Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Ι. Ἔζησεν Ἁβραὰμ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἔτη
ἐν τετραοδίῳ τῆς δρυὸς
τῆς Μαμβρῆ, τοὺς πάντας ὑπεδέχετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε
καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους καὶ ξένους, γείτονας καὶ
παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος
Ἁβραάμ. ἔφθασεν δὲ καὶ ἐπὶ τοῦτον τὸ
κοινόν καὶ ἀπαραίτητον
τοῦ θανάτου πικρόν ποτήριον, καὶ τὸ ἄδηλον τοῦ βίου πέρας.
προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον αὐτοῦ Μιχαὴλ εἶπεν
πρὸς αὐτόν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς Ἁβραὰμ, καὶ εἰπὲ αὐτὸν
περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν
πραγμάτων αὐτοῦ·
ὅτι ηὐλόγησα αὐτὸν ὡς τοὺς ἀστέρας
ἄπελθε πρὸς τὸν Ἁβραὰμ, τὸν ἠγαπημένον
μου φίλον, καὶ ἀνάγγειλον αὐτῷ περὶ τοῦ θανάτου αὐτοῦ, καὶ πληροφόρησον
αὐτὸν ὅτι Μέλλεις ἐν τῷ καιρῷ τούτῳ ἐξέρχεσθαι ἐκ τοῦ ματαίου κόσμου
τούτου καὶ μέλλεις ἐκδημεῖν ἐκ τοῦ σάματος καὶ πρός τὸν ἴδιον δεσπότην
ἐλεύσῃ ἐν ἀγαθοῖς.
ΙΙ. ἐξελθών δὲ ὁ ἀρχιστράτηγος ἐκ προσώπου τοῦ θεοῦ κατῆλθεν πρὸς τὸν
Ἁβραὰμ ἐπὶ τὴν δρῦν τὴν Μαμβρῆ, καὶ εὗρεν τὸν δίκαιον Ἁβραὰμ ἐπὶ τὴν
χώραν ἔγγιστα, ζεύγη βοῶν ἀροτριασμοῦ παρεδρεύοντα μετὰ τοὺς υἱοὺς Μασὲκ
καὶ ἑτέροις παισὶν τὸν ἀριθμὸν δώδεκα·
καὶ ἰδοὺ ὁ
ἀρχιστράτηγος ἤρχετο πρὸς αὐτόν· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν ἀρχιστράτηγον
Μιχαὴλ μηκόθεν ἐρχόμενον, δίκην στρατιώτου εὐπρεπεστάτου, ἀναστάς τοίνυν
ὁ Ἁβραὰμ ὑπήντησεν αὐτῷ καθότι .καὶ ἔθος εἶχεν, τοῖς ἐπιξένοις πᾶσιν
προϋπαντῶν καὶ ὑποδεχόμενος· ὁ δὲ ἀρχιστράτηγος
προχαιρετίσας αὐτὸν εἶπεν· Χαῖρε, τιμιώτατε πάτερ, δικαία ψυχὴ ἐκλεκτὴ
τοῦ θεοῦ, φίλε γνήσιε τοῦ ἐπουρανίου. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν
ἀρχιστράτηγον· Χαῖρε, τιμιώτατε στρατιώτα, ἡλιόρατε καὶ πανευπρεπέστατε
ὑπὲρ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπον· καλῶς
ἥκεις· τούτου
χάριν αἰτοῦμαι τῆς σῆς παρουσίας πόθεν ἧκεν τὸ νέον τῆς ἠλικίας σου;
δίδαξόν με τὸν σὸν ἱκέτην, πόθεν καὶ ἐκ ποίας στρατιᾶς καὶ ἐκ ποίας ὁδοῦ
παραγέγονεν τὸ σὸν κάλλος; ὁ δὲ ἀρχιστράτηγος ἔφη· Ἐγὼ, δίκαιε Ἁβραὰμ,
ἀπὸ τῆς μεγάλης πόλεως ἔρχομαι· παρὰ
τοῦ μεγάλου βασιλέως
ἀπεστάλην διαδοχήν φίλου αὐτοῦ γνησίου κομιζόμενος, ὅτι καὶ αὐτὸν ὁ
βασιλεὺς προσκαλεῖται. καὶ ὁ Ἁβραὰμ εἶπεν· Δεῦρο, κύριέ μου, πορεύθητι
τῶν ἵππων καὶ ἐνέγκατε δύο ἵππους εὐμενεῖς καὶ ἡμέρους
δεδαμασμένους ὅπως ἐγκαθεσθῶμεν ἐγώ τε καὶ ὁ ἄνθρωπος οὗτος ὁ ἐπίξενος.
καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Μὴ, κύριέ μου Ἁβραὰμ, μὴ ἐνέγκωσιν ἵππους,
ὅτι ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζῴου τετραπόδου ποτέ· μὴ γὰρ ὁ
ἐμὸς βασιλεὺς οὐκ ἦν πλούσιος ἐν ἐμπορίᾳ πολλῇ, ἔχων
ἐξουσίαν καὶ ἀνθρώποις καὶ κτήνεσιν παντοίοις; ἀλλʼ ἐγὼ ἀπέχομαι τούτου,
τοῦ μὴ καθίσαι ἐπὶ ζώου τετραπόδου ποτέ· ἀπέλθωμεν οὖν, δικαία ψυχή,
πεζεύοντες ἕως τοῦ οἴκου σου μετεωριζόμενοι. καὶ εἶπεν Ἁβραάμ· Ἀμὴν,
γέοιτο.
III. ἀπερχομένων δὲ αὐτῶν ἀπὸ τοῦ ἀγροῦ πρὸς τὸν αὐτοῦ, κατὰ τῆς ὁδοῦ
ἐκείνης ἵστατο δένδρον κυπάρισσος· καὶ κατὰ πρόσταξιν τοῦ θεοῦ ἐβόησεν
τὸ δένδρον ἀνθρωπίνῃ φωνῇ, καὶ εἶπεν· Ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς
ὁ προσκαλούμενος αὐτὸν τοῖς ἀγαπῶσιν αὐτόν. ἔκρυψεν δὲ
Ἁβραὰμ τὸ μυστήριον, νομίσας ὅτι ὁ ἀρχιστράτηγος τὴν φωνὴν τοῦ δένδρου
οὐκ ἤκουσεν. ἐλθόντες δὲ πλησίον τοῦ οἴκου ἐν τῇ αὐλῇ ἐκαθέσθησαν· καὶ
ἰδὼν ὁ Ἰσαὰκ τὴν πρόσωψιν τοῦ ἀγγέλου εἶπεν πρὸς Σάρραν τὴν
μητέρα αὐτοῦ· Κυρία μου μῆτερ, ἰδοὺ ὁ ἄνθρωπος ὁ καθεζόμενος μετὰ τοῦ
πατρός μου Ἁβραὰμ υἱὸς οὐκ ἔστιν ἀπὸ τοῦ γένους τῶν κατοικούντων ἐπὶ τῆς
γῆς. καὶ ἔδραμεν Ἰσαὰκ, καὶ προσεκύνησεν αὐτὸν καὶ προσέπεσεν τοῖς ποσὶν
τοῦ ἀσωμάτου· καὶ ὁ ἀσώματος ηὐλόγησεν αὐτὸν
καὶ εἶπεν·
Χαρίσεταί σοι κύριος ὁ θεὸς τὴν ἐπαγγελίαν αὐτοῦ ἣν ἐπηγγείλατο τῷ πατρί
σου Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, καὶ χαρίσεταί σοι καὶ τὴν τιμίαν εὐχὴν
τοῦ πατρός σου καὶ τῆς μητρός σου. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν
αὐτοῦ· Τέκνον Ἰσαὰκ, ἄντλησον ὕδωρ
πόδας τοῦ ἀρχιστρατήγου Μιχαήλ·
ἐκινήθησαν δὲ τὰ σπλάγχνα τοῦ Ἁβραὰμ καὶ ἐδάκρυσεν ἐπὶ τὸν ξένον. ἰδὼν
δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτός· ἰδὼν δὲ ὁ
ἀρχιστράτηγος αὐτοὺς κλαίοντας συνεδάκρυσεν καὶ αὐτὸς μετʼ αὐτῶν, καὶ
ἔπιπτον τὰ δάκρυα τοῦ
ἀρχιστρατήγου ἐπὶ τῆς λεκάνης εἰς τὸ
ὕδωρ τοῦ νιπτῆρος, καὶ ἐγένοντο λίθοι πολύτιμοι· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸ
θαῦμα καὶ ἐκπλαγεὶς ἔλαβεν τοὺς λίθους κρυφαίως καὶ ἔκρυψεν τὸ
μυστήριον, μόνος ἔχων ἐν τῇ καρδίᾳ αὐτοῦ.
