De anima libri mantissa Alexander of Aphrodisias Ivo Bruns Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg0732.tlg011.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora Ivo Bruns Alexander of Aphrodisias Reimer Berlin 1887 1 Supplementum Aristotelicum 2.1 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ALEXANDRI APHRODISIENSIS DE ANIMA LIBRI MANTISSA 142r ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ Β

Περὶ ψυχῆς τί τέ ἐστι καὶ τίς αὐτῆς ἡ οὐσία καὶ τίνα αὐτῇ τὰ συμβεβηκότα, οὐ πρόχειρον οὐδὲ ἐκ τοῦ ῥᾴστου καταμαθεῖν, ἀλλ᾿ ἔστιν τῶν χαλεπωτάτων ἡ περὶ τούτων θεωρία, καίτοι τό γε εἶναι τὴν ψυχὴν γνωριμώτατον καὶ φανερώτατον.

ἀλλ᾿ ἔστιν πολλὰ τῶν ὄντων, ἃ τὴν μὲν ὕπαρξιν ἔχει γνωριμωτάτην, ἀγνωστοτάτην δὲ τὴν οὐσίαν, ὥσπερ ἥ τε κίνησις καὶ ὁ τόπος, ἔτι δὲ μᾶλλον ὁ χρόνος.

ἑκάστου γὰρ τούτων τὸ μὲν εἶναι γνώριμον καὶ ἀναμφίλεκτον, τίς δέ ποτέ ἐστιν αὐτῶν ἡ οὐσία, τῶν χαλεπωτάτων ὁραθῆναι.

ἔστι δὲ δή τι τῶν τοιούτων καὶ ἡ ψυχή.

τὸ μὲν γὰρ εἶναί τι τὴν ψυχὴν γνωριμώτατόν τε καὶ φανερώτατον, τί δέ ποτέ ἐστιν οὐ ῥᾴκδιον καταμαθεῖν·

εἰ δὴ τὴν ἀρχὴν τοῦ περὶ αὐτῆς λόγου ἄνωθεν ἀρξάμενοι ποιησαίμεθα ἀπὸ τῆς τοῦ ὄντος εἰς τὰ πρῶτα γένη διαιρέσεως καὶ φανερὸν ποιησαίμεθα, ὑπὸ τί τῶν γενῶν ἐστιν ἡ ψυχή, ἴσως ἂν τούτου κειμένου καὶ τὴν ὅλην οὐσίαν αὐτῆς λάβοιμεν.

διαιρουμένου τοίνυν τοῦ ὄντος εἰς τὰ πρῶτα καὶ ἀνωτάτω γένη δέκα ἕν τι τούτων καὶ τὴν οὐσίαν εἶναί φαμεν, ἧς τὴν μὲν σύνθετον λέγομεν, τὰς δὲ ἐξ ὧν τῇ συνθέτῳ τὸ εἶναι.

σύνθετον μὲν οὖν οὐσίαν λέγομεν εἶναι ταύτην, ἧς τόδε τι κατηγορῆσαι δυνάμεθα, τὴν αἰσθητήν τε καὶ ἐνεργείᾳ οὖσαν καὶ πᾶσιν τοῖς ἄλλοις γένεσιν τοῦ ὄντος ὑποκειμένην, οἷον τόνδε τὸν λίθον, τόδε τὸ ξύλον, τόνδε τὸν χρυσόν, τόδε τὸ πῦρ καὶ ἕκαστον τῶν τοιούτων.

ταῦτα γὰρ καὶ τὰ τοιαῦτα πάντα οὐσίαι σύνθετοι.

ἔστι γὰρ ἐν αὐτοῖς τὸ μέν τι ὑποκείμενον, ὃ ὕλην καλοῦμεν, δύναμιν ἔχον τοῦ εἶδός τι ἐν αὑτῷ δέχεσθαι, τὸ δὲ εἶδος, ὃ δεξάμενον τὸ ὑποκείμενον ἀδιάφορον ὂν πᾶσιν κατὰ τὴν αὑτοῦ φύσιν, ἐν οἷς ἐστι, διάφορόν τε γίνεται καὶ ἤδη τόδε τι, τὸ μὲν γὰρ ἄργυρος, τὸ δὲ χρυσός, τὸ δὲ πῦρ, τὸ δὲ ἄλλο τι.

πάντα γὰρ ταῦτα, ταὐτὸν ἀλλήλοις ὄντα κατὰ τὴν ὕλην τε καὶ τὸ ὑποκείμενον, κατὰ τὸ εἶδος ἔχει τὴν διαφοράν.

ἀναλόγως γὰρ ὡς ἐπὶ τῶν κατὰ τέχνην γινομένων ἔχει, οὕτως 3 τις] post ι una lit. er. V 7 γνωριμωτάτην] ην in lit. V ἀγνοστοτάτην a 9 ἀναμφίλεκτον a: ἀναφίλεκτον V 14 ποιησαίμεθα om. a 17 τὰς V: τῆς a 23 αὐτῷ Va 24 fortasse ὂν ⟨ἐν⟩ πᾶσιν αὐτοῦ Va 28 γινομένων] post ο una lit. erasa V ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν φυσικῶν οὐσιῶν·

ὥσπερ γὰρ ἐπὶ τῆς τέχνη, τῆς ἀνδριαντοποιικῆς φέρε εἰπεῖν, ὁ μὲν χαλκὸς ὑπόκειται πᾶσι τοῖς ἐξ αὐτοῦ γινομένοις ὑπὸ τοῦ τεχνίτου, τὰ δὲ κατὰ τὴν τέχνην εἴδη γινόμενα ἐν αὐτῷ τῆς τε διαφορᾶς αἴτια καὶ τοῦ τόδε τι εἶναι ἕκαστον αὐτῶν, τὸν μὲν δισκεύοντα, τὸν δὲ διαδούμενον, καὶ ἔστιν ἕκαστον αὐτῶν σύνθετον ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς, οὕτως ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν συνθέτων οὐσιῶν.

καὶ γὰρ ἐν ταύταις, τὸ μέν ἐστιν ὑποκείμενον, τὸ δὲ εἶδος, καθ᾿ ὃ καὶ ἕκαστον αὐτῶν ἐστι τόδε τι, τὸ μὲν ὕδωρ, τὸ δὲ ἀήρ, τὸ δὲ ἄλλο τι |

μένης τῆς ψυχῆς ἐν τῇ πρὸς τὸ σῶμα μίξει τὸ ζῷον γίνεται.

142v εἰ δὲ κατὰ μηδέτερον τῶνδε τῶν τρόπων τὸ ζῷον οὐσία σύνθετος, κατὰ τὸν τρίτον λείπεται ἄρα.

ἦν δ᾿ οὗτος, καθ᾿ ὃν ἦν τοῦ συγκειμένου τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δὲ εἶδος.

οὐ γὰρ δὴ ὡς οἱ ἀριθμοί· ἀσώματον γὰρ τὸ ἐκ τούτων, τὸ δὲ ζῷον οὐ τοιοῦτον.

τὸ ἄρα ζῷον, συγκείμενον ἐκ ψυχῆς τε καὶ σώματος, τῷ τὸ μὲν ὑποκείμενον τούτων εἶναι, τὸ δὲ εἶδος ἐκ τούτων ἔχει τὴν σύνθεσιν.

λείπεται δὴ ἢ τὸ σῶμα τῆς ψυχῆς εἶδος εἶναι, ἢ τὴν ψυχὴν τοῦ σώματος.

ἀλλὰ τὸ μὲν σῶμα τῆς ψυχῆς εἶδος λέγειν ἀδύνατον·

ὑποκείμενον γὰρ τὸ σῶμα.

ἔτι καὶ ἕκαστον τῶν ὄντων τόδε τι κατὰ τὸ εἶδός ἐστιν, οἶον ἀνδριάς, οἰκία, ναῦς, πῦρ, ὕδωρ, γῆ.

καὶ τὸ ζῷον δὲ κατὰ τὴν ψυχὴν ζῷόν ἐστι.

ὥστε ἡ ψυχὴ τὸ εἶδος.//

ἔτι εἰ τοῦτό ἐστιν εἶδος, οὗ μηκέτι παρόντος μηδ᾿

ὄντος ἐν τῷ ὑποκειμένῳ πέπαυται τόδε τι εἶναι ὃ πρότερον ἦν, καὶ τὸ ζῷον δὲ ζῷον εἶναι πέπαυται χωρισθείσης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος (ὡς γὰρ ὁ πέλεκυς κατὰ τὸ σχῆμα πέλεκύς ἐστι καὶ ἔστιν εἶδος αὐτοῦ τοῦτο, καὶ εἰ ἦν ἔμψυχον, ἦν ἂν αὐτοῦ τὸ σχῆμα, ἀλλ᾿ οὐχ ὁ σίδηρος ἡ ψυχή, οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ ζῴῳ ἀνάλογον οὖσα τῷ τοῦ πελέκεως σχήματι, κατὰ γὰρ ταύτην ζῷόν ἐστι τὸ ζῷον), εἴη ἂν ἡ κατὰ τὸ εἶδος οὐσία.

ἔτι εἰ, οἷς διαφέρει τὰ φυσικὰ σώματα ἀλλήλων, εἴδη ἐστίν, διαφέρει δὲ τῷ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα, εἴη ἂν καὶ ἡ ψυχὴ εἶδος.

ἔτι εἰ, ᾧ πρώτῳ ἐπιστάμεθα, ἐπιστήμη ἐστί (κατὰ γὰρ τὴν ἐπιστήμην ἐπιστάμεθα), καὶ ἔστιν ἡ ἐπιστήμη οὐχ ὑποκείμενόν τι, ἀλλ᾿ ὃ τὸ ὑποκείμενον δεξάμενον δευτέρως ἐπίστασθαι λέγεται (τοῦτο δ᾿ ἐστὶν ψυχή), καὶ ᾧ πρώτῳ ὑγιαίνομεν, τοῦτό ἐστιν ὑγίεια, τοῦτο δὲ οὐχ ὑποκείμενον (τὸ γὰρ σῶμα ὑποκείμενον, ὃ δέχεται τὴν ὑγίειαν, καὶ δευτέρως ὑγιαζόμενον τοῦτο), ἔστι δὲ καὶ, ᾧ πρώτῳ ζῶμεν, ψυχή, οὐδὲ ἡ ψυχὴ ὑποκείμενον, ἀλλὰ τοῦτο ὃ τὸ ὑποκείμενον 2 ἀνδριαντοποιικῆς V: ἀνδριαντοποιητικῆς a 5 δισκεύοντα V γρ. ex. Vict: διασκεύοντα a 9 post ἄλλο τι spatio octo versuum et unius paginae relicto plura deesse indicat V 10 fortasse ⟨οὐ γὰρ φθειρο⟩ μένης τῆς ψυχῆς κτλ. cf. 12, 5 12 λείπεται] cf. p. 12, 6 13 οὐ γὰρ κτλ.] cf. p. 30, 29 18 ἔτι καὶ κτλ.] cf. p. 6, 21 24 ἂν addidi 27 fortasse ⟨ψυχὴ⟩ εἴη ἂν ἡ κτλ., ut ψυχὴ ἄρα ἐστὶν ἡ κατὰ τὸ εἶδος οὐσία 103, 2 28 διᾳφέρει a 29—103, 3 ἔτι εἰ—κατὰ τὸ εἶδος οὐσία] cf. p. 31, 10—25 29 εἰ om. Ka 31 ὅ — δεξάμενον] cf. p. 101,23 et 31,18 32 ὑγειαίνομεν Ka 35 οὐδὲ] incipit apodosis τὸ ὑποκείμενον Ka δεξάμενον ζῆν καὶ αὐτὸ λέγεται δευτέρως, ὡς ὑγιαίνειν τὸ τὴν ὑγίειαν δεδεγμένον σῶμα καὶ ἐπίστασθαι ἡ τὴν ἐπιστήμην δεδεγμένη ψυχή.

ψυχὴ ἄρα ἐστὶν ἡ κατὰ τὸ εἶδος οὐσία.

τὸ δὲ εἶδος τελειότητά τε καὶ ἐντελέχειαν ὁ Ἀριστοτέλης λέγει.

ὥστε εἰκότως καὶ ἡ ψυχὴ οὐσία οὖσα ἡ κατὰ τὸ εἶδος ἐντελέχεια καλεῖται παῤ αὐτοῦ.

ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν δυνάμει λέγεται εἶναι, τὰ δὲ ἐντελεχείᾳ, καὶ ἔστι τὰ ἐντελεχείᾳ εἶναι λεγόμενα τὰ ἤδη τὸ εἶδος, ὃ ἐδύνατο ἔχειν, ἔχοντα καὶ τὴν μορφήν, εἰκότως οὗ παρουσίᾳ τὸ δυνάμει τι ὂν εἰς τὸ ἐντελεχείᾳ γίνεται, ἐντελέχεια τοῦτο.

τὸ δὲ δυνάμει·

ζῷον, ὥσπερ τὸ σπέρμα, ἐντελεχείᾳ ζῷον γίνεται παρουσίᾳ ψυχῆς. //

εἴη ἂν οὖν καὶ οὕτως δεικνύμενον, ὅτι ἡ ψυχή ἐστιν εἶδός τε καὶ ἐντελέχεια.

ἔστι δὲ ἐντελέχεια ἡ μέν τις πρώτη, ἡ δὲ δευτέρα.

αἱ μὲν γὰρ ἐπιστῆμαι καὶ τέχναι καὶ ὅλως αἱ ἕξεις ἐντελέχειαι πρῶται, αἱ δὲ κατ᾿ αὐτὰς καὶ ἀπ᾿ αὐτῶν ἐνέργειαι ἐντελέχειαι δεύτεραι.

ὁ γὰρ μουσικὸς ἐντελεχείᾳ μέν ἐστι τοιοῦτος (ἔχει γὰρ τὴν μουσικήν), ἀλλ᾿ ἔστιν κατὰ τὴν πρώτην ἐντελέχειαν οὗτος ἐντελεχείᾳ λεγόμενος μουσικός, ἤδη δὲ καὶ ὁ ἐνεργῶν κατὰ τὴν μουσικήν, ὃς καὶ τὴν δευτέραν ἐντελέχειαν ἤδη προσείληφεν.

οὔσης τοίνυν διττῆς τῆς ἐντελεχείας ἡ ψυχὴ ἐντελέχειά ἐστιν ὡς ἡ ἕξις.

οὐδὲν γὰρ ἧττον ἔχει ψυχὴν καὶ ὁ μὴ ἐνεργῶν κατ᾿ αὐτήν, ὡς ὁ κοιμώμενος.

οὐ γὰρ ἐνεργῶν τότε κατ᾿ αἴσθησιν ὅμως τὴν αἰσθητικὴν ἔχει ψυχήν.

ἐντελέχεια οὖν ἐστιν ἡ ψυχὴ πρώτη. ///

ἐπεὶ δὲ πᾶν εἶδος καὶ πᾶσα ἐντελέχειά τινός ἐστι, δῆλον ὅτι ἀκόλουθόν ἐστι ἐπισκέψασθαι, τίνος.

τὸ μὲν οὖν εἶναι σώματος σχεδὸν ἤδη δέδεικται.

ὄντος γὰρ τοῦ ζῴου οὐσίας συνθέτου ἐξ ὑποκειμένου τε καὶ εἴδους, τὸ μὲν ὑποκείμενον ἦν σῶμα ἐν αὐτῷ, ἐντελέχεια δὲ ἡ ψυχή.

ἀλλ᾿ ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι τεχνικά, τὰ δὲ φυσικά, ποδαποῦ τινος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή;

οὐ γὰρ δὴ ἐν παντί γε σώματι οἵα τε ψυχὴ γενέσθαι.

τεχνικοῦ μὲν οὖν οὐδενός· ἦν γὰρ ἂν καὶ αὐτὴ τεχνικὸν εἶδος ὡς τὸ τοῦ ἀνδριάντος, καὶ ἦν ἂν τὰ ζῷα ὑπὸ τέχνης γινόμενα, ὥσπερ τὰ ἀγάλματα, οὕτως δ᾿ οὐκ ἂν εἴη οὐδὲ οὐσία.

τὸ γὰρ τεχνικὸν εἶδος οὐκ οὐσία. φυσικοῦ τοίνυν σώματος ἐντελέχεια ἡ ψυχή (ἔστι δὲ σῶμα φυσικὸν τὸ ἀρχὴν ἔχον κινήσεως ἐν αὑτῷ), καὶ γὰρ καὶ τὸ ζῷον φύσει, οὗ μόριον ἡ ψυχή.

ἀλλ᾿ ἐπεὶ καὶ τῶν φυσικῶν σωμάτων εἰσὶν διαφοραί (τὰ μὲν γάρ ἐστιν αὐτῶν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ οὐδενὸς τῶν ἁπλῶν σωμάτων ἐντελέχειά ἐστιν ἡ ψυχή·

οὔτε γὰρ τὸ τοῦ πυρὸς ούτε τὸ τοῦ ἀέρος οὔτε τὸ τοῦ ὕδατος, ἀλλ᾿ οὐδὲ τὸ τῆς γῆς εἶδός ἐστι ψυχή, ἐπεὶ μηδὲ ζῷόν τι τούτων) ποδαπόν τι σῶμα τὸ τοῦ ζῴου οὗ ἐστιν ἐντελέχεια ἡ ψυχή;

ἐπεὶ τοίνυν πᾶν σῶμα ψυχὴν ἔχον καὶ ζῶν τρέφεταί τε καὶ αὔξεται δι᾿ αὑτοῦ (ταύτῃ γὰρ τὸ ζῶν τοῦ μὴ ζῶντος διαφέρει), ἡ δὲ τροφὴ καὶ ἡ πέψις καὶ ἡ 3—5 τὸ δὲ εἶδος— αὐτοῦ] cf. p. 15, 29 sq. 6 ταδ᾿ K: τὰ δ᾿ a 7 ἤδη V ex. Vict: εἴδη Ka 8 ἐντελέχεια VK: ἐντελέχειᾳ a (ut 6) 10 παρουσία VKa ἂν οὖν scripsi: post ἂν videtur οὖν erasum esse V: ἂν Ka ὅτι V: ἄρα Ka 16 μουσικήν] sc. is est, qui 18 οὐδὲν γὰρ ἧττον κτλ.] cf. p. 16,12 23 οὐσία Ka 25 ποδαποῦ] post ο una lit. eras. V 28 ἂν om. Ka 31 αὐτῷ VKa 37 αὐτοῦ VKa προσθήκη τε καὶ αὔξησις δέονταί τινων ὀργάνων (τὰ μὲν γὰρ στόματος καὶ φάρυγγος καὶ κοιλίας καὶ ἐντέρων χρείαν ἔχει πρὸς ταῦτα, τὰ δὲ ῥιζῶν καὶ ἐντεριώνης καὶ φλοιοῦ· ὅσα δὲ τῶν ζῴων τελειότερα, πλειόνων κατ᾿ ἀναλογίαν χρήζει καὶ τῶν ὀργάνων, καὶ τῶν ψυχικῶν δυνάμεων πασῶν διά τινων οἰκείων ἐνεργουσῶν ὀργάνων, ὡς φανερόν ἐπὶ τῶν αἰσθήσεων), εἴη ἂν ἡ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. οὐδὲν γὰρ σῶμα οἷόν τε ζῆν ἢ ψυχὴν ἔχειν μὴ ὂν ὀργανικὸν μηδὲ ἔχον τὰ διακονησόμενα 143r κονησόμενα ταῖς ψυχικαῖς δυνάμεσιν.

καὶ οὗτος μὲν ἂν ὅρος τε καὶ λόγος κοινότατος ψυχῆς εἴη.

ἐμπεριείληπται γὰρ ἐν αὐτῷ καὶ ἡ τῶν φυτῶν ψυχή.

γίνεται δὲ ὁ λόγος ἡμῖν περὶ ψυχῆς τῆς ἐν τοῖς θνητοῖς γινομένης σώμασιν.

ὅταν δὲ λέγωμεν τὴν ψυχὴν εἶναι σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος, οὐχ οὕτως τὸ δυνάμει κατηγοροῦμεν τοῦ σώματος τότε, ὡς εἰώθαμεν λέγειν ἐπὶ τῶν μηδέπω μὲν ἐχόντων τι, ἐπιτηδείων δὲ πρὸς τὸ δέξασθαι.

οὐ γάρ ἐστι τὸ σῶμα τοῦτο χωρὶς ψυχῆς πρότερον, εἶτα δέχεται τὴν ψυχήν, ἀλλ᾿ ἔστιν τὸ δυνάμει ζωὴν ἔχον τὸ δυνάμενον ζῆν, τουτέστιν τὸ ἔχον ὄργανα πρὸς τὰς κατὰ τὸ ζῆν ἐνεργείας καὶ ἔστιν ἴσον τὸ δυνάμει ζωὴν ἔχον᾿ τῷ ὀργανικόν᾿.

εἰ δέ ἐστιν ἡ ψυχὴ σώματος εἶδός τε καὶ ἐντελέχεια, δῆλον ὡς ἀσώματος ἔσται.

πᾶν γὰρ εἶδος ἀσώματον.

εἰ γὰρ εἴη καὶ τὸ εἶδος αὐτὸ σῶμα, ἤτοι ἀνείδεόν τε καὶ ἄποιον ἔσται (τοιοῦτον δὲ ἡ ὕλη), ἢ εἰ εἶδος ἕξει, καὶ τὸ εἶδος, ὂν σῶμα, ἄλλο εἶδος, εἰς ἄπειρον προελεύσεται.

ἔστι δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα δι᾿ ὅλου τοῦ σώματος.

πᾶν γὰρ ἔμψυχον τὸ ἐμψύχου μέρος.

καὶ ἔστιν ἐντελέχεια ἡ ψυχὴ οὔτε ὡς τὸ σχῆμα τῶν ἐσχηματισμένων, οὔτε ὡς ἡ θέσις καὶ τάξις τῶν συγκειμένων οὐθ᾿ ὡς διάθεσίς τις καὶ πάθος, οὔθ᾿ ὡς μῖξις ἢ κρᾶσις (ἡ μὲν γὰρ ἡδονὴ καὶ ἡ ἀλγηδὼν πάθος ἢ διάθεσις, ἀλλ᾿ οὐθὲν ἡ ψυχὴ τούτων), ἀλλὰ πάντως μὲν ἐν τῷ σώματι παραγίνεται ταῦτα (διὰ γὰρ τούτων τὰ ὄργανα οἷς ἡ ψυχὴ χρῆται), αὕτη δέ ἐστι δύναμίς τις καὶ οὐσία ἐπὶ τούτοις γινομένη.

// καὶ ἔστι τὸ σῶμα καὶ ἡ τούτου κρᾶσις αἰτία τῇ ψυχῇ τῆς ἐξ ἀρχῆς γενέσεως.

τοῦτο δὲ δῆλον ἐκ τῆς τῶν ζῴων διαφορᾶς κατὰ τὰ μόρια.

οὐ γὰρ ψυχαὶ διαπλάσσουσι τὰς μορφάς, ἀλλ᾿ ἐπὶ τῇ τούτων ποιᾷ συστάσει ἐπηκολούθησαν αἱ διάφοροι ψυχαί, συμμεταβάλλουσιν δὲ ἀλλήλοις·

ἔστι γὰρ ἀλλήλων ἥ τε ἐντελέχεια καὶ τὸ οὗ ἐντελέχεια.

ὅτι δὲ τῇ ποιᾷ κράσει τοῦ σώματος καὶ ἡ τῆς ψυχῆς ἕπεται διαφορά, δηλοῖ καὶ τὰ θηρία παρὰ τὴν ποιὰν κρᾶσιν τοῦ σώματος ἀλλοιοτέραν ἴσχοντα τὴν ψυχήν.

ἃς δέ φαμεν τῆς ψυχῆς ἐνεργείας εἶναι, οὐκ εἰσὶν τῆς ψυχῆς αὐτῆς καθ᾿ αὑτήν, ἀλλὰ τοῦ ἔχοντος αὐτήν.

ὡς γὰρ οὐ βαδίζει ἡ ψυχὴ αὐτὴ οὐδὲ παλαίει, ἀλλ᾿ ὁ ἔχων αὐτὴν ἄνθρωπος, οὕτω καὶ λυπεῖται καὶ ὀρέγεται καὶ 1 στόματος V: σώματα Ka 5 εἴη ἂν ἡ ψυχὴ κτλ.] cf. p. 16,2 8 fortasse δυνάμεσιν ⟨ὄργανα⟩ τε om. K 10 γίνεται δὲ κτλ.] cf. p. 28,25 11 ἔχοντος] alterum ο in lit. V 12 κατηγοῦμεν a 15—17 τὸ δυνάμενον—ζωὴν ἔχον om. K 17 ὀργανικόν] cf. p. 16,11 sq. 18 δῆλον ὡς ἀσώματος κτλ.] cf. p. 17,10 sq. 20 ἢ εἰ εἶδος m2, ἢ εἶδος m1 V: ἢ εἶδος Ka 25 ἀλγηδῶν Ka 26 ἀλλὰ] supra primam lit. paululum erasum V 27 τις supra lin. V 34 ἃς δέ φαμεν κτλ.] cf. p. 23, 8 sq., ubi superfluum supplementum meum 36 παλαίει V ex. Vict.: πάσχει K: παλαιὰ a χαίρει καὶ ὀργίζεται τὸ τὴν ψυχὴν ἔχον, ἀλλ᾿ οὐχὶ ἡ ψυχή·

πᾶσαι γὰρ αἱ λεγόμεναι τῆς ψυχῆς κινήσεις τοῦ συναμφοτέρου τοῦ ζῶντός εἰσιν.

εἰσὶ δὲ αἱ τῆς ψυχῆς δυνάμεις τάξιν ἔχουσαι πρὸς ἀλλήλας.

ἡ μὲν γάρ ἐστιν αὐτῶν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ ἐπὶ ταύταις.

σημεῖον δὲ τοῦδε·

τὸ μὲν γὰρ πρώτην ἔχον οἷόν τε μὴ μετέχειν τῆς δευτέρας, τὴν δὲ δευτέραν ἀδύνατον ἔχειν ἄνευ τῆς πρώτης.

καὶ ἔστι πρώτη μὲν ἡ θρεπτική τε καὶ αὐξητικὴ καὶ γεννητική, ἣν ψυχὴν ἔχει καὶ τὰ φυτά· οὐ γάρ, ὥς τινες ἡγοῦνται, φύσις τοῦτο, ἀλλὰ ψυχῆς δύναμις ἡ πρώτη, ἐπεὶ φύσιν γε ἔχει καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, ἀλλ᾿ οὔπω ζῆν φαμεν ταῦτα.

ἡ γὰρ φύσις ἀρχὴ κινήσεως ἐστιν.

πλέον δέ τι ἢ κατὰ ταύτην ἔχει τὰ φυτά· ἔχει γὰρ καὶ τὸ δι᾿ αὑτῶν τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ γεννητικὰ εἶναι τῶν ὁμοίων, ἃ κατὰ τὸ ζῆν ὁρίζεται.

τὸ δὲ ζῆν παρουσίᾳ ψυχῆς.

δευτέρα δὲ ψυχῆς δύναμίς ἐστιν ἡ αἰσθητική, τὰ ζῷα ὁρίζεται, ἣν οὐχ οἷόν τε χωρὶς τῆς πρώτης ἔχειν.

τὰ μέντοι φυτὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα τὴν αἰσθητικὴν οὐκ ἔχει.

ἐπὶ δὲ ταύταις ταῖς δυνάμεσίν ἐστι τὸ ὁρμητικὸν συνεζευγμένον τῷ αἰσθητικῷ· οὐδὲν γὰρ ὄφελος τοῖς ζῴοις αἰσθήσεως μὴ ἐνυπαρχούσης ὁρμῆς·

τοῦτο γὰρ πάσης ἀρχὴ πράξεως.

καὶ ταῦτα μὲν ἀναγκαιότατα καὶ πρῶτα μόρια τῆς ψυχῆς τρία, κοινὰ πᾶσιν ὄντα τοῖς ζῴοις, φυτικόν, αἰσθητικόν, ὁρμητικόν, ἕκαστον αὐτῶν χρήσιμον ὂν πρός τι τούτων, ἐν οἷς τῷ ζῴῳ τὸ εἶναι.

ἔστι γὰρ ἔργα τοῦ ζῴου πρῶτον μὲν τὸ εἶναί τε καὶ ζῆν, δεύτερον δὲ κρίσις τῶν προσπιπτόντων, ἐπὶ δὲ τούτοις ἐνέργειά τε καὶ πρᾶξις.

ἡ μὲν οὖν φυτικὴ τῆς ψυχῆς δύναμις εἰς τὸ εἶναί τε καὶ ζῆν τῷ ζῴῳ συντελεῖ, ἡ δὲ αἰσθητικὴ πρὸς τὴν κρίσιν, πρὸς δὲ τὸ πράσσειν τὸ ὁρμητικόν.

πρᾶξις δέ ἐστι κυρίως ζῴου ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ βαδίζειν, ὡς τὸ λέγειν.

διαιρεῖται δὲ ἡ μὲν θρεπτικὴ δύναμις εἴς τε τὸ τρέφειν καὶ εἰς τὸ αὔξειν καὶ εἰς τὸ γεννᾶν, ἡ δὲ αἰσθητικὴ εἴς τε τὸ αἰσθάνεσθαι καὶ φαντασιοῦσθαι καὶ τὸ μνημονεύειν καὶ τὸ συγκατατίθεσθαι, τὸ δὲ ὁρμητικόν ἐστιν ὥσπερ τέλος τι τῆς φαντασίας καὶ τῆς συγκαταθέσεως.

ταύτης γὰρ χάριν ἐκεῖνα.

πάντως γὰρ τῆς μὲν ὁρμῆς ἡγεῖται συγκατάθεσις, ταύτης δὲ φαντασία.

τούτου δὲ τοῦ ὁρμητικοῦ τε καὶ πρακτικοῦ τὸ μέν ἐστιν ὡς ἡγεμονικόν, τὸ δὲ ὡς ὑπηρετικόν, ἡγεμονικὸν μὲν τὸ ἰδίως ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλούμενον, τὸ δὲ ἕτερον νευροσπαστικόν, ἐν καὶ τὸ φωνητικόν.

τοῦ δὲ ὁρμητικοῦ ἐστι τό τ᾿ ἐπιθυμεῖν καὶ θυμοῦσθαι καὶ τὸ βούλεσθαι. 2 εἰσὶ δὲ κτλ.] cf. p. 16, 19 4 τὸ μὲν γὰρ κτλ.] cf. p. 29, 26 sq. 7 καὶ γεν. Va: τε καὶ γεν. K γεννητική VK: γενητική a οὐ in lit. V οὐ γάρ, ὥς τινες κτλ.] cf. p. 31, 25 10 πλέον δέ τι ἢ κτλ.] plus habent plantae, quam haberent secundum naturam solam cf. ἀλλ᾿ ἐκεῖνος πλέον τι παρὰ τοῦτον ἔχει p. 109, 24 ἔχει γὰρ κτλ.] cf. p. 31, 7 11 αὐτῶν VKa 12 ἃ κατὰ] fortasse καθ᾿ ἃ παρουσία Ka 14 μέντοι V: μὲν Ka 15 ἐπὶ V ex. Vict: ἐπεὶ Ka ὁρμητικὸν Va: ὀρεκτικὸν K 18 φυτικόν scripsi: φυσικόν VKa 20 τῷ ζῴῳ V: τὸ ζώῳ Ka 22 φυτικὴ scripsi: φυσικὴ V Ka 28 τὸ δ᾿ ὁρμητικόν κτλ.] cf. p. 73, 18 sq. 33 ὀρεκτικὸν VK: ὀρετικὸν a 34 τὸ post καὶ om. Ka βούλεσθαι ex. Vict: βουλεύεσθαι VKa cf. 146v11 ἔστι δὲ τοῦ ὀρεκτικοῦ καὶ τοῦ ὁρμητικοῦ τό τε ἐπιθυμεῖν καὶ τὸ θυμοῦσθαι καὶ τὸ βούλεσθαι ταῦτα γὰρ ὀρέξεως εἴδη.

ὧν ἡ βούλησις ἤδη δοκεῖ μετέχειν καὶ λογισμοῦ·

ἔστι γὰρ ὄρεξις μετὰ βουλῆς.

ἔστι δέ τις καὶ ἄλλη δύναμις τῆς ψυχῆς κριτικὴ ἡ λογιστική, ἣ τοῖς τελειοτέροις τῶν ζῴων ἐγγίνεται.

τοῦτο δέ ἐστιν ἄνθρωπος, οὗ τό τε βουλεύεσθαι ταύτης τῆς δυνάμεώς ἐστι καὶ τὸ καταλαμβάνειν καὶ τὸ δοξάζειν.

// κινεῖ δὲ ἡ ψυχὴ τὸ σῶμα οὐχ ὡς αὐτὴ κινουμένη τε καὶ οὕτω κινοῦσα αὐτό (αὐτὴ γὰρ ἀκίνητος καθ᾿ αὑτήν), ἀλλ᾿ ὡς αἰτία τῷ ζῴῳ τῆς κινήσεως, ὡς ἡ ἐνυπάρχουσα βαρύτης τῇ γῇ τῆς εἰς τὸ κάτω κινήσεως.

οὐ γὰρ πάντα τὰ κινοῦντα ὁμοίως κινεῖ. ἄλλως μὲν γὰρ οἱ βοῦς τὴν ἅμαξαν κινοῦσιν, ἄλλως τὸ ἀγαθὸν καὶ ἐφετὸν καὶ τὸ ὀρεκτὸν κινεῖ τὰ ἐφιέμενα αὐτοῦ· οὐ γὰρ κινούμενον.

διὸ καὶ ἐμψύχων ἡ ὑπὸ τῶν τοιῶνδε κίνησις.

ἡ δὲ ψυχὴ κινεῖ τῷ κατ᾿ αὐτὴν ἡμᾶς νοεῖν 143v τε καὶ προαιρεῖσθαι·

τὸ μὲν οὖν ἀγαθὸν τῷ νοηθῆναι κινεῖ, ἡ δὲ ψυχὴ τῷ νοῆσαι.

ὡς γὰρ διὰ τὰς τέχνας καὶ κατὰ τὰς τέχνας οἱ τεχνῖται κινοῦνται, καὶ εἰσὶν αὐτοῖς αὗται τῆς τοιᾶσδε κινήσεως αἴτιαι, αὐταὶ μὴ κινούμεναι, οὕτως καὶ τὰ ἔμψυχα κατὰ τὴν ψυχὴν κινεῖται μὴ κινουμένης αὐτῆς.

ἔστι δὲ ἡ ὁρμητικὴ καὶ ἡ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς, καθ᾿ ἣν τὰ ζῷα κινεῖται.

αὕτη γὰρ τοῖς ζῴοις τῆς οἰκείας κινήσεως αἰτία.

Περὶ νοῦ.

Νοῦς ἐστι κατὰ Ἀριστοτέλη τριττός, ὁ μὲν γάρ τίς ἐστι νοῦς ὑλικός.

ὑλικὸν δὲ λέγω οὐ τῷ ὑποκείμενόν τινα εἶναι ὥσπερ τὴν ὕλην (ὕλην γὰρ λέγω ὑποκείμενόν τι δυνάμενον εἴδους τινὸς παρουσίᾳ τόδε τι γενέσθαι), ἀλλ᾿ ἐπεὶ τῇ ὕλῃ τὸ εἶναι ὕλῃ ἐν τῷ δύνασθαι πάντα, ἐν ᾧ τὸ δύνασθαι καὶ αὐτὸ τὸ δυνάμει, καθόσον ἐστὶ τοιοῦτον, ὑλικόν.

καὶ δὴ καὶ νοῦς ὁ μήπω μὲν νοῶν, δυνάμενος δὲ τοιοῦτος γενέσθαι, ὑλικός, καὶ ἡ δύναμις ἡ τοιαύτη τῆς ψυχῆς ὁ ὑλικὸς νοῦς, οὐδὲν μὲν ἐνεργείᾳ τῶν ὄντων ὤν, δυνάμενος δὲ πάντα γίνεσθαι, εἴ γε πάντων τῶν ὄντων οἷόν τε νόησιν γενέσθαι.

τὸ γὰρ πάντων μέλλον ἀντιλήψεσθαι οὐδὲν αὐτῶν εἶναι δεῖ κατὰ τὴν οἰκείαν φύσιν ἐνεργείᾳ.

παρεμφαινόμενον γὰρ τὸ οἰκεῖον εἶδος αὐτοῦ ἐν ταῖς τῶν ἐκτὸς ἀντιλήψεσιν ἔμελλεν ἐμπόδιον γίνεσθαι ταῖς ἐκείνων νοήσεσιν.

οὔτε γὰρ αἱ αἰσθήσεις τούτων ἀντιλαμβάνονται, ἐν οἷς τὸ εἶναι αὐταῖς.

διὰ τοῦτ᾿ οὖν ἡ μὲν ὄψις χρωμάτων οὖσα ἀντιληπτικὴ ἄχρουν τὸ ὄργανον ἔχει, ἐν ᾧ τέ ἐστι καὶ δι᾿ οὗ ἡ ἀντίληψις αὐτῇ. ἄχρουν γὰρ τὸ ὕδωρ οἰκείῳ 4 τό τε V: τὸ Ka 5 κινεῖ δὲ κτλ.] cf. p. 21, 24 sq 9 βοῦς VK: βοῦν a ἄμαξαν a 11 νοεῖν τε καὶ V: νοεῖσθαι καὶ K: νοεῖν καὶ a 12 νοηθῆναι] η post ο in lit. V 14 αἴτιαι Ka: αἰτιαι V 15 τὴν om. Ka 19 κατ᾿ ἀριστοτέλην MKa ὁ μὲν γάρ τις] cf. 76,9 ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετική . . , τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι et 81, 8 ἡ μέν τίς ἐστι δόξαστική, ἡ δὲ 22 ὕλῃ ἐν scripsi: ὕλη ἐν VMKa ὕλη εἶναι M πάντας M fortasse πάντα ⟨γίνεσθαι⟩ cf. v. 26 ἐν ᾧ τὸ δύνασθαι] incipit apodosis 24 νοῶν supra lin. m¹ 28 παρεμφαινόμενον γὰρ κτλ.] cf. p. 84, 15 et adn. 29 ἔμελλεν VM: ἔμελεν Ka 30 οὔτε] fortasse οὐδὲ cf. Ind. οἰς M: αἷς VKa αὐταῖς εἶναι M 31 τοῦο οὖν M 32 αἰτήληψις a χρώματι.

ἀλλὰ καὶ ἡ ὄσφρησις ἐξ ἀέρος (ἄοσμος δὲ οὗτος), ὀσμῶν δέ ἐστιν ἀντιληπτική·

καὶ ἡ ἁφὴ δὲ τῶν μὲν ὁμοίως αὐτῇ θερμῶν ἢ ψυχρῶν ἢ σκληρῶν ἢ μαλακῶν οὐκ αἰσθάνεται, τῶν δὲ παρηλλαγμένων ἐπὶ τὸ μᾶλλον ἢ ἧττον.

τοῦτο δέ, ἐπεὶ ἦν ἀδύνατον σῶμα οὖσαν μὴ ταύτας ἔχειν τὰς ἐναντιώσεις.

πᾶν γὰρ σῶμα φυσικόν τε καὶ γενητὸν ἁπτόν.

ὡς οὖν ἐπὶ τῶν αἰσθήσεων ἀδύνατον τὴν ἔχουσάν τι τούτου οὗ ἔχει εἶναι ἀντιληπτικήν τε καὶ κριτικήν, οὕτως, ἐπεὶ καὶ ὁ νοῦς ἀντίληψίς τις καὶ κρίσις τῶν νοητῶν, οὐδὲ αὐτὸν οἷόν τε εἶναι τῶν κρινομένων ὑπ᾿ αὐτοῦ.

πάντων δὲ τῶν ὄντων ἐστὶν ἀντιληπτικός, εἴ γε πάντα ἔστι νοεῖν.

οὐδὲν ἄρα τῶν ὄντων ἐστὶν ἐνεργείᾳ, δυνάμει δὲ πάντα.

τοῦτο γάρ ἐστιν αὐτῷ τὸ εἶναι νῷ.

αἱ μὲν γὰρ αἰσθήσεις γινόμεναι διὰ σωμάτων οὐκ εἰσὶν μὲν ταῦτα ὧν ἀντιλαμβάνονται, ἄλλα δέ τινά ἐστιν ἐνεργείᾳ, ἔστι δὲ ἡ δύναμις σώματός τινος.

διὸ καὶ τοῦ σώματός τι πάσχοντος ἡ τῶν αἰσθητῶν ἀντίληψις.

καὶ διὰ τοῦτο οὐ πάντων πᾶσα αἴσθησις ἀντιληπτική.

ἔστι γάρ τις καὶ αὐτὴ ἤδη ἐνεργείᾳ.

ὁ δὲ νοῦς οὔτε διὰ σώματος ἀντιλαμβανόμενος τῶν ὄντων, οὔτε σώματος δύναμις ὤν, οὐδὲ πάσχων, οὐδέ ἐστί τι τῶν ὄντων ὅλως ἐνεργείᾳ, οὐδέ ἐστι τόδε τι τὸ δυνάμενον, ἀλλ᾿ ἔστιν δύναμίς τις ἁπλῶς τῆς τοιᾶσδε ἐντελεχείας τε καὶ ψυχῆς εἰδῶν καὶ νοημάτων δεκτική.

οὗτος μὲν οὖν ὁ νοῦς ὑλικὸς ὢν ἐν πᾶσίν ἐστι τοῖς τῆς τελείας ψυχῆς κεκοινωνηκόσιν, τουτέστιν ἀνθρώποις.

Ἄλλος δέ ἐστιν ὁ ἤδη νοῶν καὶ ἕξιν ἔχων τοῦ νοεῖν καὶ δυνάμενος τὰ εἴδη τῶν νοητῶν κατὰ τὴν αὑτοῦ δύναμιν λαμβάνειν, ἀνάλογον ὢν τοῖς τὴν ἕξιν ἔχουσιν τῶν τεχνιτῶν καὶ δυναμένοις δι᾿ αὑτῶν ποιεῖν τὰ κατὰ τὴν τέχνην.

ὁ γὰρ πρῶτος οὐ τούτοις ἦν ἐοικώς, ἀλλὰ μᾶλλον τοῖς δυναμένοις τὴν τέχνην ἀναλαβεῖν καὶ γενέσθαι τεχνίταις.

καὶ ἔστιν οὗτος ὁ ὑλικὸς ἕξιν ἤδη καὶ τὸ νοεῖν τε καὶ ἐνεργεῖν προσειληφώς.

ὁ τοιοῦτος νοῦς ἐν τοῖς τελειοτέροις ἐστὶν ἤδη καὶ νοοῦσιν.

οὗτος μὲν οὖν ὁ δεύτερος νοῦς ἐστι.

Τρίτος δέ ἐστι νοῦς παρὰ τοὺς προειρημένους δύο ὁ ποιητικός, δι᾿ ὃν ὁ ὑλικὸς ἐν ἕξει γίνεται, ἀνάλογον ὢν οὗτος ὁ ποιητικός, ὥς φησιν ὁ Ἀριστοτέλης τῷ φωτί.

ὡς γὰρ τὸ φῶς αἴτιον γίνεται τοῖς χρώμασιν τοῦ δυνάμει οὖσιν ὁρατοῖς ἐνεργείᾳ γίνεσθαι τοιούτοις, οὕτως καὶ οὗτος ὁ τρίτος νοῦς τὸν δυνάμει καὶ ὑλικὸν νοῦν ἐνεργείᾳ νοῦν ποιεῖ ἕξιν ἐμποιῶν αὐτῷ τὴν νοητικήν.

ἔστι δὲ οὗτος τὸ τῇ αὑτοῦ φύσει νοητὸν καὶ ἐνεργείᾳ 2 ἀφῆ δὲ om. 3 τῶν δὲ VKa: ἀλλὰ τῶν M 4 ἀδυνάτου M 5 γεννητὸν MKa 6 ἀδύνατον ἦν τὴν M 7 τις VKa: τίς ἐστι 8 οὐδὲν αὐτῶν M fortasse οἶόν τέ τι 11 γὰρ om. 13 αἰσθητῶν V: αἰσθήσεων MKa 14 fortasse ἔστι γάρ τι ut v. 16 οὐδέ ἐστί τι τῶν ὄντων ὅλως ἐνεργείᾳ 15 ἐνέργεια M 16 πάσχον M 17 τὸ om. Ka δυνάμενον] ν post ο in lit. V 19 οὖν om. M 20 κεκοινωκόσι M 21 „περὶ τοῦ ἐν ἕξει νοῦ. “ ἄλλος δέ VMKa 22 αυτοῦ V: αὐτοῦ MKa ὢν corr. ex. οὖν (?) K 23 αὐτῶν VKMa 28 νοῦς om. 29 „περὶ τοῦ ποιητικοῦ νοῦ“. τρίτος δέ VKMa νοῦς ὁ παρὰ MKa εἰρημένους MKa 30 ὥς φησιν κτλ.] Ar. de an. 3,5. 430a15 ὁ om. MKa 34 αὐτοῦ MKa καὶ —τοιοῦτον om. M τοιοῦτον·

τοῦτο γὰρ ποιητικόν τε τοῦ νοεῖν καὶ εἰς ἐνέργειαν ἄγον τὸν ὑλικὸν νοῦν.

νοῦς οὖν καὶ αὐτός·

τὸ γὰρ ἄϋλον εἶδος, ὅπερ ἐστὶ μόνον τῇ αὑτοῦ φύσει νοητόν, νοῦς.

// τὰ μὲν γὰρ ἔνυλα εἴδη ὑπὸ τοῦ νοῦ νοητὰ γίνεται ὄντα δυνάμει νοητά.

χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ᾿ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν.

ὅταν νοῆται, ἐνεργείᾳ τε νοητὸν καὶ νοῦς γίνεται οὐ πρότερον οὐδὲ τῇ 144v αὑτῶν φύσει ὄντα τοιαῦτα.

ὁ γὰρ κατ᾿ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν, ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν νοῦς, ὅταν νοῆται, γίνεται.

ὡς γὰρ ἡ κατ᾿ ἐνέργειαν ἐπιστήμη ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν ἐπιστητῷ, καὶ ὡς ἡ κατ᾿ ἐνέργειαν αἴσθησις ἡ αὐτὴ τῷ κατ᾿ ἐνέργειαν αἰσθητῷ, καὶ τὸ κατ᾿ ἐνέργειαν αἰσθητὸν τῇ κατ᾿ ἐνέργειαν αἰσθήσει, οὕτως δὲ καὶ ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ κατ᾿ ἐνέργειαν νοητῷ καὶ τὸ κατ᾿ ἐνέργειαν νοητὸν τῷ κατ᾿ ἐνέργειαν νῷ.

ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαμβάνων καὶ χωρίζων αὐτὸ τῆς ὕλης κατ᾿ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ νοῦς αὐτὸς κατ᾿ ἐνέργειαν γίνεται.

εἰ δή τι τῶν ὄντων ἐστὶν ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει καὶ ἐξ αὑτοῦ τὸ εἶναι τοιοῦτον ἔχον τῷ ἄϋλον εἶναι, οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ, τὸ τοιοῦτον ἐνεργείᾳ νοῦς ἐστιν ἀεί.

νοῦς γὰρ τὸ κατ᾿ ἐνέργειαν νοητόν.

τοῦτο δὴ τὸ νοητόν τε τῇ αὑτοῦ φύσει καὶ κατ᾿ ἐνέργειαν νοῦς, αἴτιον γινόμενον τῷ ὑλικῷ νῷ τοῦ κατὰ τὴν πρὸς τὸ τοιοῦτο εἶδος ἀναφορὰν χωρίζειν τε καὶ μιμεῖσθαι καὶ νοεῖν καὶ τῶν ἐνύλων εἰδῶν ἕκαστον καὶ ποιεῖν νοητὸν αὐτό, θύραθέν ἐστι λεγόμενος νοῦς ὁ ποιητικός, οὐκ ὢν μόριον καὶ δύναμις τις τῆς ἡμετέρας ψυχῆς, ἀλλ᾿ ἔξωθεν γινόμενος ἐν ἡμῖν, ὅταν αὐτὸν νοῶμεν, εἴ γε κατὰ μὲν τὴν τοῦ εἴδους λῆψιν τὸ νοεῖν γίνεται, τὸ δέ ἐστιν εἶδος ἄϋλον αὐτὸ οὐ μεθ᾿ ὕλης ὄν ποτε οὐδὲ χωριζόμενον αὐτῆς ἐπειδὰν νοῆται.

χωριστὸς δέ ἐστιν ἡμῶν τοιοῦτος ὢν εἰκότως, ἐπεὶ μὴ ἐν τῷ νοεῖσθαι αὐτῷ ὑφ᾿ ἡμῶν τὸ εἶναι νῷ γίνεται, ἀλλ᾿ ἔστιν τῇ αὑτοῦ φύσει τοιοῦτος, ἐνεργείᾳ νοῦς τε ὢν καὶ νοητός.

τὸ δὲ τοιοῦτον εἶδος καὶ ἡ χωρὶς ὕλης οὐσία ἄφθαρτος.

διὸ καὶ ποιητικὸς νοῦς, ὁ κατ᾿ ἐνέργειαν θύραθεν ὢν τὸ τοιοῦτον εἶδος, εἰκότως ἀθάνατος ὑπ᾿ 2 αὑτοῦ V: αὐτοῦ MKa 3—15 τὰ μὲν γὰρ—ἐνέργειαν γίνεται] cf. Ps. Alex. in Ar. met. 668,24—669,3 3—4 τὰ μὲν γὰρ—νοητά] ὅσα τῶν εἰδῶν ἔνυλά ἐστι καὶ ἐν ὕλῃ τὸ εἶναι ἔχει, ταῦτα ὑπὸ τοῦ νοῦ γίνεται νοητά, δυνάμει ὄντα νοητὰ καὶ μὴ καθ᾿ αὑτὰ μηδὲ ἐνεργείᾳ Ps. Al. 24—25 4 ἐστιν om. M 5 αὐτοῖς VM: αὐτῆς Ka 6 καὶ] ἐστι καὶ Ps. Al. 28 7 αὑτῶν V: αὐτῶν MKa: ἑαυτοῦ Ps. Al. 28 7—8 τὸ νοούμενον VKM: τὸν νοούμενον a 8 ἁπλῶς VM: ἁπλῶν Ka 9—10 ἐπιστήμη—ἡ κατ᾿ ἐνέργειαν om. Ps. Al. 11 αὐτὴ] αὐτή ἐστι Ps. Al. 31 τῇ VKa: ταὐτὸν τῇ M 12 δὲ καὶ om. Ps. Al.: δὲ del. Freudenthal. sed. cf. lnd. 12—13 ὁ αὐτὸς —ἐνέργειαν νῷ om. 14 λαμβάνων om. M: λαβὼν Ps. Al. χωρίσας Ps. Al. 15 κατ᾿ ἐνέργειαν ante ἐκεῖνο om. M 16 δή VKa: δέ ἐνέργεια a νοητὸν V: νοῦς MKa τῇ VKa: τῶ τῆ M αὐτοῦ VMKa bis 17 τοῦ ἄυλον M αὐτὸ M ex. Vict.: αὐτῷ VKa 19 αὑτοῦ V: αὐτοῦ MKa 20 τοιοῦτον MKa 24 αὐτὸ νοῶμεν MKa 25 fortasse τόδε δέ 25—26 τὸ δὲ—νοῆται om. M 26 εἰκότως ἐπειδὴ ἐπεὶ 27 αὐτὸ M 28 αὑτοῦ V: αὐτοῦ MKa 29 ὁ om. M Ἀριστοτέλους καλεῖται νοῦς.

νοῦς μὲν γὰρ καὶ τῶν ἄλλων ἕκαστον τῶν νοουμένων εἰδῶν ὅταν νοῆται.

ἀλλ᾿ οὐ θύραθεν οὐδ᾿ ἔξωθεν νοῦς ὤν, ἀλλ᾿ ὅτε νοεῖται γινόμενος.

οὗτος δὲ νοῦς, ὢν καὶ πρὸ τοῦ νοεῖσθαι, εἰκότως ὅταν νοηθῇ, θύραθέν τέ ἐστι καὶ λέγεται.

νοεῖν δὲ αὑτὸν ὁ ἐν ἕξει νοῦς καὶ ἐνεργῶν δύναται·

οὐ καθὸ νοῦς ἐστιν, ἅμα γὰρ καὶ κατὰ ταὐτὸν αὐτῷ τὸ νοεῖν ἔσται καὶ νοεῖσθαι, ἀλλὰ καὶ ταύτῃ μέν, ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τοῖς κατ᾿ ἐνέργειαν νοουμένοις.

ἐκεῖνα δὴ νοῶν αὑτὸν νοεῖ, εἴ γε ταῦτα ἃ νοεῖ ἐν τῷ νοεῖσθαι νοῦς γίνεται.

εἰ γὰρ τὰ νοούμενά ἐστιν ὁ κατ᾿ ἐνέργειαν νοῦς, ταῦτα δὲ νοεῖ, αὑτὸν νοῶν γίνεται.

νοῶν μὲν γὰρ ὁ αὐτὸς γίνεται τοῖς νοουμένοις, μὴ νοῶν δὲ ἄλλος ἐστὶν αὐτῶν.

οὕτως δὲ καὶ ἡ αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγοιτ᾿ ἂν αἰσθανομένη τούτων, ἃ ἐνεργείᾳ αὐτῇ ταὐτὰ γίνεται.

ὡς γὰρ ἔφαμεν, καὶ ἡ κατ᾿ ἐνέργειαν αἴσθησις τὸ αἰσθητόν ἐστι.

καὶ γὰρ ἡ αἴσθησις καὶ ὁ νοῦς τῇ τῶν εἰδῶν λήψει χωρὶς ὕλης τῶν οἰκείων αὐτοῖς ἀντιλαμβάνονται.

ἔτι δὲ λέγοιτ᾿ ἂν αὑτὸν νοεῖν ὁ νοῦς οὐχ ἢ νοῦς ἐστιν, ἀλλ’ ᾗ καὶ αὐτὸς νοητός.

ὡς γὰρ νοητοῦ ἀντιλήψεται, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστου τῶν νοητῶν, οὐχ ὡς νοῦ.

συμβέβηκε γὰρ τῷ νῷ εἶναι καὶ νοητῷ·

ἐπεὶ γάρ ἐστι τῶν ὄντων τι καὶ αὐτός, καὶ οὐκ ἔστιν αἰσθητός, λείπεται νοητὸν αὐτὸν εἶναι.

εἰ γὰρ ὡς νοῦς καὶ καθὸ νοῦς ἐστιν ἐνοεῖτο ὑφ᾿ αὑτοῦ, οὐδὲν ἂν ἄλλο, ὃ μὴ νοῦς ἦν, ἐνόει, ὥστε αὑτὸν ἂν ἐνόει μόνον.

νοῶν δὲ τὰ νοητά, ἃ μή ἐστιν νοῦς πρὸ τοῦ νοεῖσθαι, καὶ αὑτὸν ὡς τοιοῦτον νοεῖ ὡς ἕν τι τῶν νοητῶν.

γίνεται οὖν κατὰ συμβεβηκὸς αὑτὸν νοῶν ὁ νοῦς οὗτος ἀπὸ τοῦ ὑλικοῦ νοῦ προϊών.

καὶ ὁ πρῶτος δὲ νοῦς καὶ ἐνεργείᾳ νοῦς αὑτὸν νοεῖ παραπλησίως καὶ διὰ τὴν αὐτὴν αἰτίαν.

ἀλλ᾿ ἐκεῖνος πλέον τι παρὰ τοῦτον ἔχει.

οὐδὲν γὰρ ἄλλο ἢ αὑτὸν νοεῖ.

τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς αὑτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ αὑτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ 〈ἀεὶ〉 ἐνεργείᾳ νοοῦντος.

ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς μόνος·

ἀεὶ ἄρα αὑτὸν νοήσει.

μόνον δέ, καθόσον ἐστὶν ἁπλοῦς.

ὁ γὰρ ἁπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός.

ἀμιγὴς γὰρ οὗτος καὶ ἄϋλος καὶ οὐδὲν ἔχων ἐν αὑτῷ δυνάμει.

αὑτὸν ἄρα μόνον νοήσει.

καθὸ μὲν ἄρα νοῦς ἐστιν, αὑτὸν ὡς νοητὸν νοήσει, 1 νοῦς om. M καὶ τῶν] αὐτῶν M 2 οὐδὲ M νοῆται M 4 τέ om. M ἔστι καὶ λέγεται] cf. εὑρίσκεται καὶ ἔστι 159r12 καλεῖται καὶ ἔστι 153v26 αὑτὸν V: αὐτον M: ἑαυτὸν Ka 7 αὐτὸν M 11 δὲ VKa: ἂν M αὑτῆς scripsi: αὐτῆς VMKa 12 ταυτὰ M ex. Vict.: ταῦτα VKa ὡς γὰρ ἔφαμεν] 108,10 14 αὐτοῖς M: αὐτῆς VKa 15 αὑτὸν V: αὐτὸν MKa αὐτὸς VKM: αὑτὸς a 16 fortasse νοητοῦ 〈αὑτοῦ〉 ἀντιλήψεται 19 ἐνοεῖτο V: ἐννοεῖτο M: ἐννοεῖ τὸ Ka 20 ἐννόει M 21 ἐστιν scripsi: εἰσιν VMKa 22 αὑτὸν om. 23 αὑτὸν ννοεῖ sic V 25—110,2 οὐδὲν γὰρ ἄλλο—νοήσει] cf. Ps. Al. in met. 673, 19—27 25 αὑτὸν V: αὐτὸν MKa τὸ M πρὸ M αὐτοῦ VMKa 26 αὑτοῦ V: ἑαυτοῦ M: αὐτοῦ Ka 27 〈ἀεὶ〉 Freudenthal addit cf. Ps. Al. v. 21 δὲ VKa: δι᾿ 28 μόνον] μᾶλλον Ps. Al. 23 30 οὗτος VKM ex. Vict.: οὖ τις a αὑτῷ V: αὐτῷ MKa 31 γὰρ ἄρα μόνον M μὲν ἄρω] μὲν γὰρ Ps. Al. 25 καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, αὑτὸν ἀεὶ νοήσει, καθὸ δὲ ἁπλοῦς μόνος, αὑτὸν μόνον νοήσει.

αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστιν καὶ μόνος ἁπλοῦς τῶν νοητῶν ἐστιν αὐτός.

Ἤκουσα δὲ περὶ νοῦ τοῦ θύραθεν παρὰ Ἀριστοτέλους, ἃ διεσωσάμην.

τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν, ταῦτα ἐλέγετο εἶναι·

ἥ τε ἀπὸ τῶν αἰσθητῶν ἀναλογία καὶ ἡ ἐπὶ τῶν γινομένων ἁπάντων.

ὥσπερ γὰρ ἐπὶ πάντων τῶν γινομένων ἐστί τι τὸ πάσχον, ἔστι τι καὶ τὸ ποιοῦν καὶ τρίτον ἐκ τούτων τὸ γινόμενον (καὶ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως·

ἔστι γὰρ πάσχον τὸ αἰσθητήριον, ποιοῦν δὲ τὸ αἰσθητόν, γινόμενον δὲ ἡ ἀντίληψις ἡ διὰ τοῦ αἰσθητηρίου τοῦ αἰσθητοῦ), τὸν αὐτὸν τρόπον δὴ καὶ ἐπὶ τοῦ νοῦ ὑπελάμβανεν δεῖν εἶναί τινα ποιητικὸν νοῦν, ὅστις τὸν δυνάμει νοῦν καὶ ὑλικὸν εἰς ἐνέργειαν ἄγειν δυνήσεται (ἔστι δὲ ἐνέργεια τὸ αὑτῷ ποιεῖν νοητὰ πάντα τὰ ὄντα).

ὥσπερ γάρ ἐστιν αἰσθητά, ἃ κατ᾿ ἐνέργειαν καὶ ἐνεργείᾳ τὴν αἴσθησιν ποιεῖ, οὕτω δεῖ εἶναί τινα καὶ τὰ τὸν νοῦν ποιοῦντα ἐνεργείᾳ ὄντα αὐτὰ νοητά.

οὐ γὰρ οἷόν τε ποιητικόν τι εἶναί τινος μὴ ὂν αὐτὸ ἐνεργείᾳ.

ἐνεργείᾳ δὲ νοητὸν τούτων τῶν νοουμένων ὑφ᾿ ἡμῶν οὐδέν ἐστιν.

ὁ γὰρ νοῦς ὁ ἡμέτερος νοεῖ τὰ αἰσθητὰ δυνάμει ὄντα νοητά, καὶ ὑπὸ τοῦ νοῦ νοητὰ ταῦτα γίνεται.

αὕτη γὰρ ἐνέργεια τοῦ νοῦ, τὰ ἐνεργείᾳ αἰσθητὰ τῇ αὑτοῦ δυνάμει χωρίσαι καὶ ἀφελεῖν τούτων, σὺν οἷς ὄντα ἐστὶν αἰσθητά, καὶ ὁρίσασθαι καθ᾿ αὑτά.

εἰ δὴ αὕτη ἐστὶν ἡ τοῦ νοῦ τοῦ δυνάμει πρότερον ὄντος ἐνέργεια, δεῖ δὲ τὸ γινόμενον καὶ ἀγόμενον ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ὑπό τινος γίνεσθαι ἐνεργείᾳ ὄντος, δεῖ τινα 144v εἶναι καὶ νοῦν ποιητικὸν ἐνεργείᾳ ὄντα, ὃς ποιήσει τὸν τέως ὄντα δυνάμει ἐνεργεῖν δύνασθαι καὶ νοεῖν.

τοιοῦτος δέ ἐστιν ὁ θύραθεν εἰσιών.

ταῦτα μὲν τὰ κινήσαντα ἐκεῖνον.

ἔσται δή τι καὶ ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν, ὥσπερ αὖ καὶ αἰσθητὸν οὐχ ὑπὸ τῆς αἰσθήσεως γινόμενον τοιοῦτον.

τοῦτο δέ ἐστι νοῦς, φύσις τις καὶ οὐσία, οὐδενὶ ἄλλῳ γνωστὴ ἢ νῷ.

οὐ γὰρ δὴ αἰσθητός γέ ἐστιν, οὐδὲ πάντα τὰ νοούμενα ὑπὸ τοῦ ἡμετέρου νοῦ νοητὰ γίνεται οὐκ ὄντα τῇ ἑαυτῶν φύσει νοητά, ἀλλ᾿ ἔστιν τι καὶ καθ᾿ αὑτὸ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν.

τοῦτο δὴ καὶ αὐτὸ ὁ δυνάμει νοῦς τελειούμενος καὶ αὐξόμενος νοεῖ.

ὥσπερ γὰρ ἡ περιπατητικὴ δύναμις, ἣν ἔχει ὁ ἄνθρωπος εὐθὺς τῷ γενέσθαι, εἰς ἐνέργειαν ἄγεται προϊόντος τοῦ χρόνου τελειουμένου αὐτοῦ οὐ κατὰ πάθος τι, τὸν αὐτὸν τρόπον 1—2 νοῦς—μόνος om. K 1 νοήσει ἀεί Ps. Al. 26 1—2 καθὸ— νοήσει] καθὸ δὲ ἁπλοῦς ἐστι, μόνος τῶν νοητῶν μόνον ἑαυτὸν νοήσει Ps. Al. 26—27 4 Ἀριστοτέλους] Ἀριστοκλέους Zeller, die Philos. d. Griechen IV 3 785 5 ἀριστοτέλην MKa ταῦτα δὲ M 7 τι καὶ V (τ in lit.) M: καὶ Ka 9 δὲ τί τὸ M 10 δὴ om. M 12 αὑτῷ] MKa: αὐτῷ V 18 ἡ ἐνέργεια M, sed cf. αὕτη γὰρ αἰσθήσεως διαμαρτία τὸ . . γίνεσθαι p. 41,12 αὕτη γὰρ φύσις αἰσθήσεως τὸ . . κρίνειν p. 152r52 19 ὄντα αἰκαθ᾿ αὐτοῦ VMKa 20 δὴ αὕτη V: δὲ (δὴ?) αὕτη M: δὲ αὐτή Ka fortasse καθ᾿ αὑτὰ ⟨τὰ εἴδη αὐτῶν⟩. εἰ δὴ αὕτη 21 ἐνέργεια VK: ἐνέργειᾳ a: ἐνεργεία M 22 γίνεσθαι V: ἄγεσθαι MKa sed cf. 112,1 25 αὑτοῦ V: αὐτοῦ MKa 27 οὐσίᾳ a 29 ἑαυτῶν φύσει VK: ἑαυτοῦ φύσει M: ἑαυτῶν φύσειν a 31 τελειούμενον M πατητικὴ M καὶ ὁ νοῦς τελειωθεὶς τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ αἰσθητὰ δὲ νοητὰ αὑτῷ ποιεῖ, ἅτε ὢν ποιητικός.

οὐ γὰρ παθητικὸς ὁ νοῦς τῇ αὑτοῦ φύσει, ὡς ὑπὸ ἄλλου γίνεσθαι καὶ πάσχειν, καθάπερ ἡ αἴσθησις.

ὑπεναντίως γὰρ ἔχει.

ἡ μὲν γὰρ αἴσθησις κατὰ πάθος, παθητικὸν γάρ, καὶ ἡ ἀντίληψις αὐτῇ διὰ πάθους, ὁ δὲ νοῦς ποιητικόν.

νοητικὸς γὰρ ὢν τῶν πλείστων ἅμα καὶ ποιητὴς ἵνα αὐτὰ νοήσῃ γίνεται, πλὴν εἰ μὴ κατὰ τοῦτό τις καὶ τὸν νοῦν βούλοιτο παθητικὸν λέγειν, καθὸ ληπτικός ἐστι τῶν εἰδῶν.

πάσχειν γὰρ εἶναι δοκεῖ τὸ λαμβάνειν.

καὶ τοῦτο μὲν κοινὸν πρὸς τὴν αἴσθησίν ἐστιν αὐτῷ, ἀλλ᾿ ἐπεὶ ἕκαστον αὐτῶν χαρακτηρίζεται καὶ ὁρίζεται οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ πρὸς ἄλλο τι, ἀλλ᾿ ἀπὸ τοῦ ἰδίου, καὶ τοῦτο ἂν τὸ πρὸς τὴν αἴσθησιν αὐτῷ κοινὸν ὑπὸ ἰδίου χαρακτηρίζοιτο, ὥστε εἰ κοινὸν μέν ἐστιν αὐτῷ πρὸς τὴν αἴσθησιν τὸ τῶν εἰδῶν εἶναι ληπτικῷ, εἰ καὶ μὴ ὁμοίως, ἴδιον δὲ τὸ ποιητικῷ εἶναι τούτων τῶν εἰδῶν ἃ λαμβάνει, ἀπὸ τοῦ ποιεῖν ἂν μᾶλλον ὁρίζοιτο.

ὥστε ποιητικὸν ἄν, οὐ παθητικὸν ὁ νοῦς εἴη.

ἔτι καὶ πρότερον αὐτῷ τὸ ποιεῖν καὶ οὐσιῶδες.

πρότερον γὰρ ποιεῖ τῇ ἀφαιρέσει νοητόν, εἶθ᾿ οὕτως λαμβάνει τούτων τι ὃ νοεῖ τε καὶ ὁρίζεται, ὅτι τόδε τί ἐστι.

καὶ γὰρ εἰ ἅμα χωρίζεται καὶ λαμβάνει, ἀλλὰ τὸ χωρίζειν προεπινοεῖται·

τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ληπτικῷ εἶναι τοῦ εἴδους.

ὥσπερ δὲ τὸ πῦρ ποιητικώτατον λέγομεν, ἐπειδήπερ πάσης ὕλης ἧς ἂν ἐπιλάβηται ταύτην ἀναλίσκει καὶ αὑτῷ τροφὴν παρέχει (καίτοι καθὸ τρέφεται πάσχει), τὸν αὐτὸν τρόπον καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ποιητικὸν ἡγητέον.

τὰ γὰρ οὐκ ὄντα ἐνεργείᾳ νοητὰ αὐτὸς νοητὰ ποιεῖ. οὐδὲν γὰρ ἄλλο νοητόν ἐστιν ἢ ὁ νοῦς ὁ ὢν ἐνεργείᾳ καὶ καθ᾿ αὑτὸν.

καὶ τὰ ὑπὸ τοῦ νοοῦντος δὲ γινόμενα νοητὰ καὶ αἱ τούτου ἐνέργειαι νοῦς καὶ αὐτὰ ὅταν νοῆται.

ὥστε μὴ ὄντος νοῦ, οὐδὲν ἂν εἴη νοητόν.

οὔτε γὰρ ὁ φύσει (αὐτὸς γὰρ ἦν μόνος τοιοῦτος), οὔτε τὸ ὑπὸ τούτου γινόμενον.

οὐκ ὢν γὰρ οὐδ᾿ ἂν ποιοῖ.

συνεργὸς δ᾿ ἂν γίνοιτο τῷ ἐν ἡμῖν ὁ φύσει τε νοῦς καὶ θύραθεν, ὅτι οὐδ᾿ ἂν τὰ ἄλλα νοητὰ ἦν ὄντα δυνάμει μὴ ὄντος τινὸς τῇ ἰδίᾳ φύσει νοητοῦ.

