Ἡδοναὶ καὶ λῦπαι φόβοι τε καὶ θάρρη ἐπιθυμίαι
πρῶτον δὲ ψυχὴν ληπτέον, πότερον ἄλλο μὲν ψυχή, ἄλλο δὲ ψυχῇ εἶναι.
εἰ γὰρ τοῦτο, σύνθετόν τι ἡ ψυχὴ καὶ οὐκ ἄτοπον ἤδη δέχεσθαι αὐτὴν
καὶ αὐτῆς εἶναι τὰ πάθη τὰ τοιαῦτα, εἰ ἐπιτρέψει καὶ οὕτως ὁ λόγος,
καὶ ὅλως ἕξεις καὶ διαθέσεις χείρους καὶ βελτίους. ἤ, εἰ ταὐτόν ἐστι
ψυχὴ καὶ τὸ ψυχῇ εἶναι, εἰδός τι ἂν εἴη ψυχὴ ἄδεκτον τούτων ἁπασῶν
τῶν ἐνεργειῶν, ὧν ἐποιστικὸν ἄλλῳ, ἑαυτῷ δὲ συμφυᾶ πῶς, αἳ διὰ σώματος ἀποπληροῦνται κενουμένου καὶ
πληρουμένου, ἄλλου τοῦ πληρουμένου καὶ κενουμένου ὄντος. πῶς δὲ
μίξεως δεκτικόν, εἰ τὸ οὐσιῶδες ἄμικτον. πῶς δὲ
ἐπεισαγωγῆς τινων; οὕτω γὰρ ἂν σπεύδοι εἰς τὸ μὴ εἶναι ὅ ἐστι. τὸ δ’
ἀλγεῖν ἔτι πόρρω. λυπεῖσθαι δὲ πῶς ἢ ἐπὶ τίνι; αὔταρκες γὰρ τό γε
ἁπλοῦν ἐν οὐσίᾳ, οἷόν ἐστι μένον ἐν οὐσίᾳ τῇ αὑτοῦ. ἥδεται δὲ
προσγενομένου τίνος, οὐδενὸς οὐδ’ ἀγαθοῦ προσιόντος; ὃ γάρ ἐστιν,
ἔστιν ἀεί. καὶ μὴν οὐδὲ αἴσθησις ἔσται οὐδὲ διάνοια οὐδὲ δόξα περὶ
αὐτό: αἴσθησις γὰρ παραδοχὴ εἴδους ἢ ἀπαθοῦς σώματος, διάνοια δὲ καὶ
δόξα ἐπ’ αἴσθησιν. περὶ δὲ νοήσεως ἐπισκεπτέον πῶς, εἰ ταύτην αὐτῇ
καταλείψομεν: καὶ περὶ ἡδονῆς αὖ καθαρᾶς, εἰ συμβαίνει περὶ αὐτὴν
μόνην οὖσαν.
ἀλλὰ γὰρ ἐν σώματι θετέον ψυχήν, οὖσαν εἴτε πρὸ τούτου, εἴτ̓ ἐν
τούτῳ, ἐξ οὗ καὶ αὐτῆς ζῷον τὸ σύμπαν ἐκλήθη. χρωμένη μὲν οὖν σώματι
οἷα ὀργάνῳ οὐκ ἀναγκάζεται δέξασθαι τὰ διὰ τοῦ σώματος παθήματα,
ὥσπερ οὐδὲ τὰ τῶν ὀργάνων παθήματα οἱ τεχνῖται: αἴσθησιν δὲ τάχ̓ ἂν
ἀναγκαίως, εἴπερ δεῖ χρῆσθαι τῷ ὀργάνῳ γινωσκούσῃ
θῶμεν τοίνυν μεμῖχθαι. ἀλλ’ εἰ μέμικται, τὸ μὲν χεῖρον ἔσται βέλτιον,
τὸ δὲ βέλτιον χεῖρον: καὶ βέλτιον μὲν τὸ σῶμα ζωῆς
μεταλαβόν, χεῖρον δὲ ἡ ψυχὴ θανάτου καὶ ἀλογίας. τὸ δὴ ἀφαιρεθὲν
ὁπωσοῦν ζωῆς πῶς ἂν προσθήκην λάβοι τὸ αἰσθάνεσθαι; τοὐναντίον δ’ ἂν
τὸ σῶμα ζωὴν λαβὸν τοῦτο ἂν εἴη τὸ αἰσθήσεως καὶ τῶν ἐξ αἰσθήσεως
παθημάτων μεταλαμβάνον. τοῦτο τοίνυν καὶ ὀρέξεται: τοῦτο γὰρ καὶ
ἀπολαύσει ὧν ὀρέγεται καὶ φοβήσεται περὶ αὑτοῦ: τοῦτο γὰρ καὶ οὐ
τεύξεται
ἀλλὰ τὸ ζῷον ἢ τὸ σῶμα δεῖ λέγειν τὸ τοιόνδε, ἢ τὸ κοινόν, ἢ ἕτερόν
τι τρίτον ἐξ ἀμφοῖν γεγενημένον. ὅπως δ’ ἂν ἔχῃ, ἤτοι ἀπαθῆ δεῖ τὴν
ψυχὴν φυλάττειν αὐτὴν αἰτίαν γενομένην ἄλλῳ τοῦ τοιούτου, ἢ
συμπάσχειν καὶ αὐτήν: καὶ ἢ ταὐτὸν πάσχουσαν πάθημα πάσχειν, ἢ
ὅμοιόν τι, οἷον ἄλλως μὲν τὸ ζῷον ἐπιθυμεῖν, ἄλλως δὲ τὸ
ἐπιθυμητικὸν ἐνεργεῖν ἢ πάσχειν. τὸ μὲν οὖν σῶμα τὸ τοιόνδε ὕστερον
ἐπισκεπτέον: τὸ δὲ συναμφότερον οἷον λυπεῖσθαι πῶς; ἆρα, ὅτι τοῦ
σώματος οὑτωσὶ διατεθέντος καὶ μέχρις αἰσθήσεως διελθόντος τοῦ
πάθους τῆς αἰσθήσεως εἰς ψυχὴν τελευτώσης; ἀλλ’ ἡ αἴσθησις οὔπω
δῆλον πῶς. ἀλλ’ ὅταν ἡ λύπη
ἀλλ’ ἴσως βέλτιον εἰπεῖν καθόλου τῷ παρεῖναι τὰς δυνάμεις τὰ ἔχοντα
εἶναι τὰ ἐνεργοῦντα κατ’ αὐτάς, αὐτὰς δὲ ἀκινήτους εἶναι χορηγούσας
τὸ δύνασθαι τοῖς ἔχουσιν. ἀλλ’ εἰ τοῦτό ἐστι, πάσχοντος τοῦ ζῴου τὴν
αἰτίαν τοῦ ζῆν τῷ συναμφοτέρῳ δοῦσαν ἀνάγκη αὐτὴν ἀπαθῆ εἶναι τῶν
παθῶν οὖν αἰσθήσεται; τὸ συναμφότερον.
ἀλλ’ εἰ ἡ δύναμις μὴ κινήσεται, πῶς ἔτι τὸ συναμφότερον μὴ
συναριθμουμένης ψυχῆς μηδὲ τῆς ψυχικῆς δυνάμεως;
ἢ τὸ συναμφότερον ἔσται τῆς ψυχῆς τῷ παρεῖναι οὐχ αὑτὴν δούσης τῆς
τοιαύτης εἰς τὸ συναμφότερον ἢ εἰς θάτερον, ἀλλὰ ποιούσης ἐκ τοῦ
σώματος τοῦ τοιούτου καί τινος οἷον φωτὸς τοῦ παῤ αὐτῆς δοθέντος τὴν
τοῦ ζῴου φύσιν ἕτερόν τι, οὗ τὸ αἰσθάνεσθαι καὶ τὰ ἄλλα ὅσα ζῴου
πάθη εἴρηται. ἀλλὰ πῶς ἡμεῖς αἰσθανόμεθα; ἤ, ὅτι οὐκ ἀπηλλάγημεν τοῦ
τοιούτου ζῴου, καὶ εἰ ἄλλα ἡμῖν τιμιώτερα εἰς τὴν ὅλην ἀνθρώπου
οὐσίαν ἐκ πολλῶν οὖσαν πάρεστι. τὴν δὲ τῆς ψυχῆς τοῦ αἰσθάνεσθαι
δύναμιν οὐ τῶν αἰσθητῶν εἶναι δεῖ, τῶν δὲ ἀπὸ τῆς αἰσθήσεως
ἐγγιγνομένων τῷ ζῴῳ τύπων ἀντιληπτικὴν εἶναι μᾶλλον: νοητὰ γὰρ ἤδη
ταῦτα: ὡς τὴν αἴσθησιν τὴν ἔξω εἴδωλον εἶναι ταύτης, ἐκείνην δὲ
ἀληθεστέραν τῇ οὐσίᾳ οὖσαν εἰδῶν μόνον ἀπαθῶς εἶναι θεωρίαν. ἀπὸ δὴ
τούτων τῶν εἰδῶν, ἀφ̓ ὧν ψυχὴ ἤδη παραδέχεται μόνη τὴν τοῦ ζῴου
ἡγεμονίαν, διάνοιαι δὴ καὶ δόξαι καὶ νοήσεις: ἔνθα δὴ ἡμεῖς μάλιστα.
τὰ δὲ πρὸ τούτων ἡμέτερα, ἡμεῖς δὲ τὸ ἐντεῦθεν ἄνω ἐφεστηκότες τῷ
ζῴῳ.
πρὸς δὲ τὸν νοῦν πῶς; νοῦν δὲ λέγω οὐχ ἣν ἡ ψυχὴ ἔχει ἕξιν οὖσαν
ʽτῶν̓ παρὰ τοῦ νοῦ, ἀλλ’ αὐτὸν τὸν νοῦν. ἢ ἔχομεν καὶ τοῦτον ὑπεράνω
ἡμῶν. ἔχομεν δὲ ἢ κοινὸν ἢ ἴδιον, ἢ καὶ κοινὸν πάντων καὶ ἴδιον:
κοινὸν μέν, ὅτι ἀμέριστος καὶ εἷς καὶ πανταχοῦ ὁ αὐτός, ἴδιον δέ,
ὅτι ἔχει
ἔσται τοίνυν ἐκείνης ἡμῖν τῆς ψυχῆς ἡ φύσις ἀπηλλαγμένη αἰτίας κακῶν, ὅσα ἄνθρωπος καὶ ποιεῖ καὶ πάσχει: περὶ γὰρ τὸ ζῷον ταῦτα καὶ τὸ κοινόν, ὡς εἴρηται. ἀλλ’ εἰ δόξα τῆς ψυχῆς καὶ διάνοια, πῶς ἀναμάρτητος; ψευδὴς γὰρ δόξα καὶ πολλὰ κατ’ αὐτὴν πράττεται τῶν κακῶν. ἢ πράττεται μὲν τὰ κακὰ ἡττωμένων ἡμῶν ὑπὸ τοῦ χείρονος: πολλὰ γὰρ ἡμεῖς: ἢ ἐπιθυμίας ἢ θυμοῦ ἢ εἰδώλου κακοῦ: ἡ δὲ τῶν ψευδῶν λεγομένη διάνοια φαντασία οὖσα οὐκ ἀνέμεινε τὴν τοῦ διανοητικοῦ κρίσιν, ἀλλ’ ἐπράξαμεν τοῖς χείροσι πεισθέντες, ὥσπερ ἐπὶ τῆς αἰσθήσεως πρὶν τῷ διανοητικῷ ἐπικρῖναι ψευδῆ ὁρᾶν συμβαίνει τῇ κοινῇ αἰσθήσει. ὁ δὲ νοῦς οὐκ ἐφήψατο, ὥστε ἀναμάρτητος. ἢ οὕτω δὴ λεκτέον, ὡς ἡμεῖς ἢ ἐφηψάμεθα τοῦ ἐν τῷ νῷ νοητοῦ ἢ οὔ, ʽἢ τοῦ ἐν ἡμῖν̓: δυνατὸν γὰρ καὶ ἔχειν καὶ μὴ πρόχειρον ἔχειν. διείλομεν δὴ τὰ κοινὰ καὶ τὰ ἴδια τῷ τὰ μὲν σωματικὰ καὶ οὐκ ἄνευ σώματος εἶναι, ὅσα δὲ οὐ δεῖται σώματος εἰς ἐνέργειαν, ταῦτα ἴδια ψυχῆς εἶναι καὶ τὴν διάνοιαν ἐπίκρισιν ποιουμένην τῶν ἀπὸ τῆς αἰσθήσεως τύπων εἴδη ἤδη θεωρεῖν καὶ θεωρεῖν οἷον συναισθήσει, τήν γε κυρίως τῆς ψυχῆς τῆς ἀληθοῦς διάνοιαν: νοήσεων γὰρ ἐνέργεια ἡ διάνοια ἡ ἀληθὴς καὶ τῶν ἔξω πολλάκις πρὸς τἄνδον ὁμοιότης καὶ κοινωνία. ἀτρεμήσει οὖν οὐδὲν ἧττον ἡ ψυχὴ πρὸς ἑαυτὴν καὶ ἐν ἑαυτῇ: αἱ δὲ τροπαὶ καὶ ὁ θόρυβος ἐν ἡμῖν παρὰ τῶν συνηρτημένων καὶ τῶν τοῦ κοινοῦ, ὅ τι δήποτέ ἐστι τοῦτο, ὡς εἴρηται, παθημάτων.
ἀλλ’ εἰ ἡμεῖς ἡ ψυχή, πάσχομεν δὲ ταῦτα ἡμεῖς, ταὐτὰ ἂν εἴη πάσχουσα
ἡ ψυχὴ καὶ αὖ ποιήσει ἃ ποιοῦμεν. ἢ καὶ τὸ κοινὸν ἔφαμεν ἡμῶν
παίδων δὲ ὄντων ἐνεργεῖ μὲν τὰ ἐκ τοῦ συνθέτου, ὀλίγα δὲ ἐλλάμπει ἐκ τῶν ἄνω εἰς αὐτό. ὅταν δ’ ἀργῇ εἰς ἡμᾶς, ἐνεργεῖ πρὸς τὸ ἄνω: εἰς ἡμᾶς δὲ ἐνεργεῖ, ὅταν μέχρι τοῦ μέσου ἥκῃ. τί οὖν; οὐχ ἡμεῖς καὶ τὸ πρὸ τούτου; ἀλλ’ ἀντίληψιν δεῖ γενέσθαι: οὐ γάρ, ὅσα ἔχομεν, τούτοις χρώμεθα ἀεί, ἀλλ’ ὅταν τὸ μέσον τάξωμεν ἢ πρὸς τὰ ἄνω ἢ πρὸς τὰ ἐναντία, ʽἢ ὅσα ἀπὸ δυνάμεως ἢ ἕξεως εἰς ἐνέργειαν ἄγομεν. τὰ δὲ θηρία πῶς τὸ ζῷον ἔχει; ἢ εἰ μὲν ψυχαὶ εἶεν ἐν αὐτοῖς ἀνθρώπειοι, ὥσπερ λέγεται, ἁμαρτοῦσαι, οὐ τῶν θηρίων γίνεται τοῦτο, ὅσον χωριστόν, ἀλλὰ παρὸν οὐ πάρεστιν αὐτοῖς, ἀλλ’ ἡ συναίσθησις τὸ τῆς ψυχῆς εἴδωλον μετὰ τοῦ σώματος ἔχει: σῶμα δὴ τοιόνδε οἷον ποιωθὲν ψυχῆς εἰδώλῳ: εἰ δὲ μὴ ἀνθρώπου ψυχὴ εἰσέδυ, ἐλλάμψει ἀπὸ τῆς ὅλης τὸ τοιοῦτον ζῷον γενόμενόν ἐστιν.
ἀλλ’ εἰ ἀναμάρτητος ἡ ψυχή, πῶς αἱ δίκαι;
τὸ δὲ ἐπισκεψάμενον περὶ τούτων ἡμεῖς ἢ ἡ ψυχή; ἢ ἡμεῖς, ἀλλὰ τῇ ψυχῇ. τὸ δὲ τῇ ψυχῇ πῶς; ἆρα τῷ ἔχειν ἐπεσκέψατο; ἢ ᾗ ψυχή. οὔκουν κινήσεται. ἢ κίνησιν τὴν τοιαύτην δοτέον αὐτῇ, ἣ μὴ σωμάτων, ἀλλ’ ἐστὶν αὐτῆς ζωή. καὶ ἡ νόησις δὲ ἡμῶν οὕτως, ὅτι καὶ νοερὰ ἡ ψυχὴ καὶ ζωὴ κρείττων ἡ νόησις, καὶ ὅταν ψυχὴ νοῇ, καὶ ὅταν νοῦς ἐνεργῇ εἰς ἡμᾶς: μέρος γὰρ καὶ οὗτος ἡμῶν καὶ πρὸς τοῦτον ἄνιμεν.
Ἐπειδὴ τὰ κακὰ ἐνταῦθα καὶ τόνδε τὸν ἢ ἀνδρείῳ
εἶναι, ᾧ μήτε τι δεινόν ἐστιν: οὐδὲν γὰρ ἔξωθεν: μήτε προσιὸν ἡδύ,
οὗ καὶ ἐπιθυμία ἂν γένοιτο μὴ παρόντος, ἵν’ ἔχῃ ἢ ἕλῃ. εἰ δὲ καὶ
αὐτὸ ἐν ὀρέξει ἐστὶ τῶν νοητῶν, ὧν καὶ αἱ ἡμέτεραι, δῆλον ὅτι καὶ
ἡμῖν ἐκεῖθεν ὁ κόσμος καὶ αἱ ἀρεταί. ἆῤ οὖν ἐκεῖνο ταύτας ἔχει; ἢ
οὐκ εὔλογον τάς γε πολιτικὰς λεγομένας ἀρετὰς ἔχειν, φρόνησιν μὲν
περὶ τὸ λογιζόμενον, ἀνδρείαν δὲ περὶ τὸ θυμούμενον, σωφροσύνην δὲ
ἐν ὁμολογίᾳ τινὶ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ
πρῶτον τοίνυν τὰς ἀρετὰς ληπτέον, καθ̓ ἅς φαμεν ὁμοιοῦσθαι, ἵνα τὸ
αὐτὸ εὕρωμεν, ὃ παῤ ἡμῖν μὲν μίμημα ὂν ἀρετή ἐστιν, ἐκεῖ δὲ οἷον
ἀρχέτυπον ὂν οὐκ ἀρετή, ἐπισημηνάμενοι, ὡς ἡ ὁμοίωσις διττή: καὶ ἡ
μέν τις ταὐτὸν ἐν τοῖς ὁμοίοις ἀπαιτεῖ, ὅσα ἐπίσης ὡμοίωται ἀπὸ τοῦ
αὐτοῦ: ἐν οἷς δὲ τὸ μὲν ὡμοίωται πρὸς ἕτερον, τὸ δὲ ἕτερόν ἐστι
πρῶτον, οὐκ ἀντιστρέφον πρὸς ἐκεῖνο οὐδὲ ὅμοιον αὐτοῦ λεγόμενον,
ἐνταῦθα τὴν ὁμοίωσιν ἄλλον τρόπον ληπτέον οὐ ταὐτὸν εἶδος
ἀπαιτοῦντας, ἀλλὰ μᾶλλον ἕτερον, εἴπερ κατὰ τὸν ἕτερον ἔτι
καὶ ἔχοντας ἐνταῦθα καὶ ἀμείνους
ἀλλ’ ἐπεὶ τὴν ὁμοίωσιν ἄλλην ὑποφαίνει ὡς τῆς μείζονος ἀρετῆς οὖσαν,
περὶ ἐκείνης λεκτέον: ἐν ᾧ καὶ σαφέστερον ἔσται μᾶλλον καὶ τῆς
πολιτικῆς ἡ οὐσία, καὶ ἥτις ἡ μείζων κατὰ τὴν οὐσίαν, καὶ ὅλως, ὅτι
ἔστι παρὰ τὴν πολιτικὴν ἑτέρα. λέγων δὴ ὁ Πλάτων τὴν ὁμοίωσιν τὴν
πρὸς θεὸν φυγὴν τῶν ἐντεῦθεν εἶναι, καὶ ταῖς ἀρεταῖς ταῖς ἐν
πολιτείᾳ οὐ τὸ ἁπλῶς διδούς, ἀλλὰ προστιθεὶς πολιτικάς γε, καὶ
ἀλλαχοῦ καθάρσεις λέγων ἁπάσας δῆλός τέ ἐστι διττὰς τιθεὶς καὶ τὴν
ὁμοίωσιν οὐ κατὰ τὴν πολιτικὴν τιθείς. πῶς οὖν λέγομεν ταύτας
καθάρσεις καὶ πῶς καθαρθέντες μάλιστα ὁμοιούμεθα; ἢ
ζητητέον δέ, εἰ ἡ κάθαρσις ταὐτὸν τῇ τοιαύτῃ ἀρετῇ, ἢ προηγεῖται μὲν
ἡ κάθαρσις, ἕπεται δὲ ἡ ἀρετή, καὶ πότερον ἐν τῷ καθαίρεσθαι ἡ ἀρετὴ
ἢ ἐν τῷ κεκαθάρθαι. ἡ γοῦν ἐν τῷ καθαίρεσθαι ἀτελεστέρα
τῆς ἐν τῷ κεκαθάρθαι, τὸ γὰρ κεναθάρθαι οἷον τέλος ἤδη.
ἀλλὰ τὸ κεκαθάρθαι ἀφαίρεσις ἀλλοτρίου παντός, τὸ δὲ ἀγαθὸν ἕτερον
ἀλλ’ ἐπὶ πόσον ἡ κάθαρσις λεκτέον: οὕτω γὰρ καὶ ἡ ὁμοίωσις τίνι
φανερὰ καὶ ἡ ταυτότης τίνι θεῷ. τοῦτο δέ ἐστι μάλιστα ζητεῖν θυμὸν
πῶς καθαίρει καὶ ἐπιθυμίαν καὶ τἆλλα πάντα, λύπην καὶ τὰ
συγγενῆ, καὶ τὸ χωρίζειν ἀπὸ σώματος ἐπὶ πόσον δυνατόν. ἀπὸ μὲν δὴ
σώματος ἴσως μὲν καὶ τοῖς οἷον τόποις συνάγουσαν ἑαυτήν, πάντως
γε μὴν ἀπαθῶς ἔχουσαν καὶ τὰς ἀναγκαίας τῶν καὶ τὰς αἰσθήσεις. μόνον ποιουμένην
ἰατρεύσεις καὶ ἀπαλλαγὰς πόνων, ἵνα μὴ ἐνοχλοῖτο, τὰς δὲ ἀλγηδόνας
ἀφαιροῦσαν καί, εἰ μὴ οἷόν τε, πρᾴως φέρουσαν καὶ ἐλάττους τιθεῖσαν
τῷ μὴ συμπάσχειν: τὸν δὲ θυμὸν ὅσον οἷόν τε ἀφαιροῦσαν καί, εἰ
δυνατόν, πάντη, εἰ δὲ μή, μὴ γοῦν αὐτὴν συνοργιζομένην, ἀλλ’ ἄλλου
εἶναι τὸ ἀπροαίρετον, τὸ δὲ ἀπροαίρετον ὀλίγον εἶναι καὶ ἀσθενές:
τὸν δὲ φόβον πάντη — περὶ οὐδενὸς γὰρ φοβήσεται: τὸ δὲ ἀπροαίρετον
καὶ ἐνταῦθα — πλήν γε ἐν νουθετήσει. ἐπιθυμία δὲ ὅτι μὲν μηδενὸς
φαύλου, δῆλον: σίτων δὲ καὶ ποτῶν πρὸς ἄνεσιν οὐκ αὐτὴ ἕξει: οὐδὲ
τῶν ἀφροδισίων δέ: εἴ δ’ ἄρα, φυσικῶν, οἶμαι, καὶ οὐδὲ τὸ
ἀπροαίρετον ἐχόντων: εἴ δ’ ἄρα, ὅσον μέχρι φαντασίας προπετοῦς καὶ
ταύτης. ὅλως δὲ αὐτὴ μὲν πάντως τούτων καθαρὰ ἔσται καὶ τὸ ἄλογον δὲ
βουλήσεται καὶ αὐτὸ καθαρὸν ποιῆσαι, ὥστε μηδὲ πλήττεσθαι: εἰ δ’
ἄρα, μὴ σφόδρα, ἀλλ’ ὀλίγας τὰς πληγὰς αὐτοῦ εἶναι καὶ εὐθὺς
λυομένας τῇ γειτονήσει: ὥσπερ εἴ τις σοφῷ γειτονῶν ἀπολαύοι τῆς τοῦ
σοφοῦ γειτνιάσεως
ἔστι μὲν οὖν οὐδὲν τῶν τοιούτων ἁμαρτία, ἀλλὰ κατόρθωσις ἀνθρώπῳ:
ἀλλ’ ἡ σπουδὴ οὐκ ἔξω ἁμαρτίας εἶναι, ἀλλὰ θεὸν εἶναι. εἰ μὲν οὖν τι
τῶν τοιούτων ἀπροαίρετον γίγνοιτο, θεὸς ἂν εἴη ὁ τοιοῦτος καὶ δαίμων
διπλοῦς ὤν, μᾶλλον δὲ ἔχων σὺν αὑτῷ ἄλλον ἄλλην ἀρετὴν ἔχοντα: εἰ δὲ
μηδέν, καὶ φρόνησις ἐν θεωρίᾳ ὧν
νοῦς ἔχει: νοῦς δὲ τῇ ἐπαφῇ. διττὴ δὴ ἑκατέρα, ἡ μὲν ἐν νῷ οὖσα, ἡ
δὲ ἐν ψυχῇ. κἀκεῖ μὲν οὐκ ἀρετή, ἐν δὲ ψυχῇ ἀρετή. ἐκεῖ οὖν τί;
ἐνέργεια αὐτοῦ καὶ ὅ ἐστιν: ἐνταῦθα δὲ τὸ ἐν ἄλλῳ ἐκεῖθεν ἀρετή.
οὐδὲ γὰρ αὐτοδικαιοσύνη καὶ ἑκάστη ἀρετή, ἀλλ’ οἷον παράδειγμα: τὸ
δὲ ἀπ’ αὐτῆς ἐν ψυχῇ ἀρετή. τινὸς γὰρ ἡ ἀρετή: αὐτὸ δὲ ἕκαστον
αὑτοῦ, οὐχὶ δ’ ἄλλου τινός. δικαιοσύνη δὲ εἴπερ οἰκειοπραγία, ἆρα
ἀεὶ ἐν πλήθει μερῶν; ἢ ἡ μὲν ἐν πλήθει, ὅταν πολλὰ ᾖ τὰ μέρη, ἡ δὲ
ὅλως οἰκειοπραγία, κἂν ἑνὸς ᾖ. ἡ γοῦν ἀληθὴς αὐτοδικαιοσύνη ἑνὸς
πρὸς αὑτό, ἐν ᾧ οὐκ ἄλλο, τὸ δὲ ἄλλο: ὥστε καὶ τῇ ψυχῇ δικαιοσύνη ἡ
μείζων τὸ πρὸς νοῦν ἐνεργεῖν, τὸ δὲ σωφρονεῖν ἡ εἴσω πρὸς νοῦν
στροφή, ἡ δὲ ἀνδρεία ἀπάθεια καθ̓ ὁμοίωσιν τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς
ὂν τὴν φύσιν: αὐτὴ δὲ ἐξ ἀρετῆς, ἵνα μὴ συμπαθῇ τῷ χείρονι συνοίκῳ.
ἀντακολουθοῦσι τοίνυν ἀλλήλαις καὶ αὗται αἱ ἀρεταὶ ἐν ψυχῇ, ὥσπερ
κἀκεῖ τὰ πρὸ τῆς ἀρετῆς ἐν νῷ ὥσπερ παραδείγματα. καὶ γὰρ ἡ νόησις
ἐκεῖ ἐπιστήμη καὶ σοφία, τὸ δὲ πρὸς αὑτὸν ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον
ἔργον ἡ οἰκειοπραγία, τὸ δὲ οἷον ἀνδρεία ἡ ταυτότης καὶ τὸ ἐφ̓ αὑτοῦ
μένειν καθαρόν. ἐν ψυχῇ τοίνυν πρὸς νοῦν ἡ ὅρασις σοφία καὶ
φρόνησις, διαζῆν, ἀλλὰ τοῦτον μὲν
καταλιπών, ἕτερον δὲ ἀλλαξάμενος τὸν τῶν θεῶν: πρὸς γὰρ τούτους
αὐτῷ, οὐ πρὸς ἀνθρώπους ἀγαθοὺς ἡ ὁμοίωσις. ὁμοίωσις
δὲ ἡ μὲν πρὸς τούτους, ὡς εἰκὼν εἰκόνι ὡμοίωται ἀπὸ τοῦ αὐτοῦ
ἑκατέρα. ἡ δὲ πρὸς ἄλλον ὡς πρὸς παράδειγμα.
Τίς τέχνη ἢ μέθοδος ἢ ἐπιτήδευσις ἡμᾶς οἷ εἰσῄει εἰς γονὴν
ἀνδρὸς ἐσομένου φιλοσόφου ἢ μουσικοῦ τινος ἢ ἐρωτικοῦ; ὁ
μὲν δὴ φιλόσοφος τὴν φύσιν καὶ ὁ μουσικὸς καὶ ὁ ἐρωτικὸς ἀνακτέοι.
τίς οὖν ὁ τρόπος; ἆρά γε εἷς καὶ ὁ αὐτὸς ἅπασι τούτοις, ἢ καθ̓ ἕνα
ἕκαστον εἷς τις; ἔστι μὲν οὖν ἡ πορεία διττὴ πᾶσιν ἢ ἀναβαίνουσιν
ὁ δὲ ἐρωτικός, εἰς ὃν μεταπέσοι ἂν καὶ ὁ μουσικὸς καὶ μεταπεσὼν ἢ
μένοι ἂν ἢ παρέλθοι, μνημονικός ἐστί πως κάλλους: χωρὶς δὲ ἂν
ἀδυνατεῖ καταμαθεῖν, πληττόμενος δὲ ὑπὸ τῶν ἐν ὄψει καλῶν περὶ αὐτὰ
ἐπτόηται. διδακτέον οὖν αὐτὸν μὴ περὶ ἓν σῶμα πεσόντα ἐπτοῆσθαι,
ἀλλ’ ἐπὶ πάντα ἀκτέον τῷ λόγῳ σώματα δεικνύντα τὸ ἐν πᾶσι ταὐτὸν καὶ
ὅτι ἕτερον τῶν σωμάτων καὶ ὅτι ἄλλοθεν λεκτέον καὶ ὅτι ἐν ἄλλοις
μᾶλλον, οἷον ἐπιτηδεύματα καλὰ καὶ νόμους καλοὺς δεικνύντα — ἐν
ἀσωμάτοις γὰρ ὁ ἐθισμὸς τοῦ ἐρασμίου ἤδη — καὶ ὅτι ἐν τέχναις καὶ ἐν
ἐπιστήμαις καὶ ἐν ἀρεταῖς. εἶτα ἓν ποιητέον καὶ διδακτέον, ὅπως
ἐγγίνονται. ἀπὸ δὲ τῶν ἀρετῶν ἤδη δεῖ ἀναβαίνειν ἐπὶ
νοῦν, ἐπὶ τὸ ὄν: κἀκεῖ βαδιστέον τὴν ἄνω πορείαν.
ὁ δὲ φιλόσοφος τὴν φύσιν ἕτοιμος οὗτος καὶ οἷον ἐπτερωμένος καὶ οὐ
δεόμενος χωρίσεως, ὥσπερ οἱ ἄλλοι οὗτοι, κεκινημένος πρὸς τὸ ἄνω,
ἀπορῶν δὲ τοῦ δεικνύντος δεῖται μόνον. δεικτέον οὖν καὶ λυτέον
βουλόμενον καὶ αὐτὸν τῇ φύσει καὶ πάλαι λελυμένον. τὰ μὲν δὴ
μαθήματα δοτέον πρὸς συνεθισμὸν κατανοήσεως καὶ πίστεως ἀσωμάτου —
καὶ γὰρ ῥᾴδιον δέξεται φιλομαθὴς ὤν — καὶ φύσει ἐνάρετον ὄντα πρὸς
τελείωσιν ἀρετῶν ἀκτέον καὶ μετὰ τὰ μαθήματα λόγους
τίς δὲ ἡ διαλεκτική, ἣν δεῖ καὶ τοῖς προτέροις παραδιδόναι; ἔστι μὲν δὴ ἡ λόγῳ περὶ ἑκάστου δυναμένη ἕξις εἰπεῖν τί τε ἕκαστον καὶ τί ἄλλων διαφέρει καὶ τίς ἡ κοινότης: ἐν οἷς ἐστι καὶ ποῦ τούτων ἕκαστον καὶ εἰ ἔστιν ὅ ἐστι καὶ τὰ ὄντα ὁπόσα καὶ τὰ μὴ ὄντα αὖ, ἕτερα δὲ ὄντων. αὕτη καὶ περὶ ἀγαθοῦ διαλέγεται καὶ περὶ μὴ ἀγαθοῦ καὶ ὅσα ὑπὸ τὸ ἀγαθὸν καὶ ὅσα ὑπὸ τὸ ἐναντίον καὶ τί τὸ ἀίδιον καὶ τὸ μὴ τοιοῦτον, ἐπιστήμῃ δηλονότι περὶ πάντων, οὐ δόξῃ. παύσασα δὲ τῆς περὶ τὸ αἰσθητὸν πλάνης ἐνιδρύει τῷ νοητῷ κἀκεῖ τὴν πραγματείαν ἔχει τὸ ψεῦδος ἀφεῖσα ἐν τῷ λεγομένῳ ἀληθείας πεδίῳ τὴν ψυχὴν τρέφουσα, τῇ διαιρέσει τῇ Πλάτωνος χρωμένη μὲν καὶ εἰς διάκρισιν τῶν εἰδῶν, χρωμένη δὲ καὶ εἰς τὸ τί ἐστι, χρωμένη δὲ καὶ ἐπὶ τὰ πρῶτα γένη, καὶ τὰ ἐκ τούτων νοερῶς πλέκουσα, ἕως ἂν διέλθῃ πᾶν τὸ νοητόν, καὶ ἀνάπαλιν ἀναλύουσα, εἰς ὃ ἂν ἐπ’ ἀρχὴν ἔλθῃ. τότε δὲ ἡσυχίαν ἄγουσα, ὡς μέχρι γέ του ἐκεῖ εἶναι ἐν ἡσυχίᾳ, οὐδὲν ἔτι πολυπραγμονοῦσα εἰς ἓν γενομένη βλέπει, τὴν λεγομένην λογικὴν πραγματείαν περὶ προτάσεων καὶ συλλογισμῶν, ὥσπερ ἂν τὸ εἰδέναι γράφειν, ἄλλῃ τέχνῃ δοῦσα: ὧν τινα ἀναγκαῖα καὶ πρὸ τέχνης ἡγουμένη, κρίνουσα δὲ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα καὶ τὰ μὲν χρήσιμα αὐτῶν, τὰ δὲ περιττὰ ἡγουμένη καὶ μεθόδου τῆς ταῦτα βουλομένης.