IV. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ·
Ἄπελθε, υἱέ
μου ἀγαπητὲ, εἰς τὸ ταμεῖον τοῦ τρικλίνου καὶ καλλώπισον αὐτό· στρῶσον
δὲ ἡμῖν ἐκεῖ δύο κλινάρια, ἕνα ἐμὸν καὶ ἕνα τοῦ ἀνθρώπου τούτου τοῦ
ἐπιξενισθέντος ἡμῖν σήμερον· ἑτοίμασον δὲ ἡμῖν ἐκεῖ δίφρον καὶ λυχνίαν
καὶ τράπεζαν ἐν ἀφθονίᾳ παντὸς ἀγαθοῦ· καλλώπισον τὸ
οἴκημα, τέκνον, καὶ ὑφάπλωσον σινδόνας καὶ πορφύραν καὶ βύσσον· θυμίασον
πᾶν τίμιον καὶ ἔνδοξον θυμίαμα, καὶ βοτάνας εὐόσμους ἐκ τοῦ παραδείσου
ἐνέγκας πλήρωσον τὸν οἶκον ἡμῶν· ἄναψον λύχνους ἑπτὰ διελαίους ὅπως
εὐφρανθῶμεν, ὅτι ὁ ἀνὴρ οὗτος ὁ ἐπιξενισθεὶς ἡμῖν
σήμερον
ἐνδοξότερος ὑπάρχει βασιλέων καὶ ἀρχόντων, ὅτι καὶ ἡ ὅρασις αὐτοῦ
ὑπερφέρει πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ὁ δὲ Ἰσαὰκ ἡτοίμασεν πάντα
καλώς· παραλαβὼν δὲ Ἁβραὰμ τὸν ἀρχάγγελον Μιχαὴλ, ἀνῆλθεν ἐν τῷ οἰκήματι
τοῦ τρικλίνου, καὶ ἐκαθέσθησαν ἀμφότεροι ἐπὶ τὰ
κλινάρια,
μέσον δὲ αὐτῶν προῆγε τράπεζαν ἐν ἀφθονίᾳ παντός ἀγαθοῦ. ἐγερθεὶς οὖν ὁ
ἀρχιστράτηγος ἐξῆλθεν ἔξω, ὡς δῆθεν γαστρὸς χρείᾳ ὕδατος χύσιν ποιῆσαι,
καὶ ἀνῆλθεν εἰς τὸν οὐρανόν ἐν ῥιπῇ ὀφθαλμοῦ καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ,
καὶ εἶπεν πρὸς αὐτόν· Δέσποτα κύριε, ἵνα
παντὸς πονηροῦ πράγματος· καὶ νῦν γίνωσκε, κύριε, ὅτι ἑγὼ
τὴν μνείαν τοῦ θανάτου ἀναγγεῖλαι οὐ δύναμαι. ὁ δὲ κύριος εἶπεν·
Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς τὸν φίλον μου Ἁβραὰμ, καὶ ὅτι ἐὰν
λέγῃ σοι, τοῦτο καὶ ποίει. καὶ ὅτι ἐὰν ἐσθίῃ, ἔσθιε καὶ σὺ μετʼ αὐτοῦ·
ἐγὼ δὲ ἐπιβαλῶ
τὸ πνεῦμά μου τὸ ἅγιον ἐπὶ τὸν υἱὸν αὐτοῦ
Ἰσαὰκ, καὶ ῥίψω τὴν μνήμην τοῦ θανάτου αὐτοῦ εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ,
ἵνα καὶ αὐτὸς ἐν ὀνείρῳ θεάσηται τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Ἰσαὰκ
δὲ ἀναγγελεῖ τὸ ὅραμα, σὺ δὲ διακρινεῖς· καὶ αὐτὸς γνώσεται τὸ τέλος
αὐτοῦ. καὶ ὁ
ἀρχιστράτηγος εἶπεν· Κύριε, πάντα τὰ ἐπουράνια
πνεύματα ὑπάρχουσιν ἀσώματα, καὶ οὔτε ἐσθίουσιν οὔτε πίνουσιν καὶ οὗτος
δὲ ἐμοὶ τράπεζαν παρέθετο ἐν ἀφθονίᾳ πάντων ἀγαθῶν τῶν ἐπιγείων καὶ
φθαρτῶν· καὶ νῦν, κύριε, τί ποιήσω; πῶς διαλάθωμαι τοῦτον, καθήμενος ἐν
μιᾷ
τραπέζῃ μετʼ αὐτοῦ; ὁ δὲ κύριος εἶπεν· Κάτελθε πρὸς
αὐτὸν, καὶ περὶ τούτου μή σοι μελείτω· καθεζομένου γὰρ σοῦ μετʼ αὐτοῦ
ἐγὼ ἀποστελῶ ἐπί σε πνεῦμα παμφάγον, καὶ ἀναλίσκει ἐκ τῶν χειρῶν σου καὶ
διὰ τοῦ στόματός σου πάντα τὰ ἐπὶ τῆς τραπέζης· καὶ συνευφράνθητι μετʼ
αὐτοῦ ἐν πᾶσιν· μόνον τὰ τοῦ ὁράματος διακρινεῖς καλῶς
ὅπως ἂν γνώσεται Ἁβραὰμ τὴν τοῦ θανάτου δρεπάνην, καὶ τὸ τοῦ βίου ἄδηλον
πέρας, καὶ ἵνα ποιήσῃ διάταξιν περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῦ, ὅτι
ηὐλόγησα αὐτὸν ὑπὲρ ἄμμον θαλάσσης, καὶ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
V. τότε ὁ ἀρχιστράτηγος κατῆλθεν εἰς τὸν οἶκον τοῦ Ἁβραὰμ καὶ ἐκαθέσθη
μετʼ αὐτοῦ ἐν τῇ τραπέζῃ, Ἰσαὰκ δὲ ὑπηρέτει αὐτοῖς· τελεσθέντος δὲ τοῦ
δείπνου ἐποίησεν Ἁβραὰμ τὴν κατὰ ἔθος εὐχὴν, καὶ ὁ ἀρχάγγελος ηὔχετο
μετʼ αὐτοῦ, καὶ ἀνεπαύσαντο ἕκαστος εἰς τὴν κλίνην
τῷ σῷ τρικλίνῳ καὶ ἀναπαύσαι ἐν τῇ
κλίνῃ σου, ἵνα μὴ γινώμεθα ἐπιβαρεῖς τῷ ἀνθρώπῳ τούτῳ. τότε Ἰσαὰκ λαβὼν
τὴν εὐχὴν παρʼ αὐτῶν, καὶ εὐλογήσας, ἀπῆλθεν ἐν τῷ ἰδίῳ τρικλίνῳ καὶ
ἀνέπεσεν ἐπὶ τὴν κλινὴν αὐτοῦ· ἔρριψεν δὲ ὁ θεὸς τὴν μνήμην τοῦ θανάτου
εἰς τὴν καρδίαν
τοῦ Ἰσαὰκ ὡς ἐν ὀνείροις· καὶ περὶ ὥραν
τρίτην τῆς νυκτὸς διυπνισθεὶς Ἰσαὰκ ἀνέστη ἀπὸ τῆς κλίνης αὐτοῦ καὶ
ἦλθεν δρομαίως ἕως τοῦ τρικλίνου ἔνθα ὁ πατὴρ αὐτοῦ ἦν κοιμώμενος μετὰ
τοῦ ἀρχαγγέλου. φθάσας οὖν Ἰσαὰκ πρὸς τὴν θύραν ἔκραζεν λέγων· Πάτερ
Ἁβραὰμ, ἀναστὰς
ἄνοιξόν μοι ταχέως, ὅπως εἰσέλθω καὶ
κρεμασθῶ ἐν τῷ τραχήλῳ σου καὶ ἀσπάσωμαί σε πρὶν ἤ σε ἀροῦσιν ἀπʼ ἐμοῦ.
ἀναστὰς οὖν Ἁβραὰμ ἤνοιξεν αὐτῷ· εἰσελθὼν δὲ Ἰσαὰκ ἐκρεμάσθη ἐπὶ τὸν
τράχηλον αὐτοῦ, καὶ ἤρξατο κλαίειν φωνῇ μεγάλῃ. συγκινηθεὶς οὖν τὰ
σπλάγχνα ὁ
Ἁβραὰμ ἔκλαυσεν καὶ αὐτὸς μετʼ αὐτοῦ φωνῇ
μεγάλῃ· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός·
Σάρρα δὲ ὑπάρχουσα ἐν τῇ σκηνῇ αὐτῆς ἤκουσεν τοῦ κλαυθμοῦ αὐτῶν καὶ
ἠλθεν δρομαία ἐπʼ αὐτοὺς, καὶ εὖρεν αὐτοὺς περιπλακομένους καὶ
κλαίοντας· καὶ εἶπεν
Σάρρα μετὰ κλαυθμοῦ· Κύριέ μου Ἁβραὰμ,
τί ἐστιν τοῦτο ὅτι κλαίετε; ἀνάγγειλόν μοι, κύριέ μου, μὴ οὗτος ὁ
ἀδελφὸς ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον φάσιν ἤνεγκέν σοι περὶ τοῦ ἀδελφιδοῦ
σου Λὼτ, ὅτι ἀπέθανεν, καὶ διὰ τοῦτο πενθεῖτε οὕτως; ὑπολαβὼν δὲ ὁ
ἀρχιστράτηγος εἶπεν πρὸς
αὐτήν· Οὐχὶ, ἀδελφὴ Σάρρα, οὐκ
ἔστιν οὕτως ὡς σὺ λέγεις· ἀλλὰ ὁ υἱός σου Ἰσαὰκ, ὡς ἐμοὶ δοκεῖ, ὄνειρον
ἐθεάσατο,
VI. ἀκούσασα δὲ Σάρρα τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ ἀρχιστρατήγου, εὐθὺς
ἐγνώρισεν ὅτι ἄγγελος κυρίου
ἐστὶν ὁ λαλῶν· συννεύει οὖν ἡ
Σάρρα τὸν Ἁβραὰμ τὰ πρὸς τὴν θύραν ἔξω ἐλθεῖν, καὶ λέγει αὐτῷ· Κύριέ μου
Ἁβραὰμ, σὺ γινώσκεις τίς ἐστιν οὗτος ὁ ἀνήρ; εἶπεν δὲ Ἁβραάμ· Οὐ
γινώσκω. εἶπεν δὲ Σάρρα· Ἐπίστασαι, κύριέ μου, τοὺς τρεῖς ἄνδρας τοὺς
ἐπουρανίους τοὺς ἐπιξενισθέντας
ἐν τῇ σκηνῇ ἡμῶν παρὰ τὴν
δρῦν τὴν Μαμβρῆ ὅτε ἔσφαξας τὸν μόσχον τὸν ἄμωμον καὶ παρέθηκας αὐτοῖς
τράπεζαν· δαπανηθέντων δὲ τῶν κρεάτων, ἠγέρθη πάλιν ὁ μόσχος καὶ
ἐθήλαζεν τὴν μητέρα αὐτοῦ ἐν ἀγαλλιάσει· οὐκ οἶδας, κύριέ μου Ἁβραὰμ,
ὅτι καὶ καρπὸν κοιλίας
ἐξ ἐπαγγελίας ἡμῖν ἐδωρήσαντο τὸν
Ἰσαάκ; ἐκ γὰρ τῶν τριῶν ἁγίων ἀνδρῶν ἐκείνων οὗτος ἐστὶν ὁ εἶς ἐξ αὐτῶν.