τοῦτο δὴ τῇ αὑτοῦ φύσει νοητὸν ὂν ἐν τῷ νοοῦντι γενόμενον διὰ τοῦ νοηθῆναι νοῦς τέ ἐστι γεγενημένος ἐν τῷ νοοῦντι καὶ θύραθεν νοεῖται καὶ ἀθάνατος καὶ ἐντίθησιν τὴν ἕξιν τῷ ὑλικῷ ὥστε νοεῖν τὰ δυνάμει νοητά. ὡς γὰρ τὸ φῶς, ποιητικὸν ὂν τῆς κατ᾿ ἐνέργειαν ὄψεως, καὶ αὐτὸ ὁρᾶται καὶ τὰ σὺν αὐτῷ, καὶ δι᾿ αὐτοῦ τὸ χρῶμα, οὕτως δὲ καὶ ὁ θύραθεν νοῦς αἴτιος γίνεται τοῦ νοεῖν ἡμῖν, νοούμενος καὶ αὐτός, οὐ ποιῶν αὐτὸν νοῦν, ἀλλὰ τὸν ὄντα νοῦν τῇ αὑτοῦ φύσει τελειῶν καὶ ἄγων ἐπὶ τὰ οἰκεῖα.

ἔστιν οὖν φύσει μὲν νοητὸν ὁ νοῦς, τὰ δὲ ἄλλα τὰ νοητὰ τέχνῃ 1 δὲ om. M 2 αὐτῷ VMKa ὁ om. αὑτοῦ V: αὐτοῦ MKa 8 παρὰ τὴν M 10 οὐχ M 11 χαρακτηρίζοντο M 13 ποιητικὸν M 16 τε] αι del. supra τε M 17 τί om. M 20 αὐτῷ VMKa 21 αὐτὸ M ποιητικότατον M 23 ἢ ex. Vict.: ἧ VMKa 25 οὔτε VKa: οὐδὲ M 27 τῷ scripsi: τῶν VKa: τοῦ M 28 τοῦ ἰδίᾳ 29 αὐτοῦ VMKa γινόμενον 31 καὶ ἀθάνατος suspectum cf. 112, 5 τὴν VM: γε Ka 35 τῇ] τ in lit. V τῇ αὐτοῦ τελειῶν φύσει Ka: τελειῶν τῆ αὐτοῦ φύσει M 36 ἐστὶ μὲν οὖν M τέχνη VMKa τούτου καὶ τούτου ποιήματα, ἃ ποιεῖ οὐ παθὼν καὶ γενόμενος ὑπό τινος ὁ δυνάμει (ἦν γὰρ νοῦς καὶ πρὸ τοῦ ἐνεργεῖν), ἀλλὰ αὐξηθεὶς καὶ τελειούμενος.

τελειωθεὶς δὲ τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ κατὰ τὴν οἰκείαν ἐνέργειαν καὶ τέχνην.

ἴδιον γὰρ τοῦ νοῦ τὸ ποιητικόν, καὶ τὸ νοεῖν αὐτῷ ἐνεργεῖν ἐστιν οὐ πάσχειν.

//βουλόμενος δὲ τὸν νοῦν ἀθάνατον δεικνύναι καὶ φεύγειν τὰς ἀπορίας ἃς ἐπιφέρουσιν τῷ θύραθεν νῷ ἀνάγκην ἔχοντι τόπον ἀλλάττειν, οὐ δυναμένῳ δέ, εἴ γέ ἐστιν ἀσώματος, οὔτε ἐν τόπῳ εἶναι οὔτε μεταβαίνειν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεσθαι, κατ᾿ ἰδίαν ἐπίνοιαν ἔλεγε τοιαῦτα περὶ τοῦ νοῦ ἐν παντὶ εἶναι τῷ θνητῷ λεγομένου σώματι.

καὶ δὴ ἔφασκεν τὸν νοῦν καὶ ἐν τῇ ὕλῃ ὡς οὐσίαν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ εἶναι ἀεὶ ἐνεργοῦντα τὰς αὑτοῦ ἐνεργείας.

ὅταν μὲν οὖν ἐκ τοῦ σώματος τοῦ κραθέντος πῦρ γένηται ἤ τι τοιοῦτον ἐκ τῆς μίξεως, ὡς καὶ ὄργανον δύνασθαι τῷ νῷ τούτῳ παρασχεῖν, ὅς ἐστιν ἐν τῷ μίγματι τούτῳ (διότι ἐστὶν ἐν παντὶ σώματι, σῶμα δὲ καὶ τοῦτο), τοῦτο τὸ ὄργανον δυνάμει νοῦς λέγεται ἐπιτήδειός τις δύναμις ἐπὶ τῇ τοιᾷδε κράσει τῶν σωμάτων γινομένη πρὸς τὸ δέξασθαι τὸν ἐνεργείᾳ νοῦν.

ὅταν δὴ τούτου τοῦ ὀργάνου λάβηται, τότε καὶ ὡς δ᾿ ὀργάνου καὶ ὡς περὶ ὕλην καὶ ὡς δι᾿ ὕλης ἐνήργησεν, καὶ τότε λεγόμεθα νοεῖν ἡμεῖς.

// ὁ γὰρ ἡμέτερος νοῦς σύνθετός ἐστιν ἔκ τε τῆς δυνάμεως, ἥτις ὄργανόν ἐστι τοῦ θείου νοῦ, ὃν δυνάμει νοῦν ὁ Ἀριστοτέλης καλεῖ, καὶ τῆς ἐκείνου ἐνεργείας.

ὧν θατέρου μὴ παρόντος ἀδύνατον ἡμᾶς νοεῖν.

εὐθὺ μὲν γὰρ τῇ πρώτῃ καταβολῇ τοῦ σπέρματός ἐστιν ὁ ἐνεργείᾳ νοῦς διὰ πάντων γε κεχωρηκὼς καὶ ὢν ἐνεργείᾳ, ὡς καὶ ἐν ἄλλῳ τινὶ σώματι τῶν τυχόντων.

ἐπειδὰν δὲ καὶ διὰ τῆς ἡμετέρας δυνάμεως ἐνεργήσῃ, τότε ἡμέτερος νοῦς οὗτος λέγεται καὶ ἡμεῖς νοοῦμεν, ὥσπερ εἴ τις τεχνίτην ἐννοήσαι τοτὲ μὲν ἄνευ ὀργάνων ἐνεργοῦντα κατὰ τὴν τέχνην, τοτὲ δὲ καὶ μετ᾿ ὀργάνων, ὅτε καὶ ἡ κατὰ τὴν τέχνην ἐνέργεια αὐτῷ περὶ τὴν ὕλην γίνεται.

τὸν αὐτὸν τρόπον καὶ ὁ θεῖος νοῦς ἀεὶ μὲν ἐνεργεῖ (διὸ καὶ ἔστιν ἐνεργείᾳ), καὶ δι᾿ ὀργάνου δέ, ὅταν ἐκ 145r τῆς συγκρίσεως τῶν σωμάτων καὶ τῆς εὐκρασίας γένηται ὄργανον τοιοῦτον.

ὑλικὴν γὰρ ἤδη τινὰ τότε ἐνέργειαν ἐνεργεῖ καὶ ἔστιν οὗτος ἡμέτερος νοῦς.

καὶ ἐκκρίνεται δή, ὅνπερ τρόπον καὶ εἰσκρίνεται.

οὐ γὰρ ἀλλαχοῦ ὢν μεταβαίνει, ἀλλὰ τῷ πανταχοῦ εἶναι μένει καὶ ἐν τῷ ἐκ τῆς ἐκκρίσεως 1 τούτου καὶ VKa: τοῦτον καὶ ποιήματα VM: ποίημά τις K: ποιήματις a παθὼν V: παθῶν corr. in παθὼν M: παθῶν Ka ὑπό τινος καὶ γενόμενος 2 νοῦς M: νοῦν VKa 3 τελειωθεὶς MKa: τελεωθείς V τὰ τῆ φύσει τὴν om. 4 τοῦ νοῦ VM: νοῦ Ka νοεῖν VKM ex. Vict.: νοεῖ a 6 τὰς ἐπιφερομένας M ἀνάγκη M post ἔχοντι paululum erasum V 7 δέ M: γε VKa 8 ταῦτα περὶ νοῦ M 9 λεγομένου scripsi: λεγομένῳ VKMa 11 αὑτοῦ V: αὐτοῦ MKa 12 δύνασθαι] cf. Ind. 13 fortasse τοῦτο 14 παντὶ γενομένω M 15—16 ἐπὶ usque ad γινομένη om. MKa 17 τότε VKa: τὸ M δι᾿ om. M 19 ἥτις scripsi: ἤ τις VKMa ὃν] fortasse ἣν 20 νοῦ καλεῖ ὁ ἀριστοτέλης M 22 κεχωρικῶς M 23 διὰ VKa: ὁ τὰ 25 ἐννοῆσαι VMKa 26 τότε M 27 ἐνέργει M τὴν ὕλην M: τῇ ὕλῃ VKa cf. Ind. 27—28 αὐτῷ περὶ τῇ ὕλῃ—καὶ ἔστιν ἐνεργείᾳ bis Ka 30 τότε om. M 32 διαινομένῳ M διαλυομένῳ σώματι φθειρομένου τοῦ ὀργανικοῦ, ὡς ὁ τεχνίτης ἀποβαλὼν τὰ ὄργανα ἐνεργεῖ μὲν καὶ τότε, οὐ μὴν ὑλικὴν καὶ ὀργανικὴν ἐνέργειαν.

//ἔλεγεν δὴ ὅτι εἰ ὅλως ὑπολαμβάνειν χρὴ κατὰ Ἀριστοτέλη θεῖον καὶ ἄφθαρτον εἶναι τὸν νοῦν, οὕτως ἡγεῖσθαι δεῖν, οὐκ ἄλλως.

καὶ τὴν λέξιν δὲ τὴν ἐν τῷ τρίτῳ Περὶ ψυχῆς τούτοις προσοικειοῦν ἔλεγεν δεῖν καὶ τὴν ἕξιν καὶ τὸ φῶς ἐπὶ τοῦτον φέρειν τὸν πανταχοῦ ὄντα.

οὗτος δὲ ὁ νοῦς ἤτοι μόνος αὐτὸς τὰ ἐνθάδε διοικεῖπρὸς τὴν τῶν θείων ἀναφορὰν καὶ συγκρίνει τε καὶ διακρίνει, ὥστε αὐτὸς καὶ τοῦ δυνάμει νοῦ δημιουργός, ἢ μετὰ τῆς τῶν οὐρανίων εὐτάκτου κινήσεως.

ὑπὸ γὰρ ταύτης γίνεται τὰ ἐνθάδε τῇ προσόδῳ καὶ ἀφόδῳ τοῦ ἡλίου μάλιστα ἢ ὑπ᾿ αὐτοῦ γινόμενα καὶ τοῦ ἐνθάδε νοῦ ἢ ὑπὸ τούτων μὲν καὶ τῆς τούτων κινήσεως ἡ φύσις γίνεται, αὐτὴ δὲ τὰ καθέκαστα μετὰ τοῦ νοῦ διοικεῖ.

ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι θεῖον ὄντα, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν, καὶ τὸ ὅλως εἶναι καὶ ἐν τοῖς ἐνταῦθα νοῦν καὶ προηγουμένην τινὰ πρόνοιαν (καὶ μὴν κατὰ τὴν ἐπὶ τὰ θεῖα ἀναφορὰν τὴν τῶν ἐνταῦθα γίνεσθαι πρόνοιαν), καὶ τὸ μὴ ἐφ᾿ ἡμῖν εἶναι τὸ νοεῖν μηδ᾿ εἶναι τοῦτο ἡμέτερον ἔργον, ἀλλ᾿ εὐθὺ γινομένοις ἡμῖν ἐνυπάρχειν φύσει τήν τε σύστασιν τοῦ δυνάμει καὶ ὀργανικοῦ καὶ τὴν διὰ τοῦ θύραθεν ἐνέργειαν.

ἢ οὐκ ἀλλάσσει τόπον τὸ τῷ νοεῖσθαι ἔν τινι γινόμενον.

οὐδὲ γὰρ τὰ τῶν αἰσθητῶν εἴδη, ἐπειδὰν αὐτῶν αἰσθώμεθα, ἐν τοῖς αἰσθητηρίοις ὡς τόποις αὐτῶν γίνεται.

χωριστὸς δὲ λέγεται ὁ θύραθεν νοῦς καὶ χωρίζεται ἡμῶν, οὐχ ὡς μετιών που καὶ ἀμείβων τόπον, ἀλλὰ χωριστὸς μὲν ὡς καθ᾿ αὑτόν τε ὢν καὶ μὴ σὺν ὕλῃ, χωριζόμενος δὲ ἡμῶν τῷ μὴ νοεῖσθαι, οὐ τῷ μετέρχεσθαι.

οὕτως γὰρ ἐγίνετο καὶ ἐν ἡμῖν.

Ὅτι ἀσώματος ἡ ψυχὴ.

Ὅτι μὲν ἡ ψυχὴ ἀσώματος, ἱκανὸς μὲν παραστῆσαι καὶ ὁ λόγος, καθ᾿ ὃν εἶδος οὖσα δείκνυται παρὰ Ἀριστοτέλους ἡ ψυχή (οὐδὲν γὰρ εἶδος σῶμα), οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε τῶν λόγων δειχθείη ἂν οὖσα ἀσώματος.

εἰ παντὸς σώματος αἱ ποιότητες αἰσθηταί, τῆς ψυχῆς δὲ αἱ ποιότητες οὐκ αἰσθηταί (αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι οὐ τοιαῦται), οὐκ ἄρα σῶμα ἡ ψυχή.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, πᾶν δὲ σῶμα μιᾷ γέ τινι αἰσθήσει αἰσθητὸν τῇ αὑτοῦ φύσει (λέγω δὲ περὶ τῶν ἐνεργείᾳ ὄντων σωμάτων καί, ὥς φασιν αὐτοί, πεποιωμένων), εἴη ἂν καὶ ἡ ψυχὴ αἰσθητή (οὐ γὰρ δὴ ἄποιόν γε σῶμα αὐτὴν ἐροῦσιν, ἔσται γὰρ ὕλη)·

οὐκ ἔστιν δέ· οὐκ ἄρα σῶμα.

οὐ γὰρ δὴ οὕτω ἐστὶν οὐκ αἰσθητὴ ὡς τὰ διὰ σμικρότητα ἀναίσθητα σώματα.

1 fortasse τοῦ ὀργάνου 3 post δὴ lacuna trium literarum M ἀριστοτέλην MKa 4—5 τὴν λέξιν δὲ τὴν ἐν τῷ τρίτῳ περὶ Ψυχῆς] Ar. de an. 3,5. 430a11 sq. 5 προσοικειοῦν VK: προσεικοῦν M: προσοικοῦν a 7 ὁ αὐτὸς M 9 τὰ om. 12 τότε τούτοις MKa 15 καὶ μὴν καὶ MKa 17 ἐν ὑπάρχει 18 ἢ ex Vict.: ἣ VKa: ἥτις M cf. p. 82,12 19 τὸ om. M 22 ἀμίβων a 31 ἔτι εἰ scripsi: εἰ VKa αὐτοῦ Ka 32 ἐνεργείᾳ V ex. Vict.: ἐνέργειαν Ka ἔτι πᾶν σῶμα ἢ ἐνεργείᾳ ἢ δυνάμει αἰσθητόν, ἡ δὲ ψυχὴ οὔτε ἐνεργείᾳ οὔτε δυνάμει αἰσθητόν·

ὥστε οὐ σῶμα.

ἔτι εἰ ἡ ψυχὴ ὡς αἰσθητῆς αὑτῆς αἰσθάνεται, καὶ ἄλλης αἰσθήσεται.

οὐκ αἰσθάνεται δὲ ἄλλης, οὐδ᾿ αὑτῆς ἄρα ὡς αἰσθητῆς.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ἔμψυχον ἢ ἄψυχον.

ἀλλὰ μὴν ἄτοπον τὸ ἄψυχον.

εἰ δὲ ἔμψυχον, ζῷόν τε ἔσται καὶ πάλιν ἐκείνου ἡ ψυχὴ ἤτοι ἔμψυχος ἢ ἄψυχος, καὶ τοῦτο εἰς ἄπειρον.

ἂν δ᾿ ἐνιστάμενοι πρὸς τὴν διαίρεσιν τῶν σωμάτων τὴν λέγουσαν τὰ μὲν ἔμψυχα εἶναι αὐτῶν, τὰ δὲ ἄψυχα, λέγωσιν μὴ ὑγιῶς διῃρῆσθαι, εἶναι γὰρ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, τὰ δὲ ψυχάς, ῥητέον, ὅτι τοῖς κατὰ ἀντίφασιν διαιρουμένοις οὐδέποτε ἀντιδιαιρεῖται τοῦτο, οὗ ἐστιν ἡ ἀπόφασις·

οἷον εἰ διαιρούμενοι τῶν σωμάτων τὰ μὲν λέγοιμεν εἶναι κεχρωσμένα, τὰ δὲ ἄχροα (ἐν γὰρ τῷ αὐτῷ γένει τῷ τῆς ἕξεως δεκτικῷ ταὐτὸν δύναται τῇ ἀποφάσει ἡ στέρησις), οὐκέτι μέντοι λέγομεν·

τὰ δὲ χρώματα.

διαφορὰ γὰρ σωμάτων τὸ κεχρῶσθαι ἢ ἄχροα εἶναι, ἀλλ᾿ οὐ τὰ χρώματα.

καὶ πάλιν τῶν σωμάτων τὰ μὲν ὀσμὴν ἔχοντά ἐστιν, τὰ δὲ οὐκ ἔχοντα καὶ ἄοσμα, οὐκέτι λέγομεν·

τὰ δὲ ὀσμαί. καὶ τὰ μὲν ποιότητα ἔχοντα, τὰ δὲ οὐκ ἔχοντα ποιότητα καὶ ἄποια, οὐκέτι·

τὰ δὲ ποιότητες.

τῶν σωμάτων τὰ μὲν σύνθετα, τὰ δὲ οὐ σύνθετα, οὐκέτι·

τὰ δὲ συνθέσεις.

οὐ γὰρ σῶμα ἡ σύνθεσις.

ὁμοίως δὲ καὶ τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ οὐ θνητά τε καὶ ἀθάνατα, οὐκέτι·

τὰ δὲ θάνατοι.

οὐ γὰρ ζῷον ὁ θάνατος.

πάλιν τῶν ζῴων τὰ μὲν λογικά, τὰ δ᾿ οὐ λογικά τε καὶ ἄλογα, οὐκέτι·

τὰ δὲ λόγοι.

οὐ γὰρ λόγοι τὰ ζῷα.

τὸν αὐτὸν οὖν τρόπον ἐροῦμεν καὶ τῶν σωμάτων τὰ μὲν εἶναι ἔμψυχα, τὰ δὲ οὐκ ἔμψυχα καὶ ἄψυχα, οὐκέτι δὲ καὶ ψυχάς·

οὐ γὰρ αἱ ψυχαὶ σώματα.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ὑπό τινος συνέχεται ἢ ὑφ᾿ αὑτῆς.

ἀλλ᾿ ὑφ᾿ αὑτῆς μὲν οὐχ οἷόν τε ὡς μιᾶς καὶ δι᾿ ὅλης ὁμοίας.

ἀδύνατον γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ συνέχειν τε καὶ συνέχεσθαι.

λείπεται ἄρα μέρος μὲν συνέχειν αὐτῆς, μέρος δὲ συνέχεσθαι.

εἰ δὲ τοῦτο, εἴη ἂν τὸ μέρος τὸ συνέχον ἡ ψυχή, οὐ τὸ συνεχόμενον, ὅ, εἰ καὶ αὐτὸ σῶμα, ἤτοι ὑπὸ ἄλλου συνέχεται, ἢ ὑφ᾿ αὑτοῦ, καὶ τοῦτο εἰς ἄπειρον.

εἰ γὰρ ὅλην λέγοιεν αὐτὴν συνέχειν τε καὶ συνέχεσθαι ὡς ἕν τι καὶ ταὐτὸν ὄν, δυνήσεταί τι καὶ ἔχειν καὶ ἔχεσθαι ὑφ᾿ αὑτοῦ καὶ ποιεῖν ταὐτὸ καὶ πάσχειν.

145v οὐδὲ γὰρ ἡ τρίβουσα χεῖρ καὶ ἀντιπάσχουσα κατὰ τὴν αὐτὴν δύναμιν ποιεῖ τε καὶ πάσχει.

καὶ καθόλου οὐδὲν τῶν ὑπό τινος ἐχομένων καὶ αὐτὸ ἔχει.

οὔτε γὰρ θερμότης οὔτε γλυκύτης, οὔτε σχῆμα οὔτε χρῶμα οὔτε ὑγίεια οὔτε ἁρμονία.

ἀλλ᾿ οὐδὲ ἀρετὴ ἢ ἐπιστήμη.

τοιοῦτον δὲ καὶ ἡ ψυχή.

ἔτι εἰ ἡ ψυχὴ λεπτομερές τι σῶμα οὖσα συνέχει μὲν τὸ σῶμα αὐτή, πάλιν δὲ συνέχεται ὑπ᾿ αὐτοῦ, ἔσται καὶ τοῦτο τὸ παχυμερέστατον σῶμα ψυχή, εἴ γε τὸ συνέχον ψυχή.

ὥστε ἔσται τὸ σῶμα ψυχὴ τῆς ψυχῆς, συνέχον γε αὐτήν.

ὅτι γὰρ οὐδὲν αὑτὸ συνέχει, δῆλον ἐκ τοῦ μηδὲ 3 αὐτῆς Ka 4 ἢ VK: ἡ a 5 ἐκείνου scripsi: ἐκείνει V: ἐκείνη Ka 8 ὑγειῶς Ka 11 εἶναι λέγοιμεν Ka 13 μέντοι] cf. p. 158a30 εἰ . . λέγοιτο, προσδεήσεται μέντοι 16 λέγομεν delendum videtur 17 ἢ VK: ἡ a τῶν σωμάτων delevi 19 τε om. Ka 21 οὐ post τὰ δ᾿] υ in lit. V 22 οὖν om. Ka 39 αὐτὸ Ka ἐκ τῶν Ka τὰ δοκοῦντα τοῦτον ἔχειν τὸν τρόπον τοιαῦτα εἶναι.

οὔτε γὰρ ἡ κόλλα αὑτὴν συνέχει καὶ τὰ κεκολλημένα.

ἕτερον γὰρ αὐτῆς τὸ συνέχον καὶ ἕτερον τὸ συνεχόμενον.

ὅσον μὲν γὰρ σωματικόν, συνέχεται, τὸ δὲ συνέχον ἐστὶν ἡ ποιότης καὶ ἡ δύναμις ἀσώματος οὖσα.

φθαρείσης γοῦν τῆς τοιαύτης ποιότητος, τὸ ὑλικὸν καὶ σωματικὸν μένον οὔτε αὑτὸ ἔτι οὔτε τὰ ξύλα συνέχειν δύναται.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἢ πῦρ ἢ πνεῦμα λεπτομερές ἐστι διὰ παντὸς διῆκον τοῦ ἐμψύχου σώματος.

εἰ δὲ τοῦτο, δῆλον ὡς οὐκ ἀργὸν οὐδὲ ὡς ἔτυχεν ἔχον ἐροῦσιν αὐτό. οὐ γὰρ πᾶν πῦρ οὐδὲ πᾶν πνεῦμα ταύτην ἔχει τὴν δύναμιν.

μετά τινος οὖν ἔσται εἴδους ἰδίου καὶ λόγου καὶ δυνάμεως καί, ὡς αὐτοὶ λέγουσιν, τόνου.

ἀλλὰ εἰ τοῦτο, οὐ τὸ πνεῦμα ἔσται ἢ τὸ πῦρ ἡ ψυχή, ἀλλὰ τὸ ἐν τούτοις εἶδος καὶ ἡ δύναμις καὶ ὁ τόνος, καθὸ τῶν ὁμογενῶν τῶν ἄλλων διαφέρει.

ἔτι ὡς σῶμα ἀνείδεον, οὕτως εὔλογον καὶ εἶδος ἄϋλον καὶ ἀσώματον εἶναι.

ἐκ τούτων γὰρ τὸ συναμφότερον.

ἔτι εἰ σῶμα ἄψυχον, διὰ τί μὴ καὶ ψυχὴ ἀσώματος;

ἔτι εἰ σῶμα ἡ ψυχή, ἤτοι ἁπλοῦν ἢ σύγκριμα.

ἀλλὰ εἰ μὲν ἁπλοῦν, ἢ γῆ ἢ πῦρ ἢ ἀήρ ἢ ὕδωρ.

εἰ δὲ τούτων τι καθ᾿ ἑαυτὸ ψυχή.

πᾶν τε τὸ τοιοῦτον ἔσται ψυχή (οἷον πᾶν πῦρ, πᾶς ἀήρ), καὶ πᾶν τὸ τοῦτον περιέχον σῶμα ἔμψυχον.

ὥστε εἰ ὁ ἀὴρ ἡ ψυχή, ἔσται ζῷον ἡ ἀρτηρία καὶ ὁ πνεύμων καὶ ὁ πεφυσημένος ἀσκός, καὶ πᾶν τὸ ἀέρα ἔχον ἐν αὑτῷ σῶμα.

εἰ δὲ ὕδωρ, ὁ τούτου πλήρης κάδος.

ταῦτα δὲ ἄτοπα.

ἔτι εἰ μὲν τῶν ἁπλῶν τι σωμάτων ἡ ψυχή, πᾶν σύγκριμα, ἐν ᾧ καὶ τοῦτο ἐνυπάρχει τὸ σῶμα, ἔμψυχόν τε καὶ ζῷον ἔσται.

εἰ δὲ σύγκριμα ἐκ τῶν ἁπλῶν ἡ ψυχή, ἔσται καὶ τὸ ἡμέτερον ἡ ψυχή.

ἔτι παντὸς σώματος οἰκεία τις κίνησις, οἷον ἁπλῆ μὲν τοῦ ἁπλοῦ, μικτὴ δὲ τοῦ συνθέτου ἢ κατὰ τὸ πλεονάζον, τῆς δὲ ψυχῆς οὐδεμία τοπικὴ κίνησις οἰκεία.

οὐκ ἂν οὖν οὔτε τῶν ἁπλῶν, οὔτε τῶν συνθέτων εἴη σωμάτων.

οὐδὲ γὰρ αἱ κατὰ αἴσθησιν καὶ φαντασίαν ἢ πάθος, οὖσαι κατὰ ἀλλοίωσιν, οὐ τοπικαὶ τῆς ψυχῆς εἰσι κινήσεις καθ᾿ αὑτήν, ἀλλὰ τοῦ συναμφοτέρου.

ἔτι εἰ σῶμα ἡ ψυχή, πῶς μετέχει τὸ σῶμα τῆς ψυχῆς;

καὶ πῶς ἐστιν ἡ ψυχὴ ἐν αὐτῷ;

ἢ γὰρ ὡς μέρος ἔσται, καὶ οὕτως οὐδὲν τῶν ἄλλων μερῶν τοῦ σώματος ἔμψυχον, μᾶλλον δὲ οὐδὲν ὅλως ἔμψυχον αὐτοῦ, ἀλλὰ ψυχὴ καὶ σῶμα κατ᾿ ἰδίαν.

ἀλλὰ οὐδὲ ὡς ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή.

εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα.

ἀλλὰ οὐδὲ κατὰ παράθεσιν.

οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα.

μᾶλλον δὲ οὐδ᾿ ὅλως ἔμψυχον.

οὐδὲ γὰρ ἐπὶ τοῦ σωροῦ ἐν τῇ κριθῇ ὁ πυρός.

εἰ δὲ ὅλον δι᾿ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ.

καὶ γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ᾿ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι᾿ ἀλλήλων 1 fortasse οὐδὲ 2 αὐτὴν Ka 3 συνέχετεται V 4 ἀσώματα Ka 5 αὐτὸ VKa 8 πᾶν] post ν paululum erasum V 9 ταυτὴν a 10 τόνου ἀλλὰ] υ ἀ in lit. V ἀλλὰ εἰ V: ἀλλ᾿ ἀεὶ K: ἀλλ᾿ αἰεὶ a: ex. Vict. in mg. γρ. ἐν 13 ἀσώματος Ka 14 μὴ καὶ Ka: καὶ μὴ V 19 πεφυσσημένος K αὐτῷ VKa 23 fortasse ἡμέτερον σῶμα 25 οὔτε V ex. Vict: ὄντε Ka 38 fortasse ἔσται διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ, ὃ λόγου δεῖται καὶ ἀποδείξεως.

ἔτι προσγινόμενα καὶ ἀπογινόμενα πῶς οὔτε αὐξήσει οὔτε μειώσει τὸ σῶμα;

ἔτι ὑπαλλαγεισῶν τῶν ποιοτήτων, αἱ πρῶται χωρισθεῖσαι σώματα οὖσαι εἰς τὸ μὴ ὂν φθαρήσονται, οὐδαμοῦ γάρ εἰσιν·

οὕτω δὲ καὶ ἐκ τοῦ μὴ ὄντος ἔσονται.

ἔτι εἰ οὕτως ἡ ψυχὴ τῷ σώματι ὡς ὅλον δι᾿ ὅλου διήκειν καὶ κεκρᾶσθαι τῷ σώματι, οὐκέτι ἔσται τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ἀλλὰ ἐξ ἀμφοῖν ἕν τι ἄλλο συνεφθαρμένον καὶ συνηλλοιωμένον, ὡς τὸ μελίκρατον.

καὶ οὐκέτι τι τὸ μὲν ἡγήσεται, τὸ δὲ ὑπηρετήσει, οὐδὲ τὸ μὲν τιμιώτερον, τὸ δὲ ἧττον, οὐδὲ τὸ σῶμα ἕξει ψυχήν, οὐδὲ ἡ ψυχὴ ἔσται ἐν τῷ σώματι.

οὐδὲ γὰρ τὴν ἀρχὴν τὸ μὲν ψυχὴ ἔσται τοῦ ζῴου, τὸ δὲ σῶμα, ἀλλὰ μόνον ζῷον τὸ ἐκ τούτων κρᾶμα καὶ ἕν τι καὶ ὅλον ὅμοιον ἑαυτῷ, ὁποῖον τὸ οἰνόμελι, ὅπερ ἄτοπον.

ἔστι γὰρ τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ὡς τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο.

διὸ καὶ χωρίζεται.

ἔτι εἰ καὶ αἱ ἀρεταὶ σώματα καὶ αἱ τέχναι, πῶς οὐ προσγενόμενα ταῦτά τινι στενοχωρήσει τὸ σῶμα ἢ αὐξήσει;

ἔτι εἰ καθ᾿ ὃ τὸ εἶναί τινί ἐστι τοῦτο, ὅπερ εἶναι λέγεται, τοῦτο εἶδός ἐστι, κατὰ δὲ τὴν ψυχὴν τῷ ζῴῳ τὸ ζῴῳ εἶναί ἐστιν, ἡ ψυχὴ εἶδος.

ὅτι δὲ εἶδος ἡ ψυχή, δῆλον καὶ ἐκ τοῦ μὴ δύνασθαι κατ᾿ ἄλλον τρόπον δεῖξαι τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος.

ἔτι εἰ σῶμα σώματος ᾗ σῶμα οὐδὲν διαφέρει, τῷ δὲ ψυχὴν ἔχειν διαφέρει, οὐκ ἔστιν ἡ ψυχὴ σῶμα.

τὰ γὰρ τῷ γένει τὰ αὐτὰ φύσιν κοινὴν ἔχει.

τὰ φύσιν κοινὴν ἔχοντα ἀδιάφορα κατὰ τὸ κοινόν.

τὰ τῷ γένει ἄρα κοινὰ ἀδιάφορα κατὰ τὸ γένος, γένος δὲ αὐτῶν τὸ σῶμα·

ὥστε τὰ σώματα ἀδιάφορα καθὸ σώματα.

οὐκ ἄρα σῶμα σώματος καθὸ σῶμα διαφέρει.

ὥστε, οἷς διαφέρει τὰ σώματα ἀλλήλων, οὐ σώματα ταῦτα.

τὰ μέντοι ἀσώματα οὐκ ἔστι τῷ γένει τὰ αὐτά.

ὥστε οὐδὲ ἀδιάφορα καθὸ ἀσώματα.

ὁμώνυμον γάρ τὸ ἀσώματον.

ἔστι γὰρ τῶν ἀσωμάτων τὰ μὲν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσότητι, τὰ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις.

εἰ δέ τις λέγοι, ὅτι σῶμα σώματος οὐ διαφέρει μὲν κατὰ τὸ κοινὸν σῶμα, ᾗ δέ τι σῶμα, ἑκάτερον αὐτῶν διαφέρει, ῥητέον, ὅτι τὸ ἑνὶ ἑκάστῳ τῶν σωμάτων εἶναι παρὰ τὰς οἰκείας 146r διαφορὰς καὶ τὰ οἰκεῖα εἴδη, διάφορα ὄντα ἀλλήλων, ἐστίν, ταῦτα δὲ ἀσώματα·

ὥστε οἷς διαφέρουσιν ἀλλήλων τά τινα σώματα, οὐ σώματα.

πρὸς τούτοις εἰ τὸ πνεῦμα ἢ ἐν τῷ πνεύματι ἢ τῷ πυρὶ τῷ ἐν ἡμῖν ἡ ψυχὴ πρώτη, οἵα τε ἔσται καὶ ἐν χωρισθεῖσιν αὐτοῖς εἶναι.

χωριζόμενα γὰρ τοῦ ζῴου διαμένει καὶ πνεῦμα καὶ πῦρ ὄν.

εἰ δὲ τοῦτο, ἔσται καὶ τὸ πνεῦμα καὶ τὸ πῦρ ζῷα.

εἰ δὲ ἀδύνατον τοῦτο, ἀδύνατον καὶ ἐν τούτων τινὶ εἶναι τὴν ψυχήν, ἀλλὰ ἐν τῷ μικτῷ τῷ ἐκ τῶν τεσσάρων, τῷ οὕτως πως μεμιγμένῳ καὶ συγκειμένῳ ὡς τὸ σῶμα τὸ τῶν ζῴων μέμικται.

ἃ δὲ λέγουσιν 1 προσγινόμενα Ka: προσγενόμενα V 7 fort. συνεφθαρμένων καὶ συνηλλοιωμένων 8 τι om. K sed cf. 106,19 adn. 11 τὸ ἐκ V: τι Ka 12 τοῦ Va: τι K 14 προσγινόμενα K 23 καθὸ σῶμα m2, καθὸ σῶμα σώματι m1 V: καθὸ σῶμα Ka 25 τὸ V: τι Ka 29 τὸ V: τῷ Ka 33 αὐτοῖς V ex. Vict.: αὐταῖς Ka 35 τοῦτο Ka: τοῦτον V ἐν τούτων m2, ἐν τούτῳ m1 V: ἐν τούτων Ka 36 οὕτως] ω in lit. V 37 ὡς τὸ m2, ὡς m1 V: ὡς τὸ Ka δεικνύναι πειρώμενοι σῶμα τὴν ψυχήν, οὐκ ἔστιν ὑγιῆ. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστι σῶμα.

τὸ γὰρ ὅμοιον οὐκ ἐπὶ σωμάτων.

καὶ γὰρ ἐν γραμμαῖς καὶ σχήμασιν καὶ ἐπιπέδοις καὶ ἔτι μᾶλλον ἐν χρώμασιν καὶ ποιότησιν τὸ ὅμοιον, ἅπερ οὐ σώματα.

καθόλου δὲ τὸ μὲν σῶμα οὐσία.

οὐσίας δὲ ἴδιον τὸ ταὐτὸν κατ᾿ αὐτὴν λέγεσθαι, οὐ τὸ ὅμοιον, ποιότητος δὲ τὸ ὅμοιον οὔσης ἀσωμάτου, ὥστε κἂν τῶν ἄλλων τι ὅμοιον λέγηται, καθὸ ποιότητος μετέχει, ὅμοιον ῥηθήσεται.

καὶ ψυχὴ οὖν ψυχῇ ὁμοία, οὐχ ᾗ ψυχή.

οὐ γὰρ ᾗ ψυχή, ἀλλ᾿ ᾗ ποιότητός τινος καὶ διαθέσεως κεκοινώνηκεν ὁμοίας.

ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν.

οὔτε γὰρ τὸ ἀσώματον σώματι μὴ συμπάσχειν ἀληθές (συμπάσχει γὰρ τῶν σωμάτων πασχόντων καὶ τὰ ἐν αὐτοῖς ἀσώματα, τὰ μὲν πλεῖστα κατὰ συμβεβηκός, ἤδη δέ τινα καὶ ἁπλῶς, ὡς ἡ ἐπιφάνεια τοῦ θλωμένου σώματος), ἀλλ᾿ οὐδὲ ἡ ψυχὴ τῷ σώματι συμπάσχει ὡς ἄλλη οὖσα καὶ κεχωρισμένη, ὡς οἱ φίλοι λέγονται συμπάσχειν, ἀλλά ἐστι τὸ πάσχον τὸ συναμφότερον, τὸ γὰρ ζῷον, ὂν ἐκ ψυχῆς καὶ σώματος, κατὰ μὲν τὸ σῶμα τεμνόμενον, ἀλγοῦν δὲ κατὰ τὴν ψυχήν·

καὶ ἔστι τὸ ἀλγοῦν τὸ ζῷον, ὥσπερ καὶ τὸ βαδίζον καὶ τὸ ὁρῶν καὶ τὸ ἐπιθυμοῦν καὶ φιλοῦν καὶ μισοῦν, πάθη δὲ τοῦ μὲν σώματός ἐστιν ἴδια, ὥσπερ τὸ θερμαίνεσθαι καὶ τέμνεσθαι, τῆς δὲ ψυχῆς οὐκέτι, διότι σῶμα μὲν καὶ ἄνευ ψυχῆς ὑφίσταται, ψυχὴ δὲ ἄνευ σώματος οὔ. ἐντελέχεια γὰρ καὶ εἶδος τούτου.

οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον.

τὸ γὰρ χωρίζεσθαι διττόν, τὸ μὲν ὑποστάσει, ὅταν ἑκάτερον χωρισθὲν μένῃ, τὸ δὲ τῇ θατέρου φθορᾷ, ὡς τὸ λευκὸν χωρίζεται τοῦ σώματος μέλανος γενομένου.

κατὰ τὸ δεύτερον σημαινόμενον καὶ ἀσώματον σώματος χωρίζεται.

οὕτω καὶ ἡ ψυχὴ τοῦ σώματος.

ἔστι τινὰ καὶ λόγῳ χωριστὰ ἀσώματα σωμάτων, ὡς τῆς ὕλης τὸ εἶδος, ὡς τοῦ τόπου τὸ σῶμα.

οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ᾿ ἀλλήλων, ὅσα ἅπτεται ἀλλήλων.

πάντα γὰρ τὰ συμβεβηκότα χωρίζεσθαι μὲν οἷά τε, οὐ μὴν καὶ ἅπτεται.

ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ ψυχῇ ἔμψυχοι·

οὐδὲ εἰ ἄνευ 1 δεικνύναι V τὴν] ὴν in lit. V οὔτε . . ἀλλὰ καὶ ὁ λόγος ψευδὴς (v. 9)] cf. v. 11 et 14 et p. 12,1 6 ὥστε κἂν] ὥ et ἂν in lit. V 7 ποιότητος] οιο in lit. V 8 ψυχῇ οὖν ψυχὴ Ka 12 ante πασχόντων συμ erasum V πλεῖστα] εῖ in lit. V 13 θλωμένου m1, τεθολωμένου m2 V: τεθολωμένου Ka 14 ἀλλ᾿ οὐδὲ κτλ.] exspectas ἀλλ᾿ οὐδὲ ὡς ἄλλη οὖσα καὶ κεχωρισμένη τῷ σώματι συμπάσχει ἡ ψυχή sed cf. 7,1 οὐ μόνον δὲ παρὰ τοῦ εἴδους τό τε εἶναι κτλ. 16 συναμφότερον m2 αμφότερον m1, sed lit. trium liter. ante α m1 V: συναμφότερον Ka 19 θερμαίνεσθαι Ka: θερένεσθαι V 21 οὔ om. Ka ὑγιὴς VK: ἱγυὴς a 22 χωρίζεσθαι σώματος Ka 24 μένει Ka 25 σώματος om. K κατὰ κτλ.] cf. 122, 14 adn. 26 ἀσώματος Ka 29 ἀπ᾿ om. Ka 30 ἔτι οὐκ ἀληθὲς κτλ.] aut argumentatio (eo, quo respiramus animati sumus. anima autem respirare possumus. spiritus igitur anima) mutilata est, aut, quod magis placet, hoc tantum dixit Alex. „non verum est, nos eo, quo respiramus, animatos esse“ (οὐκ ἀληθὲς τὸ· ᾧ ἀναπνέομεν τούτῳ ἐσμὲν ἔμψυχοι”), in margine autem aliquis inter ἔμπνους et ἔμψυχος distinxit, unde verba ἔμπνοι τῇ δὲ ψυχῇ in textum irrepserunt 31 ἔμπνοι m2, ἔμπνοιοι m1 V: ἔμπνοι Ka τοῦ συμφύτου πνεύματος μὴ δύναιτο τὰ ζῷα εἶναι, διὰ τοῦτο τοῦτό ἐστι ψυχή.

καὶ γὰρ ἄλλα τινά ἐστιν, ὧν οὐχ οἷόν τε χωρὶς τὸ ζῷον εἶναι, ἃ οὐδὲ αὐτοὶ ψυχὴν λέγουσιν.

οὐδὲ γὰρ αἵματος χωρὶς τὰ ἔναιμα οὐδὲ ὑγρότητος ὅλως.

Ὅτι πλείους αἱ τῆς ψυχῆς δυνάμεις καὶ οὐ μία.

Ὅτι μὴ μία ἡ τῆς ψυχῆς δύναμις, ὡς τὴν αὐτήν πως ἔχουσαν ποτὲ μὲν διανοεῖσθαι, ποτὲ δὲ ὀργίζεσθαι, ποτὲ δ᾿ ἐπιθυμεῖν παρὰ μέρος, δεικτέον ἔκ τε τῆς διαμάχης τῶν παθῶν πρὸς τὸν λόγον τῆς ἐπὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς.

οὐ γὰρ τοῦ αὐτοῦ ἐν τούτοις καὶ ἡ νίκη καὶ ἡ ἧττα.

ἔπειτα εἰ τὸ μὲν χεῖρον, τὸ δὲ βέλτιον τῆς ψυχῆς, εὔλογον ἄλλο ἑκάτερον αὐτῶν εἶναι, ἔπειτα χωριζομένας τὰς δυνάμεις, καὶ οὐ πάσας ἐν πᾶσιν.

ὅτι γὰρ τὸ φυτικὸν ψυχή ἐστι καὶ ψυχῆς μέρος καὶ δύναμις, οὗ μόρια τὸ θρεπτικὸν καὶ τὸ αὐξητικὸν καὶ γεννητικόν, ἀλλὰ οὐχ, ὥς τινές φασιν, φύσις, δείξομε ἔκ τε τοῦ μὴ πάντα τὰ φύσιν ἔχοντα καὶ κατὰ φύσιν ὄντα ἔχειν τὰς δυνάμεις ταύτας.

τά τε γὰρ ἁπλᾶ σώματα φύσει μέν ἐστι καὶ ἔχει φύσιν, οὔτε δὲ τρέφεται δι᾿ αὑτῶν οὔτε αὔξεται οὔτε γεννᾷ.

ἔτι εἰ τὸ τρέφειν καὶ τὸ αὔξειν καὶ γεννᾶν φύσεως, οὐ ψυχῆς, τὸ δ᾿ αἰσθάνεσθαι ψυχῆς, ἢ ῥητέον μηδὲ ζῆν ἡμᾶς, ὅταν μὴ αἰσθανώμεθα, ἢ δύο ζωὰς ἐν ἡμῖν ὑπάρχειν, ὅπερ ἄτοπον.

ἔτι εἰ τὸ ζῆν ψυχῆς παρουσίᾳ, ζῇ δὲ καὶ τὰ τὴν φυτικὴν δύναμιν ἔχοντα μόνην, ἡ φυτικὴ δύναμις ψυχὴ ἂν εἴη.

ζωὴ γάρ ἐστιν ἡ δι᾿ αὑτοῦ τροφή τε καὶ αὔξησις.

ἔτι εἰ τὸ φύσει χρῆσθαι ζῆν ἐστιν, τὰ ἁπλᾶ στοιχεῖα κατὰ φύσιν κινούμενα ζῴη ἂν.

ἔτι εἰ τὰ ψυχῇ μὲν χρώμενα ζῇ, τὰ δὲ φύσει χρώμενα οὐ ζῇ, ἡ φύσις οὐ ψυχή.

ἔτι εἰ τὰ μὲν ψυχῇ χρώμενα ζῇ, τὰ δὲ τὸ φυτικὸν ἔχοντα καὶ θρεπτικὸν ζῇ, ψυχὴ τὸ θρεπτικὸν καὶ φυτικόν.

ἔτι εἰ τὸ γεννητικὸν μόριον ψυχικόν φασιν, τοῦτο δὲ ὑπὸ τὸ φυτικόν, εἴη ἂν καὶ τὸ φυτικὸν πᾶν ψυχικόν.

χρήσιμος δὲ ἡ τούτου δεῖξις μάλιστα πρὸς ἀπόδειξιν τοῦ ὅτι οὐκ εἰσὶν αἱ ψυχικαὶ διαφοραί, περὶ ἃ τῇ ψυχῇ ἡ ἐνέργεια, ἀλλ᾿ ὅτι αὐταὶ αἱ δυνάμεις τῆς ψυχῆς διαφέρουσιν ἀλλήλων, καὶ οὐχ οἷόν τε τῇ αὐτῇ δυνάμει, οἷον τῇ αἰσθητικῇ νοῆσαι ἢ τῇ νοητικῇ αἰσθάνεσθαι.

εἰ γὰρ καὶ τὸ φυτικὸν ψυχικόν, ἀδύνατον δὲ τῇ αὐτῇ δυνάμει ἅμα πλέονα καὶ διάφορα ἐνεργεῖν, ἀεὶ δὲ ἐνεργεῖ ἐπὶ τῶν ζώντων τὸ θρεπτικόν, ἤτοι οὐδεμίαν ἄλλην ἐνέργειαν 146v ἐνεργήσομεν κατὰ ψυχήν, εἰ μία ἡ ψυχικὴ δύναμις, ἢ εἰ καὶ ἄλλας ἐνεργοῦμεν, οἷον αἰσθανόμεθα κατὰ τὸ αὐτὸ καὶ τρεφόμεθα, οὐ μία ἡ ψυχικὴ δύναμις, οὐδέ πως ἔχον τὸ ἡγεμονικὸν περὶ ἕκαστα ἐνεργεῖ.

οὐδὲ γὰρ αἱ τέχναι τῇ τῶν ὀργάνων ἑτερότητι τὴν διαφορὰν ἔχουσιν οὐδὲ τῷ περὶ ἃ καὶ ὧν εἰσιν, ἀλλ᾿ ἔστιν ἡ διαφορὰ αὐταῖς κατὰ τὰς οἰκείας δυνάμεις πρότερον.

ἔτι πλείοσιν αἰσθήσεσιν αἰσθανόμεθα ἅμα.

ἔτι εἰ πρᾶξίς ἐστιν 8 cf. 27, 7 11 τὰ a 14 cf. 105,8 18 αἰσθανόμεθα Va 20 φυτικὴ V: φυτικὴν a 21 τε om. a 22 ζώη Va 25 ψυχικόν V: ψυχὴν a 27 οὐκ εἰσὶν κτλ.] differentiae non [in eis rebus positae sumt], de quibus anima agit, sed cf. v. οὐδὲ τῷ περὶ ἃ 28 αὐταὶ scripsi: αὗται Va 31 πλείονα a 34 θρεφόμεθα a 37 ἀλλ᾿ ἔστιν] λ ἔστιν in lit. V ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ λαλεῖν, τὸ βαδίζειν, τὸ ταῖς χερσί τι ἐνεργεῖν, οὐκ ἂν εἴη τὸ θεωρεῖν πράσσειν οὐδὲ τὸ νοεῖν, ὥστε οὐδὲ τὸ κριτικὸν πρακτικόν.

ἔτι εἰ τοῦ αἰσθητικοῦ τὸ τέλος θεωρητικόν (κριτικὸν γάρ), διὰ σώματος μέντοι (διὸ καὶ μετὰ πάθους), τοῦ δὲ ὁρμητικοῦ τὸ τέλος πρακτικὸν καὶ αἱ πράξεις, διαφέροι ἂν ταῦτα καὶ τῷ τέλει.

καὶ τῷ μὴ ἀντακολουθεῖν δὲ μηδὲ ἅμα ἄμφω παραγίνεσθαι καὶ τῷ ἡγεῖσθαι τὸ αἰσθητικὸν καὶ τῷ μὴ ἀεὶ τῇ αἰσθήσει ἕπεσθαι τὴν ὁρμήν, καὶ τῷ ἀεὶ τὴν ὁρμήν, ὅτε ἂν γένηται, μετὰ αἴσθησιν γίνεσθαι.

ἔστι δὲ τοῦ ὀρεκτικοῦ καὶ τοῦ ὁρμητικοῦ τό τε ἐπιθυμεῖν καὶ τὸ θυμοῦσθαι καὶ τὸ βούλεσθαι.

ἔτι καὶ τὸ λογικὸν κριτικόν, καὶ ὡς ἡγούμενόν γε.

τοῦ γὰρ κριτικοῦ ἡγεῖται μὲν τὸ λογικόν, ὃ καὶ νοητικὸν καλοῦμεν.

ἕπεται δὲ καὶ ὑποτέτακται τὸ αἰσθητικόν, οὗ καὶ τὸ φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ μνημονεύειν.

ὅτι δὲ καὶ ἡ κοινὴ αἴσθησις ἄλλη παρὰ τὰς καθέκαστα, δῆλον ἐκ τοῦ τὸ ὁρᾶν αἰσθητὸν μὲν εἶναι, μὴ ὁρατὸν δέ.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔτι δὲ ὁ θεωρητικὸς νοῦς οὐκ ἔστι περὶ τὰ πρακτικά, οὐδὲ περὶ τὰ αἱρετὰ καὶ φευκτά.

ἔτι τὸ ἐφ᾿ ἡμῖν ἐν τῷ πράττειν καὶ ἐν προαιρέσει, οὔτε δὲ ἐν τῷ ὁρμᾶν οὔτε ἐν τῷ συγκατατίθεσθαι οὔτε ἐν τῷ φαντασιοῦσθαι οὔτε ἐν τῷ αἰσθάνεσθαι.

ἀλλ᾿ οὐδὲ ἐν τῷ φυτικῷ.

ἔτι κατὰ τὸ ὀρεκτικὸν ὑπὸ ψυχῆς κινούμεθα, οὐ κατὰ ἄλλην τινὰ δύναμιν, ὥστε ἄλλη αὕτη ἐκείνων.

Ὅτι οὐκ ἐν ὑποκειμένῳ ἡ ψυχή.

Λέγει μὲν καὶ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις, μηδεμίαν οὐσίαν ἐν τῷ ὑποκειμένῳ εἶναι.

ὥστε, εἰ ἡ ψυχὴ οὐσία, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ.

ἀλλὰ ἐπεὶ πρὸς τοῦτο δύναται λέγεσθαι, ὡς περὶ τῶν οὐσιῶν εἰρηκότος αὐ τοῦ τούτων ὧν ἐμνημόνευσεν ἐν ταῖς Κατηγορίαις (αὗται δέ εἰσιν ἥ τε ἄτομος καὶ τὸ εἶδος καὶ τὸ γένος), οὐκέτι δὲ περὶ τῆς ὕλης καὶ τῆς κατὰ τὸ εἶδος οὐσίας εἴρηκεν (τῇ γὰρ οὐσίᾳ εἴρηκεν ἐκεῖ μηδὲν ἐναντίον εἶναι, καίτοι λέγων τῷ εἴδει τῷ φυσικῷ οὐσίᾳ ὄντι τὴν στέρησιν ἐναντίαν, ἀλλὰ ἐκείνων γε τῶν οὐσιῶν οὐδεμιᾷ ἐναντίον οὐδὲν ἦν), φέρε οὖν αὐτὸ καθ᾿ αὑτὸ ἐπισκεψώμεθα, εἰ οἷόν τέ ἐστιν, ἐν ὑποκειμένῳ εἶναι τὴν ψυχὴν τῷ σώματι, ἢ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ.

μήποτε οὖν ἄλλος τις τρόπος τοῦ ἔν τινι παρὰ τὸ ἐν ὑποκειμένῳ ἐστὶν ὁ τοῦ ὡς εἶδος ἐν ὕλῃ.

οὐ γὰρ οἷόν τε τὸ εἶδος ἐν ὕλῃ ὡς ἐν ὑποκειμένῳ εἶναι, εἴ γε τὸ ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὃν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν (δεῖ γὰρ τὸ ὑποκείμενον τῷ ἐν ὑποκειμένῳ ὄντι τόδε τι εἶναι), οὐδὲν δὲ 10 τὸ ante βούλεσθαι om. a 17 ὁρμᾶν V: ὁρᾶν a 21 Cf. Alexandri quaest. Mat. 1,8 et 1,17 22 καὶ ὁ Ka ἐν ταῖς Κατηγορίαις] Ar. Cat. 5,3a7 23 τῷ om. K ὡς ἐν K 25 ὧν om. Ka ἥ τε V: εἴ γε Ka 26 οὐκέτι δὲ] de anacolutho cf. p. 122,14 27 εἴρηκεν ἐκεῖ] Ar. Cat. 5. 3b24 28 καίτοι λέγων] saepius cf. lnd. Ar. 700a20 sq. 29 oοὖν om. Ka 31 τις τρόπος V: τις τόπος K: τι τόπος a 35 parenthesin posuit Usenerus τι εἶναι οὐδὲυ δὲ (πι supra versum ναι ου in marg. δὲν δὲ in lit. m1 sive vet. corr.) VKa οὐδὲν δὲ κτλ.] „neque quidquam, si referatur (πρὸς τὸ) ad actualem existentiam definitae qualitatis, etiam extra id, in quo inesse dicitur, separatim forma [corr. εἶδος] est.“ Usenerus πρὸς τὸ εἶναι ἐνεργείᾳ τόδε τι καὶ τοῦ ἐν ᾧ λέγεται εἶναι χωρὶς εἴδους.

διὰ τοῦτο γοῦν οὐδὲ ἡ ὕλη αὐτὴ καθ᾿ αὑτὴν ὑπόστασιν ἔχειν δύναται, ὅτι μηδέπω τὸ εἶδός ἐστιν ἐν αὐτῇ.

ἕκαστον γὰρ τῶν ὄντων μετὰ εἴδους ἐστὶ τόδε τι.

κατὰ γὰρ τὸ εἶδος πᾶν ἐστι τοῦτο ὃ λέγεται.

ὥστε οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ φυσικὸν εἶδος.

τὸ μὲν γὰρ κατὰ τέχνην γινόμενον εἶδος ἐν ὑποκειμένῳ ἐστὶ τῷ τόδε τι εἶναι καὶ εἶδος ἔχειν τὸ ὑποκείμενον, ὡς ὁ τεχνίτης τὸ τεχνικὸν εἶδος ἐμποιεῖ τε καὶ περιτίθησιν.

οὐκέτι δὲ τὸ φυσικὸν εἶδος οἷόν τε οὕτως εἶναι ἐν τῇ ὕλῃ λέγειν.

οὐ γὰρ τόδε τι οὐδὲ ἐνεργείᾳ ὑποκείμενον ἡ ὕλη καθ᾿ αὑτήν.

εἰ οὖν τὸ μὲν φυσικὸν εἶδος οὐκ ἐν ὑποκειμένῳ, καὶ ἡ ψυχὴ δὲ φυσικὸν εἶδος, οὐκ ἂν οὐδὲ ἡ ψυχὴ ἐν ὑποκειμένῳ εἴη.

οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν σώματι ἁπλῶς γινομένη, ἐπεὶ κἂν ἐν παντὶ σώματι ἐγίνετο, ὥστε καὶ ἐν τοῖς ἁπλοῖς, πυρί, ἀέρι, ὕδατι, γῇ·

τοῦτο δὲ ἀδύνατον.

ἀλλ᾿ ἔστιν ὑποκείμενον αὐτῷ καὶ ὕλη τὸ ὀργανικὸν σῶμα, ὃ οὔτε πρὸ τοῦ τὴν ψυχὴν ἔχειν οἷόν τε ὀργανικὸν εἶναι, οὔτε ἀποβαλὸν τὴν ψυχὴν ὀργανικὸν ἔτι.

οὐδὲν γὰρ ἄψυχον σῶμα ὀργανικόν.

οὐκ ἄρα ἔστι λαβεῖν διὰ τοῦτο ἐν ᾧ ἐστιν ἡ ψυχή.

σὺν γὰρ ταύτῃ ὂν ὀργανικόν, ὡς ὁ μόλιβδος σὺν τῇ βαρύτητι.

ἀλλ᾿ οὔτε τὸ πῦρ ἐν τῷ ἄνθρακι ὡς ἐν ὑποκειμένῳ.

τὸ μὲν γὰρ πρώτως καὶ κυρίως πῦρ λεγόμενον οὐκ ἔστιν ἐν τῷ ἄνθρακι οὐδὲ ἐν ξύλῳ ἢ ἄλλῃ τινὶ τοιαύτῃ ὕλῃ (καθ᾿ αὑτὸ γὰρ ἡ ὑπόστασις ἐκείνῳ, ὥσπερ ἀέρι τε καὶ γῇ καὶ ὕδατι), τὸ δὲ διακονικὸν πῦρ τὸ τῆς παῤ ἡμῖν ὕλης δεόμενον οὐδὲ αὐτὸ ἐν ὑποκειμένοις τοῖς ξύλοις ἐστὶν ἢ τῷ ἄνθρακι, ἀλλ᾿ ἔστιν τούτων ἕκαστον ὕλη τῷ πυρί.

ὅτε γὰρ πῦρ γέγονεν, οὐκ ἄνθραξ ἐστὶν ἔτι οὐδὲ ξύλον, ἀλλὰ ἐνεργείᾳ μὲν πῦρ ἐστιν τότε, δυνάμει δὲ ἄνθραξ, ὡς, εἴ γε ἦν τότε ἄνθραξ, ἦν ἂν ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ.

ὅτι δὲ οὐκ ἔστιν ἄνθραξ, δῆλον ἐκ τοῦ μὴ ἔχειν αὐτὸ τὰ τοῦ ἄνθρακος ἴδια.

τὸ δὲ ἔχον ἐν ὑποκειμένῳ τι τὴν οἰκείαν φυλάσσον οὐσίαν ἔχει τοῦτο.

ὡς γὰρ ὁ ἀὴρ ἐξ ὕδατος μεταβάλλων δυνάμει μὲν ὕδωρ ἐστίν, ἐνεργείᾳ δὲ οὔ (διὰ τοῦτο οὐδ᾿ ἐν ὑποκειμένῳ τῷ ὕδατι ὁ ἀήρ), οὕτως οὐδὲ ὁ ἄνθραξ πῦρ γενόμενος ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ ἕξει μηκέτ᾿ ἄνθραξ μένων.

οὔτε γὰρ ἐν τούτῳ ἐν ὑποκειμένῳ ἔσται, ὃ ἐν τῷ νῦν τὸ εἶναι ἔχει, οὐδὲ ἐν ἐκείνῳ ὃ πρὸ τοῦ 147r μὲν ἦν ἄνθραξ, νῦν δὲ τοῦ πυρὸς ἐν αὐτῷ γενομένου μηκέτι ἐστίν, ἀλλὰ ἔφθαρται.

σημειωτέον ὅτι Ἀριστοτέλης τὴν φύσιν εἶδος οὖσαν ἐν 6 τὸ om. K 7 ὡς] fortasse ᾧ 16 σὺν γὰρ ταύτῃ ὂν ὀργανικόν] cf. 5,10, nisi exciderunt quaedam post βαρύτητι 17 οὔτε] fortasse οὐδὲ, sed cf. v. 31 adn. 18 ἐν om. Ka 19 τῷ ξύλῳ K 22 ξύλοις m1 in marg. ὑλικοῖς in text. V: ὑλικοῖς Ka 24 τότε om. Ka ἄνθραξ] ἄν in lit. V 26 τι Ka: τινὶ V 31 νῦν (πρ vet. corr. supra lin.) V: πῦρ Ka: fortasse πυρὶ; ἐν τούτῳ enim (v. 30) cum ad carbonem referri debeat, sequitur ut ἐν ἐκείνῳ (v. 31) dictum sit de igni. sensus autem est: aeque in carbone ὡς ἐν ὑποκειμένῳ esse id, cuius natura in igni posita est (ὃ ἐν τῷ πυρὶ τὸ εἶναι ἔχει cf. τὸ δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει 88, 15) neque in igni esse ὡς ἐν ὑκομειμένῳ carbonem. carbonem autem ita circumscribit: id quod antea carbo erat, nunc vero, ubi ignis in eo exstitit, carbo esse desiit et interiit quae cum ita sint, poterit aliquis conicere v. 17 excidisse post οὔτε τὸ πῦρ ἐν τῷ ἄνθρακι: οὔθ᾿ ὁ ἄνθραξ ἐν τῷ πυρί 33 σημειωτέον] cf. 122,14 adn. ὁ ἀριστοτέλης K ὑποκειμένῳ λέγει εἶναι ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως.

ὑποκείμενον γάρ τι καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἡ φύσις ἀεί. λέγει δὲ καὶ ἀρχόμενος τοῦ δευτέρου Περὶ ψυχῆς·

οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου τὸ σῶμα᾿, καθ᾿ ὑποκειμένου μὲν λέγων τὸ ἐν ὑποκειμένῳ.

λέγων δὲ τὸ μὲν σῶμα μὴ εἶναι τοιοῦτον, τὴν δὲ ψυχήν, ἢ δύναται καθ᾿ ὑποκειμένου οὐ τὸ ἐν ὑποκειμένῳ λέγειν νῦν, ἀλλ᾿ ὃ δεῖται πρὸς τὸ εἶναι ὑποκειμένου τινός.

οὕτως δὲ ἔχει καὶ τὸ εἶδος τὸ ἐν τῇ ὕλῃ.

ὅτι δὲ τὸ εἶδος οὕτως, ἐντεῦθεν ἄν τις ἐπιδείξαι.

εἰ τὸ εἶδος σῶμα, ἤτοι χωρὶς εἴδους ἔσται αὐτό, ἢ εἶδος ἕξει τὸ σῶμα τοῦτο.

εἰ μὲν οὖν χωρὶς εἴδους, ὕλη ἔσται τὸ εἶδος.

εἰ δὲ εἶδος ἕξει τὸ εἶδος, ἐκεῖνο ἤτοι καὶ αὐτὸ σῶμα ἔσται, καὶ ὁ αὐτὸς πάλιν ἐπ᾿ ἐκείνου λόγος, ἤ, εἰ ἀσώματον, ἔσται καὶ τὸ πρῶτον εἰλημμένον εἶδος ἀσώματον.

ἔτι, εἰ τὸ εἶδος ἐκεῖνο, ὃ ἦν σῶμα, εἶδος ἕξει, τὸ εἶδος ἐκεῖνο, καθ᾿ ὃ τὸ σωματικὸν εἶδος ψυχή, ἢ ἀσώματον ἢ σῶμα ἔσται.

εἰ ἀσώματον, τὸ δὲ ψυχῇ εἶναι κατὰ τὸ εἶδος εἶχεν τὸ σῶμα, ἔσται ἀσώματος ἡ ψυχή.

εἰ δὲ καὶ τοῦτο σῶμα, ἐπ᾿ ἄπειρον ὁ λόγος προελεύσεται.

διὰ τί δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα οὐσία;

ἢ πάντων τῶν φυσικῶν οὐσιῶν ἅτινα κυρίως οὐσίαι.

καὶ γὰρ τὰ τεχνητὰ οὐσίαι οὐ καθὸ τεχνητά, ἀλλὰ καθὸ ὑπόκειται αὐτοῖς φυσικὰ σώματα·

τῶν δὴ φύσει ὄντων τὰ εἴδη καὶ αἱ ἐντελέχειαι οὐσίαι, καθά ἐστιν ἕκαστον αὐτῶν τόδε τι, οἷον γῆ, πῦρ.

καὶ τὸ ζῷον δὲ φυσικὴ οὐσία καὶ ἔστιν εἶδος αὐτοῦ καὶ ἐντελέχεια, καθὸ ζῷον, ἡ ψυχή.

οὐσία ἄρα καὶ αὕτη.

ἐξ οὐσιῶν γὰρ αἱ οὐσίαι.

ἐκ γὰρ μὴ οὐσιῶν οὐκ ἂν οὐσία γένοιτο.

ὥστε ἐπεὶ ἐξ ὕλης καὶ εἴδους αἱ φυσικαὶ οὐσίαι, ἡ ὕλη καὶ τὸ εἶδος οὐσίαι.

ἔτι ἐξ ὕλης καὶ εἴδους φυσικῶν ἡ φυσικὴ οὐσία.

ἐξ ὧν δὲ ἡ φυσικὴ οὐσία σύγκειται, οὐσίαι ταῦτα.

τὸ εἶδος ἄρα καὶ ἡ ὕλη φυσικαὶ οὐσίαι.

ἔτι εἰ οὐσίας ἴδιον τὸ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν, δεκτικὴ δὲ καὶ ἡ ψυχὴ τῶν ἐναντίων παρὰ μέρος (κακίας γὰρ καὶ ἀρετῆς), εἴη ἂν οὐσία.

πῶς οὖν ἐκ μὲν μὴ οὐσιῶν ἀδύνατον οὐσίαν γενέσθαι, ἐκ δὲ ἀσωμάτων σῶμα γίνεται;

οὔτε γὰρ ἡ ὕλη σῶμα, οὔτε τὸ εἶδος, ἐκ τούτων τὸ σῶμα.

ἢ εἰ μὲν ἐγίνετο σῶμα, ἔδει αὐτὸ ἐκ μὴ σώματος γενέσθαι, πᾶν γὰρ τὸ γινόμενον ἐκ τοῦ ἀντικειμένου αὐτῷ γίνεται.

ὁμοίως καί, εἰ οὐσίας ἦν γένεσις ἁπλῶς, ἐκ μὴ οὐσίας ἂν ἐγίνετο.

ἐπεὶ δὲ οὐδὲν τούτων ἁπλῶς γίνεται, οὐδὲ ἡ ὕλη ποτὲ αὐτὴ καθ᾿ αὑτὴν οὐδὲ τὸ εἶδος ὄντα ἰδίᾳ συνελθόντα σῶμα ποιεῖ, ἀλλὰ ἐπινοίᾳ μὲν ταῦτα χωρίζεται, ἀεὶ δέ ἐστιν ἡ ὕλη ἐν εἴδει τινί, καὶ οὐδέποτέ ἐστιν, ὅτε χωρὶς εἴδους ἐστίν, ἡ δὲ γένεσις τοῖς γινομένοις οὐκ ἐξ ὕλης ἁπλῶς καὶ εἴδους, ἀλλὰ ἐκ τοῦδε τοῦ 1 ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως] Ar. ausc. phys. 2,1 192b34 2 ἀρχόμενος τοῦ δευτέρου περὶ Ψυχῆς] de an. 2,1 412a18 τοῦ περὶ ψυχῆς δευτέρου Ka 4 μὲν om. Ka 5 τὴν δὲ ψυχήν V: δῆλον ὅτι τὴν ψυχὴν εἶναί φησιν Ka 6 λέγει Ka 7 εἶδος] εἶ in lit. V τὸ ante ἐν om. Ka 14 ψυχῇ scripsi: ψυχὴ V: ψυχὴς Ka 16 fortasse πάντων τῶν φυσικῶν ⟨γένεσις ἐξ⟩ οὐσιῶν. ita concludit: partes, quibus formantur verae substantiae physicae, substantiae sunt. animal autem substantia physica et anima pars animalis. anima igitur substantia physica 17—19 καὶ γὰρ τὰ τεχνητὰ—αἱ ἐντελέχειαι οὐσίαι om. Ka 21 αἱ om. Ka 22 οὐσίᾳ a 27 μὴ] οὖν Ka 28 ἀσωμάτων V: σωμάτων Ka ἐκ τούτων V: ἐξ ὧν Ka cf. 122, 14 adn. σώματος εἰς τόδε κατὰ τὴν τοῦ εἴδους ὑπαλλαγὴν γίνεται, ὥστε ἐκ τοῦ τινος σώματός τι σῶμα γίνεται, οὐχ ἁπλῶς σῶμα ἐκ σώματος.

ἐγίνετο δ᾿ ἂν σῶμα ἀπλῶς, εἴ ποτε ἐνεργείᾳ κεχωρισμένον τὸ εἶδος καὶ ἡ ὕλη συνῄεσαν, καὶ οὕτως ἐκ μὴ σωμάτων.

πῶς οὖν τὰ μὲν μέρη τῆς οὐσίας οὐσίαν λέγομεν, καὶ διὰ τοῦτο τὸ εἶδος καὶ τὴν ὕλην οὐσίαν φαμέν, τὰ δὲ μέρη τοῦ σώματος οὐκέτι σώματα, εἴ γε καὶ ταῦτα μέρη σώματος, τὸ εἶδος καὶ ἡ ὕλη;

ἢ οὐκ ἔστι τὸ εἶδος καὶ ἡ ὕλη ὡς σώματος μέρη.