ἀλλὰ πόθεν τὰς ἀρχὰς ἔχει ἡ ἐπιστήμη αὕτη; ἢ νοῦς δίδωσιν ἐναργεῖς
ἀρχάς, εἴ τις λαβεῖν δύναιτο ψυχή: εἶτα τὰ ἑξῆς καὶ συντίθησι καὶ
συμπλέκει καὶ διαιρεῖ, ἕως ἂν εἰς τέλειον νοῦν ἥκῃ. ʽἔστι
γάῤ, φησιν, ʽαὕτη τὸ καθαρώτατον νοῦ καὶ φρονήσεως.ʼ ἀνάγκη οὖν
τιμιωτάτην οὖσαν ἕξιν
μέρος οὖν τὸ τίμιον: ἔχει γὰρ καὶ ἄλλα φιλοσοφία: καὶ γὰρ καὶ περὶ
φύσεως θεωρεῖ βοήθειαν παρὰ διαλεκτικῆς λαβοῦσα, ὥσπερ καὶ
ἀριθμητικῇ προσχρῶνται αἱ ἄλλαι τέχναι: μᾶλλον μέντοι αὕτη ἐγγύθεν
κομίζεται παρὰ τῆς δἱ??ʼλεκτικῆς: καὶ περὶ ἠθῶν ὡσαύτως θεωροῦσα μὲν
ἐκεῖθεν, προστιθεῖσα δὲ τὰς ἕξεις καὶ τὰς ἀσκήσεις, ἐξ ὧν προίασιν
αἱ ἕξεις. ἴσχουσι δὲ αἱ λογικαὶ ἕξεις καὶ ὡς ἴδια ἤδη τὰ ἐκεῖθεν:
καὶ γὰρ μετὰ τῆς ὕλης τὰ πλεῖστα: καὶ αἱ μὲν ἄλλαι ἀρεταὶ τοὺς
λογισμοὺς ἐν τοῖς πάθεσι τοῖς ἰδίοις καὶ ταῖς πράξεσιν, ἡ δὲ
φρόνησις ἐπιλογισμός τις καὶ τὸ καθόλου μᾶλλον καὶ εἰ
Τὸ εὖ ζῆν καὶ τὸ εὐδαιμονεῖν ἐν τῷ αὐτῷ τιθέμενοι καὶ τοῖς ἄλλοις
ζῴοις ἆρα τούτων μεταδώσομεν; εἰ γὰρ ἔστιν αὐτοῖς ᾗ πεφύκασιν
ἀνεμποδίστως διεξάγειν, κἀκεῖνα τί κωλύει ἐν εὐζωίᾳ λέγειν εἶναι;
καὶ γὰρ εἴτε ἐν εὐπαθείᾳ τὴν εὐζωίαν τις θήσεται, εἴτε ἐν ἔργῳ
οἰκείῳ τελουμένῳ, κατ’ ἄμφω καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρξει. καὶ γὰρ
εὐπαθεῖν ἐνδέχοιτο ἂν καὶ ἐν τῷ κατὰ φύσιν ἔργῳ εἶναι: οἷον καὶ τὰ
μουσικὰ τῶν ζῴων ὅσα τοῖς τε ἄλλοις εὐπαθεῖ καὶ δὴ καὶ ᾅδοντα ᾗ
πέφυκε καὶ ταύτῃ αἱρετὴν αὑτοῖς τὴν ζωὴν ἔχει. καὶ τοίνυν καὶ εἰ
τέλος τι τὸ εὐδαιμονεῖν τιθέμεθα, ὅπερ ἐστὶν ἔσχατον τῆς ἐν φύσει
ὀρέξεως, καὶ ταύτῃ ἂν αὐτοῖς
τοῖς μέντοι φυτοῖς διὰ τὸ μὴ αἰσθάνεσθαι οὐ διδόντες κινδυνεύουσιν
οὐδὲ τοῖς ζῴοις ἤδη τὸ οἰκεῖον εἶναι, κἂν μήπω
γινώσκηται ὅτι οἰκεῖον καὶ ὅτι ἡδύ: δεῖ γὰρ ἡδὺ εἶναι: ὥστε ἀγαθοῦ
τούτου ὄντος καὶ παρόντος ἤδη ἐστὶν ἐν τῷ εὖ τὸ ἔχον. ὥστε τί δεῖ
τὴν αἴσθησιν προσλαμβάνειν; εἰ μὴ ἄρα οὐκ ἐν τῷ γινομένῳ πάθει τῇ
καταστάσει τὸ ἀγαθὸν διδόασιν, ἀλλὰ τῇ γνώσει καὶ τῇ αἰσθήσει. ἀλλ’
ἡμεῖς δὲ λέγωμεν ἐξ ἀρχῆς, τί ποτε τὸ εὐδαιμονεῖν ὑπολαμβάνομεν
εἶναι. τιθέμενοι δὴ το εὐδαιμονεῖν ἐν ζωῇ, εἰ μὲν συνώνυμον τὸ ζῆς
ἐποιούμεθα, πᾶσι μὲν ἂν τοῖς ζῶσιν ἀπέδομεν δεκτικοῖς εὐδαιμονίας
εἶναι, εὖ δὲ ζῆν ἐνεργείᾳ ἐκεῖνα, οἷς παρῆν ἕν τι καὶ ταὐτόν, οὗ
ἐπεφύκει δεκτικὰ πάντα τὰ ζῷα εἶναι, καὶ οὐκ ἂν τῷ μὲν λογικῷ ἔδομεν
δύνασθαι τοῦτο, τῷ δ’ ἀλόγῳ οὐκέτι: ζωὴ γὰρ ἦν τὸ κοινόν, ὃ δεκτικὸν
τοῦ αὐτοῦ πρὸς τὸ εὐδαιμονεῖν ἔμελλεν εἶναι, εἴπερ ἐν ζωῇ τινι τὸ
εὐδαιμονεῖν ὑπῆρχεν. ὅθεν, οἶμαι, καὶ οἱ ἐν λογικῇ ζωῇ λέγοντες τὸ
εὐδαιμονεῖν γίνεσθαι οὐκ ἐν τῇ τὸ μὲν
πρότερον, τὸ δὲ ὕστερον εἶναι. πολλαχῶς τοίνυν τῆς ζωῆς λεγομένης
καὶ τὴν διαφορὰν ἐχούσης κατὰ τὰ πρῶτα καὶ δεύτερα καὶ ἐφεξῆς καὶ
ὁμωνύμως τοῦ ζῆν λεγομένου — ἄλλως μὲν τοῦ φυτοῦ, ἄλλως δὲ τοῦ
ἀλόγου — καὶ τρανότητι καὶ ἀμυδρότητι τὴν διαφορὰν ἐχόντων, ἀνάλογον
δηλονότι καὶ τὸ εὖ. καὶ εἰ εἴδωλον ἄλλο ἄλλου, δηλονότι καὶ τὸ εὖ ὡς
εἴδωλον τοῦ εὖ. εἰ δὲ ὅτῳ ἄγαν ὑπάρχει τὸ ζῆν — τοῦτο δέ ἐστιν ὃ
μηδενὶ τοῦ ζῆν ἐλλείπει — τὸ εὐδαιμονεῖν, μόνῳ ἂν τῷ ἄγαν ζῶντι τὸ
εὐδαιμονεῖν ὑπάρχοι: τούτῳ γὰρ καὶ τὸ ἄριστον, εἴπερ ἐν τοῖς οὖσι τὸ
ἄριστον τὸ ὄντως ἐν ζωῇ καὶ ἡ τέλειος ζωή: οὕτω γὰρ ἂν οὐδὲ ἐπακτὸν
τὸ ἀγαθὸν ὑπάρχοι, οὐδ’ ἄλλο τὸ ὑποκείμενον ἀλλαχόθεν γενόμενον
παρέξει αὐτῷ ἐν ἀγαθῷ εἶναι. τί γὰρ τῇ τελείᾳ ζωῇ ἂν προσγένοιτο εἰς
τὸ ἀρίστην εἶναι; εἰ δέ τις τὴν τοῦ ἀγαθοῦ φύσιν ἐρεῖ, οἰκεῖος μὲν ὁ
λόγος ἡμῖν, οὐ μὴν τὸ αἴτιον, ἀλλὰ τὸ ἐνυπάρχον ζητοῦμεν. ὅτι δ’ ἡ
τελεία ζωὴ καὶ ἡ ἀληθινὴ καὶ ὄντως ἐν ἐκείνῃ τῇ νοερᾷ φύσει, καὶ ὅτι
αἱ ἄλλαι ἀτελεῖς καὶ ἰνδάλματα ζωῆς καὶ οὐ τελείως οὐδὲ καθαρῶς καὶ
οὐ μᾶλλον ζωαὶ ἢ τοὐναντίον, πολλάκις μὲν εἴρηται: καὶ νῦν δὲ
λελέχθω συντόμως ὡς, ἕως ἂν πάντα τὰ ζῶντα ἐκ μιᾶς ἀρχῆς ᾖ, μὴ
ἐπίσης δὲ
εἰ μὲν οὖν τὴν τελείαν ζωὴν ἔχειν οἷός τε ἄνθρωπος, καὶ ἄνθρωπος ὁ
ταύτην ἔχων τὴν ζωὴν εὐδαίμων. εἰ δὲ μή, ἐν θεοῖς ἄν τις τὸ
εὐδαιμονεῖν θεῖτο, εἰ ἐν ἐκείνοις μόνοις ἡ τοιαύτη ζωή. ἐπειδὴ
τοίνυν φαμὲν εἶναι καὶ ἐν ἀνθρώποις τὸ εὐδαιμονεῖν, σκεπτέον πῶς
ἔστι τοῦτο. λέγω δὲ τῷ ὅπερ ἔχει: τὸ δὲ ἐπέκεινα αἴτιον τοῦ ἐν
αὐτῷ καὶ ἄλλως ἀγαθόν, αὐτῷ παρὸν ἄλλως. μαρτύριον δὲ τοῦ τοῦτο
εἶναι τὸ μὴ ἄλλο ζητεῖν τὸν οὕτως ἔχοντα. τί γὰρ ἂν καὶ ζητήσειε;
τῶν μὲν γὰρ χειρόνων οὐδέν, τῷ δὲ ἀρίστῳ σύνεστιν. αὐτάρκης οὖν ὁ
βίος τῷ οὕτω ζωὴν ἔχοντι. κἂν σπουδαῖος ᾖ, αὐτάρκης εἰς εὐδαιμονίαν
καὶ εἰς κτῆσιν ἀγαθοῦ: οὐδὲν γὰρ ἔστιν ἀγαθὸν ὃ μὴ ἔχει. ἀλλ’ ὃ
ζητεῖ ὡς ἀναγκαῖον ζητεῖ, καὶ οὐχ αὑτῷ, ἀλλά τινι τῶν αὑτοῦ. σώματι
ἀλγηδόνες δ’ ἔτι καὶ νόσοι καὶ τὰ ἄλλως κωλύοντα ἐνεργεῖν; εἰ δὲ δὴ
μηδ’ ἑαυτῷ παρακολουθοῖ; γένοιτο γὰρ ἂν καὶ ἐκ φαρμάκων καί τινων
νόσων. πῶς δὴ ἐν τούτοις ἅπασι τὸ ζῆν εὖ καὶ τὸ εὐδαιμονεῖν ἂν ἔχοι;
πενίας γὰρ καὶ ἀδοξίας ἐατέον. καίτοι καὶ πρὸς ταῦτα ἄν τις
ἀποβλέψας ἐπιστήσειε καὶ πρὸς τὰς πολυθρυλλήτους αὖ μάλιστα
Πριαμικὰς τύχας: ταῦτα γὰρ εἰ καὶ φέροι καὶ ῥᾳδίως φέροι, ἀλλ’ οὐ
βουλητά γε ἦν αὐτῷ: δεῖ δὲ βουλητὸν τὸν εὐδαίμονα βίον εἶναι: ἐπεὶ
οὐδὲ τοῦτον εἶναι τὸν σπουδαῖον, ψυχὴν τοιάνδε, μὴ συναριθμεῖσθαι δ’
αὐτοῦ τῇ οὐσίᾳ τὴν σώματος φύσιν. ἑτοίμως γὰρ τοῦτο φαῖεν ἂν
λαμβάνειν, ἕως ἂν αἱ τοῦ σώματος πείσεις πρὸς αὐτὸν ἀναφέρωνται καὶ
αὖ καὶ αἱ αἱρέσεις καὶ φυγαὶ διὰ τοῦτο γίγνωνται αὐτῷ. ἡδονῆς δὲ
συναριθμουμένης τῷ εὐδαίμονι
ἀλλ’ εἰ μὲν τὸ εὐδαιμονεῖν ἐν τῷ μὴ ἀλγεῖν μηδὲ νοσεῖν μηδὲ δυστυχεῖν
μηδὲ συμφοραῖς μεγάλαις περιπίπτειν ἐδίδου ὁ λόγος, οὐκ ἦν τῶν
ἐναντίων παρόντων εἶναι ὁντινοῦν εὐδαίμονα: εἰ δ’ ἐν τῇ τοῦ ἀληθινοῦ
ἀγαθοῦ κτήσει τοῦτό ἐστι κείμενον, τί δεῖ παρέντας τοῦτο καὶ τὸ πρὸς
τοῦτο βλέποντας κρίνειν τὸν εὐδαίμονα τὰ ἄλλα ζητεῖν, ἃ μὴ ἐν τῷ
εὐδαιμονεῖν ἠρίθμηται; εἰ μὲν γὰρ συμφόρησις ἦν ἀγαθῶν καὶ ἀναγκαίων
ἢ καὶ οὐκ ἀναγκαίων, ἀλλ’ ἀγαθῶν καὶ τούτων λεγομένων, ἐχρῆν καὶ
ταῦτα παρεῖναι ζητεῖν: εἰ δὲ τὸ τέλος ἕν τι εἶναι ἀλλ’ οὐ πολλὰ δεῖ
— οὕτω γὰρ ἂν οὐ τέλος, ἀλλὰ τέλη ἂν ζητοῖ — ἐκεῖνο χρὴ λαμβάνειν
μόνον, ὃ ἔσχατόν τέ ἐστι καὶ τιμιώτατον καὶ ὃ ἡ ψυχὴ ζητεῖ ἐν αὑτῇ
ἐγκολπίσασθαι. ἡ δὲ ζήτησις αὕτη καὶ ἡ βούλησις οὐχὶ τοῦ μὴ ἐν τούτῳ
εἶναι: ταῦτα γὰρ οὐκ αὐτῇ τῇ φύσει ἀλλὰ παρόντα μόνον
φεύγει ὁ λογισμὸς ἀποικονομούμενος ἢ καὶ προσλαμβάνειν ζητεῖ: αὐτὴ
δὲ ἡ ἔφεσις πρὸς τὸ κρεῖττον αὐτῆς, οὗ ἐγγενομένου ἀποπεπλήρωται καὶ
ἔστη, καὶ οὗτος ὁ βουλητὸς ὄντως βίος. τῶν δ’ ἀναγκαίων τι παρεῖναι
οὐ βούλησις ἂν εἴη, εἰ κυρίως τὴν βούλησιν ὑπολαμβάνοι, ἀλλὰ μὴ
καταχρώμενός τις λέγοι, ἐπειδὴ καὶ ταῦτα παρεῖναι ἀξιοῦμεν. ἐπεὶ καὶ
ὅλως τὰ κακὰ ἐκκλίνομεν, καὶ οὐ δήπου βουλητὸν τὸ τῆς ἐκκλίσεως τῆς
τοιαύτης:
διὰ τί οὖν ὁ εὐδαιμονῶν ταῦτα ἐθέλει παρεῖναι καὶ τὰ ἐναντία
ἀπωθεῖται; ἢ φήσομεν οὐχ ὅτι πρὸς τὸ εὐδαιμονεῖν εἰσφέρεταί τινα
μοῖραν, ἀλλὰ μᾶλλον πρὸς τὸ εἶναι: τὰ δ’ ἐναντία τούτων ἢ πρὸς τὸ μὴ
εἶναι ἢ ὅτι ἐνοχλεῖ τῷ τέλει παρόντα, ἂν σαπείη. εἰ δ’ ὅτι μὴ πολυδαπάνως, ἀλλ’ ἀνωνύμως
τέθαπται οὐκ ἀξιωθεὶς ὑψηλοῦ μνήματος, τῆς μικρολογίας. ἀλλ’ εἰ
αἰχμάλωτος ἄγοιτο, πάρ τοί ἐστιν ὁδὸς ἐξιέναι, εἰ μὴ εἴη
εὐδαιμονεῖν. εἰ δὲ οἰκεῖοι αὐτῷ αἰχμάλωτοι, οἷον ἑλκόμενοι υἱοὶ καὶ
θυγατέρες — τί οὖν, φήσομεν, εἰ ἀποθνήσκοι μηδὲν τοιοῦτον ἑωρακώς;
ἆῤ ἂν οὕτως δόξης ἔχοι ἀπιών, ὡς μὴ ἂν τούτων ἐνδεχομένων γενέσθαι;
ἀλλ’ ἄτοπος ἂν εἴη. οὐκ ἂν οὖν δοξάσειεν, ὡς ἐνδέχεται τοιαύταις
τύχαις τοὺς οἰκείους περιπεσεῖν; ἆῤ οὖν διὰ τὸ οὕτως ἂν δοξάσαι ὡς
καὶ γενησομένου ἂν οὐκ εὐδαίμων; ἢ καὶ δοξάζων οὕτως εὐδαίμων: ὥστε
καὶ γινομένου. ἐνθυμοῖτο γὰρ ἄν, ὡς ἡ τοῦδε τοῦ παντὸς φύσις
τοιαύτη, οἵαν καὶ τὰ τοιαῦτα φέρειν καὶ ἕπεσθαι χρή. καὶ πολλοὶ δὴ
καὶ ἄμεινον αἰχμάλωτοι γενόμενοι πράξουσι. καὶ ἐπ’ αὐτοῖς δὲ
βαρυνομένοις ἀπελθεῖν: ἢ μένοντες ἢ εὐλόγως μένουσι καὶ οὐδὲν δεινὸν
ἢ ἀλόγως μένοντες, δέον μή, αὑτοῖς αἴτιοι. οὐ γὰρ δὴ διὰ τὴν τῶν
ἄλλων ἄνοιαν οἰκείων ὄντων αὐτὸς ἐν κακῷ
τὸ δὲ τῶν ἀλγηδόνων αὐτοῦ, ὅταν σφοδραὶ ὦσιν, ἕως δύναται φέρειν,
οἴσει: εἰ δὲ ὑπερβάλλουσιν, ἐξοίσουσι. καὶ οὐκ ἐλεεινὸς ἔσται ἐν τῷ
ἀλγεῖν, ἀλλὰ τὸ αὐτοῦ ἐν τῷ ἔνδον φέγγος, οἷον ἐν λαμπτῆρι φῶς
πολλοῦ ἔξωθεν πνέοντος ἐν πολλῇ ἂν εἴη ψυχῆς ἡμετέρας. καὶ τοῦτο
μαρτυρεῖ, ὅταν λανθάνειν ἡμᾶς κέρδος ἡγώμεθα καὶ ἀποθανόντων ἡμῶν,
εἰ γίγνοιτο, κέρδος εἶναι τιθεμένων καὶ οὐ τὸ ἐκείνων ἔτι
σκοπουμένων, ἀλλὰ τὸ αὑτῶν, ὅπως μὴ λυποίμεθα. τοῦτο δὲ ἡμετέρα ἤδη
ἀσθένεια, ἣν δεῖ περιαιρεῖν, ἀλλὰ μὴ ἐῶντας φοβεῖσθαι μὴ γένηται. εἰ
δέ τις λέγοι οὕτως ἡμᾶς πεφυκέναι, ὥστε ἀλγεῖν ἐπὶ ταῖς τῶν οἰκείων
συμφοραῖς, γιγνωσκέτω, ὅτι οὐ πάντες οὕτω, καὶ ὅτι τῆς ἀρετῆς τὸ
κοινὸν τῆς φύσεως πρὸς τὸ ἄμεινον ἄγειν καὶ πρὸς τὸ κάλλιον παρὰ
τοὺς πολλούς: κάλλιον δὲ τὸ μὴ ἐνδιδόναι τοῖς νομιζομένοις τῇ κοινῇ
φύσει δεινοῖς εἶναι. οὐ γὰρ ἰδιωτικῶς δεῖ, ἀλλ’ οἷον ἀθλητὴν μέγαν
διακεῖσθαι τὰς τῆς τύχης πληγὰς ἀμυνόμενον, γινώσκοντα μέν, ὅτι τινὶ
φύσει τὰ τοιαῦτα οὐκ ἀρεστά, τῇ δὲ αὑτοῦ φύσει οἰστά,
ἀλλ’ ὅταν μὴ παρακολουθῇ βαπτισθεὶς ἢ νόσοις ἢ μάγων τέχναις; ἀλλ’ εἰ
μὲν φυλάξουσιν αὐτὸν σπουδαῖον εἶναι οὕτως ἔχοντα καὶ οἷα ἐν ὕπνῳ
κοιμώμενον, τί κωλύει εὐδαίμονα αὐτὸν εἶναι; ἐπεὶ οὐδὲ ἐν τοῖς
ὕπνοις ἀφαιροῦνται τῆς εὐδαιμονίας αὐτόν, οὐδ’ ὑπὸ λόγον ποιοῦνται
τὸν χρόνον τοῦτον, ὡς μὴ πάντα τὸν βίον εὐδαιμονεῖν λέγειν: εἰ δὲ μὴ
σπουδαῖον φήσουσιν, οὐ περὶ τοῦ σπουδαίου ἔτι τὸν λόγον ποιοῦνται.
ἡμεῖς δὲ ὑποθέμενοι σπουδαῖον, εἰ εὐδαιμονεῖ, ἕως ἂν ᾖ σπουδαῖος,
ζητοῦμεν. ἀλλ’ ἔστω σπουδαῖός, φασι: μὴ αἰσθανόμενος δὲ
μηδ’ ἐνεργῶν κατ’ ἀρετήν, πῶς ἂν εὐδαίμων εἴη; ἀλλ’ εἰ μὲν μὴ
αἰσθάνοιτο ὅτι ὑγιαίνει, ὑγιαίνει οὐδὲν ἧττον, καὶ εἰ μὴ ὅτι καλός,
οὐδὲν ἧττον καλός: εἰ δὲ ὅτι σοφὸς μὴ αἰσθάνοιτο, ἧττον σοφὸς ἂν
εἴη; εἰ μή πού τις λέγοι, ὡς ἐν τῇ σοφίᾳ δεῖ τὸ αἰσθάνεσθαι καὶ
παρακολουθεῖν αὑτῷ παρεῖναι: ἐν γὰρ τῇ κατ’ ἐνέργειαν σοφίᾳ καὶ τὸ
εὐδαιμονεῖν παρεῖναι. ἐπακτοῦ μὲν οὖν ὄντος τοῦ φρονεῖν καὶ τῆς
σοφίας λέγοι ἄν τι ἴσως ὁ λόγος οὗτος: εἰ δ’ ἡ τῆς σοφίας ὑπόστασις
ἐν οὐσίᾳ τινί, μᾶλλον δὲ ἐν τῇ οὐσίᾳ, οὐκ ἀπόλωλε δὲ αὕτη ἡ οὐσία ἔν
τε τῷ κοιμωμένῳ καὶ ὅλως ἐν τῷ λεγομένῳ μὴ παρακολουθεῖν ἑαυτῷ, καὶ
ἔστιν ἡ τῆς οὐσίας αὖ ἐνέργεια ἐν αὐτῷ καὶ ἡ τοιαύτη ἄυπνος
ἐνέργεια, ἐνεργοῖ μὲν ἂν καὶ τότε ὁ σπουδαῖος ᾗ τοιοῦτος: λανθάνοι
δ’ ἂν αὕτη ἡ ἐνέργεια
λανθάνει δὲ ἴσως τῷ μὴ περὶ ὁτιοῦν τῶν αἰσθητῶν: διὰ γὰρ τῆς
αἰσθήσεως ὥσπερ μέσης περὶ ταῦτα ἐνεργεῖν δεῖ καὶ περὶ τούτων. αὐτὸς
δὲ ὁ νοῦς διὰ τί οὐκ ἐνεργήσει καὶ ἡ ψυχὴ περὶ αὐτὸν ἡ πρὸ αἰσθήσεως
καὶ ὅλως ἀντιλήψεως; δεῖ γὰρ τὸ πρὸ ἀντιλήψεως ἐνέργημα εἶναι, εἴπερ
τὸ αὐτὸ τὸ νοεῖν καὶ εἶναι. καὶ ἔοικεν ἡ ἀντίληψις εἶναι καὶ
γίνεσθαι ἀνακάμπτοντος τοῦ νοήματος καὶ τοῦ ἐνεργοῦντος τοῦ κατὰ τὸ
ζῆν τῆς ψυχῆς οἷον ἀπωσθέντος πάλιν, ὥσπερ τὸ ἐν κατόπτρῳ περὶ τὸ
λεῖον καὶ λαμπρὸν ἡσυχάζον. ὡς οὖν ἐν τοῖς τοιούτοις παρόντος μὲν
τοῦ κατόπτρου ἐγένετο τὸ εἴδωλον, μὴ παρόντος δὲ ἢ μὴ οὕτως ἔχοντος
ἐνέργεια πάρεστιν οὗ τὸ εἴδωλον ἦν ἄν, οὕτω καὶ περὶ ψυχὴν ἡσυχίαν
μὲν ἄγοντος τοῦ ἐν ἡμῖν τοιούτου, ᾧ ἐμφαίνεται τὰ τῆς διανοίας καὶ
τοῦ νοῦ εἰκονίσματα, ἐνορᾶται ταῦτα καὶ οἷον αἰσθητῶς γινώσκεται
μετὰ τῆς προτέρας γνώσεως, ὅτι ὁ νοῦς καὶ ἡ διάνοια ἐνεργεῖ.
συγκλασθέντος δὲ τούτου διὰ τὴν τοῦ σώματος ταραττομένην ἁρμονίαν
ἄνευ εἰδώλου ἡ διάνοια καὶ ὁ νοῦς νοεῖ καὶ ἄνευ φαντασίας ἡ νόησις
τότε: ὥστε καὶ τοιοῦτον ἄν τι νοοῖτο μετὰ φαντασίας τὴν νόησιν
γίγνεσθαι οὐκ οὔσης τῆς νοήσεως φαντασίας. πολλὰς δ’ ἄν τις εὕροι
καὶ ἐγρηγορότων καλὰς ἐνεργείας καὶ θεωρίας καὶ πράξεις, ὅτε
θεωροῦμεν καὶ ὅτε πράττομεν, τὸ
εἰ δέ τινες μηδὲ ζῆν λέγοιεν τὸν τοιοῦτον, ζῆν μὲν αὐτὸν φήσομεν,
λανθάνειν δ’ αὐτοὺς τὴν εὐδαιμονίαν τοῦ τοιούτου, ὥσπερ καὶ τὸ ζῆν.
εἰ δὲ μὴ πείθοιντο, ἀξιώσομεν αὐτοὺς ὑποθεμένους τὸν ζῶντα καὶ τὸν
σπουδαῖον οὕτω ζητεῖν, εἰ εὐδαίμων, μηδὲ τὸ ζῆν αὐτοῦ ἐλαττώσαντας
τὸ εὖ ζῆν ζητεῖν εἰ πάρεστι μηδὲ ἀνελόντας τὸν ἄνθρωπον περὶ
εὐδαιμονίας ἀνθρώπου ζητεῖν μηδὲ τὸν σπουδαῖον συγχωρήσαντας εἰς τὸ
εἴσω ἐπεστράφθαι
τὸ δὲ ἡδὺ τῷ βίῳ τῷ τοιούτῳ ὅταν ἀπαιτῶσιν,
οὐδ’ αἱ ἐνέργειαι δὲ διὰ τὰς τύχας ἐμποδίζοιντ̓ ἄν, ἀλλὰ ἄλλαι ἂν κατ’ ἄλλας γίγνοιντο τύχας, πᾶσαι δὲ ὅμως καλαὶ καὶ καλλίους ἴσως ὅσῳ περιστατικαί. αἱ δὲ κατὰ τὰς θεωρίας ἐνέργειαι αἱ μὲν καθ̓ ἕκαστα τάχα ἂν οἷον ἃς ζητήσας ἂν καὶ σκεψάμενος προφέροι: τὸ δὲ μέγιστον μάθημα πρόχειρον ἀεὶ καὶ μετ’ αὐτοῦ καὶ τοῦτο μᾶλλον, κἂν ἐν τῷ Φαλάριδος ταύρῳ λεγομένῳ ᾖ, ὃ μάτην λέγεται ἡδὺ δὶς ἢ καὶ πολλάκις λεγόμενον. ἐκεῖ μὲν γὰρ τὸ φθεγξάμενον τοῦτο αὐτό ἐστι τὸ ἐν τῷ ἀλγεῖν ὑπάρχον, ἐνταῦθα δὲ τὸ μὲν ἀλγοῦν ἄλλο, τὸ δὲ ἄλλο, ὃ συνὸν ἑαυτῷ, ἕως ἂν ἐξ ἀνάγκης συνῇ, οὐκ ἀπολελείψεται τῆς τοῦ ἀγαθοῦ ὅλου θέας.
τὸ δὲ μὴ συναμφότερον εἶναι τὸν ἄνθρωπον καὶ μάλιστα τὸν σπουδαῖον
μαρτυρεῖ καὶ ὁ χωρισμὸς ὁ ἀπὸ τοῦ σώματος καὶ ἡ τῶν λεγομένων ἀγαθῶν
τοῦ σώματος καταφρόνησις. τὸ δὲ καθόσον ἀξιοῦν τὸ ζῷον τὴν
εὐδαιμονίαν εἶναι γελοῖον εὐζωίας τῆς εὐδαιμονίας οὔσης, ἣ περὶ
ψυχὴν συνίσταται, δεῖ καὶ χείρω τὰ
σώματα ποιεῖν, ἵνα δεικνύοιτο οὗτος ὁ ἄνθρωπος ἄλλος ἂν ἢ τὰ ἔξω. ὁ
δὲ τῶν τῇδε ἄνθρωπος ἔστω καὶ καλὸς καὶ μέγας καὶ πλούσιος καὶ
πάντων ἀνθρώπων ἄρχων ὡς ἂν ὢν τοῦδε τοῦ τόπου, καὶ
ἀλλ’ εἰ δύο εἶεν σοφοί, τῷ δὲ ἑτέρῳ παρείη ὅσα κατὰ φύσιν λέγεται, τῷ
δὲ τὰ ἐναντία, ἴσον ὁ παῖς ἐκπλαγείη. οὐ μὴν διὰ
ταῦτα ἄφιλος οὐδὲ ἀγνώμων ὁ τοιοῦτος: τοιοῦτος γὰρ καὶ περὶ αὑτὸν
καὶ ἐν τοῖς ἑαυτοῦ. ἀποδιδοὺς οὖν ὅσα αὐτῷ καὶ τοῖς φίλοις φίλος ἂν
εἴη μάλιστα μετὰ τοῦ νοῦν ἔχειν.
εἰ δέ τις μὴ ἐνταῦθα ἐν τῷ νῷ τούτῳ ἄρας θήσει τὸν σπουδαῖον, κατάγοι
δὲ πρὸς τύχας καὶ ταύτας φοβήσεται περὶ αὐτὸν γενέσθαι, οὔτε
σπουδαῖον τηρήσει, οἷον ἀξιοῦμεν εἶναι, ἀλλ’ ἐπιεικῆ ἄνθρωπον καὶ
μικτὸν ἐξ ἀγαθοῦ καὶ κακοῦ διδοὺς μικτὸν βίον ἔκ τινος ἀγαθοῦ καὶ
κακοῦ ἀποδώσει
Εἰ τὸ εὐδαιμονεῖν ἐπίδοσιν τῷ χρόνῳ λαμβάνει τοῦ εὐδαιμονεῖν ἀεὶ κατὰ τὸ ἐνεστὸς λαμβανομένου; οὐδὲ γὰρ ἡ μνήμη τοῦ εὐδαιμονῆσαι ποιοῖ ἄν τι, οὐδ’ ἐν τῷ λέγειν, ἀλλ’ ἐν τῷ διακεῖσθαί πως τὸ εὐδαιμονεῖν. ἡ δὲ διάθεσις ἐν τῳ παρεῖναι καὶ ἡ ἐνέργεια τῆς ζωῆς.
εἰ δ’ ὅτι ἐφιέμεθα ἀεὶ τοῦ ζῆν καὶ τοῦ ἐνεργεῖν, τὸ τυγχάνειν τοῦ τοιούτου εὐδαιμονεῖν λέγοι μᾶλλον, πρῶτον μὲν οὕτω καὶ ἡ αὔριον εὐδαιμονία μείζων ἔσται καὶ ἡ ἑξῆς ἀεὶ τῆς προτέρας, καὶ οὐκέτι μετρηθήσεται τὸ εὐδαιμονεῖν τῇ ἀρετῇ. ἔπειτα καὶ οἱ θεοὶ νῦν μᾶλλον εὐδαιμονήσουσιν ἢ πρότερον καὶ οὔπω τέλειον καὶ οὐδέποτε τέλειον. ἔπειτα καὶ ἡ ἔφεσις λαβοῦσα τὴν τεῦξιν τὸ παρὸν εἴληφε καὶ ἀεὶ τὸ παρὸν ζητεῖ, ἕως ἂν ᾖ τὸ εὐδαιμονεῖν ἔχειν. ἡ δὲ ἔφεσις τοῦ ζῆν τὸ εἶναι ζητοῦσα τοῦ παρόντος ἂν εἴη, εἰ τὸ εἶναι ἐν τῷ παρόντι. εἰ δὲ τὸ μέλλον καὶ τὸ ἐφεξῆς θέλει, ὃ ἔχει θέλει καὶ ὅ ἐστιν, οὐχ ὃ παρελήλυθεν οὐδ’ ὃ μέλλει, ἀλλ’ ὃ ἤδη ἐστὶ τοῦτο εἶναι, οὐ τὸ εἰσαεὶ ζητοῦσα, ἀλλὰ τὸ παρὸν ἤδη εἶναι ἤδη.
τί οὖν; εἰ πλείονα χρόνον εὐδαιμόνησε καὶ πλείονα χρόνον εἶδε τοῖς ὄμμασι τὸ αὐτό; εἰ μὲν γὰρ ἐν τῷ πλείονι τὸ ἀκριβέστερον εἶδε, πλέον ἄν τι ὁ χρόνος αὐτῷ εἰργάσατο: εἰ δὲ ὁμοίως διὰ παντὸς εἶδε, τὸ ἴσον καὶ ὁ ἅπαξ θεασάμενος ἔχει.
ἀλλὰ πλείονα ἅτερος ἥσθη χρόνον. ἀλλὰ τοῦτο οὐκ ἂν ὀρθῶς ἔχοι
ἀριθμεῖν εἰς τὸ εὐδαιμονεῖν. εἰ δὲ τὴν ἡδονὴν λέγει τις τὴν
ἐνέργειαν
τί οὖν; εἰ ὁ μὲν ἐξ ἀρχῆς εὐδαιμόνησεν εἰς τέλος, ὁ δὲ τὸν ὕστερον
χρόνον, ὁ δὲ πρότερον
τί οὖν ὁ κακοδαίμων; οὐ μᾶλλον κακοδαίμων τῷ πλείονι; καὶ τὰ ἄλλα δὲ
ὅσα δυσχερῆ οὐκ ἐν τῷ πλείονι χρόνῳ πλείονα τὴν συμφορὰν δίδωσιν,
οἷον ὀδύναι πολυχρόνιοι καὶ λῦπαι καὶ πάντα τὰ τούτου τοῦ τύπου;
ἀλλ’ εἰ ταῦτα οὕτω τῷ χρόνῳ τὸ κακὸν ἐπαύξει, διὰ τί οὐ καὶ τὰ
ἐναντία καὶ τὸ εὐδαιμονεῖν ὡσαύτως; ἢ ἐπὶ μὲν τῶν λυπῶν καὶ ὀδυνῶν
ἔχοι ἄν τις λέγειν, ὡς προσθήκην ὁ χρόνος δίδωσιν, οἷον τὸ ἐπιμένειν
τὴν νόσον: ἕξις γὰρ γίνεται, καὶ κακοῦται μᾶλλον τῷ χρόνῳ τὸ σῶμα.
ἐπεί, εἴ γε τὸ αὐτὸ μένοι καὶ μὴ μείζων ἡ βλάβη, καὶ ἐνταῦθα τὸ
παρὸν ἀεὶ τὸ λυπηρὸν ἔσται, εἰ μὴ τὸ παρεληλυθὸς προσαριθμοῖ ἀφορῶν
εἰς τὸ γενόμενον καὶ μένον ἐπί τε τῆς κακοδαίμονος ἕξεως τὸ κακὸν
εἰς τὸν πλείονα χρόνον ἐπιτείνεσθαι αὐξανομένης καὶ τῆς κακίας τῷ
ἐμμόνῳ. τῇ γοῦν προσθήκῃ τοῦ μᾶλλον, οὐ τῷ πλείονι τὸ μᾶλλον
κακοδαιμονεῖν γίνεται. τὸ δὲ πλεῖον ἴσως οὐχ ἅμα ἐστὶν οὐδὲ δὴ
πλεῖον ὅλως λεκτέον τὸ μηκέτι ὂν τῷ ὄντι συναριθμοῦντα. τὸ δὲ τῆς
εὐδαιμονίας ὅρον τε καὶ πέρας ἔχει καὶ ταὐτὸν ἀεί. εἰ δέ τις καὶ
ἐνταῦθα
ἀλλὰ διὰ τί, εἰ τὸ παρὸν θεωρεῖν δεῖ μόνον καὶ μὴ συναριθμεῖν τῷ
γενομένῳ, οὐκ ἐπὶ τοῦ χρόνου τὸ αὐτὸ ποιοῦμεν, ἀλλὰ καὶ τὸν
παρεληλυθότα τῷ παρόντι συναριθμοῦντες πλείω λέγομεν; διὰ τί οὖν
οὐχ, ὅσος ὁ χρόνος, τοσαύτην καὶ τὴν εὐδαιμονίαν ἐροῦμεν; καὶ
διαιροῖμεν ἂν κατὰ τὰς τοῦ χρόνου διαιρέσεις καὶ τὴν εὐδαιμονίαν:
καὶ γὰρ αὖ τῷ παρόντι μετροῦντες ἀδιαίρετον αὐτὴν ποιήσομεν. ἢ τὸν
μὲν χρόνον ἀριθμεῖν καὶ μηκέτι ὄντα οὐκ ἄτοπον, ἐπείπερ καὶ τῶν
γενομένων μέν, μηκέτι δὲ ὄντων, ἀριθμὸν ἂν ποιησαίμεθα, οἷον τῶν
τετελευτηκότων: εὐδαιμονίαν δὲ μηκέτι οὖσαν παρεῖναι λέγειν τῆς
παρούσης πλείονα ἄτοπον. τὸ μὲν γὰρ εὐδαιμονεῖν συμβεβηκέναι ἀξιοῖ,
ὁ δὲ χρόνος ὁ πλείων παρὰ τὸν παρόντα τὸ μηκέτι εἶναι. ὅλως δὲ τοῦ
χρόνου τὸ πλέον σκέδασιν βούλεται ἑνός τινος ἐν τῷ παρόντι ὄντος.
διὸ καὶ εἰκὼν αἰῶνος εἰκότως λέγεται ἀφανίζειν βουλομένη ἐν τῷ
σκιδναμένῳ αὑτῆς τὸ ἐκείνου μένον. ὅθεν κἂν ἀπὸ τοῦ αἰῶνος ἀφέληται
τὸ ἐν ἐκείνῳ μεῖναν καὶ
εἰ δέ τις λέγοι τὴν μνήμην τῶν παρεληλυθότων ἐν τῷ ἐνεστηκότι μένουσαν παρέχεσθαι τὸ πλέον τῷ πλείονα χρόνον ἐν τῷ εὐδαιμονεῖν γεγενημένῳ, τί ἂν τὸ τῆς μνήμης λέγοι; ἢ γὰρ φρονήσεως μνήμην τῆς πρόσθεν γεγενημένης, ὥστε φρονιμώτερον ἂν λέγοι καὶ οὐκ ἂν τηροῖ τὴν ὑπόθεσιν: ἢ τῆς ἡδονῆς τὴν μνήμην, ὥσπερ πολλῆς περιχαρείας δεομένου τοῦ εὐδαίμονος καὶ οὐκ ἀρκουμένου τῇ παρούσῃ. καίτοι τί ἂν ἡδὺ ἡ μνήμη τοῦ ἡδέος ἔχοι; ὥσπερ ἄν, εἰ μνημονεύοι τις, ὅτι χθὲς ἐπὶ ὄψῳ ἥσθη: ἢ εἰς δέκατον ἔτος, ἔτι ἂν εἴη γελοιότερος: τὸ δὲ τῆς φρονήσεως, ὅτι πέρυσιν ἐφρόνουν.
εἰ δὲ τῶν καλῶν εἴη ἡ μνήμη, πῶς οὐκ ἐνταῦθα λέγοιτο ἄν τι; ἀλλὰ ἀνθρώπου ἐστὶ τοῦτο ἐλλείποντος τοῖς καλοῖς ἐν τῷ παρόντι καὶ τῷ μὴ ἔχειν νυνὶ ζητοῦντος τὴν μνήμην τῶν γεγενημένων.
ἀλλ’ ὁ πολὺς χρόνος πολλὰς ποιεῖ καλὰς πράξεις, ὧν ἄμοιρος ὁ πρὸς
ὀλίγον εὐδαίμων: εἰ δεῖ λέγειν ὅλως εὐδαίμονα τὸν οὐ διὰ πολλῶν τῶν
καλῶν. ἢ ὃς ἐκ πολλῶν τὸ εὐδαιμονεῖν καὶ χρόνων καὶ πράξεων λέγει,
ἐκ τῶν μηκέτι ὄντων ἀλλὰ παρεληλυθότων καὶ ἑνός τινος τοῦ παρόντος
τὸ εὐδαιμονεῖν συνίστησι. διὸ κατὰ τὸ παρὸν ἐθέμεθα τὸ εὐδαιμονεῖν,
εἶτα ἐζητοῦμεν, τὸ μᾶλλον εἰ ἐν πλείονι εὐδαιμονῆσαι μᾶλλόν ἐστι.
τοῦτο οὖν ζητητέον, εἰ ταῖς πράξεσι ταῖς πλείοσι πλεονεκτεῖ
Τὸ καλόν ἐστι μὲν ἐν ὄψει πλεῖστον, ἐστι δ’ ἐν ἀκοαῖς κατά τε λόγων
συνθέσεις καὶ ἐν μουσικῇ ἁπάσῃ: καὶ γὰρ μέλη καὶ ῥυθμοί εἰσι καλοί:
ἔστι δὲ καὶ προιοῦσι πρὸς τὸ ἄνω ἀπὸ τῆς αἰσθήσεως καὶ ἐπιτηδεύματα
καλὰ καὶ πράξεις καὶ ἕξεις καὶ ἐπιστῆμαί τε καὶ τὸ τῶν ἀρετῶν
κάλλος. εἰ δέ τι καὶ πρὸ τούτων, αὐτὸ δείξει. τί οὖν δὴ τὸ πεποιηκὸς
καὶ τὰ σώματα καλὰ φαντάζεσθαι καὶ τὴν ἀκοὴν ἐπινεύειν ταῖς φωναῖς,
ὡς καλαῖς; καὶ ὅσα ἐφεξῆς ψυχῆς ἔχεται, πῶς ποτε πάντα καλά; τὸ ὅλον, καὶ
τὰ μέρη καλὰ εἶναι: οὐ γὰρ δὴ ἐξ αἰσχρῶν, ἀλλὰ πάντα κατειληφέναι τὸ
κάλλος. τά τε χρώματα αὐτοῖς τὰ καλά, οἷον καὶ τὸ τοῦ ἡλίου φῶς,
ἁπλᾶ ὄντα καὶ οὐκ ἐκ συμμετρίας ἔχοντα τὸ κάλλος ἔξω ἔσται τοῦ καλὰ
εἶναι. χρυσός τε δὴ πῶς καλόν; καὶ νυκτὸς ἡ ἀστραπὴ ἢ τὰ
ἄστρα ὁρᾶσθαι τῷ καλόν; ἐπί τε τῶν φωνῶν ὡσαύτως τὸ ἁπλοῦν
οἰχήσεται, καίτοι ἑκάστου φθόγγου πολλαχῇ τῷ ἐν τῷ ὅλῳ καλῷ καλοῦ
καὶ αὐτοῦ ὄντος.
πάλιν οὖν ἀναλαβόντες λέγωμεν, τί δῆτά ἐστι τὸ ἐν τοῖς σώμασι καλὸν
πρῶτον. ἔστι μὲν γάρ τι καὶ ἐπιβολῇ τῇ πρώτῃ αἰσθητὸν γινόμενον καὶ
ἡ ψυχὴ ὥσπερ συνεῖσα λέγει καὶ ἐπιγνοῦσα ἀποδέχεται καὶ οἷον
συναρμόττεται. πρὸς δὲ τὸ αἰσχρὸν προσβαλοῦσα ἀνίλλεται καὶ ἀρνεῖται
καὶ ἀνανεύει ἀπ’ αὐτοῦ οὐ συμφωνοῦσα καὶ ἀλλοτριουμένη. φαμὲν δή, ὡς
τὴν φύσιν οὖσα ὅπερ ἐστὶ καὶ πρὸς τῆς κρείττονος ἐν τοῖς οὖσιν
οὐσίας, ὅ τι ἂν ἴδῃ συγγενὲς ἢ ἴχνος τοῦ συγγενοῦς, χαίρει τε καὶ
διεπτόηται καὶ ἀναφέρει πρὸς ἑαυτὴν καὶ ἀναμιμνήσκεται ἑαυτῆς καὶ
τῶν ἑαυτῆς. εἰ ὁτὲ μὲν πάσῃ
οἰκίᾳ μετὰ τῶν μερῶν, ὁτὲ δὲ ἑνὶ λίθῳ διδοίη τις φύσις τὸ κάλλος, τῇ
δὲ ἡ τέχνη. οὕτω μὲν δὴ καλὸν τὸ σῶμα γίγνεται λόγου ἀπὸ θεῶν
ἐλθόντος κοινωνίᾳ.
γινώσκει δὲ αὐτὸ ἡ ἐπ’ αὐτὸ δύναμις τεταγμένη, ἧς οὐδὲν κυριώτερον
εἰς κρίσιν τῶν ἑαυτῆς, ὅταν καὶ ἡ ἄλλη συνεπικρίνῃ ψυχή. τάχα δὲ καὶ
αὐτὴ λέγει συναρμόττουσα τῷ παῤ αὐτῇ εἴδει κἀκείνῳ πρὸς τὴν κρίσιν
χρωμένη ὥσπερ κανόνι τοῦ εὐθέος. πῶς δὲ συμφωνεῖ τὸ περὶ σῶμα τῷ πρὸ
σώματος; πῶς δὲ τὴν ἔξω οἰκίαν τῷ ἔνδον οἰκίας εἴδει ὁ οἰκοδομικος
συναρμόσας καλὴν εἶναι λέγει; ἢ ὅτι ἐστὶν ἡ ἔξω, εἰ χωρίσειας τοὺς
λίθους, τὸ ἔνδον εἶδος μερισθὲν τῷ ἔξω ὕλης ὄγκῳ, ἀμερὲς ὂν ἐν
πολλοῖς φανταζόμενον. ὅταν οὖν ἡ αἴσθησις τὸ ἐν σώμασιν εἶδος ἴδῃ
συνδησάμενον καὶ κρατῆσαν τε τὸ κρατεῖν. καὶ περὶ μὲν τῶν ἐν αἰσθήσει καλῶν, ἃ
δὴ εἴδωλα καὶ σκιαί, αἳ οἷον ἐκδραμοῦσαι εἰς ὕλην
ἐλθοῦσαι ἐκόσμησάν τε καὶ διεπτόησαν φανεῖσαι, τοσαῦτα.
