Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Τῇ κυριακῇ πρὸ τῆς χριστοῦ γεννήσεως τῶν ἀγίων πατέρων. Εὐλόγησον
δέσποτα.
Ι. Ἐκένετο ἡνίκα ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου
τῆς προσκαίρου ζωῆς
σου· ὅπως διοικήσῃ τὰ τοῦ οἴκου αὐτοῦ πρὶν ἀποθανεῖν.
ΙΙ. καὶ ἐπορεύθη Μιχαὴλ καὶ ἦλθεν πρὸς Ἁβραὰμ, καὶ εὖρεν αὐτὸν
καθιζόμενον ἔμπροσθεν τῶν βοῶν αὐτοῦ εἰς ἀροτριασμόνʼ ὑπῆρχεν δὲ
γηραλέος πάνυ τῇ ἰδέᾳ· εἶχεν
δὲ ἐνηγκαλισμένον τὸν υἱὸν
αὐτοῦ. ἰδὼν οὖν Ἁβραὰμ τὸν ρχώγγελον Μιχαὴλ, ἀναστὰς ἐκ τῆς γῆς ἠσπάσατο
αὐτὸν,
ζῶον, ἵνα ἀπέλθωμεν ἐν τῷ οἴκῳ μου καὶ
ἀναπαύῃς μετʼ ἐμοῦ, ὅτι πρὸς ἑσπέρᾳ ἐστὶν, καὶ τῷ πρωῒ ἀναστὰς πορεύου
ὅπου ἂν βούλῃ, μήπως συναντήσῃ σοι θηρίον πονηρὸν καὶ καταικίσῃ σε.
ἠρώτησεν δὲ Μιχαὴλ τὸν Ἀβραὰμ λέγων· Εἰπέ μοι τὸ ὄνομά σου, πρὶν
εἰσελθεῖν
ἐν τῷ οἴκῳ σου, μὴ ἐπιβαρὴς γένωμαί σοι. καὶ
ἀπεκρίθη Αβραὰμ καὶ εἶπεν· Οἱ γονεῖς μου ὠνόμασάν με Ἁβρὰμ, καὶ ὁ κύριος
ἐπωνόμασέν με Ἀβραὰμ, λέγων· Ἀνάστηθι καὶ πορεύου ἐκ τοῦ οἴκου σου καὶ
ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· καὶ ἀπελθόντος
μου εἰς
τὴν γῆν ἣν ὑπέδειξέ μοι ὁ κύριος, εἴρηκέν μοι·
Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἁβρὰμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ.
ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν αὐτῷ· Συγχώρησόν μοι, πάτερ μου, ἄνθρωπε τοῦ
θεοῦ μεμελετημένε, ὅτι ξένος εἰμὶ, καὶ ἤκουσα περί σου ὅτε ἀπῆλθες
σταδίους
τεσσαράκοντα καὶ ἤνεγκας μόσχον, καὶ ἔθυσας αὐτὸν,
ξενιζόμενος ἀγγέλους ἐν τῷ οἴκῳ σου, ἵνα ἀναπαυθῶσιν. ταῦτα ἀμφότεροι
λαλήσαντες, ἀναστάντες ἐν τῷ οἴκῳ ἐπορεύοντο. ἐκάλεσεν δὲ Ἁβραὰμ ἕνα τῶν
παίδων αὐτοῦ καὶ εἶπεν αὐτῷ· Πορεύθητι, ἄγαγέ μοι κτῆνος ὅπως καθίσῃ ἐπʼ
ΙΙΙ. καὶ ἀναστάντες ἐπορεύοντο· καὶ ὡς ἤγγισαν τῇ πόλει, ὡς ἀπὸ σταδίων
τριῶν, εὗρον δένδρον μέγα ἔχον κλάδους τριακοσίους, ὅμοιον ἐρηκινοῦ· καὶ
ἤκουον φονὴν ἐκ τῶν κλάδων αὐτοῦ δομένην· Ἅγιος ὅτι τὴν πρόφασιν ἤνεγκας
περὶ ὧν ἀπεστάλης· καὶ ἤκουσεν Ἁβραὰμ τῆς
φωνῆς, καὶ
ἔκρυψεν τὸ μυστήριον ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων ἐν ἑαυτῷ· Ἄρα τί ἐστιν τὸ
μυστήριον ὅπερ ἀκήκοα; ὡς δὲ ἦλθεν ἐν τῷ οἴκῳ, λέγει Ἁβραὰμ τοῖς παισὶν
αὐτοῦ· Ἀναστάντες ἐξέλθατε εἰς τὰ πρόβατα, καὶ ἐνέγκατε τρία θρέμματα
καὶ σφάξατε ταχέως καὶ ὑπηρετήσατε ἵνα φάγωμεν
καὶ πίωμεν·
ὅτι εὐφρασία ἐστὶν ὡς ἡ ἡμέρα αὕτη. καὶ ἤνεγκαν οἱ παῖδες τὰ θρέμματα,
καὶ ἐκάλεσεν Ἁβραάμ τὸν υἱὸν αὐτοῦ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· Τέκνον
Ἰσαὰκ, ἀνάστηθι καὶ βάλε ὕδωρ ἐπὶ τῆς λεκάνης, ἵνα νίψωμεν τοὺς πόδας
τοῦ ξένου τούτου. καὶ ἤνεγκεν ὡς προσετάχθη·
καὶ εἶπεν
Ἁβραάμ. Κατανόησιν ἔχω ὅπερ καὶ γενήσεται, ὅτι ἐν τῷ τρυβλίῳ τούτῳ οὐ μὴ
νίψω ἔτι τοὺς πόδας
Μιχαὴλ ἰδών αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ
αὐτός· καὶ ἔπεσαν τὰ δάκρυα Μιχαὴλ ἐπὶ τῆς λεκάνης, καὶ ἐγένετο λίθος
πολύτιμος.