σώματος μὲν γὰρ μέρη τὰ συμπληρωτικὰ τοῦ σώματος, ταῦτα δὲ οὐ συμπληροῖ τὸ σῶμα.

ὡς δὲ οὐσίας ἐστὶ μέρη·

διὰ ταῦτα, οὗ μέν ἐστι μέρη, τῆς αὐτῆς φύσεως ἐστὶν ἐκείνῳ, οὗ δὲ μή ἐστι μέρη, οὐκ ἔστι ταὐτὰ τούτῳ.

ὅτι δὲ ὡς οὐσίας ἐστὶ μέρη, δῆλον ἐκ τοῦ τὴν οὐσίαν τὴν συναμφότερον καὶ καθὸ ὑπόκειται οὐσίαν λέγεσθαι καὶ καθὸ τόδε τί ἐστι τὸ εἶδος.

ἡ γὰρ οὐσία ὑποκείμενον·

οὐδὲν δὲ οἷόν τε ὑποκεῖσθαι μὴ τόδε τι ὃν.

εἴη ἂν πρὸς τὸ ὑποκείμενον·

εἶναι ἡ οὐσία βοηθουμένη ὑπὸ τοῦ εἴδους.

ὥστε παρ᾿ ὧν ἔχει τὸ ὑποκεῖσθαι ἡ οὐσία καθό ἐστιν οὐσία, οὐσία ταῦτα.

Ὅτι αἱ ποιότητες οὐ σώματα.

Εἰ ἡ ποιότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν οὐσία, ἡ ποιότης οὐσία.

ἢ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως, οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν, καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία.

ἡ ποιότης οὐκ οὐσία, ἑτέρας γὰρ φύσεως.

τοῦτο δὲ τῇ ἐπαγωγῇ πιστωτέον·

πάσης γὰρ οὐσίας ἑτέρα ἡ περὶ αὐτὴν ποιότης.

ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

ἡ ποιότης οὖν ἕτερον οὐσίας, τὸ ἕτερον οὐσίας οὐκ οὐσία, ἡ ποιότης ἄρα οὐκ οὐσία.

ἀλλὰ εἰ πᾶν σῶμα οὐσία, ἡ δὲ ποιότης οὐκ οὐσία, οὐκ ἄρα ἡ ποιότης σῶμα.

ἔτι εἰ ἡ λευκότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν ἁπτόν, ἡ λευκότης ἄρα ἁπτή.

ἀλλὰ μὴν οὐχ ἁπτή.

οὐκ ἄρα σῶμα.

εἰ γὰρ ἁπτὴ ἡ λευκότης.

πάσχοι ἂν ἡ ἁφὴ ὑπ᾿ αὐτῆς.

ἀλλὰ μὴν οὐ πάσχει.

οὐκ ἄρα ἁπτή.

ἔτι ἡ ἀφὴ ὑπὸ τῶν ἐναντίων ἐναντίως διατίθεται καὶ πάσχει, σκληροῦ, μαλακοῦ, θερμοῦ, ψυχροῦ.

ὥστε καὶ ὑπὸ λευκότητος καὶ μελανίας, ὅ ἐστιν ἐναντίον τῷ λευκῷ, ὑπεναντίως πάσχοι ἂν καὶ γλυκύτητος καὶ πικρότητος.

ἀλλὰ μὴν οὐ πάσχει ἐναντίως.

οὐκ ἄρα ἡ λευκότης ἀπτή.

ἔτι πᾶν σῶμα φυσικὸν κινοῦν ᾗ σῶμα τοπικῶς 2 οὐχ ἀπλῶς] incipit apodosis 3 ὕλης Ka κεχωρισμένον scripsi: κεχωρισμένου Va 4 μὲν om. Ka 4. 5 fortasse οὐσίας οὐσίας 5 τὴν ὕλην καὶ τὸ εἶδος Ka 12 τὸ εἶδος insiticium videtur 14 ἂν V: ἂν οὖν Ka cf. ind. s. v. asyndeton quae est hypomnematica in hoc libro scribendi ratio, permulta dissoluti sermonis exempla nolui mutare 20 ἡ ποιότης οὐκ οὐσία] cf. quae dixi ad v. 14, quae nisi obstarent, confidentius totum enuntiatum ita conformarem: ἢ ⟨εἰ⟩ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως (οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν), καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία, ἡ ποιότης οὐκ οὐσία 22 ἀλλὰ μὴν τὸ πρῶτον, τὸ κτλ.] cf. nd. 28 ἐναντίων ἐναναντίως (sic) V: ἐναντίως K: ἐναντίως ἐναντίως a 30 μελανίας V K: μελανείας a 32 ἁπτή Ka: (sic) ἁπτή V κινεῖ καὶ σωματικῶς, τουτέστιν ἁπτόμενον (ἢ γὰρ ὠθοῦν, ἢ ῥιπτοῦν, ἢ ἕλκον, ἤ θλῖβον, ἢ δινοῦν, ἢ ὀχοῦν καὶ φέρον, ἢ εἴ τις ἄλλος τρόπος σωματικῆς κινήσεως), ποιότης δὲ οὐδεμία τοπικῶς κινεῖ καθ᾿ ἑαυτήν.

οὐκ ἄρα σῶμα ἡ ποιότης.

ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ποιότητα ἔχει ἢ οἶόν τε δέξασθαι ποιότητα, καὶ ἡ ποιότης ἢ ποιότητα ἔχοι ἂν ἢ αἵα 147v τε εἴη δέξασθαι ποιότητα, ὅπερ ἄτοπον.

οὐκ ἄρα σῶμα ἡ ποιότης.

εἰ γὰρ δέχοιτο, ἐπ᾿ ἄπειρον ἡ πρόοδος.

ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἐνεργείᾳ ὃν ποιότητα ἔχει (ἡ γὰρ ὕλη δυνάμει σῶμα), ἕξει καὶ ἡ ποιότης ποιότητα, ὅπερ ἄτοπον.

ἔτι, ἣν ἔχει ποιότητα, ἢ σῶμα ἢ οὐ σῶμα.

εἰ μὲν οὖν οὐ σῶμα, οὐκέτι ποιότης σῶμα καὶ τίς ἡ ἀποκλήρωσις τοῦ τὴν μὲν πρὸ αὐτῆς ποιότητα σῶμα εἶναι, ταύτην δὲ μή;

εἰ δὲ καὶ αὐτὴ σῶμα, ἕξει καὶ αὕτη ποιότητα, καὶ τοῦτο ἐπ᾿ ἄπειρον.

ἔτι πολλὰ ἂν εἴη σώματα ἐν τῷ αὐτῷ.

τοῦτο δ᾿ ὅτι ἀδύνατον ἐν ἄλλοις ἐδείξαμεν.

ἔτι, εἰ αἱ ποιότητες σώματα, πῶς τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ ἀπουσίᾳ οὐκ αὔξεται καὶ μειοῦται τὰ σώματα;

εἰ δὲ λέγοιεν διὰ τὸ ἄλλας παραγίνεσθαι ἄλλων ἀπιουσῶν, ἄξιον ἀπορῆσαι, πῶς ἴσαι πᾶσαι αἱ παραγινόμεναι ταῖς ἀπιούσαις.

ἔτι πόθεν ἔρχονται αἱ ἐρχόμεναι, ἢ ποῦ ἀπίασιν αἱ χωριζόμεναι;

δεῖ γὰρ τόπον αὐτῶν εἶναι, εἰ σώματα.

ἔτι ἐπὶ τῶν ὀσμὴν ἐχόντων πῶς συνεχῶς τῆς ὀσμῆς ἀπιούσης τὸ ἔχον αὐτήν, ἀφ᾿ οὗ ἄπεισιν, οὐ μειοῦται;

οὐ γὰρ δὴ καὶ τότε ἀντείσεισιν ἄλλη ἔτι ⟨εἰ⟩ προσλαμβάνει τινὰ σώματα ποιότητας χωρὶς τοῦ ἀποβάλλειν ὧν ἔχουσίν τινας, ὡς ὁ ἀὴρ ὁ μὴ ἔχων ὀσμήν, τῶν ὀδωδότων τινὸς παρακομισθέντος δίοσμος γίνεται, καὶ ὁ ἀρετὴν ἢ κακίαν ἀναλαβών, μὴ πρότερον ὢν ἐν κακίᾳ, πῶς οὖν οὐκ αὔξονται;

ἔτι εἰ ἡ ποιότης σῶμα, ἡ ἐν τῷ μήλῳ ἡ κατὰ τὴν ὀσμὴν ποιότης δῆλον ὡς δι᾿ ὅλου διήκει τοῦ σώματος τοῦ μήλου καὶ ἴσον αὐτῷ κατέχει τόπον.

ἀλλὰ μὴν μετακομισθέντος τοῦ μήλου καὶ ὁ πέριξ ἀὴρ εὐωδίας ἀνεπλήσθη πολλαπλάσιος ὤν, ὥστε καὶ διὰ τούτου ἡ αὐτὴ ποιότης διῆλθεν καὶ ἴσον αὐτῷ κατέσχεν τόπον, κἂν πάλιν μετακομισθῇ τὸ μῆλον πάλιν ἄλλον ἀέρα ἀναπλήσει.

πῶς οὖν τὸ ἴσον σῶμα μένον καὶ διῆκον καὶ διὰ τοῦ μήλου ἐκεῖνόν τε μένει κατέχον τὸν τόπον σὺν τῷ μήλῳ καὶ ἅμα πολλαπλάσιον ἄλλον καὶ ἄλλοτε ἄλλον;

οὔτε γὰρ ἡ αὐτὴ εὐωδία ἐν τῷ πρώτῳ ἀέρι συμμεταφέρεται τῷ μήλῳ, οὔτε ἐκ τοῦ μήλου ἀεὶ ἄλλη καὶ ἄλλη εὐωδία γεννᾶται.

πῶς γὰρ οἷόν τε ἐξ ὀλίγου σώματος πολυπλάσιον προἱέναι μηδενὸς προσγινομένου αὐτῷ;

ἔτι οὐδὲν σῶμα εἰς τὸ μὴ ὂν φθείρεται, αἱ δὲ ποιότητες εἰς τὸ μὴ ὂν φθείρονται.

οὐκ ἄρα αἱ ποιότητες σώματα.

οὐ γὰρ ἡ λευκότης μελανία ἐγένετο ὑπομείνασα.

ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἢ ὕλη ἢ ἐξ ὕλης καὶ ποιότητος, εἴη ἂν καὶ ἡ ποιότης τούτων τι.

ὕλη μὲν οὖν ἀδύνατον.

λείπεται ἄρα ἐξ ὕλης καὶ ποιότητος λέγειν τὴν ποιότητα.

4 ἔτι εἰ scripsi: εἰ VKa 5 ἔχει Ka 13 ἐν ἄλλοις] de mitione libellum respicere videtur. 6. 20,18 ἐδείξαμεν V K: καὶ δείξαμεν a 19 ἄπισιν V 20 ἀντείσισιν V ἔτι εἰ scripsi: ἔτι VKa 26 μετακομησθέντος, μ in lit. V, fortasse παρακομισθέντος cf. v. 22 27 ἴσον semper V: ἶσον a 31 fortasse ⟨ἡ⟩ ἐν τῷ πρώτῳ ἀέρι 33 πολυπλάσιον V: πολλαπλάσιον Ka 37—38 εἴη ἂν—ποιότητος om. K εἰ δὲ τοῦτο, πρῶτον μὲν ἡ ποιότης οὐ ποιότης, ἀλλὰ ὕλη καὶ ποιότης (ἕτερα γὰρ ἀλλήλων ταῦτα), ἔτι δὲ ἡ μετὰ τῆς ὕλης ποιότης καὶ αὐτὴ πάλιν ὕλη καὶ ποιότης εἴη ἄν, εἰ σῶμα, καὶ οὕτως ἐπ᾿ ἄπειρον, καὶ ἄπειροι ὗλαι εἶεν ἂν ἐν ἑκάστῃ ποιότητι.

εἰ γὰρ ἡ ὕλη ποιότης, πᾶν ἐνεργείᾳ σῶμα ἂν εἴη ἂν οὐκ ἐξ ὕλης καὶ ποιότητος, ἀλλ᾿ ἐκ ποιότητος καὶ ποιόσῶμα τουτέστιν ἐξ ὕλης καὶ ὕλης, εἴ γε ταὐτὸν ἡ ὕλη καὶ ἡ ποιότης, καὶ οὐδὲν διοίσει ἡ ὕλη τοῦ κατ᾿ ἐνέργειαν σώματος.

εἰ δὲ τοῦτο, ἄποιος δὲ ἡ ὕλη, ἄποιον ἂν εἴη καὶ τὸ κατ᾿ ἐνέργειαν σῶμα καὶ ἢ οὐδ᾿ ὅλως ἔσται ἡ ποιότης ἢ οὐδὲν ἄλλο σῶμα ἢ ποιότης.

ἔτι εἰ σῶμα αἱ ποιότητες, καὶ τὸ φῶς ποιότης, καὶ ὡς δοκεῖ αὐτοῖς σῶμα, πῶς ἀπὸ τοῦ λύχνου οὕτως ὄντος μικροῦ σώματος τοσοῦτον ἀπέρχεται σῶμα, ὥστε ἐξισωθῆναι τῷ πέριξ ἀέρι τοσούτῳ ὄντι καὶ μετενεχθέντος πάλιν εἰς ἄλλον ἀέρα ἄλλο πάλιν ἄπεισιν τοσοῦτον;

ἢ πῶς οὐκ αὔξεται ὁ ἀὴρ τοσούτου προσγινομένου σώματος αὐτῷ, ἢ πῶς διήκει δι᾿  αὐτοῦ μεστοῦ ὄντος καὶ κιρνᾶται αὐτῷ τὸ φῶς;

ἤ, εἰ τοῦτο συμμεταφέρεται, πῶς ἥνωται τῷ λύχνῳ τὸ ἐκτὸς ὑπ᾿ αὐτοῦ γινόμενον φῶς;

ἔτι πῶς ὁ ἐν τῷ οἰκιδίῳ ἀὴρ ὅταν πολλὰς λάβῃ ποιότητας οὐκ αὔξεται;

ἐν ἴσῳ γὰρ τῷ αὐτῷ καὶ φῶς καὶ θερμότης καὶ ὀσμὴ καὶ χρῶμα καὶ ψόφος.

ταῦτα δὴ πάντα σώματα ὄντα καὶ δι᾿ ὅλου τοῦ ἀέρος τοῦ ἐν τῷ οἰκιδίῳ ὄντα πῶς οὐκ αὔξει αὐτὸν ἢ πῶς οὐ ῥήγνυσιν τὸν οἶκον;

ὁ γὰρ ἐν τῷ ἀσκῷ ἀὴρ ὀλίγον αὐξηθεὶς ῥήγνυσιν τὸν ἀσκόν.

ὅτι γὰρ ἄλλο ἐστὶ ποιότης παρὰ τὸ ποιότητα ἔχον καὶ πεποιωμένον σῶμα τῇ τε ἐπινοίᾳ καὶ τῷ λόγῳ, ἐντεῦθεν δῆλον.

ἤτοι ταὐτόν ἐστι τὸ σῶμα καὶ τὸ ποιὸν σῶμα ἢ ἕτερον.

εἰ μὲν ἕτερον, δῆλον ὡς προσθήκῃ τινὶ καὶ διαφορᾷ τὸ ποιὸν σῶμα τοῦ σώματος ἕτερον.

ἐναργὲς δὲ τὸ εἶναι αὐτὸ ἕτερον.

καὶ γὰρ αἱ ὁρισμοὶ αὐτῶν καὶ οἱ λόγοι διαφέρουσιν.

δὴ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος, τοῦτ᾿ ἔστιν ποιότης, ὥστε τὸ σῶμα ποιότητος παρουσίᾳ καὶ προσθήκῃ ποιὸν σῶμα ἐγένετο.

ἕτερον δὲ τὸ μετειληφὸς τινος τοῦ πρὸ τοῦ μετειληφέναι, καὶ ἕτερον τὸ μεταλαμβανόμενον τοῦ μεταλαμβάνοντος.

ᾧ δὴ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος, τοῦτ᾿ ἔστιν ποιότης, οὐ σῶμα οὖσα δηλονότι.

τὸ γὰρ σῶμα κοινὸν τῷ τε σώματι καὶ τῷ ποιῷ σώματι, καὶ οὐ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος ποιῷ σώματι, ἀλλὰ ποιότητι.

ὁριζόμενοι γοῦν τὸ ποιὸν σῶμα καὶ τὸ σῶμα τὴν διαφορὰν αὐτῶν οὐ κατὰ ποιὸν σῶμα, ἀλλὰ κατὰ ποιότητα ποιούμεθα.

εἰ δέ τις λέγοι ταὐτὸν εἶναι σῶμα καὶ ποιὸν σῶμα, πρῶτον οἱ λόγοι αὐτῶν οἱ αὐτοὶ ἔσονται, ὥστε ἔσται λευκοῦ σώματος καὶ πάλιν σώματος καὶ μέλανος σώματος ὁ αὐτὸς λόγος.

εἰ δὲ τοῦτο, καὶ λευκοῦ σώματος καὶ μέλανος σώματος ὁ αὐτὸς ἔσται λόγος.

ἑκάτερος γὰρ αὐτῶν ὁ αὐτὸς τῷ τοῦ σώματος.

ἔτι εἰ ταὐτὸν ἐστι σώματι εἶναι καὶ ποιῷ σώματι, ταὐτὸν ἔσται 1 ἡ—οὐ ποιότης] ἡ ποιότης οὐ ποιότης K: οὐ ποιότης ἡ ποιότης a 4 ἂν om. Ka 15 συμμεταφέρεται] verba respicit: καὶ μετενεχθέντος πάλιν εἰς ἄλλον ἀέρα ἄλλο πάλιν ἄπεισιν τοσοῦτον 19 ὄντα Via: ὄντος e Vict.: fortasse διήκοντα 22 ἐπινοία V 24.25 ἐναργὲς—διαφέρουσιν] argumentum ex margine inlatum delevi 27 τὸ μὴ μετειληφός Ka 34 λέγον Ka 37 σώματος om. Ka τῷ] fortasse ὡς τὸ σῶμα τὸ ὑποκείμενον τῷ λευκῷ καὶ τὸ ἤδη δεδεγμένον τὴν λευκότητα καὶ λευκόν, καὶ θατέρου φθειρομένου φθαρήσεται καὶ τὸ ὑποκείμενον 148r σῶμα τῷ λευκῷ.

οὐχ ὁρῶμεν δὲ τοῦτο γινόμενον.

ὑπομένον γὰρ τοῦτο τὸ τέως λευκὸν ταὐτὸν τῷ ἀριθμῷ δέχεται τὰ ἐναντία.

Πρὸς τοὺς μηδὲν τῶν τεττάρων σωμάτων ἃ στοιχεῖα λέγομεν κατ᾿ ἰδίαν ὑφίστασθαι λέγοντας.

Εἰ τὰ τέσσαρα σώματα ἀεὶ μετ᾿ ἀλλήλων μέμικται καὶ καλεῖται ἕκαστον αὐτῶν τόδε τι ἀπὸ τοῦ πλεονάζοντος ἐν αὐτῷ, μὴ δύναται δὲ κατ᾿ ἰδίαν τι αὐτῶν ληφθῆναι διὰ τὸ εἶναι γῆς μὲν ἴδιον τὸ ἀντιτυπές, πυρὸς δὲ τὸ ὁρατόν, τῶν δὲ ἄλλων ἑκάστου ἄλλο τι, καὶ διὰ τοῦτο ἕκαστον αὐτῶν πλείοσιν αἰσθήσεσιν αἰσθητὸν εἶναι, καθόσον κεκοινώνηκεν καὶ τῶν ἄλλων (καὶ γὰρ τὸ πῦρ ἁπτὸν καὶ ἀντιτυπές, διότι γῆν ἔχει, καὶ ἡ γῆ ὁρατόν.

διότι πῦρ ἐστιν ἐν αὐτῇ), τί ποτε ἐροῦσιν ἴδιον εἶναι σώματος καὶ τίνα τὸν λόγον ἀποδώσουσιν τοῦ κοινοῦ καὶ φυσικοῦ σώματος, καθὸ σῶμα;

εἰ γὰρ μή ἐστι παντὸς σώματος ἡ ἀντιτυπία μηδέ ἐστιν ὁ λόγος αὐτοῦ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας (τοῦτο γὰρ ἴδιόν φασι τῆς γῆς), τίς ὁ τοῦ κοινοῦ σώματος λόγος;

δεῖ γὰρ εἶναί τινα, εἴ γε τῶν γενῶν ἐστίν τις λόγος καὶ ἄλλος τις παρὰ τὸν τῶν εἰδῶν ἑκάστου.

ταύτῃ γὰρ τὸ γένος τῶν ὁμωνύμως λεγομένων διαφέρει.

ἔτι, εἰ διὰ τοῦτο ὁ ἀὴρ ἁπτός, ὅτι γῆς ἔχει, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀντιτυπίαν ἔχων πάνυ τι, διότι ἔλαττον ἔχει γῆς, τί δή ποτε, ἐπειδὰν ἀσκὸν πνεύματος πληρώσῃ τις, ἀντιτυπεῖ τότε μᾶλλον;

δεήσει γὰρ αὐτοὺς λέγειν γῆς τότε πλεῖον τὸ πνεῦμα μετειληφέναι, εἴ γε παρὰ τῆς γῆς ἡ ἀντιτυπία.

εἰ δέ, ὅτι μὴ χεῖσθαι δύναται συγκεκλειμένος, διὰ τοῦτο ἔχει τὴν ἀντιτυπίαν, οὐ παρὰ τὸ πλέον ἢ ἔλαττον ἔχειν γῆς τὸ ἀντιτυπὲς αὐτῷ, ἀλλὰ παρὰ τὴν οἰκείαν φύσιν.

ὁ γὰρ αὐτὸς μένων ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον ἀντιτυπεῖ, ὥστε παρ᾿ ἄλλο τι ἡ ἀντιτυπία.

ἔτι, εἰ εἰς ἄλληλα τὰ σώματα μεταβάλλει ταῦτα, κοινῆς ὕλης ὑποκειμένης αὐτοῖς, καὶ ἔστι κατὰ τὸ εἶδος ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, καὶ ἀεὶ τὸ ἐπικρατοῦν μεθίστησιν εἰς τὴν οἰκείαν φύσιν τὸ κρατούμενον, τί δή ποτε ἐπὶ μὲν τῶν ἔξω κεχωρισμένων τὰ παρακείμενα ἀλλήλοις τὰ ἐλάττονα ὑπὸ τῶν πλειόνων, εἰ εἴη ἐναντία, φθείρεται, ἐνυπάρχοντα δὲ ἑκάστῳ τὰ ἐλάττονα ἐν τοῖς μείζοσιν καὶ διὰ τοῦτο λεγομένοις τόδε τι εἶναι, ἀπὸ τοῦ πλεονάζοντος οὐ φθείρεται τὴν αὑτῶν φύσιν;

τοῖς γὰρ οὕτως λέγουσιν συμβήσεται κατὰ τὰς ὁμοιομερείας τὰς Ἀναξαγόρου τὴν γένεσιν κατὰ σύγκρισιν καὶ ἔκκρισιν τῶν στοιχείων λέγειν, οὐ κατὰ μεταβολήν.

ἔτι, εἰ πᾶν τὸ λαμβανόμενον τὰ τέτταρα ἐν αὐτῷ ἔχει, καὶ μὴ δυνατὸν εἰλικρινές τι ληφθῆναι, ἐπ᾿ ἄπειρον ἡ πρόοδος ἔσται ἀεὶ τοῦ λαμβανομένου καὶ ἀφαιρουμένου 1 τὸ ante ὑποκείμενον om. Ka 5 τεσσάρων a ut solet 9 ἀντιτυπές a: ἄντιπες V 13 ἐν αὐτῷ a 18 ὁμονύμως a 22 τότε om. a πλέον a πνεῦμα τότε a 23 συγκεκλεισμένα a 30 ἔξω V: ἄλλων a 31 εἴη] εἰ in lit. V 33 αυτῶν V: αὐτῶν a 36 αὐτῷ? τῶν τεττάρων κεκοινωνηκότος.

εἰ γάρ, ὅτε ἐκπίπτει τὴν αἴσθησιν διὰ σμικρότητα, τότε ἐροῦσιν αὐτὰ εἰλικρινῆ λαμβάνεσθαι, οὐκ ἔτ᾿ ἔσται μεμιγμένα πάντα.

ἔτι εἰ καὶ μηκέτι ὁρώμενον ἔτι μέμικται πυρί, οὐ διότι ὁρατόν ἐστιν, διὰ τοῦτο πυρὸς ἔχει·

καὶ γὰρ μηκέτι ὁρατὸν ὂν μηδὲ ὁρώμενον ἔτι κεκοινώνηκεν πυρὸς τότε.

ἔτι πῶς ἐκ τῆς τῶν τοιούτων συνθέσεως τὸ ὁρατὸν ἔσται;

οὐ γὰρ δὴ ἐκ τῶν ἀμίκτων ἡ σύνθεσις μῖξίν τινος τῶν ἄλλων ποιήσει.

εἰ δὲ ἡ τῶν τοιούτων σύνθεσις ἀόρατος ἔσται τῷ ἄμικτον ἕκαστον αὐτῶν εἶναι πυρός, δυνήσεταί τι οὕτως συντιθέμενον σῶμα ἐπ᾿ ἄπειρον αὐξόμενον ἀόρατον μένειν.

ὁμοίως δὲ καὶ ἀναφές, εἰ ἐκ τῶν καθαρευόντων τῆς γῆς συντίθοιτο.

ἔτι πότερον λέγουσιν ἀδύνατον εἶναι τὴν ὕλην θερμότητα καὶ ξηρότητα δέξασθαι καὶ πῦρ γενέσθαι ἄνευ ψυχρότητος καὶ ξηρότητος, ἐν οἷς τῇ γῇ τὸ εἶναι, ἢ οἵα τε καὶ χωρὶς ψυχρότητος δέχεσθαι θερμότητα;

εἰ μὲν γὰρ ἀδύνατον ἐροῦσιν, πῶς οὐκ ἄτοπον κατὰ τὸ αὐτὸ αὐτὴν ψυχρότητός τε καὶ θερμότητος εἶναι δεκτικήν, τῶν ἐναντίων, ὧν ἀδύνατός ἐστι τὸ ἕτερον ἰδίᾳ δέξασθαι;

εἰ δέ, ὅπερ εὔλογον, χωρὶς τοῦ ἑτέρου θάτερον οἵα τε δέξασθαι (κατὰ γὰρ ταὐτὸν ἀδύνατον), πῶς οὐκ ἔσται τὸ ὑποκείμενον θερμότητα καὶ ξηρότητα ἔχον ἁπτόν;

ἔσται γὰρ οὕτως τὸ θερμὸν οὐκ αἰσθητὸν αὐτοῖς κατὰ τὴν αὑτοῦ φύσιν.

εἰ δέ γε ἀδύνατόν ἐστιν αὐτὸ ὑφεστὸς ἐνεργείᾳ ὑπ᾿ αἴσθησιν πεσεῖν, εἰ μὴ καὶ ψυχρότητος αὐτῷ μεμιγμένον εἴη·

ἐν γὰρ τούτῳ τῇ γῇ τὸ εἶναι, καὶ τούτῳ τοῦ πυρὸς διαφέρει.

ὥστε ἔσται παρὰ τοῦ ἐναντίου αὐτῷ τὸ αἰσθητόν.

ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ οὕτως οὐδὲν ἄμικτον ὂν τοῦ ἐναντίου καὶ εἰλικρινὲς αἰσθητὸν ἔσται.

Ὅτι ὁ ἀὴρ φύσει θερμός.

Εἰ τὸ πῦρ, θερμὸν καὶ ξηρὸν ὄν, φύσει κοῦφόν ἐστιν, εἴη ἂν τὸ μετ᾿ αὐτὸ κοῦφον κοινωνοῦν αὐτῷ κατ᾿ ἐκεῖνο, καθ᾿ ὃ κοῦφον ἦν.

ἀλλὰ μὴν τὸ πῦρ κοῦφόν τε καὶ θερμόν ἐστιν, τὸ γοῦν ξηρὸν φύσει ἐν τῇ γῇ ἐστιν, οὔσῃ βαρείᾳ, καὶ ὁ ἀὴρ ἄρα, δευτέρως κοῦφος ὤν, θερμός ἐστιν.

ἔτι, εἰ τὰ ἄλλα τὰ γειτνιῶντα ἀλλήλοις στοιχεῖα κατὰ κοινόν τι γειτνιᾷ, εὔλογον καὶ τὸν ἀέρα τῷ πυρὶ ἔχειν τι κοινὸν σύμβολον.

ὑγρὸς δ᾿ ὢν τί ἂν ἄλλο 1 κεκοινονηκότος a 2 ἔτι᾿ om. a 3 καὶ om. a verba, quae uncis seclusi, huic loco non potest scriptor destinasse, cum verbis sequentibus (ἔτι πῶς ἐκ τῆς κτλ.) eorum opinionem refellere pergat, qui esse quaedam minima corpora ignis expertia contendant; fortasse igitur post συντίθοιτο v. 10 collocanda sunt 6 μίξίς a 8 αὐτῶν ἕκαστον a 14 θερμότητος V: ξηρότητος a ἐναναντίων V 15—16 εἰ δέ usque ad δέξασθαι om. a 18 fortasse φύσιν, εἴ γε ἀδύνατόν ἐστιν . . πεσεῖν, εἰ μὴ . . μεμιγμένον εἴη· ἐν γὰρ τούτῳ . . διαφέρει, ὥστε. continent enim haec verba εἰ δέ γε—διαφέρει adversariorum argumenta, quae si cum praecedentibus artius coniunxerimus, et anacoluthon tollitur et sententiae (inde a πῶς οὐκ v. 16) bene sic procedunt: cur materia cum calido siccoque coniuncta non tactilis est? hoc enim negantibus fatendum erit (ἔσται γὰρ οὕτως αὐτοῖς), calidum per se non sensibile esse, quia (secundum eosdem) calidum, licet ὑφεστὸς ἐνεργείᾳ, nisi cum frigido mixtum percipi non potest 21 αὐτοῦ a 24 θερμόν a 27 fortasse κοῦφον καθὸ θερμόν 28 βαρείᾳ α: βαρεία K: βαρεῖα V κοινὸν ἔχοι πρὸς αὐτὸ ἢ τὸ θερμὸς εἶναι;

ἔστιν γὰρ τῇ μὲν γῇ καὶ τῷ ὕδατι τὸ ψυχρὸν κοινόν, τῷ δὲ ὕδατι καὶ τῷ ἀέρι τὸ ὑγρόν, τῷ δὲ ἀέρι καὶ τῷ πυρὶ λείπεται τὸ θερμόν.

ἔτι εἰ τὰ ἁπλᾶ ἐστι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν καὶ ταῦτά ἐστι τὰ εἰδοποιοῦντα τὰ στοιχεῖα, εἴδει ἂν ἀλλή|λων διαφέροι τὰ ἁπτικῇ ἁπλῇ διαφορᾷ διαφέροντα.

148v ὥστε εἰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἴδει διαφέρουσιν, ἁπλῇ ἄν τινι διαφορᾷ διαφέροιεν.

ἀλλὰ μὴν τὸ ὑγρὸν αὐτοῖς τὸ αὐτό ἐστι, λείπεται ἄρα κατὰ ψυχρὸν καὶ θερμὸν εἶναι τὴν διαφορὰν αὐτοῖς.

ἔτι εἰ τὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα εἴδει οὐ διαφέρει, καὶ ὁ ἀὴρ ψυχρὸς καὶ ὑγρός, οὐκ ἂν τοῦ ὕδατος εἴδει διαφέροι·

καὶ γὰρ ἐκεῖνο ψυχρόν τε καὶ ὑγρόν ἐστι.

καὶ γὰρ εἰ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον λέγοι τις, ἀλλ᾿ οὖν εἴδει οὐ διοίσει·

ἄμφω ἄρα ἕν, καὶ οὐκέτι τὰ στοιχεῖα τέσσαρα.

ἔτι εἰ τεττάρων οὐσῶν συμπλοκῶν ἐκ τοῦ ξηροῦ καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ αἱ τρεῖς τὰ ἄλλα στοιχεῖα εἰδοποιοῦσιν, εὔλογον τὴν καταλειπομένην συζυγίαν τὸν ἀέρα εἰδοποιεῖν.

εἰδοποιεῖ γὰρ τὸ μὲν θερμὸν καὶ ξηρὸν τὸ πῦρ, τὸ δὲ ξηρὸν καὶ ψυχρὸν τὴν γῆν, τὸ δὲ ψυχρὸν καὶ ὑγρὸν τὸ ὕδωρ, τὸ ἄρα θερμὸν καὶ ὑγρὸν εἰδοποιήσει τὸν ἀέρα.

ἔτι οὗ ἡ γένεσις διὰ θερμοῦ, τοῦτο θερμὸν τῇ αὐτοῦ φύσει.

τῷ δὲ ἀέρι γένεσις ἐξ ὕδατος διὰ θερμοῦ γίνεται.

θερμαινόμενον γὰρ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει.

ἀλλὰ καὶ ὅσον ἐκ γῆς εἰς ἀέρα μεταβάλλει, θερμαινομένης τρέπεται καὶ μεταβάλλει.

ὥστε θερμὸς ὁ ἀὴρ τῇ αὐτοῦ φύσει.

ἔτι εἰ κατὰ τὸ σύμβολον ἡ μεταβολὴ τοῖς στοιχείοις εὐκολωτέρα γίνεται εἰς ἄλληλα καὶ ἔστι τοῖς τρισὶν κοινόν τι σύμβολον ἄλλῳ πρὸς ἄλλο, εἴη ἂν καὶ τῷ ἀέρι καὶ τῷ πυρὶ κοινὸν σύμβολον.

οὐδὲν δὲ ἄλλο δύναται, ἢ θερμόν.

θερμὸς ἄρα ὁ ἀήρ.

ἔστι δὲ σύμβολον τὸ κοινὸν γῇ μὲν καὶ ὕδατι τὸ ψυχρόν, πυρὶ δὲ καὶ γῇ τὸ ξηρόν, ὕδατι δὲ καὶ ἀέρι τὸ ὑγρόν, πυρὶ δὲ καὶ ἀέρι τὸ θερμόν.

Πρὸς τοὺς δι᾿ ἀκτίνων λέγοντας γίνεσθαι τὸ ὁρᾶν.

Εἰ κατὰ ἀκτίνων ἔκχυσιν καὶ πρόπτωσιν τὸ ὁρᾶν, δῆλον ὅτι σώματα αὖται.

οὐδὲ γὰρ οἶόν τε ἄλλως κινηθῆναι αὐτὰς καὶ προελθεῖν.

τοῦτο δὴ τὸ σῶμα τὸ τῶν ἀκτίνων πότερον ἀήρ ἐστιν ἢ φῶς ἢ πῦρ;

καὶ πότερον συνεχές ἐστιν, ἢ διῃρημένον;

καὶ εἰ συνεχές, πότερον ἐκπίπτει τοιοῦτον, ἢ ἐκπίπτει μὲν διῃρημένον, ἐκπεσὸν δὲ συμφύεται καὶ γίνεται συνεχές;

πάντα γὰρ ταῦτα ἄτοπα.

εἰ μὲν οὖν ἀήρ ἐστι, τί δεῖ αὐτὸν ἐκπεσεῖν, ὄντος γε καὶ ἔξω ἀέρος;

εἰ δὲ φῶς καὶ οἷον ἀὴρ διαυγής (τοιοῦτον γάρ τι τὸ φῶς εἶναι οἰόμεθα), καὶ οὕτως μὲν περίεργος ἡ ἔκπτωσις, ὄντος γε καὶ ἔξω φωτός.

καὶ γὰρ οὐδὲ ἄνευ τοῦ ἔξω δυνατὸν ὁρᾶν ἐστιν.

εἶτα διὰ τί νύκτωρ καὶ σκότους οὐχ ὁρῶμεν;

αὐτὸ γὰρ τὸ διὰ τῶν ὀφθαλμῶν ἐκπῖπτον φῶς κανὸν 5 διαφέρει Ka 9 εἴδει ex. Vict.: εἴδη VKa 10 διαφέρει Ka 23—24 ἄλλῳ usque sad σύμβολον om. Ka 24 δύναται εἶναι ἢ Ka cf. ind. 27 διὰ τῶν Ka τὸ ὁρᾶν λέγοντας Ka γίνεσθαι om. Ka 33—34 εἰ μὲν—ἀέρος] cf. Al. de sens. comm. 64,10—11 35 μὲν] fortasse μένει sed cf. Ind. 36 εἶτα διὰ τί κτλ.] cf. Al. de sens. 65,6—11 ἂν ἦν φωτίζειν τὸν θύραθεν ἀέρα, ὅ γε καὶ μέχρι τῶν ἄστρων ἀποτείνεσθαι πέφυκεν·

οὕτως ἐστὶν ἰσχυρόν.

εἰ δέ ἐστιν ἀσθενέστερον τοῦ μεθημερινοῦ φωτός, ἐχρῆν τοσούτῳ μᾶλλον νύκτωρ μὲν καὶ σκότους ὁρᾶν, ἡμέρας δὲ μή.

τὸ γὰρ ἧττον ἀεὶ φῶς ὑπὸ τοῦ λαμπροτέρου φωτὸς μαραίνεται·

οὕτως γοῦν καὶ λάμπει ἔνια νυκτός, τῆς ἡμέρας δὲ ἐπισκοτεῖται τὸ λάμπον αὐτῶν, ὡς ὀστέα τινὰ καὶ κεφαλαὶ ἰχθύων καὶ αἱ πυγολαμπίδες λεγόμεναι.

ἔτι πῶς, εἰ ἀσθενές ἐστι τὸ ἐκπεμπόμενον, ἅμα πολλῶν εἰς ταὐτὸ συνελθόντων σκότους, τί δή ποτε οὐχ ἱκανὸν γίνεται τὸ ἐκ πάντων μιχθέν, ὥσπερ καὶ τὸ ἀπὸ λύχνων πλειόνων φωτίζει πλέον, ὧν ἕκαστος οὐκ ἦν αὐτάρκης, φωτίζειν τοσοῦτον;

ἔτι εἰ τὸ φῶς ὁρατόν ἐστιν, πῶς τὰς ἀλλήλων ὄψεις οὐχ ὁρῶμεν οὔτε ἡμέρας οὔτε ἐν σκότῳ;

εἰ δὲ μήτε ἀήρ ἐστι τὸ ἐκπεμπόμενον μήτε φῶς, λείπεται πῦρ εἶναι.

εἰ πῦρ ἐστιν, εἴη ἂν θερμόν τε καὶ καυστικόν.

οὐκ ἔστι δέ·

ὥστ᾿ οὐδὲ πῦρ.

εἰ γὰρ μὴ καυστικόν, φῶς πάλιν ἐροῦσιν.

τί δή ποτε ἔσται τοῦτο τὸ φῶς;

πυρὸς μὲν γὰρ ἀπόρροια οὐκ ἔστιν, ὡς οἴονται·

καὶ γὰρ ἄλλα τινὰ φωτίζει οὐκ ὄντα πῦρ.

ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, πῶς οὐκ ἀποσβεσθήσεται ἐν ὕδατι;

ὁρῶμεν δὲ καὶ ἐν ὕδατι, ὁρᾷ δὲ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα.

ἔτι εἰ πῦρ τὸ ἐκπεμπόμενόν ἐστι, κατὰ φύσιν ἂν εἴη αὐτῷ ἡ εἰς τὸ ἄνω κίνησις.

ὥστε ἐχρῆν ἡμᾶς μὴ ὁμοίως ὁρᾶν ἄνω τε καὶ κάτω ὁρῶντας, ἀλλὰ ἄνω μὲν ῥᾷον, κάτω δὲ βιαζομένους καὶ μόγις.

ἔτι εἰ δι᾿ ἀκτίνων τὸ ὁρᾶν, ἁφή τις ἡ ὄψις ἔσται καὶ κατὰ ἁφὴν ἡ τῶν ἀκτίνων ἀντίληψις.

εἰ δὲ αἱ ἀποτεινόμεναι ὄψεις αἰσθητικαί εἰσιν, διὰ τί οὐχὶ καὶ θερμοῦ καὶ ψυχροῦ αἰσθάνονται;

μᾶλλον γὰρ ἂν τῶν ἁπτῶν διαφορῶν, ἢ τῶν χρωμάτων αἰσθάνοιντο.

ἔτι εἰ συνεχὲς ἐκπίπτοι τὸ τῆς ὄψεως σῶμα, δεήσει πρῶτον μὲν πόρον τινὰ σύμπασαν τὴν κόρην εἶναι, ὅπερ οὐχ οὕτως ἔχειν φαίνεται.

ἔπειτα, εἰ καὶ συνεχὲς ἐκπέμπεται, πῶς οὐ σκεδάννυται τουτὶ τὸ ῥεῦμα τὸ τῆς ὄψεως σχιζόμενον περὶ τὸν ἀέρα τὸν ἔξωθεν λεπτότερον ὂν αὐτοῦ;

ἢ εἰ μὴ σκεδάννυται, πῶς οὐκ εἰς στενὸν συνάγεται προἱόν;

τοιοῦτον γάρ τι ὁρῶμεν καὶ τὰ ἄλλα σώματα πάσχοντα προχωροῦντα·

καὶ γὰρ ὕδωρ προχωροῦν ἤτοι χεῖται ἢ στενοῦται, καθάπερ τὸ ἐκ τῶν κρουνῶν ῥέον, καίτοι στερεώτερον ὂν τῶν ἀκτίνων·

ἡ δὲ φλὸξ εἰς ὀξὺ ἀπολήγει.

τὸ δὲ τῆς ὄψεως σῶμα πῶς εἰς κῶνον πλατύνεται καὶ μείζονα ἐπὶ πλέον προχωροῦν μήτε τῶν παχυτέρων μήτε τῶν λεπτοτέρων σωμάτων τοῦτο πασχόντων;

ἔτι εἰ σῶμά ἐστι, τόπον κατέχει.

ἤτοι οὖν σῶμα διὰ σώματος δίεισιν ἢ 3 σκότους m2, σκότος m1 V: σκότους Ka 4 τὸ γὰρ ἧττον κτλ.] cf. Al. de sens. 47,13 sq. φῶς ὑπὸ VK: φωτὸς ὑπὸ a 6 λάμπον Va 8 supra ταὐτὸ: τὸ m² V 11 ἄλλων Usenerus 12 εἰ m1 V, εἱ οὖν m2: εἰ οὖν Ka cf. 122,14 14 δή m, δέ m1 V: δή Ka ἐστι Ka 15 οἴονται Ka: οἷόν τε V 16 ἔτι εἰ κτλ.] cf. Al. de sens. 4712 εἰ πῦρ ἐστι om. Ka 17 ὁρῶμεν δὲ κτλ.] cf. Al. de sens. 65,3 ἔτι εἰ πῦρ κτλ.] cf. Al. de sens. 64,11 — 65,3 20 εἰ δι᾿ V ex Vict.: ἡ δι᾿  corr. in εἰ δι᾿ K: ἡ δι᾿ a 23 ἂν addidi 24 ἐκπίπτει Ka 25 πόρον] ante ρ 2—3 lit. e. V 27 τὸν ante ἔξωθεν] ante ν una lit. eras. V 29 σώματα Ka: σῶμα V 30 ἤτοι χεῖται V: εἶτα χεῖται K: ἢ ταχεῖται a: ἤτοι παχεῖται ex. Vict. 34 ἔτι εἰ σῶμά ἐστι κτλ.] cf. Al. de sens. 61,6—62,11 δίεισιν m2, δίεσιν m1 V κενόν ἐστιν ἀφωρισμένον ἢ ἀντιπερίστασις γίνεται, εἰ μὲν ἐν ἀέρι ἐκπέμποιτο, ποιτο, ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος·

εἰς μὲν οὖν τὴν κόρην ἄτοπον λέγειν τὸ ὕδωρ ἀντιμεθίστασθαι, χρὴ δὲ ζητεῖν εἰς τί.

οὐδὲ γὰρ εἰς τὴν ἀναπνοήν.

οὐδὲ γὰρ ἀναπνεῖ τὰ ἐν τῷ ὕδατι ὁρῶντα, οὐδὲ ὅλως τὰ ἔνυδρα χωρίς τινων.

ἔτι εἰ εἰς τὴν κόρην ἀντιμεθίσταται, ρὐ πάσῃ αὐτῇ ἐκπέμψομεν, οὐδὲ ὀψψόμεθα, ἀλλ᾿ ἔσται τις εὐρυχωρία, | καθ᾿ ἣν τὸ ἀντιμεθιστάμενον 149r χώραν ἕξει.

κατά τι οὖν αὐτῆς ὀψόμεθα καὶ κατά τι μή.

ἔτι διὰ τί τῶν ζῴων τὰ μὴ ἐπιμύοντα ἐν τῷ κοιμᾶσθαι οὐκ ὄψεται, εἴ γε πλήρεις ἔχει τοὺς τοῦ σώματος πόρους;

εἰ δὲ μὴ συνεχὲς ἔξεισιν τὸ σῶμα τοῦτο τὸ τῆς κόρης, ἀλλὰ διῃρημένον, ἤτοι διεκπῖπτον συμφύεται καὶ συνεχὲς γίνεται ἢ μένει διῃρημένον.

εἰ μὲν οὖν συμφύεται, πῶς πάλιν εἰς κῶνον συμφυόμενον ἐξαπλοῦται καὶ τηλικοῦτον, ὡς ἀποτέμνεσθαί τινος κώνου βάσει τὸ πλεῖστον μέρος τοῦ οὐρανοῦ;

ἐχρῆν γὰρ αὐτό, ἀρξάμενον ἅπαξ ξυνιέναι καὶ συμφύεσθαι, ὑπὸ τοῦ περιέχοντος ἀέρος μᾶλλον συστέλλεσθαι καὶ εἰς στενὸν συνάγεσθαι.

ἔτι εἰ ὑπ᾿ ἀκτίνων ὁ κῶνος περιέχεται διῃρημένων καὶ κεχωρισμένων, εἰ μὲν εἴη μὴ μεῖζον τὸ μεταξὺ τῶν ἀκτίνων, πλέον ἔσται τὸ μὴ ὁρώμενον τοῦ ὁρωμένου, καὶ τὸ μὲν πέριξ ὀφθήσεται, καθὸ αἱ εὐθεῖαι προσβάλλουσιν, τὸ δὲ μέσον οὔ.

εἰ δὲ ἴσον, ἴσον οὐκ ὀφθήσεται.

ἔλαττον δὲ πῶς ἂν εἴη τὸ τῶν εὐθειῶν μεταξύ, τῶν εὐθειῶν τηλικαύτην βάσιν ποιουσῶν;

ἔτι τε πῶς οἷόν τε οὕτως τὰς ἀκτῖνας εἶναι παχέα σώματα ἐκ τῆς κόρης προπεμπόμενα ἀπὸ ὀλίγου σώματος;

ἔτι δὲ αἱ ἀκτῖνες αἱ ἐκπεμπόμεναι τί δή ποτε οὔτε ὑπὸ τῶν ἀνέμων οὔτε ὑπὸ τῶν ὑδάτων τῶν κινουμένων περιφέρονται, ἀλλ᾿ ἐπ᾿ εὐθείας ἀεὶ καὶ τούτων ὄντων ὁρῶμεν, εἰ ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐν ταὐτῷ μένοι;

ἔτι πῶς διὰ τῶν στερεῶν διαφανῶν αἱ ἀκτῖνες διέρχονται;

εἰ γὰρ λέγοιεν πόρους ἔχειν ταῦτα, ἤτοι κενοὺς ἕξει καὶ ἔσται τι κενὸν ἀφωρισμένον ἢ πλήρεις ἀέρος ἤ τινος ἄλλου σώματος, καὶ ποῦ τοῦτο χωρήσει;

πῶς δὲ καὶ πλείους διὰ τοῦ αὐτοῦ ὀφθήσονται;

πλείω γὰρ σώματα διὰ τῶν αὐτῶν πόρων διελεύσεται.

ἔπειτα διὰ τί συνεχῆ τὰ διαφανῆ ὁρᾶται;

μόνους γὰρ ἔδει τοὺς πόρους αὐτῶν ὁρᾶσθαι ἢ διαλείπουσάν γε τὴν ἐπιφάνειαν αὐτῶν, καθάπερ τῶν κοσκίνων.

ὁμοίως δὲ καὶ τὰ δι᾿ αὐτῶν ὁρώμενα ἐπισκοτεῖσθαι ἔδει, καθὰ μὴ πόρους ἔχει τὰ διαφανῆ.

πόθεν δὲ καὶ τὸ τοσοῦτον σῶμα ἐν ἡμῖν, ὥστε καὶ μέχρι τῶν ἄστρων ἐκπέμπεσθαι καὶ τοῦτ᾿ ἐστιν ἐν ἡμῖν 9 πλήρεις VK: πληρεὶς a: fortasse εἴ γε ⟨μὴ⟩ πλήρεις 10 τὸ τῆς m1, τῆς m2 V: τῆς Ka (corpus quod in pupilla inesse solet) cf. τοῦτο τὸ σῶμα τὸ τῶν ἀ. 127,29 τουτὶ τὸ ῥεῦμα τὸ τῆς ὄψεως 128,26 16 supr καὶ v. c. συν scripsit V μεῖζον scripsi: μὴ μεῖζον VKa 19 ἔλαττον m1, ἐπ᾿ ἔλαττον v. c. V: ἐπ᾿ ἔλαττον Ka τὸ addidit Usenerus 20 ποιοῦσαν Ka ἔτι τε πῶς κτλ.] cf. Al. de sens. 6,2—7 21 ἔτι δὲ αἱ ἀκτῖνες κτλ.] cf. ἔτι πῶς οὐ συγχέονται οἱ τοιοῦτοι τύποι, ἐπειδὰν ῥέῃ τὸ ὕδωρ, τὸ δὲ αὐτό, εἰ καὶ ἐν ἀέρι πνεῦμα πολὺ εἴη 134,9 23 παραφέρονται Usenerus καὶ τούτων κτλ.] de rapidis fluviis dicere videtur, quorum vadum perlucet, dumne supericies perturbata sit. sed plura exciderunt 26 καὶ ἔσται Ka: ἢ ἔσται V ἢ πλήρεις ex. Vict.: ἢ πλῆρες a: πλῆρες V 28 fortasse ὄψονται σώματος Ka 31 ἐπισκοτεῖσθαι] ι in lit. V 32 τὸ om. Ka 33 ἀστέρων Ka καὶ τοῦτ᾿] fortasse καὶ ποῦ πρὶν ἡμᾶς ὁρᾶν;

πῶς δὲ οἷόν τε οὕτως ταχέως τὸ σῶμα κινεῖσθαι τοῦτο, ὥστε εὐθὺς τῷ ἀναβλέψαι ἅμα τὸν οὐρανὸν ἡμᾶς ὁρᾶν;

ἔτι πῶς οἱ ἐξ ἐναντίας ἀλλήλους ὁρῶντες ὀφθήσονται, ἐὰν κατὰ τὸ αὐτὸ αἱ ἀκτῖνες ἀπαντήσωσιν ἀλλήλαις;

ἢ γὰρ ἐν μέσῳ στήσονται καὶ οὐκ ἔσται ὄψις ἀλλήλων, ἢ δι᾿ ἀλλήλων ἐλεύσονται καὶ οὕτως πάλιν σῶμα διὰ σώματος δίεισιν, ἢ ἡ ἑτέρα κρατήσει καὶ ὁ ἕτερος τὸν ἕτερον ὄψεται μόνον.

ἔτι πᾶν τὸ κινού τοπικῶς ἐν χρόνῳ κινεῖται καὶ ἀδύνατον κατὰ τὸ αὐτό τι τῷ αὐτῷ τάχει χρώμενον τὴν διπλασίαν ἐν τῷ αὐτῷ κινηθῆναι χρόνῳ.

ἀλλὰ μὴν ἅμα ὁρῶμεν τά τε ἐγγὺς καὶ τὰ ἀπὸ πολλαπλασίου διαστήματος.

τοὺς γοῦν ἀστέρας πλεῖστον ἀπέχοντας ἅμα ὁρῶμεν τοῖς παρεστῶσιν.

οὐκ ἄρα κατὰ κίνησίν τινος τὸ ὁρᾶν.

εἰ δὲ μὴ κατὰ κίνησιν, οὔτε κατὰ ἀκτίνων προβολὴν οὔτε κατὰ εἰδώλων ἀπόρροιαν οὔτε κατὰ τὴν ἀπ᾿ ἀμφοῖν.

Πρὸς τοὺς διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν ποιοῦντας.

Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι.

νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον.

τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ διὰ βακτηρίας.

πολλὰ μὲν οὖν τὰ αὐτὰ ἔστι καὶ πρὸς τούτους εἰπεῖν τῶν εἰρημένων πρὸς τοὺς δι᾿ ἀκτίνων τὸ ὁρᾶν ποιοῦντας, ἰδίᾳ δὲ παρ᾿ αὐτῶν ἐπιζητήσειεν ἄν τις περί τε τῆς ἐντάσεως αὐτῆς τῆς ὑπὸ τῶν ὄψεων γινομένης τοῦ συνάπτοντος ἀέρος τῇ κόρῃ καὶ τῆς κατὰ τὸ ἕτερον μέρος τυπώσεως ὑπὸ τοῦ ὁρωμένου, ἔτι τε τῆς ἐπερείσεως, πῶς οἷόν τε παραδέξασθαι μανοῦ τοῦ ἀέρος ὄντος, ἄλλως τε καί, εἰ τοιοῦτόν τι ἦν, ἐγίνετο ἂν συναίσθησις ἡμῖν ἀντιβάσεὼς τινος.

ἀλλὰ καὶ ἀναχωροῦντες εἰς τοὐπίσω οὐδὲν ἧττον ὁρῶμεν·

καίτοι ἐπερείδοντας μὲν ὁρᾶν ἔδει, ὑποχωροῦντας δὲ μή.

τίς γὰρ τότε ἡ ἐπέρεισις δι᾿ ἡμῶν αὐτῶν;

ἢ ἐπέρεισιν φήσουσιν γίνεσθαι;

ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι᾿ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως;

ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς 2 ὁρᾶν ἡμᾶς Ka ἔτι πῶς οἱ ἐξ ἐναντίας κτλ.] cf. Al. de sens. 63,4—9 5 σώματος δίεισιν ' m2, σώματος m1 V: σώματος δίεισιν ἢ Ka 6—10 ἔτι πᾶν—παρεστῶσιν] cf. Al. de sens. 62,11—63,3 7 κατὰ τὸ αὐτό τι] fortasse τὸ αὐτό τι cf. Al. de sens. ib. ἀλλὰ μὴν· ἀδύνατον τὸ αὐτό τι καὶ ἰσοταχῶς κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ κινηθῆναι τόδε τι τὸ διάστημα καὶ τὸ τούτου πολλαπλάσιον κτλ. 8 fortasse ⟨καὶ⟩ τὴν διπλασίαν 11 τινος m1, τινα m V: τινα Ka 17 διὰ βακτηρίας] cf. alen. de plac. Hipp. et Plat. 642, 12 (Iw. Müller) μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωἱκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωμάτων, κατὰ συλλογισμὸν ἔτι μᾶλλον, οὐ πιλητοῦ δὲ αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις ἡμῖν ἐστιν, οὐδὲ τῆς σκληρότητος ἢ μαλακότητος, ἀλλὰ χρόας καὶ μεγέθους καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται 21 τυπώσεως] τ in lit. V 25 ἐπερείδοντας] ς in lit. V τό τε Va 26 αὐτῶν a: αὑτῶν V ἢ ἐπέρεισιν—γίνεσθαι] an tum quoque dicent esse ἐπέρεισιν 28 διαλήψεις a 30 ἐπιζητήσεις a ἁφῆς, καθ᾿ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων·

οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται, ἔδει δέ γε·

τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ᾿ αὐτούς.

εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω, καίτοι γε οὔ φασιν.

τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα.

πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις.

ἔπειτα, εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ᾿ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις;

ὁπότε γὰρ ἀπὸ τοῦ μέσου τοῦ κόσμου πρὸς τὰ πέρατα ἡ κίνησις τῷ διήκοντι πνεύματι γίγνοιτο, τότ᾿ 149v ἀνάγκη καὶ ἑκάστῳ τῶν ἐπὶ μέρους σωμάτων ἤτοι ἀπὸ τοῦ μέσου ἢ πρὸς τὸ μέσον τὴν κίνησιν τῷ τοῦ παντὸς πνεύματος μορίῳ, ὃ δι᾿ ἑκάστου κεχώρηκεν, γίνεσθαι.

διαφέρει δὲ οὐδὲν ὁποτερωθενοῦν λέγειν γίνεσθαι.

εἰ μέν δὴ καὶ τοῦτο ἀπὸ τοῦ μέσου κινοῖτο, λέγω δὲ τὸ ἔν τινι τῶν ἐπὶ μέρους σωμάτων, ἅμα κάτω καὶ ἄνω κινήσεται τὸ διὰ τῶν κατωτέρω τοῦ μέσου μερῶν τῆς ἕξεως αὐτοῦ διῆκον.

καθὸ μὲν τὸ πᾶν εἰς τὸ ἄνω, οὗ μέρος τοῦτο, ἄνω, καθὸ δὲ ἀπὸ τοῦ μέσου τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὰ πέρατα κινεῖται τὰ κατωτέρω τοῦ μέσου, εἰς τὸ κάτω κινήσεται δηλονότι.

ὥστε ἅμα ἄνω καὶ κάτω τὸ αὐτό. εἰ δὲ ἀπὸ τῶν περάτων ἐπὶ τὸ μέσον, ταὐτὸν συμβήσεται περὶ τὰ τῶν ἀνωτέρω τοῦ μέσου μερῶν αὐτοῦ διεληλυθότος τοῦ πνεύματος.

ἀλλὰ εἰ καὶ δοθείη διὰ τῆς τοῦ μεταξὺ ἀέρος ἐπερείσεως τὸ ὁρᾶν γίνεσθαι, ὅπως δηλοῦν ἐχρῆν μᾶλλον σκληρότητος καὶ μαλακότητος καὶ τραχύτητος καὶ λειότητος καὶ ὑγρότητος καὶ ξηρότητος ἀντίληψιν οὕτως ἢ χρώματος γίνεσθαι.

τούτων γάρ τι καὶ διὰ βακτηρίας δυνάμεθα γινώσκειν, ἀλλ᾿ οὐχὶ χρώματα οὐδὲ σχήματα ἢ ποσὸν ἤ τι τῷ μεγέθει, ἅπερ ἐστὶ τὰ ὁρώμενα.

τὰ γὰρ χρώματα καὶ τὰ σχήματα καὶ τὰ μεγέθη ἐστίν, ὧν ἡ ἀντίληψις διὰ τῆς ὄψεως.

ὅλως δὲ ἔσται ἁφή τις ἡ ὄψις.

ἀφῇ δὲ τὰ ἁπτὰ ὑπόπτωτα, ὥστ᾿ ἤτοι τὰ σώματα, καθὸ σώματά ἐστιν, ὁρατὰ ἔσται, ἢ τά γε πάθη τὰ κατὰ συμβεβηκός.

ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί;

τὸ γὰρ λέγειν τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ μὴ κεχαλᾶσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;

τοὐναντίον γὰρ εὔλογον τὸν πυκνότερον ῥᾷον συνεντείνεσθαι, ἄλλως τε καὶ τοῦτο πεφυκότα πάσχειν, ὁπότε ἐκ σκοτεινοῦ τὰ ἐν φωτὶ θεῷτο.

εἰ δὲ μὴ ὁ συνάπτων τῇ κόρῃ ἀφώτιστος ἂν ἐντείνεσθαι πέφυκεν, ἀλλὰ μόνον ὁ πεφωτισμένος, τί διαφέρει ἐντεῦθεν 1 διαλείψειε a 4 λέγουσι] σι m2 add. V 8 ἔν V: ἐν a 14 ante ὁποτέρωθεν duae lit. erasae V: ὁπωτέροθεν a 21 ἀνωτέρου a 23 ὅπως δηλοῦν] fortasse πως, δῆλον ὡς 26 fortasse ἢ [ποσὸν ἤ τι τῷ] μεγέθη sive ἢ πόσον τι τῷ μ. Diels 28 μεγέθει a ἀντίληψις] ις in it. V 29 ἡ ὄψις m1 in mg. V δὲ om. a εἴ τοι a 30 πάθη τὰ scripsi: παθητὰ Va 33 μὴ addidi ἢ ἐντεῦθεν εἶναι τὸ κεχαλασμένον τοῦ ἀέρος, λέγω δὲ πρὸς τοῦ δρωμένου ἢ πρὸς τοῦ ὁρῶντος;

εὔλογον γὰρ καὶ ὅταν ᾖ ἀφώτιστος ὁ πρὸς τῇ κόρῃ, ὁ δὲ πεφωτισμένος πρὸς τῷ ὁρωμένῳ, ἐκλύεσθαι πάλιν τὸν τόνον τὸν ἀπὸ τῆς ὄψεως ἰόντα πρῶτον διὰ τοῦ ἀφωτίστου ὄντος δυσκινήτου, ἐκλυθέντα δὲ μηκέθ᾿ οἶόν τε εἶναι συνεντείνειν τὸν πεφωτισμένον τὰ πρὸς τῷ ὁρωμένῳ.

οὐδὲν γὰρ μᾶλλον ἔδει τὰ ἐν τῷ φωτὶ ὑπὸ τῶν ἐν τῷ σκότῳ ὁρᾶσθαι ἢ τὸ ἔμπαλιν.

ἔτι ἔστιν, ὅτε δύο οἰκημάτων καταντικρὺ ὄντων καὶ φῶς ἐχόντων, τοῦ δὲ μεταξὺ τῶν οἰκημάτων ἀέρος σκότος ἔχοντος, οὐδὲν ἧττον ἀλλήλους ὁρῶσιν ἐκ τῶν οἰκημάτων, καίτοι τοῦ μεταξὺ μὴ συνεντεινομένου ἀέρος.

πῶς οἷόν τε τοῦτο συμβαίνειν;

ἔτι τὰ ἄστρα αὐτὰ διὰ τί ἡμέρας μὲν οὐχ ὁρῶμεν, νύκτωρ δὲ ὁρῶμεν;

φαινόμεθα γὰρ ἐνταῦθα τὸν ζοφερὸν μὲν ἀέρα καὶ συνεστῶτα δυνατοὶ ὄντες ἐντείνειν μέχρι τῶν ἄστρων, τὸν δὲ διακρινόμενον καὶ ἀλεεινότερον καὶ διὰ τοῦτο μᾶλλον ἰσχὺν ἔχχοντα, ὥς φασιν, μήτε ἐντεῖναι μήτε ἐπερεῖσαι δυνάμενοι μέχρι τοσούτου, ἀλλὰ μέχρι πολλῷ ἐλάττονος.

ἀλλὰ καὶ τῆς σελήνης ὑπελθούσης τὸν ἥλιον καὶ ἔκλειψιν παντελῆ αὐτοῦ ποιησάσης δυνατοὶ γινόμεθα συστάντα καὶ ζοφωθέντα τὸν ἀέρα ἐντείνειν ἕως τῶν ἄστρων πρὸ τοῦ μὴ δυνάμενοι.

ἀλλὰ καὶ ἐν ὕλῃ συσκίῳ ὄντες ἢ ἐν βαθεῖ φρέατι τὸ αὐτὸ ποιοῦμεν.

φαίνεται γὰρ ἀπὸ τῶν τοιούτων τόπων ἡμῖν ἄστρα καὶ μεθ᾿ ἡμέραν.

ἔτι ὅταν ὁρῶμεν τὰ ἐν τῷ ὑγρῷ, καὶ τὸ ὕδωρ τῷ ἀέρι συνεντείνεται ἢ οὔ;

εἰ μὲν γὰρ μὴ συνεντείνεται, οὐχ οὕτως τὸ ὁρᾶν.

ὁρᾶται γὰρ καὶ τὰ ἐν τῷ ὕδατι.

εἰ δὲ συνεντείνεται καὶ τὸ ὕδωρ, πολὺ εὐλογώτερον τὸν ζοφερὸν ἀέρα.

πυκνότερον γὰρ τὸ ὕδωρ μακρῷ τούτου.

εἰ δέ, ὅτι μανός, ὁ ζοφερὸς οὐ συνεντείνεται, πολλῷ μᾶλλον τοῦ ὕδατος ὁ πεφωτισμένος μανὸς ὢν οὐ συνεντείνεται.

ἔτι ἐν αὐτῷ τῷ ὕδατι ὄντες ὁρῶμεν ἔσθ᾿ ὅτε τὰ ἐν βυθῷ, καίτοι μηδενὸς ἀέρος συνάπτοντος τῇ κόρῃ·

ὥστε καὶ τοῦτο ψεῦδος τὸ λέγειν διὰ τῆς τοῦ μεταξὺ ἀέρος συνεντάσεως τὸ ὁρᾶν γίνεσθαι.

ἔτι τὰ ἔνυδρα πῶς οἷόν τε ὁρᾶν, εἴπερ μή ἐστιν ἐν τῷ ὕδατι ἀήρ;

εἰ δὲ φήσουσιν καὶ ἐν ἐκείνοις εἶναι ἀέρα, πῶς οὐκ ἐκπυρηνίζεται οὗτος ἐκ τοῦ ὕδατος ἐπιπολάζειν αὐτῷ πεφυκώς;

ἔτι εἰ τὸ φῶς σῶμα ὃν καὶ δι᾿ ὕδατος καὶ διὰ τῶν ἄλλων κεχωρηκέναι λέγουσιν, δῆλον ὡς, ἂν φανῇ τὸ φῶς μὴ ὃν σῶμα.

κενὸς ὁ λόγος ἂν εἴη.

εἰ γάρ, διότι σῶμα, ἐπέρεισις αὐτῷ γίνεται, ἂν μὴ σῶμα ἡ, δῆλον ὅτι οὐκ ἐπερεισθήσεται.

ἔτι πῶς οὐ συγκρίνεται τῇ τοῦ ὕδατος ψυχρότητι τὸ φῶς τοῦτο καὶ παύεται τοῦ φῶς εἶναι, εἴπερ διακρίσει φῶς ἐστιν;

ἔτι καὶ ἐν τοῖς πάγοις ἐχρῆν ἧττον φῶς γίνεσθαι, καθάπερ καὶ ἀλέαν.

τὸ γὰρ μὴ συγκρίνεσθαι τὸ πνεῦμα ὕδατος συγκρινομένου καὶ κρυστάλλου γινομένου παράλογον, εἰ γέ ἐστιν ἀὴρ διακρινόμενος τὸ φῶς.

τοῦ γὰρ ὕδατος συγκρινομένου καὶ πηγνυμένου τὸν ἀέρα εὐπαθέστερον ὄντα μὴ 5 τὰ] fortasse τὸν 7 κατ᾿ ἀντικρὺ a: κατ᾿ ἄντικρυ V 8 τοῦ δῶ V: τοῦ μὴ δὲ a 8—9 ἀέρος usque ad τῶν οἰκημάτων om. a 13 ἀλεεινότερον K: ἀλαιεινότερον Va 17 ἐκτείνειν Ka 19 ἡμῖ V 20 τὰ V: τε Ka μὲν om. K 23 ὅτι V: ἄρα Ka οὐ om. Ka 30 πεφυκώς K: πεφυκῶς a: πεφυκός V 34 τοῦ om. a 36 ἀλαίαν Va κρυστάλον a λέγειν συγκρίνεσθαι παράλογον.

ὁρῶμεν δὲ καὶ τὴν φλόγα πάσχουσάν τι ὑπὸ τῶν πάγων.

καὶ πρὸς τοὺς λέγοντας δὲ ἐν τῇ χιόνι φωτοειδές τι πνεῦμα ἀπειλῆφθαι καὶ τοῦτο τῆς λευκότητος αἴτιον εἶναι ῥητέον·

πῶς οὐ συγκρίνεται τοῦτο ὑπὸ τῆς ψυχρότητος;

ἔτι πῶς μετὰ τὴν κλάσιν ἤτοι τὴν ἀπὸ τοῦ κατόπτρου ἢ τὴν ἀπὸ τῶν διαφανῶν ἔτι τὸ τῆς ἐπερείσεως σώζεται;

ζεται;

οὐδὲ γὰρ ἐπὶ βακτηρίας τοῦτο δυνατόν·

πάντα γὰρ τὰ κεκλασμένα, ὥσπερ τὰ πηρὰ σώματα πρὸς τὰς ἐνεργείας, κἀκεῖνα πρὸς τὰς ἐπερείσεις ἐκλύεται.

ἔτι εἰς φρέαρ βαθὺ καὶ ζοφερὸν ἀποβλέψαντες τί δή ποτε τὸ μὲν ὕδωρ οὐχ ὁρῶμεν, τὴν δ᾿ ἑαυτῶν ἔμφασιν ὁρῶμεν;

γελοῖον γὰρ τὸ 150r λέγειν τῷ μὲν ὕδατι μὴ γίνεσθαι ἐπέρεισιν, κλασθέντος δὲ τοῦ μὴ ἐπερείσαντος τῷ ὕδατι ἐπέρεισίν τινα μετὰ τὴν κλάσιν γίνεσθαι τῷ κεκλασμένῳ.