περὶ δὲ τῶν προσωτέρω καλῶν, ἃ οὐκέτι αἴσθησις ὁρᾶν εἴληχε, ψυχὴ δὲ
ἄνευ ὀργάνων ὁρᾷ καὶ λέγει, ἀναβαίνοντας δεῖ θεάσασθαι καταλιπόντας
τῷ δὴ καὶ περὶ τὰ ἐν οὐκ αἰσθήσει ἐρωτικῶν ἀναπυνθάνεσθαι δεῖ: τί
πάσχετε περὶ τὰ λεγόμενα ἐπιτηδεύματα καλὰ καὶ τρόπους καλοὺς καὶ
ἤθη σώφρονα καὶ ὅλως ἔργα ἀρετῆς καὶ διαθέσεις καὶ τὸ τῶν ψυχῶν
κάλλος; καὶ ἑαυτοὺς δὲ ἰδόντες τὰ ἔνδον καλοὺς τί πάσχετε; καὶ πῶς
ἀναβακχεύεσθε καὶ ἀνακινεῖσθε καὶ ἑαυτοῖς συνεῖναι ποθεῖτε
συλλεξάμενοι αὑτοὺς ἀπὸ τῶν σωμάτων; πάσχουσι μὲν γὰρ ταῦτα οἱ ὄντως
ἐρωτικοί. τί δέ ἐστι, περὶ ὃ ταῦτα πάσχουσιν; οὐ σχῆμα, οὐ χρῶμα, οὐ
μέγεθός τι, ἀλλὰ περὶ τὸ αἶσχος. αὐτὸ τοῦτο
τὸ αἶσχος αὐτῇ ἆρα οὐ προσγεγονέναι οἷον ἐπακτὸν κακὸν φήσομεν, ὃ
ἐλωβήσατο μὲν αὐτῇ, πεποίηκε δὲ αὐτὴν ἀκάθαρτον καὶ πολλῷ τῷ κακῷ
συμπεφυρμένην, οὔτε ζωὴν ἔτι ἔχουσαν οὔτε αἴσθησιν καθαράν, ἀλλὰ τῷ
μίγματι τοῦ κακοῦ ἀμυδρᾷ τῇ ζωῇ κεχρημένην καὶ πολλῷ τῷ θανάτῳ
κεκραμένην, οὐκέτι μὲν ὁρῶσαν ἃ δεῖ ψυχὴν ὁρᾶν, οὐκέτι δὲ ἐωμένην ἐν
αὑτῇ μένειν τῷ ἕλκεσθαι ἀεὶ πρὸς τὸ
ἔστι γὰρ δή, ὡς ὁ παλαιὸς λόγος, καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία καὶ
πᾶσα ἀρετὴ κάθαρσις καὶ ἡ φρόνησις αὐτή. διὸ καὶ αἱ τελεταὶ ὀρθῶς
αἰνίττονται τὸν μὴ κεκαθαρμένον καὶ εἰς ᾅδου κείσεσθαι ἐν βορβόρῳ,
ὅτι τὸ μὴ καθαρὸν βορβόρῳ διὰ κάκην φίλον: οἷα δὴ καὶ ὗες, οὐ
καθαραὶ τὸ σῶμα, χαίρουσι τῷ τοιούτῳ. τί γὰρ ἂν καὶ εἴη σωφροσύνη
ἀληθὴς ἢ τὸ μὴ προσομιλεῖν ἡδοναῖς τοῦ σώματος, φεύγειν δὲ ὡς οὐ
καθαρὰς οὐδὲ καθαροῦ; αἰσχρὸν καὶ πρῶτον κακόν, ὥστε κἀκεῖνο ταὐτὸν ἀγαθόν
τε καὶ καλόν, ἢ τἀγαθόν τε καὶ καλλονή. ὁμοίως οὖν ζητητέον καλόν τε
καὶ ἀγαθὸν καὶ αἰσχρόν τε καὶ κακόν. καὶ τὸ πρῶτον θετέον τὴν
καλλονήν, ὅπερ καὶ τἀγαθόν: ἀφ̓ οὗ νοῦς εὐθὺς τὸ καλόν: ψυχὴ δὲ νῷ
καλόν: τὰ δὲ ἄλλα ἤδη παρὰ ψυχῆς μορφούσης καλά, τά τε ἐν ταῖς
πράξεσι τά τε ἐν τοῖς ἐπιτηδεύμασι. καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω
λέγεται, ψυχὴ ἤδη ποιεῖ: ἅτε γὰρ θεῖον οὖσα καὶ οἷον μοῖρα τοῦ
καλοῦ, ὧν ἂν ἐφάψηται καὶ κρατῇ, καλὰ ταῦτα, ὡς δυνατὸν αὐτοῖς
μεταλαβεῖν, ποιεῖ.
ἀναβατέον οὖν πάλιν ἐπὶ τὸ ἀγαθόν, οὗ ὀρέγεται πᾶσα ψυχή. εἴ τις οὖν
εἶδεν αὐτό, οἶδεν ὃ λέγω, ὅπως καλόν. ἐφετὸν μὲν γὰρ ὡς ἀγαθὸν καὶ ἡ
ἔφεσις πρὸς τοῦτο, τεῦξις δὲ αὐτοῦ ἀναβαίνουσι
τίς οὖν ὁ τρόπος; τίς μηχανή; πῶς τις θεάσεται κάλλος ἀμήχανον οἷον
ἔνδον ἐν ἁγίοις ἱεροῖς μένον οὐδὲ προιὸν εἰς τὸ ἔξω, ἵνα τις καὶ
βέβηλος ἴδῃ; ἴτω δὴ καὶ συνεπέσθω εἰς τὸ εἴσω ὁ δυνάμενος ἔξω
καταλιπὼν ὄψιν ὀμμάτων μηδ’ ἐπιστρέφων αὑτὸν εἰς τὰς προτέρας
ἀγλαίας σωμάτων. ἰδόντα γὰρ δεῖ τὰ ἐν σώμασι καλὰ μήτοι προστρέχειν,
ἀλλὰ γνόντα, ὥς εἰσιν εἰκόνες καὶ ἴχνη καὶ σκιαί, φεύγειν πρὸς
ἐκεῖνο, οὗ ταῦτα εἰκόνες. εἰ γάρ τις ἐπιδράμοι λαβεῖν βουλόμενος ὡς
ἀληθινοῦ, οἷα εἰδώλου καλοῦ ἐφ̓ ὕδατος ὀχουμένου, οὗ λαβεῖν
βουληθείς, ὥς πού τις μῦθος, δοκεῖ μοι, αἰνίττεται, δὺς εἰς τὸ κάτω
τοῦ ῥεύματος ἀφανὴς ἐγένετο, τὸν αὐτὸν δὴ τρόπον ὁ ἐχόμενος τῶν
καλῶν σωμάτων καὶ μὴ ἀφιεὶς οὐ τῷ σώματι, τῇ δὲ ψυχῇ καταδύσεται εἰς
σκοτεινὰ καὶ ἀτερπῆ τῷ νῷ βάθη, ἔνθα τυφλὸς καὶ ἐν ᾅδου
μένων καὶ ἐνταῦθα κἀκεῖ σκιαῖς συνέσται. φεύγωμεν δὴ φίλην ἐς
πατρίδα,
τί οὖν ἐκείνη ἡ ἔνδον βλέπει; ἄρτι μὲν ἐγειρομένη οὐ πάνυ τὰ λαμπρὰ
δύναται βλέπειν. ἐθιστέον οὖν τὴν ψυχὴν αὐτὴν πρῶτον μὲν τὰ καλὰ
βλέπειν ἐπιτηδεύματα: εἶτα ἔργα καλά, οὐχ ὅσα αἱ τέχναι ἐργάζονται,
ἀλλ’ ὅσα οἱ ἄνδρες οἱ λεγόμενοι ἀγαθοί: εἶτα ψυχὴν ἰδὲ τῶν τὰ ἔργα
τὰ καλὰ ἐργαζομένων. πῶς ἂν οὖν ἴδοις ψυχὴν ἀγαθὴν οἷον τὸ κάλλος
ἔχει; ἄναγε ἐπὶ σαυτὸν καὶ ἰδέ: κἂν μήπω σαυτὸν ἴδῃς καλόν, οἷα
ποιητὴς ἀγάλματος, ὃ δεῖ καλὸν γενέσθαι, τὸ μὲν ἀφαιρεῖ, τὸ δὲ
ἀπέξεσε, τὸ δὲ λεῖον, τὸ δὲ καθαρὸν ἐποίησεν, ἕως ἔδειξε καλὸν ἐπὶ
τῷ ἀγάλματι πρόσωπον, οὕτω καὶ σὺ ἀφαίρει ὅσα περιττὰ καὶ ἀπεύθυνε
ὅσα σκολιά, ὅσα σκοτεινὰ καθαίρων ἐργάζου εἶναι λαμπρὰ καὶ μὴ παύσῃ
τεκταίνων τὸ σὸν ἄγαλμα, ἕως ἂν ἐκλάμψῃ σοι τῆς ἀρετῆς ἡ θεοειδὴς
ἀγλαία, ἕως ἂν ἴδῃς σωφροσύνην ἐν ἁγνῷ βεβῶσαν βάθρῳ. εἰ γέγονας
τοῦτο καὶ εἶδες σαυτὸν καὶ σαυτῷ καθαρῶς συνεγένου οὐδὲν ἔχων
ἐμπόδιον πρὸς τὸ εἷς οὕτω γενέσθαι οὐδὲ σὺν αὑτῷ ἄλλο τι ἐντὸς
μεμιγμένον ἔχων, ἀλλ’ ὅλος αὐτὸς φῶς ἀληθινὸν μόνον, οὐ μεγέθει
μεμετρημένον οὐδὲ σχήματι εἰς ἐλάττωσιν περιγραφὲν οὐδ’ αὖ εἰς
μέγεθος δἰ ἀπειρίας αὐξηθέν, ἀλλ’ ἀμέτρητον πανταχοῦ, ὡς ἂν μεῖζον
παντὸς μέτρου καὶ παντὸς κρεῖσσον ποσοῦ: εἰ τοῦτο
Ἆῤ ἄν τις ἕτερον εἴποι ἀγαθὸν ἑκάστῳ εἶναι ἢ τὴν κατὰ φύσιν τῆς ζωῆς
ἐνέργειαν, καὶ εἴ οὖν οὐδὲ τῇ νοήσει τἀγαθὸν εἶναι, ἀλλ’ αὐτῇ
τῇ μονῇ τἀγαθὸν εἶναι. καὶ γὰρ ὅτι ἐπέκεινα οὐσίας,
ἐπέκεινα καὶ ἐνεργείας καὶ ἐπέκεινα νοῦ καὶ νοήσεως. καὶ γὰρ αὖ
τοῦτο δεῖ τἀγαθὸν τίθεσθαι, εἰς ὃ πάντα ἀνήρτηται, αὐτὸ δὲ εἰς
μηδέν: οὕτω γὰρ καὶ ἀληθὲς τὸ οὗ πάντα ἐφίεται. δεῖ οὖν μένειν αὐτό,
πρὸς αὐτὸ: δὲ ἐπιστρέφειν πάντα, ὥσπερ κύκλον πρὸς κέντρον, ἀφ̓ οὗ
πᾶσαι γραμμαί. καὶ παράδειγμα ὁ ἥλιος ὥσπερ κέντρον ὢν πρὸς τὸ φῶς
τὸ παῤ αὐτοῦ ἀνηρτημένον πρὸς αὐτόν: πανταχοῦ γοῦν μετ’ αὐτοῦ καὶ
οὐκ ἀποτέτμηται, κἂν ἀποτεμεῖν ἐθελήσῃς ἐπὶ θάτερα, πρὸς τὸν ἥλιόν
ἐστι τὸ φῶς.
τὰ δ’ ἄλλα πάντα πρὸς αὐτὸ πῶς; ἢ τὰ μὲν
εἰ δ’ ἡ ζωὴ ἀγαθόν, ὑπάρχει τοῦτο ζῶντι παντί; ἢ οὔ: χωλεύει γὰρ ἡ
ζωὴ τῷ φαύλῳ, ὥσπερ ὄμμα τῷ μὴ καθαρῶς ὁρῶντι: οὐ γὰρ ποιεῖ τὸ ἔργον
αὑτοῦ. εἰ δὴ ἡ ζωὴ ἡμῖν, ᾗ μέμικται, κακὸν ἀγαθόν, πῶς οὐχ ὁ θάνατος
κακόν; ἤ τίνι; τὸ γὰρ κακὸν συμβεβηκέναι δεῖ τῳ: ὃ δ’ οὐκ ἔστιν ἔτι
ὄν, ἤ, εἰ ἔστιν, ἐστερημένον ζωῆς, οὐκ ἔστι δεκτικὸν
κακοῦ, οὐδ’ οὕτω κακὸν τῷ λίθῳ. εἰ δ’ ἔστι ζωὴ καὶ ψυχὴ
μετὰ θάνατον, ἤδη ἄν εἴη ἀγαθόν, ὅσῳ μᾶλλον ἐνεργεῖ τὰ αὑτῆς ἄνευ
σώματος. εἰ δὲ τῆς ὅλης γίνεται, τί ἂν ἐκεῖ οὔσῃ εἴη κακόν; καὶ ὅλως
ὥσπερ τοῖς θεοῖς ἀγαθὸν μέν ἐστι, κακὸν δὲ οὐδέν, οὕτως οὐδὲ τῇ ψυχῇ
τῇ σωζούσῃ τὸ καθαρὸν αὑτῆς: εἰ δὲ μὴ σώζοι, οὐχ ὁ θάνατος ἂν εἴη
κακον αὐτῇ, ἀλλ’ ἡ ζωή. εἰ δὲ καὶ ἐν ᾅδου δίκαι, πάλιν αὐτῇ ἡ ζωὴ
κἀκεῖ κακόν, ὅτι μὴ ζωὴ μόνον. ἀλλ’ εἰ σύνοδος μὲν ψυχῆς καὶ σώματος
ζωή, θάνατος δὲ διάλυσις τούτων, ἡ ψυχὴ ἔσται ἀμφοτέρων δεκτική.
ἀλλ’ εἰ ἀγαθὴ ἡ ζωή, πῶς ὁ θάνατος οὐ κακόν; ἢ ἀγαθὴ μὲν ἡ ζωὴ οἷς
ἐστιν, ἀγαθὸν οὐ καθόσον σύνοδος, ἀλλ’ ὅτι δἰ ἀρετῆς ἀμύνεται κατὰ τὸ σύνθετον, ἀλλ’ ἤδη
χωρίζουσαν ἑαυτήν.
Οἱ ζητοῦντες πόθεν τὰ κακά, εἴτ̓ οὖν εἰς τὰ ἄν, καὶ ὅλως εἰ ἔστιν ἐν τοῖς
οὖσιν ὁμολογηθείη. κακοῦ δὲ φύσιν τίνι ποτὲ δυνάμει τῶν ἐν ἡμῖν
γνοίημεν ἂν τῆς γνώσεως ἑκάστων δἰ ὁμοιότητος γιγνομένης ἄπορον ἂν
εἴη. νοῦς μὲν γὰρ καὶ ψυχὴ εἴδη ὄντα εἰδῶν καὶ τὴν γνῶσιν ἂν
ποιοῖντο, καὶ πρὸς αὐτὰ ἂν ἔχοιεν τὴν ὄρεξιν: εἶδος δὲ τὸ κακὸν πῶς
ἄν τις φαντάζοιτο ἐν ἀπουσίᾳ παντὸς ἀγαθοῦ ἰνδαλλόμενον; ἀλλ’ εἰ,
ὅτι τῶν ἐναντίων ἡ αὐτὴ γένοιτ̓ ἂν ἐπιστήμη καὶ τῷ ἀγαθῷ ἐναντίον τὸ
κακόν, ἥπερ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ἔσται, ἀναγκαῖον περὶ ἀγαθοῦ
διιδεῖν τοῖς μέλλουσι τὰ κακὰ γνώσεσθαι, ἐπείπερ προηγούμενα τὰ
ἀμείνω τῶν χειρόνων καὶ εἴδη, τὰ δὲ οὔ, ἀλλὰ στέρησις μᾶλλον. ζήτημα
δ’ ὅμως καὶ ὥς, πῶς ἐναντίον τὸ ἀγαθὸν τῷ κακῷ: εἰ μὴ
ἄρα, ὡς τὸ μὲν ἀρχή, τὸ δὲ ἔσχατον, ἢ τὸ μὲν ὡς εἶδος, τὸ δὲ ὡς
στέρησις. ἀλλὰ ταῦτα μὲν ὕστερον.
νῦν δὲ λεγέσθω, τίς ἡ τοῦ ἀγαθοῦ φύσις, καθ̓ ὅσον τοῖς παροῦσι λόγοις
προσήκει. ἔστι δὲ τοῦτο, εἰς ὃ πάντα ἀνήρτηται καὶ οὗ πάντα τὰ ὄντα
ἐφίεται ἀρχὴν ἔχοντα αὐτὸ κἀκείνου δεόμενα: τὸ δ’ ἐστὶν ἀνενδεές,
ἱκανὸν ἑαυτῷ, μηδενὸς δεόμενον, μέτρον πάντων καὶ πέρας, δὸν ἐξ
αὑτοῦ νοῦν καὶ οὐσίαν καὶ ψυχὴν καὶ ζωὴν καὶ περὶ νοῦν ἐνέργειαν.
καὶ μέχρι μὲν τούτου καλὰ πάντα: αὐτός τε γὰρ ὑπέρκαλος καὶ ἐπέκεινα
τῶν ἀρίστων βασιλεύων ἐν τῷ νοητῷ, νοῦ ἐκείνου ὄντος οὐ κατὰ νοῦν,
ὃν οἰηθείη ἄν τις κατὰ τοὺς παῤ ἡμῖν λεγομένους καὶ περὶ τὸν πάντων
εἰ δὴ τοιαῦτά ἐστι τὰ ὄντα καὶ τὸ ἐπέκεινα τῶν ὄντων, οὐκ ἂν ἐν τοῖς
οὖσι τὸ κακὸν ἐνείη, οὐδὲ ἐν τῷ ἐπέκεινα τῶν ὄντων: ἀγαθὰ γὰρ ταῦτα.
λείπεται τοίνυν, εἴπερ ἔστιν, ἐν τοῖς μὴ οὖσιν εἶναι οἷον εἶδός τι
τοῦ μὴ ὄντος ὂν καὶ περί τι τῶν μεμιγμένων τῷ μὴ ὄντι ἢ ὁπωσοῦν
κοινωνούντων τῷ μὴ ὄντι. μὴ ὂν δὲ οὔτι τὸ παντελῶς μὴ ὄν, ἀλλ’
ἕτερον μόνον τοῦ ὄντος: οὐχ οὕτω δὲ μὴ ὄν, ὡς κίνησις καὶ στάσις ἡ
περὶ τὸ ὄν, ἀλλ’ ὡς εἰκὼν τοῦ ὄντος ἢ καὶ ἔτι μᾶλλον μὴ ὄν. τοῦτο δέ
ἐστι τὸ αἰσθητὸν πᾶν καὶ ὅσα περὶ τὸ αἰσθητὸν πάθη ἢ ὕστερόν τι
τούτων καὶ ὡς συμβεβηκὸς τούτοις ἢ ἀρχὴ τούτων ἢ ἕν τι τῶν
συμπληρούντων τοῦτο τοιοῦτον ὄν. ἤδη γὰρ ἄν τις εἰς ἔννοιαν ἥκοι
αὐτοῦ οἷον ἀμετρίαν εἶναι πρὸς μέτρον καὶ ἄπειρον πρὸς πέρας καὶ
ἀνείδεον πρὸς εἰδοποιητικὸν καὶ ἀεὶ ἐνδεὲς πρὸς αὔταρκες, ἀεὶ
ἀόριστον, οὐδαμῇ ἑστώς, παμπαθές, ἀκόρητον, πενία παντελής: καὶ οὐ
συμβεβηκότα ταῦτα αὐτῷ, ἀλλ’ οἷον οὐσία αὐτοῦ ταῦτα, καὶ ὅ τι ἂν
αὐτοῦ μέρος ἴδῃς, καὶ αὐτὸ πάντα ταῦτα: τὰ δ’ ἄλλα, ὅσα ἂν αὐτοῦ
μεταλάβῃ καὶ ὁμοιωθῇ, κακὰ μὲν γίνεσθαι, οὐχ ὅπερ δὲ κακὰ εἶναι.
τίνι οὖν ὑποστάσει ταῦτα πάρεστιν οὐχ ἕτερα ὄντα ἐκείνης, ἀλλ’
ἐκείνη; καὶ γὰρ εἰ ἑτέρῳ συμβαίνει τὸ κακόν, δεῖ τι πρότερον αὐτὸ
εἶναι, κἂν μὴ οὐσία τις ᾖ. ὡς γὰρ ἀγαθὸν τὸ μὲν αὐτό, τὸ δὲ ὃ
συμβέβηκεν, οὕτω καὶ κακὸν τὸ μὲν αὐτό, τὸ δὲ ἤδη κατ’ ἐκεῖνο
συμβεβηκὸς ἑτέρῳ. τίς οὖν ἀμετρία,
σωμάτων δὴ φύσις, καθόσον μετέχει ὕλης, κακὸν ἂν εἴη: ἔχει μὲν γὰρ
εἶδός τι οὐκ ἀληθινὸν ἐστέρηταί τε ζωῆς φθείρει τε ἄλληλα φορᾷ τῇ
παῤ αὐτῶν ἀτάκτῳ ἐμπόδιά τε ψυχῆς πρὸς τὴν αὐτῆς ἐνέργειαν φεύγει τε
οὐσίαν ἀεὶ ῥέοντα, ψυχὴ δὲ καθ̓ ἑαυτὴν μὲν οὐ κακὴ οὐδ’ αὖ πᾶσα
κακή. ἀλλὰ τίς ἡ κακή; οἷόν, φησι, δουλωσαμένη μὲν ᾧ πέφυκε κακία
ψυχῆς ἐγγίνεσθαι, ὡς τοῦ ἀλόγου τῆς ψυχῆς εἴδους τὸ κακὸν δεχομένου,
ἀμετρίαν καὶ ὑπερβολὴν καὶ ἔλλειψιν, ἐξ ὧν καὶ ἀκολασία καὶ δειλία
καὶ ἡ ἄλλη ψυχῆς κακία, ἀκούσια παθήματα, δόξας ψευδεῖς ἐμποιοῦντα
κακά τε νομίζειν καὶ ἀγαθὰ ἃ φεύγει τε καὶ διώκει. ἀλλὰ τί τὸ
πεποιηκὸς τὴν κακίαν ταύτην καὶ πῶς εἰς ἀρχὴν ἐκείνην καὶ αἰτίαν
ἀνάξεις; ἢ πρῶτον μὲν οὐκ ἔξω ὕλης οὐδὲ καθ̓
ἀλλ’ εἰ ἡ ἔλλειψις τοῦ ἀγαθοῦ αἰτία τοῦ ὁρᾶν καὶ συνεῖναι τῷ σκότει,
τὸ κακὸν εἴη ἂν ἐν τῇ ἐλλείψει τῇ ψυχῇ καὶ πρῶτον — δεύτερον δὲ
ἔσται τὸ σκότος — καὶ ἡ φύσις τοῦ κακοῦ οὐκέτι ἐν τῇ ὕλῃ, ἀλλὰ καὶ
πρὸ τῆς ὕλης. ἢ οὐκ ἐν τῇ ὁπωσοῦν ἐλλείψει, ἀλλ’ ἐν τῇ παντελεῖ τὸ
κακόν: τὸ γοῦν ἐλλεῖπον ὀλίγον τοῦ ἀγαθοῦ οὐ κακόν, δύναται γὰρ καὶ
τέλειον εἶναι ὡς πρὸς φύσιν τὴν αὑτοῦ. ἀλλ’ ὅταν παντελῶς ἐλλείπῃ,
ὅπερ ἐστὶν ἡ ὕλη, τοῦτο τὸ ὄντως κακὸν μηδεμίαν ἔχον ἀγαθοῦ μοῖραν.
οὐδὲ γὰρ τὸ εἶναι ἔχει ἡ ὕλη, ἵνα ἀγαθοῦ αἶσχος, πενίαν; ἢ νόσον μὲν ἔλλειψιν καὶ ὑπερβολὴν
σωμάτων ἐνύλων τάξιν καὶ μέτρον οὐκ ἀνεχομένων, αἶσχος δὲ ὕλην οὐ
κρατηθεῖσαν εἴδει, πενίαν δὲ ἔνδειαν καὶ στέρησιν ὧν ἐν χρείᾳ ἐσμὲν
διὰ τὴν ὕλην ᾗ συνεζεύγμεθα φύσιν ἔχουσαν χρησμοσύνην εἶναι. εἰ δὴ
ταῦτα ὀρθῶς λέγεται, οὐ θετέον ἡμᾶς ἀρχὴν κακῶν εἶναι κακοὺς παῤ
αὑτῶν ὄντας, ἀλλὰ πρὸ ἡμῶν ταῦτα: ἃ δ’ ἂν ἀνθρώπους κατάσχῃ,
κατέχειν οὐχ ἑκόντας, ἀλλ’ εἶναι μὲν ἀποφυγὴν κακῶν τῶν ἐν τῇ ψυχῇ
τοῖς δυνηθεῖσι, πάντας δὲ οὐ δύνασθαι. θέσις δὲ ὕλης παρούσης τοῖς
αἰσθητοῖς τὸ κακὸν μὴ παρεῖναι τὴν κακίαν ἣν ἄνθρωποι ἔχουσιν, ὅτι
μηδὲ ἀνθρώποις ἅπασι: κρατεῖν γὰρ αὐτῆς — ἀμείνους δέ, οἷς μὴ
πάρεστι — καὶ τούτῳ κρατεῖν δὲ τῷ μὴ ἐνύλῳ ἐν αὐτοῖς ὄντι.
ἐπισκεπτέον δὲ καὶ πῶς λέγεται μὴ ἂν ἀπολέσθαι τὰ κακά, ἀλλ’ εἶναι ἐξ
ἀνάγκης: καὶ ἐν θεοῖς μὲν οὐκ εἶναι, περιπολεῖν δὲ τὴν θνητὴν φύσιν
καὶ τόνδε τὸν τόπον ἀεί. ἆῤ οὖν οὕτως
ἀλλὰ πῶς οὖν ἐξ ἀνάγκης, εἰ τὸ ἀγαθόν, ἀλλ’ ἐπείπερ
ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἔστε, οὔτι γε μὴν λυθήσεσθε δἰ
ἐμέ.
εἰ δὴ οὕτως, ὀρθῶς ἂν λέγοιτο μὴ ἂν ἀπολέσθαι τὰ κακά.
πῶς οὖν ἐκφεύξεται; οὐ τῷ τόπῳ, φησίν, ἀλλ’ ἀρετὴν κτησάμενος καὶ
τοῦ σώματος αὑτὸν χωρίσας: οὕτω γὰρ καὶ ὕλης: ὡς ὅ γε συνὼν τῷ
σώματι καὶ ὕλῃ σύνεστι. τὸ δὲ χωρίσαι καὶ μὴ δῆλόν που αὐτὸς ποιεῖ:
τὸ δ’ ἐν θεοῖς εἶναι, ἐν τοῖς νοητοῖς: οὗτοι γὰρ ἀθάνατοι. ἔστι δὲ
τοῦ κακοῦ λαβεῖν καὶ οὕτω τὴν ἀνάγκην. ἐπεὶ γὰρ οὐ μόνον τὸ ἀγαθόν,
ἀνάγκη τῇ ἐκβάσει τῇ παῤ αὐτοῦ, ἤ, εἰ οὕτω τις εθέλοι λέγειν, τῇ ἀεὶ
ὑποβάσει καὶ ἀποστάσει, τὸ ἔσχατον, καὶ μεθ̓ ὃ οὐκ ἦν ἔτι γενέσθαι
ὁτιοῦν, τοῦτο εἶναι τὸ κακόν. ἐξ ἀνάγκης δὲ εἶναι τὸ μετὰ τὸ πρῶτον,
ὥστε καὶ τὸ ἔσχατον: τοῦτο δὲ ἡ ὕλη μηδὲν ἔτι ἔχουσα αὐτοῦ. καὶ αὕτη
ἡ ἀνάγκη τοῦ κακοῦ.
εἰ δέ τις λέγοι μὴ διὰ τὴν ὕλην ἡμᾶς γενέσθαι κακούς — μήτε γὰρ τὴν
ἄγνοιαν διὰ τὴν ὕλην εἶναι μήτε τὰς ἐπιθυμίας τὰς πονηράς: καὶ γάρ,
εἰ διὰ σώματος κακίαν ἡ σύστασις γίγνοιτο, μὴ τὴν ὕλην, ἀλλὰ τὸ
εἶδος ποιεῖν, οἷον θερμότητας, ψυχρότητας, πικρόν, ἁλμυρὸν καὶ ὅσα
χυμῶν εἴδη, ἔτι πληρώσεις, κενώσεις, καὶ πληρώσεις οὐχ ἁπλῶς, ἂν ἦν, εἰ ἐφ̓ ἑαυτῶν
ὑπῆρχεν, ἀλλὰ λόγοι ἔνυλοι φθαρέντες ἐν ὕλῃ καὶ τῆς φύσεως τῆς
ἐκείνης ἀναπλησθέντες: οὐδὲ γὰρ τὸ πῦρ αὐτὸ καίει οὐδ’ ἄλλο τι τῶν
ἐφ̓ ἑαυτῶν ταῦτα ἐργάζεται, ἃ ἐν τῇ ὕλῃ γινόμενα λέγεται ποιεῖν.
γενομένη γὰρ κυρία τοῦ εἰς αὐτὴν ἐμφαντασθέντος φθείρει αὐτὸ καὶ
διόλλυσι τὴν αὑτῆς παραθεῖσα φύσιν ἐναντίαν οὖσαν, οὐ τῷ θερμῷ τὸ
ψυχρὸν προσφέρουσα, ἀλλὰ τῷ εἴδει τοῦ θερμοῦ τὸ αὑτῆς ἀνείδεον
προσάγουσα καὶ τὴν ἀμορφίαν τῇ μορφῇ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν τῷ
μεμετρημένῳ, ἕως ἂν αὐτὸ ποιήσῃ αὐτῆς, ἀλλὰ μὴ αὑτοῦ ἔτι εἶναι,
ὥσπερ ἐν τροφῇ ζῴων τὸ εἰσενεχθὲν μηκέτι εἶναι ὅπερ προσελήλυθεν,
ἀλλ’ αἷμα κυνὸς καὶ πᾶν κύνειον, καὶ χυμοὶ πάντες ὅπερ τὸ δεξάμενον
ἐκείνους. εἰ δὴ σῶμα αἴτιον τῶν κακῶν, ὕλη ἂν εἴη καὶ ταύτῃ αἴτιον
τῶν κακῶν. ἀλλὰ κρατεῖν ἔδει, ἄλλος ἂν εἴποι. ἀλλ’ οὐ καθαρὸν τὸ
δυνάμενον κρατεῖν, εἰ μὴ φύγοι. καἶ σφοδρότεραι δὲ αἱ ἐπιθυμίαι
κράσει τοιᾷδε σωμάτων, ἄλλαι δ’ ἄλλων, ὥστε μὴ κρατεῖν τὸ ἐν ἑκάστῳ
— ἀμβλύτεροι δὲ καὶ πρὸς τὸ κρίνειν διὰ σωμάτων κάκην κατεψυγμένοι
καὶ ἐμπεποδισμένοι — αἱ δ’ ἐναντίαι ποιοῦσι κούφους
καὶ ἀνερματίστους. μαρτυροῦσι δὲ ταῦτα καὶ αἱ πρὸς
καιρὸν ἕξεις.
τίνι οὖν ἐγνωρίσαμεν ταῦτα; καὶ πρῶτον κακίαν τίνι; ἀρετὴν μὲν γὰρ νῷ
αὐτῷ καὶ φρονήσει: αὑτὴν γὰρ γνωρίζει: κακίαν δὲ πῶς; ἢ ὥσπερ κανόνι
τὸ ὀρθὸν καὶ μή, οὕτω καὶ τὸ μὴ ἐναρμόζον τῇ ἀρετῇ; βλέποντες οὖν
αὐτὸ ἢ μὴ βλέποντες, τὴν κακίαν λέγω; ἢ τὴν μὲν παντελῆ κακίαν οὐ
βλέποντες, καὶ γὰρ ἄπειρον: ἀφαιρέσει οὖν τὸ μηδαμοῦ τοῦτο: τὴν δὲ
μὴ παντελῆ τῷ ἐλλείπειν τούτῳ. μέρος οὖν ὁρῶντες τῷ παρόντι μέρει τὸ
ἀπὸν λαμβάνοντες, ὅ ἐστι μὲν ἐν τῷ ὅλῳ εἴδει, ἐκεῖ δὲ ἄπεστιν, οὕτω
κακίαν λέγομεν ἐν ἀορίστῳ τὸ ἐστερημένον καταλιπόντες. καὶ δὴ ἐπὶ
τῆς ὕλης οἷον
καὶ ταῦτα μὲν ταύτῃ. ἄποιος δὲ οὖσα πῶς κακή: ἢ ἄποιος λέγεται τῷ
μηδὲν ἔχειν αὐτὴν ἐφ̓ ἑαυτῆς τούτων τῶν ποιοτήτων, ἃς δέξεται καὶ
αἳ ἐν αὐτῇ ὡς ὑποκειμένῳ ἔσονται, οὐ μὴν οὕτως, ὡς
μηδεμίαν φύσιν ἔχειν. εἰ δὴ ἔχει τινὰ φύσιν, ταύτην τὴν φύσιν τί
κωλύει κακὴν εἶναι, οὐχ οὕτω δὲ κακήν, ὡς ποιόν; ἐπειδὴ καὶ τὸ ποιὸν
τοῦτό ἐστι, καθ̓ ὃ ἕτερον ποιὸν λέγεται. συμβεβηκὸς οὖν τὸ ποιὸν καὶ
ἐν ἄλλῳ: ἡ δὲ ὕλη οὐκ ἐν ἄλλῳ, ἀλλὰ τὸ ὑποκείμενον καὶ τὸ συμβεβηκὸς
περὶ αὐτό. τοῦ οὖν ποιοῦ τὴν φύσιν συμβεβηκότος ἔχοντος οὐ τυχοῦσα
ἄποιος λέγεται. εἰ τοίνυν καὶ ὴ ποιότης αὐτὴ ἄποιος, πῶς ἡ ὕλη οὐ
δεξαμένη ποιότητα ποιὰ ἂν λέγοιτο; ὀρθῶς ἄρα λέγεται καὶ ἄποιος
εἶναι καὶ κακή: οὐ γὰρ λέγεται κακὴ τῷ ποιότητα ἔχειν, ἀλλὰ μᾶλλον
τῷ ποιότητα μὴ ἔχειν, ἵνα μὴ ᾖ ἴσως κακὴ εἶδος οὖσα, ἀλλὰ ἐναντία τῷ
εἴδει φύσις.
ἀλλ’ ἡ ἐναντία τῷ εἴδει παντὶ φύσις στέρησις: στέρησις δὲ ἀεὶ ἐν ἄλλῳ
καὶ ἐπ’ αὐτῆς οὐχ ὑπόστασις: ὥστε τὸ κακὸν εἰ ἐν στερήσει, ἐν τῷ
ἐστερημένῳ εἴδους τὸ κακὸν ἔσται: ὥστε καθ̓ ἑαυτὸ οὐκ ἔσται. εἰ οὖν
ἐν τῇ ψυχῇ ἔσται κακόν, ἡ στέρησις ἐν αὐτῇ τὸ κακὸν καὶ ἡ κακία
ἔσται καὶ οὐδὲν ἔξω. ἐπεὶ καὶ ἄλλοι λόγοι τὴν ὕλην
τί οὖν, εἰ μὴ παντελῆ στέρησιν λέγοι ἀγαθοῦ τὴν κακίαν καὶ τὸ κακὸν τὸ ἐν ψυχῇ, ἀλλά τινα στέρησιν ἀγαθοῦ; ἀλλ’ εἰ τοῦτο, τὸ μὲν ἔχουσα, τοῦ δὲ ἐστερημένη, μικτὴν ἕξει τὴν αἴσθησιν καὶ οὐκ ἄκρατον τὸ κακόν, καὶ οὔπω εὕρηται τὸ πρῶτον καὶ ἄκρατον κακόν: καὶ τὸ μὲν ἀγαθὸν τῇ ψυχῇ ἔσται ἐν οὐσίᾳ, συμβεβηκὸς δέ τι τὸ κακόν.
εἰ μὴ ἄρα τούτῳ κακόν, ᾗ ἐμπόδιον, ὥσπερ ὀφθαλμῷ πρὸς τὸ βλέπειν.
ἀλλ’ οὕτω ποιητικὸν κακοῦ ἔσται τὸ κακὸν αὐτῇ, καὶ οὕτω ποιητικόν,
ὡς ἑτέρου τοῦ κακοῦ αὐτοῦ ὄντος. εἰ οὖν ἡ κακία ἐμπόδιον τῇ ψυχῇ,
ποιητικὸν κακοῦ, ἀλλ’ οὐ τὸ κακὸν ἡ κακία ἔσται: καὶ ἡ ἀρετὴ δὲ οὐ
τὸ ἀγαθόν, ἀλλ’ ἢ ὡς συνεργόν: ὥστε, εἰ μὴ ἡ ἀρετὴ τὸ ἀγαθόν, οὐδ’ ἡ
κακία τὸ κακόν. εἶτα καὶ ἡ ἀρετὴ οὐκ αὐτὸ τὸ καλὸν οὐδ’ αὐτοαγαθόν:
οὐ τοίνυν οὐδὲ κακία αὐτὸ τὸ αἰσχρὸν οὐδ’ αὐτοκακόν. καὶ θεωροῦντι μὲν ᾗ θεωρία τίς ἐστι
τοῦ κακοῦ αὐτοῦ, γινομένῳ δὲ ᾗ μετάληψις αὐτοῦ: γίνεται γὰρ
παντάπασιν ἐν τῷ τῆς ἀνομοιότητος τόπῳ, ἔνθα δὺς εἰς αὐτὴν εἰς
βόρβορον σκοτεινὸν ἔσται πεσών: ἐπεὶ καὶ εἰ παντελῶς ἴοι ἡ ψυχὴ εἰς
παντελῆ κακίαν, οὐκέτι κακίαν ἔχει, ἀλλ’ ἑτέραν φύσιν τὴν χείρω
ἠλλάξατο: ἔτι γὰρ ἀνθρωπικὸν ἡ κακία μεμιγμένη τινὶ ἐναντίῳ.
ἀποθνήσκει οὖν, ὡς ψυχὴ ἂν θάνοι, καὶ ὁ θάνατος αὐτῇ καὶ ἔτι ἐν τῷ
σώματι βεβαπτισμένῃ ἐν ὕλῃ ἐστὶ καταδῦναι καὶ πλησθῆναι αὐτῆς καὶ
ἐξελθούσῃ ἐκεῖ κεῖσθαι, ἕως ἂν ἀναδράμῃ καὶ ἀφέλῃ πως τὴν
ὄψιν ἐκ τοῦ βορβόρου: καὶ τοῦτό ἐστι τὸ ἐν ᾅδου ἐλθόντα
ἐπικαταδαρθεῖν.
εἰ δέ τις ἀσθένειαν ψυχῆς τὴν κακίαν λέγοι — εὐπαθῆ γοῦν καὶ
εὐκίνητον εἶναι τὴν κακὴν
εἰ δέ τις τὴν ὕλην μή φησιν εἶναι, δεικτέον αὐτῷ ἐκ τῶν περὶ ὕλης
λόγων τὴν ἀνάγκην τῆς ὑποστάσεως αὐτῆς διὰ πλειόνων ἐκεῖ περὶ τούτου
εἰρημένου. κακὸν δὲ εἴ τις λέγοι τὸ παράπαν ἐν τοῖς οὖσι μὴ εἶναι,
ἀνάγκη αὐτῷ καὶ τὸ ἀγαθὸν ἀναιρεῖν καὶ μηδὲ ὀρεκτὸν μηδὲν εἶναι: μὴ
τοίνυν μηδ’ ὄρεξιν μηδ’ αὖ ἔκκλισιν μηδὲ νόησιν: ἡ γὰρ ὄρεξις
ἀγαθοῦ, ἡ δὲ ἔκκλισις κακοῦ, ἡ δὲ νόησις καὶ ἡ φρόνησις ἀγαθοῦ ἐστι
καὶ κακοῦ, καὶ αὕτη ἕν τι τῶν ἀγαθῶν. εἶναι μὲν οὖν δεῖ καὶ ἀγαθὸν
καὶ ἄμικτον ἀγαθόν, τὸ δὲ μεμιγμένον ἤδη ἐκ κακοῦ καὶ ἀγαθοῦ, καὶ
πλείονος τοῦ κακοῦ μεταλαβὸν ἤδη καὶ αὐτὸ συντελέσαν ἐκείνῳ τῷ ὅλως
κακῷ, ἐλάττονος δέ, ᾗ ἠλάττωται, τῷ ἀγαθῷ: ἐπεὶ καὶ ψυχῇ τί ἂν εἴη
κακόν; ἢ τίνι ἂν μὴ ἐφαψαμένῃ καὶ κρύπτεται τούτοις, ἵνα οὖσα
κακὴ μὴ ὁρῷτο τοῖς θεοῖς, καὶ ἄνθρωποι ἔχοιεν μὴ ἀεὶ
τὸ κακὸν βλέπειν, ἀλλ’ ὅταν καὶ βλέπωσιν, εἰδώλοις τοῦ καλοῦ εἰς
ἀνάμνησιν συνῶσιν.