εἶπεν δὲ Ἁβραάμ· Ὦ Σάρρα, τοῦτο ἀληθὲς εἴρηκας· δόξα καὶ εὐλογία παρὰ
θεοῦ καὶ πατρός· καὶ γὰρ ἐγὼ τῇ ὀψὲ βραδείᾳ, ὅτε ἔνιπτον τοὺς πόδας
αὐτοῦ ἐν τῇ
λεκάνῃ τοῦ νιπτῆρος εἶπον ἐν τῇ καρδίᾳ μου·
Οὗτοι οἱ πόδες ἐκ τῶν τριῶν ἀνδρῶν εἰσὶν οὓς ἔνιψα τότε. καὶ τὰ δάκρυα
αὐτοῦ ὀψὲ ἐν τῷ νιπτῆρι πίπτοντα ἐγένοντο λίθοι τίμιοι. καὶ ἐκβαλὼν ἐκ
τοῦ κόλπου αὐτοῦ δέδωκεν αὐτὰ τῇ Σάρρᾳ, λέγων· Εἰ ἀπιστεῖς μοι, νῦν
θέασαι ταῦτα.
λαβοῦσα δὲ αὐτὰ ἡ Σάρρα προσεκύνησεν καὶ
ἠσπόσατο καὶ εἶπεν· Δόξα τῷ θεῷ τῷ δεικνύοντι ἡμῖν θαυμάσια· καὶ νῦν
γίνωσκε, κύριέ μου Ἁβραάμ, ὅτι ἀποκάλυψίς τινος ἔργου ἐστὶν ἐν ἡμῖν, κἄν
τε πονηρὸν κἄν τε ἀγαθόν.
VII. καταλιπὼν δὲ Ἁβραὰμ τὴν Σάρραν εἰσῆλθεν ἐν τῷ τρικλίνῳ καὶ εἶπεν
πρὸς Ἰσαάκ· Δεῦρο υἱέ μου ἀγαπητέ, ἀνάςγγειλόν μοι τὴν ἀλήθειαν, τί τὰ
ὁραθέντα καὶ τί πέπονθας ὅτι οὕτω δρομαίως εἰσῆλθες πρὸς ἡμᾶς; ὑπολαβὼν
δὲ Ἰσαὰκ ἤρξατο λέγειν· Εἶδον ἐγὼ, κύριέ μου,
τῇ νυκτὶ
ταύτῃ τὸν ἥλιον καὶ τὴν σελήνην ὑπεράνω τῆς
τὸν ἥλιον ἀπὸ τῆς κεφαλῆς μου, καὶ
ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὅθεν καὶ ἐξῆλθεν· ἐγὼ δὲ ἐλυπήθην μεγάλως ὅτι
ἔλαβεν τὸν ἥλιον ἀπʼ ἐμοῦ· καὶ μετʼ ὀλίγον ὡς ἔτι ἐμοῦ λυπουμένου καὶ
ἀδημονοῦντος, εἶδον τὸν ἄνδρα ἐκεῖνον ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ
ἐξελθόντα· καὶ ἔλαβεν ἀπʼ ἐμοῦ
καὶ τὴν σελήνην ἐκ τῆς
κεφαλῆς μου· ἔκλαυσα δὲ μεγάλως καὶ παρεκάλεσα τὸν ἄνδρα ἐκεῖνον τὸν
φωτοφόρον καὶ εἶπον· Μὴ, κύριέ μου, μὴ ἄρῇς τὴν δόξαν μου ἀπʼ ἐμοῦ,
ἐλέησόν με καὶ εἰσάκουσόν μου· καὶ κἂν τὸν ἥλιον ἄρας ἀπʼ ἐμοῦ, κἂν τὴν
σελήνην ἔασον ἐπʼ ἐμέ. αὐτὸς δὲ εἶπεν·
Ἄφες ἀναληφθῆναι
αὐτοὺς πρὸς τὸν ἄνω βασιλέα, ὅτι θέλει αὐτοὺς ἐκεῖ. καὶ ἦρεν αὐτοὺς ἀπʼ
ἐμοῦ, τὰς δὲ ἀκτῖνας ἔασεν ἐπʼ ἐμέ. εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον,
δίκαιε Ἁβραάμ· ὁ ἥλιος ὃν ἑώρακεν ὁ παῖς σου, σὺ εἶ, ὁ πατὴρ αὐτοῦ· καὶ
ἡ σελήνη ὁμοίως ἡ μήτηρ αὐτοῦ Σάρρα
ὑπάρχουσα· ὁ δὲ ἀνὴρ ὁ
φωτοφόρος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὗτός ἐστιν ὁ ἐκ τοῦ θεοῦ
ἀποσταλεὶς, ὁ μέλλων λαβεῖν τὴν δικαίαν σου ψυχήν ἀπό σου. καὶ νῦν
γίνωσκε, τιμιώτατε Ἁβραὰμ, ὅτι μέλλεις ἐν τῷ καιρῷ τούτῳ καταλιπεῖν τὸν
κοσμικόν βίον καὶ πρὸς τὸν θεὸν ἐκδημεῖν.
εἶπεν δὲ Ἁβραὰμ
πρὸς τὸν ἀρχιστράτηγον· Ὦ θαῦμα θαυμάτων καινότερον ! καὶ λοιπὸν σὺ εἶ ὁ
μέλλων λαβεῖν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ; λέγει αὐτῷ ὁ ἀρχιστράτηγος· Ἐγώ
εἰμι Μιχαὴλ ὁ ἀρχιστράτηγος ὁ παρεστηκώς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην
πρός σε ὅπος ἀναςγγείλω
ὅπερ
κελεύεις ποίησον.
VIII. ὁ δὲ ἀρχιστράτηγος ἀκούσας τὸ ῥῆμα τοῦτο, εὐθέως ἀφανὴς ἐγένετο·
καὶ ἀνελθὼν εἰς τὸν οὐρανὸν ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν πάντα
ὅσα εἶδεν εἰς τὸν οἶκον Ἁβραάμ· εἶπεν δὲ καὶ τοῦτο ὁ ἀρχιστράτηγος πρὸς
τὸν δεσπότην ὅτι Καὶ τοῦτο λέγει ὁ φίλος σου Ἁβραὰμ ὅτι
Οὐ μή σοι ἀκολουθήσω, ἀλλʼ ὅπερ κελεύεις ποίησον· ἀρτίως
δέσποτα παντοκράτωρ, εἴ τι κελεύει ἡ σὴ δόξα καὶ ἡ βασιλεία ἡ ἀθάνατος;
εἶπεν δὲ ὁ θεὸς πρὸς τὸν ἀρχιστράτηγον Μιχαὴλ· Ἄπελθε πρός τὸν φίλον μου
Ἁβραὰμ ἔτι
ἅπαξ καὶ εἶπε αὐτῷ οὕτως· ὅτι Τάδε λέγει κύριος
ὁ θεός σου, ὁ εἰσαγαγών σε ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὁ εὐλογήσας σε ὑπὲρ
τὴν ἄμμον τῆς θαλάσσης καὶ ὑπὲρ τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ὁ διανοίξας
μήτραν Σάρρας τῆς στειρώσης καὶ χαρισάμενός σοι καρπὸν κοιλίας ἐν γήρει
τὸν Ἰσαάκ· Ἀμὴν
λέγω σοι ὅτι εὐλοῶν εὐλοήσω σε καὶ πληθύνον
πληθυνῶ τὸ σπέρμα σου, καὶ δώσω σοι πάντα ἵσα ἂν αἰτήσῃς παρʼ ἐμοῦ, ὅτι
ἐγώ εἰμι κύριος ὁ θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· σὺ δὲ τί
ἀνθέστηκας ἀπʼ ἐμοῦ καὶ τί ἐν σοὶ λύπη, ἀνάγγειλον· καὶ ἵνα τί
ἀνθέστηκας ἀπὸ τὸν
ἀρχάγγελόν μου Μιχαήλ; ἢ οὐκ οἶδας ὅτι
οἱ ἀπὸ Ἀδὰμ καὶ Εὔας πάντες ἀπέθανον; καὶ οὐδεὶς ἐκ τῶν προφητῶν τὸν
θάνατον ἐξέφυγεν· καὶ οὐδεὶς ἐκ τῶν βασιλευόντων ὑπάρχει ἀθάνατος·
οὐδεὶς ἐκ τῶν προπατόρων ἐξέφυγεν τὸ τοῦ θανάτου μυστήριον· πάντες
ἀπέθανον, πάντες ἐν τῷ
ᾄδῃ κατηλλάξαντο, πάντες τῇ τοῦ
θανάτου δρεπάνῃ συλλέγονται· ἐπὶ δέ σε οὐκ ἀπέστειλα θάνατον, οὐκ εἴασα
τὴν ἐκ τοῦ κόσμου μετάστασιν, καὶ ποιήσῃς
διάταξιν περὶ τοῦ οἴκου σου, καὶ περὶ πάντων τῶν ὑπαρχόντων σοι, καὶ
ὅπως εὐλογήσῃς τὸν Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητόν. καὶ νῦν γνώρισον ὅτι
μὴ θέλον λυπῆσαί σε ταῦτα πεποίηκα. καὶ ἵνα τί εἶπας πρὸς τὸν
ἀρχιστράτηγόν μου
ὅτι Οὐ μή σοι ἀκολουθήσω; ἵνα τί ταῦτα
εἴρηκας; καὶ οὐκ οἶδας ὅτι ἐὰν ἐάσω τὸν θάνατον καὶ ἐπέλθῃ σοι, τότε ἂν
εἶχον ἰδεῖν κἂν ἔρχῃ κἂν οὐκ ἔρχῃ;
IX. λαβὼν δὲ ὁ ἀρχιστράτηγος τὰς παραινέσεις τοῦ κυρίου κατῆλθεν πρὸς τὸν
Ἁβραάμ· καὶ ἰδὼν αὐτὸν ὁ
δίκαιος ἔπεσεν ἐπὶ πρόσωπον εἰς τὸ
ἔδαφος τῆς γῆς ὡς νεκρὸς, ὁ δὲ ἀρχιστράτηγος εἶπεν αὐτῷ πάντα ὅσα
ἤκουσεν παρὰ τοῦ ὑψίστου· τότε οὖν ὁ ὅσιος καὶ δίκαιος Ἁβραὰμ ἀναστὰς
μετὰ πολλῶν δακρύων προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκέτευεν
λέγων· Δέομαί σου, ἀρχιστράτηγε
τῶν ἄνω δυνάμεων, ἐπειδὴ
κατηξίωσας ὅλως αὐτὸς πρὸς ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου
καθεκάστην ἔρχεσθαι, παρακαλῶ σε καὶ νῦν, ἀρχιστράτηγε, τοῦ διακονῆσαί
μοι λόγον ἔτι ἅπαξ πρὸς τὸν ὕψιστον, καὶ ἐρεῖς αὐτῷ ὅτι Τάδε λέγει
Ἁβραὰμ ὁ οἰκέτης σου ὅτι
Κύριε, κύριε, ἐν παντὶ ἔργῳ καὶ
λόγῳ ὃ ᾐτησάμην σε εἰσήκουσάς μου, καὶ πάσαν τὴν βουλήν μου ἐπλήροσας·
καὶ νῦν, κύριε, οὐκ ἀνθίσταμαι τὸ σὸν κράτος, ὅτι κἀγὼ γινώσκω ὅτι οὐκ
εἰμὶ ἀθάνατος ἀλλὰ θνητός· ἐπειδὴ οὖν τῇ σῇ προστάξει πάντα ὑπείκει καὶ
φρίττει καὶ τρέμει ἀπὸ προσώπου
λόγου
ἑνὸς συνέστησας, δέσποτα, καὶ ὅτε ἴδω ταῦτα, τότε ἐὰν μεταβῶ τοῦ βίου
ἄλυπος ἔσομαι. ἀπῆλθεν οὖν πάλιν ὁ ἀρχιστράτηγος καὶ ἔστη ἐνώπιον τοῦ
θεοῦ καὶ ἀνήγγειλεν αὐτῷ πάντα, λέγων· Τάδε λέγει ὁ φίλος σου Ἁβραὰμ,
ὅτι Ἤθελον θεάσασθαι πάσαν τὴν οἰκουμένην ἐν τῇ ζωῇ μου,
πρὸ τοῦ ἀποθανεῖν με. ἀκούσας δὲ ταῦτα ὁ ὕψιστος, πάλιν κελεύει τὸν
ἀρχιστράτηγον Μιχαὴλ καὶ λέγει αὐτῷ· Λάβε νεφέλην φωτὸς, καὶ ἀγγέλους
τοὺς ἐπὶ τῶν ἀρμάτων τὴν ἐξουσίαν ἔχοντας, καὶ κατελθών λάβε τὸν δίκαιον
Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσον αὐτὸν εἰς
τὸν
αἰθέρα τοῦ οὐρανοῦ ὅπως ἴδῃ πᾶσαν τὴν οἰκουμένην.
