;’ (προτείνει
γὰρ ὁ διαλεκτικὸς ὃ λαβεῖν βούλεται· οὐδεὶς δὲ τὰ τοιαῦτα συγχωρεῖ),
οὔτ’ ἄν προβάλοι πρόβληματὸ πᾶσι φανερὸν καὶ μὴ δεόμενονδείξεως,
οἷον ’ ἡμέρς οὔσης πότερον ἡμέρα ἐστὶν ἢ ;’· τὰ μὲν γὰρ οὐκ ἔχει ἀπο-
ρίαν, δῆλον ὅτι ὡς πᾶσι γνώριμα, διὸ οὐδὲ προβλήματα (αἱ δὲ δείξεις τε
καὶ ζητήσεις περὶ ἀπορουμένων τινῶν ἢ ἀγνοουμένων), τὰ δὲ οὐδεὶς ἄν
θε ἴη καὶ συγχ͂ωρŕισαι.-, τὰ δῆλον ὅτι μηδενὶ δοκοῦντα, διὸ οὐδὲ προτάσεις.
ζητήσαι δὲ ἄν τις πῶς εἰπὼν ἴσα καὶ τὰ αὐτὰ τά τε προβλήματα καὶ τὰς
προτάσεις καὶ τῷ τρόπῳ μόνῳ τῆς ἐκφορἄ-̀ τὴν διαφορὰν αὐτῶν εἶναι,
νῦν ὑπεναντίον πώς φησιν εἶναι τὸ διαλεκιικὸν πρόβλημα καὶ τὴν δια-
·́ ἑκτικὴν πρότασιν· τὸ μὲν γὰρ ἀπορεῖσθαι, τὴν δὲ γνώριμον εἶναι. ἢ οὐ
τὰ διαλεκτικὰ προβλήματα ταῖς διαλκτικ̀αῖ,́ προτάσεσιν ἴσα καὶ τὰ αὐτὰ
εἶπεν, ἀλλὰ καθόλου τὰ προβλήματα καὶ τὰς προτάσεις τὰς ἐν τῇ τῆς
ἀντιφάσεως ἐρωτήσει, ἐν οἷς προβλήμασι καὶ ἐν αἷς προτάσεσίν ἐστι καὶ
τό τε <γὰρ> γνώριμον καὶ ἔνδοξον, ὁποία ἡ πρότασις ἡ
εἶναι βούλεται, καὶ τὸ ἀμφιδοξούμενόν τε καὶ ἀπορούμενον, ὁποῖον δεῖ
φησίν, εἶναι τὸ διαλεκτικὸν πρόβλημα, πάντα ἐν ἀντιφάσει προτείνεταί τε
καὶ προβάλλεται, ὧν τὰ μὲν ἔνδοξα προτάσεις, τά δὲ ζητοῦμεν προβλήματα.
τὴν δὲ κατὰ τοὺς τρόπους διαφορὰν εἶπε, τὴν κατὰ τὸ ‘ἆρα᾿ καὶ
‘πότερον᾿, ὑπὲρ τοῦ ἐνδείξασθαι τὴν κατὰ τὴν λέξιν ὁμοιότητα αὐτῶν καὶ
πῶς ἕκαστον αὐτῶν προτείνεταί τε καὶ προβάλλεται. πᾶσα γὰρ πρότασις
πρόβλημα γίνεται ἀλλαγέντος ἰοῦ κατὰ τὴν ἐκφορὰν τρόπου κατὰ τὴν
λέξιν· οὐ μὴν διαλεκτικὸν ἤδη τὸ ἀπὸ προτάσεως μεταληφθέν, ὅτι μὴ
ζητούμενον.
Ἔστι μὲν οὖν πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος.
οὔτε οὗν πᾶσα πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική, οὔτε πᾶσα
ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οὐ
γὰρ μόνον ἐρώτησις προτάσεων γίνεται, ἀλλ’ ὡς Εὔδημος ἐν τοῖς Περὶ
λέξεως διῄρηκεν, οἱ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν· ἢ γὰρ
προθέντες τι καὶ ὁρίσαντες πυνθάνονται τὸ τούτῳ συμβεβηκός, ὡς οἱ ἐρωτῶντες
τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις ἡ τί Σωκράτει συμβέβηκεν,
ἢ ἔμπαλιν τὸ μὲν συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει,
ᾧ δὲ τοῦτο συμβέβηκεν, ἀξιοῦσι μαθεῖν, ὡς ὁ ἐρωτῶν τίνι τὸ
λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι᾿ αὑτό
ἐστιν ·αἱρετόν, καὶ τίς ἐστιν ὁ καθήμενος. καὶ τοῦτο μὲν ἓν εἶδος ἐρωτήσεως.
ἄλλο δὲ περὶ οὐσίας, ὅταν προενεγκάμενοι τί ποιέ ἐστι τοῦτο διὰ
τῆς ἐρωτήσεως ἐξετάζωμεν, ὡς ὁ ἐρωτῶν τί ἐστιν ἄνθρωπος· ὁ γὰρ
οὕτως ἑρωτῶν τὴν οὐσίαν τοῦ πράγματος μαθεῖν ἀξιοῖ, ἀλλ’ οὐχ ὃ συμβέβηκεν
αὐτῷ τρίτον εἶδος ἐρωτήσεως ἐστιν, ὅταν περὶ προτάσεως τις
θῇ τὴν ἐρώτησιν, εἶτα ἀπόκρισιν αὐτῆς αἰτῇ τὸ ἕτερον τῆς ἀντιφάσεως
μέρος, οἷον ‘ἆρά γε ὁ κόσμος σφαιροειδής;᾿. ὑπὸ τοῦτο τὸ εἴδος
τῆς ἐρωτήσεώς ἐστι καὶ ἡ διαλεκτικὴ πρότασις. οὐ γὰρ πᾶσα ἐρώ-
τῶν γὰρ προτάσεων, ὥς εἴρηται, αἱ μέν εἰσιν ἀποδεικτικαί, οἷαί εἰσιν αἱ
ἄμεσοι καὶ πρῶται, αἱ δὲ διαλεκτικαί, οἷαί εἰσιν αἱ ἔνδοξοι, αἱ δὲ ἐριστικαί·
οὔτε δὲ αἱ ἑπιστημονικαὶ ἐν ἐρωτήσει οὖσαι διαλεκτικαὶ γίνονται·
οὐ γὰρ διαλεκτικὴ ἡ τοιαύτη, οἷον ‘ἆρά γε στοιχεῖα τῶν ὄντων εἶδος καὶ
ὕλη;’, ἀλλ’ οὐδὲ ἡ ἐριστική, οἷον ‘ἀρά γε ὁ ὁρῶν ὀφθαλμοὺς ἔχει ἢ οὔ;᾿,
ἀλλά εἰσι προτάσεις διαλεκτικαὶ τῶν ἐν ἐρωτήσει προτάσεων αἱ ἔνδοξοι,
οἷον ‘ἆρά γε ἡ ὑγεία ἀγαθὸν ἢ οὗ; ἀρά γε αἱ τῆς ψυχῆς ἀρεταὶ αἱρεταὶ
ἡ οὑν; ἀρά γε οἷόν τέ τι ἐκ τοὺ μὴ ὄντος γενέσθαι ἢ οὔ;᾿. “οὐδεὶς γὰρ
προτείνειεν <ἂν> νοῦν ἔχων τὸ μηδενὶ δοκοῦν”· ἡ γὰρ ἔνδοξος ἐρώτησις διαλεκτικὴ
πρότασίς ἐστιν. εἰπὼν δὲ τοῦτο, τίνα ἐστὶ τὰ ἔνδοξα, πάλιν ὑπομιμνήσκων
ἡμᾶς προστίθησιν· ἔνδοξον γάρ, ὡς προείρηται ἢ τὸ τὸ πᾶσι
δοκοῦν ἢ τὸ τοῖς πλείστοις ἢ τὸ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν
ἢ τοῖς πλείστοις ἢ ἰοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις. εἰπὼν δὲ
ἔνδοξα εἷναι καὶ τὰ τοῖς πάνυ γνωρίμοις τῶν σοφῶν δοκοῦντα, ἐπεὶ δύναταί
τις γνωρίμου σοφοῦ δόξα μαχομένη ταῖς τῶν πολλῶν δόξαις εἶναι, αἷς
δόξαις οὐκέτι οἱ πολλοὶ συγχωροῦσι, προσέθηκε τὸ μὴ παράδοξος, ἅμα
διδάσκων ἡμὰς ὅτι τῖς τῶν σοφῶν δόξαις ὡς ἐνδόξοις χρηστέον, ταῖς περὶ
τούτων περὶ ὧν οὐκ ἔχουσιν οἱ πολλοὶ δόξας, ἔνθα δὲ μάχεται ἡ τῶν
πολλῶν δόξα τῇ σοφοῦ τινος, ἐνταῦθα ἔνδοξον μᾶλλον τὸ τοῖς πολλοῖς
δοκοῦν. ἐπεὶ ὅτι γε μή ἐστιν ἡ ὑγεία ἀγαθόν, σοφῶν τινῶν ἐστι δόξα·
ἀλλ᾿ οὐδεὶς ἂν τοῦτο ἔνδοξον εἴποι· μάχεται γὰρ ταῖς πάντων προλήψεσιν·
ἀλλὰ καὶ ὅτι τὸ ὂν ἀκίνητόν τε καὶ ἕν Παρμενίδου γάρ), καὶ ὅτι τὰ ἐναντία
ταὐτά Ἡρακλείτου γάρ), καὶ ὅτι οὐκ ἔστιν ἀντιλέγειν Ἀντισθένους 20
γάρ). προτάσεις μὲν οὖν οὐκ εἰσὶ τὰ τοιαύτα, θέσεις δέ, ὡς προιὼν ἐρεῖ.
Εἰσὶ δὲ προτάσεις καὶ ἰὰ τοῖς ἐνδόξοις ὅμοια.
Εἰπὼν τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἔνδοξον εἶναι, λέγει
καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια διαλεκτικὰς προτάσεις εἶναι, εὐπορίαν τινὰ
ἡμῖν προϋποβάλλων διαλεκτικῶν προτάσεων. εἰ γὰρ ἔνδοξον τὸ τὴν
αὐτὴν εἷναι τῶν ἐναντίων ἐπιστήμην, ἔνδοξον ἄν φανείη καὶ
τὸ τὴν αὐτὴν αἴσθησιν τῶν ἐναντίων εἶναι. ὅτι δὲ ἔνδοξον τὸ
καὶ ἡ αἴσθησις πρὸς τὰ αἰσθητά· ἑκάτερον γὰρ αὐτῶν κριτικόν ἐστι τῶν
ὑφ’ αὑτά. αὑτά. καὶ ἔστι τὸ ὅμοιον αὐταῖς κατὰ ἀναλογίαν. ἢ καὶ αὐταὶ
συγγενεῖς, ἔ γε καὶ ἡ αἴσθησις ὑπὸ τὴν ἕξιν καὶ ὅλως ὑπὸ τὰ πρός τι.
χρὴ δὲ τὰ παραδείγματα μὴ ἀκριβολογουμένους ἀκούειν, ἐπεὶ δόξει γε
ἐναργέστερόν τε καὶ ἐνδοξότερον εἶναι τὸ τὴν αἴσθησιν τὴν αὐτὴν τῶν
ἐναντίων εἶναι ἢ τὴν ἐπιστήμην. πάλιν εἰ ἔνδοξον τὸ μίαν ἀριθμῷ τὴν
γραμματικὴν εἶναι, ἔνδοξον ἂν φανείη καὶ τὸ ἰὴν αὐλητικὴν μίαν
τῷ ἀριθμῷ εἶναι. καὶ εἰ πλείους γραμματικὰς εἶναι ἔνδοξον, καὶ τὸ
αὐλητικὰς εἶναι πλείους ἔνδοξον ἔσται· ὅμοια γὰρ καὶ τοῦ αὐτοῦ λόγου
ἡντιναοῦν τέχνην εἶναι ἢ ἀριθμῷ· μίαν ἢ εἴδει· συγγενῆ γὰρ τά τοιαῦτα
καὶ ὑπὸ τὸ αὐτὸ γένος. καὶ ὥσπερ τὸ πρῶτον παράδειγμα τῇ ἀναλογίᾳ
ὅμοιον, οὕτως τοῦτο τῷ γένει· διὸ εἶπε συγγενῆ. εἴη δ’ ἂν τὸ μίαν τῷ
ἀριθμῷ γραμματικὴν ἢ πλείους τοιοῦτον· εἰ λέγοι τις τὴν Ἀριστάρχου
γραμματικὴν καὶ ὅλως ἑκάστην τῶν ἐν τῷ ἀτόμῳ μίαν κατ᾿ ἀριθμὸν εἶναι,
ὅτι καὶ τὸ ὑποκείμενον αὐτὸ τοιοῦτον, ἢ πάλιν εἰ λέγοι τις μίαν εἶναι
τῷ εἴδει ταύτην τῷ ταῖς ἐνεργείαις συνδιαιρεῖσθαι αὐτὴν τὰς δὲ ἐνεργείας
πλείους κατ’ ἀριθμὸν εἶναι.
Λέγει δὲ ἔνδοξα εἶναι καὶ τὰ ἐναντία τοῖς ἐνδόξοις κατ’ ἀντίφασιν
προτεινόμενα, τοῦτ’ ἔστι τὰς ἀποφάσεις τῶν ἐναντίων τοῖς ἐνδόξοις·
ἐπεὶ γὰρ τὰ ἐναντία τοῖς ἐνδόξοις παράδοξα, εἶεν ἂν αἱ τῶν παραδόξων
ἀποφάσεις ἔνδοξοι. οἷον εἰ ἔνδοξόν ἐστι τὸ δεῖν τοὺς φίλους εὖ
ποιεῖν τὸ τούτω ἐναντίον τὸ δεῖν τοὺς φίλους κακῶς ποιεῖν, ἄδοξον
ἔσται· ἡ δὴ τούτου ἀδόξου ὄντος ἀπόφασις ἔνδοξος ἂν καὶ αὐτὴ εἴη·
ἔστι δὲ ἀπόφασις αὐτοῦ τὸ οὐ δεῖ τοὺς φίλους κακῶς ποιεῖν᾿. πάλιν ἔνδοξον
μὲν τὸ δεῖν τοὺς φίλους εὖ ποιεῖν· ἐναντίον δὲ τούτῳ καὶ ἄδοξον
δεῖν τοὺς ἐχθροὺς εὖ ποιεῖν· οὗ ἡ ἀπόφασις, τὸ μὴ δεῖν τοὺς
ποιεῖν, οἱ δὲ ὑποκείμενοι ὅροι ἐναντίοι· ἐναντίοι γὰρ οἱ φίλοι καὶ οἱ
ἐχθροί. ἔνδοξον δέ, φησίν, ἐν παραβολῇ δόξειεν ἄν εἶναι καὶ τὸ
ἐναντίον περὶ τοὐ ἐναντίου λεγόμενον· ἔστι δὲ τὸ ἐν παραβολῇ τὸ
ἐν παραθέσει. εἰ γὰρ ἔνδοξον τὸ τοὺς φίλους εὖ ποιεῖν, ἔνδοξον ἔσται
καὶ τὸ ἐναντίον, τὸ κακῶς ποιεῖν, περὶ τοὐ ἐναντίου λεγόμενον· οὗτοι δέ
εἰσιν ἐχθροί[· ἐναντίον δὲ τὸ εὗ ποιεῖν τῷ κακῶς ποιεῖν.] τῷ δὴ ἔνδοξον
εἶναι τὸ τοὺς φίλους εὖ ποιεῖν προσχρωμενους ενεστι δεικνύναι ἔνδοξον
καὶ τὸ τοὺς ἐχθροὺς δεῖν κακῶς ποιεῖν· εἰ γὰρ τοὺς φίλους εὖ, τοὺς
ἐχθροὺς κακῶς. καὶ εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· διὸ ἔνδοξον
δοκεῖ καὶ τὸ ‘εἰ ἡ κακία αὐτάρκης πρὸς κακοδαιμονίαν, καὶ ἡ ἀρετὴ πρὸς
εὐδαιμονίαν᾿. καὶ γὰρ εἰ καθ’ αὑτὸ ῥηθὲν τὸ δεῖν τοὺς ἐχθροὺς κακῶς
ποιεῖν μὴ ἔνδοξον, ἀλλὰ ἔνδοξον αὐτὸ φαίνεσθαι ποιεῖ παρατεθὲν τὸ τοὺς
φίλους εὗ ποιεῖν δεῖν· τοῦτο γὰρ σημαίνει τὸ ἐν παραβολῇ. καὶ σημειωτέον
ὅτι τὰς μὲν πρώτας προτάσεις, τήν τε τοὺς φίλους κακῶς ποιεῖν
καὶ τὴν ἰοὺς ἐχθροὺς εὗ, ἐναντίας εἶπε τῇ τοὺς φίλους εὖ ποιεῖν, ὅ τι τὸ
ἕτερον ἦν τῶν ἐν ταῖς προτάσεσιν ἐναντίων, τὴν δὲ ἀμφότερα ἔχουσαν
ἐναντία οὐκέτι ἐναντίαν. διὰ τοῦτο γὰρ καὶ ἀμφότεραι ἔνδοξοι καὶ ἅμα
ἀληθεῖς· τὸ δὲ τῷ ἐνδόξῳ ἐναντίον ὂν οὐχ οἷόν τε ἔνδοξον εἶναι. φανείη
μὲν οὗν ἄν τισι, φησί, καὶ ταῦτα ἐναντία εἶναι· πότερον δὲ ἔχει οὕτως ἡ
οὔ, ὑπερτίθεται σαφῆ ποιῆσαι εἰς τὸν περὶ τῶν ἐναντίων λόγον. ἐρεῖ δὲ
περὶ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν τοπικῶν. εἴρηκε δὲ περὶ τούτου καὶ ἐν
τῷ Περὶ ἑρμηνείας ἐπὶ τέλει ἐν οἷς λέγει ‘τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς
ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἷναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ
ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακὸν ἡ αὐτὴ ἴσως καὶ ἀληθής, εἴτε πλείους
εἴτε μία ἐστίν· ἐναντία δὲ ταῦτα, ἀλλ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ
30 μᾶλλον τῷ ἐναντίως”.
Δῆλον δὲ ὅτι καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσίν, διαλεκτικαὶ προτάσεις εἰσί.
Δῆλον, φησίν, ὅτι ὅσαι κτὰ τὰς τέχνας εἰσὶν εὑρημέναι δόξαι ὑπὸ
τῶν ἐπιστημόνων τε καὶ τεχνιτῶν, καὶ αὗται διαλεκτικαὶ προτάσεις
εἰσί, τοῦτ’ ἔστιν ἔνδοξοι. καὶ διὰ τί δῆλον προστίθησι· θείη γὰρ ἄν τις
καὶ συγχωρήσειε τὰ δοκοῦντα τοῖς ὑπὲρ τούτων ἐπεσκεμμένοις.
καὶ ἀκόλουθον δὲ τοῖς προειρημένοις τοῦτο ἄν εἴη· αἱ γὰρ τῶν σοφῶν
δόξαι ἦσαν ἔνδοξοι· σοφοὶ δὲ οἱ τεχνῖται περὶ τὰ οἰκεῖα· ὥστε καὶ τὰ
ὑπὸ τούτων εὑρισκόμενα ἔνδοξα ἂν εἴη, ὅτι κοινὴ δόξα τὸ δεῖν. περὶ ὧν
μὴ ἐπίσταταί τις, πιστεύειν τοῖς ἐπισταμένοις. διὸ ἔνδοξα περὶ μὲν ἰατρικῶν
τὰ τοῖς ἰατροῖς δοκοῦντα, περὶ γεωμετρικῶν δὲ τὰ ἰοῖς γεωμέτραις·
λέγουσι γὰρ πρὸς τοὺς ἄλλως λέγοντας ‘ἀλλὰ τοῦτο οὐ λέγουσιν οἱ ἰατροὶ
ἢ οἱ γεωμέτραι᾿. οὐ τοῦτο δὲ λέγει, ὅτι αὕτη ἡ εὕρεσις ἡ κατὰ τὴν
ἐπιστήμην ἢ τὴν τέχνην ἔνδοξος ἀποδεικτικὴ γὰρ αὕτη), ἀλλ’ ὅτι τοῖς
εὑρισκομένοις ὑπὸ τῶν περί τι καταγινομένων ὡς οὕτως ἔχουσι συγχωροῦσι
οἱ πολλοί, ἂν δῆλον ὅτι μὴ ᾖ μαχόμενα ταῖς κοιναῖς προλήψεσι· περὶ
τούτου γὰρ προείρηται. ἡ οὐδὲ ἔστι περὶ τῶν κατὰ τὰς ἐπιστήμας τε καὶ
τέχνας οἰκείων δοξῶν μάχη τοῖς πολλοῖς πρὸς τοὺς ἐπιστήμονας, ὅτι τὴν
ἀρχὴν ἀδόξαστοι περὶ τούτων οἱ πολλοί. τοιαῦτα πολλὰ ἔστι λαβεῖν· τὰ
ἰατρικὰ ἐκ τῶν Ἱπποκράτους Ἀφορισμῶν· τοιοῦτον τὸ “κόποι αὐτόματοι
φράζουσι νούσους” καὶ τὸ ‘‘ὑγραὶ δίαιται τοῖς πυρεταίνουσι σύμφοροι”. πάλιν
κατὰ γεωμετρίαν, ὅτι αἱ τοῦ τριγώνου ἱρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι
εἰσίν, καὶ ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντῃ
μεταλαμβανόμεναι.
p. 104b1 Πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων.
Εἰπὼν περὶ τῆς διαλεκτικῆς προτάσεως, ὅτι ἐστὶν ἔνδοξος ἐρώτησις,
καὶ κατὰ πόσους τρόπους ·οἷόν τε τὸ ἔνδοξον λαμβάνειν, ἀκολούθως ἑξῆς
περὶ θεωρήματος συντείνοντος ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἡ πρὸς ἀλήθειαν
καὶ γνῶσιν, ἢ αὐτοῦ ἢ ὡς συνεργοῦ πρός τι ἕτερον τῶν
τοιούτων ζητούμενον᾿. τρόπου γὰρ ζητήσεως δηλωτικὸν τὸ περὶ οὗ ἡ
μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ
σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς, ὃ λέγει διαλεκτικὸν
εἶναι πρόβλημα. εἴη δ’ ἂν τὸ θεώρημα λόγος γνώσεως ἡμῖν τινος τῶν
προειρημένων αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον
θεώρημα. καὶ ἔσται πᾶν μὲν πρόβλημα διαλεκτικὸν θεώρημα ἢ
ἠθικὸν ἢ φυσικὸν ἢ λογικόν τούτων γὰρ δηλωτικὰ τὰ προειρημένα), οὐ
μὴν πᾶν θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικὸν πρόβλημα ἤδη διαλεκτικόν,
ἀλλ’ ὅσα τῶν θεωρημάτων ἔχει τῶν προσκειμένων τινὰ ἀφορισμῶν· οὗτοι
δέ εἰδι περὶ οὗ ἢ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ σοφοὶ τοῖς
πολλοῖς ἢ οἱ πολλοὶ τοῖς σοφοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. ὅσα
μὲν οὗν τῶν ζητουμένων εἰς αἵρεσιν ἢ φυγὴν τὴν ἀναφορὰν ἔχει, ἠθικὰ
τὰ τοιαῦτα προβλήματα. ἡ γὰρ περὶ τὸ ἀγαθόν <τε> καὶ κακὸν
αἱρετόν τε καὶ φευκτὸν ζήτησις οὖσα ἠθικὴ εἰς αἵρεσιν καὶ φυγὴν τὴν
ἀναφορὰν ἔχει, οὐκ εἰς ψιλὴν γνῶσιν· ὁ γὰρ ζητῶν πότερον ἡ ἡδονὴ
ἀγαθόν ἐστιν ἢ οὔ, ἢ ὅλως περί τινος τῶν ἐπικτήτων ἀγαθῶν, ὑπὲρ τοῦ
αἱρεῖσθαι ἢ φεύγειν αὐτὰ τὴν ζήτησιν ποιεῖται. πάλιν ὁ ζητῶν πότερον
ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ, ἢ ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, ἤ τι ἄλλο τῶν
φύσει γινομένων τε καὶ ὄντων τέλος ποιεῖται τὴν τοῦ ἀληθοῦς γνῶσιν, ὃ
τῆς θεωρητικῆς ἐστιν ἴδιον· ἡ γὰρ γνῶσις τῆς ἐν τοῖς ἀρίστοις ἀληθείας
τῆς θεωρίας τέλος. ὅσα δὲ μήτε ὡς πρακτικὰ ζητεῖται μήτε τέλος ἔχει
τὴν γνῶσιν τῆς ἐν αὐτοῖς ἀληθείας, ἀλλ’ ὡς συνεργὰ ἢ πρὸς τὴν τῶν αἱρετῶν
τε καὶ μὴ γνῶσιν ἢ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν εὕρεσιν
ζητεῖται, ταῦτα προβλήματα λογικά· ἡ γὰρ λογικὴ πραγματεία ὀργάνου
χώραν ἔχει ἐν φιλοσοφίᾳ. ὅσα δὴ κατὰ ταύτην ζητεῖται, τοῦ πρὸς ἐκείνην
χρησίμου ζητεῖται χάριν· ὁ γὰρ ζητῶν περὶ ἀντιστροφῆς φέρε εἰπεῖν
προτάσεως ἢ περὶ συλλογιστικῆς ἢ ἀσυλλογίστου συζυγίας ὡς συνεργὰ ταῦτα
καὶ ὡς συντελοῦντα πρὸς τὴν τῶν προειρημένων εὕρεσιν ζητεῖ. σαφῶς δὲ καὶ
θεωρημάτων οὐκ ὄντων δὲ διαλεκτικῶν προβλημάτων τὸ πρόβλημα. οὐχ
ὡς οὐκ οὔσης δὲ καὶ τῆς προτάσεως τῆς διαλεκτικῆς ἐν τούτοις ἐν οἷς
εἴρηκεν εἶναι τὸ πρόβλημα, οὐ προσέθηκε τῇ προτάσει αὐτά· ἔστι γὰρ
ἀμφότερα ἐν τοῖς αὐτοῖς, ἀλλὰ αἱ μὲν προτάσεις αὐτόθεν ἔχουσι τὸ ἐν οἷς
καὶ περὶ ἅ εἰσι γνώριμον· † τὰ γὰρ ἔνδοξα καὶ τὰ τοῖς πολλοῖς ἐν τούτοις,
οἷς διὰ τὸ ἔνδοξον καὶ τούτων ἂν εἴη δηλωτικόν. ἐν τούτοις μὲν οὖν καὶ
αἱ προτάσεις εἰσίν, οὐ μὴν ζητήματα· τά δὲ προβλήματα τὰ ἐν τούτοις
ἐστὶ ζητήματα. ἔτι αἱ μὲν προτάσεις εἰ καὶ ὅτι μάλιστα ἐν τούτοις πᾶν
γὰρ τὸ ἔνδοξον περὶ τούτων τινός), ἀλλ’ οὐκ ἀπὸ τοῦ περὶ τούτων τινὸς
εἶναι τὸ εἶναι αἱ διαλεκτικαὶ προτάσεις ἔχουσιν, ἀλλ’ ἀπὸ τοῦ ἐνδόξου·
διὸ τούτῳ ἐχρήσατο πρὸς τὸν ὁρισμὸν αὐτῶν. τὰ δὲ προβλήματα ἐπεὶ
προβλήματά ἐστι τῷ ἄξια εἶναι ζητήσεως, ἄξια δὲ ζητήσεως οὐκ ἄλλα
τινὰ παρὰ τὰ ἢ πρὸς αἵρεσιν καὶ φυγὴν συντελοῦντα ἢ πρὸς γνῶσιν
καὶ ἀλήθειαν καὶ τὰ τούτοις συνεργοῦντα, εἰκότως ὁριζόμενος τὸ
πρόβλημα τούτοις πάλιν ἐχρήσατο. οἱ δὲ προστιθέμενοι τῷ προβλήματι
διορισμοὶ χωρίζουσι φανερῶς τὴν πρότασιν ἀπ’ αὐτοῦ.
Εἰπὼν δὲ τὸ πρόβλημα θεώρημά τι καὶ ζήτημα εἶναι καὶ ἐν γένει
τούτῳ, ἀκολούθως προσέθηκε τὰς διαφορὰς καθ’ ἃς τὸ περί τινος τούτων
θεώρημά τε καὶ ζήτημα ἤδη καὶ πρόβλημα γίνεται· οὐ γὰρ πᾶν θεώρημα
καὶ ζήτημα ἢδη καὶ πρόβλημα διαλεκτικόν. εἶναι δέ φησι τὸ ἐν τούτοις
θεώρημα πρόβλημα διαλεκτικόν, περὶ οὗ ἢ οὐδετέρως δοξάζουσιν ἢ
ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι
αὐτοὶ ἑαυτοῖς. οὐδετέρως μὲν οὖν δοξάζουσιν οἱ πολλοὶ περὶ ὧν
οὐδετέρῳ μέρει τῆς ἀντιφάσεως ἔχουσι | συγκατάθεσιν, ἐν μὲν ἠθικοῖς οἷον
φέρε εἰπεῖν εἰ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἢ εἰ δι’ αὑτάς εἰσιν
αἱρεταὶ ἢ οὔ, ἡ εἰ ἐν τῷ λογιστικῲ τῆς ψυχῆς ἡ ἐν τῷ παθητικᾷ
τὸ οὐδετέρως λέγειν, οὐ μόνον τῶν πολλῶν· εἴη γὰρ ἄν τινα περί ὧν
οὐδὲ οἱ σοφοὶ συγκατάθεσιν ἔχουσιν, οἷον περὶ τοῦ ἀρτίους ἢ περιττοὺς
εἶναι τοὺς ἀστέρας· τῷ γὰρ δοξάζειν ἐπὶ τούτου νῦν κέχρηται. οἷά ἐστι
πολλὰ ἐν τοῖς φυσικοῖς ζητήματα ἐξ εἰκότων τὰς πίστεις λαμβάνοντα· διαλεκτικοὺ
γὰρ τὸ ἐν τοῖς τοιούτοις διά τινων ἐνδόξων ῥοπήν τινα καὶ
πρόσκλισιν ἐμποιεῖν πρὸς θάτερον τῶν ἀντικειμένων, οἷον ὅτι ἀίδιος ὁ
κόσμος ἢ ὅτι σφαιροειδής. ἐπιχειρήσαι γὰρ ἄν τις διαλεκτικῶς εἰς τοῦτο
ὅτι τῶ τελειοτάτῳ τῶν σωμάτων οἰκεῖον τὸ τελειότατον σχῆμα, ὁ δὲ
κόσμος τελειότατον τῶν σωμάτων· πάντα γὰρ τὰ ἄλλα ἐν ἑαυτῷ ἔχει·
τῷ κόσμῳ ἄρα τὸ τελειότατον τῶν σχημάτων οὐκεῖον· ἀλλὰ μὴν τελειότατον
ἡ σφαῖρα τῶν σχημάτων· οὔτε γὰρ προσθήκην οὔτε ἀφαίρεσιν δέχεται·
οἰκεῖον ἄρα τὸ σφαιρικὸν σχῆμα τῷ κόσμῳ. ἀλλὰ καὶ περὶ τοῦ
περιττοὺς ἢ ἀρτίους εἷναι τοὺς ἀστέρας ἀδόξαστοι μὲν ἅπαντες, ὁ διαλεκτικὸς
δὲ καὶ πρὸς τοῦτο ἐξ ἐνδόξων ἐπιχειρήσαι ἄν λαμβάνων τὸ ἐν ἀριθμῷ
ἄριστον οἰκεῖον τοῖς ἄστροις ἅτε δὴ οὖσι θεοῖς, τὸ δὲ ἄρτιον ἐν ἀριθμῷ
ἄριστον· οἰκεῖος ἄρα τοῖς ἄστροις ὁ ἄρτιος ἀριθμός. ἐναντίως δὲ οἱ
σοφοὶ τοῖς πολλοῖς περὶ τῶν τοιούτων δοξάζουσιν, οἷον πότερον εὐβουλία
εὐτυχίας αἱρετώτερον ἢ οὔ. καὶ ὅλως τὰ τῆς ψυχῆς ἀγαθὰ τῶν τοῦ
σώματος ἢ οὔ, καὶ πότερον ἡδονὴ τὸ μέγιστον τῶν ἀγαθῶν ἢ ὅλως ἀγαθὸν
ἢ οὔ· τοῖς μὲν γὰρ πολλοῖς εὐτυχία μὲν εὐβουλίας, ὑγεία δὲ ἀρετῆς
αἱρετώτερον δοκεῖ, τοῖς δὲ σοφοῖς ἀνάπαλιν· καὶ τοῖς μὲν πολλοῖς ἡ ἡδονὴ
μέγιστον ἀγαθόν, τοῖς δὲ σοφοῖς τοῖς μὲν οὐ μέγιστον ἀγαθόν, τοῖς
δὲ ἀδιάφορον, ἤδη δέ τισι καὶ κακόν. ἑκάτεροι δὲ· ἑαυτοῖς ἐναντίως
δοξάζουσιν, ἐν μὲν τοῖς σοφοῖς περὶ τῆς εἱμαρμένης, περὶ ἦς ἀθανασίας
τῆς ψυχῆς, περὶ ἀπείρου, περὶ κενοῦ, περὶ τῶν τοιούτων, οἱ δὲ πολλοὶ πρὸς
Ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί.
Εἰπὼν διαλεκτικὰ εἶναι προβλήματα περὶ ὧν “ἢ μηδετέρως δοξάζουσι”,
δῆλον ὅτι οἱ πολλοί περὶ ὧν γὰρ οὗτοι μηδετέρῳ μέρει συγκατατίθενται
καταληπτικῶς, προβλήματα ταῦτα· εἴη δ’ ἄν τοῦτο, ὡς εἶπον,
καἰ περὶ τῶν σοφῶν λεγόμενον), “ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ
ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”, προστίθησι τοῖς εἰρημένοις καὶ τὰ ὧν εἰσιν
ἐναντίοι συλλογισμοί. καὶ τοῦ γε καὶ ταῦτα εἶναι ἐν τοῖς προβλήμασι
τὴν αἰτίαν ἀπέδωκεν αὐτὸς προσθεὶς ἀπορίαν γὰρ ἔχει πότερον οὕτως
ἔχει ἢ οὐχ οὕτως διὰ τὸ περὶ ἀμφοτέρων εἶναι λόγους
πιθανούς. τὸ γὰρ ‘πότερον ἡ ἡδονὴ ἀγαθὸν ἢ οὔ;’ διαλεκτικὸν ἂν εἴη
πρόβλημα διὰ τὸ εἶναι περὶ ἑκατέρου μορίου τῆς ἀντιφάσεως συλλογισμὸν
ἔνδοξον. ὅτι μὲν γὰρ ἀγαθόν, δείκνυσιν ὁ συλλογισμὸς ὁ τοιοῦτος· οὗ πάντ’
ἐφίεται, ἀγαθόν, τῆς δὲ ἡδονῆς πάντ’ ἐφίεται, ἡ ἡδονὴ ἄρα ἀγαθόν· τὸ
δὲ μὴ εἶναι αὐτὴν ἀγαθὸν ὁ τοιοῦτος· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ
ἀγαθοὺς οὐ ποιεῖ, οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἐπζητήσαι δὲ ἄν τις εἰ μὴ
καὶ τοῦτο ἐμπεριείληπται τοῖς εἰρημένοις· οἱ γὰρ ἐναντίοι συλλογισμοὶ
εἶεν ἄν ἐν οἷς ἲς ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς’’ δοξάζουσιν ἢ “ἑκάτεροι
αὐτοὶ ἑαυτοῖς”. ἢ ἐκεῖνα μὲν εἶχεν ἐν τῇ μάχῃ τὴν ἑκατέρου τῶν μαχομένων
συγκατάθεσιν μόνην χωρὶς συλλογισμοῦ· ἐνθάδε δὲ διὰ τοὺς
ἀντικειμένους λόγους ἐπέχει τις, οὐ διὰ τοὺς προστάτας αὐτῶν. διὸ καὶ
ἐπὶ τούτων ἰῷ μηδέπω συγκατάθεσίν τινα εἶναι γίνεται διαλεκτικὸν
πρόβλημα τὸ ζητούμενον. λέγει δὲ διαλεκτικὰ εἶναι προβλήματα καὶ περὶ
ὧν μὴ ἔχομεν λόγον τινὰ καὶ συλλογισμὸν πότερον οὕτως ἔχει ἢ οὔ,
ὄντων μεγάλων καὶ ἀξίων γνώσεως | καὶ | δῆλον ὅτι ὄντων ἀγνώστων καὶ
ἐχόντων τινὰς λόγους· τῶν γὰρ μικρῶν καὶ καταφρονοῦμεν ὡς οὐδὲ τὴν
ἀρχὴν ἀξίων ζητήσεως τε καὶ γνώσεως. παράδειγμα δὲ αὐτὸς ἐναργὲς
γὰρ ἀιδῶς, χαλεπὸν εἰδέναι καὶ ἄξιον ζητεῖσθαι. δύναται τὸ ἔστι δὲ
προβλήματα καὶ ὧν εἰσιν ἐναντίοι συλλογισμοὶ εἰρῆσθαι οὐχ ὡς
προστιθέντος αὐτοῦ ἄλλα τινὰ προβλημάτων εἴδη, ἀλλ’ ὡς περὶ τῶν
προειρημένων λέγοντος, ὂν ἴσον τῷ ‘ἔστι δὲ καὶ ταῦτα κἀκεῖνα προβλήματα᾿.
ἐναντίοι μὲν γὰρ συλλογισμοὶ ἐν οἷς ἐναντίως δοξάζουσιν “ἢ οἱ
σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”· περὶ ὧν δὲ λόγον μὴ
ἔχομεν ὄντων μεγάλων, εἴη ἂν ταύτα τὰ αὐτὰ τοῖς περὶ ὧν “μηδετέρως
δοξάζουσιν”, ὡς εἶναι τῶν προειρημένων ὡς καλῶς εἰρημένων ὑπόμνημα,
ἴσον ὄν, ὡς εἶπον, τῷ ‘ἔστι δὲ καὶ ταῦτα προβλήματα’. ἐν δὲ
τούτοις τὰ διαλεκτικὰ προβλήματα, ὅτι περὶ ὧν οὐδετέρως δοξάζουσιν οἱ
πολλοί, οὐδέτερον μόριον τῆς ἀντιφάσεως προείληπται ὡς ἔνδοξον εἶναι·
γίνεται μὲν γὰρ οὕτως διά τὸ προειῆφθαι ἔνδοξόν τε καὶ πρότασις μᾶλλον
ἢ πρόβλημα, τὸ δὲ ἀντικείμενον αὐτῷ ἄδοξον· τὸ γὰρ ἐνδόξῳ ἀντικείμενον
ἄδοξον. ἀλλὰ καὶ περὶ ὧν οἱ σοφοὶ τοῖς πολλοῖς διαφέρονται ἢ
ἑκάτεροι αὐτοὶ ἑαυτοῖς, ὅμοια· καὶ γὰρ ἐπὶ τούτων οὐδέτερον μόριον οὔτε
ἁπλῶς ἔνδοξον <οὔτε ἁπλῶς ἄδοξόν> ἐστι διὰ τὸ ἑκατέρων αὐτῶν τοὺς
προϊσταμένους ὡς πρὸς τὸ ἔνδοξον ἴσους πως εἶναι.
Θέσις δέ ἐστιν ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν.
Εἰπὼν περὶ τοῦ διαλεκτικοῦ προβλήματος ἑξῆς λέγει περὶ θέσεως,
ἐπεὶ δοκεῖ καὶ θέσις τὸ πρόβλημα εἶναι, καὶ δείκνυσι τὸ ποῖον πρόβλημα
θέσις ἐστίν. οὐ γὰρ πᾶν πρόβλημα θέσις ἐστίν· ἡ γὰρ παρὰ τὰς κοινὰς
δόξας ὑπόληψίς τινος τῶν ἐνδόξων κατὰ φιλοσοφίαν θέσις κατ’ αὐτόν,
οὖσα παράδοξος διὰ τὴν πρὸς τὰς κοινὰς προλήψεις μάχην, τὸ ἄξιον
εἷναι ζητεῖσθαι περὶ αὐτῆς διὰ τὸν προστάτην ὄντα γνώριμον κατὰ
συνεχῶς ‘ρεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστιν ἑστὼς καθ’ Ἡράκλειτον
ἢ οὔ;᾿ καὶ ‘πότερόν ἐστιν ἓν καὶ ἀκίνητον· τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ,
ἢ οὔ;᾿ καὶ ‘πότερον κίνησις ἔστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι;᾿ καὶ ‘πότερον ἡ
ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει;’ καὶ ‘πότερον ἔστιν ἀντιλέγειν ἢ
οὔ, ὡς Ἀντισθένει δοκεῖ;’. ἀναιρῶν γὰρ Ἀντισθένης τὸ εἶναι ἀντιλέγειν
ἔλεγε δεῖν μὲν τοὺς περί τινος λέγοντας ἐκεῖνο λέγειν καὶ σημαίνειν δι᾿ ὧν
λέγουσι τὸ περὶ οὗ λέγουσιν, ἀλλὰ καὶ τοὺς ἀντιλέγοντας περὶ τοῦ αὐτοῦ
ὀφείλειν λέγειν. ταῦτα προλαμβάνων ἔλεγεν· οἱ ἀντιλέγειν δοκοῦντες ἀλλήλοις
περί τινος ἤτοι ἀμφότεροι λέγοντες τὸν τοῦ πράγματος λόγον ἀντιλέγουσιν
ἢ οὐδέτερος ἢ ὁ μὲν λέγων ὁ δὲ οὐ λέγων· ἀλλ’ οὔτε, εἰ ἀμφότεροι
λέγοιεν τὸν τοῦ πράγματος λόγον, ἀντιλέγοιεν ἄν ταὐτὰ γὰρ ἄν λέγοιεν),
εἴ τε μηδέτερος τὸν τοῦ πράγματος λέγοι λόγον, οὐδὲ τὴν ἀρχὴν ἄν τι λέγοιεν
περὶ τούτου· οἱ δὲ μὴ λέγοντες περὶ αὐτοῦ τούτου οὐδ’ ἄν ἀντιλέγοιεν
περὶ αὐτοῦ· εἰ δ’ ὁ μὲν λέγοι ὁ δὲ μή, οὐδ’ οὕτως ἂν ἀντιλέγοιεν· ὁ
γὰρ μὴ λέγων τὸν τοῦ πράγματος λόγον οὐδ’ ὅλως ἄν τι λέγοι περὶ αὐτοῦ,
ἀλλὰ περὶ ἐκείνου ὃ σημαίνει δι’ ὧν λέγει· οὕτως δὲ οὐδ’ ὅν ἀντιλέγοι
περὶ αὐτοῦ. τούτων δὲ οὕτως ἐχόντων οὐδ’ ἂν ἀντιλέγειν εἴη. ψεῦδος
δὲ λαμβάνει τὸ τοὺς μὴ λέγοντας τὸν τοῦ πράγματος λόγον ἢ τὸν μὴ
λέγοντα μηδ’ ὅλως ἄν τι λέγειν περὶ αὐτοῦ· οὐ γάρ, εἴ τις μὴ ἀληθῆ
λέγει, οὗτος οὐδὲ λέγει περί τινος. ἔστι δὲ λέγειν περί τινος καὶ
ψευδῆ λέγοντα οὐδὲ γὰρ ἄν εἴη τὸ ψεύδεσθαι ὅλως, εἰ μόνος εἴη λέγων
περί τινος ὁ τἀληθῆ περὶ αὐτοῦ λέγων), εἴ γε πὰ μὲν ὁ ψευδόμενος περί
τινος λέγων περί τινος ψεύδεται. εἰ ·δὲ ἔστι ψεύδεσθαι. εἴη ἂν καὶ ἀντιλέγειν
τινὰ ψευδόμενον· καθόλου γὰρ τὸ ἀντιλέγειν ἐστὶ τὸ περὶ τοῦ αὐτοῦ
τὰ ἀντικείμενα λέγειν. οὐ δυνατὸν δὲ τοὺς τὰ ἀντικείμενα περὶ
ταὐτοῦ λέγοντας ἀληθεύειν ἀμφοτέρους. οὐ τοῖς συλλογισμοῖς δὲ καὶ λόγοις
αὐτῶν χρῆσθαι λέγει, ἀλλὰ ταῖς δόξαις ψιλαῖς.
Εἰπὼν δὲ | τὴν γνωρίμου τινὸς κατὰ φιλοσοφίαν παράδοξον ὑπόειν
τὸ ἄδοξον ἔχον καὶ ἐκ τοῦ προστάτου. τὸ δὲ ἀποφηναμένου εἶπε δηλῶν
ὅτι εἰ καὶ χωρὶς συλλογισμοῦ λέγοι· ἐπεὶ ἐρεῖ γε πρόβλημα γίνεσθαι καὶ
τὴν τοιαύτην δόξαν, ὅταν μετὰ συλλογισμοῦ τιθῆται. λέγει οὖν θέσεις
εἶναι καὶ ταῦτα περὶ ὧν ταῖς κοιναῖς δόξαις ἐναντίοι τινές εἰσι λόγοι τε
καὶ συλλογισμοί. καὶ γὰρ εἰ μὴ ἔνδοξον ἔχοι τὰ τοιαῦτα προστάτην, ἀλλ’
οἱ περὶ αὐτῶν συλλογισμοὶ ἐναντίοι ταῖς προκαταβεβλημέναις δόξαις περὶ
αὐτῶν ὄντες ἄξια αὐτὰ παρέχονται ζητήσεως· ὃ γὰρ ἡ τῶν σοφῶν ἐν
ἐκείνοις ποιεῖ δόξα, τοῦτο ἐν τούτοις ἡ διὰ τοῦ συλλογισμοῦ δεῖξίς τε καὶ
πίστις. καὶ παρατίθεται δὲ τῆς τοιαύτης θέσεως δεικτικὸν παράδειγμα
τοιοῦτον· ἡ μὲν κοινὴ δόξα λέγει ‘πᾶν τὸ ὂν ἤτοι ἀίδιόν ἐστιν ἢ γεγονός᾿·
οἱ δὲ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶντι διὰ λόγου τινὸς παρεχόμενοί
τινα οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα. λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι
τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι δεικνύουσιν ὅτι τοῦτο οὔτε
ἀίδιόν ἐστιν οὐ γὰρ ἀεὶ ἦν ὁ μουσικὸς γραμματικός, ἀλλ’ ἦν ποτε ὅτε
οὐκ ἦν), ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός· εἰ
γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτ’ ἄν ὁ γραμματικός, ὡς
ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριὰς καὶ ὡς ὁ ἄνθρωπος γραμματικός ἀλλ’ οὐκ ἔστιν
ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ), ἢ ὡς ἐξ ἐναντίου· οὐκ ἔστι δὲ ἐναντίον
τῷ μουσικῷ τὸ γραμματικόν, ὅ γε καὶ συνυπάρχει αὐτῳ· οὐκ ῥα τὸ
μουσικὸν γραμματικὸν γίνεται· ἐξ ὧν συνάγουσι τὸ οὐ πᾶν ἄρα τὸ ὂν ἢ
γενόμενόν ἐστιν ἢ ἀίδιον. ἔτι εἰ μήτε ὁ γραμματικὸς γινόμενος μουσικὸς
γραμματικὸς μουσικὸς ἐγίνετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ
γέγονεν, ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν
γραμματικόν· οὐδεὶς γάρ, καθ’ ὃ μουσικός ἐστι, γραμματικὸς γίνεται
οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή), ἀλλ’ ἀμφότερα, καθ’ ὃ ἄνθρωπος.
δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι· ἄν ᾖ
γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς
ὢν γραμματικός, ἔστι δὲ μουσικὸς ὢν γραμματικός· ὁ οὖν λέγων
μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ ‘μουσικός ἐστι γραμματικός᾿.
περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦί λεγόμενον τὸ ἀίδια αὐτὰ ἢ γενόμενα
εἶναι. ἔτι ὡς ἔστι κατὰ συμβεβηκὸς δέ ἐστιν), οὕτως καὶ ἐγένετο· ὁ γὰρ
μουσικὸς γιγνόμενος, εἰ προϋπῆρχεν ὢν γραμματικός οὐ γὰρ δὴ ἅμ
ἄμφω), γίνεται μουσικός· κατὰ συμβεβηκὸς δὲ ὁ γραμματικὸς μουσικὸς
ἐγίνετο. ὡς οὖν τὰ τοιαῦτα έστιν, οὕτως καὶ γίνεται. τά γὰρ τοιαῦτα, φησί,
λέγων τὰ παράδοξα, εἰ καὶ μὴ ἁπλῶς δοκεῖ τινι ἄξια ζητήσεως εἶναι,
ἀλλὰ τῷ συλλογισμῷ τινα αὐτῶν εἶναι, δόξαι ἂν καὶ αὐτὰ διὰ τοῦτο ἄξια
ζητήσεως. ὅτι μὲν οὖν καὶ ἡ θέσις ἐν τῷ προβλήματί ἐστι, γνώριμον· ἦν
γὰρ πρόβλημα περὶ οὗ ἐναντίως δοξάζουσιν οἱ σοφοὶ τοῖς πολλοῖς· καὶ ἡ θέσις
δὲ, παράδοξος οὖσα ὑπόληψις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν
ἢ περὶ τῶν αἱρετῶν καὶ φευκτῶν ἢ περὶ τῶν θεωρητῶν ἢ περὶ τῶν
συντελούντων πρός τι ἐκείνων, ἔχει τὸ ἐναντίως δοξάζειν ἰοῖς πολλοῖς τῶν
σοφῶν τινα. ὑπὸ ταὐτὸ δ’ ἂν ὑπάγοιτο εἶδος τῶν προβλημάτων καὶ τὸ
προσκείμενον τῇ θέσει τὸ περὶ ὧν λόγον ἔχομεν ἐναντίον ταῖς
δόξαις· ὁ γὰρ λόγος καὶ ὁ συλλογισμὸς τὴν τοῦ σοφοῦ χώραν μεταλαμβάνων
πρόβλημα καὶ τὸ τοιοῦτον ποιεῖ· ὁ γὰρ τοιοῦτος συλλογισμὸς παράδοξος
ὑπόληψίς ἐστι καὶ αὐτός.
Ἔστι μὲν οὖν καὶ ἡ θέσις πρόβλημα, οὐ μὴν ἀντιστρέφει. οὐ
γὰρ ὥσπερ ἦν πάσα θέσις πρόβλημα, οὕτω καὶ πᾶν πρόβλημα θέσις
ἐστίν· εἰσὶ γὰρ ἐν τοῖς προβλήμασι καὶ τὰ περὶ ὧν οὐδετέρως δοξάζομεν,
ὃ οὐκ ἂν εἴη θέσις. διὰ δὴ τοῦτον τὸν τρόπον τὸ πρόβλημα ἀπὸ
τῆς θέσεως χωρίσας ἐνεδείξατο ἡμῖν ὡς δυναμένης τῆς θέσεως | ὑπάγεσθαί
τινι τῶν ἄλλων προβλήματων τῶν διὰ τὸ ἀντικειμένας εἶναι περὶ
αὐτῶν δόξας ὄντων διαλεκτικῶν προβλημάτων, καὶ κατασκευάζει τοῦτο καὶ
δείκνυσι δι’ ὧν ἐπιφέρει· ἐκ γὰρ τῶν εἰρημένων περὶ τῆς θέσεως
ἀνάγκη ἢ τοὺς πολλοὺς τοῖς σοφοῖς ἀμφισβητεῖν ἢ ὁποτερουσοῦν
ἑαυτοῖς, ἐπειδὴ παράδοξος ὑπόληψις ἡ θέσις ἐστίν. ἡ γὰρ παράδοξος
ὑπόληψις τοιαύτη τῷ εἶναι αὐτῇ ἀντικειμένην τινὰ ὑπόληψιν ἔνδοξον.
ἡ γὰρ παράδοξος ὑπόληψις, ὅταν μὲν ἔχῃ προσκείμενον τῶν γνωρίμων
τινὰ κατὰ φιλοσοφίαν, ἕξει τῶν σοφῶν τινα ἀμφισβητοῦντα ἢ
τοῖς πολλοῖς ἢ τοῖς σοφοῖς· ὅταν δὲ ᾖ ἡ θέσις λαμβανομένη ἐπὶ τούτων ἐφ’
ὧν ἔχομεν ἐναντίον συλλογισμὸν ταῖς δόξαις, δύναται καὶ ἐν τῇ τῶν πολλῶν
κατὰ τὴν δόξαν διαφορᾷ εἶναι, εἴ γε μὴ σοφός ἐστιν ὁ προστάτης
λέγων περὶ τοῦ προβλήματος οὐχ ὡς ἄλλα τινὰ εἴδη προβλημάτων προσέθηκε
τὸ “ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί” καὶ τὸ
“περὶ ὧν λόγον μὴ ἔχομεν ὄντων μεγάλων”, ἀλλ’ ὡς τὰ προειρημένα
ἀνακεφαλαιούμενος, δύναταί τις πιστοῦσθαι καὶ ἐκ τῶν νῦν περὶ τῆς θέσεως
εἰρημένων· ὅτι γὰρ μὴ ἐπ’ ἴσης ἡ θέσις τῷ προβλήματι δεικνὺς
οὔτε ἐκεῖνα λέγων, τὰ ἐν οἷς προβλήμασιν οὖσιν οὐκ ἔστιν ἡ θέσις, ἐμνημόνευσε
τούτων οὔτε ταῦτα, ἐν οἷς εἶναι δύναται τῶν προβλημάτων.
Εἰπὼν δὲ τὰ προειρημένα περὶ ἰῆς θέσεως, καὶ ὁποῖόν τι ἡ θέσις
αὐτῷ εἶναι δοκεῖ παραστήσας ὃ γὰρ οὐκ ὂν αὐτὸ καθ’ αὑτὸ οὐδὲ τῇ
αὑτοῦ φύσει ζητήσεως ἄξιον ἢ διὰ τὸν προστάτην ἢ διὰ τὸν λόγον ἐγκρίνεται
τοῖς προβλήμασί τε καὶ ζητήμασι, θέσις, ἀντιδιαιρουμένου καὶ ἐνταῦθα
τοῦ ‘θέσει᾿ τῷ ‘φύσει᾿, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ
ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες ὅτι μὴ φύσει), προστίθησι δὴ
τούτοις ὅτι ἡ συνήθεια σχεδὸν πάντα τὰ διαλεκτικὰ προβλήματα θέσεις
λέγει· τοὺς γοῦν εἰς προβλήματα λέγοντας εἰς θέσιν λέγειν φασίν. ἤδη
δὲ τινες θέσεις καὶ τὰ ῥητορικὰ καλοῦσι προβλήματα, ἐφ’ ὧν τὸ τῆς ὑποθέσεως
ὄνομα συνηθέστερον τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ
καὶ ὡρισμένοις συνίστασθαι· κοινότερα γὰρ τὰ διαλεκτικὰ καὶ καθολικώτερα.
† ὅτι δὲ θέσεις καλοῦσι καὶ ταῦτα οἱ αἰτοῦντες τὰς ὑποθέσεις
λέγουσιν. οὐδὲν δέ φησι δεῖν διαφέρεσθαι περὶ τοῦ ὀνόματος τοῦ τῆς
θέσεως. εἴτε κατὰ παντὸς προβλήματος αὐτὸ ὁ διαλεκτικὸς φέρει, ὡς ἡ
συνήθεια, εἴτε καὶ κατὰ τοὺ νὺν διωρισμένου προβλήματος οὐ γὰρ ὀνοματοποιῆσαι
βουληθέντες τὴν θέσιν οὕτως ὡρισάμεθα, ἀλλ’ ὑπὲρ τοῦ
δεῖξαι τὴν ἐν τοῖς προβλήμασι διαφοράν, ἧς οὔσης γνωρίμου οὐδὲν ἔτι δεῖ
περὶ τοῦ ὀνόματος φιλοτιμεῖσθαι), ἐνδεικνύμενος ἡμῖν καὶ διὰ τούτων ὅτι
δεῖ τῇ συνήθει χρήσει τῶν ὀνομάτων ἐπακολουθοῦντας δεικνύναι τὰς τῶν
σημαινομένων διαφοράς, ἀλλὰ μὴ νομοθετεῖν αὐτοὺς καὶ ὀνοματοποιεῖν
καθ᾿ ἃς ἂν ἐπινοήσωμεν πραγμάτων διαφορὰς ὀνόματα, ὡς εἰώθασι ποιεῖν
Oὐ δεῖ δὲ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν.
Εἰπὼν ὁποῖόν τί ἐστι τὸ διαλλκιικὸν πρόβλημα, καὶ τί ποτε τῶν
προβλημάτων ἰδίως θέσις κλλεῖται, προσδιορίζει ταῦτα καὶ δείκνυσιν ὅτι
εὐλόγως τὸ πρόβλημα τὸ διαλεκτικὸν τοιοῦτον ἡμῖν κεῖται· οὐ γὰρ πᾶν
πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν δεῖ (λέγοι δ’ ἂν νῦνἐκ
παραλλήλου τὸ πρόβλημα καὶ τὴν θέσιν), ἀλλὰ περὶ τούτων τῶν προβλημάτων
ἃ λόγου τοῦ κατασκευάσοντος αὐτὰ καὶ δείφοντος ἀλλ’ οὐκ
αἰσθήσεως ἢ κολάσεως. τὰ δὲ αἰσθήσεως ἢ κολάσεως δεόμεναοὔτε
ἐν τούτοις ἐστὶ περὶ ὧν “οὐδετέρως δοξάζουσιν’’ οἱ ἄνθρωποι, οὔτε ἐν τούιοις
περὶ ὧν ‘‘ἐνανιίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυιοῖς’’. ἢ λέγοι
ἄν ὅτι, εἰ καὶ λόγοι τε καὶ συλλογισμοὶ τῶν τοιούτων εἶεν παράδοξοι κατα-
βεβλημένοι, ὡς διὰ τοῦτο ὑποπίπτειν αὐτὰ τῷ τῆς θέσεως λόγῳ, ὅμως οὐ
χρὴ τὰ τοιαῦτα προσίεσθαι, διορίζων τὸ προειρημένον. τίνα δέ ἐστι τὰ
αἰσθήσεως δεόμενα καὶ τίνα τὰ κολάσεως, σαφῶς διὰ τῶν παραδειγμάτων
ἐδήλωσεν. ἐπιζηιήσαι δὲ ἄν τις διὰ τί μὴ καὶ τὰ τοιαῦτα προβλήματα·
εἰ γὰρ τὸ πρόβλημα τὴν ἀντίφασιν περιέχει, οὐχ οὕτως ὁ προlτείνων
τιμᾶν ἢ οὔ, τὸ μὴ δεῖν σέβειν τοὺς θεοὺς ἀξιοῖ δείκνυσθαι ἢ τὸ μὴ δεῖν ἰοὺς
γονεῖς τιμᾶν. ἤτοι οὖν λέγει ὅτι τὰ τοιαὗια μέρη τῶν προβλημάτων οὐ
δεῖ ἐπισκοπεῖν, ἢ οὐδ᾿ ὅλως τὰ τοιαὗια προβλήματα διαλεκτικά· ὧν γὰρ
ἀντιφάσεων τὸ ἕτερον μόριον οὐ λόγων ἀλλὰ κολάσεως δεῖται διὰ τὸ ἄδοξον
εἶναι, τούτων οὐδὲ τὸ ἕτερον δεῖται λόγων διὰ τὸ ἐναργές τε καὶ ἔνδοξον·
πρόβλημα γάρ ἐστι τὸ δεόμενον δείςεως. τὰ γὰρ οὕτω πεπιστευμένα
ὁ πειρώμενος κατασ ευάζειν διὰ λόγων πολὺ τῆς περὶ αὐτῶν προει-
λημμένης πίστεως ἀσθενεστέραν τὴν διὰ τῶν λόγων παρέξεται σύστασιν.
διὸ οὐδ’ ὅλως τὰ τοιαῦτα ἦν προβλήματα διαλεκτικά, ἀλλὰ προτάσεις
μᾶλλον διὰ τὸ ἔνδοξον. ἔιι καὶ διὰ τοῦτο χρὴ τὰ τοιαῦτα τῶν προβλη-
μάτων φυλάσσεσθαι, ὅτι ἡ πρὸς ταῦτα εὐπορία τῶν͂ ὀπιl̀ειργͅμάτων χείρους
ποιεῖ τὰ ἤθη πολλάκ.̓ς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας, ὅπερ ἐναντιώτατόν
ἐστι τῇ γυμναστικῇ, εἴ γε προπαρασκευὴ πρὸς φιλοσοφίαν ἐστίν.