IV. ὡς δὲ ἤκουσεν ἡ Σάρρα τοῦ κλαυθμοῦ αὐτῶν ἔσω οὖσα ἐν τῇ οἰκίᾳ αὐτῆς,
ἐξελθοῦσα εἶπεν τῷ Ἁβραάμ.
Κύριε, τί ἐστιν ὅτι οὕτως
κλαίετε; καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν αὐτῇ· Οὐδὲν κακόν ἐστιν· εἴσελθε
ἐν τῇ οἰκίᾳ σου, καὶ ἐργάζου τὰ ἴδιά σου, μὴ ἐπιβαρεῖς γενώμεθα τῷ
ἀνθρώπῳ. καὶ ἀνεχώρησεν ἡ Σάρρα, ὅτι ἔμελλεν ἑτοιμάζειν τὸν δεῖπνον. καὶ
ἤγγισεν ὁ ἥλιος τοῦ δῦναι· καὶ
ἐξῆλθεν Μιχαὴλ ἔξω τοῦ
οἴκου, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς προσκυνῆσαι ἐνώπιον τοὺ θεοῦ· τοῦ
γάρ ἡλίου δύνοντος πάντες προσκυνοῦσιν ἄγγελοι τὸν θεόν· πρῶτος δέ ἐστιν
ὁ αὐτὸς Μιχαὴλ τῶν ἀγγέλων. καὶ προσεκύνησαν πάντες καὶ ἀπῆλθον, ἕκαστος
εἰς τὸν τόπον αὐτοῦ.
ἀποκριθεὶς δὲ Μιχαὴλ ἐνώπιον τοῦ θεοῦ
εἶπεν· Κύριε, κέλευσόν με ἐρωτηθῆναι ἐνώπιον τῆς ἁγίας δόξης σου. καὶ
λέγει κύριος πρός Μιχαὴλ· Ἀνάγγειλον ὅπερ βούλῃ. ἀποκριθεὶς δὲ ὁ
ἀρχάγγελος εἶπε· Κύριε, σύ με ἀπέστειλας πρὸς Ἁβραὰμ, εἰπεῖν αὐτῷ·
Ὑποχώρησον ἐκ τοῦ σώματός
σου, καὶ ἔξελθε ἐκ τοῦ κόσμου.
καλεῖ σε ὁ κύριος. κἀγὼ
ἑγὼ
εἴπω. μεγάλη γὰρ συντομία τοῦτό ἐστιν, εἰπεῖν ὅτι Τὸν κόσμον ἔξελθε,
μάλιστα δὲ καὶ ἀπὸ τοῦ ἰδίου σώματος σὺ γάρ ἐξ ἀρχῆς ἐποίησας αὐτὸν
ἐλεεῖν ψυχὰς πάντων ἀνθρώπων. τότε κύριος πρὸς Μιχαὴλ εἶπεν· Ἀνάστηθι
καὶ πορεύου πρὸς Ἁβραὰμ, καὶ ξενίζου πρὸς
αὐτόν καὶ ὅτι ἂν
ἴδῃς ἐσθίοντα, φάγε καὶ σὺ, καὶ ὅπου ἂν κοιμηθῇ, κοίμησαι καὶ σὺ ἐκεῖ·
ἐγὼ γὰρ ῥίψω τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τὴν καρδίαν Ἰσαὰκ τοῦ
υἱοῦ αὐτοῦ κατʼ ὄναρ.