οὐκ ἐξάξεις, ἵνα μὴ ἐξίῃ ἔχουσά τι: ἐξελεύσεται
Τὸν κόσμον ἀεὶ λέγοντες καὶ πρόσθεν εἶναι αὐτὸν τῶν μερῶν ἄλληλα φθειρόντων οὕτω τὴν
φθορὰν ἀεὶ ἔχοντα τῷ εἴδει μόνον περιμένειν, καὶ ῥεούσης ἀεὶ τῆς
φύσεως τοῦ ὑποκειμένου τὸ εἶδος ἄλλου διδόντος γίγνεσθαι τὸ αὐτὸ ἐπὶ
τοῦ παντος ζῴου, ὅπερ καὶ ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων:
εἰ οὖν ταύτην παραδεχόμεθα τὴν δόξαν καί φαμεν τὸν μὲν οὐρανὸν καὶ
πάντα τὰ ἐν αὐτῷ κατὰ τὸ τόδε ἔχειν τὸ ἀεί, τὰ δὲ ὑπὸ τῇ τῆς σελήνης
σφαίρᾳ τὸ κατ’ εἶδος, δεικτέον πῶς σῶμα ἔχων ἕξει τὸ τόδε ἐπὶ τοῦ
αὐτοῦ κυρίως, ὡς τὸ καθ̓ ἕκαστον ἀεὶ ὡσαύτως, τῆς φύσεως τοῦ σώματος
ῥεούσης ἀεί. τοῦτο γὰρ δοκεῖ τοῖς τε ἄλλοις τοῖς περὶ φύσεως
εἰρηκόσι καὶ αὐτῷ τῷ Πλάτωνι οὐ μόνον περὶ τῶν ἄλλων σωμάτων, ἀλλὰ
καὶ περὶ τῶν οὐρανίων αὐτῶν. πῶς γὰρ ἄν, φησι, σώματα ἔχοντα καὶ
ὁρώμενα τὰς περὶ τοῦ πέμπτου παραδέξαιτο σώματος. τοῖς δὲ μὴ
τοῦτο τιθεμένοις, τοῦ σώματος δὲ ἐκ τούτων ὄντος τοῦ οὐρανοῦ, ἐξ
ὧνπερ καὶ τὰ τῇδε ζῷα, πῶς τὸ τόδε ἀεὶ ἂν ἔχοι; ἔτι δὲ
μᾶλλον πῶς ἥλιος καὶ τὰ ἐν τῷ οὐρανῷ μόρια ὄντα; συγκειμένου δὴ
παντὸς ζῴου ἐκ ψυχῆς καὶ τῆς σώματος φύσεως ἀνάγκη τὸν οὐρανόν,
εἴπερ ἀεὶ κατ’ ἀριθμὸν ἔσται, ἢ δἰ ἄμφω ἔσεσθαι, ἢ διὰ θάτερον τῶν
ἐνόντων, οἷον ψυχὴν ἢ σῶμα. ὁ μὲν δὴ τῷ σώματι διδοὺς τὸ ἄφθαρτον
οὐδὲν ἂν εἰς τοῦτο τῆς ψυχῆς δέοιτο, ἢ τοῦ ὁμοῦ ἀεὶ εἶναι πρὸς ζῴου
σύστασιν: τῷ δὲ τὸ σῶμα παῤ αὑτοῦ φθαρτὸν εἶναι λέγοντι καὶ τῇ ψυχῇ
διδόντι τὴν αἰτίαν πειρατέον καὶ τὴν τοῦ σώματος ἕξιν μηδ’ αὐτὴν
ἐναντιουμένην τῇ συστάσει καὶ τῇ διαμονῇ δεικνύναι, ὅτι μηδὲν
ἀσύμφωνον ἐν τοῖς συνεστηκόσιν ἐστὶ κατὰ φύσιν, ἀλλὰ πρόσφορον καὶ
τὴν ὕλην πρὸς τὸ βούλημα τοῦ ἀποτελέσματος ὑπάρχειν προσήκει.
πῶς οὖν ἡ ὕλη καὶ τὸ σῶμα τοῦ παντὸς ῥεῖ: ῥεῖ γὰρ οὐκ ἔξω. εἰ οὖν ἐν αὐτῷ καὶ οὐκ ἀπ’
αὐτοῦ, μένον τὸ αὐτὸ οὔτ’ ἂν αὔξοιτο οὔτε φθίνοι: οὐ τοίνυν οὐδὲ
γηράσκει. ὁρᾶν δὲ δεῖ καὶ γῆν μένουσαν ἐν σχήματι τῷ αὐτῷ ἐξ ἀιδίου
καὶ ὄγκῳ, καὶ ἀὴρ οὐ μήποτ̓ ἐπιλείπῃ οὐδὲ ἡ ὕδατος φύσις: καὶ τοίνυν
ὅσον μεταβάλλει αὐτῶν οὐκ ἠλλοίωσε τὴν τοῦ ὅλου ζῴου φύσιν. καὶ γὰρ
ἡμῶν ἀεὶ μεταβαλλόντων μορίων
ἀλλ’ αὐτό γ̓ ἐφ̓ ἑαυτοῦ, οὐχ ὡς πρὸς τὸ ζητούμενον, σκεπτέον εἴτε τι
ἀπορρεῖ ἐκεῖθεν, ὥστε δεῖσθαι κἀκεῖνα τῆς λεγομένης οὐ κυρίως
τροφῆς, ἢ ἅπαξ τὰ ἐκεῖ ταχθέντα κατὰ φύσιν μένοντα οὐδεμίαν πάσχει
ἀπορροήν: καὶ πότερον πῦρ μόνον ἢ πλέον τὸ πῦρ ἢ καὶ ἔστι
τοῖς ἄλλοις αἰωρεῖσθαι καὶ μετεωρίζεσθαι ὑπὸ τοῦ κρατοῦντος. εἰ γάρ
τις προσθείη καὶ τὴν κυριωτάτην αἰτίαν, τὴν ψυχήν,
πῶς οὖν τὰ ἐκεῖ μέρη μένει, τὰ δὲ ἐνταῦθα στοιχεῖά τε καὶ ζῷα οὐ
μένει; ἢ ὅτι, φησὶν ὁ
ἀλλὰ πότερον πῦρ μόνον καὶ εἰ ἀπορρεῖ ἐκεῖθεν καὶ δεῖται τροφῆς νῦν
σκεπτέον. τῷ μὲν οὖν Τιμαίῳ τὸ τοῦ παντὸς σῶμα πεποιηκότι πρῶτον ἐκ
γῆς καὶ πυρός, ἵνα ὁρατόν τε ᾖ διὰ τὸ πῦρ, στερεὸν δὲ διὰ τὴν γῆν,
ἀκολουθεῖν ἔδοξε καὶ τὰ ἄστρα ποιεῖν οὐ πᾶν, ἀλλὰ τὸ πλεῖστον πυρὸς
ἔχειν, ἐπειδὴ τὰ ἄστρα τὸ στερεὸν φαίνεται ἔχοντα. καὶ ἴσως ὀρθῶς ἂν
ἔχοι συνεπικρίναντος καὶ Πλάτωνος τὸ πᾶν ζῷον ἐκ
πάντων τὴν σύστασιν ἔχειν; ἢ τὰ ἐπὶ γῆς τις ἐρεῖ, γῆν δὲ εἰς τὸν
οὐρανὸν αἴρειν παρὰ φύσιν εἶναι καὶ ἐναντίον τοῖς ὑπ’ αὐτῆς
τεταγμένοις: συμπεριάγειν δὲ τὴν ταχίστην φορὰν γεηρὰ σώματα οὐ
πιθανὸν εἶναι ἐμπόδιόν τε καὶ πρὸς τὸ φανὸν καὶ λευκὸν τοῦ ἐκεῖ
πυρός.
ἴσως οὖν βέλτιον χρὴ ἀκούειν τοῦ Πλάτωνος λέγοντος ἐν μὲν τῷ παντὶ
κόσμῳ δεῖν εἶναι τὸ τοιοῦτον στερεόν, τὸ ἀντίτυπον ὄν, ἵνα τε ἡ γῆ
ἐν μέσῳ παρὰ γῆς, ἡ δὲ γῆ τὸ μὲν εἶναι συνεχὴς παῤ
αὑτῆς ἔχοι, ἐπιλάμποιτο δὲ ὑπὸ πυρός: μετέχειν δὲ ὕδατος πρὸς τὸ μὴ
αὐχμηρὸν καὶ μερῶν πρὸς τὸ μὴ κωλύεσθαι συναγωγήν: ἀέρα δὲ κουφίζειν
γῆς ὄγκους: μεμῖχθαι δὲ τῷ ἄνω πυρὶ οὐκ ἐν τῇ συστάσει τῶν ἄστρων
τὴν γῆν, ἀλλ’ ἐν κόσμῳ γενομένου ἑκάστου καὶ τὸ πῦρ ἀπολαῦσαί τι τῆς
γῆς, ὥσπερ καὶ τὴν γῆν τοῦ πυρὸς καὶ ἕκαστον ἑκάστων, οὐχ ὡς τὸ
ἀπολαῦσαν γενέσθαι ἐξ ἀμφοῖν, ἑαυτοῦ τε καὶ οὗ μετέσχεν, ἀλλὰ κατὰ
τὴν ἐν κόσμῳ κοινωνίαν, ὂν ὅ ἐστι, λαβεῖν οὐκ αὐτὸ ἀλλά τι αὐτοῦ,
οἷον οὐκ ἀέρα, ἀλλ’ ἀέρος τὴν ἁπαλότητα καὶ πυρὸς τὴν λαμπρότητα:
τὴν δὲ μῖξιν πάντα διδόναι καὶ τὸ συναμφότερον τότε ποιεῖν, οὐ γῆν
μόνον καὶ τὴν πυρὸς φύσιν, τὴν στερεότητα ταύτην καὶ τὴν πυκνότητα.
μαρτυρεῖ δὲ καὶ αὐτὸς τούτοις εἰπών ʽφῶς ἀνῆψεν ὁ θεὸς περὶ τὴν
δευτέραν ἀπὸ γῆς περιφοράν̓, τὸν ἥλιον λέγων, καὶ λαμπρότατόν που
λέγει ἀλλαχοῦ τὸν ἥλιον, τὸν αὐτὸν δὲ λευκότατον, ἀπάγων ἡμᾶς τοῦ
ἄλλο τι νομίζειν ἢ πῦρ εἶναι, πῦρ δὲ οὐδετέρων τῶν εἰδῶν αὐτοῦ τῶν
ἄλλων, ἀλλὰ τὸ φῶς, ὅ φησιν ἕτερον φλογὸς εἶναι, θερμὸν δὲ προσηνῶς
μόνον: τοῦτο δὲ τὸ φῶς σῶμα εἶναι, ἀποστίλβειν δὲ ἀπ’ αὐτοῦ τὸ
ὁμώνυμον αὐτῷ φῶς, ὃ δή φαμεν καὶ ἀσώματον εἶναι: τοῦτο δὲ ἀπ’
ἐκείνου τοῦ φωτὸς παρέχεσθαι, τὸ ἐκεῖ, τὸ μὲν ποικιλθὲν: ἐν
λόγοις τοῖς ἄστροις, ὥσπερ ἐν τοῖς μεγέθεσιν, οὕτω καὶ ἐν ταῖς
χρόαις τὴν διαφορὰν ἐργάσασθαι, τὸν δ’ ἄλλον οὐρανὸν εἶναι καὶ αὐτὸν
τοιούτου φωτός, μὴ ὁρᾶσθαι δὲ λεπτότητι τοῦ σώματος καὶ διαφανείᾳ
οὐκ ἀντιτύπῳ, ὥσπερ καὶ τὸν καθαρὸν ἀέρα, προσέτι δὲ τούτοις καὶ τῷ
πόρρω.
τούτου δὴ μείναντος ἄνω τοῦ τοιούτου φωτὸς ἐν ᾧ τέτακται καθαροῦ ἐν
καθαρωτάτῳ, τίς ἂν τρόπος ἀπορροῆς ἀπ’ αὐτοῦ ἂν γένοιτο; οὐ γὰρ δὴ
πρὸς τὸ κάτω πέφυκεν ἀπορρεῖν ἡ τοιαύτη φύσις, οὐδ’ αὖ τί ἐστιν ἐκεῖ
τῶν βιαζομένων ὠθεῖν πρὸς τὸ κάτω. πᾶν δὲ σῶμα μετὰ ψυχῆς ἄλλο καὶ
οὐ ταὐτόν, οἷον μόνον ἦν: τοιοῦτον δὲ τὸ ἐκεῖ, οὐχ οἷον τὸ μόνον. τό
τε γειτονοῦν εἴτε ἀὴρ εἴτε πῦρ εἴη, ἀὴρ μὲν τί ἂν ποιήσειε; πῦρ δὲ
οὐδ’ ἂν ἐναρμόσειε πρὸς τὸ ποιῆσαι, οὐδ’ ἂν ἐφάψαιτο εἰς τὸ δρᾶσαι:
τῇ ῥύμῃ τε γὰρ παραλλάξειεν ἂν πρὶν παθεῖν ἐκεῖνο, ἔλαττόν τε,
ἰσχύον τε οὐκ ἴσα τοῖς ἐνθάδε. εἶτα καὶ τὸ ποιῆσαι θερμῆναί ἐστι:
δεῖ δὲ τὸ θερμανθησόμενον ᾖ ἡ
περιφορά: οὐ γάρ πω δέδεικται ἐπ’ εὐθείας οὖσα ἡ κατὰ φύσιν αὐτῷ
φορά: ἢ γὰρ μένειν ἢ περιφέρεσθαι κατὰ φύσιν αὐτοῖς: αἱ δ’ ἄλλαι
βιασθέντων. οὐ τοίνυν οὐδὲ τροφῆς δεῖσθαι φατέον τὰ ἐκεῖ, οὐδὲ ἀπὸ
τῶν τῇδε περὶ ἐκείνων ἀποφαντέον οὔτε ψυχὴν τὴν αὐτὴν τὴν συνέχουσαν
ἐχόντων οὔτε τὸν αὐτὸν τόπον οὔτε αἰτίας οὔσης ἐκεῖ, δἰ ἣν τὰ τῇδε
τρέφεται συγκρίματα ἀεὶ ῥέοντα, τήν τε μεταβολὴν τῶν τῇδε σωμάτων
ἀφ̓ αὑτῶν μεταβάλλειν
Διὰ τί κύκλῳ κινεῖται; ὅτι νοῦν μιμεῖται. ἢ ψυχῆς. τί οὖν; ὅτι
ψυχὴ ἐν αὑτῇ ἔστι καὶ πρὸς αὑτὴν ἀεὶ σπεύδει ἰέναι; ἢ ἔστιν ἐν αὑτῇ
οὐ συνεχὴς οὖσα; ἢ φερομένη συμφέρει; ἀλλ’ ἔδει συμφέρουσαν μηκέτι
φέρειν, ἀλλ’ ἐνηνοχέναι, τουτέστι στῆναι μᾶλλον ποιῆσαι καὶ μὴ ἀεὶ
κύκλῳ. ἢ καὶ αὐτὴ στήσεται ἤ, εἰ κινεῖται, οὔτι γε τοπικῶς. πῶς οὖν
τοπικῶς κινεῖ αὐτὴ ἄλλον τρόπον κινουμένη; ἢ ἴσως ἡ
κίνησις. εἰ οὖν καὶ τοπική, ὡς δυνήσεται κινήσεται καὶ οὐχ ὡς ψυχὴ
μόνον, ἀλλ’ ὡς σῶμα ἔμψυχον καὶ ὡς ζῷον: ὡς καὶ τοῦ πυρός; ἢ εὐθυπορεῖ, ἕως ἂν ἥκῃ
εἰς τὸ οὗ τέτακται: ὡς γὰρ ἂν ταχθῇ, οὕτω δοκεῖ καὶ ἑστάναι κατὰ
φύσιν καὶ φέρεσθαι εἰς ὃ ἐτάχθη. διὰ τί οὖν οὐ μένει ἐλθόν; ἆρα, ὅτι
ἡ φύσις τῷ πυρὶ ἐν κινήσει; εἰ οὖν μὴ κύκλῳ, σκεδασθήσεται ἐπ’ εὐθύ:
δεῖ ἄρα κύκλῳ. ἀλλὰ τοῦτο προνοίας: μᾶλλον δ’ αὐτῷ παρὰ τῆς
προνοίας: ὥστε, εἰ ἐκεῖ γένοιτο, κύκλῳ κινεῖσθαι ἐξ αὑτοῦ. ἢ
ἐφιέμενον τοῦ εὐθέος οὐκ ἔχον οὐκέτι τόπον ὥσπερ περιολισθάνον
ἀνακάμπτει ἐν οἷς τόποις δύναται: οὐ γὰρ ἔχει τόπον μεθ̓ ἑαυτό:
οὗτος γὰρ ἔσχατος. θεῖ οὖν ἐν ᾧ ἔχει καὶ αὐτὸ αὑτοῦ τόπος, οὐχ ἵνα
μένῃ ἐκεῖ γεγενημένον, ἀλλ’ ἵνα φέρηται. καὶ κύκλου δὲ τὸ
μὲν κέντρον μένει κατὰ φύσιν, ἡ δὲ ἔξωθεν περιφέρεια εἰ μένοι,
κέντρον ἔσται μέγα. μᾶλλον οὖν ἔσται περὶ τὸ κέντρον καὶ ζῶντι καὶ
κατὰ φύσιν δὲ ἔχοντι σώματι. οὕτω γὰρ συννεύσει πρὸς τὸ κέντρον, οὐ
τῇ συνιζήσει — ἀπολεῖ γὰρ τὸν κύκλον — ἀλλ’ ἐπεὶ τοῦτο
τὰ οὖν ἄλλα πῶς; ἢ οὐχ ὅλον ἕκαστον, μέρος δὲ καὶ κατεχόμενον μερικῷ
τόπῳ. ἐκεῖνο δὲ ὅλον καὶ οἷον τόπος καὶ οὐδὲν κωλύει: αὐτὸ γὰρ τὸ
πᾶν. πῶς οὖν ἄνθρωποι; ἤ, ὅσον παρα τοῦ παντός, μέρος, ὅσον δὲ
αὐτοί, οἰκεῖον ὅλον. εἰ οὖν πανταχοῦ οὗ ἂν ᾖ ἔχει αὐτήν, τί δεῖ
περιιέναι; ἢ ὅτι μὴ μόνον ἔχει. εἰ δὲ ἡ δύναμις αὐτῆς περὶ τὸ λαβεῖν τὸ
μέσον: ὡς γὰρ ἐκεῖ, οὕτως καὶ ἐνταῦθα μέσον δεῖ εἶναι, ὃ μόνως ἐστὶ
μέσον σώματος σφαιρικοῦ: ὡς γὰρ ἐκεῖνο περὶ αὑτό, οὕτω καὶ τοῦτο. εἰ
δὴ ψυχή ἐστι περιθέουσα τὸν
ἔστω δὲ καὶ ὧδε: τῆς ψυχῆς ἡ μέν τις δύναμις ἡ ἐσχάτη ἀπὸ γῆς
ἀρξαμένη καὶ δἰ ὅλου διαπλακεῖσά ἐστιν, ἡ δὲ αἰσθάνεσθαι πεφυκυῖα
καὶ ἡ λόγον δοξαστικὸν δεχομένη πρὸς τὸ ἄνω ἐν ταῖς σφαίραις ἑαυτὴν
ἔχει ἐποχουμένη καὶ τῇ προτέρᾳ καὶ δύναμιν διδοῦσα παῤ αὑτῆς εἰς τὸ
ποιεῖν ζωτικωτέραν. κινεῖται οὖν ὑπ’ αὐτῆς κύκλῳ περιεχούσης καὶ
ἐφιδρυμένης παντὶ ὅσον αὐτῆς εἰς τὰς σφαίρας ἀνέδραμε. κύκλῳ οὖν
ἐκείνης περιεχούσης συννεύουσα ἐπιστρέφεται πρὸς αὐτήν, ἡ δὲ
ἐπιστροφὴ αὐτῆς περιάγει τὸ σῶμα, ἐν ᾧ ἐμπέπλεκται. ἑκάστου γὰρ
μορίου κἂν ὁπωσοῦν κινηθέντος ἐν σφαίρᾳ, εἰ μένον κινοῖτο, ἔσεισεν
ἐν ᾧ ἔστι καὶ τῇ σφαίρᾳ κίνησις γίνεται. καὶ γὰρ ἐπὶ τῶν σωμάτων τῶν
ἡμετέρων τῆς ψυχῆς ἄλλως κινουμένης, οἷον
Ὅτι ἡ τῶν ἄστρων φορὰ σημαίνει περὶ
πότερα ἔμψυχα νομιστέον ἢ ἄψυχα ταῦτα τὰ φερόμενα; εἰ μὲν γὰρ ἄψυχα,
οὐδὲν ἀλλ’ ἢ θερμὰ καὶ ψυχρὰ παρεχόμενα, εἰ δὴ καὶ ψυχρὰ ἄττα τῶν
ἄστρων φήσομεν, ἀλλ’ οὖν ἐν τῇ τῶν σωμάτων ἡμῶν φύσει στήσουσι τὴν
δόσιν φορᾶς δηλονότι σωματικῆς εἰς ἡμᾶς γινομένης, ὡς μηδὲ πολλὴν
τὴν παραλλαγὴν τῶν σωμάτων γίγνεσθαι τῆς τ̓ ἀπορροῆς ἑκάστων τῆς
αὐτῆς οὔσης καὶ δὴ ὁμοῦ εἰς ἓν ἐπὶ γῆς μιγνυμένων, ὡς μόνον κατὰ
τοὺς τόπους τὰς διαφορὰς γίγνεσθαι ἐκ τοῦ ἐγγύθεν καὶ πόρρωθεν πρὸς
τὴν φοράν, διδόντος καὶ τοῦ ψυχροῦ ὡσαύτως. σοφοὺς δὲ καὶ ἀμαθεῖς
καὶ γραμματικοὺς ἄλλους, τοὺς δὲ ῥήτορας, τοὺς δὲ κιθαριστὰς καὶ τὰς
ἄλλας τέχνας, ἔτι δὲ πλουσίους καὶ πένητας, πῶς; καὶ τὰ ἄλλα, ὅσα μὴ
ἐκ σωμάτων κράσεως τὴν αἰτίαν ἔχει τοῦ γίγνεσθαι; οἷον καὶ ἀδελφὸν
τοιόνδε καὶ πατέρα καὶ υἱὸν γυναῖκά τε
ἀλλ’ οὐχ ἑκόντες ταῦτα, ἀλλ’ ἠναγκασμένοι τοῖς τόποις καὶ τοῖς
σχήμασιν. ἀλλ’ εἰ ἠναγκασμένοι, τὰ αὐτὰ δήπουθεν ἐχρῆν ἅπαντας
ποιεῖν ἐπὶ τῶν αὐτῶν τόπων καὶ σχημάτων γιγνομένους. νῦν δὲ τί
διάφορον πέπονθεν ὅδε τόδε τὸ τμῆμα τοῦ τῶν ζῳδίων κύκλου παριὼν καὶ
αὖ τόδε; οὐ γὰρ δὴ οὐδ’ ἐν αὐτῷ τῷ ζῳδίῳ γίγνεται, ἀλλ’ ὑπ’ αὐτὸ
πλεῖστον ἀπέχων, καὶ καθ̓ ὁποῖον ἂν γίγνηται κατὰ τὸν οὐρανὸν ὤν.
γελοῖον γὰρ καθ̓ἕκαστον ὧν τις παρέρχεται ἄλλον καὶ ἄλλον γίγνεσθαι
καὶ διδόναι ἄλλα καὶ ἄλλα: ἀνατέλλων δὲ καὶ ἐπὶ κέντρου γεγονὼς καὶ
ἀποκλίνας πῶς ἄλλος; οὐ γὰρ δὴ τοτὲ μὲν ἥδεται ἐπὶ τοῦ
κέντρου ὤν, τοτὲ δὲ λυπεῖται ἀποκλίνας ἢ ἀργὸς γίνεται, οὐδ’ αὖ
θυμοῦται ἀνατείλας ἄλλος, πραΰνεται δὲ ἀποκλίνας, εἷς δέ τις αὐτῶν
καὶ ἀποκλίνας ἀμείνων. ἔστι γὰρ ἀεὶ ἕκαστος καὶ ἐπίκεντρος ἄλλοις
ἀποκλίνας ἄλλοις καὶ ἀποκλίνας ἑτέροις ἐπίκεντρος ἄλλοις: καὶ οὐ
δήπου κατὰ τὸν αὐτὸν χρόνον χαίρει τε καὶ λυπεῖται καὶ θυμοῦται καὶ
πρᾷός ἐστι. τὸ δὲ τοὺς μὲν αὐτῶν χαίρειν λέγειν δύνοντας, τοὺς δὲ ἐν
ἀνατολαῖς ὄντας, πῶς οὐκ ἄλογον; καὶ γὰρ οὕτω συμβαίνει ἅμα τε
λυπεῖσθαι καὶ χαίρειν. εἶτα διὰ τί ἡ ἐκείνων λύπη ἡμᾶς κακώσει; ὅλως
δὲ οὐδὲ λυπεῖσθαι δὲ οὐδὲ ὅλως, τὸ ἔργον πρὸς ἡμᾶς, εἰ ὥσπερ ὄρνισι
κατὰ συμβεβηκὸς τὸ σημαίνειν.
κἀκεῖνο δὲ ἄλογον, τόνδε μὲν τόνδε ὁρῶντα χαίρειν, τόνδε δὲ τόνδε τοὐναντίον: τίς γὰρ αὐτοῖς ἔχθρα ἢ περὶ τίνων; διὰ τί δὲ τρίγωνος μὲν ὁρῶν ἄλλως, ἐξ ἐναντίας δὲ ἢ τετράγωνος ἄλλως; διὰ τί δὲ ὡδὶ μὲν ἐσχηματισμένος ὁρᾷ, κατὰ δὲ τὸ ἑξῆς ζῴδιον ἐγγυτέρω ὢν μᾶλλον οὐχ ὁρᾷ; ὅλως δὲ τίς καὶ ὁ τρόπος ἔσται τοῦ ποιεῖν ἃ λέγονται ποιεῖν; πῶς τε χωρὶς ἕκαστος καὶ ἔτι πῶς ὁμοῦ πάντες ἄλλο ἐκ πάντων; οὐ γὰρ δὴ συνθέμενοι πρὸς ἀλλήλους οὕτω ποιοῦσιν εἰς ἡμᾶς τὰ δόξαντα ὑφεὶς ἕκαστός τι τῶν ἀφ̓ αὑτοῦ, οὐδ’ αὖ ἄλλος ἐκώλυσε τὴν τοῦ ἑτέρου δόσιν γενέσθαι βιασάμενος, οὐδ’ αὖ ὁ ἕτερος παρεχώρησε τῷ ἑτέρῳ πεισθεὶς αὐτῷ πράττειν. τὸ δὲ τόνδε μὲν χαίρειν ἐν τοῖς τοῦδε γενόμενον, ἀνάπαλιν δὲ τὸν ἕτερον ἐν τοῖς τοῦ ἑτέρου γενόμενον, πῶς οὐχ ὅμοιον, ὥσπερ ἂν εἴ τις ὑποθέμενος δύο φιλοῦντας ἀλλήλους ἔπειτα λέγοι τὸν μὲν ἕτερον φιλεῖν τὸν ἕτερον, ἀνάπαλιν δὲ θάτερον μισεῖν θάτερον;
λέγοντες δὲ ψυχρόν τινα αὐτῶν εἶναι, ἔτι πόρρω γινόμενον ἀφ̓ ἡμῶν
μᾶλλον ἡμῖν ἀγαθὸν εἶναι, ἐν τῷ ψυχρῷ τὸ κακὸν αὐτοῦ εἰς ἡμᾶς
τιθέμενοι: καίτοι ἔδει ἐν τοῖς ἀντικειμένοις ζῳδίοις ἀγαθὸν ἡμῖν
εἶναι: καὶ ἐναντίους γινομένους τὸν τῷ ὑπεράνω ὄντι
ἀφώτιστος ἂν εἴη τῷ ἑτέρῳ ἡμισφαιρίῳ, λείπουσα δὲ ἡμῖν ἐκείνῳ
πλησίφωτος: ὥστε τὰ ἐναντία ποιεῖν ἔδει λείπουσαν ἐκεῖνον μετὰ φωτὸς
ὁρῶσαν. αὐτῇ μὲν οὖν ὅπως ἐχούσῃ οὐδὲ διαφέροι ἂν τὸ ἥμισυ ἀεὶ
φωτιζομένῃ: τῷ δ’ ἴσως διαφέροι ἂν θερμαινομένῳ, ὡς λέγουσιν. ἀλλὰ
θερμαίνοιτο ἄν, εἰ ἀφώτιστος πρὸς ἡμᾶς ἡ σελήνη εἴη: πρὸς δὲ τὸν
ἕτερον ἀγαθὴ οὖσα ἐν τῷ ἀφωτίστῳ πλήρης ἐστὶ πρὸς αὐτόν. τὸ δὲ πρὸς
ἡμας τῆς σελήνης ἀφώτιστόν ἐστι πρὸς τὰ ἐπὶ γῆς, οὐ τὸ ἄνω λυπεῖ.
οὐκ ἐπικουροῦντος δὲ ἐκείνου τῷ πόρρω χεῖρον εἶναι δοκεῖ: ὅταν δὲ
πλήρης ᾖ, ἀρκεῖ τῷ κάτω, κἂν ἐκεῖνος πόρρωθεν ᾖ. πρὸς δὲ τὸν πυρώδη
ἀφώτιστος οὖσα πρὸς ἡμᾶς ἔδοξεν εἶναι ἀγαθή: αὐταρκεῖ γὰρ τὸ ἐκείνου
πυρωδεστέρου ἢ πρὸς ἐκεῖνον ὄντος. σύμφορος τῇ
κράσει, πρὸς δὲ Κρόνον ἀλλότριος τῷ πόρρω: Ἑρμῆς δ’ ἀδιάφορος πρὸς
ἅπαντας, ὡς
Ἄρεα δὲ τόνδε ἢ Ἀφροδίτην θεμένους μοιχείας ποιεῖν, εἰ ὡδὶ εἶεν,
ὥσπερ ἐκ τῆς ἀνθρώπων ἀκολασίας αὑτοὺς ἐμπιπλάντας ὧν πρὸς ἀλλήλους
δέονται, πῶς οὐ πολλὴν ἀλογίαν ἔχει; καὶ τὴν μὲν θέαν αὐτοῖς τὴν
πρὸς ἀλλήλους, εἰ οὑτωσὶ θεῷντο, ἡδεῖαν εἶναι, πέρας δὲ αὐτοῖς μηδὲν
εἶναι, πῶς ἄν τις παραδέξαιτο; μυριάδων δὲ ζῴων ἀναριθμήτων
γινομένων καὶ οὐσῶν ἑκάστῳ τελεῖν ἀεὶ τό τε δόξαν αὐτοῖς διδόναι,
πλουτεῖν ποιεῖν, πένητας, ἀκολάστους, καὶ τὰς ἐνεργείας ἑκάστων
αὐτοὺς τελεῖν, τίς αὐτοῖς ἐστιν ὁ βίος; ἢ πῶς δυνατὸν τοσαῦτα
ποιεῖν; τὸ δὲ ἀναφορὰς ζῳδίων ἀναμένειν καὶ τότε τελεῖν, καὶ ὅσαις
μοίραις ἀνατέλλει ἕκαστον, ἐνιαυτοὺς εἶναι τοσούτους τῆς ἀναφορᾶς,
καὶ οἷον ἐπὶ δακτύλων τίθεσθαι, ὅτε ποιήσουσι, μὴ ἐξεῖναι δ’ αὐτοῖς
πρὸ τούτων τῶν χρόνων, ὅλως δὲ μηδενὶ ἑνὶ τὸ κύριον τῆς διοικήσεως
διδόναι. τούτοις δὲ τὰ πάντα διδόναι, ὥσπερ οὐκ ἐπιστατοῦντος ἑνός,
ἀφ̓ οὗ διηρτῆσθαι τὸ πᾶν ἑκάστῳ διδόντος κατὰ φύσιν τὸ αὑτοῦ
περαίνειν καὶ ἐνεργεῖν τὰ αὑτοῦ συντεταγμένον αὖ μετ’ αὐτοῦ, λύοντός
ἐστι καὶ
ἀλλ’ εἰ σημαίνουσιν οὗτοι τὰ ἐσόμενα, ὥσπερ φαμὲν πολλὰ καὶ ἄλλα
σημαντικὰ εἶναι τῶν ἐσομένων, τί ἂν τὸ ποιοῦν εἴη; καὶ ἡ τάξις πῶς;
οὐ γὰρ ἂν ἐσημαίνετο τεταγμένως μὴ ἑκάστων γινομένων. ἔστω τοίνυν
ὥσπερ γράμματα ἐν οὐρανῷ γραφόμενα ἀεὶ ἢ γεγραμμένα καὶ κινούμενα,
ποιοῦντα μέντοι ἔργον καὶ ἄλλο: ἐπακολουθείτω δὲ δεῖ
ἓν πολύζῳον ποιῆσαι καὶ ἐκ πάντων ἕν, καὶ ὡς ἐν ἑνὶ ἑκάστῳ τὰ μέρη
ἕν τι ἔργον ἕκαστον εἴληφεν, οὕτω καὶ τὰ ἐν τῷ παντὶ ἕκαστα ἔργα
ἕκαστον ἔχειν καὶ μᾶλλον ἢ ταῦτα, ὅσον μὴ μόνον μέρη, ἀλλὰ καὶ ὅλα
καὶ μείζω. πρόεισι μὲν δὴ ἕκαστον ἀπὸ μιᾶς ἀρχῆς τὸ αὑτοῦ
πρᾶττον, συμβάλλει δὲ ἄλλο ἄλλῳ: οὐ γὰρ ἀπήλλακται τοῦ ὅλου: καὶ δὴ
καὶ ποιεῖ καὶ πάσχει ὑπ’ ἄλλων καὶ ἄλλο αὖ προσῆλθε καὶ ἐλύπησεν ἢ
ἧσε. πρόεισι δὲ οὐκ εἰκῇ οὐδὲ κατ’ ἐπιτυχίαν:
καὶ δὴ καὶ ψυχὴ τὸ αὑτῆς ἔργον ποιεῖν ὡρμημένη — ψυχὴ γὰρ πάντα ποιεῖ
ἀρχῆς ἔχουσα λόγον — κἂν εὐθυποροῖ καὶ ταράττοιτο αὖ, καὶ ἕπεται
τοῖς δρωμένοις ἐν τῷ παντὶ δίκη, εἴπερ μὴ λυθήσεται. μένει δ’ ἀεὶ
ὀρθουμένου τοῦ ὅλου τάξει καὶ δυνάμει τοῦ κρατοῦντος: συνεργοῦντα δὲ
καὶ τὰ ἄστρα ὡς ἂν μόρια οὐ σμικρὰ ὄντα τοῦ οὐρανοῦ πρὸς τὸ ὅλον
ἀριπρεπῆ καὶ πρὸς τὸ σημαίνειν ἐστί. σημαίνει μὲν οὖν πάντα, ὅσα ἐν
αἰσθητῷ, ποιεῖ δὲ ἄλλα, ὅσα φανερῶς ποιεῖ. ἡμεῖς δὲ ψυχῆς ἔργα κατὰ
φύσιν ποιοῦμεν, ἕως μὴ ἐσφάλημεν ἐν τῷ πλήθει τοῦ παντός: σφαλέντες
δὲ ἔχομεν δίκην καὶ τὸ σφάλμα αὐτὸ καὶ τὸ ἐν χείρονι μοίρᾳ εἰς
ὕστερον. πλοῦτοι μὲν οὖν καὶ πενίαι συντυχίᾳ τῶν ἔξω: ἀρεταὶ δὲ καὶ
κακίαι πῶς; ἀρεταὶ μὲν διὰ τὸ ἀρχαῖον τῆς ψυχῆς, κακίαι
δὲ συντυχίᾳ ψυχῆς πρὸς τὰ ἔξω. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις
εἴρηται.
νῦν δὲ ἀναμνησθέντες τοῦ ἀτράκτου, ὃν τοῖς μὲν πρόπαλαι αἱ Μοῖραι
ἐπικλώθουσι, Πλάτωνι δὲ ὁ ἄτρακτός ἐστι τό τε πλανώμενον καὶ τὸ
ἀπλανὲς τῆς περιφορᾶς, καὶ αἱ Μοῖραι δὲ καὶ ἡ Ἀνάγκη μήτηρ οὖσα
στρέφουσι καὶ ἐν τῇ γενέσει φύσιν
ἀπειλημμένοις ἀδέσποτον ἀρετὴν θεὸς ἔδωκεν. οὐ γὰρ ἐν ἡσύχῳ οὖσιν
ἀρετῆς δεῖ ἡμῖν, ἀλλ’ ὅταν κίνδυνος ἐν κακοῖς εἶναι ἀρετῆς οὐ
παρούσης. διὸ καὶ φεύγειν ἐντεῦθεν δεῖ καὶ χωρίζειν αὑτοὺς ἀπὸ τῶν
προσγεγενημένων καὶ μὴ τὸ σύνθετον εἶναι σῶμα ἐψυχωμένον, ἐν ᾧ
κρατεῖ μᾶλλον ἡ σώματος φύσις ψυχῆς τι ἴχνος λαβοῦσα, ὡς τὴν ζωὴν
τὴν κοινὴν μᾶλλον τοῦ σώματος εἶναι: πάντα γὰρ σωματικά, ὅσα ταύτης.
τῆς δὲ ἑτέρας τῆς ἔξω ἡ πρὸς τὸ ἄνω φορὰ καὶ τὸ καλὸν καὶ τὸ θεῖον,
ὧν: οὐδεὶς κρατεῖ, ἀλλ’ ἢ προσχρῆται, ἵν’ ᾖ ἐκεῖνο καὶ κατὰ τοῦτο ζῇ
ἀναχωρήσας: ἢ ἔρημος ταύτης τῆς ψυχῆς γενόμενος ζῇ ἐν εἱμαρμένῃ, καὶ
ἐνταῦθα τὰ ἄστρα αὐτῷ οὐ μόνον σημαίνει, ἀλλὰ γίνεται αὐτὸς οἷον
μέρος καὶ τῷ ὅλῳ συνέπεται, οὗ μέρος. διττὸς γὰρ ἕκαστος, ὁ μὲν τὸ
συναμφότερόν τι, ὁ δὲ αὐτός: καὶ πᾶς ὁ κόσμος δὲ ὁ μὲν τὸ ἐκ σώματος
καὶ ψυχῆς τινος δεθείσης σώματι, ὁ δὲ ἡ τοῦ παντὸς ψυχὴ ἡ μὴ ἐν
σώματι, ἐλλάμπουσα δὲ ἴχνη τῇ ἐν σώματι: καὶ ἥλιος δὴ καὶ τὰ ἄλλα
διττὰ οὕτω. καὶ τῇ μὲν ἑτέρᾳ ψυχῇ τῇ καθαρᾷ οὐδὲν φαῦλον δίδωσιν, ἃ
δὲ γίνεται εἰς τὸ πᾶν παῤ αὐτῶν, καθ̓ ὃ μέρος εἰσὶ τοῦ παντὸς καὶ
σῶμα ἐψυχωμένον, τὸ σῶμα μέρος μέρει δίδωσι προαιρέσεως τοῦ ἄστρου
καὶ ψυχῆς τῆς ὄντως αὐτοῦ πρὸς τὸ ἄριστον βλεπούσης. παρακολουθεῖ δ’
αὐτῷ
εἰ δ’ οὕτω, τὰς σημασίας καὶ νῦν δοτέον τὰς δὲ ποιήσεις οὐ πάντως οὐδὲ τοῖς ὅλοις αὐτῶν, ἀλλὰ καὶ ὅσα τοῦ παντὸς πάθη, καὶ ὅσον τὸ λοιπὸν αὐτῶν. καὶ ψυχῇ μὲν καὶ πρὶν ἐλθεῖν εἰς γένεσιν δοτέον ἥκειν τι φερούσῃ παῤ αὑτῆς: οὐ γὰρ ἂν ἔλθοι εἰς σῶμα μὴ μέγα τι παθητικὸν ἔχουσα. δοτέον δὲ καὶ τύχας εἰσιούσῃ τῷ κατ’ αὐτὴν τὴν φορὰν εἰσιέναι. δοτέον δὲ καὶ αὐτὴν τὴν φορὰν ποιεῖσθαι συνεργοῦσαν καὶ ἀποπληροῦσαν παῤ αὑτῆς, ἃ δεῖ τελεῖν τὸ πᾶν, ἑκάστου τῶν ἐν αὐτῇ τάξιν μερῶν λαβόντος.