ἢ εἰ καὶ μὴ ποιεῖ χείρους, ἀλλὰ φαίνεσθαί γε χείρους ποιεῖ· ἄτοπον δὲ
λόγους ἐνδόξους παρέχεσθαι πειρώμενον ἑαυτὸν ἄδοξον ποιεῖν δι᾿ αὐτῶν.
πρότασις μὲν οὖν ἐστι διαλεκτικὴ τὸ ἀντικείμενον τῷ κολάσεως δεομένῳ
μορίῳ τοὐ προβλήματος, πρόβλημα δὲ οὐδέτερον· εἰ γὰρ “οὐδὲ ὧν σύνεγγυς
ἡ ἀποδειξις” προβλήματα, ὡς ἑξῆς λέγει πολλῷ μᾶλλον οὐκ ἂν εἴη προβλήματα
ἃ διὰ τὴν ἐνάργειαν κολάσεως ἀξίους παρέχεται τοὺς ἀντιλέγοντας
αὐτοῖς. ἢ διὰ τοῦτο τὰ τοιαῦτα οὐ προβλήματα.. ὅτι ἡ εἰς τὰ προβλήματα
επιχειρησις εἰς ἀμφότερα ἐγίνετο· ἀσύστατα γὰρ τὰ τὴν εἰς τὸ ἕτερον
τῶν αντικειμένων ἐπιχειρησιν αφῃρημενα.
Οὐδὲ δὴ ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ’ ὧν λίαν πόρρω.
Τοῦ μηδὲ τὰ τοιαῦτα προβλήματα εἶναι διαλεκτικά, ὧν τε ἡ ἀπόδειξις
ἐμφανής τε καὶ γνώριμος, καὶ ὧν πόρρω τε καὶ σφόδρα ἀσαφής, αὐτὸς
τὰς αἰτίας παρέθετο εἰπὼν τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, τὰ δὲ
πλείω ἢ κατὰ γυμναστικήν. ἰὰ μὲν γὰρ ὧν σύνεγγυς ἡ ἀπόδειξις
ῥᾴδια καὶ εὔγνωστα καὶ διὰ βραχείας ἐπιστάσεως γνωριζόμενα,
οἷον εἰ προτείνοι τις πότερον ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ οὔ. τοιαῦτά ἐστι
καὶ τὰ ἐν τοῖς περὶ καθηκόντων ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς ζητούμενα, οἷον
πότερον χρὴ συναριστῶντά τισιν ἢ τῷ πατρὶ ἐκτείνειν ἐπὶ τὰ πορρωτέρω
μέρη τὴν χεῖρα, ἂν ᾖ μείζω, ἢ μή, ἀλλ’ ἀρκεῖσθαι τοῖς παρακειμένοις, ἢ
εἰ χρὴ ἀκούοντας φιλοσόφου ἐπηλλαχέναι τοὺς πόδας. ἀλλ’ οὐδὲ περὶ τῶν .
σοφιστικῶς καὶ ἐπιπολαίως συγκειμένων προβλημάτων ποιήσεται τὸν λόγον·
παραχρῆμα γὰρ κατάφωρον γίνεται τὸ ἐν αὐτοῖς ἀμφισβητεῖσθαι δοκοῦν,
οἷον πότερον ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει ἢ οὔ, καὶ πότερον ὁ δίκαιος ἄδικος
ἢ οὔ, καὶ πότερον ὁ σοφὸς ἀμαθὴς ἢ οὔ· δόξει γὰρ μήτε ὁ ἀνδρεῖος
ἀνδρείαν ἔχειν διὰ τὸν χιτῶνα τὸν ἀνδρεῖον καὶ ὁ δίκαιος ἄδικος εἶναι διὰ
τὸ ἄδικά ποτε πράττειν καὶ ὁ σοφὸς ἀμαθὴς εἶναι διὰ τὸ μανθάνειν μὲν
τὸν ἀμαθῆ τὸν δὲ σοφὸν μανθάνειν. τοιαῦτα καὶ τὰ ‘πότερον τὸν τυφλὸν
οἷόν τέ ἐστιν ὁρᾶν ἢ οὔ, ἢ τὸν σιγῶντα λέγειν;’· τὰ γὰρ τοιαῦτα ἐριστικά
τε καὶ ἐπιπόλαια καὶ παρὰ τὸ ἰῆς λέξεως διττὸν ἔχει τὴν κακουργίαν.
ἐκλέγεσθαι δὲ δοκεῖ καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας προβλήματα
τῶν διαλεκτικῶν, ὅτι κεῖται τὰ διαλεκτικὰ ἢ περὶ τῶν πρὸς αἵρεσιν καὶ
αἵρεσίν ἐστιν, ὡς τὰ ἐν ἰατρικῇ, ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ὡς τὰ ἐν
γεωμετρίᾳ, συντελεῖ. διὸ καὶ ταῦτα ἔσται διαλεκτικὰ προβλήματα, ἂν ἔχῃ
τὰ προειρημένα, τοῦ διαλεκτικοῦ οὐ διὰ τῶν οἰκείων ἀρχῶν αὐτὰ δεικνύντος
ἀλλὰ δι’ ἐνδόξων τινῶν· προείρηται γὰρ τὴν διαλεκτικὴν μέθοδον “περὶ
παντὸς τοῦ προτεθέντος προβλήματος ἐξ ἐνδόξων” εἶναι συλλογιστικήν. διὸ
ὅσα μὲν τῶν κατὰ τὰς ἐπιστήμας τε καὶ τά μαθήματα κοινοτέρας ἐπιχειρήσεις
δέχεται, διαλεκτικὰ ἂν εἴη προβλήματα· ὅσα δὲ μὴ τοιαύτα τῷ
πλείω θεωρίαν ἔχειν ἢ κατὰ γυμναστικήν, ἐκπίπτοι ἂν τῶν διαλεκτικῶν
προβλημάτων. οὐ γὰρ διαλεκτικὸν τὸ ‘πότερον πᾶν τρίγωνον τἀς ἐντὸς
τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει ἢ οὔ;᾿· κρείττο|νος γὰρ καὶ ἀκριβεστέρας
μεθόδου δεῖ πρὸς ἰὴν τῶν τοιούτων κατασκευὴν προβλημάτων·
τοῦ γὰρ γεωμέτρου τὸ δεῖξαι τοῦτο ὅπως ἔχει. διὸ οὐδὲ τῶν κατὰ φιλοσοφίαν
ἐστὶ πάντα τὰ τοιαύτα διαλεκτικὰ προβλήματα, οἷον πότερον μία
ὅλη πανίων ἢ οὓ, καὶ πότερον ἡ ὕλη ἥνωται ἢ οὔ, κα πότερον αἱ ἄτομοι
ἀρχαὶ τῶν ὄντων ἢ οὔ, καὶ πότερον πὰν τὸ κινοῦν κινούμενον κινεῖ ἢ οὔ,
καὶ πότερον ἀίδιός ἐστιν ἡ κίνησις ἢ οὔ· πλείονος γὰρ καὶ ἀκριβεστέρας
τὰ τοιαῦτα ἐπιστάσεως δεῖται. τῶν οὗν περὶ τὰ αἱρετὰ καὶ φευκτὰ καὶ
τῶν πρὸς ἀλήθειάν τε καὶ γνῶσιν καὶ τῶν πρός τι τούτων συντελούντων
ὅσα μὲν ἔνδοξά ἐστι, ταῦτα προτάσεις διαλεκτικαί· ὅσα δὲ τοιαῦτά ἐστιν
ὡς μηδετέρως περὶ αὐτῶν δοξάζειν ἢ ἐναντίως τοὺς σοφοὺς τοῖς πολλοῖς
ἢ ἑκατέρους αὐτοὺς ἑαυτοῖς, ταῦτα προβλήματα.
Διωρισμένων δὲ τούτων χρὴ διελέσθαι πόσα τῶν λόγων
εἴδη τῶν διαλεκτικῶν.
Προτίθεται εἰπεῖν πόσα καὶ τίνα εἴδη τῶν λόγων τῶν διαλεκτικῶν,
καθ’ οὓς τὸ γυμνάζεσθαι γίνεται, καὶ πρὸς οὕς χρήσιμα τὰ παραδοθησόμενα
ὄργανα. δύο δέ φησιν εἶναι, ἐπαγωγήν τε καὶ συλλογισμόν. ὧν τί
ἀνωτάτω γένη, δῆλον ἐκ τοῦ πάντα τὸν δεικνύντα τι ἢ διά τινος καθόλου
τε καὶ κοινοτέρου δεικνύναι αὐτὸ ἢ διά τινων τῶν ὑπ’ αὐτό· αὐτὸ γὰρ ὄι
ἑαυτοῦ οὐδὲν δείκνυται. <οὐκ> εἴη δ’ ἂν καὶ τὸ ἴσον καθόλου. ἡ μὲν οὖν
τοῦ καθόλου δεῖξις συλλογιστική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική.
ὑποτάσσεται δὲ τῷ μὲν συλλογισμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα,
τὸ μὲν ἐνθύμημα ῥητορικὸς συλλογισμὸς ὤν, τὸ δὲ παράδειγμα
ῥητορικὴ ἐπαγωγή. λέγει δὲ τὴν ἐπαγωγὴν εἶναι τὴν διὰ τῶν καθ’ ἕκαστα
ἐπὶ τὸ καθόλου πρόοδον. διὸ οὐχ ὑγιῶς λέγουσιν οἱ λέγοντες τὴν ἐπαγωγὴν
λόγον εἶναί τινα ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου
τοῖς ὑπ’ αὐτό· τῆς δὲ τοῦ καθόλου δείξεως χάριν ἡ ἐπαγωγὴ μάλιστα. ὁ
δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγος μᾶλλον ἄν τὸ παράδειγμα σημαίνοι. ὁ
γὰρ λόγος ὁ διὰ τῶν καθ’ ἕκαστα τὸ καθόλου δεικνὺς καὶ πιστούμενος,
οὗτός ἐστιν ἐπαγωγή. ὁ γὰρ δεικνὺς καθόλου ὅτι ἐν πᾶσιν ἄριστος ὁ ἐπιστάμενος
διὰ τοῦ λαβεῖν ὅτι κυβερνήτης ἄριστος ὁ ἐπιστάμενος, ὁμοίως
καὶ ἡνίοχος, ὁμοίως καὶ στρατηγός, ὁμοίως καὶ ἰατρός, ὁμοίως γεωμέτρης,
μουσικός, τέκτων, δι’ ἐπαγωγῆς τοῦ ἐν πᾶσιν ἄριστον εἶναι τὸν ἐπιστάμενον
τὴν δεῖξιν ποιεῖται. λέγει δὲ καὶ τὴν κατὰ τὸ χρήσιμον διαφορὰν τοῦ
τε συλλογισμοῦ καὶ τῆς ἐπαγωγῆς ἥτις ἐστί. τὴν μὲν γὰρ ἐπαγωγὴν τὸ
πιθανώτερόν φησιν ἔχειν καὶ σαφεστερον, καὶ ὅπως σαφέστερον
προσέθηκε, διὰ γὰρ τὸ κατὰ τὴν αἴσθησιν γνωριμώτερον, ὃ κοινὸν
τοῖς πολλοῖς ἐστιν· ἡ γὰρ ἐπαγωγὴ διὰ τῶν καθ’ ἕκαστα γίνεται, ἅ
ἐστιν αἰσθητά, τὰ δὲ αἰσθητὰ καὶ τοῖς πολλοῖς κοινά τε καὶ γνώριμα. τὸ
μὲν οὖν πιθανὸν ἡ ἐπαγωγὴ ἔχει, οὐ μὴν καὶ τὸ ἀναγκαῖον. οὐ γὰρ ἐξ
ἀνάγκης ἐπὶ τοῖς κατὰ μέρος συγχωρηθεῖσι τὸ καθόλου διὰ τὸ μὴ οἷόν τε
πάντα τὰ καθ’ ἕκαστα ἐπεξελθόντας διὰ τῆς ἐπαγωγῆς λαβεῖν· ἀδιεξίτητα
γὰρ τὰ καθ’ ἕκαστα. καὶ γὰρ εἰ πάντα, ἤιοι καὶ τοῦτο λήψεται οὗ χάριν
χρῆται τῇ ἐπαγωγῇ, καὶ οὐκέτι αὐτῷ τῆς τοῦ καθόλου λήψεως χρεία, ἀφ’
οὗ ἐπὶ τοῦτο μεταβήσεται, ὥστε οὐκέτ᾿ ἐπακτικὸς ὁ λόγος ἐστίν, ἢ οὐκ ἔστι
τοῦτο ἐν τοῖς λαμβανομένοις, καὶ ἔστιν ἐνστάσεως ἀφορμὴ πρὸς τὴν τοῦ
καθόλου λῆψιν ἐπ’ αὐτοῦ τούτου ὡς οὐχ ὁμοίως ἔχοντος τοῖς συγκεχωρη-
ἐπαγωγῆς χώραν ἔχει τῷ μὴ πάντα οἷόν τε ἐπεξελθεῖν τὰ καθ’ ἕκαστα,
ὡς εἶπον.) ὥσπερ δὲ οὐ πᾶς συλλογισμὸς διαλεκτικός, οὕτως οὐδὲ πᾶσα
ἐπαγωγή· καὶ γὰρ εἰ πᾶσα τὸ πιθανὸν ἔχει, ὃ οἰκεῖόν ἐστι τῆς διαλεκτικῆς,
κῆς, ἀλλ’ οὐ διὰ τοῦτο διαλεκτικοῦ μόνου ἡ δι᾿ ἐπαγωγῆς δεῖξις. ἢ ἡ
μὲν χάριν δείξεως τε καὶ λήψεως τοῦ καθόλου λαμβανομένη ἐπαγωγὴ
μόνης ἢ μάλιστα τῆς διαλεκτικῆς οἰκεία· τῷ γὰρ πιστεύσαντα τοῖς λαμβανομένοις
τῷ καθό|λου συγχωρῆσαι χρώμεθα αὐτῇ· ἡ δὲ πρὸς τὴν τῶν
ἀξιωμάτων λῆψιν συντελοῦσα, χάριν τοῦ σαφὲς ποιῆσαι τὸ λεγόμενον παραλαμβανομένη
ἀλλ’ οὐ τὸ καθόλου δεῖξαι ἐξ αὑτοῦ γὰρ γνώριμον τοῦτο
νοηθέν), οὔτε διαλεκτικὴ ἔτι οὔτε κυρίως ἐπαγωγή.
Τὰ μὲν οὖν γένη.
Λέγει ἃ τέσσαρα, τέσσαρα, τὸν ὅρον, τὸ ἴδιον, τὸ γένος, τὸ συμβεβηκός·
περί τε γὰρ ὧν οἱ λόγοι, ἅπερ ἐστὶ τὰ προβλήματα, ἐν τοῖς γένεσι
τούτοις, καὶ ὁμοίως ἐξ ὧν οἱ λόγοι, ἅ εἰσιν αἱ προτάσεις, ἐν τούτοις καὶ
αὐταί. εἴρηκε δὲ καὶ τί ἑκάτερον τούτων. ἐν ἀρχῇ δὲ τοῦτο εἶπε δεῖν
διορισθῆναι, τίνα ἐστὶ περὶ ὧν τε οἱ λόγοι καὶ ἐξ ὧν.
Τὰ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέσσαρα.
Περιττεῦον ἦν ἔτι τοῦτο καὶ τελευταῖον τῶν ἐν οἷς εἶπεν εἶναι τὴν
μέθοδον ἰὴν διαλεκτικήν· εἰπὼν γὰρ πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ
μέθθοδος” ἐπήνεγκεν “εἰ δὴ λάβοιμεν πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων
οἱ λόγοι καὶ πῶς τούτων εὐπορήσομεν, ἔχοιμεν ἄν ἱκανῶς τὸ προκείμενον”.
εἰρηκὼς οὗν περί τε τῶν προτάσεων, ὧν ἦν δηλωτικὸν τὸ “ἐκ τίνων”,
τε καὶ ἐπαγωγή, ὡς προείρηκεν. αὐτὸς μέντοι τῶν συλλογισμῶν
ἐμνημόνευσε μόνων, καὶ ἔστι τὸ λεγόμενον ἴσον τῷ ‘τὰ δὲ ὄργανα δι’
ὧν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ἐστὶ τέσσαρα᾿. ὧν ἓν μέν
φησι εἶναι τὸ προτάσεις λαβεῖν, οὐ τὰς προτάσεις λέγων ὄργανα τῶν
διαλεκτικῶν λόγων· μέρη γὰρ αὗται καὶ τῶν συλλογισμῶν καὶ τῶν. ἐπαγωγῶν·
οὐκ ἔστι δὲ τὰ μέρη τινὸς ὄργανα ἐκείνου· ἀλλὰ ὄργανον λέγει
τὸ δι’ οὗ δυνησόμεθα προτάσεων εὐπορεῖν· οὐ γὰρ αἱ προτάσεις ἀλλὰ τὸ
εὐπορεῖν προτάσεων ποιοῦν δύνασθαι ὄργανον. δεύτερον δέ φησιν εἶναι τῶν
ὀργάνων τῶν πρὸς τὴν εὐπορίαν τῶν προτάσεων συντελούντων τὸ δύνασθαι
τὰ πολλαχῶς λεγόμενα γνωρίζειν τε καὶ διαιρεῖσθαι, εἴτε ἐν ὀνόμασιν εἴη
ταῦτα εἴτε ἐν λόγοις. τρίτον τὸ δύνασθαιτὰς τὰς διαφορὰς γνωρίζειν τινῶν,
καθ’ ἃς ἀλλήλων διαφέρει. τέταρτον τὸ τὰς ὁμοιότητας τὰς ἐν τοῖς
διαφέρουσιν εὑρίσκειν δύνασθαι. ὅτι μὲν οὖν ἡ τῶν προτάσεων ἐκλογή τε
καὶ παρασκευὴ χρήσιμος πρὸς τοὺς συλλογισμούς, δῆλον· ἔχοντες γὰρ
προτάσεις ἐκλελεγμένας διαλεκτικάς, τοῦτ’ ἔστιν ἐνδόξους, ῥᾳδίως δυνησόμεθα
περὶ τοῦ προτεθέντος προβλήματος συλλογίζεσθαι. τὴν δὲ τῶν ἄλλων
ὀργάνων χρείαν. τήν τε τοῦ ἐπεσκέφθαι τὴν τῶν πολλαχῶς λεγομένων
διαίρεσιν καὶ τὴν τοῦ τὰς διαφορὰς δύνασθαι γνωρίζειν τε καὶ εὑρίσκειν καὶ
τὴν τοῦ ὁμοίου θεωρίαν, αὐτὸς προελθὼν λέγει μετὰ τὸ γράψαι τὰς καθ᾿
ἕκαστον αὐτῶν μεθόδους.
Ἔστι δὲ τρόπον τινὰ καὶ τὰ τρία τούτων προτάσεις.
Τοῦτ᾿ ἔστιν ‘ἔστι δὲ καὶ τὰ τρία τούτων τρόπον τινὰ εἰς τὴν τῶν
προτάσεων ἐκλογὴν συντελοῦντα, ἐξ ὧν οἵ τε συλλογισμοὶ καὶ αἱ ἐπαγωγαί᾿.
ἔκ τε γὰρ τῆς διαιρέσεως τῶν πολλαχῶς λεγομένων προτάσεων εὐπορία
γίνεται καὶ ἐκ τ·ῆς τῶν διαφορῶν εὑρέσεως καὶ ἐκ τῆς τῶν ὁμοίων θεωρίας·
αὐτὸ γὰρ διαιρεθὲν τὸ πολλαχῶς λεγόμενον πρότασις γίνεται· ὁμοίως
καὶ τῶν ἄλλων ἕκαστον. καὶ δείκνυσι τοῦτο διὰ παραδείγματος τοῦ ὅτι τὸ
αιρετον εστι τὸ καλὸν ἡ το ἡδὺ ἡ τὸ συμφέρον. ἐκ γὰρ τῆς
τούτου διαιρέσεως ἔχοντες τὴν πρότασιν ταύτην ἐπιχειροίημεν ἂν πρὸς τὸ
πρόβλημα τὸ ‘πότερον τὸ τυραννεῖν αἱρετὸν ἢ οὔ ;’· εἰ γὰρ πᾶν μὲν αἱρετὸν
εἴη αἱρετή. πάλιν ἐκ τῆς τοῦ σώματος διαιρέσεως ἔχοντες ὅτι τὸ σῶμα
ἢ φυσικόν ἐστιν ἢ μαθηματικόν, πρὸς τὸ πρόβλημα τὸ πότερον ἡ ψυχὴ
σῶμα ἢ οὕ;’ εὐπορήσομεν συλλογισμοῦ δεικνύντες ὅτι μήτε φυσικὸν σῶμα
μέτε μαθηματικὸν ἡ ψυχή. ὁμοίως καὶ ἐκ τῆς τοῦ ἀγαθοῦ διαιρέσεως
πρὸς τὸ‘ ὅτι μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἢ ὅτι μὴ μόνον τὸ ἀγαθὸν ἐν
ψυχῇ. καὶ ἐκ τῆς τῶν διαφορῶν δὲ γνώσεως δείκνυσι πάλιν διὰ παραδείγματος
πῶς εὐπορία προτάσεων γίνεται. ὅτι γὰρ διαφέρει αἴσθησις
ἐπιστήμης τῷ τὴν μὲν ἀποβαλόντα δυνατὸν εἶναι πάλιν λαβεῖν
τὴν δὲ αἴσθησιν ἀδύνατον, εἰδότες εὐποροίημεν ἁ προτάσεων πρὸς τὸ
πρόβλημα τὸ ‘πότερον ταὐτὸν αἴσθησις καὶ ἐπιστήμη ἢ οὔ;’· εἰδότες γὰρ
αὐτῶν τὰς πρὸς ἄλληλα διαφορὰς δεικνύοιμεν ἂν ὅτι οὐ ταὐτόν. ὁμοίως
δὲ τῷ ὑπ’ αὐτοῦ εἰρημένῳ καὶ διὰ τοῦ τὴν μὲν ἐπιστήμην δύνασθαι πὰρ
ἄλλου λαβεῖν τὴν δὲ αἴσθησιν μή. ἀλλὰ καὶ οὕτως· αἴσθησιν μὲν μᾶλλον καὶ
ἧττον ἔχειν ἔστιν, ἐπιστήμην δὲ οὔ, καὶ ἔστιν ἡ μὲν αἴσθησις ἐκ γενετῆς,
ἡ δὲ ἐπιστήμη οὔ, καὶ ἡ μὲν φύσει, ἡ δὲ οὔ, καὶ τῆς μὲν πάντα τὰ ζῷα
κοινωνεῖ, τῆς δὲ τὰ λόγον ἔχοντα μόνα. ὁμοίως δὲ καὶ ἰῆς δόξης καὶ τῆς
ἐπιστήμης εἰδότες διαφορὰν ἔχοιμεν ἄν προτάσεις πρὸς τὸ δεικνύναι ὅτι
μὴ αἱ αὐταί, εἴ γε ἡ μὲν περὶ τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ἐπιστήμη
δὲ οὓ. πάλιν ἀπὸ τῆς τοὺ ὁμοίου θεωρίας παρέθετο πρότασιν εὑρισκομένην
τὴν ὅτι ὁμοίως ἔχει τὸ ὑγιεινὸν πρὸς ὑγείαν καὶ τὸ
εὐεκτικὸν πρὸς εὐεξίαν. ἔχοντες γὰρ ταύτην τὴν πρότασιν εὐποροίημεν
ἂν πρὸς τὸ πρόβλημα τὸ ‘πότερον τὰ εὐεκτικὰ ποιητικά ἐστιν εὐεξίας
ἢ οὔ;᾿· εἰ γὰρ ὁμοίως μὲν ἔχει ταῦτα πρὸς εὐεξίαν καὶ τὰ ὑγιεινὰ πρὸς
ὑγείαν, ποιητικὰ δὲ ὑγείας τὰ ὑγιεινά, ποιητικὰ ἄν εὐεξίας εἴη τὰ εὐεκτικά.
πάλιν ζητουμένου πότερον ἡ γαλήνη ἡσυχία ἐστὶν ἢ οὔ, διὰ τῆς
τοῦ ὁμοίου θεωρίας ἔχοντες πρότασιν τὴν ‘ὁμοίως ἔχει νηνεμία ἐν
ἀέρι καὶ γαλήνη ἐν θαλάσσῃ᾿, προσλαβόντες ὅτι ‘ἡ δὲ νηνεμία ἡσυχία᾿
εἴημεν ἂν καὶ ὅτι ἡ γαλήνη ἡσυχία δεδειχότες. εἰ δὲ καὶ τὰ τρία
τῶν ὀργάνων πρὸς τὴν εὐπορίαν τῶν προτάσεων ἔχει τὴν συντέλειαν,
εὐλογῶ κατὰ τὴν ἀρχὴν λέγων περὶ τίνα τῇ διαλεκτικῇ τὸ εἶναι
Τὰς μὲν οὗν προτάσεις ἐκλεκτέον ὁσαχῶς διωρίσθη περὶ προτάσεων.
Περὶ τῆς τῶν προτάσεων ἐκλογῆς πρῶτον λέγων τόπους τινὰς καὶ
ἀφορμὰς τῆς τε ἐκλογῆς καἰ τῆς εὐπορίας αὐτῶν παραδίδωσιν. ὁσαχῶς
γὰρ ὡρίσθη ἡ ἔνδοξός τε καὶ διαλεκτικὴ πρότασις, κατὰ πάντα χρὴ
ταῦτα τὰς ἐκλογὰς αὐτῶν ποιεῖσθαι· καὶ γὰρ τὰ πᾶσι δοκοῦντα χρὴ
ἔχειν ἐκλελεγμένα καὶ τὰ τοῖς πλείστοις, ὁμοίως καὶ ἐπὶ τῶν σοφῶν καὶ
τὰ πᾶσι δοκοῦντα καὶ τὰ τοῖς πλείστοις καὶ τὰ τοῖς ἐνδοξοτάτοις. ἀλλὰ
καὶ τὰς ἐναντίας ταῖς ἐνδόξοις φησὶ δεῖν ἐκλέγειν· ἐκ γὰρ τῆς τούτων
ἐκλογῆς εὐπορία προτάσεων διαλεκτικῶν γίνεται κατ’ ἀντίφασιν προτεινομένων·
ὁ γὰρ ἔχων τὴν ὅτι δεῖ τοὺς φίλους κακῶς ποιεῖν, ἐναντίαν
οὖσαν ἐνδόξῳ προτάσει, ἐν τῇ χρείᾳ ἀποφατικῶς αὐτὴν προτείνας εὐπορήσει
διαλεκτικῆς προτάσεως. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ
δεῖ δὲ προτείνειν καὶ τὰς ἐναντίας ταῖς φαινομέναις ἐνδόξοις
κατ’ ἀντίφασιν· πῶς γὰρ δεῖ χρῆσθαι καὶ λαμβάνειν τὰς ἐναντίας ταῖς
φαινομέναις, διώρισε διὰ τούτων. δεῖν δέ φησι καὶ ὅσαι κατὰ τὰς
τέχνας δόξαι εὑρημέναι εἰσί, καὶ ταύτας ἐκλέγειν, οἷον τὰς ἐν γεωμετρίᾳ
ὑπὸ τῶν γεωμετρῶν καὶ τὰς ἐν μουσικῇ ὑπὸ τῶν μουσικῶν ἢ τῶν διαφερόντων
ἐν αὐτοῖς. θείη γὰρ ἄν τις ὡς ἔνδοξον τὸ ὑπὸ Ἱπποκράτους λεγόμενον
ἐν ἰατρικῇ καὶ τὸ ὑπὸ Ἀρχιμήδους ἐν γεωμετρίᾳ καὶ τὸ ὑπὸ
Ἀριστοξένου εἰ μουσικῇ. χρήσιμον δὲ λέγει πρὸς τὴν ἐκλογήν τε καὶ
παρασκευὴν τῶν ἐνδόξων προτάσεων καὶ τὸ μὴ μόνον τὰς ἐνδόξους
ἐκλέγειν ἀλλὰ καὶ τὸ τὰς ὁμοίας ταῖς ἐνδόξοις, τῇ παραθέσει τῇ τῶν ἐνδόξων
ἐνδόξους αὐτὰς ποιοῦντας, ὡς εἶπε καὶ ἐν τῷ περὶ τῶν προτάσεων
λόγῳ. ὄντος γὰρ ἐνδόξου τοῦ τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι
ὅμοιον μέν ἐστιν αὐτῷ τὸ αἴσθησιν τῶν ἐναντίων τὴν αὐτὴν εἶναι· ἔνδοξον
δ’ ἄν γένοιτο τῶν τοιούτων ἕκαστον τῇ τοῦ ὁμοίου παραθέσει ὄντος ἐν-
ἀντίληψις οὕτως᾿· ῥᾷον γὰρ συγχωροῦνται διὰ τὴν πρὸς ἰὰς ἐνδόξους
ὁμοιότητα. οἷόν ἐστι καὶ τὸ τοιοῦτον· ‘ἆρά γε ὥσπερ δεῖ τοὺς φίλους εὗ
ποιεῖν, οὕτως καὶ μὴ ποιεῖν αὐτοὺς κακῶς χοή;’.
Ἔτι ὅσα ἐπὶ πάντων ἢ τῶν πλείστων φαίνεται, ληπτέον ὡς ἀρχὴν καὶ δοκοῦσαν θέσιν.
Δεῖν φησι καὶ τὰ ἢ ἐπὶ πανίων ἢ τῶν πλείστων οὕτως ἔχειν
φαινόμενα καθόλου λαμβάνειν ὡς ἀρχὰς ὄντα καὶ ἀληθῆ καὶ δοκοῦντα
πᾶσι καὶ οὕτω τιθέμενα τῷ γὰρ τῆς θέσεως ὀνόματι νῦν ἐπὶ τοῦ
συγχωρεῖσθαι καὶ τίθεσθαι κέχρηται), τοῦτ’ ἔστι χρῆσθαι δεῖ καὶ ταῖς
τοιαύταις προτάσεσιν ὡς ὁμολογουμέναις καὶ ἀρχαῖς, κἀν μὴ ἐπὶ πάντων
οὕτως πρὸς ἀλήθειαν τὸ λεγόμενον ἔχῃ. τοιαῦτα δ’ ἂν εἴη· ‘τὸ τῷ μείζονι
ἀγαθῷ ἐναντίον ·μεῖζόν ἐστι κακόν’· τοῦτο γάρ, εἰ καὶ μὴ ἑπὶ πάντων
οὕτως ἔχει, ἀλλὰ φαίνεταί γε τῷ ἐπὶ τῶν πλείστων οὕτως ἔχειν.
ἔστι μέντοι τινὰ δι’ ἃ οὐκ ἔστιν ἀληθὲς τὸ καθόλου· ἐπὶ γὰρ ὑγείας καὶ
νόσου καὶ εὐεξίας καὶ καχεξίας ἔμπαλιν ἔχον δείκνυται, ὡς καὶ ἐν τοῖς
πρώτοις ἐπεσημηνάμεθα. ἡ μὲν γὰρ εὐεξία τῆς ὑγείας μεῖζον ἀγαθόν·
συνεπιφέρει γοῦν ἡ εὐεξία ἰήν ὑγείαν, ἡ μέντοι ὑγεία οὐκέτι τὴν εὐεξίαν·
διὸ μεῖζον ἀγαθὸν ἡ εὐεξία· τὸ γὰρ συνεπιφέρον τι μεῖζον καὶ ἀγαθὸν
καὶ κακὸν τοῦ συνεπιφερομένου μὲν μὴ συνεπιφέροντος δέ. οὐκέτι δὲ ἡ
καχεξία, ἥτις ἐναντία τῇ εὐεξίᾳ, μεῖζον κακὸν τῆς νόσου, ἥτις ἐστὶν ἐναντία
τῇ ὑγείᾳ, ἀλλ’ ἔμπαλιν ἡ νόσος τῆς καχεξίας· ἡ μὲν γὰρ νόσος τὴν
καχεξίαν συνεπιφέρει· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ· οὐκέτι δὲ ἡ καχεξία
τὴν νόσον· εἰσὶ γάρ τινες καὶ ὑγιαίνοντες καχέκται. ὅμοιον δὲ τῷ προειρημένῳ
καὶ τὸ ἐν δύο συζυγίαις ἐναντίων, ἄν θάτερον ἕπηται τῶν ἐκ τῆς
ἑτέρας συζυγίας ἐναντίων τῷ ἑτέρῳ τῶν ἐκ τῆς ἄλλης συζυγίας ἐναντίων,
ὑγείας καὶ νόσου καὶ εὐεξίας καὶ καχεξίας· οὐ γάρ, ἐπεὶ τῇ
εὐεξίᾳ ἡ ὑγεία ἕπεται, ἤδη καὶ τῇ καχεξίᾳ ἡ νόσος, ἀλλ’ ἔμπαλιν ἡ
καχεξία τῇ νόσῳ. ὅμοιον τούτοις καὶ τὸ ‘οὗ ἡ ἀκρότης καὶ τὸ εὗ αἱρετώτερον,
καὶ αὐτὸ αἱρετώτερον᾿· ἐπὶ γὰρ τῶν πλείστων οὕτως ἔχει, οὐ
μὴν ἐπὶ πάντων. τὸ μὲν γὰρ εὖ ἀποθνήσκειν τοῦ εὗ γράφειν αἱρετώτερον,
ἀκρότης ὂν τὸ μὲν τοῦ γράφειν τὸ δὲ τοὐ ἀποθνήσκειν· οὐκέτι δὲ
καὶ τὸ ἀποθνήσκειν τοῦ γράφειν αἱρετώτερον. τοιοῦτόν ἐστι καὶ καθόλου
λαμβανόμενον τὸ τὴν καρδίαν ἀρχὴν τῶν ζῴων εἶναι· ἐπὶ μὲν γὰρ τῶν
πλείστων οὕτως ἔχει, οὐ μὴν καὶ καθόλου· ἔστι γάρ τινα ζῷα ἃ τὴν ἀρχὴν
οὐκ ἔχει καρδίαν. ἐπιζητήσαι δ’ ἄν τις τίνι διαφέρει τὰ τοιαῦτα τῶν
πᾶσιν ἡ τοῖς πλείστοις δοκούντων. ἢ λέγοι ἂν ὅτι τὰ τοιαῦτα οὐδ’ ἐρωτᾶν
τὴν ἀρχὴν δεῖ, ἀλλὰ χρῆσθαι αὐτοῖς ὡς ὁμολογουμένοις καὶ καὶ ὡς ἀρχαῖς·
οὐδὲ γὰρ τὰς ἀρχὰς οὐδεὶς ἐρωτᾷ, ἀλλ’ ὡς ὁμολογουμέναις αὐταῖς χρῆται.
ἢ κἂν μὴ δοκῇ τὰ τοιαῦτα, ἐπακτικῶς αὐτὰ δεῖν φησι λαμβάνειν
ὡς τοιαῦτα.
Ἐκλέγειν δὲ χρὴ καὶ ἐκ τῶν γεγραμμένων λόγων.
Εἰπὼν πῶς χρὴ θηρᾶν τε καὶ ἀθροίζειν τὰς διαλεκτικὰς προτάσεις,
δεῖν φησι μὴ μόνον ἐκ τῶν περιφερομένων δοξῶν τὰς προτάσεις τὰς διαλεκτικὰς
λαμβάνειν, ἀλλὰ καὶ ἐκ τῶν γεγραμμένων λόγων ὅσα ἐνδόξως
ὲν αὐτοῖς γέγραπται ἐκλέγειν καὶ ἔχειν παρεσκευσαμένα· οὐ γὰρ
ῥᾴδιον ἐκ τοῦ παραχρῆμα τῶν χρησίμων πρὸς τὸ προκείμενον πρόβλημα
προτάσεων εὐπορεῖν μὴ προπαρεσκευαμένον. δεῖν δέ φησι τὰς ἐκλογὰς
ποιεῖσθαι μὴ πεφυμένως ἀλλὰ κατὰ διαγραφὰς καὶ κεχωρισμένως καὶ
ἰδίᾳ καθ’ ἕκαστον γένος· οὕτως γὰρ ἡμῖν ἔσονται χρήσιμοι, εἰδόσιν ἐν οἷς
αὐτὰς εὑρεῖν δυνησόμεθα, ὅταν δεηθῶμεν· ἀλλὰ καὶ καθ’ ἕκαστον γένος
τάξιν τινὰ ἐπιτιθέντας, οἷον ἰδίᾳ περὶ ζῴου καὶ ἰδίᾳ περὶ ἀγαθοῦ καὶ ἀγαθοῦ
παντὸς ἰδίᾳ καὶ περὶ ἑκάστου καθ’ ἕκαστον γένος, πρῶτον μὲν τὸ τί
ὑπάρχει, οἷον ὅτι πᾶν ζῷον ἢ πεζὸν ἢ ἔνυδρον ἢ πτηνόν, ἢ ὅτι οὐ πᾶν
ζῷον ἀναπνεῖ, ἢ ὅτι οὐ πᾶν ζῷον κερασφόρον ἄμφοδον, ἀλλὰ καὶ εἰ
ἐναντίον τί ἐστι τῷ προκειμένῳ, καὶ τί ποτέ ἐστιν αὐτῷ ἐναντίον, ἢ τίνι
ἀκολουθεῖ αὐτό, ἢ τί αὐτῷ ἀκολουθεῖ. χρήσιμα δὲ καὶ τὰ τοιαῦτα, οἷον ὅτι
[καὶ] ἰὴ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ”, ἢ ὁ ἥλιος ἄστρον
ἡμεροφαές”, ἢ τὸ ἀγαθὸν τὸ πᾶσιν ἐφετόν, ἢ τὴν ἀρειὴν βελτίστην ἕξιν ἢ
ἰὴν εὐδαιμονίαν εὔροιαν βίου, καὶ ὅτι ἀ·κόλουθον μέν ἐστιν ὃ ἀναγκαῖον
εἶναι τῷ ἕτερον εἶναι, μαχόμενον δὲ ὃ ἀναγκαῖον μὴ εἶναι. οὕτως πεποίηκε
καὶ ἐν ταῖς δέκα κατηγορίαις περὶ ἑκάστης κατηγορίας λέγων. τὰ
γὰρ τοιαῦτα τῷ ἐναργῶς ἀποδίδοσθαι προσάγεται τὸν | προσδιαλεγόμενον·
διὸ δεῖ αὐτὰ ἔχειν ἐκλελεγμένα. δύναται τὸ ἀρξάμενον ἀπὸ τοῦ τί ἐστι
περὶ τοῦ ἀγαθοῦ εἰρῆσθαι, ἐπεὶ δοκεῖ ὲν τοῖς δέκα γένεσιν εἶναι· περὶ
παντὸς γὰρ τοῦ ἀγαθοῦ λέγειν φησὶ δεῖν ἀρξάμενον ἀπὸ τοῦ ἐν οὐσίᾳ ἀγαθοῦ·
τὸ γὰρ τί ἐστι κυρίως ἐν οὐσίᾳ. δεῖν δέ φησιν ἐν ταῖς εκλογαις
παρασημαίνεσθαι καὶ παραγράφεσθαι τὰς ἑκάστων δόξας· ῥᾷον γὰρ
συγχωροῦσι τοῖς λεγομένοις πολλάκις μαθόντες τὸν εἰρηκότα, καὶ οἷς ἁπλῶς
λεγομένοις οὐ συγχωροῦσι, ταῦτα τιθέασι μαθόντες τὸν εἰπόντα.
Ἔστι δὲ ὡς τύπῳ περιλαβεῖν τῶν προτάσεων καὶ τῶν προβλημάτων μέρη τρία.
Πρὸ ὀλίγου λέγων περὶ τοῦ πρὂβλήματος εἶπε “πρόβλημα δέ ἐστι
διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν
καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων” .
ὃ δὴ τότε περὶ τοῦ προβλήματος εἶπε καὶ ἐπεσημηνάμεθα ὅτι οὐ τὰ
προβλήματα μόνον ἀλλὰ καὶ αἱ προτάσεις ἐν τούτοις), τοῦτο καὶ αὖθις νῦν
λέγει· μέρη γὰρ ἀντὶ ‘εἴδη᾿ καὶ τῶν προτάσεων καὶ τῶν προβλημάτων
κοινὰ καθόλου φησὶν εἶναι ταῦτα, λέγων τῶν διαλεκτικῶν, ἐπεί ἐστί
τινα προβλήματα καὶ προτάσεις οὔτε ἠθικαὶ οὔτε φυσικαὶ οὔτε λογ.ικαί, αἱ
τῶν δὴ προτάσεων, ὁμοίως δὲ καὶ τῶν προβλημάτων, αἱ μέν,ὡς
φησιν, εἰσὶν ἠθικαί, ἠθικὰς λέγων τὰς περὶ τῶν “πρὸς αἵρεσιν καὶ φυγὴν”
συντελούντων, αἱ δὲ φυσικαί· τοῦτο δὲ ταὐτὸν τῷ “πρὸς ἀλήθειαν καὶ
γνῶσιν”· πάντα γὰρ τὰ φυσικὰ πρὸς τὴν γνῶσιν τοῦ ἀληθοῦς ἐν αὑτοῖς
ἔχει τὴν κυριωτάτην ἀναφοράν, εἰ καί τινες ἤδη τῇ περὶ ταῦτα ἐμπειρίᾳ
καὶ πρὸς πράξεις χρῶνταί τινας· τὰς δὲ λογικάς, ὃ ἐκεῖ εἶπεν “ἢ ὡς
συνεργὸν πρός τι ἕτερον τῶν τοιουτων νυν λογικον ὀνομάσας, ὅτι τὸ λογικὸν
ὀργανικόν ἐστι καὶ ὡς συντελοῦν τι πρὸς τὰ ἄλλα παραλαμβανόμενον
δεικνύς. διὰ δὲ τῶν παραδειγμάτων ἔδειξε τίνες μέν εἰσιν αἱ ἠθικαί,
τίνες δὲ αἱ φυσικαὶ καὶ τίνες αἱ λογικαί. τὸ δὲ ὡς τύπῳ περιλαβεῖν
προσέθηκεν, ὅτι μὴ ἔστιν ἀκριβῶς ἀφορίσαντας εἰπεῖν τὰς μὲν “πρὸς αἵρεσιν
καὶ φυγὴν” συντεινούσας ἠθικὰς εἶναι, τὰς δὲ “πρὸς ἀλήθειαν καὶ γνῶσιν”
φυσικάς· ἔστι γὰρ ἐφ’ ὧν ὑπαλλάσσει, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται. ὡς δὲ
περὶ προτάσεων μέλλων λέγειν προσθεὶς τὸ αἱ μὲν γὰρ ἠθικαὶ προτάσεις
εἰσίν, ἀλλὰ καὶ ἐπιφέρων τὸ ὁμοίως καὶ τὰ προβλήματα, [καὶ]
τὰ παραδείγματα λέγων ἐσχημάτισεν ὡς προβλήματα· τὸ γὰρ ‘πότερον᾿
εἷπεν, ὅ τι προβλήματος οἰκεῖον, ὥσπερ τὸ ‘ἆρά γε’ προτάσεως, ἴσως
οὐκέτι τῇ λέξει τὴν διαφορὰν αὐτῶν τηρῶν. καθόλου μὲν γὰρ πρόβλημα
διαλεκτικὸν ὅσον ἐπὶ τῇ λέξει προιᾶσιν ἔστι ποιῆσαι καὶ πᾶσαν πρότασιν
πρόβλημα τῇ τοῦ ‘πότερον᾿ καὶ τῇ τοῦ ‘ἆρά γε᾿ ὑπαλλαγῇ· οὐκέτι μέντοι
ἡ κατὰ τὰ πράγματα αὐτῶν διαφορὰ ταύτην ἐπιδέχεται τὴν ὑπαλλαγήν·
τὰ μὲν γὰρ προβλήματα ἀμφισβητούμενα εἶναι δεῖ, τὰς δὲ προτάσεις ἐξ
αὑτῶν ἔχειν δεῖ τὸ πιστον.
Καθόλου δὲ περιλαβεῖν μὲν ὁρισμῷ τὰ προειρημένα εἴδη τῶν προτάσεων
οὐ φησιν εἰναι ρᾳδιον, δειν δὲ κατα τα προειρημενα παραδειγματα δυνεθίζειν
αὑτοὺς διὰ τῆς ἐπαγωγῆς τῷ δύνασθαι γνωρίζειν τὰς διαφορὰς αὐτῶν.
οὔτε γὰρ ὁ λέγων ἠθικὰ εἶναι τὰ “πρὸς αἵρεσιν καὶ φυγὴν” συντείνοντα,
ὡς ἐρρέθη πρὸ ὀλίγου, πάντα τὰ ἠθικὰ περιλήψεται· τὸ γοῦν περὶ τοῦ εἰ
ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταὶ πρόβλημά ἐστι μὲν ἠθικόν, οὐ μὴν
ἡ γνῶσις αὐτοῦ πρὸς αἵρεσιν ἔχει τὴν ἀναφορὰν ἀλλὰ πρὸς γνῶσιν. ὁμοίως
καὶ τὸ ‘πότερον ἡ ἡδονὴ λεία κίνησίς ἐστιν ἢ οὔ;’ ἔστι μὲν ἠθικὸν πρό-
δι’ αὐτὴν αἱρετή , ὅσα περὶ αἱρετῶν, ὅσα περὶ πρακτῶν, φυσικὰς δὲ
ὅσαι περὶ αὐξήσεως καὶ ὅσαι περὶ αίριτῶν, καὶ ὅσαι περὶ γενέσεως καὶ φθορᾶς.
καὶ ὅτι πᾶν τὸ γενητὸν φθαρτόν, καὶ τὰς τούτων ἐχομένας· ἔστι δέ τινα
προβλήματα καὶ προτάσεις καὶ ἐν τοῖς φυσικοῖς “πρὸς αἵρεσιν καὶ φυγὴν”
τὴν ἀναφορὰν ἔχοντα· τὸ γὰρ ‘πότερον πάντα καθ’ εἱμαρμένην καὶ
κατηναγκασμένως γίνεται;᾿ φυσικὸν ὂν τὴν ἀναφορὰν ἔχει | “πρὸς αἴρεσιν
καὶ φυγήν”· εἰ γὰρ δοκεῖ βουλεύεσθαι περὶ τῶν πρακτέων ἢ μή, ἐντεὐθεν
ἤρτηται· λογικὰς δὲ ὅτι τὰ πρός τι ἅμα τῇ φύσει, ὅτι τῶν ἐναντίων ή αὐτὴ
ἐπιστήμη, ὄτι ή ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς κανῖ τὸ ψεῦδος, τὰ περὶ γένους
καὶ εἴδους, τὰ περὶ τῶν συλλογιστικῶν σχημάτων, τὰ περὶ τῶν συζυγιῶν,
τὰ περὶ τῶν προτάσεων), ἐνδεικνύμενος ὅτι ἰδίᾳ περὶ έκάστου χρὴ ἐκλέγειν
εἴδους, ἠθικὰς ἰδίᾳ, φυσικὰς ἰδίᾳ καὶ λογικὰς ἰδίᾳ.
Πρὸς μὲν οὖν φιλοσοφίαν κατ᾿ ἀλήθειαν περὶ αὐτῶν πραγματευτέον.
Εἰπὼν τῶν προβλημάτων τε καὶ τῶν προτάσεων τὰ μὲν ὴθικὰ εἰναι
τὰ δὲ φυσικὰ τὰ δὲ λογικά, προστίθησιν ὅτι τῷ μὲν φιλοσόφῳ κατὰ τὸ
ἀληθὲς δεῖ τὴν περὶ τούτων γίνεσθαι ἐξέτασίν τε καὶ πραγματείαν. καθ᾿
ἕκαστον γὰρ εἰδος τῶν προειρημένων τῆς τοῦ ἀληθοῦς χάριν εύρέσεως τὴν
περὶ ταῦτα πραγματείαν ποιεῖται, ἐν μὲν ταῖς πολιτικαῖς τε καὶ ἠθικαῖς
ἀκροάσεσι περὶ τῶν ὴθικῶν, ὥστε τὰς ἀληθῶς πρὸς αἴρεσιν καὶ ἀληθῶς
πρὸς φυγὴν συντεινούσας προτάσεις ἐκλέξει καὶ περὶ τῶν ἀληθῶς αίρετῶν,
ἐν δὲ ταῖς θεωρητικαῖς τε καὶ φυσικᾶς τὰ ώς ἀληθῶς ἀληθῆ ζητήσει,
ἐν δὲ τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς περὶ προτάσεων καὶ ἐν τῇ τῶν πολλχῶς
λεγομένων διαιρέσει καὶ ὅσα τοιαῦτα τῶν ἀληθῶς χρησίμων τὴν ἐκλογὴν
ποιήσεται λογικῶς. διαλεκτικῶς δὲ πρὸς δόξαν, ώς ἔν τε ταύτῃ
τῇ πραγματείᾳ καὶ ἐν τοῖς ῥητορικοῖς καὶ ἐν τοῖς ἐξωτερικοῖς· καὶ γὰρ καὶ ὲν
ἐκείνοις πλεῖστα καὶ περὶ τῶν ἠθικῶν καὶ περὶ τῶν φυσικῶν ἐνδόξως λέγεται.
Ληπτέον δὲ ὅτι μάλιστα καθόλου πάσας τὰς προτάσεις.
Ποὸς τὸ πλειόνων ἡμᾶς εὐπορεῖν προτάσεων καὶ λόγων καὶ τοῦτό
φησιν εἶναι χρήσιμον τὸ πειρᾶσθαι ὡς ὅτι μάλιστα καθόλου λαμβάνειν
τὰς προτάσεις ἐν ταῖς ἐκλογαῖς· οὕτως γὰρ ἀπὸ μιᾶς ληφθείσης πλείονων
εὐπορήσομεν, οἷον μὴ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλὰ ὅτι τῶν
ἀντικειμένων· ἔχοντες γὰρ τοῦτο ἔχομεν δι’ αὐτοῦ καὶ ὅτι τῶν ἐναντίων
καὶ ὅτι τῶν κατὰ ἕξιν καὶ στέρησιν καὶ τῶν πρός τι καὶ τῶν κατ’ ἀντίφασιν
ἀντικειμένων ἡ αὑ τὴ ἐπιστήμη. ἀλλὰ καὶ τούτων ἑκάστην πάλιν
διαιρήσομεν λαμβάνοντες τὰ ὑφ’ ἕκαστον αὐτῶν, οἷον τὰ ὑπὸ τὰ ἐναντία·
ἀγαθοῦ γὰρ καὶ κακοῦ ἡ αὐτὴ ἐπιστήμη, καὶ λευκοῦ καὶ μέλανος
ἡ αὐτὴ αἴσθησις, ὄψις γάρ· ἀλλὰ καὶ ψυχροῦ καὶ θερμοῦ ἡ αὐτή,
ἁφὴ γάρ· ὁμοίως ξηροῦ καὶ ὑγροῦ. ἐπιστήμην δ’ ἄν κοινότερον τὴν γνῶσιν
λέγοι, ἥτις γνῶσις καὶ δι’ αἰσθήσεως γίνεται. ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων
ὁμοίως, καὶ ἐπὶ μὲν τῶν πρός τι διπλασίου καὶ ἡμίσεος ἡ αὐτή, καὶ βαρυτέρου
καὶ κουφοτέρου ἡ αὐτὴ, ἀλλὰ καὶ τῶν ὁμοίων ἡ αὐτή. καὶ ἐπὶ
ἕξεως δὲ καὶ στερήσεως τυφλοῦ καὶ βλέποντος ἡ αὐτὴ γνωστικὴ καὶ κωφοῦ
καὶ ἀκούοντος. ἀλλὰ καὶ ἐπὶ ἀντιφάσεως τοῦ εἰδότος ὅτι ἥδε ἡ κατάφασις
ἀληθής, ἔστι τὸ καὶ τὴν ἀντικειμένην αὐτῇ ἀπόφασιν εἰδέναι ὅτι ψευδής,
καὶ ἔμπαλιν. πάλιν ὅτι πᾶσα κίνησις μεταβολὴ ποθὲν ποὶ ληπτέον, ἀλλ’
οὐχ ὅτι ἡ τοπικὴ κίνησις· ἔχοντες γὰρ ἐκεῖνο ἕξομεν ὅτι καὶ ἡ γένεσις
καὶ ἡ φθορὰ καὶ ἡ ἀλλοίωσις καὶ ἡ αὔξησις καὶ ἡ φθίσις.
Τὸ δὲ ποσαχῶς, πραγματευτέον μὴ μόνον ὅσα λέγεται.
Τῶν τεσσάρων, ὧν ὡς ὀργάνων χρησίμων εἶπεν εἶναι πρὸς τοὺς συλλογισμούς,
δεύτερον ἦν τὸ δύνασθαι τὸ πολλαχῶς λεγόμενον διαιρεῖν τε καὶ
γνωρίζειν. ἐφ’ ὃ μετὰ τὸ ὑποθέσθαι, πῶς οἷόν τέ ἐστι τῶν προτάσεων
εὐπορεῖν, μέτεισι, καὶ παραδίδωσι τόπους ἡμῖν τινας καὶ ἀφορμάς, δι’ ὧν
γνωρίζειν δυνησόμεθα, εἴτε τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ προκείμενον
εἴτε καὶ μοναχῶς λέγεται. διττοῦ δὲ ὄντος τοῦ πολλαχῶς; τοῦ μὲν. ἐν
ὀνόμασιν, ἃ ὁμώνυμα καλεῖται, ἰοῦ δὲ ἐν λόγῳ, ἃ εἰώθαμεν ἀμφίβολα λέ-
τοῦ αὐτοῦ παρέχεσθαι, λέγοντας ἢ γράφοντας ὅτι ἄλλως μὲν φέρε εἰπεῖν
τὸ ἀγαθὸν λέγεται κατὰ δικαιοσύνης καὶ ἀνδρείας.. ἄλλως δὲ κατὰ τοῦ εὐεκτικοῦ
τε καὶ ὑγιεινοῦ λέγεται γὰρ καὶ ταῦτα ἀγαθά), ἀλλὰ καὶ προστιθέντας
ὅτι τὰ μὲν ὡς ἕξεις ἀγαθὰ λέγεται καὶ καθ’ αὑτὰ τοιαῦτα, ὡς αἱ
ἀρεταί ποιὰ γὰρ ἀντὶ τοῦ ‘ἀγαθὰ᾿ εἶπεν, ἐπεὶ ἁπλῶς γε ποιὰ | καὶ τὰ
ὑγιεινά), τὰ δὲ ὡς ποιητικὰ ἀγαθοῦ τινος, ὡς τὰ εὐεκτικά τε καὶ ὑγιεινά·
ταῦτα γὰρ ἀγαθά, ὅτι ἀγαθοῦ ποιητικά, ὡς εἴωθεν αὐτὸς ποιεῖσθαι τὴν
διαίρεσιν τῶν ἀγαθῶν· διὸ καὶ τὰ μὲν ὡς ἕξεις λεγόμενα καὶ τῷ αὐτὰ
ποιὰ εἶναι τοὺς ἔχοντας αὐτὰ ἀγαθοὺς ποιεῖ, τὰ δὲ οὕτω λεγόμενα ἀγαθὰ
ὡς ποιητικά τινος ἀγαθοῦ οὕτε καθ’ αὑτά ἐστιν ἀγαθὰ οὔτε τοὺς ἔχοντας
αὐτὰ ἀγαθοὺς ποιεῖ ἀλλὰ ἔχοντας ἀγαθόν. οὕτως γὰρ ἔστιν εἰδέναι σαφῶς
ὅτι πολλαχῶς λεγέτω, εἰ κατὰ τὸν οἰκεῖον λόγον διάφορον τοῖς σημαινομένοις
τὴν ἀπόδοσιν ποιούμεθα ἑκάστου.
Πότερον δὲ πολλαχῶς ἢ μοναχῶς.
Eἰπὼν πῶς χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τῶν πολλαχῶς λεγομένων,
ἐπὶ τὸ τὴν μέθοδον ἡμῖν παραδιδόναι, πῶς γνωρίσομεν αὐτά, μέτεισι. τῷ
δὲ πότερον πολλαχῶς ἢ μοναχῶς τὸ τῷ εἴδει προσέθηκεν, εὐλόγως·
ὅταν ·γὰρ τῷ εἴδει καὶ τῷ λόγῳ καὶ αὐτῷ τῷ ὁρισμῷ διαφέρῃ ἀλλήλων
τὰ σημαινόμενα, τότε ἐστὶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ πολλαχῶς λεγόμενα.
ἐπεὶ πολλαχῶς γε καὶ τὸ γένος καὶ τὸ εἶδος λέγεται· κατὰ πλειόνων γὰρ
ἑκάτερον κατηγορεῖται· ἀλλ’ ἐπεὶ μὴ τὰ ὧν κατηγορεῖται κατὰ τὸ εἶδος
καὶ τὸν λόγον τὸν κατὰ τοὔνομα τὸ κοινὸν διαφέρει, οὐ λέγεται ὁμώνυμα
ἢ ἀμφίβολα οὔτε τὸ γένος οὔτε τὸ εἶδος· ὁμώνυμα γάρ ἐστιν, ὡς ἐν Κατηγορίαις
εἶπεν, “ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας
αὐτὸς ἐδήλωσε δι’ ὧν ἐπιφέρει, ἄν τε τῷ εἴδει λέγων ἄν τε τῷ ὀνόματι
διαφωνῇ.
Πρῶτον μὲν ἐπὶ τοῦ ἐναντίου σκοπεῖν εἰ πολλαχῶς
λέγεται.
Ἀπὸ τῶν ἀντικειμένων ἀφορμὰς παραδιδοὺς τῆς τῶν πολλαχῶς λεγομένων
εὑρέσεως τε καὶ κρίσεως, πρῶτον, πῶς ἀπὸ τῶν ἐναντίων οἷόν τε
γνωρίζειν τι πολλαχῶς λεγόμενον, δείκνυσι. δεῖν γάρ φησιν, εἰ ἔστιν ἐναντίον
τι τῷ προκειμένῳ τε καὶ ζητουμένῳ εἰ πολλαχῶς λέγεται, σκοπεῖν
εἰ τὸ ἐναντίον αὐτῷ πολλαχῶς λέγεται, ἡ κατὰ τὸ πρᾶγμα μόνον ἢ καὶ κατὰ
τὸ ὄνομα, οἷς πλείοσιν οὖσι τοῦτο λέγεται εἶναι· τοῦτο γάρ ἐστι τὸ ἐάν τε
τῷ εἴδει ἐάν τε τῷ ὀνόματι διαφωνῇ· λέγει γὰρ ‘ἄν τε καὶ τῷ ὀνόματι
καὶ μὴ τῷ εἴδει μόνῳ᾿. ἔστι γὰρ ἐφ’ ὧν καὶ τὰ ὀνόματα εὐθὺς τῶν
ἐναντίων τινὶ διαφέροντά ἐστιν, ὥσπερ ἐφ’ ὧν αὐτὸς παρατίθεται· τῷ γὰρ
ὀξεῖ ἐναντίον ἐστὶ καὶ τὸ βαρὺ καὶ τὸ ἀμβλύ, ἐν φωνῇ μὲν τὸ βαρύ,
ἐν ὄγκῳ δὲ τὸ ἀμβλύ, ἀλλὰ καὶ ἐν χυμῷ τὸ γλυκύ, οὐ μόνον τῷ εἴδει,
τοῦτ’ ἔστι τῷ ὑποκειμένῳ πράγματι, διαφέροντα ἀλλήλων ἀλλὰ καὶ τοῖς
ὀνόμασιν· ἄλλο γὰρ ὄνομα τὸ βαρὺ καὶ ἄλλο τὸ ἀμβλὺ καὶ ἄλλο τὸ γλυκύ.