V. τότε Μιχαὴλ ἀπῆλθεν εἰς τὸν οἶκον Ἀβραὰμ
ἐν τῇ ἑσπέρᾳ
ἐκείνῃ, καὶ εὗρεν αὐτοὺς ἑτοιμάζοντας τὸν δεῖπνονʼ καὶ ἔφαγον καὶ ἔπιον
καὶ εὐφράνθησαν. καὶ εἶπεν Ἁβραὰμ τῷ υἱῷ αὐτοῦ Ἰσαάκ· Ἀνάστηθι, τέκνον,
στρῶσον τὴν κλίνην τοῦ ἀνθρώπου ἵνα ἀναπαύῃ, καὶ θὲς τὸν λύχνον ἐπὶ τήν
λυχνίαν. καὶ ἐποίησεν Ἰσαάκ καθά συνέταξεν
ὁ πατὴρ αὐτοῦ.
καὶ εἶπεν Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Πάτερ, ἔρχομαι κἀγὼ ἔγηιστα ὑμῶν
κοιμηθῆναι. καὶ ἀπεκρίθη Ἁβραὰμ πρὸς αὐτόν· Οὐχὶ, τέκνον μου, μήποτε
ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ τούτῳ, ἀλλὰ ἄπελθε ἐν τῷ ταμείῳ σου καὶ
ἀναπαύου. μὴ θέλων δὲ Ἰσαὰκ παρακοῦσαι
VI. καὶ ἐγένετο περὶ ὥραν ἑβδόμην τῆς νυκτὸς, ἐξυπνισθεὶς ὁ Ἰσαὰκ ἦλθεν
εἰς τὴν θύραν τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κράζων καὶ λέγων· Πάτερ,
ἄνοιξον, ἵνα σε
ἀπολαύσω πρίν σε ἀροῦσιν ἀπʼ ἐμοῦ. ἀνέστη
δὲ Ἁβραὰμ καὶ ἤνοιξεν, καὶ εἰσῆλθεν Ἀσαάκ καὶ ἐκρεμάσθη ἐπὶ τοῦ
μή σοι εἶπεν ὁ ξένος περὶ τοῦ ἀδελφιδοῦ
σου Λὼτ ὅτι ἀπέθανεν; ἄλλο τι συνέβη εἰς ἡμᾶς; ἀποκριθεὶς δὲ Μιχαὴλ εἶπε
πρὸς τὴν Σάρραν· Οὐχὶ, Σάρρα, οὐκ ἤνεγκα φάσιν περὶ Λώτ· ἀλλὰ περὶ πάσης
φιλανθρωπίας ὑμῶν ἔγνων ὅτι διαφέρετε πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς,
καὶ ἐμνήσθη ὑμῶν ὁ θεός. τότε λέγει Σάρρα τῷ Ἁβραάμ·
Πῶς ἐτόλμησας κλαῦσαι εἰσελθόντος τοῦ ἀνθρώπου τοῦ θεοῦ ἐν σοί; καὶ πῶς
ἐδάκρυσάν σου οἱ ὀφθαλμοὶ τῶν ζευμάτον τοῦ φωτός; ὅτι σήμερον εὐφροσύνη
γίνεται. λέγει οὖν πρὸς αὐτὴν Ἁβραάμ· Πόθεν γινώσκεις ὅτι ἄνθρωπος
τοῦ θεοῦ ἐστίν; ἀποκριθεὶς δὲ ἡ Σάρρα εἶπεν· Ὅτι παραφέρω
καὶ λέγω ὅτι οὗτός ἐστιν τῶν τριῶν ἀνδρῶν εἶς, τῶν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ
ἐπιξενισθέντων ἡμῖν, ὅτε ἀπῆλθεν ἓδ τῶν παιδίων καὶ ἤνεγκε μόσχον καὶ
ἔθυσας· καὶ εἶπες μοι, Ἄναστα, ποίησον ἵνα φάγωμεν
μετὰ τῶν
ἀνθρώπον τούτων εἰς τὸν οἶκον ἡμῶν. καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν· Καλῶς
ἐνόησας, ὦ γύναι· ὅτι κἀγὼ ὅτε τοὺς πόδας αὐτοῦ ἔπλυνα, ἔγνων ἐν τῇ