ὅμοιον γὰρ τῷ φάναι κλασθείσης ῥάβδου καὶ διπλωθείσης τὸ μὲν κατὰ τὴν κλάσιν ἀντέρεισιν ἡμῖν αἰσθητὴν μὴ παρέχειν, διὰ δὲ τῆς κλάσεως θατέρῳ τῶν περάτων ἀντερείδειν δύνασθαι.

ἔτι εἴπερ διὰ πάντων κεχώρηκεν τὸ πνεῦμα, δῆλον ὅτι καὶ διὰ τῶν τοίχων, ὥσπερ καὶ διὰ τῶν διαφανῶν.

τί δή ποτ᾿ οὖν τὸν μὲν ἐν τοῖς διαφανέσιν ἀέρα συνεντείνομεν καὶ ὁρῶμεν δι᾿ αὐτῶν, τὸν δὲ ἐν τοῖς μὴ διαφανέσιν οὔτε συνεντείνομεν οὔτε ὁρῶμεν δι᾿ αὐτῶν;

εἰ δὲ λέγοιεν τὸ στερεὸν ἐπιπροσθεῖν, στερεὰ καὶ ἡ ὕαλος καὶ τὸ κέρας καὶ οἱ διαφανεῖς λίθοι.

εἰ γὰρ ταῦτα λέγοιεν μὴ στερεά, διότι εὔθραυστα, καὶ διὰ τοῦτο δι᾿ αὐτῶ ὁρᾶν ἡμᾶς, εὔθραυστος οὐδὲν ἧττον τούτων καὶ ὁ κέραμός ἐστιν, ὥστε ἐχρῆν ἡμᾶς ὁρᾶν καὶ διὰ τούτου.

τί ποτ᾿ οὖν τὸ ἐπιπροσθοῦν τοῖς τοιούτοις καὶ διὰ τί ὁ μὲν ἀὴρ διήκει διὰ πάντων, τὸ δὲ φῶς λεπτότερον αὐτοῦ ὂν οὐ διήκει;

ἐχρῆν γάρ, ὅπερ εἰ ἐγίνετο συνέβαινεν ἄν, μηδαμοῦ γίνεσθαι σκιὰν διὰ παντὸς ἰόντος τοῦ φωτὸς καθάπερ καὶ τοῦ ἀέρος.

πῶς δέ φασι κατὰ τὸ πέρας τυποῦσθαι τὸν ἀέρα προσπίπτοντα τοῖς ὁρωμένοις;

τὰ γὰρ μάλιστα λεπτὰ καὶ ὑγρὰ τῶν σωμάτων οὐ δυνατά ἐστι τὸ ἐνσημαινόμενον δέχεσθαι, ὥσπερ δι᾿ ὑγρότητα ὕδωρ καὶ πηλὸς ἢ ἀὴρ ὑγρός.

ἔτι, εἰ καὶ δοθείη τυποῦσθαι καὶ δέχεσθαι τὸ ἀποματτόμενον, πῶς ἄλλο τι παρὰ τὸ σχῆμα δύναται δέξασθαι;

χρῶμα γὰρ οὐδενὸς οὔτε ἐνσημαίνεσθαι πέφυκεν οὔτε ἐν τοῖς ἐκτυπουμένοις ἐγγίνεσθαι, ὥστ᾿ ἔδει χρόας ἡμᾶς μὴ ὁρᾶν, σχῆμα δὲ μόνον.

τάχα δὲ οὐδὲ σχῆμα.

νῦν μὲν γὰρ διὰ βακτηρίας τινὰ τῶν σχημάτων γνωρίζομεν, οἷον τὰ μὲν κυρτά, ὅτι περιολισθάνει περὶ αὐτὰ ἡ βακτηρία, τὰ δὲ κοῖλα, ὅτι προσπίπτει ταῖς ἑκατέρωθεν ἐξοχαῖς αὐτῶν, τὰ δὲ εὐθέα, ὅτι τούτων οὐδέτερον, ἃ οὐκ ἂν ἐγινώσκομεν διὰ βακτηρίας, εἰ συνέβαινεν τὸ πέρας τῆς βακτηρίας μετασχηματίζεσθαι ψαῦον ὁτουοῦν σώματος οἷον περιπλαττόμενον, περὶ δὲ τὸν ἀέρα τοῦτο συμβαίνει, ὥστε οὐδὲ τῶν σχημάτων ἂν ἀντίληψις οὕτω γίνοιτο δι᾿ αὐτοῦ.

ἔτι ὁ τύπος πρὸς τῷ πέρατι γίνεται.

πῶς οὖν 12 τὸ μὲν κατὰ τὴν κλάσιν] scil. πέρας, quod nisi excidit certe supplendum est (cf. 63,24), i. e. baculi in fractura terminus. hoc enim dicit: absurdum esse dicere sos is baculi termino per facturam orto niti ao posse, posse ia altero eius termino, i. e. in eo, qui ante fracturam proprius erat baculi terminus (δύνασθαι cf. Ind.) 19 εὔθραστα a 22 τὸ in lit. V 28 ἢ ἀὴρ insiticium videtur 33 περιολισθαίνει a βατηρία a 34 παραπίπτει a ὁρῶμεν κατὰ θάτερον πέρας;

οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων αἱ τυπώσεις δι᾿ ὅλων γίνονται.

εἰ δὲ λέγοιεν, ὅτι διαφανὴς ὁ ἀὴρ καὶ διὰ τοῦτο δι᾿ ὅλου τετύπωται καὶ ὁρῶμεν οὕτως, ἄλλο ἄν τι τοῦ ὁρᾶν αἴτιον λέγοιεν, τὴν διαφάνειαν γάρ, καὶ οὐ τὴν ἐπέρεισιν.

ἔτι θαυμαστόν, πῶς τοῖς μὲν μάλιστα τυποῦσθαι δυναμένοις οὐ συμβαίνει τὸ διὰ βάθους τυποῦσθαι, τῷ δ᾿ ἀέρι τῷ ἥκιστα ὄντι τοιούτῳ δι᾿ ὅλου ἡ τύπωσις ἐγγίνεται.

ἔτι εἰ πέφυκεν ὁ ἀὴρ οὕτως τυποῦσθαι, τί δή ποτε οὐχὶ καὶ ἀπελθόντος τοῦ τυποῦντος ἔτι μένει ἐν αὐτῷ ἡ τύπωσις, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὥστε καὶ μὴ παρόντα τὰ ὁρατὰ ἐχρῆν ἡμᾶς ἔτι ὁρᾶν;

ἔτι πῶς οὐ συγχέονται οἱ τοιοῦτοι τύποι, ἐπειδὰν ῥέῃ τὸ ὕδωρ, τὸ δὲ αὐτό, εἰ καὶ ἐν ἀέρι πνεῦμα πολὺ εἴη;

ἔτι ἔμπαλιν φαίνεται, ἢ ὡς ἔχει τῶν ὁρατῶν ἔνια, τὰ μὲν κυρτὰ κοῖλα, τὰ δὲ κοῖλα κυρτά, καὶ ἁπλῶς τὰ μὲν ἐξέχοντα εἰσέχοντα, τὰ δὲ εἰσέχοντα τοὐναντίον ἐξέχοντα;

οὕτως γὰρ ἡ τύπωσις γίνεται.

εἰ δὲ λέγοιεν τῇ μὲν κοιλότητι τῆς βάσεως τοῦ κώνου τὸ κυρτὸν κρίνεσθαι, τῇ δὲ κυρτότητι τὸ κοῖλον, καθάπερ καὶ ἐπὶ τῆς διὰ τῶν χειρῶν ἁρῆς, τὰ ἐπὶ τῆς γραφῆς συμβαίνοντα μάλιστα τοῦτο ἐλέγξει.

ὁμαλοῦς γὰρ οὔσης αὐτῆς τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα φαίνεται, καίτοι ὁμαλεῖ τῇ τοῦ κώνου βάσει κρινόμενα.

ἔτι περὶ τῶν δι᾿ ἀνακλάσεως ὁρωμένων τί φήσουσιν;

τὸ γὰρ πέρας τοῦ κώνου ἐπὶ τούτων τῇ τοῦ κατόπτρου ἐπιφανείᾳ τυποῦται, ὅπερ ἐνδέχοιτ᾿ ἂν ἐναντίως ἐσχηματίσθαι τῷ ἐμφαινομένῳ, οὐχ ὁμοίως, ἀλλὰ φέρε εἰπεῖν κυρτοῦ ὄντος τοῦ ἐμφαινομένου ἢ εὐθέος κοῖλον εἶναι τὸ κάτοπτρον.

θαυμαστὸν δὲ καὶ τὸ μὴ τὴν ἀπὸ τούτου τύπωσιν ἐπιπροσθεῖν τῇ ἀπὸ τοῦ ἐμφαινομένου γινομένῃ, ἢ κωλύειν τὴν ἐκείνου μορφὴν ἐμφαίνεσθαι.

ἔτι ἄπορος ἡ ἀπὸ τοῦ κατόπτρου πρὸς τὸ ὁρώμενον ἀνάκλασίς τε καὶ ἔντασις τοῦ ἀέρος, ὡς εἰρήκαμεν.

πῶς γὰρ μετὰ τὴν κλάσιν οἷόν τε ἔτι τὴν ἐπέρεισιν γίνεσθαι;

ἔτι τί δή ποτε τὰ ἐγγυτάτω τῆς κόρης οὐχ ὁρῶμεν;

καίτοι ἔδει·

καὶ γὰρ καὶ ἡ ἐπέρεισις δι᾿ ὀλίγου καὶ ἡ τύπωσις ἐγγύθεν.

Πρὸς τοὺς διὰ τῆς τῶν εἰδώλων ἐμπτώσεως τὸ ὁρᾶν λέγοντας γίνεσθαι.

Πρὸς δὲ τοὺς διὰ τῶν εἰδώλων τὸ ὁρᾶν λέγοντας γίνεσθαι πρῶτον μὲν προσαπορήσειεν ἄν τις, πῶς οὐκ ἀναλίσκεται τοσούτων ἀπορρεόντων ἕκαστον τῶν ὁρωμένων ταχέως, εἰ δὲ λέγοιεν ἀντιπροσκρίνεσθαι αὐτοῖς ἄλλα, ἀλλ᾿ οὖν τῶν ἀπορρεόντων καὶ τῶν προσκρινομένων οὐκ ὄντων ἀλλήλοις ὁμοιοσχημόνων (τὰ μὲν γὰρ ἀπορρέοντα εἴδωλα καὶ ὁμοιόμορφα, τὰ δὲ προσκρινόμενα οὐχ οὕτως προσκρίνεται) οὐκ ἔδει τὰ ὑποκείμενα καὶ ὁρώμενα ὁμοιοσχήμονα μένειν, ἀλλὰ ἄλλοτε ἀλλοῖον ἴσχειν σχῆμα.

ἔτι πῶς συνεχοῦς τῆς ἀπορροίας γινομένης καὶ πανταχοῦ καὶ πανταχόθεν οἷόν τε 2 γίνεται a 4 γὰρ] cf. Ind. 6 διόλου V 12—13 εἰσέχοντα τοὐναντίον] α τοὐναν in lit. V 16 ἐξελέγχει a 18 ἔτι περὶ τῶν δι᾿ ἀνακλάσεως] cf. 133, 12 21 εὐθέως a 25 τὴν post ἔτι om. a 26 τί supra lin. V δήποτε τὰ m2, δήποτε ταῦτα m1 V: δήποτε τὰ a 27 ἡ post γὰρ καὶ om. a 29 γίνεσθαι om. a 33 ἀπορρεόντων] ante ν una litera erasa V τὴν πρόσκρισιν γίνεσθαι;

ἀλλήλοις γὰρ ἂν τὰ ἀποκρινόμενα τοῖς προσκρινομένοις ἐμποδίζοι ἀδιαλείπτου ἀμφοτέροις τῆς φορᾶς οὔσης.

ἔτι πῶς οἷόν τε τοῦ διαστήματος ἀντίληψιν γίνεσθαι, εἰ τὰ εἴδωλά ἐστι τὰ ὁρώμενα;

ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι.

καὶ τί τὸ μετροῦν τὸν ἀέρα τοῦτον;

καὶ πῶς 150 v ἔτι εὐθὺ τῷ ἀναβλέψαι καὶ τὰ πόρρωθεν ὁρᾶται;

πῶς δὲ οἷόν τε καὶ τῶν σχημάτων καὶ τῶν μεγεθῶν ἀντίληψιν γίνεσθαι διὰ τῶν εἰδώλων (ἃ βουλόμενοι σώζειν τὰ εἴδωλα ποιοῦσιν), εἴ γε κατὰ βραχὺ ἡ ἔμπτωσις εἰς τὸν ὀφθαλμὸν αὐτῶν γίνεται;

οὐ γὰρ δὴ μεῖζόν ἐστι τὸ τῆς κόρης, ᾗ ὁρῶμεν, μέγεθος τοῦ εἰδώλου, ὃ δεχόμεθα κατ᾿ αὐτοὺς εἰς τὴν κόρην.

εἰ γὰρ καὶ συγχωρήσειέ τις αὐτοῖς διὰ τὸ τάχος συνεχῶς ἄλλο καὶ ἄλλο δέχεσθαι, ἀλλὰ πόθεν γε ὅτι τὸ ἑξῆς λήψεται τοῦ εἰδώλου, καὶ οὐχὶ πολλάκις τὸ αὐτὸ ἢ ἄλλο τι μόριον πόρρω τούτου κείμενον καὶ διεσπασμένον εἶτα συντιθέμενον;

πῶς οἷόν τε τὸ σῶμα σωθῆναι τοῦ ὁρωμένου;

πῶς δὲ τὸ μέγεθος τὸ οἰκεῖον ἑκάστου;

δύναται γὰρ καὶ τὰ τῶν ἄλλων τοῖς πρώτοις προστίθεσθαί τε καὶ μίγνυσθαι καὶ μὴ κατ᾿ οἰκείαν περιγραφὴν ἕκαστον αὐτῶν ὁρᾶσθαι, μηδὲ σημεῖον τοῦ ταῦτα μὲν τούτου τὰ εἴδωλα, ταῦτα δὲ μὴ τούτου εἶναι.

ὅλως δὲ τί γίνεται τὰ προεισελθόντα;

τὸ γὰρ φυλάσσεσθαι αὐτὰ λέγειν καταβυσσούμενα καὶ συντίθεσθαι ἐν τῷ ὀφθαλμῷ λίαν ἐστὶ μυθῶδες.

ποῦ γὰρ καταβυσσοῦται ἢ μένει, τίς δὲ ὁ οἰκοδομῶν αὐτὰ ἐμβαδὸν καὶ συντιθείς;

ἢ πῶς ἑκάστου αὐτῶν κατ᾿ ἰδίαν κειμένου ἡ συνέχεια καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα φαίνεται;

πῶς δέ, εἰ οὕτως ἐστὶ τὰ εἴδωλα εὐπαθῆ, τῇ ἐμπτώσει τῇ εἰς τὸν ὀφθαλμὸν μένει αὐτῶν τὸ σχῆμα καὶ ἡ ἐξοχὴ καὶ εἰσοχὴ καὶ οὐ συγχεῖται;

πῶς δὲ καὶ ἀπὸ τῶν λείων τοίχων ὡς ἐσχηματισμένα λαμβάνει τὰ εἴδωλα οὐκ ἐχόντων ἐξοχὰς καὶ εἰσοχάς;

πῶς δὲ ἀπὸ τῶν κατόπτρων ὑδάτων ἐμφαινομένων ἐκείνοις τὰ σχήματα λείων ὄντων;

πῶς δὲ εἰδώλου ὄντος τοῦ ἐν τῷ κατόπτρῳ εἴδωλα πάλιν ἀπορρεῖ τοσαῦτα, καὶ διὰ τί τὰ ἐν τοῖς κατόπτροις εἴδωλα παχύτερα, ὡς τοσαύτην ἀπ᾿ αὐτῶν ἀπορροὴν γίνεσθαι;

διὰ τί δὲ καὶ μένει ταῦτα καὶ οὐ κινεῖται;

διὰ τί δὲ καὶ μένοντα οὐχὶ καὶ ἀπελθόντος τοῦ ὁρῶντος αὐτὰ κἂν ἐπ᾿ ὀλίγον μένει;

διὰ τί δὲ οὐκ ἐπὶ τῆς ἐπιφανείας τῶν κατόπτρων τὰ εἴδωλα, ἀλλὰ ἐν βάθει;

πῶς δὲ οὐχὶ καί, εἰ οὕτως ἐστὶν εὐπαθῆ καὶ εὐκίνητα, ἀνέμου πνέοντος οὐ παρασύρονται τῷ ἀέρι ἐν εἰσιν;

τὸ γὰρ λέγειν διεκπίπτειν δι᾿ αὐτῶν τὰ ἄλλα φερόμενα οὐ σωζόντων ἐστὶ τὴν 5 ἀναμετρεῖσθαι] cf. 158 r 34 6 τῷ V ex. Vict.: τὸ a 8 κατὰ βραχὺ] cf. 136, 28 ἡ scripsi: ἣ ex. Vict.: ἢ Va 9 fortasse τοῦ τῆς κόρης 11 fortasse αὐτὴν διὰ 12 οὐχὶ addidi cf. Al. de sens. 121, 1 sq. . . καὶ γὰρ εἰ πολλάκις κα πολλὰ δέχεται, πῶς καὶ διὰ τί ἄλλο τε καὶ ἄλλο μέρος τοῦ εἰδώλου δέξεται καὶ οὐχὶ ἀεὶ τὸ αὐτὸ καὶ ἐκ διαστημάτων; 14 συντιθέμένων (ο supra ω m1) V 17 αὐτῶν om. a 18 φυλάσεσθαι V 22 πῶς δέ κτλ.] cf. Al. de sens. 122, 1 sq. 24 πῶς δὲ καὶ κτλ.] cf. Al. de sens. 121, 14 sq. 26 fortasse ⟨ἢ⟩ ὑδάτων ἐμφαινόμενα cf. 62,13 29 ἀπ᾿ .αὐτῶν om. a 30 διὰ τί δὲ κτλ.] fortasse τοῦ ὁρωμένου cf. Al. de sens. 122, 3 διὰ τί δὲ κἂν ὀλίγον ἀπελθόντος τοῦ ὁρωμένου ταῦτα (ταὐτὰ Thurot) μένει ἢ ἐξ ὧν ἐν τῇ ὄψει; 31 φανείας a 32 πῶς δὲ οὐχὶ κτλ.] cf. Al. de sens. 120, 11 καὶ sante εἰ add. v. c. V 34 φερόμενα] supra ερ: νν ut videtur v. c. V συνέχειαν τοῦ εἰδώλου, προσέτι δὲ καὶ στερεότητά τινα καὶ ἀντιτυπίαν καταλιπόντων.

οὕτως γὰρ αὐτὰ μένοι, διεκπίπτοι δὲ διὰ τῶν κενῶν τὰ φερόμενα.

εἰ δέ ἐστιν εὔκολος αὐτῶν ἡ κίνησις ἐκ φλοιωδῶν καὶ ὑμενωδῶν, ὥς φασιν, καὶ πᾶσα ῥοπὴ ἱκανὴ παρασῦραι αὐτά, ἔδει μὴ ὁρᾶν τοὺς κατὰ τὸν ἄνεμον βλέποντας.

ἔτι εἰ τὰ εἴδωλά ἐστιν αὐτὰ τὰ ἐμπίπτοντα καὶ ὁρώμενα, διὰ τί τὰ ὁρώμενα πόρρω ὄντα φαίνεται;

τὸ γὰρ μυωπίζεσθαι λέγειν ⟨τὴν ὄψιν⟩ ὑπὸ τῶν εἰδώλων οὐ τῶν εἰδώλων ἐστὶ τὸ ὁρᾶν ποιεῖν, ἀλλὰ ἄλλον τινὰ χρὴ τρόπον ζητεῖν αὐτούς, δι᾿ οὗ μυωπισθεῖσα ἡ ὄψις τὸ ὁρατὸν ὄψεται κἀκείνῳ προσβαλεῖ·

πῶς γὰρ ὁρατὸν ἔτι τὸ εἴδωλον γίνεται, εἴ γε μόνον πρὸς τὸ παρασκευάσαι τὴν ὄψιν αὐτὴν καὶ διεγεῖραι τὸ εἴδωλον χρήσιμόν ἐστιν;

τὸ δὲ λέγειν τῷ ποσῷ τοῦ ἀέρος τοῦ μεταξὺ τοῦ τε ὁρωμένου, ἀφ᾿ οὗ τὰ εἴδωλα, καὶ τοῦ ὀφθαλμοῦ τὴν ἀντίληψιν γίνεσθαι τοῦ διαστήματος (τοῦτο γὰρ ὑπὸ τοῦ εἰδώλου προωθούμενον προεμπίπτειν τῇ κόρῃ πρὸ τοῦ εἰδώλου) ἀτοπίαν οὐδεμίαν ὑπερβάλλει.

πῶς γὰρ τὸ εἴδωλον δύναται τὸν πρὸ αὐτοῦ προωθεῖν ἀέρα, ὂν οὕτως εὐπαθές;

καὶ πῶς τοῦτον ἡ κόρη δέχεται, προσέτι τε πολλάκις τοσοῦτον δέξεται;

οὐ γὰρ ἑνὸς εἰδώλου ἐμπτώσει τὸ ὁρᾶν·

ἕκαστον οὖν τῶν ἐμπιπτόντων τοσοῦτον ἀέρα προπέμψει αὐτοῦ εἰς τὴν κόρην, εἰ μὴ ἄρα τὰ φερόμενα εἴδωλα ἀπὸ τοῦ ὁρωμένου οὐχ ὅτε τις βλέπει τότε φέρεται, ἀλλὰ παρακείμενα τῷ ὀφθαλμῷ· οὐ γὰρ δή, ὅτε ὁρᾶ ὀφθαλμός, τότε ἀπορρεῖ τὰ εἴδωλα.

πῶς οὖν τὰ παρακείμενα ἔτι προώσει τὸν μεταξὺ ἀέρα;

ἔτι εἰ ὑπὸ τῶν ἀνέμων μὴ σκίδναται τὰ εἴδωλα διὰ τὸ ὑποκάτω καὶ λεπτότερα καὶ ἀραιότερα τὴν φύσιν εἶναι τοῦ φερομένου ἀέρος ὑπὸ τῶν ἀνέμων.

πῶς ἅμα τὸν ἀέρα τοῦτον οἷόν τε ἔσται προωθεῖν;

ἔτι εἰ ἄχροά ἐστι τὰ εἴδωλα καὶ τοιαῦτα αὐτὰ δέχεται ἡ ὄψις, πῶς χρωμάτων ἀντιλαμβάνεται;

πῶς δὲ τῶν σχημάτων κατ᾿ ἐλάχιστον αὐτὰ δεχομένη;

ὥστε οὔτε χρωμάτων οὔτε σχημάτων ἂν γίνοιτο ἡ ὄψις, εἴ τις ἀκριβῶς ἐξετάζοι καὶ μὴ πάντα αἰτουμένοις αὐτοῖς διδοίη·

τίνος οὖν ἔτι ἡ ὄψις ἔσται;

Πρὸς τοὺς διὰ τῆς ἀπορροίας τῆς ἀπ᾿ ἀμφοῖν τὸ ὁρᾶν λέγοντας.

Πρὸς δὲ τοὺς λέγοντας τὸ ὁρᾶν γίνεσθαι ἐξ ἀμφοτέρων, ἀπορροίας γινομένης ἀπό τε τῆς ὄψεως καὶ ἀπὸ τῶν ὁρωμένων, καὶ κατὰ τὴν τούτων μῖξιν γίνεσθαι τὴν ἀντίληψιν τῇ ὄψει (φῶς γάρ τι ἐκπέμπεσθαι ἀπὸ τῆς ἡμετέρας ὄψεως, ὃ τῇ ἀπορροίᾳ τῇ ἀπὸ τοῦ ὁρωμένου συμμιγὲν ἐχούσῃ 2 fortasse ⟨ἂν⟩ αὐτὰ μένει a διεκπίπτει a 3 εὐκόλως a 6 ὁρώμενα καὶ ἐμπίπτοντα a 7 τὴν ὄψιν addidi, cf. Al. de sens. 122, 4 sq. τὸ δὲ λέγειν μυωπίκσθαι τὴν ὄψιν ὑπὸ τῶν φερομένων ἐπ᾿ αὐτὴν εἰδώλων καὶ διορίζεσθαι καὶ πρὸς τὸ ὁρᾶν παρασκευάζεσθαι οὐκέτι τηρούντων ἐστὶ τὸ διὰ τῶν εἰδώλων γίνεσθαι τὸ ὁρᾶν. δῆλον γὰρ ὅτι μυωπισθεῖσα ἡ ὄψις ὑπὸ τοῦ εἰδώλου ἄλλο τι οὐκ ὄψεται, εἰ μὴ τὸ εἴδωλον. τί οὖν ταῦτα καὶ πῶς 11 τὸ δὲ λέγειν κτλ.] cf. Al. de sens. 120, 5 sq. huc pertinet etiam de sens. 120,12 — 121, 1, quo summovetur Thuroti aporia 14 ἀτοπίαν] το supra alin. V 15 αὐτοῦ V: τοῦ αὐτοῦ a 17 ἐμπιπτόν| V 18 fortasse τὸν πρὸ αὑτοῦ 21 προώσει] ante ω una lit. eras. V 24 ἃ χρόα a 25 αὐτὰ om. a 27 ἐξετάζει a 29 fortasse λέγοντας ⟨γίνεσθαι⟩ cf. 127, 27 134, 28 136, 30 33 συμμιγὲς a τὸ εἶδος τοῦ ὁρωμένου ἀναλαμβάνον καὶ ἀναμασσόμενον τὸ παῤ ἐκείνου εἶδος ἀναγγέλλειν τῇ αἰσθήσει), πρὸς δὴ τούτους χρὴ λέγειν πρῶτον μὲν ὅτι, εἰ τὸ ἀφ᾿ ἑκατέρου ἐκπέμπεσθαί τι σῶμα κατ᾿ ἰδίαν ἢ ἀπὸ τῆς ὄψεως ἢ ἀπὸ τοῦ ὁρωμένου ἄτοπον, δῆλον ὡς ἄτοπον καὶ τὸ ἐξ ἀμφοτέρων τὴν ἀπόρροιαν αὐτῶν ποιεῖν (ἀπαντήσει γὰρ καὶ τούτοις ἄτοπα, ὅσα ἑκατέροις τέροις ἐκείνων·

καὶ γὰρ τὸ ἐν χρόνῳ δεῖν γίνεσθαι τὴν ἀντίληψιν διαφέροντι τῶν ἐγγὺς καὶ πόρρωθεν ὁρωμένων, καὶ τὸ ἀναλίσκεσθαι τά τε ὁρῶντα καὶ τὰ ὁρώμενα καὶ μειοῦσθαι ἐν τῇ ἐνεργείᾳ ταύτῃ ἑκάτερον 151r αὐτῶν τοσαύτης ἀπορροίας ἀπ᾿ αὐτῶν γινομένης), καὶ τὸ μέχρι πόσου δὲ ἄπεισι τὸ ἐκπεμπόμενον, ἔπειτα συμμίγνυται τῷ ἀπὸ τοῦ ὁρωμένου ἀπορέοντι, ὡρίσθαι δεῖ.

ἣν γὰρ ἂν ἀναλογίαν ποιήσωσιν, δεήσει ἐν πλείονι χρόνῳ τὰ μακρὰν ὁρᾶν τῶν ἐγγύς, ἅτε πλείονα κίνησιν κινουμένου τοῦ ἐκπεμπομένου ἀφ᾿ ἡμῶν ἐν τῇ πρὸς ἐκεῖνα προσβολῇ, τὴν δὲ πλείονα κίνησιν νησιν ἐν πλείονι γίνεσθαι χρόνῳ.

οὐδὲ γὰρ τὸ ἀπορρέον θᾶττον ἀφικνεῖσθαι πρὸς τὴν ὄψιν αὔταρκες πρὸς τὸ μὴ ἐπὶ πλέον προχεῖσθαι τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον ὑπὸ τῶν πόρρωθεν ὁρωμένων.

ἐπὶ γὰρ τῶν ἐγγὺς ὁρωμένων, εἰ τὸ μὲν πληκτικώτερον ἐγγυτέρω τεθείη, οἷον τὸ πῦρ, τιὸ δ᾿ οὐχ ὁμοίως πληκτικὸν πορρωτέρω, οἷον ἄνθρωπος (ἐλάττω γὰρ τὸ τούτου χρῶμα πληκτικόν), ὡς τὸ μὲν ἀπὸ πήχεως ἑνός, τὸ δὲ ἀπὸ δύο ἢ τεσσάρων πηχῶν εἶναι, ἔπειτα ἀναβλέψαιμεν, ἅμα ἂν ἴδοιμεν καὶ οὐ θᾶττον τὸ πληκτικὸν καίτοι πλησίον κείμενον, ὥστ᾿ οὐδὲν τὸ πληκτικὸν ἢ μὴ πρὸς τὸ ἐλάττονα τὴν πρόοδον γίνεσθαι ἢ πλείονα τὴν ἀπὸ τῆς ὄψεως συντελεῖ.

ἔτι εἰ ἑκάτερον τῶν ἐκπεμπομένων ἐπ᾿ εὐθείας φέρεται, τίς ἡ χρεία τοῦ ἀπ᾿ ἀμφοτέρων ἐκπέμπεσθαι;

ἐδύνατο γὰρ ἢ ἀπὸ τοῦ ὁρωμένου ἐπὶ τὴν ὄψιν ἀφικνεῖσθαι ἢ τὸ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ ὁρώμενον.

ἔτι τίς ἡ ἀνάμαξις τοῦ εἴδους, καὶ πῶς γίνεται τῷ ἐκπεμπομένῳ ἀπὸ τῆς ὄψεως παρὰ τοῦ ἀπορρέοντος ἀπὸ τοῦ ὁρωμένου τύπωσις, ἀλλὰ οὐκ ἀλλοίωσις;

δεῖ γὰρ καὶ τοῦτο διωρίσθαι.

ἔτι ποδαπόν ἐστι τὸ ἀπὸ τοῦ ὁρωμένου φερόμενον;

εἰ μὲν γὰρ καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα ὅμοιον τῷ ἀφ᾿ οὗ φέρεται ἔχει, οὐδὲν ἄλλ᾿ ἢ εἴδωλον ἔσται ἢ καὶ πλέον ἔχον τι.

ἐκεῖνα γὰρ οὔ φασιν ἔχειν χρῶμα.

εἰ δὲ τὸ μὲν χρῶμα ἔχον, τὸ δὲ σχῆμα μή, πῶς τῶν σχημάτων ἡ ἀντίληψις, ἐχρῆν λέγειν.

εἰ δὲ τὸ μὲν σχῆμα ἔχει, τὸ δὲ χρῶμα μή, οὐ χρωμάτων ἔτι ἡ ὄψις ἀντιληπτική.

τίς δὲ καὶ ὁ τρόπος τῆς μετὰ τὸ παθεῖν τὸ ἐκ τῆς ὄψεως ἐκπεμφθὲν μηνύσεως τῇ ὄψει;

ἔτι εἰ φῶς ἐστι τὸ ἐκ τῆς ὄψεως ἐκπεμπόμενον, δῆλον ὅτι ὁρατόν ἐστιν.

διὰ τί οὖν ἐν τῷ σκότῳ ἀναβλέποντες οὐχ ὁρῶμεν ἄλλος τὸ ἄλλου;

ὡς γὰρ ἐν τοῖς σκοτεινοῖς οἰκήμασιν, κἂν διὰ βραχείας ὀπῆς εἰσέλθῃ φῶς, ὁρατὸν γίνεται καὶ 2 ἀναγγέλλειν] cf. 158 r 34 9 δὲ πόσου a 10 ἄπεισι corr. ex. ἄπισι V 16 fortasse ἐπὶ τῶν πόρρωθεν 19 πήχεως m², πῆχος m1 V: πήχεως a 24 fortasse ἢ ⟨τὸ⟩ ἀπὸ 25 ἀνάμαξις V: ἀνάμιξις a. Cf. φῶς . . ὃ τῇ ἀπορροίᾳ συμμιγὲν. ἐχούσῃ τὸ εἶδος τοῦ ὁρωμένου ἀναλαμβάνον καὶ ἀναμασσόμενον τὸ παῤ ἐκείνου εἶδος 136,32 27 ἀλλὰ οὐκ m2, ἀλλὰ m1 V: ἀλλὰ οὐκ a 29 μὲν om. a 30 ἀλλ᾿ Va οὔ φασιν V ex. Vict.: ὅν φασιν a 36 τὶ ἄλλου Ka 37 τὸ φῶς Ka εὐθὺς ὁρᾶται, οὕτως ἔδει καὶ ἀπὸ τῶν ὀμμάτων ἀπιὸν ὁρᾶσθαι, ἐπειδὰν ἐν σκότῳ ἀναβλέψωμεν.

ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς.

Ὅτι μὴ σῶμα τὸ φῶς.

Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀπορροή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον τι πυρὸς εἶδος.

πῦρ μὲν οὖν οὐκ ἂν εἴη.

φῶς μὲν γάρ ἐστι μᾶλλον καὶ ἧττον, πῦρ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν.

οὐκ ἄρα πῦρ τὸ φῶς.

ἢ εἰ ἦν τὸ μᾶλλον πῦρ, μᾶλλον ἂν ἦν καὶ φῶς, εἴ γε ταὐτὸν πῦρ τε καὶ φῶς.

μᾶλλον δὲ πῦρ ἡ φλὸξ τοῦ φωτὸς ὁμολογεῖται καὶ οὐκ ἔστι μᾶλλον φῶς.

ἔτι τὸ μὲν πῦρ θερμαίνει τε καὶ καίει, τὸ δὲ φῶς οὐδέτερον.

ἔτι τὸ φῶς καὶ ἐν ὕδατί ἐστιν, πῦρ δὲ οὐχ οἷόν τε ἐν ὕδατι, καὶ φῶς μὲν καὶ ἐν κρυστάλλοις, πῦρ δὲ ἀδύνατον, εἴ γε ἐν ὑπερβολῇ ψυχρότητος ὁ κρύσταλλος.

ἔτι εἰ πῦρ τὸ φῶς, παρὰ φύσιν αὐτῷ ἡ ἄνωθεν κάτω κίνησις καὶ βίαιος.

ὁρῶμεν δὲ οὐδὲν ἔλαττον τὸ φῶς κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω φερόμενον κατὰ φύσιν.

εἰ δὲ ἀπορροήν τις λέγοι πυρός, πῶς καὶ μὴ ἀπὸ πυρὸς φῶς γίνεται;

πολλὰ γὰρ φωτίζει καὶ μὴ τοιαῦτα, ὡς ἡ λαμπυρίς.

ἔτι εἰ ἔστιν ἀπορροή, διὰ τί οὐδὲ πρὸς ὀλίγον ὑπομένει παραφερομένων τούτων, ἀφ᾿ ὧν ἀπορρεῖ;

ἐπὶ γὰρ ὧν εἰσιν ἀπόρροιαι, ἐπὶ τούτων ὑπομένει πρός τινα χρόνον καὶ ἀπελθόντων τὸ ἀπορρεῦσαν.

εἰ δέ ἐστιν εὔφθαρτον οὕτως, ὡς μηδ᾿ ὅλως ὑπομένειν, ἀλλὰ πρὸς τὸ εἶναι συνεχοῦς δεῖσθαι χορηγίας, διὰ τί οὐ ταχέως καταναλίσκεται τὰ φωτίζοντα τοσαύτης ἀπ᾿ αὐτῶν γινομένης ἀπορροῆς;

πόση γὰρ ἡ ἐκ τῆς τροφῆς προσθήκη;

πῶς δὲ οἱ λίθοι, μὴ τρεφόμενοι, φωτίζοντες δέ, οὐκ ἀναλίσκονται;

πόσης δὲ δεῖ χορηγίας καὶ τροφῆς ταῖς λαμπυρίσιν;

ὅλως δὲ εἰ τὸ φῶς σῶμα, δῆλον ὅτι τόπον καθέξει καὶ ἔσται που.

τίς οὖν ὁ τοῦ φωτὸς τόπος;

ἢ γὰρ ὁ αὐτὸς ἔσται τοῦ φωτὸς καὶ τῶν διαφανῶν, καὶ ἤτοι ἐκεῖνα οὐ σώματα ἢ σῶμα διὰ σώματος διελεύσεται καὶ δύο σώματα τὸν αὐτὸν καθέξει τόπον, ἤ, εἰ ταῦτα ἄτοπα, οὐκ ἔσται τὸ φῶς σῶμα.

γελοῖον γάρ τοι τὸν μὲν λίθον τὸν διαφανῆ ἢ τὴν ὕαλον μὴ λέγειν εἶναι σῶμα, τὸ δὲ φῶς λέγειν.

ἔτι τὸ σκότος σῶμα καὶ αὐτὸ ἐροῦσιν ἢ ἀσώματον;

ἀλλὰ τὸ μὲν σῶμα λέγειν σκιὰν λέγοντας ἄτοπον, εἰ δ᾿ ἀσώματον, εὔλογον καὶ τὸ φῶς ἀσώματον λέγειν, ἐναντίον ὂν τῷ σκότῳ.

ἔτι εἰ τὸ σκότος σῶμα, πότερον ὑπομένον δέχεται τὸ φῶς ἢ ἀντιπεριΐσταται;

εἰ μὲν γὰρ ὑπομένει, ἔσται οὐ δύο μόνον ἐν αὐτῷ σώματα, ἀλλὰ καὶ τρία, ὅ τε γὰρ ἀὴρ καὶ τὸ σκότος καὶ τὸ φῶς.

εἰ δὲ ἀντιπεριίσταται, ποῦ ἀντιπεριστήσεται;

ἢ δηλονότι ὅθεν ἔπεισιν τὸ φῶς;

ἔσται ἄρα τὸ σκότος ἐν τῷ ἡλίῳ καὶ τοῖς ἄστροις καὶ τῷ πυρί.

τοῦτο δὲ παντάπασιν ἄτοπον.

ἔτι εἰ τὸ σκότος, σῶμα ὄν, ὑπομένον δέχεται τὸ φῶς, ἔσται τὸ ἐναντίον τοῦ ἐναντίου δεκτικόν.

τοῦτο δὲ ἀδύνατον.

εἰ γὰρ ἀλλοιοῦσθαί τις λέγοι τὸ ὑποκείμενον, οὔτε τὸ φῶς ἔσται 4 ἔσται Ka 7 τὸ] τι Usenerus 9 fortasse φῶς· ⟨οὐκ ἄρα πῦρ τὸ φῶς⟩. Usenerus 11 γε om. Ka 12 τὸ πῦρ φῶς Ka 14 λέγει Ka 24 ἔσται Diels: ἔστι VKa 25—26 οὐ σώματος Ka 27 γάρ τι Ka 29 ἀσώματος a 31 τῷ om. Ka 33 fortasse ⟨τῷ⟩ αὐτῷ καὶ ante τρία om. Ka σῶμα οὔτε τὸ σκότος.

ἔτι εἰ σῶμα τὸ σκότος, ὁ ἀήρ, ἐν ᾧ γίνεται τὸ φῶς, ἤτοι δι᾿ ὅλου σῶμα ὢν δέξεται τὸ φῶς, καὶ οὕτω σῶμα διὰ σώματος χωρήσει, ἢ ἕξει πόρους, δι᾿ ὧν δίεισιν τὸ φῶς.

οὗτοι δὴ ἤτοι, ὅταν μὴ φῶς, ἔσονταί τινος ἄλλου σώματος πλήρεις, ὃ τί ποτε ἐροῦσιν εἶναι, 151 v ἢ ποῦ μεθίστασθαι;

δεήσει γὰρ αὐτὸ λεπτότερον ἀέρος εἶναι, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ, εἴ γε καὶ τούτῳ ὑποχωρεῖ καὶ μεθίσταται·

τί δ᾿ ἂν εἴη σῶμα κατ᾿ αὐτοὺς τοῦ φωτὸς λεπτότερον;

εἰ δὲ λέγοιεν πῦρ εἶναι τοῦτο, πυρὸς ἔσται πλήρης, ὃ ἀτοπώτατον, εἴ γε τοῦ πυρὸς τό τε φωτίζειν καὶ τὸ θερμαίνειν, ὧν οὐδέτερον ἐν τῷ σκότῳ.

εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ᾿ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὐτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.

ἔτι πῶς ὁμαλὲς ἔσται τὸ φῶς ἐν τῷ ἀέρι, μόνων τῶν πόρων ἐχόντων αὐτό, εἴ γε, ἔνθα μέν ἐστι τὸ φῶς, τοῦτο πεφώτισται (τοῦτο δ᾿ εἰσὶν οἱ πόροι), ἔνθα δὲ ὁ ἀὴρ ἢ ἄλλο τι τῶν διαφανῶν σῶμα, μὴ πεφώτισται.

ἔτι εἰ σῶμα τὸ φῶς, πῶς ἐὰν διὰ βραχείας ὀπῆς εἰς οἶκόν τινα σκότους ὄντος εἰσέλθῃ ἀπό τινος φωτίσαντος, ἀποληφθείσης ἀθρόως τῆς ὀπῆς οὐχ ὑπομένει οὐκ ἔχον ἄλλην ἔξοδον;

ἔτι εἰ σῶμα τὸ φῶς, πῶς οἷόν τε ἅμα φωτίζεσθαι καὶ τὰ πόρρω καὶ τὰ ἐγγύς, τὰ δυνάμενα ἀπὸ τοῦ αὐτοῦ διαστήματος φωτισθῆναι;

ἔδει γὰρ ἐν πλείονι χρόνῳ τὰ πλέον ἀφεστῶτα, εἴ γε παντὸς σώματος ἡ τοπικὴ κίνησις ἐν χρόνῳ.

ὅτι δὲ ἅμα τὸ φῶς καὶ ἐν τῷ ἐγγυτάτῳ καὶ ἐν τῷ πορρωτάτῳ γίνεται διαστήματι τῷ οἵῳ τε φωτίζεσθαι, ἐν ταὐτῷ τοῦ φωτίζοντος μένοντος, ἐναργές.

ἔτι εἰ τὸ φῶς σῶμα ὄν ἐστιν ἐν τοῖς τοῦ ἀέρος πόροις ἢ τοῖς τοῦ ὕδατος, πῶς ἢ τοῦ ὕδατος ῥέοντος ἢ τοῦ ἀνέμου μετακινουμένου οὐ συμμεταφέρεται καὶ συγκινεῖται καὶ αὐτό, ἀλλ᾿ ἀεὶ ἐν τῷ αὐτῷ μένει τῶν ἐν οἷς ἐστιν οὐ μενόντων;

Ὅτι σῶμα διὰ σώματος ἀδύνατον διήκειν.

Τὸ σῶμα διὰ σώματος διήκειν, εἰ μὲν ὡς ἐχόντων κενὰ τῶν σωμάτων καὶ διὰ τούτων χωροῦντος θατέρου διὰ θατέρου, ἄλλος ὁ λόγος (ἀτοπίας δ᾿ ἔχει, καὶ ἅμα οὐ σῶμα διὰ σώματος γίνεται, ἀλλὰ σῶμα διὰ κενοῦ διῆκον), εἰ δὲ μὴ διὰ κενῶν (οὐδὲ γὰρ εἶναί φασιν κενὸν ἐν τῷ κόσμῳ ἐνεργείᾳ οἷς τοῦτο ἀρέσκει), ἀλλὰ μεστόν τι ὂν αὐτοῦ σῶμα ἄλλο δεξάμενον αὐτοῦ σῶμα κἀκεῖνο μεστὸν ὂν ὁμοίως ἐν αὐτῷ οὐδὲν ηὐξήθη, ἀλλ᾿ ἔμεινεν ἐν τῷ αὐτῷ τόπῳ, τί δή ποτε τόδε μὲν τὸ σῶμα δέξεται ἐν αὐτῷ ἄλλο σῶμα, τόδε δὲ οὔ, εἴ γε τὸ σῶμα δέξεται καὶ παρεκταθήσεται καὶ ἰσωθήσεται 4 ὃ τί scripsi, ὅτι VKa 8 ἀτοπώτατον V: ἄτοπον K ex. Vict.: ὃ τόπον a 12 αὐτῷ VKa 18 ἀπολειφθείσης Ka 19 οὐχ K: οὐ Va 20 τὰ δυνάμενα κτλ.] cf. 143,22 34 μεστόν V: μέσον Ka ὂν αὐτοῦ VKa δεξάμενον αὑτοῦ scripsi: δεξάμενον αὐτοῦ m1, δεξάμενον m2 V: δεξάμενον Ka 35 αὐτῷ VKa 36 ἐν αὐτῷ VKa αὐτῷ, οἷον τὸ πῦρ, ὕδωρ δὲ οὐ δέξεται;

οὐδὲ γάρ, διότι λεπτότερον τὸ πῦρ τοῦ ὕδατος, διὰ τοῦτο ἐκεῖνο μένον οὐσίαν προσδέξεται, τὸ δὲ ὕδωρ παχύτερον ὂν οὐκέτι.

ἐπίσης γὰρ πλῆρες τὸ λεπτομερέστερον τῷ παχυμερεστάτῳ, εἰ μηδαμοῦ χώρα κενοῦ σώματος.

ἔτι εἰ παχύτερος χαλκὸς ὕδατος, πῶς χρυσῷ χαλκὸς μὲν μίγνυται, ὕδωρ δὲ οὔ;

καὶ καττίτερος χαλκῷ, ἔλαιον δ’ οὔ;

καὶ μολίβδῳ χαλκὸς μὲν μίγνυται, κηρὸς δὲ οὔ;

ὅσον γὰρ ἐπὶ τῷ λόγῳ, ἢ πᾶν παντὶ ἐχρῆν μίγνυσθαι, ἢ ταῦτα μᾶλλον ἐκείνων, ἤ, ὅπερ εὔλογον, μηδὲν μηδενί.

εἰ γὰρ πόρους αἰτιῶνται, οὐκέτι γίγνεται πᾶν παρεκτεινόμενον παντί, ἀλλὰ παράθεσις ἂν εἴη καὶ τὸ κενὸν αἴτιον ἂν οὕτως λέγοιεν.

ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει.

τὰ μὲν γὰρ μόρια τοῦ ὅλου, ἔστ᾿ ἂν ἐν τῷ ὅλῳ ᾖ, πέρασιν οἰκείοις μὴ περιγεγραμμένα εἰκότως οὐκ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, τῶν δὲ μεμιγμένων ἑκάτερον ὁμοίως τῷ ὅλῳ τῷ ἐξ ἀμφοτέρων ὑπὸ πέρασιν περιγέγραπται, εἴ γε δι᾿ ὅλων κεχωρήκασιν ἀλλήλων.

ἑκάτερον γὰρ αὐτῶν τὸν πάντα καθέξει τόπον, ὃν καὶ θάτερον κατεῖχεν πρὸ τῆς μίξεως καὶ μετὰ τὴν μῖξιν τὸ συναμφότερον.

καὶ γὰρ τὸ μεμιγμένον, τῷ ἑτέρῳ ἴσον αὐτῷ γινόμενον, ἀνάγκη τὸν αὐτὸν καὶ ἴσον ἐκείνῳ κατέχειν τόπον.

ἔσται ἄρα ἐν τῷ αὐτῷ τόπῳ πλείω σώματα, καὶ ἕκαστον αὐτῶν τὸν ὅλον καθέξει τόπον.

εἰ δέ, ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε, ἐξ ὧν τὸ συναμφότερον, ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν·

καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ.

τὸ γὰρ λέγειν, ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον.

ἀρκεῖ γὰρ εἰς τὴν τοῦ προκειμένου δεῖξιν τὸ κατὰ τὸ ποσὸν ἴσα αὐτὰ πεφυκέναι.

ἔτι τε οὐδὲν μᾶλλον τὸ πῦρ διὰ τοῦ σιδήρου δίεισιν, ἢ ὁ σίδηρος διὰ τοῦ πυρός·

καὶ γὰρ καὶ ἡ ψυχὴ διὰ τοῦ σώματος καὶ ἡ φύσις διὰ τῶν φυτῶν καὶ ἡ ἕξις διὰ τῶν ἄλλων σωμάτων, καὶ ἀνάπαλιν ταῦτα δι’ ἐκείνων.

οὐδὲν γὰρ τὸ λεπτότερόν τι εἶναι καὶ παχύτερον εἰς τοῦτο συντελεῖ, εἴ γε ἀμφότερα ὁμοίως ἐστὶ πλήρη·

εἰ δὲ καὶ τοῦτο συγχωρηθείη, ἐπὶ οἴνου καὶ ὕδατος πότερον διὰ ποτέρου διελεύσεται;

ἔτι τίς αἰτία, δι’ ἣν ἔκ τινων μὲν μιγνυμένων ὁ ὄγκος γίνεται μείζων, ἔκ τινων δὲ ὁ αὐτὸς μένει;

τὸ γὰρ λέγειν τὸν σίδηρον παχύτερον γεγονέναι τῇ μίξει τοῦ πυρὸς παράλογον.

τὰ μὲν γὰρ παχυνόμενα συγκρίνεται, ὁ δὲ σίδηρος ὑπὸ τοῦ πυρὸς διακρίνεται.

ἔτι ὅτι λεπτύνεται ὑπὸ τοῦ πυρὸς δῆλον.

θερμανθεὶς γὰρ ἐλαύνεσθαι δύναται πρὸ τούτου μὴ δυνάμενος.

ἔτι εἰ τὸ χεόμενον ὑπό τινος λεπτύνεται, μᾶλλον χεῖται δὲ ὑπὸ τοῦ πυρὸς τὰ οἷά τε χεῖσθαι, οὐκ ἂν εἴη παχυντικὸν τὸ πῦρ.

ἀκολουθήσει δὲ λέγειν καὶ τὸν ἄνθρακα τοῦ ξύλου παχύτερον, ἀλλὰ καὶ τὸν πεφωτισμένον ἀέρα τοῦ μή.

καίτοι δοκεῖ λεπτότερος ὁ ἡλιούμενος εἶναι 152r 3 παχυμερεστέρῳ Ka 5—6 ὕδωρ usque ad μίγνυται om. Ka 6 δὲ] ε in lit. V 8 γίνεται a 10 εἰ om. Ka 11 ὃν VK: ὂν a 13 αὑτό K 14 τῷ ἐξ V ex. Vict.: τὸ ἐξ Ka ὑπὸ delendum videtur cf. v. 12 23 μόνον Ka 25 τὸ ποσὸν V: τόπον Ka 29 τοῦτο m2, τοῦ m1 V: τοῦτο Ka 30 συγχωρηθείη] ρι m1 ρη m² V 38 τὸν post ἀλλὰ καὶ] ante ν una liter. erasa V 39 εἶναι om. Ka τοῦ μή.

ἔτι εἰ ἐν μικρῷ οἴκῳ πολλάς τις δᾷδας στήσειεν ἢ λύχνους ἅψειεν, παχύτερος ἂν ὁ ἀὴρ μελανθεὶς γίνοιτο καὶ ὅσα τὰ φωτίζοντα, τοσαῦτα ἄμα σώματα δι᾿ ἀλλήλων χωρήσει καὶ τὸν ἴσον καθέξει τόπον·

ταῦτα δὲ ἄτοπα.

ἔτι, εἰ ἴσον τόπον κατέχει τε ψυχὴ καὶ τὸ σῶμα σὺν αὐτῇ, καὶ χωρισθείσης τὸ σῶμα μηδὲν ἐλάττονα, τίς ἔσται τόπος τῆς ψυχῆς;

ἢ γὰρ κενὸν ἔσται, ὃ καθέξει, ἢ ἄλλο τι ἐξ ἀνάγκης ἔσται ζῴου σῶμα, εἰς ὃ μεταβήσεται, καὶ οὕτως οὐδέποτε ψυχὴ ἔξω σώματός τε καὶ ζῴου ἔσται.

ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ πυρὸς τοῦ ὄντος ἐν τῷ σιδήρῳ.

ἔτι, ὅταν οἴνου κοτύλη δύο κοτύλαις ὕδατος μιχθῇ, γίνεται μὲν τὸ πᾶν κρᾶμα καὶ μῖγμα τρικοτυλιαῖον.

πῶς δὲ κατ᾿ ἐκείνους οἷόν τε;

εἰ γὰρ ἡ τοῦ οἴνου κοτύλη διὰ παντὸς τοῦ ὕδατος ἐχώρησεν καὶ παρισώθη αὐτῷ, ἢ τέσσαρες ἔσονται κοτύλαι τὸ πᾶν (καὶ γὰρ ὁ οἶνος τῷ ὕδατι ἴσος γέγονεν κατὰ τὸ ποσόν, ὥστε δύο κοτυλῶν·

οὐ γὰρ δὴ ἰσωθεὶς κοτύλαις δύο κοτυλιαῖος ἔτι ἔσται·

ἀδύνατον γὰρ ἦν τὸ διπλάσιον ἴσον τῷ ἡμίσει εἶναι), ἢ ἀνάπαλιν τὸ ὕδωρ τῷ οἴνῳ ἴσον ἔσται καὶ ἔσται κοτύλης·

καὶ οὕτως πάλιν τὸ μῖγμα δύο κοτυλῶν.

τὸ γὰρ λέγειν τὸν μὲν οἶνον ἐκτείνεσθαι, τὸ δὲ ὕδωρ συστέλλεσθαι καὶ οὕτως εἰς τὸ μέσον ἥκειν, τοῦ μὲν ὕδατος ἀποβάλλοντος ἥμισυ κοτύλης, τοῦ δ’ οἴνου προσλαμβάνοντος τὸ τοσοῦτον, λίαν ἄτοπόν ἐστιν αἰτούμενον.

καὶ ὁ σταλαγμὸς δὲ ὁ μεμιγμένος τῇ θαλάττῃ αὐτὸς ἴσος ἔσται κατὰ τὸ ποσὸν τῇ πάσῃ θαλάττῃ, ἢ πᾶσα ἡ θάλασσα τῷ σταλαγμῷ.

ἄλλως γὰρ οὐχ οἷόν τε παρισωθῆναι αὐτὰ καὶ μιχθῆναι ἀλλήλοις κατ᾿ αὐτούς.

ἔτι πῶς ὁ σταλαγμὸς τοῦ ὕδατος ὁ τῇ θαλάττῃ παρεκετινόμενος ἐπὶ τοσοῦτον λεπτυνόμενος ὕδωρ ἔτι μένει;

διακρινόμενος γὰρ καὶ ἐπιτεινόμενος εἰς τοσοῦτο φθάσαι ἂν πῦρ γενόμενος.

πολλῷ γὰρ ἥττων ἡ διάκρισις ταύτης ἀέρα μὲν ἐξ ὕδατος, ἐκ δὲ ἀέρος πῦρ ποιεῖ·

ἔτι ὡς ἄτοπον τὸ ἐξ ἀμεγεθῶν μέγεθος ποιεῖν, οὕτως ἄτοπον καὶ τὸ ἐκ μεγεθῶν μηδὲν μέγεθος ποιεῖν, ὃ ἕπεται τοῖς δύο σώματα ἐν ταὐτῷ τόπῳ ποιοῦσιν.

μεγέθη γὰρ ὄντα οὐδὲν συναυξήσει.

Πῶς κατὰ Ἀριστοτέλη τὸ ὁρᾶν γίνεται.

Δοκεῖ τοίνυν Ἀριστοτέλει, ὥσπερ καὶ αἱ ἄλλαι αἰσθήσεις πασχόντων γίνονται τῶν αἰσθητηρίων, οὕτως δὲ καὶ τὸ ὁρᾶν πασχούσης τῆς ὄψεως γίνεσθαι, ἀλλ’ οὐχὶ ἐκπεμπούσης τι καὶ ποιούσης, εἰ μὴ καὶ τὸ πάσχειν ποιεῖν τις λέγοι.

πάσχει δὲ οὐκ ἀπορρέοντά τινα ἀπὸ τῶν ὁρατῶν δεχομένη, ἀλλὰ τοῦ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανοῦς ἀλλοιουμενου πως ὑπὸ τοῦ ὁρατοῦ καὶ τὸ εἶδος τὸ ἀπὸ τοῦ ὁρατοῦ τῇ ὄψει διαγγέλλοντος.

πᾶν γὰρ τὸ διαφανές, ὅταν ἢ κατ᾿ ἐνέργειαν τοιοῦτον, τουτέστιν, 1 δάδας Va 2 παχύτερος] χ in lit. V 4 εἰ supra lin. V χωρισθείσης] cf. 156r11 7 μετεβήσεται V 11 παρισωθῆ Ka 13 κοτυλῶν] post ο una lit. er. V ἰσοθεὶς a 14 ἔτι om. Ka ἡμίσει VK: ἤμισυ a 21 αυτὰ V: αὐτοὺς Ka 25 αὕτη ταύτης Ka 26—27 οὕτως usque ad ποιεῖν om. Ka 28 μεμέθη V ex. Vict.: μεγέθει Ka 29 ἀριστοτέλην aut solet 34 τε om. a ὅταν ᾖ πεφωτισμένον (τὸ γὰρ φῶς ἐστιν ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές), τὸ δὴ κατ᾿ ἐνέργειαν διαφανὲς τρέπεταί πως καὶ πάσχει πρὸς τῶν χρωμάτων τὸν αὐτὸν τρόπον, ὅνπερ καὶ τὸ κατὰ δύναμιν διαφανὲς τῇ τοῦ φωτίζειν πεφυκότος παρουσίᾳ τρεπόμενον φωτίζεται.

ἔστι δὲ τὸ φωτίζειν πεφυκὸς τό τε τῶν ἄστρων σῶμα καὶ τὸ πῦρ καὶ εἴ τις τοιαύτη ἐστὶν ἐν διαφέρουσιν σώμασιν κοινὴ φύσις ἡ τοῦτο δυναμένη.

ἡ γὰρ τούτων παρουσία ἐν τῷ διαφανεῖ φῶς, καὶ τοῦτό ἐστι τὸ κατ’ ἐνέργειαν διαφανές.

τότε γὰρ τὴν αὑτοῦ τελειότητα τὸ διαφανὲς ἴσχει, λέγω δὲ τὸ δυνάμει διαφανές, ἐπειδὰν ᾖ πεφωτισμένον, καὶ ἔστι κυρίως διαφανὲς τὸ πεφωτισμένον.

ὡς οὖν ἡ τῶν φωτίζειν πεφυκότων παρουσία ποιεῖ τὸ διαφανὲς δυνάμει κατ᾿ ἐνέργειαν διαφανές, οὕτως πάλιν τὸ κατ᾿ ἐνέργειαν διαφανὲς τὸ χρῶμα τῶν ὁρωμένων ὡς δεύτερόν τι φῶς τῇ παρουσίᾳ αὐτῶν λαμβάνει δευτέραν τινὰ ταύτην ἐνέργειαν δεχόμενον·

ἔστι γὰρ τὸ χρῶμα τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς κινητικόν, ὡς τὸ φῶς τοῦ κατὰ δύναμιν, παντὸς ἀθρόως τοῦ δυναμένου ἀπὸ τῆς τοιᾶσδε τοῦ χρώματος παρουσίας τραπῆναι τρεπομένου τε καὶ χρωματιζομένου τρόπον τινά.

ἔστιν δὲ τῶν διαφανῶν καὶ ἡ κόρη, καὶ αὕτη δὴ σὺν τῷ μεταξὺ ἀέρι τῷ πεφωτισμένῳ καὶ αὐτὴ οὐδὲν ἔλαττον ἐκείνου τὸ φῶς δεχομένη, εἴ γε καὶ αὐτὴ διαφανὴς ἔκκειται, τῇ τροπῇ τῇ ὑπὸ τῶν χρωμάτων, ὑφ᾿ ὧν τρεπομένη πως ὁμοιοτρόπως τῷ ἐκτὸς διαφανεῖ, ὁρατική τε καὶ αἰσθητικὴ ψυχὴ γίνεται.

τὸ δὲ χρῶμα ἐν μὲν τῷ ἀέρι οὐκ ἐμφαίνεται ὄν, ἐν δὲ τῇ κόρῃ, ὅτι τῶν διαφανῶν τὰ μέν ἐστι διαφανῆ μόνον, τὰ δὲ πρὸς τῷ εἶναι διαφανῆ καὶ ἐμφανῆ ἐστιν, διὰ λειότητα καὶ πυκνότητα στέγειν καὶ ἀθροίζειν τὴν ἔμφασιν δυνάμενα.

τὰ μὲν οὖν διαφανῆ μόνον οὐχ οὕτως ἐν αὐτοῖς σώζει τὸ ὁρώμενον, ὥστε καὶ ἐμφαίνεσθαι ἐν αὐτοῖς (τοιαῦτα δέ ἐστιν, ὅσα λεπτὰ τῶν διαφανῶν, ὡς ὁ ἀήρ), ὅσα δὲ πυκνότητός τινος καὶ στερρότητος μετέχει, ταῦτα διαδείκνυσιν ἐν αὐτοῖς καὶ σώζει τὴν ἀπὸ τοῦ ὁρωμένου εἰκόνα καὶ σκιάν.

τοιαῦτά ἐστι τῶν διαφανῶν τά τε κάτοπτρα καὶ αἱ ὕελοι καὶ αἱ διαφανεῖς λίθοι καὶ δὴ καὶ τὸ ὕδωρ·

στερεώτερον γὰρ καὶ παχύτερον τοῦτο τοῦ ἀέρος καὶ μᾶλλον στέγειν τε καὶ ἀθροίζειν τὰς ἀπὸ τῶν ὁρωμένων εἰκόνας τε καὶ σκιὰς δυνάμενον.

ὑδατώδης δὲ οὖσα καὶ ἡ κόρη δέδεικται, καὶ ὁ ἀπὸ τῆσδε διήκων πόρος ἐπὶ τὸ πρῶτον αἰσθητικὸν τοιοῦτος 4 τρεπόμενον] ρ in lit. V 6 τις φύσις ἡ τοῦτο δυναμένη] cf. 43,1 ἀλλ᾿ ἔστι τις ἡ ἀπ᾿ ἀμφωτέρων κίνησις γινομένη 11 διαφνὲς m1, διαφανὲς v. c. V fortasse ⟨τὸ⟩ δυνάμει 13 δευτέραν v. c., δευτέρα m V: δευτέραν a ταύτην V: ταύτης a 14 τοῦ κατὰ m2, κατὰ m1 V: τοῦ κατὰ a τὸ φῶς] suspectum. exaspectas τὸ φωτίζειν πεφυκὸς τοῦ κατὰ δύναμιν cf. v. 4 18 δεχομένη a: δεχομένῃ V 20 ὁρατική τε καὶ αἰσθητικὴ ψυχὴ γίνεται] pupillam animam ὁρατικὴν ieri dici nequit, ὅτι μή ἐστιν ἡ ψυχὴ καὶ ἡ ὁρατικὴ δύναμις ἐν τῷ ὀφθαλμῷ (Al. de sens. 76,3). itaque aut scribendum bendum erit ⟨ἧς⟩ τῇ τροπῇ aut prius enuntiatum (καὶ αὕτη—δεχομένη) per absolutum quem dicunt nominativum constructum est (inter perspicua corpora etiam pupilla est; et quia haec, sicut aer, lumen accipit, siquidem ipsa quque perspicua est, per mutationem, quae fit coloribus, quibus (pupilla) sicut perspicuum externum mutatur quodammodo, anima ὁρατικὴ fit et αἰσθητική) 24 et 27 αὑτοῖς ? 26 ὁ ἀήρ m2, ἀήρ m1 V: ὁ ἀήρ a 28 αἱ scripsi: οἱ Va ὕαλοι a ὢν τὸ ἀπὸ τοῦ ὁρωμένου εἶδος καὶ χρῶμα διαγγέλλει τῷ αἰσθητικῷ.

τοῦτο δὲ κρίνει τῇ προσβολῇ τῇ ἀπὸ τούτων τὸ προσπεσὸν χρῶμα.

αὕτη γὰρ φύσις αἰσθήσεως τὸ διὰ τῶν αἰσθητηρίων τὰ διαγγελλόμενα κρίνειν πάθη.

152v ἔστι δὲ οὐ τοιαύτη ἡ ἐν τῷ ἀέρι καὶ τῷ διαφανεῖ τῷ κατὰ δύναμιν ὑπό τε τοῦ πυρὸς καὶ τῶν χρωμάτων τροπή, ὁποίαν φαμὲν ἐν τοῖς ἀλλοιουμένοις γίνεσθαι.

ἡ μὲν γὰρ ἀλλοίωσις κίνησίς ἐστιν καὶ ἐν χρόνῳ γίνεται καὶ κατὰ μεταβολήν, τὸ δὲ διαφανὲς οὐχ οὕτως τὸ φῶς καὶ τὰ χρώματα δέχεται, ὡς ἠλλοιῶσθαι καὶ ταῦτα, ἀλλ᾿ ἔστιν οὕτως λεγόμενον πάσχειν τὸ διαφανές, ὡς εἰ καὶ τὸν δεξιὸν γενόμενόν τινος πεπονθέναι λέγοι τις μήτε κινηθέντα αὐτὸν μήτε τι πάθος ἀναδεξάμενον ἐν αὐτῷ.

τοιαύτη γὰρ καὶ ἡ τοῦ διαφανοῦς τροπὴ κατά τε τὸ φῶς καὶ τὰ χρώματα·

τῇ γὰρ τοῦ φωτίζοντος ἢ κεχρωσμένου παρουσίᾳ τοιοῦτον τὸ διαφανὲς γίνεται, ὡς καὶ τῇ τοῦ ἐξ ἀριστερῶν παραστάντος σχέσει ὁ δεξιός·

σημεῖον δὲ τοῦ τοῦτον ἔχειν τὸν τρόπον, ὅτι ὡς ὁ δεξιὸς παύεται δεξιὸς ὢν μεταστάντος τοῦ ἀριστεροῦ, οὕτως καὶ τὸ φῶς παύεται μεταστάντος τοῦ φωτίζοντος, ὁμοίως δὲ καὶ τοῦ ὁρᾶσθαι πεφυκότος παύεται τοιοῦτον εἶναι ὡς οὐδὲν πάθος ἀναδεξάμενον κατὰ τὴν ἐν αὐτῷ μεταβολήν, ἀλλὰ γενομένης αὐτῷ τῆς δοκούσης ἀλλοιώσεως κατὰ σχέσιν.

καὶ ἔοικεν καὶ τὸ φῶς καὶ τὰ χρώματα ἐν τῷ διαφανεῖ γίνεσθαι ὥσπερ καὶ ἡ σκιὰ τρόπον τινά.

ὡς γὰρ ἡ σκιὰ τῇ τοῦ ἐπισκοτεῖν πεφυκότος παρουσίᾳ ἐν τοῖς ἐπισκοτουμένοις γίνεται, οὕτως δὲ καὶ τὸ φῶς καὶ τὰ χρώματα.

ἀθρόως γοῦν καὶ ταῦτα τοσοῦτον καὶ οὕτως τοῦ ἀέρος ἐπιλαμβάνει, ὅσον δύναται ἀπὸ τοῦ τοσούτου διαστήματος ἐπιλαβεῖν, ὥσπερ καὶ ἡ σκιά.

καὶ ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μὴ ἀλλοίωσιν μηδὲ κίνησιν εἶναι διαφανοῦς τὸ γινόμενον·

πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ πρῶτον ἐπὶ τὰ ἐγγυτέρω πρόεισιν καὶ ἐν ἐλάττονι χρόνῳ, εἶθ᾿ οὕτως ἐπὶ τὰ πορρωτέρω καὶ ἐν πλείονι, τὸ δὲ φῶς καὶ τὰ εἴδη τῶν ὁρωμένων ἀθρόως καὶ ὁμοίως ἐν παντὶ τῷ κατὰ ταῦτα διαφανεῖ γίνεται, ὥσπερ καὶ ἡ σκιὰ καὶ τὸ σκότος.

καὶ γὰρ ἅμα ἐξ ἅπαντος τοῦ διαφανοῦς ἄπεισιν τὸ φῶς καὶ ἅμα ἐν παντὶ γίνεται.

διὰ τοῦτο δὴ καὶ ἀχρόνως δείκνυσιν ὁ Ἀριστοτέλης γινόμενον τὸ ὁρᾶν.

τοῦ γὰρ χρόνου, ἐν ᾧ τις ὁρᾷ, τούτου ἐν ᾡ τινιοῦν μορίῳ καὶ τῷ τυχόντι τοῦτο ὁρᾷ.

ἃ δὲ μὴ δεῖται χρόνου πρὸς τὸ συμπληρωθῆναί τε καὶ τελειωθῆναι, ταῦτα ἀχρόνως γίνεται.

οὐ γὰρ τὸ εἶναι, ἀλλὰ τὸ δεῖσθαι χρονικοῦ διαστήματος πρὸς τὸ τελειωθῆναί τε καὶ γενέσθαι ὅλον οὕτως οὐδὲ τὸ ἥδεσθαι ἐν χρόνῳ γίνεται.

τῶν δὲ διαφανῶν τὰ μέν ἐστιν ἐνεργείᾳ διαφανῆ, τὰ δὲ δυνάμει.