καὶ τὸ ὀξὺ ἄρα πλεοναχῶς λέγεται ὄν γε ἡ ἀμφοτέροις ἡ πᾶσιν ἐναντίον,
καὶ ἔσται αὐτοῦ τὸ μὲν ἐν φωνῇ ὅ ἐστιν ἐναντίον τῷ βαρεῖ, τὸ δὲ ἐν
ὄγκῳ, ὅ ἐστιν ἐναντίον τῷ ἀμβλεῖ, τὸ δὲ ἐν χυμῷ, ὅ ἐστιν ἐναντίον τῷ
γλυκεῖ· οὐ γὰρ δὴ τὸ αὐτὸ ὀξὺ καὶ τῷ βαρεῖ καὶ τῷ ἀμβλεῖ καὶ τῷ γλυκεῖ
οἷόν τε εἶναι ἐναντίον. ἔστι δὲ ἑκάστῳ αὐτῶν ὀξὺ ἐναντίον· ὥστε διαφέροντα
τὰ ὀξέα. σημειωτέον δὲ ὅτι διὰ τῶν ἑξῆς αὐτὸς τῷ ἐν χυμῷ ὀξεῖ τὸ
ἐναντίον ἀμβλὺ ὀνομάζει. ὁμοίως πάλιν τῷ βαρεῖ καὶ τὸ ὀξὺ καὶ τὸ κοῦφόν
ἐστιν ἐναντία, ἐν φωνῇ μὲν τὸ ὀξύ, ἐν ὄγκῳ δὲ τὸ κοῦφον·
πολλαχῶς ἄρα καὶ τὸ βαρύ. ὁμοίως καὶ τὸ καλὸν δειχθήσεται τῶν πολλαχῶς
λεγομένων ὄν, ἐπειδὴ ἐναντία ἐστὶν αὐτῷ τό τε αἰσχρὸν καὶ τὸ
μοχθηρόν, ἐπὶ μὲν ζῴου καὶ τῆς τοῦ ζῴου μορφῆς τὸ αἰσχρόν λέγε-
καὶ διαφέροντα ἀλλήλων. ἢ οὐκ ἀνάγκη· οὐ γάρ, ὥσπερ ἐπ’ ἐκείνων καθ’
ἑκάτερον ἦν τὸ ὁλοκλήρως ὑπὸ τοῦ ὀνόματος σημαινόμενον ἐναντίον, οὕτω
καὶ ἐπὶ τούτων. τὸ γὰρ αὐτὸ ἀμφοτέροις ἐναντίον, οὐ μὴν κατὰ ταὐτόν·
ἐν οἷς γὰρ τῇ δειλίᾳ τὸ εἶναι, τούτων κατὰ μέν τι τῇ ἀνδρείᾳ ἐστὶν ἐναντία,
κατὰ δέ τι τῇ θρασύτητι, εἴ γέ ἐστιν ἡ δειλία κακία καὶ ἔνδεια
[τῇ] περὶ τάδε τινὰ τὰ πάθη. καὶ γὰρ κατὰ μὲν τὸ κακία εἶναι καὶ ἀσυμμετρία
περὶ τάδε | τὰ πάθη ἐναντία ἐστὶ τῇ ἀνδρείᾳ, κατὰ δὲ τὸ ἔνδεια
περὶ τάδε εἶναι τῇ θρασύτητι· οὔτε γὰρ τῇ θρασύτητι ἡ δειλία ἐναντία
κατὰ τὸ κακία εἶναι περὶ τάδε τὰ πάθη κοινωνεῖ γὰρ αὐτῇ τούτου), οὔτε
τῇ ἀνδρείᾳ κατὰ τὸ ἔνδεια εἶναι κατὰ τάδε· οὐ γάρ ἐστιν ἐναντίον τὸ περὶ
τάδε ἐνδεὲς τῷ περὶ τὰ αὐτὰ μέσῳ. οὐ μὴν ἑκάτερον ἰδίᾳ λαμβανόμενον
δειλία, ἀλλὰ τὸ συναμφότερον ἡ δειλία· διὸ σύνθετον μὲν ἄν δεικνύοιτο,
οὐ μὴν καὶ πολλαχῶς λεγόμενον. ἀλλὰ καὶ ἡ ἀνδρεία, ἐναντία οὖσα τῇ
τε δειλίᾳ καὶ τῇ θρασύτητι ἑτέραις οὔσαις, ἐναντία αὐταῖς ἐστι καθ’ ὃ
κοινωνοῦσιν ἀλλήλαις· καθ’ ὅσον γὰρ ἀσυμμετρίαι καὶ κακίαι περὶ τάδε
τὰ πάθη, ἡ ἀνδρεία αὐταῖς ἐναντία, ὥστε ὡς μιᾷ ἀμφοτέραις.
Ἐπ᾿ ἐνίων δὲ ὀνόματα μὲν οὐ κεῖται διαφέροντα τοῖς ἐναντίοις,
φανερᾶς δὲ οὔσης τῆς κατὰ τὰ πράγματα λέγων] διαφορᾶς δεικνύοιτο ἂν
καὶ τὸ προκείμενον τῶν πολλαχῶς λεγομένων ὄν, ᾗ διαφέρουσι πράγμασιν
μέν ἐστιν ἐν φωνῇ λέγεται γὰρ μέλαινα φωνή) τὸ δὲ ἐν χρώματι· ἃ ἐπεὶ
διαφέρει ἀλλήλων τῷ εἴδει τε καὶ τῷ λόγῳ, δῆλον ὡς καὶ τὸ λευκὸν πλεο-
ναχῶς ἔσται λεγόμενον· ἑκατέρῳ γὰρ τῶν μελάνων οἰκεῖόν τι λευκὸν ἐν·
ἀντίον ἔσται, τὸ μὲν ἐν φωνῇ ὂν τὸ δὲ ἐν χρώματι. ὅτι δὲ ἄλλο τὸ ἐν
φωνῇ μέλαν τοῦ ἐν χρώματι ἔδειξεν, ἅμα καὶ μέθοδον ἡμᾶς διδάσκων τῆς
τῶν διαφερόντων ἐπικρίσεως· τῶν γὰρ αὐτῶν τῷ εἴδει ἡ αὐτὴ αἵσθησις.
εἰ δὲ τοῦτο, ὧν μὴ ἡ αὐτὴ αἴσθησις, ταῦτα οὐκ ἔστι ταὐτὰ τῷ
ἔνεστι καὶ μὴ ἐπὶ ἐναντίων χρώμενον τούτῳ ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου
μόνον δεικνύναι τινὰ ὅτι ἐστὶν ὁμώνυμα, οἷον ἐπὶ χρώματος, ἐπεὶ
τοῦ μὲν ὄψις ἐστὶ κριτική τοῦ δὲ ἡ τοῦ μουσικοῦ ἀκοή, ὁμώνυμον τὸ
χρῶμα· καίτοι οὐδὲν αὐτῷ ἐστιν ἐναντίον. καὶ εἴη ἄν καὶ οὗτος ὁ τόπος
πρὸς τὴν τοῦ πολλαχῶς λεγομένου θήραν ὅμοιος τοῖς φθάνουσιν εἰρῆσθαι.
δειχθήσεται δὲ καὶ τὸ ἀμβλὺ πολλαχῶς λεγόμενον, ὅτι καὶ τὸ ὀξὺ ἐναντίον
ὂν αὐτῷ πολλαχῶς λέγεται· ὀξὺ γὰρ τὸ μέν ἐστιν ἐν φωνῇ τὸ δὲ ἐν ὄγκῳ·
καὶ τὸ ἀμβλὺ ἄρα διττόν, τὸ μὲν ἐν φωνῇ (λέγεται γὰρ ἀμβλεῖα φωνή)
τὸ δὲ ἐν ὄγκῳ. εἰπὼν δὲ οὔτε ἐπ’ αὐτῶν οὔτε ἐπὶ τῶν ἐναντίων,
πῶς οὐδὲ ἐπὶ τῶν ἐναντίων διαφωνεῖ τοῖς ὀνόμασιν, ἔδειξεν εἰπὼν ἀμβλὺ
γὰρ καὶ τὸ ἐναντίον ἑκατέρῳ. αὐτὸς δὲ οὐ τὸ ἐν ὄγκῳ ἔλαβεν ἀλλὰ
τὸ ἐν χυμῷ.
Ἔτι εἰ τῷ μέν ἐστί τι ἐναντίον τῷ δὲ ἁπλῶς μηδέν.
Δεύτερον τόπον τῆς τοῦ πολλαχῶς λεγομένου εὑρέσεως ὄντα καὶ αὐτὸν
ἀπὸ τῶν ἐναντίων ἐκτίθεται τοῦτον, εἰ τῶν σημαινομένων ὑπὸ τοὐ προκειμένου,
περὶ οὗ ἡ ζήτησις εἴτε πολλαχῶς λέγεται εἴτε μή, τῷ μὲν εἴη τι
ἐναντίον τῷ δὲ μηδέν· δῆλον γὰρ ὅτι τῶν πλεοναχῶς λεγομένων ἔσται
τοῦτο, σημαῖνόν γε φύσεις διαφόρους. οἷον ἐπὶ ἡδονῆς, ἐπεὶ τῇ μὲν ἀπὸ
τοῦ πίνειν ἡδονῇ ἐστιν ἐναντία λύπη ἡ ἀπὸ τοῦ διψῆν, τῇ δὲ ἀπὸ
τοῦ θεωρεῖν ἢ τῶν κατὰ γεωμετρίαν τι, οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρος
τῇ πλευρᾷ, ἢ τῶν κατὰ φιλοσοφίαν τι ἢ τῶν κατά τινα ἄλλην
ἐπιστήμην μηδέν ἐστιν ἐναντίον, ἡ ἡδονὴ ἔσται τῶν πολλαχῶς λεγομένων·
διαφέρει γὰρ κατ’ εἶδος ὅ ᾧ μηδέν ἐστιν ἐναντίον τοῦ ἔχοντός τι ἐναντίον.
ὁμοίως δεικνύοιτ’ ἄν καὶ τὸ φιλεῖν ὁμώνυμον, διότι τῷ μὲν κατὰ
τὴν διάνοιαν φιλεῖν τὸ μισεῖν ἐστιν ἐναντίον, τῷ δὲ κατὰ τὴν
σωματικὴν ἐνέργειαν, ἐφ’ ἧς εἰώθαμεν καὶ τὸ καταφιλεῖν κατηγορεῖν,
οὐδέν ἐστιν ἐναντίον. οὕτως ἄν δεικνύοιτο καὶ ἡ οὐσία ὁμώνυμος· τῇ μὲν
γὰρ κατὰ τὸ εἶδος ἐναντίον ἡ στέρησις, τῇ δὲ κατὰ τὴν ὕλην οὐδέν. ἐπιτε
αὐτῷ πολλαχῶς λεγομένου [τὸ ἐναντίον] μὴ λέγεσθαι πολλαχῶς. ἂν γὰρ
ἀντιστρέψαντες λάβωμεν τὸ μισεῖν, εὑρήσομεν τὸ μὲν ἐναντίον αὐτῷ, τὸ
φιλεῖν, πολλαχῶς λεγόμενον, αὐτὸ μέντοι τὸ μισεῖν μηκέτι. ἢ οὐκ ἔστιν
οὗτος ὁ τόπος ἀναιρετικὸς ἐκείνου· ἐπὶ μὲν γὰρ ἐκείνου ἐλαμβάνετο, εἰ τὸ ἐναντίον
τῷ προκειμένῳ πολλαχῶς καὶ πάσι τοῦτο | ἐναντίον ἐκείνοις, καὶ
τοῦτο πολλαχῶς· “ἑκατέρῳ” γὰρ εἶπε “τὸ ὀξὺ ἐναντίον”· διὸ πολλαχῶς·
ἐνταῦθα δὲ οὐκέτι γίνεται τὸ εἰλημμένον πᾶσιν ἐναντίον τοῖς ὑπὸ τοῦ ἐναντίου
σημαινομένοις, μᾶλλον δὲ οὐδέ ἐστιν τῷ μισεῖν ἐναντίον τὸ φιλεῖν πολλαχῶς
λεγόμενον· μέρος γάρ τι τοῦ φιλεῖν τοὐ πολλαχῶς λεγομένου ἐναντίον
ἐστὶ τῷ μισεῖν. διὸ οὐ διαβληθήσεται ὁ τόπος ἐκεῖνος ὡς μὴ δεικνὺς τὺ
προκειμενον.
Ἔτι ἐπὶ τῶν ἀνὰ μέσον, εἰ τῷ μέν ἐστί τι ἀνὰ μέσον τῳ οε μηδὲν.
Οἱ μὲν προειρημένοι δύο τόποι ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον ἐδείκνυον
πολλαχῶς λεγόμενον· οὗτος δὲ τρίτος ὢν ἀπὸ τῶν μεταξὺ τῶν ἐναντίων
ἀμφότερα τὰ ἐναντία δείκνυσιν ὁμώνυμα. ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μὲν
ἄμεσά ἐστι τὰ δὲ ἔμμεσα, ὡς ἐν Κατηγορίαις δέδεικται, καὶ οὐκ ἔστι τὰ
αὐτὰ τὰ ἔμμεσα τοῖς ἀμέσοις, ἀλλ’ οὐδὲ ὧν διαφέροντα τὰ μέσα, οὐδὲ
ταῦτα ταὐτά ἐστιν, ἐπιβλέπειν φησὶ δεῖν ἐπὶ τὰ ἐκκείμενα ἐναντία. κἄν
εὑρίσκωμεν τῶν σημαινομένων ὑπ’ αὐτῶν τὰ μὲν ἔμμεσα ὄντα τὰ δὲ ἄμεσα,
ἑκάτερον τῶν ἐναντίων τῶν εἰλημμένων ὁμώνυμον ἐροῦμεν εἶναι· οἷον λευκὸν
καὶ μέλαν ἐναντία, καὶ σημαίνει γε ἑκάτερον αὐτῶν καὶ τὸ ἐν χρώμασι
λευκόν τε καὶ μέλαν καὶ τὸ ἐν φωνῇ. ὅτι οὖν ταῦτα ἕτερα ἀλλήλων τῷ
εἴδει, γνωρίζομεν ἐκ τοῦ τὰ μὲν ἐν τοῖς χρώμασιν ἔχειν αὑτῶν μεταξύ
τινα τὰ δὲ ἐν τῇ φωνῇ [οὔ. ὅτι ἦν ταῦτα ἕτερα ἀλλήλων] ἢ μηδὲν ἤ,
εἴπερ ἄρα, τὸ σομφόν, ὃ ἄλλο ἐστὶ φαιοῦ καὶ ὠχροῦ καὶ τῶν ἄλλων ἃ
Πάλιν ἐπὶ τοῦ κατ’ ἀντίφασιν ἀντικειμένου.
Παραδοὺς ἡμῖν τόπους τῆς τῶν ὁμωνύμων εὑρέσεως ἀπὸ τῶν ἐναντίων,
πάλιν ἀπὸ τῶν κατ’ ἀντίφασιν ἀντικειμένων παραδίδωσι, καί φησιν ‘εἰ τὸ
κατ’ ἀντίφασίν τινι ἀντικείμενον πολλαχῶς λέγεται, καὶ αὐτὸ πολλαχῶς᾿.
οἷον εἰ τὸ μὴ βλέπειν πλεοναχῶς λέγεται, καὶ τὸ βλέπειν πλεοναχῶς
ῥηθήσεται· λέγεται δὲ τὸ μὴ βλέπειν πλεοναχῶς· καὶ γὰρ τὸ μὴ
ἔχειν ὄψιν σημαίνει καὶ τὸ μὴ ἐνεργεῖν τῇ ὄψει· καὶ τὸ βλέπειν ἄρα
σημαίνει καὶ τὸ ἔχειν ὄψιν καὶ τὸ ἐνεργεῖν τῇ ὄψει. δεῖ δὲ προστιθέναι
τοῖς κειμένοις ὑποκείμενόν τινα ὅρον· οὕτως γὰρ ἔσται κατάφασις καὶ ἀπόφασις.
ὡς δὲ ἐπὶ τοῦ βλέπειν καὶ μὴ βλέπειν, οὕτως καὶ ἐφ’ ἑκάστης
αἰσθήσεως ἔστι δεικνύναι τὴν κατάφασιν πλεοναχῶς, ἐπεὶ καὶ ἡ ἀπόφασις
οὕτως, καὶ καθόλου ἐπὶ τοῦ αἰσθάνεσθαι· λέγεται γὰρ † τὸ αἰσθάνεσθαί τινος
αἰσθητοῦ δι’ αἰσθητηρίου· καὶ τὸ μὴ αἰσθάνεσθαι ἄρα τοσαυταχῶς. τὰ
αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων δύναται
λέγεσθαι, ὡς ἐρεῖ. οὗτος μὲν οὖν ὁ τόπος κοινὸς τοῖς ἀντιφατικῶς ἀντικειμένοις
πρὸς τὰ ἐναντία. οὐκέτι δὲ ἐπὶ τούτων ἁρμόζουσιν οἱ ἄλλοι, οὗς
παρέδωκεν ἐπὶ τῶν ἐναντίων τόπους· οὔτε γὰρ οἷόν τε τῷ τινὶ μέρει τῆς
καταφάσεως ἀπόφασιν ἀντικεῖσθαι, οὔτε ἔτι μᾶλλον οἷόν τε † ἀπὸ τῶν ἀμέσων·
τὰ γὰρ κατ’ ἀντίφασιν ἀντικείμενα ἄμεσα.
Ἔτι ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν λεγομένων.
Μεταβέβηκεν ἐπὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα, καὶ λέγει
καὶ ἐπὶ τούτων ἂν θάτερον αὐτῶν πλεοναχῶς λέγηται, καὶ θάτερον πλεοναχῶς
ῥηθήσεται᾿. εἰ γὰρ τὸ αἰσθάνεσθαι πλεοναχῶς, καὶ τὸ ἀναισθητεῖν
στέρησις ὂν τοῦ αἰσθάνεσθαι πλεοναχῶς ῥηθήσεται· λέγεται δὲ τὸ αἰσθάνεσθαι
καὶ κατὰ τὴν ψυχήν (τὸ γὰρ συνιέναι τε καὶ νοεῖν αἰσθάνεσθαι λέγετῶ
καὶ στέρησις ἀντίκειται, ἔδειξεν εἰπὼν ἑκατέραν τῶν εἰρημένων αἰσθήσεων
ἔχειν τὸ ζῷον· τὸ δὲ πεφυκός τι ἔχειν, ὅτε πέφυκεν ἔχειν, εἰ μὴ
ἔχει, ἐστέρηται αὐτοῦ· διὰ τοῦτο γὰρ ἐπὶ τοῦ τοίχου τὸ ἀναισθητεῖν
οὐ κατηγορεῖται, ὅτι μὴ πέφυκεν αἰσθάνεσθαι, ἢ εἰ λέγοιτο, οὐχ ὡς στερητικὸν
ἄν ἐπ’ ἐκείνου λέγοιτο ἀλλ’ ὡς ἀποφατικόν. εἴη δ’ ἄν αὐτῷ
δεικτικὸν τοῦτο τοῦ εὐλό|γως τούτῳ τῷ παραδείγματι κεχρῆσθαι τῶν καθ’
ἕξιν καὶ στέρησιν ἀντικειμένων. ἅμα δὲ διὰ τῆς προσθήκης ταύτης ἔδειξε
διὰ πάντων τῶν εἰδῶν τοῦ ἀντικειμένου ὅτι, ὅταν κατὰ πάντα τὰ σημαινόμενα
ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον ἀντικείμενον ᾖ αὐτῷ, τότε πλεοναχῶς
ῥηθήσεται καὶ αὐτό, λύων τῇ τοιαύτῃ προσθήκῃ τὴν δυναμένην ἔνστασιν
ἐπὶ τῶν ἐναντίων ἢ πρὸς τὸν πρῶιον τόπον ἢ πρὸς τὸν δεύτερον ὡς ἀλλήλων
ὄντας ἀναιρετικοὺς φέρεσθαι. ἧς ἐμνημόνευσα. εἰπὼν δὲ καὶ περὶ τῶν
κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, οὐκέτι τῶν κατ.ὰ πρός τι ἀντικειμένων
ἐμνημόνευσε· πρόδηλον γὰρ ἐπ’ ἐκείνων ἀπ’ αὐτοῦ τοῦ τῶν πρός τι λόγου
ὅτι ἀνάγκη, ἄν θάτερον αὐτῶν λέγηται πλεοναχῶς, καὶ θάτερον οὕτω λέγεσθαι,
ἐπεὶ τοῖς πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν.
διό, ἐπεὶ τὸ φιλητὸν πλεοναχῶς, καὶ ἡ φιλία τοσαυταχῶς εἴη ἄν φιλία
πρὸς φιλούμενον. ἔτι δὲ φανερώτερον, ἐπεὶ ἡ ἐπιστήμη διχῶς, καὶ δυνάμει
καὶ ἐνεργείᾳ, καὶ τὸ ἐπιστητὸν ἰσαχῶς. ὁ αὐτὸς καὶ ἐπὶ τῆς αἰσθήσεως
λόγος. ἔτι εἰ τὸ ὑπερέχον πολλαχῶς καὶ γὰρ κατὰ ποσὸν καὶ κατά
τινα δυ;ναμιν ἢ ἕξιν ἢ ἐνέργειαν), καὶ τὸ ὑπερεχόμενον ἰσαχῶς ἔσται λεγόμενον.
καὶ ἐπεὶ τὸ κινητὸν πολλαχῶς καὶ γὰρ ἐν ποιότητι καὶ ἐν ποσότητι
καὶ ἐν τῷ ποῦ), καὶ ἡ κίνησις πλεοναχῶς. ἀλλὰ καὶ εἰ ἡ ἕξις καὶ
ἔχοντος καὶ ἐχομένου, καὶ τὸ ἑκτὸν πολλαχῶς.
Ἔτι ἐπὶ τῶν πτώσεων ἐπισκεπτέον.
Πτώσεις λέγουσι κοινότερον καὶ τὰς ὁπωσοῦν ἐγκλίσεις τε καὶ ἐκ-
εἴη ἄν, ὡς τὰ τοιαῦτα ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ἑκάτερον γὰρ
αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὑφ’ αὑτά· ὁμοίως καὶ τὸ αἰσθητὸν καὶ τὸ
ἐπιστητόν· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὧν ἐστι. σύστοιχα
λέγουσι καὶ πάντα τὰ ἀπό τινος παρωνομασμένα ἀλλήλοις τε καὶ ἐκείνῳ
ἀφ’ οὗ παρωνόμασται, οἷον ἀπὸ τῆς δικαιοσύνης παρωνόμασται ὁ δίκαιος
καὶ τὸ δίκαιον καὶ τὸ δικαίως· ταῦτα δὴ καὶ ἀλλήλοις ἐστὶ σύστοιχα καὶ
αὐτῇ τῇ δικαιοσύνῃ. παρώνυμα δὲ μόνα τὰ ἀπό τινος παρωνομασμένα
ἐκείνῳ λέγουσιν ᾧ παρωνόμασται, ἀλλ’ οὐκ ἀλλήλοις, οὐδὲ ἐκεῖνο τούτοις·
τῇ γὰρ γραμματικῇ ὁ γραμματικός, οὐκέτι δὲ καὶ ἡ γραμματικὴ τῷ
γραμματικῷ. πτώσεις δὲ ἰδίως τὰ οὕτως παρά τινα ἐσχηματισμένα ὡς τὸ
γραμματικῶς· πτῶσις γὰρ τοῦτο τοῦ γραμματικόν· ὁμοίως τὸ δικαίως,
μουσικῶς φρονίμως, ἀνδρείως· πτώσεις γὰρ ταύτα τοῦ δίκαιον, <μουσικόν,>
φρόνιμον, ἀνδρεῖον. ἔστι δὴ ὁ παραδιδόμενος τόπος τοιοῦτος· ἄν ἡ πτῶσίς
τινος ᾖ ὁπωσοῦν λεγομένη πλεοναχῶς, καὶ αὐτὸ πλεοναχῶς, καὶ εἰ αὐτό,
καὶ ἡ πτῶσις. οἷον ἐπεὶ τοῦ δίκαιον τὸ δικαίως πτῶσις, ἄν τὸ δικαίως
πλεοναχῶς, καὶ τὸ δίκαιον, καὶ ἔμπαλιν. λέγεται δὲ τὸ δικαίως πλεοναχῶς·
ὄ τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην κρίνας καὶ τὸ δόξαν αὐτῷ δίκαιον
εἷναι ἀποφηνάμενος δικαίως λέγεται κεκρικέναι, κἀν μὴ ὄντως δίκαιον ᾖ
τοῦτο· λέγεται δικαίως κεκρικέναι καὶ ὁ ὡς δεῖ κρίνας· ἀλλὰ καὶ ὁ τῷ
νόμῳ πεισθείς, κἄν μὴ τὸ ταῖς ἀληθείαις δίκαιον οὕτως ἔχῃ. καὶ τὸ δίκαιον
οὖν τῶν πλεοναχῶς λεγομένων καὶ τοσαυταχῶς· καθ’ ἕκαστον γὰρ
τῶν δικαίως· τό τε γὰρ κτὰ τὴν ἑαυτοῦ γνώμην καὶ τὸ ὡς δεῖ
δίκαιον τοιοῦτον καὶ τὸ νόμιμον. καὶ δῆλον ὅτι ἀντιστρέψει ὁ τόπος· καὶ
γὰρ εἰ αὐτὸ πάλιν πλεοναχῶς τὸ δίκαιον, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ, τὸ
δικαίως, πλεοναχῶς. πάλιν τοῦ ὑγιεινὸν πτῶσις τὸ ὑγιεινῶς· εἰ δὴ τὸ
ὑγιεινὸν πολλαχῶς, καὶ τὸ ὑγιεινῶς πολλαχῶς· εἰ γὰρ ὑγιεινὸν λέγεται
οὐκέτι μέντοι ἀναγκαῖόν ἐστιν, εἰ ταῦτα πλεοναχῶς, καὶ τὴν ἕξιν, τὴν ὑγείαν,
ἀφ’ ἧς ταῦτα παρωνόμασται καὶ ἔστιν ἀλλήλοις τε κἀκείνῃ σύστοιχα), λέ-
γεσθαι πλεοναχῶς· οὐ γάρ, εἰ τὸ ὑγιεινῶς πολλαχῶς, ἤδη καὶ ἡ ὑγεία·
ὥστε οὐ τὸ ἐπὶ τῶν πτώσεων ἤδη τοῦτο καὶ ἐπὶ τῶν συστοίχων. εἰπὼν
δὲ εἰ τὸ ὑγιεινὸν πλε|οναχῶς, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ
πλεοναχῶς, ὁμοίως φησὶν ἕξειν καὶ ἐπὶ τῶν ἄλλων· οὐ γὰρ ἐπὶ τῶν
εἰρημένων μόνον παραδειγμάτων, ἄν ἡ πτῶσις πλεοναχῶς, καὶ αὐτὸ x003E;,
ὡς εἶπε κατὰ τὴν ἀρχὴν τῆς τοῦ τόπου παραδόσεως, καὶ ἀνάπαλιν,
ἄν αὐτὸ πλεοναχῶς, καὶ ἡ πτῶσις. αὐτὰ μὲν οὖν ἔσται τὰ οὕτως
ἔχοντα, ὡς τὸ δίκαιον, τὸ ὑγιεινόν, τὸ μουσικόν, τὸ ἀνδρεῖον· πτώσεις δὲ
τούτων τὸ ἀνδρείως, τὸ δικαίως, τὸ ὑγιεινῶς, τὸ μουσικῶς. ἐν ὁποτέρῳ
ἄν οὗν φανερὸν ᾖ τὸ πολλαχῶς, ἀπὸ τούτου δεικνύοιτο ἂν καὶ τὸ λοιπόν.
Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν κατὰ τοὔνομα κατηγοριῶν, εἰ ταὐτά ἐστιν ἐπὶ πάντων.
Δεῖν φησιν ἐπισκοπεῖν καὶ τὰ γένη τῶν κατηγοριῶν, ὑφ’ ἅς ἐστι τὰ
ὑπὸ ταὐτὸν ὄνομα, τοῦτ’ ἔστι τὰς κατηγορίας· ταῦτα δέ ἐστι τὰ ἀνωτάτω
γένη. δεῖν δέ φησι καὶ τὰς τῶν σημαινομένων ὑπὸ τῶν ὀνομάτων τῶν
προκειμένων κατηγορουμένας κατηγορίας ἐπισκοπεῖν, εἰ κατὰ πάντων τῶν
ὑπὸ τοῦ ὀνόματος σημαινομένων αἱ αὐταὶ κατηγοροῦνται· ἂν γὰρ ὑπὸ
πλείους κατηγορίας ᾗ τὰ σημαινόμενα ὑπ’ αὐτοῦ καὶ πλείους αὐτοῦ κατηγορῶνται,
ὁμώνυμον ἔσται, ὡς ἐπὶ τοῦ ἀγαθοῦ. τὸ γὰρ ἀγαθὸν ποτὲ μὲν
τὸ ποιεῖν, ὥς φησι, σημαίνει· ἔστι γάρ τινα ἀγαθὰ ὡς ποιητικά· λέγεται
γὰρ τὸ ἀγαθοῦ ποιητικὸν ἀγαθόν, οἷον τὸ ὑγείας ποιητικὸν ἢ τὸ ἡδονῆς
καὶ ὅλως τὸ ὠφέλιμον· τὸ γὰρ ἐν τῷ ἐδέσματι ἀγαθὸν ὡς ποιητικὸν
ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν ὑπὸ τὴν τοῦ ποιεῖν κατηγορίαν. ποτὲ δὲ
τὸ ποιόν, ὡς ἐπὶ ψυχῆς· ὅταν γὰρ κατηγορήσωμεν τὸ ἀγαθὸν ψυχῆς λέὡς
ἡ ψυχὴ τῇ τούτων παρουσίᾳ, ποιότητες ταῦτα· ὁμοίως καὶ ἀνθρώπου
ὅταν τὸ ἀγαθὸν κατηγορήσωμεν, τὸ ποιὸν αὐτὸν εἶναι σημαίνομεν, σώφρονα,
ἀνδρεῖον, δίκαιον, φρόνιμον. ἐνίοτε δὲ τὸ ἀγαθὸν τὸ ποτὲ σημαίνει· τὸ γὰρ
ἐν τῷ προσήκοντι καιρῷ γινόμενον ἀγαθὸν λέγεται. σημαίνει δέ ποτε τὸ
ἀγαθὸν καὶ τὸ ποσόν· τὸ γὰρ μέτριον καὶ μήτε ὑπερβάλλον μήτε ἐνδέον
εἴη ἂν ποσόν, καθ’ ὅσον τοσοῦτόν τι λέγεται. λέγεται καὶ ὡς οὐσία τι
ἀγαθόν, ὡς θεὸς καὶ νοῦς. λέγεται καὶ ὡς πρός τι· τὸ γὰρ σύμμετρον οὕτως
ἀγαθόν. ἔστι τι ἀγαθὸν καὶ ἐν τῷ πάσχειν ὡς τὸ θεραπεύεσθαι καὶ
διδάσκεσθαι. ἐστι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ ἐν Ἑλλάδι εἶναι,
τὸ ἐν ὑγιεινοῖς χωρίοις εἶναι, τὸ ἐν ἡσυχίαν ἄγουσιν ἢ εἰρήνην. εἴη δ’
ἄν καὶ ἐν τῷ κεῖσθαι, ὡς ὅταν, ᾧ μὲν λυσιτελὲς τὸ καθέζεσθαι, καθέζηται,
ᾧ δὲ τὸ ἀνακεῖσθαι, ἀνακείμενος ᾖ, ὡς τῷ πυρέττοντι φέρε εἰπεῖν. ἐπεὶ
οὖν τὰ δέκα γένη κατὰ τοῦ ἀγαθοῦ κατηγορεῖται, δῆλον ὅτι ὁμώνυμον τὸ
ἀγαθόν. ὁμοίως δειχθήσεται καὶ τὸ λευκὸν ὁμώνυμον· τὸ μὲν γὰρ ἐπὶ
τοῦ σώματος λεγόμενον τὸ λευκὸν χρῶμα σημαίνει, ὅπερ ἐστὶν ὑπὸ τὴν
ποιότητα, τὸ δὲ ἐπὶ τῆς φωνῆς τὸ ποιεῖν· λευκὴ γὰρ λέγεται φωνὴ ἡ
εὐήκοος· εὐήκοος δέ ἐστιν ἡ τὴν ἀκοὴν σφοδρῶς καὶ ταχέως ἀλλοιοῦσα.
ὁμοίως καὶ τὸ ὀξὺ δεικνύοιτ’ ἄν ὁμώνυμον· οὐ γὰρ πάντα ὧν κατηγορεῖται
ὑπὸ ταὐτόν ἐστι γένος. τὸ μὲν γὰρ ἐν φωνῇ ὀξὺ ὑπὸ τὸ ποιεῖν, εἴ
γέ ἐστιν ὀξεῖα φωνὴ ἡ ταχεῖα· ταχὺ γὰρ τὸν ἀέρα τέμνει τε καὶ διαιρεῖ
ἡ τοιαύτη πληγή τε καὶ φωνή· ταχεῖα γὰρ ἡ κίνησις αὐτῆς. φασὶ γὰρ οἱ
περὶ τοὺς ἀριθμοὺς ἁρμονικοί (οὖτοι δέ εἰσι τῶν Πυθαγορείων οἱ μάλιστα
περὶ τὰ μαθήματα γεγυμνασμένοι· περὶ τοὺς ἀριθμοὺς δὲ ἂρ·
μονικοὶ οἱ τὰς ἁρμονίας κατὰ σύνθεσιν ἀριθμῶν ποιοῦντες· πάντα γὰρ
ἀνάγοντες εἰς τοὺς ἀριθμοὺς καὶ τὰς ἁρμονίας ἀνῆγον), οὗτοι δὴ λέγουσιν
ὅτι πληγῆς πρὸς τὸν ἀέρα γινομένης καὶ κινήσεως δι’ αὐτὴν τοῦ ἀέρος οἱ
ψόφοι γίνονται, ὧν εἰσι καὶ αἱ φωναί· ἀλλὰ ταχείας μὲν τῆς κινήσεως
γινομένης ἐν ἀριθμῶν ἀναλογίᾳ τοιᾷδε ὀξὺς ὁ ψόφος· γίνεται δὲ τοιαύτη ἡ
μέγας τ·ε καὶ σφοδρὸς ὁ ψόφος, ἠρεμαίας δὲ καὶ ὀλίγης καὶ ὁ ψόφος
ἥσυχός τε καὶ μικρός. εἰ οὖν τὸ ταχέως κινεῖν τὸν ἀέρα ποιεῖν ἐστιν,
ἡ δὲ ὀξεῖαι φωνὴ ἐν τῷ ταχὺ κινεῖν τὸν ἀέρα τοιαύτη ἐστίν, εἴη ἂν ἐν
τῷ ποιεῖν. τὸ δέ γε ἐπὶ τῆς γωνίας πρός τι δηλοῖ· τὸ γὰρ ἔλαττον ἐν τῷ
πρός τι· ἔλαττον γάρ τινος· λέγεται δὲ ὀξεῖα γω|νία ἡ ἐλάττων ὀρθῆς.
τὸ δὲ ἐπὶ τῆς μαχαίρας ὀξὺ ποιότητός ἐστι δηλωτικόν· τὸ γὰρ σχῆμα ὑπὸ
τὴν ποιότητα· κατὰ δὲ τὸ σχῆμα ἡ μάχαιρα ὀξεῖα. καὶ τὸ ὀξυγώνιον δὲ
σχῆμα σημαίνει. εἰ οὐν τοῦ ὀξέος τὸ μὲν ὑπὸ τὸ ποιεῖν, τὸ δὲ ὑπὸ τὸ
πρὸς τι, τὸ δὲ ὕπο τὸ ποῖον, ομωνυμον το ὀξὺ.
Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, εἰ ἕτερα καὶ μὴ ὑπ’ ἄλληλα.
Προστίθησι τῷ προειρημένῳ τόπῳ ὄντι ἀπὸ τῶν γενῶν καὶ τοῦτον
ὄντα μὲν καὶ αὐτὸν ἀπὸ τῶν γενῶν, οὐ μὴν τὸν αὐτὸν ἐκείνῳ· ἐκεῖνος
μὲν γὰρ ἦν ἀπὸ τῶν ἀνωτάτω γενῶν, ἃς κατηγορίας λέγει, οὗτος δὲ καθόλου
λαμβάνεται, εἰ ὑπὸ διαφέροντα γένη τὰ σημαινόμενα ὑπὸ τοῦ ὀνόματος
καὶ μὴ ὑπ’ ἄλληλα. ἔσται γὰρ τῶν πολλαχῶς λεγομένων, εἰ οὕτως
ἔχοι· οὐ γὰρ μόνα τὰ ὑπὸ διαφόρους κατηγορίας ὁμώνυμα, ἀλλὰ κἀν ὑπὸ
μίαν ᾖ κατηγορίαν τὰ σημαινόμενα ὑπὸ τοῦ ὀνόματος, ὑπὸ μέντοι διαφέροντα
γένη τῶν ὑπὸ τὴν αὐτὴν κατηγορίαν ὄντων ἕκαστον αὐτῶν, εἰ καὶ
μὴ εἴη τὰ γένη ταῦτα ὑπ’ ἄλληλα, καὶ οὕτως ὁμώνυμα φησὶ γὰρ δεῖν
ἐπιβλέπειν τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, τοῦτ᾿ ἔστιν ἐν τίσιν ἐστὶ γένεσι
τὰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαινόμενα, κἄν ᾖ τὰ γένη αὐτῶν ἕτερα
καὶ μὴ ὑπ’ ἄλληλα, ἡγεῖσθαι τὸ ὄνομα ὁμώνυμον εἶναι τὸ τῶν τοιούτων
σημαντικόν. εἰ μὲν γὰρ καθ’ ὧν τὸ ὄνομα ἀληθεύεται, ἐν πλείοσιν εἴη
γένεσιν ὑπαλλήλοις μέντοι, οὐκ ἀνάγκη τῶν πολλαχῶς αὐτὸ λεγομένων
εἶναι. κατὰ γὰρ οὗ ὁ κόραξ τὸ ὄνομα κατηγορεῖται, καὶ ὑπὸ τὸ ὄρνεον
ἐστιν ὡς γένος καὶ ὑπὸ τὸ ζῷόν ἐστι, καὶ οὐ γίνεται τὸ ὄνομα ὁ κόραξ
κατὰ τοῦτο ὁμώνυμον· ὅ τε γὰρ εἰπὼν ὄρνεον καὶ ζῷον λέγει καὶ ὁ ζῷον
πτηνὸν δίπουν πάλιν ὄρνεον· διὸ καὶ ἀμφότερα τὰ γένη τοῦ αὐτοῦ κατηγορεῖται.
ὁ μέντοι ὄνος, ἐπεὶ καθ’ ὧν ἀληθεύεται, ταῦτα ὡς ὑπὸ γένη
οὔτε γὰρ ὁ σκεῦος εἰπὼν καὶ ζῷον λέγει, οὔτε ὁ τὸ ζῷον καὶ
σκεῦος· ὥστε οὐχ ὑπ’ ἄλληλα. καὶ ὁ κόραξ, ὅταν μὴ μόνον ἐπὶ τοῦ
ζῴου λεγόμενος λαμβάνηται, ὑπὸ διαφέροντα γένη ἔσται· τὸ μὲν γὰρ ὑπὸ
τὸ ζῷον γένος, τὸ δὲ ὑπὸ τὸ ὄργανον.
Σκοπεῖν δὲ μὴ μόνον ἐπὶ τοῦ προκειμένου εἰ ἕτερα
τὰ γένη καὶ μὴ ὑπ’ ἄλληλα.
Δεῖν φησι μὴ μόνον ἐπὶ τοῦ προκειμένου ζητεῖν εἰ τὰ σημαινόμενα
ὑπ’ αὐτοῦ ἑτέρων ἐστὶ γενῶν καὶ μὴ ὑπ’ ἄλληλα, ἀλλὰ καί, εἰ ἐναντίον
ἐστί τι τῷ προκειμένῳ, καὶ ἐπ’ ἐκείνου ταὐτὸ ζητητέον, εἰ τὰ ὑπ’ αὐτὸ
ἑτέρων γενῶν ἐστι καὶ μὴ ὑπ’ ἄλληλα ὄντων. δεικνύοιτο γὰρ ἂν οὕτως
ἐκεῖνο τῶν πολλαχῶς λεγομένων· εἰ δὲ ἐκεῖνο δειχθείη πολλαχῶς λεγόμενον,
ἔσται καὶ τὸ προκείμενον δεδειγμένον ὅτι ὁμώνυμόν ἐστι, τῷ κεῖσθαι
ἡμῖν. ἂν τὸ ἐναντίον τινὶ πολλαχῶς λέγηται, κἀκεῖνο τῶν πολλαχῶς
λεγομένων εἶναι. εἰ γὰρ εἴη ζητούμενον περὶ τοῦ ἀμβλέος εἰ τῶ.ν πολλαχῶς
λεγομένων ἐστί, τὸ ἐναντίον αὐτῷ λαβόντες, τὸ ὀξύ, καὶ δείξαντες
ὅτι καθ’ ὧν τὸ ὀξύ, ταύτα ἐν διαφόροις γένεσίν ἐστι καὶ οὐχ ὑπ’ ἄλληλα
οὖσι τὸ μὲν γὰρ ἐν φωνῇ, τὸ δὲ ἐν χυμῷ, τὸ δὲ ἐν μαχαίρᾳ, καὶ ἔστι
γένος τοῦ μὲν ψόφος τοῦ δὲ χυμὸς τοὺ δὲ σχῆμα, τοῦ γὰρ ἐν μαχαίρα
γένος τὸ σχῆμα, ἃ οὐκ ἔστιν ὑπ’ ἄλληλα), δεδειχότες ἐσόμεθα ὅτι καὶ
τὸ ἀμβλὺ ὁμώνυμον· τὸ μὲν γὰρ αὐτοῦ ἐν φωνῇ καὶ ψόφῳ ἔσται, τὸ δὲ
ἐν χυμῷ, τὸ δὲ ἐν μαχαίρᾳ τε καὶ σχήματι· τὰ γὰρ ἀλλήλοις ἐναντία ἐν
τῶ αὐτῶ δοκεῖ γένει εἶναι.
Χρήσιμον δὲ καὶ εἰς τὸν ὁρισμὸν ἐπιβλέπειν τὸν ἐκ
τοῦ συντιθεμένου γινόμενον.
ὃν παραδίδωσι τόπον, τοιοῦτός ἐστιν. ὅταν ὄνομά τι κατὰ πλειόνων
κατηγορῆται, ἄδηλον δὲ ᾖ πότερον ταῦτα τὰ ὑπὸ τὸ κοινὸν ὄνομα ὁμωνύμως
ἀλλήλοις λέγεται ἢ συνωνύμως, δεῖ, φησίν, ἕκαστον λαμβάνοντας
κοινὸν ὄνομα προσκειμένων ἀφελόντας ὁρᾶν τὸν καταλειπόμενον λόγον, εἰ
ὁ αὐτός ἐστιν ἐν ἀμφοτέροις. εἰ μὲν γὰρ ὁ αὐτός. οὐχ ὁμώνυμον ·ἔσται
τὸ ζητούμενον εἰ δὲ μὴ ὁ αὐτός, ὁμώνυμον ἠξίωσε δὲ τοῦ συναμφοτέρου
τὸν λόγον λαμβάνειν ὑπὲρ τοῦ τὸ οἰκεῖον ἑκάστῳ τῶν οἷς ὑπάρχει
τὸ πολλαχῶς λεγόμενον λαμβάνεσθαι. οἷον ὁ ἄνθρω|πος καὶ κατὰ ἄρρενος
καὶ κατὰ θηλείας κατηγορεῖται· ζητοῦντες οὖν εἰ ὁμωνύμως κατὰ τούτων
ὁ ἄνθρωπος κατηγορεῖται, ἑκατέρου αὐτῶν μετὰ τοῦ ἄνθρωπος τὸν λόγον
λαμβάνομεν, ἄρρενος ἀνθρώπου καὶ θηλείας ἀνθρώπου. ἔστι δὴ τοῦ μὲν
‘ζῷον πεζὸν δίπουν ἐν ἄλλῳ γεννᾶν δυνάμενον᾿, τῆς δὲ ζῷον πεζὸν δίπουν
ἐν ᾧ ἕτερον γεννᾶν πέφυκεν᾿. ἂν δὴ ἀφέλωμεν ἀπ’ αὐτῶν τὰ ἴδια τοῦ
τε ἄρρενος καὶ τῆς θηλείας (ἦν δὲ τὸ ἐν ἄλλῳ γεννᾶν δύνασθαι καὶ τὸ
ἐν ᾧ ἄλλο γεννᾶν δύναται), ἐπεὶ τὸ καταλειπόμενον τὸ ‘ζῷον πεζὸν δίπουν
ἐν ἀμφοτέροις ἐστὶ τὸ αὐτό, τοῦτο δὲ ἦν ὁ τοῦ ἀνθρώπου λόγος, οὐ γίνεται
ὁ ἄνθρωπος τῶν πολλαχῶς λεγομένων· εἷς γὰρ ὁ τοῦ κοινοῦ φαίνεται
λόγος ὤν. ἄν μέντοι ἀφαιρεθέντων ἀπὸ τῶν συνθέτων λόγων τῶν ἰδίων
τῶν προσκειμένων τὸ καταλειπόμενον μὴ ταὐτὸν ᾖ, γίνεται τὸ κοινὸν πολλαχῶς
λεγόμενον. τὸ γὰρ λευκὸν κατηγορεῖται μὲν καὶ κατὰ σώματος,
κατηγορεῖται δὲ καὶ κατὰ φωνῆς· ἂν δὴ λευκοῦ σώματος καὶ λευκῆς φωνῆς
ὅρον ἀποδιδόντων ἡμῶν μετὰ τὴν ἀφαίρεσιν τοῦ λόγου, ὃς ἴδιός ἐστι
τοῦ σώματος καὶ τῆς φωνῆς, ὁ καταλειπόμενος λόγος ὢν τοῦ λευκοῦ μὴ
ὁ αὐτὸς ἐν ἀμφοτέροις ᾖ, ὁμώνυμον τὸ λευκόν. λευκοῦ μὲν οὖν σώματος
λόγος ‘μέγεθος τριχῇ διεστὼς ἔχον χρῶμα διακριτικὸν ὄψεως᾿, τῆς δὲ
λευκῆς φωνῆς ‘ψόφος ἐμψύχου γινόμενος διά τῶν φωνητικῶν μορίων κατὰ
ὁρμὴν εὐήκοος᾿· ὧν λόγων ἂν ἀφέλωμεν τό τε ‘ψόφος ἐμψύχου γινόμενος
διὰ τῶν φωνητικῶν μορίων κατὰ ὁρμήν᾿ φωνῆς ὂν ἴδιον καὶ τὸ μέγεθος
τριχῇ διαστατόν’ σώματος ὂν δηλωτικόν, τὰ καταλειπόμενα γίνεται ἐν μὲν
τῷ τὸ ‘ἔχον χρῶμα διακριτικὸν ὄψεως’, ἐν δὲ τῷ τὸ εὐήκοον, ἃ τοὺ
ἐν ἀμφοτέροις λευκοῦ ἐστι δηλωτικά· x003E; ἐπεὶ μὴ ταὐτά ἐστι, τὸ λευκὸν
ἄν ἐν τοῖς ὁμωνύμοις εἴη.
Πολλάκις δέ, φησί, καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε καὶ διορισμοῖς
τοῖς λαμβανομένοις ἢ τῶν συγκειμένων ἢ ὅλως τούτων, ἃ ζητοῦμεν εἰ
πολλαχῶς λέγεται, λανθάνει παρακολουθοῦσα ἡ ὁμωνυμία, ὡς μήπω
οὐ δεῖ ἀφίστασθαι, ἀλλὰ ζητεῖν πάλιν καὶ τοῦ ἐν τῷ ὁρισμῷ κοινοῦ λόγου
ποῖον τὸ ἴδιον· οὕτως γὰρ εὑρεθήσεται αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά.
οἷον εἴ τις, ἐπεὶ τὸ ὑγιεινὸν λέγεται καὶ ὡς ποιητικὸν καὶ ὡς σημαντικόν,
βουλόμενος τῷ προειρημένῳ τόπῳ χρήσασθαι ὁρίσαιτο τὰ σύνθετα, τό τε ὡς
ποιητικὸν ὑγιεινὸν καὶ τὸ ὡς σημαντικὸν ὑγιεινόν, καὶ τοῦ μὲν ἀποδοίη λόγον
‘τὸ συμμέτρως ἔχον πρὸς τὸ ὑγείαν ποιεῖν᾿, τοῦ δὲ ‘τὸ συμμέτρως
ἔχον πρὸς τὸ ὑγείαν σημαίνειν᾿, ἐπεὶ τῶν λόγων τούτων ἀφαιρεθέντων τῶν
ἰδίων, τοῦ μὲν τοῦ ‘πρὸς τὸ ὑγείαν ποιεῖν᾿, ὃ ἦν τοῦ ποιητικοῦ, τοῦ δὲ τοῦ
πρὸς τὸ ὑγείαν σημαίνειν᾿, ὃ ἦν πάλιν τοῦ ὡς σημείου ὑγιεινοῦ, τὸ καταλειπόμενον
ἐν ἀμφοτέροις ταὐτόν ἐστι, τὸ συμμέτρως ἔχειν, ὃ ἦν λόγος τοῦ
ὑγιεινοῦ οὐ δόξει τὸ ὑγιεινὸν ὁμώνυμον εἶναι ἀλλὰ συνώνυμον, εἴ γέ
ἐστιν αὐτοῦ εἷς καὶ ὁ αὐτὸς λόγος. δεῖ οὗν, ὥς φησι, πάλιν καὶ αὐτὸ τὸ
συμμέτρως ἔχειν καθ’ ἑκάτερον ζητεῖν τί σημαίνει· οὕτω γὰρ εὑρεθήσεται
ἡ τοῦ ὑγιεινοῦ ὁμωνυμία. σημαίνει γὰρ ἐν μὲν τῷ ποιητικῷ τὸ ποσόν· τὸ
γὰρ κατὰ ποσὸν σύμμετρον ποιητικὸν ὑγείας· ἐν γὰρ τῇ τοιαύτῃ συμμετρίᾳ
τὸ ὡς ποιητικὸν ὑγιεινόν· ἐν δὲ τῷ ὡς σημείῳ τὸ συμμέτρως ἔχον
οὐκέτι σημαίνει τὸ τοσοῦτον ἀλλὰ τὸ τοιοῦτον εἶναι, ὡς σημαίνειν τὴν ἕξιν
ὅτι τοιαύτη. ὥστε τῶν σημαινομένων ὑπὸ τοῦ συμμέτρου ληφθέντων τῶν
ὁρισμῶν μετὰ τοῦ τοῦ συμμέτρου ὁρισμοῦ καὶ τῶν ἰδίων τῶν ὁρισμῶν τούτων
ἀφαιρεθέντων οὐ καταλέλειπται ὁ τοῦ συμμέτρου ὅρος· εἰ τοίνυν τὸ
τοσοῦτον καὶ τὸ τοιοῦτον διαφέροντα, καὶ τὸ ὑγιεινὸν ὁμώνυμον. οὕτως
εὑρίσκοιτ’ ἄν καὶ ὅτι ἡ κίνησις ὁμώνυμος καίτοι δοκοῦσα ἕνα λόγον ἔχειν·
λέγεται γὰρ ἐνέργεια εἶναι τοῦ κινητοῦ ᾗ τοιοῦτον. ἀλλ’ ἐπεὶ μηδὲ τὸ κι-
νητὸν κατὰ πᾶσαν κίνησιν ταὐτὸν ἀλλὰ ἄλλο καὶ ἄλλο, καθ’ ἣν μὲν τὸ
κατ’ οὐσίαν μεταβλητόν, καθ’ ἣν δὲ τὸ κατὰ ποιότητα, καθ’ ἣν δὲ τὸ
νυμος.
Ἔτι εἰ μὴ συμβλητὰ κατὰ τὸ μᾶλλον ἢ ὁμοίως.
Καὶ τοῦτον τὸν τό|πον πρὸς τὴν ἐπίκρισίν τε καὶ εὕρεσιν τῶν πολλαχῶς
λεγομένων παραδίδωσι, τὸν ἀπὸ τῆς συγκρίσεως. ἐπεὶ γὰρ πάντα
τὰ τοῦ αὐτοῦ λόγ·ου τε καὶ εἴδους κοινωνοῦντα συμβλητά ἐστιν ἀλλήλοις
καὶ συγκριτικά πάντα γὰρ τὰ τοῦ αὐτοῦ τινος μετέχοντα ἢ ὁμοίως αὐτοῦ
μετέχει καὶ ἔστι συμβλητὰ κατὰ τὸ ὅμοιον, οἷον ὡς οἱ κύκλοι πάντες
ὁμοίως ἀλλήλοις κύκλοι οἱ τὸν τοῦ κύκλου λόγον ἀναδεχόμενοι· ὁμοίως
καὶ οἵ ἄνθρωποι, καὶ ὅλως ἐν οἷς μή ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον, ταῦτα
ὁμοίως τοὐ κοινοῦ μετέχει καὶ κατὰ τὸ ὅμοιόν ἐστι συμβλητά· ἐν οἷς δέ
ἐστι καὶ τὸ μᾶλλον, δύναται ἡ τούτων σύγκρισις γίνεσθαι μὲν καὶ κατὰ τὸ
ὅμοιον, γίνεσθαι δὲ καὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ὡς ἐπὶ λευκοῦ· τὰ
γὰρ τοῦ λευκοῦ τοῦ ὡς χρώματος μετέχοντα πάντα ἢ ὁμοίως αὐτοῦ με-
τέχει ἢ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ τὰ ὁμοίως δὲ αὐτοῦ μετέχοντα
κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον συγκριτικά), εἰ δὴ τὰ μετέχοντα τοὺ αὐτοῦ
συγκριτικά, τὰ μὴ συγκριτικὰ δῆλον ὅτι οὐκ ἄν μετέχοι τοὺ αὐτοῦ. δεῖ
οὖν, φησίν, ἐπιβλέπειν ἐπὶ τὰ ὑπὸ ἑνός τινος ὀνόματος σημαινόμενα, εἰ κατὰ
τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος καθ’ ἕκαστον αὐτῶν μή ἐστι συμβλητά·
ἄν γὰρ μὴ ᾖ, ὁμώνυμον ἔσται τὸ ὄνομα, ὃ κοινὸν ἔχοντα ταῦτα οὐκ
ἔστιν ἀλλήλοις κατ’ αὐτὸ συμβλητά. οἷον τὸ λευκὸν καὶ κατὰ φωνῆς καὶ
κατὰ ἱματίου κατηγορεῖται· ἀλλ’ οὐκ ἔστι συμβλητὰ φωνὴ καὶ ἱμάτιον
κατὰ τὸ λευκόν· οὐδεὶς γὰρ ζητεῖ πότερον μᾶλλον λευκὸν τὸ ἱμάτιον ἢ
ἡ φωνή, ὡς ζητεῖ ἐπὶ γύψου καὶ χιόνος· οὔτε γὰρ ὁμοίως οὕτε τὸ μὲν
μᾶλλον αὐτῶν τὸ δὲ ἧττόν ἐστι τοιοῦτον· διὸ οὐ τοῦ αὐτοῦ σημαντικὸν
ἐφ’ ἑκατέρου αὐτῶν ὂν τὸ λευκὸν ὁμώνυμον ἄν εἴη. οὐκέτι δὲ ὁμώνυμον
Ἔπεὶ δὲ τῶν ἕτέρων γενῶν καὶ μὴ ύπ᾿ ἄλληλα ταταγμένων
ἔτεραι τῷ εἴδει καὶ αἱ διαφοραί.
Ὅτι τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι
τῷ εἴδει καὶ αἱ διαφοραί, εἴρηκεν ἐν Κατηγορίαις· ἀπὸ δὴ τούτου τόπον
τινὰ ἡμῖν παραδίδωσι πρὸς εῦροσιν τῶν πολλαχῶν λεγομένων, ἂν γάρ
τι ὄνομα κατὰ πλειόνων κατηγορῆται, ἃ διαφοραί εἰσι διαφερόντων γενῶν
καὶ μὴ ὑπ᾿ ἀλληλα ὔντων, ὁμώνυμον ἔσται τὸ ταῦτα σημαῖνον ὀνομα·
τῷ γὰρ διαφερόντων εἶναι γενῶν διαφορὰς ταῦτα καὶ ἕτερα τῷ εἴδει ἀλλήλων
ἔσται, ἐπεὶ τῶν ἐτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι
διὰ τοῦτο τὸ ὀξὺ ὁμώνυμον, ὅτι τὸ ὀξὺ καὶ
τι γένη καὶ οὐχ ὑπ᾿ ἄλληλα. ἐπιζητήσαι
δ᾿ ἄν τις πῶς τὸ λεγόμενον ἀληθὲς ἐπὶ πάντων, τὸ γὰρ δίπουν
καὶ τοῦ ζῴου πτηνοῦ διαφορὰ εἶναι ἑτέρων γενῶν
καὶ μὴ ὑπ᾿ ἄλληλα ὄντων, καὶ οὐκ ἔστιν ὁμώνυμον. ἢ δεῖ ἐπὶ τούτων
τῶν γενῶν χρῆσθαι τῷ προκειμένῳ, ἃν πάντῃ ᾐ ἕτερα ἀλλήλων καὶ
μὴ ὑπὸ ἓν κείμενα γένος, ὥσπερ ἐφ’ ὢν αὐτὸς τὴν λόγον ἐποιήσατο·
ζῷον γὰρ καὶ ἐπιστήμη καὶ φωνὴ καὶ ὄγκος οὕτως ἕτερα. τὰ δὲ προειρημένα,
εἰ καὶ μὴ ὑπ᾿ ἄλληλά ἐστιν, ἀλλ᾿ ὑπὸ ἕν γε κοινὸν γένος, τὸ ζῷον·
διὸ ἡ διαφορὰ ἡ δίπουν ὥσπερ ἑκατέρου τούτων ἐστὶ διαφορά, οὕτως καὶ
τοῦ ζῴου εἴη ἂν διαφορά· οὐσα δὲ ἐν ἐνὶ γένει ἡ αὐτὴ ἂν εἴη κατὰ τὸ
εἶδος.
Πὰλιν εἰ αὐτῶν τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα ἕτεραι αἱ διαφοραι, σιον χρωματος.
Δείξας τὸ τῶν διαφορῶν ὄνομα τῶν πολλαχῶς λεγομένων ὄν, διότι
ἦν τὰ σημαινόμενα ὑπ᾿ αὐτοῦ διαφερόντων γενῶν διαφοραί, πάλιν δείκνυσι
τὸ τῶν γενῶν ὄνομα τῶν πολλαχῶς λεγομένων ὄν, ἂν ὠσι τῶν ὑπ᾿ αὐτοῦ
τὸ ταῦτα σημαῖνον ὄνομα ὁμώνυμον ἔσεσθαί φησι, καὶ εἰκότως· εἰ γὰρ
τῶν ἑτέρων γενῶν ἕτεραι διαφοραί, καὶ ὧν ἕτεραι διαφοραί, ταῦτα ἕτερα.
χρῶμα γὰρ σημαίνει καὶ τὸ ἐν ἰοῖς σώμασιν, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν
καὶ τὰ τούτων μεταξύ, σημαίνει καὶ τὸ ἐν τοῖς μέλεσι· λέγεται γάρ τι καὶ
κατὰ μουσικὴν χρῶμα· τρία γὰρ μέρη τῆς μελῳδίας οἱ ἁρμονικοὶ εἶναί
φασιν, ἁρμονίαν, χρῶμα, διάτο|νον, ὧν τοῦ χρώματος διαφοράς φασιν, ἃς 61
ἰδίως χρόας καλοῦσι, τήν τε τοῦ μαλακοῦ χρώνατις καὶ τὴν ἰοῦ ἡμιολίου
καὶ τὴν τοῦ τονιαίου χρώματος. ἐπεὶ οὗν εἰσιν ἄλλαι μὲν διαφοραὶ τοῦ ἐν
τοῖς σώμασι χρώματος, ὡς τὸ συγκριτικὸν καὶ διακριτικὸν ὄψεως, ἄλλαι
δὲ τοῦ ἐν τοῖς μέλεσι τὸ γὰρ ἡμιτονιαῖον καὶ διεσιαῖον καὶ τὸ μαλακόν),
ὁμώνυμον τὸ λευκόν. εἰ γὰρ ἦν ἒν τι τὸ σημαινόμενον ὑπ’ αὐτοῦ, οὐκ
ἂν εἶχεν ἑτέρας τῷ εἴδει διαφοράς· τῶν γὰρ αὐτῶν γενῶν αἱ αὐταὶ διαφοραί.
Ἔτι ἐπεὶ τὸ εἶδος οὐδενός ἐστι διαφορά.
Δεῖν φησι καὶ τοῦτο ἐπισκοπεῖν, εἰ τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων
ὀνόματος τὸ μὲν εἶδός τινός ἐστι τὸ δὲ διαφορά. εἰ γὰρ εἴη τι σημαῖνον
τοιαῦτα. ὁμώνυμον ἄν εἴη, ἐπεὶ τὸ εἶδός τινος οὐχ οἷόν τε διαφορὰν εἶναί
τινος· τὸ μὲν γὰρ ποιητικόν ἐστιν εἴδους, ἡ διαφορά, τὸ δὲ γινόμενον ὑπ᾿
αὐτῆς, τὸ εἶδος, καὶ τὸ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ εἶδος, τὸ δὲ
ἐν τῷ ποῖόν τί ἐστι. καὶ τὸ μὲν εἶδος ὅπερ τὸ γένος ἐστίν, ἡ δὲ διαφορὰ
τοῦ μὲν γένους ἐστίν. οὐχ ὅπερ δὲ τὸ γένος, καὶ εἴδη μέν ἐστιν εἰς ἃ τὰ
γένη διαιρεῖται, διαφοραὶ δὲ καθ’ ἃς διαιρεῖται ἢ καθ’ ἃς τὰ εἴδη
διαφέρει ἀλλήλων. τὸ δὴ λευκὸν διὰ τοῦτό ἐστιν ὁμώνυμον, ὅτι τὸ μέν τι
εἶδός ἐστι τῶν ὑπ’ αὐτο·ῦ σημαινομένων (τὸ γὰρ ὲν χρώματι λευκὸν εἶδος
χρώματος), τὸ δὲ διαφορά· τὸ γὰρ ὲν φωνῇ λευκὸν οὐκ εἶδός ἐστι φωνῆς
ἀλλὰ διαφορά· διαφέρει γὰρ φωνὴ φωνῆς τῷ λευκὴ εἷναι ἢ μή.