καρδίᾳ μου ὅτι οὗτοί εἰσιν οἱ πόδες οὓς ἔπλυνα ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, καὶ
καθὼς ἠρξάμην ἐρωτᾷν τὴν πορείαν, εἶπέ
VΙΙ. ὁ δὲ Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Εἰπέ μοι, ἄνθρωπε τοῦ θεοῦ, καὶ
φανέρωσόν μοι τί ἦλθες ὦδε. καὶ
εἶπεν Μιχαήλ· Ὁ υἱός σου
Ἰσαὰκ δηλώσει σοι. καὶ λέγει Ἁβραὰμ τῷ υίῷ αὐτοῦ· Υἱέ μου ἐγαπητὲ, εἰπέ
μοι τί εἶδες κατʼ ὄναρ σήμερον καὶ ἐθροήθης· ἀνάςγγειλόν μοι. καὶ
ἀπεκρίθη Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Εἶδον κατʼ ὄναρ
κεφαλῆς μου
ἐγένετο· καὶ ἦν ἀνήρ παμμεγεθὴς λίαν λάμπων ἐκ τοῦ οὐρανοῦ, ὡς φῶς
καλούμενον πατὴρ τοῦ φωτός· καὶ ἔλαβεν τὸν ἥλιον ἐκ τῆς κεφαλῆς μου· καὶ
λοιπὸν ἀφῆκεν τάς ἀκτῖνας ἐν μέσῳ μου. καὶ ἔκλαυσα ὠγὼ καὶ εἶπον·
Παρακαλῶ σε, κύριέ μου, μή ἐπάρῃς τὴν δόξαν τῆς
κφαλῆς μου
καὶ τὸ φῶς τοῦ οἴκου μου καὶ πᾶσαν τὴν δόξαν τὴν ἐμήν. ἐπένθησε δὲ ὁ
ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες λέγοντες· Μὴ ἐπάρῃς τὴν δόξαν τῆς
δυνάμεως ἡμῶν. καὶ ἀποκριθεὶς ὁ φωτεινὸς ἐκεῖνος ἀνήρ εἶπέ μοι. Μ
κλαύσῃς ὅτι ἔλαβον τὸ φῶς τοῦ οἴκου σου· ἀνελήφθη
γὰρ ἀπὸ
καμάτων εἰς ἀνάπαυσιν, καὶ ἀπὸ ταπεινώσεως εἰς ὕψος, αἴρουσιν αὐτὸν ἀπὸ
στενοχαρίας εἰς ερυχαρίαν, αἴρουσιν αὐτὸν ἀπὸ σκότους εἰς φῶς. ἐγὼ δὲ
εἶπον αὐτῷ· Παρακαλῶ σε, κύριε, λάβε καὶ τὰς ἀκτῖνας μετʼ αὐτοῦ. ὁ δὲ
εἶπέν μοιʼ Δώδεκα ὧραι τῆς ἡμέρας εἰσὶν, καὶ τότε
ὅλας τάς
ἀκτῖνας λαμβάνω. ταῦτα λέγοντος τοῦ φωτεινοῦ ἀνδρὸς, εἶδον τὸν ἥλιον τοῦ
οἴκου μου ἀναβαίνοντα εἰς τὸν οὐρανὸν, τὸ δὲ στέφος ἐκεῖνον πλεῖον οὐκ
εἶδον· ἦν δὲ ὁ ἥλιος ἐκεῖνος ὅμοιός σου τοῦ πατρός μου. καὶ εἶπεν Μιχαὴλ
τῷ Ἁβραάμ· Ἀλήθειαν εἴρηκεν ὁ υίός σου Ἰσαάκ·
καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ·
Παρακαλῶ σε, κύριε, ἐάν ἐξέρχωμαι ἐκ τοῦ σάματός μου, σωματικῶς ἤθελον
ἀναληφθῆναι, ἵνα θεάσομαι τὰ κτίσματα ἃ ἐκτίσατο κύριος ὁ θεός μου ἐν
οὐρανῷ καὶ ἐπὶ γῆς. καὶ ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Τοῦτο οὐκ ἔστιν ἐμὸν
ποίημα.
ἀλλὰ ἀπελθὼν ἐγὼ ἀπαγγελῶ τῷ κυρίῳ περὶ τούτου, καὶ
ἐὰν κελεύωμαι, ὑποδείξω σοι ταῦτα πάντα.