X. καὶ κατελθών ὁ ἀρχάγγελος Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ ἅρματος
χερουβικοῦ καὶ ὕψωσεν αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὸν
ἐπὶ τῆς νεφέλης καὶ ἑξήκοντα ἀγγέλους καὶ ἀνήρχετο ὁ Ἁβραὰμ ἐπὶ ὀχήματος
ἐφʼ ὅλην τὴν οἰκουμένην· καὶ θεωρεῖ Ἁβραάμ τὸν κόσμον
καθὼς εἶχεν ἡ ἡμέρα ἐκείνη, ἄλλους μὲν ἀροτριῶντας, ἑτέρους
ἁμαξηγοῦντας, ἐν ἄλλῳ δὲ τόπῳ ποιμαινεύοντας, ἀλλαχοῦ ἀγραυλοῦντας, καὶ
ὀρχουμένους καὶ παίζοντας καὶ κιθαρίζοντας, ἐν ἄλλῳ δὲ τόπῳ παλαίοντας
καὶ
δικαζομένους, ἀλλαχοῦ κλαίοντας, ἔπειτα καὶ τεθνεῶτας
ἐν μνήματι ἀγομένους· εἶδεν δὲ καὶ νεονύμφους ὀψικευομένους· καὶ ἀπλῶς
εἰπεῖν, εἶδεν πάντα τὰ ἐν κόσμῳ γινόμενα, ἀγαθά τε καὶ πονηρά.
διερχόμενος οὖν ὁ Ἁβραὰμ εἶδεν ἄνδρας ξιφηφόρους, ἐν ταῖς χερσὶν αὐτῶν
κρατοῦντας ξίφη
ἠκονημένα, καὶ ἠρώτησεν Ἁβραὰμ τὸν
ἀρχιστράτηγον·
τῷ λόγῳ αὐτοῦ ἐξῆλθον θηρία ἐκ
τοῦ δρυμοῦ καὶ κατέφαγον αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἄνδρα μετὰ
γυναικός εἰς ἀλλήλους πορνεύοντας, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον
ὅπως χάνῃ ἡ γῆ καὶ καταπίῃ αὐτούς. καὶ εὐθὺς ἐδιχάσθη ἡ γῆ καὶ κατέπιεν
αὐτούς· καὶ εἶδεν εἰς ἕτερον
τόπον ἀνθρώπους διορύσσοντας
οἶκον καὶ ἁρπάζοντας ἀλλότρια πράγματα, καὶ εἶπεν· Κύριε, κύριε,
κέλευσον ἵνα κατέλθῃ πῦρ ἐξ οὐρανοῦ καὶ καταφάγῃ αὐτούς. καὶ ἅμα τῷ λόγῳ
αὐτοῦ κατῆλθεν πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς. καὶ εὐθέως ἦλθεν
φωνὴ ἐκ τοῦ οὐρανοῦ
πρὸς τὸν ἀρχιστράτηγον, λέγων οὕτως·
Κέλευσον, ὦ Μιχαὴλ ἀρχιστράτηγε, στῆναι τὸ ἅρμα, καὶ ἀπόστρεψον τὸν
Ἁβραάμ, ἵνα μὴ ἴδῃ πᾶσαν τὴν οἰκουμένην· ἢν γὰρ ἴδῃ πάντας τοὺς ἐν
ἁμαρτίᾳ διάγοντας, ἀπολέσει πᾶν τὸ ἀνάστημα· ἰδοὺ γὰρ ὁ Ἁβραὰμ οὐχ
ἥμαρτεν, καὶ τοὺς ἁμαρτωλοὺς
οὐκ ἐλεᾷ· ἐγὼ δὲ ἐποίησα τὸν
κόσμον, καὶ οὐ θέλω ἀπολέσαι ἐξ αὐτῶν οὐδένα, ἀναμένω δὲ τὸν θάνατον τοῦ
ἁμαρτωλοῦ, ἕως τοῦ ἐπιστρεψαι καὶ ζῇν αὐτόν· ἀνάγαγε δὲ τὸν Ἁβραάμ ἐν τῇ
πρώτῃ πύλῃ τοῦ οὐρανοῦ, ὅπως θεάσηται ἐκεῖ τὰς κρίσεις καὶ ἀνταποδόσεις,
καὶ μετανοήσῃ
ἐπὶ τὰς ψυχὰς τῶν ἁμαρτωλῶν ἃς ἀπάλεσεν.
XI. ἔστρεψεν δὲ ὁ Μιχαὴλ τὸ ἅρμα καὶ ἤνεγκε τὸν Ἁβραὰμ ἐπὶ τὴν ἀνατολὴν
ἐν τῇ πύλῃ τῇ πρώτῃ τοῦ οὐρανοῦ. καὶ εἶδεν Ἁβραὰμ δύο ὁδούς· ἡ μία ὁδὸς
στενὴ καὶ τεθλιμμένη καὶ ἡ ἑτέρα πλατεῖα καὶ εὐρύχορος
ἀνθρώπου ἐκείνου φοβερὰ, ὁμοία τοῦ δεσπότου· καὶ ἴδον ψυχὰς πολλάς
ἐλαυνομένας ὑπὸ ἀγγέλων καὶ διὰ τῆς πλατείας πύλης εἰσαγομένας, καὶ ἴδον
ἄλλας ψυχὰς ὀλίγας καὶ ἐφέροντο ὑπὸ ἀγγέλων διὰ τῆς στενῆς πύλης. καὶ
ὅτε ἐθεώρει ὁ θαυμάσιος ὁ ἐπὶ τοῦ χρυσοῦ θρόνου καθήμενος
διὰ τῆς στενῆς πύλης ὀλίγας εἰσερχομένας, διὰ δὲ τῆς πλατείας πολλὰς
εἰσερχομένας, εὐθὺς ὁ ἀνὴρ ἐκεῖνος ὁ θαυμάσιος ἥρπαξεν τὰς τρίχας τῆς
κεφαλῆς αὐτοῦ καὶ τὰς παρειὰς τοῦ πώγωνος αὐτοῦ καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ
ἀπὸ τοῦ θρόνου κλαίων καὶ ὀδυρόμενος· καὶ ὅτε ἐθεώρει
πολλὰς ψυχὰς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε ἀνίστατο ἀπὸ τῆς
γῆς καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν εὐφροσύνῃ πολλῇ χαίρων καὶ
ἀγαλλόμενος. ἠρώτησεν δὲ ὁ Ἁβραάμ τὸν ἀρχιστράτηγον· Κύριέ μου
ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ ἀνὴρ ὁ πανθαύμαστος, ὁ ἐν τοιαύτῃ δόξῃ
κοσμούμενος, καὶ ποτὲ μὲν κλαίει καὶ ὀδύρεται, ποτὲ δὲ
χαίρεται καὶ ἀγάλλεται; εἶπεν δὲ ὁ ἀσώματος· Οὗτός ἐστιν ὁ πρωτόπλαστος
Ἀδὰμ, ὁ ἐν τοιαύτῃ δόξῃ, καὶ βλέπει τὸν κόσμον, καθότι πάντες ἐξ αὐτοῦ
ἐγένοντο· καὶ ὅτε ἴδῃ ψυχάς πολλάς εἰσερχομένας διὰ τῆς στενῆς πύλης,
τότε ἀνίσταται καὶ κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ χαίρων
καὶ ἀγαλλόμενος ἐν εὐφροσύνῃ, ὅτι αὕτη ἡ πύλη ἡ στενὴ τῶν δικαίων
ἐστὶ
ὀδυρόμενος πικρῶς· διότι ἡ πύλη ἡ
πλατεῖα τῶν ἁμαρτωλῶν ἐστὶν, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ εἰς τὴν
κόλασιν τὴν αἰώνιον· καὶ διὰ τοῦτο ὁ πρωτόπλαστος Ἀδὰμ ἀπὸ τοῦ θρόνου
αὐτοῦ πίπτει κλαίων καὶ ὀδυρόμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν, διότι
πολλοί εἰσιν οἱ ἀπολλύμενοι,
ὀλίγοι δὲ οἱ σωζόμενοι· εἰς
γὰρ τὰς ἑπτὰ χιλιάδας μόλις εὑρίσκεται μία ψυχὴ σωζομένη δικαία καὶ
ἀμόλυντος.