ἐνεργείᾳ μὲν ἀεὶ τὸ ἐν τοῖς θείοις καὶ αἰδίοις διαφανές·

ἀνεπίδεκτα γὰρ 3 κρίνειν V ex. Vict.: κρίνει a πάθει a 5 ἀλλοιουμένοις m2, ἠλλοιωμένοις m1 V: ἀλλοιουμένοις a 10 ἐν αὐτῷ m2, ἐν ταὐτῷ m1 V: ἐν αὐτῷ a 16 τοῦ ὁρᾶσθαι πεφυκότος] sc. μεταστάντος 17 μεταβολήν] cf. οὐδ᾿ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα 144, 18 22 τοσούτου V: τοιούτου a 26 οὕτως] ω in lit. V πορωτέρω V 29 ἄπισιν V 30 δείκνυσιν ὁ Ἀριστοτέλης] cf. Prael. γινόμενον] ν post ο in lit. V 30—31 τοῦ γὰρ—ὁρᾷ] in quavis particnla eius temporis, per quod quis videt, id (quod videt) videt 32 τε om. a τὰ ἀίδια τοῦ δυνάμει.

δυνάμει δέ ἐστι διαφανὲς τὸ ἐν τοῖς ἐν γενέσει.

τοῦτο γάρ, ὥσπερ οὖν καὶ τὰ ἄλλα τὰ ἐν γενέσει, ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόεισιν, καὶ ἔστιν ὁ ἀὴρ καὶ ὅσα παῤ ἡμῖν διαφανῆ πρὸ τῆς παρουσίας τοῦ φωτίζειν πεφυκότος ὕλη τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς τουτέστιν τοῦ φωτός, ἡ δὲ τοῦ φωτίζοντος παρουσία διαφανές τε αὐτὸ ποιεῖ καὶ χρώννυσιν τρόπον τινά.

τὸ γὰρ φῶς οἷον χρῶμα τοῦ διαφανοῦς ἐστιν.

ἔστι δὲ διαφανὲς οὔτε ὁ ἀὴρ καθὸ ἀὴρ οὔτε τὸ ὕδωρ καθὸ ὕδωρ.

ἔστι γὰρ πλείω σώματα διαφέροντα κατ᾿ εἶδος ἀλλήλων κοινόν τι τὸ τῆς διαφανείας πάθος ἔχοντα.

καὶ γὰρ τὸ ἀίδιον σῶμα καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, καὶ αἱ ὕελοι δὲ καὶ λίθοι τινὲς ταύτης κεκοινωνήκασιν τῆς φύσεως.

τὸ μὲν οὖν ἀίδιον σῶμα ἀεὶ κατ᾿ ἐνέργειάν ἐστι διαφανές, ὥσπερ εἴρηται, τὰ δ᾿ ἄλλα ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐντελεχείᾳ, καὶ ἡ μὲν τοιαύτη φύσις δεκτικὴ φωτός.

ὅσα δὲ μὴ κεκοινώνηκεν τῆς τοιᾶσδε φύσεως, ἀνεπίδεκτα τούτου.

διὰ τοῦτο οὔτε διὰ τοίχου τὸ φῶς οὔτε διά τινος ἄλλου τῶν μὴ διαφανῶν χωρεῖ, ὅτι μόνη ἡ τοῦ διαφανοῦς φύσις πέφυκεν ταυτὶ πάσχειν.

τρόπον τινά, καθάπερ εἰρήκαμεν, ὡς οἰκεῖον χρῶμα τὸ φῶς δεχομένη.

χρωματίζεται δὲ ταῦτα καὶ φωτίζεται οὐ σώματός τινος χωροῦντος δι᾿ αὐτῶν, ἀλλ᾿ οὐδ᾿ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα δέχεται τὸ φῶς, παρουσία δὲ πυρὸς ἢ τοιούτου τινὸς ἐν διαφανεῖ ἡ αἰτία γε αὐτοῦ.

οὐ γὰρ πυρὸς παρουσία μόνον φωτίζει τὸ διαφανές, ἀλλ᾿ ἔστιν καὶ τὸ αἰθέριον σῶμα τοιοῦτον καὶ ἄλλα τινὰ μόρια ζῴων θαλαττίων τε καὶ χερσαίων καὶ πτηνῶν καὶ λίθων τινῶν γένη, ἃ πάντα, τοιαῦτά ἐστιν, οὐ ῥᾴδιον ἑνὶ περιλαβεῖν ὀνόματι.

διὸ ῥητέον τὸ φῶς πυρὸς ἢ τοιούτου τινὸς παρουσίαν ἐν τῷ διαφανεῖ εἶναι.

ἔτι εἰ τὸ σκότος, στέρησις ὂν φωτός, ἀπουσία τούτων ἐστὶν ἢ γίνεταί γε τῇ τούτων ἀπουσίᾳ, εὔλογον καὶ τὸ φῶς τὴν τούτων λέγειν εἶναι παρουσίαν.

ἢ γὰρ τοῦτ᾿ ἐστι τὸ φῶς καὶ τὸ σκότος, ἢ αἴτιά γε ταῦτα τούτων.

οὐ γὰρ πᾶν ὑπὸ παντὸς πάσχειν τε καὶ διατίθεσθαι φύσιν ἔχει, ἀλλὰ ἄλλα ὑπ᾿ ἄλλων παθητικά, ὥσπερ οὖν καὶ τὸ διαφανὲς ὑπὸ τῶν προειρημένων.

εἰ δέ ἐστιν ἐντελέχεια τοῦ διαφανοῦς τὸ φῶς, ἀσώματον ἂν εἴη.

κοινότερον δὲ φῶς καὶ τὸ πεφωτισμένον λέγομεν, ὅπερ ἤδη σῶμα.

δεδειγμένου δέ, ὅτι οὐκ ἔστι πάθος τὸ φῶς τοῦ διαφανοῦς (ἀλλ᾿ οὐδὲ τὸ χρῶμα πάθος οὐδ᾿ αὐτό, ἀλλὰ σχέσει τινὶ ἡ τούτων ἐν τῷ διαφανεῖ παρουσία), οὐκέτι γίνεται οὐδὲ τὸ θεῖον σῶμα παθητόν, εἰ δι᾿ αὐτοῦ τὰ ἄστρα ὁρᾶται.

οὐ γὰρ πάσχει τὸ διαφανὲς ὑπὸ τῶν ὁρατῶν, ὥσπερ οὖν οὐδ᾿ ὑπὸ τοῦ φωτός·

οὐδὲ γὰρ ἡμῖν παθεῖν ἐστι τὸ ἐν φωτὶ εἶναι, ἀλλ᾿ ἔοικεν τὸ φωτίζεσθαί τε καὶ τὸ χρώννυσθαι τοῖς διαφανέσιν παραπλησίως γίνεσθαι τῷ θεωρεῖν, ὃ ἅμα τε εὗρεν ὁ ζητῶν καὶ ἐπι- 1 διαφανὲς m2, διανὲς m1 V 3 πρόισιν V 10 ὕελοι] ὕ in lit. V ταύτῆς sic V 13 τοιᾶσδε V: τοιαύτης a 14 διὰ τοῦτο om. a 15 ταυτὸ a πάσχειν] π in lit. V 16 καθάπερ εἰρήκαμεν] cf. v. 6 τρόπον τινὰ] cf. ὅσα μὲν οἰκεῖον πέρας οὐκ ἔχει, ταῦτα δὲ μηδὲ χρῶμα ἔχειν οἰκεῖον 46,8 18 δέχεται τὸ] ἔχεται τ in lit. V 19 παρουσία a: παρουσίᾳ V ἡ a: ἡ V 20 παρουσία ι v. c. (?) adscripsit 22 πάντα] ν in lit. V 24 τῷ V: τὸ a 31 ὅτι V: ἄρα a 32 sc. τῶν χρωμάτων 36 χρώνυσθαι a 37 εὗρεν V ex. Vict.: εὗρον a στήμων ἐστίν, οἷον θιγόντος τοῦ νοῦ καὶ διὰ παρουσίαν τοῦ ἐπιστητοῦ ἐπιστήμονος γενομένου.

οὕτω καὶ τὸ δυνάμει διαφανὲς διὰ παρουσίαν πυρὸς ἢ τοιούτου τινὸς ἀθρόως φωτίζεται, τὸ δὲ πεφωτισμένον πάλιν καὶ κατ᾿ ἐνέργειαν διαφανὲς ὑπὸ τῆς τῶν χρωμάτων παρουσίας εἰδοποιεῖταί πως τῶν χρωμάτων ὁμοίως τῷ φωτὶ γινομένων ἐν αὐτῷ.

οὕτως δὲ οὐδὲ ἡ σελήνη, 153r εἰ καὶ φωτίζεται ὑπὸ τοῦ ἡλίου, πάσχειν ἂν λέγοιτο.

ὡς γὰρ τὸ ἐπισκιαζόμενον οὐ πάσχει, οὕτως οὐδὲ τὸ φωτιζόμενον.

τὸ δὲ ἀπελθόντων τῶν ὁρωμένων ἔτι τινὰ δοκεῖν καταλείπεσθαι τῶν χρωμάτων ἐν τοῖς ὀφθαλμοῖς τοῖς ἰδοῦσιν οὐκ ἔστιν σημεῖον ἀλλοιώσεως.

τοῦτο γὰρ οὐχ ᾗ διαφανὲς πάσχει, ἀλλ᾿ ἔμψυχόν τε καὶ φαντασιοῦσθαι δυνάμενον.

διὰ γὰρ τοῦτο δύναται φυλάττειν μέχρι τινὸς τὰς γενομένας κινήσεις ἔτι ἀπὸ τῶν ἔξωθεν ἐν τοῖς αἰσθητηρίοις.

καὶ γὰρ καὶ ἐν ὑστέρῳ χρόνῳ πρὸ ὀμμάτων τίθεσθαι τὰ ἔμψυχα δυνατά ἐστιν τὰ γενόμενα αὐτοῖς φαντάσματα.

τὰ γοῦν κάτοπτρα καίτοι λεῖα ὄντα καὶ διαυγῆ οὐδὲν ἐν αὑτοῖς φυλάττει τῶν ἐμφαινομένων χρωμάτων ἤτοι τοῦ φωτὸς ἀπελθόντος ἢ τῶν φωτιζόντων ἢ τῶν ὁρατῶν, ὅτι μήτε πάσχει μήτε ἐστὶν ἔμψυχα.

ὅτι δὲ ἡ ὄψις καὶ ἡ κόρη, διαφανὴς οὖσα, ὡς ὑπὸ τοῦ φωτὸς διατίθεται, οὕτως δὲ καὶ ὑπὸ τῶν χρωμάτων κινητικῶν ὄντων τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς καὶ πεφωτισμένου ἐπ᾿ εὐθείας, καὶ τὸ ὁρᾶν οὕτως γίνεται, ἀλλ᾿ οὐ πρὸς τῷ ὁρωμένῳ ἐκπεμπομένου τινὸς ἀπὸ τῆς ὄψεως, σημεῖον τὸ καὶ ὑπὸ τῶν πάνυ λαμπρῶν δάκνεσθαι τῶν ὁρώντων τοὺς ὀφθαλμούς, ὥσπερ γε καὶ τὰς ἀκοὰς ὑπὸ τῶν μεγάλων ψόφων.

τὸ γάρ, διότι ἐπεὶ ἀφεστῶτες αἰσθανόμεθα τοῦ ὁρωμένου, ἐκεῖ καὶ τὴν ἀντίληψιν ἡγεῖσθαι γίνεσθαι, κενόν.

καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, καίτοι κατὰ πάθος ἀντιλαμβανομένων αὐτῶν τῶν οἰκείων αἰσθητῶν, ὅμως ἀφεστώτων ἡ ἀντίληψις γίνεται.

ἀλλὰ καὶ ἐμφαίνεταί τινα χρώματα καὶ ἐν τῷ μεταξὺ διαφανεῖ ὡς αὐτῷ δεχομένῳ τε τὰ εἴδη καὶ διακονουμένῳ.

φαίνεται γοῦν ἐπιχρώννυσθαί τινα ταῖς τῶν παρακειμένων χροιαῖς·

φοινικοῦν γοῦν τὸ ἐπὶ τούτου τοῦ χρώματος φαίνεται ἢ ἁλουργόν, εἰ εἴη τοιαῦτα παρακείμενα χρώματα ὡς διαπεμπομένων τῶν χρωμάτων διὰ τοῦ ἀέρος, ἀλλ᾿ οὐχὶ ὁρωμένων ἐκεῖ.

ἔτι δὲ τῶν χρωμάτων τὰ μὲν ἀμυδρότερα ἧττον, τὰ δὲ λαμπρότερα μᾶλλον καὶ σφοδρότερον κινεῖ τὴν ὄψιν.

ἔτι δὲ καὶ παρὰ τὰς διαφόρους αὐγὰς καὶ παρὰ τὸ διάφορον φῶς καὶ παρὰ τὰς θέσεις τὰς πρὸς τοὺς ὁρῶντάς τε καὶ τὸ φῶς ἀλλοῖα τὰ ὁρώμενα φαίνεται.

ἀλλὰ καὶ ταὐτὸν χρῶμα ἐγγύθεν τε καὶ πόρρωθεν φαινόμενον διάφορον φαίνεται·

οὐ γὰρ ὁμοίως λευκὸν τὸ πόρρωθεν ὁρώμενον.

3 ἀθρόον a 10 ἀλλ ᾗ—δυνάμενον] oculum imaginari dici nequit (cf. 68,5 sq.); quare fortasse ἐμψύχου et δυναμένου: quia (oculus) pars est hominis animati et phantasia praediti. . eadem de causa δύναται (v. 11) aut impersonaliter (cf. Ind.) aut de homine dictum est, aon de oculo 14 λεῖα V ex. Vict.: λία a οὐδὲν scripsi: οὐδὲ Va αὐτοῖς Va 17 τῶν om. a 19 fortasse πρὸς τὰ ὁρώμενα 20 ante ὑπὸ una lit. erasa V 22 ἐπεὶ delendum videtur 24 τῶν om. a 27 ταῖς] α in lit. V 28 ἀλουργόν Va 30 χρωμάτων] χρω in lit. V 31 ἀμυδρότερα] μυ in lit. V λαμπρότερα] μ in lit. V παρὰ δὴ τὰς τοιαύτας διαφορὰς τῶν ὁρωμένων σχημάτων ἡ ὄψις ἀντιλαμβάνεται.

τὴν μὲν γὰρ ἔξωθεν περιγραφὴν τῶν ὁρωμένων τῇ διαφορᾷ τῆς χρόας πρὸς τὸ περιέχον κρίνει·

διὸ καὶ δυσόρατα ἢ ὁρατὰ καθ᾿ αὑτά, ὅσοις ὁμόχρουν τὸ περιέχον.

τὴν δὲ μεταξὺ τῆς ἔξωθεν περιγραφῆς ἐπιφάνειαν ὁμόχρουν μὲν οὖσαν καὶ ἐπίπεδον τοιαύτην καὶ ὁρᾷ, ὁμοίως ὑπὸ τοῦ χρώματος κινουμένου τοῦ αὐτοῦ καὶ ὁμοίως κινουμένου διὰ τοῦ μεταξύ.

εἰ δὲ μὴ ἐπίπεδον εἴη τὸ μεταξύ, ἀλλὰ ἀνώμαλον, εἰ καὶ μὴ ἀνομοιόχρουν, τῇ ἀνομοιότητι τῆς τοῦ χρώματος ἀντιλήψεως κρίνει.

οὔτε γὰρ τὸ φῶς ὁμοίως ἐπὶ πάντα τὰ μόρια τοῦ ἀνωμάλου πίπτει διὰ τὸ τὰ μὲν αὐτῶν εἶναι κοῖλα, τὰ δὲ κυρτά, καὶ τὰ μὲν ἐκ πλαγίου τοῦ φωτίζοντος, τὰ δὲ καταντικρύ.

διὰ γὰρ ταύτας τὰς διαφοράς, κἂν ὁμοιόχρουν ᾖ τὸ ὁρώμενον, τὰ μὲν ἀχλυωδέστερα αὐτοῦ, τὰ δὲ εὐσημότερα φαίνεται, οὕτως δὲ τὰ μὲν εἰσέχοντα, τὰ δὲ ἐξέχοντα ὁραθήσεται.

ὃ μιμούμενοι καὶ οἱ ζωγράφοι.

ὅταν βούλωνται ἄνισον δεῖξαι ἐν τῷ αὐτῷ ὂν ἐπιπέδῳ, τὰ μὲν φωτίζουσιν, τὰ δὲ ἐπισκιάζουσιν.

οὕτω γὰρ τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα αὐτῶν φαίνεται, καὶ ἐξέχοντα μὲν τὰ μᾶλλον πεφωτισμένα, εἰσέχοντα δὲ τὰ ἐπεσκιασμένα.

μέγεθος δὲ ὁρᾶ καὶ κρίνει τῇ τοῦ κώνου γωνίᾳ τῇ πρὸς τῇ ὄψει συνισταμένῃ. κατὰ κῶνον γὰρ ὁρᾷ τὰ ὁρώμενα κορυφὴν μὲν τὴν κόρην ἔχοντα, βάσιν δὲ τὴν ὁρίζουσαν γραμμὴν τό τε ὁρώμενον τοῦ αἰσθητοῦ σώματος καὶ μή.

γίνεται δὲ ὁ κῶνος οὗτος οὐ κατὰ ἀκτίνων ἔκχυσιν, ἀλλ᾿ ἀπὸ τοῦ ὁρωμένου.

τῆς γὰρ χρόας κινητικῆς οὔσης τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ τῆς ἐν τούτῳ γινομένης ὥσπερ χρώσεως ἐπ᾿ εὐθείας γινομένης παραπλησίως τῷ φωτὶ παντί τε τῷ καταντικρὺ προσκαθημένης, μάλιστα δὲ τοῖς λείοις καὶ λαμπροῖς προσιζούσης τε καὶ προσλαμπούσης (τοιαύτη δὲ καὶ ἡ κόρη), συνίστανταί τινες πρὸς ταύτῃ κῶνοι ἀπὸ τοῦ ὁρωμένου, οἷοι τὴν ἔμφασιν δέχεσθαι τὴν ἀπ᾿ αὐτοῦ.

κατὰ γὰρ κῶνον ἑκάστου τῶν ἐπ᾿ εὐθείας ὁρωμένων τὸ εἶδος τοῦ ὁρατοῦ ἐμφαίνεται.

ὧν κώνων ταῖς γωνίαις τὰ μείζω καὶ τὰ ἐλάττω καὶ τὰ ἴσα κρίνει·

τὰ μὲν γὰρ ἴσαις ὁρώμενα γωνίαις ἴσα, τὰ δὲ μείζοσιν μείζω ὁρᾷ.

ἀποστήματος δὲ τοῦ ἀφ᾿ αὐτῆς πρὸς τὸ ὁρώμενον καὶ διαστήματος τοῦ μεταξὺ τῶν ὁρωμένων ἀντιλαμβάνεται ἡ ὄψις τοῦ μὲν διαστήματος τῇ τοῦ κώνου γωνίᾳ, ὃς ἀπὸ τοῦ μεταξὺ τῶν ὁρωμένων καὶ αὐτοῦ συνίσταται πρὸς τῇ κόρῃ (τῷ ταύτης δὴ μεγέθει τῆς γωνίας κρίνει τὸ διάστημα τῶν ὁρωμένων·

τότε γὰρ ἀφεστῶτα ἀλλήλων τινὰ φαίνεται, ὅταν ἐν τῷ μεταξὺ αὐτῶν ὁρατόν τι ᾖ), τοῦ δὲ ἀφ᾿ αὑτῆς ἀποστήματος αἰσθάνεται διὰ συνηθείας 3 fortasse ἢ ⟨μὴ⟩ ὁρατὰ 5 ὁμόχρω- sic in medio versu V: ὁμόχρω a 6 fortasse ὑπὸ τοῦ χρώματος κινουμένη (scil. ἡ ὄψις) διὰ τοῦ μεταξὺ] intellegas de aere intermedio, hoc enim dicit: visus animadvertit superficiem unicolorem talem, qualis est, quia aequabiliter per colorem movetur (ὁμοίως ὑπὸ τοῦ χρώματος κινουμένη), quippe qui et (in quavis supericici particula) idem sit (ὑπὸ τοῦ χρώματος τοῦ οὐ τοῦ) et aequabiliter moreatur per spatium intermedium (καὶ ὁμοίως κινουμένου διὰ τοῦ μεταξύ) 12 ἀχλυωδέστερα scripsi: ἀλλοιωδέστερα Va 13 ὃ μιμούμενοι κτλ.] cf. p. 50,26 14 βούλονται a fortasse ⟨τι⟩ ἄνισον 16 αὐτῶν om. a 17 τε καὶ a 18 γωνείᾳ a 26 δέχεται a 35 τι in lit. V τινός.

ἐπεὶ γὰρ τῶν ὁρωμένων ἡρέμα μὲν ἡμᾶς τὰ πόρρωθεν κινεῖ, σφοδρῶς δὲ τὰ ἐγγύς, διὰ τῆς περὶ τὰ τοιαῦτα συνηθείας τὰ μὲν ἀχλυωδέστερα φαινόμενα πόρρω ἡγεῖται εἶναι, τὰ δὲ εὐσημότερα καὶ ἐναργέστερα ἐγγύς.

τὸ δὲ αὐτὸ γίνεται καὶ περὶ τὴν φωνήν τε καὶ τὴν ἀκοήν·

διὸ καὶ οἱ μιμούμενοι τοὺς πόρρω ὄντας ἀδρανῆ τὴν φωνὴν προίενται.

κινήσεως δὲ αἰσθάνεται τῷ διαστήματός τε καὶ ἀποστήματος αἰσθάνεσθαι.

ὅταν γὰρ ἤτοι πρός τι ὡρισμένον μὴ τὴν αὐτὴν ἔχον διάστασιν φαίνηταί τι ἢ πρὸς αὐτὴν τὴν ὄψιν μὴ τὴν αὐτὴν ἀπόστασιν, ἤτοι μὴ κινουμένου τοῦ 153 v ὁρῶντος ἢ λανθάνοντος αὐτὸν ὅτι κινεῖται, τότε ὡς κινούμενον ὁρᾷ τὸ ὁρώμενον.

ὅλως γὰρ τοῦ κινουμένου αἰσθάνεται τῷ πρός τι μένον καὶ ὡρισμένον αὐτὸ συγκρίνειν.

διὸ καὶ τῶν μὲν ἐν ἀχανεῖ κινουμένων ἥκιστα ὡς κινουμένων ἀντιλαμβάνεται, τῶν δὲ ἐν στενωποῖς καὶ παρά τινα κινουμένων μάλιστα.

θᾶττον γὰρ αὕτη παραλλάττειν δοκεῖ. στάσεως δὲ καὶ ἀριθμοῦ αἰσθάνεται, τῆς μὲν στάσεως τῇ τῆς κινήσεως ἀποφάσει, τοῦ δὲ ἀριθμοῦ τῇ τοῦ συνεχοῦς στερήσει.

τὰ γὰρ διοριζόμενα διαστήματι σωμάτων ἄλλων τῷ εἴδει πλείω λέγει.

οὕτως δὲ τοῦ ὁρᾶν γινομένου, οὐ κατὰ πάθος καὶ ἀλλοίωσιν τοῦ μεταξύ, ἀλλὰ κατὰ σχέσιν, λύεται καὶ ἡ ἀπορία, ἣν ἀποροῦσίν τινες, πῶς οἷόν τε τοὺς τὰ διαφέροντα ἢ καὶ ἐναντία ὁρῶντας ἀλλήλοις διαγώνια κείμενα ὁρᾶν.

ὁ γὰρ μεταξὺ ἀὴρ καθὸ συμβάλλει ἀλλήλοις τὰ χρώματα, τοῦτο δέ ἐστι καθὸ τέμνουσιν ἄλληλα, αὐτῶν τὰ διαγώνια ὁρώντων, ἅμα δόξει τὰ ἐναντία χρώματα ἀναδέχεσθαι.

τοῦτο δὴ λύεται τῷ μὴ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ κατὰ σχέσιν τὴν τοῦ ὁρωμένου πρὸς αὐτὸν ἐμφαίνεσθαι ἐπ᾿ εὐθείας τοῦ ὁρωμένου τὸ χρῶμα.

οὐδὲν γὰρ κωλύει τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μὴ τὴν αὐτὴν σχέσιν φυλάττειν, ὥσπερ οὖν καὶ τὸ αὐτὸ οὐδὲν κωλύει τοῦ μὲν ἥμισυ εἶναι, τοῦ δὲ διπλάσιον.

Ὅτι τὸ χρῶμα πέρας τοῦ διαφανοῦς.

Ἡ διαφάνεια κοινή τις φύσις καὶ κοινὸν πάθος ἀπάντων ἐστὶ τῶν σωμάτων, ἀλλὰ τὰ μὲν μᾶλλον αὐτῆς μετέχει, τὰ δὲ ἧττον, πῦρ μὲν καὶ ἀὴρ καὶ ὕδωρ μᾶλλον, ἧττον δὲ γῆ, πλὴν ἐν πᾶσίν γέ ἐστι τοῖς σώμασιν.

ἔστι γὰρ ἡ διαφάνεια ὕλη πως χρώματος.

ὡς γάρ ἐστι μεγάλου καὶ μικροῦ ὕλη τις, καὶ κούφου καὶ βαρέος καὶ τῶν ἄλλων ἐναντιοτήτων ὁμοίως, ὃ δεκτικὸν αὐτῶν ἐστι παρὰ μέρος, οὕτως καὶ τῆς ἐν χρώμασιν ἐναντιότητος 1 ἐπεὶ Va: ἐπὶ ex. Vict. ἡρέμα ut solet V 2 περὶ ταῦτα a ἀχλυωδέστερα V: ἀχαιωδέστερα a 7 ᾖ] expectamus ὡρισμένον ἠρεμοῦν vel ὡρισμένον καὶ μένον, ut v. 10. hoc enim dicit: si quid aut a certa stabilique re aut ab ipso visu (sie manet sim manere videtur) idem intervallum videtur nom tenere, id moveri putamus φαίνεται a 8 μὴ τὴν ἀπόστασιν τὴν αὐτὴν a 9 αὐτὸν a 11 αὐτῷ a 13 αὕτη] fortasse ταῦτα nisi ἀντιπαραλλάττειν (Usenerus) latet παραλάτειν V 16 λέγει] scil. ἡ ὄψις 17 ἀπορία] cf. 62,9, de sens. 63,11 20 τέμνουσιν] fortasse τέμνει, nisi pauca eciderunt: τέμνουσιν ἀλλήλους ⟨οἱ κῶνοι οἱ ἀπὸ⟩ τῶν τὰ διαγώνια ὁρώντων cf. Al. de sens. 643 21 τὰ in lit. V 23 αὐτὸν] ante ν una lit. erasa V 26 ὅτι τὸ χρῶμα πέρας τοῦ διαφανοῦς] cf. Al. de sens. 91, 8 sq. 32 δεκτικὸν αὐτῶν] ὸν αὐ in lit. v τοῖς ἐν Ka ὕλη τὸ διαφανές.

εἴπερ οὖν πᾶν σῶμα χρώματός ἐστι δεκτικόν, πᾶν καὶ διαφανές ἐστιν.

ἔστι γὰρ τὸ τοῖς χρώμασιν ὑποκείμενον τοῦτο, καὶ ἔστιν ἐν τῷ πέρατι τοῦ ὡρισμένου διαφανοῦς κατάδηλος ἡ τῶν χρωμάτων φύσις.

τῶν γὰρ ἀδιόπτων σωμάτων, ἅπερ ἐστὶν ὡρισμένα καὶ στερεά, μόνον τὸ πέρας φανερόν ἐστι, ὅπερ ἐστὶ τὸ χρῶμα.

τῶν δὲ διαφανῶν ἐναργέστατόν ἐστι τοῦτο, κρινόμενον τῇ πρὸς τὸ περιέχον ἑτερότητι καὶ ἀνομοιότητι.

διαφανῆ δὲ καλεῖται μόνα τῶν σωμάτων τὰ δίοπτα, ἐπεὶ ὄψει ληπτὸν αὐτῶν ἐστι τὸ χρῶμα.

δι᾿ οὗ δὲ τοῦτο φαίνεσθαι πέφυκεν δέξασθαι δυναμένου τὸ εἶδος αὐτοῦ, τοῦτο διαφανὲς ἰδίως καλεῖται καὶ ἔστι.

τί ποτ᾿ οὖν, εἰ ἐν ἅπασιν τοῖς σώμασίν ἐστιν ἡ διαφάνεια, οὐ πάντα ἐστὶ διαφανῆ;

ἢ διαφέρει τὰ σώματα τῷ μᾶλλόν τε καὶ ἧττον ἔχειν τήνδε τὴν φύσιν.

τὸ δὲ μᾶλλόν τε καὶ ἧττον μίξει τοῦ ἀντικειμένου γίνεται.

ἐναντίον δὲ τὸ ἐλάχιστον διαφανές.

τοῦτο δέ ἐστιν ἡ γῆ. τὸ γὰρ ἐναντίον τῷ μάλιστα διαφανεῖ γῆ.

δῆλον δὲ τοῦτο ἐντεῦθεν·

φαμὲν γὰρ τὸ δυνάμει διαφανὲς λεγόμενον ἐνεργείᾳ γίνεσθαι τοιοῦτον διὰ πυρὸς ἤ τινος τοιούτου παρουσίαν.

κατὰ λόγον οὖν λήψομεν ἐγγὺς τοῦ πυρὸς τήν τε φύσιν καὶ τὴν θέσιν, ὃ μάλιστα καὶ τάχιστα ἀναπίμπλαται φωτός (καὶ τοῦτ᾿ ἔστιν τὸ μάλιστα διαφανές), τὸ δὲ πορρωτάτω ἥκιστα, τῶν δὲ ἄλλων ἄλλο ἄλλου μᾶλλον, ὡς ἂν ἔχωσιν ἀποστάσεως πρὸς τὸ πῦρ καὶ πᾶν τὸ φωτίζειν πεφυκός.

ἐγγυτάτω μὲν οὖν ἐστιν τοῦ πυρός τε καὶ τοῦ φωτίζειν πεφυκότος σῶμα τῶν ἐν γενέσει τὸ ὑπὸ σελήνην, ὃ καὶ ὑπέκκαυμα καλοῦμεν, μετὰ δὲ τοῦτο ἀήρ, καὶ τρίτον τὸ ὕδωρ, πορρωτάτω δὲ ἡ γῆ.

διὸ κἀκεῖνα μὲν τοῦ μάλιστα ὁρατοῦ, λέγω δὲ τοῦ φωτός ἐστι δεκτικὰ μάλιστα, ὄντα διαφανῆ, ἡ δὲ γῆ οὐχ ὁμοίως.

ἐναντία γὰρ αὕτη τῷ τε φωτίζειν καὶ τῷ μάλιστα φωτίζεσθαι δυναμένῳ, ὅπερ φαμὲν ὕλην·

ὥσπερ γὰρ πᾶσιν τοῖς ἐν ἄλλῳ πεφυκόσιν γίνεσθαί ἐστί τι ὑποκείμενον, ἐπιτηδειότητα ἔχον πρὸς τὸ κατ᾿ αὐτὸ εἰδοποιεῖσθαι, ὃ καὶ ὕλη ἐστὶν αὐτῶν (καὶ γὰρ βαρεῖ καὶ κούφῳ καὶ μεγάλῳ καὶ μικρῷ καὶ θερμῷ καὶ ψυχρῷ καὶ τοῖς ἄλλοις τοῖς ἀνάλογον τούτοις ἔχουσιν ὑπόκειται), οὕτως δὲ καὶ τοῖς χρώμασιν καὶ τῆς ἐν τούτοις ἐναντιώσεώς ἐστί τις ὕλη καὶ ἔστιν αὕτη τὸ διαφανὲς σῶμα.

τὸ γὰρ τοιοῦτο πᾶν κατὰ τὴν δύναμιν ταύτην, καθ᾿ ἣν διαφανές ἐστι, δεκτικόν ἐστι χρωμάτων.

εἴη δ᾿ ἂν ἡ δύναμις αὕτη διαφάνεια.

ἔστι δὲ ἡ 1 χρώματί Ka 7 δίοπτρα Ka ὄψει V: ὄψι a ἐπεὶ ὄψει ληπτὸν αὐτῶν ἐστ τὸ χρῶμα] haec non pertinere ad praecedentia (τὰ δίοπτα), et res ipsa et verba docent quae sequuntur δι οὗ δὲ τοῦτο φαίνεσθαι πέφυκεν et q. s. agitur enim de differentia quae interest inter φαίνεσθαι et διαφαίνεσθαι, de quas cf. Al. de sens. 95, 1 ἰδίως δὲ διαφανῆ, ὡς εἴθισται λέγεσθαι, τῶν σωμάτων μόνα τὰ δίοπτα,· ἀπὸ τοῦ φαινόμενον μὲν ἰδίως λέγεσθαι τὸ τῇ ὄψει ἀντιληπτὸν παρὰ τὸ φῶς. ὧν δὴ τοῦτο χρῶμα, ταῦτα ἰδίως διαφανῆ. τὰ γὰρ δεχόμενα τὸ φάος ἤτοι φῶς, δι᾿ οὗ πάντα τὰ ὁρώμενα ὁρᾶται, ταῦτα λέγεται συνήθως διαφανῆ. quare fortasse legendum est τὰ δίοπτα· ⟨φαινόμενα γὰρ καὶ τὰ ἄλλα σώματα παρὰ τὰ δίοπτα⟩, ἐπεὶ ὄψει ληπτὸν κτλ. 12 γίνεται V: λέγεται Ka 14 διαφανεῖ] φ in lit. V 16 λήψομεν v. c., λείψομεν m1 V: λείψομεν Ka 20 οὖν om. Ka τε καὶ V: τὰς Ka 21 ὑπέκκαυμα] cf. 149,14 τὸ δυνάμει πῦρ, τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα et Arist. met. 1,4. 37 1b 17 sq. 22 καὶ om. Ka πορρωτάτω corr. ex. ποαρωτάτω V κεκεῖνα (sic) V δύναμις αὕτη ἐν ἅπασιν μὲν τοῖς σώμασιν, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον.

ἐφ᾿ ὅσον δὲ ἕκαστον αὐτῶν μετέχει, ἐπὶ τοσοῦτον καὶ τοῦ χρώματός ἐστι δεκτικόν.

ἔστιν δ᾿ ἐναντία αὐτοῖς οὐ κατὰ τὰς ἁπτὰς δυνάμεις.

τὸ γὰρ ὕδωρ μᾶλλον οὕτω γε καὶ κατὰ ταύτας ἐναντίον τῷ πυρί.

τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν.

ἀλλ᾿ οὐ κατὰ τοῦτο τὸ φωτίζειν τῷ πυρί.

καὶ γὰρ ἄλλα μὴ τοιαύτης ὄντα φύσεως φωτίζει.

ἀλλ᾿ ὡς ἐναντία ἡ γῆ τῷ πυρὶ καὶ κατὰ τὴν ῥοπὴν καὶ κατὰ τὸν οἰκεῖόν τε καὶ κατὰ φύσιν τόπον καὶ κατὰ τὸ μανὸν καὶ πυκνόν, τουτέστιν λεπτὸν καὶ παχύ, οὕτω καὶ κατὰ τὴν τοῦ φωτὸς δύναμιν καὶ διαφάνειάν τε καὶ φῶς ἐναντία ἡ γῆ τῷ πυρί.

καὶ γὰρ δὴ ὁ μὲν ἀὴρ οἰκεῖος τῷ πυρί (διὸ καὶ ταχὺ ἐκπίμπραται), τὸ δὲ ὕδωρ·

καὶ τροφὴ δοκεῖ τῷ πυρὶ εἶναι.

καὶ γὰρ ἐν τοῖς καιομένοις ξύλοις ἡ ὑγρότης ἐστὶν ἡ καιομένη ἐν αὐτοῖς.

ὁ γὰρ καπνὸς τοιοῦτον.

ἡ δὲ γῆ πορρωτάτω ἀφέστηκεν αὐτοῦ. διὰ τοῦτο δὴ μάλιστα μέν ἐστι δεκτικὸν φωτὸς τὸ δυνάμει πῦρ.

τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα, δευτέρως δὲ ἀὴρ καὶ τρίτον τὸ ὕδωρ.

154r δὲ γῆ πλεῖστον ἀφεστῶσα τοῦ πυρὸς καὶ τῆς δεκτικῆς φύσεως τοῦ φωτὸς ἐλάχιστα μετέχει.

αὕτη δέ ἐστιν ἡ διαφάνεια.

τὸ γὰρ ἕτερον τῶν ἐναντίων στέρησις.

ἐναντίον δὲ τὸ πλεῖστον ἀφεστός.

πλεῖστον δὲ ἀφέστηκεν, μεθ᾿ ὃ εἰς ἄλλο μετάβασις οὐκ ἔστιν·

τοιοῦτον δὲ ἡ γῆ. ἔσχατόν τε γὰρ τῶν ὑφισταμένων καὶ τελευταῖον τῆς ἐπὶ τάδε μεταβάσεως.

εἰκότως οὖν τὴν τῆς στερήσεως τοῦ φωτὸς χώραν ἔχει οὔτε αὐτὴ δεχομένη τὸ φῶς ἐν αὑτῇ, ὅτῳ τ᾿ ἂν ἄλλῳ μιχθῇ ἀντιφράττουσα καὶ κωλύουσα αὐτὸ δι᾿ ὅλου φωτίζεσθαι.

δηλοῖ δὲ ὁ ἀὴρ ὁ ἀνάπλεως καπνοῦ·

ἧττον γὰρ δέχεται τὸ φῶς διὰ τὴν μῖξιν τοῦ γεώδους·

τοιοῦτος δὲ ὁ κονιορτός.

διὰ τὴν αὐτὴν δὲ αἰτίαν οὐδὲ ἡ φλὸξ δίοπτός ἐστιν, διότι γεῶδες αὐτῇ μέμικται, εἰ ἡ φλόξ ἐστι καιόμενος καπνός.

ἡ δὲ ὕαλος καὶ τὰ διαφανῆ, οἷς τοὺς οἴκους φράττουσιν, ὕδατός ἐστιν, ὡς δῆλον ἐκ τῆς γενέσεως αὐτῶν.

διὸ καὶ διαφανῆ. καὶ κέρας δὲ καὶ τὸ χελώνιον τὸ πλεῖον ὕδατος ἔχει.

διό πως ἐργασθέντα γίνεται διαφανῆ·

ὅτι γὰρ ὕδατος, δῆλον τῷ μαλακτὰ εἶναι.

ὅτι δὲ τὰ γῆς πλεῖον ἔχοντα τῶν διαφανῶν ἧττόν ἐστι διαφανῆ δηλοῖ καὶ τὸ γλεῦκος.

γεωδέστερον γὰρ τοῦ καθεστῶτος οἴνου.

ὥστε ἡ μὲν γῆ διὰ ταῦτα οὔτε αὐτὴ διαφανὴς οὔτε τὰ ἐν οἷς μέμικται.

τὰ μὲν οὖν δίοπτα καὶ διαφανῆ τὸ μάλιστα ὁρατὸν ἔχει τε καὶ δέχεται χρῶμα, τοῦτο δέ ἐστι τὸ φῶς καὶ πρὸς τούτῳ καὶ τοῖς ἄλλοις χρώμασιν τοῦ ὁρᾶσθαι παρέχει τὴν αἰτίαν.

τὸ γὰρ ὁρᾶν τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς.

τούτου γὰρ κινητικὰ τὰ χρώματα.

τὰ δὲ στερεὰ καὶ διωρισμένα τῶν σωμάτων καὶ γήϊνα 7 ῥοπὴν] ante π una lit. eras. V 10 ἐναντία—πυρί suspectum 10—14 καὶ γὰρ δὴ—ἀφέστηκεν αὐτοῦ] cf. Al. de sens. 96,12—97,3 15 ὑπέκκαυμα VK: ὑπέκκαυμένᾳ a 18 ἀφεστώς Ka 20—29 εἰκότως—μαλακτὰ εἶναι] cf. Al. de sens. 97,3—12 22 αὐτῇ Ka 23 ἀὴρ ἀνάπλεως Ka 24 γεώδους Ka: γαίώδους V, ut semper 26—27 οἷς—διαφανῆ om. K 29 δῆλον scripsi: δηλοῖ VKa cf. Al. de sens. 97, 10 κέρας δὲ καὶ τὸ χελώνιον διαφανῆ ἐργασθέντα πως γίνεται, ὅτι τὸ πλεῖστον ὕδατος ἐν αὐτοῖς· δῆλον δὲ τῷ μαλακτὰ εἶναι 31 διὰ in lit. V 32 δίοπτρα Ka ἢ γῆς ἔχοντα πλεῖον οὐκέτι μέν ἐστι δίοπτα.

οὐδὲ γὰρ οὕτω διαφανῆ, οὐδὲ τὸ φῶς ἔτι ὡς χρῶμα οἰκεῖον ταῦτα δέχεται.

οἰκεῖον δὲ ἕκαστον αὐτῶν ἔχει χρῶμα καὶ κατὰ τοῦτό ἐστιν ὁρατόν, καθόσον καὶ τῆς διαφανείας μετέχει τῆς ὑποκειμένης τοῖς χρώμασιν.

κατὰ μὲν γὰρ τὴν τῆς γεώδους φύσεως μῖξιν ἐστέρηται τοῦ δίοπτα εἶναι.

πρώτη γὰρ τῶν σωμάτων πέπονθεν τοῦτο.

καθ᾿ ὅσον δὲ μετέχει τῆς διαφανείας, κατὰ τοσοῦτον καὶ οὕτω κέχρωσται.

τὰ μὲν γὰρ μᾶλλον διαφανῆ φωτοειδὲς ἔχει τὸ χρῶμα, τὰ δὲ ἐγγὺς τούτοις λευκόν, καὶ δεῖ τὰ μᾶλλον ὁρατὸν ἔχοντα χρῶμα μᾶλλον ἔχειν καὶ διαφάνειαν.

ἔστιν δὲ μᾶλλον μὲν ὁρατὰ τὰ φωτοειδῆ καὶ λευκά, δευτέρως δὲ τὰ τούτοις ἀκολούθως παρακείμενα, ἥκιστα δὲ τὰ μέλανα.

αἰσθητὰ μὲν γάρ ἐστι καὶ ταῦτα, οὐ μὴν ὁρατὰ προηγου μένως·

ὧν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον μετέχειν διάφορα καὶ τὰ χρώματα τοῖς σώμασιν οἰκεῖον δὲ τοῦτο τῇ γῇ.

ἐπεὶ δὲ πᾶν διαφανὲς ὁρατόν ἐστιν, πᾶν δὲ ὁρατὸν ὁρᾶται κατὰ τὸ πέρας, πᾶν διαφανὲς ὁρατόν ἐστι κατὰ τὸ πέρας.

ἀλλὰ μὴν χρῶμά ἐστιν, καθὸ ὁρατόν ἐστιν, χρῶμα ἄρα ἐστὶ καθὸ τὸ διαφανὲς ὁρατόν ἐστιν, ὁρατὸν δέ ἐστιν, ὡς ἔφαμεν, κατὰ τὸ πέρας τὸ ἴδιον.

τὸ ἄρα χρῶμά ἐστιν τοῦ διαφανοῦς πέρας.

μόνον γὰρ ὁρατὸν κατ᾿ ἐνέργειαν τοῦτο.

Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ πρώτου οἰκείου.

Ἐπειδή ἐστί τι ὀρεκτὸν καὶ ὀρεκτικόν, ἔστι δὲ καὶ ἔσχατόν τι ὀρεκτόν, ὡς ἡ εὐδαιμονία, τὸ δὲ ἔσχατον πρώτου τινός ἐστιν ἔσχατον, εἴη ἄν τι καὶ πρῶτον ὀρεκτόν.

καὶ γὰρ ἐν ἔσχατόν τί ἐστιν ὄντι συνεχεῖ, ἀνάγκη ἐν τούτῳ εἶναι καὶ τὴν ἀρχήν, ἀφ᾿ ἧς ἡ πρόοδος διὰ τῶν μεταξὺ ἐπὶ τὸ τέλος καὶ τὸ ἔσχατον γίνεται, ὥστε, εἰ ἔστιν ἔσχατόν τι ὀρεκτόν, ἐστίν τις τούτου ἀρχή, ὃ καὶ πρῶτον οἰκεῖον καλοῦσιν.

τοῦτο δὴ τὸ πρῶτον οἰκεῖον ἐζήτηται, τί ποτέ ἐστι, παρὰ τοῖς φιλοσόφοις, καὶ οὐ ταὐτὸ πᾶσιν ἔδοξεν, ἀλλὰ σχεδὸν κατὰ τὴν τοῦ ἐσχάτου ὀρεκτοῦ διαφορὰν καὶ ἡ περὶ τοῦ πρώτου τοῖς περὶ αὐτοῦ λέγουσιν γίνεται.

οἱ μὲν οὖν Στωϊκοὶ οὐ πάντες δέ, λέγουσιν πρῶτον οἰκεῖον εἶναι τὸ ζῷον αὑτῷ (ἕκαστον γὰρ ζῷον εὐθὺς γενόμενον πρός τε αὑτὸ οἰκειοῦσθαι, καὶ δὴ καὶ τὸν ἄνθρωπον·

οἱ δὲ χαριέστερον δοκοῦντες λέγειν αὐτῶν καὶ μᾶλλον διαρθροῦν περὶ τοῦδέ φασιν πρὸς τὴν σὕστασιν καὶ τήρησιν ᾠκειῶσθαι εὐθύς γενομένους ἡμᾶς τὴν ἡμῶν αὐτῶν), τοῖς δὲ περὶ Ἐπίκουρον ἡδονὴ τὸ πρῶτονοἰκεῖον ἔδοξεν εἶναι ἀπλῶς, προἵόντων δὲ διαρθροῦσθαι ταύτην τὴν ἡδονήν φασιν, τοῖς δὲ ἀοχλησία, ὥσπερ τοῖς Μεγαρικοῖς, τοῖς δὲ Ἀκαδημαϊκοῖς ἡ ἀπροσπτωσία.

1 διαφανῆ] α ante ν in lit. V 6 πέπονθεν] cf. καὶ μᾶλλόν γε τὸ εἶδος τοῦτο τῆς ὕλης πέπονθεν 4,21 9 μᾶλλον] μᾶλ in lit. V ἔχεί sic V 12—13 ὧν κατὰ—σώμασιν] insiticium videtur 13 δὴ τοῦτο Ka 19 οἰκείους Ka 20 ἐπεὶ δέ ἐστι a ἔστι δὲ om. a 21 πρώτως a 24 γίνεται] αι in lit. V εἰ om. a 27 ἐσχάτοῦ V 29 αὐτῷ a 30 γινόμενον a αὑτὸ scripsi: αὐτὸ V: αὐτὸν a 31 διαρθροῦντες a 32 ὠκειῶσθαι Va 33 ὑμῶν a 34 φασιν in lit. V πρὸς ταύτην γάρ φασιν ἡμᾶς οἰκείως ἔχειν πρώτην, ὥστε μηδὲν προσπταίειν.

καὶ καθόλου ἀκολούθους τοῖς τελικοῖς ὀρεκτοῖς καὶ τὰς ἀρχὰς ἕκαστοι, ὡς ἔφαμεν, ὑποτίθενται.

κατὰ δὲ Ἀριστοτέλη οἱ μέν φασιν εἶναι πρῶτον οἰκεῖον ἡμῖν ἡμᾶς αὐτούς.

εἰ γὰρ τὸ φιλητὸν ὀρεκτόν ἐστι (φιλοῦμεν δὲ οὐδένας πρὸ ἡμῶν αὐτῶν, οὐδὲ ᾠκειώμεθα πρός τι ἄλλο οὕτως·

καὶ γὰρ τῶν ἄλλων ἀντιποιούμεθα καὶ φιλοῦμέν τινα κατὰ τὴν ἐφ᾿ ἡμᾶς ἀναφοράν), εἴη ἂν τὸ πρῶτον οἰκεῖον ἕκαστος αὐτῷ κατὰ τοῦτο.

ταύτης τῆς δόξης οἱ περὶ Ξέναρχόν εἰσι καὶ βοηθόν, τὴν ἀφορμὴν λαβόντες ἀπὸ τῶν περὶ φιλίας εἰρημένων ἐν τῷ ὀγδόῳ τῶν Νικομαχείων, οὗ ἡ ἀρχὴ τῆς λέξεως·

τάχα δ᾿ ἂν γένοιτο περὶ αὐτῶν φανερόν, γνωρισθέντος τοῦ φιλητοῦ ἕως·

διοίσει δ᾿ οὐδέν·

ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον᾿·

καὶ ἐν τῷ ἐνάτῳ δὲ ὁμοίως λέγει·

τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφανεῖ᾿ ἕως·

῾ φιλητέον δὴ μάλιστα ἑαυτόν᾿.

ἀδιάρθρωτος δὲ ἡ δόξα.

ἡμᾶς γὰρ φιλοῦμεν ἤτοι ὡς ὀρεκτὰ ὄντας καὶ ὥσπερ πρᾶγμά τι ἄλλο ἄλλου κεχωρισμένον ἡμῶν, οὖ ὀρεγόμεθα (οὐδὲν γὰρ αὐτοῦ ὀρέγεται οὐδὲ τοῦ παρόντος αὐτῷ καθὸ 151v πάρεστιν), ἢ τοῦ εἶναι αὐτοὺς ἡμᾶς ὀρεγόμεθα ἁπλῶς, ἐπεὶ μὴ ἐκείνως οἷόν τε.

οὐ γὰρ ἡμεῖς γε ἡμῶν αὐτῶν ἄλλοι.

καὶ μοχθηρῶς ἄρα καὶ λυπηρῶς.

καὶ γὰρ ἐν τούτοις ὄντες ὅμως ἐσμέν.

εἰσὶν δὲ οἱ λέγοντες ἡδονὴν εἶναι κατὰ Ἀριστοτέλη τὸ πρῶτον οἰκεῖον, κινούμενοι καὶ αὐτοὶ ἐξ ὧν ἐν Ἠθικοῖς Νικομαχείοις λέγει.

τρία γάρ φησιν εἶναι τὰ ὀρεκτά, τὸ καλόν, τὸ συμφέρον, τὸ ἡδύ. ὀρεκτὸν δέ τι καὶ πρὸς ὃ οἰκειώμεθα.

ἀλλὰ τοῦ μὲν καλοῦ καὶ τοῦ συμφέροντος ἀντιλαμβανόμεθα προϊόντες τῇ ἡλικίᾳ, τοῦ δὲ ἡδέος εὐθύς.

εἰ οὖν μόνα μὲν ταῦτα ὀρεκτά τε καὶ οἰκεῖα, πρῶτον δὲ τούτων τὸ ἡδύ, καὶ πρῶτον ἂν ἡμῖν οἰκεῖον εἴη τοῦτο.

ἔτι εἰ ὄρεξις μὲν πᾶσα ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ, ἀλλὰ τὸ μὲν ὡς ἀληθῶς ἀγαθὸν τελικόν, τὸ δὲ φαινόμενον οὐ τοιοῦτον, φαινόμενον δὲ ἀγαθὸν τὸ ἡδύ, πρῶτον ἂν ἡμῖν τοῦτο εἴη ὁρεκτὸν κατὰ φύσιν.

καὶ τοῦτο δὲ ἀδιαρθρώτως λέγεται.

ἡδέος γὰρ ὀρεγόμεθα ἢ τοῦ ἁπλῶς ἢ τοῦ πῇ, ὃ κατά τι ἡδύ ἐστιν, ἁπλῶς μηδὲν ἔχοντες οἰκεῖον πρὸς αὐτό, ἴνα ἡμῖν περιγένηται.

Βεργίννιος δὲ Ῥοῦφος καὶ πρὸ αὐτοῦ Σωσικράτης φησίν, ἕκαστον ὀρέγεσθαι τῆς τελειότητος καὶ τοῦ ἐνεργείᾳ εἶναι, δηλονότι ἀνεμποδίστως ἐνεργοῦντα.

διὸ καὶ ἡμῖν φησιν ὀρεκτὸν εἶναι τὸ εἶναι ἐνεργείᾳ, τουτέστιν τὸ ζῆν καὶ τὰς ἀπὸ τοῦ ζῆν ἐνεργείας οὔσας ἡδείας.

αἱ γὰρ τοιαῦται ἐνέργειαι κατὰ φύσιν, ἕως ἂν ὦσιν ἀνεμπόδιστοι, ἡδεῖαι.

ἀλλὰ ἑκάστῳ ἡ τελειότης ἀγαθόν.

2 ὀρεκτικοῖς a 4 αὑτοὺς V 5 αὑτῶν V ὠκειώμεθα Va 9 ἐν τῷ ὀγδόῳ τῶν Νικομαχείων] ὀγδόῳ (i. e. ἐν τῷ Θ) scripsi: ἐνάτῳ Va cf. Arist. Eth. Nic. 8,2 1155 b 17—27 11 γὰρ τὸ Aristoteles: γάρ τοι V: γάρ τι a ἐν τῷ ἐνάτῳ] ἐνάτῳ (i. e. ἐν τῷ I) scripsi: δεκάτῳ Va cf. Eth. Nic. 9,8 1168 a 35—b 10 12 διαφανῆ a 15 αὐτοῦ a 16 πλῶς ἡμᾶς αὐτοὺς ὀρεγόμεθα a αὐτοὺς ἡμᾶς] cf 152,26 ἐκείνων a 17 αὑτῶν V καὶ μοχθηρῶς ἄρα καὶ λυπηρῶς] videtur supplendum esse ἔχοντες οὐκ ἄλλοι ἡμεῖς ἡμῶν αὐτῶν 18 fortasse εἰσὶν δέ, οἳ cf. 5,10 et 168,24 19 εἶναι om. a 20 ἐν Ἠθικοῖς Νικομαχείοις] Ar. Eth. Nic. 2,2 1104 b 30 27 τοῦτο] το in lit. V 30 βεργίνιος a Σωσικράτης] σωκράτης a 31 ἐνέργεια a 33 τοῦ a: τὸ V fortasse ζῆν ⟨ἐνεργεῖ⟩ ἐνεργείας 34 ἡδίαι V τελειότης δὲ τοῦ δυνάμει παντὸς τὸ ἐνεργείᾳ γενέσθαι τοῦθ᾿ ὃ ἦν δυνάμει, καὶ ἔστιν τὸ ζῷον οὐκ ἐν τῷ ἐνεργεῖν, ἀλλ᾿ ἐν τῷ δύνασθαι.

καὶ γὰρ κοιμώμενοι ζῶσιν.

ὀρεγόμενος ἄρα τοῦ ἐνεργείᾳ εἶναι ὀρέγοιτ᾿ ἂν τῆς οἰκείας τελειότητος.

ἀγαθὸν δ᾿ ἑκάστῳ τοῦτο, ὥστε τούτου ὀρεγόμεθα.

ἀκολουθεῖ δὲ τοῖς τιθεμένοις πρῶτον οἰκεῖον τὸ εἶναι καὶ ζῆν κατ᾿ ἐνέργειαν γειαν καὶ τὸ ἡδονὴν εἶναι λέγειν τὸ πρῶτον οἰκεῖον καὶ τὸ ἀγαθόν.

ἀλλὰ καὶ τὸ τέλος συνᾴδει τούτῳ. τὸ γὰρ ἐνεργεῖν κατὰ τὸν νοῦν καὶ τὸ ἐνερ γείᾳ νοητὸν εἶναι τὸ τέλος ἐστίν, ὃ ἤρτηται ἐκ τοῦ οἰκειῶσθαι ἡμᾶς πρὸς τὸ κατὰ δύναμιν.

τελειωθεὶς δὲ ὁ ἄνθρωπος ἐν τῷ νοητικὸς εἶναι τὸ εἶναι ἔχει.

δεῖται δὲ τὸ λεγόμενον διαρθρώσεως καὶ διορισμοῦ, πότερον γὰρ ὡς πάσης τῆς ἀπὸ τοῦ ζῆν ἐνεργείας ἡδείας οὔσης εὐθὺς τῷ γενέσθαι ὀρεγόμεθα αὐτῆς ἡμεῖς, ἢ οὐ πάσης, ἴσως γὰρ οὐ τῆς ἀρίστης, αὕτη γὰρ τελική τε καὶ ἐσχάτη.

ἢ λέγουσιν τῇ καθό ἐσμεν;

ἐσμὲν δὲ τότε αἰσθητικοί (ὥστε τῆς κατ᾿ αὐτάς), ὕστερον δὲ λογικοί.

ἐν δὲ τῷ δεκάτῳ τῶν Νικομαχείων λέγει·

ἑκάστῳ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια.

αὗται μὲν αἱ περὶ τοῦ πρώτου οἰκείου δόξαι κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου.

διαρθρώσεως δὲ ἐπιμελεστέρας ὁ τόπος δεῖται.

ἐπεὶ γὰρ διττὸν τὸ τέλος, ὥς φησιν Ἀριστοτέλης, τὸ μὲν ὅ, τὸ δὲ ᾧ, τὸ μὲν ὃ ὡς ἡ εὐδαιμονία (τοῦτο γὰρ πάντων ἔσχατον καὶ μέγιστον τῶν ἀγαθῶν καὶ σκοπός), τὸ δὲ ἡμῖν (τελικώτατον γὰρ ἡμῖν τοῦτο τὸ ἡμῖν τὴν εὐδαιμονίαν περιγενέσθαι), καὶ ὡς μὲν πρὸς τὰ πράγματα ἡ εὐδαιμονία τέλος καὶ σκοπός, ὡς δὲ πρὸς ἡμᾶς ἡμεῖς εὐδαιμονοῦντες.

διττοῦ τοίνυν τοῦ τέλους ὄντος, δεῖ καὶ περὶ τὰς ἀρχὰς διφυΐαν τινὰ εἶναι, ἑκάστης ἀρχῆς κατὰ τὴν συνέχειαν τῶν ὀρεκτῶν ἐπὶ τὸ οἰκεῖον τέλος ἀγούσης.

ἔστιν οὖν ὥς φαμεν καὶ τὸ πρῶτον ὀρεκτὸν σύνθετον.

ἡμεῖς τε γὰρ ἡμῖν αὐτοῖς ἐσμεν οἰκειότατοι καὶ οὐχ ἁπλῶς πρὸς ἑαυτοὺς οἰκειώμεθα, ἀλλὰ τοῦ αὐτοῖς ἡμῖν περιγενέσθαι τὰ ἀγαθά.

τοῦτ᾿ οὖν τὸ πρῶτον οἰκεῖον τὸ ἡμέτερον ἀγαθόν, καὶ τούτου ὀρεγόμεθα.

ἐπεὶ δὲ εὐθὺς γενομένους ἀδύνατον τοῦ ἀληθῶς ἀγαθοῦ ἀντίληψιν ἴσχειν, τοῦ φαινομένου ἀγαθοῦ ὀρεγόμεθα.

φαινόμενον δὲ ἀγαθὸν τὸ ἡδύ.

τὸ ἄρα ἡμῖν ἡδύ ἐστι τὸ πρῶτον οἰκεῖον, τουτέστιν τὸ φαινόμενον ἀγαθόν, ὅπερ, εἰ καὶ τοῖς ἄλλοις εἰρηκόσιν τὸ πρῶτον οἰκεῖον ἀκόλουθόν ἐστι λέγειν διὰ τὴν ἀνάγκην τῆς ἐκ τῶν λόγων ἀκολουθίας, ἀλλ᾿ αὐτοί γε οὐ διελόντες οὐδὲ διαστειλάμενοι, οἱ μὲν ἡμᾶς ἔφασαν εἶναι, οἱ δὲ τὸ πρᾶγμα τὸ ἐκτὸς τὸ ἡδὺ τὸ πρῶτον οἰκεῖον, οὐδεὶς δὲ αὐτῶν συνθεὶς τὸ πᾶν ἐξειργάσατο.

ἀμφότεροι μὲν οὖν ὑγιῶς λέγουσιν, ἅμα ἑκάτεροι δὲ οὐχ ὑγιῶς.

ἢ καὶ ὁ λέγων ἑκάστῳ οἰκεῖον εἶναι τὸ ἐνεργείᾳ εἶναι καὶ ζῆν καὶ τὴν καθὸ τὸ εἶναί 4 τελειότητος] ς in lit. V 8 οἰκειῶσθαι V: οἰκειοῦσθαι a cf. Ind. 10 πότερον] π in lit. V 11 (et 151,33) ἡδίας V 13 καὶ τε a τῇ] fortasse τὴν 14 τῆς κατ᾿ αὐτὰς] scil. τῆς κατὰ τὰς αἰσθήσεις ἐνεργείας ὀρεγόμεθα cf. 153,4 ἐν δε τῷ δεκάτῳ τῶν Νικομαχείων] Ar. Eth. Nic. 10,6 1176 b 26 17 ὥς φησιν Ἀριστοτέλης] cf. de animal. gen. 2,6 742 a 22, phys. ausc 2,2 194 a 35 19 ἔσχατον] ον in lit. V ᾧ fortasse ᾧ ⟨ὡς⟩ 23 τὴν om. a 25 τε add. v. c. V αὑτοῖς V οὐχ] χ in lit. V 26 τοῦ] fortasse τὸ αὑτοις V 28 ἀληθῶς] ω in lit. V 32 ἀλλ᾿ αὐτοί γε a: ἀλλὰ τοίγε V 33 οἱ μὲν V: ἡμῖν a 36 καὶ ζῆν V: ζῆν a ἐστιν αὐτῷ ἐν συνεχείᾳ (τὸ γὰρ κατὰ φύσιν, καθό ἐστι τὸ εἶναι ἑκάστῳ, ἡδύ τε καὶ οἰκεῖον καὶ πρῶτον ὀρεκτόν) διηρθρωμένως λέγει.

τὸ γὰρ παιδίον τῷ μηδέπω λογικὸν εἶναι οὐκ ἂν εἴη πρῶτον οἰκειωμένον τῇ κατὰ τοῦτο ἐνεργείᾳ, ἀλλὰ ἐπεὶ αἰσθητικόν ἐστι ταῖς κατὰ τὰς αἰσθήσεις ἐνεργείαις εἴη ἂν προσοικειωμένον καὶ ἔτι τῷ τρέφεσθαι.

ὀρεγόμενα δὲ τῆς καθό ἐστιν ἐνεργείας ἀνεμποδίστου, τοῦ τε οἰκείου ἀγαθοῦ καὶ τῆς ἡδονῆς ἂν ὀρέγοιτο, εἴ γέ ἐστιν ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος καὶ ἔτι τοῦ αὐτοῖς περιγενέσθαι αὐτήν (τῆς γὰρ ἰδίας ἐνεργείας ὀρέγονται).

ὁ γὰρ τῆς οἰκείας ἐνεργείας τῆς καθό ἐστι δυνάμει ὀρεγόμενος ὀρέγεται μὲν δηλονότι τῆς ἀνεμποδίστου (τὸ γὰρ κωλυτικὸν καὶ ἐμποδιστικὸν τῆς ἐνεργείας φευκτὸν τῷ ὀρεγομένῳ αὐτῆς), ἅμα δὲ ἡ τοιαύτη καὶ ἡδεῖα.

ὀρέγεται δὲ οὐχ ἀπλῶς ἐνεργείας, ἀλλὰ τοῦ αὐτὸ ἐνεργεῖν καὶ τῆς οἰκείας τοῦ αὐτὸ ἥδεσθαι ὀρέγοιτο ἂν μᾶλλον δὲ ἐπεὶ ἡ ἡδονὴ ἕπεται τῇ τοιαύτῃ ἐνεργείᾳ πρὸς ἣν οἰκειοῦται πρώτην.

οὐ γὰρ σκοπὸν τῆς ὀρέξεως τὴν ἡδονὴν πεποίηται, ἀλλὰ ἔχει ἑπομένην αὐτὴν τῇ ἐνεργείᾳ.

πᾶν γὰρ τὸ κατὰ φύσιν ἡδύ.

οὐ γὰρ ἡσθεὶς πρῶτον, εἶθ᾿ οὕτως ὀρέγεται τοῦ δι᾿ οὗ ἥσθη.

οὐ γὰρ δὴ λόγου γε ἡ φύσις οἰκείου χρήζει, ἀλλ᾿ ἕπεται τῇ τοιᾷδε ἀρχῇ τοῖς γινομένοις φύσει πάντως τὰ μετ᾿ αὐτὴν καὶ τοιόνδε τέλος, εἰ μηδὲν ἐμποδίζοι, οὐ προνοηθὲν ὡς ἐπὶ τῶν τεχνῶν, ἀλλ᾿ οὕτω κατεσκευασμένον.

σύμφωνον δὲ τῇ τοιαύτῃ ἀρχῇ καὶ τὸ τέλος τὸ κατὰ Ἀριστοτέλη, 155r ὂν ἐνέργεια κατὰ ἀρετήν.

λέγει δὲ ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ηθικῶν καὶ Ἀριστοτέλης οὕτως περὶ τούτου·

ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας.

ὅτι καὶ τοῦ ζῆν ἄπαντες ἐφίενται.

ἡ δὲ ζωὴ ἐνέργειά τίς ἐστι, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ, ἃ μάλιστα ἀγαπᾷ.

ἡ δὲ ἡδονὴ τελειοῖ τὰς ἐνεργείας, καὶ τὸ ζῆν δέ, οὗ ὀρέγονται.

εὐλόγως οὖν καὶ τῆς ἡδονῆς ἐφίενται·

τελειοῖ γὰρ ἑκάστῳ τὸ ζῆν ὅπερ ἐστὶν αἱρετόν᾿.

Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί.

Τὸ τὰς ἀρετὰς ἀντακολουθεῖν ἀλλήλαις καὶ ταύτῃ μὲν ἂν δεικνύοιτο, ᾗ ἀδύνατον μίαν τινὰ ἐξ αὐτῶν ἔχειν ὁλόκληρον μὴ καὶ τὰς ἄλλας ἔχοντα.

οὔτε γὰρ δικαιοσύνην οἷόν τε ἔχειν μόνην, εἴ γε τοῦ μὲν δικαίου τὸ ἐν 1 post ἐν συνεχείᾳ, nisi corruptum est, aliquid excidisse videtur. exspectas enim τὴν καθὸ τὸ εἶναί ἐστιν αὐτῷ κατὰ φύσιν ἐνέργειαν (sive ἕξιν sive τελειότητα) cf. 151,31, 153,6,7. 5 ἂν om. a προσοικειωμένον] σ m1 suppl. in mg. ante σ una lit. erasa ὀρεγόμενα] ὀ in lit. V: ὀρεγόμεθα a 8 fortasse αὑτοῖς ἰδίας m2, ἡδίας m1 V: ἰδίας a cf 152,26 11 ἡδεία corr. ex. ἡδία V 12 αὐτὸ ἐνεργεῖν] exspectas αὐτὸς ἐνεργεῖν et αὐτὸς ἥδεσθαι, sed. cf. lnd. s. v. neutrum 13 τοῦ αὐτὸ ἥδεσθαι ὀρέγοιτο ἂν] haec nisi transposueris post πρὸς ἣν οἰκειοῦται πρώτην aon intellego 14 γὰρ] ρ in lit. V 20 ἀριστοτέλην a 21 ὃν a δεκάτῳ scripsi: κ V: ι a ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ἠθικῶν] Ar. Eth. Nic. 10,3 1175a10 22 δὲ om. a 24 ἐστι] εἶναι Va ἕκαστον Va 26 ὅπερ ἐστὶν αἱρετόν Va: αἱρετὸν ὄν Arist. 28 Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί] cf. Alexandri quaest. nat. et mor. 4,22 29 ἀκολουθεῖν a 31 ἔχειν v. c. ἔχει m1 V: ἔχειν a πᾶσιν τοῖς δεομένοις τῆς ἀρετῆς δικαίως ἐνεργεῖν (οὐκ ἐνεργήσει δὲ δικαίως ὁ μὲν ἀκόλαστος ἔνθα περιέλκει τι τῶν ἡδέων αὐτόν, ὁ δὲ δειλὸς ἔνθα φοβερὸν ἀπειλεῖταί τι τὰ δίκαια πράξαντι, ὁ δὲ φιλοχρήματος ἔνθα λήμματος ἐλπίς, καὶ ὅλως πᾶσα κακία τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ λυμαίνεταί τι τοῦ δικαίου), ἀλλ᾿ οὐδὲ ἀνδρεῖον οἷόν τε τὸν ἀκόλαστον ἢ τὸν ἄδικον εἶναι ἢ τὸν ἄλλην τινὰ κακίαν ἔχοντα·

ὁ μὲν γὰρ ἀκόλαστος πρὸ τῆς κατ᾿ ἀνδρείαν ἐνεργείας τὴν ἡδονὴν ἕλοιτ᾿ ἂν, ὁ δὲ ἄδικος αἱρήσεταί ποτε τὸ πλέον ἔχειν ἀμελήσας τοῦ κατὰ ἀνδρείαν ἐνεργεῖν·

ἀλλὰ καὶ τοὺς προδότας ὑπὸ τούτων τῶν κακιῶν γινομένους ἰδεῖν ἐστιν.

πῶς δὲ οἷόν τε κατὰ σωφροσύνην καὶ σωφρόνως ἐνεργεῖν τὸν δειλὸν ἢ τὸν ἄδικον;

ὁ μὲν γὰρ ἄδικος αὑτῷ πλέον καὶ τῶν ἡδέων νεμεῖ, ὁ δὲ δειλὸς ἐνδώσει ποτὲ διὰ φόβον ἀπειλούμενος ὑπὸ τυράννου αἰσχραῖς τισιν ἡδοναῖς ἢ καὶ τὴν ἀρχὴν ἀρέσκειν βουλόμενος αὐτῷ διὰ δειλίαν ταῖς αὐταῖς ἡδοναῖς χαίρειν ἐθισθήσεται, καὶ καθόλου ἀδύνατον ἡντινοῦν ἔχοντα κακίαν μὴ τὴν κατ᾿ ἐκεῖνο λυμαίνεσθαι τῆς ἀρετῆς ἐνέργειαν, ὥστ᾿ οὐδὲ ταύτην ἂν ἔχοι τις, ἣν οἴεται, μὴ δυνάμενος ἐν πᾶσιν τοῖς καιροῖς καὶ πρὸς πάντα αὐτῇ χρῆσθαι, πρὸς ἅ ἐστιν ἡ κατὰ ταύτην ἐνέργεια.