Περὶ μὲν οὖν τοῦ πολλαχῶς διὰ τούτων καὶ τῶν τοιούτων σκεπτέον.
Παραδοὺς τοὺς κυριωτάτους τόπους δι’ ὧν ἄν τις γνωρίζοι τὰ πολλαχῶς
τε καὶ ὁμωνύμως λεγόμενα, ἐπεὶ ἐνδέχεταί τινας καὶ παρὰ τοὺς εἰρημένους
τόπους εὑρεθῆναι τρόπους τῆς τῶν πολλαχῶς λεγομένων εὑρέσεως,
διὰ τοῦτο εἶπε διὰ τούτων καὶ τῶν τοιούτων. δύναται γάρ τις
γνωρίζειν τι ὁμωνύμως λεγόμενον καὶ ἀπὸ τοῦ τῶν σημαινομένων ὑπ’ αὐτοῦ
τὸ μὲν εἶδος εἶναι τὸ δὲ ἄτομον, ὡς τὸ ἄνθρωπος· ἦν γὰρ καὶ ἴδιον
ὄνομα τοῦτο τοῦ Ὀλυμπιονίκου πύκτο·υ, οὗ ἐν Ἠθικοῖς ἐμνημόνευσεν.
ὁμοίως καὶ τὸ κόραξ ὄνομα οὐ τὸ εἶδος τὸ τοῦ ὀρνέου μόνον ἐσήμαινεν
ἀλλὰ καὶ τὸν ῥήτορα. ἀλλὰ κἂν τὸ κοινόν τι σημαίνῃ καί τι τῶν ὑπὸ
τὸ κοινὸν εἶδος, ὁμώνυμον κἀκεῖνο, ὡς τὸ ἴδιον· καὶ γὰρ τὸ κοινόν, ὃ καὶ
κατὰ τοῦ ὁρισμοῦ κατηγορεῖται καὶ κατὰ τοῦ οὕτως λεγομένου ἰδίου, σημαίνει
καὶ τὸ ἀντιδιαιρούμενον τῷ γένει ἐκ τοῦ κοινοῦ ἰδίου. ἀλλὰ καὶ ἡ
δικαιοσύνη καὶ τὴν κοινὴν ἀρετὴν σημαίνουσα καὶ τὴν ἀντιδιαιρουμένην ταῖς
ἄλλαις ἀρεταῖς ὁμώνυμος, ὁμοίως καὶ τὸ μέλαν· καὶ γὰρ τὸ ἀντιδιαιρούμενον
τῷ λευκῷ χρώματι μέλαν καλεῖται, καὶ ἰδίως καλεῖται ᾧ γράφομεν.
εἴη δ’ ἂν καὶ ἀπὸ τῶν πρός τι λαμβανόμενον τὸ πολλαχῶς, ὡς ἐρρέθη.
οὗ οὐδὲ αὐτοῦ ἐμνημόνευσεν. ἀλλὰ κἂν ὑπὸ διαφερουσῶν αἰσθήσεων κρίνηται
τὰ ὑπό τινος σημαινόμενα, ὁμώνυμον καὶ τοῦτο, ὡς ἐλέγομεν ἐπὶ
τοῦ χρώματος· τὸ μὲν γὰρ ὑπὸ ὄψεως τὸ δὲ ὑπὸ ἀκοῆς. ἢ τούτου ἐμνημόνευσε.
διὰ δὴ τὰ τοιαῦτα οὕτως εἶπε.
Τὰς δὲ διαφορὰς ὲν αὐτοῖς τοῖς γένεσι τοῖς πρὸς ἄλληλα θεωρητέον.
Τρίτον ἢν εἶδος τῶν ὀργάνων τῶν πρὸς τὴν εὐπορίαν τῶν διαλεκτικῶν
λόγων συναίρεσθαι κειμένων ἡ τῶν ἐν ἑκάστοις διαφορῶν γνῶσις, περὶ
οὗ νῦν τὸν λόγον ποιεῖται. χρήσιμος δέ, ὡς ἐρεῖ, ἡ τῶν διαφορῶν γνῶσις
εἴδη· ἡ γὰρ εὕρεσις τῶν διαφορῶν τῶν ἐν τῷ αὐτῷ γένει εὐπορία τῆς εἰς
τὰ εἴδη διαιρέσεως αὐτῶν. ἔτι πρὸς τὰς ἐνστάσσεις τῶν ἐπακτικῶν λόγων·
ἄν γὰρ εἰδῶμεν τίνι διαφέρει τὸ λαμβανόμενον, ἐνίσιασθαι ἂν δυναίμεθα
τῷ ἐπάγοντι ὡς μὴ ὅμοια λαμβάνοντι. ἔτι πρὸς τὰς, ἐνστάσεις τὰς πρὸς
τὰς ὐπολήψεις τινὸς ἰῶν. φυσικῶν, οἷον ὅτι ἓν τὸ ὄν, ὡς ἐδόκει Παρμενίδῃ
τε καὶ Μελίσσῳ· ὸυνάμενοι γὰρ τὰς τῶν ὑπὸ τὸ ὂν συνορἀν διαφορὰς
ἀναιροίημεν ἂν τήνδε τὴν δόσαν. χρήσιμος δὲ ἡ τῶν διαφορῶν γνῶσις
καὶ πρὸς τὴν γνῶσιν τῶν ἠθικῶν ἀρετῶν, πότερόν εἰσι πολλαὶ ι̣ατ’ εἰδος
ἀλλήλων διαφέρουσαι ἢ μία ἐξ ἁπασῶν ὅλη. ἀλλὰ καὶ πρὸς τοὑς ὁρισμούς,
εἴ γε ὁ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν. ἐρεῖ δὲ καὶ αὐτὸς | τὸ χρήσιμον
ἑκάστου τῶν προειρημένων ὀργάνων, ὡς προεῖπον. λέγων δὲ περὶ τῶν
διαφορῶν τόπους μὲν οὐ παραδίδωσι δι’ ὦν γνωσόμεθα αὐτάς, ὥσπερ
παρέδωκεν ἐπί τε τῶν προτάσεων καὶ ἐπὶ τῆς τῶν ὁμωνύμων διαιρέσεως·
ἐν οἰς δὲ δεῖ ζητεῖν τὰς διαφορὰς καὶ περὶ ἃ γυμνάζεσθαι πρὸς τὴν ῥᾳδίαν
ἐπίγνωσιν τῶν ἐν ἑκάστοις ὸιαφερόντων, ὑποτίθεται. δεῖν γάρ φησι ζητεῖν
τὰς διαφορὰς μὴ τῶν πόρρω διεστώτων (φανερὰ γὰρ ἡ τῶν οὕτως ἑτέρων
πρὸς ἄλληλα διαφορά· οὐδὲ γὰρ ζητεῖ τις τίνι ἄνθρωπος ξύλου διαφέρει)
ἀλλὰ ἐν τοῖς σύνεγγυς ἀλλήλων, περὶ ἃ δύναται καὶ· πλάνη τις ὡς ὄντα
τὰ αὐτὰ γενέσθαι. οἷον ἔν τε τοῖς ὑπὸ ταὐτὸ γένος (τῶν γὰρ οὕτως ἐγγὺς
ἀλλήλων οὐ πρόὸηλοι αἱ διαφοραί· τοῦτο γάρ ἐστι τὸ ἐν αὐτοῖς τοῖς
γένεσιν ἀντὶ τοὐ ἱέν τοῖς ὑπὸ ταὐτὸ γένος’, καὶ εἶεν ἂν αἱ τούτων διαφοραὶ
αἱ κυρίως λαμβανόμεναι διαφοραί) καὶ τῶν ἐν τοῖς διαφέρουσι μὲν
γένεσιν ὄντων. μὴ πολὺ μέντοι διεστώτων ἀλλήλων. καὶ σχεδὸν ἀξιοῖ ἐν
τοῖς αὐτοῖς κατά τι τὰς διαφορὰς ἐπιζητεῖν· ἢ γὰρ ἐν τοῖς όμογενέσιν ἢ
ἐν τοῖς κατ’ ἀναλογίαν τοῖς αὐτοῖς. οὐ γὰρ ῥᾴδιον τὰ δοκοῦντα ταὐτὰ
ἀλλήλοις εἶναι χωρίζειν ταῖς. διαφοραῖς· δεῖ δὲ τοὺς γυμναζομένους ἐν τοῖς
χαλεπωτέροις τὰς γυμνασσίας ποιεῖσθαι· ῥαδία γὰρ ἡ ἀπὸ τῶν χαλεπωτέρων
ἐπὶ τὰ ῥᾴω μετάβασις. οἷον ζητήσαι ἄν τις τίνι τύχη τοὺ αὐτομάτου δια-
ἀνδρείας; ὁμοίως καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη, οἷον ὅτι ἄλλως μὲν ἡ
ἀνδρεία μεσότης ἄλλως δὲ ἡ δικαιοσύνη· ἡ μὲ γὰρ δύο κακιῶν, θρασύτητος
καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας, ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις
τῇ ἀδικίᾳ τὸ εἶναι· καὶ περὶ ἄλλα μὲν ἡ ἀνδρεία, περὶ γὰρ τὰς
τῶν κινδύνων ὑπομονάς, περὶ ἄλλα δὲ ἡ δικαιοσύνη, περὶ γὰρ τὸ ἴσον
τό τε ἐν διανομῇ καὶ τὸ ἐν συναλλάγμασι. τῶν δὲ ἀνομογενῶν μὲν
μὴ πολὺ δὲ διεστώτων αἰσθήσει καὶ ἐπιστήμῃ, ἅ ἐστι μὲν ἕτερα ἀλλήλων
κατὰ γένος (τῆς μὲν γὰρ ἐπιστήμης ἡ ὑπόληψις γένος, ἡ δὲ αἴσθησις
οὐχ ὑπόληψις), κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐστιν· ὡς γὰρ αἴσθησις πρὸς
αἰσθητά, οὕτως ἐπιστήμη πρὸς ἐπιστητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν
τινες τὴν τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιστήμην τε καὶ αἴσθησιν εἶπον
εἶναι. διαφέρουσι δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴσθησις καὶ περὶ τὰ ἐνδεχόμενα
ἄλλως ἔχειν, ἐπιστ·ήμη δὲ οὐδενὸς ἐνδεχομένου· καὶ ἡ μὲν ἐπιστήμη
τῆς ἑκάστου τῶν ἐπιστητῶν οὐσίας γνωστική, ἡ δὲ αἴσθησις οὐδενὸς τῶν
αἰσθητῶν τῆς οὐσίας ἐστὶν ἐπιγνωστική· καὶ ἡ μὲν ἐπιστήμη ἐπίκτητος,
ἡ δὲ ἐξ ἀρχῆς· καὶ ἡ μὲν κοινὴ καὶ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιος ἀνθρώπων
ἢ ὅλως λογικῶν· καὶ ἡ μὲν φύσει, ἡ δὲ διδασκαλίᾳ· καὶ τῆς μὲν
αἰσθήσεως προάγει ἡ ἕξις τὰς ἐνεργείας ὁρατικοὶ γὰρ ὄντες εἴδομεν), τὰς <δὲ>
κατὰ τὰς ἐπιστήμας ἕξεις ἃς] διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντες
γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα· καὶ αἰσθήσεως μὲν ἀναιρουμένης
συναναιρεῖται καὶ τὸ ζῷον· ἀδύνατον γὰρ ζῷον εἶναι χωρὶς ἁφῆς·
ἐπιστήμη δὲ ἀναιρουμένη οὐκ ἂν] ἀναιρεῖ τὸν ἔχοντα αὐτήν· ἔτι ἐπιστήμην
μὲν οἷόν τε ἀποβαλόντας πάλιν ἀναλαβεῖν, αἴσθησιν δὲ ἀδύνατον· καὶ ἡ
μὲν χωρὶς λόγου, τῇ δὲ ἐν λόγῳ τὸ εἶναι καὶ αἴσθησις μὲν παρόντων
μόνον, ἐπιστήμη δὲ καὶ παρεληλυθότων καὶ ἐνεστώτων καὶ μελλόντων. ἔ.τι
δὲ ἐπιστήμης μὲν αἴσθησις ἀρχή, οὐκέτι δὲ καὶ αἰσθήσεως ἐπιστήμη· ἐκ
γὰρ αἰσθήσεως μνήμη, ἐκ δὲ μνήμης ἐμπειρία, ἥτις ἐστὶν ἐπιστήμης ἀρχή.
ἔοικε δὲ νῦν κοινότερον διαφορὰν λέγειν καθ’ ἣν ἄλλο ἄλλου διαφέρει, οὐ
Τὴν δὲ ὁμοιότητα σκεπτέον ἐπί τε τῶν ἐν ἑτέροις γένεσι.
τοῦτο ἔτι ὑπελείπετο τῶν προτεθέντων ὑπ᾿ αὐτοῦ τεσσάρων ὀργάνων
ἀμφισβήτησις εἰ διαφέρει ἡ μή, οἷον τίνι φάττα περιστερᾶς, καὶ τίνι κύων
λύκου, καὶ τίνι ἀκολασία ἀκρασίας ἢ σωφροσύνη ἐγκρατείας ἢ ἐλευθεριότητος
μεγαλοπρέπεια· τὰ γὰρ φανερῶς διεστῶτα φανερὰς πᾶσιν ἔχει τἀς
πρὸς ἄλληλα διαφοράς. τὴν δέ γε ὁμοιότητα χαλεπώτερον πάλιν τὴν ἐν
τοῖς πολὺ διεστῶσι συνιδεῖν· οὐ γὰρ ζητεῖ τις εἰ ᾠὸν ᾠῷ ὅμοιον ἢ
ἡμίονος ὄνῳ ὅμοιος ἢ Κάστωρ Πολυδεύκει, ἀλλ’ εἰ Ἀχιλλεὺς Θερσίτῃ, εἰ
ἄνθρωπος ἵππῳ, εἰ αἴσθησις ἐπιστήμῃ. δεῖ οὖν, φησί, γυμνάζεσθαι περὶ
τὴν τοῦ ὁμοίου γνῶσιν ἐν τοῖς πολὺ διεστῶσι καὶ κατὰ γένος διαφέρουσιν.
καὶ ἔστιν ἴσον τὸ εἰρημένου ἐπ᾿ ἀμφοτέρων τῷ λεγομένῳ ὑπὸ τῶν
ῥητορικῶν ‘τὰ κοινὰ ἰδίως καὶ τὰ ἴδια κοινῶς δεῖ λέγειν᾿· ὁ μὲν γὰρ ἀξιῶν
τὰ κοινὰ ἰδίως λέγειν ἀξιοῖ ἐν τοῖς ὁμογενέσι τε καὶ κοινοῖς εὑρίσκειν τινὰς
διαφοράς, ὁ δὲ τὰ ἴδια κοινῶς ἐν τοῖς διαφέρουσιν ἀξιοῖ πάλιν λαβεῖν
ὁμοιότητας. καὶ διχῶς γέ φησι δεῖν τὴν ἐν τοῖς διαφέρουσι γένεσι ζητεῖν
ὁμοιότητα. ἢ γὰρ λαμβάνοντάς τι ἔχον σχέσιν πρός τινα ὁμογενῆ ἀλλήλοις
χρὴ ζητεῖν, τί οὕτως ἢ] πρὸς ἄλλα τινὰ ὁμογενῆ μὲν ἀλλήλοις ἀνομογενῆ
δὲ τοῖς προειρημένοις ἔχει· ἄν γὰρ εὑρεθῇ, ὅμοια ταῦτα ἔσται
κατ’ ἀναλογίαν ἀλλήλοις ὄντα ἐν γένεσι διαφόροις. οἷον ἐπεὶ ἡ ἐπιστήμη
πρὸς ἐπιστητὸν ἔχει οὕτως ὡς τῶν ἀντικειμένων εἶναι γνωστική, ζητεῖν
ἄλλο τι ἀνομογενὲς τῇ ἐπιστήμῃ, ὃ πρὸς τὸ ὑπ’ αὐτὸ οὕτως ἔχει ὡς ἡ
ἐπιστήμη πρὸς τὰ ἐπιστητά· τὸ γὰρ εὑρεθὲν ἔσται τῷ κειμένῳ κατὰ ἀναλογίαν
ὅμοιον. ἐπεὶ οὖν ἡ αἴσθησις καὶ αὐτὴ οὕτως ἔχει πρὸς τὰ αἰσθητὰ
ὡς ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ὅμοια ἐπιστήμη καὶ αἴσθησις κατὰ
μὲν ἐπιστήμης εἴδη εἶναι ἄλλα δὲ αἰσθήσεως. εἶεν δ’ ἂν καὶ ὑπὸ ἕτερα
γένη δεικνύμεναι, καθ’ ὅσον ἡ μὲν αἴσθησις ὑπὸ τὰ φύσει, ἡ δὲ ἐπιστήμη
οὐ φύσει ἀλλὰ διδασκαλίᾳ. πάλιν ἐπεὶ ὡς νοῦς πρὸς ἐπιστήμην (ἀρχὴ
γάρ), οὕτως αἴσθησις πρὸς δόξαν, ὅμοια νοῦς τε καὶ αἴσθησις. καὶ ἐπεὶ
ὡς ἡδὺ πρὸς ἡδονήν ποιητικὸν γὰρ ἡδονῆς τὸ ἡδύ), οὕτως συμφέρον πρὸς
ἀγαθόν, ὅμοια τὸ ἡδὺ καὶ τὸ συμφέρον. καὶ ἡ μὲν κατὰ τὴν πρός τι
σχέσιν ἐν τοῖς διαφέρουσι κατὰ γένος τῆς ὁμοιότητος θήρα τοιαύτη. ἄλλη
δὲ ὑποτίθεται ἀφορμὴν τῆς τοῦ ὁμοίου ζητήσεως τῆς ἐν διαφέρουσι γένεσιν,
ἄν λαβόντες γένος τι ὂν ἔν τινι ζητήσωμεν τί οὕτως ἄλλο ἐν ἄλλῳ γένει
ἐστίν. οἷον ἐπεὶ ὡς ὄψι ἐστὶν ἐν ὀφθαλμῷ, οὕτως νοῦς ἐν ψυχῇ
(ἐν ἑκατέρῳ γὰρ ὡς κυριώτατον τῶν γινομένων ἐν αὐτοῖς), ὅμοια κατὰ
τοῦτο νοῦς τε καὶ ὄψις. πάλιν εἰ ὡς ἀρετὴ ἐν ψυχῇ, οὕτως ὑγεία ἐν σώματι
τελειότητες γὰρ τῶν ὑποκειμένων αὐταῖς), ὅμοια ἀρετὴ καὶ ὑγεία.
καὶ ἐπεὶ ὡς γαλήνη ἐν θαλάσσῃ, νηνεμία ἐν ἀέρι ἠρεμία γὰρ τῶν
ὑποκειμένων), ὅμοια γαλήνη τε καὶ νηνεμία. οὕτως καὶ δικαιοσύνη κάλλει
ὅμοιον· ἑκάτερον γὰρ αὐτῶν ἐν ἰσότητι τῇ κατὰ ἀναλογίαν, τὸ μὲν κάλλος
τῶν μερῶν τε καὶ μελῶν τοῦ σώματος, ἡ δὲ δικαιοσύνη ἐν διανομαῖς τε
καὶ συναλλάγμασι τῶν νεμομένων.
Ἡ μὲν οὗν ἐν τοῖς διαφόροις γένεσιν ὁμοιότης κατὰ ἀναλογίαν εὑρίσκεται
οὕτως. λέγει δὲ δεῖν καὶ ἐπὶ τῶν ὁμογενῶν μὲν ἀλλήλοις ἀνομοειδῶν
δέ, τί πᾶσιν αὐτοῖς ὑπάρχει ταὐτό, ζητεῖν· κατὰ γὰρ τὸ κοινὸν τοῦτο
καίτοι ὄντα ἀνομοειδῆ ὅμοια ἔσται. ἣν ὅπως δεῖ x003E; θηρᾶν λέγει. εἰ
γάρ τισιν ἐν τῷ αὐτῷ γένει οὖσι καὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσι ταὐτόν
τι ὑπάρχει, ταῦτα ὅμοια κατὰ τοῦτο. ἀνθρώπῳ γὰρ καὶ ἵππῳ καὶ
κυνὶ τὸ πεζὸν κοινόν· διὸ ὅμοια ταυτὶ κατὰ τοῦτο· καὶ ἀνθρώπῳ καὶ
κόρακι καὶ ἰχθύι τὸ αἰσθητικόν· καὶ ἰχθύσιν, ὅσοι βράγχια ἔχουσι, καὶ
τοῖς ἐντόμοις τῶν πτηνῶν τὸ μὴ ἔχειν πνεύμονα. βοὶ· δὲ καὶ ἐλάφῳ καὶ
προβάτῳ καὶ αἰγὶ τὸ μὴ ἄμφοδον· πάλιν ἐπὶ δένδρων πλατάνῳ μὲν καὶ
ἀμπέλῳ ·καὶ συκῇ τὸ πλατύφυλλόν τε καὶ λεπτόφυλλον, διὸ φυλλορροεῖ,
ἐλαίᾳ δὲ καὶ δάφνῃ καὶ μυρρίνῃ τὸ πιόφυλλόν τε καὶ στενόφυλλον, διὸ
ἀείφυλλα ταῦτα.
πρὸς τὸ σαφὲς.
Εἰπὼν περὶ ἑκάστου τῶν τεσσάρων, ἃ ὄργανα εἶπεν εἶναι τῆς εὐπορίας
τῶν διαλεκτικῶν λόγων τε καὶ συλλογισμῶν, ἀκολούθως, τί ἕκαστον αὐτῶν
συντελεῖ πρὸς αὐτοὺς καὶ κατὰ τί ὄργανα λέγεται, δείκνυσι. καὶ τὸ μὲν
ἀπὸ τῆς τῶν προτάσεων ἐκλογῆς τε καὶ παρασκευῆς γινόμενον χρήσιμον
πρὸς τὴν τῶν συλλογισμῶν εὐπορίαν ὡς γνώριμον παρέλιπεν εἰπεῖν. ὕλη
γὰρ καὶ μέρη τῶν συλλογισμῶν αἱ προτάσεις· ἐκ γὰρ τῶν προτάσεων οἱ
συλλογισμοί· καὶ δῆλον ὅτι ἡ τούτων εὐπορία τε καὶ παρασκευὴ εὐπορίαν
ἡμῖν συλλογισμῶν παρέξει. πρὸς δὲ τί χρήσιμον τῶν ἄλλων ἕκαστον, λέγει.
καὶ· πρῶτόν γε περὶ τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως ποιεῖται τὸν
λόγον, καί φησιν αὐτὸ χρήσιμον εἶναι πρός τε τὸ σαφές· σαφὲς γὰρ
γίνεται τὸ τιθέμενον, πρὸς ὃ δεῖ τοὺς λόγους ποιεῖσθαι, διορισθέν, ἡ δὲ
σαφήνεια τοῦ τιθεμένου χρήσιμος πρὸς τοὺς συλλογισμοὺς τοὺς πρὸς αὐτό·
ῥᾷον γάρ τις τῶν οἰκείων πρὸς τὸ προκείμενον εὐπορεῖ λόγων εἰδὼς σαφῶς
τί ποτέ ἐστι καὶ μὴ ὑπὸ τοῦ διττοῦ παραγόμενος. ὅλως δὲ ἡ σαφήνεια
χρήσιμος καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν τινων· διὰ γοῦν τὸ
μὴ διελέσθαι τὸ ὂν ποσαχῶς λέγεται Παρμενίδην τε καὶ Μέλισσον ἅδη·
λός ἐστι νῦν ἡ δόξα αὐτῶν ἡ περὶ τοῦ ἓν τὸ ὂν εἶναι. τὸ δὲ μᾶλλον
γὰρ ἄν τις εἰδείη τί τίθησιν εἴη ἄν λέγων περὶ τοῦ ἀποκρινομένου
καὶ συγχωροδντος ταῖς προτάσεσιν· ὅταν γὰρ ᾖ γνώριμον περὶ οὗ ἐρωτῶνται
ποσαχῶς λέγεται, ῥᾷον συγχωροῦσι τοῖς ἠρωτημένοις, γνωρίσαντες
καθ’ ὃ συγχωροῦσι. δευτέραν χρείαν τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως
ἐκτίθεται τὴν πρὸς τὸ κατ’ αὐτὸ τὸ κείμενον πρᾶγμα καὶ πρὸς
αὐτὸ καὶ περὶ αὐτοῦ γίνεσθαι τοὺς συλλογισμούς τε καὶ λόγους καὶ μὴ
πρὸς τὸ ὄνομα καὶ τὴν λέξιν· σοφιστικὸς γὰρ ὁ πρὸς τοὔνομα καὶ τὴν
λέξιν λόγος ἀλλ’ οὐ διαλεκτικός ἀδήλου γὰρ ὄντος ποσαχῶς τὸ
προκείμενον λέγεται, ἐνδέχεται ἐπ’ ἄλλο μὲν τὸν ἐρωτῶντα ἐπ’ ἄλλο
δὲ τὸν ἀποκρινόμενον τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος τὴν διάνοιαν
φέρειν· οὕτως δὲ πρὸς τὸ ὄνομα ἄν οἱ λόγοι ἀλλ’ οὐ περὶ τοὺ πράγματος
γίνοιντο. ὁρισθέντος δὲ κατὰ τί τῶν σημαινομένων ὑπὸ τῆς λέξεως τίθησιν
ὃ τίθησιν ὁ ἀποκρινόμενος καὶ γνωρίμου γενομένου γελοῖον ἔτι πρὸς
ἄλλο τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων καὶ μὴ πρὸς τὸ κείμενον
χειρῶν συλλογίζεσθαι ὅτι πᾶσα ψυχὴ ἣν ἔχει ἐπιστήμην ἀεὶ ἔχει· εἰ
γὰρ ἀχώριστος ἡ ἐπιστήμη τῆς ψυχῆς, τὸ δὲ ἀχώριστον ἀχωρίστου ἀχώριστον,
καὶ ἡ ψυχὴ ἂν· ἀχώριστος εἴη τῆς ἐπιστήμης· εἰ δὲ τοῦτο, σύμφυτος
ἂν αὐτῇ ἡ ἐπιστήμη εἴη. διορισθέντος μέντοι τοῦ ἀχωρίστου, ὅτι
τὰ μὲν οὕτως ἀχώριστα ὥς τὰ ἐν τῇ οὐσίᾳ ἑκάστου, τὰ δὲ οὕτως αχωριστα,
ὅτι μὴ δύναται καθ’ αὑτὰ εἶναι, ἀλλ’ ἔστιν αὐτοῖς φθορὰ τὸ μὴ
σὺν ἐκείνοις εἶναι ὧν ἐστι καὶ ἡ ἐπιστήμη καὶ πάντα τὰ ἐν ὑποκειμένῳ),
οὐκέτ’ ἄν δεικνύοιτο σύμφυτον τῇ ψυχῇ καὶ ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ ἐπιστήμη
διὰ τοῦ ἀχωρίστου. εἴη δ’ ἄν τὸ μὲν πρῶτον εἰρηκὼς περὶ τῶν ἀποκρινομένων,
τὸ δὲ δεύτερον περὶ τῶν ἐρωτώντων τε καὶ συλλογιζομένων.
Χρήσιμον δέ φησιν εἶναι τὴν γνῶσιν τῶν πολλαχῶς λεγομένων καὶ
πρὸς τὸ μὴ παραλογισθῆναι· εἰδὼς γάρ τις, πόσα σημαίνει τὸ λεγόμενον,
οὐ συγχωρεῖ ταῖς κατ’ ἄλλο τι σημαινόμενον παρὰ τὸ ὑφ’ αὑτοῦ
τιθέμενον ἐρωτωμέναις προτάσεσιν. ὁ γὰρ θέμενος τὸν πλοῦτον ἀγαθόν,
ἂν εἰδῇ τὴν τοῦ ἀγαθοῦ ὁμωνυμίαν, οὐ συγχωρήσει τῷ λέγοντι τὸ ἀγαθὸν
ἀγαθοὺς ποιεῖν· οὐ γὰρ τὸ ὡς κτῆμα ἀγαθὸν οὐδὲ τὸ ὡς δύναμις ἀγαθοὺς
ποιεῖ· ὡς κτῆμα δὲ καὶ ὡς δύναμις ἀγαθὸν ὁ πλοῦτος. χρήσιμον δέ φησιν
εἶναι τὴν τῶν τῶν πολλαχῶς λεγομένων καὶ πρὸς τὸ παραλογίσασθαί
τινα, εἰ βουληθείη· εἰδὼς γὰρ τὰ σημαινόμενα ὑπὸ τῆς κειμένης
λέξεως ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέρων τὸν λόγον, ἐφ’ οὗ οὐκ ἔστιν
ἀληθῆ τὰ ὑπὸ τοὺ ἀποκρινομένου λεγόμενα, παρακρούοιτ’ ἄν αὐτὸν καὶ
παραλογίζοιτο. οἷον εἰ ὁ μὲν λέγοι ἰοὺς οὐκ. εἰδότας μανθάνειν, ὁ δὲ
δεικνύοι τοὺς γραμματικοὺς εἶναι τοὺς μανθάνοντας, οἵ εἰσιν εἰδότες τε
καὶ ἐπιστήμονες· καὶ εἰ συγχωρήσαντός τινος τὸν κινούμενον ἀμείβειν τόπον
ὁ· δὲ λαβὼν τὸν ἀλλοιούμενον κινεῖσθαι συνάγοι τὸν ἀλλοιούμενον κινεῖσθαι
κατὰ τόπον. προσέθηκε δὲ καὶ ἐφ’ ὧν οἷόν τε ἔσται τὸ ποιεῖσθαι παραλογισμὸν
παρὰ τὸ πολλαχῶς λεγόμενον, ἐφ’ ὧν γὰρ τῷ μὲν ὑπάρχει τὸ
λεγόμενον τῷ δὲ μή· ἂν γὰρ πᾶσιν ὁμοίως ἢ ὑπάρχῃ ἢ μὴ | ὑπάρχῃ
τὸ λεγόμενον τοῖς σημαινομένοις ὑπὸ τοῦ ὀνόματος, οὐ χρήσιμος ἡ ἀπ
ἄλλου ἐπ’ ἄλλο μετάβασις. τὸ γὰρ Αἴας ἐπὶ Ἴλιον ἐστράτευσεν’ ἀληθὲς
ἐπ’ ἀμφοτέρων τῶν Αἰάντων· διὸ ἐφ’ ὃν ἂν μεταφέρηται, οὐδεὶς γίνεται
παραλογισμός· τὸ μέντοι ‘Αἴας Ἕκτορι ἐμονομάχησεν’ οὐκέτ’ ἐπ’ ἀμφοτέρων
ἀληθές· διὸ ἄν κειμένου τοὐ ‘Αἴας Ἕκτορι ἐμονομάχησεν᾿ ἐπὶ τὸν Ὀιλέως
κατηγορούμενον ὁ δὲ οὔ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τὸν κινούμενον ἀμείβειν
τόπον. τὸν δὲ παρὰ τὸ πολλαχῶς λεγόμενον παραλογισμὸν οὔ φησιν οἰκεῖον
εἶναι τῆς διαλεκτικῆς· ἐπιπόλαιος γὰρ καὶ σοφιστικός· διό φησι δεῖν εὐλαβεῖσθαι
πρὸς τοῦτο διαλέγεσθαι γυμναζομένους, ἄν μὴ ἄλλως ἐξαδυνατῶσι
περὶ τοῦ προκειμένου συλλογίζεσθαι. οὐδαμῶς γὰρ διαλεκτικὸν τὸ
λαβόντα ἃ λαλεῖς, διὰ τοῦ στόματός σου διέρχεται᾿, ὡς τῶν ῥημάτων
ὄντων τῶν λαλουμένων, μεταφέρειν τὸν λόγον ἐπὶ τὴν ἅμαξαν ὡς λαλουμένην.
φανερὸν δὲ τὸ χρήσιμον τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως·
εἰ γὰρ τὰ εἰρημένα χρήσιμα πρὸς τὸ διαλέγεσθαι. ἤρτηται δὲ ταῦτα τῆς
διαιρέσεως τῆς τῶν πολλαχῶς λεγομένων, ἡ διαίρεσις χρήσιμος πρὸς τοὺς
λόγους τοὺς διαλεκτικούς.
Τὸ δὲ τὰς διαφορὰς εὑρεῖν χρήσιμον πρός τε τοὺς συλλογισμοὺς τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ πρὸς τὸ γνωρίζειν τί ἕκαστον.
Εἰπὼν πρὸς πόσα καὶ τίνα χρήσιμος ἡ τοῦ πολλαχῶς λεγομένου
διαίρεσις, μεταβέβηκεν ἐπὶ τὸ χρήσιμον τὸ ἀπὸ τῆς γνώσεως τῶν διαφορῶν
καθ’ ἃς ἄλλο ἄλλου διαφέρει. καί φησιν πρὸς δύο χρήσιμον εἶναι τὸ δύνασθαι
τὰς διαφορὰς συνορᾶν αἷς ἄλλο ἄλλου διαφέρει, πρός τε τοὺς περὶ
ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, οἳ τοῖς ὁρικοῖς ὑπάγονται προβλήμασι,
καὶ πρὸς τὸ γνωρίζειν τὴν ἑκάστου οὐσίαν. πρὸς μὲν οὖν τοὺς περὶ
ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, ὅτι εὑρόντες διαφορὰς τῶν προκειμένων
ὡς ταὐτῶν δεδειχότες ἂν εἴημεν ὅτι μὴ ταὐτά. οἶον ζητουμένου εἰ ταὐτὸν
ἐγκράτεια καὶ σωφροσύνη, εὑρόντες ὅτι διαφέρει σωφροσύνη ἐγκρατείας τῷ
αὐτὴν μὲν ἠρεμαίας ἔχειν τὰς ἐπιθυμίας τὴν δὲ σφοδράς, εἴημεν ἂν δεδειχότες
ὅτι μὴ ταὐτά. πάλιν ζητουμένου εἰ ἡ ἀκρασία καὶ ἡ ἀκολασία
αἱ αὐταί, εὑρόντες ὅτι ἡ μὲν κατὰ προαίρεσιν πράττει τὰ αἰσχρά, ἡ ἀκολασία,
ἡ δὲ παρὰ προαίρεσιν, ὅτι μὴ αἱ αὐταί, εἴημεν ἄν δεδειχότες.
ὁμοίως καὶ ὅτι μὴ ταὐτὸν ἐλευθεριότης μεγαλοπρεπείᾳ, δεικνύοιμεν ἄν ἐκ
ἑκάστου διαφοράς, αἷς τῶν ἄλλων διαφέρει, χωρίζειν τε ἄν αὐτὸ ἀπὸ τῶν
ἄλλων δυναίμεθα καὶ τὴν οὐσίαν αὐτοῦ γνωρίζειν. καὶ πρὸς τὴν τῶν γενῶν
δὲ εἰς τὰ εἴδη τομὴν χρήσιμος ἡ τῶν διαφορῶν γνῶσις, ὡς προεῖπον.
ἀλλὰ καὶ πρὸς τὰς ἐνστάσεις τῶν ἐπακτικῶν λόγων. καὶ πρὸς ἄλλα δέ
τινα χρήσιμος ἡ γνῶσις τῶν διαφορῶν, ὧν καὶ αὐτῶν ὀλίγῳ πρότερον ἐμνημονεύσαμεν·
ἀλλὰ τά γε κυριώτατά ἐστιν ἃ αὐτὸς παρέθετο.
Ἡ δὲ τοῦ ὁμοίου θεωρία χρήσιμος πρός τε τοὺς ἐπακτικους
λογους.
Πρὸς τίνα ·χρήσιμος καὶ ἡ τοὺ ὁμοίου θεωρία, λέγει. καί φησιν αὐτὴν
πρός τε τοὺς ἐπακτικοὺς τῶν λόγων εἶναι χρήσιμον, οἳ ναὶ αὐτοὶ
ἐδείχθησαν οἰκεῖοι τῆς διαλεκτικῆς ὄντες, ἔτι δὲ καὶ πρὸς τοὺς ἐξ ὑποθέσεως
συλλογισμούς λέγει δὲ νῦν ἐξ ὑποθέσεως συλλογισμοὺς
τούτους οὓς λέγομεν· ἐξ ὁμολογίας) καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀπόοοσιν.
προς μεν τοὺς ἐπακτικοὺς λογους, οτι δια της τῶν κατὰ μερος
ὁμοιότητος τὸ καθόλου πιστὸν ἐν ταῖς ἐπαγωγαῖς δείκνυται γίνεσθαι· διὰ
γὰρ τοῦ ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων λογικὸν εἶναι καὶ ταύτῃ ὅμοιον
τὸ ὅτι πᾶς ἄνθρωπος λογικὸς ἡ ἐπαγωγὴ δείκνυσιν· ἀλλὰ καὶ ὅτι πᾶν τὸ
γινόμενον ἐξ ἐναντίου γίνεται, ἐκ τοῦ τὸ λευκὸν ἐκ μέλανος γίνεσθαι καὶ
τὸ μουσικὸν ἐξ ἀμούσου καὶ τὸ θερμὸν ἐκ ψυχροῦ· καὶ ἐπὶ τῶν ἄλλων
ὁμοίως. τῇ οὗν ὁμοιότητι τῇ ἑκάστου τὸ καθόλου ἐδείχθη. ἀλλὰ καὶ
ὅτι οὐδὲν τῶν μὴ ἐχόντων πνεύμονα ἀναπνεῖ ἢ τῶν κερασφόρων ἄμφοδόν
ἐστι δι’ ἐπαγωγῆς καὶ τῆς τῶν ὁμοίων παραθέσεως γνώριμον γίνεται.
πρὸς δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς, ὅτι τῷ ὅμοια ἀλλήλοις
εἷναι ἀξιοδμεν, ὃ ἄν ἐφ’ ἑνὸς δειχθῇ, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων δεδεῖχθαι·
οὑ γὰρ ἐν τοῖς τυχοῦσί ὁ ἐξ ὑποθέσεως συλλογισμὸς ἀλλὰ ἐν ὁμοίοις. ὁ
γὰρ ἐξ ὑποθέσεως συλλογισμὸς νῦν λεγόμενος ἐξ ὁμολογίας ἐστίν, ὡς προείρηται·
ὑποθέμενοι γάρ, ὡς ἄν ἐπὶ τοῦδέ τινος δειχθῇ, οὕτως καὶ ἐπὶ τῶν
ἄλλων· τῶν ὁμοίων αὐτῷ ἔσεσθαι δεδειγμένον, ἐπὶ τοῦδέ τινος τὴν δεῖξιν
ἀξιοῦμεν, ὃ ἄν ἐφ’ ἑνὸς αὐτῶν δειχθῇ, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων δεδεῖχθαι,
καὶ δείξαντες ἐπὶ τῶν ἐναντίων φέρε εἰπεῖν, ὅτι ἀδύνατόν ἐστιν αὐτὰ
ἅμα τῷ αὐτῷ ὑπάρχειν, διὰ τοῦ τὰ ἐναντία ἀναιρετικὰ ἀλλήλων εἷναι, τὰ
δὲ ἀναιρετικὰ ἀλλήλων ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, ἡγούμεθα καὶ
ἐπὶ τῶν ἄλλων ἀντικειμένων τὸ αὐτὸ δεδεῖχθαι διὰ τὴν ὁμολογίαν τὴν
προγενομένην ὅτι, ὃ ἐφ’ ἑνὸς τῶν ἀντικειμένων, καὶ ἐπὶ τῶν ἄλλων· ὃ οὐδεὶς
ἄν συνεχώρησεν εἰ μὴ διὰ τὴν ὁμοιότητα αὐτῶν τὴν πρὸς ἄλληλα.
πάλιν ἄν πᾶσαν ψυχὴν θέλοντες ἀθάνατον δεῖξαι λάβωμεν τὸ ἐὰν ἡτισοῦν
ἀθάνατος ψυχὴ δειχθῇ, ὅτι καὶ πᾶσα δι’ ὁμοιότητα, ἔπειτα δείξωμεν ὅτι
ἡ λογικὴ ἀθάνατος, γίνεται ἐξ ὑποθέσεως καὶ πᾶσα δεδειγμένη. ἀλλὰ καὶ
ὅτι πάσα κίνησις ποθὲν ποὶ γίνεται, ἀξιοῦμεν δεδεῖχθαι δείξαντες ἐπὶ τῆς
κατὰ τόπον τοῦτο. πάλιν πρὸς τὴν τῶν ὁρισμῶν εὕρεσίν τε καὶ ἀπόδοσιν
χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία· δυνάμενοι γὰρ συνορᾶν, τί ἐν ἰοῖς διαφέρουσιν
ἀλλήλων ὅμοιόν ἐστι καὶ κοινόν, δυναίμεθ᾿ ἄν τὸ γένος αὐτῶν
λαμβάνειν. τὸ γὰρ τῶν κοινῶν τισιν ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενον
μάλιστα τοῦτό ἐστιν αὐτῶν γένος· ἡ δὲ τοῦ γένους εὕρεσις χρήσιμος πρὸς
τὴν τῶν ὁρισμῶν ἀπόδοσιν. εἰ γὰρ λαβόντες ἵππον καὶ ἄνθρωπον καὶ κύνα
καὶ βοῦν, ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον ζῴων, τὰς ὁμοιότητας αὐτῶν τὰς
πρὸς ἄλληλα ἐκλέξαντες, οἷον ὅτι ἐστὶ σῶμα ἔχοντα καὶ ψυχήν, ἀλλὰ καὶ
χρῶμα, ἀλλὰ καὶ ἐν τόπῳ ἐστίν, ἀλλὰ καὶ αἰσθητικά ἐστιν, ἀλλά καὶ ζῷα,
ἔπειτα πάντων τούτων τὴν σύγκρισιν ποιησόμεθα, ποῖον μάλιστα ὲν τῷ τί
εστιν ἀυτῶν κατηγορειται, ἔχοιμεν ἂν ἀυτῶν το γενος· τῶν γὰρ κοίνων
τισι τὸ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενον ἢ εἶδός ἐστιν ἢ γένος, ἀλλ᾿
ἐπὶ μὲν τῶν ὁμοειδῶν πρόχειρος ἡ τοῦ εἴδους γνῶσις τῷ κατ’ ἀριθμὸν
μόνον ἀλλήλων διαφέρειν τὰ τῷ εἴδει τὰ αὐτά· διὸ οὐδὲ ζητήσεως δεῖται·
ἐπὶ δὲ τῶν ἀνομοειδῶν οὐχ. ὁμοίως ῥᾳδία ἡ τοῦ οὕτως κοινοῦ λῆψις· διὸ
τῶν ἐν τούτοις ὁμοίων τὸ μάλιστα ἐν τῷ τί ἐστι κατηγορούμενον
γένος ἐστί. μάλιστα δὲ εἶπεν ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τὸ γένος, ὅτι
δύνανται καὶ αἱ κοιναὶ διαφοραὶ αὐτῶν φαντασίαν ἀποτελεῖν ὡς ἐν τῶ τί
τῷ τί ἐστ’. κατηγορούμενον οὕτως εἰρῆσθαι ‘τῶν γὰρ κοινῶν τὸ
μάλιστα κοινὸν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον γένος’· καὶ εἴη
ἂν τῷ μάλιστα κοινῷ χωρίζων τὸ γένος ἀπὸ τοῦ εἴδους· ἀμφότερα μὲν γὰρ
ἐν τῷ τί ἐστιν, ἀλλὰ μάλιστα κοινὸν ὃ ἐν πᾶσίν ἐστι καὶ τοῖς πλείοσι.
τὸ μὲν οὗν γένος ἐκ τῆς τοῦ ὁμοίου θεωρίας, αἱ δὲ διαφοραὶ ἐκ τῆς τῶν
διαφορων γνώσεως· ἐκ τουτων δε ὁ ὁρισμὸς.
Oὐ μόνον δέ φησιν ἐν τοῖς μὴ πολὺ διεστῶσι χρήσιμον τὴν τοῦ
ὁμοίου θεωρίαν εἶναι πρὸς τὴν τοῦ γένους αὐτῶν εὕρεσιν ἀλλὰ κα ἐν τοῖς
πολὺ διεστῶσι· καὶ γὰρ καὶ ἐπ’ ἐκείνων τὰ ὅμοια λαβόντες εὕροιμεν
ἂν κοινόν τι ἐν αὐτοῖς γένος, ᾧ προσθέντες τὸ ἴδιον ἑκάστῳ τῶν οὕτως
τινα πρὸς ἄλληλα κατά τινα ἀναλογίαν οὖσαν, τὴν ὁμοιότητα καὶ τὴν
ταὐτότητα αὐτῶν ταύτην λαβόντες ὡς γένος, προσθέντες τούτῳ τὸ ἐν ᾧ
ἢ ἑκάτερον αὐτῶν ἢ ἕκαστόν ἐστι τῶν ἐχόντων ταύ|την τὴν ὁμοιότητα,
εἴημεν ἂν ἕκαστον αὐτῶν ὡρισμένοι. οἷον ταὐτόν ἐστι γλήνη μὲν ὲν
θαλάσσῃ, νηνεμία δ᾿ ἐν ἀέρι· ἑκάτερον γὰρ αὐτῶν ὲν τῷ οἰκείῳ
ἡσυχία ἐστί· τὴν δὲ ἡσυχίαν λαβόντες, ὃ ἦν τῇ τε γαλήνῃ καὶ τῇ νηνεμίᾳ
κοινόν, ταύτῃ προσθέντες τὸ μὲν ἐν θαλάσσῃ γαλήνης ἀποδώσομεν ὁρισμόν,
τὸ δ’ ἐν ἀέρι νηνεμίας. πάλιν ἐπεὶ ταὐτόν ἐστιν ἐν στιγμῇ καὶ
μονάδι ἡ ἀρχή (ὡς γὰρ στιγμὴ ὲν γραμμῇ, οὕτως μονὰς ἐν ἀριθμῷ·
ἀρχὴ γὰρ ἀμφότερα), προσθέντες τῇ ἀρχῇ ἑκατέρου τὸ οὗ ἐστιν ἀρχή,
ὡρισμένοι ἂν αὐτὰ εἴημεν· ἔστι γὰρ στιγμὴ μὲν ἀρχὴ γραμμῆς, μονὰς δὲ
ἀριθμοῦ. ὅλως δὲ ἡ τοῦ ὁμοίου θεωρία οἰκειοτάτη ἐπιστήμῃ τε καὶ πάσῃ
λογικῇ γνώσει· τὸ γὰρ καθόλου δι’ ὁμοιότητος λαμβάνεται, ἡ δὲ τοῦ
καθόλου γνῶσις ἐπιστημονική.
Καὶ τὰ μέν ὄργανα, δι’ ὧν οἱ συλλογισμοί, τὰ εἰρημένα τέσσαρα.
ἑξῆς δὲ προτίθεται τοὺς τόπους παραδιδόναι ἀφ’ ὧν αἱ ἀφορμαὶ
τῶν ἐπιχειρημάτων, πρὸς οὓς χρήσιμα τὰ ἐν τῷδε τῷ βιβλίῳ προειρημένα
τε καὶ προτετεχνολογημένα.
’Ev τῷ πρώτῳ τῶν τοπικῶν εἰπὼν περὶ ὧν. ἦν ἀναγκαῖον εἰπεῖν πρὸ
τῆς τῶν τόπων παραδόσεως ταῦτα δὲ ἢν τίς τέ ἐστιν ἡ πρόθεσις ἡ κατὰ
τὴν πραγματείαν, καὶ τί ἐστι συλλογισμός, καὶ τίνες αὐτοῦ διαφοραί, καὶ
τίνι τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικὸς διαφέρει, καὶ τί ποτέ ἐστι τὸ
ἔνδοξον), ὑποθέμενος δὲ καὶ πῶς δεῖ καὶ τὸ ἐν τοῖς τοιούτοις λόγοις ἀπαιτεῖν
ἀκριβές, εἰπὼν δὲ καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία,
ἔτι δὲ δηλώσας τί τὸ ἐν αὐτῇ τέλειον, καὶ μετὰ ταῦτα εἰπὼν ἐν τίσιν
αὐτῇ τὸ εἶναι, ὅτι ἐν προβλήμασί τε καὶ προτάσεσι καὶ τοῖς ὀργάνοις δι’
ὧν οἷόν τε εὐπορεῖν τῶν τοιούτων συλλογισμῶν, ἐπὶ τούτοις πρῶτον μὲν
περὶ τῶν προτάσεων τε καὶ τῶν προβλημάτων ἐποιήσατο τὸν λόγον κοινῶς,
καὶ δείξας ὅτι κατὰ τὸ ὑποκείμενον ἕν ἐστι ταύτα, ὡσπεροῦν καὶ τὸ συμπέρασμα
καὶ τὸ λῆμμα πάντα γὰρ ταῦτα τῷ γένει προτάσεις, τό τε πρόβλημα
καὶ ἡ πρότασις καὶ τὸ λῆμμα καὶ τὸ συμπέρασμα, κατὰ τὸν τρόπον τῆς
ἐκφοράς καὶ τὴν ποιὰν σχέσιν τὴν πρός τινα ἰὴν διαφορὰν ἔχοντα), ἔπειτα
εἰπὼν πόσα γένη τῶν προβλημάτων ἐστὶ καὶ τῶν προτάσεων, καὶ δείξας
ὅτι τέσσαρα καὶ τίνα, περὶ ἑκάστου αὐτῶν τί ἐστιν εἶπεν. εἰπὼν δὲ καὶ
περὶ τῶν οἰκείων τε καὶ παρακειμένων ἑκάστῳ αὐτῶν, ἃ δι’ ὁμοιότητα
συντάσσεται αὐτοῖς, ἀλλὰ καὶ δι’ ὅ τι τοσαῦτα τὰ γένη δείξας καὶ δι’ ἐπαγωγῆς
καὶ διὰ συλλογισμοῦ, μετὰ ταῦτα διαίρεσιν ἐποιήσατο τοῦ ταὐτοῦ,
ἐπεί ἐστί τινα καὶ ἀπὸ ταὐτοῦ προβλήματα τοῖς ὁρικοῖς συντασσόμενα. εἶτα
ἐπαγωγὴ ὥσπερ καὶ ὁ συλλογισμός, μετὰ ταῦτα τίνα ἐστὶ καὶ πόσα τὰ
ὄργανα, δι᾿ ὧν οἷόν τε εὐ·πορεῖν τῶν διαλεκτικῶν λόγων, εἶπε, καὶ περὶ
ἑκάστου αὐτῶν ἰδίᾳ διεξελθὼν ἔδειξε καὶ· τὸ ἀφ’ ἑκάστου αὐτῶν χρήσιμον
πρὸς τὴν διαλεκτικήν. περὶ τούτων ποιησάμενος ἐν τῷ πρώτῳ τῶν Τοπικῶν
τὸν λόγον ὡς ἀναγκαίων γνωρίζεσθαι πρὸς τὴν τῶν παραδοθησομένων
τόπων χρῆσιν. ἐν τῷ δευτέρῳ τῆς τῶν τόπων τῶν πρὸς ἕκαστον πρόβλημα
χρησίμων παραδόσεως ἄρχεται. ἔστι δὲ ὁ τόπος ἀρχὴ καὶ ἀφορμὴ ἐπιχειρήματος·
ἐπιχείρημα δὲ καλοῦσι τὸν διαλεκτικὸν συλλογισμόν. διὸ καὶ
ὁρίζεται ὁ Θεόφραστος τὸν τόπον, ὡς ἤδη ἡμῖν ἐν τοῖς πρώτοις εἴρηται,
οὕτως· ‘‘τόπο·ς ἐστὶν ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ
ἕκαστον ἀρχάς, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος”.
οἷον τόπος ἐστὶν εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπάρχει, καὶ τῷ
ἐναντίῳ τὸ ἐναντίον᾿· οὗτος γὰρ ὁ λόγος καὶ ἡ πρότασις αὕτη τῷ μὲν
καθόλου ὥρισται ὅτι γὰρ περὶ ἐναντίων καθόλου λέγεται, δηλοῖ), οὐκέτι
μέντοι, εἰ περὶ τῶνδε ἢ τῶνδε τῶν ἐναντίων λέγεται, ἔστιν ὡρισμένον ἐν
αὐτῷ. οὐ μὴν ἀλλ’ ἀπ’ αὐτοῦ ὁρμωμένους ἔστιν ἐπιχειρεῖν περὶ ἑκάστου
τῶν ἐναντίων· εἰ μὲν γὰρ ζητοῖτο περὶ ἀγαθοῦ εἰ ὠφελεῖ, ληψόμεθα
ἀπὸ τοῦ προκειμένου τόπου ὁρμώμενοι προσεχῆ πρότασιν τῷ προκειμένῳ
προβλήματι τὴν εἰ τὸ κακὸν βλάπτει, τὸ ἀγαθὸν ὠφελεῖ’· παρὰ γὰρ τοῦ
προκειμένου τόπου τό τε εἶναι τῇδε τῇ προτάσει καὶ τὸ πιστὸν ὑπάρξει.
εἰ δὲ εἴη ζητούμενον πότερον τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως,
πάλιν οἰκείαν καὶ προσεχῆ τούτῳ τῷ προβλήματι πρότασιν. ληψόμεθα ἀπὸ
τοῦ προκειμένου τόπου τὴν ‘εἰ τὸ μέλαν χρῶμα συγκριτικόν ἐστιν ὄψεως,
καὶ τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως᾿. ἀλλ’ εἰ καὶ περὶ ἡδονῆς
ζητοῖτο εἰ ἀγαθόν, ληφθήσεται πρότασις ἀπὸ τοῦ προκειμένου τόπου ἡ
λέγουσα ‘εἰ ἡ λύπη κακόν, ἡ ἡδονὴ ἀγαθόν᾿. πάντα γὰρ ταῦτά τε καὶ τὰ
τοιαῦτα δυνάμει τε καὶ ἀορίστως ἐν τῷ προκειμένῳ περιέχεται τόπῳ. πάλιν
τόπος μὲν ἓν περὶ δύο ‘εἰ τὸ μᾶλλόν τινι δοκοῦν ὑπάρχειν μὴ ὑπάρχει,
ἔστι γὰρ καὶ ἐπὶ χρώματος λαβεῖν τὸ μᾶλλόν τε καὶ ἧττον καὶ ἐπὶ χυμοῦ
καὶ ἐπὶ ἀγαθοῦ. ἔστι μέντοι πρὸς ἕκαστον τῶν τῷ μᾶλλόν τε καὶ ἧττον
προσχρῆσθαι δυναμένων προβλημάτων ὁρμωμένους ἀπὸ τοῦ προειρημένου
τόπου οἰκείων εὐπορεῖν προτάσεων. ζητουμένου γάρ, ἂν οὕτω τύχῃ, πότερον
ὁ πλοῦτος ἀγαθὸν ἢ οὓ, βουλόμενός τις ὅτι μὴ ἀγαθὸν δεῖξαι ὁρμώμενος
ἀπὸ τοῦ προειρημένου τόπου λήψεται προσεχῆ προιᾶσιν τῷ προκειμένῳ,
δι’ ἧς ὅτι μή ἐστιν ἀγαθὸν συλλογιεῖται. εἰ γὰρ ἡ ὑγεία μᾶλλον
οὖσα τοῦ πλούτου ἀγαθὸν μή ἐστιν ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν ἂν
εἴη· ἧς ληφθείσης προτάσεως, εἰ προσληφθείη τις πρότασις ἡ λέγουσα ὅτι
μή ἐστιν ἡ ὑγεία ἀγαθὸν διὰ τὸ φέρε εἰπεῖν γενέσθαι τισὶ πρὸς κακοῦ μηδὲν
δὲ ἀγαθὸν αἴτιον γίνεσθαι κακοῦ, εἴη ἂν κατὰ τὸν προκείμενον τόπον
δεδειγμένον ὅτι μὴ ἀγαθὸν ὁ πλοῦτος.
Ποιεῖται δὲ πρώιην τῶν τόπων τὴν τῶν πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος
προβλήματα παράδοσιν, ὅτι τε κοινότερον τοῦτο καὶ κατὰ τοῦτο πρῶτον
τὸ γὰρ ὑπάρχον πᾶσιν ὑπάρχει) οὕτω τε τεταγμένη γίνεται καὶ διακεκριμένη
ἡ τῶν τόπων παράδοσις. ἔστι γὰρ συμβεβηκός, ὡς εἷπεν ἐν τῷ
πρὸ τούτου, ὃ “μήτε γένος ἐστὶ μήτε ὅρος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι”.
ἀλλὰ μὴν τὸ ὑπάρχειν καὶ τοῖς ἄλλοις παρακολουθεῖ· οὔτε γὰρ γένοςοὔτε
ἴδιον οὔτε ὅρον οἷόν τε εἶναί τινος μὴ ὑπάρχοντα αὐτῷ. διὸ ἀναιρουμένου
τοῦ ὑπάρχοντος, ᾧ τὸ συμβεβηκὸς ὁρίζεται, ἀναιρεῖται καὶ τῶν
ἄλλων ἕκαστον· οὐκέτι μέντοι ἐκείνων τινὸς ἀναιρουμένου συναναιρεῖται τὸ
συμβεβηκός. ὥστε πρῶτον τῇ φύσει κατὰ τοῦτο τῶν ἄλλων τὸ συμβεβηκός.
ἔτι καὶ διότι ἀπὸ τοῦ συμβεβηκότος αὐτῷ τῆς τῶν τόπων ἀρχομένῳ
παραδόσεως ἔμελλε τεταγμένη τε γίνεσθαι καὶ διακεκριμένη ἡ τῶν τόπων
παρ.άδοσις, ὡς ἄλλους μὲν εἶναι τοὺς πρὸς τὸ συμβεβηκὸς ἄλλους δὲ τοὺς
πρὸς τὸ γένος ἄλλους δὲ τοὺς πρὸς τὸ ἴδιον καὶ ἄλλους τοὺς πρὸς τὸν ὁρισμόν.
εἰ γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τὴν ἀρχὴν τῆς τῶν τόπων παραδόσεως
ἐποιεῖτο, ἐπειδὴ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ τί ἦν εἶναι σημαίνειν, ἀλλὰ
πρῶτον μὲν ὑπάρχειν ἐκείνω οὗ ἐστιν ὁρισμός, ἔπειτα καὶ ἐν τῷ τί ἐστιν
αὐτοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἀντικατηγορεῖσθαι αὐτοῦ, ἀναγκαίως ἂν καὶ
ὅτι ἐν τῷ τί ἐστι κατηγορεῖται, οἳ πάλιν εἰσὶν οἰκεῖοι τῶν γενικῶν
προβλημάτων, ἀλλὰ καὶ τῶν δεικνύναι δυναμένων ὅτι ἀντικατηγορεῖται, οἳ
τῶν ἀπὸ τοῦ ἰδίου προβλημάτων εἰσὶν οἰκεῖοι. οὕτως τε καὶ τοὺς τῶν
ἄλλων προβλημάτων οἰκείους τόπους ὁρικοὺς ἄν ἔλεγε, πάλιν τε περὶ ἐκείνων
λέγων καὶ μνη|μονεύων αὐτῶν τοὺς μὲν ἀπὸ τοῦ γένους ἔλεγεν ἄν
αὐτῶν τοὺς δὲ ἀπ’ νοῦ τινός, ὡς γίνεσθαι τοὺς αὐτοὺς πλειόνων οἰκείους.
νῦν δὲ ἀρχόμενος ἀπὸ τοῦ συμβεβηκότος, ὃ κοινότατόν τέ ἐστι καὶ ἁπλούστατον,
τοὺς μεν πέρι του ὑπάρχειν ἡ μὴ ὑπάρχειν τόπους ὡς ιοιους του
συμβεβηκότος παραδίδωσιν· ἑξῆς δὲ μνημονεύων τῶν πρὸς τὸ γένος, ὅσοι
παρὰ τὸ ὑπάρχειν περιττεύουσιν ἐν τῷ γένει, τούτους ὡς ἰδίους τοῦ γένους
παραδίδωσι, καὶ ὅσοι πάλιν παρὰ τὸ γένος ἐν τῷ ἰδίῳ, ὡς οἰκείους τοὺ
ἰδίου, καὶ ὅσοι παρὰ τοῦτο ἐν τῷ ὁρισμῷ, πρὸς τοὺς ὁρισμούς.