XII. ἔτι δὲ ἐμοὶ ταῦτα λαλοῦντος ἰδοὺ δύο ἄγγελοι πύρινοι τῇ ὄψει καὶ
ἀνηλεεῖς τῇ γνώμῃ καὶ ἀπότομοι τῷ
βλέμματι, καὶ ἤλαυνον
μυριάδας ψυχὰς ἀνηλέως τύπτοντες αὐτοὺς ἐν πυρίναις χαρζαναῖς· καὶ μίαν
ψυχὴν ἐκράτει ὁ ἄγγελος· καὶ διήγαγον πάσας τὰς ψυχὰς εἰς τὴν πλατεῖαν
πύλην πρὸς τὴν ἀπώλειαν· ἠκολουθήσαμεν οὖν καὶ ἡμεῖς τοῖς ἀγγέλοις καὶ
ἤλθομεν ἔσωθεν τῆς πύλης ἐκείνης τῆς
πλατείας· καὶ ἐν μέσῳ
τῶν δύο πυλῶν ἵστατο θρόνος φοβερὸς ἐν εἴδει κρυστάλλου φοβεροῦ
ἐξαστράπτων ὡς πῦρ. καὶ ἐπʼ αὐτῷ ἐκάθητο ἀνὴρ θαύμαστος ἡλιόρατος ὅμοιος
υἱῷ θεοῦ. ἔμπροσθεν δὲ αὐτοῦ ἵστατο τράπεζα κρυσταλλοειδὴς ὅλος διὰ
χρυσοῦ καὶ βύσσου· ἐπάνω δὲ τῆς τραπέζης
ἐκάθητο
ἄγγγελος φωτοφόρος, κρατῶν ἐν τῇ χειρὶ αὐτοῦ ζυγόν·
τοῦ θρόνου, αὐτὸς ἔκρινεν καὶ ἀπεφῄνατο τὰς
ψυχάς· οἱ δὲ δύο ἄγγελοι οἱ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἀπεγράφοντο· ὁ μὲν
ἐκ δεξιῶν ἀπεγράφετο τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστερῶν τὰς ἁμαρτίας·
καὶ ὁ μὲν πρὸ προσώπου τῆς τραπέζης, ὁ τὸν ζυγὸν κατέχων, ἐζυγίαζεν τὰς
ψυχάς· καὶ ὁ πύρινος
ἄγγελος, ὁ τὸ πῦρ κατέχων, ἐδοκίμαζεν
τὰς ψυχάς. καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαήλ· Τί ἐστιν ταῦτα
ἃ θεωροῦμεν ἡμεῖς; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Ταῦτα ἅπερ βλέπεις, ὅσιε
Ἁβραὰμ, ἔστιν ἡ κρίσις καὶ ἀνταπόδοσις. καὶ ἰδοὺ ὁ ἄγγελος ὁ κρατῶν τὴν
ψυχὴν ἐν
τῇ χειρὶ αὐτοῦ, καὶ ἤνεγκεν αὐτὴν ἔμπροσθεν τοῦ
κριτοῦ. καὶ εἶπεν ὁ κριτὴς ἕνα τῶν ἀγγέλων τῶν καθυπουργούντον αὐτῷ·
Ἄνοιξόν μοι τὴν βίβλον ταύτην καὶ εὑρέ μοι τὰς ἁμαρτίας τῆς ψυχῆς
ταύτης. καὶ ἀνοίξας τὴν βίβλον εὗρεν αὐτῆς ζυγίας τὰς ἁμαρτίας καὶ τὰς
δικαιοσύνας ἐξ
ἴσου, καὶ οὔτε τοῖς βασανισταῖς ἐξέδωκεν
αὐτὴν οὔτε τοῖς σωζομένοις, ἀλλʼ ἔστησεν αὐτὴν εἰς τὸ μέσον.
XIII. καὶ εἶπεν Ἁβραάμ· Κύριέ μου ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ κριτὴς
ὁ πανθαύμαστος; καὶ τίνες οἱ
ὁ ἐπιλεγόμενος Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν ὁ
πονηρός· καὶ κάθηται ὧδε κρῖναι πᾶσαν τὴν κτίσιν καὶ ἐλέγχων δικαίους
καὶ ἁμαρτωλούς· διότι εἶπεν ὁ θεός· Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἀλλὰ πᾶς ἄνθρωπος
ἐξ ἀνθρώπου κριθήσεται· τούτου χάριν αὐτῷ δέδωκεν κρίσιν, κρῖναι τὸν
κόσμον μέχρι τῆς μεγάλης καὶ ἐνδόξου αὐτοῦ παρουσίας· καὶ
τότε, δίκαιε Ἁβραὰμ, γίνεται τελεία κρίσις καὶ ἀνταπόδοσις, αἰωνία καὶ
ἀμετάθετος, ἣν οὐδεὶς δύναται ἀνακρῖναι· πᾶς γὰρ ἄνθρωπος ἐκ τοῦ
πρωτοπλάστου γεγέννηται, καὶ διὰ τοῦτο ἐνταῦθα πρῶτον ἐκ τοῦ υἱοῦ αὐτοῦ
κρίνονται· καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ κριθήσονται ὑπὸ
τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ, καὶ πᾶσα πνοὴ καὶ πᾶσα κτίσις. τὸ δὲ
τρίτον, ὑπὸ τοῦ δεσπότου θεοῦ τῶν ἁπάντων κριθήσονται καὶ τότε λοιπὸν
τῆς κρίσεως ἐκείνης τὸ τέλος ἐγγὺς, καὶ φοβερὰ ἡ ἀπόφασις, καὶ ὁ λύων
οὐδείς· καὶ
λοιπὸν διὰ τριῶν βημάτων γίνεται ἡ κρίσις τοῦ
κόσμου καὶ ἡ ἀνταπόδοσις· καὶ διὰ τοῦτο ἐπὶ ἑνὸς ἡ δύο μαρτύρων οὐκ
ἀσφαλίζεται λόγος εἰς τέλος· ἀλλʼ ἐπὶ τριῶν μαρτύρων σταθήσεται πὰν
ῥῆμα. οἱ δὲ δύο ἄγγελοι ὁ ἐκ δεξιῶν
αὐτοῦ,
οὗτός ἐστιν ὁ Δοκιὴλ ὁ ἀρχάγγελος ὁ δίκαιος ζυγοστάτης, καὶ ζυγιάζει τὰς
δικαιοσύνας καὶ τὰς ἁμαρτίας ἐν δικαιοσύνῃ θεοῦ· ὁ δὲ πύρινος καὶ
ἀνιλέως ἄγγελος, ὁ κατέχων ἐν τῇ χειρὶ αὐτοῦ τὸ πῦρ, οὗτός ἐστιν Πυρουὴλ
ὁ ἀρχάγγελος ὁ ἐπὶ τοῦ πυρὸς ἔχων τὴν ἐξουσίαν, καὶ δοκιμάζει
τὰ τῶν ἀνθρώπων ἔργα διὰ πυρός· καὶ εἴ τινος τὸ ἔργον κατακαύσει τὸ
πῦρ, εὐθὺς λαμβάνει αὐτὸν ὁ ἄγγελος τῆς κρίσεως καὶ ἀποφέρει αὐτὸν εἰς
τὸν τόπον τῶν ἁμαρτωλῶν, πικρότατον κολαστήριον. εἴ τινος δὲ τὸ ἔργον τὸ
πῦρ δοκιμάσει καὶ μὴ ἅψεται αὐτοῦ, οὗτος δικαιοῦται, καὶ
λαμβάνει αὐτὸν ὁ τῆς δικαιοσύνης ἄγγελος καὶ ἀναφέρει αὐτὸν εἰς τὸ
σώζεσθαι ἐν τῷ κλήρῳ τῶν δικαίων· καὶ οὕτως, δικαιότατε Ἁβραὰμ, τὰ πάντα
ἐν πᾶσιν ἐν πυρὶ καὶ ζυγῷ δοκιμάζονται.
XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον·
Κύριέ μου
ἀρχιστράτηγε, τὴν ψυχὴν ἣν κατεῖχεν ὁ ἄγγελος ἐν τῇ χειρὶ αὐτοῦ, πῶς
κατεδικάσθη εἰς τὸ μέσον; εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον, δίκαιε
Ἁβραάμ· διότι εὗρεν ὁ κριτὴς τὰς ἁμαρτίας αὐτῆς καὶ τὰς δικαιοσύνας ἐξ
ἴσου, καὶ οὔτε εἰς κρίσιν ἐξέδοτο αὐτὴν οὔτε εἰς
τὸ
σώζεσθαι, ἕως οὗ ἔλθῃ ὁ κριτὴς τῶν ἁπάντων. εἶπεν δὲ Ἁβραὰμ
οὐκ εἶδον τὴν ψυχὴν
ἱσταμένην ἐκεῖσε. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν ἄγγελον· Ποῦ ἐστὶν ἡ ψυχὴ ἣν
ἐκράτεις εἰς τὸ μέσον; καὶ εἶπεν ὁ ἄγγελος· Σέσωται διὰ τῆς εὐχῆς σου
τῆς δικαίας, καὶ ἰδοὺ ἔλαβεν αὐτὴν ἄγγελος φωτοφόρος καὶ ἀνήνεγκεν αὐτὴν
ἐν τῷ παραδείσῳ. εἶπεν δὲ Ἁβραὰμ·
Δοξάζω τὸ ὄνομα τοῦ θεοῦ
τοῦ ὑψίστου καὶ τὸ ἔλεος αὐτοῦ τὸ ἀμέτρητον. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν
ἀρχιστράτηγον· Δέομαί σου, ἀρχάγγελε, εἰσάκουσον τῆς δεήσεώς μου, καὶ
παρακαλέσομεν ἔτι τὸν κύριον καὶ προσπέσωμεν τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ
δεηθῶμεν αὐτοῦ τοῦ ἐλέους ὑπὲρ τῶν
ψυχῶν τῶν ἁμαρτωλῶν
οὕσπερ ἐγώ ποτε κακοφρονήσας κατηρασάμην καὶ ἀπώλεσα, οὕσπερ κατέπιεν ἡ
γῆ καὶ οὓς διεμερίσαντο τὰ θηρία, καὶ οὕσπερ κατέφαγεν τὸ πῦρ διὰ τοὺς
ἐμοὺς λόγους· νῦν ἔγνωκα ἐγὼ ὅτι ἥμαρτον ἐνώπιον κυρίου τοῦ θεοῦ ἡμῶν·
δεῦρο, Μιχαὴλ ἀρχιστράτηγε τῶν
ἄνω δυνάμεων, δεῦρο
παρακαλέσωμεν τὸν θεὸν μετὰ δακρύων, ὅπως ἀφήσει μοι τὸ ἁμάρτημα καὶ
αὐτοὺς συγχωρήσει μοι. καὶ εἰσήκουσεν αὐτὸν ὁ ἀρχιστράτηγος καὶ ἐποίησαν
δέησιν ἐνώπιον τοῦ θεοῦ· ἐπὶ πολλὴν δὲ ὥραν παρακαλούντων αὐτῶν, ἦλθεν
φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα·
Ἁβραὰμ, Ἁβραὰμ, εἰσήκουσα τῆς
φωνῆς σου καὶ τῆς δεήσεώς σου καὶ ἀφίημί σοι τὴν ἁμαρτίαν, καὶ οὕσπερ σὺ
νομίζεις ὅτι ἀπώλεσα, ἐγὼ αὐτοὺς ἀνεκαλεσάμην καὶ εἰς ζωὴν αὐτοὺς ἤγαγον
δι᾿ ἄκραν ἀγαθότητα· διότι πρὸς
XV. εἶπεν δὲ καὶ τὸν ἀρχιστράτηγον ἡ φωνὴ τοῦ
κυρίου· Μιχαὴλ,
Μιχαὴλ, ὁ ἐμὸς λειτουργὸς, ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ,
ὅτι ἰδοὺ ἤγγικεν τὸ τέλος αὐτοῦ καὶ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ τελειοῦται,
ὅπως ποιήσει διάταξιν περὶ πάντων καὶ εἴθʼ οὕτως παράλαβε αὐτὸν καὶ
ἀνάγαγε πρός με. διαστρέψας δὲ ὁ ἀρχιστράτηγος
τὸ ἅρμα καὶ
τὴν νεφέλην, ἤγαγεν τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἀπελθὼν ἐν τῷ
τρικλίνῳ αὐτοῦ, ἐκάθισεν ἐπὶ τῆς κλίνης αὐτοῦ· ἦλθεν δὲ Σάρρα ἡ γυνὴ
αὐτοῦ καὶ περιεπλάκη τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκετεύουσα ἔλεγεν·
Εὐχαριστῶ σοι, κύριέ μου, ὅτι ἤνεγκας τὸν
κύριόν μου
Ἁβραάμ· ἰδοὺ γὰρ ἐνομίζομεν ἀναληφθῆναι ἀφʼ ἡμῶν. ἦλθεν δὲ καὶ Ἰσαὰκ ὁ
υἱὸς αὐτοῦ, καὶ περιεπλάκη ἐπὶ τὸν τράχηλον αὐτοῦ· ὁμοίως δὲ καὶ πάντες
οἱ δοῦλοι καὶ αἱ δουλίδες αὐτοῦ περιεκύκλωσαν κύκλῳ τὸν Ἁβραὰμ καὶ
περιεπλάκησαν αὐτὸν δοξάζοντες τὸν θεόν. εἶπεν δὲ
ὁ
ἀσώματος πρὸς αὐτόν· Ἄκουσον, δίκαιε Ἁβραάμ· ἰδοὺ ἡ γυνή σου Σάρρα, ἰδοὺ
καὶ ὁ ἠγαπημένος σου υἱὸς Ἰσαὰκ, ἰδοὺ καὶ πάντες οἱ παῖδες καὶ παιδίσκαι
σου κυκλῷ σου· ποίησον διάταξιν περὶ πάντων ὧν ἔχεις· ὅτι ἤγγικεν ἡ
ἡμέρα ἐν ᾗ μέλλεις ἐκ τοῦ σώματος ἐκδημεῖν καὶ ἔτι ἅπαξ
πρὸς τὸν κύριον ἔρχεσθαι. εἶπεν δὲ Ἁβραάμ· Ὁ κύριος εἶπεν, ἢ σὺ ἀφʼ
ἑαυτοῦ λέγεις ταῦτα; ὁ δὲ ἀρχιστράτηγος εἶπεν· Ἄκουσον δίκαιε Ἁβραάμ· ὁ
δεσπότης ἐκέλευσεν καὶ ἐγώ σοι λέγω. εἶπεν δὲ Ἁβραάμ· Οὐ μή σοι
ἀκολουθήσω. ἀκούσας δὲ ὁ ἀρχιστράτηγος τὸν λόγον τοῦτον, εὐθέως
ἐξῆλθεν ἐκ προσώπου τοῦ Ἁβραὰμ καὶ ἀνῆλθεν εἰς τοὺς
ἀνταπόδοσιν διὰ νεφέλης καὶ ἁρμάτων
ἔδειξα αὐτῷ, καὶ πάλιν λέγει ὅτι Οὐκ ἀκολουθῶ σοι. καὶ ὁ ὕψιστος ἔφη
πρὸς τὸν ἄγγελον· Εἰ καὶ πάλιν οὕτως λέγει ὁ φίλος μου Ἁβραὰμ ὅτι Οὐκ
ἀκολουθῶ σοι; ὁ δὲ ἀρχάγγελος εἶπεν· Κύριε παντοκράτορ, οὕτως λέγει· καὶ
ἐγὼ φείδομαι τοῦ
ἅψασθαι αὐτοῦ, ὅτι ἐξ ἀρχῆς φίλος σου
τυγχάνει καὶ πάντα τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησεν· καὶ οὐκ ἔστιν
ἄνθρωπος ὅμοιος αὐτοῦ ἐπὶ τῆς γῆς, οὐ κἂν Ἰὼβ ὁ θαυμάσιος ἄνθρωπος· καὶ
διὰ τοῦτο φείδομαι τοῦ ἅψασθαι αὐτοῦ· κέλευσον οὖν, ἀθάνατε βασιλεῦ, τί
ῥῆμα γενήσεται.
XVI. τότε ὁ ὕψιστος λέγει· Κάλεσόν μοι ὡδε τὸν θάνατον τὸν κεκλημένον τὸ
ἀναίσχυντον πρόσωπον καὶ ἀνέλεον βλέμμα. καὶ ἀπελθών Μιχαὴλ ὁ ἀσώματος
εἶπεν τῷ θανάτῳ· Δεῦρο, καλεῖ σε ὁ δεσςπότης τῆς κτίσεως, ὁ ἀθάνατος
βασιλεύς. ἀκούσας δὲ ὁ θάνατος ἔφριξεν καὶ
ἐτρόμαξεν δειλίᾳ
πολλῇ συνεχόμενος, καὶ ἐλθὼν μετὰ φόβου πολλοῦ ἔστη ἔμπροσθεν τοῦ
ἀοράτου πατρὸς, φρίττων στένων καὶ τρέμων, ἀπεκδεχόμενος τὴν κέλευσιν
τοῦ δεσπότου. λέγει οὖν ὁ ἀόρατος θεὸς πρὸς τὸν θάνατον· Δεῦρο, τὸ
πικρὸν καὶ ἄγριον τοῦ κόσμου ὄνομα, κρύψον
πρός
μεʼ ἀλλὰ καὶ νῦν λέγω σοι ὅτι μὴ ἐκφοβήσῃς αὐτὸν ἀλλὰ μετὰ κολακίας
τοῦτον παράλαβε, ὅτι φίλος μου γνήσιος ὑπάρχει. ταῦτα ἀκούσας ὁ θάνατος
ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ὑψίστου καὶ περιεβάλετο στολήν λαμπροτάτην καὶ
ἐποίησεν ὄψιν ἡλιόμορφον καὶ γέγονεν εὐπρεπὴς
καὶ ὡραῖος
ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀρχαγγέλου μορφήν περικείμενος, τάς
παρειὰς αὐτοῦ πυρὶ ἀστράπτων, καὶ ἀπῆλθεν πρὸς τὸν Ἀβραάμ. ὁ δὲ δίκαιος
Ἀβραὰμ ἐξῆλθεν ἐκ τοῦ τρικλίνου αὐτοῦ καὶ ἐκάθητο ὑποκάτω τῶν δένδρων
τῶν Μαμβρινῶν, τὴν σιαγόνα αὐτοῦ τῇ χειρὶ
κατέχων καὶ
ἐκδεχόμενος τὴν ἔλευσιν τοῦ ἀρχαγγέλου Μιχαήλ. καὶ ἰδοὺ ὀσμὴ εὐωδίας
ἤρχετο πρὸς αὐτὸν, καὶ φωτὸς ἀπαύγασμα περιστραφεὶς δὲ Ἀβραὰμ εἶδεν τὸν
θάνατον ἐρχόμενον πρὸς αὐτὸν ἐν πολλῇ δόξῃ καὶ ὡραιότητι· καὶ ἀναστὰς
Ἁβραὰμ ὑπήντησεν αὐτῷ, νομίζων
εἶναι τὸν ἀρχιστράτηγον τοῦ
θεοῦ· καὶ ἰδὼν αὐτὸν ὁ θάνατος προσεκύνησεν αὐτὸν λέγων· Χαίροις, τίμιε
Ἀβραὰμ, δικαία ψυχή, φίλε γνήσιε τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ τῶν ἀγίων
ἀγγέλων ὁμόσκηνε. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Χαίροις ἡλιόρατε,
ἡλιόμορφε, συλλήπτωρ ἐνδοξότατε,
φωτοφόρε, ἀνὴρ θαυμάσιε,
πόθεν ἥκει ἡ σὴ ἐνδοξότης πρὸς ἡμᾶς, καὶ τίς εἶ σὺ, καὶ πόθεν ἐλήλυθας;
λέγει οὖν ὁ θάνατος· Ἀβραὰμ δικαιότατε, ἰδοὺ λέγω σοι τὴν ἀλήθειαν· ἐγὼ
εἰμὶ τὸ πικρὸν τοῦ θανάτου ποτήριον.
