Fragmenta alia antiqua Dorotheus of Sidon Hermann Koechly Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg1337.tlg003.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2016 Harvard College Library United States Apotelesmaticorum qui feruntur libri VI accedunt Dorothei et Annubionis fragmenta astrologica Hermann Koechly Dorotheus of Sidon Teubner Leipzig 1858 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek Latin
ΕΚ ΤΩΝ ΔΩΡΟΘΕΟΥ.

Ἡφαιστίωνος τοῦ Θηβαίου ἐκ τοῦ πρώτο περὶ τῶν καταρχῶν: ἐκ τῶν Δωροθέου.

Κριός.

Ἀρχαίη Βαβυλὼν Τυρίου Βήλοιο πόλισμα, ὕστατα δʼ Ἀρραβίης, γείτων χθονὸς Αἰγύπτοιο.

Ταῦρος.

Θηρὶ δʼ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε, ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.

Δίδυμοι.

Ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε, ἠδέ τε Περαιβῶν καὶ Φοινίκων θεοτεύκτων.

Καρκίνος.

Τῷ δʼ ὕπο Θρηίκων τε καὶ Αἰθιόπων κλίμα κεῖται.

Λέων.

Τῷ δʼ ὑπόκει θ᾿ Ἑλλὰς Φρυγίη δʼἅμα καὶ στόμα Πόντου.

Παρθένος.

δʼ ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι, καὶ δρυὸς ὠγυγίης ἄκῤ Ἀρκάδες ἄνδρες ἔδοντες, καὶ βαθυδινήταο μέγας ῥόος Ὠκεανοῖο, καὶ κλίμʼ Ἀχαιικὸν ἔσκε Λακωνίδος ἠδὲ Λακώνων.

Ζυγός.

κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπʼ αὐτάς.

Σκορπίος.

ὑπὸ δʼ αὐτῷ ἔπλετο πᾶσα Καρχηδὼν Τυρίης Διδοῦς ὕπο δωμηθεῖσα, Ἄμμωνος Λιβύη, σύν τʼ οἴδματι Σικελίη χθών.

Τοξότης.

Ἔστρωται δʼ ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχί τε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς· τῷ δʼ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος. Ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων.

Κριός.

Ἓ δʼ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ τὰς πρώτας, μετέπειτα δʼ ἴσας λάχεν ἡ Κυθέρεια, ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.

Ταῦρος.

Ὀκτὼ δʼ ἔλλαχε τὰς πρώτας μοίρας Κυθέρεια ἐν τούτῳ· Στίλβων δὲ μετʼ αὐτὴν ἔλλαχε μοίρας δὶς τρεῖς, καὶ Φαέθων ἔλαχʼ ὀπτώ, πέντε δὲ Φαίνων· τὰς δʼ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.

Δίδυμοι.

Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας, τὰς δʼ ἴσας Φαέθων, τριτάτη Παφίη λάχε πέντε, ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δʼ αὖ Φαίνων μετέπειτα.

Καρκίνος.

Ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος ἐν τούτῳ, μετέπειτα καὶ ἓξ λάχεν ἡ Κυθέρεια, τὰς δʼ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετʼ αὐτόν, δὶς δὲ δύω πυμάτας ἔλαχε Κρόνος ἀγκυλομήτης.

Δέων.

Ἓξ δʼ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ, πέντε δʼ ἔχει Παφίη· Φαίνων δʼ ἔχει ἑπτὰ μετ᾿ αὐτήν, ἓξ δʼ ἔχει Ἑρμείας, πυμάτας δʼ ἓξ ἔλλαχεν Ἄρης.

Παρθένος.

Ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων πάλι ταύτης, καὶ δέκα Κύπρις ἔχει μοίρας, Φαέθων δὲ μετʼ αὐτὴν τέσσαρας, ἑπτὰ δʼ Ἄρης· πυμάτας δύο δʼ ἔλλαχε Φαίνων.

Ζυγός.

Ἕξ δʼ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ, ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος, ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δʼ ἴσας λάχεν ἑπτά· τὰς δʼ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.

Σκορπίος.

Ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου, τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων, μετέπειτα πέντε Ζεὺς φαέθων, πυμάτας δʼ ἓξ ἔλλαχε Φαίνων.

Τοξότης.

Δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου, πέντε δέ τοι Παφίη· τρίτατος στίλβων μετὰ τούσδε τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε· τὰς δʼ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.

Αἰγόκερως.

Ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας, ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια, Φαίνων δὶς δύʼ ἔχει, πυμάτας δʼ Ἄρης ἴσα τούτῳ.

Ὑδροχόος.

Ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν· εἶτα μετʼ αὐτὸν ἓξ μοίρας Κύπρις· Φαέθων μετέπειτα λάχʼ ἑπτά, πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε.

Ἰχθύες.

Δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας, δὶς δὲ δύω Φαέθων, Στίλβων τρεῖς, ἐννέα Θοῦρος· τὰς δʼ ὑπολειπομένας δισσὰς Φαίνων λάχε μοίρας.

Δωροθέου περὶ τριγώνων.

Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτὴρ ἤματος Ἠελίοιο, Διὸς δέ τε νυκτὸς ἔασιν ἀλλάγδην· αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν Ταύρου· Παρθενικῆς δὲ καὶ Αἰγόκερω κρατέουσιν ἤματος Ἀφρογενής, νυκτὸς δέ τε δῖα Σελήνη, καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων· ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον. ἐν Διδύμοις Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργειφόντης· τούτων δʼ ὑστατίην Κρονίδης μοιρήσατο τάξιν. Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους Ἰχθύας ἠματίη Κύπρις. Πυρόεις δέ τε νυκτός, καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.

Τοῦ αὐτοῦ ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες.

Αἱρετοὶ ἐκ τούτων μᾶλλον Κρόνος εἰν Ὑδροχῆι, Ζεὺς δʼ ἐνὶ Τοξευτῇ, καὶ Σκορπίῳ ἥδεται Ἄρης· Κύπρις δʼ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ Ἑρμείας· εἷς δʼ ἔστι δόμος φωστῆρος ἑκάστου.

Τοῦ αὐτοῦ περὶ ὑψωμάτων.

Ἡέλιος Κριοῖο κατʼ ἐννέα καὶ δέκα μοίρας ὑψοῦται, Μὴνη δὲ περὶ τριτάτην Ταύροιο, εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος· Αἰγίοχος δὲ Καρκίνου ἐν δεκαπέντε, καθʼ ἑβδομάδας δὲ τετάρτας Ἄρης Αἰγόκερω, περὶ δʼ ἐννέα τρισσάκι Κύπρις Ἰχθύσι, Παρθενικῆς δὲ τρίτην κατὰ πεντάδα Ἑρμῆς· αἱ δὲ ταπεινώσεις ὑψώμασιν ἐν διαμέτρῳ.