VIII. καὶ ἀνῆλθεν Μιχαὴλ ἐν τοῖς οὐρανοῖς καὶ ἐλάλησεν ἐνώπιον κυρίου
περὶ Ἁβραάμ· καὶ ἀπεκρίθη κύριος πρὸς Μιχαήλ· Ἄπελθε καὶ ἀναλαβοῦ ἐν
σώματι
τὸν Ἁβραὰμ καὶ ὑποδεῖξον αὐτῷ πάντα, καὶ ὃ ἐὰν εἴπῃ
σοι ποίησον ὡς αὐτῷ ὄντι φίλῳ μου. ἐξελθὼν οὖν ὁ Μιχαὴλ ἀνέλαβεν τὸν
Ἀβραὰμ ἐπὶ νεφέλης ἐν σώματι, καὶ ἀνήνεοκεν ατὸν ἐπὶ τὸν Ὠκεανὸν
ποταμόν. καὶ ἀτενίσας Ἁβραὰμ εἶδεν δύο πύλας, μίαν μὲν μικρὰν, τὴν δὲ
ἑτέραν μεγάλην. καὶ ἀνάμεσον τῶν δύο πυλῶν ἐκάθητο ἀνὴρ
ἐπὶ θρόνου δόξης μεγάλης. καὶ πλῆθος ἀγγέλων κύκλῳ αὐτοῦ. καὶ ἦν κλαίων,
καὶ πάλιν γελῶν, καὶ ὁ κλαυθμὸς ὑπερέβαινεν τὸ γέλος αὐτοῦ ἑπταπ
λασίονα. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν Μιχαήλ· Τίς ἐστιν οὖτος ὁ
καθήμενος ἀνάμεσον τῶν δύο πυλῶν μετὰ δόξης πολλῆς· ποτὲ μὲν γελᾷ,
ποτὲ μὲν κλαίει, καὶ ὁ κλαυθμὸς ὑπερβαίνει τὸ γέλος ἑπταπλασίως; καὶ
εἶπεν Μιχαὴλ πρὸς Ἀβραάμ. Οὐκ ἔγνως αὐτὸν τίς ἐστιν; καὶ εἶπεν· Οὐχὶ,
κύριε. καὶ εἶπεν Μιχαὴλ πρὸς Ἁβραάμ· Θωρεῖς τὰς δύο
εἰς τὸν τόπον τοῦτον θεωρῆσαι πᾶσαν ψυχὴν ἐξερχομένην ἐκ τοῦ σώματος,
ἐπειδὴ ἐξ αὐτοῦ εἰσὶν πάντες. ὅταν οὖν θεωρῇς αὐ τὸν κλαίοντα, γνῶθι ὅτι
ἐθεάσατο ψυχὰς πολλὰς ἀπαγομένας εἰς τὴν ἀπώλειαν· ὅταν δὲ ἴδῃς αὐτὸν
γελῶντα, ἐθεάσατο ψυχὰς ὀλίγας ἀπαγομένας εἰς τὴν ζωήν. θεωρεῖς
αὐτὸν πῶς ὑπερβαίνει ὁ κλαυθμὸς τὸ γέλος; ἐπεὶ θεωρεῖ τὸ
περισσότερον τοῦ κόσμου ἀπαγομένους διὰ τῆς πλατείας εἰς τὴν ἀπώλειαν,
διὰ τοῦτο ὑπερβαίνει ὁ κλαυθμός τὸ γέλος ἑπταπλασίως.
ΙΧ. καὶ εἶπεν Ἁβραάμ· Καὶ ὁ μὴ δυνάμενος εἰσελθεῖν
διὰ τῆς
στενῆς πύλης, οὐ δύναται εἰσελθεῖν εἰς τὴν ζωὴν; τότε ἔκλαυσεν Ἁβραὰμ,
λέγων· Οὐαί μοι, τί ποιήσω ἐγὼ; ὅτι εἰμὶ ἄνθρωπος εὐρὺς τῷ σώματι, καὶ
πῶς δυνήσομαι εἰσελθεῖν εἰς τὴν στενήν πύλην, εἰς ἣν οὐ δύναται ἐλθεῖν
παιδίον πέντε καὶ δέκα ἐτῶν; καὶ ἀποκριθεὶς Μιχαὴλ
εἶπεν
πρὸς Ἁβραάμ· Σὺ μή φοβοῦ, πάτερ, μηδὲ λυποῦ, ἀκωλύτως γὰρ εἰσερχέσαι διʼ
αὐτῆς, καὶ πάντες οἱ συνόμοιοί σου. καὶ ἑστῶτος τοῦ Ἁβραὰμ καὶ
θαυμάζοντος, ἰδοὺ ἄγγελος κυρίου ἐλαύνων ἓξ μυριάδας ψυχὰς ἁμαρτωλῶν εἰς
τὴν ἀπώλειαν· καὶ λέγει Ἁβραὰμ πρὸς Μιχαήλ.