δὲ ὁ θάνατος· Ἐγὼ γὰρ λέγω σοι
τὴν ἀλήθειαν· ὅπερ ὠνόμασέν με ὁ θεὸς, ἐκεῖνο καὶ λέγω σοι. εἶπεν δὲ
Ἁβραάμ· Εἰς τί ἐλήλυθας ὧδε; εἶπεν δὲ ὁ θάνατος· Διὰ τὴν σὴν ἁγίαν ψυχήν
παραγέγονα. λέγει οὖν Ἁβραάμ· Οἰδα τί λέγεις, ἀλλʼ οὐ μή σε ἀκολουθήσω.
ὁ δὲ θάνατος
ἐν σιωπῇ γενόμενος οὐκ ἀπεκρίθη αὐτῷ
λόγον.
XVII. ἀνέστη δὲ Ἁβραὰμ καὶ ἦλθεν εἰς τὸν οἶκον αὐτοῦ· ἠκολούθει δὲ καὶ ὁ
θάνατος ἕως ἐκεῖ· ἀνέβη δὲ Ἁβραὰμ εἰς τὸ τρίκλινον αὐτοῦ· ἀνέβη δὲ καὶ ὁ
θάνατος μετʼ αὐτοῦ· ἀνέπεσεν δὲ Ἁβραὰμ ἐπὶ τῆς κλίνης αὐτοῦ·
ἠλθεν δὲ καὶ ὁ θάνατος καὶ ἐκαθέσθη παρὰ τοὺς πόδας αὐτοῦ. εἶπεν δὲ
Ἁβραάμ· Ἄπελθε, ἄπελθε ἀπʼ ἐμοῦ, ὅτι θέλω ἀναπαύεσθαι ἐν τῇ κλίνῃ μου.
λέγει ὁ θάνατος· Οὐκ ἀναχωρῶ ἕως οὗ λάβω τὸ πνεῦμά σου ἀπό σου. λέγει
αὐτῷ Ἁβραάμ· Κατὰ τοῦ θεοῦ τοῦ ἀθανάτου σοι
λέγω ἵνα μοι
εἴπῃς τὸ ἀληθές· σὺ εἶ ὁ θάνατος; λέγει αὐτῷ ὁ θάνατος· Ἐγὼ εἰμὶ ὁ
θάνατος· ἑγὼ εἰμὶ ὁ τὸν κόσμον λυμαίνων. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου,
ἐπειδὴ σὺ εἶ ὁ θάνατος, ἀνάγγειλόν μοι, καὶ πρὸς πάντας οὕτως ἀπέρχῃ ἐν
εὐμορφίᾳ καὶ δόξῃ καὶ ὡραιότητι τοιαύτῃ; καὶ
ὁ θάνατος
εἶπεν· Οὐχὶ, κύριέ μου Ἁβραάμ· αἱ γὰρ δικαιοσύναι σου καὶ τὸ ἄμετρον
πέλαγος τῆς φιλοξενίας σου καὶ τὸ μέγεθος τῆς ἀγάπης σου τῆς πρὸς θεὸν
ἐγένετο
ἀνίλεῳ. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἐπάκουσόν μου καὶ
δεῖξόν μοι τὴν ἀγριότητά σου καὶ πᾶσαν τὴν σαπρίαν καὶ πικρίαν. καὶ
εἶπεν ὁ θάνατος· Οὐ μὴ δυνηθῇς θεάσασθαι τὴν ἐμὴν ἀγριότητα, δικαιότατε
Ἁβραάμ. εἶπεν δὲ Ἁβραάμ· Ναὶ, δυνήσομαι θεάσασθαί σου πᾶσαν τὴν
ἀγριότητα ἕνεκεν τοῦ ὀνόματος τοῦ θεοῦ τοῦ ζῶντος, ὅτι ἡ
δύναμις τοῦ θεοῦ μου τοῦ ἐπουρανίου μετʼ ἐμοῦ ἐστίν. τότε ὁ θάνατος
ἀπεδύσατο πᾶσαν αὐτοῦ τὴν ὡραιότητα καὶ τὸ κάλλος, καὶ πᾶσαν τὴν δόξαν
καὶ τὴν ἡλιόμορφον μορφὴν ἣν περιέκειτο, καὶ περιεβάλετο στολήν
τυραννικήν,
καὶ ἐποίησεν ὄψιν ζοφερὰν καὶ παντοίων θηρίων
ἀγριωτέραν καὶ πάσης ἀκαθαρσίας ἀκαθαρσιωτέραν· καὶ ἐπέδειξεν τῷ Ἁβραὰμ
κεφαλὰς δρακόντων πυρίνους ἑπτὰ, καὶ πρόσωπα δεκατέσσαρα, πυρὸς
φλογεστάτου καὶ πολλῆς ἀγριότητος, καὶ πρόσωπον σκοτοειδὲς καὶ πρόσωπον
ἐχίδνης
ζοφωδέστατον καὶ πρόσωπον κρημνοῦ φρικοωδεστάτου
καὶ πρόσωπον ἀσπίδος ἀγριώτερον καὶ πρόσωπον λέοντος φοβεροῦ καὶ
πρόσωπον κεραστοῦ καὶ βασιλίσκου· ἔδειξεν δὲ καὶ πρόσωπον ῥομφαίας
πυρίνης καὶ πρόσωπον ξιφηφόρον καὶ πρόσωπον ἀστραπῆς φοβερῶς ἐξαστράπτον
καὶ
ἦχος βροντῆς φοβερᾶς· ἔδειξεν δὲ καὶ ἕτερον πρόσωπον
θαλάσσης ἀγρίας κυματιζούσης καὶ ποταμὸν ἄγριον κοχλάζντα καὶ δράκοντα
τρικέφαλον φοβερὸν καὶ ποτήριον μεμεστωμένον φαρμάκων, καὶ ἁπλῶς εἰπεῖν
ἔδειξεν αὐτῷ πολλὴν ἀγριότητα καὶ πικρίαν ἀβάστακτον καὶ πᾶσαν
XVIII. καὶ ταῦτα οὕτως ἰδὼν ὁ πανίερος Ἁβραὰμ εἶπεν πρὸς τὸν θάνατον·
Δέομαί σου, πανώλεθρε θάνατε, κρύψον σου τήν ἀγριότητα καὶ περιβαλοῦ τήν
ὡραιότητα καὶ μορφὴν ἢν εἶχες τὸ πρότερον. εὐθέως δὲ ὁ θάνατος ἔκρυψεν
τὴν ἀγριότητα αὐτοῦ καὶ περιεβάλετο τὴν ὡραιότητα
αὐτοῦ ἣν
εἶχεν τὸ πρότερον. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Τί τοῦτο ἐποίησας,
ὅτι ἀπέκτεινας πάντας τοὺς παῖδας καὶ παιδίσκας μου; εἰ ὁ θεὸς ἕνεκεν
τούτου σε σήμερον ἀπέστειλεν ὧδε; καὶ ὁ θάνατος εἶπεν· Οὐχὶ, κύριέ μου
Ἁβραὰμ, οὐκ ἔστιν καθὼς σὺ λέγεις· ἀλλὰ διά
σε ἀπεστάλην
ἕως ὧδε. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Καὶ πῶς οὗτοι τεθνήκασιν; οὐ
κἂν ὁ κύριος εἶπεν; εἶπεν δὲ ὁ θάνατος· Πίστευσον, Ἁβραὰμ δικαιότατε,
ὅτι καὶ τοῦτο θαυμαστόν ἐστιν, ὅτι κἂν καὶ σὺ μετʼ αὐτῶν οὐχ ἡρπάφης·
ἀλλʼ ὅμως λέγω σοι τὴν ἀλήθειαν· καὶ γὰρ εἰ
μὴ ἦν ἡ δεξιὰ
χεὶρ τοῦ θεοῦ μετά σου ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ σὺ τοῦ βίου τούτου
ἀπαλλάξαι εἶχες. ὁ δὲ δίκαιος Ἁβραὰμ εἶπεν· Νῦν ἔγνωκα ἐγὼ ὅτι εἰς
ὀλιγωρίαν θανάτου ἠλθον, ὥστε ἐκλείπειν τὸ πνεῦμά μου· ἀλλὰ δέομαί σου,
πανώλεθρε θάνατε, ἐπειδή καὶ οἱ παῖδες ἀώρως τεθνήκασιν,
δεῦρο δεηθῶμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὅπως ἐπακούσῃ ἡμῶν καὶ ἀναστήσῃ τοὺς
ἀώρως τεθνήξαντας διὰ τῆς σῆς ἀγριότητος. καὶ εἶπεν ὁ θάνατος· Ἁμὴν
γένοιτο. ἀναστὰς οὖν ὁ Ἁβραὰμ ἔπεσεν ἐπὶ πρόσωπον τῆς γῆς προσευχόμενος
καὶ ὁ θάνατος μετʼ αὐτοῦ, καὶ ἀπέστειλεν ὁ θεὸς
πνεῦμα ζωῆς
ἐπὶ τοὺς τελευτήσαντας, καὶ ἀνεζωοποιήθησαν. τότε οὖν ὁ δίκαιος Ἁβραὰμ
ἔδωκεν δόξαν τῷ θεῷ.