χρὴ δὲ κἀκεῖνο ἐνθυμεῖσθαι, ὡς τὸ ἀπ’ ἐκείνων ἰὸν οὐ τοιοῦτον εἶσιν
εἰς τοὺς λαβόντας, οἷον παῤ ἐκείνων ἔρχεται: οἷον εἰ πῦρ, ἀμυδρὸν
τοῦτο, καὶ εἰ φιλιακὴ διάθεσις ἀσθενὴς γενομένη ἐν τῷ λαβόντι οὐ
μάλα καλὴν τὴν φίλησιν εἰργάσατο, καὶ θυμὸς δὴ οὐκ ἐν μέτρῳ
τυχόντος, ὡς ἀνδρεῖον γενέσθαι, ἢ ἀκροχολίαν ἢ ἀθυμίαν εἰργάσατο,
καὶ τὸ τιμῆς ἐν ἔρωτι ὂν
καὶ δὴ καὶ τὰ ἰόντα εἰς ἓν συμπίπτει καὶ κομίζεται ἕκαστον τῶν γιγνομένων τι ἐκ τούτου τοῦ κράματος, ὥστε ὃ ἔστι καὶ ποῖόν τι γενέσθαι. οὐ γὰρ τὸ ἵππον ποιεῖ, ἀλλὰ τῷ ἵππῳ τι δίδωσιν: ὁ γὰρ ἵππος ἐξ ἵππου καὶ ἐξ ἀνθρώπου ἄνθρωπος: συνεργὸς δὲ ἥλιος τῇ πλάσει: ὁ δὲ ἐκ τοῦ λόγου τοῦ ἀνθρώπου γίνεται. ἀλλ’ ἔβλαψέ ποτε ἢ ὠφέλησε τὰ ἔξω: ὁμοίως γὰρ τῷ πατρί, ἀλλὰ πρὸς τὸ βέλτιον πολλάκις, ἔστι δ’ ὅτε πρὸς τὸ χεῖρον συνέπεσεν. ἀλλ’ οὐκ ἐκβιβάζει τοῦ ὑποκειμένου: ὁτὲ δὲ καὶ ἡ ὕλη κρατεῖ, οὐχ ἡ φύσις, ὡς μὴ τέλειον γενέσθαι ἡττωμένου τοῦ εἴδους.
δεῖ τοίνυν τὸ ἐντεῦθεν, ἐπειδὴ τὰ μὲν παρὰ τῆς φορᾶς γίνεται, τὰ δὲ
οὔ, διαλαβεῖν καὶ διακρῖναι καὶ εἰπεῖν, πόθεν ἕκαστα ὅλως. ἀρχὴ δὲ
ἥδε: ψυχῆς δὴ τὸ πᾶν τόδε διοικούσης κατὰ λόγον, οἷα δὴ καὶ ἐφ̓
ἑκάστου ζῴου ἡ ἐν αὐτῷ ἀρχή, ἀφ̓ ἧς ἕκαστα τὰ τοῦ ζῴου μέρη καὶ
πλάττεται καὶ πρὸς τὸ ὅλον συντέτακται, οὗ μέρη ἐστίν, ἐν μὲν τῷ ὅλῳ
ἐστὶ τὰ πάντα, ἐν δὲ τοῖς μέρεσι τοσοῦτον μόνον, ὅσον ἐστὶν ἕκαστον.
τὰ δὲ ἔξωθεν προσιόντα, τὰ μὲν καὶ ἐναντία τῇ βουλήσει τῆς φύσεως,
τὰ δὲ καὶ πρόσφορα: τῷ δὲ ὅλῳ πάντη ἅτε μέρη ὄντα αὐτοῦ τὰ πάντα
συντέτακται φύσιν μὲν λαβόντα ἣν ἔχει καὶ συμπληροῦντα τῇ οἰκείᾳ
ὅμως ὁρμῇ πρὸς τὸν ὅλον τοῦ παντὸς βίον. τὰ μὲν οὖν τῆς
ἁρμονίας εἰς τὸ μουσικοὺς ἀποτελεῖν τοὺς φθόγγους.
περὶ δὲ πενίας καὶ πλούτους καὶ δόξας καὶ ἀρχὰς πῶς; ἤ, εἰ μὲν παρὰ
πατέρων οἱ πλοῦτοι, ἐσήμηναν τὸν πλούσιον, ὥσπερ καὶ εὐγενῆ τὸν ἐκ
τοιούτων διὰ τὸ γένος τὸ ἔνδοξον ἔχοντα ἐδήλωσαν μόνον: εἰ δ’ ἐξ
ἀνδραγαθίας, εἰ σῶμα συνεργὸν γεγένηται, συμβάλλοιντο ἂν οἱ τὴν
σώματος ἰσχὺν ἐργασάμενοι, γονεῖς μὲν πρῶτον, εἶτα, εἴ τις ἄρα τῶν
τόπων παρέσχε τι, τὰ οὐράνια καὶ ἡ γῆ: εἰ δὲ ἄνευ σώματος
ἡ ἀρετή, αὐτῇ μόνῃ δοτέον τὸ πλεῖστον καὶ ὅσα θεῖα παρὰ τῶν
ἀμειψαμένων συνεβάλλετο. οἱ δὲ δόντες εἰ μὲν ἀγαθοί, εἰς ἀρετὴν
ἀνακτέον καὶ οὕτω τὴν αἰτίαν: εἰ δὲ φαῦλοι, δὲ τὸ περιέχον γεγενημένον. εἰ δὲ
θησαυρὸν εὗρε, συμπεσεῖν τι τῶν ἐκ τοῦ παντός: εἰ δέ, σημαίνεται:
πάντως γὰρ ἀκολουθεῖ ἀλλήλοις πάντα: διὸ καὶ πάντως
σημαίνεται. εἰ δ’ ἀπέβαλέ τις πλοῦτον, εἰ ἀφαιρεθείς,
ἐπὶ τὸν ἀφελόμενον, κἀκεῖνον ἐπὶ τὴν οἰκείαν ἀρχήν: εἰ δ’ ἐν
θαλάττῃ, ἐπὶ τὰ συμπεσόντα. τὸ δ’ ἔνδοξον ἢ δικαίως ἢ οὔ.
εἰ οὖν δικαίως, ἐπὶ τὰ ἔργα καὶ τὸ παρὰ τοῖς δοξάζουσι
βέλτιον: εἰ δ’ οὐ δικαίως, ἐπὶ τὴν τῶν τιμώντων ἀδικίαν. καὶ ἀρχῆς
δὲ πέρι ὁ αὐτὸς λόγος: ἢ γὰρ
ὁ δὲ Πλάτων πρὸ τῆς περιφορᾶς τοῦ ἀτράκτου δοὺς κλήρους καὶ
προαιρέσεις συνεργοὺς ὕστερον δίδωσι τοὺς ἐν τῷ ἀτράκτῳ, ὡς πάντως
τὰ αἱρεθέντα συναποτελοῦντας: ἐπεὶ καὶ ὁ δαίμων συνεργὸς εἰς
πλήρωσιν αὐτῶν. ἀλλ’ οἱ κλῆροι τίνες; ἢ τὸ τοῦ παντὸς
ἔχοντος οὕτως, ὡς τότε εἶχεν, ὅτε εἰσῄεσαν εἰς τὸ σῶμα, γενέσθαι καὶ
τὸ εἰσελθεῖν εἰς τόδε τὸ σῶμα καὶ τῶνδε γονέων καὶ ἐν τοιούτοις
τόποις γίνεσθαι καὶ ὅλως, ὡς εἴπομεν, τὰ ἔξω. πάντα δὲ ὁμοῦ γενόμενα
καὶ οἷον συγκλωσθέντα διὰ τῆς μιᾶς τῶν λεγομένων Μοιρῶν δεδήλωται
ἐπί τε ἑκάστων ἐπί τε τῶν ὅλων: ἡ δὲ Λάχεσις τοὺς κλήρους: καὶ τὰ
συμπεσόντα τάδε πάντως ἀναγκαῖον τὴν Ἄτροπον ἐπάγειν. τῶν δ’
ἀνθρώπων οἱ μὲν γίνονται τῶν ἐκ τοῦ ὅλου καὶ τῶν ἔξω ὥσπερ
γοητευθέντες καὶ ὀλίγα ἢ οὐδὲν αὐτοί: οἱ δὲ κρατοῦντες τούτων καὶ
ὑπεραίροντες οἷον τῇ κεφαλῇ πρὸς τὸ ἄνω καὶ ἐκτὸς ψυχῆς ἀποσώζουσι
τὸ ἄριστον καὶ τὸ ἀρχαῖον τῆς ψυχικῆς οὐσίας. οὐ γὰρ δὴ
νομιστέον τοιοῦτον εἶναι ψυχήν, οἷον, ὅ τι ἂν ἔξωθεν πάθῃ, ταύτην
φύσιν ἴσχειν μόνην τῶν πάντων οἰκείαν φύσιν οὐκ ἔχουσαν:
ἀλλὰ τί τὸ μικτὸν καὶ τί τὸ μὴ καὶ τί τὸ χωριστὸν καὶ ἀχώριστον, ὅταν
ἐν σώματι ᾖ, καὶ ὅλως τί τὸ ζῷον ἀρχὴν ἑτέραν ὕστερον λαβοῦσι
ζητητέον: οὐ γὰρ ἅπαντες τὴν αὐτὴν δόξαν ἔσχον περὶ τούτου. νῦν δὲ
ἔτι λέγωμεν πῶς τὸ κατὰ λόγον ψυχῆς διοικούσης τὸ πᾶν εἴπομεν.
πότερον γὰρ ἕκαστα οἷον ἐπ’ εὐθείας ποιοῦσα, ἄνθρωπον, εἶτα ἵππον
καὶ ἄλλο ζῷον καὶ δὴ καὶ θηρία, πῦρ δὲ καὶ γῆν πρότερον, εἶτα
συμπεσόντα ταῦτα ἰδοῦσα καὶ φθείροντα ἄλληλα ἢ καὶ ὠφελοῦντα τὴν
συμπλοκὴν τὴν ἐκ τούτων ἰδοῦσα μόνον καὶ τὰ ὕστερον συμβαίνοντα ἀεὶ
γίγνεσθαι οὐδὲν ἔτι συμβαλλομένη πρὸς τὰ ἐφεξῆς, ἀλλ’ ἢ μόνον ζῴων
γενέσεις τῶν ἐξ ἀρχῆς πάλιν ποιοῦσα καὶ τοῖς πάθεσι τοῖς δἰ ἀλλήλων
αὐτὰ συγχωροῦσα; ἢ αἰτίαν λέγοντες καὶ τῶν οὕτω γινομένων, ὅτι παῤ
αὐτῆς γενόμενα τὰ ἐφεξῆς ἐργάζεται; ἢ καὶ τὸ τόδε τι παθεῖν ἤ τι
ποιῆσαι ἔχει ὁ λόγος οὐκ εἰκῇ οὐδὲ κατ’ ἐπιτυχίαν οὐδὲ τῶνδε
γιγνομένων, ἀλλ’ ἐξ ἀνάγκης οὕτως. ἆῤ οὖν τῶν λόγων αὐτὰ ποιούντων;
ἢ ὄντων μὲν τῶν λόγων, οὐχ ὡς ποιούντων δέ, ἀλλ’ ὡς εἰδότων, μᾶλλον
δὲ τῆς ψυχῆς τῆς τοὺς λόγους τοὺς γεννητικοὺς τὸ παρὰ τὴν τέχνην οὐδ’
ἡ φθορὰ τοῦ κατὰ τέχνην. ἀλλ’ ἐνταῦθά τις ἐρεῖ μὴ εἶναι μηδὲν παρὰ
φύσιν μηδὲ κακὸν τῷ ὅλῳ: ἀλλ’ ὅμως τὸ χεῖρον καὶ τὸ βέλτιον
συγχωρήσεται. τί οὖν, εἰ τῷ ὅλῳ καὶ τὸ χεῖρον συνεργόν, καὶ οὐ δεῖ
πάντα καλὰ εἶναι; ἐπεὶ καὶ τὰ ἐναντία συντελεῖ καὶ οὐκ ἄνευ τούτων
κόσμος: καὶ γὰρ ἐπὶ τῶν καθ̓ ἕκαστα ζῴων οὕτως: καὶ τὰ μὲν βελτίω
ἀναγκάζει καὶ πλάττει ὁ λόγος, ὅσα δὲ μὴ τοιαῦτα, δυνάμει κεῖται ἐν
τοῖς λόγοις, ἐνεργείᾳ δὲ
πότερα δὲ οἱ λόγοι οὗτοι οἱ ἐν ψυχῇ νοήματα; ἀλλὰ πῶς κατὰ τὰ νοήματα
ποιήσει; ὁ γὰρ λόγος ἐν ὕλῃ φυσικῶς ποιεῖ καὶ τὸ ποιοῦν
φυσικῶς οὐ νόησις οὐδὲ ὅρασις, ἀλλὰ δύναμις τρεπτικὴ τῆς ὕλης, οὐκ
εἰδυῖα ἀλλὰ δρῶσα μόνον, οἷον τύπον καὶ σχῆμα ἐν ὕδατι, ὥσπερ
κύκλος, ἄλλου ἐνδόντος εἰς τοῦτο τὸ ποιεῖν. εἰ τοῦτο, ποιήσει τὸ
ἡγούμενον τῆς ψυχῆς τῷ τρέπειν τὴν ἔνυλον καὶ γεννητικὴν ψυχήν.
τρέψει οὖν λογισαμένη αὕτη; ἀλλ’ εἰ λογισαμένη, ἀναφορὰν ἕξει.
πότερον εἰς ἄλλο ἢ εἰς τὰ ἐν αὐτῇ; ἀλλ’ εἰ εἰς τὰ ἐν
αὐτῇ, οὐδὲν δεῖ λογισμοῦ. οὐ γὰρ οὗτος τρέψει, ἀλλὰ τὸ ἐν αὐτῇ ἔχον
τοὺς λόγους: τοῦτο γὰρ καὶ δυνατώτερον καὶ ποιεῖν ἐν ψυχῇ δυνάμενον.
κατ’ εἴδη ἄρα ποιεῖ. δεῖ τοίνυν καὶ αὐτὴν παρὰ νοῦ ἔχουσαν διδόναι.
νοῦς δὴ ψυχῇ δίδωσι τῇ τοῦ παντός, ψυχὴ δὲ παῤ αὑτῆς ἡ μετὰ νοῦν τῇ
μετ’ αὐτὴν ἐλλάμπουσα καὶ τυποῦσα, ἡ δὲ ὡσπερεὶ ἐπιταχθεῖσα ἤδη
ποιεῖ: ποιεῖ δὲ τὰ μὲν ἀνεμποδίστως, τὰ δὲ ἐμποδισθεῖσα. ἅτε δὴ
δύναμιν εἰς τὸ ποιεῖν λαβοῦσα καὶ λόγων οὐ τῶν πρώτων πληρωθεῖσα οὐ
μόνον καθ̓ ἃ ἔλαβε ποιήσει, ἀλλὰ γένοιτο ἄν τι καὶ παῤ αὐτῆς καὶ
τοῦτο δῆλον ὅτι χεῖρον: καὶ ζῷον μέν, ζῷον δὲ ἀτελέστερον καὶ
δυσχεραῖνον τὴν αὑτοῦ ζωήν, ἅτε χείριστον καὶ δύσκολον δὴ καὶ ἄγριον
καὶ ἐξ ὕλης
ἆῤ οὖν τὰ κακὰ τὰ ἐν τῷ παντὶ ἀναγκαῖα, εἶναι καλῶν, οἷον κάλλους τεχνητοῦ παντός, καὶ κινεῖν
εἰς φρόνησιν μὴ ἐῶσαν ἐπ’ ἀδείας εὕδειν. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται,
δἑ??ʼ τὴν τοῦ παντὸς ψυχὴν θεωρεῖν μὲν τὰ ἄριστα ἀεὶ ἱεμένην πρὸς
τὴν νοητὴν φύσιν καὶ τὸν θεόν, πληρουμένης δὲ αὐτῆς καὶ πεπληρωμένης
οἷον ἀπομεστουμένης αὐτῆς τὸ ἐξ αὐτῆς ἴνδαλμα καὶ τὸ ἔσχατον αὐτῆς
πρὸς τὸ κάτω τὸ ποιοῦν τοῦτο εἶναι. ποιητὴς οὖν ἔσχατος οὗτος: ἐπὶ
δ’ αὐτῷ τῆς ψυχῆς τὸ πρώτως πληρούμενον παρὰ νοῦ: ἐπὶ πᾶσι δὲ νοῦς
δημιουργός, ὃς καὶ τῇ ψυχῇ τῇ μετ’ αὐτὸν δίδωσιν ὧν ἴχνη ἐν τῇ
τρίτῃ. εἰκότως οὖν λέγεται οὗτος ὁ κόσμος εἰκὼν ἀεὶ εἰκονιζόμενος,
ἑστηκότων μὲν τοῦ πρώτου καὶ δευτέρου, τοῦ δὲ τρίτου ἑστηκότος μὲν
καὶ αὐτοῦ, ἀλλ’ ἐν τῇ ὕλῃ καὶ κατὰ συμβεβηκὸς κινουμένου. ἕως γὰρ ἂν
ᾖ νοῦς καὶ ψυχή, ῥεύσονται οἱ λόγοι εἰς τοῦτο τὸ εἶδος τῆς ψυχῆς,
ὥσπερ, ἕως ἂν ᾖ ἥλιος, πάντα τὰ ἀπ’ αὐτοῦ φῶτα.
Τὴν λεγομένη ὕλην ὑποκείμενόν τι καὶ τὴν ὕλην ταύτην πως ἔχουσαν εἶναι. διδόασι δὲ καὶ
σῶμα αὐτῇ ἄποιον αὐτὴν σῶμα λέγοντες καὶ μέγεθος δέ. οἱ δὲ ἀσώματον
λέγουσι καὶ ταύτην οὐ μίαν τινὲς αὐτῶν, ἀλλὰ ταύτην μὲν τοῖς σώμασιν
ὑποβεβλῆσθαι καὶ αὐτοί, περὶ ἧς οἱ πρότεροι λέγουσιν, ἑτέραν μέντοι
προτέραν ἐν τοῖς νοητοῖς ὑποβεβλημένην τοῖς ἐκεῖ εἴδεσι καὶ ταῖς
ἀσωμάτοις οὐσίαις.
διὸ πρότερον ζητητέον περὶ ταύτης εἰ ἔστι, καὶ τίς οὖσα τυγχάνει, καὶ
πῶς ἔστιν. εἰ δὴ ἀόριστόν τι καὶ ἄμορφον δεῖ τὸ τῆς ὕλης εἶναι, ἐν
δὲ τοῖς ἐκεῖ ἀρίστοις οὖσιν οὐδὲν ἀόριστον οὐδὲ ἄμορφον, οὐδ’ ἂν ὕλη
ἐκεῖ εἴη: καὶ εἰ ἁπλοῦν ἕκαστον, οὐδ’ ἂν δέοι ὕλης, ἵνα ἐξ αὐτῆς καὶ
ἄλλου τὸ σύνθετον: καὶ γινομένοις μὲν ὕλης δεῖ καὶ ἐξ ἑτέρων ἕτερα
πρῶτον οὖν λεκτέον, ὡς οὐ πανταχοῦ τὸ ἀόριστον ἀτιμαστέον, οὐδὲ ὃ ἂν ἄμορφον ᾖ τῇ ἑαυτοῦ ἐπινοίᾳ, εἰ μέλλοι παρέχειν αὑτὸ τοῖς πρὸ αὐτοῦ καὶ τοῖς ἀρίστοις: οἷόν τι καὶ ψυχὴ πρὸς νοῦν καὶ λόγον πέφυκε μορφουμένη παρὰ τούτων καὶ εἰς εἶδος βέλτιον ἀγομένη: ἔν τε τοῖς νοητοῖς τὸ σύνθετον ἑτέρως, οὐχ ὡς τὰ σώματα: ἐπεὶ καὶ λόγοι σύνθετοι καὶ ἐνεργείᾳ δὲ σύνθετον ποιοῦσι τὴν ἐνεργοῦσαν εἰς εἶδος φύσιν. εἰ δὲ καὶ πρὸς ἄλλο, καὶ παῤ ἄλλου καὶ μᾶλλον. ἡ δὲ τῶν γινομένων ὕλη ἀεὶ ἄλλο καὶ ἄλλο εἶδος ἴσχει, τῶν δὲ ἀιδίων ἡ αὐτὴ ταὐτὸν ἀεί. τάχα δ’ ἀνάπαλιν ἡ ἐνταῦθα. ἐνταῦθα μὲν γὰρ παρὰ μέρος πάντα καὶ ἓν ἑκάστοτε. διὸ οὐδὲν ἐμμένει ἄλλου ἄλλο ἐξωθοῦντος: διὸ οὐ ταὐτὸν ἀεί, ἐκεῖ δ’ ἅμα πάντα: διὸ οὐκ ἔχει εἰς ὃ μεταβαλεῖ, ἤδη γὰρ ἔχει πάντα. οὐδέποτ̓ οὖν ἄμορφος οὐδὲ ἐκεῖ ἡ ἐκεῖ, ἐπεὶ οὐδ’ ἡ ἐνταῦθα, ἀλλ’ ἕτερον τρόπον ἑκατέρα. τὸ δὲ εἴτε ἀίδιος, εἴτε γενομένη, ἐπειδὰν ὅ τί ποτ̓ ἐστὶ λάβωμεν, δῆλον ἔσται.
ὁ δὴ λόγος ἡμῖν ὑποθεμένοις τὸ νῦν εἶναι τὰ εἴδη — δέδεικται γὰρ ἐν
ἄλλοις — προίτω. εἰ οὖν πολλὰ τὰ εἴδη, κοινὸν μέν τι ἐν αὐτοῖς
ἀνάγκη εἶναι: καὶ δὴ καὶ ἴδιον, ᾧ διαφέρει ἄλλο ἄλλου. τοῦτο δὴ τὸ
ἴδιον καὶ ἡ διαφορὰ ἡ χωρίζουσα ἡ
εἰ δ’ ὅτι ἀεὶ ἔχει ταῦτα καὶ ὁμοῦ, ἓν ἄμφω καὶ οὐχ ὕλη ἐκεῖ, οὐδ’
ἐνταῦθα ἔσται τῶν σωμάτων ὕλη, οὐδέποτε γὰρ ἄνευ μορφῆς, ἀλλ’ ἀεὶ
ὅλον σῶμα, σύνθετον μὴν ὅμως. καὶ νοῦς εὑρίσκει τὸ διττόν: οὗτος γὰρ
διαιρεῖ, ἕως ἂν εἰς ἁπλοῦν ἥκῃ μηκέτι αὐτὸ ἀναλύεσθαι
δυνάμενον: ἕως δὲ δύναται, χωρεῖ αὐτοῦ εἰς τὸ βάθος. τὸ δὲ βάθος
ἑκάστου ἡ ὕλη: διὸ καὶ σκοτεινὴ πᾶσα, ὅτι τὸ φῶς λόγος καὶ ὁ νοῦς
λόγος. διὸ τὸν ἐφ̓ ἑκάστου λόγον ὁρῶν τὸ κάτω ὡς ὑπὸ τὸ φῶς
σκοτεινὸν ἡγεῖται, ὥσπερ ὀφθαλμὸς φωτοειδὴς ὢν πρὸς τὸ φῶς βαλὼν καὶ
χρόας φῶτα ὄντα τὰ ὑπὸ τὰ χρώματα σκοτεινὰ καὶ ὑλικὰ εἶναι λέγει
ʽκεκρυμμένα τοῖς χρώμασἰ. διάφορόν γε μὴν τὸ σκοτεινὸν τό τε ἐν τοῖς
νοητοῖς τό τε ἐν τοῖς αἰσθητοῖς ὑπάρχει διάφορός τε ἡ ὕλη, ἐνταῦθα κόσμος, ἀλλὰ ὄντα ἀεί, ὥσπερ ὁ ἐκεῖ
κόσμος. καὶ γὰρ ἡ ἑτερότης ἡ ἐκεῖ ἀεί, ἣ τὴν ὕλην ποιεῖ: ἀρχὴ γὰρ
ὕλης αὕτη, ἡ κίνησις ἡ πρώτη: διὸ καὶ αὕτη ἑτερότης ἐλέγετο, ὅτι
ὁμοῦ ἐξέφυσαν κίνησις καὶ ἑτερότης: ἀόριστον δὲ καὶ ἡ κίνησις καὶ ἡ
ἑτερότης ἡ ἀπὸ τοῦ πρώτου, κἀκείνου πρὸς τὸ ὁρισθῆναι δεόμενα:
ὁρίζεται δέ, ὅταν πρὸς αὐτὸ ἐπιστραφῇ: πρὶν δὲ ἀόριστον καὶ τὸ
ἕτερον καὶ οὔπω ἀγαθόν, ἀλλ’ ἀφώτιστον ἐκείνου. εἰ γὰρ παῤ ἐκείνου
τὸ φῶς, τὸ δεχόμενον τὸ φῶς, πρὶν δέξασθαι, φῶς οὐκ ἔχει ἀληθινόν,
ἀλλὰ ἄλλο ὂν ἔχει, εἴπερ τὸ φῶς παῤ ἄλλου. καὶ περὶ μὲν τῆς ἐν τοῖς
νοητοῖς ὕλης πλείω τῶν προσηκόντων παραγυμνωθέντα ταύτῃ.
περὶ δὲ τῆς τῶν σωμάτων ὑποδοχῆς ὧδε λεγέσθω. ὅτι μὲν οὖν δεῖ τι τοῖς
σώμασιν ὑποκείμενον εἶναι ἄλλο ὂν παῤ αὐτά, ἥ τε εἰς ἄλληλα μεταβολὴ
τῶν στοιχείων δηλοῖ. οὐ γὰρ παντελὴς
Ἐμπεδοκλῆς δὲ τὰ στοιχεῖα ἐν ὕλῃ θέμενος ἀντιμαρτυροῦσαν ἔχει τὴν
φθορὰν αὐτῶν. Ἀναξαγόρας δὲ τὸ μῖγμα ὕλην ποιῶν, οὐκ ἐπιτηδειότητα
πρὸς πάντα, ἀλλὰ πάντα ἐνεργείᾳ ἔχειν λέγων ὃν εἰσάγει νοῦν ἀναιρεῖ
οὐκ αὐτὸν τὴν μορφὴν καὶ τὸ εἶδος διδόντα ποιῶν οὐδὲ πρότερον τῆς
ὕλης ἀλλ’ ἅμα. ἀδύνατον δὲ τὸ ἅμα. εἰ γὰρ μετέχει τὸ μῖγμα τοῦ
εἶναι, πρότερον τὸ ὄν: εἰ δὲ καὶ τοῦτο ὂν κἀκεῖνο ἄλλου ἐπ’ αὐτοῖς
δεήσει τρίτου. εἰ οὖν πρότερον ἀνάγκη τὸν δημιουργὸν εἶναι, τί ἔδει
τὰ εἴδη κατὰ σμικρὰ ἐν τῇ ὕλῃ εἶναι, εἶτα τὸν νοῦν διὰ πραγμάτων
ἀνηνύτων διακρίνειν ἐξὸν ἀποίου οὔσης τὴν ποιότητα καὶ τὴν μορφὴν
ἐπὶ πᾶσαν ἐκτεῖναι;
τίς οὖν ἡ μία αὕτη καὶ συνεχὴς καὶ ἄποιος λεγομένη; καὶ ὅτι μὲν μὴ
σῶμα, εἴπερ ἄποιος, δῆλον: ἢ ποιότητα ἕξει. λέγοντες δὲ πάντων αὐτὴν
εἶναι τῶν αἰσθητῶν καὶ οὐ τινῶν μὲν ὕλην, πρὸς ἄλλα δὲ εἶδος οὖσαν:
οἷον τὸν πηλὸν ὕλην τῷ κεραμεύοντι, ἁπλῶς δὲ οὐχ ὕλην: οὐ δὴ οὕτως,
ἀλλὰ πρὸς πάντα λέγοντες, οὐδὲν ἂν αὐτῇ προσάπτοιμεν, ὅσα ἐπὶ τοῖς
αἰσθητοῖς ὁρᾶται. εἰ δὴ τοῦτο, πρὸς ταῖς ἄλλαις ποιότησιν, οἷον
χρώμασι καὶ θερμότησι καὶ ψυχρότησιν, οὐδὲ τὸ κοῦφον οὐδὲ τὸ βάρος,
οὐ πυκνόν, οὐχ ἁραιόν, ἀλλ’ οὐδὲ σχῆμα. οὐ τοίνυν οὐδὲ μέγεθος: ἄλλο
γὰρ τὸ μεγέθει, ἄλλο τὸ μεμεγεθυσμένῳ εἶναι, ἄλλο τὸ σχήματι, ἄλλο
τὸ ἐσχηματισμένῳ. δεῖ δὲ αὐτὴν μὴ σύνθετον εἶναι, ἀλλὰ ἁπλοῦν καὶ ἕν
τι τῇ αὑτῆς φύσει: οὕτω γὰρ πάντων ἔρημος. καὶ ὁ μορφὴν οὐ θαυμαστότερον δὲ τὸ ποσὸν τῇ ὕλῃ
ἄλλο ἐπάγειν τοῦ ποιὸν αὐτῇ προστιθέναι, οὐδὲ τὸ μὲν ποιὸν λόγος, τὸ
δὲ ποσὸν οὐκ εἶδος καὶ μέτρον καὶ ἀριθμὸς ὄν.
πῶς οὖν τις λήψεταί τι τῶν ὄντων, ὃ μὴ μέγεθος ἔχει; ἢ πᾶν ὅπερ μὴ
ταὐτὸν τῷ ποσῷ: οὐ γὰρ δὴ τὸ ὂν καὶ τὸ ποσὸν ταὐτόν. πολλὰ δὲ καὶ
ἄλλα ἕτερα τοῦ ποσοῦ. ὅλως δὲ πᾶσαν ἀσώματον φύσιν ἄποσον θετέον:
ἀσώματος δὲ καὶ ἡ ὕλη. ἐπεὶ καὶ ἡ ποσότης αὐτὴ οὐ ποσόν, ἀλλὰ τὸ
μετασχὸν αὐτῆς: ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι εἶδος ἡ ποσότης. ὡς
οὖν ἐγίνετό τι λευκὸν παρουσίᾳ λευκότητος, τὸ δὲ πεποιηκὸς τὸ λευκὸν
χρῶμα ἐν ζῴῳ καὶ τὰ ἄλλα δὲ χρώματα ποικίλα οὐκ ἦν ποικίλον χρῶμα,
ἀλλὰ ποικίλος, εἰ βούλει, λόγος, οὕτω καὶ τὸ ποιοῦν τὸ τηλικόνδε οὐ
τηλικόνδε, ἀλλ’ αὐτὸ τὸ πηλίκον ἢ ἡ πηλικότης ἢ ὁ λόγος
τὸ ποιοῦν. προσελθοῦσα οὖν ἡ πηλικότης ἐξελίττει εἰς μέγεθος
τί οὖν νοήσω ἀμέγεθες ἐν ὕλῃ; τί δὲ νοήσεις ἄποιον ὁπωσοῦν; καὶ τίς ἡ
νόησις καὶ τῆς διανοίας ἡ ἐπιβολή; ἢ ἀοριστία: εἰ γὰρ τῷ ὁμοίῳ τὸ
ὅμοιον, καὶ τῷ ἀορίστῳ τὸ ἀόριστον. λόγος μὲν οὖν γένοιτο ἂν περὶ
τοῦ ἀορίστου ὡρισμένος, ἡ δὲ πρὸς αὐτὸ ἐπιβολὴ ἀόριστος. εἰ δ’
ἕκαστον λόγῳ καὶ νοήσει γινώσκεται — ἐνταῦθα δὲ ὁ μὲν λόγος λέγει, ἃ
δὴ λέγει περὶ αὐτῆς, ἡ δὲ βουλομένη εἶναι νόησις οὐ νόησις, ἀλλ’
οἷον ἄνοια μᾶλλον — νόθον ἂν εἴη τὸ φάντασμα αὐτῆς καὶ οὐ γνήσιον,
ἐκ θατέρου οὐκ ἀληθοῦς καὶ μετὰ τοῦ θατέρου λόγου συγκείμενον. καὶ
τάχα εἰς τοῦτο βλέπων ὁ Πλάτων νόθῳ λογισμῷ εἶπε ληπτὴν εἶναι. τίς
οὖν ἡ ἀοριστία τῆς ψυχῆς; ἆρα παντελὴς ἄγνοια ὡς ἀπουσία; ἢ ἐν
καταφάσει τινὶ τὸ ἀόριστον, καὶ οἷον ὀφθαλμῷ τὸ σκότος ὕλη ὂν παντὸς
ἀοράτου χρώματος, οὕτως οὖν καὶ ψυχὴ ἀφελοῦσα ὅσα ἐπὶ τοῖς αἰσθητοῖς
οἷον φῶς τὸ λοιπὸν οὐκέτι ἔχουσα ὁρίσαι ὁμοιοῦται τῇ ὄψει τῇ ἐν
σκότῳ ταὐτόν πως γινομένῃ τότε τῷ ὃ οἷον ὁρᾷ. ἆῤ οὖν ὁρᾷ; ἢ οὕτως ὡς
ἀσχημοσύνην καὶ ὡς ἄχροιαν καὶ ὡς ἀλαμπὲς καὶ προσέτι δὲ ὡς οὐκ ἔχον
μέγεθος: εἰ δὲ μή, εἰδοποιήσει ἤδη. ὅταν οὖν μηδὲν νοῇ, οὐ ταὐτὸ
τοῦτο περὶ ψυχὴν πάθος; ἢ οὔ, ἀλλ’ ὅταν μὲν μηδὲν νοῇ,
λέγει μηδέν, μᾶλλον δὲ πάσχει οὐδέν: ὅταν δὲ τὴν ὕλην, οὕτω πάσχει
πάθος οἷον τύπον τοῦ ἀμόρφου: ἐπεὶ καὶ ὅταν τὰ
καὶ ἔτι δεῖ τινος ἄλλου πρὸς σύστασιν σωμάτων μετὰ μέγεθος καὶ
ποιότητας ἁπάσας; ἢ τοῦ ὑποδεξομένου πάντα. οὐκοῦν ὄγκου; εἰ δὲ
ὄγκος, μέγεθος δήπου: εἰ δὲ ἀμέγεθες, οὐδ’ ὅπου δέξεται ἔχει.
ἀμέγεθες δὲ ὂν τί ἂν συμβάλλοιτο, εἰ μήτε εἰς εἶδος καὶ τὸ ποιὸν
μήτε εἰς τὴν διάστασιν καὶ τὸ μέγεθος, ὃ δὴ παρὰ τῆς ὕλης δοκεῖ,
ὅπου ἂν ᾖ, ἔρχεσθαι εἰς τὰ σώματα; ὅλως δὲ ὥσπερ πράξεις καὶ
ποιήσεις καὶ χρόνοι καὶ κινήσεις ὑποβολὴν ὕλης ἐν αὑτοῖς οὐκ ἔχοντα
ἔστιν ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ τὰ σώματα τὰ πρῶτα ἀνάγκη ὕλην
ἔχειν, ἀλλ’ ὅλα ἕκαστα εἶναι ἅ ἐστι ποικιλώτερα ὄντα μίξει τῇ ἐκ
πλειόνων εἰδῶν τὴν σύστασιν ἔχοντα: ὥστε τοῦτο τὸ ἀμέγεθες ὕλης
ὄνομα κενὸν εἶναι. πρῶτον μὲν οὖν οὐκ ἀνάγκη τὸ ὑποδεχόμενον ὁτιοῦν:
ὄγκον εἶναι, ἐὰν μὴ μέγεθος ἤδη αὐτῷ παρῇ: ἐπεὶ καὶ ἡ ψυχὴ πάντα
δεχομένη ὁμοῦ ἔχει πάντα: εἰ δὲ μέγεθος αὐτῇ συμβεβηκὸς ἦν, ἔσχεν ἂν
ἕκαστα ἐν μεγέθει. ἡ δὲ ὕλη διὰ τοῦτο ἐν διαστήματι ἃ δέχεται
λαμβάνει, ὅτι διαστήματός ἐστι δεκτική: ὥσπερ καὶ τὰ ζῷα καὶ τὰ φυτὰ
μετὰ τοῦ
συμβάλλεται οὖν τὰ μεγέθη τοῖς σώμασι: τὰ γὰρ εἴδη τῶν σωμάτων ἐν
μεγέθεσι. περὶ δὲ μέγεθος οὐκ ἂν ἐγένετο ταῦτα, ἀλλ’ ἢ περὶ τὸ
μεμεγεθυσμένον: εἰ γὰρ περὶ μέγεθος, οὐ περὶ δὲ τὸ πράττειν οὐχ αὑτὴν δίδωσιν: οὐδὲ γὰρ οἱ
πράττοντες τοῦτο ζητοῦσι. καὶ οὐ μεταβάλλει ἄλλη πρᾶξις εἰς ἄλλην,
ἵνα ἂν ἦν καὶ αὐταῖς ὕλη, ἀλλ’ ὁ πράττων ἐπ’ ἄλλην μεταβάλλει πρᾶξιν
ἐξ ἄλλης: ὥστε ὕλην αὐτὸν εἶναι ταῖς πράξεσιν. ἔστι τοίνυν ἀναγκαῖον
ἡ ὕλη καὶ τῇ ποιότητι καὶ τῷ μεγέθει: ὥστε καὶ τοῖς σώμασι: καὶ οὐ
κενὸν ὄνομα, ἀλλ’ ἔστι τι ὑποκείμενον κἂν ἀόρατον κἂν ἀμέγεθες
ὑπάρχῃ. ἢ οὕτως οὐδὲ τὰς ποιότητας φήσομεν οὐδὲ τὸ μέγεθος τῷ αὐτῷ
λόγῳ: ἕκαστον γὰρ τῶν τοιούτων λέγοιτο ἂν οὐδὲν εἶναι ἐφ̓ ἑαυτοῦ
μόνον λαμβανόμενον. εἰ δὲ ταῦτα ἔστι καίπερ ἀμυδρῶς ὂν ἕκαστον, πολὺ
μᾶλλον ἂν εἴη ἡ ὕλη, κἂν μὴ ἐναργὴς ὑπάρχῃ αἱρετὴ οὖσα οὐ
ταῖς αἰσθήσεσιν: οὔτε γὰρ ὄμμασιν, ἄχρους γάρ: οὔτε ἀκοῇ, οὐ γὰρ
ψόφος: οὐδεὲ χυμοί, διὸ οὐδὲ ῥῖνες οὐδὲ γλῶσσα αἱροῦσιν.
γὰρ λόγος ἡ σωματότης, ἕτερος αὐτῆς: αὕτη
οὖν ἄλλο: εἰ δ’ ἤδη ποιήσασα καὶ οἷον κραθεῖσα, σῶμα φανερῶς ἂν εἴη
καὶ οὐχ ὕλη μόνον.