Οὖτοι πάντες
εἰς τὴν ἀπώλειαν ἀπέρχονται; καὶ λέγει αὐτῷ Μιχαήλ· Ναὶ, ἀλλὰ ἀπέλθωμεν
καὶ ἀναζητήσωμεν ἐν ταῖς ψυχαῖς ταύταις, εἰ ἐστὶν ἐξ αὐτῶν κἂν μία
δικαία. ἀπελθόντων δὲ αὐτῶν, εὗρον ἄγγελον κατέχοντα ἐν τῇ χειρὶ αὐτοῦ
μίαν ψυχὴν γυναικὸς ἐξ αὐτῶν τῶν ἓξ μυριάὅτι
ἢ οὐ; ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Οὖτός ἐστιν ὁ
θάνατος, καὶ ἀπάγει αὐτάς εἰς τὸν τόπον τοῦ κριτηρίου, ἵνα ὁ κριτὴς
κρίνῃ αὐτάς.
Χ. καὶ λέγει Ἀβραάμ· Κύριέ μου, παρακαλῶ σε ἵνα ἀναγάγῃς με εἰς τὸν τόπον
τοῦ κριτηρίου ὅπως κἀγὼ
θεάσωμαι αὐτὰς πῶς κρίνονται. τότε
Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ νεφέλης, καὶ ἤγαγεν αὐτὸν εἰς τὸν
παράδεισον· καὶ ὡς ἔφθασεν εἰς τὸν τόπον ὅπου ἦν ὁ κριτής, ἦλθεν ὁ
ἄγγελος καὶ ἔδωκεν τὴν ψυχὴν ἐκείνην εἰς τὸν κριτήν· ἔλεγεν δὲ ἡ ψυχή·
Ἐλέησόν με, κύριε. καὶ εἶπεν
ὁ κριτής· Πῶς ἐλεήσω σε, ὅτι
σὺ οὐκ ἠλέησας τὴν θυγατέρα σου ἥνπερ εἶχες, τὸν καρπὸν τῆς κοιλίας σου;
διὰ τί ἐφόνευσας αὐτήν; καὶ ἀπεκρίθη· Οὐχὶ, κύριε· φόνος ἐξ ἐμοῦ οὐ
γέγονεν, ἀλλʼ αὐτὴ ἡ θυγάτηρ μου κατεψεύσατό μου. ὁ δὲ κριτὴς ἐκέλευσεν
ἐλθεῖν τὸν τὰ ὑπομνήματα
γράφοντα. καὶ ἰδοὺ χερουβὶμ
βαστάζοντα βιβλία δύο, καὶ ἦν μετʼ αὐτῶν ἀνήρ παμμεγέθὴς σφόδρα· καὶ
εἶχεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ τρεῖς στεφάνους, καὶ ὁ εἶς στέφανος
ὑψηλότερος ὑπῆρχεν τῶν ἑτέρων δύο στεφάνων· οἱ δὲ στέφανοι ἐκαλοῦντο
στέφανοι μαρτυρίας. καὶ εἶχεν ὁ ἀνὴρ
ἐν τῇ χειρὶ αὐτοῦ
κάλαμον χρυσοῦν. καὶ λέγει ὁ κριτὴς πρὸς αὐτόν· Σύστησον τὴν ἁμαρτίαν
τῆς ψυχῆς ταύτης.
οὐχὶ σὺ
ἀπελθοῦσα μετὰ τὴν τελευτὴν τοῦ ἀνδρός σου, ἐμοίχευσας τὸν ἄνδρα τῆς
θυγατρός σου, καὶ ἀπέκτεινας αὐτήν; ἤλεγχε δὲ καὶ τὰς ἄλλας ἁμαρτίας
αὐτῆς, καὶ εἴ τι ἔπραξεν ἐκ νεότητος αὐτῆς. ταῦτα ἀκούσασα ἡ γυνὴ
ἐβόησεν λέγουσα· Οἴμοι, οἴμοι, ὅτι πάσας τὰς ἁμαρτίας
μου
ἂς ἐποίησα ἐν τῷ κόσμῳ ἐληθάργησα· ἐνταῦθα δὲ οὐκ ἐληθαροήθησαν. τότε
ᾖραν καὶ αὐτὴν καὶ παρέδωκαν τοῖς βασανισταῖς.