ἔτι, εἰ ταύτῃ διαφέρουσιν οἱ διὰ παρουσίαν ἀρετῆς ἀγαθοὶ λεγόμενοι τῶν κατά τινα τέχνην ἢ ἐπιστήμην ἀγαθῶν λεγομένων, ὅτι οἱ μὲν μετὰ προσθήκης ἀγαθοὶ λέγονται (ἀγαθὸς γὰρ τέκτων καὶ ἀγαθὸς σκυτεὺς καὶ ἀγαθὸς γεωμέτρης καλεῖται τὸ ὅλον τοῦτο), ὁ δὲ τὴν ἀρετὴν ἔχων ἁπλῶς καὶ χωρὶς προσθήκης ἀγαθὸς καλεῖται (ἀδύνατον δὲ ἀπλῶς ἀγαθὸν εἶναι τὸν μὴ κατὰ πάντα ἀγαθόν), ἀδύνατον ἄρα μίαν τινὰ μόνην ἀρετὴν ἔχειν.

ἔτι δὲ καὶ ἐκ τῆς κακίας οἷόν τε ταὐτὸν τοῦτο δεῖξαι.

εἰ γὰρ ὁ κακίαν ἔχων ἀπλῶς κακός (ὁ δ᾿ ἁπλῶς κακὸς οὐκ ἂν εἴη καὶ ἁπλῶς ἀγαθός·

ἅμα γὰρ ἂν εἴη ἐν τῷ αὐτῷ κατὰ ταὐτὸν τἀναντία ἔχων), ἀδύνατον τὸν ἔχοντα κακίαν τινὰ καὶ ἀρετὴν ἔχειν ἅμα.

ἔτι εἰ οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι (πῶς γὰρ οὖσαί γε ἀλλήλαις ἐναντίαι, εἴ γε αἱ μὲν ἐν ὑπερβολῇ, αἱ δὲ ἐν ἐνδείᾳ) καὶ ἔστιν αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν, εἴη ἂν καὶ μία κακία αὐτάρκης πρὸς κακοδαιμονίαν.

τὸν δὲ κακοδαίμονα πῶς οἷόν τε λέγειν ἔχειν ἀρετήν τινα;

ἔτι εἰ ἡ ἀρετὴ τοῦ καλοῦ χάριν καλὸν πάντα πράττει (πρακτικὴ γὰρ ἡ ἀρετὴ τῶν ἐν τοῖς πρακτοῖς καλῶν), ὁ τὴν ἀρετὴν ἔχων φιλόκαλός τις ἂν εἴη·

ὁ δὲ φιλόκαλος τὸ ἐν πᾶσιν καλὸν ἀσπάζεται·

ὁ δὲ τὸ ἐν πᾶσι καλὸν ἀσπαζόμενος πᾶσαν ἀρετὴν ἔχει.

εἰ γάρ τις τὸ μὲν ἐν ἀνδρείᾳ καλὸν ἀσπάζὄμενος μηκέτι δὲ καὶ τὸ ἐν δικαιοσύνῃ, οὐδὲ τὸ ἐν ἀνδρείᾳ ἂν καλὸν ἡ καλὸν μεταδιώκοι.

εἰ δὲ τοῦτο, οὐδ᾿ ἂν ἀνδρεῖος εἴη.

πᾶν γὰρ καλὸν ἀδιάφορον 2 μὲν om. a αὐτόν a: αὑτόν V 3 πράξαντι] π in lit. V φιλοχρήμματος V πρὸ V ex. Vict.: πρὸς a 7 τὴν ἡδονὴν ἕλοιτ᾿ ἄν m2 in mg. add. V 8 ἀλλὰ in lit. V ante προδότας desideratur sive θρασεῖς sive λεγομένους ἀνδρείους 11 αὐτῷ a νεμεῖ scripsi: νέμει Va cf. 63,25 ἐνθήσει a 12 ἀπειλούμενος scripsi: ἀπειλούμενον Va 13 χαίρειν ταῖς αὐταῖς ἡδοναῖς a 14 fortasse τῇ κατ᾿ ἐκεῖνο (cf. lnd. s. v. neutrum) λυμαίνεσθαι ⟨τὴν⟩ τῆς 20 γεωμέτρης a: γεσωμέτρης V καλεῖται] ει in lit. V 23 τινὰ om. a ταὐτὸ a 24 γὰρ καὶ ὁ a 25 γὰρ ἂν εἴη a: γὰρ ἂν εἰν Va 29 εἴη ἂν καὶ—πρὸς κακοδαιμονίαν om. a 32 πρακτοῖς V: πρακτικοῖς a καλόν.

εἴτε γὰρ μὴ γνωρίζει πᾶν καλόν, οὐδ᾿ ἂν τόδε τι ὡς καλὸν γνωρίζοι (μία γὰρ γνῶσις ἡ τοῦ καλοῦ καθὸ καλόν), εἴτε γνωρίζει μέν, μὴ αἱρεῖται δέ, οὐκ ἂν εἴη φιλόκαλος·

ὥστ᾿ οὐδέ, ὃ πράττει καὶ προαιρεῖται, πράξει καθὸ καλόν·

ὥσπερ γὰρ ὁ φίλοινος πρὸς πάντα οἶνον οἰκείως ἔχει, οὕτως δὲ καὶ ὁ φιλόκαλος πᾶν καλὸν αἱρεῖταί τε καὶ ἀσπάζεται.

ἔτι εἰ αἱ ἀρεταὶ ἀλλήλων διαφέρουσιν οὐ τῷ σκοπῷ, ἀλλὰ τῷ περὶ ἃ διαφέρουσιν (σκοπὸς μὲν γὰρ πάσαις αὐταῖς εἷς τὸ καλὸν πρόκειται, ἡ δὲ διαφορὰ αὐταῖς καθὸ ἡ μὲν περὶ τάδε τὰ πάθη, θάρρη φέῤ εἰπεῖν καὶ φόβους, ἡ δὲ περὶ τὰς δι᾿ ἁφῆς ἡδονάς, ἄλλη δὲ περί τινα ἄλλα), ὁ μίαν ἔχων ἀρετὴν καὶ τὸν κοινὸν πάσης ἀρετῆς σκοπὸν τὸ καλὸν ἔχει.

ὁ ἔχων δὲ τοῦτο τῶν ὑπ᾿ αὐτοῦ πραττομένων σκοπὸν πάντα ἂν τούτου χάριν πράττοι.

οὕτως δὲ πάσας ἂν τὰς ἀρετὰς ἔχοι σκοπὸν τὸ καλὸν ἐν πᾶσιν οἷς πράττει ποιούμενος.

ἔτι εἰ πᾶσα ἀρετή τινος ἀκρότης ἐστὶ τῆς φύσεως τῆς ἐκείνου, εἴη ἂν καὶ ἡ ἀνθρώπου ἀρετὴ ἀκρότης ἀνθρώπου φύσεώς τε καὶ ψυχῆς.

ἔστι δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ λογικὴ μέν, οὐχ ἁπλῶς δέ, ἀλλ᾿ ἔχουσα δυνάμεις πλείους (τὴν μὲν γὰρ λογικὴν κυρίως, τὴν δὲ ὡς ὑπακούουσαν λόγῳ), καὶ ἀρετὴ εἴη ἂν αὐτοῦ ἡ καθ᾿ ἕκαστα τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἀκρότης, ὥστε μία τις ἐξ αὐτῶν οὐδ᾿ ἂν ἀρετὴ εἴη ἀνθρώπου λαμβανομένη καθ᾿ αὐτήν.

οὐ γὰρ τῷ χωρίζεσθαι καὶ καθ᾿ αὑτὰς ὑφίστασθαι δύνασθαι ἀρεταὶ πᾶσαι καθ᾿ ἑκάστην καλοῦνται, ἀλλὰ τῷ δυνάμεώς τε εἶναι ἄλλης καὶ περὶ ὕλην ἄλλην ἐνεργεῖν.

ὅλον γάρ τι ἡ τέλειος ἀρετή, μέρη δὲ αὐτῆς ἀνδρεία σωφροσύνη δικαιοσύνη τῶν λοιπῶν ἑκάστη, οὐχ ἀπλῶς ἀρεταὶ οὖσαι, ἀλλὰ περὶ τάδε καὶ μετὰ προσθήκης·

ἁπλῶς γὰρ ἡ ὅλη.

ὡς οὖν ἐπὶ τῶν ἄλλων μερῶν ἐν τῷ ὅλῳ τὰ μέρη λαμβανόμενα τότε ἐστὶ μέρη, ὅταν ᾖ συμπληροῦντα τὸ ὅλον, χωρισθέντα δὲ καὶ καθ᾿ αὑτὰ γενόμενα οὐκέτι μέρη.

εἰ μὴ ὁμωνύμως, οὕτως δὲ καὶ 155v αἱ ὡς μέρη ἀρεταὶ ἐν μὲν τῇ ὅλῃ οὖσαι ἀρεταίεἰσιν, πλὴν ὁμωνύμως τὰς ἐπιτηδειότητας καὶ τὰς εὐφυΐας εἰώθαμεν ἀρετὰς λέγειν.

ὡς γὰρ ὁ μίαν πρᾶξιν πράξας δικαίως οὐκ ἔστιν δίκαιος, εἰ μὴ ὅμοιος ἐν πάσαις εἴη, οὕτως οὐδὲ τὸν καλοῦ τινος χάριν πράσσοντά τινα περὶ μίαν ὕλην ἀρετήν τις ἂν ἔχειν λέγοι, εἰ μὴ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως τὸ καλὸν διώκοι.

ἔτι εἰ τοῦ μὲν λογιστικοῦ ἐστιν ἀρετὴ ἐπιστήμη καὶ γνῶσις τῶν ἀγαθῶν, τοῦ δὲ παθητικοῦ πρᾶξις τῶν ἀγαθῶν (οὔτε δὲ πράσσειν οἷόν τε τὰ ἀγαθὰ μὴ γνωρίζοντα αὐτὰ καὶ εἰδότα, οὔτε γνῶναι τἀγαθὰ οἷόν τε ὅτι ἐστὶν ἀγαθὰ μὴ αἱρούμενον αὐτὰ καὶ πρόσκλισιν ἔχοντα πρὸς αὐτά·

σημεῖον δὲ τούτου τὸ τὸν αἱρούμενόν τινα ταῦτα καὶ ἀγαθὰ εἶναι προειληφέναι), οὔτε τὴν τοῦ λογιστικοῦ χωρὶς τοῦ παθητικοῦ οἷόν τε ἀρετὴν ἔχειν οὔτε τούτων τινὰ χωρὶς ἐκείνης τε καὶ ἀλλήλων.

ἔτι εἰ τῷ μὲν εἰδέναι τὰ ἀγαθὰ ὅτι ἀγαθὰ 1 γνωρίζει] εἰ in lit. V 3 πράττει καὶ m2, πράττει m1 V: πράττει καὶ a 6 διαφέρουσιν delevi 7 εἷς a: εἷ sic V 12 ἔχει a 14 καὶ ἡ V: καὶ a 26—27 οὕτως δὲ—πλὴν ὁμωνύμως om. a 27 post ἀρεταί εἰσιν nonnulla excidisse videntur. fortasse εἰσιν, ⟨οὐκέτι δὲ χωρισθεῖσαι⟩ 31 τῷ καλῷ a 32 (et 37) λογιστικοῦ V: λογικοῦ a 33 δὲ supra lin. V 38 τἀγαθὰ a τὸ καὶ αἱρεῖσθαι ἕπεται (διὰ τοῦτο γὰρ τὸν ἀκρατῆ οὐδὲ κυρίως καὶ ἀπλῶς εἰδέναι φαμὲν) καὶ ἔστι τὸ μὲν εἰδέναι τῆς φρονήσεως, τὸ δὲ αἱρεῖσθαι τῶν ἠθικῶν ἀρετῶν, ἕποιντ᾿ ἂν τῇ φρονήσει αἱ ἠθικαὶ ἀρεταί·

ἀλλὰ καὶ ταύταις ἐκείνη, εἴ γε ἑκάστη αὐτῶν ἀρετή ἐστιν ἐν τῷ πράττειν κατὰ τὸν ὀρθὸν λόγον τουτέστιν κατὰ φρόνησιν.

ἀλλὰ καὶ ἀλλήλαις αἱ ἠθικαί, εἴ γε ὁ μίαν τούτων ἔχων ἔχει καὶ φρόνησιν καὶ τὰς ἠθικάς.

ἔτι εἰ πᾶσα κατὰ ἀρετὴν πρᾶξις ἐκ τοῦ τόν τε σκοπὸν τοιοῦτον ἔχειν καὶ οὕτω πως πράττεσθαι σύγκειται, καὶ ἔστιν τὸ μὲν τὸν σκοπὸν ὑγιῆ θέσθαι τῆς ἠθικῆς ἀρετῆς, τὸ δὲ γνωρίζειν τὰ συντείνοντα πρὸς τοῦτον τῆς φρονήσεως, πῶς ἂν εἴη κεχωρισμένη;

ἔτι εἰ ἀδύνατον φρόνησιν ἔχειν τὸν μὴ περὶ πάντα φρόνιμον, ὁ τὴν φρόνησιν ἔχων εἴη ἂν πάντων τῶν πρακτέων γνωριστικός.

ἀδύνατον δὲ ἐν οἷς μὴ ὁ προσήκων πρόκειται σκοπός, τὴν τὰ πρὸς τοῦτο συντείνοντα γνωρίζειν δυναμένην δύναμιν φρόνησιν εἶναι·

οὐκέτι γὰρ ὧν χρὴ πράττειν ὁ φρόνιμος ἔσται κριτικός τε καὶ γνωριστικός·

ἀλλὰ μὴν ἐν πᾶσιν ὧν χρὴ πράττειν γνωριστικός τε καὶ κριτικὸς καὶ πρακτικὸς ὁ φρόνιμος.

ἐν πᾶσιν ἄρα ἕξει τοῖς πρακτοῖς ὑγιᾶ τὸν προκείμενον σκοπόν.

οὕτω δὲ καὶ πᾶσαν ἀρετὴν ἔχει, εἴ γε τῶν μὲν ἠθικῶν ἀρετῶν τὸ τέλος καὶ τὸν σκοπὸν τὸν ἄριστον τῶν πρακτέων ὁρίζειν, ὁ δὲ φρόνιμος ἐν πᾶσιν ἔχει τοῖς πρακτοῖς τὸν ἄριστον σκοπὸν ὡρισμένον.

δεινοῦ μὲν γὰρ τὸ πρὸς πάντα σκοπὸν τὰ συντείνοντα συνορᾶν, φρονίμου δὲ τὰ πρὸς τὸν ἄριστον.

εἰ οὖν ἀδύνατον μὲν κατά τινα τῶν ἠθικῶν ἀρετῶν χωρὶς φρονήσεως ἐνεργεῖν, ἡ δὲ φρόνησις οὖσα περὶ πάντα τὰ πρακτὰ συνάγει πάσας τὰς ἠθικὰς ἀρετὰς ἑαυτῇ (εἴ γέ ἐστιν ἕξις κατὰ λόγον πρακτικὴ περὶ πάντα τὰ ἀνθρώπου ᾗ ἄνθρωπος ἀγαθά, οὐ τάδε μέν, τάδε δὲ οὔ, ἀλλὰ πάντα), πᾶσαι ἂν ἕποιντο αἱ ἀρεταὶ τῇ φρονήσει.

οὐδὲ γὰρ ῥᾴδιον τῶν ἀρετῶν κατὰ τὸν Θεόφραστον τὰς διαφορὰς οὕτω λαβεῖν ὡς μὴ κατά τι κοινωνεῖν αὐτὰς ἀλλήλαις, γίνονται δ᾿ αὐταῖς αἱ προσηγορίαι κατὰ τὸ πλεῖστον.

Ὅτι φύσει τὸ δίκαιον.

Ὅτι φύσει τὸ δίκαιον, δείκνυται ἐκ τοῦ φύσει κοινωνικόν μὲν εἶναι τὸν ἄνθρωπον, μὴ δύνασθαι δὲ κοινωνίαν διαμένειν χωρὶς δικαιοσύνης.

ὅτι δὲ φύσει κοινωνικόν, δῆλον ἐκ τῆς ἐναργείας.

οὐ γὰρ τοιοῦτον ὁ ἄνθρωπος, ὡς μόνον βιοῦν καὶ ἐφ᾿ ἑαυτοῦ δύνασθαι.

ὡς οὖν τὰ ἄλλα ζῷα τὰ συναγελάζεσθαι πεφυκότα φύσει φαμὲν τοῦτ᾿ ἔχειν, οὕτως καὶ ὁ ἄνθρωπος φύσει ἂν ἔχοι τὸ κοινωνικὸς εἶναι, ἐν κοινωνίᾳ τῇ πρὸς ἀλλήλους 1 ἀκρατῆ V ex. Vict.: ἀκροατῆ a 2 φρωνήσεως a 3 ἕποιτ᾿  ἂν a 8 τὸ μὲν ex. Vict.: τὸν μὲν Va 9 ἂν εἴη m2, εἴη m1 V: ἂν εἴη a 12 fortasse τοῦτον scil. τὸν μὴ προσήκοντα σκοπόν 13 δύναμιν om. a 14 ἐν πᾶσιν om. a 15 κριτικὸς] τι in lit. V 16 πρακτοῖς ex. Vict.: πρακτικοῖς Va σκοπὸν ἔχειν α 17 ἔχει a: ἔχοι V fortasse πᾶσαν ⟨ἂν⟩ ἀρετὴν ἔχοι 20 φρονίμου scripsi: φρόνιμον Va 24 τάδε δὲ m2, τάδε m1 V: τὰ δὲ a 29 μὲν εἶναι τὸν ἄνθρωπον m2, εἶναι m1 V: μὲν εἶναι τὸν ἄνθρωπον a 30 δικαιωσύνης a 31 ἐνεργείας a ἀεὶ καταζῶν.

ἔτι τῶν μὲν συναγελάζεσθαι ζῴων πεφυκότων καίτοι φύσει τοῦτ᾿ ἐχόντων (ἐφ᾿ ὃ γὰρ ἐκ φύσεως ὁρμὰ τι, μήτε ἐκ διδασκαλίας μήτε ἐξ ἔθους μήτε ὑπ᾿ ἀνάγκης ἀγόμενον, τοῦθ᾿ ὑπάρχειν αὐτῷ φαμεν φύσει, οὕτω δὲ τὰ συναγελαζόμενα ζῷα τὸ σὺν ἀλλήλοις εἶναι ἔχει κατὰ φυσικὴν ὁρμήν), ἀλλ᾿ ὅμως, τούτων καίτοι πεφυκότων οὔτως, ἔστι που χωρίσαντα ἕν τι τῆς σὺν τοῖς ἄλλοις ἀνατροφῆς ἀνατρέφειν καθ᾿ αὑτό, καὶ διήρκεσέν τινα ἐπὶ πλεῖστον τῶν ἀλλήλοις συναγελάζεσθαι πεφυκότων ἐστερημένα τῆς ἐκείνων κοινωνίας.

ἄνθρωπος δὲ οὐδεὶς ἂν οὐδὲ διαρκέσαι χωρὶς ἀνθρώπων ἄλλων γενόμενος.

σημεῖον δὲ μέγιστον τοῦ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, καὶ πολὺ πλέον τῶν ἄλλων ζῴων πάντων, τὸ καὶ μόνον λογικὸν εἶναι καὶ χρῆσθαι μόνον δύνασθαι λόγῳ, τὸν δὲ λόγον πρὸς μόνην τὴν μήνυσιν τῶν οἰκείων νοημάτων τε καὶ θεαμάτων τοῖς συνοῦσιν τὴν ἀναφορὰν ἔχειν.

ὅτε γοῦν μηδεὶς ἡμῖν πάρεστιν, ἢ μὴ βουλόμεθα τῶν παρόντων τινὶ μηνῦσαι τι τῶν ἡμετέρων νοημάτων ἢ μαθεῖν τι παῤ ἐκείνου, τὴν ἡσυχίαν ἔχομεν ἀρκούμενοι τῷ διανοεῖσθαι μόνῳ.

ὥστε, εἰ πρός τι τούτῳ χρώμεθα μόνον τῷ δεδομένῳ παρὰ τῆς φύσεως ἡμῖν λόγῳ, μηθὲν δὲ ἡ φύσις μάτην ποιεῖ τε καὶ δίδωσιν, ὡς κοινωνικοῖς ἂν ἡμῖν εἴη τὸν λόγον δεδωκυῖα.

ἔτι καὶ ἐξ αὐτοῦ τοῦ θέσει λέγειν τὸ δίκαιον εἶναι μαρτυροῖτ᾿ ἂν τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον.

εἰ γὰρ δέονται μὲν τοῦ δικαίου καὶ τῆς συνθήκης ταύτης φυσικῶς πάντες ἄνθρωποι (οὐ γὰρ οἱ μέν, οἱ δὲ οὔ), τοῦτο δὲ ὡς τῆς κοινωνίας ὂν σωστικὸν παραλαμβάνουσιν, εἴη ἂν πᾶσιν ἀνθρώποις τὸ κοινωνικὸν ὑπάρχον φύσει.

φύσει δὲ οὔσης τῆς κοινωνίας ἀνάγκη καὶ τὸ δίκαιον αὐτοῖς ὑπάρχειν φύσει.

οὐ γὰρ οἷόν τε λέγειν τὸ δεῖσθαι δικαίου, μηκέτι δὲ εἶναι τὸ δίκαιον φύσει.

οὗ γὰρ χωρὶς ἀδύνατον εἶναί τι τῶν ὑπαρχόντων ἡμῖν, ἀνάγκη καὶ τοῦτο εἶναι φύσει.

οἷον ἀδύνατον ὁρᾶν χωρὶς ὀφθαλμῶν.

διό, καὶ τοῦ ὁρᾶν 156r ὄντος φύσει, καὶ οἱ ὀφθαλμοὶ φύσει.

ὁμοίως καὶ τὰ ὦτα φύσει (οὔτε γὰρ χωρὶς τούτων ἀκούειν οἷόν τε, καὶ τὸ ἀκούειν φύσει), καὶ καθόλου τὰ αἰσθητήρια ἡμῖν φύσει τῷ καὶ τὰς ἐνεργείας τὰς δι᾿ αὐτῶν ὑπάρχειν ἡμῖν φύσει.

εἰ δὴ καὶ κοινωνικοὶ μέν ἐσμεν φύσει, ἀδύνατος δ᾿ ἡ κοινωνία χωρὶς δικαιοσύνης, ἀνάγκη καὶ τὸ δίκαιον εἶναι φύσει.

εἰ δ᾿, ὅτι παῤ ἄλλοις ἄλλο τι δίκαιον, διὰ τοῦτο οὐ φύσει φήσουσιν αὐτό, δῆλον, ὡς φύσει τοῦτ᾿ ἐροῦσιν, ὃ παρὰ πᾶσίν ἐστιν ταὐτό.

καὶ εἰ τὸ ἔγγραφον ἐροῦσιν, διότι ἐστὶν ἔγγραφον, κατὰ συνθήκην καὶ οὐ φύσει, δῆλον ὡς ἀνάγκη τούτοις φύσει καὶ μὴ κατὰ συνθήκην λέγειν τὸ τὴν ἰσχὺν οὐκ ἐν τοῖς γράμμασιν ἔχον.

ἔστι δὲ τοιαῦτα πολλὰ καὶ προσαγορεύειν εἰώθαμεν ἀπ᾿ αὐτοῦ τοῦ πάθους ἄγραφα νόμιμα, κοινὰ πᾶσιν ἀνθρώποις ὄντα, τοῖς γε μὴ πεπηρωὁρμάμένοις.

2 ὁρμά τι a 3 φαμεν V: μὲν a 10 ζῴων m2, ζωιον m1 V: ζώων a 14 τι τῶν m2, τῶν m1 V: τι τῶν a νοημάτων ἢ scripsi: ἢ Va 16 τι τὶ m1 V μόνον: μόνῳ a: fortasse μὲν 18 λέγειν] λ in lit. V: λέγειν θέσει a 19 μαρτυρεῖτ᾿ a γὰρ supra lin. V 23 αὐτοῖς] αἰ τοῖς a 25 argumentatio postulare videtur ὑπαρχόντων ἡμῖν ⟨φύσει⟩ cf. v. 29 τῷ καὶ τὰς ἐνεργείας ὑπάρχειν ἡμῖν φύσει 30 κοινωνικοὶ] post ων una lit. erasa V 35 γράμμασιν om. a 36 fortasse πολλά ⟨ἃ⟩·

τό τε γὰρ αἰδεῖσθαι τοὺς πρεσβυτέρους καὶ τὸ σέβειν τὸ θεῖον καὶ τὸ τιμᾶν τοὺς γονέας καὶ τοὺς βελτίονας, ἄγραφα καὶ κοινὰ δίκαια παρὰ πᾶσιν ἀνθρώποις φύσει τηρούμενα.

οὐ γὰρ περὶ τούτων οὔτε συντίθενται πρὸς ἀλλήλους οὔτε γράφουσιν, ἀλλ᾿ ὡς ὁμολογουμένων καὶ κεκυρωμένων ὑπὸ τῆς φύσεως οὕτως ἔχειν, περὶ τοῦ τρόπου τῆς τιμῆς νομοθετοῦσιν, οἱ μὲν οὕτως, οἱ δὲ οὕτως, καὶ οἱ μὲν διὰ τοιῶνδε, οἱ δὲ διὰ τοιῶνδε ταῦτα ποιήσειν ἡγούμενοι, ἐν οἷς ἂν ἕκαστος προειθισμένος, περὶ ἃ λοιπὸν τὸ κατὰ συνθήκην δίκαιον ἰσχὺν ἔχει.

ὧδε μὲν γὰρ ἢ ὧδε σέβειν τὸ θεῖον ἢ τιμᾶν τοὺς γονεῖς τὸ κατὰ συνθήκην δίκαιόν τε καὶ νόμιμον λέγει.

διὸ καὶ ἄλλοτε ἄλλως παῤ ἄλλοις τούτων ἕκαστον.

ἀεὶ δὲ καὶ παρὰ πᾶσίν ἐστι τὸ τιμᾶν τε καὶ σέβειν τὸ θεῖον ἐν τῇ τῶν ἀνθρώπων ἐνιδρυμένον φύσει.

διὸ καὶ οὐχ ὁτὲ μέν, ὁτὲ δ᾿ οὔ, οὐδὲ παῤ οἷς μέν, πὰῤ οἷς δ᾿ οὔ.

καθόλου δὲ ταῦτά τις λέγων εἶναι φύσει δίκαια οὐκ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, ὧν χωρὶς ἀδύνατον εἶναι κοινωνίαν.

οὐ γὰρ δὴ τὸ μὲν τῆς κοινωνίας φύσει, οὐ φύσει δὲ τὸ δι᾿ ὧν ἡ κοινωνία σώζεται, ἀλλ᾿ ἔστιν ἀνάγκη, φυσικῆς οὔσης τῆς κοινωνίας, εἶναι φύσει καὶ τὰ δίκαια, δι᾿ ὧν ἐστιν ἡ κοινωνία.

ὅτι γὰρ τὸ δίκαιον συνέχει τὴν κοινωνίαν δῆλόν ἐστιν ἐπὶ τῶν ἀδικωτάτων εἶναι δοκούντων.

οὗτοι δέ εἰσιν οἱ λῃσταί, οἷς ἡ πρὸς ἀλλήλους κοινωνία ὑπὸ δικαιοσύνης σώζεται τῆς πρὸς ἀλλήλους.

διά τε γὰρ τὸ μὴ πλεονεκτεῖν ἀλλήλους καὶ διὰ τὸ μὴ ψεύδεσθαι, καὶ διὰ τὸ τιμᾶν τὸ.

κρεῖττον δοκοῦν καὶ τὸ τὰ συγκείμενα φυλάττειν, καὶ διὰ τὸ βοηθεῖν τοῖς ἀσθενεστέροις, διὰ ταῦτα ἡ πρὸς ἀλλήλους αὐτοῖς κοινωνία συμμένει, ὧν πᾶν τοὐναντίον εἰς οὓς ἀδικοῦσιν ποιοῦσιν.

ὅτι γὰρ φύσει ταῦτά ἐστι δίκαια, σημεῖον μέγιστον τὸ μηδ᾿, ἂν συνθῶνται τὰ ἀντικείμενα τούτων πρὸς ἀλλήλους ὡς δίκαια, δύνασθαι συμμένειν αὐτῶν τὴν κοινωνίαν, καίτοι γε ἦν ἂν ἀκόλουθον πᾶν ὁμοίως τῆς κοινωνίας εἶναι σωστικὸν ἐν συνθήκῃ γενόμενον.

εἰ δὲ τὰ μὲν συνθεμένων καὶ μὴ συνθεμένων τηρεῖ τὴν κοινωνίαν, τὰ δ᾿ ἀντικείμενα τούτων φθείρει, ἃ συνθεμένους σώζει, φύσει ταῦτά ἐστιν, κἂν κατὰ συνθήκην γένηται.

ἔοικεν γὰρ ἡ συνθήκη ζήτησίς τις εἶναι τοῦ φύσει δικαίου καὶ ὁμολογία κοινὴ τῶν εὑρημένων.

ἀλλ᾿ οἱ μὲν τῶν ζητούντων καὶ εὑρίσκουσιν τὸ ζητούμενον, οἱ δὲ διαμαρτάνουσιν, ὥσπερ οὖν καὶ ἐν τοῖς ἄλλοις πᾶσιν τοῖς διὰ ζητήσεως εὑρίσκεσθαι πεφυκόσιν.

ἔτι οἱ διεγνωκότες ἀδικεῖν τε καὶ λῃστεύειν οὐκ ἐξετάσαντες τὰ κείμενα νόμιμα διὰ τοῦ ταῦτα παραβαίνειν λῃστεύουσίν τε καὶ κακουργοῦσιν, ἀλλ᾿ ὡς ὄντων φανερῶν ἀδικημάτων, δι᾿ ὧν τὸ λῃστεύειν, ἄγουσιν ἐπ᾿ αὐτό.

εἰ δ᾿ ἔστιν ἄδικά τινα φύσει, καὶ οὐ τῇ τῶν συγκειμένων δικαίων παραβάσει, ἀνάγκη καὶ δίκαια φύσει λέγειν εἶναι τὰ τούτοις ἐναντία.

ὅτι δέ ἐστιν ἄδικα φύσει, δῆλον ἐκ τοῦ παρὰ πᾶσιν καὶ 4 ὁμολογουμένων καὶ κεκυρωμένων] cf. οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης μεν τῆς φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι 161,11 εἰ ἴσον τόπον κατέχει ἥ τε ψυχὴ καὶ τὸ σῶμα σὺν αὐτῇ, καὶ χωρισθείσης τὸ σῶμα μηδὲν ἐλάττονα 141,4 δεδειγμένου δέ 14431 7 ἡγούμενον a 15 γὰρ δὴ v. c. γὰρ m1 V: γὰρ δὴ a ἡ supra lin. V 19 λῃσταί, ληστεύειν a δικαισύνης a 24 τὸ m2, τοῦ m1 V: τὸ a τοῖς ὑπεναντιωτάτους ἔχουσι νόμους εἶναί τινα κοινά, ἃ οἱ τὸ ἀδικεῖν προαιρούμενοι πράττουσιν, εἰς οὓς ἀδικοῦσιν.

πάντα γὰρ σχεδὸν οἱ λῃστεύοντες παρὰ πᾶσιν τὰ αὐτὰ ποιοῦσιν, εἰς οὓς ἀδικοῦσιν.

εἰ δὲ τοῦτο, δῆλον ὡς καὶ τὰ τούτοις ἀντικείμενα, οὖσιν ἀδίκοις φύσει, δίκαιά ἐστι φύσει.

καὶ γὰρ οὐδ᾿ ἄλλο τί ἐστιν τὸ ἀδικεῖν ἢ παράβασις τοῦ δικαίου.

ὥστε εἰ παράβασις δικαίου ἐστίν τις φύσει, δῆλον ὡς καὶ τὸ δίκαιον πολὺ πρότερον, οὗ ἡ παράβασις ἄδικός ἐστι, φύσει.

ὕστερον γὰρ ἡ παράβασίς τινος ἐκείνου, οὗ ἐστιν παράβασις.

οὐδὲν γὰρ ἄλλο ἄδικόν ἐστι τὸ φύσει, ἢ παράβασις καὶ ἐναντίωσις τοῦ φύσει δικαίου.

ἔτι ὡς ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔχει, οὕτως εὔλογον καὶ ἐπὶ δικαιοσύνης ἔχειν.

ἐπὶ δὲ τῶν ἄλλων καθ᾿ ἑκάστην αὐτῶν φύσει ἐστὶ τὰ πρασσόμενα ὑπ᾿ αὐτῶν τοιαῦτα.

φύσει γὰρ ἀνδρεῖα ὁ τὴν ἀνδρείαν ἔχων πράττει, καὶ φύσει σωφρονικὰ τὰ ἀπὸ σωφροσύνης πραττόμενα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔστιν ἄρα καὶ δίκαια φύσει πραττόμενα καὶ δικαιοσύνη.

Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.

Εἰ ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμων, ὁ δὲ εὐδαίμων εὐδαιμόνως βιοῖ (ἡ γὰρ εὐδαιμονία ἐν βίῳ), ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμονα βιοῖ βίον.

ὁ δὲ εὐδαίμων βίος αἱρετός, οὐκ ἀβούλητος·

ὁ εὐδαίμων ἄρα βίος οὐκ ἀβούλητος.

οὐκ ἄρα, ὃν καταλείπει τις βίον ἑκών, εὐδαίμων οὗτος βίος.

ὁ δὲ τὴν ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκών διὰ τὴν ἐξαγωγὴν τὴν εὔλογον.

ὁ τὴν ἀρετὴν ἄρα ἔχων βίος καὶ ὁ κατὰ ἀρετὴν οὐκ εὐδαίμων.

οὐκ ἄρα ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν αὐτάρκης.

ἔτι εἰ ὁ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν οὐκ ἄτοπόν τι ζητεῖ, ὁ δὲ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς ἀρετήν, ἄτοπόν τι ζητεῖ, οὐ ταὐτὸν ζήτημα ἑκάτερον αὐτῶν.

εἰ δὲ μὴ ταῦτα ταὐτά, οὐ ταὐτὸν ἀρετὴ καὶ εὐδαιμονία.

156v δαιμονία.

ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

εἰ δὴ ἄλλο ἐστὶν ἀρετὴ καὶ εὐδαιμονία, δῆλον ὡς οὐκ ἐν τῷ ἀρετὴν ἔχειν τὸ εὐδαιμονεῖν, ὥσπερ οὐδὲ ἐν τῷ αὐλητικὴν ἔχειν τὸ αὐλεῖν.

οὐκ ἄρα ἐν ἕξει μόνῃ καὶ κτήσει τῆς ἀρετῆς ἡ εὐδαιμονία.

ἔτι εἰ ἄλλο τὸ ὑπό τινος γινόμενον τοῦ ποιοῦντος αὐτό, καὶ ἔστιν ἡ εὐδαιμονία γινομένη κατ᾿ αὐτοὺς ὑπὸ τῆς ἀρετῆς, ἄλλο ἡ ἀρετὴ τῆς εὐδαιμονίας.

τὸ δὲ πρῶτον, τὸ ἄρα δεύτερον.

ἔτι εἰ ἡ εὐδαιμονία ἐν βίῳ καὶ ἐνέργεια, ἡ δὲ ἀρετὴ ἕξις, οὐ ταὐτὸν εὐδαιμονία καὶ ἀρετή.

ἔτι εἰ πᾶσα τέχνη ἕτερον ἑαυτῆς ποιεῖ τι καὶ οὐχ ἑαυτήν, ἡ δὲ ἀρετὴ τέχνη κατ᾿ αὐτοὺς εὐδαιμονίας ποιητική, ἕτερον ἂν εἴη τῆς ἀρετῆς 1 ὑπεναντιωτάτοις a 11 πραττόμενα a ἀνδρεῖα scripsi: ἀνδρεία Va 12 ἀπὸ τῆς a 15 editum est Basileae apud Joan. Vualder „Aristotelis et Xenophontis ethica politica et oeconomica (anno incerto) cf. p. 5 592 sq., deinde ex hac Vualderi editione a Sylburgio post Aristotelis Ethica Francofurti 1584 p. 248 sq. cf. 301. utrumque scias cum Aldinae lectione consentire, si hanc solam adnotavi 18 fortasse βίος αἱρετός, ⟨ὁ δὲ βίος αἱρετὸς⟩ οὐκ ἀβούλητος 21 ἐξαγωγὴν] v in lit. V fortasse κατὰ ἀρετὴν ⟨ζῶν⟩ οὐκ 26 τὸ ἄρα V: ἄρα a, cf. 23,2 et 159,31 28 ἐν om. a μόνη a 32 ἐνεργείᾳ a 33 ποιεῖ V: ποιῆ a καὶ post τι om. a τῆς ἡ εὐδαιμονία, τὸ γινόμενον ὑπ᾿ αὐτῆς.

ἔτι εἰ ἡ κατὰ ἀρετὴν ἐνέργεια τῆς εὐδαιμονίας ποιητική, πρὸς δὲ τὴν κατὰ ἀρετὴν ἐνέργειαν οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετή, ἡ ἀρετὴ ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν.

ἤτοι γὰρ περὶ τὴν ἐκλογήν ἐστι τῶν ἡδέων κατ᾿ Ἐπίκουρον, ἢ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ, ἢ τῶν ὁπωσοῦν ἄλλως οἰκείων, ἃ δεῖ ταῖς ἐνεργείαις αὐτῆς ὡς ὕλην ὑποκεῖσθαι πάντα ὡς τῇ χαλκευτικῇ χαλκόν, σίδηρον, πῦρ, ἄνθρακας.

ὧν οὐδενός ἐστιν αὐτὴ ποιητική, χρῆται δὲ ὑποκειμένοις.

τῶν γὰρ κατὰ φύσιν οὐχ ἡ κατὰ ἀρετὴν ἐνέργειά ἐστι ποιητική.

εἰ δὴ περὶ ὑποκείμενά τινα ἡ ἐνέργεια αὐτῆς, ὧν οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς.

οὐδὲ γάρ, ὥς φασιν, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχει ταῦτα, ἀλλ᾿ ἔστιν κινητικὰ τῆς ἀρετῆς καὶ τοῦ πράττειν αὐτὴν καὶ ἐνεργεῖν αἴτια.

στοχάζεται γὰρ αὐτῶν ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται.

ἀναιρεθήσεσθαι γοῦν φασι τὰς πράξεις αὐτοῖς τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς.

οὐδὲ γὰρ οἱ αὐλοί, εἰ πρὸς τὸ εἶναι ἡμῖν συνετέλουν, διὰ τοῦτο οὐκ ἦσαν συντελοῦντες πρὸς τὸ αὐλεῖν, ἀλλὰ τὸν ὧν οὐκ ἄνευ λόγον ἐπεῖχον.

οὐκ ἄῤ εἰ ἀναγκαίως ὑπάρχει τῷ ἀνθρώπῳ ταῦτα οἷς ἡ ἀρετὴ χρῆται καὶ ἄνευ αὐτῶν μή ἐστι, διὰ τοῦτο οὐ γίνεται πρὸς τὴν ἐνέργειαν τῇ ἀρετῇ συντελοῦντα ἄλλα γε ὄντα αὐτῆς.

ἔτι εἰ πρὸς τὴν τῶν κατὰ φύσιν ἐκλογὴν χρεία καὶ σώματος ὑγιαίνοντος καὶ αἰσθήσεων, ἅ ἐστιν ἔξω τῆς ἀρετῆς (πῶς γὰρ ἄνευ τούτων κατὰ τρόπον ἂν τῶν κατὰ φύσιν τὴν ἐκλογὴν ποιήσαιτο;

ταῦτα δὲ τῆς ἀρετῆς ἔξω), οὐκ αὐτάρκης ἡ ἀρετή, καὶ ἔτι, εἰ περὶ τὴν τῶν κατὰ φύσιν καὶ οἰκείων ἐκλογὴν ἡ ἐνέργεια τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι, ἃ ἐκλέξεται.

οὐ γὰρ δὴ ἀεὶ τῷ ἀνθρώπῳ ταῦτα πάρεστι.

διὰ γοῦν τὴν τούτων ἔνδειαν ὁ τὴν ἀρετὴν ἔχων ἑαυτὸν ἐξάγει ποτέ. οὐδὲ γὰρ διὰ τὸ ἀδυνατεῖν ἐκλέγεσθαι ταῦτα ἡ ἐξαγωγή.

ὅπερ ἔργον τῆς ἀρετῆς, ἀλλὰ τῷ μὴ παρεῖναι, ἃ οὐκ ἐπ᾿ αὐτῇ.

εἰ δὴ οὐκ ἐπ᾿ αὐτῇ μὲν ἡ τούτων παρουσία, ἡ δὲ ἐνέργεια αὐτῆς περὶ τὴν τούτων ἐκλογήν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν οἰκείαν ἐνέργειαν.

ἔτι διττῆς οὔσης τῆς ἐνεργείας καθ᾿ ἑκάστην τέχνην, τῆς μὲν ἐν προηγουμένοις, ὡς τῷ αὐλητῇ, εἰ ὑγιαίνοι τε τῷ σώματι καὶ αὐλούς, οἵους βούλεται ἔχοι καὶ μηδὲν ἔξωθεν αὐτὸν ἐνοχλοῖ, τῆς δὲ ἐν ἀβουλήτοις καὶ ἐναντίοις τῶν προειρημένων, 6 πάντα Usenerus: ταῦτα Va 7 χαλκευτικὴ a 8—9 χρῆται δὲ — ἐστι ποιητική om. a Vualder Sylburg 10 αὐτὴ Usenerus: αυτη V: αὕτη a 12 τὸν ὧν οὐκ ἄνευ λόγον] de hoc cf. 161,26 αἱ αἰσθήσεις . . εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν. εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι καὶ συνεργοῦσιν . . . , οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον 15 μὴ V: μὲν a 17 fortasse ἦσαν ⟨ἂν⟩ 18 οὐκ ἄῤ Usenerus: οὐ γὰρ Va 19 οὐ scripsi: οὖν (sic) V: οὖν a 21 ἐκλογὴν] κ in lit. V ὑγιαίνοντος om. Vualder 22 ἄνευ] ευ in lit. V 23 ποιήσαντο a 24 περὶ] ἐπὶ Vualder ut solet. Sylburg correxit in adnot. 30 παρουσίᾳ a τούτων] ν in lit. V 31 οὐκ om. a 33 ὑγιαίνοι τε] ι τ in lit. V αὐλοὺς] α in lit. V 34 αὐτῶν ἐνοχλεῖ a ἐναβουλήτοις a ὥσπερ ταῖς ἄλλαις τέχναις τὸ τέλος ἐν ταῖς περὶ τὰ βουλητὰ καὶ ἐν προηγουμέναις ἐνεργείαις, οὕτως καὶ ἐπὶ τῆς ἀρετῆς, εἴ γε καὶ αὕτη τέχνη.

ἔτι εἰ μηδεμία τέχνη αὐτάρκης πρὸς τὴν οἰκείαν ἐνέργειαν τῷ δεῖσθαι δι᾿ ὧν τε ἐνεργήσει καὶ περὶ ἅ, τέχνη δὲ καὶ ἡ ἀρετή, οὐδ᾿ ἂν αὐτὴ αὐτάρκης εἴη πρὸς τὴν κατ᾿ αὐτὴν ἐνέργειαν.

ἔτι εἰ ἡ ἀρετὴ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, μὴ οἷόν τε δὲ ἐκλογήν τινων ποιεῖσθαι καὶ κρίσιν μὴ πρότερον φαντασίαν περὶ αὐτῶν λαβόντα, ταύτην δὲ οὐχ οἷόν τε μὴ αἰσθανομένῳ ὑπάρξαι καὶ αἰσθανομένῳ ὑγιῶς, δεῖ μὲν αἰσθήσεως ὑγιαινούσης πρὸς τὴν καὶ περὶ ταῦτα ἐνέργειαν αὐτῇ, οὐκ ἔστιν δὲ ταύτης κυρία, οὐδ᾿ ἂν τῆς ἐνεργείας εἴη κυρία.

ὡς γὰρ μὴ ὄντων τῶν ὑποκειμένων οὐχ οἵα τε ἦν ἐνεργεῖν, ὧν οὐκ ἦν αὐτὴ κυρία, οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης δὲ φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι, φαντασία δὲ αἰσθήσεώς πως ἐχούσης, ἂν μὴ διαψεύδωνται αὐτὸν αἱ φαντασίαι.

εἰ δὲ μήτε πρὸς τὴν ὑπόστασιν τῶν περὶ ἃ ἡ ἐνέργεια, μήτε πρὸς φαντασίαν καὶ αἴσθησιν ἡ ἀρετὴ αὐτάρκης, ὧν χωρὶς οὐκ ἐνεργεῖ, οὐδ᾿ ἂν πρὸς τὴν ἐνέργειαν αὐτάρκης εἴη τὴν ἑαυτῆς.

ἔτι εἰ οἷόν τε τὴν ἀρετὴν ἔχοντα καὶ ἐν ληθάργῳ καὶ ἐν μελαγχολίᾳ καὶ ἐν σκοτώσει καὶ ἐν παρακοπῇ γενέσθαι, ἐν οἷς ὄντα ἀδύνατον κατ᾿ ἀρετὴν ἐνεργεῖν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας.

πῶς γὰρ οἷόν τε λέγειν τὸν παρακόπτοντα καὶ δεσμῶν δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν τότε μὴ βουλομένους θέσιν φυλάττειν;

ἔτι εἰ ἡ ἀρετὴ τὰ μὲν διωθεῖ καὶ ἐκκλίνει τῶν ἀδιαφόρων κατὰ τούτους, τὰ δὲ αἱρεῖται καὶ ἐκλέγεται, οὐκ αὐτάρκης ἂν εἴη πρὸς εὐδαιμονίαν.

πῶς γὰρ εὐδαίμων ὁ ὢν ἐν τούτοις, ἃ ἡ ἀρετὴ διωθεῖται;

ἢ γὰρ οὐκ εὖ ποιεῖ διωθουμένη αὐτά, ἢ οὐχ οἷόν τε εὐδαιμονεῖν παρόντων τούτων, ἃ ἦν διωθεῖσθαι τῆς ἀρετῆς ἔργον.

αἱ δὲ αἰσθήσεις καὶ αὐταί, εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν·

εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι τῷ ἀνθρώπῳ καὶ συνεργοῦσιν πρὸς τὰς πράξεις, καὶ προσχρῆται αὐταῖς ἡ ἀρετὴ πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ᾿ ἀρετὴν πράξεων), οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ᾿ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος.

εἰ γὰρ ἐνεργήσομεν κατὰ ἀρετὴν ὁπωσοῦν ἐχουσῶν τῶν αἰσθήσεων, ἤτοι καὶ ταῖς ψευδέσιν φαντασίαις ταῖς ἀπὸ τῶν τοιούτων αἰσθήσεων συγκαταθησόμεθα 157r καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο;

), ἤ, εἰ ἐφέξομεν καὶ μὴ συγκαταθησόμεθα, οὐδὲν δὲ πράξομέν τι τῶν ἐπ᾿ αὐταῖς, ὥστ᾿ οὐδὲν ἐνεργήσομεν.

εἰ δ᾿ ἄλλα τινὰ ἐνεργήσουσιν, ἐφέξουσιν δὲ περὶ τούτων, οὐ πρὸς πάντα κατὰ τὸν βίον κατὰ τοῦτο κατὰ ἀρετὴν ἐνεργήσει ὁ τὴν ἀρετὴν ἔχων, ὥστε οὐκ αὐτάρκης πρὸς τὰς οἰκείας ἐνεργείας, ἅς γε διὰ τήν τινων ἀπουσίαν οὐδὲ ἐνεργεῖ.

τὸ δὲ λέγειν καὶ κοιμωμένους ἐνεργεῖν (καὶ γὰρ 11 οἷόν τε a οὐκ ἦν] cf. 160,4 sq. αὐτὴ a: αυτη V ὑποκειμένων] cf. 1584 12 fortasse φαντασίᾳ δὲ ⟨δεῖ⟩ 13 αυτὸν V: αὐτῶν a: fortasse αὐτὴν 21 εἰ om. a 24 αὐτα V: αὐτοὺς a 26 αὐταὶ a: αὐται V 28 ἀναγκαίῳ a 30 κρητὶς a: κριτὴς Vualder Sylburg 35 fortasse ἢ [εἰ] ἐφέξομεν μνημονεύειν τινῶν·

διεγερθέντες γοῦν ἔχουσιν τὴν μνήμην καὶ οὐκ ἀποβεβλήκασιν) ὅμοιον καὶ τῷ λέγειν κοιμωμένους ὁρᾶν, ἐπεὶ καὶ ἐξυπνισθέντες ὁρῶσιν καὶ μὴ ἀπέβαλον τὴν δύναμιν τὴν ὁρατικήν.

ἔτι εἰ μὴ ψυχῆς εὐδαιμομνία ζητεῖται, ἀλλὰ ἀνθρώπου.

ὁμολογεῖται δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς εἶναι καὶ σώματος, ὧν ἑκατέρου ἐστὶ καὶ ἀγαθὰ οἰκεῖα καὶ κακὰ διαφέροντα ἀλλήλων, ὥσπερ οὖν καὶ αὐτὰ ἀλλήλων ἕτερα, πῶς οὐκ ἀκολουθεῖ τὸ τὸ τέλος τοῦ ἐξ ἀμφοῖν ὄντος καὶ τὸ ἀγαθὸν προσδεῖσθαι τοῦ ἑκατέρου τούτων, ἐξ ὧν ἐστιν, ἀγαθοῦ;

εἰ δὲ τοῦτο, οὐκ αὔταρκες τὸ τῆς ψυχῆς ἀγαθὸν πρὸς τὸ τοῦ ἀνθρώπου τέλος, ἀλλὰ δεῖ αὐτῷ καὶ τῶν τοῦ σώματος, σώματος δὲ ἀγαθὰ ὑγίεια, ἣ γίνεται περὶ τὴν τῶν πρώτων σωμάτων, ἐν οἷς τῷδε τὸ εἶναι, εὐκρασίαν, ἰσχύς, ἥ ἐστιν ἐν τῇ εὐτονίᾳ τῶν δευτέρων καὶ ἐξ ἐκείνων συγκειμένων σωμάτων, κάλλος, ὅ ἐστιν ἐν τῇ εὐσχημοσύνῃ καὶ συμμετρίᾳ τῶν τρίτων ἤδη καὶ ἀνομοιομερῶν σωμάτων, ἃ καὶ μέρη τοῦ σώματος λέγομεν προσεχῆ.

ὡς γὰρ ἐπὶ τῆς ψυχῆς πασῶν τῶν ἀρετῶν καθ᾿ ἑκάστην δύναμιν χρεία πρὸς τὸ τοῦ ἀνθρώπου τέλος, οὕτως δὲ καὶ ἐπὶ τοῦ σώματος.

ἔτι εἰ πρὸς ἃ ἐκ φύσεως ὁ ἄνθρωπος οἰκείωται, ταῦτα καὶ ἔχειν εὖ βούλεται ἡ ἀρετή, ἀβούλητον δέ ἐστιν αὐτῇ τὸ μὴ εὖ ἔχειν ταῦτα, οἰκείωται δ᾿ ἐκ φύσεως ὥσπερ πρὸς αὑτὸν αὐτὸς καὶ τὰ μόρια αὐτοῦ καὶ τὰς δυνάμεις καὶ τὰς ἀκρότητας, οὕτως δὲ καὶ πρὸς τοὺς πλησίον, γονεῖς τε καὶ φίλους, οἰκείους, πολίτας (κοινωνικὸν γὰρ καὶ πολιτικὸν ζῷον), δῆλον ὡς καὶ ταῦτα εὖ ἔχοντα καὶ σωζόμενα συντελοῖ τι ἂν αὐτῷ πρὸς τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλος καὶ ὅσων αὐτῷ χρεία πρὸς τὸ σώζειν δύνασθαι αὐτόν τε καὶ ἕκαστον τῶν πρὸς ἃ οἰκείωται ἐκ φύσεως.

ὥστε καὶ τῶν ὠφελίμων ἀγαθῶν αὐτῷ δεῖ, ἃ ἢ ποιητικὰ γίνεται τῶν δι᾿ αὐτὰ αἱρετῶν τῷ ἀνθρώπῳ (ταῦτα δέ ἐστιν πρὸς ἃ ἐκ φύσεως οἰκείωται), ἢ φυλακτικὰ αὐτῶν, ἢ τῶν ἐναντίων αὐτοῖς ἀλεξητικά.

ἔτι εἰ ἡ εὐδαιμονία συμπλήρωσις ἀγαθῶν, ἕκαστον δὲ τῶν πρὸς ἃ ἐκ φύσεως οἰκειώμεθά ἔστιν ἀγαθόν τι, πῶς οὐ πάντων δεῖ τούτων εἰς τὴν συμπλήρωσιν τῶν ἀγαθῶν;

τὸ γὰρ οἰκειῶσθαι μὲν λέγειν ἡμᾶς πρὸς πλείω, μηδὲν μέντοι διαφέρειν ἡμῖν ὁπωσοῦν ἐχόντων αὐτῶν, μαχόμενα λέγειν ἐστίν.

εἰ δὲ δεόμεθα αὐτῶν, πῶς ἂν εὐδαιμονεῖν τις λέγοιτο ἀπολειπομένων αὐτοῦ τούτων ὧν δεῖται, εἴ γε ἀνενδεὲς ἡ εὐδαιμονία καὶ τέλειον.

ἔτι εἰ αἱ κοιναὶ περὶ εὐδαιμονίας ἔννοιαι αὐτάρκειάν τε αὐτὴν ζωῆς τίθενται (ἀνεπιδεῆ γὰρ τὸν εὐδαίμονα προειλήφασιν) καὶ τὴν εὐδαιμονίαν τὸ ἔσχατον τῶν ὀρεκτῶν ὑπολαμβάνουσιν (ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασὶν εἶναι), εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης 2 τῷ scripsi: τὸ Va cf. 60,25 ὅμοιον γὰρ το λέγειν κεχωρισμένα εἶναι τὰ αἰσθανόμενα τῷ λέγειν 3 εὐδαιμοία a 6 οὖν del. Madvig Cic. de in. 4,11,26, sed cf. lnd. 7 τὸ τὸ V: τὸ a καὶ τὸ ἀγαθὸν del. Madvig ib. 9 σώματος] ς in lit. V 17 τὸ in lit. V 18 αὐτὸν a 21 συντελεῖ a 23 δύναται Vualder Sylburg αὐτὸν Va καὶ om. a 24 αὐτὰ Sylburg 26 εἰ ἡ om. a Vualder: ἡ om. Sylburg 27 ἕκαστον scripsi: ἑκάστου Va 32 ἀνενδεὲς V: ἀνενδεὴς a cf. lnd. s. v. neutrum εἴη.

ἆῤ οὖν ὁ τὴν ἀρετὴν ἔχων ἐν αὐταρκείᾳ ἐστὶν καὶ οὐδενὸς ἐπιδεῖται κατὰ τὸν βίον;

ἢ πολλά ἐστιν, ὧν ὁ τὴν ἀρετὴν ἔχων δεῖται·

ὑγιείας ἰσχύος, εὐπορίας καὶ πλεόνων ἄλλων καὶ τοῦτο καὶ καθ᾿ οὓς ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν τίθεται.

λέγουσι γὰρ εἶναί τινα προηγμένα τῷ σοφῷ καὶ ἀξίαν ἔχοντα καὶ οἰκεῖά τινα καὶ ἐπισπαστικά, ἀλλὰ καὶ δίχα κειμένων ἀρετῆς τε σὺν τούτοις καὶ ἀρετῆς μόνης, μηδέποτ᾿ ἂν τὸν σοφὸν τὴν κεχωρισμένην ἑλέσθαι, εἰ εἴη αὐτῷ δυνατὸν τὴν μετὰ τῶν ἄλλων λαβεῖν.

εἰ δὲ τοῦτο, δῆλον ὡς χρείαν ὁ σοφὸς ἕξει τούτων.

γελοῖος γὰρ ἂν εἴη ἐκλεγόμενος μὲν αὐτά, πρὸς οὐδὲν δ᾿ αὐτῶν ἀναφέρων τὴν ἐκλογήν.

πῶς οὖν ἔτι τὸ ἔσχατον ὀρεκτὸν ἡ ἀρετὴ εἴη ἄν, καὶ οὗ τυχόντες οὐδενὸς ἂν ἄλλου ἔτι ὀρεγοίμεθα, καὶ αὐτάρκης εἴη πρὸς τὸ ζῆν;

εἰ δὲ μὴ πρὸς ταῦτα, οὐδὲ πρὸς εὐδαιμονίαν.

κεῖται γὰρ ἡ εὐδαιμονία τοιοῦτον.

εἰ δὲ εἴη ὁ κατὰ φύσιν βίος εὐδαίμων κείμενος, πῶς ἡ ἀρετὴ πρὸς τοῦτον αὐτάρκης, ἡ γὰρ φύσις ἡ τὴν ψυχὴν ἡμῖν δοῦσα ἔδωκε καὶ τὸ σῶμα, καὶ πρὸς τὰς ἑκατέρου τούτων τελειότητάς τε καὶ οἵας δεῖ κατασκευὰς ᾠκείωσεν ἡμᾶς, ὥστε ὁ τῆς τοῦ ἑτέρου τούτων τελειότητος κατὰ φύσιν στερόμενος οὐδ᾿ ἂν κατὰ φύσιν βιοῖ (τὸ γὰρ κατὰ φύσιν τὸ κατὰ τὸ βούλημα τῆς φύσεως ἀκούεται)·

εἰ δὲ μὴ τοῦτο, οὐδὲ εὐδαιμόνως.

ἔτι εἰ τὸ σῶμα ἡμῖν ὄργανον ὂν ὑπὸ τῆς φύσεως δέδοται πρὸς τὰς κατὰ φύσιν πράξεις, ἐν παντὶ δὲ ὀργάνου δεομένῳ, οὗ χάριν τὸ ὄργανόν ἐστιν, εἰς τοῦτο συντείνει καὶ ἡ τοῦ ὀργάνου ἀρετή, εἴη ἂν καὶ ἡ τοῦ σώματος ἀρετὴ συντείνουσα πρὸς τὰς κατὰ φύσιν πράξεις καὶ τὸν κατὰ φύσιν βίον.

οὐκ ἄρα οἷόν τε ἄνευ τῶν τοῦ σώματος ἀρετῶν κατὰ φύσιν βιοῦν.

εἰ δὲ τοῦτο, οὐδὲ εὐδαιμονεῖν.

ἔτι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ (οὐδὲ γὰρ ἄλλη τις τέχνη τῶν ὑπ᾿ αὐτῆς γινομένων μάτην τι ποιεῖ, ἀλλ᾿ ἕκαστον τῶν ὑπὸ τέχνης γινομένων συντείνει πρὸς τὸ οἰκεῖον αὐτῆς τέλος, τέχνη δέ τις θεία καὶ ἡ φύσις, ὥστε καὶ τὰ ἀπ᾿ αὐτῆς γινόμενα συντείνοι ἂν πρὸς τὸ οἰκεῖον τοῦ ἐν ᾧ γίνεται τέλος, οἰκειώσει δὲ ἡμᾶς πρὸς τοῦτο τά τε σωματικὰ καὶ ἐκτὸς ἀγαθά, συνεργὰ ἄρα καὶ ταῦτα πρὸς τὸ κατὰ φύσιν ἡμῶν τέλος, καὶ οὐ μάτην ἡ οἰκείωσις ἡ πρὸς ταῦτα), οὐκ ἄρα αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ κατὰ φύσιν τοῦ ἀνθρώπου τέλος, εἴ γε μήτε πρὸς τὴν κτῆσιν μήτε πρὸς τὴν τήρησιν τούτων πρὸς ἃ ἐκ φύσεως οἰκειώμεθά ἐστιν αὐτάρκης.

ἔτι εἰ ὑπὸ ἐκλογὴν 157v πίπτει ταῦτα τῇ ἀρετῇ κατ᾿ αὐτούς, καὶ ἡ φύσις τῆς τούτων ἐκλογῆς ἕνεκεν οἰκείων ὄντων ἡμῖν τὴν ἀρετὴν παραλαμβάνει, τῶν δὲ τούτοις ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν;

τί δὲ τοῦτο μέν, οὐχὶ δὲ καὶ κτᾶσθαι αὐτά;

τί δὲ κτᾶσθαι μέν, οὐχὶ δὲ καὶ τὴν χρῆσιν πρός τι αὐτῶν 2 ὑγειας Va 4 πρς (sic) V προηγμένα V: προηγούμενα a 5 ἐπισπαστικά V: ἐπιστατικά a 8 γὰρ ἂν v. c. ἂν m1 V: γὰρ ἂν a 13 τοῦτο a 15 δεῖ V: δὴ a ὠκείωσεν V: ἐκείνωσεν a: οἰκείωσεν Vualder Sylburg 18 ἡμῖν in lit V 20 δεομένου a 27 συντείνοι V Sylburg: συντείνει a 34 παραλαμβάνειν a 35 ἀποικονομίας V Sylburg: ἀπ᾿ οἰκονομίας a cf. 160,25 36 οὐχὶ] χ in lit. V συντείνειν;

πρὸς τί οὖν, εἰ μὴ πρὸς τὸ τέλος;

οὔτε γὰρ ἂν ἡ φύσις ἐβούλετο, οὔθ᾿ ἡ ἀρετὴ προσέταττεν, οὔθ᾿ ὁ σοφὸς ἐξελέγετο, εἴπερ οὐδὲν διέφερεν ἔχειν αὐτὰ ἢ μή.

οὐδὲ γὰρ ἄλλη τις τέχνη ἐκλέγεταί τι αὐτοῦ χάριν τοῦ ἐκλέξασθαι μόνου, ἀλλὰ πάντων ἡ ἐκλογὴ πρὸς τὸ τέλος ἔχει τὴν ἀναφοράν.

ἐν γὰρ τῇ χρήσει τῶν ἐκλεγομένων, οὐκ ἐν τῇ ἐκλογῇ τῶν ὑποκειμένων τὸ τέλος, καὶ καθόλου πῶς οὐκ ἄτοπον τὸ τὴν ἀρετὴν ἐπὶ τοῦτο λέγειν εἶναι μόνον, ἐπὶ τὸ ἐκλέγεσθαι;

εἰ γὰρ ἀδιάφορος ἡ κτῆσις τῶν ἐκλεγομένων καὶ μὴ συντείνουσα πρὸς τὸ τέλος, κενὴ ἂν εἴη καὶ ματαία ἡ ἐκλογή.

ἀλλ᾿ εἰ καὶ ἡ εὐδαιμονία ἐν τῷ εὖ ζῆν εἴη, οὐδὲ πρὸς τοῦτο ἡ ἀρετὴ αὐτάρκης.

λέγεται γὰρ εὖ ζῆν ὁ χρώμενος ἀρετῇ καὶ ζῶν κατὰ ἀρετὴν καὶ πράττων τι.

ἐν γὰρ πράξει ποιᾷ ἡ εὐζωία ἀνθρώπου, τῶν δὲ πράξεων αἱ μέν εἰσιν κτητικαί, αἱ δὲ χρηστικαὶ τοῖς κτηθεῖσιν.

ἐν μὲν οὖν ταῖς κτητικαῖς οὐκ ἂν εἴη τὸ τέλος (ἑτέρου γὰρ χάριν αὗται), ἐν δὲ ταῖς χρηστικαῖς.

οὐδὲ γὰρ τοῖς τεχνίταις τὸ τέλος ἐν τῷ κτᾶσθαι τὰ οἷς χρήσονται, ἀλλ ἐν τῇ χρήσει τούτων τῇ κατὰ τὴν τέχνην.

καὶ τῇ ἀρετῇ δὴ τὸ ἔσχατον καὶ τὸ τέλος οὔσῃ τέχνη καὶ αὐτῇ οὐκ ἐν ἐκλογῇ καὶ περιποιήσει τινῶν, ἀλλ᾿ ἐν χρήσει τῶν περιποιηθέντων.

εἰ δ᾿ ἐν ταῖς χρηστικαῖς τῶν ἐνεργειῶν καὶ πράξεων ἡ εὐδαιμονία καὶ ἡ εὐζωΐα, αὗται δὲ οὐκ ἄνευ τῶν σωματικῶν ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῶν οἰκείων καὶ κατὰ φύσιν, ὧν ἡ ἀρετὴ ἐκλεκτική, οὐκ ἂν ἡ ἀρετὴ εἴη αὐτάρκης πρὸς εὐζωΐαν τε καὶ εὐδαιμονίαν.

ἔτι εἰ ὑπὸ τῆς φύσεως τὸ σῶμα ὄργανον τῷ ἀνθρώπῳ πρὸς τὰς πράξεις δέδοται, καὶ τὰ τούτου ἀγαθὰ συντείνοι ἂν πρὸς τὸ ἐν ταῖς πράξεσιν ἀγαθὸν τοῦ ἀνθρώπου καὶ τὸ τέλος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν.

καὶ γὰρ τὸ τῶν αὐλῶν ἀγαθὸν πρὸς τὸ εὖ αὐλεῖν.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.

εἰ γὰρ μηδὲν πρὸς τὴν κατὰ τὸν βίον ἐνέργειαν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ τέλος ταῦτα συντελοῖ, μάτην ἂν εἴη ὑπὸ τῆς φύσεως ἡμῖν δεδομένον τὸ σῶμα.

οὐ γὰρ δή, ἃ παρόντα ὠφελεῖ, ταῦτα ἀπόντα οὐκ ἐλαττοῖ τὸ ἔργον, ὃ ὠφελεῖ.

ἔτι εἰ, ὅσα τῆς ἰατρικῆς ἐστιν ἕνεκεν, ταῦτα καὶ τῆς ὑγιείας χάριν ἐστὶν τῆς γινομένης μένης ὑπ᾿ αὐτῆς, καὶ ὅσα τῆς κυβερνητικῆς, καὶ τῆς εὐπλοίας, ἣν αὐτὴ ποιεῖ, καὶ ὅσα τῆς ἀρετῆς ἕνεκεν, καὶ τῆς εὐδαιμονίας ἔσται, εἰ ταύτης ἔργον ἡ εὐδαιμονία, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται, ὥστε καὶ πρὸς τὸ τέλος ταῦτα χρήσιμα.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης πρὸς τὸ τέλος ἡ ἀρετή.

ἔτι ὅσα τοῦ ἰατροῦ χάριν, ᾖ ἰστρός, ταῦτα καὶ τῆς ὑγιείας, ὃ τέλος ἐστὶ καὶ σκοπὸς τῷ ἰατρῷ, καὶ ὅσα τοῦ κυβερνήτου χάριν, ἢ κυβερνήτης, ταῦτα καὶ τῆς εὐπλοίας, ὃ τέλος ἐστὶ τοῦ κυβερνήτου.

καὶ ὅσα δὴ τοῦ ἀνθρώπου ἕνεκεν, ᾗ ἄνθρωπος, ταῦτα καὶ τοῦ τέλους αὐτοῦ τουτέστιν 3 ἢ in lit. V 4 μόνου corr. ex. μόνον V 5 ἐν] ν in lit. V 10 ἀρετὴ καὶ Va 11 ποιὰ a 16 ἐν V Sylburg: ἐν om. a 19 ἐκτὸς] ο in lit. V 25 ἣ a 26 συντελεῖ a 28 ὃ Valder: ὁ Va 29 ὑγείας Va 32 εὐδαινία a αὐτοί] αὐτὰ Sylburg 35 ὑγιείας V: ὑγείας a 36—37 καὶ σκοπὸς τῷ—ὁ τέλος ἐστὶ om. a Vualder Sylburg 37 ταῦ| τὰ V τῆς εὐδαιμονίας.

τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς τοῦ ἀνθρώπου ἕνεκά ἐστι καὶ ᾗ ἄνθρωπος, ὥστε καὶ τῆς εὐδαιμονίας.

οὐκ αὐτάρκης ἄρα ἡ ἀρετὴ πρὸς τὸ τέλος.

ἔτι εἰ ὥσπερ κατὰ νοῦν πράττειν λέγομέν τινα οὐχ ὅτι νοῦν ἔχων πράττει ὅπως δή, ἀλλ᾿ ὅτι ὡς ὁ νοῦς βούλεται, καὶ κατὰ ψυχὴν οὐχ ὅτι ψυχὴν ἔχων, ἀλλ᾿ ὅτι ὡς ἡ ψυχὴ βούλεται, οὕτως καὶ ὁ κατὰ ἀρετὴν πράττων πράττοι ἂν κατὰ ἀρετὴν οὐχ ὅτι ἔχει ἀρετήν, ἀλλ᾿ ὅτι ὡς ἡ ἀρετὴ βούλεται, καὶ ἐν οἷς καὶ δι᾿ ὧν.

ἔστιν δὲ τὸ εὐδαιμονεῖν ἐν τῷ κατὰ ἀρετὴν πράττειν.