Ἄρχεται μὲν οὖν διὰ ταῦτα ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων.
πρῶτον δὲ διαίρεσίν τινα τῶν· προβλημάτων ποιεῖται, ἥτις δύναται μὲν γένεσθαι
καὶ ἐπὶ τῶν ἄνων, μάλιστα δέ ἐστιν ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος.
ἔστι δὲ ἡ διαίρεσις ὅτι τῶν προβλημάτων τὰ μέν ἐστι
καθόλου τὰ δ’ ἐπὶ μέρους. ἐπὶ μὲν γὰρ τῶν ἄλλων γενῶν τῶν προβλημάτων,
κἄν ἐπὶ μέρους τι ληφθῇ ὡς ἀληθὲς καθ’ αὑτό, ἀλλ’ οὖν κἀκεῖνο
καθόλου τι ὲν αὑτῷ ἔχει· ὁ γὰρ λέγων τινὸς ἐμψύχου τὸ ζῷον γένος ὄτι
ἐπὶ μέρους μὲν λέγει, δῆλον, ἀλλὰ τὸ ‘τί τοῦτο’ οὐκ ἄτομόν ἐστιν ἀλλὰ
καθόλου· ἐπὶ δὲ τῶν συμβεβηκότων καὶ τὸ ἐν μέρει τὸ ὡς ἄτομον ἀληθὲς
λαμβάνεται καθ’ αὑτό. ἐν μὲν γὰρ τοῖς ἀπὸ τῶν ἄλλων γενῶν προβλήμασι
πάντα καθόλου τὰ προβλήματα † ἀλλήλοις δύναται λαμβάνεσθαι· οὕτε
γὰρ γένος οὔτε ὅρος οὔτε ἴδιον τινὶ μὲν ἀτόμῳ ὑπάρχει τῶν ὁμοειδῶν τινὶ
δὲ οὔ, ἀλλ᾿ ἢ πᾶσιν ἢ οὐδενί. τὸ δὲ συμβεβηκὸς μόνον οἷόν τε τινὶ μὲν
ὑπάρχειν ὡς ἀτόμῳ τινὶ δὲ μή, οἷον τὸ λευκὸν ἢ τὸ μουσικὸν ἀνθρώπῳ
ἢ τῶν ἄλλων τι τῶν συμβεβηκότων αὐτῷ· τὶς μὲν γὰρ ἄνθρωπος μουσικός,
τὶς δὲ οὔ. διὰ δὲ τῆς διαιρέσεως ταύτης τὴν τάξιν τῆς παραδόσεως
τῶν τόπων λήψεται. ποιησάμενος γὰρ τὴν προειρημένην διαίρεσιν πρῶτον
μὲν δείξει ὅτι μὴ δεῖ πάντων ἰδίους τινὰς τόπους ζητεῖν· τοὺς ἀνασκευ-
αστικοὺς ἢ κατασκευαστικοὺς τῶν ἐπὶ μέρους· οἱ γὰρ τὰ καθόλου κατασκευὐπάρχοντος
τε καὶ ἀνασκευαστικά, λήψεται ὅτι δεῖ ἀπὸ τῆς τῶν
καθόλου δεικνύν·των τόπων παραδόσεως τὴν ἀρχὴν ποιεῖσθαι, διότι συγκατασκευάζει
ταῦτα καὶ τὰ ἐπὶ μέρους καὶ ἔστι χρήσιμα καὶ πρὸς τὴν
ἐκείνων κατασκευήν. πάλιν δὲ ἐπεὶ τῶν κοινῶν τε καὶ καθόλου οἱ μὲν
κατασκευαστικοί εἰσιν οἱ δὲ ἀνασκευαστικοί ὅτι δεῖ ἀπὸ τῶν ἀνασκευαστικῶν
ἄρχεσθαι, λήψεται ἐκ τοῦ τὰ μὲν προβλήματα τοὺς τιθέντας ἐν τῷ
ὑπάρχειν τε καὶ καταφατικῶς τιθέναι, προκεῖσθαι δὲ τοῖς διαλεγομένοις τὸ
ἀντικείμενον τῶν τιθεμένων δεικνύναι· ἀντίκειται δὲ τῷ καταφατικῷ τὸ
ἀποφατικόν. τῷ οὖν χρησιμωτέρους καὶ ἀναγκαιοτέρους εἶναι τοὺς καθόλου
ἀνασκευαστικοὺς τοῖς διαλεκτικοῖς ἀπὸ τούτων ἄρξεται.
Ἔστι δὲ τῶν προβλημάτων τὰ μὲν καθόλου τὰ δὲ ἐπὶ
μέρους.
Προβλήματα νῦν ἔοικε λέγειν οὐ τὰ προτεινόμενα (ἐκεῖνα γὰρ τὴν
ἀντίφασιν περιέχει), ἀλλὰ τὰ ὡρισμένα ἤδη κατὰ τὸ ἕτερον μέρος τῆς
ἀντιφάσεως, πρὸς ἃ ·δεῖ ἀεὶ εὐπορεῖν ἐπιχειρημάτων. ὡς γὰρ τῶν προτάσεων
αἱ μέν εἰσιν ἐν ἐρωτήσει τὴν ἀντίφασιν περιέχουσαι, αἱ δὲ ἤδη ὡς
συλλογισμοῦ μέρη λαμβάνονται θάτερον μέρος οὖσαι τῆς ἀντιφάσεως αὗται
γάρ εἰσιν αἱ ἔνδοξοι, οὐχ αἱ ἐρωτήσεις ἀλλ’ αἱ ἤδη συγκεχωρημέναι τε
καὶ κείμεναι, δι’ ὧν ὁ διαλεκτικὸς συλλογισμός), οὕτως καὶ τῶν προβλημάτων
τὰ μέν ἐστιν ὡς προβαλλόμενα τὰ δὲ ὡς ὡρισμένα ἤδη, περὶ ὧν
νυν λέγει. καθόλου δὲ νῦν λέγει ἃ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας “καθόλου
ὡς καθόλου”. τὸ ἆν γὰρ κοινὸν πᾶν καθόλου, κἂν ἀδιορίστως λέγηται·
τὸ δὲ τοιοῦτον καθόλου τῷ καθ’ ἕκαστον ἀντιδιαιρεῖται· οἷον καθόλου
μὲν ἄνθρωπος, καθ’ ἕκαστον δὲ Καλλίας. ὡς καθόλου δὲ τὸ καθόλου
λέγεται, ὅταν τῷ καθόλου τὸ ‘πᾶς’ ἢ ‘οὐδεὶς’ προστεθῇ· οἷον πᾶς ἄνθρωπος
δίπους, οὐδεὶς ἄνθρωπος πτηνός. τὰ οὕτω λεγόμενα νῦν ἀπλῶς
καθόλου λέγει, οἷς ἀντιδιαιρεῖται τὰ ἐπὶ μέρους καὶ αὐτὰ περὶ τὰ καθόλου
γινόμενα, ὡς τὸ ‘τὶς ἄνθρωπος μουσικός ἐστιν’, ‘οὐ πᾶς ἄνθρωπός
ἐστι μουσικός᾿.
Ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά.
Χρήσιμα | καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους κατασκευήν καὶ ἀνασκευήν.
καὶ ὅτι οὐ δεῖ ἰδίους πάντως τινὰς τόπους πρὸς τὰ ἐπὶ μέρους ζητεῖν
προβλήματα, πάλιν δείκνυσιν· οἱ γὰρ τόποι, φησίν, ἀφ’ ὧν ἢ καθόλου
τι κατασκευάσομεν ἢ καθόλου ἀνασκευάσομεν, κοινοὶ πρὸς ἀμφότερά εἰσι
τὰ γένη τῶν προβλημάτων, γένη τῶν προβλημάτων λέγων νῦν τό τε
καθόλου καὶ τὸ ἐπὶ μέρους. λέγει δὲ τοῦτο, ἐπειδὴ ποιήσεται τὴν παράδοσιν
τῶν τόπων ἀπλῶς τε καὶ καθόλου, οὐ προσθεὶς τὸ ἐν μέρει ἢ τινί.
ἵνα οὖν ᾖ γνώριμον ὅτι οἱ αὐτοί, κἄν ἐπὶ μέρους τι ᾗ πρόβλημα, χρήσιμοι
ἡμῖν ἔσονται, προλέγει περὶ αὐτοῦ. ἐρεῖ δὲ τὸ αὐτὸ τοῦτο φανερώτερον
ἔτι καὶ ἐν τῷ τρίτῳ ἐπὶ τέλει. τὰ μὲν οὖν καθόλου κατασκευαστικὰ καὶ
πρὸς τὸ καθόλου καταφατικὸν πρόβλημα καὶ πρὸς τὸ ἐπὶ μέρους καταφατικὸν
χρήσιμα, τὰ δὲ καθόλου ἀνασκευαστικὰ πάλιν πρός τε τὸ καθόλου
ἀποφατικὸν καὶ πρὸς τὸ ἐπὶ μέρους. οὐ γὰρ μόνα τὰ καθόλου καταφατικὰ
προβλήματα διὰ τῶν καθόλου ὑπάρχειν συναγόντων τόπων δείκνυται
ἀλλὰ καὶ τὰ ἐπὶ μέρους καταφατικά. ὁ γὰρ δείξας, ὅτι πᾶς ἄνθρωπος
ἀναπνεῖ, καὶ ὅτι τὶς δέδειχε· καὶ χρήσαιτ’ ἄν τις, προκειμένου δεῖξαι ὅτι
τὶς ἡδονὴ ἀγαθόν, τῇ καθόλου δείξει ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· δείξας γὰρ
ὅτι πᾶσα εἴη ἄν καὶ ὅτι τὶς δεδειχώς. ὁμοίως καὶ ὁ μηδενὶ ἀνθρώπῳ
δείξας ὑπάρχον τὸ τετράπουν ἢ μηδεμιᾷ ἡδονῇ τὸ ἀγαθὸν καὶ ὅτι οὐ πάσῃ
δεδειχὼς ἄν εἴη. οὐ μὴν ἀνάπαλιν· οὔτε γὰρ ὁ τινὶ δείξας ἔδειξε καὶ
παντί, οὔτε ὁ τινὶ μὴ καὶ μηδενί. σημειωτέον δὲ ὅτι τὰ καθόλου κατασκευαστικὰ
καὶ ἀνασκευαστικὰ χρήσιμά <φησιν> εἶναι πρὸς ἀμφότερα
τὰ γένη τῶν προβλημάτων. ἀλλ’ οὐ τὰ τοῦ καθόλου ἀνασκευαστικά. οὐ
γὰρ ὁ δείξας, ὅτι μὴ πᾶσα ἡδονὴ ἀγαθόν, ἀνῄρηκε καὶ τὸ τινὰ εἶναι ἀγαθόν,
καίτοι τὸ καθόλου ἀνεσκεύασεν. ἀλλ’ οὐδὲ ὁ τὸ μηδεμίαν ἡδονὴν
ἀγαθὸν εἶναι ἀνασκευάσας διὰ τοῦ δεῖξαι τινὰ ἤδη ἀνῄρηκε καὶ τὸ τινὰ
μὴ εἶναι ἀγαθόν· ἀνασκευάζεται γὰρ τὸ μηδεμίαν προσεχῶς ὑπὸ τοῦ τινά,
οὗ κειμένου οὐκ ἀναιρεῖται τὸ τινὰ μὴ εἶναι ἡδονὴν ἀγαθόν, ὥσπερ οὐδὲ
πρῶτα, πρῶτόν φησι δεῖν περὶ τῶν καθόλου τόπων λέγειν, καὶ ἐπεὶ τῶν
καθόλου τὰ μὲν κατασκευαστικὰ τὰ δὲ ἀνασκευαστικὰ τῶν πραγμάτων],
x003E; πάλιν ἐν τοῖς καθόλου φησὶ δεῖν λέγειν περὶ τῶν ἀνασκευαστικῶν·
πάλιν γὰρ ταῦτα τῶν τὸ καθόλου καταφατικὸν δεικνύντων χρησιμώτερα τῷ
διαλεκτικῷ. ἐπεὶ γάρ, ὡς ἐμνημόνευσα ἤδη, τὰς θέσεις καὶ τὰ προβλήματα
ὡς ἐπὶ τὸ πλεῖστον καταφατικὰ κομίζουσιν οἱ διαλεγόμενοι, πρόκειται δὲ
τῷ διαλεκτικῷ ἀνασκευάζειν τὸ τιθέμενον καὶ εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν
(τοιαύτη γὰρ ἡ ἐν τοῖς λόγοις γυμνασία), δῆλον ὡς τὸ καταφατικὸν
ἀποφατικῶς ἀνασκευάζοιτο ἄν. τὸ μὲν οὖν ἀποφατικὸν τοῦ καταφατικοῦ
πρῶτον, διότι πολὺ χρησιμώτερον τῷ διαλεκτικῷ, τὸ δὲ καθόλου ἀποφατικὸν
τοῦ ἐπὶ μέρους, διότι κοινὸν τὸ καθόλου καὶ πρὸς τὸ ἐπὶ μέρους.
ὅτι δὲ οἰκειότερον τῷ διαλεκτικῷ τὸ ἀνασκευάζειν τοῦ κατασκευάζειν, ἐν
τῷ πρώτῳ τῶν ἐπιγραφομένων Εὐδημείων ἀναλυτικῶν λέλεκται ἐπιγράφεται
δὲ τὸ αὐτὸ καὶ Εὐδήμου Ὑπὲρ τῶν ἀναλυτικῶν), ἐν οἷς οὕτως λέγεται,
ὅτι “ὁ διαλεκτικὸς ἃ μὲν κατασκευάζει μικρά ἐστιν, τὸ δὲ πολὺ τῆς δύνα.
μεως αὐτοῦ πρὸς τὸ ἀναιρεῖν τί ἐστι’’. θέσιν δὲ τὸ πρόβλημα κοινότερον
λέγει.
Ἔστι δὲ χαλεπώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν.
Τὸ μὲν χαλεπώτατον λέγοι ἄν, ὅτι μὴ ἁπλοῦν μηδὲ πρόχειρον
ὡς ἐπὶ τῶν ἄλλων. ἀντιστροφὴν δὲ νῦν ἄλλην λέγει παρὰ τὰς εἰρημένας
ἐν τοῖς Ἀναλυτικοῖς· ἐκείνων γὰρ ἦν ἡ μὲν κατὰ τοὺς ὅρους ἡ δὲ κατὰ
τὸ καταφατικόν τε καὶ ἀποφατικόν, ὡς αἱ ἐνδεχόμεναι ἀντέστρεφον. ἣν
δὲ νῦν λέγει, κατὰ τοὔνομά ἐστι· τὸ γὰρ τῷ τοῦ ὑπάρχειν τινὶ κει-
μένου ὀνόματι τὸ ὑποκείμενον καλεῖν ἀντιστρέφειν λέγει. οἷον τὸ ‘ζῷον
ὑπάρχει ἀνθρώπῳ’ ἀντιστρέφοντες λέγομεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿· ὃ
γὰρ ἐλάβομεν ὑπάρχειν τῷ ὑποκειμένῳ, τοῦτο τὸ‘ ὑποκείμενον εἶναι λέγομεν.
εἴη δ’ ἄν ἀντιστροφὴ τοῦτο καθ’ ὅσον πρῶτον ἀπὸ τοῦ κατηγρουμένου
ἀρχόμενοι μετὰ ταῦτα ἀπὸ τοῦ ὑποκειμένου τὴν ἀρχὴν
ποιούμεθα. ὅταν οὖν οὕτω μεταλαμβανόντων ἡμῶν ἀληθὲς ᾖ τὸ λέγειν
ἢ τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν
εἶπεν· ὀνομάζεται γὰρ τὸ ὑποκείμενον τῷ τοῦ κατηγορουμένου ὀνόματι ὡς
οἰκείῳ ἐν τῇ τοιαύτῃ ἀντιστροφῇ. ἐφ’ ὧν δὲ μηκέτι τοῦτο ἀληθές, ταῦτα
δὲ οὐκ ἀντιστρέφει ταύτην τὴν ἀντιστροφὴν τὴν κατὰ τοὔνομα. τὰ μὲν οὖν
ὡς γένη ὑπάρχοντά τισιν ἢ ὡς ὁρισμοὶ ἢ ὡς ἴδια ἀντιστρέφει· οὗ γὰρ
γένος τὸ ζῷον, τοῦτο ζῷόν ἐστι, καὶ οὗ ὁρισμὸς τὸ ζῷον πεζὸν δίπουν
ἐστὶ, τοῦτο ζῶον πεζὸν δίπουν ἐστί, καὶ οὗ ἴδιον τὸ γελαστικόν ἐστι, τοῦτο
γελαστικόν ἐστι. διό, εἰ τὸ κατ’ ἐκείνων τι κείμενον ὑπάρχειν μὴ ἀντιστρέφοι,
οὐδ᾿ ἂν ὑπάρχοι οὕτως ὡς ὑπάρχειν ὑπάρχειν οὐκέτι δὲ τοῦτο
ἁπλῶς ἐπὶ τοῦ συμβεβηκότος ἀληθές. οὐ γάρ, εἴ τινι τὸ λευκὸν ὑπάρχει,
τοῦτο πάντως ἤδη καὶ λευκόν ἐστιν· ἀλλ᾿ οὐδ’, εἰ μὴ λευκὸν εἰπεῖν ἔστιν,
ἤδη καὶ οὐχ ὑπάρχει τὸ λευκὸν αὐτῷ· ὥστε οὐχ οἷόν τε τούτῳ χρωμένους
ἀνασκευάζειν τὸ συμβεβηκός. αἴτιον δὲ τούτου, ὅτι τὸ συμβεβηκὸς κατά
τι ὑπάρχειν τινὶ δύναται, ᾧ δὲ μὴ ὅλῳ ἀλλὰ κατά τι ὑπάρχει τι καὶ
πῄ, τοῦτο οὐκ ἔστιν ἁπλῶς ὀνομάσαι τῷ τοῦ ὑπάρχοντος οὕτως αὐτῷ ὀνόματι·
οὐ γὰρ τὸ κατά τι μέλαν ἤδη καὶ μέλαν, οὐδὲ τὸ κατά τι λευκὸν
ἤδη καὶ λευκόν· ὁ γοῦν Αἰθίοψ κατά τι ὢν λευκός κατὰ γὰρ τοὺς ὀδόντας)
οὐκ ἔστι λευκός. τοῦτο δὲ τὸ πῄ ὑπάρχειν ἐπὶ μόνου τοὺ συμβεβηκότος
χώραν ἔχει· οὔτε γὰρ τὸ γένος οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ἴδιον τὸ κυρίως
λεγόμενον πῄ τινι ὑπάρχειν οἷά τε, ὥσπερ οὐδ᾿ ἐν μέρει τινὶ καὶ ἀτόμῳ
μόνῳ. ὥστε, εἰ τὸ πᾐ ὑπάρχειν τῷ ὑποκειμένῳ αἴτιον τοῦ μὴ ἀντιστρέφειν,
μόνον δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ συμβεβηκότος, ἐπὶ μόνου ἄν τοῦ
συμβεβηκότος εἴη ἀληθὲς τὸ μὴ ἀεὶ ἀντιστρέφειν· οὐ γὰρ ἔτι τὸ ὑποκείμενον
ἔσται τοῦτο εἷναι εἰπεῖν τὸ συμβεβηκὸς πῄ καὶ μὴ ἀπλῶς ὑπάρχον.
οὐκ ἀναιρεῖται δὴ τὸ x003E; τινι ὑπὸ τοὐ μὴ ἀντιστρέφειν· οὐ
γάρ, εἰ μὴ ἀντιστρέφει, διὰ τοῦτο οὐδὲ συμβέβηκεν. ἀλλ’ οὐδὲ δείκνυται τὸ
ὑποκείμενον ὀνομαζόμενον τῷ τοῦ συμβεβηκότος ὀνόματι, ἄν δειχθῆ αὐτῷ
συμβεβηκός. μέλλων δὲ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων τὴν παράδοσιν
ποιεῖσθαι, τίν ἴδιά ἐστιν αὐτῶν] παρὰ τὰ ἄλλα προβλήματα τῶν ἀπὸ
τὸν προειρημένον τρόπον τῆς ἀντιστροφῆς πάντα τὰ ἀπὸ τοὐ συμβεβηκότος
προβλήματα. τοῦτο δὲ γνωρίζομεν ὂν χρήσιμον πρὸς τὰς ἐπιχειρήσεις· ὁ
μὲν γὰρ· δείξας, ὅτι οὐκ ἔστιν ὁ ἄνθρωπος ζῷον ἡ ζῷον λογικὸν θνητὸν
ἢ γελαστικόν, ἔδειξεν ἅμα καὶ ὅτι οὔτε γένος οὔτε ὅρος οὗτε ἴδιον ἦν αὐτοῦ
τὸ ἀποδιδόμενον· ἀντέστρεφε γὰρ ἄν. ὁ δὲ δείξας, ὅτι μή ἐστι λευκὸς
ὁ ἄνθρωπος ἢ μέλας ἤ τι ἄλλο τῶν συμβεβηκότων αὐτῷ, οὐκ ἤδη
καὶ τὸ συμβεβηκέναι τι τούτων αὐτῷ ἀνῄρηκε. δύναται γάρ τι αὐτῶν πῄ
καὶ κατά τι συμβεβηκέναι αὐτῷ· ἐν γὰρ τῷ συμβεβηκότι ὥσπερ τὸ καθόλου
καὶ ἐν μέρει οὕτω καὶ τὸ ἁπλῶς καὶ πῄ. ἔστι δὲ ἀναλογίαν τινὰ ἔχον τὸ
μὲν ἁπλῶς πρὸς τὸ καθόλου τὸ δὲ πῄ πρὸς τὸ ἐπὶ μέρους, ἅ ἐστιν ἀμφότερα
ἐν τῷ συμβεβηκότι, ὡς καὶ αὐτὸς μνημονεύσει· τὸ γὰρ πῄ καὶ μὴ
καθόλου. ἀντίκειται μὲν x003E; τῷ πῄ τὸ ἁπλῶς, ὥσπερ καὶ τῷ ἐπὶ
μέρους τὸ καθόλου· ὁ δὲ τῷ πὴ τὸ καθόλου ἀντέθηκεν ὡς ἔχον ὁμοιότητά
τινα πρὸς τὸ ἁπλῶς. κατά τι δὲ ἄν δικαιοσύνη τινὶ ὑπάρχοι, ὡς εἶπεν,
εἰ ἐκ φύσεως ἔχοι πρὸς τὴν ἕξιν ταύτην ἐπιτηδείως· ὁμοίως καὶ εἰ ἐξ ἔθους
μόνου περί τινα τῶν δικαίων ἐπιρρεπῶς ἔχοι· οὐδέπω γὰρ ἁπλῶς ὁ
τοιοῦτος δίκαιος καίτοι ὑπαρχούσης αὐτῷ δικαιοσύνης τινός.
Διορίσασθαι δὲ δεῖ καὶ τἀς ἁμαρτίας τὰς ἐν τοῖς προβλήμασιν,
ὅτι εἰσὶ διτταί, ἢ τῷ ψεύδεσθαι ἢ τῷ παραβαίνειν
ἰὴν κειμένην λέξιν.
ἐζητήθη πῶς οἷόν τε λέγειν πρόβλημα ψευδές· εἰ γὰρ πὰν πρόβλημα
τὴν ἀντίφασιν περιέχει, πῶς ἄν εἴη τὸ ψεύδεσθαι ἢ τὸ ἀληθεύειν ἐν τοῖς
προβλήμασι; μήποτ’ οὖν πρόβλημα, ὡς προεῖπον ἤδη, οὐ τὸ προτεινόμενόν
τε καὶ προ|βαλλόμενον ἔτι λέγει ἀλλὰ τὸ ὡρισμένον ἤδη καὶ κείμενον,
ὡρίσθαι καὶ γνωρίμους εἶναι πρὸ τῆς τῶν τόπων παραδόσεως.
ἐπεὶ γὰρ αἱ ἀνασκευαὶ τῶν προβλημάτων κατὰ τὰς ἐν αὐτοῖς ἁμαρτίας γίνονται,
δεῖ δηλονότι ταύτας γνωρίμους τε καὶ ὁμολογουμένας εἷναι· καθ’ ἃ γὰρ
λέξιν. ψεύδεται μὲν γὰρ ὁ τὴν ἡδονὴν τέλος τιθέμενος καὶ τούτῳ παριστάμενος·
τὸ γὰρ μὴ ὑπάρχον τῇ ἡδονῇ ὑπάρχειν αὐτῇ λέγει. ὁμοίως
ψεύδεται καὶ ὁ τὴν κίνησιν διὰ κενοῦ γίνεσθαι λέγων· ἀλλὰ καὶ ὁ ἄτομα
μεγέθη τιθέμενος· ἀλλὰ καὶ ὁ ἐξ ἐπιπέδων γεννῶν τὰ σώματα· ἀλλὰ καὶ
ὁ τὴν ψυχὴν χωριστήν τε καὶ ἀθάνατον τιθέμενος· ἀλλὰ καὶ ὁ μόνον τὸ
καλὸν ἀγαθὸν λέγων, ὥσπερ καὶ ὁ τὰ δὶς δύο πέντε λέγων. παραβαίνει
δὲ τὴν κειμένην λέξιν ὁ τὴν μὲν ὑποκειμένην φύσιν ἥτις ποτέ ἐστι
γνωρίζων, μὴ τῷ συνήθει δὲ καὶ κειμένῳ ὀνόματι ὀνομάζων αὐτὴν ἀλλὰ
παραχαράσσων καὶ ἰδίοις ὀνόμασι χρώμενος κατ’ αὐτῆς, ὡς οἱ λέγοντες μόνον
τὸν σοφὸν πλούσιον ἢ μόνον καλὸν ἢ μόνον εὐγενῆ ἢ μόνον ῥήτορα. οὐ
γάρ ἀγνοοῦντες οὗτοι τὰ ὑπάρχοντα τῷ σοφῷ πλοῦτον ταῦτα λέγουσιν ἢ
κάλλος ἡ εὐγένειαν, ἀλλὰ παραβαίνοντες τὴν κειμένην λέξιν· ὁ γὰρ πλοῦτος
ἢ τὸ κάλλος οὐκ ἐπὶ ἀρετῆς, ἀλλ’ ὁ μὲν ἐπὶ χρημάτων τε καὶ κτημάτων
κατηγορεῖται, τὸ δὲ κάλλος ἐπὶ συμμετρίας τῶν ἐν τῷ ζῴῳ ἀνομοιομερῶν
μορίων. εἰ δέ ἐστιν ἁμαρτία τὸ τοῦτο ποιεῖν, ὁ διδάξας τι τοιοῦτον ἐν τῷ
προβλήματι εἴη ἄν ἐλέγξας αὐτό. αὐτὸς δὲ ἐναργεῖ παραδείγματι καὶ πληκτικῷ
τῆς τοιαύτης ἁμαρτίας ἐχρήσατο εἰπὼν τὴν πλάτανον ἄνθρωπον·
εἰ γὰρ ὅλως τις αὑτῷ συγχωρήσαι παραβαίνειν τὴν κειμένην λέξιν, οὗτος
ἐρεῖ καὶ τὴν πλάτανον ἄνθρωπον. ὁ μὲν οὗν οὕτως λέγων τὴν πλάτανον
ἄνθρωπον ὡς ζῶον λογικὸν θνητὸν ψεύδοιτ’ ἄν καὶ ἐνέχοιτο τῇ
πρώτῃ ῥηθείσῃ ἁμαρτίᾳ· ὁ δὲ τὸ τοιοῦτον δένδρον οὕτως ὀνομάζων παραβαίνοι
ἄν τὴν κειμένην ὀνομασίαν. παρέθετο δὲ τοῦτο δεικνὺς ὅτι καὶ τὸ
τοιοῦτον ἁμάρτημά ἐστι καὶ οὐ μόνον τὸ ψεύδεσθαι, καὶ γίγνοιντ’ ἄν ἀνασκευαὶ
προβλημάτων καὶ κατὰ τοῦτο.
Εἷς μὲν δὴ τόπος τὸ ἐπιβλέπειν εἷτό κατ’ ἄλλον τινὰ
τρόπον ὑπάρχον ὡς συμβεβηκός ἀποδέδωκεν.
εἰπὼν δεῖν ἄρχεσθαι ἀπὸ τῶν καθόλου ἀνασκευαστικῶν τὸν πρῶτον
τόπον τοιοῦτον παραδίδωσι. δείκνυσι γὰρ δι’ αὐτοῦ ὅτι μή ἐστι συμβεδὴ
ἀφ’ οὗ ὁ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα,
ὥσπερ ὁ τόπος ἐπιχειρήματος. οἷον παράγγελμα μὲν τὸ οὕτως λεγόμενον,
ὅτι δεῖ ἐπιχειρεῖν ἀπὸ τῶν ἐναντίων, ἀπὸ τῶν συστοίχων, τόπος δὲ οἷον
εἰ τὸ ἐναντίον πολλαχῶς, καὶ τὸ ἐναντίον᾿, ἢ ‘εἰ εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον
ὑπάρχει, καὶ τὸ ἐναντίον ὑπάρχει τῷ ἐναντίῳ᾿, καὶ πάλιν ‘ὡς ἓν τῶν συστοίχων,
οὕτως καὶ τὰ λοιπά’· ὁ γὰρ τόπος πρότασις ἤδη τις ἀπὸ τοῦ
παραγγέλματος γεγονυῖα. ταύτην δὲ λέγω] τὴν διαφορὰν παραγγέλματός τε
καὶ τόπου εἰδὼς ὁ Θεόφραστος τὰ τοιαῦτα, ὁποῖός ἐστιν ὁ πρῶτος εἰρημένος
τόπος, παραγγέλματα λέγει καὶ τόπους παραγγελματικούς· τὸ γὰρ ἐπιβλέπειν
δεῖν, εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς
ἀποδέδωκε, παραγγελματικόν. τόπος δ’ ἄν ἀπ’ αὐτοῦ εἴη ὁ λέγων ‘εἰ
τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχει, οὐ καλῶς
ἀποδέδοται᾿, ἢ ἔτι προσεχέστερον ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον
γένος εἴη ἢ πάλιν ὅρος ἢ ἴδιον᾿. ὁ μέντοι Ἀριστοτέλης τόπους καὶ τὰ
τοιαῦτα καλεῖ, ἢ] ὅτι μετὰ τοῦ παραγγέλματος ἤδη καὶ τὸν τόπον ἔλαβεν,
ἀεὶ δὲ ἀπὸ τῶν εἰδικωτέρων καὶ τὰς ὀνομασίας ποιούμεθα τῶν πραγμάτων,
οἷον τὴν οὐ|σίαν οὐκ ὂν μᾶλλον ἢ οὐσίαν ὀνομάζομεν, ἢ τὴν ποσότητα ὂν
κειμένην λέξιν”, ὁ παραδιδόμενος τόπος ἔοικε μᾶλλον λέγεσθαι πρὸς τοὺς
παραβαίνοντας “τὴν κειμένην λέξιν”, ἐκτὸς εἰ μὴ ἡγοῖτό τις συμβεβηκέναι
καὶ τὸ ἄλλως ὑπάρχον. ἔστι δὲ ὁ τόπος· ἐπισκέπτεσθαί φησι δεῖν εἰ
ὁ τοῦ προβλήματος προϊστάμενος τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον
ὡς συμβεβηκὸς ἀποδέδωκεν· ὁ γὰρ τὸ κατ᾿ ἄλλον τινὰ τρόπον ὑπάρχον
συμβεβηκέναι λέγων οὐχ ὑγιῶς λέγει, κατ’ ἄλλον δὲ τρόπον δῆλον ὅτι
τῶν προειρημένων. δέδεικται γὰρ ὅτι πᾶν τὸ ὑπάρχον τινὶ ἢ ὡς ὅρος ἢ
ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς ὑπάρχει· εἰ οὗν τὸ ὡς γένος ὑπάρ-
πρὸς τὸ συμβεβηκός· τὸ μὲν γὰρ ἴδιον καὶ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχουσι,
διὸ καὶ ἀντιστρέφουσι τοῖς πράγμασιν ὧν εἰσι· τὸ δὲ γένος καὶ τὸ
συμβεβηκὸς ἐπὶ πλέον εἰσὶ τούτου ᾧ ὑπάρχουσι, διὸ καὶ οὐκ ἀντικατηγοροῦνται.
ὁ μὲν οὖν οὕτως λέγων διὰ τὸ ἡγεῖσθαι ὄντως τὸ ὡς γένος
ὑπάρχον τινὶ συμβεβηκέναι αὐτῷ ὡς ψευδόμενος ἂν ἐλέγχοιτο· ὁ δὲ εἰδὼς
μὰν αὐτῶν τὴν διαφοράν, οὕτως δὲ ἐπ’ αὐτῶν τῇ λέξει χρώμενος ὡς
παραβαίνων “τὴν κειμένην λέξιν.” γνωριοῦμεν δὲ τὸν τὸ κατὰ ἄλλον
τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδιδόντα προφανῶς μέν, ἂν
προσθῇ τῷ λεγομένῳ ὑπάρχειν τὸ ‘συμβέβηκεν᾿, οἷον ‘συμβέβηκε τῷ ἀνθρώπῳ
τὸ ζῴῳ εἶναι ἢ τῷ λευκῷ χρώματι ἢ τῇ δικαιοσύνῃ ἀρετῇ᾿· χρῶνται
γάρ τινες οὕτως, ὡς ἤδη δεδηλώκαμεν. ἤδη δέ, κἄν μὴ προσκείμενον μὲν ᾖ
τὸ ‘συμβέβηκε᾿, παρωνύμως δέ τις τὸ κατηγορούμενον κατηγορῇ τοῦ ὑποκειμένου,
ὡς ἡ λευκότης κέχρωσται᾿· τὸ γὰρ ‘κέχρωσται᾿ παρώνυμον τῷ
χρώματι ὄντι γένει τῆς λευκότητος· ἢ πάλιν ‘ἡ βάδισις κινεῖται᾿· καὶ γὰρ
τὸ ‘κινεῖται᾿ παρώνυμον τῆς κινήσεως, ἥτις γένος ἐστὶ τῆς βαδίσεως. ἀπ’
οὐδενὸς γὰρ γένους παρώνυμος ἡ κατηγορία· τὰ γὰρ γένη συνωνύμως
τῶν εἰδῶν κατηγορεῖται. ἐν γὰρ τοῖς συμβεβηκόσι παρώνυμος ἡ κατηγορία
μόνοις, ὡς ἐν ταῖς Κατηγορίαις ἐδείχθη· τῶν γὰρ ἐν ὑποκειμένῳ
τινὶ ὄντων ταῦτα δὲ ἦν τὰ συμβεβηκότα) τὰ μὲν παρωνύμως τὰ δὲ ὁμωνύμως
ἐδείχθη κατηγορούμενα· λέγεται γὰρ ἡ ἐπιφάνεια λελευκῶσθαι καὶ
τὸ σῶμα κινεῖσθαι καὶ ὁ ἄνθρωπος γραμματικὸς εἷναι ἀπὸ τῆς γραμματικῆς.
ὁ δὴ παρωνύμως τινὸς τὸ γένος αὐτοῦ κατηγορῶν διὰ τῆς τοιαύτης
κατηγορίας συμβεβηκὸς ἂν εἶναι λέγοι τὸ γένος ἐκείνῳ οὗ ἐστι γένος. γένος
γὰρ οὐκ ἂν λέγοι, διότι παρωνύμως· πολὺ δὲ μᾶλλον ἔτι οὐδ’ ἴδιον ἢ
ὁρισμόν, διότι τὸ μὲν κατηγορούμενον πλείοσιν ὑπάρχειν δύναται, εἴ γε
γένος ἐστί, τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐδενὶ ἄλλῳ ὑπάρχει· εἰ δὲ μήτε
ὡς γένος μήτε ὡς ὅρος μήτε ὡς ἴδιον ἀποδέδοται τὸ εἰρημένον, δῆλον ὅτι
ὡς συμβεβηκός. παρώνυμος γὰρ ἡ ἀπὸ τῶν γενῶν κατηγορία γίνεται οὐ
κατά τινος τῶν ὑπὸ τὸ γένος εἰδῶν ἢ ἀτόμων ἀλλὰ κατ’ ἐκείνων οἷς συμ-
τὸ διακεῖσθαι, ἀλλ’ οὐ τῆς λευκότητος ἢ τῆς βαδίσεως ἢ τῆς δικαιοσύνης,
ἀλλὰ τῆς μὲν τὸ χρῶμα τῆς δὲ ἡ κίνησις τῆς δὲ ἡ διάθεσις.
Οὔτε ὡς ἴδιον ἢ ὡς ὁρισμόν· ὁ γὰρ ὁρισμὸς καὶ τὸ ἴδιον οὐδενὶ ἄλλῳ ὑπάρχει.
Οὐχ ὡς συγχωρῶν τὸ ἴδιον ἢ τὸν ὁρισμὸν παρωνύμως κατηγορεῖσθαι
ταῦτα εἶπε χωρίζεσθαι τοῦ συμβεβηκότος τῷ μόνῳ ὑπάρχειν, ἀλλὰ λέγων
ὅτι δεικνύοιτ’ ὅν τὸ ἀποδεδομένον, ὅτι μὴ ἴδιον ἢ ὁρισμός, προδήλως καὶ
διὰ τοῦ κατὰ πλειόνων λέγεσθαι τὸ ἀποδεδομένον τούτων δὲ μηδέτερον.
διὰ τοῦτο γὰρ οὐδὲ τὸ ὂν γένος τῶν ὄντων, ὅτι τὸ εἶναι παρώνυμον τοῦ
ὄντος ὂν οἰκείως καθ’ ἑκάστου τῶν ὄντων κατηγορεῖται· λέγεται γὰρ καὶ
ἡ οὐσί εἷναι καὶ ἡ ποιότης καὶ ἡ ποσότης, καὶ ὁμοίως ἕκαστον τῶν ἄλλων
γενῶν· τὰ δὲ παρωνύμως τινῶν κα|τηγορούμενα συμβεβηκότα ἀλλ’ οὐ γένη.
ἐπισκεπτέον δὲ μήποτε καὶ ἀπὸ τῶν ἰδίων παρωνύμως ἡ κατηγορία γίνεται·
τοιαῦτα γὰρ εἶναι δοκεῖ τὸ γελαστικόν, τὸ ἐπιστήμης δεκτικόν. ἢ εἰ
καὶ τὸ ἴδιον μετὰ τοῦ γένους συνταττόμενον κατηγορεῖται, ὡς δοκεῖ αὐτῷ,
λόγος ἄν εἴη καὶ τὸ ἴδιον, οὐκ ὄνομα· τὰ δὲ παρώνυμα ἀπὸ τοῦ ὀνόματος.
ἐπεί, εἰ ἦν ἴδιον τοῦ ἀνθρώπου τὸ γελᾶν ἢ τὸ ἐπιστήμην ἔχειν, τότ’ ἂν
ἀπὸ τοῦ ἰδίου παρωνύμως ἐλέγετο τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν·
κόν· νῦν δὲ ἴδια ταῦτά ἐστιν αὐτοῦ τὰ παρωνύμως λεγόμενα οὐκ ὄντων
ἰδίων αὐτοῦ ἀφ’ ὧν ταῦτα παρωνόμασται. καίτοι ἡ βάδισις οὐ κατηγορεῖται
κτὰ τοῦ ἀνθρώπου, τὸ δὲ βαδιστικὸν κατηγορεῖται, καὶ οὐκ ἔστιν ἴδιον.
τοῦ δὴ μὴ κατ’ ἄλλον τινὰ τρόπον τὸ παρωνύμως κατηγορούμενόν τινος
κατηγορεῖσθαι ἀλλ’ ἢ ὡς συμβεβηκὸς δεικτικὰ ταῦτα. ἐντεῦθεν ἔστιν ὁρμωμένους
ἐλέγχειν τοὺς λέγοντας τὸν ἄνθρωπον ἐζῳῶσθαι ἢ τὸν Σωκράτην
ἠνθρωπίσθαι ἢ τὸ τρίγωνον ἐσχηματίσθαι ἢ τὸ μέγεθος διεστηκέναι
ἢ τὸ ζῷον ἐμψυχῶσθαι. καὶ γὰρ ἡ διαφορὰ γενικὸν καὶ οὐ παρωνύμως
κατηγορούμενον· καίτοι τὸ λογικὸν παρώνυμον ὂν διαφορά ἐστιν.
Ἄλλος τὸ ἐπιβλέπειν οἷς ὑπάρχειν ἡ πᾶσιν ἡ μηδενὶ εἴρηται.
Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἐκ διαιρέσεως δὲ τὴν ἐπιχείρησιν
λαμβάνει· δεῖν γάρ φησι προβληθέντος τινὸς καὶ προτεθέντος ἢ καθόλου
καταφατικοῦ ἢ καθόλου ἀποφατικοῦ διαίρεσιν ποιεῖσθαι τούτων οἷς ἢ πᾶσι
τίθεταί τι συμβεβηκέναι καὶ ὑπάρχειν ἢ μηδενί, καὶ ἐφ’ ἑκάστου αὐτῶν
ἰδίᾳ ἐπιβλέπειν εἰ ὑπάρχει αὐτοῖς τὸ κείμενον ἐν τῷ προβλήματι ὑπάρχειν.
ἄν τε γὰρ ἐπὶ τινὸς αὐτῶν εὕρωμεν τὸ καθόλου κείμενον ὑπάρχειν
μὴ ὕπαρχον, ἄν τε ἐπὶ πάντων, ἀνῃρηκότες ἐσόμεθα τὸ καθόλου
καταφατικόν· ἀναιρεῖται γὰρ τὸ καθόλου καταφατικὸν καὶ ὑπὸ τοῦ ἐπὶ μέρους
ἀποφατικοῦ καὶ ὑπὸ τοῦ καθόλου. ὑπογράφει δὲ καὶ τὸν τρόπον
καθ’ ὃν δεῖ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ προκειμένου. εἰς γὰρ τὰ κοινότερα
καὶ προσεχέστερα εἴδη φησὶ πρῶτα δεῖν ποιεῖσθαι τὴν διαίρεσιν· εἶτ’
ἐὰν μηδέπω ἐν τούτοις ᾖ γνώριμον τὸ ζητούμενον, ἕκαστον αὐτῶν πάλιν
λέγει δεῖν διαιρεῖν εἰς τὸ ὑπ’ αὐτὸ πρῶτον καὶ ἐπισκεπτέον· καὶ ἐὰν
μηδ’ οὕτως ᾖ γνώριμον, πάλιν καὶ ἐπὶ τῆς τούτων διαιρέσεως τὰ κοινότερα
καὶ προσεχῆ λαμβάνοντας, εἶθ’ οὕτως ἐπὶ τὰ ἄτομα κατιόντας τὸ αὐτὸ
ποιεῖν. ὁδῷ γὰρ οὕτως ἡ διαίρεσις ἔσται καὶ διακεκριμένη καὶ οὐ πεφυρμένη,
καὶ οὐχ ἅμα ἐν πᾶσιν ἡ ζήτησις ἀλλὰ κατ’ ἐλάττω καὶ ὡρισμένα·
οὕτω τε οὐδὲν ἂν τῶν ὀφειλόντων διαιρεθῆναί τε καὶ ζητηθῆναι
παραλείποιτο λαθόν. οἷον εἰ λέγοι τις πάντων τῶν ἀντικειμένων τὴν αὐτὴν
ἐπιστήμην εἶναι, χρὴ τὰ ἀντικείμενα διαιρεῖσθαι, ἐπεὶ πλεοναχῶς λέγεται,
γεται, διαιρούμενον δὲ μὴ εὐθέως εἰς τὰ ἄτομα ποιεῖσθαι τὴν διαίρεσιν
ἄτομα δὲ τὰ εἴδη ἂν λέγοι), οἷον μὴ εἰς λευκὸν καὶ μέλαν καὶ διπλάσιον
καὶ ἥμισυ, ἀλλ’ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, εἰς ταῦτα πρῶτα χρὴ διελομένους
τὰ ἀντικείμενα ἐφ’ ἑκάστου αὐτῶν ὁρᾶν εἰ τὸ λεγόμενον ἀληθές·
κἄν μήπω φαίνηταί τι ἀντιπῖπτον, πάλιν διαιρεῖν ἕκαστον αὐτῶν, τὰ ἐναντία
χωρὶς εἰς τὰ ἄτομα εἴδη τοῦ ἐναντίου, καὶ πάλιν κατ’ ἰδίαν τὰ πρός
τι, καὶ ὁμοίως τὰ κατὰ στέρησιν καὶ ἕξιν καὶ τὰ κατὰ ἀντίφασιν. παραδείγματα
δὲ παρέθετο τῆς μὲν τῶν ἐναντίων διαιρέσεως τὰ δίκαια καὶ
ἄδικα, τῆς δὲ τῶν πρός τι τὸ διπλάσιον καὶ ἥμισυ, τῶν δὲ κατὰ ἕξιν καὶ
στέρησιν τυφλότητα καὶ ὄψιν, τῶν δὲ κατ’ ἀντίφασιν τὸ εἶναι καὶ μὴ εἶναι.
οὐκ ἂν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλὰ καὶ εἰ τοῦ μὴ ὄντος λάβοιμεν
τὸ μὴ εἶναι ἐπιστήμην, ἐπεὶ ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις τὸ ὂν
καὶ τὸ μὴ ὂν καὶ ἔστι τοῦ ὄντος ἐπιστήμη τις, οὐκ ἄν εἴη αὐτῶν ἡ αὐτὴ
ἐπιστήμη. ἀλλ’ οὐδὲ τοῦ γνωστοῦ καὶ ἀγνώστου ὄντων ἀντικειμένων
κατὰ ἕξιν καὶ στέρησιν ἡ αὐτὴ ἐπιστήμη· τοῦ γὰρ ἀγνώστου οὐχ οίον τε
ἐπιστήμην εἶναι. ἀλλ’ οὐδὲ ψεύδους καὶ ἀληθοῦς ὄντων ἐναντίων οὐδὲ δυνατοῦ
καὶ ἀδυνάτου. ἐπὶ μέντοι τῶν πρός τι πάν|των ἀνάγκη, ἂν θάτερόν
τὸ ζῷον εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον καὶ πάλιν τούτων
ἕκαστον, καὶ εὑρόντες ἐν μὲν τοῖς πτηνοῖς τὰ ἔντομα μὴ ἀναπνέοντα, ἐν
δὲ τοῖς ἐνύδροις τοὺς ἰχθύας οὗτοι δ’ εἰσὶν οἱ τὰ βράγχια ἔχοντες· οὐδὲν
γὰρ τῶν βράγχια ἐχόντων ἀναπνεῖ), ἀνῃρηκότες ἐσόμεθα τὸ ‘πᾶν πᾶν ζῷον
ἀναπνεῖ᾿· δείξομεν δὲ καὶ ὅτι μὴ πᾶσα ἀρετὴ ἐπιστήμη διελόντες τὴν
ἀρετὴν εἴς τε τὴν διανοητικὴν καὶ τὴν ἠθικὴν καὶ τὰς ἠθικὰς δείξαντες
ὅτι μὴ ἔχουσιν ἐν τῇ γνώσει τὸ εἶναι. ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος
πρόβλημα καθόλου ὂν ἀποφατικὸν ἀνασκευάσομεν, ὅτι μὴ πᾶς ἔρως φαῦλος,
διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει,
ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος
ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς ἢ ἀνάμνησιν τοῦ ποτὲ ὁραθέντος
κάλλους, ὡς Πλατῶν· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. οὐ μόνον δὲ τὸν ὐποκείμενον
ὅρον ἐν τῷ προβλήματι διαιρεῖν δεῖ, ἀλλὰ πολλάκις καὶ τὸν κατηγορούμενον,
ἄν οὕτως τὴν διαίρεσιν δέχηται, ὡς ἐπὶ τῶν τοιούτων προβλημάτων
‘ὁ σοφὸς οὐ πολιτεύσεται᾿, ‘ὁ σοφὸς στάσεως οὐ μεθέξει᾿. τό τε γὰρ
πολιτεύεσθαι τῷ σοφῷ] οὐχ ἁπλοῦν ὂν εἰ διαιρεθείη, κατὰ μέν τι σημαινόμενον
δείξει προσῆκον ὂν τὸ πολιτεύεσθαι τῷ σοφῷ κατὰ δέ τι ἀλλότριον
αὐτοῦ. ὁμοίως καὶ τὸ ‘στάσεως οὐ μετέχει᾿ διττόν· ἢ γὰρ ὅτι x003E; χρὴ
νοσούσῃ τῇ πατρίδι συννοσεῖν, καθὼς ἠξίου Σόλων· πολιτικοῦ γὰρ τὸ μὴ
ἲσως, εἰ φαίνοιτο συνάγων καὶ ἐν τοῖς αὐτοῖς ὤν· ἢ πάλιν ὄτι
κατάρχειν οὐ χρὴ τῆς στάσεως καὶ ήγεμόνα γίνεσθαι.
Eἰπὼν δὲ ἐὰν μὲν γὰρ ἐπὶ τινὸς δειχθῇ ὅτι οὐχ ἡ αὐτή,
ἀνῃρηκότες ἐσόμεθα τὸ πρόβλημα, προσέθηκε τὸ ὁμοίως δὲ καὶ
ἐὰν μηδενὶ ὑπάρχῃ, δεικνὺς ὅτι τὸ καθόλου καταφατικὸν οὐχ ὑπὸ τοῦ
ἐπὶ μέρους ἀ-.hἱ-̔̔. α-ικοῦ μόνου ἀναιρεῖται ἀλλὰ καὶ ὑπὸ τοῦ καθόλου ἀποφτικοῦ·
τὸ γὰρ καθόλου ἀμφοτέρων ἐστὶν ἀναιρετικόν, καὶ τοῦ καθόλου
τοῦ ἐναντίου αὐτῷ καὶ τοῦ ἐπὶ μέρους τε καὶ ἀντιωατικῶς αὐτῷ ἀντίκειμένου.
δύναταιτὸλεγόμενονδιὰτοῦ ὁμοίωςδὲκαὶ ἐὰνμηδενὶὑπάρχῃ
δηλωτικὸν εἶναι τοῦ ὅτι ὁμοίως ὡς τὸ καθόλου καταφατικὸν ἀνασκευάζεται
τῷ εὑρεθῆναί τι τῶν ὑπὸ τὸ καθόλου μὴ οὕτως ἔχον, οὕτως, κἀν ᾖ κᾶθὄλου
ἀποσατικὸν τὸ κείuενον , ἀνασκευάζοιτ’ ἄν , εἰ τῶν ὑπὸ τὸ καθόλου
τινὶ εὑρεθείη ὑπάρχον τὸ μηδενὶ αὐτῷ κείμενον ὑπάρχειν· καὶ γὰρ προεῖπε
τὸἐπιβλέπειν οἷς ὑπάρχειν πᾶσιν ἢμηδενὶ εἴρηται. οἷονἂνᾖκείῳνον
τὸ μηδὲν ζῷον λογικὸν εἰνὶ· δείξαντες γὰρ τὶ λογικὸν τῇ διαιρέσει,
ἀνῃρηκότες αὐτὸ ἐσόμεθα. λέγει δὲ καὶ ὅτι ὁ προειρημένος τόπος οὐ πρὸς
ἀνασκευὴν μόνον τοῦ καθόλου καταφατικοῦ ἀλλὰ καὶ πρὸς κατασκευήν.ἐστιν
χρήσιμος· διελόμενοι γάρ, ἐπὶ πάντων ἂν οὕτως ἔχον φαίνηται, κατεσκευα-
κότες ἄν. εἴημεν τὸ καθόλου καταφατικόν.· καὶ εἰ μὴ ἐπὶ πάντων δὲ ἀλλὰ
ἐπὶ τῶν πλείστων οὕτως ἔχον φαίνοιτο (οὐδὲ γὰρ οἷόν τε πάντα ἐπεξελ-
θεῖν), ἀξιώσομεν ἢ τὸ καθόλου συγχωρεῖν ἤ, εἰ μὴ συγχωροίη, ἔνστασιν
φέρειν ἐπὶ τίνος οὐχ ἡγεῖταιοὕιωςἔχειν· ἄτοπος γὰρἄνιφαίνοιτο, εἰ
μήτε συγχωροίη τὸ καθόλου μήτε ἔνστασιν φέροι ἐπὶ τίνος οὐχ ἡγεῖται
τῶν σημαινομένων καὶ τῶν ὑπὸ τὸ κοινὸν οὕτως ἔχειν· οἷον εἰ ζητουμένου,
εἰ πᾶν ζῶον τὴν κάτω γένυν κινεῖ, δεικνύντων ἡμῶν ἐπὶ τῶν πλείστων
οὕτως ἔχον καὶ ἀξιούντων ἡ τῷ καθόλου συγχωρεῖν ἢ ἐπὶ τίνος οὐχ οὕ-
τὼς ἔχει λέγειν, ὁ δὲ μηδέτερον ποιοίη. τὸ δὴ ἀνασκευάζειν καὶ
κατασκευάζειν εἴρηκεν ἀντὶ τοῦ ’ τὸ καθόλου κταφατικόν ’ . ἰhατασκο͂υάσαι
δὲ δῆλον ὅτι τὸ καθόλου καταφατικόν , ὅταν ὁ τιθεὶς τὸ πρόβλημα μηδενὶ
ἢ μὴ παντὶ τὸ κατηγορούμενον ὑπάρχειν λέγῃ, οἷον ἄν θῇ τις ὅτι οὐ πᾶν.
δίκαιον συμφέρον , ἢ ὅτι οὐ πᾶσα ἡδονὴ ἀγαθόν· πρὸς γὰρ τὰς τοιαύτας
θέσεις χρεία τῆς τοῦ καθόλου κατασκευῆς. σημειωτέον δὲ ὅτι ὁ τόπος
Ἄλλος τὸ λόγους ποιεῖν ἀντὶ τῶν ὀνομάτων τοῦ συμβεβηκότος
καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ
τοῦ ἑτέρου.
Ο τόπος οὗτος ὢν ἀπὸ ὁρισμοῦ καθόλου ἀνασκευαστικὸς τοιοῦτός
ἐστιν· ἐπεὶ τὸ πρόβλημα, πρὸς ὃ τὰς ἐπιχειρήσεις ποιούμεθα, τῷ γένει
πρότασίς ἐστι κατηγορική τοιοῦτον γὰρ ἂν] κατασκευάσαι ἢ ἀνασκευάσαι
βουλόμεθα), πᾶσα δὲ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου,
καὶ ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος προβλήμασιν ὁ κατηγορούμενος
ὅρος ὡς συμβεβηκός τι δηλοῖ, φησὶ δεῖν διαλαμβάνοντας τοὺς τοῦ
προβλήματος ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, κατ’ ἰδίαν
ἑκάτερον αὐτῶν ὁρίζεσθαι, ἰδίᾳ μὲν τὸ συμβεβηκός, ὅ ἐστι κατηγορούμενον,
ἰδίᾳ δὲ τὸ τούτῳ ὑποκείμενον τοῦτο γάρ ἐστι τὸ ἀμφοτέρων καθ’ ἑκάτερον·
ἵνα γὰρ μὴ ἀμφοτέρων τοὺς ὁρισμοὺς συνάγωμεν, ὡς ἐπὶ τοῦ
‘ἄνθρωπος περιπατεῖ᾿ ἢ] τὸ ‘ζῷον πεζὸν δίπουν διὰ σκελῶν κινεῖται᾿, ἀλλὰ
ἰδίᾳ ἑκατέρου ἰὸν ὁρισμὸν χωρίσαντες ἀποδῶμεν), ἢ εἰ τὸ ἕτερον αὐτῶν
φανερὸν εἴη; τὸ ἕτερον μόνον τὸ μὴ φανερὸν ὁρίσαι τοῦτο γὰρ βούλεται
τὸ ἢ τοῦ ἑτέρου), ἔπειτα ὁρᾶν εἴ τι τῶν ἐν ἰοῖς ὁρισμοῖς μαχόμενόν
ἐστι καὶ μὴ δυναμενον ὑπάρχειν τουτῳ ᾦ δπαρχειν κεῖται. ἂν γὰρ οὕτως
ἔχῃ, ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα· οἷον εἰ εἴη τιθέμενον ὑπό
τινος τὸ δύνασθαι θεὸν ἀδικεῖσθαι. εἰ ὁ ἀδικούμενος ὑπὸ ἀδικοῦντος ἀδικεῖται,
δεῖ ὁρίσασθαι τί ἐστι τὸ ἀδικεῖν, καὶ λαβόντας ὅτι τὸ βλάπτε
ἑκόντα, ἐπεὶ οὐχ οἷόν τε τὸν θεὸν βλάπτεσθαι ὑπό τινος ἔνδοξον γὰρ
ἐναργὲς τοῦτο), δεῖ δεικνύναι ὅτι μηδὲ ἀδικεῖσθαι. εἰπὼν δὲ τὴν ἀρχὴν
εἰ ἔστι θεὸν ἀδικεῖν, ὅτι τὸ ἀδικεῖν ἐπὶ τοῦ ἀδικεῖσθαι ἔλαβεν, ἐδήλωσεν
ἐπενεγκὼν τὸ δῆλον ὡς οὐκ ἔστι θεὸν ἀδικεῖσθαι. πάλιν εἰ
εἴη τις λέγων τὸν σπουδαῖον φθονερὸν εἶναι, χρὴ ὁρίσασθαι τίς ὁ φθονερός.
τοῦτο δὲ ἂν ποιήσαιμεν, εἰ πρῶτον ὁρισαίμεθα τί ποτέ ἐστιν ὁ
φθόνος. εἰ δή ἐστιν ὁ φθόνος λύπη ἐπὶ φαινομένῃ εὐπραγίᾳ τῶν
ἐπιεικῶν τινος, δῆλον ὡς καὶ φθονερὸς ἄν εἴη ὁ λυπούμενος ἐπὶ ταῖς
τῶν ἐπιεικῶν εὐπραγίαις· οὗ κειμένου, ἐπεί προδήλως ἀλλότριον τοῦ σπουιν
ἀγαθοί), οὐκ ἄν εἴη ὁ σπουδαῖος φθονερός. δῆλον δὲ ὅτι αἰ τοιαῦται δείξεις
ἐν δευτέρῳ γίνονται σχήματι καθόλου ἀποφατικὸν συνάγουσαι. καὶ
οὕτως μέν, εἰ τὸ ὑποκείμενον ἐν τῷ προβλήματι γνώριμον εἴη, τὸ συμβεβηκὸς
τῷ ὑποκειμένῳ ὁρισάμενοι ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα.
ἀμφοτέρους δὲ τοὺς ὅρους τοῦ προβλήματος ὁρισόμεθα ἐν οἷς μηδέτερόν
ἐστιν αὐτόθεν γνώριμον, ὡς ἐν τοῖς τοιούτοις· εἰ εἴη τιθέμενον ὑπό τινος
ὅτι ὁ νεμεσητικὸς φθονερός ἐστιν. ἐπεὶ γὰρ ἐπὶ τούτων ὁμοίως ὁ νεμεσητικὸς
τῷ φθονερῷ πρὸς γνῶσιν ἔχει οὐδέτερος γὰρ αὐτῶν αὐτόθεν ἐστὶ
φανερός), ὁρισάμενοι ἀμφοτέρους, τόν τε νεμεσητικὸν καὶ τὸν φθονερόν,
οὕτως ἀνασκευάσαι δυνησόμεθα τὸ τιθέμενον. δοκεῖ γὰρ φθονερὸς μὲν
εἶναι ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, ἐπεὶ καὶ ὁ
φθόνος τοιοῦτον, νεμεσητικὸς δὲ ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν
εὐπραγιαις· τοιοῦτον γὰρ ἡ νέμεσις. εἰ οὖν νεμεσητικὸς μὲν ἐστιν ὁ
λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις, ὁ δὲ φθονερὸς οὐ λυπεῖται
ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις τοὐναντίον γὰρ οὗτος ἐπὶ
ταῖς τῶν ἀγαθῶν εὐπραγίαις κεῖται λυπούμενος), οὐκ ἂν εἴη ὁ
νεμεσητικὸς φθονερός. δύναται τὸ πρόβλημα τοῦτο ὁρικὸν εἶναι, εἰ
ζητοῖτο πότερον ὁ αὐτός ἐστι νεμεσητικός τε καὶ φθονερὸς ἢ οὔ· τὰ
γὰρ περὶ ταὐτοῦ προβλήματα τοῖς ὅροις ἔφη δεῖν ὑποτάσσεσθαι. οὕτως
δειχθήσεται καὶ ὅτι μή ἐστιν εὐδαίμων ὁ τύραννος· εἰ γὰρ ὁ μὲν τύραννός
ἐστιν ἄρχων παράνομος, εὐδαίμων δέ ἐστιν ὁ κατ’ ἀρετὴν ἐνεργῶν, οὐχ
οἷόν τε τὸν τύραννον εὐδαίμονα εἶναι· τὸ γὰρ παρανόμως ἄρχειν ο.ὐ κατ’
ἀρετὴν ἐνεργοῦντος. ἀλλὰ καὶ ὅτι μὴ πλούσιος ὁ σοφός, εἴ γε ὁ πλοῦτος
μέν ἐστιν ἐν κτήσει χρημάτων, σοφία δὲ ἐν ἀρετῆς κτήσει.