εἰ δὲ ποιότης τὸ ὑποκείμενον κοινή τις οὖσα ἐν ἑκάστῳ τῶν στοιχείων,
πρῶτον μὲν τίς αὕτη λεκτέον. ἔπειτα πῶς ποιότης ὑποκείμενον ἔσται;
πῶς δὲ ἐν ἀμεγέθει ποιὸν θεωρηθήσεται μὴ ἔχον ὕλην μηδὲ μέγεθος;
ἔπειτα εἰ μὲν ὡρισμένη ἡ ποιότης, πῶς ὕλη; εἰ δ’ ἀόριστόν τι, οὐ
ποιότης, ἀλλὰ τὸ ὑποκείμενον καὶ ἡ ζητουμένη ὕλη. τί οὖν κωλύει
ἄποιον μὲν εἶναι τῷ τῶν ἄλλων μηδεμιᾶς τῇ αὐτῆς φύσει μετέχειν, αὐτῷ
δὲ τούτῳ τῷ μηδεμιᾶς μετέχειν ποιὰν εἶναι ἰδιότητα πάντως τινὰ
ἔχουσαν καὶ τῶν ἄλλων διαφέρουσαν, οἷον στέρησίν τινα ἐκείνων; καὶ
γὰρ ὁ ἐστερημένος ποιός: οἷον ὁ τυφλός. εἰ οὖν στέρησις τούτων περὶ
αὐτήν, πῶς οὐ ποιά; εἰ δὲ καὶ ὅλως στέρησις περὶ αὐτήν, ἔτι μᾶλλον,
εἴ γε δὴ καὶ στέρησις ποιόν τι. ὁ δὲ ταῦτα λέγων τί ἄλλο ἢ ποιὰ καὶ
ποιότητας πάντα ποιεῖ; ὥστε καὶ ἡ ποσότης ποιότης ἂν εἴη καὶ ἡ οὐσία
δέ. εἰ δὲ ποιόν, πρόσεστι ποιότης. γελοῖον δὲ τὸ ἕτερον τοῦ ποιοῦ
καὶ μὴ ποιὸν ποιὸν ποιεῖν. εἰ δέ, ὅτι ἕτερον, ποιόν, εἰ μὲν
αὐτοετερότης, οὐδ’ ὣς ποιόν: ἐπεὶ οὐδ’ ἡ ποιότης ποιά: εἰ δ’ ἕτερον
μόνον, οὐχ ἑαυτῇ, ἀλλ’ ἑτερότητι ἕτερον καὶ ταυτότητι ταὐτόν. οὐδὲ
δὴ ἡ στέρησις ποιότης οὐδὲ ποιόν, ἀλλ’ ἐρημία ποιότητος ἢ ἄλλου, ὡς
ἡ ἀψοφία ψόφου ἢ ὁτουοῦν ἄλλου: ἄρσις γὰρ ἡ στέρησις, τὸ δὲ ποιὸν ἐν
καταφάσει. ἥ τε ἰδιότης τῆς ὕλης οὐ μορφή:
ἀλλ’ ἐκεῖνο ζητητέον, πότερα στέρησις, ἢ
πάλιν οὖν ζητητέον, εἰ κατὰ συμβεβηκὸς τὸ ἄπειρον καὶ τὸ ἀόριστον ἐπ
ʼ ἄλλῃ φύσει καὶ πῶς συμβεβηκὸς καὶ εἰ στέρησις συμβέβηκεν. εἰ δὴ
ὅσα μὲν ἀριθμοὶ καὶ λόγοι ἀπειρίας ἔξω — ὅροι γὰρ καὶ τάξεις καὶ τὸ
τεταγμένον καὶ τοῖς ἄλλοις παρὰ τούτων, τάττει δὲ ταῦτα οὐ τὸ
τεταγμένον οὐδὲ τάξις, ἀλλὰ ἄλλο τὸ ταττόμενον παρὰ τὸ τάττον,
τάττει δὲ τὸ πέρας καὶ ὅρος καὶ λόγος — ἀνάγκη τὸ ταττόμενον καὶ
ὁριζόμενον τὸ ἄπειρον εἶναι. τάττεται δὲ ἡ ὕλη καὶ ὅσα δὲ μὴ ὕλη τῷ
μετέχειν ἢ ὕλης λόγον ἔχειν: ἀνάγκη τοίνυν τὴν ὕλην τὸ ἄπειρον
εἶναι, οὐχ οὕτω δὲ ἄπειρον, ὡς κατὰ συμβεβηκὸς καὶ τῷ συμβεβηκέναι
τὸ ἄπειρον αὐτῇ. πρῶτον μὲν γὰρ τὸ συμβαῖνόν τῳ δεῖ λόγον εἶναι: τὸ
δὲ ἄπειρον οὐ λόγος: ἔπειτα τίνι ὄν, ὅσῳ πέφευγε τὸ εἶναι τὸ ἀληθές, εἰς δὲ εἰδώλου
κατερρύη φύσιν, ἀληθεστέρως ἄπειρον. τὸ αὐτὸ οὖν τὸ ἄπειρον καὶ τὸ
ἀπείρῳ εἶναι; ἢ ὅπου λόγος καὶ ὕλη ἄλλο ἑκάτερον, ὅπου δὲ ὕλη μόνον
ἢ ταὐτὸν λεκτέον ἢ ὅλως, ὃ καὶ βέλτιον, οὐκ εἶναι ἐνθάδε τὸ ἀπείρῳ
εἶναι: λόγος γὰρ ἔσται, ὃς οὐκ ἔστιν ἐν τῷ ἀπείρῳ, ἵν’ ᾖ ἄπειρον.
ἄπειρον μὲν δὴ παῤ αὑτῆς τὴν ὕλην λεκτέον ἀντιτάξει τῇ πρὸς τὸν
λόγον. καὶ γάρ, ὥσπερ ὁ λόγος οὐκ ἄλλο τι ὤν ἐστι λόγος, οὕτω καὶ
τὴν ὕλην ἀντιτεταγμένην τῷ λόγῳ κατὰ τὴν ἀπειρίαν οὐκ ἄλλο τι οὖσαν
λεκτέον ἄπειρον.
ἆῤ οὖν καὶ ἑτερότητι ταὐτόν; ἢ οὔ, ἀλλὰ μορίῳ ἑτερότητος
ἀντιταττομένῳ πρὸς τὰ ὄντα κυρίως, ἃ δὴ λόγοι. διὸ καὶ τὸ
μὴ ὂν οὕτως τι ὂν καὶ στερήσει ταὐτόν, εἰ ἡ στέρησις ἀντίθεσις πρὸς
τὰ ἐν λόγῳ ὄντα. οὔκουν φθαρήσεται ἡ στέρησις προσελθόντος τοῦ οὗ
στέρησις; οὐδαμῶς: ὑποδοχὴ γὰρ ἕξεως οὐχ ἕξις, ἀλλὰ στέρησις, καὶ
πέρατος οὐ τὸ πεπερασμένον οὐδὲ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον καθ̓ ὅσον
ἄπειρον. πῶς οὖν οὐκ ἀπολεῖ αὐτοῦ τὴν φύσιν προσελθὸν τὸ πέρας καὶ
ταῦτα οὐ κατὰ συμβεβηκὸς ὄντος ἀπείρου; ἢ εἰ μὲν κατὰ τὸ ποσὸν
ἄπειρον, ἄν: νῦν δὲ οὐχ οὕτως,
ἀλλὰ τοὐναντίον σώζει αὐτὸ ἐν τῷ εἶναι: ὃ γὰρ πέφυκεν εἰς ἐνέργειαν
καὶ τελείωσιν ἄγει, ὥσπερ τὸ ἄσπαρτον, ὅταν σπείρηται: καὶ ὅταν τὸ
θῆλυ ἐκ τοῦ ἄρρενος κυῇ, οὐκ ἀπόλλυται τὸ θῆλυ, ἀλλὰ
μᾶλλον θηλύνεται: τοῦτο δέ ἐστιν ὃ ἔστι μᾶλλον γίνεται. ἆῤ οὖν καὶ
κακὸν ἡ ὕλη μεταλαμβάνουσα ἀγαθοῦ; ἢ διὰ τοῦτο, ὅτι ἐδεήθη: οὐ γὰρ
εἶχε. καὶ γὰρ ὃ μὲν ἂν δέηταί τινος, τὸ δ’ ἔχῃ, μέσον ἂν ἴσως
γίνοιτο ἀγαθοῦ καὶ κακοῦ, εἰ ἰσάζοι πως ἐπ’ ἄμφω: ὃ δ’
Λέγεται τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ εἶναι: λέγεται δέ τι καὶ
ἐνέργεια ἐν τοῖς οὖσι. σκεπτέον οὖν τί τὸ δυνάμει καὶ τί τὸ
ἐνεργείᾳ. ἆρα τὸ αὐτὸ τῷ ἐνεργείᾳ εἶναι ἡ ἐνέργεια, καὶ εἴ τί ἐστιν
ἐνέργεια, τοῦτο καὶ ἐνεργείᾳ, ἢ ἕτερον ἑκάτερον καὶ τὸ ἐνεργείᾳ ὂν
οὐκ ἀνάγκη καὶ ἐνέργειαν εἰ ἐκεῖ τὸ ἐνεργείᾳ μόνον: καὶ εἰ ἔστι τὸ
δυνάμει, εἰ δυνάμει μόνον ἀεί, κἂν ἀεί, εἰ οὐδέποτε ἂν
τι γενέσθαι, ἦν ἂν
ὃ ἦν μόνον. ὃ δὲ ἦν ἤδη παρῆν καὶ οὐκ ἔμελλε: τί οὖν ἠδύνατο ἄλλο
μετὰ τὸ παρὸν αὐτό; οὐ τοίνυν ἦν ἂν δυνάμει. δεῖ τοίνυν τὸ δυνάμει
τι ὂν ἄλλο ἤδη τῷ τι καὶ ἄλλο μεθ̓ αὑτὸ δύνασθαι, ἤτοι μένον μετὰ
τοῦ ἐκεῖνο ποιεῖν ἢ παρέχον αὑτὸ ἐκείνῳ ὃ δύναται φθαρὲν αὐτό,
δυνάμει λέγεσθαι: ἄλλως γὰρ δυνάμει ἀνδριὰς ὁ χαλκός, ἄλλως τὸ ὕδωρ
δυνάμει χαλκὸς καὶ ὁ ἀὴρ πῦρ. τοιοῦτον δὴ ὂν τὸ δυνάμει ἆρα καὶ
δύναμις λέγοιτο ἂν πρὸς τὸ ἐσόμενον, οἷον ὁ χαλκὸς δύναμις τοῦ
ἀνδριάντος; ἤ, εἰ μὲν ἡ δύναμις κατὰ τὸ ποιεῖν λαμβάνοιτο, οὐδαμῶς:
οὐ γὰρ ἡ δύναμις ἡ κατὰ τὸ ποιεῖν λαμβανομένη λέγοιτο ἂν δυνάμει. εἰ
δὲ τὸ δυνάμει μὴ μόνον πρὸς τὸ ἐνεργείᾳ λέγεται, ἀλλὰ καὶ πρὸς
ἐνέργειαν, εἴη ἂν καὶ δύναμις τὸ δυνάμει. βέλτιον δὲ καὶ
σαφέστερον τὸ μὲν δυνάμει πρὸς τὸ ἐνεργείᾳ, τὴν δὲ δύναμιν πρὸς
ἐνέργειαν λέγειν. τὸ μὲν δὴ δυνάμει τοιοῦτον ὥσπερ ὑποκείμενόν τι
πάθεσι καὶ μορφαῖς καὶ εἴδεσιν, ἃ μέλλει δέχεσθαι καὶ πέφυκεν ἢ καὶ
σπεύδει ἑλεῖν, καὶ τὰ μὲν ὡς πρὸς τὸ βέλτιον, τὰ δὲ πρὸς τὰ χείρω
καὶ λυμαντικὰ αὐτῶν, ὧν ἕκαστον καὶ ἐνεργείᾳ ἐστὶν ἄλλο.
περὶ δὲ τῆς ὕλης σκεπτέον, εἰ ἕτερόν τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ
πρὸς ἃ μορφοῦται, ἢ οὐδὲν ἐνεργείᾳ, καὶ ὅλως καὶ τὰ ἄλλα ἃ λέγομεν
δυνάμει λαβόντα τὸ εἶδος καὶ μένοντα αὐτὰ ἐνεργείᾳ ὁ δυνάμει γραμματικὸς ἤδη
γραμματικὸς ὤν. ἢ οὐδὲν κωλύει καὶ ἄλλον τρόπον: ἐκεῖ μὲν δυνάμει
μόνον, ἐνταῦθα δὲ τῆς δυνάμεως ἐχούσης τὸ εἶδος. εἰ οὖν ἐστι τὸ μὲν
δυνάμει τὸ ὑποκείμενον, τὸ δ’ ἐνεργείᾳ τὸ συναμφότερον, ὁ ἀνδριάς,
τὸ εἶδος τὸ ἐπὶ τοῦ χαλκοῦ τί ἂν λέγοιτο; ἢ οὐκ ἄτοπον τὴν
ἐνέργειαν, καθ̓ ἣν ἐνεργείᾳ ἐστὶ καὶ οὐ μόνον δυνάμει, τὴν μορφὴν
καὶ τὸ εἶδος λέγειν, οὐχ ἁπλῶς ἐνέργειαν, ἀλλὰ τοῦδε ἐνέργειαν: ἐπεὶ
καὶ ἄλλην ἐνέργειαν τάχα κυριώτερον ἂν λέγοιμεν, τὴν ἀντίθετον τῇ
οὗ δ’ ἕνεκα ταῦτα προείρηται, νῦν λεκτέον, ἐν τοῖς νοητοῖς πῶς ποτε
τὸ ἐνεργείᾳ λέγεται καὶ εἰ ἐνεργείᾳ μόνον ἢ καὶ ἐνέργεια ἕκαστον καὶ
πάντα καὶ εἰ τὸ δυνάμει κἀκεῖ. εἰ δὲ μήτε ὕλη ἐκεῖ ἐν ᾗ τὸ δυνάμει,
μήτε τι μέλλει τῶν ἐκεῖ, ὃ μὴ ἤδη ἔστι, μηδέ τι μεταβάλλον εἰς ἄλλο
ἢ μένον ἕτερόν τι γεννᾷ ἢ ἐξιστάμενον ἑαυτοῦ ἔδωκεν ἄλλῳ ἀνθ̓ αὑτοῦ
εἶναι, οὐκ ἂν εἴη ἐκεῖ τὸ δυνάμει, ἐν ᾧ ἐστι πάντα ὄντως,
τῶν ὄντων καὶ αἰῶνα, οὐ χρόνον ἐχόντων. εἴ τις οὖν καὶ ἐπὶ τῶν
νοητῶν τοὺς τιθεμένους κἀκεῖ ὕλην ἔροιτο, εἰ μὴ κἀκεῖ τὸ δυνάμει
κατὰ τὴν ὕλην τὴν ἐκεῖ — καὶ γὰρ εἰ ἄλλον τρόπον ἡ ὕλη, ἀλλ’ ἔσται
ἐφ̓ ἑκάστου τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς εἶδος, τὸ δὲ συναμφότερον — τί
ἐροῦσιν; ἢ καὶ τὸ ὡς ὕλη ἐκεῖ εἶδός ἐστιν, ἐπεὶ καὶ ἡ ψυχὴ εἶδος ὂν
πρὸς ἕτερον ἂν εἴη ὕλη. οὐκοῦν πρὸς ἐκεῖνο καὶ δυνάμει; ἢ οὔ: εἶδος
γὰρ ἦν αὐτῆς καὶ οὐκ εἰς ὕστερον δὲ τὸ εἶδος καὶ οὐ χωρίζεται δὲ
ἀλλ’ ἢ λόγῳ, καὶ οὕτως ὕλην ἔχον, ὡς διπλοῦν νοούμενον, ἄμφω δὲ μία
φύσις: οἷον καὶ Ἀριστοτέλης φησὶ τὸ πέμπτον σῶμα ἄυλον εἶναι. περὶ
δὲ ψυχῆς πῶς ἐροῦμεν; δυνάμει γὰρ ζῷον, ὅταν μήπω, μέλλῃ δέ, καὶ
μουσικὴ δυνάμει καὶ τὰ ἄλλα ὅσα γίνεται οὐκ ἀεὶ οὖσα: ὥστε καὶ
τὰ μὲν οὖν ἄλλα πάντα, ὅσα δυνάμει τί ἐστιν, ἔχει καὶ τὸ ἐνεργείᾳ
εἶναι ἄλλο τι, ὃ ἤδη ὂν πρὸς ἄλλο δυνάμει εἶναι λέγεται: περὶ δὲ τῆς
λεγομένης εἶναι ὕλης, ἣν πάντα δυνάμει λέγομεν τὰ ὄντα, πῶς ἔστιν
εἰπεῖν ἐνεργείᾳ τι τῶν ὄντων εἶναι; ἢ γὰρ οὐ πάντα τὰ ὄντα δυνάμει
ἂν εἴη. εἰ οὖν μηδὲν τῶν ὄντων, ἀνάγκη μηδ’ ὂν αὐτὴν εἶναι. πῶς οὖν
ἂν ἐνεργείᾳ τι εἴη μηδὲν τῶν ὄντων οὖσα; ἀλλ’ οὐδὲν τῶν ὄντων ἂν εἴη
τούτων, ἃ γίνεται ἐπ’ αὐτῇ, ἄλλο δέ τι οὐδὲν κωλύει εἶναι, εἴπερ
μηδὲ πάντα τὰ ὄντα ἐπὶ τῇ ὕλῃ. εἰ μὲν δὴ οὐδέν ἐστι τούτων τῶν ἐπ’
αὐτῇ, ταῦτα δὲ ὄντα, μὴ ὂν ἂν εἴη. οὐ μὲν δὴ ἀνείδεόν τι φανταζομένη
πῶς οὖν λέγωμεν περὶ αὐτῆς; πῶς δὲ τῶν ὄντων ὕλη; ἢ ὅτι δυνάμει.
οὔκουν, ὅτι δυνάμει, ἤδη ἔστι καθὸ μέλλει, ἀλλὰ τὸ εἶναι αὐτῇ μόνον
τὸ μέλλον ἐπαγγελλόμενον: οἷον τὸ εἶναι αὐτῇ εἰς ἐκεῖνο ἀναβάλλεται,
ὃ ἔσται. τὸ τοίνυν δυνάμει οὔ τι, ἀλλὰ δυνάμει πάντα: μηδὲν δὲ ὂν
καθ̓
Ἆρα τὸ ὂν καὶ ἡ οὐσία ἕτερον. καὶ τὸ μὲν ὂν ἀπηρημωμένον τῶν ἄλλων, ἡ
δὲ οὐσία τὸ ὂν μετὰ τῶν ἄλλων, κινήσεως, στάσεως, ταὐτοῦ, ἑτέρου,
καὶ στοιχεῖα ταῦτα ἐκείνης; τὸ οὖν ὅλον οὐσία, ἕκαστον δὲ ἐκείνων τὸ
μὲν ὄν, τὸ δὲ κίνησις, τὸ δὲ ἄλλο τι. κίνησις μὲν οὖν κατὰ
συμβεβηκὸς ὄν: οὐσία δὴ ἄρα κατὰ συμβεβηκός: ἢ συμπληρωτικὸν οὐσίας;
ἢ καὶ αὐτὴ οὐσία καὶ τὰ ἐκεῖ πάντα οὐσία. πῶς οὖν οὐ καὶ ἐνταῦθα; ἢ
ἐκεῖ, ὅτι ἓν πάντα, ἐνθάδε δὲ διαληφθέντων τῶν εἰδώλων τὸ μὲν ἄλλο,
τὸ δὲ ἄλλο: ὥσπερ ἐν μὲν τῷ σπέρματι ὁμοῦ πάντα καὶ ἕκαστον τὰ δ’ ἐνταῦθα ποιά, οὐ τί. ὅθεν καὶ ἁμαρτάνειν ἡμᾶς
ἀεὶ περὶ τὸ τὶ ἀπολισθαίνοντας ἐν ταῖς ζητήσεσιν αὐτοῦ καὶ εἰς τὸ
ποιὸν καταφερομένους. οὐ γὰρ εἶναι τὸ πῦρ ὃ λέγομεν εἰς τὸ ποιὸν
ἀφορῶντες, ἀλλὰ τὸ μὲν εἶναι οὐσίαν, ἃ δὲ νῦν βλέπομεν, εἰς ἃ καὶ
ἀφορῶντες λέγομεν, ἀπάγειν ἡμᾶς ἀπὸ τοῦ τὶ καὶ ὁρίζεσθαι τὸ ποιόν:
καὶ ἐπὶ τῶν αἰσθητῶν εὐλόγως, οὐδὲν γὰρ αὐτῶν οὐσίαν εἶναι, ἀλλ’
αὐτῆς πάθη. ὅθεν κἀκεῖνο, πῶς ἐξ οὐκ οὐσιῶν οὐσία. ἐλέγετο μὲν οὖν,
ὅτι οὐ δεῖ τὸ αὐτὸ τὸ γινόμενον εἶναι τοῖς ἐξ ὧν: νῦν δὲ λέγειν δεῖ,
ὅτι οὐδὲ τὸ γενόμενον οὐσία. ἀλλὰ πῶς ἐκεῖ ἣν ἐλέγομεν οὐσίαν ἐξ οὐκ
οὐσίας λέγομεν; τὴν γὰρ οὐσίαν φήσομεν ἐκεῖ κυριώτερον καὶ
ἀμιγέστερον ἔχουσαν τὸ ὂν εἶναι οὐσίαν ὡς ἐν διαφοραῖς
τοῦ ὄντος, μᾶλλον δὲ μετὰ προσθήκης ἐνεργειῶν
λεγομένην οὐσίαν, τελείωσιν μὲν δοκοῦσαν εἶναι ἐκείνου, τάχα δ’
ἐνδεεστέραν τῇ προσθήκῃ καὶ τῷ οὐχ ἁπλῷ, ἀλλ’ ἤδη ἀφισταμένην
τούτου.
ἀλλὰ περὶ τῆς ποιότητος σκεπτέον τί ὅλως: τάχα γὰρ γνωσθὲν ὅ τι ἐστὶ
μᾶλλον παύσει τὰς ἀπορίας. πρῶτον οὗν ἐκεῖνο ζητητέον, εἰ τὸ αὐτὸ
θετέον ὁτὲ μὲν ποιὸν μόνον, ὁτὲ δὲ συμπληροῦν οὐσίαν, οὐ
δυσχεράναντας ποιὸν οὐ συμπληρωτικὸν οὐσίας εἶναι, ἀλλὰ
ποιᾶς μᾶλλον οὐσίας. δεῖ τοίνυν ἐπὶ τῆς ποιᾶς οὐσίας τὴν οὐσίαν πρὸ
τοῦ ποιὰν εἶναι καὶ τὸ τί ἐστι. τί οὖν ἐπὶ τοῦ πυρὸς πρὸ τῆς ποιᾶς
οὐσίας ἡ οὐσία; ἆρα τὸ σῶμα; τὸ σῶμα τοίνυν οὐσία ἔσται, τὸ δὲ πῦρ
ἂν ἡ οὐσία. ταύτην δὲ καὶ εὐκίνητον καὶ δυσκίνητον
εἶναι: ὡς διττὸν εἶναι εἶδος, τὸ μὲν εὐκίνητον, τὸ δὲ ἔμμονον αὐτῆς.
τὸ οὖν λευκὸν τὸ ἐπὶ σοὶ θετέον οὐ ποιότητα, ἀλλ’ ἐνέργειαν δηλονότι
ἐκ δυνάμεως τῆς τοῦ
Περὶ τῆς δἰ ὅλων λεγομένης τῶν σωμάτων τοῦ
μεγίστου τὸ μικρότατον χωρεῖ, ἐφ̓ ὧν φανερὸν ὅτι κίρναται. ἐπὶ γὰρ
τῶν ἀδήλων ἔξεστι λέγειν μὴ εἰς πᾶν φθάνειν, ἀλλ’ ἐφ̓ ὧν γε φανερῶς
συμβαίνει, οὐ λέγοιτ̓ ἄν. καὶ λέγοντες ἐκτάσεις τῶν
ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοιεν ἂν εἰς τοσοῦτον τὸν σμικρότατον
τοῦτο δὲ αὐτὸ ἐφ̓ ἑαυτοῦ ζητητέον, τί συμβαίνει, ὅταν ὅσπερ ἦν ὄγκος
ὕδατος ἀὴρ γίγνηται, πῶς τὸ μεῖζον ἐν τῷ γενομένῳ: νῦν δὲ τὰ μὲν
εἰρήσθω πολλῶν καὶ ἄλλων παῤ ἑκατέρων λεγομένων. ἡμεῖς δὲ ἐφ̓ ἑαυτῶν
σκοπῶμεν, τί χρὴ λέγειν περὶ τούτου, τίς δόξα σύμφωνος τοῖς
λεγομένοις ἢ καὶ τίς ἄλλη παρὰ τὰς νῦν λεγομένας φανεῖται; ὅταν
τοίνυν διὰ τοῦ ἐρίου ῥέῃ τὸ ὕδωρ ἢ ἡ βίβλος ἐκστάζῃ τὸ ἐν
αὐτῇ ὕδωρ, πῶς οὐ τὸ πᾶν ὑδάτινον σῶμα δίεισι δἰ αὐτῆς; ἢ καὶ ὅταν
μὴ ῥέῃ, πῶς συνάψομεν τὴν ὕλην τῇ ὕλῃ καὶ τὸν ὄγκον τῷ ὄγκῳ, τὰς δὲ
ποιότητας μόνας ἐν συγκράσει ποιησόμεθα; οὐ γὰρ δὴ ἔξω τῆς βίβλου ἡ
τοῦ ὕδατος ὑδατίνης ποιότητος. εἰ δὲ πανταχοῦ ἡ ὕλη μετὰ τῆς
ποιότητος, πανταχοῦ τῆς βίβλου τὸ ὕδωρ. ἢ οὐ τὸ ὕδωρ, ἀλλ’ ἡ τοῦ
ὕδατος ποιότης. ἀλλὰ ποῦ ὄντος τοῦ ὕδατος; πῶς οὖν οὐχ ὁ αὐτὸς
ὄγκος; ἢ ἐξέτεινε τὴν βίβλον τὸ προστεθέν: ἔλαβε γὰρ μέγεθος παρὰ
τοῦ εἰσελθόντος. ἀλλ’ εἰ ἔλαβε, προσετέθη τις ὄγκος: εἰ δὲ
προσετέθη, οὐ κατεπόθη ἐν τῷ ἑτέρῳ, δεῖ οὖν ἐν ἄλλῳ καὶ ἄλλῳ τὴν
ὕλην εἶναι. ἢ τί κωλύει, ὥσπερ δίδωσι τῆς ποιότητος καὶ λαμβάνει
σῶμα θάτερον παρὰ θατέρου, οὕτω καὶ ἐπὶ τοῦ μεγέθους; ποιότης μὲν
γὰρ ποιότητι συνελθοῦσα οὐκ ἐκείνη οὖσα, ἀλλὰ μετ’ ἄλλης, ἐν τῷ μετ’
ἄλλης εἶναι οὐ καθαρὰ οὖσα οὐκ ἔστι παντελῶς ἐκείνη, ἀλλ’ ἠμαύρωται:
μέγεθος δὲ συνελθὸν ἡ ἰδία ποιότης: ὥστε οὐχ
ᾗ ποιότητες τὴν μῖξιν ποιήσονται, ἀλλ’ ᾗ τοιαίδε, οὐδ’ αὖ ἡ ὕλη ᾗ
ὕλη οὐ μιχθήσεται, ἀλλ’ ᾗ μετὰ τοιᾶσδε ποιότητος, καὶ μάλιστα, εἰ
μέγεθος οἰκεῖον οὐκ ἔχει ἀλλ’ ἢ μὴ ἀποβαλοῦσα τὸ μέγεθος. ταῦτα μὲν
οὖν ἔστω καὶ οὕτω διηπορημένα.
ἐπεὶ δὲ ἐμνήσθημεν σωματότητος, ἐπισκεπτέον, πότερα ἡ σωματότης ἐστὶ
τὸ ἐκ πάντων σὺν ὕλῃ συγκείμενον ἢ εἶδός τι καὶ λόγος
τις, ὃς ἐγγενόμενος τῇ ὕλῃ σῶμα ποιεῖ. εἰ μὲν οὖν τοῦτό ἐστι τὸ σῶμα
τὸ ἐκ πασῶν τῶν ποιοτήτων σὺν ὕλῃ συγκείμενον, ταὐτὸ ἂν
εἴη ἡ σωματότης. καὶ εἰ λόγος δὲ εἴη, ὃς προσελθὼν ποιεῖ τὸ σῶμα,
δηλονότι ὁ λόγος ἐμπεριλαβὼν ἔχει τὰς ποιότητας ἁπάσας. δεῖ δὲ τὸν
λόγον τοῦτον, εἰ μή ἐστιν ἄλλως ὥσπερ ὁρισμὸς δηλωτικὸς τοῦ τί ἔστι
τὸ πρᾶγμα, ἀλλὰ λόγος ποιῶν πρᾶγμα, μὴ τὴν ὕλην συμπεριειληφέναι,
ἀλλὰ περὶ ὕλην εἶναι καὶ ἐγγενόμενον
Ἆρα τὰ πόρρω φαίνεται ἐλάττω καὶ τὰ πολὺ τῆς ὄψεως, ὅτι ἀπολισθάνει κατὰ μέρος μετροῦσα, ὅτι
μὴ ἔχει ἵστασθαι καθ̓ ἕκαστον μέρος τῇ διαφορᾷ. ἐγγύθεν δὲ τὸ πόρρω,
ὅτι τὸ μεταξὺ συναιρεῖται
τὸ δὲ κατὰ τὰς τῆς ὄψεως γωνίας ἐλάττους εἴρηται μὲν καὶ ἐν ἄλλοις ὡς
οὐκ ἔστι, καὶ νῦν δὲ ἐκεῖνο λεκτέον, ὡς ὁ λέγων ἔλαττον φαίνεσθαι
ἐλάττονι γωνίᾳ καταλείπει τὴν ὄψιν ἔξωθέν τι ὁρῶσαν ἢ ἄλλο τι ὂν
ἔξωθεν ὅλως, οἷον ἀέρα. ὅταν οὖν μηδὲν καταλείπῃ τῷ πολὺ εἶναι τὸ
ὄρος, ἀλλ’ ἢ ἰσάζῃ καὶ μηκέτι ἄλλο οἷόν τε ᾖ αὐτῇ ὁρᾶν, ἅτε τοῦ
διαστήματος αὐτῆς συναρμόσαντος τῷ ὁρωμένῳ, ἢ καὶ ὑπερτείνῃ τὸ
ὁρώμενον ἐφ̓ ἑκάτερα τὴν τῆς ὄφεως προσβολήν, τί ἄν τις ἐνταῦθα
λέγοι ἐλάττονος μὲν ἢ ἔστι πολλῷ φαινομένου τοῦ ὑποκειμένου, πάσῃ δὲ
τῇ ὄψει ὁρωμένου; εἰ δὲ δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ θεωροῖ,
ἀναμφισβητήτως μάθοι ἄν τις. πᾶν μὲν γὰρ τὸ ἡμισφαίριον οὐκ ἄν τις
ὁρᾶν μιᾷ προσβολῇ δύναιτο, οὐδὲ ἐπὶ τοσοῦτον χυθῆναι ἡ ὄψις μέχρις
αὐτοῦ ἐκτεινομένη. ἀλλ’
Ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν ἡ τοῦ ἀγαθοῦ φύσις ἁπλῆ καὶ πρώτη, πᾶν γὰρ
τὸ οὐ πρῶτον οὐχ ἁπλοῦν, καὶ οὐδὲν ἔχον ἐν ἑαυτῷ, ἀλλ’ ἕν τι, καὶ
τοῦ ἑνὸς λεγομένου ἡ φύσις ἡ αὐτή: καὶ γὰρ αὕτη οὐκ ἄλλο, εἶτα ἕν,
οὐδὲ τοῦτο ἄλλο, εἶτα ἀγαθόν: ὅταν λέγωμεν τὸ ἕν, καὶ ὅταν λέγωμεν
τἀγαθόν, τὴν αὐτὴν δεῖ νομίζειν τὴν φύσιν καὶ μίαν λέγειν οὐ
κατηγοροῦντας ἐκείνης οὐδέν, δηλοῦντας δὲ ἡμῖν αὐτοῖς ὡς οἷόν τε.
καὶ τὸ πρῶτον δὲ οὕτως, ὅτι ἁπλούστατον, καὶ τὸ αὔταρκες, ὅτι οὐκ ἐκ
πλειόνων: οὕτω γὰρ ἀναρτήσεται εἰς τὰ εξ ὧν: καὶ τὸ οὐκ
ἐν ἄλλῳ, ὅτι πᾶν τὸ ἐν ἄλλῳ καὶ παῤ ἄλλου. εἰ οὖν μηδὲ παῤ ἄλλου
μηδὲ ἐν ἄλλῳ μηδὲ σύνθεσις μηδεμία, ἀνάγκη μηδὲν ὑπὲρ αὐτὸ εἶναι. οὐ
τοίνυν δεῖ ἐφ̓ ἑτέρας ἀρχὰς ἰέναι, ἀλλὰ τοῦτο προστησαμένους, εἶτα
νοῦν μετ’ αὐτὸ καὶ τὸ νοοῦν πρώτως, εἶτα ψυχὴν μετὰ νοῦν: αὕτη γὰρ
τάξις κατὰ φύσιν: μήτε πλείω τούτων τίθεσθαι ἐν τῷ νοητῷ, μήτε
ἐλάττω. εἴτε γὰρ ἐλάττω, ἢ ψυχὴν καὶ νοῦν ταὐτὸν φήσουσιν, ἢ νοῦν
καὶ τὸ πρῶτον: τῷ ὅσπερ ἐνόει ὁ νοῶν ὅτι νοεῖ. εἰ δὲ. μή,
ὁ μὲν ἔσται νοῶν μόνον, ὁ δὲ ὅτι νοεῖ νοῶν ἄλλου ὄντος, ἀλλ’ οὐκ
αὐτοῦ τοῦ νενοηκότος. ἀλλ’ εἰ ἐπινοίᾳ φήσουσι, πρῶτον μὲν τῶν
πλειόνων ὑποστάσεων ἀποστήσονται: ἔπειτα δεῖ σκοπεῖν, εἰ καὶ αἱ
ἐπίνοιαι χώραν ἔχουσι λαβεῖν νοῦν νοοῦντα μόνον, μὴ παρακολουθοῦντα
δὲ ἑαυτῷ ὅτι νοεῖ: ὃ καὶ ἐφ̓ ἡμῶν αὐτῶν εἰ γίγνοιτο τῶν ἀεὶ
ἐπιστατούντων ταῖς ὁρμαῖς καὶ ταῖς διανοήσεσιν, εἰ καὶ μετρίως
σπουδαῖοι εἶμεν, αἰτίαν ἂν ἀφροσύνης ἔχοιμεν. ὅταν δὲ δὴ ὁ νοῦς ὁ
ἀληθινὸς ἐν ταῖς νοήσεσιν αὑτὸν νοῇ καὶ μὴ ἔξωθεν ᾖ τὸ νοητὸν αὐτοῦ,
ἀλλ’ αὐτὸς ᾖ καὶ τὸ νοητόν, ἐξ ἀνάγκης ἐν τῷ νοεῖν ἔχει ἑαυτὸν καὶ
ὁρᾷ ἑαυτόν: ὁρῶν δὲ ἑαυτὸν οὐκ ἀνοηταίνοντα, ἀλλὰ νοοῦντα ὁρᾷ. ὥστε
ἐν τῷ πρώτως νοεῖν ἔχοι ἂν καὶ τὸ νοεῖν ὅτι νοεῖ ὡς ἓν ὄν: καὶ οὐδὲ
τῇ ἐπινοίᾳ ἐκεῖ νοεῖν ὅτι
νοεῖ ὅτι νοεῖ, ἔτι μᾶλλον καταφανὲς τὸ ἄτοπον. καὶ διὰ τί οὐκ εἰς
ἄπειρον οὕτω; τὸν δὲ λόγον ὅταν τις ἀπὸ τοῦ νοῦ ποιῇ, εἶτα ἀπὸ
τούτου γίνεσθαι ἐν ψυχῇ ἄλλον ἀπ’ αὐτοῦ τοῦ λόγου, ἵνα μεταξὺ ψυχῆς
οὐ τοίνυν οὔτε πλείω τούτων οὔτε ἐπινοίας περιττὰς ἐν ἐκείνοις, ἃς οὐ
δέχονται, θετέον, ἀλλ’ ἕνα νοῦν τὸν αὐτὸν ὡσαύτως ἔχοντα, ἀκλινῆ
πανταχῇ, μιμούμενον τὸν πατέρα καθ̓ ὅσον οἷόν τε αὐτῷ. ψυχῆς δὲ ἡμῶν
τὸ μὲν ἀεὶ πρὸς ἐκείνοις, τὸ δὲ πρὸς ταῦτα ἔχειν, τὸ δὲ ἐν μέσῳ
τούτων: φύσεως γὰρ οὔσης μιᾶς ἐν δυνάμεσι πλείοσιν ὁτὲ μὲν τὴν πᾶσαν
συμφέρεσθαι τῷ ἀρίστῳ αὐτῆς καὶ τοῦ ὄντος, ὁτὲ δὲ τὸ χεῖρον αὐτῆς
καθελκυσθὲν συνεφελκύσασθαι τὸ μέσον: τὸ γὰρ πᾶν αὐτῆς οὐκ ἦν θέμις
καθελκύσαι. καὶ τοῦτο συμβαίνει αὐτῇ τὸ πάθος, ὅτι μὴ ἔμεινεν ἐν τῷ
καλλίστῳ, ὅπου ψυχὴ μείνασα, ἡ μὴ μέρος μηδὲ ἧς ἡμεῖς ἔτι μέρος,
ἔδωκε τῷ παντὶ σώματι αὐτῷ τε ἔχειν ὅσον δύναται παῤ αὐτῆς ἔχειν,
μένει τε ἀπραγμόνως αὐτὴ οὐκ ἐκ διανοίας διοικοῦσα οὐδέ τι
διορθουμένη, ἀλλὰ τῇ εἰς τὸ πρὸ αὐτῆς θέᾳ κατακοσμοῦσα δυνάμει
θαυμαστῇ. ὅσον γὰρ πρὸς αὐτῇ ἐστι, τόσῳ καλλίων ἀεὶ ἀεὶ ἐλλάμπεται.
ἀεὶ οὖν ἐλλαμπομένη καὶ διηνεκὲς ἔχουσα τὸ φῶς δίδωσιν εἰς τὰ ἐφεξῆς,
τὰ δὲ ἀεὶ συνέχεται καὶ ἄρδεται τούτῳ τῷ φωτὶ καὶ ἀπολαύει τοῦ ζῆν
καθ̓ ὅσον δύναται: ὥσπερ εἰ πυρὸς ἐν μέσῳ που κειμένου ἀλεαίνοιντο
οἷς οἷόν τε. καίτοι τὸ πῦρ ἐστιν ἐν μέτρῳ: ὅταν δὲ δυνάμεις μὴ
μετρηθεῖσαι μὴ ἐκ τῶν ὄντων ὦσιν ἀνῃρημέναι, πῶς οἷόν τε εἶναι μέν,
μηδὲν δὲ αὐτῶν μεταλαμβάνειν; ἀλλ’ ἀνάγκη ἕκαστον τὸ αὑτοῦ διδόναι
καὶ ἄλλῳ, ἢ τὸ ἀγαθὸν οὐκ ἀγαθὸν ἔσται, ἢ ὁ νοῦς οὐ νοῦς, ἢ
ἡ ψυχὴ μὴ τοῦτο, εἰ μή τι μετὰ τὸ πρώτως ζῶν ζῴη καὶ
δευτέρως ἕως ἔστι τὸ πρώτως. ἀνάγκη τοίνυν ἐφεξῆς εἶναι πάντα
ἀλλήλοις καὶ ἀεί, γενητὰ δὲ τὰ ἕτερα τῷ παῤ ἄλλων εἶναι. οὐ τοίνυν
ἐγένετο, ἀλλ’ ἐγίνετο καὶ γενήσεται, ὅσα γενητὰ λέγεται: οὐδὲ
φθαρήσεται, ἀλλ’ ἢ ὅσα ἔχει εἰς ἅ: ὃ δὲ μὴ ἔχει εἰς ὅ, οὐδὲ
φθαρήσεται. εἰ δέ τις εἰς ὕλην λέγοι, διὰ τί οὐ καὶ τὴν ὕλην; εἰ δὲ
καὶ τὴν ὕλην φήσει, τίς ἦν ἀνάγκη, φήσομεν, γενέσθαι; εἰ δὲ
ἀναγκαῖον εἶναι φήσουσι παρακολουθεῖν, καὶ νῦν ἀνάγκη. εἰ δὲ μόνη
καταλειφθήσεται, οὐ πανταχοῦ, ἀλλ’ ἔν τινι τόπῳ ἀφωρισμένῳ τὰ θεῖα
ἔσται καὶ οἷον ἀποτετειχισμένα: εἰ δὲ οὐχ οἷόν τε, ἐλλαμφθήσεται.
εἰ δὲ οἷον πτερορρυήσασαν τὴν ψυχὴν φήσουσι εἰκὼν τοῦ
ἐκεῖ πυρὸς παρὰ τὸ ἐνταῦθα πῦρ; ἢ τίς γῆ ἄλλη παρὰ ταύτην μετὰ τὴν
ἐκεῖ γῆν; τίς δὲ σφαῖρα ἀκριβεστέρα ἢ εὐτακτοτέρα τῇ φορᾷ μετὰ τὴν
ἐκεῖ τοῦ κόσμου τοῦ νοητοῦ περιοχὴν ἐν αὑτῷ; ἄλλος δὲ ἥλιος μετ’
ἐκεῖνον πρὸ τούτου τοῦ ὁρωμένου τίς;
ἀλλ’ ἄλογον αὐτοὺς μὲν σῶμα ἔχοντας, οἷον ἔχουσιν
ἄνθρωποι, καὶ ἐπιθυμίας καὶ λύπας καὶ ὀργὰς τὴν παῤ αὐτοῖς δύναμιν
μὴ ἀτιμάζειν, ἢ πρὸ τοῦ κόσμου τοῦδε ἐποίησεν ἢ μετὰ τὸν κόσμον.