τὸ εὐδαιμονεῖν ἄρα ἐστὶν ἐν τῷ κατὰ τὸ βούλημα τῆς ἀρετῆς.

κατὰ βούλημα δὲ τῆς ἀρετῆς ἐστιν τὸ εἶναι μετὰ τῶν ἐκλεκτῶν τε αὐτῇ καὶ οἰκείων καὶ αὐτῆς ἕνεκα κατεσκευασμένων.

φορὰ ἄρα καὶ ταῦτα πρὸς τὴν κατὰ ἀρετὴν ἐνέργειαν, τουτέστιν πρὸς εὐδαιμονίαν.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετή.

ἔτι ὥσπερ τῷ αὐλητῇ πρὸς τὸ εὗ αὐλεῖν ἐν τῷ αὐλεῖν ἐστιν καὶ οὐκ ἔστιν ἀδιάφορον τῷ αὐλητῇ πρὸς τὸ εὖ αὐλεῖν καὶ τὸ ἴδιον τέλος τὸ αὐλεῖν (ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν), οὕτως καί, εἰ τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν, οὐκ ἂν εἴη αὐτῷ ἀδιάφορον τὸ ζῆν πρὸς τὸ εὖ ζῆν, ἀλλὰ συντελοῦν πρὸς τὸ εὖ ζῆν.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ τέλος, εἴ γε κατὰ ταύτην οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ἡμῖν περιγίνεται μόνον.

ἔτι εἰ ὁ τὴν ἀρετὴν ἔχων μάλιστα ἂν παρεῖναι αὑτῷ βούλοιτο τά τε σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, καὶ παρόντα τε φυλάττοι καὶ μὴ παρόντα ἐκλέγοιτό τε καὶ κτῷτο, καὶ ὑπὲρ αὐτῶν εὔχοιτο τοῖς θεοῖς, δῆλον ὡς ἐλαττούμενος πρὸς τὸ προκείμενον αὐτῶν, εἰ μὴ παρείη ταῦτα, βούλοιτ᾿ ἂν αὐτά. εἰ δὲ ἐλαττοῦται, τῶν ἐναντίων τούτοις παρόντων αὐτῷ, πῶς εὐδαίμων;

ἔτι εἰ τὸν μὲν τὴν ἀρετὴν ἔχοντα ἐνδέχεται μαίνεσθαι καὶ νοσεῖν, εὐδαιμονεῖν δὲ τὸν μαινόμενον, ὅτε μαίνεται, ἢ τὸν νοσοῦντα ἢ τὸν κοιμώμενον οὐδεὶς ἂν εἴποι, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν ἐν τῷ τὴν ἀρετὴν ἔχειν.

ἔτι εἰ ὅλως πρὸς τὸ εἶναί τε καὶ ὁπωσοῦν ἐνεργεῖν ἡ ἀρετὴ δεῖταί τινων, ἐν δὲ τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ τὸ εὐδαιμονεῖν τινα, πῶς ἂν αὐτάρκης πρὸς εὐδαιμονίαν εἴη, δεομένη τινῶν ἔξωθεν πρὸς τὸ ἐνεργεῖν, ἐν ᾧ τὸ εὐδαιμονεῖν;

ἔτι εἰ τῷ σοφῷ τὰ κατὰ φύσιν ὀρεκτά, οὐδενὸς δὲ μάτην ὁ σοφὸς ὀρέγεται, ἔχοι ἂν ταῦτα, ὧν ὀρέγεται, πρὸς τὸ τέλος τὸ οἰκεῖον αὐτοῦ τὴν ἀναφορὰν καὶ συντελοῖ ἄν τι αὐτῷ πρὸς εὐδαιμονίαν.

ἔτι ἤτοι προσχρωμένη τισὶν ἡ ἀρετὴ τυγχάνει τοῦ τέλους ἢ ὅλως αὐτὴ καθ᾿ αὐτήν.

εἰ μὲν δὴ προσχρωμένη, οὐκ αὐτάρκης ἔσται πρὸς τὸ τέλος, εἰ δὲ καθ᾿ αὑτήν, ταὐτὸν ἔσται ἀρετὴ καὶ εὐδαιμονία.

ἀλλὰ ὁρῶμεν ἀδύνατον ἐπὶ τῶν τεχνῶν τὸ τοιοῦτον·

τριῶν 158r γὰρ δεῖ καθ᾿ ἑκάστην πρὸς τὸ τέλος, τοῦ τέλους καὶ τοῦ τυγχάνοντος τοῦ τέλους καὶ τοῦ ἐπιφέροντος τὸ τέλος·

ὁ μὲν γὰρ τυγχάνων ἰατρὸς ἢ κυβερνήτης, τὸ δὲ τέλος ἡ εὔπλοια ἢ ὑγίεια, τὸ δ᾿ ἐπιφέρον ταῦτα ἰατρικὴ ἢ 4 βούλεται] α in lit. V 6 ἂν κατὰ ἂν κατὰ a 12 αὐτάρκῆς V 12—13 ὥσπερ τῷ αὐλητῇ—αὐλεῖν ἐστιν] τὸ αὐλεῖν post ἐστιν addit Sylburg, melius πρὸς delebis, quod suadent verba respondentia τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν 19 αὑτῷ Sylburg: αὐτῷ Va 20 παρόντα a: παρον (παρο|) V 31 συντελεῖ a 38 ὑγεία Va κυβερνητική.

καὶ ἐπὶ εὐδαιμονίας δὴ ὁ μὲν τυγχάνων ὁ σοφός, τὸ δὲ τέλος ἡ εὐδαιμονία, τὸ δ᾿ ἐπιφέρον ἡ ἀρετή.

ὡς οὖν ἡ ἰατρικὴ οὐκ ἔστιν ὑγίεια, ὑγιείας δὲ ποιητική, καὶ ἡ κυβερνητική, οὖσα εὐπλοίας ποιητική, οὐκ ἔστιν εὔπλοια, οὕτως οὐδὲ ἡ ἀρετή, οὖσα εὐδαιμονίας ποιητική, εἴη ἂν εὐδαιμονία.

οὐδὲν γάρ ἐστι τῶν ποιούντων τι αὑτοῦ ποιητικόν.

ὥστε οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν τὴν γινομένην ὑπ᾿ αὐτῆς.

ἔτι εἰ ἕκαστος τῶν τεχνιτῶν, ἃ κατὰ τὴν τέχνην ἐκλέγεται, συνεργὰ πρὸς τὸ τέλος τὸ τῆς τέχνης ἔχει, καὶ ὁ τὴν ἀρετὴν ἔχων, ἃ ἐκλέγεται κατὰ τὴν ἀρετήν, ὡς συνεργὰ ἂν πρὸς τὸ τέλος αὑτῷ ἐκλέγοιτο.

ἐκλέγεται δὲ τά τε σωματικὰ καὶ τὰ ἐκτός, εἴ γε καὶ ὅλως ἡ ἀρετὴ τῆς τούτων χάριν ἐκλογῆς παρῆλθεν.

οὐ γὰρ δή, ἀρετὴ οὖσα, μάτην ἐκλέγεταί τινα.

οὐκ ἄρα αὐτάρκης.

εἰ δ᾿, ὅτι καὶ αἱ ἄλλαι πᾶσαι τέχναι ἐκλέγονται καὶ τὰ σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, μὴ λέγουσιν αὐτὰ ὄργανα γίνεσθαι τῆς ἀρετῆς, ῥητέον πρῶτον μὲν ὅτι οὐδὲν ἄτοπον τὸ ταὐτὰ πλείοσιν τέχναις εἶναι χρήσιμα.

εἶτα ἐκείνων μὲν οὐδείς, καθό ἐστιν τεχνίτης τῆσδέ τινος τῆς τέχνης, ἐκλέγεται αὐτά, ἀλλὰ κατὰ συμβεβηκός.

οὐ γὰρ καθὸ αὐλητής τίς ἐστιν ἢ κυβερνήτης ἐκλέγεται πλοῦτον ἢ δόξαν, ἀλλὰ καθὸ ἄνθρωπος.

δὲ ὑγίεια, εἰ ἦν κἀκείνοις ὄργανον, τῇ δὲ ἀρετῇ προηγουμένως τούτων ἐκλογή.

τοῦτο γὰρ ἔργον αὐτῆς.

ἐκλεκτικὴ γὰρ τούτων ἐστὶ καὶ δοκιμαστική, ὥστε εἴη ἂν καὶ ὄργανα αὐτῆς καὶ συνεργὰ πρὸς τὸ ὑπ᾿ αὐτῆς γινόμενον τέλος.

ἔτι οὐκ, εἰ ᾧ ὁρῶμεν, τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, καὶ ἀκούομεν τῇ τούτου ἀρετῇ εὖ ἀκούομεν, καὶ διὰ τοῦτο, ᾧ ζῶμεν, τῇ τούτου ἀρετῇ εὖ ζῶμεν, ὥστε εἴη ἂν ⟨τῇ⟩ τῆς ψυχῆς ἀρετῇ εὐδαιμονία (ψυχῇ γὰρ ζῶμεν), οὐ δὴ διὰ τοῦτο οὐδενὸς ἔξωθεν ἄλλου δεησόμεθα παρὰ τὴν ἀρετὴν τῆς ψυχῆς πρὸς τὸ εὖ ζῆν.

καὶ γὰρ ἐπὶ τοῦ ὀφθαλμοῦ τῷ μὲν ὀφθαλμῷ ὁρῶμεν καὶ τῇ τούτου ἀρετῇ εὖ ὁρῶμεν, ἀλλ᾿ ὅμως πρὸς τὸ εὖ ὁρᾶν καὶ φωτὸς δεόμεθα καὶ ἄλλων τινῶν.

καὶ γὰρ τοῦ μηδὲν ἐπισκοτεῖν καὶ διαστήματος συμμέτρου καὶ μεγέθους ποσοῦ καὶ τοῦ ὁραθησομένου χρώματος.

οὕτως δὴ καὶ εὖ μὲν ζῶμεν τῇ τῆς ψυχῆς ἀρετῇ, δεόμεθα μέντοι καὶ ἄλλων τινῶν εἰς τοῦτο συνεργῶν τε καὶ ὀργάνων.

καὶ γὰρ καὶ κατὰ τὰς τέχνας καὶ ταῖς κατ᾿ αὐτὰς ἀρεταῖς εὖ πράττομεν τὰ κατὰ ταύτας, ἀλλ᾿ ὅμως δεόμεθα πρὸς τὰ κατὰ τὰς τέχνας τέλη καὶ ἄλλων τινῶν, ἅ ἐστιν ἕτερα παρὰ τὰς τέχνας.

καὶ ἡ ἀρετὴ δὴ ὡς τέχνη ποιητικὴ τῆς εὐδαιμονίας ἔσται, οὐ μὴν διὰ τοῦτο ἄνευ τῆς ὕλης καὶ τῶν οἰκείων ὀργάνων.

ἔτι εἰ μὲν οὕτως λέγοιτο ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν, ὡς καὶ τῶν τεχνῶν ἑκάστη πρὸς τὸ οἰκεῖον ἔργον, ὅτι οὐκ ἄλλης τινὸς τέχνης προσδέονται πρὸς τὸ τὸ κατ᾿ αὐτὰς ποιεῖν ὑγιές (οὐδὲ γὰρ ἡ ἀρετὴ ἄλλης τινὸς δυνάμεως καὶ τέχνης προσδεῖται πρὸς τὸ σὺν ἐκείνῃ τὴν εὐδαιμονίαν ποιεῖν·

προσδεήσεται μέντοι κατὰ τοῦτο ὁμοίως ταῖς τέχναις καὶ ἄλλων 1 τέλος ἡ a: τέλος V 2 ἡ ἀρετὴ m1 in mg. V ὑγεία ὑγιείας V: ὑγεία ὑγείας a 5 αὐτοῦ a 9 αὑτῷ Sylburg: αὐτῷ Va ἐκλέγοιτο] ιτ in lit. V 11 παρῆλθεν] cf. p. 163,33 ἡ φύσις τῆ ἐκλογῆς ἕνεκεν τὴν ἀρετὴν παραλαμβάνει ἄρα] accent. et spir. ia lit. V 23 τῇ addidi ἀρετῇ scripsi: ἀρετὴ Va 24 οὐ V Sylburg: οὗ a 36 (et 38) τινὸς sic V τινῶν πρὸς τὸ τὸ ἴδιον ἔργον ἀποδιδόναι), εἰ δέ τις λέγοι τὰς ἀρετὰς οὕτως αὐτάρκεις πρὸς εὐδαιμονίαν, ὅτι μηδέ τινος ὅλως ἔξωθεν προσδέονται, οὐχ ὑγιῶς ἐρεῖ.

πολλῶν γὰρ ἔξωθεν, ὥσπερ αἱ τέχναι, οὕτως δὲ καὶ ἡ ἀρετὴ δεῖται, ὡς ἐδείχθη, πρὸς τὸ περιποιῆσαι τὸ τέλος.

τὸ δὲ φάναι ὥσπερ τὴν αὐλητικὴν παντὶ τῷ δοθέντι μέλει ὀρθῶς δύνασθαι χρῆσθαι, οὕτως καὶ τὴν ἀρετὴν παντὶ πράγματι, ὑγιὲς μέν ἐστιν, προσδιασταλτέον δέ, ὡς οὔτε ἡ αὐλητικὴ ἄνευ τῶν οἰκείων ὀργάνων δυνατὴ ποιῆσαι τοῦτο, οὐθ᾿ ἡ ἀρετή, ἀλλὰ μόνης μὲν αὐτῆς τὸ ἔργον ἐστὶ τοῦτο, οὐ μὴν χωρίς γε τῶν εἰς αὐτὸ συνεργῶν.

ἔτι οὐκ, ἐπεὶ πᾶσιν τοῖς πράγμασιν καλῶς χρῆται, ἤδη καὶ ἡ παντὸς χρῆσις εὐδαιμονική, ἀλλ᾿ ἡ τῶν βουλητῶν τοιάδε χρῆσις.

ἔστι δέ τινα καὶ ἀβούλητα τῷ σπουδαίῳ προσπίπτοντα, οἷς εὖ μὲν καὶ αὐτοῖς χρῆται, οὐ μὴν περὶ ταῦτα ἐνέργεια αὐτῷ καὶ ἡ τοιάδε χρῆσις τῶνδε εὐδαιμονική.

ἔτι τὰ οἰκεῖα προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμο νίαν;

πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται, καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος, καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν.

εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπὲς ὅλως.

παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι.

οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν εἰ μὲν οὖν ἀγαθόν, πρῶτον μὲν πῶς οὐχὶ τὰ συμπληρωτικὰ αὐτοῦ καὶ ποιητικὰ ἀγαθὰ ἂν καὶ αὐτὰ εἴη, ὥστε ἀγαθὰ τὰ προηγμένα;

ἔπειτα δὲ οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν·

καὶ γὰρ ὁ κατὰ φύσιν βίος, εἴ γε ἀγαθὸν καὶ πρὸς εὐδαιμονίαν ἔσται συντελῶν, εἴ γε ἡ εὐδαιμονία συμπλήρωσις ἀγαθῶν, ὥστε οὐκ αὐτάρκης πρὸς εὐδαιμονίαν ἡ ἀρετή.

εἰ δὲ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπές, πῶς οὐ γελοῖον τὰ ποιητικὰ αὐτοῦ προηγμένα λέγειν;

τί γὰρ μᾶλλον τὰ πρὸς τοῦτο φορὰ προηγμένα, ἢ τὰ πρὸς τὸ ἀντικείμενον αὐτῷ;

εἰ δὲ καὶ αὐτὸς προηγμένος τε καὶ ἀξίαν ἔχων ἐστὶν ὁμοίως ἐκείνοις, καὶ διὰ τοῦτον τοιαῦτα ἦν καὶ τὰ ποιητικὰ αὐτοῦ, εἰς τί προῆκται καὶ ἀξίαν ἔχει, πευσόμεθα παῤ αὐτῶν, ὥσπερ καὶ περὶ τῶν τούτου ποιητικῶν, ἐπεὶ πᾶν τὸ προηγμένον πρός τι προῆκται.

εἰ μὲν οὖν εἰς τὴν εὐδαιμονίαν φήσουσιν, συνεργὸς ἂν ὁ κατὰ 158 v φύσιν εἴη βίος πρὸς εὐδαιμονίαν, οὕτως δὲ καὶ τὰ τούτου ποιητικά, καὶ οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς αὐτόν, εἰ δὲ πρὸς ἄλλο τι φήσουσιν, ὁ αὐτὸς 1 οὕτως] fortasse ἁπλῶς 2 αὐτάρκεις] ει in lit. V ἔξω a 3 ὑγειῶς a 4—5 τὸ δὲ φάναι, ὥσπερ . . δύνασθαι χρῆσθαι, οὕτως κτλ.] cf. ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι p. 135,5 φῶς γάρ τι ἐκπέμπεσθαι ἀπὸ τῆς ὄψεως, ὃ τῇ ἀπορροίᾳ. . . ἀναγγέλλειν p. 137,2 6 πρὸς διασταλτέον V 13 ἔχοντα v. c. ἔχον m1 V: ἔχοντα a 16 λέγεται] αι in lit. V προῆχθαι] αι in lit. V 18 ἐρέσθαι scripsi: ἔρεσθαι a: αιρεσθαι (sic) V 20 καὶ post αὐτὸ om. a ἀποπροηγμένον V Sylburg: ἀπὸ προηγουμένον a 21 ἢ Vualder: ἡ Va 27 ἀπὸ προηγμένον V 28 φορὰ V Sylburg: φορᾶ a 29 προηγμένος] ante ς una lit. eras. V 32 προηγμένον V Vualder Sylburg: προγμένον a καὶ περὶ ἐκείνου, καὶ τοῦτ᾿ εἰς ἄπειρον.

καθόλου δέ, εἰ ἡ ἀρετὴ αὐτάρκης πρὸς τὸ παρασχέσθαι τὸν βίον ἡμῶν ἄκρως εὐδαίμονα καὶ μακάριον, πῶς εὔλογος ἐξαγωγὴ τῷ τὴν ἀρετὴν ἔχοντι ἐν μακαρίῳ βίῳ ὄντι;

ὡς γὰρ ἄτοπον τὸ λέγειν τὸν Δία ἐθέλειν ἀποθανεῖν, οὕτως ἄτοπον καὶ τὸν ἐπίσης τούτῳ μακαρίως ζῶντα ἑαυτὸν ἐξάγειν εὐλόγως τοῦδε τοῦ βίου, τῶν μὲν σωματικῶν καὶ ἐκτὸς ἀδιαφόρων ὄντων καὶ μήτε ποιούντων τὴν εὐδαιμονίαν μήτε ἀναιρούντων, τῆς δὲ ἀρετῆς, ἣ μόνη καὶ κατασκευάζει τὸν μακάριον βίον καὶ φυλάττει βέβαιον παροῦσα, μηδέποτ᾿ ἂν ἀπολειπούσης τὸν σοφόν.

τὸ γὰρ μήτε παρόντος τινὸς κακοῦ μήτε προσδοκωμένου τῆς τε ἄκρας εὐδαιμονίας περὶ αὐτὸν οὔσης τὸν βίον ἀπολιπεῖν καὶ αὐτὴν τὴν ἀρετὴν βούλεσθαι θαυμάσιον καὶ τῷ κατὰ λόγον μαχόμενον.

πῶς γὰρ εὔλογον τὴν ἀρετὴν τοῦθ᾿ ὑποβάλλειν τῷ σοφῷ;

οὐδὲ γάρ, ὥσπερ ἐπὶ τῶν ἄλλων τινός, οὕτως δὲ καὶ ἐπὶ εὐδαιμονίας εὔλογον λέγειν, ἅλις ἔχειν.

οὐδεὶς γὰρ κόρος εὐδαιμονίας καὶ ἀρετῆς.

εἰς ἄπειρον γὰρ τῶν τελῶν ἡ ὄρεξις καὶ οὐκ ἐπ᾿ ἄλλο τι αὐτῶν ἡ ἀναφορά.

τὸ γὰρ εὔλογον ἐξαγωγὴν τίθεσθαι ἐξομολογούντων ἐστὶ τὸ ἀδύνατον εἶναι χωρὶς τῶν σωματικῶν καὶ ἐκτὸς εὐδαίμονα γενέσθαι βίον.

ἔτι εἰ εὔλογος μὲν ἡ ἐξαγωγή, κωλυθείημεν δὲ ἐξάγειν ἑαυτοὺς ἀπό τινος, πῶς οὐκ ἄθλιος ὁ βίος ἐν τοῖς τοιούτοις, δι᾿ ἃ ἦν εὔλογον ἐξάγειν ἑαυτόν;

εἰ δὲ ἄθλιος ὁ βίος, δῆλον ὡς οὐκ εὐδαίμων ἔτι·

ὥστ᾿ οὐδὲ ἀναπόβλητος ἡ εὐδαιμονία ἔσται κατά γε τοῦτο.

Ὅτι μὴ ἕτερον τῷ εἴδει τὸ θῆλυ καὶ τὸ ἄρρεν.

Τὸ θῆλυ καὶ τὸ ἄρρεν οὔ φησιν Ἀριστοτέλης διαφορὰς εἰδοποιοὺς εἶναι τοῦ ζῴου, ὅτι καθόλου αὗταί εἰσιν διαιρετικαὶ τῶν γενῶν εἰς τὰ εἴδη διαφοραί, αἳ ἔχουσαι ἐναντίωσιν καὶ ἀντίθεσιν κατὰ τὸν λόγον, αἱ δὲ ὑλικαὶ διαφοραὶ καὶ τὰ τοῦ ὑποκειμένου πάθη οὐ ποιοῦσιν ἕτερα τῷ εἴδει.

διὰ τοῦτο τὸ λευκὸν καὶ τὸ μέλαν, καίτοι ἐναντία ὄντα, οὐ ποιεῖ σώματος εἰδικὴν διαίρεσίν τε καὶ διαφοράν.

πάθη γὰρ ταῦτα τοῦ ὑποκειμένου, ἀλλ᾿ οὐ τοῦ κοινοῦ εἴδους τε καὶ λόγου τοῦ σώματος διαίρεσις.

ἐπεὶ τοίνυν καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν κατὰ πάθος ὑλικὸν τὴν διαφορὰν ἔχει, οὐ ποιεῖ τὰ ζῷα τῷ εἴδει διάφορα.

πέψει γὰρ καὶ ἀπεψίᾳ καὶ θερμότητι καὶ ψυχρότητι τῆς ὑποκειμένης ὕλης ἡ τούτων διαφορά.

οὐ γάρ ἐστι ταῦτα τὰ πάθη οἰκεῖα τοῦ ζῴου κατὰ τὴν οὐσίαν καὶ τὸν λόγον, ἀλλὰ κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην καὶ τὸ σῶμα.

διὸ τὸ αὐτὸ σπέρμα καὶ θῆλυ καὶ ἄρρεν οἷόν τε γενέσθαι, ἀλλ᾿ οὐ λογικὸν ἢ ἄλογον ἢ πτηνὸν ἢ χερσαῖον.

διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ οἱ καθ᾿ ἕκαστα ἄνθρωποι καίτοι διαφέροντες ἀλλήλων οὐκ εἰσὶν ἕτεροι κατὰ τὸ εἶδος.

ὑλικοῖς γὰρ πάθεσιν διαφέρουσιν ἀλλήλων, ἀλλ᾿ οὐ κατὰ τὸν 1 fortasse περὶ ἐκείνου ⟨λόγος⟩ 4 καὶ τὸν V: καὶ τὸ a 7 ἡ Va 11 τὴν a: τ cetera evanuerunt V 13 εὐδαιμονίας] υδ in lit. V λέγειν om. a ἅλις V Sylburg: ἅλος a 14 τῶν a: τῶν τῶν V 18 δι᾿ ἃ ἦν Sylburg: διὰ ἦν V: δι᾿ ἣν a 20 εὐδαινία a 22 οὔ φησιν Ἀριστοτέλης] Ar. Met. 10,9 1858 a 31 24 αἳ ἔχουσαι] cf. 151,18 28 ἐπεὶ V: ἐπὶ a 36 ὑλικοῖς V: εἰὃικοῖς a λόγον καὶ τὴν ἐν τούτῳ διαφοράν, ποιότητι γὰρ σαρκῶν καὶ ποσότητι καὶ τοῖς τοιούτοις.

διάφορος οὖν ὁ χαλκοῦς κύκλος καὶ ξύλινος, οὐχ ἕτεροι τῷ εἴδει, ὅτι κατὰ τὸ ὑποκείμενον αὐτοῖς, οὐ κατὰ τὸν λόγον ἡ διαφορά.

οὕτως δὲ καὶ ἐπὶ τῶν ἀτόμων ἀνθρώπων.

ἡ γὰρ ἐν τῷ λόγῳ ἐναντίωσις εἴδη διαφέροντα γεννᾷ, οὐχὶ τὰ κατὰ τὸ ὑλικὸν πάθη.

καὶ τὸ ἄρρεν δὴ καὶ τὸ θῆλυ, ἐπεὶ μὴ κατὰ τὸν λόγον, ἀλλὰ κατὰ πάθος ὑλικὸν διαφέρουσιν, οὐχ ἕτερα τῷ εἴδει.

ὅτι δὲ μή εἰσιν διαιρετικαὶ διαφοραὶ καὶ εἰδοποιοὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ τὸ ἐκ τούτων δῆλον.

ἤτοι γὰρ ἀνθρώπου εἰσὶν διαφοραὶ ἢ ἄλλου τινὸς εἴδους, ἐν οἷς τὸ μὲν ἄρρεν ἐστί, τὸ δὲ θῆλυ, ἢ τοῦ ζῴου τοῦ τούτων γένους.

ἀλλ᾿ ἀνθρώπου μὲν οὐκ ἔστι διαιρετικὴ διαφορά. αἱ γὰρ οἰκεῖαί τινος διαιρετικαὶ διαφοραὶ οὐκ εἰσὶν ἐπὶ πλέον ἐκείνου, ὃ διαιροῦσιν, οἷον τῶν τὸ ζῷον διαιρούντων διαφορῶν οὐδεμία ἔξω τοῦ ζῴου πίπτει οὐδὲ ὑπάρχει τινί, ὃ μὴ ζῷόν ἐστιν.

περιέχεσθαι γὰρ δεῖ τὰς τεμνούσας τι κυρίως διαφορὰς ἐν τῷ τεμνομένῳ πρὸς αὐτῶν.

εἰ γάρ τινες ἐπὶ πλέον εἶναι δοκοῦσιν τῶν τεμνομένων πρὸς αὐτῶν, τῷ μὴ τούτων εἶναι κυρίως, ἀλλὰ τῶν ἐπαναβεβηκότων αὐτοῖς γενῶν κατὰ τοῦτο δοκοῦσιν ὑπερβάλλειν τούτων, οὐκέτι ἐκείνων ἐκπίπτουσαι.

οἷον εἴ τις τὸ πεζὸν ζῷον τέμοι τῷ δίποδι, δοκεῖ ἡ δίπουν διαφορὰ εἶναι καὶ ἐν παντὶ ζῴῳ. ἔστι γὰρ καὶ ἐν τῷ πτηνῷ· τοῦ γὰρ ζῴου κυρίως ἐστιν διαιρετική, οὗ οὐκέτι ἐπὶ πλεῖον ῥηθῆναι δύναται.

οὐ γάρ ἐστί τι μὴ ζῷον δίπουν.

καὶ τὸ θῆλυ δὴ καὶ τὸ ἄρρεν οὐκ ἂν εἶεν ἀνθρώπου τμητικαὶ διαφοραί, ἐπεὶ καὶ ἐν ἄλλοις ζῴοις εἰσίν, καὶ οὐκ ἐν ἀνθρώποις μόνοις.

διὰ ταῦτα οὖν οὐδὲ τῶν ἄλλων τινὸς εἶεν ἂν διαφοραὶ τῶν εἰδῶν τοῦ ζῴου, ἀλλ᾿ οὐδὲ τοῦ ζῴου οἷόν τε λέγειν αὐτὰς τμητικὰς εἶναι καὶ εἰδῶν ποιητικάς.

αἱ γὰρ ἀντιδιαιρούμεναι ἀλλήλαις διαφοραὶ οὐ δύνανται συνυπάρχειν ἐν εἴδει τῷ αὐτῷ.

οὔτε γὰρ τὸ λογικὸν καὶ ἄλογον ἐν τῷ αὐτῷ εἴδει οἷόν τε εἶναι, οὔτε τὸ πεζὸν καὶ πτηνὸν ἢ ἔνυδρον οὔτε δίπουν καὶ ἄπουν, τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν ἐν τοῖς αὐτοῖς ἐστιν εἴδεσιν.

καὶ γὰρ ἐν ἀνθρώπῳ ὄντι ταὐτῷ κατὰ τὸ εἶδος καὶ ἐν ἵππῳ καὶ κυνὶ καὶ τοῖς ἄλλοις ὁμοίως, ὅσα ἐκ συνδυασμοῦ γίνεται, οὐκ ἄρα τμητικαὶ διαφοραὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν·

οὐδ᾿ ἄρα ἕτερον τῷ εἴδει τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὥστε οὐδὲ γυνὴ καὶ ἀνήρ. |

Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ᾿ ἡμῖν. 159v

Περὶ τοῦ ἐφ᾿ ἡμῖν ἐλέγετό τις καὶ τοιάδε δόξα.

εἰ ἡ μὲν φύσις οὐχ ὁμοία πάντων, ἀλλ᾿ ἔχει διαφοράν (φύσει γὰρ εὐφυεῖς τινες, οἱ δ᾿ ἀφυεῖς·

μεγίστην δὲ ἰσχὺν ἡ φύσις ἔχει πρὸς τὸ τοίους ἢ τοίους γίνεσθαι, μετὰ δὲ τὴν φύσιν τὰ ἔθη, ἐξ ὧν ἀμφοτέρων καὶ ἡ προαίρεσις ποιὰ γίνεται), πῶς ἔτι ἔσται ἐφ᾿ ἡμῖν ἡ προαίρεσις, ὅλως ἀπορήσειεν ἄν τις.

καὶ γάρ, εἰ καὶ τὴν διδασκαλίαν αἰτιῷτο, οὐδὲ τὸ μαθεῖν ἐφ᾿ ἡμῖν, λέγω δὲ τὸ 8 τὸ delevi 10 ζούου a γένος a 18 fortasse ἡ ⟨κατὰ τὸ⟩ δίπουν 19 ἐ||||ν παντὶ V γὰρ post ἔστι om. a 25 δύναται a 27 πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον a τοιοῦτον ἐφ᾿ ἡμῖν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν τέ ἐστι καὶ ἐφ᾿ ἡμῖν, ὁποῖον ἡμεῖς εἶναι τὸ ἐφ᾿ ἡμῖν ἀξιοῦμεν.

ἔτι δὲ μᾶλλον ἀποροῖτ᾿ ἂν τοῦτο, εἰ μηδὲν ἀναιτίως γίνοιτο·

καὶ αὐτὸ ἅπασιν ἐδόκει.

δεῖ γὰρ τῶν ἐπὶ τοῦ παρόντος ὑφ᾿ ἡμῶν γιγνομένων προϋπάρχειν τὸ αἴτιον, ἀδύνατον δέ ἐστι τὴν αὐτὴν αἰτίαν εἶναι τῶν ἀντικειμένων, ἀλλ᾿, εἰ τοῦτο, ἐξ ἀνάγκης πάντα τὰ γιγνόμενα γίγνεται.

προκαταβέβληται γὰρ αὐτῶν τὰ αἴτια.

τοῦτο δὴ οὕτως ἔχειν ἀναγκαῖόν ἐστιν, ἐὰν μή τις ἀναίτιος κίνησις εὑρεθῇ.

εὑρίσκεται δὲ καὶ ἔστιν.

οὖ δειχθέντος καὶ τὸ ἐφ᾿ ἡμῖν σωθήσεται καὶ τὸ αὐτόματον καὶ τὰ ἐπὶ τῇ τύχῃ.

δοκεῖ δὲ καὶ Ἀριστοτέλει εἶναί τις ἀναίτιος κίνησις ὡς ἐν τῷ πέμπτῳ λέγεται τῶν Μετὰ τὰ φυσικά. ἡ δὲ κατασκευὴ τοῦ εἶναι ἀναίτιον κίνησίν ἐστιν, εἰ δειχθείη ἐν τοῖς οὖσιν τὸ μὴ ὂν παρεσπαρμένον πως αὐτοῖς καὶ συνοδεῦον.

εἰ γάρ ἐστίν πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, ἔστι τὸ κατὰ συμβεβηκὸς ὄν.

τὸ γὰρ μὴ ὄν, συμβέβηκεν εἶναι λεγόμενον κατὰ συμβεβηκός τι ὄν, εἴη ἄν τις καὶ κίνησις ἀναίτιος, οὗ ὄντος δεδειγμένον ἂν εἴη τὸ προκείμενον.

ὅτι δέ ἐστί πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν ἐνεργείᾳ, εὐκόλως ἄν τις ἐπιστήσας μάθοι.

εἰ γὰρ τῶν ὄντων τὰ μέν ἐστιν ἀίδια, ἄλλα δὲ φθειρόμενα, οὐ παῤ ἄλλην τινὰ ἂν αἰτίαν ἡ διαφορὰ τούτων ἐν αὐτοῖς εἴη ἂν ἢ παρὰ τὴν τοῦ μὴ ὄντος μετουσίαν.

παρὰ γὰρ τὴν τούτου μῖξίν τε καὶ κρᾶσιν καὶ παρουσίαν ἡ ἀτονία τε καὶ ἀσθένεια τοῖς μὴ ἀιδίοις ἐγγιγνομένη κωλύει αὐτὰ ἀεί τε 1 τε καὶ ἐφ᾿ ἡμῖν suspectum cf. 171,23 2 ὁποῖον — ἀξιοῦμεν insiticium videtur 3 ἅπασιν ἐδόκει m2, υπεσιν εδουει m1, πασιν ἐδοκει v. c. V: ἅπασιν ἐδόκει Ca: fortasse γίνοιτο, ⟨ὃ⟩ καὶ αὐτό τισιν ἐδόκει 4 γιγνομένων V: γινομένων Ca 6 γίγνεται corr. ex. γίνεται V: γίνεται Ca δὴ V: δὲ Ca 9 τύχῃ v. c. et m2, εὐχῇ m1 V: τύχῃ Ca 9 ἀριστοτέλει VC: ἀριστοτέλῃ a 10 ἐν τῷ πέμπτῳ τῶν Μετὰ τὰ φυσικά] i. e. ἐν τῷ Ε (cf. p. 151,9. 11) τῶν Μετὰ τὰ φυσικά. respicit enim, ut videtur, Ar. Met. Ε 2, 1026 a 33—1027b 16. 11 τοῦ Va: τῶν C τὸ μὴ m2, μὴ m1 V: τὸ μὴ Ca 13 συμβεβηκος ὂν v. c. συμβεβηκοσιν m1 V: συμβεβηκός τι ὄν C: συμβεβηκὸς ὂν a τὸ γὰρ μὴ ὄν v. c. τὸ γὰρ δι᾿ ὂν ὄν m1 V: τὸ γὰρ μὴ ὂν ὂν C: τὸ γὰρ μὴ ὂν ὅν a ?? συμβέβη| κε (βη in mg. m1, τινι sive γινι, quod in extremo argine a v. c. adscriptum est, ad vocem obscuram ?? referendum esse videtur) V: συμβέβηκεν C: καὶ συμβέβηκεν a. locus corruptus ita fere restituendus videtur: εἰ γάρ ἐστίν πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν (⟨ἔστι δέ, ἐπεὶ ἐν τοῖς οὖσίν⟩ ἐστὶ τὸ κατὰ συμβεβηκὸς ὄν· τὸ γὰρ μὴ ὄν, εἴ τινι συμβέβηκεν εἶναι, λεγόμενον [sc. ἐστὶ cf. p. 5,10] κατὰ συμβεβηκός τι ὄν). εἴη ἄν τις καὶ κίνησις ἀναίτιος. omnis quantum ego video huius capitis disputatio mirabili quadam nititur verborum Aristoteliorum interpretatione (et. Ε2, 1026b 13) ὥσπερ γὰρ ὀνόματι μόνον τὸ συμβεβηκός ἐστιν. διὸ Πλάτων τρόπον τινὰ οὐ κακῶς τὴν σοφιστικὴν περὶ τὸ μὴ ὂν ἔταξεν et (v. 21, ib) φαίνεται γὰρ τὸ συμβεβηκὸς ἐγγύς τι τοῦ μὴ ὄντος. haec enim a logica ad physicam rationem trsansferens sumit scriptor idem esse secundum Aristotelem τὸ μὴ ὄν atque τὸ κατὰ συμβεβηκός, et, cum τὸ συμβεβηκὸς in rebus esse appareat, esse etiam τὸ μὴ ὄν. hoc autem (in parenthesi v. 13, quam ego constitui) demonstrato pergit (v. 15), eiam act esse τὸ μὴ ὄν: ὅτι δέ ἐστί πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν ἐνεργείᾳ κτλ. 15 οὗ ὄντος v. c. et m2, οὗ παντος m V: οὗ ὄντος Ca πως m2, πω m1 V: πως Ca 16 ὂν] ὅν a 17 ἐστιν ἀίδια· sic m1 V ἄλλα δὲ φθειρόμενα m2, αλλα αειρομεν m1 ἄλλα φθειρόμενα v. c. V: ἄλλα δὲ φθειρόμενα Ca 18 αἰτίαν Ca: αιτιαν v. c. σιτια m1 V 19 τε VC: τι a 20 ἀτονία m2, ἀτοπία m1 V: ἀτονία Ca εἶναι καὶ ὁμοίως ἔχειν ἀεί.

εἰ γὰρ μὴ ἦν τι τοῦ μὴ ὄντος ἐν τοῖς οὖσιν, οὐδ’ ἂν τοῦ εὖ ἐγίγνετο.

εἰ δὲ παρὰ μὲν τὴν τοῦ μὴ ὄντος μῖξιν τά τε φθαρτὰ τοιαῦτ’ ἐστι, καὶ πρὸς αὐτοῖς τὰ ψευδῆ, ἔστι δέ τινα ἐν τοῖς οὖσιν φθαρτά τε καὶ φθειρόμενα καὶ ψευδῆ, ἔστιν τι τοῦ μὴ ὄντος ἐν αὐτοῖς.

καὶ ἀνάπαλιν δὲ ὑγιές ἐστι ληφθέν·

εἰ μή ἐστι τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, οὐκ ἔσται τινὰ τῶν ὄντων φθαρτά.

ἔστιν ἄρα τὸ μὴ ὄν.

εἰ δή ἐστιν τὸ μὴ ὂν ἐν τοῖς ἐν γενέσει παρεσπαρμένον καὶ μεμιγμένον, τῶν δὲ γιγνομένων αἴτιά τινα προηγεῖται οὐδ’ αὐτὰ ὄντα ἀίδια, ἔστι καὶ ἐν τοῖς αἰτίοις τι τοῦ μὴ ὄντος καὶ τοῦτ’ ἔστιν, ὃ λέγομεν κατὰ συμβεβηκὸς αἴτιον.

τὸ γὰρ κατὰ συμβεβηκὸς ὂν ἐν τοῖς αὐτοῖς, ὅταν ὡς αἰτίοις ᾖ, κατὰ συμβεβηκὸς αἴτιον ἂν εἴη.

ὅταν γὰρ ἐπί τινι αἰτίᾳ ἐπακολουθήσῃ τι, μὴ τοῦ τοῦτο γενέσθαι χάριν τῆς αἰτίας οὔσης, τότε τούτου τοῦ ἐπηκολουθηκότος κατὰ συμβεβηκὸς αἴτιον λέγεται τὸ προηγούμενον, τουτέστιν οὐκ αἴτιον ἄρα.

ἐπακολουθῆσαν τούτῳ ἀναιτίως ἐγένετο·

οὐ γὰρ δι᾿  οἰκείαν αἰτίαν.

τοῦτο δὲ ἐν μὲν τοῖς ἐκτὸς αἰτίοις γενόμενον τὴν τύχην ἐποίησεν καὶ τὸ αὐτόματον, ἐν δὲ τοῖς ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν.

αἰτία γὰρ ἐν ἡμῖν φύσις δοκεῖ καὶ ἔθος εἶναι τῆς προαιρέσεως, ἀλλά, καθόσον καὶ ἐν τούτοις ἐστὶ τὸ μὴ ὄν, κατὰ τοσοῦτον καὶ ἐν τῇ προαιρέσει.

διὸ καὶ προαιρούμεθα ἔσθ᾿  ὅτε ταῦτα, ὦν ἡ αἰτία οὐ προκαταβέβληται ἐν ἡμῖν δι’ ἀσθένειαν καὶ ἀτονίαν τῆς θνητῆς φύσεως·

ἀεὶ γὰρ ἂν ὁμοίως ἐπὶ τοῖς αὐτοῖς ἐκινούμεθα.

ἀλλὰ ἡ τοῦ μὴ ὄντος φύσις, ὡς εἶπον, ἐν οἷς ἂν ᾖ ταῦτα, ἀφαιρεῖται τὴν ἀιδιότητα καὶ τὴν κατὰ τὰ αὐτὰ ἀεὶ ἐνέργειαν.

ἃ οὖν ἀναιτίως καὶ μὴ προϋπαρχούσης αἰτίας προαιρούμεθα, ταῦτά ἐστιν τὰ λεγόμενα ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενά ἐστι δυνατὰ διὰ τὸ τὴν αἰτίαν μὴ προκαταβεβλῆσθαι, ἥτις προϋπάρχουσα πάντως ἂν τοῦ γενέσθαι τοῦτο τὴν ἀνάγκην παρεῖχεν.

διὰ ταῦτα πολλάκις τινὲς καὶ πεφυκότες ὁμοίως καὶ ἐν τοῖς αὐτοῖς ἔθεσιν ἠγμένοι διαφέροντες ἀλλήλων γίγνονται παρὰ τὰς ἀναιτίους προαιρέσεις.

ἔστιν δὲ τὸ μὴ ὂν ἐγκεκραμένον τοῖς οὖσιν οὔτε πολλοῖς, οὔτε, ἐν οἷς ἐστι, πολύ τι, ἀλλὰ καὶ ἐν ὀλίγοις τῶν ὄντων καὶ ὀλίγον·

τῶν τε γὰρ ὄντων ἐν τούτοις, ἐν οἷς τὸ μὴ ἀίδιον (τοῦτο δέ ἐστι τὸ περὶ τὴν γῆν, καὶ ὁ τόπος οὗτος ἐλάχιστός ἐστιν ὡς πρὸς πάντα τὸν κόσμον·

εἰ γὰρ ἡ γῆ σημείου λόγον ἐπέχει κατὰ τοὺς ἀστρολόγους πρὸς τὸν ἅπαντα οὐρανόν, περὶ ταύτην δὲ καὶ τὰ ἐν ταύτῃ τὸ μὴ ὄν, περὶ ὀλίγον πάνυ ἂν εἴη)·

καὶ ἐν τούτοις δὲ ἀμυδρῶς πώς ἐστι καὶ οὐκέτι πολύ.

ἐν γὰρ τοῖς ἐν γενέσει οὖσιν τὸ μὲν ἐπὶ πολύ ἐστιν, οὗ ἡ φύσις αἰτία, ὅσον δὲ παραλύεται 2 ἐγίγνετο] fortasse ἐφίετο 3—4 δέ τινα—ψευδῆ ἔστιν om. C 7 γενέσει V: γενέσι Ca 8 προηγεῖται οὐδ’ αὐτὰ om. C αὐτὰ corr. ex. αὖ τὰ V 9 τι τοῦ m2, του m1 V: τι τοῦ Ca 10 ὂν ἐν—κατὰ συμβεβηκὸς om. C 11 αἰτία a ἐπακολουθήσει Ca μὴ τοῦ m2, μὴ m1 V: μὴ τοῦ Ca 12 ἐπηκολουθηκότος VC: ἐπηκολουθηκότως a 13 fortasse οὐκ αἴτιον. ⟨τὸ⟩ ἄρα ἐπακολουθῆσαν τούτῳ κτλ. 14 τούτω a 15 αὐτόματος a 17 εἶναι om. Ca 19 προκαταβέβληται] προκ in lit. V 20 ἐκινούμεθα] κι in lit. V 21 fortasse τοῦτο 22 κατ’ αὐτὰ C 28 πολλῷ C 29 ὀλίγον m2, οὐκ ὀλίγον m1 V: ὀλίγον Ca τε] cf. Ind. 33 εἴη ἂν Ca τῆς φύσεως καὶ τῆς δυνάμεως αὐτῆς πρὸς τὸ ἐξ ἀνάγκης τὰ κατ’ αὐτὴν γίγνεσθαι γιγνόμενα (τοῦτό ἐστι τὸ ἐπ᾿  ἔλαττον, ἐν ᾧ τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν), περὶ τοῦτό ἐστι καὶ ἡ ἀπὸ τοῦ μὴ ὄντος ἀσθένεια.

οὔτε ἄρα ἐν τοῖς ἐξ ἀνάγκης ἐστὶ τὸ μὴ ὄν (διὸ οὐδὲ τὸ ἐνδεχόμενον), οὐδὲ τὸ ἐν τοῖς ἐπὶ πολύ, καθόσον οὕτως ἔχει, ἀλλ’ ἐν τοῖς ἀντικειμένοις αὐτοῖς.

ταῦτα δέ ἐστι τὰ ἐπ’ ἔλαττον·

ἐν τούτοις δέ ἐστι καὶ τὰ τυχηρὰ καὶ αὐτόματα καὶ κυρίως λεγόμενα ἐφ’ ἡμῖν.

ὧν γὰρ προαιρέσεων ἡ φύσις ἢ ἀγωγαὶ καὶ ἔθη ἐστὶν αἴτια, αὗται οὕτως ἐφ’ ἡμῖν λέγονται ὡς δι’ ἡμῶν γιγνόμεναι, ἀναίτιοι ἃς κατὰ τὸ μὴ ὂν αὗται δεῖ τὸ κυρίως λεγόμενον ἐφ’ ἡμῖν οὕτως σώζουσιν, γιγνόμεναι διὰ φύσεως ἀσθένειαν καὶ ἔστι τὸ ἐφ’ ἡμῖν τοῦτο, οὗ καὶ τὸ ἀντικείμενον ἐνεδέχετο προελέσθαι τὸν τοῦτο προῃρημένον.

τὸ οὖν διὰ τὴν τοῦ μὴ ὄντος ὕπαρξιν ἐξησθενηκὸς τὴν 159v συνέχειαν τῶν αἰτίων τῶν ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν κατέχει, καὶ ταύτην τὴν χώραν ἔχει, αἴτιον γιγνόμενον ἐν οἷς τὸ ἀναγκαῖον ἐπιλέλοιπεν αἴτιον διὰ τὴν τοῦ μὴ ὄντος ἐν τῷ ὄντι μῖξίν τε καὶ συμπλοκήν.

Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ’ ἡμῖν.

Τῶν γιγνομένων τε καὶ συνισταμένων ὑπὸ τῆς θείας δυνάμεως τῆς ἐν τῷ γενητῷ σώματι ἐγγιγνομένης ἀπὸ τῆς πρὸς τὸ θεῖον γειτνιάσεως, ἣν καὶ φύσιν καλοῦμεν, τιμιώτατον ἄνθρωπός ἐστι·

μόνον γὰρ κεκοινώνηκεν τοῦτο τῶν τῇδε τῆς τελειοτάτης τῶν ψυχικῶν δυνάμεων, αὕτη δέ ἐστι νοῦς, καὶ μόνον ψυχὴν λογικὴν ἔχει, καθ’ ἣν βουλεύεσθαί τε καὶ ζητεῖν δύναται περὶ τῶν πρακτέων αὐτῷ, καὶ οὐ παραπλήσιόν ἐστι τοῖς ἄλλοις ζῴοις, ἃ τῷ μὴ κοινωνεῖν τῆς τοιᾶσδε δυνάμεως ἄλογα καλοῦμεν, ταῖς προσπιπτούσαις φαντασίαις ἑπόμενά τε καὶ συγκατατιθέμενα καὶ ἀνεξετάστως ἕκαστον, ὧν πράττει, ποιοῦντα.

ὁ γὰρ ἄνθρωπος μόνον τῶν ἄλλων ζῴων μετὰ τὴν προσπεσοῦσαν αὐτῷ φαντασίαν περί τινος ὡς πρακτέου οἷός τε ζητεῖν περὶ αὐτοῦ καὶ βουλεύεσθαι, εἴτε χρὴ συγκατατίθεσθαι τῷ φανέντι, εἴτε καὶ μή.

βουλευσάμενος δὲ καὶ κρίνας οὕτως ὁρμᾶ καὶ ἐπὶ τὸ πράττειν ἢ μὴ πράττειν ὁπότερον·

καὶ ὁπότερον προέκρινεν ἐκ τῆς βουλῆς ἔρχεται.

διὰ τοῦτο καὶ μόνον τῶν ζῴων ἁπάντων ἐφ’ αὑτῷ τὸ πράττειν ἔχει, ὅτι καὶ τοῦ μὴ πράττειν τὸ αὐτὸ τοῦτο τὴν ἐξουσίαν ἔχει.

ἐφ’ ἑαυτῷ γὰρ ἡ αἵρεσις τῶν πρακτέων, εἴ γε βουλεύεσθαι καὶ κρίνειν 4—5 οὐδὲ τὸ ἐν τοῖς ἐπὶ πολὺ] fortasse οὔτε ἐν οἷς τὸ ἐπὶ πολὺ 9 αἱ εἀναίτιοι (sic) spatio duarum litterarum post αἱ relicto (ad hanc lacunam φ referenda est, quam litteram in mg. posuit v. c.) V: ἀναίτιος C: αι ἀναίτιοι (post αι fenestra) a δει sic V: δε? C: δεῖ a 11 τοῦτο ante οὖ] οὕτω (in mg. τοῦτο) C. apertum est scriptorem inter ea distinguere, quae iussu naturae coacti agimus eaque, quae propter τοῦ μὴ ὄντος praesentiam libera voluntate ipsi comittimus. temptavi igitur γιγνόμεναι, ⟨αἰ δὲ γίγνονται⟩ ἀναιτίως (cf. v.171,13 sq.) καὶ κατὰ τὸ μὴ ὄν, αὗται δὲ τὸ κτλ. τοῦτον C 13 τῶν post αἰτίων om. C 14 ἔχειν C 18 γεννητῷ Ca 27 οἷόν τε Ca 29 καὶ ὁπότερον m1 in mg. V 30 ἔρχεται (a supra ἔ m1) V: ἄρχεται Ca: fortasse βουλῆς, ἔρχεται ⟨ἐπὶ τοῦτο⟩ ἐφ’ ἑαυτῷ.

ἔστι γὰρ τὸ ἐφ’ αὑτῷ τὸ αὐτὸ τῷ ἀρχήν τε καὶ αἴτιον ποιητικὸν εἶναι τούτων, ἅ φαμεν εἶναι ἐφ’ αὑτῷ.

ἔστι δὲ τὸ ἐφ’ ἡμῖν ἐν τούτοις, περὶ ἃ καὶ τὸ βουλεύεσθαι.

βουλευόμεθα δὲ οὔτε περὶ τῶν γεγονότων οὔτε περὶ τῶν ὄντων ἤδη, ἀλλὰ περὶ τῶν μελλόντων καὶ ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι, καὶ ὧν αἰτία διάνοια.

ταῦτα γὰρ οἷά τε ὑφ’ ἡμῶν πραχθῆναί τε καὶ μή.

ἐν τούτοις ἄρα καὶ τὸ ἐφ’ ἡμῖν, καὶ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ πραττομένων ὁ ἄνθρωπος, τοῦτο παρὰ τῆς φύσεως ἐξαίρετον ἔχων παρὰ τὰ ἄλλα πάντα τὰ γιγνόμενα πρὸς αὐτῆς, ὅτι καὶ μόνον λογικόν ἐστι φύσει καὶ βουλευτικόν.

τὸ γὰρ λογικὸν ἐν τούτῳ τὸ εἶναι ἔχει.

εἰ δὲ ἀρχὴ μὲν ἡ αἰτία τούτων, ὧν ἐστιν αἰτία, ὁ δὲ ἄνθρωπος ἀρχὴ τῶν πραττομένων ὑπ’ αὐτοῦ, καὶ αἴτιος τούτων ἂν εἴη.

εἴπερ οὖν ἀρχὴν ἀρχῆς ζητεῖν τε καὶ λέγειν ἄτοπον (οὐ γὰρ ἔτι ἁπλῶς ἀρχὴ τοῦτο, οὗ ἐστιν ἀρχή τις ἄλλη), οὐδ’ ἂν τῆς προαιρέσεως καὶ τῆς βουλήσεώς τε καὶ τοιᾶσδε κρίσεως τοῦ τε ἀνθρώπου αἴτιον ἄλλο τι ποιητικὸν προκαταβεβλημένον εἴη (οὐ γὰρ ἂν ἔτι ἀρχὴ μένοι), ἀλλὰ τῶν μὲν πραττομένων ὑφ’ αὑτοῦ αὐτὸς αἴτιος καὶ ἡ κρίσις τε καὶ προαί ρεσις καὶ ἡ ποιητικὴ τούτων αἰτία, αὐτῶν δὲ ἐκείνων οὐκέτι ἄλλο τι.

εἰ γὰρ ἀρχὴ μὲν ταῦτα, οὐκ ἔστιν δὲ τῆς κυρίως λεγομένης ἀρχῆς ἀρχή τε καὶ αἴτιον (τοῦ μὲν γὰρ εἶναι καὶ γενέσθαι τὸν ἄνθρωπόν ἐστί τις ἀρχή.

τοῦ δὲ τάδε ἢ τάδε προαιρεῖσθαι οὔ, καὶ τοῦτο γὰρ εἶναι τουτέστιν αὐτῷ τὸ τὴν τοιάνδε ἔχειν δύναμιν ἐν αὐτῷ).

τί γὰρ ἔτι καὶ χρήσιμον ἂν εἴη τὸ βουλεύεσθαι, εἰ προκαταβεβλημένας ἔχοιμεν τῶν πραττομένων τὰς αἰτίας;

πῶς δ’ ἂν ἔτι τῶν ἄλλων ζῴων τιμιώτερον ἄνθρωπος εἴη ἀχρήστου τοῦ βουλεύεσθαι φανέντος;

ἄχρηστον δέ, εἰ μὴ ἐφ’ ἡμῖν εἴη τὸ ἐκ τῆς βουλῆς προκρῖναί τι καὶ τὸ προκριθὲν ἑλέσθαι.

τὸ μὲν γὰρ λέγειν αἰτίαν τὴν φαντασίαν τοῦ βουλεύεσθαι περὶ τοῦ φανέντος οὐδὲν ἄτοπον, τὸ δὲ καὶ τοῦ πράττειν τόδε τι μὴ τὴν βουλήν, ἀλλὰ τὴν φαντασίαν αἰτιᾶσθαι ἀναιρεῖν ἐστι τὴν βουλήν, ἥν τε ἔχομεν ὡς οὔσης τινὸς τὴν φαντασίαν αἰτίαν.

ὥστ᾿ εἰ τοῦ μὲν βουλεύεσθαι τὸ φανὲν αἴτιον, τῆς δὲ κρίσεως ἡ βουλή, τῆς δὲ ὁρμῆς ἡ κρίσις, ἡ δὲ ὁρμὴ τῶν πραττομένων, οὐδὲν ἐν τούτοις ἐστὶν ἀναίτιον.

ὥσπερ δὲ τὸ βουλεύεσθαι τοῦ ἐφ’ ἡμῖν εἶναί τι δεικτικόν, οὕτως καὶ τὸ μεταγινώσκειν ἐπὶ πραχθεῖσίν τισιν καὶ αὑτοὺς καὶ τὴν αὑτῶν αἵρεσιν αἰτιᾶσθαι·

μαρτύριον γὰρ ἡ τοιαύτη αἰτία τοῦ καὶ τοῦ πρᾶξαι τότε τὸ πεπραγμένον ἡμᾶς τὴν αἰτίαν ἔχειν, τὸ δὲ ἄλλο τι ζητεῖν αἴτιον τοῦ τόδε τι ἐκ τῆς βουλῆς προκρῖναι ἀνελεῖν ἐστι τὴν βουλήν.

τὸ γὰρ 1—2 γὰρ τὸ usque ad ἐφ’ αὑτῷ ἔστι om. Ca τὸ αὐτὸ τῷ scripsi: τὸ αὐτὸ m1, τῷ αὐτὸ m2, V 5 γενέσθαι καὶ m2, καὶ m1 V: καὶ Ca 14 τοῦ τε ἀνθρώπου] cf. v.16 et p. 174,9: ἡ βουλὴ καὶ ἡ προαίρεσις καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος αἴτιον] scil. τῶν πραττομένων 20 αὐτῷ] fortasse αὐτὸ 21 post ἐν αὐτῷ apodosis excidisse videtur ἔχει C 27 ἀνερεῖν Ca 28 τὴν βουλήν, ἥν τε—αἰτίαν i. e. τὴν βουλὴν τήν τε αἰτίαν, ἣν ὡς οὔσης τινὸς (scil. τῆς βουλῆς) τὴν φαντασίαν ἔχομεν hoc est tollere) consiliam consiliique causam in phantasia positam 31 τὸ V: τοῦ Ca 32 τὸ om. C τισιν Va: αὐτοῖς C 33 τοῦ πρᾶξαι scripsi: τὸ ?? πρᾶξαι sic (ὸ ?? in lit.) V: τὸ πρᾶξαι Ca εἶναι τῷ βουλεύεσθαι ἐν τῷ δύνασθαι κρίνειν τε καὶ αἱρεῖσθαι τὸ φανὲν ἐκ τῆς βουλῆς ἄριστον.

ὁ δὴ τοῦτο τῆς βουλῆς ἀφαιρῶν ὄνομα βουλῆς καταλείπει μόνον.

τὸ γὰρ λέγειν πάντων τῶν ἐκτὸς περιεστώτων ὁμοίων ἢ ταὐτὰ αἱρήσεσθαί τινα, ἢ καὶ πράξειν, ἢ δὴ ἀναιτίως ἔσεσθαί τι, τούτων των δὲ τὸ μὲν ἀναιτίως τι γίγνεσθαι ἀδύνατον εἶναι, τὸ δὲ ταὐτὰ αἱρεῖσθαι τῶν αὐτῶν περιεστώτων δεικτικὸν εἶναι τοῦ τὰ ἐκτὸς αἴτια κύρια τῶν ὑφ’ ἡμῶν πραττομένων εἶναι, οὐχ ὑγιές.

οὔτε γὰρ ἀνάγκη τὰ αὐτὰ αἱρεῖσθαι τὸν ἄνθρωπον ἀεὶ τῶν αὐτῶν περιεστώτων ἁπάντων, οὔτε ἀναίτιος ἡ πρᾶξις, εἰ μὴ κατὰ τὰ αὐτὰ γίγνοιτο.

ἡ γὰρ βουλὴ καὶ ἡ προαίρεσις καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος, ἔχων ἐν αὐτῷ τὴν ἐξουσίαν τοῦ βουλεύεσθαι περὶ τῶν περιεστώτων, ἔχει καὶ τὸ δύνασθαι ἐκ τῶν αὐτῶν μὴ τὰ αὐτὰ αἱρεῖσθαι.

καὶ τοῦτο οὐκ ἀλόγως τίθεται, οὐδέ ἐστιν αἴτημα τὸ λεγόμενον.

εἰ μὲν γὰρ ἦν εἷς ὁ σκοπὸς αὐτῷ, πρὸς ὃν τὴν ἀναφορὰν τῆς κρίσεως ἐποιεῖτο, εὔλογον ἦν ἀπὸ τῶν αὐτῶν ἀεὶ ταὐτὸν αὐτὸν αἱρεῖσθαι τὴν αὐτήν γε σχέσιν ἔχοντα ἀεὶ καὶ φυλάττοντα πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν, πρὸς ὃν ὁρῶν ἐποιεῖτο τὴν 160r κρίσιν αὐτῶν.

ἐπεὶ δέ ἐστι πλείω τὰ τέλη, πρὸς ἃ βλέπων τὴν κρίσιν καὶ τὴν αἵρεσιν τῶν πρακτέων ποιεῖται (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον καὶ τὸ καλὸν ἔχει πρὸ ὀφθαλμῶν), ταῦτα δὲ ἀλλήλων διαφέρει, οὐ πάντα δὲ τὰ περιεστῶτα ὁμοίαν τὴν σχέσιν ἔχει πρὸς τούτων ἕκαστον, τὴν κρίσιν αὐτῶν καὶ τὴν ἐξ αὐτῶν αἵρεσιν ποιούμενος ποτὲ μὲν πρὸς τὸ ἡδύ, ποτὲ δὲ πρὸς τὸ καλόν, ἄλλοτε δὲ πρὸς τὸ συμφέρον καὶ οὐκ ἀεὶ ταὐτὰ πράξει οὐδὲ ἀεὶ ταὐτὰ αἱρήσεται τῶν αὐτῶν περιεστώτων ἁπάντων, ἀλλ’ ἑκάστοτε ταῦτα τὰ πρὸς τὸν κριθέντα σκοπὸν μάλιστα συντείνειν δοκοῦντα.

λύοιτο δ’ ἂν διὰ τούτου καὶ ὁ τῇ φαντασίᾳ τὴν αἰτίαν ἀνατιθεὶς τῶν πραττομένων λόγος, διότι παρὰ τὸ φαινόμενον ἄμεινον αὐτῷ οὐδεὶς ἄν τι πράξαι ποτέ.

πλείους γὰρ οἱ σκοποί, πρὸς οὓς ἡ τῆς φαντασίας κρίσις.

ὅτι δὲ οὐδ’ εἰ τὰ αὐτὰ αἱροῖτό τις τῶν αὐτῶν περιεστώτων, ἤδη τούτῳ καὶ τὸ κατηναγκασμένως αἱρεῖσθαι ταῦτα ἕπεται καὶ τὸ εἶναι τῆς κρίσεως τὰ ἐκτὸς αἴτια·

ἐφ’ ἑκάστης γὰρ αἱρέσεως ἔνεστιν αὐτὸν δεικνύναι πρὸ τοῦ πρᾶξαι καὶ προκρῖναί γέ τι καὶ τὸ ἀντικείμενον ἑλέσθαι δυνάμενον·

οὐ γὰρ ὡς οὐ δυνάμενος καὶ τὰ ἀντικείμενα τούτοις ἑλέσθαι αἱρεῖται ταῦτα, ἀλλ’ ὡς εὔλογα μᾶλλον αὐτῷ δοκοῦντα.

ἔξεστιν γοῦν αὐτῷ αὐτὸ τὸ μὴ κατηναγκασμένην τὴν αἵρεσιν εἶναι βουληθέντι δεῖξαί ποτε καὶ πρὸς τοῦτο φιλονεικήσαντι καὶ τὸ μὴ δοκοῦν εὔλογον ἑλέσθαι.

ἔτι, εἰ μὴ ἀεὶ τὴν ἕξιν ἐσμὲν ὅμοιοι, καθ’ ἣν βουλευόμεθα, οὐκ ἀςὶ τὰ αὐτὰ αἱρησόμεθα ἐκ τῶν περιεστώτων ὄντων ὁμοίων.

εἰ δὲ τῶν αὐτῶν περιεστώτων τοῖς ἀνομοίοις οὐ τῶν αὐτῶν ἡ αἵρεσις, δῆλον ὡς καὶ τῆς τῶν ὁμοίων αἱρέσεως αἴτια οὐ τὰ περιεστῶτα ὅμοια ὄντα, ἀλλ᾿ ᾠ περιέστηκεν ὢν ὅμοιος αὑτῷ.

  ὅλως δέ. 1 εἶναι VC: εἷ a κρίνειν Va: κινεῖν C 2 ἐκ τῆς βουλῆς Va: ἐν ταῖς βουλαῖς 3 τῶν Va: τῶν κακῶν C 4 ἢ δὴ scripsi: ἤδη VCa 7 ἡμῶν VC: ἡμῖν a 12 ἀλόγως VC: ὀλίγως a 15 γε om. C 21 ποτὲ δὲ om. 27 τῆς supra lin. V 28 οὐδ’ εἰ Va: οὐδείς C τὰ αὐτὰ VC: τὰ κατὰ a: τὰ κακὰ ex. Vict. 39 ὄντα Va: ἀεὶ ὄντα C ὅμοιος] ante ος lit. unius lit. V αὑτῶ scripsi: αὐτῷ VCa ὅτι ἐστίν τι ἐφ’ ἡμῖν, πειρᾶσθαι δεικνύναι διὰ λόγων οὕτως ἐναργὲς ὄν, οὐκ εἰδότων κρίνειν ἐστὶ τό τε γνώριμον καὶ τὸ μή·

δῆλον γὰρ τοῦτο, ὡς ἔφαμεν, ἐκ πολλῶν, ἐκ τοῦ βουλεύεσθαι, ἐκ τοῦ μετανοεῖν, ἐκ τοῦ συμβουλεύεσθαι, ἐκ τοῦ καταγιγνώσκειν τινῶν, ἐκ τοῦ προτρέπειν, ἐκ τοῦ ἐπαινεῖν, ἐκ τοῦ ψέγειν, ἐκ τοῦ τιμᾶν, ἐκ τοῦ κολάζειν, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ κελεύειν, ἐκ τοῦ μαντεύεσθαι, ἐκ τοῦ εὔχεσθαι, ἐκ τοῦ ἐθίζειν, ἐκ τοῦ νομοθετεῖν.

ὅλως γὰρ τούτοις καὶ τοῖς τοιούτοις ὁ πᾶς τῶν ἀνθρώπων βίος χρώμενος μαρτυρεῖ μηδὲν οὕτως ἴδιον εἶναι τοῦ ἀνθρώπου παρὰ τὰ ἄλλα ζῷα ὡς τὸ ἐφ’ ἡμῖν.

ὅτι δὲ καὶ τοῦ ποιοὶ γενέσθαι τὸ ἦθος αὐτοὶ τὴν ἀρχὴν ἔχομεν, δι’ ἃ καὶ τὰς αἱρέσεις διαφόρους ποιούμεθα, δῆλον ἐκ τοῦ διὰ τῶν ἐθῶν ἡμᾶς ποιοὺς γίγνεσθαι, τῶν δὲ ἐθῶν τὰ πλεῖστα ἐφ’ ἡμῖν εἶναι.

καὶ γὰρ εἰ τὰ πρῶτά τις μοχθηρῶς ἐθισθείη παῖς ὢν ἔτι, ἀλλὰ φύσει γε πάντες ἄνθρωποι διορατικοὶ τῶν καλῶν εἰσιν τελειούμενοι.

οὐδεὶς γοῦν κατὰ φύσιν ἔχων ἀνεννόητός ἐστιν, τίνα μέν ἐστι δίκαια, τίνα δὲ ἄδικα, καὶ τίνα μὲν καλά, τίνα δὲ αἰσχρά.

ἀλλ’ οὐδ’ ὅτι ἐκ τοῦ ἐθίζεσθαί πως ἢ τῶν καλῶν ἢ τῶν αἰσχρῶν γίγνονται προαιρετικοί τε καὶ πρακτικοί, οὐδὲ τοῦτο αὐτοὺς λανθάνει.

οἱ γοῦν ἀσκῆσαί τι καὶ μαθεῖν βουλόμενοι ἐπὶ τὸ διὰ τῶν ἐθῶν αὑτοὺς προάγειν τῷ προκειμένῳ τρέπονται, ὡς οὐκ ἀγνοοῦντες τὴν τῶν ἐθῶν ἰσχὺν πρὸς τὸ τῶν προκειμένων τυγχάνειν.

τίνι γὰρ ἄδηλον, ὅτι διὰ τοῦ τὰ σωφρονικὰ ποιεῖν περιγίνεται τὸ σωφρονεῖν;

εἰ δὲ μήτε τὰ καλὰ τοῖς κατὰ φύσιν ἔχουσιν ἔτι καὶ μηδέπω διὰ κακίαν πεπηρωμένοις οὐκ ἀγνοεῖται ἥ γε ὁδὸς ἡ ἐφ’ αὑτὰ ἐφ’ ἡμῖν τε καὶ γνώριμος, ἐφ’ ἡμῖν ἂν εἴη καὶ τὸ ποιοῖς γίνεσθαι τὰ ἤθη καὶ τὰς ἕξεις κτήσασθαι, ἀφ’ ὧν ἢ τάδε ἢ τάδε αἱρησόμεθά τε καὶ πράξομεν.

αἱ δὲ εὐφυίαι τε πρός τινα καὶ ἀφυΐαι ἔστ’ ἂν ἐν τῇ οἰκείᾳ φύσει τηρῶσιν τὸν ἄνθρωπον, πρὸς εὐκολωτέραν ἀνάληψιν τούτων συντελοῦσιν μόνον ἢ χαλεπωτέραν, πρὸς ἃ πεφύκασιν εὖ τε καὶ κακῶς.

πᾶσιν γὰρ ἀνθρώποις τοῖς κατὰ φύσιν τε ἔχουσιν καὶ ἀστρόφοις ἐπὶ τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν δυνατὸν ἀρετὴν κτήσασθαι καὶ δυνατὸν δι’ αὑτοῦ, διὸ πολλῶν καλῶς πρὸς ἀρετὴν πεφυκότων φαυλότερόν τινες πεφυκότες ἀμείνους γίγνονται πολλάκις τὴν ἔνδειαν τῆς φύσεως ἰασάμενοι τῇ παῤ αὐτῶν ἐξουσίᾳ.