ἐπεὶ δὲ πολλάκις οὐδὲ τῶν ὁρισμῶν ῥηθέντων ἤδη φανερὰ τῶν ὁριζομένων
ἡ πρὸς ἄλληλα διαφορὰ τῷ ὀνόματά τινα ἐν αὐτοῖς εἰλῆφθαι οὐ
ταὐτὸν ἐν ἑκατέρῳ αὐτῶν δηλοῦντα ἀλλ’ ὁμώνυμα, ἀξιοῖ μὴ προαφίστασθαι
ἀλλὰ πάλιν αὐτῶν τούτων τῶν ἐν τοῖς ὁρισμοῖς ὀνομάτων λόγους λαμβάνειν·
οὕτως γὰρ ἔσεσθαι γνώριμον αὐτῶν τὴν διαφοράν ἄν τὸ κοινὸν
ὄνομα τοῦτο, ὡς τί σημαῖνον ἐν ἑκατέρῳ τῶν ὁρισμῶν παρείληπται,
εἶναι, οὐκ ἀποστατέον ἀλλ’ ἐπισκεπτέον τί τὸ συμμέτρως καθ’ ἑκάτερον
εἴρηκεν, οἷον εἰ τὸ μὲν τὸ τοσοῦτον εἶναι ὥστε ποιεῖν ὑγείαν, τὸ δὲ τὸ
τοιοῦτον οἷον σημαίνειν ποία τις ἡ ἕξις”. ἄν δή, κειμένου τοῦ τὸ ποιητικὸν
ὑγείας σημαντικὸν ὑγείας εἶναι, ἀνασκευάζειν τις τοῦτο βουλόμενος ἑκάτερον
αὐτῶν ὁριζόμενος εὕρῃ συμμέτρως ἔχον πρὸς ὑγείαν ἑκάτερον αὐτῶν, δόξει
μὲν ὅσον. ἐπὶ τοῖς λόγοις ταὐτὰ εἶναι τὰ προκείμενα· οὐ μὴν οὕτως ἔχον
τοῦτο εὑρεθήσεται, ἄν τοῦ καθ’ ἑκάτερον αὐτῶν συμμέτρου τὸν λόγον πάλιν
ἀποδῷ· εὑρήσει γὰρ τὸ μὲν ὡς ποιητικὸν ὑγείας σύμμετρον λεγόμενον ἐν
τῷ τοσοῦτον εἶναι τὸ σύμμετρον ἔχον, τὸ δὲ σημαντικὸν ἐν τῷ τοιοῦτον.
Λέγει δὲ νῦν τὸ λαμβάνειν δεῖ καὶ ἀντὶ τῶν ἐν τοῖς λόγοις
ὀνομάτων λόγους καὶ μὴ προαφίστασθαι, ἕως ἄν ἐπί τι γνώριμον
ἔλθῃ, οὐκ ἐπὶ τῶν ὁμωνυμίας μόνον ἐχόντων λόγων ἀλλὰ καθόλου,
ὅταν μηδέπω σαφὴς καὶ γνώριμος ἡ διαφορὰ τῶν προκειμένων ᾖ διά τινα
ὀνόματα ἀσαφῆ ἐν τοῖς ὁρισμοῖς παρειλημμένα. παρεγγυᾷ γὰρ μὴ προαφίστασθαι
ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα καὶ τὰ μόρια τοῦ λόγου ὁρίζεσθαι
ὥσπερ καὶ τὸ ὅλον· οὕτως γὰρ ἔσται γνώριμον τὸ ζητούμενον. οἷον εἰ
λέγοντός τινος τὴν ἡδονὴν ἀγαθὸν ὁ βουλόμενος ἀνασκευάσαι τοῦτο ὁρίσαιτο
τὴν ἡδονὴν κίνησιν λείαν, οὐδὲν γνώριμον ἐκ τούτου εἴτε ἀγαθὸν
εἴτε μή· ἀλλὰ ἄν τὴν κίνησιν τὴν ἐν τῷ τῆς ἡδονῆς ὁρισμῷ παρειλημμένην
αὐτὴν πάλιν ὁρίσηται καὶ ἀποδῷ αὐτῆς λόγον ἀτελῆ ἐνέργειαν,
δύναιτ’ ἄν δεικνύναι ὅτι μὴ ἀγαθὸν ἡ ἡδονή, τῷ μηδὲν μὲν ἀγαθὸν
ἀτελὲς εἶναι, τὴν δὲ ἡδονὴν ἀτελῆ εἶναι οὖσαν κίνησιν τῷ πᾶσαν κίνησιν
ἀτελῆ ἐνέργειαν εἶναι. ἔστι δὲ ἐν τούτῳ πάλιν τῷ προβλήματι ὁ ὑποκείμενος
ὅρος ὡρισμένος. δῆλον δὲ ὅτι χρὴ πλειόνων ὁρισμῶν περὶ ἑκάστου
εὐπορεῖν ἐνδόξων, εἰ μέλλοιμεν χρῆσθαι τῷ προκειμένῳ τόπῳ· οὕτως γὰρ
δυνησόμεθα χρησίμως πρὸς τὸ προκείμενον ἡμῖν τὴν ἀπόδοσιν τῶν ὅρων
ποιεῖσθαι. οἷον κειμένου τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι μὲν
θέλοντες αὐτὸ ὁρισόμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τὸ ἔρωτά τινος λαβεῖν·
καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι
προελευσόμεθα. ἄν δὴ ὁριζόμενοι αὐτὸν λάβωμεν ἄλογον ἐπιθυμίαν
ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων,
σφοδρὸν τὸ ἐναντιούμενον τῷ ὀρθῷ λόγῳ, ἀνεσκευακότες ἄν εἴημεν καὶ
οὕτως τὸ κείμενον. ἄν μέντοι ἀποδῶμεν τὸν] λόγον τοῦ ἔρωτος ἢ ἐπιβολὴν
φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον ἢ θείαν ἐπίπνοιαν καὶ ἐπιθυμίαν
φιλίας δι’ ἔμφασιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς ἐν τῷ Φαιδρῷ Πλατῶν
βούλεται, κατεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα. καὶ δῆλον ὅτι ὁ τόπος
καὶ πρὸς κατασκευὴν ἄν εἴη τοῦ καθόλου καταφατικοῦ ποτε χρήσιμος, οὐ
πρὸς ἀνασκευὴν μόνον. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν ὅτι ὁ θεὸς οὔτε
ὀργίζεται οὔτε λυπεῖται, εἴ γε ὀργίζεσθαι μέν ἐστι τὸ ὀρέγεσθαι τιμωρίας
παρὰ τοῦ δοκοῦντος ἠδικηκέναι, λυπεῖσθαι δὲ τὸ συστέλλεσθαι ἐπὶ παρόντι
κακῷ, ὥσπερ καὶ τὸ φοβεῖσθαι τὸ ἐπὶ προσδοκωμένῳ, ὁ δὲ θεὸς οὔτε ἀδικεῖσθαι
δοκεῖ οὔτε παρεῖναί τι αὐτῷ κακὸν ὑπολαμβάνει] ἢ προσδοκᾶσθαι. ἀλλὰ
κἄν ζητουμένου εἰ ἡ ψυχὴ ἀθάνατος ὁρισαίμεθα τὴν ψυχὴν πνεῦμα νοητικὸν
ἢ αἰσθητικόν, εἴημεν ἂν δεδειχότες ὅτι μὴ ἀθάνατος· πᾶν γὰρ πνεῦμα
φθαρτόν. ἀλλὰ καὶ ὅτι οὐ κεχώρισται τοῦ σώματος, δεικνύοιτ’ ἄν, εἰ
ὁρισθείη “ἐντελέχεια σώματ·ος φυσικοῦ ὀργανικοῦ”· οὐδεμία γὰρ ἐντελέχεια
σώματος χωριστὴ αὐτοῦ. πάλιν δέ, ἄν οὐσίαν αὐτῆς αὐτοκίνητον
ὅρον εἶναι λάβωμεν κατὰ Πλάτωνα, εἴημεν ἄν ἀθάνατον αὐτὴν δεδειχότες
διὰ τὸ τὸ αὐτοκίνητον ἀεικίνητον εἶναι δοκεῖν τὸ δὲ ἀεικίνητον
ἀίδιον εἶναι. ἀλλὰ καὶ τὸν νόμον σπουδαῖον δεικνύοιμεν ἄν, εἰ
ὁρισαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ σωτηρίᾳ τῶν χρωμένων. ὁμοίως καὶ
ἡ ἀρετὴ ὅτι διδακτὸν δεικνύοιτ’ ἄν, εἰ ὅρος εἴη τῆς ἀρετῆς ἐπιστήμη περὶ
βίον· πᾶσα γὰρ ἐπιστήμη διδακτόν. οὐκέτι δὲ ἀρετὴ πᾶσα διδακτὸν ἐξ
ἀνάγκης, εἰ εἴη ὁ λόγος αὐτῆς ἕξις ἀρίστη ἢ ἕξις, ἀφ’ ἧς αὐτό τε τὸ
Ἔτι τὸ πρόβλημα πρότασιν ἑαυτῷ ποιούμενον ἐνίστασθαι.
ἔστι μὲν καὶ ὁ τόπος οὗτος παραγγελματικός. τὸ δὲ δι’ αὐτοῦ λεγό-
καὶ ἄλλου προτείνοντος αὐτὴν καὶ λαβεῖν ἀξιοῦντος ἐνέστημεν. ἣν γὰρ
ἔνστασιν· εὑρίσκομεν πρὸς τὴν πρότασιν, αὕτη ἐπιχειρrήματος ἡμῖν ἀρχὴ
καὶ ἀσορμὴ γένοιτ’ ἂν πρὸς τὴν τοῦ προκειμένου προβλήματος ἀνασκευήν·
τοῦτο δ’, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τἀς προιάσεις ἔνστασις τῆς εἰς τὰ
προβλήματα ἐπιχκειρήσεως. ἐπεὶ δὲ ἡ πρὸς τὰς καθόλου προτάσεις ἔνστασις
ἀπό τινος τῶν ὑπὸ τὸ καθόλου γίνεται, ὃ τῷ ἐπιβλέπειν τὰ ὑπὸ τὸ καθόλου
εὑρίσκεται, σχεδόν φησι τὸν αὐτὸν τόπον εἶναι τοῦτον τῷ πρὸ ὀλίγου εἰρημένῳ
τῷ ἐκ τῆς τοῦ καθόλου διαιρέσεως, ἐν ᾧ ἔλεγεν ἐπιβλέπειν δεῖν
οἷς ὑπάρχειν ἢ πᾶσιν ἢμηδενὶ εἴρηται. ὡςγὰρἐπ’ ἐκείνουὰπὸdlς
τοῦ καθόλου εἰς τὰ ὑπ’ ·αὐτὸ διαιρέσεως εὑρόντες, ᾧ μὴ ὑπῆρχε τῶν
ὑπὸ τὸ καθόλου. ἀνεσκευάζομεν τὸ πρόβλημα, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου
ἡ εννσιασις ποὸς ἰὴν καθόλου πρότασιν γίνειαι· ἐφοδεύσαντες γάρ
τῇ διανοίᾳ τὰ ὑπὸ τὸ καθόλου, οὕτως ᾧ μὴ ὑπάρχει τῶν ὑπὸ τὸ καθόλου
εὑρόντες ἐνιστάμεθα. οὐ μὴν πάντῃ ὁ αὐτὸς τόπος οὗτος ἐκείνῳ, ἀλλ’
ἔστιν αὐτῶν διαφορὰ κατά τὸν τρόπον, ὡς εἶπεν· ἐκεῖ μὲν γὰρ εὐθέως
διαίρεσιν ἐποιούμεθα τοῦ καθόλου εἰς τὰ προσεχῆ εἴὸη· ἐνταῦθα δὲ
πρότασιν ποιήσαντες ὡς πρὸς πρότασιν τὴν ἔνστασιν ποιησόμενοι, ἐπεὶ
συνηθεστέρα ἡ πρὸς τὰς προτάσεις ἔνστασις τῆς πρὸς τὰ προβλήματα
ἐτιχειρήσεως, τὴν ἔνστασιν ἀρχὴν τῆς πρὸς τὸ πρόβλημα ἐπιχειρήσεως ποιούμεθα.
οἷον εἰ τὸ τιθέμενον ὑπό τινος εἴη τὸ τὴν ἀρετὴν ἐπιστήμην εἶναι,
μεταληψόμεθα εἰς πρότασιν τὸ κείμενον τὴν ᾿ἆρά γε πᾶσα ἀρετὴ ἐπιστήμη;᾿,
καὶ ἑαυτοῖς προτείναντες τοῦτο ζητήσομεν ἔνστασιν πρὸς αὐτὸ ἐπὶ τὰ εἴδη
τῶν ἀρετῶν ἐπιβλέποντες· καὶ εὑρόντες ὅτι αἱ τοῦ παθητικοῦ μορίου τῆς
ψυχῆς οὐ τοιαῦται (οὐ γὰρ ἐκ διδασκαλίας περιγίνονται ἀλλὰ δι’ ἐθῶν,
οὐδὲ ἐν Tto εἰδέναι αὐτάς, αἵτινές εἰσιν, ἐστὶ τὸ καὶ ἐν αὐταῖς εἶναι καὶ
ἔχειν αὐτάς), ταύτην τὴν ἔνστασιν εἰς ἐπιχείρημα μεταλαβόντες χρησόμεθα
χρησόμεθα αὐτῷ πρὸς ἀνασκευὴν τοῦ προβλήματος λέγοντες ι αἱ ἠθικαὶ ἀρεταὶ
οὐκ ἐν γνώσει τῶν πρακτέων τὸ εἶναι ἔχουσιν, οὐδὲ διὰ διδασκαλίας ἐγγίνονται·
πᾶσα δὲ ἐπιστήμη ἐν γνώσει τῶν ὑπ’ αὐτὴν τὸ εἶναι ἔχει καὶ διὰ
διδασκαλίας· οὐδεμία ἄρα ἠθικὴ ἀρετὴ ἐπιστήμη· εἰ δὲ τοῦτο, οὐ πᾶσα
τὴν πρότασιν ἐφ’ ἑαυτῶν ζητοῦντες ἔνστασιν εὕρομεν, ταύτην ἀφορμὴν
ἐπιχειρήσεως ἕξομεν εἰς ἀνασκευὴν τοῦ κειμένου ἐρωτῶντες ‘ἆρά γε αἱ
τῶν κιναίδων ἡδοναὶ ἡδοναὶ οὖσαι καὶ ἀγαθαί εἰσιν;’. ἢ οὐδεὶς ἄν τούτῳ
συγχωρήσαι ὁμοῦ ψευδεῖ τε ὄντι καὶ ἀδόξῳ. λαβόντες γὰρ τοῦτο δεδει-
χότες ἂν εἴημεν ὅτι μή ἐστιν ἡδονὴ πᾶσα καὶ ἁπλῶς ἀγαθόν. ὁμοίως
ποιήσομεν, κἄν ᾖ τὸ πρόβλημα τὸ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι· ὡς γὰρ
πρὸς πρότασιν αὐτὸ εὑρόντες ἔνστασιν ὅτι ἡ ὑγεία ἀγαθὸν οὖσα οὐκ ἔστι
καλόν, χρώμενοι τῇ ἐνστάσει ταύτῃ ἀνασκευάσομεν τὸ πρόβλημα. ἔστι
δὲ ὁ τόπος, ὡς καὶ αὐτὸς εἴρηκεν, ἀνασκευαστικὸς μόνον.
Ἔτι διορίζεσθαι ποῖα δεῖ καλεῖν ὡς οἱ πολλοὶ καὶ
ποία οὐ.
Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἀφορμὴν δέ φησιν ἡμῖν πρὸς
τὰ προβλήματα ἐπιχειρήσεως ἔσεσθαι καὶ ἀπὸ τοῦ προδιωρίσθαι καὶ ὡμολογῆσθαι,
τίνα μὲν χρὴ τῇ τῶν πολλῶν χρήσει τε καὶ συνηθείᾳ ἑπομένους
καλεῖν, τίνα δὲ οὔ· τοῦτο δὲ καὶ πρὸς τὸ κατασκευάζειν καὶ πρὸς
τὸ ἀνασκευάζειν τὰ προβλήματα χρήσιμον. ἄν γὰρ ἡ ἡμῖν προωμολο-
γημένον τὸ δεῖν τοῖς μὲν ὀνόμασι κατὰ τῶν πραγμάτων τοῖς συνήθεσι καὶ
κειμένοις χρῆσθαι καὶ οἷς οἱ πολλοί κατὰ συνθήκην γὰρ τὰ ὀνόματα, καὶ
οὐκ αὐτός τις ἕκαστος κύριος τῶν πραγμάτων ἕκαστον ὀνομάζειν τε καὶ
μετονομάζειν ὡς βούλεται· ἀναιροῖτο γὰρ ἄν οὕτως ἡ κοινολογία, εἰ μὴ
κοινοῖς τισιν ὀνόμασι καὶ συνήθεσιν εἴημεν ἐπ’ αὐτῶν χρώμενοι), τίνα μέντοι
τοιαῦτα τῶν πραγμάτων ἐστί, καθ᾿ τὰ κοινὰ ὀνόματα καὶ συνήθη,
καὶ διὰ τί τοιαῦτά ἐστι, καὶ τί μέτρον αὐτῶν ἐστιν, οὐκέτι τοῖς πολ-
λοῖς προσεκτέον ἀλλὰ τοῖς εἰδόσιν, ἔχοιμεν ἄν ἀφορμὰς ἐκ τῆς ὁμολοτίας
ταύτης καὶ πρὸς τὸ ἀνασκευάζειν καὶ πρὸς τὸ κατασκευάζειν.
σαφὲς δὲ τὸ λεγόμενον αὐτὸς διὰ τοῦ παραδείγματος ἐποίησεν. ὑγιεινὸν
ἡγῶνται εἶναι, τοῦτο ὑγιεινὸν χρὴ καλεῖν ἑπομένους τῇ κοινῇ τοῦ ὀνόματος
χρήσει. ἄν δή τις ὁμολογῶν τι ὑγείας εἶναι ποιητικὸν μὴ ὑγιεινὸν αὐτὸ
ὀνομάζῃ ἀλλὰ ἄλλο τι, ἐλέγχοιτ’ ἂν κατὰ τὸν παραδεδομένον τόπον τὸν
ἀξιοῦντα ὡρίσθαι ὅτι δεῖ τοῖς ὀνόμασι τοῖς τῶν πραγμάτων χρῆσθαι ὡς
οἱ πολλοί. πάλιν δ’ αὖ ὁ ἀξιῶν ὑγείας ποιητικὸν εἶναι λέγειν, ὃ τοῖς
πολλοῖς καὶ τοῖς τυχοῦσι δοκεῖ, ἐλέγχοιτ’ ἂν καὶ αὐτός, ὅτι ἦν ἡμῖν
προωμολογημένον τὸ τὰ τοιαῦτα μὴ ὡς οἱ πολλοὶ κρίνειν τε καὶ λέγειν
ἀλλ’ ὡς οἱ ἰατροί. ἀπὸ τούτου τοῦ τόπου ἐπιχειροίη τις ἄν καὶ πρὸς τὰ
ὑπὸ τῶν Στωϊκῶν παράδοξα λεγόμενα. εἰ γὰρ τῶν πολλῶν πλούσιον
λεγόντων μόνον τὸν πολυκτήμονα μὴ κατὰ τούτου τις χρῷτο τῷ ὀνόματι
τούτῳ μηδὲ λέγοι τὸν πολυκτήμονα πλούσιον, κατὰ δὲ τοῦ σοφοῦ καὶ τοῦ
τὰς ἀρειὰς ἔχοντος, παραβαίνοι ἂν τὸν κείμενον τῆς· τῶν ὀνομάτων χρήσεως
διορισμόν. τίς μὲν γάρ ἐστι πολυκτήμων, οὐ τῶν πολλῶν εἰδέναι ἀλλὰ
τῶν τὰ τοιαῦτα ἐξεταζόντων· ὅτι δὲ δεῖ κατὰ τοὐ πολυκτήμονος τῷ ‘πλούσιος᾿
ὀνόματι χρῆσθαι, ἱκανὴ ἡ τῶν πολλῶν χρῆσις. ὁ δὴ ὁμολογῶν μὲν
εἷναί τινα πολυκτήμονα μὴ ὀνομάζων δὲ τοῦτον πλούσιον οὐ δεόντως ἂν
χρῷτο τῷ ὀνόματι. ἀλλ’ οὐδὲ ὁ χρώμενος αὐτῷ πάλιν ἐπὶ τοῦ τὰς ἀρετὰς
ἔχοντος. πάλιν οἱ μὲν πολλοὶ εὐτυχῆ λέγουσι τὸν ἐν τοῖς τυχηροῖς ἀγαθοῖς
εὐθηνοῦντα· οἱ δὲ τὸν τὴν ἀρετὴν ἔχοντά φασιν εὐτυχῆ, ὃ οὐκ ἔστι
τῶν τυχηρῶν ἀγαθῶν. παραβαίνουσιν οὖν καὶ οὗτοι τὴν προσήκουσαν
χρῆσιν τῶν ὀνομάτων.
εἰπὼν δὲ ὑγιεινὸν μὲν ῥητέον τὸ ποιητικὸν ὑγείας προσέθηκε
τὸ ἢ ὡς οἱ π.ολλοὶ λέγουσιν, ὃ ἴσον ἐστὶ τῷ x003E; ὅπως ἂν ὦσιν οἱ
πολλοὶ λέγονιες’· καὶ γὰρ κατ’ ἄλλων τινῶν οἱ πολλοὶ τῷ ὑγιεινῷ ὀνόματι
χρῶνται, οὐ κατὰ μόνου τοῦ ὑγείας ποιητικοῦ, ἀλλὰ καὶ κατὰ τοῦ σημαντικοῦ.
ἢ εἶπεν ‘ὅπως ἄν οἱ πολλοὶ λέγωσιν᾿ ἐνδεικνύμενος ὅτι μὴ περὶ
τοῦ ὀνόματος τούτου διατείνεσθαι χρὴ ἀλλὰ περὶ τοῦ χρῆσθαι τούτῳ ᾧ
οἱ πολλοί· καὶ γὰρ εἰ μὴ τοῦτο ἀλλὰ ἄλλο τι εἴη, ἐκείνῳ χρηστέον. ἢ οὐκ
ἔστι μετὰ τοοῦ ‘ἢ᾿ ἀλλὰ χωρίς· λέγει γὰρ ὡς οἱ πολλοὶ λέγουσι· τὸ γὰρ
ποιητικὸν ὑγείας ὑγιεινὸν τοῖς πολλοῖς σύνηθες λέγειν. ὡς δὲ πρὸς ἀναοἱ
τοῦτο προσχρώμενοι τῷ δεῖν μὲν ὀνομάζειν τὰ πράγματα ὡς οἱ
πολλοί· οἱ δὲ πολλοὶ τούτους πλουσίους λέγουσιν. ὁμοίως καὶ πρὸς τὸν μὴ
λέγοντα τὴν ὑγείαν ἀγαθὸν ἐνίσταιτο ἄν τις· ἡ γὰρ συνήθει οὕτως. εἰ
δέ τις πάλιν λέγοι τὴν ὑγείαν οὕτως ἀγαθὸν ὡς εὐδαιμονίαν ἢ μέρος εὐδαι-
μονίας, διότι οἱ πολλοὶ οὕτως ὑrολαuι βάνουύιν, πάλιν ἀνασκευάζοιμεν ἄν
τοῦτο τῇ ὁμολογία προaρώμενοι μηκέτι τούτου τοὺς πολλοὺς κυρίους εἶναι·
τῶν γὰρ σπουδαίων ἡ τοιαύτη περὶ τῆς ὑγείας κρίσις.
Ἔτι ἐὰν πολλαχῶς λέγηται, κείμενον δεῇ ὡς ὑπάρχει ἢ ὡς οὐχ ὑπάρχει.
Οἱ τρεῖς τόποι, οὗτός τε καὶ οἱ μετὰ τοῦτον δύο, τὴν ἀφορμὴν τῆς
ἐπιχειρήσεως ἀπὸ τῶν πολλαχῶς λεγομένων λαμβάνουσιν, ὧν ὁ πρῶτος
ἀπὸ τῶν ὁμωνύμων. ἄν γὰρ ᾖ τὸ συμβεβηκέναι καὶ ὑπάρχειν τινὶ ἢ μὴ
ὑπάρχειν τιθέμενον ἀπλῶς τε καὶ χωρὶς διορισμοῦ, φησὶ δεῖν δεῖν διελομένους
παρ’ ἑαυτοῖς παρέδωκε δ’ ἡμῖν τόπους ἐν τῷ πρὸ τούτου δι’ ὧν
γνωρίζειν οἷοί τε ἐσόμεθα ἰὰ πολλαχῶς λεγόμενα καὶ διαιρεῖσθαι). εἰ μὴ
ἐπὶ πάντων τῶν σημαινομένων δυναίμεθα δεικνύναι τὸ ἀντικείμενον τῷ
τιθεμένῳ, ἐπὶ τινὸς αὐτῶν, ἐφ οὗ μὴ οὕτως ἔχει, δεικνύναι· δείξαντες
γὰρ ἐπὶ τούτου ἀνεσκευακέναι δόξομεν τὸ κείμενον διὰ τὸ λανθάνειν τὴν
ὁμωνυμίαν καὶ ὡς ἁπλῶς λεγόμενον τὸ κείμενον εἰρῆσθαι. οἷον εἰ τιθείη
τις ὅτι ὁ κοιμώμενος οὐκ αἰσθάνεται, χρὴ διελομένους παρ’ ἑαυτοῖς τὸ
αἰσθάνεσθαι εἴς τε τὸ κατ’ ἐνέργειαν καὶ κατὰ δύναμιν δεικνύναι ὅτι ὁ
κοιμώμενος αἰσθάνειαι· αἰσθάνεσθαι γὰρ λέγονται οἱ δύναμιν τοῦ αὐσθάνεσθαι
ἔχοντες. πάλιν ἄν ᾖ κείμενον ὅτι τὸν σπουδαῖον δέον ἐστὶ πολι-
τεύεσθαι, χρὴ διελομένους τὸ δέον παρ’ ἑαυτοῖς, ὅπερ σημαίνει καὶ τὸ
καλὸν καὶ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν
πᾶν τὸ γενόμενον δέον εἶναι φθαρῆναι, τὸ δὲ συμφέρον, ὅταν λέγωμεν δέον
εἶναι περιπάτοις χρῆσθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν
δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεσθαι τοῖς νόμοις ἢ τοῖς γονεῦσι, τοσαῦτα
οὖν σημαίνοντος αὐτοῦ, δεικνύντας μέν, ὅτι μὴ συμφέρει τὸ πολιτεύεσθαι
τῷ σπουδαίῳ ἢ ὅτι μὴ ἀναγκαῖόν ἐστιν αὐτῷ πολιτεύεσθαι, ἀναιρεῖν τὸ
κείμενον ὡς ταῦτα σημαίνοντος τοῦ δέοντος. ἀλλὰ κἂν λέγῃ τις μὴ δέον
εἶναι τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ, δείξαντες ὅτι καλόν τὸ γὰρ ἐπαρκεῖν
τοῦτο σηιuαίνει), ἀναιροίημεν ἂν τὸ κείῳνον. πάλιν τιθεμένου τινὸς ἀντα-
κολουθεῖν τὰς ἀρετὰς ἢ μὴ ἀντακολουθεῖν, διελόμενοι τὴν ἀρετῆὴν παρ’
αὑτοῖς καὶ λαβόντες τήν τε φυσικὴν καὶ τὴν κατὰ λόγον, ἐπὶ μὲν τῶν
φυσικῶν δεικνύντες, ὅτι μὴ ἀντακολουθοῦσιν, ἀναιρήσομεν τὸ ἀντακολουθεῖν
τὰς ἀρετάς· ἐπὶ δὲ τῶν κατὰ λόγον δείξαντες ἀὶταὶ̣ολουθούσα ἀναιρήσομεν
τὸ μὴ ἀντακολουθεῖν. τῷ γὰρ λανθάνειν, ὅτι πολλαχῶς λέγεται, δοκεῖ τὸ
λεγόμενον ἐπὶ τῆς αὐτῆς φύσεως λέγεσθαι, ἐφ’ ἧς ἐλέγετο καὶ τὸ κείμενον
ἐν τῷ προβλήματι· διὸ καὶ πιστεύεται ἀναιρετικὸν αὐτὸ εἶναι. ἔστι δὲ
ἐφ’ ὧν καὶ πάντα τὰ σημαινόμενα λαμβάνοντας ἔστιν ἐπὶ πάντων αὐτῶν
ἀνασκευάζειν τὸ κειμανον · οἷον εἰ λέγοι τις ὅτι μὴ χρὴ φιλοσοφεῖν, ἐπεὶ
φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο, εἴτε χρὴ φιλοσοφεῖν εἴτε καὶ
μή, ὡς εἶπεν αὐτὸς ἐν τῷ Προτρεπτικῷ, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν
μετιέναι, ἑκάτερον αὐτῶν δείξαντες οἰκεῖον τῷ ἀνθρώπῳ πανταχόθεν ἀναιρήσομεν
τὸ τιθέμενον. ἐπὶ μὲν οὖν τούτου κατ’ ἄμφω ἐνδέχεται δείκνυσθαι
τὸ προκείμενον· ἐπὶ δὲ τῶν πρώτων παραδειγμάτων οὐκ ἐκ πάντων
ἢ ἑκατέρου ἀλλὰ ἢ ἐκ <τινὸς ἢ ὲκ> τινῶν. δῆλον δὲ ὅτι ἐφ’ ὧν
ἐστιν ἐπὶ πάντων τῶν σημαινομένων τὸ ἀντικείῳνον τῷ τιθεμένῳ δεικνύναι,
φανερὰν χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ πολλαχῶς λεγομένου.
Δεῖν δέ φησι τῷ τόπῳ τούτῳ χρῆσθαι ἐπὶ τῶν λανθανόντων ὅτι
τὸ τιθέμενον πολλαχῶς λέγεται καὶ κατὰ μέν τι τῶν σημινομένων οὕτως
ἔχει, ὡς τίθεται, κατὰ δέ τι οὔ. ἂν γὰρ μὴ λανθάνῃ, προχείρως ἐνστήσεται
ὁ τῷ προβλήματι παριστάμενος, ὅτι μὴ καθ’ ὃ τίθεται τὴν ἔνστασιν
τὴν πρὸς αὐτὸ καὶ τὴν ἀνασκευὴν ποιεῖται, ἀλλὰ κατ’ ἄλλο, πρὸς τοὔνομα
καὶ σοφιστικῶς τὴν ἀπάντησιν ποιούμενος. ὁ γοῦν πρὸς τὸν τιθέμενον τὸ
ζῷον ἔμψυχον ενιστάμενος καὶ δεικνύς, ὅτι τὰ γεγραμμένα ζῷα μὰν
λέγεται, οὐκ ἔστι δὲ ενμψυχα, εὐφώρατος γίνεται διὰ τὸ φανερόν τε εἰνὶ
τὸ τοῦ ὀνόματος διττὸν καὶ προδήλως τὸν τιθέντα μὴ κατὰ τοῦ οὕτω λεγομένου
ζῴου τὸ ἔμψυχον κατηγορηκέναι.
Ἀντιστρέφειν δέ φησι τὸν τόπον τοῦτον· καὶ γὰρ καὶ πρὸς κατσκευὴν
καὶ πρὸς ἀνασκευὴν εἶναι χρήσιμον. οὐ γὰρ μόνον ανασκευάζειν ἔστι ὢ
προαχρώμενον αὐτῷ τὸ τιθέμενον πρόβλημα, ἄν τε καταφατικῶς ἄν τε
ἀποφτικῶς τιθῆται, ἀλλὰ καὶ κατασκευάζειν, τοδτ’ ἔστι καθόλου τὸ τιθέσημαίνοι,
κείμενον, ἂν τινὶ δείξωμεν μὴ ὑπάρχον, καὶ κατασκευάσομεν, ἄν τινὶ ὑπάρχον
δείξωμεν, ἐπεὶ τὸ καθόλου καταφατικὸν οὐ κατασκευάζεται διὰ τοῦ ἐπὶ
μέρους ἀνασκευάζεται μὲν γὰρ καὶ τὸ καθόλου καταφατικὸν <καὶ τὸ
ἀποφατικὸν> διὰ τῶν ἐπὶ μέρους τῶν ἀντικειμένων, οὐ κατασκευάζεται
οὗτε τὸ καθόλου καταφατικὸν οὔτε τὸ καθόλου ἀποφατικὸν διά τινος τῶν
ἐν μέρει), διαφοράν τινα τοῦ κατασκευάζειν πρὸς τὸ ἀνασκευάζειν ἐκτίθεται.
δυνατὸν μὲν γάρ ἐστι καὶ ἐπὶ μέρους καταφατικόν τι δεῖξαι καὶ ἐπὶ μέρους
ἀποφατικόν, ὡς προείρηται, τῇ τοῦ πολλαχῶς διαιρέσει χρωμένους· ἀλλ’
ἐπεὶ τὸ μὲν ἐπὶ μέρους ἀποφατικὸν αὔταρκες πρὸς ἀνασκευὴν τοῦ καθόλου
καταφατικοῦ, ὥσπερ καὶ τὸ ἐπὶ μέρους καταφατικὸν τοῦ καθόλου ἀποφατικοῦ,
οὐκέτι δὲ τὸ ἐπὶ μέρους καταφτικὁν αὔταρκες πρὸς κατασκευὴν
τοῦ καθόλου καταφατικοῦ, πῶς δι’ αὐτοῦ τὸ καθόλ.ου δυνησόμεθα κατασκευάζειν;
λέγει δὴ δεῖν ἐξ ὁμολογίας αὐτὸ πειρᾶσθαι δεικνύναι τε
καὶ λαμβάνειν. ἔστι δὲ τὸ ἐξ ὁμολογίας ὃ εἶπεν ἐν τῷ πρώτῳ ἐπὶ
τέλει “ἐξ ὑποθέσεως’’· λέγων γάρ, πρὸς τί χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία,
εἶπε “πρός τε τοὺς ἐπακτικοὺς λόγους καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς”.
εἰσὶ γὰρ καὶ οἱ ἐξ ὁμολογίας ἐξ ὑποθέσεως, ὡς ἐν τοῖς Προτέροις
ἀναλυτικοῖς δέδειχεν· οὐ μὴν ἀντιστρέφει. ὅπως δὲ γίνονται, ἐδήλωσε
προσθεὶς “διότι ἔνδοξόν ἐστιν, ὥς ποτε ἐφ’ ἑνὸς τῶν ὁμοίων ἔχει, οὕτως
καὶ ἐπὶ τῶν λόιπῶν”· ὃ οὖν δὴ ἐκεῖ “ἐξ ὑπυθέσεως’’ κοινότερον εἶπε,
τοῦτο νῦν ὠνόμασε προσεχέστερον ἐξ ὁμολογίας. ἐπεὶ γὰρ μὴ αὔταρκες
τὸ ἐφ᾿ ἑνός τινος δεικνύενον τῶν ὑπό τι κοινὸν πρὸς τὴν τοῦ κοινοῦ τε
καὶ καθόλου κατασκευήν οὐ γάρ ἐστι τὸ ἐν μέρει τοῦ καθόλου δεικτικόν),
δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι ὅτι, ὡς ἐφ’ ἑνός, οὕτως καὶ
ἐπὶ τῶν ἄλλων. ἄν γὰρ προσυνθέμενοι, ὡς ἐπὶ τινὸς ψυχῆς ἔχει, οὕτως
καὶ ἐπὶ πάσης ἔχειν, δείξωμεν τινὰ ψυχὴν ἀθάνατον, ἔχοιμεν ἄν διὰ τὴν
ἁφῆς, ὅτι διὰ πάθους τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἄν ὅτι καὶ ἐπὶ
τῶν ἄλλων ὁμοίως. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀντικειμένων· ἂν γὰρ
ὡμολογημένον ᾖ τὸ <ὡς> ἐπὶ τινὸς τῶν ἀντικειμένων, οὕτως καὶ ἐπὶ
νῶν, δειχθέντος ὅτι τῶν πρός τὶ ἡ αὐτὴ ἐπιστήμη ἢ ὅτι τὸ ἐναντίον
ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν κείμενον τὸ καὶ ἐπὶ τῶν ἄλλων ἀντικει-
μενων οὕτως εχειν.
τοῦτο δέ φησι δεῖν ποιᾶν, τὸ διαιρεῖν καὶ ἐπὶ τίνος οὐχ οὕτως ζητεῖν
καὶ οὕτως ἐξ ὁμολογίας δεικνύναι, ὅταν μὴ εὐπορῶμεν διά τινος
κοινοῦ καὶ πᾶσιν ἐφαρμόζοντος τοῖς ὑπὸ τὸ καθόλου τὴν δεῖξιν ποιήσασθαι.
ἄν γὰρ οἷόν τε ᾖ, ἐκείνως δεικνύναι χρή, ὡς ὁ γεωμέτρης δείκνυσι καθόλου
τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον , καὶ μὴ δι’ ὁμολογίας καὶ συνθήκης
αὐτὸ λαμβάνειν. ἄν γὰρ καθόλου τις δύνηται διὰ τοῦ αὐτοκινήτου
δεῖξαι τὴν ψυχὴν ἀθάνατον, ἐκείνως δεικτέον. ὡς δὲ τὸ καταφατικὸν ἐξ
ὁμολογίας ἔδειξε κατασκευαζόμενον, οὕτως καὶ τὸ ἀποφατικὸν ἐξ ὁμολογίας
ἔνεστι κατασκευάσαι. ἂν γὰρ ᾖ προκείμενον δεῖξαι ὅτι μηὸεμία ψυχὴ
ἀθάνατος, κατασκευάζοντες τοῦτο ληψόμεθα τὸ εἰ ἡτισοῦν ψυχὴ θνητή, ὅτι
καὶ πᾶσαι, καὶ δείξαντες τὰς τῶν φυτῶν ἢ τὰς τῶν ἀλόγων θνητὰς εἴημεν
ἄν διὰ τὴν ὁμολογίαν ἔχοντες ὅτι καὶ πᾶσα τοιαύτη.
Ταῦτα μέν, ἄν λανθάνῃ πολλαχῶς λεγόμενον, χρὴ ποιεῖν. ἐὰν δὲ μὴ
λανθάνῃ ἀλλ’ ᾖ γνώριμον ὅτι λέγεται πολλαχῶς, δεῖν φησι διαίρεσιν αὐτοῦ
ποιησάμενον ἢ ἐπὶ πάντων τῶν σημαινομένων ὁμοίως ἔχον δεικνύναι
τὸ λεγόμενον καὶ οὕτως ἀνασκευάζειν τὸ κείμενον, ὡς ἐπὶ τοῦ εἰ φιλοσοφητέον
ἐδείχθη, ἢ πάλιν ὅτι ἐπ’ οὐδενός, εἰ εἴη. τὸ κείμενον καταφατικόν,
ἂν μὲν ᾖ κείμενον τὸ δέον εἶναι τὸν σοφὸν πολιτεύεσθαι, γνωρίμου
ὄντος ὅτι τὸ δέον ὁμώνυμον, διελομένους αὐτὸ εἰς τὰ σημαινόμενα, τό τε
καλὸν καὶ ἀναγκαῖον] καὶ συμφέρον, δεικνύντας ὅτι κατὰ μηδέτερον τῶν
σημαινομένων πολιτεύσεται ὁ σοφός, ἂν δ’ ὅτι μὴ δέον ἐστί, πάλιν δεικνύντας
ὅτι κατ’ ἄμφω τῷ σοφῷ πολιτευτέον. ἢ εἰ μὴ οἷόν τε εἴη κατ’ ἀμφότερα τὰ
σημαινόμενα ἢ κατασκευάζειν ἢ ἀναιρεῖν τὸ κείμενον, τότε χρὴ διαιρεῖν
καὶ δεικνύναι κατὰ μέν τι τῶν σημαινομένων οὕτως ἔχον αὐτὸ κατὰ δέ τι
ἀντικειμένως, ἀλλ’ οὐχ ἁπλῶς, ὡς ἐτέθη· οἷον τὸ πολιτεύεσθαι τὸν σοφὸν
δεδειχότες ὅτι οὐὸέτερον ἁπλῶς. εἰπὼν δὲ ὡς ἐπὶ δύο ὄντων τῶν
σημαινομένων τὸ μὲν τὸ δ᾿ οὑν, προσέθηκενὁδ’ ὁ δ᾿ αὐτὸς λόγος κἂν πλείω
ᾖ εἰς ἃ διαιρεῖται· ἐροῦμεν γὰρ ὁμοίως πάλιν ὅτι ‘τὰ μὲν τὰ δ’ οὔ’.
Πάλιν ὅσα μὴ καθ’ ὁμωνυμίαν λέγεται πολλαχῶς ἀλλὰ κατ’ ἄλλον τρόπον.
ἐπεὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ἐν ὀνόμασι τὸ διττὸν ἔχει,
ἃ καλοῦμεν ὁμώνυμα, τὰ δὲ ἐν λόγῳ, ἃ ἀμφίβολα καλεῖν αὐτοῖς ἔθος,
νῦν λέγει περὶ τῶν ἐν λόγῳ τὸ διττὸν ἐχόντων, τοῦτ’ ἔστι τῶν ἀμφιβόλων,
καὶ πῶς καὶ ἐπὶ τούτων ἢ ἀνασκευάσομεν ἡ κατασκευάσομεν τὸ πρόβλημα
ὑπογράφει. ἐπεὶ γὰρ ὁ λόγος ὁ λέγων τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι
πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος ἢ γὰρ οὕτως πλειόνων ἡ αὐτὴ καὶ μία
ἐπιστήμη ὡς τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, οἷον οἰκοδομικὴ καὶ
οἰκίας ἐστὶν ἐπιστήμη ὡς τέλους καὶ δι’ ὧν οἰκία γίνεται, ἅπερ ἐστὶ πρὸς
τὸ τέλος· πλειόνων οὖν ἡ αὐτή. ὁμοίως ἰατρικὴ ὑγείας καὶ τῶν ὑγείας
ποιητικῶν, οἷον διαίτης, τομῆς, καύσεως. λέγεται πάλιν μία πλειόνων ἐπιστήμη
καὶ ὡς τελῶν, ὡς λέγομεν τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην,
ὑγείας μὲν καὶ νόσου τὴν ἰατρικήν, ἡρμοσμένου δὲ καὶ ἀναρμόστου
τὴν μουσικήν, εὐεξίας δὲ καὶ καχεξίας τὴν γυμναστικήν· ὁ γὰρ εἰδὼς
εὐεξίαν τε καὶ καχεξίαν οὐχ οὕτως οἶδεν ἄμφω ταῦτα ὡς τὸ μὲν ποιητικὸν
τὸ δὲ τέλος, ἀλλ’ ὡς ἀμφότερα τέλη· ὡς γὰρ ἡ εὐεξία τέλος ἐστὶ
τῶν εὐεκτικῶν, οὕτως καὶ ἡ καχεξία τῶν καχεκτικῶν · εἰ οὖν ἡ γυμναστικὴ
ἀμφοτέρων τούτων ἐστὶν ἐπιστήμη, εἴη ἂν ἐπιστήμη δύο τελῶν· καὶ
γὰρ εἰ μὴ τέλος τῆς ἀλειτͅτικῆς ἡ γνῶσίς τε καὶ ποίησις τῆς καχεξίας,
ἀλλ’ αὐτή γε ἡ καχεξία τέλος ἐστίν· ὥστε καὶ ὁ ἐπιστήμην ἔχων
ταύιης ὡς τέλους ἄν ἐπιστήμην ἔχοι· οὐδὲν γὰρ μᾶλλον ἡ εὐεξία τέλος
ἐστὶ τῶν εὐεκτικῶν ἢ ἡ καχεξία τῶν καχεξίας ποιητικῶν. πάλιν κατ’ ἄλλο
σημαινόμενον λέγεται μία πλειόνων ἐπιστήμη, ὅταν τοῦ μὲν καθ’ αὑτὸ ᾖ
τοῦ δὲ κατὰ συμβεβηκός· λέγεται γὰρ ἡ ἐπιστήμη οὐ μόνον τούτων εἶναι
ὧν ἐστι προηγουμένως, ἀλλὰ καὶ τῶν τούτοις συμβεβηκότων· ἡ γὰρ ἰατρική
ἐστι μὲν προηγουμένως ὑγείας γνωστική, κατὰ συμβεβηκὸς μέντοι καὶ
ἢ τοῖσδε τρέφειν ὡς κούφοις, οἷον ἰχθύσι, κατὰ συμβεβηκός· συμβέβηκε
γὰρ τῷ μὲν εἶναι χαλαστικῷ τοῖς δὲ κούφοις τε καὶ εὐδιοικήτοις. καὶ ὁ γεωμέτρης
καθ᾿ αὑτὸ μὲν οἶδεν ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει
τὰς γωνίας, κατὰ συμβεβηκὸς δὲ ὅτι τὸ ἰσόπλευρον· οὐ γὰρ ᾗ ἰσόπλευρον,
ταύτῃ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἀλλ’ ᾗ τρίγωνον, ὃ ὑπάρχει τῷ
ἰσοπλεύρῳ· εἰδὼς οὖν καθ’ αὑτὸ καθ’ ὃ τρίγωνον, κατὰ συμβεβηκὸς οἶδεν
ὅτι τὸ ἰσόπλευρον· συμβέβηκε γὰρ τῷ τριγώνῳ ἰσοπλεύρῳ εἶναι), ἐπεὶ
τοίνυν ὁ λόγος οὗτος πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος, ὡς ἐδείχθη,
χρὴ ὡς ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τοῦ τοιούτου καὶ ὅλως τῶν ἀμ-
φιβόλων ποιεῖν. εἰ γὰρ κατὰ μηδὲν τῶν σημαινομένων δείξαιμεν μίαν
ἐπιστήμην τῶνδέ τινων πλειόνων ὄντων οὖσαν, εἴημεν ἂν καθόλου ἀνῃρηκότες
τὸ εἶναι τὴν αὐτὴν ἐπιστήμην πλειόνων ὄντων]. ἢ δείξαντες κατὰ
τὶ τῶν σημαινομένων μὴ οὖσαν μίαν τῶνδέ τινων πλειόνων ὄντων, εἴημεν
ἄν καὶ οὕτως ἀτῃρηκότες τὸ πᾶσαν. πάλιν δέ, ἄν ᾖ κείμενον τὸ
τήνδε τὴν ἐπιστήμην μὴ εἶναι τῶνδε πλειόνων ὄντων, δείξαντες κατὰ τὶ
τῶν σημαινομένων οὖσαν αὐτὴν πλειόνων ὄντων τῶνδε ἐπιστήμην εἴημεν
ἂν πάλιν ἀνῃρηκότες τὸ κείμενον. οἷον ἄν λέγῃ τις τὴν ἰατρικὴν ἐπιστήμην
εἶναι ὑγείας καὶ εὐεξίας, ἄν δείξωμεν ὅτι μήτε τοῦ μὲν ὡς ποιητικοῦ
τοῦ δὲ ὡς τέλους τούτων ἐστὶ μήτε ὡς δύο τελῶν οὐ γάρ ἐστιν
ἡ εὐεξία ἐναντία τῇ ὑγείᾳ οὐδὲ τέλος τῶν ἀντικ̀ειuὅ́νων τοῖς ὑγιεινοῖς,
ἅπερ ἐστὶ τὰ νοσώδη· οὕτως δὲ ἡ αὐτὴ πλειόνων ὡς τελῶν), ἀλλὰ μηδὲ
ὡς τοῦ μὲν καθ’ αὑτὸ τοὺ δὲ κατὰ συμβεβηκός οὐ γὰρ συμβέβηκε
τῇ ὑγείᾳ ἡ εὐεξία), ἀνῃρηκότες ἂν εἴημεν τὸ κείμενον. ὁμοίως πάλιν, ἂν
λέγῃ τις τὴν οἰκοδομικὴν οἰκίας τε καὶ ὑγείας ἐπιστήμην εἶναι. ὡς δὲ ἐπὶ
τούτου τοῦ παραδείγματος οὕτως δεῖ ποιεῖν ἐπὶ πάντων τῶν ἀμφιβόλων
τῶν ἐχόντων τινὰ ζήτησιν.
Δεῖν δέ φησι τὴν διαίρεσιν ποιούμενον τῶν τοιούτων καὶ οὕτως λεγομένων
μὴ εἰς πάντα τὰ σημαινόμενα διαιρεῖν ἀλλ’ εἰς τὰ χρήσιμα πρὸς
τὸ προκείμενον. εἰ μὲν γὰρ εἴη προκείμενον ἡμῖν κατασκευάσαι τὸ προβλημα,
εἰς ταῦτα ἐφ’ ὧν οἷοί τε ἐσόμεθα δεῖξαι τὸ προκείμενον καὶ κατασκευάσαι,
διαιρετέον· εἰ δὲ ἀνασκευάσαι, πάλιν ταῦτα ληπτέον ἐφ’ ὧν <ἂν>
τε καὶ εὐχροίας ἐστί) δεῖ ἀνασκευάζειν τὸ πρόβλημα· εἰ δέ τις πάλιν λέγοι
μὴ εἶναι τὴν ἰατρικὴν ὑγείας καὶ εὐχροίας, αὐτὸν δεικνύντα ὅτι μία ἐπιστήμη
πλειόνων λέγεται, ὅταν τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός,
οὕτως δὲ καὶ ἡ ἰατρικὴ τῶν προκειμένων ἐστί. δύναταί τις καὶ ὡς
καθόλου λεγομένου τοῦ διαιρεῖσθαι δὲ ὁσαχῶς χρήσιμον ἐπὶ πάντων
τῶν πολλαχῶς λεγομένων ἀκούειν, ὥς τισιν ἔδοξεν, οὐκ ἐπὶ μόνου τοῦ ἐπιστήμην
εἶναι μίαν πλειόνων. διττοῦ γὰρ ὄντος τοῦ ‘ἐπίσταμαι πάντα τὸν
τὰς πλείους εἰληφότα ψήφους ὅτι νενίκηκεν’ ἢ γὰρ καθ’ ὃ ὥρισται τοῦτο
καθόλου, ἢ ὅτι τοὺς καθ’ ἕκαστον πάντας, ὅπερ οὐχ οἷόν τε), χρὴ ἐπὶ
τοῦτο ἄγοντας δεικνύναι ὅτι ‘καὶ μὴν τόνδ’ οὐκ οἶδας ὅτι νενίκηκεν· οὐκ
ἄρα πάντας νενικηκότας καὶ τὰς πλείους εἰληφότας ψήφους ἐπίστασαι᾿.
ὅμοιον τοῦτο, οὗ καὶ αὐτοῦ Θεόφραστος ἐν τῷ Περὶ τῶν ποσαχῶς μέμνηται,
τὸ ἐπίστασθαι πᾶν τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς
γωνίας· ἢ γὰρ ὡς καθόλου ἢ ὡς καθ’ ἕκαστα πάντα. ἀνασκευάζειν οὗν
θέλοντας τὸ ὅτι ὁ γεωμέτρης ἐπίσταται πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον
τὰς τρεῖς γωνίας, χρὴ ἐπὶ τὰ καθ’ ἕκαστα μετάγειν τὸν λόγον καὶ γὰρ
τοῦτο σημαίνεται) καὶ λαβόντας ὅτι ὃ μὴ οἶδέ τις ὅτι ἐστὶ τρίγωνον, οὐδ’
εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει οἷδε, τόδε τι προχειρισαμένους λέγειν ὅτι ‘τοῦτο
δὲ οὐκ οἷδεν· οὐδ’ ἄρα, εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει, οἶδεν· οὐ πᾶν ἄρα οἷδε᾿.
δεῖν δέ φησι καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτω ποιεῖσθαι
τὴν διαίρεσιν, ἂν λανθάνῃ ποσαχῶς λέγεται. ἂν γὰρ ᾖ γνώριμον
τὸ ποσαχῶς λέγεται, κατάφωροι παράγοντές τινα καὶ πρὸς τὸ
χρήσιμον αὑτοῖς ποιούμενοι τὴν διαίρεσιν ἐσόμεθα. ὅταν οὖν ᾖ γνώριμα
τὰ σημαινόμενα, πάντα ἐκθέμενοι ἐφ’ ὧν μὲν δείξομεν οὕτως ἔχον, ἐφ’
ὧν δὲ μὴ δυνάμενον οὕτως ἔχειν, ὡς εἶπεν ἐπὶ τῶν ὁμωνύμων, ἂν μὴ
ἐπὶ πάντων ὁμοίως οἷόν τε ᾖ· οὕτως γὰρ οὐ δόξομεν εὐπορεῖν λόγων
πρὸς τὸ πρόβλημα.
Καὶ εἶναι δὲ τόδε τοῦδε ἢ μὴ εἶναι ἑκτῶν αὐτῶν τόπων
κατασκευαστεον.
Χρησάμενος τοῦ ἀμφιβόλου παραδείγματι τῷ τὴν αὐτὴν ἐπιστήμην
πλειόνων εἶναι καὶ δείξας κατὰ πόσα σημαινόμενα τὴν αὐτὴν οἷόν τε λέγεσθαι
πλειόνων ἐπιστήμην καὶ γὰρ ὅτι “τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος”
καὶ ὅτι τῶν ἀντικειμένων ὡς τελῶν καὶ ὅτι “ὡς τοῦ καθ’ αὑτὸ καὶ
κατὰ συμβεβηκός”), καθόλου φησὶν ἐκ τούτων τῶν τόπων κατασκευαστέον
ἢ ἀνασκευαστέον καὶ τὸ εἶναι τόδε τοῦδε. οἷον ἄν τὴν ἰατρικὴν ποιητικὴν
ὑγείας ἢ ὅλως τινὸς ἐπιστήμην κατασκευάσαι θέλωμεν, δείξομεν
κατά τι τούτων τὴν ἰατρικὴν ποιητικὴν τῆς ὑγείας ἢ ὅ τι ἂν ᾖ τὸ δεικνύμενον
ἐπιστήμην οὖσαν· ἢ γὰρ ὡς τέλους, ὡς τῆς ὑγείας εἴη δ’ ἂν
καὶ τῆς νόσου οὕτως ὡς ἐναντίου τῷ τέλει), ἢ ὡς πρὸς τὸ τέλος,
ὥς τινος τῶν ὑγείας ποιητικῶν, ἢ ὡς κατὰ συμβεβηκός, ὡς τῆς εὐχροίας,
ὡς ἐάν γε μήτε ὡς πρὸς τὸ τέλος συντελοῦντος τοῦ προκειμένου
<ᾖ> ἡ ἰατρικὴ ἐπιστήμη μήτε ὡς τέλους μήτε ὡς κατὰ συμβεβηκός,
οὐδ’ ἄν· τὴν ἀρχὴν εἴη ἡ ἰατρικὴ τοῦ προκειμένου. ὅτι γοῦν οὐκ ἔστιν
ἡ ἰατρικὴ ἐπιστήμη μελῶν τε καὶ ῥυθμῶν, δείκνυμεν διὰ τοῦ μήτε πρὸς
τὸ τέλος τὸ τῆς ἰατρικῆς συντελεῖν τι ταῦτα μήτε τέλη αὐτῆς εἶναι μήτε
συμβεβηκέναι αὐτὰ ἐκείνων τινί, ἡ τῷ τέλει ἢ τῶν πρὸς τὸ τέλος τινί.
ὁμοίως, ἄν λέγῃ τις τὴν ῥητορικὴν ἐπιστήμην δικαίων, δείξαντες ὅτι μήτε
ὡς τέλους ἐστίν οὐ γὰρ τέλος ῥητορικῆς τοῦτο), μήτε ὡς ποιητικοῦ τέλους
οὐ γὰρ τὰ δίκαια ποιητικὰ τοῦ τῆς ῥητορικῆς τέλους), ἀνεσκευακότες
ἄν εἴημεν τὸ πρόβλημα· οὐδὲ γὰρ κατὰ συμβεβηκός ἐστιν αὐτῆς· οὐ γὰρ
συμβέβηκε τῷ τέλει τῆς ῥητορικῆς τὸ δίκαιον. πάλιν εἰ ἡ ἐπιθυμία εἶναι
λέγοιτό τινος, ἢ ὡς τέλους εἴη ἄν αὐτοῦ ἢ ὡς τῶν πρὸς τὸ τέλος ἢ
κατὰ συμβεβηκός· οὗ γὰρ ἄν ᾖ ἡ ἐπιθυμία, ἢ ὡς τέλους εἴη <ἄν,>
ὑγείας, ἢ ὡς τῶν πρὸς τὸ τέλος, οἷον τοῦ τμηθῆναι ἢ καθαρθῆναι,
δι’ ὧν ἡ ὑγεία γίνεται, ἡ κατὰ συμβεβηκός, ὡς ὁ φιλόγλυκυς οἴνου ἐπιθυμεῖ·
οὐ γὰρ ᾗ οἶνος, ἀλλὰ διότι γλυκύς, διὰ τοῦτ’ αὐτοῦ ὡς φιλόγλυκυς
ἐπιθυμεῖ· συμβέβηκε γὰρ τῷ ἐπιθυμουμένῳ ὑπ’ αὐτοῦ τοῦτο δὲ ἦν τὸ
γλυκύ) οἴνῳ εἶναι. ὅτι γὰρ μὴ καθ’ ὃ οἶνος ἐπιθυμεῖ αὐτοῦ, δῆλον ἐκ τοῦ
τοῦ αὐστηροῦ οἴνου μὴ ἐπιθυμεῖν τὸν φιλόγλυκυν οὐδὲν ἔλαττον οἴνου καὶ
ὡς πρὸς τὸ τέλος ἡ κατὰ συμβεβηκός, ἀλλὰ καὶ εἴ τινα ἄλλα πλειόνων
ἐστὶν ἄνων τινῶν καὶ μὴ τούτων ὥσπερ ἡ αἴσθησις· οὖσα γὰρ πλειόνων
ἄλλων ἐστί· πλειόνων γὰρ ἡ αἴσθησις, ὅτι ἢ τοῦ ἰδίου ἡ τοῦ κοινοῦ ἢ
τοῦ κατὰ συμβεβηκός. καὶ αὐτὸς οὕτως δείκνυσι, φέρε εἰπεῖν ὅτι μή
ἐστιν ἀκοὴ χρωμάτων ἀντιληπτική· οὔτε γὰρ ὡς ἰδίου αἰσθητοῦ ἴδιον
γὰρ αὐτῆς οἱ ψόφοι) οὔτε ὡς κοινοῦ οὐ γάρ ἐστι κοινὸν αἰσθητὸν τὸ
χρῶμα· τὸ γάρ τινος αἰσθήσεως ἴδιον οὐ κοινόν), ἀλλ’ οὐδὲ κατὰ συμβε-
βηκός· οὐ γὰρ συμβέβηκε τοῖς ψόφοις τὸ χρῶμα. ἀλλὰ καὶ τὸ κενὸν δεικνύοις
ἄν μὴ ὂν αἴτιον κινήσεως τῷ τετραχῶς λεγομένου τοῦ αἰτίου κατὰ
μηδένα τῶν τρόπων τὸ κενὸν αἴτιον εἶναι τῇ κινήσει. τοῦτον δὲ τὸν τόπον
ἐν τοῖς πρός τι χρήσιμόν φησιν εἶναι· τὸ γάρ τί τινος λέγειν εἶναι
καὶ ἄλλο ἄλλου ἐν τοῖς πρός τι. οὕτως, κἂν λέγῃ τις ἐπιθυμεῖν τινα
νόσου, ἀνασκευάσομεν δείξαντες ὅτι μήτε ὡς τέλους μήτε ὡς πρὸς τὸ τέ-
λος μήτε κατά τι συμβεβηκὸς οἷόν τέ τινα ἐπιθυμεῖν νόσου.
Ἔτι ἔτι τὸ μεταλαμβάνειν εἰς τὸ γνωριμώτερον ὄνομα.