XIX. καὶ ἀνελθών ἐν τῷ τρικλίνῳ αὐτοῦ, ἀνέπεσεν· ἐλθών δὲ καὶ ὁ θάνατος
ἔστη ἔμπροσθεν αὐτοῦ. εἶπεν δὲ
ὀργιλῷ τῷ
βλέμματι εἶπεν πρὸς τὸν θάνατον· Τίς ὁ προστάξας σοι ταῦτα λέγειν; σὺ
ἀφʼ ἑαυτοῦ λέγεις ταῦτα τὰ ῥήματα καυχώμενος, καὶ οὐ μή σε ἀκολουθήσω,
ἕως οὗ ὁ ἀρχιστράτηγος Μιχαὴλ ἔλθῃ πρός με καὶ ἀπέλθω μετʼ αὐτοῦ· ἀλλὰ
καὶ τοῦτο λέγω σοι, εἰ μὲν θέλεις ἵνα ἀκολουθήσω
σοι,
δίδαξόν με πάσας σου τὰς μεταμορφώσεις, τὰς ἑπτὰ κεφαλὰς τῶν δρακόντων
τὰς πυρίνας, καὶ τί τὸ πρόσωπον τοῦ κρημνοῦ, καὶ τίς ἡ ῥομφαία ἡ
ἀπότομος, καὶ τίς ὁ ποταμὸς ὁ μεγάλα κοχλάζων, καὶ τίς ἡ βεβορβορωμένη
θάλασσα ἡ ἀγρίως κυματίζουσα· δίδαξόν με καὶ
περὶ τῆς
βροντῆς τῆς ἀνυποφόρου καὶ τῆς φοβερᾶς ἀστραπῆς καὶ τί τὸ ποτήριον τὸ
δυσῶδες τὸ φάρμακα μεμεστωμένον· δίδαξόν με περὶ πάντων. καὶ ὁ θάνατος
εἶπεν· Ἄκουσον, δίκαιε Ἁβραὰμ, τοὺς ἑπτὰ αἰῶνας ἐγὼ λυμαίνω τὸν κόσμον
καὶ πάντας εἰς ἄδην κατάςγω, βασιλεῖς καὶ
ἄρχοντας,
πλουσίους καὶ πένητας, δούλους καὶ ἐλευθέρους εἰς πυθμένα ᾄδου
παραπέμπω· καὶ διὰ τοῦτο ἔδειξά σοι τὰς ἑπτὰ κεφαλάς τῶν δρακόντων· τὸ
δὲ πρόσωπον τοῦ πυρὸς ἔδειξά σοι, διότι πολλοὶ ὑπὸ πυρὸς κεκαυμένοι
τελευτῶσιν καὶ διὰ προσώπου πυρὸς τὸν θάνατον βλέπουσιν·
τὸ
δὲ πρόσωπον τοῦ κρημνοῦ ἔδειξά σοι διότι πολλοὶ τῶν ἀνθρώπων ἀπὸ ὕψους
δένδρων ἢ κρημνῶν φοβερῶν κατερχόμενοι, καὶ ἀνύπαρκτοι γινόμενοι,
τελευτῶσιν, καὶ εἰς τύπον κρημνοῦ φοβεροῦ θεωροῦσιν τὸν θάνατον· τὸ δὲ
πρόσωπον τῆς ῥομφαίας ἔδειξά σοι, διότι
πολλοὶ ἐν πολέμοις
ὑπὸ ῥομφαίας ἀναιροῦνται, καὶ θεωροῦσιν ἐν ῥομφαίᾳ τὸν θάνατον· τὸ δὲ
πρόσωπον τοῦ μεγάλου ποταμοῦ τοῦ κοχλάζοντος ἔδειξά σοι, διότι πολλοὶ
γεγονότες ὑποβρύχιοι γίνονται
θαλάσσιον θάνατον βλέποντες· τὴν δὲ βροντὴν τὴν ἀνυπόφορον καὶ τὴν
φοβεράν ἀστραπὴν ἔδειξά σοι διότι πολλοὶ τῶν ἀνθρώπων ἐν ὥρᾳ θυμοῦ
τυχόντες βροντῆς ἀνυποφόρου καὶ ἀστραπῆς φοβερᾶς ἐλθούσης ἐν ἁρπαγῇ
ἀνθρώπων γίνονται καὶ
οὕτως τὸν θάνατον βλέπουσιν· ἔδειξά
σοι καὶ θηρία ἰοβόλα, ἀσπίδας καὶ βασιλίσκους καὶ παρδάλεις καὶ λέοντας
καὶ σκύμνους καὶ ἄρκους καὶ ἐχίδνας καὶ ἁπλῶς εἰπεῖν παντὸς θηρίου
πρόσωπον ἔδειξά σοι, δικαιότατε, διότι πολλοὶ τῶν ἀνθρώπων ὑπὸ θηρίων
ἀναιροῦνται, ἕτεροι
δὲ ὑπὸ ὄφεων ἰοβόλων
παραλόγως.
XX. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἔστιν καὶ παράλογος θάνατος; ἀνάγγειλόν
μοι. λέγει ὁ θάνατος· Ἀμὴν ἀμὴν, λέγω σοι ἐν ἀληθείᾳ θεοῦ, ὅτι
ἑβδομήκοντα δύο εἰσὶν θάνατοι· καὶ εἶς μὲν θάνατος ὑπάρχει ὁ δίκαιος ὁ
ἔχων
ὅρον· καὶ πολλοὶ τῶν ἀνθρώπων παρὰ μίαν ὥραν εἰς
θάνατον ἔρχονται παραδιδόμενοι τῷ τάφῳ· ἰδοὺ γὰρ ἀνήγγειλά σοι πάντα ὅσα
ᾐτήσω· ἄρτι λέγω σοι, δικαιότατε Ἁβραὰμ, ἄφησαι πᾶσαν βουλὴν καὶ
κατάλιπε τοῦ ἐρωτᾷν
οὗ γὰρ ἐθεασάμην σε τοῖς ὀφθαλμοῖς μου, ἡ ἰσχύς μου ἐξέλιπεν, πάντα δὲ
τὰ μέλη τῆς σαρκός μου δίκην μολύβδου βάρος μοι φαίνονται, καὶ τὸ πνεῦμά
μου ἐπὶ πολὺ ταλανίζεται. μεταστῆθι ἐν ὀλίγοις· εἶπον γὰρ, οὐχ ὑποφέρω
θεωρεῖν σου τὸ εἶδος. ἠλθεν δὲ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ
καὶ
ἔπεσεν ἐπὶ τὸ στῆθος αὐτοῦ κλαίων· ἦλθεν δὲ καὶ ἡ γυνὴ αὐτοῦ Σάρρα καὶ
περιεπλάκη τοῖς ποσὶν αὐτοῦ ὀδυρομένη πικρῶς. ἤλθοσαν καὶ πάντες οἱ
δοῦλοι αὐτοῦ καὶ αἱ δοῦλαι καὶ περιεκύκλουν τὴν κλίνην αὐτοῦ ὀδυρόμενοι
σφόδρα. ὁ δὲ Ἁβραὰμ ἦλθεν εἰς ὀλιγωρίαν θανάτου·
καὶ εἶπεν
ὁ θάνατος πρὸς τὸν Ἁβραάμ· Δεῦρο ἄσπασαι τὴν δεξιάν μου· καὶ ἔλθῃ σοι
ἱλαρότης καὶ ζωὴ καὶ δύναμις. πεπλάνηκεν γὰρ τὸν Ἁβραὰμ ὁ θάνατος· καὶ
ἠσπάσατο τὴν χεῖρα αὐτοῦ, καὶ εὐθέως ἐκολλᾶτο ἡ ψυχὴ αὐτοῦ ἐν τῇ χειρὶ
τοῦ θανάτου· καὶ εὐθέως παρέστη Μιχαὴλ ὁ
ἀρχάγγελος μετὰ
πλήθους ἀγγέλων, καὶ ᾖραν τὴν τιμίαν αὐτοῦ ψυχὴν ἐν ταῖς χερσὶν αὐτῶν ἐν
σινδόνι θεοῦφαντῷ· καὶ μυρίσμασι θεοπνεύστοις καὶ ἀρώμασιν ἐκήδευσαν τὸ
σῶμα τοῦ δικαίου Ἁβραὰμ ἕως τρίτης ἡμέρας τῆς τελειώσεως αὐτοῦ, καὶ
ἔθαψαν αὐτὸν ἐν τῇ γῇ τῆς ἐπαγγελίας,
ἐν τῇ δρυῒ τῇ Μαμβρῆ,
τήν τε τιμίαν αὐτοῦ ψυχὴν ὠψίκευον οἱ ἄγγελοι καὶ ἀνήρχοντο εἰς τὸν
οὐρανὸν ψάλλοντες τὸν τρισάγιον ὕμνον τῷ δεσπότῃ τῶν ὅλων θεῷ, καὶ
ἔστησαν αὐτὴν εἰς προσκύνησιν τοῦ θεοῦ καὶ πατρός· καὶ δὴ πολλῆς
ἀνυμνήσεως καὶ δοξολογίας γενομένης πρὸς
κύριον,
προσκυνήσαντος δὲ τοῦ Ἁβραὰμ, ἦλθεν ἡ ἄχραντος φωνὴ τοῦ θεοῦ καὶ πατρὸς
λέγουσα οὕτως· Ἄρατε οὖν τὸν μεθʼ οὗ
καὶ ἡμεῖς, ἀδελφοί μου ἀγαπητοὶ,
τοῦ πατριάρχου Ἁβραὰμ
τὴν φιλοξενίαν μιμησώμεθα καὶ τὴν ἐνάρετον αὐτοῦ κτησώμεθα
πολιτείαν, ὅπως ἀξιωθῶμεν τῆς αἰωνίου ζωῆς, δοξάζοντες τὸν πατέρα
καὶ τὸν υἱόν καὶ τὸ ἅγιον πνεῦμα· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας. Ἀμήν.