XΙ καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, τίς ἐστιν οὗτος ὁ κριτὴς, καὶ τίς
ἐστιν ὁ ἄλλος, ὁ ἐλέγχων τὰς
ἁμαρτίας; καὶ λέγει Μιχαὴλ
πρὸς Ἁβραάμ· Θεωρεῖς τὸν κριτήν; οὗτός ἐστιν ὁ Ἄβελ, ὁ ἐν πρώτοις
μαρτυρήσας· καὶ ἤνεγκεν αὐτὸν ὧδε ὁ θεὸς κρίνειν. καὶ ὁ ἀποδεικνύμενος
οὗτός ἐστιν ὁ διδάσκαλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ γραμματεὺς τῆς
δικαιοσύνης Ἐνώχ· ἀπέστειλεν γὰρ
κύριος αὐτοὺς ἐνταῦθα, ἵνα
ἀπογράφωσιν τάς ἁμαρτίας καὶ τάς δικαιοσύνας ἑκάστου. καὶ λέγει ὁ
Ἀβραάμ· Καὶ πῶς δύναται Ἐνὼχ βαστάσαι τὸ βάρος τῶν ψυχῶν, μὴ ἰδὼν
θάνατον; ἢ πῶς δύναται δοῦναι πασῶν τῶν ψυχῶν ἀπόφασιν; καὶ εἶπεν
Μιχαήλ· Ἐὰν δώσῃ ἀπόφασιν περὶ
κύριος πρὸς Ἐνώχ· Ἐγὼ κελεύσω σε ἵνα
γράφῃς τὰς ἁμαρτίας ψυχῆς ἐξιλεουμένης, καὶ εἰσελεύσεται εἰς τὴν ζωήν·
καὶ ἡ ψυχὴ ἐὰν μὴ ἐξιλεωθῇ καὶ μετανοήσῃ, εὑρήσεις τὰς ἁμαρτίας αὐτῆς
γεγραμμένας, καὶ βληθήσεται εἰς τὴν κόλασιν.
ΧΙΙ. καὶ μετὰ τὸ θεωρῆσαι Ἁβραὰμ τὸν τόπον τοῦ κριτηρίου, κατήγαγεν αὐτὸν
ἡ νεφέλη ἐν τῷ στερεώματι κάτω. καὶ κατανοήσας Ἁβραὰμ ἐπὶ τὴν γῆν, εἶδεν
ἄνθρωπον μοιχεύοντα γυναῖκα ὕπανδρον. καὶ στραφεὶς λέγει Ἁβραὰμ πρὸς
Μιχαήλ· Θωρεῖς τὴν ἁμαρτίαν ταύτην;
ἀλλὰ, κύριε, πέμψον πῦρ
ἐξ οὐρανοῦ, ἵνα καταφάγῃ αὐτούς. καὶ εὐθὺς κατῆλθεν πῦρ καὶ κατέφαγεν
αὐτούς· διότι εἶπεν κύριος τῷ Μιχαὴλ ὅτι Ὅσα αἰτήσεταί σε ὁ Ἁβραὰμ
ποιῆσαι αὑτῷ, ποίησον. καὶ πάλιν ἀναβλέψας Ἁβραὰμ, εἶδεν ἄλλους
ἀνθρώπους καταλαλοῦντας ἑταίρους,
καὶ εἶπεν· Ἀνοιχθήτω ἡ γῆ
καὶ καταπιέτω αὐτούς. καὶ ἐν τῷ εἰπεῖν αὐτῷ, κατέπιεν αὐτοὺς ἡ γῆ
ζῶντας. καὶ πάλιν ἀνήςγαγεν αὐτὸν ἡ νεφέλη ἐν ἑτέρῳ τόπῳ. καὶ εἶδεν
Ἁβραάμ τινας ἀπερχομένους εἰς ἔρημον τόπον τοῦ ποιῆσαι φόνον. καὶ εἶπεν
πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν
ταύτην; ἀλλʼ ἐλθέτωσαν
θηρία ἐκ τῆς ἐρήμου καὶ διαμερίσονται αὐτούς. καὶ αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον
θηρία ἐκ τῆς ἐρήμου καὶ κατέφαγον αὐτούς. τότε ἐλάλησεν κύριος ὁ θεὸς
πρὸς τὸν Μιχαὴλ λέγων· Ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ καὶ μὴ
ἀφήσεις αὐτὸν κυκλῶσαι πᾶσαν
τὴν κτίσιν ἢν ἐποίησα, ὅτι οὐ
σπλαγχνίζεται ἐπὶ τοὺς ἁμαρτωλοὺς, ἀλλʼ ἐγὼ σπλαγχνίζομαι ἐπὶ τοὺς
ἁμαρτωλοὺς ὥστε ἐπιστρέψουσιν καὶ ζήσωσιν καὶ μετανοήσωσιν ἐκ
ψυχήν· καὶ μετὰ
τὸ ὑποστρέψαι τὸν Ἁβραὰμ, εὖρεν αὐτὴν νεκρὰν, καὶ ἔθαψεν αὐτήν.