Ὁ τόπος ἐκ μεταλήψεως· ἐπεὶ γάρ πὰν εὐς͂πιχ̀ειργτότερον γίνεται
σαφέστερον γενόμενον, φησὶ δεῖν μεταλαμβάνειν τὸ ἀσαφέστερον εἰς τὸ
σαφέστερον καὶ οὕτως ἐπιχειρεῖν πειρᾶσθαι· εὐπορωτέρα γὰρ ἡ πρὸς τὸ
σαφὲς ἐπιχείρησις. χρήσιμος δὲ ἡ εἰς τὸ σαφὲς μετάληψις ὁμοίως καὶ πρὸς
ἀνασκευὴν καὶ πρὸς κατασκευήν· καὶ γὰρ ἀνασκευάσαι τι βουλόμενοι μεταλαβόντες
εἰς τὸ σαφέστερον ῥᾷον δείξομεν καὶ ·κατασκ̓ευάσίι. ἀνασκευάσαι
μὲν γὰρ βουλόμενοι καὶ δεῖξαι, ὅτι ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων, τὴν
πολυπραγμοσύνην μεταλαβόντες εἰς φιλοπραγμοσύνην ῥᾷον
τὸ προκείμενον. ὁ μὲν γὰρ πολυπράγμων οὐδέπω φανερὰν ἁμαρτίαν σημαίνειν
δοκεῖ, εἴ γε πολυπράγμων μέν ἐστιν ὁ ἐν πολλοῖς κυλιόμενος πράγμασιν,
δύναται δὲ τοῦτο καὶ ἀπὸ τύχης τινὶ περιγενέσθαι· ὁ δὲ φιλοπράγμων
διάθεσιν ἤδη καὶ οἰκειότητα τὴν πρὸς τὰ πράγματα δηλοῖ καὶ
γίνονται γὰρ ὑπολήψεις τῷ σπουδαίῳ καὶ περὶ τῶν ἐνδεχομένων), μεταλαμβάνοντες
λαμβάνοντες τὸ ἀκριβὲς εἰς τὸ σαφὲς ἢ εἰς τὸ ἀληθὲς εὐκολώτερον τὸ
προκείμενον δείξομεν· πᾶσα γὰρ ἡ τοῦ σπουδαίου ὑπόληψις σαφής τε καὶ
διηρθρωμένη καὶ ἀληθής. ὁμοίως καὶ πρὸς τὸν οἰκείαν τινὰ ὑπόληὐιν
περί τινος ἐκτιθέμενον, οἷον περὶ ἡὸονῆς ὁποία αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν
λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμως λέγει· εἰ δὲ τὸ
ἀκριβὲς εἰς τὸ σαφὲς μεταλάβοι, γνώριμον ἄν ὃ λέγει ποιήσειεν. ἔστι δὲ
καὶ τὸν μὲν σπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντας τὴν φιλοπραγμοσύνην
εἰς πολυπραγμοσύνην τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ πύσει
συνεστώτων ἐξετάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐστι· τοιοῦτος δὲ ὁ
σπουδαῖος), τὴν δὲ τοῦ σπουδαίου ὑπόληψιν οὑ σαφῆ, μεταλαμβάνοντας τὸ
σαφὲς εἰς τὸ ἀκριβές· εἰ γὰρ τὸ μὲν ἀκριβὲς ἀναγκαῖον, οὐ πᾶσα δὲ ὑπόληψις
τοῦ σπουδαίου * * * ἀκριβὴς εἴη, ὥστε οὐδὲ σαφής. τούτῳ ἰῷ
τόπῳ χρωμένους ἔνεστι δεικνύναι ποτὲ μὲν ὅτι x003E; σπουδαῖος οὐ σώσρων,
μεταλαβόντας τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ
συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἀληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ,
οὐκ ἄν εἴη ὁ σπουδαῖος ἐγκραιής· ὥστε οὑδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη
τῇ ἐγκρατεία. πάλιν δ’ αὖ δεικνύναι τις δυνήσεται τὸν σπουδαῖον
ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος
ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἀλλήλας εἴη, ἡ δὲ τῶν
τῆς ψυχῆς δυνάμεων ὁμολογία πρὸς ἀλλήλας σωφροσύνη. οὕτως καὶ ὁ
Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ
καὶ τὸ μειδιᾶν εἰς τὸ γελᾶν · μεταλαμβάνουσι δὲ καὶ τὸν μὲν
πανοῦργον εἰς τὸν φρόνιμον τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, καὶ τὸν μὲν
πρᾷον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον τὸν δὲ ἐλευθέριον εἰς τὸν ἄσωτον, καὶ
τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτως καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ
παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας εἰς τοὺς ἠλιθίους μεταλαμβάνει.
Πρὸς δὲ τὸ δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα.
τόπον τινὰ ἡμῖν παραδίδωσιν, ᾧ χρῆσθαι δυνησόμεθα πρὸς τὰ προβλήματα,
ἐν οἷς πρόκειται δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα,
οἷον ὅτι περὶ αἴσθησίν ἐστιν ὀρθότης καὶ ἁμαρτία ἢ περὶ ὑπόληψιν
τἀληθές τε καὶ τὸ ψεῦδος. ὁ δὲ τόπος οὗτός φησι δεῖν ἐπισκοπεῖν εἰ τῷ γένει
του προκειενου, ο τι ἄν ᾖ γένος αὐτοῦ, τἀναντία υπαρχει, κὰν ᾖ τοῦτο
οὕτως ενχον, δεικνύναι χρωμένους αὐτῷ ὅτι καὶ περὶ τὸ προκείμενόν ἐστι
τἀνανιία. οἷον ἐπεὶ τὸ αἰσθ́νεσθικρίνειν τί ἐστι (γένος γὰρ τῆς αἰσθήσεως
ἡ ἡ κρίσις· κρίνομεν γὰρ οὐκ αἰσθήσει μόνον ἀλλὰ καὶ νῷ), κρίνειν
δὲ ἔστι καὶ ὀρθῶς καὶ ἡμαρτημένως, εἴη ἂν καὶ τῷ αἰσθάνεσθαι ἄμφω
ὑπάρχοτα. πάλιν εἰ ὑπόληψις ἐστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα·
εἶδος γὰρ ὑπολήψεως ἡ δόξα. οὕτως μὲν οὖν ἀπὸ τοῦ γένους ἔστιν ὁρμωμένους
περὶ τοῦ εἴδους δεῖξαι ὅτι αὐτῷ τἀναντία ὑπάρχει. ἔστι δὲ καὶ
ἀνάπαλιν ἀπὸ τοῦ εἴδους περὶ τοῦ γένους δεικνύναι. ζητουμένου γὰρ εἰ διάθεσις
ἔστι φαύλη καὶ σπουδαία, εὑρόντες ἐπὶ εἴδους τινὸς τῆς διαθέσεως
ἄμφω ταῦτα διὰ τούτου ἄν δεικνύοιμεν ὅτι καὶ τῇ διαθέσει ἄμφω ὑπάρχει.
οἷον ἐπεὶ ἡ τέχνη εἰδός ἐστι τῆς διαθέσεως διαθέσεις γὰρ οὐ μόνον
αἱ ἐπίστημί τε καὶ τέχναι ἀλλὰ καὶ αἱ ἀρεταί), ὑπάρχει δὲ τῇ τέχνῃ τὸ
φαῦλόν τε καὶ τὸ σπουδαῖον τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι φαῦλαι αἱ δὲ σπουδαῖαι·
αὐτὸς γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι κοινότερον ἀντὶ τῆς τέχνης
χρῆται), ὑπάρχοι ἂν καὶ τῇ διαθέσει γένει οὔσῃ τῆς τέχνης τὸ φαῦλόν τε
καὶ τὸ σπουδαῖον. ὁμοίως πάλιν, εἰ τῇ δόξῃ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές,
ὑπάρχοι ἄν καὶ τῇ ὑπολήψει.
εἰπὼν δὲ γίνεσθαι τὴν κατασκευὴν τοῦ τὰ ἀντικείμενά τινι ὑπάρχειν
καὶ ἀπὸ τοῦ γένους τῷ εἴδει καὶ ἀπὸ τοῦ εἴδους τῷ γένει, φησὶ τὸν μὲν
ὑπάρχειν, διὰ τοῦτο οὐκ ἀληθὴς ὁ πρῶτος. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ
τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει
ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε
τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν εἰδῶν αὐτοῦ ἀνάγκη
συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει
τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ
ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι, ἀλλ’ οὐ
διὰ τοῦτο καὶ πᾶσι τοῖς τοῖς ὑπὸ τὸ ζῷον. τὰ δὴ οὕτως συμβεβηκέναι λεγόμενα
τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἀλλ’ οὐδὲ ὅσα
ὑπάρχει τῷ γένει τῷ ἐν τῇ οὐσίᾳ εἶναί τινος εἴδους, τῶν ὑπ’ αὐτό τινι.
ὡς συμβεβηκότα δὲ ὑπάρχει τῷ γένει καὶ τὰ ἀντικείμενα· οὐ γὰρ οἷόν τε
ἐν τῇ οὐσίᾳ τινὸς γένους εἶναι τὰ ἀντικείμενα οὕτως γὰρ ἄν ἅμα τε εἴη
τὰ ἀντικείμενα καὶ ἀχώριστα ἀλλήλων), ἀλλ’ ὅτι τῶν ὑπὸ τὸ γένος τὰ
μὲν τοῖά ἐστι τὰ δὲ τοῖα, οἷον τὰ μὲν σπουδαῖα τὰ δὲ φαῦλα, ἢ τὰ μὲν
λευκὰ τὰ δὲ μέλαν, τούτῳ λέγεται τὰ ἀντικείμενα εἶναι ἐν τῷ γένει.
ἀλλὰ καὶ τὸ διαιρεῖσθαι ταῖς ἀντικειμέναις διαφοραῖς οὕτως ὑπάρχει τῷ
γένει· οὕτως γὰρ ἐν τῷ ζῴῳ τὸ τετράπουν τε καὶ μή. διὸ οὐχ ἱκανὸν
πρὸς δεῖξιν τοῦ τὰ ἀντικείμενα τῷ εἴδει ὑπάρχειν τὸ δεῖξαι τῷ γένει αὐ-
τοῦ τὰ ἀντικείμενα ὑπάρχειν. ὁ μέντοι δείξας τῷ εἴδει τινὸς γένους ὑπάρ-
χοντα τὰ ἀντικείμενα πάντως ἔχει δεδειμγένον τὸ καὶ τῷ γένει αὐτοῦ
ὑπάρχειν αὐτά. ἐπεὶ γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος ἐστίν, ἀνάγκη καὶ πάντα
τὰ τῷ εἴδει ὑπάρχοντα καὶ ἐν τῷ γένει εἶναι καὶ ὑπ’ αὐτό· καθόλου γὰρ
ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει ἐστί, καὶ ἐν τῷ γένει εἶναι. εἰ μὲν γὰρ ἦν
ταὐτὸν τὸ ἔν τινι εἷναι τῷ παντὶ ὑπάρχειν, οὐκ ἄν ἦν ἀληθὲς τὸ ὅσα ἐν
τῷ εἴδει, καὶ ἐν τῷ γένει· τὸ γὰρ λογικὸν καὶ δίπουν ἐν ἀνθρώπῳ μέν
ἐστιν, οὐκέτι δὲ καὶ ἐν ζῴῳ ἄν ἦν, ἐπεὶ μὴ παντὶ ζῴῳ ὑπάρχει· ἀλλ’
οὐδὲ τὸ λευκὸν ἄν ἦν ἐν ἀνθρώπῳ, ὅτι μὴ ἐν παντί· τοὐναντίον γὰρ ἄν
ἀληθὲς ἦν τὸ ὅσα ἐν τῷ γένει, καὶ ἐν τῷ εἴδει. ἐπεὶ δὲ μὴ ταὐτόν ἐστι
τὸ γὰρ εἶδος ἐν τῷ γένει ἐν ᾧ ἐστι, καὶ ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ μέν,
ὑπ’ αὐτοῦ. δείξας δὲ πρὸς τὰς κατασκευὰς τὸν μὲν ἀπὸ τῶν γενῶν περὶ
τῶν εἰδῶν κατασκευάζοντα τόπον ψευδῆ τὸν δὲ ἀπὸ τῶν εἰδῶν περὶ τῶν
γενῶν ἀληθῆ, ἀνάπαλίν φησιν ἔχειν ἐπὶ τῶν ἀνασκευῶν. τὸν μὲν γὰρ ὃ
μὴ ὑπάρχει τῷ γένει, τοῦτο μὴ ὑπάρχειν μηδὲ τῷ εἴδει δεικνύντα ἀληθῆ
εἶναι· ὃ γὰρ μή ἐστιν ἐν ζῴῳ ὅλως. οὐδὲ ἐν ἀνθρώπῳ· τὸν δὲ ὃ μὴ
ὑπάρχει τῷ εἴδει, τοῦτο πειρώμενον δεικνύναι, ὅτι μηδὲ τῷ γένει ὑπάρχει,
ψευδῆ· τὸ γὰρ τετράπουν ἡ τὸ ἄλογον οὐχ ὑπάρχει μὲν ἀνθρώπῳ,
οὐ μὴν διὰ τοῦτο οὐδὲ ζῴῳ. αἴτιον δὲ τούτου τὸ ἐπὶ πλέον εἷναι τὸ γένος
τοῦ εἴδους. ὃ μὲν γὰρ ὑπάρχει ἰῷ ἐπὶ πλέον τινὸς ὄντι, τοῦτο οὐκ
ἀνάγκη ὑπάρχειν καὶ τῷ ἐπ’ ἔλαττόν τε καὶ ὑπ’ αὐτό, εἰ μὴ παντὶ ὑπάρχει
τῷ ἐπὶ πλέον· ὃ δὲ τῷ ἐπ’ ἔλαττον ὄντι καὶ δπό τι κοινὸν ὑπάρχει,
τοῦτο ἀνάγκη καὶ ἐν] τῷ ἐπὶ πλέον ὄντι καὶ περιέχοντι τοῦτο ὑπάρχειν.
πάλιν δ’ αὗ, ὃ μὴ ὑπάρχει τῷ ἐπὶ πλέον ὄντι, οὐδ’ ἂν τῶν ὑπ’ αὐτό
τινι ὑπάρχοι· εἰ γὰρ ὑπάρχει τῷ ἐπ’ ἔλαττον, ἀνάγκη ἐν ἐκείνῳ τὸ εἶὸος
ὅπερ τὸ γένος εἶναι. εἰ δέ τι μὴ ὑπάρχει τῷ ἐπ’ ἔλαττον ὄντι, οὐκ ἀνάγκη
μὴ ὑπάρχειν τῷ ἐπὶ πλέον· ἄλλῳ γάρ τινι ὑπάρχον τῶν ὑπὸ τὸ γένος
δύναται ἐν ἐκείνῳ εἶναι. οἷον ἐπεὶ τῷ ζῴῳ οὐχ ὑπάρχει τὸ ἄψυχον, οὐδὲ
τῶν ὑπὸ τὸ ζῷόν τινι· ὁμοίως, ἐπεὶ τὸ χωρὶς αἰσθήσεως εἶναι οὐχ
ὑπάρχει τῷ ζῴῳ, οὐδὲ τῶν εἰδῶν τινι αὐτοῦ ὑπάρχει. ἂν δὲ διαβάλλειν
τις πειρώμενος τὰ προειρημένα λέγῃ τῷ μὲν ἀνθρώπῳ ὑπάρχειν τὸ ὑπὸ
τὸ ζῷον εἶναι, οὐκέτι δὲ καὶ τῷ ᾠῷ οὐ γάρ ἐστι τὸ ζῷον ὑπὸ τὸ ζῷον),
ῥητέον ὅτι καὶ τῷ ζῴῳ ὑπάρχει τὸ ὑπὸ τὸ ζῷον εἶναι. εἰ γὰρ τινὶ ζῴῳ,
<καὶ ζῴῳ> ὑπάρχει· τῷ δὲ ἀνθρώπῳ τινὶ ζῴῳ ὄντι ὑπάρχει καὶ τὸ ὑπὸ
τὸ ζῷον εἶναι· ὥστε καὶ ζῴῳ· οὐ γὰρ ἔκειτο τοῦτο ἔν τινι εἶναι ὃ ἐν
παντὶ αὐτῳ ἐστιν.
Ἐπεὶ δὲ ἀναγκαῖον, ὧν τὸ γένος κατηγορεῖται, καὶ τῶν
εἰδῶν τι κατηγορεῖσθαι.
Ὁ τόπος τοιοῦτος· ἐπεὶ τὰ γένη οὐκ ἔστιν αὐτὰ καθ’ ἑαυτά, ἀλλ’ ἐν
αὐτὸ προσεχὲς εἶδός ἐστι τοῦ ζῴου· ὃ παρέλιπε προσθεῖναι, ὅτι μηδὲ
χρήσιμον αὐτῷ πρὸς τὸν παραδιδόμενον τόπον ἦν. ἢ καὶ τούτου τὸ εἶδος
κατηγορεῖται, εἴ γε αὐτὸ μὲν αὑτοῦ κατηγορεῖται, εἶδος δέ ἐστιν αὐτὸ τοῦ
ζῴου. ὄντων δὴ τῶν γενῶν τοιαύτης φύσεως, ἀναγκαίως φησὶ καὶ ὅσα
ἔχειν λέγεται γένος τι, τοῦτ’ ἔστιν οἷς ὑπάρχειν τε καὶ συμβεβηκέναι λέγεται
γένος τι, τούτοις πάντως καὶ τῶν εἰδῶν τι τῶν τοῦ γένους ὑπάρχειν
τε καὶ συμβεβηκέναι. ἀλλὰ καὶ ὅσα παρωνύμως ἀπό τινων γενῶν λέγεται
οὕτως δὲ λέγεται οἷς συμβέβηκέ τι γένος), ἀνάγκη ταῦτα καὶ ἀπὸ εἴὸους
τινὸς τῶν ἐκείνου τοῦ γένους παρωνύμως λέγεσθαι. οἷον εἰ ἐπισιήμη τινὶ
ὑπάρχειν λέγεται, ἀνάγκη τούιῳ καὶ εἶδός τι τῶν ὑπὸ τὴν ἐπιστήμην
ὑπάρχειν, ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἄλλην τινά· εἰ γὰρ μηδὲν εἶδος
ἐπιστήμης ὑπάρχει τινί, οὐδ’ ἂν ὅλως ἐπιστήμη αὐτῷ ὑπάρχοι. ἀλλὰ
κἄν παρωνύμως τις ἀπὸ τῆς ἐπιστήμης λέγηται ὡς ὁ ἐπισιήμων, τοῦτον
ἀνάγκη καὶ ἀπό τινος τῶν τῆς ἐπισιήμης εἰδῶν παρωνύμως λέγεσθαι·
ἢ γὰρ γραμματικὸν ἢ μουσικὸν ἢ γεωμέτρην ἢ ἀπ’ ἄλλης τινὸς ἐπιστήμης·
εἰ γὰρ ἀπὸ μηδεμιᾶς, οὐδ’ ἄν τὴν ἀρχὴν ἐπιστήμων λέγοιτο.
λαβὼν δὲ τὸ καθόλου καὶ εἰπὼν οἷον εἴ τινος ἐπιστήμη κατηγορεῖται,
μὴς λέγεται· ὅταν γὰρ τινος ἡ ἐπιστήμη οὕτως κατηγορηται ὡς συμβεβηκυῖα
αὐτῷ καὶ ὡς ἐχομένη ὑπ’ αὐτοῦ, τούτου ἀνάγκη τῶν ἐν
εἴδει τῆς ἐπιστήμης οὐσῶν ἐπιστημῶν κατηγορεῖσθαί τινα. ἐπεὶ γὰρ ἀληθὲς
τοῦτο καθόλου, τὸ οὗ οὗ καταηγορεῖταί τι γένος, τούτου καὶ εἶδός τι κατηγορεῖσθαι
καὶ μὴ δύνασθαι γένος τι εἶναι ἐν ὑποστάσει μὴ εἴδους τινὸς
ὄντος, ἀληθὲς γίνεται καὶ τὸ ᾧ συμβεβηκέναι λέγεταί τι γένος, τούτῳ
συμβεβηκέναι τι καὶ τῶν τοῦ γένους ἐκείνου, καὶ τοῦτο, εἴτε μετὰ τοῦ
προσθεῖναι τὸ ὑπάρχειν καὶ συμβεβηκέναι τὴν τοῦ γένους γένους κατηγορίαν
Ἐὰν οὖν τι τεθῇ λεγόμενον ἀπὸ τοῦ γένους ὁπωσοῦν.
Τὸ ὁπωσοῦν δηλωτικόν ἐστι τοῦ ‘εἴτε παρωνύμως εἴτε καὶ τῷ ὑπάρχειν
αὐτῷ τὸ γένος προστίθεσθαι᾿. καὶ παραδείγματι δὲ τῷ παρωνύμῳ
ἐχρήσατο· ὁ γὰρ τὴν ψυχὴν κινεῖσθαι λέγων παρώνυμον τὸ κινεῖσθαι
τῆς κινήσεως ὂν τῆς ψυχῆς κατηγορεῖ. ὅμοιος δὲ ὁ λόγος, κἄν τῇ ψυχῇ
ὑπάρχειν ἢ συμβεβηκέναι τὸ κινεῖσθαί τις λέγῃ. ὄντος δὴ τοιούτου τοῦ
προβλήματος χρὴ ἐπὶ τὰ εἴδη τῆς κινήσεως ἐπιβλέψαντα ἔστι δὲ ταῦτα
αὔξησις, μείωσις, φορά, ἀλλοίωσις, γένεσις καὶ φθορά· κοινότερον γὰρ
νῦν καὶ ταύτας κινήσεις λέγει, ὥσπερ καὶ αὐτὴν τὴν κίνησιν γένος) † εἶναι
ἀπό τινος τούτων οἷον τότε τῆς ψυχῆς παρώνυμον τὴν κατηγορίαν ποιεῖσθαι
εἴη γὰρ ἄν κατασκευαζόμενον τὸ κινεῖσθαι αὐτήν), οἷον εἰ γίνεται ἢ
φθείρεται ἡ ψυχή, εἰ αὔξεται ἢ μειοῦται, εἰ ἀλλοιοῦται, εἰ φέρεται· εἰ δὲ
μηδὲν τούτων, ἀνασκευάζοιτ’ ἄν καὶ τὸ κείμενον τὴν ἀρχήν, τὸ κινεῖσθαι
αὐτήν. εἴ δὴ κατὰ Ξενοκράτην ψυχή ἐστιν ἀριθμὸς αὑτὸν κινῶν, ἢ αὔξοι
ἄν αὑτὸν ἢ μειοῖ ἢ ἀλλοιοῖ ἢ φέροι ἢ φθείροι ἢ γεννῴη. ἀλλ’ οὔτε αὔξει
τι αὐτὸ αὑτό ὑπὸ γάρ τινος προστιθεμένου τὸ αὐξόμενον αὔξεται, ὃ
ἐκτός ἐστι τοῦ αὐξανομένου· ἔτι ὁ αὐξόμενος ἢ μειούμενος ἢ ἀλλοιούμενος
μεταπίπτοι ἄν εἰς ἄλλον ἀριθμὸν καὶ ἐξίσταιτο τῆς οἰκείας οὐσίας
καὶ τοῦ εἶναι οὗτος ὃς ἦν), ἀλλ’ οὐδὲ γεννᾶν τι αὑτὸ ἢ φθείρειν δυνατόν,
ἀλλ’ οὐδὲ φέρεσθαί τι οἷόν τε ὑφ’ ἑαυτοῦ, ὥστε οὐδὲ τὸν ἀριθμόν. ἢ
οὕτως μὲν ὁ ὁρισμὸς ἂν εἴη τῆς ψυχῆς ἀνασκευαζόμενος καὶ ὁρικὸν τὸ
πρόβλημα. εἰ δέ τις λέγοι συμβεβηκέναι τῇ ψυχῇ οὐσίᾳ οὔσῃ τὸ κινεῖσθαι,
δείξαντες ὅτι μήτε αὔξεται μήτε μειοῦται μήτε κατὰ τόπον κινεῖται
μήτε γίνεται ἢ φθείρεται οὐδὲν γὰρ ἀσώματον οἷόν τε τούτων τι πάσχειν),
τῷ θεῷ ὑπάρχειν, ἀναιροῖτ’ ἄν καὶ τὸ εἶναι αὐτὸν ἐμπαθῆ. πάλιν εἰ ὁ
ἁμαρτάνων ἀκουσίως ἁμαρτάνειν λέγοιτο, δεῖ αὐτὸν ἢ βία ἢ δι’ ἄγνοιαν
ἁμαρτάνειν· ταῦτα γὰρ τοῦ ἀκουσίου εἴδη· καὶ εἰ μὲν βίᾳ, ἔξωθεν δεῖ
τὴν αἰτίαν ἔχειν καὶ μηδὲν αὐτὸν πρὸς τοῦτο συντελεῖν· τοιοῦτον γὰρ τὸ
βίᾳ· εἰ δὲ δι’ ἄγνοιαν, τὰ καθ’ ἕκαστα δεῖ ἀγνοεῖσθαι, ἐν οἷς ἡ πρᾶξις· ὁ
γὰρ τῇ τοῦ καθόλου ἀγνοίᾳ ἁμαρτάνων, εἰ καὶ ἀγνοῶν ἁμαοιάνει, ἀλλ’
οὐ δι’ ἄγνοιαν ἀλλὰ δι’ αὑτόν· αὐτὸς γὰρ τῆς τοιαύτης ἀγνοίας αἴτιος,
ὡς ἐν τῷ τρίτῳ τῶν Νικομαχείων ἠθικῶν δέδεικται, διὸ οὐδὲ συγγινώσκεται·
εἰ δὴ ὁ ἀκρατὴς μήτε βία μήτε δι᾿ ἄγνοιαν ἁμαρτάνει, οὐδ’ ἂν ἄκων
ἁμαρτάνοι. οὕτω δ’ ἀὶαιροῖι’ ἂν τὸ εἶναι τὰ ἁμαρτήματα ἀκούσια.
Ὅτι δὲ καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμος ὁ τόπος,
πρόδηλον. δείξαντς μὲν γάρ, ὅτι μηδὲν τῶν τοῦ γένους εἰδῶν ὑπάρχει
τῷ προκειμένῳ, ἀνῃρηκότες ἂν εἴημεν τὸ πρόβλημα· εἰ δέ τι τῶν τοῦ
γένους εἰδῶν ὑπάρχον δειχθείη τῷ προκειμένῳ, κατεσκευασμένον ἂν εἴη
τὸ ὑπάρχειν τὸ γένος αὐτῷ.
Μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος πρὸς τὴν θέσιν.
Δοκεῖ τοῦ ἀπὸ τῶν ὁρισμῶν τόπου ἤδη ἐν τοῖς προειργασμένον μεμνημονυκέναι
δι’ ὧν εἶπεν ‘‘ἄλλος τὸ λόγους ποιεῖν τοῦ τε συμβεβηκότος
τὰς ἐπιχειρήσεις ποιεῖσθαι, ἐνταῦθά τε τὸ αὐτὸ λέγει. ἔστι δὲ τοῦτο
οὐχ ὁρικὸν ἀλλὰ δι’ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀνασκευὴ ἢ κατασκευή·
ταῦτα δὲ ὁρικὰ ἐν οἷς ζητεῖται εἰ ὁρισμὸς τὸ κείμενον· ἡ δὲ χρῆσις τοῦ
ὁρισμοῦ οὐχ ὁρικόν. εἴη δ’ ἂν προστιθέμενον διὰ τούτου τοῦ τόπου τὸ
πλείοσι τοῦ αὐτοῦ ὅροις χρῆσθαι δεῖν οὐχ ὡς τῇ ἀληθείᾳ πλειόνων
αὐτὸ ἢ ἀνασκευάζοντα. ἔστι δὲ ἡ ἀπὸ τῶν ὅρων ἐπιχείρησις ῥᾳδία καὶ
πολλὰς ἀφορμὰς ἔχουσα. οἷον κειμένου τοῦ ἴσα εἶναι τὰ ἄπειρα ὁριστέον
τὸ ἴσον πρὸς τὸ χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον· διὸ ἀνασκευάζοντα μὲν
τὸ πρόβλημα ὁριστέον ἴσα εἶναι τὰ τῶν ἴσων ὄντα μέτρων · οὐ γὰρ οἷόν τε
οὕτως ἴσα εἶναι τὰ ἄπειρα τῷ τὴν ἀρχὴν μηδὲ μετρητὰ εἶναι· εἰ δὲ κατασκευάζειν
βουλοίμεθα, τὰ ἴσα] τὰ μήτε ὑπερβάλλοντα μήτε ἐνδέοντα· οὕτως
γὰρ ἔχει καὶ τὰ ἄπειρα πρὸς ἄλληλα. ἀξιοῖ δὲ μὴ εὐποροῦντας ἐπιχειρημ́των
πλείους ὁρισμοὺς τοῦ αὐτοῦ λαμβάνειν· ἀπὸ γὰρ πλειόνων εὐκολωτέρα ἡ
τῶν πρὸς τὸ προκείμενοι εὕρεσις. οἷον ζητουμένου εἰ ἡδονὴ ἀγαθόν, τῆς
ἡδονῆς ἀποδοτέον πλείους ὅρους, τοῦτο μὲν ὅτι λεία κίνησις, τοῦτο δὲ ὅτι
“γένεσις εἰς φύσιν αἰσθητή”, τοῦτο δὲ ὅτι ἄλογος διάχυσις, τοῦτο δὲ ὅτι
“ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος’’ ἢ ὅτι τὸ παρακολουθοῦν
τέλος ταῖς τελευταίαις ἐνεργείαις. πλειόνων γὰρ ἀποδοθέντων ὅρων ῥᾷον
εὐπορήσομεν καὶ πρὸς τὸ <κατασκευάζειν καὶ πρὸς τὸ>
γοῦν ἐκ τῶν ἀποδεδομένων ὅρων περὶ τῆς ἡδονῆς καὶ ὅτι μή ἐστιν ἀγαθὸν
ἐπιχειρεῖν καὶ ὅτι ἀγαθόν. δύναται τὸ μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος
εἰρηκέναι οὐχ ὡς ἄλλου τινὸς τόπου μνημονεύων ἀλλ’ ὡς προστιθεὶς
τῷ προειρημένῳ. εἰ γὰρ διαιρούμενοι τὰ γένη εἰς τὰ εἴδη μηδέπω
φανερῶς ἀνακευάζειν δυναίμεθα τὸ πρόβλημα τῷ καὶ ἐπὶ τῶν εἰδῶν
ἀμφισβήτησίν τινα παταλείπεσθαι (οἱ γοῦν λέγοντες κινεῖσθαι τὴν ψυχὴν
οὔ φασι δεόντως λαμβάνειν τοὺς λέγοντας αὐτὴν μὴ ἀλλοιοῦσθαι· ἀλλοιοῦσθαι
γὰρ αὐτὴν καὶ ὀργιζομένην καὶ λυπουμένην καὶ ἡδομένην καὶ μανθάνουσαν
καὶ μνημονεύουσαν καὶ δοξάζουσαν), ἐπεὶ τοίνυν ἀμφισβητήσιμον
δοκεῖ τοῦτο εἶναι, τὸ πότερον αὐτὴ ἡ ψυχὴ ταῦτα πάσχει ἢ ὁ τὴν
ψυχὴν ἔχων, ὁ ὀργιζόμενος ἢ λυπούμενος, ὥς φαμεν, ἀφεμένους φησὶ
τοῦτο δεῖν ὁρίζεσθαι τὸ κινεῖσθαι, τί ποτέ ἐστι, καὶ λαβόντας τοὺς ἀποδιδομένους
ὁρισμοὺς τοῦ κινεῖσθαι τούτων ἐπιλεξαμένους τὸν χρησιμώτατον
πρὸς τὸ προκείμενον ἀπὸ τούτου τὴν ἐπιχείρησιν ποιεῖσθαι, οἷον ὅτι
τόπον μεταβολή.
Σκοπεῖν δὲ περὶ τοῦ προκειμένου, τίνος ὄντος ἀνάγκη
τὸ προκείμενον εἶναι.
Ὁ μὲν τόπος ἐστὶν ἐξ ἀκολουθίας. διπλοῦς δ’ ἐστί· καὶ γὰρ κατα-
σκευαστικός ἐστι καὶ ἀνασκευαστικός. προκειμένου γάρ τινος προβλήμα-
τος, ὃ βουλόμεθα ἢ κατασκευάσαι ἢ ἀνασκευάσαι, φησὶ δεῖν σκοπεῖν καὶ
ζητεῖν τίσι τοῦτο τὸ προκείμενον ἕπεται, καὶ τίνα πάλιν αὐτῷ οὕτως
ἕπεται. κἄν μὲν βουλώμεθα αὐτὸ κατασκευάσαι, δεικτέον τι τούτων ὂν
οἷς τοῦιο ἕπεται· πάντως γὰρ ἐκείνου τεθέντος ἔσται καὶ τοῦτο, ἐπεὶ ἕπεται
αὐτῷ· εἰ γὰρ τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον κατὰ τὸν πρῶτον
λεγόμενον ἀνπόδεικτον ὄντα ἐξ ἀκολουθίας κατασκευαστικόν. οἷον εἰ
εἴη τὸ πρόβλημα πότερον πᾶσα ἡδονὴ ἀγαθὸν ἢ οὔ, βουλοίμεθα δὲ
δεικνύναι πᾶσαν οὖσαν ἀγαθόν, ζητητέον τίνι ἕπεται τὸ πᾶσαν ἡδονὴν
ἀγαθὸν εἶναι, κατασκευαστέον· οἷον εἰ ἕπεται τῷ πᾶσαν ἡδονὴν
κατὰ φύσιν εἶναι, τοῦτο οὕτως ἔχον δεικτέον · δειχθέντος γὰρ τούτου
ἔσται συναποδεδειγμένον αὐτῷ καὶ τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι.
ὁμοίως κἂν κατασκευασθῇ πᾶσα εἶναι αἱρετή, ἕποιτ’ ἂν πάλιν τὸ
ἀγα θὸν εἶναι πᾶσαν. οὕτως καὶ Πλάτων ἐν μὲν τῷ Φαίδωνι βουλόμενος
δεῖξαι τὰς ἀρετὰς διδακτὰς ἔλαβεν ᾧ τοῦτο ἕπεται· ἔστι δὲ τοῦτο τὸ
ἐπιστήμας αὐτὰς εἶναι· εἰ γὰρ αἱ ἀρεταὶ ἐπιστῆμαι, διδακταὶ αἱ ἀρεταί.
τοῦτο δὲ ὃ λαμβάνει κατασκευασθείη ἄν οὕτως· ὁ ἄριστα τὴν ψυχὴν
διακείμενος πάντων τῶν προσηκόντων τε καὶ δεόντων ἐπιστήμην ἔχει· ὁ
δὲ τὰς ἀρετὰς ἔχων ἄριστα τὴν ψυχὴν διάκειται· ὁ τὰς ἀρετὰς ἄρα
ἔχων πάντων τῶν δεόντων ἐπιστήμην ἔχει· ἡ ἀρετὴ ἄρα πάντων τῶν
δεόντων ἐστὶν ἐπιστήμη. ἔστι τὸ αὐτὸ καὶ οὕτως δεῖξαι· οὗ παρουσία
ξίφος ἔχων ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τόπῳ τόπῳ πολλάκις. καὶ μοιχεία
ἐγκαλοῦντες κατασκευάζουσιν ὅτι καλλωπιστής· ἕπεσθαι γὰρ δοκεῖ. οὕτως
καὶ οἱ τὸ κενὸν κατασκευάζοντες ἡγούμενοι ἕπεσθαι τοῦτο τῇ κινήσει τὸ
κίνησιν εἶναι λαμβάνουσιν. κατασκευάζοντες μὲν οὗν τὸ πρόβλημα τὸ ᾧ
ἕπεται τὸ προκείμενον, ἐκεῖνο εἶναι δείξομεν. εἰ δὲ ἀνασκευάζουσιν, πάλιν
ληψόμεθα τὰ ἑπόμενα τῷ προκειμένῳ ἡμῖν εἰς ἀνασκευήν, καὶ δείξαντες
ἐκεῖνα μὴ ὄντα ἀνεσκευακότες ἂν εἴημεν καὶ τὰ προκείμενα· εἰ γὰρ μὴ
τὸ ἑπόμενον, οὐδὲ τὸ ἡγούμενον κατὰ τὸν δεύτερον λεγόμενον ἀναπόδεικτον,
ὅς ἐστιν ἐξ ἀκολουθίας ἀνασκευαστικός. οἷον εἰ προκείμενον ἡμῖν εἴη
δεῖξαι τὸ μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, δείξαντες τὸ ἑπόμενον τῷ πᾶσαν
ἡδονὴν ἀγαθὸν εἶναι μὴ ὂν δεδειχότες ἄν εἴημεν τὸ προκείμενον· οἷον
ἕπεται τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι τὸ καὶ τὰς τῶν κιναίδων ἀγαθὰς
εἶναι· <ὃ> ὅτι μὴ οὕτως ἔχει λαβόντες ἀνῃρηκότες ἂν εἴημεν τὸ πᾶσαν
ἡδονὴν ἀγαθὸν εἶναι. πάλιν ὅτι μὴ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ
δείξαι βουλόμενοι, λαβόντες τῷ σύμμετρον εἶναι τὸ ἑπόμενον καὶ δείξαντες
ἄτοπον τοῦτο ὂν ἀναιροῦῳν τὸ εἶναι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ.
ἕπεται γὰρ αὐτῷ τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, ὡς ἐν τοῖς εἰς τὰ
Ἀναλυτικὰ δέδεικται· ἀδύνατον δὲ τοῦτο· ἀδύνατον ἄρα καὶ τὸ ᾧ τοῦτο
ἕπεται. πάλιν δείξαντες ἑπόμενον τῷ κενὸν εἶναι τὸ ἰσοταχῆ γίνεσθαι
τὰ ἀνισοβαρῆ, ἐπεὶ ἄτοπον τοῦτο, ἀναιροῦμεν τὸ κενὸν εἶναι. οὕτως καὶ
Πλατῶν ἐν Πολιτείᾳ ἀναιρεῖ τὸ τὴν ἀδικίαν εὐβουλίαν εἶναι λαβὼν τὸ
ἑπόμενον αὐτῷ, τὸ τὴν δικαιοσύνην κακοβουλίαν εἶναι, καὶ δείξας οὐχ
οὕτως ἔχον. ἀλλὰ καὶ ὅτι μὴ ἡ ἐγκράτεια ἀρετή, διὰ τῆς τοῦ ἑπομένου
τῷ τὴν ἐγκράτειαν ἀρετὴν εἶναι ἀναιρέσεως δείκνυται· εἰ γὰρ ἀρετὴ ἡ
ἐγκράτεια, ὁμολογουμένη διάθεσις ἂν εἴη · οὐκ ἔστι δὲ τοιαύτη· οὐδὲ
ἀρετὴ ἄρα. ἀλλὰ καὶ ὅτι τοῦ χρώματος μή ἐστιν ὁρισμὸς τὸ ἴδιον ὄψεως.
αἰσθητόν, οὕτως δείκνυται· εἰ γὰρ ἐν τούτῳ αὐτῷ τὸ εἶναι, πρός τί ἐστι
τὸ χρῶμα· οὐκ ἔστι δὲ πρός τι· ποιότης ἄρα. ἢ ἡ τοιαύτη· δεῖξις ὁρική.
ἀλλὰ καὶ εἰ ἕπειαι τῷ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι τὸ μὴ
Ἔτι ἐπὶ τὸν χρόνον ἐπιβλέπειν, εἴ που διαφωνεῖ.
Eἰπὼν περὶ τοὐ ἐξ ἀκολουθίας ἀνασκευαστικοῦ τόπου, ὃς ἐκ τῆς
ἀναιρέσεως τῶν ἀκολουθούντων γίνεται, προστιθησι τῷ προειρημένῳ τόπον
ἀνασκευαστικὸν καὶ τὸν ἀπὸ τοῦ χρόνου, ὅς ἐστιν, εἰ τὸ τιθέμενον ἐξ
ἀνάγκης ἕπεσθαί τινι διαφωνεῖ κατὰ τὸν χρόνον ὡς ὄντος τοῦ ἑτέρου θάτερον
μὴ εἶναι· οὐ γὰρ ἔτι ἄν εἴη τὰ οὕτως ἔχοντα ἐπ’ ἴσης. οἷον εἰ
εἴη τιθέμενον τὸ τοῖς τρεφομένοις ἐξ ἀνάγκης ἕπεσθαι τὸ αὔξεσθαι, ἀναιρήσομεν
τοῦτο δείξαντές τινα τρεφόμενα μέν, οὐκ αὐξόμενα δέ· τὰ γὰρ
παρηβηκότα τῶν ζῴων τρέφεται μέν οὐδὲ γὰρ ἂν ἦν), οὐ μὴν ἔτι αὐξεται.
ἀλλὰ καὶ ὅτι τῷ ἐπίστασθαι οὐχ ἕπεται τὸ μεμνῆσθαι οὐδὲ ὁ ἐπιστάμενος
πάντως μέμνηται, ἀπὸ τοῦ χρόνου δείκνυται, εἴ γε μνήμη μέν
ἐστι τῶν παρεληλυθότων μόνων, ἐπιστήμη δὲ καὶ τῶν ἐνεστώτων καὶ τῶν
μελλόντων· ὁ γὰρ ἀστρολό γος καὶ τῆς μελλούσης ἐκλείψεως ἐπιστήμην
ὀρέξει ἡ προαίρεσις διὰ ταυτον· ὕστερον γὰρ ἡ προαίρεσις, ἐκ γενέτης δὲ
ἡ ὄρεξις. οὕτως δὲ οὐδὲ τῷ αἰσθητικῷ τὸ αἰσθάνεσθαι· αἰσθητικοὶ μὲν
γάρ ἐσμεν καὶ κοιμώμενοι, αἰσθανόμενοι δὲ οὔ.
Ἔτι σοφιστικὸς τρόπος, τὸ ἄγειν εὶς τὸ τοιοῦτο πρὸς ὃ εὐπορήσομεν ἐπιχειρημάτων.
Ὁ τόπος, ὃν νὺν παραδίδωσιν, ἐστὶ τὸ μειαφέρειν τὸ πρόβλημα καὶ τὸν
λόγον πρὸς τοῦτο πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων. ὃν σοφιστικὸν
εἶπεν εἶναι τρόπον, ἐπεὶ τοῖς σοφισταῖς σύνηθες τὸ καταλιπόντας τὸ περὶ
τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς
τοῦτο πρὸς ὃ εὐποροῦσιν ἐπιχειρημάτων, ὡς ἐν τῷ Πρωταγόρᾳ τῷ Πλάτωνος
ὁ Πρωταγόρας ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιών, ποτὲ δὲ περὶ
ἐπὶ ἄλλο τινὰ πρὸς ὃ εὐπορεῖ ἐπιχειρημάτων τε καὶ λόγων, οὐ
μὴν χρήσιμον πρὸς τὸ προκείμενον, ἄντικρυς σοφιστικόν. γίνεται δέ ποτε
καὶ ἀναγκαία ἡ μετάληψις καὶ μετάβασις, ὅταν εἰς τοιοῦτον γίνηται ὃ
κατασκευασθὲν χρήσιμόν ἐστι πρὸς τὸ ἐξ ἀρχῆς κείμενον. διὸ καίτοι
σοφιστικὸν ὄντα καθόλου τὸν τόπον ἐν τοῖς διαλεκτικοῖς τίθησι· διαλεκτι-
κοῦ γὰρ ἡ εἰς τοιαῦτα μετάληψις δι’ ὧν δειχθέντων τὸ ἐξ ἀρχῆς κείμενον
συγκατασκευάζεται. ὡς γὰρ αὐτός φησι, ποτὲ μὲν εἰς ἀναγκαῖόν τε καὶ
χρήσιμον πρὸς τὸ ἐξ ἀρχῆς κείμενον ἡ τοιαύτη μετάληψις γίνεται, ποτὲ δὲ
εἰς φαινόμενον ἀναγκαῖον οὐκ ἀναγκαῖον δέ, ποτὲ δὲ εἰς φανερῶς ἀλλότριον
καὶ οὔτε ἀναγκαῖον εἰς τὸ προκείμενον οὔτε φαντασίαν παρέχον
ἀναγκαίου, ὅσπερ τρόπος τῆς μεταλήψεως φανερῶς ἐστι σοφιστικός. εἰς
ἀναγκαῖον μὲν οὖν ἡ μετάληψις γίνεται, ὅταν ἐρωτήσαντός τινος πρότασιν
συντελοῦσαν πρὸς τὴν δεῖξιν τοῦ προκειμένου μὴ συγχωρῇ ὁ αποκρινόμενος,
ὁ δὲ περὶ αὐτῆς ταύτης τὸν λόγον μεταβὰς ποιῆται κατασκευάζων
αὐτήν, τυγχάνῃ δὲ καὶ εὐπορῶν πρὸς αὐτὴν ἐπιχειρημάτων· δῆλοι γὰρ
ὅτι ἡ κατασκευὴ τῆς τοιαύτης προτάσεως συντελεῖ τι πρὸς τὸ ἐξ ἀρχῆς
πρόβλημα, εἴ γε προέτεινεν αὐτὴν ὁ ἐρωτῶν ὡς δι’ αὐτῆς δείξων τὸ
προκείμενον. οἷον εἰ πρόβλημά τις κατασκευάζων τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν
εἶναι λαμβάνοι εἰς τὴν τοῦδε δεῖξιν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὁ
δὲ ἀποκρινόμενος μὴ συγχωρήσειεν, εὐποροίη δὲ μᾶλλον πρὸς τὴν τοῦδε
κατασκευὴν ὁ ἐρωτῶν καὶ μεταβὰς περὶ τοῦ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν
εἶναι συλλογίζοιτο, δεικνὺς τοῦτο μὲν ὅτι τὸ κατὰ φύσιν ἑκάστῳ
οἰκεῖόν ἐστι, τὸ δ’ οἰκεῖον ἑκάστῳ ἀγαθόν, τοῦτο δὲ ὅτι τὸ παρὰ φύσιν
ἑκάστῳ κακὸν ἐκείνῳ καὶ φθαρτικὸν αὐτοῦ, εἰ δὲ τὸ παρὰ φύσιν κακόν,
τὸ κατὰ φύσιν ἀγαθόν· εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον
τῷ ἐναντίῳ. ἡ γὰρ τοιαύτη μετάβασις χρήσιμος πρὸς τὴν ἐξ ἀρχῆς
θέσιν· εἰ γὰρ μὴ συγχωρηθείη τοῦτο, οὐχ οἷόν τε τὸ προκείμενον
εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων μεταλαβὼν πρὸς τοῦτο ποιῆται τοὺς
λόγους δεικνὺς ὅτι κινεῖται, τοῦτο μὲν νοοῦσα, τοῦτο δὲ μανθάνουσα,
τοῦτο δὲ ἡδομένη καὶ λυπουμένη, τοῦτο δὲ αἰσθανομένη, τοῦτο δὲ ἐλπί-
ζουσα, τοῦτο δὲ φοβουμένη· εἰς γὰρ ἀναγκαῖον πρὸς τὸ προκείμενον
ἡ μετάληψις ἡ τοιαύτη. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος ἰῆς μεταβάσεως ἀπ-
γωγή, ὡς εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.
To δὲ ὁμοίωςδὲ καὶὅτανἐπαγωγὴνπρόςτι διὰτοῦ προκει-
μένου- ποιησάμενος ἀναιρεῖν ἐπιχειρῇ τοιοῦτον ἄν εἴη· ὁ ἐνιστάμενος
πρὸς τὴν ἐρωτωμένην προιᾶσιν ὡς χρήσιμον πρὸς τὴν τοῦ προκει-
μένου δεῖξιν δύναται καὶ ἀπλῶς μὴ συγχωρε-·.ν, λέγων μὴ ἀληθῆ εἶναι
πρότασιν τὴν λέγουσαν πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, δύναται καὶ δι’
ἐπαγωγῆς αὐτὸ ἀναιρεῖν, λέγων τὸ ἀποθανεῖν κατὰ φύσιν ὂν μὴ εἶναι
ἀγαθόν, ὁμοίως καὶ τὸ ἀλγεῖν καὶ τὸ νοσεῖν· οὐδὲν γὰρ τούτων ἐστὶ κατὰ
συνθήκην ἀλλὰ κατάφυσιν. τὸ δὲ διὰτοῦ προκειμένου σημαίνοι ἄν τὸ
δι’ ὐτῆς τῆς τιθεμένης προτάσεως’· ἡ μὲν γὰρ πρότασις τὸ πᾶν τὸ κατὰ
φύσιν ἀγαθὸν εἶναι· ἡ δὲ ἐπαγωγὴ δι’ αὐτῆς ταύτης τῆς προτάσεως δοκεῖ
γινομένη δεικνύναι αὐιὴν ψευδῆ ’ λαμβάνει γὰρ καθ’ ἕκαστά τινα κατὰ
φύσιν δοκοῦντα φανερῶς μὴ εἶναι ἀγαθά. ὁ δὴ πρὸς τὸ διὰ τῆς ἐπαγωγῆς
δεικνύμενον καὶ τιθέμενον μεταβὰς καὶ τοῦτο ἀναιρῶν εἰς τὸ ἀναγκαῖον
πρὸς τὸ προκείμενον τὴν μετάληψιν ποιεῖται, οἷον ἄν διαιρούμενος δεικνύῃ
ὅτι οὐ πᾶν τὸ φύσει γινόμενον κατὰ φύσιν. ἀλλὰ τὸ ἄριστον τῶν φύσει
γινομένων, τῶν δὲ διὰ τῆς ἐπαγωγῆς εἰλημμένων οὐδὲν τοιοῦτον. ὁ αὐτὸς
δὲ λόγος, κἄν κ̓̀α-ασκ· ευάζα-́ν τις βουλόμενος τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν
εἶναι λαμβάνῃ πρότασιν τὴν ὅτι οὐδὲν ἀγαθὸν γένεσις, ὡς προσληψόμενος
ταύτῃ τὸ ςἡ δὲ ἡδονὴ γένεσις’. ἔνεστι δὲ πρὸς ταύτην τὴν πρότασιν καὶ
ἀπλῶς ἐνστῆναι μὴ συγχωροῦντα, ἔνεστι δὲ καὶ δι’ ἐπαγωγῆς, προσχρώ-
μένον τῷ προκειμένῳ, ψευδῆ ποιεῖν τὴν πρότασιν λέγοντα ‘τὸ ὑγιάζεσθαι
γένεσις ὂν ἀγαθόν ἐστιν, ἀλλὰ καὶ τὸ μανθάνειν.’ τὸ γὰρ ἐπὶ τὴν δεῖξιν
τῆς προτάσεως ταύτης ἀπὸ τοῦ προκειμένου προβλήματος μεταβῆναι
καὶ ἀνελεῖν τὰ διὰ τῆς ἐπαγωγῆς τιθέμενα, δεικνύντα ὅτι μὴ ἁπλῶς
τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, ἀναιρεῖται. ἀναγκαία οὗν ἐν τοῖς τοιούτοις
πρὸς τὸ προκείμενον ἡ μετάθεσις τοῦ προβλήματος ἡ εἰς τὰ τοιαῦτα.
ἢ δύναται ταῦτα περὶ τοῦ ἀποκρινομένου λέγειν, ὡς κἀκείνου διὰ τῆς
ἐνστάσεως πρὸς ὃ εὐπορεῖ ἀπάγοντος τῇ ἐπαγωγῇ χρωμένου· δόξει γὰρ
μηδὲ οὗτος ἄτοπόν τι ποιεῖν, εἰ διὰ τῆς ἐπαγωγῆς, πρὸς ἣν εὐπορεῖ λόγων,
ἀναιροῖ τὴν θέσιν. ἡ μᾶλλον τὸ λεγόμενον τοιοῦτόν ἐστι διὰ τῆς λέξεως·
ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ προκειμένου ποιησαμένου
ἀναιρεῖν ἐπιχειρῇ· τούτου γὰρ ἀναιρεθέντος καὶ τὸ
προκείμενον ἀναιρεῖται, ὡς εἷναι τὴν γραφὴν ποιησαμένου ἀλλ’
οὐχὶ ποιησάμενος. λέγοιτο γὰρ ἄν ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν
πρός ποιησαμένου διὰ τοῦ προκειμένου τούτου, δῆλον ὅτι τοῦ εἰς
ὃ ἡ μετάληψις γίνεται καὶ πρὸς ὃ εὐπορεῖ ἐπιχ͂ειοͅrιμάτων, ἀναιρεῖν ἐπιχειρῇ
τοῦτο ὁ ἀποκρινόμενος τῷ ἐνίστασθαι αὐτῷ · καὶ γὰρ τούτου ἀναιρεθέντος
δι’ οὗ κατεσκευάζετο τὸ προκείμενον πρόβλημα, ὃ καὶ αὐτὸ
προκείμενον εἶπεν, ἀναιρεῖται τὸ πρόβλημα. ἀναγκαία οὖν γίνεται ἡ εἰς
τὴν τούτου κατασκευὴν μετάληψις τοῦ λόγου τῷ ἐρωτῶντι· εἰ γάρ τι εἴη
κατασκευαζόμενον πρόβλημα ὑπὸ τοῦ ἐρωτῶντος δι’ ἐπαγωγῆς οὐδὲν γὰρ
ἔλαττον διαλεκτικοῦ τὸ δι’ ἐπαγωγῆς δεικνύναι τὸ προκείμενον ἢ διὰ
συλλογισμοῦ), ἔπειτα ἐν τῷ ἐπακτικῷ λόγῳ καὶ τοιοῦτόν τι λαβόντος ὡς
χρήσιμον πρὸς τὴν δεῖξιν, πρὸς ὃ εὐπορεῖ λόγων πλειόνων, ὁ διαλεγόμενος
αὐτῷ πρὸς τοῦτο τὴν ἔνστασιν ποιήσεται, ἀναγκαία γίνεται τῷ
κατασκευάζοντι τὸ προκείμενον ἡ τοῦ λόγου μετάληψις εἰς τοῦτο. εἰ γὰρ
τοῦ ἀποκρινομένου λέγοντος μὴ εἷναι τὸ κατὰ φύσιν ἀγαθὸν ὁ ἐρωτῶν δι’
ἐπαγωγῆς κατασκευάζοι αὐτό, λαμβάνων ἐφ’ ἑκάστου ζῴου ὅτι τὰ κατὰ
φύσιν ἑκάστῳ αὐτῶν ἀγαθά, ἵππῳ μὲν τά ἵππῳ, κυνὶ δὲ τὰ κυνὶ καὶ
λέοντι τὰ λέοντι, λαμβάνοντι δὲ αὐτῷ, ὅτι καὶ τὰ ἀνθρώπῳ κατὰ φύσιν
ἀγαθὰ ἀνθρώπῳ, ἐνσταίη πρὸς τοῦτο ὁ προϊστάμενος τοῦ ἀντικειμένου τῷ
μένον, τὸ εἶναι πᾶν τὸ κατὰ φύσιν ἀγαθόν. δεικνύει δὲ τοῦτο λαβὼν τὸ
πᾶν τὸ κατὰ φύσιν ἀνθρώπῳ ἢ καλὸν εἶναι ἢ ἡδὺ ἢ συμφέρον καὶ ἕκαστον
τούτων πιστωσάμενος μετὰ ταῦτα προσλαμβάνων τὸ ὅτι πάντα δὲ ταῦτα
ἀγαθά· ἔσται γὰρ διὰ τούτου δεδειχὼς τοῦτο πρὸς ὃ ἡ ἔνστασις· οὗ
συγχωρη θέντος δείκνυται τὸ πᾶν τὸ κατά φύσιν ἀγαθὸν εἶναι.
Ὡς εἰς φαινόμενον δὲ ἀναγκαῖον οὐκ ἀναγκαῖον δὲ τὴν μετάληψιν
ἔστι ποιεῖσθαι, ὅταν περί τινος μὲν τῶν ἐν τῷ προβλήματι ὠνομασμένων
ποιῆται λόγον ὁ ἐρωτῶν, οὐδὲν μέντοι συντελοῦντος οὔτε πρὸς ἀνασκευὴν
οὔτε πρὸς κατασκευὴν τοῦ πρόβληματος. ὁ γὰρ εἰς τοιοῦτον τὴν μετάληψιν
ποιούμενος ποιούμενος φαντασίαν ἀποτελεῖ ὡς περί τινος χρησίμου πρὸς τὴν
θέσιν καὶ τὸ πρόβλημα ποιούμενος τοὺς λόγους· οἷον εἰ τὸ μὲν πρόβλημα
εἴη περὶ τοὺ τὸν κόσμον σφαιροειδῆ εἶναι, ὁ δὲ περὶ τοῦ ἢ ἕνα ἢ
πολλοὺς εἶναι τοὺς κόσμους διαλέγοιτο ἢ περὶ τοῦ ἀίδιον ἢ γενητὸν αὐτὸν
εἶναι, ἢ πάλιν ὄντος τοῦ προβλήματος εἰ ἡδονὴ κατὰ φύσιν, περὶ τῆς
φύσεως τις διαλέγοιτο, δεικνὺς ἤτοι τί ποτέ ἐστιν ἡ φύσις, ἢ ὅτι τὸ φύσει
γινόμενον πᾶν ἕνεκά τινος γίνεται, τοῦτο δὲ ποιοῖ ἤτοι ἐρωτηθέντος τοῦ
ἀποκρινομένου τε καὶ τὸν λόγον ὑπέχοντος καὶ ἀρνησαμένου αὐτὸ
τοῦτο, οἷον εἰ ὁ μὲν ἔροιτο εἰ δοκεῖ αὐτῷ πᾶν τὸ φύσει γινόμενον ἕνεκά του
γίνεσθαι, ὁ δὲ ἀρνήσαιτο, κἀκεῖνος καταλιπὼν τὸ προκείμενον πρόβλημα
περὶ τούτου δεικνύοι, εὐπορῶν ἐπιχειρημάτων πρὸς αὐτό, ἢ καὶ ἐπαγωγῇ
τινι ἐνδόξῳ χρωμένου οὐ φερούσῃ μὲν εἰς δεῖξιν τοῦ προκειμένου ὡς
δεικνυούσῃ μέντοι τοῦτο, ἔπειταἐν ἐν τῇ ἐπαγωγῇ χρησαμένου καὶ τῇ θέσει,
εἰς ἣν ἡ μετάληψις γίνεται, ὡς χρησίμῳ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν,
τοῦ ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὁ δὲ ἐνίσταιτο πρὸς
τοῦτο ἀναιρεῖν αὐτὸ πειρώμενος. γίνεται γὰρ ἡ εἰς τοῦιο μετάληψις τῷ
ἐρωτῶντι ὡς εἰς φαινόμενον ἀναγκαῖον, ὅτι ἐχρήσατο τούτῳ ὡς δεικτικῷ
τοῦ προκειμένου προβλήματος· οἷον εἰ ὁ μὲν δι’ ἐπαγωγῆς δεικνύει ἐνδόξου
ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὃ οὐκ ἦν μὲν
ἀναγκαῖον δείκνυσθαι πρὸς τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὃ ἦν τὸ
καὶ ἡ τοῦ τόπου χρῆσις πρὸς τὴν εἰς τὸ τοιοῦτον μετάληψιν.
ἔστι δὲ ὅτε ἡ μετάληψις γίνεται οὔτε εἰς ἀναγκαῖον οὔτε εἰς φαινόμενον
ἀναγκαῖον ἀλλ’ εἰς τὸ τυχόν· οἷον εἴ τις, προκειμένου δεικνύναι ὅτι
μόνον τὸ καλὸν ἀγαθόν, ἐξετάζοι τὸν ἀποκρινόμενον εἰ κενὸν αὐτῷ δοκεῖ
εἶναι, καὶ φήσαντος ἐπιχειροίη ὅτι μὴ ἔστιν, εὐπορῶν ἐπιχειρημάτων πρὸς
τὴν τοῦδε δεῖξιν καὶ παρεξελέγχων αὐτόν. φανερὰ γὰρ ἡ ἑτερότης τοῦ
προβλήματος καὶ ὅτι μηδέτερον τῶν δειχθέντων εἰς τὴν θατέρου συντελεῖν
δεῖξιν δύναται τῷ μήτε ἀναγκαῖα μήτε χρήσιμα λέγειν, ὅταν ἀφέμενός
τις τοῦ προκειμένου δεικνύῃ τινὰ σεσολοικικότα ἢ παρ’ ἱστορίαν εἰρηκότα·
τὰ γὰρ τοιαῦτα παρεξέλεγχοι. δεῖν δέ φησι φυλάττεσθαι τὴν τοιαύτην
μετάβασιν ὡς παντελῶς οὖσαν σοφιστικὴν καὶ ἀλλοτρίαν τῆς διαλεκτικῆς
μεθόδου. ἀξιοῖ δὲ ἐν ταῖς τοιαύταις μεταβάσεσι τὸν ἀποκρινόμενον, ὅταν ὁ
ἐρωτῶν ἀλλότριον βούληται λαβεῖν τι τοῦ προκειμένου προβλήματος μεταφέρων
τὸ πρόβλημα, εἰ καὶ μὴ δοκεῖ αὐτῷ οὕτως ἔχειν, συγχωρεῖν αὐτῷ
οὕτως ἔχειν, ὑποσημαίνοντα ὅτι μὲν μὴ ἀρέσκεται αὐτῷ, τίθησι δὲ τοῦ
περαίνεσθαι χάριν τὸ προκείμενον. συμβαίνει γὰρ ἐν ἀπορίᾳ γίνεσθαι τοὺς
τὰ τοιαῦτα ἐρωτῶντας, ὅταν αὐτὸς μὴ χαλεπαίνῃ περὶ αὐτῶν, οὗ χάριν
αὐτὰ καὶ προτείνουσιν, ἀλλὰ συγχωρῇ· φανεροὶ γὰρ γίνονται δοθεῖσιν
αὐτοῖς μηδενὶ πρὸς τὸ προκείμενον χρῆσθαι δυνάμενοι.