7 ὅλως γὰρ τούτοις scripsi: ὅλως (m1) τούτοις γὰρ V: ὅλοις γὰρ τούτοις Ca 9 ὥς τι Ca 12 ἐσθίει Ca 14 ἀ| νεννόητος (ν post α in mg. m1) V: ἀνοητος C: ἀνενόητος a τὰ δίκαια Ca 15 τὰ ἄδικα Ca 16 πραιρετοικοί α 18 αὑτοὺς scripsi: αὐτοὺς Ca 22—23 ἥ γε ὁδὸς—γνώριμος] „si quidem via ad ipsa in nostro arbitrio est et nota“ Caninius. ante οὐκ ἀγνοεῖται plura exciderunt. sensum fortasse haec assequuntur: πεπηρωμένοις ⟨ἀγνοεῖται μήτε τὰ αἰσχρὰ (ἀμφότερα γὰρ⟩ οὐκ ἀγνοεῖται, εἴ γε ὁδός ἐπ’ αὐτὰ ἐφ’ ἡμῖν τε καὶ γνώριμος) 22 ὀδὸς ἐστὶν ἡ C 23 ποιοῖ a 24 ἢ τάδε addidi 25 εὐφυίαι] αι in lit. V τε πρός τινα καὶ (α supra lin. καὶ supra lin. et in lit.) V: τε καὶ πρός τινας C: τε πρός τινας a ἀφυΐαι] εὐφυίαι a 26 τηρῶσιν] fortasse μὴ πηρῶσιν cf. τοῖς κατὰ φύσιν ἔχουσιν ἔτι καὶ μηδέπω διὰ κακίαν πεπηρωμένοις 28 ἀστροφόροις Ca 29 αὑτοῦ scripsi: αὐτοῦ VCa
Περὶ τύχης.

Ἠ τύχη καὶ τὸ αὐτόματον, ὅτι μέν ἐστιν ἐν τοῖς οὖσιν, ἱκανὴ περὶ αὐτῶν ἡ κοινὴ τῶν ἀνθρώπων πρόληψις μαρτυροῦσα, τί δέ ποτέ ἐστιν ἑκάτερον αὐτῶν καὶ περὶ τίνα τῶν ὄντων, οὐκέθ’ οἱ πολλοὶ τῆς τῶν δεδογμένων διδασκαλίας κύριοι.

οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις συμφωνοῦσιν περὶ τῶνδε, συμφωνοῦντες ἐν τῇ περὶ τοῦ εἶναι ἑκάτερον αὐτῶν δόξῃ, ἄξιον τοίνυν ἐπιστῆσαι, τίς ποθ’ ἡ φύσις αὐτῶν καὶ περὶ τίνα τῶν ὄντων γίγνεται.

δοκεῖ τοίνυν ἐν τοῖς αὐτοῖς αἰτίοις καὶ ταῦτα καταριθμεῖσθαι·

καὶ γὰρ ἡ τύχη αἰτία δοκεῖ τῶν γιγνομένων ἀπὸ τύχης, καὶ τὸ αὐτόματον τῶν τοιούτων.

ὄντων τοίνυν αἰτίων τεττάρων, περὶ ὧν πολλάκις ἡμῖν λέγειν ἔθος, τοῦ τε ὑλικοῦ καὶ τοῦ κατὰ τὸ εἶδος, καὶ τοῦ ποιητικοῦ, καὶ τοῦ τέλους, ἐν τούτοις ἀνάγκη κἀκείνων ἑκάτερον εἶναι, εἴ γέ ἐστιν αἴτια.

ὡς μὲν οὖν ὕλην τὴν τύχην καὶ τὸ αὐτόματον οὐδεὶς ἂν αἰτιάσαιτο τῶν γιγνομένων δι’ αὐτά.

οὐ γὰρ ὑποκείμενόν τι ἡ τύχη, σχηματιζόμενόν τε καὶ εἰδοποιούμενον ὑπό τινος ὡς ὕλη.

ὑπομένουσα γὰρ αὕτη δέχεται τὸ εἶδος καὶ ἔστιν αἰτία τῶν γιγνομένων ὡς ἐνυπάρχουσα τοῖς ἐξ αὐτῆς γεγονόσιν, ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς δι’ αὐτὰ γιγνομένοις οὐκ ἔστιν ἐνυπάρχον·

160v τὸ γὰρ αὐτὸ τοῦτο γιγνόμενον κατὰ τύχην ἔχει τὴν τύχην ἐν αὑτῷ·

διὰ ταῦτα δὲ οὐδ’ ὡς εἶδός τε καὶ τὸ τί ἦν εἶναι αἴτια ταῦτα τοῖς δι᾿  αὐτά·

τὸ μὲν γὰρ εἶδος ἐνυπάρχει τῷ οὗ αἴτιόν ἐστι, γιγνόμενον ἐν τῇ ὕλῃ καὶ μένον, τούτων δὲ οὐδέτερον.

ἀλλὰ μὴν οὐδ’ ὡς τέλος καὶ τὸ οὗ ἕνεκεν αἴτιον ἡ τύχη τε καὶ τὸ αὐτόματον·

οὐδενὶ γὰρ τῶν γιγνομένων ἡ τύχη σκοπός·

ἑκάστῳ μὲν γὰρ τῶν γιγνομένων ἕνεκέν τινος ὡρισμένος ὁ σκοπός, ἀόριστον δὲ τούτων ἑκάτερον.

ἀλλὰ μὴν εἰ ἐν μηδενὶ τῶν τριῶν αἰτίων τούτων ἐστὶν ἡ τύχη, ἢ οὐδενός ἐστιν αἰτία, ἢ εἴη ἂν ἐν τοῖς ποιητικοῖς.

καὶ μὴν τὰ ποιητικὰ αἴτιά τινος ἕνεκεν ποιεῖ τὰ γιγνόμενα πρὸς αὐτῶν, καὶ ἔστιν αὐτοῖς ὡρισμένον τι τέλος προκείμενον, ὥσπερ ἢ τε φύσις καὶ ἡ τέχνη καὶ ἡ προαίρεσις, οὐδενὶ δὲ τούτων ταὐτὸν οὔτε τὸ αὐτόματον οὔτε ἡ τύχη.

ἄλλο γάρ τι παρὰ ταῦτα τούτων ἑκάτερον εἶναι δοκεῖ.

καὶ τὰ μέν ἐστιν ὡρισμένα, καὶ ἐφ’ ὡρισμένον ἄγει τι, ἄστατον δὲ καὶ ἀόριστον 1 edidit Ioan. Conr. Orelli in libro „Alexandri Aphr. Ammonii etc. de fato quae supersunt“ Turici 1824 p. 124 2 καὶ Va: δὲ καὶ HC ἱκανὴ περὶ αὐτῶν κτλ.] cf. 179,25 et Alex. de fato 163r30 τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην . .  ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησι πρόληψις κτλ. 4 τῆς om. C τῶν δεδογμένων HCa: τῶνδε δειγμενον V 6 αὐτῶν om. C Orelli 7 τίς ποιῆ a 8 αἰτίοις Ca: αὐτοῖς αἰτίοις VH καὶ ταῦτα VHa: καὶ καταυτα C 10 τεττάρων] τε in lit. V 12 κἀκείνων VC: καὶ τούτων H: κᾀείνων a 13 αὐτόματον] ante ν una litera erasa V καὶ τὸ αὐτόματον om. Orelli 15 αὕτη scripsi: αὐτὴ VHCa 16 αἰτιατῶν a ἐξ αὐτῆς VH: ἐξ αὐτῶν C: ἐξ αὐτοῖς a 17 fortasse ἐνυπάρχοντα· οὐ γὰρ αὐτὸ τὸ γιγνόμενον 18 οὐκ ἔχει Orelli 19 αὐτῷ VHCa 20 δι’ αὐτό V: αὐτά HCa 22 τε om. Ca 24 ὁ σκοπὸς ὡρισμένος Ca 26 ποιητιτὰ a ποιεῖν C 27 φύσει a 28 δὲ VHCa: τε Orelli 30 ἄστατον VH: ἄτακτον Ca τὸ τῆς τύχης.

εἰ δὴ δοκεῖ μὲν αἴτιά τινων εἶναι, μηδενὶ δέ ἐστι τῶν αἰτίων ταὐτά, κινδυνεύει ἢ μηδ’ ὅλως εἶναι, ἢ ἄλλος τις αἰτίων τρόπος ζητητέος.

μηδὲ ὅλως μὲν οὖν λέγειν εἶναι αὐτὰ ἄτοπον, πράγματα τοσαύτην ἰσχὺν ἐν τοῖς οὖσιν ἔχειν πεπιστευμένα, ἄλλος δέ τίς ποτ’ ἂν εἴη παρὰ τοὺς προειρημένους τρόπους αἰτίων;

μήποτ’ οὖν, ἐπεὶ τῶν αἰτίων τὰ μέν ἐστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός (ἔστι γάρ τινα καὶ κατὰ συμβεβηκὸς αἴτια·

τὸ γὰρ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ τινὸς συμβεβηκὸς κατὰ συμβεβηκὸς αἴτιον, καὶ αὐτὸ τοῦτο προηγουμένως ἦν αἴτιον, ᾧ τοῦτο συμβεβήκει.

ὁ μὲν γὰρ ἰατρὸς αἴτιος καθ’ αὑτὸ τῆς ὑγιείας, ὁ δὲ λευκὸς κατὰ συμβεβηκός, εἰ εἴη τῷ ἰατρῷ τοῦτο συμβεβηκός·

τὸ γὰρ συμβεβηκὸς τῷ ποιοῦντι ποιητικὸν αἴτιον κατὰ συμβεβηκός·

ἔτι κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ποιητικὸν αἴτιον, ἰσχνότητος φέρε εἰπεῖν, ἂν τῷ ὑγιαζομένῳ τοῦτο ἢ συμβεβηκός), ἐπεὶ τοίνυν ἐστὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ ἐν τοῖς καθ’ αὑτὰ αἰτίοις οὐχ οἷόν τε τιθέναι τὴν τύχην, ἐν τοῖς κατὰ συμβεβηκὸς ἂν εἴη.

τὰ μὲν γὰρ ὡρισμένα οὐ κατὰ συμβεβηκὸς ἂν εἴη, τὰ δὲ κατὰ συμβεβηκὸς ἀόριστά τε καὶ ἄστατα, ὁποῖον καὶ τὸ τῆς τύχης εἶναι φιλεῖ·

ἀόριστα γὰρ τὰ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ συμβεβηκέναι δυνάμενα, ἃ πάντα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἴτια γίγνεται.

ἀλλ’ εἰ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, δεῖ τινι τῶν κυρίως αἰτίων λεγομένων αὐτὴν συμβεβηκέναι.

ἐπεὶ οὖν δοκεῖ ποιητικὸν εἶναί τινος ἡ τύχη (τὰ γὰρ κατὰ τύχην ἀπὸ τύχης φαμὲν γίγνεσθαί τε καὶ γεγονέναι), τῶν ποιητικῶν αἰτίων τινὶ ταῦτα ὑπάρχειν ἀνάγκη, εἴ γε φυλάξει τὴν χώραν τῶν αἰτίων.

ἀλλὰ μὴν τὰ κυρίως αἴτια ποιητικὰ φύσις τε καὶ τέχνη καὶ προαίρεσις.

πάντα μὲν γὰρ τὰ κυρίως ὡρισμένως ποιητικὰ ἕνεκά τινος τέλους τὰ πρὸς αὐτῶν γιγνόμενα ποιεῖ, ὁρῶμεν δὲ πάντα τά τινος ἕνεκεν γιγνόμενα ὑπὸ τούτων γιγνόμενά τινος·

τούτων ἄρα τινὶ συμβέβηκεν ἡ τύχη.

ἐπεὶ δὲ δοκεῖ ἐν τοῖς προαιρετικοῖς εἶναι τὰ κατὰ τύχην, (ταῦτα γὰρ ἀπὸ τύχης γίγνεσθαί φαμεν, ὧν χάριν κἂν προελοίμεθά τι πρᾶξαι πρὸς τὸ τυχεῖν αὐτῶν, ἐφ’ ὧν τὴν εὐτυχίαν λέγομεν, ἢ πρὸς τὸ μὴ τυχεῖν, ὧν τὴν δυστυχίαν κατηγοροῦμεν), εἴη ἂν ἡ τύχη τοῖς κατὰ προαίρεσιν γιγνομένοις ἑπόμενον, καὶ ἐν τούτοις αἰτία κατὰ συμβεβηκός.

ὅταν γὰρ πράττουσίν τι κατὰ προαίρεσιν ἡμῖν ἀπαντήσῃ μὴ τὸ προκείμενον τέλος κατὰ τὴν προαίρεσιν, ἄλλο δέ τι κατὰ συμβεβηκὸς γένηται, ἡ κατὰ προαίρεσιν γενομένη πρᾶξις αἰτία τοῦ ἀπαντήσαντός μέν, οὐ προκειμένου δέ. λέγομεν δὲ τοῦτ’ ἀπὸ τύχης γεγονέναι·

τῷ τε γὰρ 2 ταὐτα] ταὐ supra lin. V 5 οὖν ἐπεὶ V: οὖν ἐπὶ C: οὖν ἐπὶ (in mg. ἐπεὶ) H: ἦν ἐπὶ a 7 αὐτω καὶ κυρίῳ C 8—10 κατὰ συμβεβηκὸς—λευκὸς κατὰ συμβεβηκὸς om. C 8 τοῦτο H: τούτου Va 9 αἴτι H: αἴτιος Orelli 10 ὑγείας a τούτῳ C 11 ἔτι γὰρ Orelli 12 αἴτιον om. orelli 15 τὴν om. C 18 ἅπαντα Orelli 19 ἀλλ᾿ ἃ κατὰ 21 φασὶ Orelli 24 ὡρισμένα H 26 πάντα τὰ HCa: πάντα V 28 τύχὴν V φασιν Orelli 30 τυχεῖν VHa: τυχεῖν αὐτῶν ἐφ’ C: πρᾶξαι Orelli 31 ἡ om. a 32 ἀπαντήσει C 35 προκεμένου (supra ει ϊ m1) V δέλεγομεν V λέγομεν τοῦτ Ca γεγονέναι VHa: εἶναι C τε om. C σκάπτοντι κατὰ προαίρεσιν τοῦ φυτεῦσαι χάριν ἂν ἀπαντήσῃ ἐκ τοῦ σκάπτειν θησαυροῦ τινος εὕρεσις, ἀπὸ τύχης φαμὲν τὴν εὕρεσιν τοῦ θησαυροῦ γεγονέναι·

οὐκ ἀπὸ τύχης δέ, εἰ τούτου χάριν ἔσκαπτεν.

τότε μὲν γὰρ ἂν ἦν οὐ κατὰ συμβεβηκὸς τὸ σκάπτειν τῆς εὑρέσεως αἴτιον, ὥσπερ οὐδὲ τὸ φυτεῦσαι, νῦν δὲ κατὰ συμβεβηκός, οὐ γὰρ τούτου χάριν ἐγίνετο.

ἡ γοῦν τύχη ἐστὶ τὸ κατὰ προαίρεσιν γινόμενον, ὅταν αἴτιόν τινος γένηται κατὰ συμβεβηκός, ἀόριστον δὲ ἀεὶ αἴτιον οὕτως τό τινος χάριν γιγνόμενον γίγνοιτο, καὶ εἴη ἂν ἡ τύχη αἰτία κατὰ συμβεβηκός·

οὐχ ἁπλῶς δέ, ἀλλ’ ἐν τοῖς ποιητικοῖς τοῖς ἕνεκά του γιγνομένοις, καὶ τούτων ἐν τοῖς κατὰ προαίρεσιν.

οὐ γὰρ λέγομεν τὸ ἀπὸ τύχης ἐν τοῖς κατὰ φύσιν γιγνομένοις, ὅταν ἄλλο τι παρὰ τὸν τῆς φύσεως σκοπὸν γένηται, ὥσπερ τὰ τέρατα·

καὶ γὰρ τούτων ἐστὶ μὲν τὸ φύσει γιγνόμενον κατὰ συμβεβηκὸς αἴτιον·

οὐ μὴν τύχης τοῦτο.

ἀλλ’ οὐδ’ ὧν τὰ κατὰ τέχνην γιγνόμενα κατὰ συμβεβηκὸς αἴτια γίνεται, ὡς ἐπὶ τῇ τῶν διαστρόφων, οὐδὲ ἐπὶ τούτων ἡ τύχη τὴν αἰτίαν ἔχει.

ἐν τοῖς κατὰ προαίρεσιν ἄρα, ὡς ἔφαμεν.

ὅταν μὲν οὖν τὸ γιγνόμενον κατὰ προαίρεσιν δεξιοῦ τινος κατὰ συμβεβηκὸς αἴτιον γένηται, ὡς τὸ σκάπτειν τῆς εὑρέσεως τοῦ θησαυροῦ, εὐτυχίαν τοῦτο λέγομεν, ὅταν δὲ φαύλου, δυστυχίαν·

οἷον εἰ σκάπτων ὑπό τινος ἑρπετοῦ δηχθείη τις ἐν αὐτῷ τῷ σκάπτειν εὑρεθέντος, οὐκ ὄντος ἐπιτηδείου τὴν ἄλλως τοῦ τόπου πρὸς ἑρπετὰ τοιαῦτα·

εἰ γὰρ πλήθους ὄντος ἑρπετῶν ὅδε ὤρυττεν ἀπερισκέπτως, οὐ τύχη τούτῳ τῆς πληγῆς αἰτία, ἀλλ’ ἀβουλία τις οἰκεία καὶ ἀπρονοησία.

καὶ τὸ μὲν τῆς τύχης τοιοῦτόν τε καὶ οὕτως αἴτιον, τὸ δὲ αὐτόματον εἴωθεν μὲν καὶ ἐπὶ τῶν ἀπὸ τύχης γιγνομένων κατηγορεῖσθαι, οὐ μὴν ἀλλὰ μᾶλλον ἐπὶ τῶν φύσει.

ὅταν γὰρ τῷ γινομένῳ φύσει ἄλλο τι ἐπακολουθήσῃ, ἀλλὰ μὴ τὸ οὗ χάριν ἐγίνετο, αὐτομάτως τοῦτο λέγομεν γεγονέναι, ὥσπερ τὰ τέρατα.

ὅταν γὰρ μὴ οὗ χάριν τέλους γίγνεται τὸ γιγνό| μενον φύσει γένηται, μάτην καὶ αὐτὸ λέγομεν γεγονέναι, καὶ 161r τὸ ἐπακολουθῆσαν αὐτῷ, ὅτι κατὰ συμβεβηκὸς αἴτιον τὸ μάτην γεγονός ἐστιν, αὐτομάτως φαμὲν γεγονέναι.

καὶ ἁπλῶς πᾶν τὸ τῷ κατὰ φύσιν ἐπακολουθῆσαν γιγνομένῳ, οὐκ ὂν οὗ χάριν ἐγίγνετο, αὐτομάτως λέγεται 3 εἰ VHa: ἡ C 4 ἂν om. Ca 7 ἀόριστον scripsi: ἀορίστω V: ἀορίστῳ HC: ἀορίστῳ a: ἀορίστως Bloch. cf. τὸ μὲν οὖν καθ᾿  αὑτὸ αἴτιον ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον Ar. ausc. phys. 2,5 196b28 9 —10 καὶ τούτων—γιγνομένοις om. C 12 τὸ] fortasse τι 14 γένηται Orelli διαστρόφων] ante φ paululum erasum V „ἡ (τέχνη) τῶν διαστρόφων scil. ἀνθρώπων significare videtur artes eorum, quorum membra distorta sunt, V. c. funambulorum, saltatorum et aliorum id genus praestigiatorum“ Orelli. sed neque διάστροφος saltatorem significat neque quid sibi velint in hac argumentatione funambuli assequor. ad ὧν suppleas τεράτων aliud enim prodigiorum genus auctor tangere videtur, pumilos dico et distortos (διάστροφοι). notum enim erat illo tempore, non solum natura, sed etiam arte procreari haec monstra; testis est de subl. liber 445 cf. Jahn Arch. Beitr. p. 430 Casaub. ad Suet. Aug. 83. Marquardt VlI, 1, 152,4. sed τῇ post ἐπὶ delendum videtur 18 δυστυχίαν] χι in lit. supra lin. V 19 τὴν ἄλλως V: τηνάλλως Ha 21 τούτων Ca 23 εἰώθαμεν καὶ τῶν (in mg. suppl. ἐπὶ) H 24 γενομένῳ Orelli 25 τὸ οὗ Ca: τοῦ οὗ VH: οὖ Orelli 26 γεγονέναι καὶ τὸ ἐπακολουθήσαι ὥσπερ C γίγνεται Orelli: γίγνηται VHCa 29 ἔσται 30 γιγνομένῳ ἐπακολουθῆσαν γεγονέναι.

οὕτως ὁ κατενεχθεὶς λίθος καὶ οὕτως πως πεσών, ὡς ἐπ’ αὐτοῦ καθέζεσθαι δύνασθαι, αὐτομάτως τήνδε τὴν θέσιν ἔσχεν ἐπακολουθήσασαν τῇ φυσικῇ τοῦ λίθου διὰ τὴν βαρύτητα καταφορᾷ.

ὁμοίως καὶ ὁ μὲν διὰ τὴν τροφὴν ἐλθών ἐπὶ τόνδε τὸν τόπον ἵππος, σωθεὶς δὲ διὰ τοῦτο ἀπὸ τῶν πολεμίων·

καὶ γὰρ τούτῳ ἡ φυσικὴ τῆς τροφῆς ὄρεξις τῆς σωτηρίας αἰτία, οὐκ ἐλθόντι τοῦ σωθῆναι χάριν.

τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων, ἔσται τε οὕτως τὸ αὐτὸ τῷ μὲν ἀπὸ τύχης, τῷ δ’ οὔ, ὅταν ὁ μὲν αὐτοῦ γινώσκῃ τὴν αἰτίαν, ὁ δὲ ἀγνοῇ.

προσέτι τε ἐπεὶ πλείω τοῦ αὐτοῦ αἴτια, εἴ γε τετραχῶς, ὧν τὰ μὲν ἐνδέχεταί τινας εἰδέναι, τὰ δὲ μή.

τὸ αὐτό τι ἅμα τῷ αὐτῷ καὶ ἀπὸ τύχης καὶ οὐχὶ ἀπὸ τύχης ἔσται, ἂν τὰ μέν τινα τῶν αἰτίων αὐτοῦ γνωρίζῃ, τὰ δὲ ἀγνοῇ· οὐ γὰρ διώρισται παρὰ τὴν ποτέρου τῶν αἰτίων ἄγνοιαν ἡ τύχη.

εἰ γὰρ λέγοιεν μὴ τήν τισιν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι.

εἰ γὰρ τοῦτο διορίζειν βουλόμενοι λέγοιεν τὴν ἄδηλον τοῖς ἀνεπιστήμοσιν αἰτίαν τύχην, ἔσται κατὰ τοῦτον τὸν λόγον καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας γινόμενα τοῖς ἀνεπιστήμοσίν τε καὶ ἀτέχνοις ἀπὸ τύχης.

οὔτε γὰρ ὁ μὴ τέκτων οἶδεν τῶν τεκτονικῶν τὴν αἰτίαν, οὐθ’ μὴ μουσικὸς τῶν μουσικῶν, οὔτε ἄλλος τις ἄτεχνος τὰ τῆς τέχνης·

ἐν γὰρ τῷ τὰς αἰτίας εἰδέναι τῶν γιγνομένων κατὰ τέχνην ἡ τέχνη.

Περὶ εἱμαρμένης.

Περὶ τῆς εἱμαρμένης ἄξιον ἐπισκέψασθαι, τί τέ ἐστι καὶ ἐν τίνι τῶν ὄντων.

τὸ μὲν γὰρ εἶναί τι τὴν εἱμαρμένην, ἱκανῶς ἡ κοινὴ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (ἡ γὰρ φύσις οὐ κενὸν οὐδὲ ἄστοχον·

ὁ γὰρ Ἀναξαγόρας οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ δόξῃ·

λέγει γὰρ οὗτός γε.

μηδὲν εἶναι τὴν εἱμαρμένην ὅλως, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ πότ’ ἐστιν καὶ ἐν τίσιν, οὐκέθ’ ἡ τῶν ἀνθρώπων πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι.

οὔτε γὰρ ἀλλήλοις οὔτε αὐτοῖς περὶ τοῦδε συμφωνεῖν δύνανται.

πρὸς γὰρ τοὺς καιροὺς καὶ τὰς περιστάσεις καὶ τὴν περὶ τῆς εἱμαρμένης 1 ὁ HC: οὐ Va 2 κατέζεσθαι a τήνδε τὴν θέσιν Va: τὴν θέσιν C: τήνδε τὴν φύσεως θέσιν H: τήνδε τῆς φύσεως θέσιν Orelli 3 καὶ ὁ μὲν VHCa: δὲ καὶ ὁ 0relli 4 ὕππον C 5 τούτῳ om. Ca 8 τῶν ἀνθρώπων om. Orelli ποιὰ a 10 ἐπεὶ πλείω VH: ἐπὶ πλείου C: ἐπὶ πλείω a 11 τινας om. Orelli 12 τῷ αὐτό τι ἅμα a ἔσται Orelli: εἶναι VHCa 16 συγχωροῦν ἂν τό τυχεν C 19 τὰς om. C 21 τεκτωνικῶν V 24 edidit Orelli ib. p. 134 sq. 25 τίσι Orelli 26 εἶναι τε Orelli 27 ἄστατον m1 V: ἄστοχον H: ἄστατον C: ἄστρατον a 29 γε H: τε VCa τὸ ὄνομα Ca 31 αὑτοῖς scripsi: αὐτοῖς VHCa μεταβάλλουσι δόξαν.

ποτὲ μὲν γὰρ ἀπαράβατόν τι καὶ ἀναπόδραστον τὴν εἱμαρμένην τίθενται, καὶ πάντα γε τά τε ὄντα καὶ τὰ γιγνόμενα ὑποτάσσουσιν αὐτῇ, ὁτὲ δὲ ἔστιν αὐτῶν καὶ τὸ παρὰ τὴν εἱμαρμένην ἀκοῦσαι πολλάκις λεγόντων, καὶ τὸ παρὰ μοῖραν.

καὶ ὡς ἐπὶ τὸ πλεῖστον οἷς μὲν μήτε τὰ τῆς τύχης εὖ κυρεῖ, μήτε τι μᾶλλον τὰ τῆς γνώμης τε καὶ τῆς οἰκείας προαιρέσεως ἔρρωται, ἐπὶ τὴν εἱμαρμένην τε ὡς κρησφύγετόν τι καταφεύγουσιν, τὴν αἰτίαν τῶν μὴ δεόντως πεπραγμένων ἢ πραττομένων ἑαυτοῖς ἀφ’ αὑτῶν ἐπ’ ἐκείνην μεταφέροντες, καὶ πάντα γέ φασιν οὗτοι τότε γίνεσθαι καθ’ εἱμαρμένην, μεταπεσούσης δὲ τῆς τύχης αὐτοῖς ἐπὶ τὸ βέλτιον, οὐκέτι ἐπὶ τῆς αὐτῆς δόξης μένουσιν·

οἷς δὲ τὰ τῆς οἰκείας γνώμης δεξιὰ καὶ ταύτῃ συνῳδὰ τὰ παρὰ τῆς τύχης, εἰς ἑαυτοὺς μᾶλλον ἢ τὴν εἱμαρμένην τὴν αἰτίαν τῶν γινομένων ἀνάπτουσιν.

ἄλλοι δ’ αὖ τῶν μὲν δεξιῶν ἀπάντων ἢ ἑαυτοὺς ἢ τὸ θεῖον αἰτιῶνται, ἐπὶ δὲ τοῖς χείροσιν ἐπιβοῶνται τὴν εἱμαρμένην.

εἰσὶ δέ τινες καὶ γόητες ἄνθρωποι, οἵτινες κατανοήσαντες τὴν τῶν πολλῶν ἀσθένειαν περὶ τὴν τῆς εἱμαρμένης καὶ τῶν κατ’ αὐτὴν γιγνομένων κρίσιν, καὶ τὸ ῥᾴδιον αὐτῶν διὰ φιλαυτίαν καὶ τὸ μηδὲν αὑτοῖς συνειδέναι δεξιὸν πρὸς πίστιν τοῦ πάντων τῶν ἁμαρτανομένων τὴν εἱμαρμένην αἰτιᾶσθαι ἀποφαίνονται πᾶν τὸ γιγνόμενον γίγνεσθαι καθ’ εἱμαρμένην, καὶ τέχνην ὑποκρίνονταί τινα τοιαύτην, καθ’ ἥν φασιν οἷοί τε εἶναι πάντα προγιγνώσκειν τε καὶ προμηνύειν τὰ ὁπωσοῦν ἐσόμενα, τῷ μηδὲν αὐτῶν γίγνεσθαι χωρὶς ἀνάγκης τινός, ἣν εἱμαρμένην λέγουσιν·

καὶ λαβόντες βοηθοὺς τοὺς καὶ τῆς τέχνης αὐτοῖς αἰτίους, ἀναπείθουσιν τοὺς πλείστους τῶν ἀνθρώπων, ἐν ταῖς περιστάσεσιν αὐτοῖς ἐπιτιθέμενοι καὶ ταῖς συμφοραῖς, μόνον οὐκ εὐχομένοις τοῦθ’ οὕτως ἔχον φανῆναι, κατά τινα τριβήν τε καὶ περὶ τὰ τοιαῦτα σύνεσιν καὶ τῆς ἐν τοῖς τοιούτοις ἀκολουθίας θεωρίαν προλέγοντες εὐστόχως τινὰ τῶν τοῖς οὕτως ἔχουσιν ἀκολούθως ἐσομένων, ὡς δὴ τοῦτ’ ἐκ τῆς τέχνης τῆς περὶ τὴν εἱμαρμένην ἔχειν λέγοντες μισθοὺς οὐκ ὀλίγους ὑπὲρ τῆς τοιαύτης κακοτε χνίας ἐκλέγοντες, ἀσμένως αὐτοῖς τῶν πειρωμένων διδόντων ὡς βοηθοῖς καὶ συνηγόροις τῶν οἰκείων ἁμαρτημάτων.

οἳ καὶ τοὺς πλείστους τῶν ἀνθρώπων ἀναπεπείκασιν δι’ ἀργίαν ἀφεμένους τοῦ σκοπεῖν, ὅπῃ ποτὲ ταῦτα ἔχει, καὶ τίς ἡ τάξις ἐν τοῖς οὖσιν τῆς εἱμαρμένης, πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίγνεσθαι λέγειν.

ἀλλ’ ἐπειδὴ μηδὲ οἱ πάνυ τὴν εἱμαρμένην ἐπιβοώμενοι ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἐκείνῃ φαίνονται πάντα 3 ποτὲ Orelli 5 εὐκυρεῖ a 6 ἔρωται C τε om. Orelli: fortasse τε ⟨καὶ μοῖραν⟩ τι om. C 7 πεπραγμένων τε ἢ Orelli 8 ἑαυτῶν ἐκείνοις C γε V: γε HC: καὶ a 9 αὐτοῖς VHa: αὐτῆς C: om. Orelli 12 αὖ τῶν VCa: αὐτῶν 17 αὑτοῖς scripsi: αὐτοῖς VCHa συνειδέναι V Ca: συνεῖναι H Orelli 20 οἷον Ca προμηνύσειν Orelli 22 αὐτοῖς VH: αὐτῆς Ca: αὐτῶν Orelli 25 φανῆναι καὶ κατὰ C τὰς τοιαύτας σύνθεσιν a 26 τοῖς οὕτως ἔχουσιν] cf. ἐν ταῖς περιστάσεσιν αὐτοῖς ἐπιθέμενοι καὶ ταῖς συμφοραῖς v. 23 28 ἔχειν om. Orelli κατατεχνίας a 30 οἳ καὶ VHC: οἷς καὶ a 34 ἐκείνη a ἐπεπιστευκέναι, (ἱκανὸν γὰρ τἀληθὲς μαχομένους αὐτοῖς ἀποφῆναι τοὺς τὰ 161v ψευδῆ πεπιστευμένους λέγειν) ἄξιον ἡμᾶς ἄνωθεν ἀρξαμένους ἰδεῖν, τίς ποτέ ἐστιν ἡ φύσις τῆς εἱμαρμένης καὶ ἐν τίσιν καὶ μέχρι πόσου τὴν ἰσχὺν ἔχει.

καὶ πρῶτόν γε περὶ τίνα τῶν ὄντων εὔλογον αὐτὴν λέγειν εἶναι, διασκεψώμεθα·

τοῦτο γὰρ φανερὸν γενόμενον πρὸ ἔργου γενήσεται καὶ πρὸς τὰ ἄλλα τὰ ζητούμενα περὶ αὐτῆς.

τὸ μὲν οὖν πᾶσιν τοῖς οὖσιν ἐπιτάσσειν αὐτὴν καὶ πάντα λέγειν εἶναι τὰ ὄντα καθ’ εἱμαρμένην, ὁμοίως ἀίδιά τε καὶ μή, οὔτε εὔλογον ἄλλως οὐθ’ ὑπὸ τῶν ὑμνούντων μάλιστα τὴν εἱμαρμένην ὡς αἰτίαν τῶν γιγνομένων ἁπάντων ὁμολογούμενον.

οὔτε γὰρ τὰ ἀίδια καθ’ εἱμαρμένην εἶναι τοιαύτην λέγειν εὔλογον·

γελοῖον γὰρ τὸ τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ λέγειν εἶναι καθ’ εἱμαρμένην, ἢ τὸ τρίγωνον διὰ τοῦτο δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς ἐντὸς γωνίας, καὶ καθόλου τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα οὐδαμῶς εὔλογον καθ’ εἱμαρμένην οὕτως ἔχειν λέγειν.

ἀλλ’ οὐδὲ τὰ γιγνόμενα πάντα·

ὅσα γὰρ καὶ τούτων εὔτακτόν τε καὶ ὡρισμένην ἔχει τὴν γένεσίν τε καὶ κίνησιν, ἔξω πίπτει καὶ ταῦτα τῆς εἱμαρμένης.

οὐ γὰρ καθ’ εἱμαρμένην ὁ ἥλιος ἐν χειμεριναῖς ἢ θεριναῖς τροπαῖς γίγνεται, οὐδὲ ἕκαστον τῶν ἄστρων εἱμαρμένην αἰτίαν ἔχει τῆς οἰκείας φορᾶς, ἀλλ’ ἔστιν ὥσπερ κατὰ τὸ εἶναι καὶ τὴν οὐσίαν ἐλεύθερα τῆς τοιαύτης αἰτίας, οὕτως δὲ καὶ κατὰ τὰς οἰκείας ἐνεργείας.

διὸ τῶν μὲν ἀιδίων ἢ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ γιγνομένων οὐθενὸς αἴτιον ἡ εἱμαρμένη, δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς εἱμαρμένης ἔργον εἶναι.

ἐν γὰρ τοῖς ἐπιτηδείοις ὅσον ἐπὶ τῇ φυσικῇ παρασκευῇ πρὸς τὰ ἀντικείμενα τῆς εἱμαρμένης ἰσχὺς εἶναι δοκεῖ, ἐν θατέρῳ τῶν ἀντικειμένων κατέχουσα αὐτὰ καὶ φυλάττουσα κατά τινα τάξεως ἀκολουθίαν.

ἃ γὰρ οὐκ ἂν οὕτως ἔχοι ἄνευ τῆς εἱμαρμένης, ταῦτα παρὰ τῆς εἱμαρμένης ἐν τῇδε τῇ τάξει φυλάττεσθαι δοκεῖ· τοιαῦτα δέ ἐστιν οὐκ ἄλλα τινὰ τῶν ὄντων ἢ τὰ ἐν γενέσει καὶ φθορᾶ· ὥστε ἐνταῦθά που καὶ τὸ τῆς εἱμαρμένης.

ἐπεὶ δὲ καὶ τούτων τὰ μὲν κατὰ τέχνην τε καὶ λόγον τεχνικόν τινα, τὰ δὲ κατὰ προαίρεσιν, τὰ δὲ κατὰ φύσιν γίγνεται, σκεπτέον ἐν τίσιν τούτων τὸ τῆς εἱμαρμένης, εἰ μὴ οἷόν τε ἐν πᾶσιν.

τὰ μὲν οὖν κατὰ τέχνην γιγνόμενα καθ’ εἱμαρμένην εἶναί τε καὶ γίγνεσθαι λέγειν οὐδαμῶς ταῖς περὶ τῆς εἱμαρμένης δόξαις συνῳδόν·

γελοῖον γὰρ τὸ τὴν κλίνην ἢ τὸ βάθρον καθ’ εἱμαρμένην γεγονέναι λέγειν, ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱμαρμένην·

οὕτω γὰρ ἐροῦμεν πᾶσαν τέχνην εἱμαρμένην.

ἀλλ’ οὐδ’ ὧν προαίρεσις αἰτία, ταῦτα καθ’ εἱμαρμένην ἂν εἴη·

τούτων γὰρ ἐν ἡμῖν ἡ ἀρχή, ἀλλ’ οὐκ ἔξωθεν, 1 αὑτοῖς scripsi: αὐτοῖς VHC? a: αὐτοὺς Orelli 2 λέγω C 3 τῆς εἱμαρμένης om. Orelli 4 τίνα VCKa: ποῖα 5 περὶ ἔργου a 6 τὰ ζητούμενα VH: ζητούμενα KCa 10 τ’ ἀΐδια Ka τὴν τοιαύτην KCa 13 ὡς αὕτως V 16 ἡμαρμένην a 18 καὶ κατὰ C 19 αἰτίας VHCKa: οὐσίας Orelli 21 δὲ καὶ ἐν τοῖς C 22 τῆς VKa: οἷ? C: τὸ τῆς 23 προκείμενα C 25 ἔχοι scrpsi: ἔχειν VHKCa: ἔχει Orelli 28 δὲ] μὲν Orelli 32 συνωδόν a: συνωδον V 34—35 οὕτω — εἱμαρμένην om. C 36 ἀλλ᾿  VKa: καὶ C?: καὶ (in mg. ἀλλ’) H ἡ δὲ εἱμαρμένη οὐκ ἐν ἡμῖν·

καὶ γὰρ εἰ καὶ περὶ ταὐτά ἐστιν ἡ εἱμαρμένη, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν, ἀλλὰ ἄλλο γέ ἐστι τοῦ ἐφ’ ἡμῖν.

ἀφαιρετέον ἄρα τῆς εἱμαρμένης καὶ τῶν ἐν γενέσει τὰ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν.

τούτων δ’ ἀφῃρημένων λοιπὸν καταλείπεται ταῦτα, οἷς ἡ φύσις τῆς γενέσεως αἰτία, ἐν οἷς δὴ καὶ δοκεῖ δυναστεύειν τὸ τῆς εἱμαρμένης.

εἰ γάρ τις ἐπιστήσας ἐξετάζειν βούλοιτο τὰς δόξας τὰς περὶ τῆς εἱμαρμένης καταβεβλημένας, οὐ περὶ ἄλλα τινά, οὐδὲ ἐν ἄλλοις αὐτὰς εὑρήσει τὴν εἱμαρμένην τιθείσας, ἀλλ’ ἐν τοῖς γινομένοις φύσει, καὶ τούτων μάλιστα ἐν τῇ τῶν ζῴων καὶ τῶν ἐκ συγκρίσεων τῶν ἐν γενέσει·

οὐ γὰρ τὸ τὴν τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴν καθ’ εἱμαρμένην γίνεσθαι λέγειν πάνυ τι σύνηθες.

ὄντος τοίνυν τοῦ καθ’ εἱμαρμένην ἐν οἷς προειρήκαμεν, καὶ τούτου γνωρίμου γεγονότος, ἀκόλουθον ἂν εἴη μετὰ τοῦτο ζητῆσαι, πότερον τοιοῦτόν ἐστιν ὡς ἀναγκαῖόν τε καὶ ἀπαράβατον εἶναι κατὰ τὸν ποιητὴν τὸν λέγοντα·

μοῖραν δ’ οὕ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.

ἢ τοιοῦτον οἷον καὶ παραβαίνεσθαι, καὶ μὴ πάντῃ τὸ ἀναγκαῖον ἔχειν ἐν αὐτῇ. ἐκ μὲν οὖν τῆς κοινῆς τῶν ἀνθρώπων περὶ τοῦδε κρίσεως οὐδέτερον ἔχομεν βεβαίως τούτων τιθέμενον.

ποτὲ μὲν γὰρ τὸ τῆς εἱμαρμένης ὑμνοῦσιν ὡς ἀναγκαῖον, ποτὲ δὲ οὐ πάντῃ τὴν συνέχειαν αὐτῆς πιστεύουσι σώζειν.

καὶ γὰρ οἱ διὰ τῶν λόγων ὑπὲρ αὐτῆς ὡς οὔσης ἀναγκαίας διατεινόμενοι σφόδρα καὶ πάντα ἀνατιθέντες αὐτῇ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν οὐκ ἐοίκασιν αὐτῇ πεπιστευκέναι·

τύχην γοῦν πολλάκις ἐπιβοῶνται, ἄλλην ὁμολογοῦντες εἶναι ταύτην αἰτίαν τῆς εἱμαρμένης·

ἀλλὰ καὶ τοῖς θεοῖς οὐ διαλείπουσιν εὐχόμενοι, ὡς δυναμένου τινὸς ὑπ’ αὐτῶν διὰ τὰς εὐχὰς γενέσθαι καὶ παρὰ τὴν εἱμαρμένην·

ἀλλὰ καὶ βουλεύονται περὶ τῶν πρακτέων αὐτοῖς, καίτοι καὶ ταῦτα καθ’ εἱμαρμένην εἶναι λέγοντες, καὶ συμβούλους παρακαλοῦσιν καὶ μαντείαις οὐκ ὀκνοῦσι χρῆσθαι, ὡς ἐνὸν αὐτοῖς, εἰ προμάθοιεν, φυλάξασθαί τι τῶν εἱμαρμένων.

ἐπεὶ δὲ οὗτοι μὲν αὑτοῖς περιπίπτουσιν περὶ τὰ μέγιστα φανερῶς οὕτως διαφωνίαν ἔχοντες (ἀπιθανώταται γοῦν εἰσιν αὐτῶν αἱ πρὸς τὴν τούτων συμφωνίαν εὑρησιλογίαι), δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ τὸ ἐνδεχόμεν εἶναι, ὃ τοῦ μηδὲν ἀναγκαίως ἐν τούτοις ἐν οἷς ἂν γίγνεσθαι αἴτιόν ἐστιν, ἄξιόν ἐστιν ἐπιστῆσαι περὶ τοῦδε, εἴτε ἔστιν εἴτε μή.

αὕτη γὰρ ἡ φύσις ὁρισθεῖσα πρὸς τὸ τὴν τῆς εἱμαρμένης οὐσίαν εὑρεῖν ἡμῖν τὸ μέγιστον συμβάλλεται.

1 ταὐτά Va: ταῦτα HK: τὰ αὐτὰ 3 τέχνην τε om. C 4 τε om. Ka 5 δὴ VHKCa: δὲ 0relli 8 ἡμαρμένην a ἀλλ᾿  ἐν VHKa: καὶ ἐν C 12 μετὰ τούτου Orelli 13 τε εἶναι καὶ ἀπαράβατον 14 τὸν ποιητὴν] Hom. Il. 6488 16 ἐπ’ ἢν V 18 αὑτῇ Orelli: αὐτῇ VHKCa τάδε 0relli 20 αὐτῆς C: αὐτὴν VKHa 22 ἀνατιθέντες corr. ex. ἀναγκαίως K 26 καὶ ante παρὰ om. H Orelli 28 ἐνὸν HKCa: ἐμὸν V 29 εἰ VHKC: ἀ a: ἂν ex. Vict. 30 αὑτοῖς V: αὐτοῖς KHCa 31 εὑρησειλογίαι V: εὑρεσιλογίαι a 32 τοῖς γενέσει C 34 φύσιν a ὁραθεισα m1 V: ὁρισθεῖσα KHa: ὁραισθεῖσα 35 τὰ μέγιστα Orelli ἱκανὴ μὲν οὖν καὶ ἡ χρῆσις ἡ κοινὴ συστῆσαι τὴν ἐνδεχομένην φύσιν·

οὐδεὶς γὰρ οὐδὲ τῶν ἐξ ἀνάγκης πάντα γίγνεσθαι λεγόντων ἐν τῷ ζῆν καὶ ταῖς κατὰ τὸν βίον ἐνεργείαις οὐ μαρτυρεῖ τῷ δύνασθαί τινα καὶ τῶν γιγνομένων μὴ γίγνεσθαι καὶ τῶν μὴ γιγνομένων γίγνεσθαι.

οὐ μὴν ἀλλὰ καὶ τῷ λόγῳ τοῦτο δεῖξαι ῥᾴδιον.

πολλὰ γὰρ τῶν γιγνομένων τὰ 162r μὲν ἀπὸ τύχης, τὰ δὲ ἀπὸ ταὐτομάτου γίγνεσθαι πεπίστευται, τὸ δ’ εἶναί τι καὶ ἐφ’ ἡμῖν οὕτως ἐναργές ἐστιν, ὡς μηδὲ τοὺς τὰ τῆς εἱμαρμένης ὡς ἀναγκαῖα πάνυ κρατύνειν πειρωμένους ἀντιβλέπειν δύνασθαι τῷδε τῷ δόγματι.

ἀλλὰ μὴν εἰ ἔστιν ἐφ’ ἡμῖν καὶ τοῦτο περὶ ταὐτά ἐστι, περὶ ἃ καὶ τὴν εἱμαρμένην εἶναι συμβέβηκεν, ἀναιρεῖται τὸ τὴν εἱμαρμένην ἀπαράβατόν τε καὶ ἀκώλυτον καὶ ἀναγκαῖον εἶναι·

ὧν γὰρ ἡμεῖς ἐσμεν ἀρχαὶ ἑλέσθαι τε καὶ μή, ταῦτα ἀδύνατον κατηναγκάσθαι λέγειν.

ἀλλὰ μὴν ἀνάγκη τοῖς λέγουσιν τὴν εἱμαρμένην εἶναι, περὶ ταὐτὰ λέγειν εἶναι, περὶ ἃ καὶ τὰ ἐφ’ ἡμῖν.

εἴτε γὰρ τὰ τέλη μόνα λέγοιεν καθ’ εἱμαρμένην γίγνεσθαι, εἴτε καὶ τὰς πράξεις, αἷς ἕπεσθαι τὰ τέλη συμβέβηκεν, ἀμφοτέρως ἀκολουθεῖ περὶ τὰ αὐτὰ λέγειν εἶναι τὴν εἱμαρμένην, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν.

εἰ μὲν οὖν καὶ τὰς πράξεις καθ’ εἱμαρμένην λέγοι τις, αὐτόθεν δῆλον τὸ κείμενον·

ἐν γὰρ ταύταις ἐστὶ καὶ τὸ ἐφ’ ἡμῖν·

εἰ δὲ τὰ τέλη μόνον, ὧν αἱ πράξεις χάριν, ἀκολουθεῖ δὲ ταῖς τοιαῖσδε πράξεσιν τὰ τοιάδε τέλη (οὐ γὰρ δὴ τοῖς ὁπωσοῦν πραχθεῖσιν ἕπεται ταὐτὸν τέλος), ἀνάγκη καὶ τὰς πράξεις, αἷς ἀκολουθήσει τὰ τοιαῦτα τέλη, καθειμάρθαι λέγειν.

οὐ γὰρ ἀκολουθήσει τὸ καθ’ εἱμαρμένην τέλος μὴ προηγησαμένων τῶν ἐπὶ τοῦτο ἀγουσῶν πράξεων.

καὶ τὸ ἐφ’ ἡμῖν δὲ περὶ ταῦτα·

ὅτι γάρ ἐστί τι ἐφ’ ἡμῖν, δῆλον καὶ ἐκ τῶνδ’ ἂν γένοιτο, εἴ γε δεῖ περὶ τῶν ἐναργῶν ἀποδείξεσιν χρῆσθαι·

ἔκ τε γὰρ τοῦ μηδὲν μὲν ⟨τῶν⟩ ὑπὸ τῆς φύσεως προηγουμένως γιγνομένων γίγνεσθαι μάτην, ἐν δὲ τοῖς ἀνθρώποις ὂν τὸ βουλεύεσθαι φύσει, ὂν δὲ καὶ προηγούμενον ἔργον τῆς φύσεως, εἴ γε τούτῳ δοκεῖ μάλιστα τῶν ἄλλων ζῴων ἄνθρωπος διαφέρειν, μάτην γίγνεσθαι, γεγονότος κενῶς εἰ μηδὲν ἐκ τῆς βουλῆς ὁ βουλευόμενος ἑλέσθαι κύριος, ἀλλὰ γὰρ ὡς ἔχοντες τοῦδε τὴν ἐξουσίαν αὐτοί γε ἐφ’ αὑτῶν βουλευόμεθα περὶ τῶν πρακτέων ἡμῖν, ἀλλ’ οὐκ εἴξαντες ταῖς φαντασίαις τοῖς ἀλόγοις τῶν ἄλλων ζῴων παραπλησίως αὐταῖς ἑπόμεθα, συμβούλους τε παρακαλοῦμεν, οὓς ἂν εἰδῶμεν πλέον τι δυναμένους ἡμῶν, εἰς τὴν κρίσιν τῶν προκειμένων, 1 καὶ om. Orelli fortasse ἐνδεχομένου cf. 184,32 3 τὸν om. Orelli 8 ἀναγκαία a πειρωμένους (in mg. προῃρημένους) VH: πειρωμένους KCa 9 τοῦ τὸ Ka ταὐτά scripsi cf.182,1: ταῦτα VKHCa παῤ ἃ Orelli 10 τὰ τὴν Orelli ἐπαράβατον a 13 ταὐτὰ scripsi: ταῦτα VKHCa 14 γίγνεσθαι καθ’ εἱμαρμένην λέγοιεν λέγοιμεν Orelli 16 εἶναι om. ka C? καὶ τὰ ἐφ’ Orelli 17 καὶ ante τὰς om. Orelli 19—20 μόνον—τέλη om. C 20—22 ἀνάγκη—εἱμαρμένην τέλος om. C 23 ὅτι γὰρ om. C 25 γὰρ i. e. λέγω cf. Ind. τε] cf. Ind. τῶν add. Bloch apud Orelli τῆς om. KCa 26 ante ἐν δὲ τοῖς ἀνθρώποις Blochio nonnulla excidisse videbantur, at omnia sana sunt,  dummodo γὰρ v. 25 recte interpretemur 27 ὂν δὲ VH: οὐδὲ K Ca 28 δοκεῖ τούτῳ KCa γίγνεται Orelli γεγονότος κενῶς del. Bloch 30 τοῦδε VKCa: τούτου H 33 ἡμῶν Orelli: ἡμῖν VCHKa καὶ τὴν αἵρεσιν συνάρασθαι.

ἤδη δὲ περὶ τῶν μειζόνων καὶ χαλεπωτέρων οὐκ ὀκνοῦμεν συμβούλους καὶ τοὺς θεοὺς παρακαλεῖν, ἀξιοῦντες παῤ αὐτῶν μαθεῖν ἢ διὰ χρησμῶν ἢ διὰ συμβούλων, ἢ δι’ ὀνείρων τινῶν, ὁπότερα χρὴ μᾶλλον ἡμᾶς ἑλέσθαι τῶν ζητουμένων.

ἱκαναὶ δὲ καὶ αἱ νομοθεσίαι τοῦτο συστῆσαι, ἐν αἷς διδασκαλίαις τέ τινων κελεύονται καὶ προστάσσεται τὰ ποιητέα, καὶ τιμῶνται μὲν οἱ πειθόμενοι τούτοις, κολάζονται δὲ οἱ μή.

ἀλλὰ μὴν ὄντος γέ τινος ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενόν ἐστιν, εἴ γε ἐφ’ ἡμῖν ἐστι τό τε πρᾶξαί τι καὶ τὸ μή.

τούτου δὲ ὄντος, ἀδύνατον ἀναγκαῖον εἶναι τὸ τῆς εἱμαρμένης ὂν ἐν τούτοις, ἐν οἷς καὶ τὸ ἐφ’ ἡμῖν ἔχει χώραν.

ἱκαναὶ δὲ καὶ αἱ πρὸς τοὺς θεοὺς εὐχαί, τῶν μὲν ἀποτροπήν τινων αἰτουμένων παῤ αὐτῶν, τῶν δὲ δόσιν ἀγαθῶν ὡς ὄντων τινῶν ἐνδεχομένων καὶ γενέσθαι καὶ μὴ διὰ τὴν ἡμετέραν αἴτησιν ὑπὸ τῶν θεῶν, συστῆσαι τὸ εἶναί τινα ἐνδεχόμενα.

ἀλλὰ μὴν καὶ ἐκ τῆς φυσικῆς συστάσεως τῶν ὄντων ἑκάστου τοῦθ’ οἷόν τε καταμαθεῖν.

ἡ γὰρ φύσις αὐτὴ τοῖς μὲν ἐξ ἀνάγκης οὖσίν τε καὶ γιγνομένοις οὐδεμίαν ἐπιτηδειότητα πρὸς ἀντικείμενον ἔδωκεν, τὴν δὲ ἀνεπιτηδειότητα πρὸς ἀδύνατα·

μάτην γὰρ ἕξειν ἤμελλεν τὴν ἐπιτηδειότητα πρὸς τὴν εἰς ταῦτα μεταβολήν, ὄντα καὶ ἀδύνατα ἄλλως ἔχειν.

ὁρῶμεν γὰρ ὅτι οὔτε τὸ πῦρ ἔχει δύναμιν ψυχρότητος ἐν αὐτῷ, οὔτε ἡ χιὼν μελανίας, οὔτε τὰ βαρέα κουφότητος, μένοντά γε ταῦτα ἐστιν, οὔτε τι τῶν ἀιδίων τοῦ φθαρῆναι.

οἷς δὲ οὐκ ἀναγκαῖον ἐν θατέρῳ τῶν ἀντικειμένων ἀφωρισμένως εἶναί τε καὶ μένειν, ταῦτα καὶ τῆς εἰς τὸ ἀντικείμενον μεταβολῆς ἐκ φύσεως ἔχει τὴν παρασκευήν.

τοιαῦτα τῶν ἐν γενέσει καὶ φθορᾷ πλεῖστα, οἷς μή ἐστι θάτερον τῶν ἀντικειμένων σύμφυτον·

ἕκαστον γὰρ αὐτῶν σἷόν τε τὰ ἀντικείμενα πάσχειν τε καὶ μή, τοῦτ’ ἐνδέχεται παθεῖν τε καὶ μὴ παθεῖν.

ὃ δὲ ἐνδέχεται μεταβάλλειν εἰς τὸ ἀντικείμενον, τοῦτο οὐκ ἔστιν ἐξ ἀνάγκης, ἐν ᾧ φθάσαν ἐστὶν αὐτῶν.

συνίστησιν δὲ τὸ μὴ πάντα ἐξ ἀνάγκης γίγνεσθαι τὰ γιγνόμενα τό τε ἐφ’ ἡμῖν, ὡς ἔφαμεν, καὶ ἡ τύχη.

ἱκανὴ διακόψαι τὴν συνέχειαν τῶν ἐν τάξει τινὶ γίγνεσθαι δοκούντων.

εἰ δὲ οὐδὲν μὲν ἧττον ἐναργὲς τῆς εἱμαρμένης τὸ εἶναί τι ἐφ’ ἡμῖν, καὶ τὸ γίγνεσθαι καὶ ἀπὸ τύχης πολλὰ καὶ ἀπὸ ταὐτομάτου, καὶ ὅλως ἐν τοῖς ἐν γενέσει, ἐν οἷς ἐστι καὶ ἡ εἱμαρμένη, εἶναι καὶ τὴν τοῦ ἐνδεχομένου φύσιν, τοῦτο δὲ ἀναιρεῖ τὸ ἀναγκαῖον, ἀδύνατον εἶναι τὴν εἱμαρμένην ἀναγκαῖόν τι καὶ παραβασθῆναι 1 συναίρασθαι V 3 fortasse συμβουλιῶν cf.185,21 4 τινῶν om. 5 συστῆσαι om. H fortasse διδασκαλίαι κελεύεται Orelli 8 τι om. 10 αἱ om. Ka 11 τινων supra τινα C 16 τήνδε a 17 ἔμελλε HCKa 18 ἐπιτηδειότητα ante δύναμιν del. K 19 μελανίας μελανίας a βουρέα a 20 ταῦτα Bloch: ταῦτά VHKCa οὕτε τι Orelli: οὔτε VKHCa οἷς δὲ scripsi: τοῖς δὲ VHKCa 21 ὑποκείμενον (in mg. ἀντικείμενον) ἀφωρισμένως HC: ἀφορισμένως VKa 22 ταῦτὰ H ἀντικείμονον a ἔχει scripsi: ἔχειν VKHCa 25 ἐνδέχεται VH: ἐνδέχεσθαι KCa: Blochius ante τοῦτ᾿  ἐνδέχεται nonnulla excidisse pultat, sed legendum videtur τουτέστι ἐνδέχεται cf. Al. de fato 165 r41 εἰ τὰ ἐξ ἀνάγκης ὄντα ἐν θατέρῳ οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ἐστι τὸ ἐναντίον, οὐκ ἐξ ἀνάγκης ἂν εἴη ἐν οἷς ἐστι τὰ καὶ τοῦ ἐναντίου αὐτοῖς δεκτικά. εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδεχομένως 26 ἐξ om. Ka 26 —27 ἐν ᾧ—ἀνάγκης om. 27 ἀνάγκην V 30 καὶ ante ἀπὸ om. C 32 ἡ om. C 33 παραβασθῆναι V: παραβαθῆναι HCKa μὴ δυνάμενον.

ἀλλὰ μὴν ὁμολογεῖται πάντα τὰ καθ’ εἱμαρμένην γιγνόμενα κατὰ τάξιν καὶ ἀκολουθίαν γίγνεσθαί τινα καί τι ἐφεξῆς ἔχειν ἐν αὐτοῖς.

οὐ γὰρ δὴ τοῖς ἀπὸ τύχης ὅμοια τὰ τῆς εἱμαρμένης·

ἐκεῖνα μὲν γὰρ ἄστατά τε καὶ σπανίως γιγνόμενα καὶ σχεδὸν ἀναίτια, τὸ δὲ καθ’ εἱμαρμένην πᾶν τοὐναντίον·

εἱρμὸν γοῦν αἰτίων αὐτήν φασιν εἶναι.

ἀλλ’ οὐδὲ τῷ κατὰ προαίρεσιν ταὐτὸν ἡ εἱμαρμένη δοκεῖ εἶναι·

διακόπτεσθαι γὰρ τὸ συνεχὲς αὐτῆς ὑφ’ ἡμῶν καὶ τῆς ἡμετέρας προαιρέσεως πολλάκις.

ἀλλὰ μὴν ἐν τοῖς γενητοῖς τε καὶ φθαρτοῖς ταῦτα ὁρῶμεν αἴτια παρὰ τὴν συνιστᾶσαν φύσιν αὐτὰ καὶ δημιουργοῦσαν, προαίρεσίν τε καὶ τὸ αὐτόματον καὶ τὴν τύχην (οὐ γὰρ ἐν τούτοις τὸ κατὰ τέχνην), ὧν οὐδενὶ ταὐτὸν τὸ τῆς εἱμαρμένης εἶναι δοκεῖ. λείπεται ἄρα τὴν εἱμαρμένην μηδὲν ἄλλο ἢ τὴν οἰκείαν εἶναι φύσιν ἑκάστου.

οὐ γὰρ δὴ ἐν τῷ καθόλου 162v καὶ κοινῷ τὸ τῆς εἱμαρμένης, οἷον ἁπλῶς ζῴων, ἀνθρώπων, ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα, Σωκράτῃ τε καὶ Καλλίᾳ. ἐν δὲ τούτοις ἡ ἰδία φύσις ἀρχὴ καὶ αἰτία, τοιάδε οὖσα, τῆς κατὰ ταῦτα γιγνομένης τάξεως.

ἀπὸ γὰρ ταύτης ὡς ἐπὶ τὸ πᾶν καὶ οἱ βίοι καὶ αἱ τῶν βίων γίγνονται καταστροφαί, μὴ ἐμποδισθείσης ὑπό τινων.

ὁρῶμεν γάρ, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε ἐκ φύσεως εἶναι καὶ ἐν νόσοις γίγνεται καὶ ἐν φθοραῖς, ἀκολούθως τῇ φυσικῇ συστάσει.

οὐ μὴν ἐξ ἀνάγκης·

ἱκαναὶ γὰρ ἐκκροῦσαι τήνδε τὴν τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ πρόσταξις ἰατρῶν, καὶ συμβουλίαι θεῶν.

κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γιγνομένας καὶ τὰς πράξεις καὶ τὰς προαιρέσεις καὶ τοὺς βίους.

ἦθος γὰρ ἀνθρώπων κατὰ τὸν Ἠράκλειτον, δαιμών, τουτέστι φύσις.

ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν καὶ τὰς πράξεις καὶ τοὺς βίους καὶ τὰς τῶν βίων καταστροφὰς ἀκολουθεῖν συμβέβηκεν.

τῶν μὲν γὰρ ἁψιμάχων καὶ φιλοκινδύνων φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον, αὕτη γὰρ εἱμαρμένη τε καὶ φύσις αὐτῶν, τῷ δὲ ἀκολάστῳ καὶ ἐν ἡδοναῖς ζῶντι ὁ ἐν ταῖς ἀκρασίαις·

καὶ τῷ καρτερικῷ ὁ δι’ ὑπερβολῆς πόνων καὶ κακοπαθειῶν, τῷ δὲ ἀνελευθέρῳ ὁ ἐκ τῆς περὶ τὸ ἀδιάφορον σπουδῆς, δι᾿  ἣν καὶ ἀδικοῦσιν καὶ αὑτῶν ὀλιγωροῦσιν καὶ πονοῦσιν ὑπὲρ τὴν δύναμιν·

διὰ τοῦτο γοῦν εἰώθασιν καὶ ἐπιλέγειν τοῖς τοιούτοις, ὡς αὐτὸς αὑτῷ γέγονεν αἴτιος τοῦ θανάτου.

τοιούτου δὲ ὄντος τοῦ καθ’ εἱμαρμένην οὔτε τὴν μαντικὴν ἐροῦμεν ἄχρηστον ἔτι, προορωμένην τε τὸ κατὰ φύσιν ἀποβησόμενον καὶ βοηθοῦσαν διὰ τοῦ συμβουλεύειν τε καὶ κελεύειν ἐνίστασθαι τῇ τῆς φύσεως χείρονος ἀκολουθίᾳ.

ἀλλ’ οὐδ’ ἡ τῆς τύχης ἀναιρεθήσεται 3 αὑτοῖς scripsi: αὐτοῖς VHCKa 5 αὐτὴν εἶναί φασιν C 6 τῷ VHC: τῶν Ka 8 γεννητοῖς CKa 9 συνιστᾶσαν Ka: συστᾶσαν VH: συνιστωσαν C 12 φύσιν εἶναι 13 fortasse ζῴῳ, ἀνθρώπῳ 14 Σωκράτει HKa Καλλία a 15 οὖσα V: οὔσης HKCa κατὰ ταῦτα H: ταυτὰ Va: κατ’ αὐτὰ K 19 ἱκανῶς Ka 20 πρόσταξις H: προστάξις a: προστάξεις K, fortasse recte cf. A1. de fato164r38 24 τὸ om. 0relli 26 ἀψιμάχων a 28 αὐτῶν (i. mg. αὐτοῦ) H: αὐτοῦ VKCa 29 καὶ post πόνων om. Ka 31 καὶ post ἣν om. Orelli αὐτῶν KHa 31—33 διὰ—θανάτου in mg. suppl. 32 αὐτῷ Ka 35 τε om. C φύσις, ἀλλ’ ἕξει τινῶν αἰτίαν συμπίπτουσαν τοῖς γιγνομένοις κατὰ προαίρεσιν.

ἔτι δὲ μᾶλλον τὸ θεῖον καὶ αἱ ἐκ τούτου βοήθειαι, καὶ αἱ παῤ ἡμῶν εὐχαί τε καὶ δεήσεις τὴν οἰκείαν χώραν φυλάξουσιν, ὄντος τοῦ τῆς εἱμαρμένης τοιούτου.

ὁμολογήσει δὲ τούτοις καὶ τὸ λεγόμενον, ὅτι πολλὰ καὶ παρὰ μοῖραν γίγνεται καὶ παρὰ τὴν εἱμαρμένην, ὥς που καὶ ὁ ποιητὴς ἐμφαίνει λέγων μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄιδος εἰσαφίκηαι.

συνίσταιτο δ’ ἂν ἥδε ἡ δόξα καὶ ὑπὸ τοὺς μάντεις, ἐν οἷς προλέγουσιν μὴ πάντα ἐπιτυγχάνειν.

εἰ δὲ μὴ τήνδε τὴν δόξαν περὶ τῆς εἱμαρμένης τοὺς ἀνθρώπους ἔχειν συμβέβηκεν, θαυμαστὸν οὐδέν.

οἱ γὰρ πολλοὶ τοῖς μὲν τύποις οὐ κακῶς περὶ τῶν πραγμάτων στοχάζονται, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ ἐν τῷ διορίζειν τε καὶ ἐξακριβοῦν πολλὰ διαμαρτάνουσιν.

τὸ μὲν γὰρ φύσεως, τὸ δὲ ἐπιστήμης ἔργον.

ἤδη δὲ τοῦ τῆς εἱμαρμένης ὀνόματος Ἀριστοτέλης μνημονεύει καὶ ἐν τῷ πρώτῳ τῶν Μετεωρολογουμένων οὕτως·

ἀλλὰ πάντων τούτων αἴτιον ὑποληπτέον ὅτι γίγνεται διὰ χρόνων εἱμαρμένων, οἷον ἐν ταῖς κατ’ ἐνιαυτὸν ὥραις χειμών, οὕτω περιόδου τινὸς μεγάλης μέγας χειμών.

” ἔοικεν δὲ διά τε τούτων τὴν εἱμαρμένην τὴν φύσιν λέγειν (οὗτοι γὰρ εἱμαρμένοι χρόνοι, χειμών τε καὶ τῶν ἄλλων, οἳ φυσικὰς τὰς ἀνταποδόσεις ἔχοντες οὐκ ἔχουσιν αὐτὰς ἀπαραβάτους καὶ κατηναγκασμένας), ἀλλὰ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς’ Ἀκροάσεως οὕτως πάλιν εἱμαρμένης μνημονεύει·

ἆῤ οὖν καὶ γενέσεις εἰσὶ βίαιοι καὶ οὐχ εἱμαρμέναι, αἷς ἐναντίαι αἱ κατὰ φύσιν.

δι’ ὧν πάλιν, ὅτι τῷ τῆς εἱμαρμένης ὀνόματι ἐπὶ τῶν κατὰ φύσιν γιγνομένων χρῆται, γνώριμον.

εἰ γὰρ μὴ τῷ εἱμαρμένῳ ἐναντίον φησὶν εἶναι τὸ κατὰ φύσιν, τῷ δὲ παρὰ τὴν εἱμαρμένην τὸ καθ’ εἱμαρμένην ἐναντίον, ταὐτὸν ἂν εἴη τῷ κατὰ φύσιν τὸ καθ’ εἱμαρμένην.

οὐ γὰρ δὴ πλείω οἷόν τε ἑνὶ ὄντι τῷ μὴ καθ’ εἱμαρμένην ἐναντία λέγειν εἶναι, τό τε καθ’ εἱμαρμένην, προδήλως ὂν ἐναν αὐτῷ, καὶ τὸ κατὰ φύσιν ἄλλο ὂν τοῦ καθ’ εἱμαρμένην.

φανερώτατα δὲ θεόφραστος δείκνυσιν ταὐτὸν ὂν τὸ καθ’ εἱμαρμένην τῷ κατὰ φύσιν ἐν τῷ Καλλισθένει, καὶ Πολύζηλος δὲ ἐν τῷ οὕτως ἐπιγραφομένῳ Περὶ εἱμαρμένης συγγράμματι.

1 αἰτίαν Bloch: αἰτίων VKCHa συμπίπτει Oelli 2 αἱ ἐκ KHa: ὡς ἐκ C: ἐκ V 3—4 τῶν τῆς C 5 τὴν om. II ὁ ποιητὴς] Hom. Il. 20,336 6 λέγων om. 7 ὑπερμοῖραν V 8 συνίσται Ka fortasse ὑπὸ ⟨τοῦ⟩ 9 τήνδε om. C 11 τῷ καθ᾿  KCa 14 ἐν τῷ πρώτῳ τῶν Μετεωρολογου Ar. met. 1,14 352a28 μετεορωλογουμένων V 15 ὑπολείπεται 0relli 17 μέγας Aristoteles: μέγα H: μέρος VKHa τῆς εἱμαρμένες K 18 χειμῶν V 19 οὐκ ἔχοντες C αὐτοὺς CKa τε καὶ Orelli 20 ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς Ἀκροάσεως] Ar. ausc. phys. 5,5 230a32 22 ἡ del. 0relli τῷ om. 24 φησιν εἶναι ἐναντίον H 28 μὴ ἄλλο 0relli 30 καλλεισθένει V