ΧΙΙΙ. ὅτε δὲ ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραὰμ, εἶπεν κύριος ὁ
θεὸς πρὸς Μιχαήλ· Οὐ μὴ τολμήσῃ θάνατος ἐγγίσαι τοῦ ἐξενεγκεῖν τὴν ψυχὴν
τοῦ
δούλου μου, ὅτι φίλος μου ἐστίν· ἀλλὰ ἄπελθε καὶ
κόσμησον τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπόστειλον αὐτὸν πρὸς
Ἁβραὰμ ὅπως θεάσηται αὐτὸν τοῖς ὀφθαλμοῖς αὐτοῦ. καὶ ὁ Μιχαὴλ εὐθὺς
καθὼς προσετάχθη ἐκόσμησεν τὰν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ
οὕτως ἀπέστειλεν αὐτὸν πρὸς Ἁβραὰμ, ὅπως θεάσηται αὐτόν.
καὶ ἐκάθισεν πλησίον τοῦ Ἁβραάμ· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν θάνατον πλησίον
αὐτοῦ καθήμενον ἐφοβήθη φόβον μέγαν. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ·
Χαίροις, ἁγία ψυχή. χαῖρε, φίλος κυρίου τοῦ θεοῦ· χαῖρε, τὸ παραμύθιον
τοῦ ξενισμοῦ τῶν ὁδοιπόρων. καὶ εἶπεν Ἁβραάμ· Καλῶς
ἐλήλυθας, δοῦλε θεοῦ ὑψίστου· παρακαλῶ σε, εἰπέ μοι τίς εἶ σὺ, καὶ
εἰσελθὼν ἐν τῷ οἴκῳ μετάλαβε βρώσεως καὶ πόσεως, καὶ ἀπόστηθι ἀπʼ ἐμοῦ·
ἀφʼ οὗ γὰρ ἐθεασάμην σε καθήμενον ἔγγιστά μου, ἐταράχθη ἡ ψυχή μου.
πάντως γὰρ οὐκ εἰμὶ ἄξιος μετά σου πλησιάζειν, σὺ γὰρ εἶ
ὑψηλὸν πνεῦμα, ἐγὼ δὲ σὰρξ καὶ αἶμα, καὶ διὰ τοῦτο οὐ δύναμαι βαστάσαι
τὴν δόξαν σου. θεωρῶ γὰρ τὴν ὡραιότητά σου, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου
τούτου. καὶ
κτίσματι ὃ ἔκτισεν ὁ θεὸς, οὐχ εὑρέθη
ὅμοιός σου· καὶ
αὕτη ἐμή ἐστιν, ἢ καὶ οὕτως πορεύομαι εἰς πάντα
ἄνθροπον. οὐχὶ, ἀλλʼ ἐάν τις δίκαιος ὡς σὺ, οὕτως λαμβάνω στεφάνους καὶ
ἀπέρχομαι πρὸς αὐτόν· ἐὰν δὲ ἁμαρτωλός ἐστιν, ἀπέρχομαι ἐν μεγάλῃ
σαπρότητι καὶ ἐκ τῆς ἁμαρτίας αὐτῶν ποιῶ στέφανον τῇ κεφαλῇ μου, καὶ
ταράσσω
αὐτοὺς ἐν μεγάλῳ φόβῳ, ἵνα ἐκθαμβῆται. λέγει οὖν
Ἁβραὰμ πρὸς αὐτόν· Καὶ πόθεν ἔστιν ἡ ὡραιότης αὕτη; καὶ λέγει ὁ θάνατος·
Οὐκ ἐστὶν ἄλλος σαπρότερός μου. λέγει αὐτῷ ὁ Ἁβραάμ· Καὶ μὴ σὺ εἶ ὁ
λεγόμενος θάνατος; ἀπεκρίθη αὐτῷ καὶ εἶπεν· Ἐγώ εἰμι τὸ πικρὸν ὄνομα·
ἐγώ εἰμι κλαυθμός
XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Δεῖξον ἡμῖν τὴν σαπρότητά σου. καὶ
ἐφανέρωσεν ὁ θάνατος τὴν σαπρότητα αὐτοῦ· καὶ εἶχεν δύο κεφαλάς· ἡ μία
εἶχεν πρόσωπον δράκοντος, καὶ διʼ αὐτοῦ τινὲς ὑπὸ ἀσπίδων
τελευτῶσιν ἄφνω· ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν
ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ
παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς
κύριον, καὶ ἀνέστησεν αὐτούς. ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ
αἰῶνας
τῶν αἰώνων. Ἀμήν.