Ἔτι πᾶς ὁ εἰρηκὼς εἰρηκὼς ὁτιοῦν τινὰ πολλὰ εἴρηκεν.
Oὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐξ ἀκολουθίας
ἀνασκευαστικῷ· εἶπε γὰρ δεῖν σκοπεῖν “τί ἐστιν ἐξ ἀνάγκης, εἰ τὸ
προκείμενόν ἐστι’’, καὶ τοῦτο ἀνασκευάζειν· ἀναιρεθέντος γὰρ τούτου ἀνῃρημένον
ἄν εἴη καὶ τὸ προκείμενον, ᾧ τοῦτο ἕπεται. τὸ αὐτὸ δὲ καὶ νῦν
λέγει· ἐπεὶ γὰρ παντὶ τῷ τιθεμένῳ πλείω ἕπεται, ὅ τι ἄν τῶν ἑπομένων
πράγματος τοῦ λεγομένου δυνάμει λέγει ὁ τὸ πρᾶγμα λέγων καὶ τὸ γένος
αὐτοῦ καὶ τἀς εἰδοποιοὺς αὐτοῦ διαφορὰς καὶ τὰ ἴδια. εἰ δὲ ὁ τὸ πρᾶγμα
λέγων δυνάμει καὶ ταῦτα λέγει, δῆλον ὅτι ἕπεται ταῦτα τῷ λεγομένῳ,
ὥσθ’, ὅ τι ἄν τούτων δείξωμεν μὴ ὄν, ἀνῃρηκότες ἐσόμεθα καὶ τὸ τὴν
ἀρχὴν κείμενον· ὁ γὰρ ἄνθρωπον εἰπὼν καὶ ζῷον εἴρηκε καὶ ἔμψυχον
καὶ δίπουν καὶ λογικόν, ὥστ’, ἄν τι τούτων μὴ ὂν δειχθῇ, οὐδ’ ἂν ἄνθρωπος
εἴη. οὕτως ἐπεὶ τῷ λέγοντι τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν
ἕπεται τό τε μὴ εἶναι εὔλογον ἐξαγωγὴν καὶ τὸ μὴ εἶναι αἱρετὸν τὴν
ὑγείαν μηδέ τι ἄλλο παρὰ τὴν ἀρετήν, ἄν τούτων τι ἀναιρεθῇ, ἀνῃρη-
μένον ἂν εἴη τὸ τὴν ἀρετὴν αὐτάρκη εἶναι πρὸς εὐδαιμονίαν. πάλιν ἐπεὶ
(??)
τῳ λέγοντι τὴν φυχην σῶμα ἕπεται τὸ σῶμα διὰ σώματος χωρειν καὶ
τὸ στοιχεῖον αὐτὴν εἶναι ἡ ἐκ στοιχείων, εἰ μὴ τούτων τι, οὐδὲ ἐκεῖνο.
καὶ ἐπεὶ τῷ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι λέγοντι ἕπεται τό τε τὰ ἀνισοβαρῆ
ἰσοταχῆ εἶναι καὶ τὸ συμβλητὸν γενέσθαι τὸ κενὸν τῷ πλήρει καὶ
τὸ ἐν ἴσῳ χρόνῳ κινεῖσθαί τι τὸ αὐτὸ διάστημα διά τε πλήρους καὶ κενοῦ,
ει ταύτα ἄτοπα καὶ τὸ κειμενον.
Eὐλαβεῖσθαι δέ φησι δεῖν τὸ εἰς χαλεπώτερον καὶ δυσεπιχειρητότερον
τὴν μετάληψιν ποιεῖσθαι· πολλάκις γὰρ ῥᾷον αὐτὸ ἀνελεῖν
ἢ τὸ ἑπόμενον αὐτῷ. ὁ γὰρ βουλόμενος δεῖξαι μὴ οὖσαν ὠφέλιμον τὴν
ἀδικίαν ῥᾷον ὅν περὶ αὐτῆς ἐπιχειρῶν δείξαι τοῦτο ἢ εἰ λαβὼν τὸ ἑπόμενον
αὐτῇ, τὴν πλεονεξίαν, ἐπὶ ταύτης τοὺς λόγους ποιοῖτο· δοκεῖ γὰρ ἡ
πλεονεξία αἰσχρὸν μὲν εἶναι λυσιτελὲς δὲ καὶ ὠφέλιμον. ἐνδόξως δὲ ἔστι
δεῖξαι ὅτι μὴ ὠφέλιμον ἡ ἀδικία, ποτὲ μέν, ὡς Πλατῶν, ἀπὸ τοῦ νόσον
αὐτὴν ψυχῆς εἶναι μηδεμίαν δὲ νόσον ψυχῆς ὠφέλιμον εἶναι, ποτὲ δὲ ἀπὸ
τοῦ πᾶσαν μὲν κακίαν βλαβερὰν εἶναι τῷ ἔχοντι αὐτὴν τὴν δὲ ἀδικίαν
Ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ ἢ νόσον ἢ ὑγείαν.
ἐκθέμενός τινας τόπους ἐξ ακολουθίας κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς,
μετὰ ταῦτα παραδίδωσι τόπον ἐκ μάχης κατασκευαστικόν τε καὶ ἀνακευαστικόν.
ἔστι δὲ ὁ τόπος ἐπὶ τῶν ἀμέσων ἐναντίων ἁρμόζων. ἐπεὶ γὰρ
ταῦτά ἐστιν ἄμεσα ἐναντία ὧν ἀνάγκη θάτερον τῷ δεκτικῷ ὑπάρχειν, ἄν ᾖ τὸ
πρόβλημα τῶν τοιούτων τι ὑπάρχον τινὶ τιθέν, ἄν μὲν λαβόντες τὸ δεκτικὸν
τῶν ἀμέσων ἐναντίων, οὗ κατηγορήθη τὸ ἕτερον, δείξωμεν αὐτῷ τὸ ἕτερον
αὐτῶν μὴ ὑπάρχον, δεδειχότες ἄν εἴημεν ὅτι τὸ ἕτερον αὐτῷ ὑπάρχει τὸ
τεθέν· ἄν δὲ δείξωμεν ὑπάρχον αὐτῷ τὸ ἕτερον, ἀνῃρηκότες ἂν εἴημεν τὸ τὸ
ἕτερον ὑπάρχειν αὐτῷ. ἀξιοῖ οὗν ἐπὶ τῶν τοιούτων προβλημάτων, ἐν οἷς
ἀνάγκη θάτερον ὑπάρχειν τῷ ὑποκειμένῳ, ἄμφω δὲ ἀδύνατον, πρὸς ὃ εὐπορεῖ
τις αὐτῶν, διαλέγεσθαι· διὰ γὰρ τοῦ ἑτέρου καὶ τὸ ἕτερον δείκνυται· ἄν τε
γὰρ θάτερον ὑπάρχον δειχθῇ τῷ προκειμένῳ, θάτερον ἀνῃρημένον ἔσται,
ἄν τε θάτερον μὴ ὑπάρχον, θάτερον κατεσκευασμένον. ὅταν οὖν τοιοῦτον
ἡ τὸ κατηγορούμενόν τινος ἐν τῷ προβλήματι, διὰ τοῦ τὸ ἐναντίον αὐτῷ
δεικνύναι ὑπάρχον τῷ προκειμένῳ ἢ μὴ ὑπάρχον κατασκευάζομεν ἂν καὶ
ἀνασκευάζοιμεν τὸ προκείμενον· οἷον ἐπεὶ τοῦ ἀριθμοῦ κατηγορεῖται τὸ
ἄρτιον καὶ τὸ περιττόν, ἐὰν ἐπί τινος ἀριθμοῦ τὴν ἐπιχείρησίν τις ποιῆται
καὶ λέγῃ τις] αὐτὸν ἄρτιον, εἴτε δειχθείη ὅτι μή ἐστι περιττός, ἄρτιος ἄν
εἴη, εἴτε πάλιν δεικνύμενον εἴη ὅτι ἐστὶ περιττός, εἴη ἄν δεδειγμένον ὅτι
μὴ ἄρτιος. ὁμοίως καὶ εἰ σῶμα ζῴου τὸ προκείμενον εἴη καὶ λέγοιτο
ὑγιαίνειν, εἰ μὲν νοσοῦν δειχθείη ἔσται δεδειγμένον ὅτι οὐχ ὑγιαίνει, εἰ δὲ
μὴ νοσοῦν, ὅτι ὑγιαίνει. οὕτως κειμένου τοῦ εἶναί τι μέγεθος ἄπειρον,
ἐπεὶ πᾶν μέγεθος ἢ πεπερασμένον ἡ ἄπειρον, δείξαντες ὅτι πᾶν πεπερασμένον
ἀνῃρηκότες ἄν εἴημεν τὸ ἄπειρόν τι εἶναι, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ
πεπερασμένα. ἁρμόζοι δ’ ἄν ὁ τόπος καὶ ἐπὶ τῆς ἀντιφάσεως· ἄμεσος
γὰρ ἀντίθεσις καὶ αὕτη, οὐχ ὡς τὰ ἐναντία τὰ ἄμεσα ἐπὶ τῶν δεκτικῶν
τὴν προειρημένην ἀνάγκην ἔχουσα ἀλλὰ ἐπὶ πάντων. ἀνάγκη γὰρ ἐπὶ
παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὥστε, εἰ μὲν ἡ κατάφασις, οὐχ
ἡ ἀπόφασις, εἰ δὲ μὴ ἡ κατάφασις, ἡ ἀπόφασις· εἴτε γὰρ ὁ πλοῦτος
ἀνασκευὴν μόνην τοῦ τιθεμένου τῶν ἐναντίων. ἄν γὰρ δειχθῇ τὸ ἕτερον
αὐτῶν ὑπάρχον καὶ οὐ τὸ τιθέμενον τῷ δεκτικῷ, ἀνῄρηται τὸ τὸ ἕτερον
ὑπάρχειν αὐτῷ· οὐ γὰρ οἷόν τε ἅμα ἰὰ ἐναντία· οὐ μήν, ἂν μὴ τὸ ἕτερον
ὑπάρχῃ, ὑπάρξει καὶ τὸ λοιπὸν τῷ δύνασθαι τῶν ἐμμέσων τι ὑπάρχειν
αὐτῷ. τὸ γὰρ σῶμα, εἰ μὲν λευκόν, ἐξ ἀνάγκης οὐ μέλαν· εἰ δὲ μὴ
λευκόν, οὐκ ἐξ ἀνάγκης μέλαν. καὶ εἰ μέν τις εὐδαίμων, οὗτος οὐ κακο-
δαίμων· οὐ μήν, εἰ μὴ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης· οὐ γὰρ ἀμέσως
ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεταί τινα σπουδαῖον
ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐ κακός· εἰ δὲ μὴ
σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ
μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι
καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. καὶ
ἔστι τοῖς μὲν ἀμέσοις ἐφαρμόζουσα μᾶλλον ἡ δεῖξις ἡ διὰ τοῦ πέμπτου
λεγομένου ἀναποδείκτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἀντικειμένου ἑνὶ
τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν συνάγων τοῖς δὲ ἐμμέσοις ἡ διὰ τοῦ
τετάρτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἑτέρου τῶν ἐν τῷ διαιρετικῷ
ἀναίρων τὸ ετερον.
Ἔτι τὸ ἐπιχειρεῖν μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον.
τόπον ἡμῖν ἀπὸ ἐτυμολογίας παραδίδωσιν. ἄν μὲν γὰρ τὰ ὀνόματα
μεταφέρωμεν ἐπὶ τοὺς κατὰ τὴν ἐτυμολογίαν λόγους τοῦτο γὰρ σημαίνει
τὸ μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον) ὡς τούτων ὄντα σημαντικὰ
ἔστι δ’ οὗτος ὁ εὗ τὴν ψυχὴν ἔχων, τοῦτ᾿ ἔστιν ὁ ἀγαθὴν τὴν ψυχὴν
ἔχων· ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ
τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ σώφρων καὶ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος
μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ
εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὁμοίων παραθέσει· καὶ γὰρ εὔελπις
ὁ εὗ ἐλπίζων, τοῦτ’ ἔστιν ὁ ἀγαθὰ ἐλπίζων. πάλιν βουλόμενοι δεῖξαι,
ὅτι ὁ σπουδαῖος εὐδαίμων ἐστί, τὸν εὐδαίμονα μεταληψόμεθα εἰς τὸν
κατὰ τὴν ἐτυμολογίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι
δοκεῖ ὑπὸ τοῦ εὐδαίμονος. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθ’ ἃ
Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν φυχὴν ἔχων· εὖ δὲ τὴν
ψυχὴν ἔχει. ὁ σπουδαῖος· ὁ σπουδαῖος ἄρα εὐδαίμων. πάλιν δεῖξαι θέλοντες,
ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαίρεσεως·
ἔστι δ’ οὗτος ‘πρὸ ἑτέρου αἵρεσις’· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου
αἱρεῖσθαι ὲν τούτοις ἐστὶν ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου
προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε
οὐδὲ προαιρεῖται. πάλιν θέλοντες δεῖξαι, ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής,
μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν ἑαυτοῦ κρατοῦντα τοῦτο γὰρ σημαίνει
τὸ ὄνομα), καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι
ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὴ τὸ
μὲν κρατούμενον τὸ δὲ κρατοῦν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία,
ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα,
εἴημεν ἄν δεδειχότες τὸ προκείμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς
καὶ τοῦ ἀκολάστου. οὕτως ἔνεστι δεικνύναι τὸν φίλον μὴ εὔνουν, εἰ εὔνους
μὲν ὁ ὀρθῶς νοῶν καὶ τἀληθῆ ἢ τἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς
ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ ἔχων καλὰς χεῖρας, ἀλλ’ ὁ πυκτικός,
οὔτε μεγαλόψυχος ὁ ἔχων τὴν ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ
σποοδαιος.
’Eπεὶδὲτῶνπραγμάτωντὰ μέν ἐστιν ἐξἀνάγκηςτὰ δὲ ὡς ἐπὶ τὸ πο|λὺ τὰ δὲ ὁπότερ’ ἔτυχεν.
Ὁ τόπος οὗτος τὴν ἀφορμὴν ἀπὸ (ἦς τῶν πραγμάτων διαφορᾶς λαμβάνει,
καὶ ἔστιν ἐπὶ πλέον τοῦ πρώτου παραδοθέντο τοῦ ἀξιοῦντος “ἐπιβλέπειν
εἰ τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν.” ἐπὶ
γὰρ τούτουν τοῦτό που μετείληπται, τὸ μὲν ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς
ὁρισμὸς ὑπάρχον εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχον (οὕτως γὰρ ἐκείνων ἕκαστον
λαμβάνεται), τὸ δὲ συμβεβηκὸς εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ ὁπότερ’
ἔτυχεν· τοιοῦτον γὰρ τὸ οἷόν τε ὑπάρχειν καὶ μή, ᾧ ὡρίζετο τὸ συμβεβηκός.
ἔτι εἰ καὶ συμβεβηκότα τινά ἐστιν ἀχώριστα, εἴη ἄν καὶ ταῦτα <ταὐτὰ>
τοῖς ἐξ ἀνάγκης ὑπάρχουσιν· διὸ οὐδὲ ἀντιτίθησιν τῷ ἐξ ἀνάγκης τὸ συμβεβηκός·
οὐδὲ γὰρ χρῆται οὔτε τῷ συμβεβηκότι οὕτε τῶν ἄλλων τινί,
ἀλλὰ ὡς ἄλλῃ διαιρέσει χρῆται τῷ ἀναγκαίως τε ὑπάρχοντι καὶ μή.
ἔχομεν γὰρ ὅτι τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, ὡς τὸ τὸν ἄνθρωπον
ζῷον εἶναι (ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐσιίν·
ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι), τὰ δὲ ἐνδεχομένως,
καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ὡς τὸ τὸν
ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον,
ὡς τὰ τούτοις ὰντι·κείuι ἑ ἁ, τὸ τὸν ἄνθρωπον ἡ τετραὃά·ι̣τυλον ἢ
ἑξαδάκτυλον εἶναι (ἔστι γὰρ οὕτως καὶ ταῦτα)· ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα
τὸν ἄνθρωπον, τὰ δὲ ἐπ’ ἴσης, ὡς τὸ πολιτεύεσθαι τὸν ἄνθρωπον ἢ μή,
ἀποδημεῖν ἢ μή, λούεσθαι ἢ μή. οὔσης τοίνυν τοιαύτης ἐν τοῖς οὖσι διαφορᾶς
ἂν τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον τινὶ κατ’ ἄλλον τις ὑπάρχειν
εἶναι ἢ τὸν ἄνθρωπον ζῷον ἢ λογικόν, οὗτος λέγοι ἄν τὸ ἀδύνατον μὴ εἶναι
ἐνδέχεσθαι εἶναι· ἀδύνατον γὰρ τὸν θεὸν μὴ εἶναι ἄφθαρτον ἢ τὸν
ἄνθρωπον μὴ ζῷον εἶναι· ὁ δὲ λέγων ἐνδέχεσθαι αὐτὸν ζῷον εἶναι οὗτος
λέγοι ἂν ἐνδέχεσθαι καὶ μὴ εἶναι ζῷον αὐτόν· τοιοῦτον γὰρ τὸ ἐνδεχόμενον.
ἔτι τὸ ἀεὶ ὑπάρχον οὐκ ἀεὶ ἂν ὑπάρχειν λέγοι· τὸ γὰρ ἐξ ἀνάγκης
ὑπάρχον ἀεί τε καὶ παντὶ ὑπάρχει. ἀλλὰ κἄν διορίζων ὡς ἐπὶ τὸ πλεῖστον
λέγῃ εἶναι τὸ ἐξ ἀνάγκης ὄν, ἡ αὐτὴ ἁμαρτία τῷ τὸ ὡς ἐπὶ τὸ πλεῖστον
ὂν ἐνδέχεσθαι καὶ μὴ εἶναι διὰ τοῦτο γὰρ τὸ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ
ἀναγκαῖον), οἷον ἄν λέγῃ τις τὴν ἀπόδειξιν ὡς ἐπὶ τὸ πλεῖστον ἀληθῆ
εἶναι. κἄν ἐναλλάξας δέ τις τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀνάγκης εἶναι λέγῃ,
παραπλήσιος ὁ λόγος. εἰ γὰρ λέγοι τις ἐξ ἀνάγκης τὸν ἄνθρωπον πενταδάκτυλον
εἶναι, λέγοι ἄν τὸ ἐνδεχόμενον εἶναι ἀναγκαῖον· εἶναι· ἐνδέχεται
μὲν γὰρ καὶ μὴ εἶναί τινα πενταδάκτυλον· ὁ δὲ ἐξ ἀνάγκης λέγων πάντα
εἶναι πενταδάκτυλον οὔ φησιν ἐνδέχεσθαι μὴ εἶναί τινα πενταδάκτυλον.
ἀλλὰ κἂν τὸ ἔναντίον τῷ ὡς ἐπὶ τὸ πολύ (τοῦτο δέ ἐστι τὸ ἐπ᾿ ἔλασσον·
ὡς γὰρ τὸ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, οὕτω καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ τῷ
ἐπ’ ἔλασσον), ἂν δή τις τὸ ἐπ’ ἔλασσον ὂν ἢ ἐξ ἀνάγκης εἶναι λέγῃ ἢ ὡς
ἐπὶ τὸ πολύ, ἐλέγχοιτ’ ἄν ἢ τὸ ὡς ἐπὶ τὸ πλεῖστον μὴ ὂν ἀδύνατον εἶναι
λέγων μὴ εἶναι ἢ τὸ] ὡς ἐπὶ τὸ πλεῖστον εἶναι τιθέμενος, οἷον εἰ λέγοι τις
ἐξ ἀνάγκης ὑπὸ κύνα ὕειν ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἑξαδακτύλους εἶναι τοὺς
ἀνθρώπους. ὁμοίως κἄν τῶν ἀπὸ τύχης γινομένων τι λέγῃ τις ἢ ὡς ἐξ
ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι. ὅ τε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον
ὡς ἐπὶ τὸ πολὺ ὑπάρχειν λέγων τὸ πᾶσιν ὑπάρχον οὐ πᾶσί φησιν ὑπάρχειν
ὡς γάρ ὁ ἐνδεχομένως τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι οὐ
πάντα φησὶν εἶναι, οὕτως καὶ ὁ λέγων ἐνδεχομένως αὐτὸν ἡ λογικὸν ἢ
ἀναπνευστικὸν εἶναι οὐ πάντα ἂν λέγοι ἀεὶ τοιοῦτον εἶναι· τὸ μὲν γὰρ
ἐνδέχεται μὲν οὖν τοῦτο ποιεῖν τινα ἐναλλάσσοντα τοὺς τρόπους τῆς
ὑπάρξεως καὶ προστιθέντα, ὅτε καὶ φανερώτατος ὁ ἔλεγχος γένοιτ’ ἄν.
ἐνδέχεται δὲ κἀκείνου μὴ προστιθέντος τινὰ διορισμόν, ἀλλ’ ἁπλῶς καὶ
χωρὶς τοῦ προστιθέναι τὸν τρόπον τῆς ὑπάρξεως λέγοντος· ὑπάρχειν τὸ
πρᾶγμα τὸν προσδιαλεγόμενον ἐφ’ ὃ οἷόν τέ ἐστιν ἐλεγχθῆναι μεταφέρειν
τὸ ἀδιο ρίστως εἰρημένον ὡς οὕτως εἰρημένον. ἐπὶ μὲν οὖν τοῦ ἐνδεχομένου
ἀπίθανος ὁ τόπος καὶ προδήλως σοφιστικός· ὁ γὰρ τὸν ἁπλῶς·
εἰπόντα εἶναι τὸν ἄνθρωπον ζῷον λέγων εἰρηκέναι, ὅτι ἐνδέχεται ζῷον
αὐτὸν εἶναι, φανερῶς δόξει συκοφαντεῖν. γένοιτο δ’ ἂν διαλεκτικὸς ἐπὶ
ἐκείνων μόνων, εἴ τις τὰ ἐνδεχομένως ὑπάρχοντα ἁπλῶς ὑπάρχειν λέγοι,
οἷον εἴ τις λέγοι ἁπλῶς τὸν γηρῶντα πολιοῦσθαι ἢ πάντα ἄνθρωπον
πενταδάκτυλον εἶναι· ἐπεὶ γὰρ τὸ ἀναγκαῖον ἁπλῶς ὑπάρχει, δοκεῖ καὶ τὸ
ἁπλῶς λεγόμενον ὑπάρχειν ὡς ἀναγκαίως ὑπάρχον λέγεσθαι. ὁ μὲν γὰρ
κυρίως σοφὸς καὶ ἁπλῶς σοφός· ὁ δὲ μὴ οὕτως ὁ] μετὰ διορισμοῦ· τέκτων
γὰρ σοφός· ἐν πᾶσι γὰρ τὸ κυρίως ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγεται.
κυρίως δὲ ὑπάρχον τὸ ἀναγκαίως ὑπάρχον· ὁ δὴ τὸ ἐνδεχομένως ὑπάρχον
ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγων ὑπάρχειν εὐλόγως ἄν εὐθύνοιτο ὡς
ἀναγκαίως ὑπάρχειν λέγων τὸ μὴ οὕτως ὑπάρχον. τοῦτο δὲ καὶ αὐτὸς
δι᾿ ὧν λέγει δηλοῖ· ἐπὶ γὰρ τῶν τὸ ἐνδεχομένως ὑπάρχον ἀπλῶς καὶ
χωρὶς διορισμοῦ λεγόντων ὑπάρχει χρῆται τῷ τόπῳ. ὁ γὰρ τοὺς ἀπο-
κηρύκτους φαύλους εἶναι λέγων ἀπλῶς δόξειεν ἄν λέγειν ἐξ ἀνάγκης καὶ
καθόλου τοιούτους αὐτοὺς εἶναι· οὐ μὴν οὕτως ἔχει· ἐνδέχεται γάρ τινα
καὶ μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον· Θεμιστοκλέα γοῦν ἀποκή-
ρυκτον μέν φασιν γενέσθαι, οὐ μὴν φαῦλος ἦν.
Ἐπιζητήσαι τις ἄν πῶς, εἰ τὸ μὲν ἐνδεχόμενον ὑπάρχειν τε καὶ μὴ
συμβεβηκός, τὸ δ’ ἀναγκαίως ὑπάρχον ἢ γένος ἢ ἴδιον ἢ ὁρισμὸς ἤ τι τῶν
ὑπὸ ταῦτα, πῶς ἔτι ὑποτάσσοιτ’ ἄν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος
ἐξ ἀνάγκης ὑπάρχει. δεικνύοι γὰρ ἄν οὗτ·ος ἤτοι ὅτι οὐχ ὡς γένος ὑπάρχει
ἢ ὅτι οὐχ ὡς ἴδιον ἢ ὅτι οὐχ ὡς ὅρος· ἀλλὰ τὰ τοῦ γένους ἀναιρετικὰ
ἐν τοῖς πρὸς τὸ γένος τόποις· ὁμοίως καὶ ἐπὶ τοῦ ἰδίου καὶ ἐπὶ τοὐ
ὁρισμοῦ ὥσπερ καὶ τὰ τοὐ συμβεβηκότος προβλήματα]. ἢ ἐπεὶ οὐχ ὡς
γένος ἢ ἴδιον ἢ ὁρισμὸν ἀναιρεῖ ἀλλὰ καθόλου ὅτι μὴ ἀναγκαῖον,
ὑπ’ οὐδὲν ἄν ἐκείνων ὑποτάσσοιτο· καὶ γὰρ συμβεβηκός τι ἀναγκαῖον.
εντι οὐ διὰ μεθόδου τινὸς ἀναιρεῖ τὸ ἀναγκαῖον ἀλλὰ προχείρῳ ἐναργείᾳ
χρώμενος· ἀναιρῶν δὲ τοῦτο κατασκευάζει τὸ συμβεβηκός,
ὥστε εἴη ἄν διὰ τοῦτο τοῖς πρὸς τὸ συμβεβηκὸς ὑποτασσόμενος ὡς
τοῦ συμβεβηκότος κατασκευαστικός. διὰ τοῦτο δὲ καὶ ἐπὶ μὲν τοῦ
πρώτου τόπου οὐκ ἀντέστρεψεν· οὐ γὰρ εἶπεν ‘εἰ τὸ ὡς συμβεβηκὸς
ὑπάρχον κατ’ ἄλλον τινὰ τρόπον ἁποδέδωκεν’· ἐγένετο γὰρ ἐπ’ ἐκείνου ἀντιστρεφομένου
ἢ ἀπὸ γένους ὁ τόπος ἢ ἀπὸ ἰδίου ἢ ἀπὸ ὅρου· τὸ γὰρ
συμβεβηκὸς ἐγίνετο κατά τι τούτων ἀποδιδόμενον· ἐπὶ δὲ τούτου· ἀντέστρεφεν,
ὅτι τῷ ἀναγκαίῳ ἐν αὐτῷ χρῆται, ὃ δύναται καὶ ἐν τῷ συμβεβηκότι
εἶναι, ἀλλ’ οὐ τῷ γένει ἢ ἰδίῳ ἡ ὅρῳ.
Ἔτι εἰ αὐτὸ ἑαυτῷ συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον.
Ὁ μὲν τόπος ἀπὸ τῶν πολυωνύμων. ἔστι δὲ τὸ δι’ αὐτοῦ λεγόμενον·
ἐπεὶ οὐδὲν αὐτὸ ἑαυτῷ οἷόν τε συμβεβηκέναι τὸ γὰρ συμβεβηκὸς ἐν ὑποκειμένῳ
καὶ ἄλλο τοῦ ᾧ συμβέβηκε, καὶ ὃ] οἷόν τε ὑπάρχειν καὶ μή·
οὔτε δέ τι αὐτὸ αὑτῶ ὑπόκειται καὶ ἄλλο τί ἐστιν αὑτοῦ, οὔτε οἷόν τέ τι
αὑτῷ ὑπάρχειν τε καὶ μή), ἄν δή τις πλανηθεὶς ἐπὶ τῶν πολυωνύμων ὡς
κατὰ τὴν τῶν ὀνομάτων διαφορὰν ἐχόντων καὶ πραγμάτων διαφορὰν εἴπῃ
τὸ ἕτερον τῷ ἑτέρῳ συμβεβηκέναι, οἷον τὸ ξίφος τῇ μαχαίρᾳ ἢ τῷ βροτῷ
τὸν ἄνθρωπον ἢ τῷ φάρει τὸ ἱμάτιον ἢ τῷ ἥδεσθαι τὸ χαίρειν ἢ τῷ
χαίρειν τὸ εὐφραίνεσθαι, οὗτος ἐλέγχοιτ’ ἂν αὐτό τι αὑτῷ συμβεβηκέναι
τὴν δι’ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων· νομοθετούντων δέ
ἐστι τοῦτο ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων. τὸ μὲν οὖν εἰπεῖν τὴν ἡδονὴν χαρὰν
οὐχ ἁμάρτημα, ὥσπερ οὐδὲ τὸ τὴν μονάδα ἀδιαίρετον ἡ τὴν στιγμὴν
ἀμερῆ· οὐδὲ γὰρ τὸ τὴν χαρὰν χαρὰν εἰπεῖν ἢ ἰὴν μονάδα μονάδα· τὸ
δὲ συμβεβηκέναι θάτερον θατέρῳ λέγειν ἄτοπόν τε καὶ ψεῦδος.
Ἐπεὶ τἀναντία συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίω σιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμεμα.
Ὁ μὲν τόπος ἀπὸ τῆς τῶν ἐναντίων συμπλοκῆς. τὸ δὲ κεφάλαιον
τοῦ λεγομένου· ἐπεὶ δύο συζυγίαι ἐνατιώσεων συμπλεκόμεναι ἀλλήλαις
ἓξ συζυγίας συμπλοκῶν ποιοῦσιν, ὧν αἱ μὲν δύο συζυγίαι οὐκ ἔχουσιν
ἐναντίωσιν πρὸς ἀλλήλας, αἱ δὲ τέσσαρες ἔχουσιν, ἀξιοῖ ἀπὸ τῶν συζυγιῶν
τῶν τὴν ἐναντίωσιν ἐχουσῶν ὁρμωμένους, ὅταν τι ᾗ τιθέμενον τοιοῦτον
ὡς ἔχειν ἑκάτερον τῶν ὅρων τῶν ἐν τῷ τιθεμένῳ προβλήματι ἐναντίον
τινί, ἐπὶ τὰς ἐναντίας τῆς ἐν τῷ προβλήματι συμπλοκῆς συμπλοκὰς
ἐπιβλέποντας πειρᾶσθαι δεικνύναι τινὰ αὐτῶν ἀληθῆ· ἐκείνης γὰρ ἀληθοῦς
δειχθείσης ἀνῃρημένον ἄν εἴη τὸ πρόβλημα, ἐπειδὴ ἀδύνατον ἅμα
τἀναντία ἀληθῆ εἶναι. καὶ ἡ μὲν τοῦ τόπου περίληψις τοιαύτη. σαφὲς
δ’ ἂν τὸ λεγόμενον γίνοιτο, εἰ ἐκθέμενοι τἀς ἐναντιώσεις καὶ τὰς συζυγίας
τὰς γινομένας κατὰ τὰς συμπλοκὰς αὐτῶν δείξαιμεν, πῶς μὲν ἓξ
ἅπασαι γίνονται, πῶς δὲ αἱ τέσσαρές εἰσιν ἀπὸ τῶν ἓξ αἱ τὴν ἐναντίωσιν
ἔχουσαι, καὶ τίνες αὗται. ἔστωσαν δὴ δύο συζυγίαι ἐναντίων, μία μὲν
δίκαιον καὶ ἄδικον, ἑτέρα δὲ ἀγαθὸν καὶ κακόν, καὶ συζευγνύσθω
ταῦτα ἀλλήλοις καθ’ ὅσους τρόπους οἷόν τε συζεύγνυσθαι αὐτά, φυλασσομένου
τοῦ ἑκάστην συζυγίαν ἀνὰ ἕνα ὅρον ἔχειν τῶν ἐξ ἑκατέρας
ἐναντιώσεως. ἔσονται δὴ οὕτως συντιθεμένων συζυγίαι συμπλοκῶν οὐ
πλείους τῶν ἕξ· ἢ γὰρ ἑκάτερον τῶν ἐκ τῆς ἑτέρας ἐναντιώσεως
ἐν ἑκατέρᾳ τῶν συμπλοκῶν ἐν ᾗ μὲν τοῦ δικαίου ἐν ᾗ δὲ τοῦ ἀδίκου,
κατηγορουμένου δὲ ἐν μὲν τῇ τοῦ ἀγαθοῦ ἐν δὲ τῇ τοῦ κακοῦ· ποτὲ δὲ
ἔμπαλιν τῷ μὲν δικαίῳ τὸ κακόν, τῷ δὲ ἀδίκῳ τὸ ἀγαθόν, ὡς εἶναι τὴν
συζυγίαν ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον ἀγθόν᾿. ποτὲ δὲ αὖ τῷ ἑτέρῳ τῶν
ὑποκειμένων ἑκάτερος ἀνὰ μέρος τῶν κατηγορουμένων συμπλακήσεται, οἷον
τῷ δικαίῳ ὁτὲ μὲν τὸ ἀγαθὸν ὁτὲ δὲ τὸ κακόν, καὶ ἔσονται πάλιν ἄλλαι
δύο συζυγίαι, μία μὲν ‘τὸ δίκαιον ἀγαθόν, τὸ δίκαιον κακόν᾿, ἑτέρα δὲ ‘τὸ
ἄδικον κακόν, τὸ ἄδικον ἀγαθόν᾿. αἱ δὲ λοιπαὶ δύο, ὅταν ἔμπαλιν ἀμφο-
τέρους τοὺς ὑποκειμένους κατ᾿ ἰδίαν ποτὲ μὲν τῷ ἑτέρῳ τῶν κατηγορουμένων
συμπλέξωμεν ποτὲ δὲ ἑτέρῳ, οἷον τῷ δικαίῳ ποτὲ μὲν
τὸ ἀγαθὸν ποτὲ δὲ τὸ κακόν, καὶ πάλιν τῷ ἀδίκῳ ποτὲ μὲν τὸ κακὸν
ποτὲ δὲ τὸ ἀγαθὸν· ἔσται γὰρ ἡ μὲν ἑτέρα ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον
ἀγαθόν᾿, ἡ δὲ ἑτέρα ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον κακόν᾿. αἱ μὲν οὖν
γινόμεναι ἐκ· τῶν δύο ἐναντιώσεων συμπλεκομένων κατὰ τὸν προειρημένον
τρόπον συζυγίαι τε καὶ συμπλοκαὶ αὗταί τε καὶ τοσαῦται. πρώτη συζυγία
ἡ ἔχουσα ἑκάτερον περὶ ἑκατέρου, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον
κακόν ἐστ᾿. δευτέρα ὁμοίως αὐτῇ ἔχουσα ἔμπαλιν ἑκάτερον περὶ
ἑκατέρου ἡ ‘τὸ δίκαιον κακόν ἐστι, τὸ ἄδικον ἀγαθόν’. τρίτη ἡ ἔχουσα
τοῦ ἑτέρου τῶν ὑποκειμένων ἐν μέρει ἀμφότερα κατηγορούμενα, ἡ ‘τὸ
δίκαιον ἀγαθόν ἐστι, τὸ δίκαιον κακόν ἐστι᾿. τετάρτη καὶ αὐτὴ ὁμοίως
τοὐ ἑτέρου τῶν ὑποκειμένων ἀμφότερα ἐν μέρει κατηγοροῦσα ἡ ‘τὸ ἄδικον
ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστι᾿. πέμπτη ἡ ἔχουσα ἑκατέρου τῶν
‘ποκειμένων παρὰ μέρος τὸν αὐτὸν κατηγορούμενον, ὡς ἡ ‘τὸ δίκαιον
ἀγαθόν ἐστι, τὸ ἄδικον ἀγαθόν ἐστιν’. ἕκτη καὶ αὐτὴ ὁμοίως ἔχουσα τὸν
αὐτὸν ἑκατέρου τῶν ὑποκειμένων κατηγορούμενον ἡ τὸ ‘δίκαιον κακόν
ἐστι, τὸ ἄδικον κακόν ἐστι᾿. παρὰ δὲ ταύτας οὐχ οἷόν τε ἄλλην τινὰ
τὸ ἄδικον κακόν ἐστιν’ ἐναντία συμπλοκή ἀμφότερα γὰρ ἀληθῆ, καὶ ἄμφω
τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν καὶ
τὸ ἄδικον κακόν· ἀστεῖα γὰρ ἄμφω), οὔτε πάλιν ἡ ‘τὸ δίκαιον κακόν’
λέγουσα τῇ ‘τὸ ἄδικον ἀγαθόν’ λεγούσῃ· πάλιν γὰρ καὶ ταῦ τὰ ὁμοίως ψευδῆ
ὑπολαμβάνειν καὶ τὸ ἄδικον ἀγαθόν. οὐ μάχεται οὖν ἀλλήλοις ἀλλὰ
ἀκολουθεῖ· τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά. εἰπὼν δὲ ἀμφότερα
φευκτὰ εἶναι τὰ δεύτερον εἰρημένα καὶ τοῦ αὐτοῦ ἤθους καὶ προσθεὶς ὅτι
φευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντίον, ἐπεὶ ἔκειτο ἐν Ἠθικοῖς καθ’ ἑκάστην
ἠθικὴν ἀρετὴν εἶναί τις κακία, ἡ μὲν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ, ὁ· * * *
ἀλλὰ καὶ ἀλλήλαις, προσέθηκε τὸ ἐὰν μὴ ᾖ τὸ μὲν καθ’ ὑπερβολὴν
τὸ δὲ κατ’ ἔνδειαν. πῶς μὲν οὖν ἐκεῖ ἐναντία τὰ τοιαῦτα ἀλλήλοις
τε καὶ τῇ ἀρετῇ εἶναι λέγεται, καὶ ὅτι μὴ ὁμοίως μηδὲ κατὰ τὸ αὐτὸ τῇ
τε ἀρετῇ καὶ ἀλλήλοις, ἐν ἐκείνοις εἴρηται. νῦν δὲ λέγει, ἐπεὶ τὰ προειρημένα
ἀμφότερα ὄντα φευκτὰ οὐ δι’ ὑπερβολὴν ἢ ἔνδειάν ἐστι φευκτὰ
ἀλλ’ ἁπλῶς, ὅτι μή ἐστιν ἀλλήλοις ἐναντία. ἔδειξε δὲ τὴν δευτέραν συζυγίαν
μὴ ἔχουσαν ἐναντίωσιν οὐδὲν εἰπὼν περὶ ἰῆς πρώτης, ὅτι ἐπὶ μὲν
τῆς πρώτης αὔταρκες ἦν τὸ εἶναι αὐτὰς ἅμα ἀληθεῖς· οὐδέποτε γὰρ οἷόν
τε συνυπάρχειν. καὶ ἅμα ἀληθῆ εἶναι τὰ ἐναντία· ἅμα μέντοι ψευδῆ εἶναι
οὐδὲν κεκώλυται τὰ ἐναντία· οὐ γὰρ διαιρεῖ τἀληθές τε καὶ ψεῦδος
τὰ ἐναντία ὥσπερ ἡ ἀντίφασις. ἐπεὶ τοίνυν ἡ δευτέρα συζυγία ἡ ἀμφοτέρας
τὰς συμπλοκὰς φευκτὰς ἔχουσα ἀμφοτέρας τὰς συμπλοκὰς ἔχει ψευδεῖς,
ὃ οὐκ ἔστιν ἀδύνατον περὶ τὰ ἐναντία, διὰ τοῦτο πρὸς τὸ μὴ εἶναι αὐτὰς
ἐναντίας ἐχρήσατο δείξει τῇ ὅτι φιοευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντία ἀλλή-
λοις, ἀλλ’ ἢ ἐν μόνοις ἐν οἷς περὶ ταὐτόν τι τὸ μὲν ὑπερβάλλει τὸ
δὲ ἐλλείπει. ἔτι ἐναργές τέ ἐστι καὶ καθόλου ἀληθὲς ὅτι ἀγαθὸν
μὴ εἶναι ἐναντίον. τὰς δὲ καταλειπομένας τέσσαρας συμπλοκὰς ἐναντίωσίν
φησι ποιεῖν. ἥ τε γὰρ λέγουσα τὰ δίκαια ἀγαθὰ συμπλοκὴ ἐναντία τῇ
τὰ δίκαια κακὰ λεγούσῃ, ἐξ ὧν ἦν συμπλοκῶν ἡ τρίτη συζυγία. τοῦ δὲ
ἐναντίας εἶναι τὰς ἐν ταύταις ταῖς συζυγίαις συμπλοκὰς δεικτικῷ χρῆται
τῷ ἀπὸ ἐναντίου ἤθους καὶ ἀπὸ ἐναντίας ἕξεως ταύτας γίνεσθαι· ἐναντίοι
γὰρ τὰ ἤθη ὅ τε τὸ δίκαιον ἀγαθὸν λέγων καὶ ὁ τὸ δίκαιον κακόν. ᾧ
μέτρῳ τῶν ἐναντίων χρώμενος εἰκότως εὑρήσει πλείω ἑνὶ ἐναντία. ἔστι
δὲ καὶ τὸ τῇ κατὰ τὸ ἦθος ἐναντιώσει κρίνειν τὰ ἐναντία ἔνδοξον μὲν καὶ
διαλεκτικόν, οὐκ ἀληθὲς δέ· ἀπὸ ἐναντίου γὰρ ἤθους καὶ τὸ λέγειν τό τε
δίκαιον ἀγαθὸν καὶ τὸ μοιχεύειν ἀγαθόν, ἀλλ’ οὐκ ἐναντία ἀλλήλοις τὸ δίκαιον
ἀγαθόν, τὸ μοιχεύειν ἀγαθόν. ἦν δ’ ἂν ἐναντία, εἰ ἦν τῷ δικαίῳ ἡ
μοιχεία ἐναντίον· περὶ γὰρ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ὁ λόγος.
ἀλλὰ καὶ ἡ τετάρτη συζυγία ἐξ ἐναντίων δοκεῖ συγκεῖσθαι, ἡ τὸ ἄδικον
ἀγαθὸν λέγουσα τῇ τὸ ἄδικον κακὸν λεγούσῃ · ἀπὸ ἐναντίων γὰρ καὶ αὗται
ἕξεων. ἀλλὰ καὶ ἡ πέμπτη τοιαύτη, ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα
καὶ ἡ τὸ ἄδικον ἀγαθόν· ἐναντίαι γὰρ καὶ αὗται καὶ ἀπὸ ἐναντίων ἕξεων.
ὁμοίως καὶ ἡ ἕκτη ἔχει, ἡ τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον κακόν ·
καὶ γὰρ αὗται ταῖς προειρημέναις ἐναντίαι.
Δείξας δὲ ταύτας καὶ εἰπὼν καθ’ ἑκάστην γὰρ συζυγίαν τὸ
μὲν αἱρετὸν τὸ δὲ φευκτόν, καὶ τὸ μὲν ἐπιεικοῦς ἤθους δὲ
φαύλου, ἐπήνεγκε δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι τῷ αὐτῷ
πλείονα ἐναντία συμβαίνει γίνεσθαι, λαμβάνων τοῦτο ὡς τοῖς
κειμένοις ἑπόμενον. ἣν γὰρ ἄν συμπλοκὴν ἐπαινετὴν ἢ ἀληθῆ λάβωμεν,
ταύτῃ πᾶσαι αἱ ψεκταὶ ἢ ψευδεῖς ἐναντίαι ἔσονται <αἱ> ἐν
ταῖς συζυγίαις, καὶ οὐ πλείους εὑρεθήσονται οὖσαι τῶν δύο· καὶ ὁμοίως
ἣν ἄν ψεκτὴν ἢ ψευδῆ , ταύτῃ πᾶσαι αἱ ἐν πάσαις ταῖς συζυγίαις
ἐπαινεταὶ ἡ ἀληθεῖς ἐναντίαι, αἵτινες οὐδ’ αὐταὶ πλείους εἰσὶ τῶν
δύο. ἔστι δ’ ἐπαινετὸν μέν, τοῦτ’ ἔστιν ἀληθές, ἐν τῇ πρώτῃ συζυγίᾳ
τὸ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν, ψεκτὸν δὲ τὸ τὸ δίκαιον
κακόν, ὥστε τοῦτο ἐναντίον ἔσται ἐκείνῳ· ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ
συμπλοκῇ, τῇ τὸ ἄδικον ὑποκείμενον ἐχούσῃ ἐν ἀμφοτέραις ταῖς
ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα, ἥτις ἦν καὶ ἐν τῇ τετάρτῃ ψεκτὴ συμπλοκή,
ἐν δέ γε τῇ ἕκτῃ ἡ τὸ δίκαιον κακὸν λέγουσά ἐστιν ἡ ψεκτή, ἥτις ἡ αὐτή
ἐστι τῇ ἐν τῇ τρίτῃ συζυγίᾳ ψεκτῇ. δύο ἄρα εἰσὶν ἐναντίαι τῇ τὸ δίκαιον
ἀγαθὸν λεγούσῃ, ἥ τε τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν.
ἀλλὰ καὶ τῇ ψεκτῇ τῶν ἐν τῇ τρίτῃ συζυγίᾳ δύο ἔσονται ἐναντίαι συμπλοκαί,
ἥ τε ἐν αὐτῇ ταύτῃ ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ ἐν τῇ
τετάρτῃ ἡ τὸ· ἄδικον κακὸν λέγουσα· αἱ γὰρ ἐν τῇ πέμπτῃ τέ καὶ ἕκτῃ
συζυγίᾳ συμπλοκαὶ ἐπαινεταὶ πάλιν αἱ αὐταί εἰσι ταῖς δύο ταῖς προειρημέναις,
ὁμοίως καὶ τῶν ἐν ταῖς ἑξῆς τρισὶ συζυγίαις ἐπαινετῶν τε καὶ
ψεκτῶν συμπλοκῶν ἑκάστῃ δειχθήσονται δύο οὖσαι συμπλοκαὶ ἐναντίαι.
Oὐσῶν τοίνυν ἑκάστῃ συμπλοκῇ ἐξ ἐναντίων οὔσῃ καὶ ἐναντίωσιν περιεχούσῃ
δύο ἐναντίων συμπλοκῶν αἱ γὰρ πρῶται δύο συζυγίαι ἐξ ἐναντίων
μὲν ἦσαν καὶ αὐταί; οὐ μὴν καὶ ἐναντίωσιν περιεῖχον), λαμβάνειν φησὶ
δεῖν τῶν ἐναντίων ὁπότερον ἄν ἡ πρὸς τὴν θέσιν χρήσιμον.
τοῦτο βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται· ἔστι δὲ τοιοῦτον· ἔστι
μὲν ὁ ἐπὶ τῶν ἐναντίων τόπος πρὸς ἀνασκευὴν χρήσιμος, οὐκέτι δὲ καὶ
πρὸς κατασκευὴν καθόλου· ἐπὶ μὲν γὰρ τῶν ἀμέσων ἐναντίων καὶ πρὸς
κατασκευήν, ὅταν ἐπὶ τῶν δεκτικῶν αὐτῶν ὁ λόγος γίνηται, ὡς ἤδη
προείρηται. ἐπεὶ δέ ἐστί τινα καὶ ἔμμεσα ἐναντία, ἐφ’ ὧν οὐκέτι ἡ τοῦ
ἑτέρου ἀναίρεσις θάτερον αὐτῶν κατασκευάζει, ἀλλὰ μόνον ἡ θατέρου θέσις
θάτερον ἀναιρεῖ (εἱ γὰρ λευκόν, οὐ μέλαν, οὐ μήν, εἰ μὴ λευκόν, ἤδη
μέλαν· δύναται γὰρ καὶ τῶν μεταξύ τι εἶναι), διὰ τοῦτο, ὡς εἶπον,
ὁ τόπος ὁ προειρημένος πρὸς ἀνασκευὴν μᾶλλον χρήσιμος. ἀδύνατον γὰρ
συνυπάρχειν τὰ ἐναντία· ὅταν οὖν πρόβλημά τι ᾖ ἐξ ἐναντίων συγκείμενον
ᾧ πλείω ἐστὶν ἐναντία, ἀνασκευάζοντας αὐτὸ χρή, τίνα ἐστὶ τὰ
ἐναντία αὐτῷ, λαμβάνειν καὶ τούτων ὃ ἄν μᾶλλον ᾖ δι’ ἐνάργειαν πρὸς
τὸ τεθῆναι χρήσιμον, τοῦτο προχειριζομένου καὶ δεικνύντας ὅτι ἀληθές
τὴν δικαιοσύνην ἀγαθὸν εἶναι καὶ τὸ τὴν ἀδικίαν κακόν, εἰ φανερώτερόν
ἐστι τὸ τὴν ἀδικίαν κακὸν εἶναι κακίαν οὖσαν καὶ νόσον ψυχῆς καὶ
φθαρτικὴν τοῦτο μὲν τῆς ἐν πόλει κοινωνίας τοῦτο δὲ πάσης συναλλαγῆς,
ἐναντίαν δὲ καὶ παρὰ φύσιν τοῖς ἀνθρώποις οἱ γὰρ ἄνθρωποι φύσει κοινωνικοί),
εἰ δὴ τοῦτο διὰ ταῦτα φανερώτερον τοῦ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι,
τοῦτο <δεῖ> δείξαντάς τε καὶ θέντας ὂν ἐναντίον τῷ τὴν δικαιοσύνην
εἶναι ἀναιρεῖν ἐκεῖνο. ἐπὶ δέ γε τῶν ἀμέσων ἐναντίων καὶ κατασκευάσομεν τὸ
προκείμενον, δείξαντες τὸ ἐναντίον αὐτῷ μὴ ὑπάρχον ὄντι δεκτικῷ αὐτοῦ
καθ’ ὁπότερον ἄν σημαινόμενον τοῦ ἐναντίου προχειρότερον τοῦτο δυνώμεθα
δεικνύναι. τοῦτο δὲ γίνοιτ’ ἄν, εἰ ἀμφότεραι αἱ ἐναντιώσεις, ἐξ ὧν
ἡ τῶν ἐναντίων συμπλοκή εἶεν ἄμεσοι· οὕτω γὰρ καὶ τὰ ἄλλα ἄμεσα
ἔσται συγκείμενα. ὁ γὰρ δείξας, ὅτι μή ἐστιν ἡ ὑγεία κακόν, ἤδη δέδειχεν
ὅτι ἡ ὑγεία ἀγαθόν, εἰ εἴη ἄμεσα τό τε ἀγαθὸν καὶ τὸ κακὸν ὁμοίως
δὲ] τῇ ὑγείᾳ καὶ τῇ νόσῳ. ὡς γὰρ καὶ πρὸς κατασκευὴν ὄντος τοὐ τόπου
χρησίμου εἶπε καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι. δεῖ μᾶλλον
ἐν τοῖς κατηγορουμένοις ὅροις ὅροις ζητεῖν, <οἶον> πότερον μᾶλλον καὶ
ὑπάρχει τῇ δικαιοσύνῃ τὸ ἀγαθὸν ἢ τῇ ἀδικίᾳ τὸ κακόν. ὁ αὐτὸς λόγος
καὶ ἐὰν ἄνα τινὰ ἐναντία λάβωμεν, οἷον ἡδονὴν καὶ λύπην καὶ ἀγαθὸν
καὶ κακόν, καὶ ταῦτα συμπλέκωμεν. ὁμοίως κἄν ἐπὶ τούτων], οἷς αὐτὸς
ἐχρήσατο, λάβωμεν φίλους καὶ ἐχθροὺς καὶ εὖ ποιεῖν καὶ κακῶς ποιεῖν.
Ὁ μὲν οὖν τόπος οὗτος. ἐπιζητήσαι δ’ ἄν τις πῶς πάλιν ἐνταῦθα
πλείω ἑνὶ ἐναντία εἶναι ἔλαβεν ἀρεσκόμενος τῷ ἓν ἑνὶ ἐναντίον εἶναι. ἡ
ὅταν μὲν ἁπλοῦν τὸ ἓν ᾖ, ἀνάγκη τούτῳ ἓν ἐναντίον εἶναι· ὅταν δὲ μὴ
ἁπλοῦν, οὐδὲν κωλύει τούτῳ καὶ πλείω εἶναι ἐναντία, οὐ κατὰ ταὐτὸν ἀλλὰ
ἄλλου κατ’ ἄλλο τῶν λαμβανομένων ἐναντίων ὄντος ἐναντίου τῷ ἑνί· κατὰ
ταὐτὸν γὰρ ἀδύνατον πλείω τῷ αὐτῷ ἐναντία εἶναι. κἄν ἓν δέ τι ὂν
τι ἐναντίον, οὐκ ἐπεὶ ἓν κατ’ ἀριθμόν ἐστι τὸ λαμβανόμενον, διὰ τοῦτο
ἑνὶ πλείω ἔσται ἐναντία. οὐδὲν γὰρ κωλύει ἕν τι κατ’ ἀριθμὸν ὂν καὶ
ψυχρὸν εἶναι καὶ λευκόν, ὡς τὴν χιόνα, καὶ ἔχειν ἐναντία τό τε θερμὸν
ταὐτὸν ἄμφω, τὸ τε θερμὸν καὶ τὸ μέλαν, ἐναντία τῇ χιόνι. καὶ ἐπὶ τῆς
τῶν ἐναντίων δὲ συμπλοκῆς ταὐτὸ συμβαίνει· οὐ γὰρ δὴ κατὰ ταὐτὸν τῷ ‘ἡ
ἡδονὴ ἀγαθόν ἐστιν’ ἐναντίον ἐστὶ τὸ ‘ἡ ἡδονὴ κακόν᾿ καὶ ‘ἡ λύπη
ἀγαθόν᾿, ἀλλ’ ἡ μὲν πρώτη, ὅτι τὸ ἐναντίον τοῦ αὐτοῦ κατηγόρησεν, ἡ δὲ
δευτέρα, ὅτι του ἐναντίου τὸ αὐτὸ· δύο γὰρ τὰ συγκείμενα, καὶ ἑκατέρῳ
αὐτῶν ἴδιόν τί ἐστιν ἐναντίον. οὐδ’ ἐνταῦθα οὖν· αὑτῷ τι μαχόμενον
λέγει, ὥσπερ οὐδὲ ἐν τοῖς Ἠθικοῖς, ὡς ἐδείξαμεν καὶ ἐν τοῖς εἰς ἐκεῖνα
ὑπομνήμασιν.
Ἔτι εἰ ἔστι τι ἐναντίον τῷ συμβεβηκότι.
εἴ τίς τινι συμβεβηκέναι τι εἴποι, δεῖ, φησίν, ἐφορᾶν εἰ τῷ συμβεβηκότι
ἐστί <τι> ἐναντίον. οὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ ἔν
φερομένῳ, κατὰ τὴν λέξιν μόνον αὐτοῦ διαφέρων, ὡς <παρὰ> τὸ εἰκὸς
διαφόρῳ λέξει τὸν αὐτὸν ὑποσημηναμένου τόπον· διὸ ἔν τισιν ὁ πρὸ
τούτου περιῄρηται. ἔστι δὲ ὁ τόπος καὶ αὐτὸς ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός.
ἐπεὶ γὰρ ἀδύνατόν τινι ἅμα τὰ ἐναντία ὑπάρχειν τε καὶ
συμβεβηκέναι, φησὶ δεῖν, ἄν τίς τι συμβεβηκέναι τινὶ λέγῃ, ἐπιβλέπειν εἰ
τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον καὶ εἰ ὑπάρχει τούτῳ ᾧ
ὑπάρχειν τίς φησι τὸ ἐναντίον αὐτῷ. ἂν γὰρ δειχθῇ τοῦτο ὑπάρχον
αὐτῷ, ἀνεσκευασμένον ἔσται τὸ τιθέμενον αὐτῷ συμβεβηκέναι. εἰ γάρ τις
λέγοι τὴν ἀδικίαν ὠφέλιμον εἶναι τῷ ἔχοντι, ἐπεὶ τῷ μὲν ὠφελίμῳ τὸ
βλαβερὸν ἐναντίον, ἡ δὲ ἀδικία νόσος ψυχῆς ἐστιν, ἄν λάβωμεν ὅτι πᾶσα
νόσος βλαβερὰ τῷ ἔχοντι αὐτήν, ἔχοιμεν ἂν ὅτι καὶ ἡ ἀδικία· εἰ δὲ
βλαβερά, οὐκ ὠφέλιμος· ἀδύνατον γὰρ ἅμα τἀναντία τῷ αὐτῷ
ὑπάρχειν. ὁμοίως, ἄν τὸ ὑγιαίνειν λεγόμενον δείξωμεν νοσοῦν, ἀνῃρηκότες
ἂν εἴημεν τὸ ὑγιαίνειν αὐτό. ἀλλὰ καὶ εἰ τὴν ἡδονήν τις ἀγαθὸν
ἔθετο, δειχθείσης ὅτι κακὸν ἀνῃρημένον ἂν εἴη τὸ ἀγαθὸν αὐτὴν εἶναι·
ἔσται γὰρ ἅμα περὶ αὐτὴν τἀναντία. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ
πρὸ ὀλίγου ῥηθέντος τοῦ “ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν”, ὅτι
[Ἄλλος] ἢ εἴ τι τοιοῦτον εἴρηται κατά τινος, οὗ ὄντος
ἀνάγκη τἀναντία ὑπάρχειν.
Προστίθσησι τῷ προειρημένῳ τόπῳ καὶ τοῦτον ὄντα καὶ αὐτὸν ἐπὶ
τῶν ἐναντίων τε καὶ ἀνασκευαστικόν. ἔστι δὲ ὁ τόπος· ἀξιοῖ ζητεῖν εἴ
τις τοιοῦτον τι κατηγορηκε τινος ὡς ὕπαρχον αὐτῷ, ᾦ ἕπεται τὸ ἄμα τῳ
ὑποκειμένῳ πράγματι τὰ ἐναντία ὑπάρχειν· εἰ γὰρ εἴη τοιοῦτον τὸ τιθέμενον
ὑπάρχειν τινί, ἀναιροῖτ᾿ ἄν καὶ δεικνύοιτο ἀδύνατον τῷ ἀδύνατον
εἶναι ἅμα τὰ ἐναντία ὑπάρχειν τινί. αὐτὸς μὲν οὗν παραδείγματι τῶν
ἰδεῶν κέχρηται. εἰ γάρ τις λέγοι τἀς ἰδέας ἐν ἡμῖν εἶναι ὡς εἶναι τὰ
ἡμέτερα εἴδη ἰὰς ἰδέας, τούτῳ ἀκολουθεῖ τὸ ἅμα μὲν ἀκινήτους τὰς
ἰδέας λέγειν ἅμα δὲ κινουμένας, καὶ ἅμα μὲν νοητὰς ἅμα δὲ οὐ νοητὰς
ἀλλὰ αἰσθητάς. καθ’ ὅσον μὲν γὰρ τὰς ἰδέας λέγουσι νοητάς τε καὶ ἀκινήτους,
ταῦτα αὐταῖς ὑπάρξει· καθ’ ὅσον δὲ ἐν ἡμῖν αὐτὰς εἶναι λέγουσι,
κινουμένων τε ἡμῶν συγκινηθήσονται καὶ ἔτι αἰσθηταὶ ἔσονται· τὴν γὰρ
ἑκάστου μορφὴν τῇ ὂψει γνωρίζομεν, ἥτις εἰ ἔστιν ἡ ἰδέα, αἰσθητὴ ἄν
εἴη. ἔνεστι δὲ προσχρωμένους τῷ τόπῳ τούτῳ ἀναιρεῖν τό τε τὸ ‘ἐγὼ
ψεύδομαι᾿ πρότασιν εἶναι· εἰ γὰρ πρότασις, ἅμα ἔσται ἀληθής τε καὶ
ψευδής, ὡς δείκνυται· ἀδύνατον δὲ τοῦτο· ἐναντία γὰρ ταῦτα· οὐκ ἄρα
πρότασις τὸ ‘ἐγὼ ψεύδομαι᾿. εἰ γὰρ εἴη συγκεχωρημένον τὸ εἶναι πρότασιν
αὐτήν, ἀναιροῖτ’ ἄν