καὶ εἰ μὲν πρὸ τοῦ κόσμου, ἵνα τί; ἵνα φυλάξωνται αἱ ψυχαί. πῶς οὖν
οὐκ ἐφυλάξαντο, ὥστε μάτην ἐγένετο; εἰ δὲ μετὰ τὸν κόσμον ἐκ τοῦ
κόσμου λαβὼν ἀποσυλήσας τῆς ὕλης τὸ εἶδος, ἤρκει ἡ πεῖρα ταῖς
πειραθείσαις ψυχαῖς πρὸς τὸ φυλάξασθαι. εἰ δὲ ἐν ταῖς ψυχαῖς λαβεῖν
ἀξιοῦσι τοῦ κόσμου τὸ εἶδος, τί τὸ καινὸν τοῦ λόγου;
τὰς δὲ ἄλλας ὑποστάσεις τί χρὴ λέγειν ἃς εἰσάγουσι, παροικήσεις καὶ
ἀντιτύπους καὶ μετανοίας; εἰ μὲν γὰρ ψυχῆς ταῦτα λέγουσι πάθη, ὅταν
ἐν μετανοίᾳ ᾖ, καὶ ἀντιτύπους, ὅταν οἷον εἰκόνας τῶν ὄντων, ἀλλὰ μὴ
αὐτά πω τὰ ὄντα θεωρῇ, κενολογούντων ἐστὶν εἰς σύστασιν τῆς ἰδίας
αἱρέσεως: ὡς γὰρ τῆς ἀρχαίας Ἑλληνικῆς οὐχ ἁπτόμενοι ταῦτα
σκευωροῦνται εἰδότων σαφῶς τῶν Ἑλλήνων καὶ ἀτύφως λεγόντων ἀναβάσεις
ἐκ τοῦ σπηλαίου καὶ κατὰ βραχὺ εἰς θέαν ἀληθεστέραν μᾶλλον καὶ
μᾶλλον προιούσας. ὅλως γὰρ αὐτοῖς τὰ μὲν παρὰ τοῦ Πλάτωνος εἴληπται,
τὰ δέ, ὅσα καινοτομοῦσιν, ἵνα ἰδίαν φιλοσοφίαν θῶνται, ταῦτα ἔξω τῆς
ἀληθείας εὕρηται. ἐπεὶ καὶ αἱ δίκαι καὶ οἱ ποταμοὶ οἱ ἐν ᾅδου καὶ αἱ
μετενσωματώσεις ἐκεῖθεν. καὶ ἐπὶ τῶν νοητῶν δὲ πλῆθος ποιῆσαι, τὸ ὂν
καὶ τὸν νοῦν καὶ τὸν δημιουργὸν ἄλλον καὶ τὴν ψυχήν, ἐκ τῶν ἐν τῷ
Τιμαίῳ λεχθέντων εἴληπται: εἰπόντος γὰρ αὐτοῦ δὲ θέλουσι διαφωνεῖν φθόνος
οὐδεὶς λεγόντων: οὐδ’ ἐν τῷ τοὺς Ἕλληνας διασύρειν καὶ ὑβρίζειν τὰ
αὑτῶν ἐν συστάσει παρὰ τοῖς ἀκούουσι ποιεῖν, ἀλλ’ αὐτὰ παῤ αὐτῶν
δεικνύναι ὀρθῶς ἔχοντα, ὅσα ἴδια αὐτοῖς ἔδοξε παρὰ τὴν ἐκείνων δόξαν
λέγειν, εὐμενῶς καὶ φιλοσόφως αὐτὰς τὰς δόξας τιθέντας αὐτῶν
ὅτι μὲν οὖν οὔτε ἤρξατο οὔτε παύσεται, ἀλλ’ ἔστιν ἀεὶ καὶ ὅδε ὁ
κόσμος, ἕως ἂν ἐκεῖνα ᾖ, εἴρηται. τὴν δὲ πρὸς τὸ σῶμα τῇ ψυχῇ
κοινωνίαν τῇ ἡμετέρᾳ πρὸ αὐτῶν εἴρηται ὡς οὐκ ἄμεινον τῇ ψυχῇ: τὸ δὲ
ἀπὸ τῆς ἡμετέρας καὶ τὴν τοῦ παντὸς λαμβάνειν ὅμοιον, ὡς εἴ τις τὸ
τῶν χυτρέων ἢ χαλκέων λαβὼν γένος ἐν πόλει εὖ οἰκουμένῃ τὴν ἅπασαν
ψέγοι. δεῖ δὲ τὰς διαφορὰς λαμβάνειν τὰς τῆς ὅλης ὅπως διοικεῖ, ὅτι
μὴ ὁ αὐτὸς τρόπος μηδὲ ἐνδεδεμένη. πρὸς γὰρ αὖ ταῖς ἄλλαις
διαφοραῖς, αἳ μυρίαι εἴρηνται ἐν ἄλλοις, κἀκεῖνο ἐνθυμεῖσθαι ἔδει,
ὅτι ἡμεῖς μὲν ὑπὸ τοῦ σώματος δεδέμεθα ἤδη δεσμοῦ γεγενημένου. ἐν
γὰρ τῇ πάσῃ ψυχῇ ἡ τοῦ αώματος φύσις δεδεμένη ἤδη συνδεῖ ὃ ἂν
περιλάβῃ: σὐτὴ δὲ ἡ τοῦ παντὸς ψυχὴ οὐκ ἂν δέοιτο ὑπὸ
τὸ δὲ διὰ τί ἐποίησε κόσμον ταὐτὸν τῷ διὰ ἂν ἔτι μιμούμενον. τὸ δὲ ἀνομοίως μεμιμῆσθαι ψεῦδος:
οὐδὲν γὰρ παραλέλειπται ὧν οἷόν τε ἦν καλὴν εἰκόνα φυσικὴν ἔχειν.
ἀναγκαῖον μὲν γὰρ ἦν εἶναι οὐκ ἐκ διανοίας καὶ ἐπιτεχνήσεως τὸ
μίμημα: οὐ γὰρ οἷόν τε ἦν ἔσχατον τὸ νοητὸν εἶναι. εἶναι γὰρ αὐτοῦ
ἐνέργειαν ἔδει διττήν, τὴν μὲν ἐν ἑαυτῷ, τὴν δὲ εἰς ἄλλο. ἔδει οὖν
εἶναί τι μετ’ αὐτό: ἐκείνου γὰρ μόνου οὐδέν ἐστιν ἔτι πρὸς τὸ κάτω,
ὃ τῶν πάντων ἀδυνατώτατόν ἐστι. δύναμις δὲ θαυμαστὴ ἐκεῖ θεῖ: ὥστε
καὶ εἰργάσατο. εἰ μὲν δὴ ἄλλος κόσμος οὐκ ἔστι τούτου
ἀμείνων, τίς οὗτος; εἰ δὲ ἀνάγκη εἷναι, ἄλλος δὲ οὐκ ἔστιν, οὗτός
ἐστιν ὁ τὸ μίμημα ἀποσώζων ἐκείνου. γῆ μὲν δὴ πᾶσα ζῴων ποικίλων
πλήρης καὶ ἀθανάτων καὶ μέχρις οὐρανοῦ μεστὰ
πλούτους δὲ καὶ πενίας εἴ τις μέμφοιτο καὶ τὸ οὐκ ἴσον ἐν τοῖς
τοιούτοις ἅπασι, πρῶτον μὲν ἀγνοεῖ, ὡς ὁ σπουδαῖος ἐν τούτοις τὸ
ἴσον οὐ ζητεῖ, οὐδέ τι νομίζει τοὺς πολλὰ κεκτημένους πλέον ἔχειν,
οὐδὲ τοὺς δυναστεύοντας τῶν ἰδιωτῶν, ἀλλὰ τὴν τοιαύτην σπουδὴν
ἄλλους ἐᾷ ἔχειν, καὶ καταμεμάθηκεν ὡς διττὸς ὁ ἐνθάδε βίος, ὁ μὲν
τοῖς σπουδαίοις, ὁ δὲ τοῖς πολλοῖς τῶν ἀνθρώπων, τοῖς μὲν σπουδαίοις
πρὸς τὸ ἀκρότατον καὶ ἄνω, τοῖς δὲ ἀνθρωπικωτέροις διττὸς αὖ ὢν ὁ
μὲν μεμνημένος ἀρετῆς μετίσχων ἀγαθοῦ τινος, ὁ δὲ φαῦλος ὄχλος οἷον
χειροτέχνης τῶν πρὸς ἀνάγκην τοῖς ἐπιεικεστέροις. εἰ δὲ φονεύει τις
ἢ ἡττᾶται τῶν ἡδονῶν ὑπὸ ἀδυναμίας, τί θαυμαστὸν καὶ ἁμαρτίας εἶναι
καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους: ἔπειτα
σεμνύνειν δεῖ εἰς μέτρον μετὰ οὐκ ἀγροικίας ἐπὶ τοσοῦτον ἰόντα, ἐφ̓
ὅσον ἡ φύσις δύναται ἡμῶν ἀνιέναι, τοῖς δ’ ἄλλοις νομίζειν εἶναι
χώραν παρὰ τῷ θεῷ καὶ μὴ αὑτὸν μόνον μετ’ ἐκεῖνον τάξαντα ὥσπερ
ὀνείρασι πέτεσθαι ἀποστεροῦντα ἑαυτὸν καθ̓ ὅσον ἐστὶ δυνατὸν ψυχῇ
ἀνθρώπου θεῷ γενέσθαι: δύναται δὲ εἰς ὅσον νοῦς ἄγει: τὸ δὲ ὑπὲρ
νοῦν ἤδη ἐστὶν ἔξω νοῦ πεσεῖν. πείθονται δὲ ἄνθρωποι ἀνόητοι τοῖς
τοιούτοις τῶν λόγων ἐξαίφνης ἀκούοντες ὡς σὺ ἔσῃ βελτίων ἁπάντων οὐ
μόνον ἀνθρώπων, ἀλλὰ καὶ θεῶν: πολλὴ γὰρ ἐν ἀνθρώποις ἡ αὐθάδεια,
καὶ ὁ πρότερον ταπεινὸς καὶ μέτριος καὶ ἰδιώτης ἀνὴρ εἰ ἀκούσειε: σὺ
εἶ θεοῦ παῖς, οἱ δ’ ἄλλοι, οὓς ἐθαύμαζες, οὐ θεῶν παῖδες
οὐδὲ θεῖα ἃ τιμῶσιν ἐκ πατέρων λαβόντες, σὺ δὲ κρείττων
καὶ τοῦ οὐρανοῦ οὐδὲν πονήσας δ’ ἄλλους πενταπήχεις εἰ
πενταπήχεις εἶναι ἀκούοι, μόνον δὲ φαντάζοιτο ὡς τὰ χίλια
ἀριθμὸς μέγας; εἶτ̓ ἐπὶ τούτοις ὑμῶν προνοεῖ ὁ θεός, τοῦ δὲ κόσμου
παντὸς ἐν ᾧ καὶ αὐτοὶ διὰ τί ἀμελεῖ; εἰ μὲν γάρ, ὅτι οὐ σχολὴ αὐτῷ
πρὸς αὐτὸν βλέπειν οὐδὲ θέμις αὐτῷ, πρὸς τὸ κάτω καὶ πρὸς αὐτοὺς
βλέπων διὰ τί: οὐκ ἔξω βλέπει καὶ πρὸς τὸν κόσμον δὲ βλέπει ἐν ᾧ
εἰσιν; εἰ δὲ μὴ ἔξω, ἵνα μὴ τὸν
πολλὰ μὲν οὖν καὶ ἄλλα, μᾶλλον δὲ πάντα ἄν τις ἐξετάζων ἀφθονίαν ἔχοι
ἂν καθ̓ ἕκαστον λόγον δεικνὺς ὡς ἔχει. αἰδὼς γάρ τις ἡμᾶς ἔχει πρός
τινας τῶν φίλων, οἳ τούτῳ τῷ λόγῳ ἐντυχόντες πρότερον ἢ ἡμῖν φίλοι
γενέσθαι οὐκ οἶδ’ ὅπως ἐπ’ αὐτοῦ μένουσι. καίτοι αὐτοὶ οὐκ ὀκνοῦσι
τὰ αὑτῶν ἐθέλοντες δοκεῖν εἶναι ἀληθῆ ἀξιοπίστως ἢ καὶ οἰόμενοι τὰ
αὑτῶν οὕτως ἔχειν λέγειν ἃ δὴ λέγουσιν: ἀλλ’ ἡμεῖς πρὸς τοὺς
γνωρίμους, οὐ πρὸς αὐτοὺς λέγοντες — πλέον γὰρ οὐδὲν ἂν γίγνοιτο
πρὸς τὸ πείθειν αὐτούς — ἵνα μὴ πρὸς αὐτῶν ἐνοχλοῖντο οὐκ ἀποδείξεις
κομιζόντων — πῶς γάρ; — ἀλλ’ ἀπαυθαδιζομένων, ταῦτα εἰρήκαμεν ἄλλου
ὄντος τρόπου, καθ̓ ὃν ἄν τις γράφων ἠμύνατο τοὺς διασύρειν τὰ τῶν
παλαιῶν καὶ θείων ἀνδρῶν καλῶς καὶ τῆς ἀληθείας ἐχομένως εἰρημένα
τολμῶντας.
πρῶτον μὲν οὖν, εἰ μὴ κατῆλθεν, ἀλλ’ ἐνέλαμψε τὸ σκότος, πῶς ἂν ὀρθῶς
λέγοιτο νενευκέναι; οὐ γάρ, εἴ τι παῤ αὐτῆς ἔρρευσεν οἷον φῶς, ἤδη
νενευκέναι αὐτὴν λέγειν προσήκει: εἰ μή που τὸ μὲν ἔκειτό που ἐν τῷ
κάτω, ἡ δὲ ἦλθε τοπικῶς πρὸς αὐτὸ καὶ ἐγγὺς γενομένη ἐνέλαμψεν. εἰ
δ’ ἐφ̓ αὑτῆς μένουσα ἐνέλαμψε μηδὲν εἰς τοῦτο ἐργασαμένη, διὰ τί
μόνη αὐτὴ ἐνέλαμψεν, ἀλλ’ οὐ τὰ ἢ ποιῆσαι τουτὶ μὲν πρῶτον, ἄλλο δὲ μετ’
ἐκεῖνο
καὶ ἄρτι γενόμενον πῶς ἐπιχειρεῖ; ἢ μνήμῃ ὧν εἶδεν; ἀλλ’
ὅλως οὐκ ἦν, ἵνα ἂν καὶ εἶδεν, οὔτε αὐτὸς οὔτε ἡ μήτηρ, ἣν διδόασιν
αὐτῷ. εἶτα πῶς οὐ θαυμαστὸν αὐτοὺς μὲν οὐκ εἴδωλα ψυχῶν ἐνθάδε
ἐλθόντας, ἀλλ’ ἀληθινὰς ψυχάς, μόλις καὶ ἀγαπητῶς ἕνα ἢ δύο αὐτῶν ἐκ
τοῦ κόσμου κινηθῆναι καὶ ἐλθόντας εἰς ἀνάμνησιν μόλις
ἀναπόλησιν λαβεῖν ὧν ποτε εἶδον, τὸ δὲ εἴδωλον τοῦτο, εἰ καὶ
ἀμυδρῶς, ὡς λέγουσιν, ἀλλ’ οὖν ἄρτι γενόμενον ἐνθυμηθῆναι ἐκεῖνα, ἢ
καὶ τὴν μητέρα αὐτοῦ, ἐκ κόσμου
ἐκείνου, ἀλλὰ καὶ μαθεῖν ἐξ ὧν ἂν γένοιτο; πόθεν δὴ καὶ πρῶτον πῦρ
ποιῆσαι οἰηθέντα δεῖν τοῦτο πρῶτον; διὰ τί γὰρ οὐκ ἄλλο; ἀλλ’ εἰ
ἐδύνατο ποιεῖν ἐνθυμηθεὶς πῦρ, διὰ τί ἐνθυμηθεὶς κόσμον — πρῶτον γὰρ
ἔδει ἐνθυμηθῆναι τὸ ὅλον — οὐ κόσμον ἀθρόως ἐποίει; ἐμπεριείχετο γὰρ
κἀκεῖνα ἐν τῇ ἐνθυμήσει.
ὁ ἄρα μεμφόμενος τῇ τοῦ κόσμου φύσει οὐκ οἶδεν ὅ τι ποιεῖ, οὐδ’ ὅποι
τὸ θράσος αὐτοῦ τοῦτο χωρεῖ. τοῦτο δέ, ὅτι οὐκ ἴσασι τάξιν ἐφεξῆς
πρώτων καὶ δευτέρων καὶ τρίτων καὶ ἀεὶ μέχρι τῶν ἐσχάτων, καὶ ὡς οὐ
λοιδορητέον τοῖς χείροσι τῶν πρώτων, ἀλλὰ πρᾴως συγχωρητέον τῇ
πάντων φύσει αὐτὸν θέοντα πρὸς τὰ πρῶτα παυσάμενον τῆς τραγῳδίας τῶν
φοβερῶν, ὡς οἴονται, ἐν ταῖς τοῦ προσήκει πάλιν ἀξιοῦσι μηδὲν
διαφέρειν ταῦτα ἐκείνων, τό τε κακὸν μὴ νομίζειν ἄλλο τι ἢ τὸ
ἐνδεέστερον εἰς φρόνησιν καὶ ἔλαττον ἀγαθὸν καὶ ἀεὶ πρὸς τὸ
σμικρότερον: οἷον εἴ τις τὴν φύσιν κακὸν λέγοι, ὅτι μὴ αἴσθησίς
ἐστι, καὶ τὸ αἰσθητικόν, ὅτι μὴ λόγος. εἰ δὲ μή, κἀκεῖ τὰ κακὰ
ἀναγκασθήσονται λέγειν εἶναι: καὶ γὰρ ἐκεῖ ψυχὴ χεῖρον νοῦ καὶ οὗτος
ἄλλου ἔλαττον.
μάλιστα δὲ αὐτοὶ καὶ ἄλλως ποιοῦσιν οὐκ ἀκήρατα τὰ ἐκεῖ. ὅταν γὰρ
ἐπαοιδὰς γράφωσιν ὡς πρὸς ἐκεῖνα λέγοντες, οὐ μόνον τὴν ψυχήν, ἀλλὰ
καὶ τὰ ἐπάνω, τί ποιοῦσιν ἢ γοητείας καὶ θέλξεις καὶ πείσεις λέγουσι
καὶ λόγῳ ὑπακούειν καὶ ἄγεσθαι, εἴ τις ἡμῶν τεχνικώτερος εἰπεῖν ταδὶ
καὶ οὑτωσὶ μέλη καὶ ἤχους καὶ προσπνεύσεις καὶ σιγμοὺς τῆς φωνῆς καὶ
τὰ ἄλλα, ὅσα ἐκεῖ μαγεύειν γέγραπται. εἰ δὲ μὴ βούλονται τοῦτο
λέγειν, ἀλλὰ πῶς φωναῖς τὰ ἀσώματα; ὥστε οἷς σεμνοτέρους αὑτῶν τοὺς
λόγους ποιοῦσι φαίνεσθαι, τούτοις λελήθασιν αὑτοὺς τὸ σεμνὸν ἐκείνων
ἀφαιρούμενοι. καθαίρεσθαι δὲ νόσων λέγοντες αὑτοὺς λέγοντες μὲν ἂν
σωφροσύνῃ καὶ κοσμίᾳ διαίτῃ ἔλεγον ἂν ὀρθῶς, καθάπερ οἱ φιλόσοφοι
λέγουσι: νῦν δὲ ὑποστησάμενοι τὰς νόσους δαιμόνια εἶναι καὶ ταῦτα
ἐξαιρεῖν λόγῳ φάσκοντες δύνασθαι καὶ ἐπαγγελλόμενοι σεμνότεροι μὲν
ἂν εἶναι δόξαιεν παρὰ τοῖς πολλοῖς, οἳ τὰς
ἐκεῖνο δὲ μάλιστα δεῖ μὴ λανθάνειν ἡμᾶς, τί ποτε ποιοῦσιν οἱ λόγοι
οὗτοι εἰς τὰς ψυχὰς τῶν ἀκουόντων καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ
καταφρονεῖν πεισθέντων. δυεῖν γὰρ οὐσῶν αἱρέσεων τοῦ τυχεῖν τοῦ
τέλους, μιᾶς μὲν τῆς ἡδονὴν: τὴν τοῦ σώματος τέλος τιθεμένης, ἑτέρας
δὲ τῆς τὸ καλὸν καὶ τὴν ἀρετὴν αἱρουμένης, οἷς καὶ ἐκ θεοῦ καὶ εἰς
θεὸν ἀνήρτηται ἡ ὄρεξις — πῶς δέ, ἐν ἄλλοις θεωρητέον — ὁ μὲν
Ἐπίκουρος τὴν πρόνοιαν ἀναιρῶν τὴν ἡδονὴν καὶ τὸ ἥδεσθαι, ὅπερ ἦν
λοιπόν, τοῦτο διώκειν παρακελεύεται: ὁ δὲ λόγος οὗτος ἔτι
νεανικώτερον τὸν τῆς προνοίας κύριον καὶ αὐτὴν τὴν πρόνοιαν
μεμψάμενος καὶ πάντας νόμους τοὺς ἐνταῦθα ἀτιμάσας καὶ τὴν ἀρετὴν
τὴν ἐκ παντὸς τοῦ χρόνου ἀνηυρημένην τό τε σωφρονεῖν τοῦτο ἐν γέλωτι
θέμενος, ἵνα μηδὲν καλὸν ἐνταῦθα δὴ ὀφθείη ὑπάρχον, ἀνεῖλε τὸ
σωφρονεῖν καὶ τὴν ἐν τοῖς ἤθεσιν ἔμφυτον δικαιοσύνην τὴν
τελειουμένην ἐκ λόγου καὶ ἀσκήσεως καὶ ὅλως καθ̓ ἃ σπουδαῖος τῆς τὴν
ἡδονὴν τοῦ σώματος ἀτιμαζούσης. οἷς δὲ ἀρετῆς μὴ μέτεστιν, οὐκ ἂν
εἶεν τὸ παράπαν κινηθέντες
οὐδ’ αὖ τῷ καταφρονῆσαι κόσμου καὶ θεῶν τῶν ἐν αὐτῷ καὶ τῶν ἄλλων
καλῶν ἀγαθόν ἐστι γενέσθαι. καὶ γὰρ πᾶς κακὸς καὶ πρὸ τοῦ
καταφρονήσειεν ἂν θεῶν, καὶ μὴ πρότερόν τις κακὸς καταφρονήσας, καὶ
εἰ τὰ ἄλλα μὴ πάντα κακὸς εἴη, αὐτῷ τούτῳ ἂν γεγονὼς εἴη. καὶ γὰρ ἂν
καὶ ἡ πρὸς τοὺς νοητοὺς λεγομένη αὐτοῖς τιμὴ ἀσυμπαθὴς ἂν γένοιτο: ὁ
γὰρ τὸ φιλεῖν πρὸς ὁτιοῦν ἔχων καὶ τὸ συγγενὲς πᾶν οὗ φιλεῖ
ἀσπάζεται καὶ τοὺς παῖδας ὧν τὸν πατέρα ἀγαπᾷ: ψυχὴ δὲ πᾶσα πατρὸς
ἐκείνου. ψυχαὶ δὲ καὶ ἐν τούτοις καὶ νοεραὶ καὶ ἀγαθαὶ καὶ συναφεῖς
τοῖς ἐκεῖ πολὺ μᾶλλον ἢ αἱ ἡμῶν: πῶς γὰρ ἂν ἀποτμηθεὶς ὅδε ὁ κόσμος
ἐκείνου ἦν; πῶς δὲ οἱ ἐν αὐτῷ θεοί; ἀλλὰ ταῦτα μὲν καὶ πρότερον: νῦν
δέ, ὅτι καὶ τῶν συγγενῶν ἐκείνοις καταφρονοῦντες μηδὲ ἐκεῖνα ἴσασιν,
ἀλλ’ λέγουσι; λέγουσι γὰρ αὑτῶν προνοεῖν αὖ μόνον. πότερα
δὲ ἐκεῖ γενομένων ἢ καὶ ἐνθάδε ὄντων; εἰ μὲν γὰρ ἐκεῖ, πῶς ἦλθον;
τὸν νοητὸν κόσμον ἰδεῖν ὄντος,
ὃς τοῦτον οὐ βλέπει. τίς γὰρ ἂν μουσικὸς ἀνὴρ εἴη, ὃς τὴν ἐν νοητῷ
ἁρμονίαν ἰδὼν οὐ κινήσεται τῆς ἐν φθόγγοις αἰσθητοῖς ἀκούων; ἢ τίς
γεωμετρίας καὶ ἀριθμῶν ἔμπειρος,
καίτοι, εἰ καὶ μισεῖν αὐτοῖς ἐπῄει τὴν τοῦ σώματος φύσιν, διότι
ἀκηκόασι Πλάτωνος πολλὰ μεμψαμένου τῷ σώματι οἷα ἐμπόδια παρέχει τῇ
ψυχῇ, καὶ πᾶσαν τὴν σωματικὴν φύσιν εἰπεῖν χείρονα, ἐχρῆν ταύτην
περιελόντας τῇ διανοίᾳ ἰδεῖν τὸ λοιπόν, σφαῖραν νοητὴν τὸ ἐπὶ τῷ
κόσμῳ εἶδος ἐμπεριέχουσαν, ψυχὰς ἐν τάξει, ἄνευ τῶν σωμάτων τι καὶ προσετίθετο εἰς σῶμα. πόθεν γάρ; πάντα
γὰρ εἶχεν. ἀλλ’ οὐδὲ εἰς ψυχὴν πλάσειεν ἄν τις. εἰ δ’ ἄρα τοῦτό τις
αὐτοῖς χαρίσαιτο, ἀλλ’ οὐ κακόν τι.
ἀλλ’ ἴσως φήσουσιν ἐκείνους μὲν τοὺς λόγους φεύγειν τὸ σῶμα ποιεῖν
πόρρωθεν μισοῦντας, τοὺς δὲ ἡμετέρους κατέχειν τὴν ψυχὴν πρὸς αὐτῷ.
τοῦτο δὲ ὅμοιον ἂν εἴη, ὥσπερ ἂν εἰ δύο οἶκον καλὸν τὸν αὐτὸν
οἰκούντων, τοῦ μὲν ψέγοντος τὴν κατασκευὴν καὶ τὸν ποιήσαντα καὶ
μένοντος οὐχ ἧττον ἐν αὐτῷ, τοῦ δὲ μὴ ψέγοντος, ἀλλὰ τὸν ποιήσαντα
τεχνικώτατα πεποιηκέναι λέγοντος, τὸν δὲ χρόνον ἀναμένοντος ἕως ἂν
ἥκῃ, ἐν ᾧ ἀπαλλάξεται, οὗ μηκέτι οἴκου δεήσοιτο, ὁ δὲ σοφώτερος
εἶναι οἴοιτο καὶ ἑτοιμότερος ἐξελθεῖν, ὅτι οἶδε λέγειν ἐκ λίθων
ἀψύχων τοὺς τοίχους καὶ ξύλων συνεστάναι καὶ πολλοῦ δεῖν τῆς
ἀληθινῆς οἰκήσεως, ἀγνοῶν ὅτι τῷ μὴ φέρειν τὰ ἀναγκαῖα διαφέρει,
εἴπερ καὶ μὴ ποιεῖ ταῦτα δυσχεραίνων ἀλλ’ ἀγαπῶν ἡσυχῇ τὸ
κάλλος τῶν λίθων. δεῖ δὲ μένειν
Ἅπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ’ ἔστιν, οἷον τοῦ ὑγιάσαι αἰτία ἡ
ἰατρικὴ καὶ ὁ ἰατρός. καὶ τοῦ πλουτῆσαι θησαυρὸς εὑρεθεὶς ἢ δόσις
παρά του ἢ ἐκ πόνων ἢ τέχνης χρηματίσασθαι, καὶ τοῦ τέκνου ὁ πατὴρ
καὶ εἴ τι συνεργὸν ἔξωθεν εἰς παιδοποιίαν ἄλλο παῤ ἄλλου ἧκον. οἷον
σιτία τοιάδε ἢ καὶ ὀλίγῳ προσώτερα εὔροια εἰς παιδοποιίαν ἢ γυνὴ
ἐπιτήδειος εἰς τόκους. καὶ ὅλως εἰς φύσιν.
μέχρι μὲν οὖν τούτων ἐλθόντα ἀναπαύσασθαι καὶ πρὸς τὸ ἄνω μὴ ἐθελῆσαι
χωρεῖν ῥᾳθύμου ἴσως καὶ οὐ κατακούοντος τῶν ἐπὶ τὰ πρῶτα καὶ ἐπὶ τὰ
ἐπέκεινα αἴτια ἀνιόντων. διὰ τί γὰρ τῶν αὐτῶν γενομένων, οἷον τῆς
σελήνης φανείσης, ὁ μὲν ἥρπασεν, ὁ δὲ οὔ; καὶ τῶν ὁμοίων ἐκ τοῦ
περιέχοντος ἡκόντων ὁ μὲν ἐνόσησεν, ὁ δὲ οὔ; καὶ ὁ μὲν
πλούσιος, ὁ δὲ πένης ἐκ τῶν αὐτῶν ἔργων. καὶ τρόποι δὴ καὶ ἤθη
διάφορα καὶ τύχαι ἐπὶ τὰ πόρρω ἀξιοῦσιν ἰέναι: καὶ οὕτω δὴ ἀεὶ οὐχ
ἱστάμενοι οἱ μὲν ἀρχὰς σωματικὰς θέμενοι, οἷον ἀτόμους, τῇ τούτων
φορᾷ καὶ πληγαῖς καὶ συμπλοκαῖς πρὸς ἄλληλα ἕκαστα ποιοῦντες καὶ
οὕτως ἔχειν καὶ γίνεσθαι, ᾗ ἐκεῖνα συνέστη ποιεῖ τε καὶ πάσχει, καὶ
τὰς ἡμετέρας ὁρμὰς καὶ διαθέσεις ταύτῃ ἔχειν,
σώμασι μὲν οὖν ἐπιτρέψαι τὰ πάντα εἴτε ἀτόμοις εἴτε τοῖς στοιχείοις
καλουμένοις καὶ τῇ ἐκ
ἀλλ’ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα ἑκάστου
ταύτῃ κινουμένου ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει, φερομένων δὲ ἐκεῖθεν τῶν
αἰτίων ἀκολουθεῖν ἀνάγκη τὴν τούτων ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν
εἱμαρμένην; οἷον εἰ φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος τὴν ἐντεῦθεν
ἐπὶ πάντα διήκουσαν αὐτοῦ τὰ μέρη καὶ πρὸς ἄλληλα συμπλοκὴν ποίησίν
τε καὶ πεῖσιν διοίκησιν μίαν
ἀλλ’ ἴσως μὲν οὐχ οὕτως ἕκαστα περαίνεται, ἡ δὲ φορὰ διοικοῦσα πάντα
καὶ ἡ τῶν ἄστρων κίνησις οὕτως ἕκαστα τίθησιν, ὡς ἂν πρὸς ἄλληλα
στάσεως ἔχῃ μεσουρανήσεσι καὶ ἀνατολαῖς, δύσεσί τε καὶ παραβολαῖς.
ἀπὸ τούτων γοῦν μαντευόμενοι προλέγουσι περί τε τῶν ἐν τῷ παντὶ
ἐσομένων περί τε ἑκάστου, ὅπως τε τύχης καὶ διανοίας οὐχ ἥκιστα
ἕξει. ὁρᾶν δὲ καὶ τὰ ἄλλα ζῷά τε καὶ φυτὰ ἀπὸ τῆς τούτων συμπαθείας
αὐξόμενά τε καὶ μειούμενα καὶ τὰ ἄλλα παῤ αὐτῶν πάσχοντα, τούς τε
τόπους τοὺς ἐπὶ γῆς διαφέροντας ἀλλήλων εἶναι κατά τε τὴν πρὸς τὸ
πᾶν σχέσιν καὶ προς ἥλιον μάλιστα: ἀκολουθεῖν δὲ τοῖς τόποις οὐ
μόνον τὰ ἄλλα φυτά τε καὶ ζῷα, ἀλλὰ καὶ ἀνθρώπων εἴδη τε καὶ μεγέθη
καὶ χρόας καὶ θυμοὺς καὶ ἐπιθυμίας ἐπιτηδεύματά τε καὶ ἤθη. κυρία
ἄρα ἡ τοῦ παντὸς πάντων φορά. πρὸς δὴ ταῦτα πρῶτον μὲν ἐκεῖνο
ῥητέον, ὅτι καὶ οὗτος ἕτερον τρόπον ἐκείνοις ἀνατίθησι τὰ ἡμέτερα,
βουλὰς καὶ πάθη, κακίας τε καὶ ὁρμάς, ἡμῖν δὲ οὐδὲν διδοὺς λίθοις
φερομένοις καταλείπει εἶναι, ἀλλ’ οὐκ ἀνθρώποις ἔχουσι παῤ αὑτῶν καὶ
ἐκ τῆς αὑτῶν φύσεως ἔργον. ἀλλὰ χρὴ διδόναι μὲν τὸ ἡμέτερον ἡμῖν,
ἥκειν δὲ εἰς τὰ ἡμέτερα ἤδη ὄντα καὶ οἰκεῖα ἡμῶν ἀπὸ τοῦ παντὸς
ἄττα, καὶ διαιρούμενον, τίνα μὲν ἡμεῖς ἐργαζόμεθα, τίνα δὲ πάσχομεν
ἐξ ἀνάγκης, μὴ πάντα ἐκείνοις ἀνατιθέναι: καὶ ἰέναι μὲν παρὰ τῶν
τόπων ἡ ἐν τοῖς εἴδεσι πρὸς
τοὺς γονέας οἴκοθέν φασι καὶ κάλλος καὶ αἶσχος ἰέναι, ἀλλ’ οὐ παρὰ
φορᾶς ἄστρων. εὔλογόν τε κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἄλλα ἅμα ζῷά
τε παντοδαπὰ καὶ ἀνθρώπους ἅμα γίνεσθαι: οἷς ἅπασιν ἐχρῆν τὰ αὐτὰ
εἶναι, οἷς ἡ αὐτὴ σχέσις. πῶς οὖν ἅμα μὲν ἀνθρώπους, ἅμα δὲ τὰ ἄλλα
διὰ τῶν αὐτῶν σχημάτων;
ἀλλὰ γὰρ γίγνεται μὲν ἕκαστα κατὰ τὰς αὐτῶν φύσεις, ἵππος μέν, ὅτι ἐξ
ἵππου, καὶ ἄνθρωπος, ὅτι ἐξ ἀνθρώπου, καὶ τοιόσδε, ὅτι ἐκ τοιοῦδε:
ἔστω δὲ συνεργὸς καὶ ἡ τοῦ παντὸς φορὰ συγχωροῦσα τὸ πολὺ τοῖς
γινομένοις: ἔστωσαν δὲ πρὸς τὰ τοῦ σώματος πολλὰ σωματικῶς διδόντες,
θερμότητας καὶ ψύξεις καὶ σωμάτων κράσεις ἐπακολουθούσας. πῶς οὖν τὰ
ἤθη καὶ τὰ ἐπιτηδεύματα καὶ μάλιστα ὅσα οὐ δοκεῖ κράσει σωμάτων
δουλεύειν, οἷον γραμματικός τις καὶ γεωμετρικὸς καὶ κυβευτικὸς καὶ
τῶνδέ τις εὑρετής; πονηρία δὲ ἤθους παῤ ἀστέρων θεῶν ὄντων πῶς ἂν δοθείη; καὶ ὅλως ὅσα λέγονται
διδόναι κακὰ κακούμενοι, ὅτι δύνουσι καὶ ὅτι ὑπὸ γῆν φέρονται, ὥσπερ
διάφορόν τι πασχόντων, εἰ πρὸς ἡμᾶς δύνοιεν, ἀλλ’ οὐκ ἀεὶ ἐπὶ
σφαίρας οὐρανίας φερομένων καὶ πρὸς τὴν γῆν τὴν αὐτὴν ἐχόντων
σχέσιν. οὐδὲ λεκτέον, ὡς ἄλλος ἄλλον ἰδὼν τῶν θεῶν κατ’ ἄλλην καὶ
ἄλλην στάσιν χείρων ἢ κρείττων γίνεται: ὥστε εὐπαθοῦντας μὲν ἡμᾶς εὖ
ποιεῖν, κακοῦν δέ, εἰ τἀναντία: ἀλλὰ μᾶλλον, ὡς φέρεται μὲν ταῦτα
ἐπὶ σωτηρίᾳ τῶν ὅλων, παρέχεται δὲ καὶ ἄλλην χρείαν τὴν τοῦ εἰς αὐτὰ
ὥσπερ γράμματα βλέποντας τοὺς τὴν τοιαύτην γραμματικὴν εἰδότας
ἀναγινώσκειν τὰ μέλλοντα
λοιπὸν δὲ ἰδεῖν τὴν ἐπιπλέκουσαν καὶ οἷον συνείρουσαν ἀλλήλοις πάντα
καὶ τό πως ἐφ̓ ἑκάστου ἐπιφέρουσαν ἀρχὴν τιθεμένην μίαν, ἀφ̓ ἧς
πάντα κατὰ λόγους σπερματικοὺς περαίνεται. ἔστι μὲν οὖν καὶ αὕτη ἡ
δόξα ἐγγὺς ἐκείνης τῆς πᾶσαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ
πᾶσαν πάντων ἐκ τῆς τῶν ὅλων ψυχῆς ἥκειν λεγούσης, εἰ καὶ
βούλεταί τι ἡμῖν καὶ ἑκάστοις χαρίζεσθαι εἰς τὸ παῤ ἡμῶν ποιεῖν τι.
ἔχει μέντοι τὴν πάντως πάντων ἀνάγκην, καὶ πάντων εἰλημμένων τῶν
αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίγνεσθαι: οὐδὲν γὰρ ἔτι τὸ κωλῦσον ἢ
ἄλλως γενέσθαι ποιῆσον, εἰ πάντα εἴληπται ἐν τῇ εἱμαρμένῃ. τοιαῦτα
δὲ ὄντα ὡς ἀπὸ μιᾶς ἀρχῆς ὡρμημένα ἡμῖν οὐδὲν καταλείψει, ἢ φέρεσθαι
ὅπῃ ἂν ἐκεῖνα ὠθῇ. αἵ τε γὰρ φαντασίαι τοῖς προηγησαμένοις αἵ τε
ὁρμαὶ κατὰ ταύτας ἔσονται, ὄνομά τε μόνον τὸ ἐφ̓ ἡμῖν ἔσται: οὐ γὰρ
ὅτι ὁρμῶμεν ἡμεῖς, ταύτῃ τι πλέον ἔσται τῆς ὁρμῆς κατ’ ἐκεῖνα
γενομένης: τοιοῦτόν τε τὸ ἡμέτερον ἔσται, οἷον καὶ τὸ τῶν ἄλλων ζῴων
καὶ τὸ τῶν νηπίων καθ̓ ὁρμὰς τυφλὰς ἰόντων καὶ τὸ τῶν μαινομένων:
ὁρμῶσι γὰρ καὶ οὗτοι: καὶ νὴ Δία αἱ πυρὸς ὁρμαὶ καὶ πάντων ὅσα
δουλεύοντα τῇ αὑτῶν κατασκευῇ φέρεται κατὰ ταύτην. τοῦτο δὲ καὶ
πάντες ὁρῶντες οὐκ ἀμφισβητοῦσιν, ἀλλὰ τῆς ὁρμῆς ταύτης ἄλλας αἰτίας
ζητοῦντες οὐχ ἵστανται ὡς ἐπ’ ἀρχῆς ταύτης.
τίς οὖν ἄλλη αἰτία παρὰ ταύτας ἐπελθοῦσα ἀναίτιόν τε οὐδὲν καταλείψει
ἀκολουθίαν τε τηρήσει
ἀναγκαῖα μὲν οὖν ταῦτα, ὅσα προαιρέσει καὶ τύχαις κραθέντα γίνεται:
τί γὰρ ἂν ἔτι καὶ ἄλλο εἴη; πάντων δὲ ληφθέντων τῶν αἰτίων πάντα
πάντως γίνεται: ἐν τοῖς ἔξωθεν δὲ καὶ εἴ τι ἐκ τῆς φορᾶς
συντελεῖται. ὅταν μὲν οὖν ἀλλοιωθεῖσα παρὰ τῶν ἔξω ψυχὴ πράττῃ τι
καὶ ὁρμᾷ οἷον τυφλῇ τῇ φορᾷ χρωμένη, οὐχὶ ἑκούσιον τὴν πρᾶξιν οὐδὲ
τὴν διάθεσιν λεκτέον: καὶ ὅταν αὐτὴ παῤ αὑτῆς χείρων οὖσα οὐκ ὀρθαῖς
πανταχοῦ οὐδὲ ἡγεμονούσαις ταῖς ὁρμαῖς ᾖ χρωμένη. λόγον δὲ ὅταν
ἡγεμόνα καθαρὸν καὶ ἀπαθῆ τὸν οἰκεῖον
τέλος δή φησιν ὁ λόγος πάντα μὲν σημαίνεσθαι καὶ γίγνεσθαι κατ’
αἰτίας μέν, διττὰς δὲ ταύτας: καὶ τὰ μὲν ὑπὸ ψυχῆς, τὰ δὲ δἰ ἄλλας
αἰτίας τὰς κύκλῳ. πραττούσας δὲ ψυχὰς ὅσα πράττουσι κατὰ μὲν λόγον
ποιούσας ὀρθὸν παῤ αὑτῶν πράττειν ὅσα πράττουσι, τὰ δὲ ἄλλα
ἐμποδιζομένας τὰ αὑτῶν πράττειν, πάσχειν τε μᾶλλον ἢ πράττειν. ὥστε
τοῦ μὲν μὴ φρονεῖν ἄλλα αἴτια εἶναι: καὶ ταῦτα ἴσως ὀρθὸν καθ̓
εἱμαρμένην λέγειν πράττειν, οἷς γε καὶ δοκεῖ ἔξωθεν τὴν εἱμαρμένην
αἴτιον εἶναι: τὰ δὲ ἄριστα παῤ ἡμῶν. ταύτης γὰρ καὶ ἡμεῖς
τῆς φύσεως ἐσμέν, ὅταν μόνοι ὦμεν: καὶ τούς γε σπουδαίους καὶ ἐπ’
αὐτοῖς τὰ καλὰ πράττειν, τοὺς δὲ ἄλλους, καθ̓ ὅσον ἄν ἀναπνεύσωσι
συγχωρηθέντες τὰ καλὰ πράττειν, οὐκ ἄλλοθεν λαβόντας τὸ φρονεῖν,
ὅταν φρονῶσι, μόνον δὲ οὐ κωλυθέντας.
Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε ὁ κόσμος, ἐπισκέψασθαι
προσήκει ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸν λόγον λαβόντας. πρόνοιαν τοίνυν τὴν
μὲν ἐφ̓ ἑκάστῳ, ἥ ἐστι λόγος πρὸ ἔργου ὅπως δεῖ γενέσθαι ἢ μὴ
γενέσθαι τι τῶν δεόντων πραχθῆναι ἢ ὅπως τι εἴη ἢ μὴ εἴη ἡμῖν,
ἀφείσθω: ἣν δὲ τοῦ παντὸς λέγομεν πρόνοιαν εἶναι, ταύτην ὑποθέμενοι
τὰ ἑξῆς συνάπτωμεν. εἰ μὲν οὖν ἀπό τινος χρόνου πρότερον οὐκ ὄντα
τὸν κόσμον ἐλέγομεν γεγονέναι, τὴν
ὑφίσταται γοῦν ἐκ τοῦ κόσμου τοῦ ἀληθινοῦ ἐκείνου καὶ ἑνὸς κόσμος
οὗτος οὐχ εἷς ἀληθῶς: πολυς γοῦν καὶ εἰς πλῆθος μεμερισμένος καὶ
ἄλλο ἀπ’ ἄλλου ἀφεστηκὸς καὶ ἀλλότριον γεγενημένον καὶ οὐκέτι φιλία
μόνον, ἀλλὰ καὶ ἔχθρα τῇ διαστάσει καὶ ἐν τῇ ἐλλείψει ἐξ ἀνάγκης
πολέμιον ἄλλο ἄλλῳ. οὐ γὰρ ἀρκεῖ αὑτῷ το μέρος, ἀλλὰ σωζόμενον τῷ
ἄλλῳ πολέμιόν ἐστιν ὑφ̓ οὗ σώζεται: γέγονε δὲ οὐ λογισμῷ τοῦ δεῖν
γενέσθαι, ἀλλὰ φύσεως δευτέρας ἀνάγκῃ: οὐ γὰρ ἦν τοιοῦτον ἐκεῖνο
οἷον ἔσχατον εἶναι τῶν ὄντων. πρῶτον γὰρ ἦν καὶ πολλὴν δύναμιν ἔχον
καὶ πᾶσαν: καὶ ταύτην τοίνυν τὴν τοῦ ποιεῖν ἄλλο ἄνευ τοῦ ζητεῖν
ποιῆσαι. ἤδη γὰρ ἂν αὐτόθεν οὐκ εἶχεν, εἰ ἐζήτει,
καὶ οὐκ ἄν τις εἰκότως οὐδὲ τούτῳ μέμψαιτο ὡς οὐ καλῷ ἢ τῶν μετὰ
σώματος οὐκ ἀρίστῳ, οὐδ’ αὖ τὸν αἴτιον τοῦ εἶναι αὐτῷ αἰτιάσαιτο
πρῶτον μὲν ἐξ ἀνάγκης ὄντος αὐτοῦ καὶ οὐκ ἐκ λογισμοῦ γενομένου,
ἀλλὰ φύσεως ἀμείνονος γεννώσης κατὰ φύσιν ὅμοιον ἑαυτῇ: ἔπειτα οὐδ’
εἰ λογισμὸς εἴη ὁ ποιήσας, αἰσχυνεῖται τῷ ποιηθέντι: ὅλον γάρ τι
ἐποίησε πάγκαλον καὶ αὔταρκες καὶ φίλον αὑτῷ καὶ τοῖς μέρεσι τοῖς
αὑτοῦ τοῖς τε κυριωτέροις καὶ τοῖς ἐλάττοσιν ὡς αὑτῷ προσφόροις. ὁ
τοίνυν ἐκ τῶν μερῶν τὸ ὅλον αἰτιώμενος ἄτοπος ἂν εἴη τῆς αἰτίας: τά
τε γὰρ μέρη πρὸς αὐτὸ τὸ ὅλον δεῖ σκοπεῖν, εἰ σύμφωνα καὶ ἁρμόττοντα
ἐκείνῳ, τό τε ὅλον σκοπούμενον μὴ πρὸς μέρη ἄττα σμικρὰ βλέπειν.
τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς
λαβόντος, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δάκτυλον ἀμελήσας
τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν, βλέποι, ἢ
πῦρ δὲ εἰ ὑπὸ ὕδατος σβέννυται καὶ ἕτερον ὑπὸ πυρὸς φθείρεται, μὴ
θαυμάσῃς. καὶ γὰρ εἰς τὸ εἶναι ἄλλο αὐτὸ ἤγαγεν, οὐδ’ ἀχθὲν ὑφ̓
αὑτοῦ ὑπ’ ἄλλου ἐφθάρη, καὶ ἦλθε δὲ εἰς τὸ εἶναι ὑπ’ ἄλλου φθορᾶς,
καὶ ἡ φθορὰ δὲ αὐτῷ οὐδὲν ἄν, εἰ οὕτω, δεινὸν φέροι, καὶ ἀντὶ τοῦ
φθαρέντος πυρὸς πῦρ ἄλλο. ἐν μὲν γὰρ τῷ ἀσωμάτῳ οὐρανῷ
ἕκαστον μένει, ἐν δὲ τῷδε τῷ οὐρανῷ πᾶν μὲν ἀεὶ ζῇ καὶ ὅσα τίμια καὶ
κύρια μέρη, αἱ δὲ ἀμείβουσαι ψυχαὶ σώματα ἄλλοτε ἐν ἄλλῳ εἴδει
γίγνονται, καὶ ὅταν δὲ δύνηται, ἔξω γενέσεως στᾶσα ψυχὴ μετὰ τῆς
πάσης ἐστὶ ψυχῆς. σώματα δὲ ζῇ κατ’ εἶδος καὶ καθ̓ ὅλα ἕκαστα, εἴπερ
ἐξ αὐτῶν καὶ ζῷα ἔσται καὶ τραφήσεται: ζωὴ γὰρ ἐνταῦθα κινουμένη,
ἐκεῖ δὲ ἀκίνητος. ἔδει δὲ κίνησιν ἐξ
εἰ τοίνυν καὶ ψυχαῖς ἐν τῷδε τῷ παντὶ ἔξεστιν εὐδαίμοσιν εἶναι, εἴ
τινες μὴ εὐδαίμονες, οὐκ αἰτιατέον τὸν τόπον, ἀλλὰ τὰς ἐκείνων
ἀδυναμίας οὐ δυνηθείσας καλῶς ἐναγωνίσασθαι, οὗ δὴ ἆθλα ἀρετῆς
πρόκειται. καὶ μὴ θείους δὲ γενομένους θεῖον βίον μὴ ἔχειν τί
δεινόν; πενίαι δὲ καὶ νόσοι τοῖς μὲν ἀγαθοῖς οὐδέν, τοῖς δὲ κακοῖς
σύμφορα: καὶ ἀνάγκη νοσεῖν σώματα ἔχουσι. καὶ οὐκ ἀχρεῖα δὲ οὐδὲ
ταῦτα παντάπασιν εἰς σύνταξιν καὶ συμπλήρωσιν τοῦ ὅλου. ὡς γὰρ
φθαρέντων
τὸ δὲ παῤ ἀξίαν, ὅταν ἀγαθοὶ κακὰ ἔχωσι, φαῦλοι δὲ τὰ ἐναντία, τὸ μὲν
λέγειν ὡς οὐδὲν κακὸν τῷ ἀγαθῷ οὐδ’ αὖ τῷ φαύλῳ ἀγαθὸν ὀρθῶς μὲν
λέγεται: ἀλλὰ διὰ τί τὰ μὲν παρὰ φύσιν τούτῳ, τὰ δὲ κατὰ φύσιν τῷ
πονηρῷ; πῶς γὰρ καλὸν νέμειν οὕτως; ἀλλ’ εἰ τὸ κατὰ φύσιν οὐ ποιεῖ
προσθήκην πρὸς τὸ εὐδαιμονεῖν, οὐδ’ αὖ τὸ παρὰ φύσιν ἀφαιρεῖ τοῦ
κακοῦ τοῦ ἐν φαύλοις, τί διαφέρει τὸ οὕτως ἢ οὕτως; ὥσπερ οὐδέ, εἰ ὁ
μὲν καλὸς τὸ σῶμα, ὁ δὲ αἰσχρός. ἀλλὰ τὸ πρέπον καὶ τὸ
ἀνάλογον καὶ τὸ κατ’ ἀξίαν ἐκείνως ἂν ἦν, ὃ νῦν οὐκ ἔστι: προνοίας
δὲ ἀρίστης ἐκεῖνο ἦν. καὶ μὴν καὶ τὸ δεσπότας εἶναι καὶ ἄρχοντας τῶν
πόλεων τοὺς κακούς, τοὺς δὲ ἐπιεικεῖς δούλους εἶναι, οὐ πρέποντα ἦν,
οὐδ’ . εἰ προσθήκην ταῦτα μὴ φέρει εἰς ἀγαθοῦ καὶ κακοῦ κτῆσιν.
καίτοι καὶ τὰ ἀνομώτατα ἂν πράξειεν ἄρχων πονηρός: καὶ κρατοῦσι δὲ
ἐν πολέμοις οἱ κακοὶ καὶ παντοῖα αἰσχρὰ δρῶσιν αἰχμαλώτους λαβόντες.
πάντα γὰρ
πρῶτον τοίνυν ληπτέον, ὡς τὸ καλῶς ἐν τῷ μικτῷ ζητοῦντας χρὴ μὴ πάντη
ἀπαιτεῖν ἀλλ’ ὅσον τὸ καλῶς ἐν τῷ ἀμίκτῳ ἔχει, μηδ’ ἐν δευτέροις
ζητεῖν τὰ πρῶτα, ἀλλ’ ἐπειδὴ καὶ σῶμα ἔχει, συγχωρεῖν καὶ παρὰ
τούτου ἰέναι τι εἰς τὸ πᾶν, ἐπαινεῖν δὲ παρὰ τοῦ λόγου
ὅσον ἠδύνατο δέξασθαι τὸ μῖγμα, εἰ μηδὲν τούτου ἐλλείπει: οἷον, εἴ
τις ἐσκόπει τὸν ἄνθρωπον τὸν αἰσθητὸν ὅστις κάλλιστος, οὐκ ἂν δήπου
τῷ ἐν νῷ ἀνθρώπῳ ἠξίωσε τὸν αὐτὸν εἶναι, ἀλλ’ ἐκεῖνο ἀποδεδέχθαι τοῦ
ποιητοῦ, εἰ ὅμως ἐν σαρξὶ καὶ νεύροις καὶ ὀστέοις ὄντα κατέλαβε τῷ
λόγῳ, ὥστε καὶ ταῦτα καλλῦναι καὶ τὸν λόγον δυνηθῆναι ἐπανελθεῖν τῇ
ὕλῃ. ταῦτα τοίνυν ὑποθέμενον χρὴ προιέναι τὸ ἐντεῦθεν ἐπὶ τὰ
ἐπιζητούμενα: τάχα γὰρ ἂν ἐν τούτοις τὸ θαυμαστὸν ἂν εὕροιμεν τῆς
προνοίας καὶ τῆς δυνάμεως, παῤ οὗ ὑπέστη τὸ πᾶν τόδε. ὅσα μὲν οὖν
ἔργα ψυχῶν, ἃ δὴ ἐν αὐταῖς ἵσταται ταῖς ἐργαζομέναις τὰ χείρω, οἷον
ὅσα κακαὶ ψυχαὶ ἄλλας ἔβλαψαν καὶ ὅσα ἀλλήλας αἱ κακαί, εἰ μὴ καὶ
τοῦ κακὰς ὅλως αὐτὰς εἶναι τὸ προνοοῦν αἰτιῷτο, οὐκ
ἀπαιτεῖν λόγον οὐδὲ εὐθύνας προσήκει αἰτίαν ἑλομένῃ ὁ τρόπος, εἴτε ἐφεστῶσαι
καὶ διδοῦσαί τι παῤ αὑτῶν εἴτε κατιοῦσαι εἴτε αἱ μὲν οὕτως, αἱ δ’
οὕτως: οὐ γὰρ ἂν τὰ νῦν περὶ τούτων, ἀλλ’ ὅτι, ὅπως πότ̓ ἂν ᾖ, τήν
γε πρόνοιαν ἐπὶ τούτοις οὐ μεμπτέον. ἀλλ’ ὅταν πρὸς τοὺς ὑπεναντίους
τὴν παράθεσιν τῶν κακῶν τις θεωρῇ, πένητας ἀγαθοὺς καὶ πονηροὺς
πλουσίους καὶ πλεονεκτοῦντας ἐν οἷς ἔχειν δεῖ ἀνθρώπους ὄντας τοὺς
χείρους καὶ κρατοῦντας καὶ αὐτῶν καὶ τὰ ἔθνη καὶ τὰς πόλεις; ἆῤ οὖν,
ὅτι μὴ μέχρι γῆς φθάνει; ἀλλὰ τῶν ἄλλων γινομένων λόγῳ μαρτύριον
τοῦτο καὶ μέχρι γῆς ἰέναι: καὶ γὰρ ζῷα καὶ φυτὰ καὶ λόγου καὶ ψυχῆς
καὶ ζωῆς μεταλαμβάνει. ἀλλὰ φθάνουσα οὐ κρατεῖ. ἀλλὰ ζῴου ἑνὸς ὄντος
τοῦ
λοιπὸν δὴ ζητεῖν ὅπῃ καλῶς ταῦτα, καὶ ὡς τάξεως μετέχει, ἢ ὅπῃ μὴ
κακῶς. παντὸς δὴ ζῴου τὰ μὲν ἄνω, πρόσωπον καὶ κεφαλή, καλλίω, τὰ δὲ
μέσα καὶ κάτω οὐκ ἴσα: ἄνθρωποι δὲ ἐν μέσῳ καὶ κάτω, ἄνω δὲ οὐρανὸς
καὶ οἱ ἐν αὐτῷ θεοί: καὶ
οὐ γὰρ δὴ οὕτως τὴν πρόνοιαν εἶναι δεῖ, ὥστε μηδὲν ἡμᾶς εἶναι: πάντα
δὲ οὔσης προνοίας καὶ μόνης αὐτῆς οὐδ’ ἂν εἴη: τίνος γὰρ ἂν ἔτι εἴη;
ἀλλὰ μόνον ἂν εἴη τὸ θεῖον. τοῦτο δὲ καὶ νῦν ἔστι: καὶ πρὸς ἄλλο δὲ
ἐλήλυθεν, οὐχ ἵνα ἀνέλῃ τὸ ἄλλο, ἀλλ’ ἐπιόν τῳ, οἷον ἀνθρώπῳ, ἦν ἐπ’
αὐτῷ πρόνοια τηροῦσα τὸν ἄνθρωπον ὄντα: τοῦτο δέ ἐστι
νόμῳ προνοίας ζῶντα, ὃ δή ἐστι πράττοντα ὅσα ὁ νόμος αὐτῆς λέγει.
λέγει δὲ τοῖς μὲν ἀγαθοῖς γενομένοις ἀγαθὸν βίον ἔσεσθαι καὶ κεῖσθαι
καὶ ἐσύστερον, τοῖς δὲ κακοῖς τὰ ἐναντία.
ἀλλ’ εἰ ἄνθρωποι ἄκοντές εἰσι κακοὶ καὶ τοιοῦτοι οὐχ ἑκόντες, οὔτ’ ἄν τις τοὺς ἀδικοῦντας αἰτιάσαιτο, οὔτε τοὺς πάσχοντας ὡς δἰ αὑτοὺς ταῦτα πάσχοντας. εἰ δὲ δὴ καὶ ἀνάγκη οὕτω κακοὺς γίνεσθαι εἴτε ὑπὸ τῆς φορᾶς εἴτε τῆς ἀρχῆς διδούσης τὸ ἀκόλουθον ἐντεῦθεν, φυσικῶς οὕτως. εἰ δὲ δὴ ὁ λόγος αὐτός ἐστιν ὁ ποιῶν, πῶς οὐκ ἄδικα οὕτως; ἀλλὰ τὸ μὲν ἄκοντες, ὅτι ἁμαρτία ἀκούσιον: τοῦτο δὲ οὐκ ἀναιρεῖ τὸ αὐτοὺς τοὺς πράττοντας παῤ αὑτῶν εἶναι, ἀλλ’ ὅτι αὐτοὶ ποιοῦσι, διὰ τοῦτο καὶ αὐτοὶ ἁμαρτάνουσιν: ἢ οὐδ’ ἂν ὅλως ἥμαρτον μὴ αὐτοὶ οἱ ποιοῦντες ὄντες. τὸ δὲ τῆς ἀνάγκης οὐκ ἔξωθεν, ἀλλ’ ὅτι πάντως. τὸ δὲ τῆς φορᾶς οὐχ ὥστε μηδὲν ἐφ̓ ἡμῖν εἶναι: καὶ γὰρ εἰ ἔξωθεν τὸ πᾶν, οὕτως ἂν ἦν, ὡς αὐτοὶ οἱ ποιοῦντες ἐβούλοντο: ὥστε οὐκ ἂν αὐτοῖς ἐναντία ἐτίθεντο ἄνθρωποι οὐδ’ ἂν ἀσεβεῖς, εἰ θεοὶ ἐποίουν. νῦν δὲ παῤ αὐτῶν τοῦτο. ἀρχῆς δὲ δοθείσης τὸ ἐφεξῆς περαίνεται συμπαραλαμβανομένων εἰς τὴν ἀκολουθίαν καὶ τῶν ὅσαι εἰσὶν ἀρχαί: ἀρχαὶ δὲ καὶ ἄνθρωποι. κινοῦνται γοῦν πρὸς τὰ καλὰ οἰκείᾳ φύσει καὶ ἀρχὴ αὕτη αὐτεξούσιος.
πότερα δὲ φυσικαῖς ἀνάγκαις οὕτως ἕκαστα καὶ ἀκολουθίαις καὶ ὅπῃ
δυνατὸν καλῶς; ἢ οὔ, ἀλλ’ ὁ λόγος ταῦτα πάντα ποιεῖ ἄρχων καὶ οὕτω
βούλεται καὶ τὰ λεγόμενα κακὰ αὐτὸς κατὰ λόγον ποιεῖ οὐ βουλόμενος
πάντα ἀγαθὰ εἶναι, ὥσπερ ἂν εἴ τις τεχνίτης οὐ πάντα τὰ ἐν τῷ ζῴῳ
ὀφθαλμοὺς ποιοῖ: οὕτως οὐδ’ ὁ λόγος πάντα θεοὺς εἰργάζετο,
εἰ μὲν οὖν αὐτὸς ὁ λόγος ἐναρμόσας ἑαυτὸν εἰς ὕλην ταῦτα εἰργάσατο
τοῦτο ὢν οἷός ἐστιν, ἀνόμοιος τοῖς μέρεσιν, ἐκ τοῦ πρὸ αὐτοῦ τοῦτο
ὤν, καὶ τοῦτο τὸ γενόμενον οὕτω γενόμενον οὐκ ἂν σχοίη κάλλιον
ἑαυτοῦ ἄλλο. ὁ δὲ λόγος ἐκ πάντων ὁμοίων καὶ παραπλησίων οὐκ ἂν
ἐγένετο, καὶ οὗτος ὁ τρόπος οὐ μεμπτὸς πάντα ὄντος κατὰ
μέρος ἕκαστον ἄλλως. εἰ δὲ ἔξω ἑαυτοῦ ἄλλα εἰσήγαγεν, οἷνον φυχάς,
καὶ ἐβιάσατο παρὰ τὴν αὐτῶν φύσιν ἐναρμόσας τῷ ποιήματι πρὸς τὸ
χεῖρον πολλάς, πῶς ὀρθῶς; ἀλλὰ φατέον καὶ τὰς ψυχὰς οἷον μέρη αὐτοῦ
εἶναι καὶ μὴ χείρους ποιοῦντα ἐναρμόττειν, ἀλλ’ ὅπου προσῆκον αὐταῖς
καταχωρίζειν κατ’ ἀξίαν.
ἐπεὶ οὐδ’ ἐκεῖνον ἀποβλητέον τὸν λόγον, ὃς οὐ πρὸς τὸ παρὸν ἑκάστοτέ
φησι βλέπειν, ἀλλὰ πρὸς τὰς πρόσθεν περιόδους καὶ αὖ τὸ μέλλον, ὥστε
ἐκεῖθεν τάττειν τὴν ἀξίαν καὶ μετατιθέναι ἐκ δεσποτῶν τῶν πρόσθεν
δούλους ποιοῦντα, εἰ ἐγένοντο κακοὶ δεσπόται, καὶ ὅτι σύμφορον
αὐτοῖς οὕτω, καὶ εἰ κακῶς ἐχρήσαντο πλούτῳ πένητας, καὶ
ὅτι ἀγαθοῖς οὐκ ἀσύμφορον πένησιν εἶναι, καὶ
φονεύσαντας ἀδίκως φονευθῆναι ἀδίκως μὲν γυνὴ ἔσται, ἵνα βιασθῇ. ὅθεν καὶ θεία φήμη
Ἀδράστεια: αὕτη γὰρ ἡ διάταξις Ἀδράστεια ὄντως καὶ ὄντως Δίκη καὶ
σοφία θαυμαστή. τεκμαίρεσθαι δὲ δεῖ τοιαύτην τινὰ εἶναι τὴν τάξιν
ἀεὶ τῶν ὅλων ἐκ τῶν ὁρωμένων ἐν τῷ παντί, ὡς εἰς ἅπαν χωρεῖ καὶ ὅ τι
μικρότατον, καὶ ἡ τέχνη θαυμαστὴ οὐ μόνον ἐν τοῖς θείοις, ἀλλὰ καὶ
ὧν ἄν τις ὑπενόησε καταφρονῆσαι ὡς μικρῶν τὴν πρόνοιαν: οἵα καὶ ἐν
τοῖς τυχοῦσι ζῴοις ἡ ποικίλη θαυματουργία καὶ τὸ μέχρι τῶν φυτῶν ἐν
καρποῖς καὶ ἔτι φύλλοις εὐειδὲς καὶ τὸ ῥᾷστα εὐανθὲς καὶ ῥαδινὸν καὶ
ποικίλον, καὶ ὅτι οὐ πεποίηται ἅπαξ καὶ ἐπαύσατο, ἀλλ’ ἀεὶ ποιεῖται
τῶν ὑπεράνω
ἔχει τοίνυν ἡ διάταξις οὕτω κατὰ νοῦν, ὡς ἄνευ λογισμοῦ εἶναι, οὕτω
δὲ εἶναι, ὡς, εἴ τις ἄριστα δύναιτο λογισμῷ χρῆσθαι, θαυμάσαι, ὅτι
μὴ ἂν ἄλλως εὗρε λογισμὸς ποιῆσαι, ὁποῖόν τι γινώσκεται καὶ ἐν ταῖς
καθ̓ ἕκαστα φύσεσι γινόμενον εἰς ἀεὶ ᾖ εἴτε ἐμψύχου εἴτε καὶ τέχνῃ Ἡφαίστου
γενομένου, καὶ ὦσι μὲν καὶ κατὰ τὸ πρόσωπον ἐπιστίλβοντες
ἀστέρες καὶ ἐν τοῖς στήθεσι δὲ ἄλλοι καὶ ᾗ ἔμελλεν ἐπιτρέψειν ἄστρων
θέσις κειμένων.
τὰ μὲν οὖν ἕκαστα αὐτὰ ἐφ̓ ἑαυτῶν θεωρούμενα οὕτως: ἡ συμπλοκὴ δὲ ἡ
τούτων γεννηθέντων καὶ ἀεὶ γεννωμένων ἔχοι ἂν τὴν ἐπίστασιν καὶ αἰτία ὕλη οὕτως ἐχόντων, ὡς ἐλαττόνως
ἔχειν, καὶ ὡς οὐ δυνατὸν τὰ κακὰ ἀπολέσθαι, εἴπερ οὕτως ἐχρῆν ἔχειν,
καὶ καλῶς οὕτω, καὶ οὐχ ἡ ὕλη παρελθοῦσα κρατεῖ, ἀλλὰ παρήχθη, ἵνα
οὕτω, μᾶλλον δὲ ᾖ καὶ αὐτὴ αἰτίᾳ λόγου οὕτως. ἀρχὴ οὖν λόγος καὶ
πάντα λόγος καὶ τὰ γινόμενα κατ’ αὐτὸν καὶ συνταττόμενα ἐπὶ τῇ
γενέσει πάντως οὕτως. τίς οὖν ἡ τοῦ πολέμου τοῦ ἀκηρύκτου ἐν ζῴοις
καὶ ἐν ἀνθρώποις ἀνάγκη; ἢ ἀλληλοφαγίαι μὲν ἀναγκαῖαι, ἀμοιβαὶ ζῴων
οὖσαι οὐ δυναμένων, οὐδ’ εἴ τις μὴ κτιννύοι αὐτά, οὕτω μένειν εἰς
ἀεί. εἰ δὲ ἐν ᾧ χρόνῳ δεῖ ἀπελθεῖν οὕτως ἀπελθεῖν ἔδει, ὡς ἄλλοις
γενέσθαι χρείαν παῤ αὐτῶν, τί φθονεῖν ἔδει; τί δ’ εἰ βρωθέντα ἄλλα
ἐφύετο; οἷον εἰ ἐπὶ σκηνῆς τῶν ὑποκριτῶν ὁ πεφονευμένος ἀλλαξάμενος
τὸ σχῆμα ἀναλαβὼν πάλιν εἰσίοι ἄλλο πρόσωπον, ἀλλ’ οὐ τέθνηκεν
ἀληθῶς οὗτος. εἰ οὖν καὶ τὸ ἀποθανεῖν ἀλλαγή ἐστι σώματος, ὥσπερ
ἐσθῆτος ἐκεῖ, ἢ καὶ παντελὴς ἀπόθεσις σώματος, ὥσπερ ἐκεῖ ἔξοδος ἐκ
τῆς σκηνῆς παντελὴς οὔποτε εἰς ὕστερον πάλιν ἥξοντος ἐναγωνίσασθαι,
τί ἂν δεινὸν εἴη ἡ τοιαύτη τῶν ζῴων εἰς ἄλληλα μεταβολὴ πολὺ βελτίων
οὖσα τοῦ μηδὲ τὴν ἀρχὴν αὐτὰ γενέσθαι; ἐκείνως μὲν γὰρ ἐρημία ζωῆς
καὶ τῆς ἐν ἄλλῳ οὔσης ἀδυναμία: νῦν δὲ πολλὴ οὖσα ἐν τῷ παντὶ ζωὴ
πάντα ποιεῖ καὶ σπουδαῖος τὰ τοιαῦτα πάθοι, ἴστω παραπεσὼν παίδων
παιδιᾷ τὸ περὶ αὑτὸν ἀποθέμενος πρόσωπον. εἰ δὲ δὴ καὶ παίζοι
Σωκράτης, παίζει τῷ ἔξω Σωκράτει. δεῖ δὲ κἀκεῖνο
ἀλλ’ εἰ καλῶς ταῦτα λέγεται, πῶς ἂν ἔτι πονηρία; ποῦ δ’ ἀδικία;
ἁμαρτία δὲ ποῦ; πῶς γὰρ ἔστι καλῶς γινομένων ἁπάντων ἀδικεῖν ἢ
ἁμαρτάνειν τοὺς ποιοῦντας; κακοδαίμονες δὲ πῶς, εἰ μὴ ἁμαρτάνοιεν
μηδ’ ἀδικοῖεν; πῶς δὲ τὰ μὲν κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν φήσομεν
εἶναι τῶν γινομένων, ἁπάντων τῶν δρωμένων κατὰ φύσιν ὄντων; πῶς δ’
ἂν καὶ πρὸς τὸ θεῖον ἀσέβειά τις εἴη τοιούτου ὄντος τοῦ
ποιοῦντος καὶ τοῦ ποιουμένου; οἷον εἴ τις ἐν δράματι
λοιδορούμενον ποιητὴς ὑποκριτὴν ποιήσαιτο καὶ κατατρέχοντα τοῦ
ποιητοῦ τοῦ δράματος. πάλιν οὖν σαφέστερον λέγωμεν τίς ὁ λόγος καὶ
ὡς εἰκότως τοιοῦτός ἐστιν. ἔστι τοίνυν οὗτος ὁ λόγος — τετολμήσθω
γάρ: τάχα δ’ ἂν καὶ τύχοιμεν — ἔστι τοίνυν οὗτος οὐκ ἄκρατος νοῦς
οὐδ’ αὐτονοῦς οὐδέ γε ψυχῆς καθαρᾶς τὸ γένος, ἠρτημένος: δὲ ἐκείνης
καὶ οἷον ἔκλαμψις ἐξ ἀμφοῖν, νοῦ καὶ ψυχῆς καὶ ψυχῆς κατὰ νοῦν
διακειμένης γεννησάντων τὸν λόγον τοῦτον ζωὴν λόγον τινὰ ἡσυχῇ
ἔχουσαν. πᾶσα δὲ ζωὴ ἐνέργεια, καὶ ἡ φαύλη: ἐνέργεια δὲ οὐχ ὡς τὸ
πῦρ ἐνεργεῖ, ἀλλ’ ἡ ἐνέργεια αὐτῆς, κἂν μὴ αἴσθησίς τις παρῇ,
κίνησίς τις οὐκ εἰκῇ. οἷς γοῦν ἂν παρῇ καὶ μετάσχῃ ὁπωσοῦν ὁτιοῦν,
εὐθὺς λελόγωται, τοῦτο δέ ἐστι μεμόρφωται, ὡς τῆς ἐνεργείας τῆς κατὰ
τὴν ζωὴν μορφοῦν δυναμένης καὶ κινούσης οὕτως, ὡς μορφοῦν. ἡ τοίνυν
ἐνέργεια αὐτῆς τεχνική, ὥσπερ ἂν ὁ ὀρχούμενος κινούμενος εἴη: ὁ γὰρ
ὀρχηστὴς τῇ οὕτω τεχνικῇ ζωῇ ἔοικεν αὐτὸς καὶ ἡ τέχνη αὐτὸν κινεῖ
καὶ οὕτω
ὢν δὴ τοιοῦτος οἷος καὶ πάντως ποιεῖ, πολὺ μᾶλλον τὰ ποιούμενα
ποιήσει ἐναντία, ὅσῳ καὶ διέστηκε μᾶλλον: καὶ ἧττον ἓν ὁ κόσμος ὁ
αἰσθητὸς ἢ ὁ λόγος αὐτοῦ, ὥστε καὶ πολὺς μᾶλλον καὶ ἡ ἐναντιότης
μᾶλλον καὶ ἡ τοῦ ζῆν ἔφεσις μᾶλλον ἑκάστῳ καὶ ὁ ἔρως τοῦ εἰς ἓν
μᾶλλον. φθείρει δὲ καὶ τὰ ἐρῶντα τὰ ἐρώμενα πολλάκις εἰς τὸ αὑτῶν
ἀγαθὸν σπεύδοντα, ὅταν φθαρτὰ ᾖ, καὶ ἡ ἔφεσις δὲ τοῦ μέρους πρὸς τὸ
ὅλον ἕλκει εἰς αὐτὸ ὃ δύναται. οὕτως οὖν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί,
ὥσπερ παρὰ τῆς αὐτῆς τέχνης ὀρχουμένου τὰ ἐναντία: καὶ αὐτοῦ τὸ μέν
τι μέρος ἀγαθόν, τὸ δὲ κακὸν φήσομεν, καὶ οὕτω καλῶς ἔχειν. καίτοι
οὐδὲ κακοὶ ἔτι. ἢ τὸ μὲν κακοὺς εἶναι οὐκ ἀναιρεῖται, ἀλλ’ ἢ μόνον
ὅτι μὴ παῤ αὑτῶν τοιοῦτοι. ἀλλ’ ἴσως συγγνώμη τοῖς κακοῖς: εἰ μὴ καὶ
τὸ τῆς συγγνώμης καὶ μὴ ὁ λόγος ποιεῖ: ποιεῖ δὲ ὁ λόγος μηδὲ
συγγνώμονας ἐπὶ τοῖς τοιούτοις εἶναι. ἀλλ’ εἰ τὸ μὲν μέρος αὐτοῦ
ἀγαθὸς ἀνήρ, τὸ δὲ ἄλλο πονηρός, καὶ πλείω μέρη ὁ πονηρός, ὥσπερ ἐν
δράμασι τὰ μὲν τάττει αὐτοῖς ὁ ποιητής, τοῖς δὲ χρῆται καὶ καθ̓ ἕκαστον τόπον τὰ αὑτῶν
συμφώνως καὶ τοῖς τόποις καὶ τῷ ὅλῳ φθεγγομένας. καὶ τὸ κακῶς αὐταῖς
ἐν καλῷ κατὰ τὸ πᾶν κείσεται καὶ τὸ παρὰ φύσιν τῷ παντὶ κατὰ φύσιν
καὶ οὐδὲν ἧττον φθόγγος ἐλάττων. ἀλλ’ οὐ χεῖρον πεποίηκε τὸ ὅλον
οὕτω φθεγγομένη, ὥσπερ οὐδὲ ὁ δήμιος πονηρὸς ὢν χείρω πεποίηκε τὴν
εὐνομουμένην πόλιν, εἰ δεῖ καὶ ἄλλῃ χρῆσθαι εἰκόνι. δεῖ γὰρ καὶ
τούτου ἐν πόλει, ʽδεῖ δὲ καὶ ἀνθρώπου τοιούτου πολλάκις,ʼ καὶ καλῶς
καὶ οὗτος κεῖται.
χείρους δὲ καὶ βελτίους ψυχαὶ αἱ μὲν καὶ δἰ ἄλλας αἰτίας, αἱ δὲ οἷον
ἐξ ἀρχῆς οὐ πᾶσαι ἴσαι: ἀνὰ λόγον γὰρ καὶ αὗται τῷ λόγῳ μέρη οὐκ
ἴσα, ἐπείπερ διέστησαν. χρὴ δὲ ἐνθυμεῖσθαι καὶ τὰ δεύτερα καὶ τὰ
τρίτα καὶ τὸ μὴ τοῖς αὐτοῖς ἐνεργεῖν ἀεὶ μέρεσι ψυχήν. ἀλλὰ πάλιν αὖ
καὶ ὧδε λεκτέον: πολλὰ γὰρ ἐπιποθεῖ εἰς σαφήνειαν ὁ λόγος. μὴ γὰρ
οὐδὲν δεῖ ἐπεισάγειν τοιούτους ὑποκριτάς, οἳ ἄλλο τι φθέγξονται ἢ τὰ
τοῦ ποιητοῦ, ὥσπερ ἀτελοῦς παῤ αὐτοῦ τοῦ δράματος ὄντος αὐτοὶ
ἀποπληροῦντες τὸ ἐλλεῖπον καὶ τοῦ ποιήσαντος διὰ μέσου κενοὺς
ποιήσαντος τόπους, ὡς τῶν ὑποκριτῶν οὐχ ὑποκριτῶν ἐσομένων, ἀλλὰ
μέρους τοῦ ποιητοῦ, καὶ προειδότος ἃ φθέγξονται, ἵν’ οὕτω τὰ λοιπὰ
συνείρειν καὶ τὰ ἐφεξῆς οἷός τε ᾖ. καὶ γὰρ τὰ ἐφεξῆς ἐν τῷ παντὶ καὶ
τὰ ἑπόμενα τοῖς κακοῖς τῶν ἔργων λόγοι καὶ κατὰ
λόγον: οἷον ἐκ μοιχείας καὶ αἰχμαλώτου ἀγωγῆς παῖδες κατὰ φύσιν τοῦ
παντὸς ψυχῆς τινος ὄντος;
Τί τοίνυν δοκεῖ περὶ τούτων; ἢ καὶ τὰ πονηρὰ καὶ τὰ χρηστὰ λόγος
περιείληφεν ὁ πᾶς, οὗ μέρη καὶ ταῦτα: οὐ γὰρ ὁ πᾶς λόγος γεννᾷ
ταῦτα, ἀλλ’ ὁ πᾶς ἐστι μετὰ τούτων. ψυχῆς γάρ τινος πάσης ἐνέργεια
οἱ λόγοι, τῶν δὲ μερῶν τὰ μέρη: μιᾶς δὲ διάφορα ἐχούσης μέρη ἀνὰ
λόγον καὶ οἱ λόγοι, ὥστε καὶ τὰ ἔργα ἔσχατα ὄντα γεννήματα. σύμφωνοι
δὲ αἵ τε ψυχαὶ πρὸς ἀλλήλας τά τε ἔργα: σύμφωνα δὲ οὕτως, ὡς ἓν ἐξ
αὐτῶν, καὶ εἰ ἐξ ἐναντίων. ἐκ γὰρ ἑνός τινος ὁρμηθέντα πάντα εἰς ἓν
συνέρχεται φύσεως ἀνάγκῃ, ὥστε καὶ διάφορα ἐκφύντα καὶ ἐναντία
γενόμενα τῷ ἐξ ἑνὸς εἶναι συνέλκεται ὅμως εἰς σύνταξιν μίαν. ὥσπερ
οἷον ἓν
ἵππων γένος, δὲ τὰ
ἵππου ἔργα: ἄνθρωποι δὲ τὰ αὑτῶν ἕκαστοι ᾗ πεφύκασι καὶ διάφορα οἱ
διάφοροι. καὶ ἕπεται κατὰ τὰς φύσεις καὶ τὰ ἔργα καὶ τῷ ζῆν τὸ εὖ
καὶ τὸ κακῶς.
αἱ δὲ συντυχίαι οὐ κύριαι τοῦ εὖ, ἀκολουθοῦσι δὲ καὶ αὗται συμφώνως
τοῖς πρὸ αὐτῶν καὶ ἴασιν ἀκολουθίᾳ ἐμπλακεῖσαι. συμπλέκει δὲ πάντα
τὸ ἡγούμενον συμφερομένων τῶν ἐφ̓ ἑκάτερα κατὰ φύσιν, οἷον ἐν
στρατηγίαις ἡγουμένου μὲν τοῦ στρατηγοῦ, συμπνεόντων δὲ τῶν
συντεταγμένων. ἐτάχθη δὲ τὸ πᾶν προνοίᾳ στρατηγικῇ ὁρώσῃ καὶ τὰς
πράξεις καὶ τὰ πάθη καὶ ἃ δεῖ παρεῖναι, σιτία καὶ ποτὰ καὶ δὴ καὶ
ὅπλα πάντα καὶ μηχανήματα, καὶ ὅσα ἐξ αὐτῶν συμπλεκομένων
προεώραται, ἵνα τὸ ἐκ τούτων συμβαῖνον ἔχῃ χώραν τοῦ τεθῆναι εὖ, καὶ
ἐλήλυθε πάντα τρόπον τινὰ εὐμήχανον παρὰ τοῦ στρατηγοῦ, καίτοι
ἔξωθεν ἦν ὅσα ἔμελλον δράσειν οἱ ἐναντίοι οὐδὲ οἷόν τε ἦν κἀκείνου
καὶ γὰρ εἰ ἐγὼ κύριος τοῦ τάδε ἑλέσθαι ἢ τάδε, ἀλλὰ αἱρέσει
συντέτακται, ὅτι μὴ ἐπεισόδιον τὸ σὸν τῷ παντί, ἀλλ’ ἠρίθμησαι ὁ
τοιόσδε. ἀλλὰ πόθεν ὁ τοιόσδε; ἔστι δὲ δύο, ἃ ὁ λόγος ζητεῖ, τὸ μέν,
εἰ ἐπὶ τὸν ποιήσαντα, εἴ τις ἐστίν, ἀνενεγκεῖν δεῖ τοῦ ποιοῦ τοῦ ἐν
τοῖς ἤθεσιν ἑκάστου τὴν αἰτίαν, ἢ ἐπὶ τὸ γενόμενον αὐτό, ἢ ὅλως οὐκ
αἰτιατέον, ὥσπερ οὐδὲ ἐπὶ φυτῶν γενέσεως, ὅτι μὴ αἰσθάνεται, ἢ ἐπὶ
ζῴων τῶν ἄλλων, ὅτι μὴ ὡς ἄνθρωποι ἔχουσι: ταὐτὸν γὰρ τοῦτο τῷ διὰ
τί ἄνθρωποι οὐχ ὅπερ θεοί: διὰ τί γὰρ ἐνταῦθα οὔτε αὐτὰ οὔτε τὸν
ποιήσαντα εὐλόγως αἰτιώμεθα, ἐπὶ δὲ ἀνθρώπων, ὅτι μὴ κρεῖττον ἢ
τοῦτο; εἰ μὲν γάρ, ὅτι ἐδύνατο τοῦτο κάλλιον εἶναι, εἰ μὲν παῤ αὑτοῦ
προστιθέντος τι εἰς τὸ κρεῖττον, αὐτὸς
ἁπλοῦ μὲν γὰρ ὄντος τοῦ ἀνθρώπου — λέγω δὲ ἁπλοῦ ὡς τοῦτο ὃ πεποίηται
μόνον ὄντος καὶ κατὰ ταὐτὰ ποιοῦντος καὶ πάσχοντος — ἀπῆν
ἂν αἰτία ἡ κατὰ τὴν ἐπιτίμησιν, ὥσπερ ἐπὶ τῶν ζῴων
τῶν ἄλλων. νῦν δὲ ἄνθρωπος μόνον ἐν ψόγῳ ὁ κακὸς καὶ τοῦτο ἴσως
εὐλόγως. οὐ γὰρ μόνον ὃ πεποίηταί ἐστιν, ἀλλ’ ἔχει ἀρχὴν ἄλλην
ἐλευθέραν οὐκ ἔξω τῆς προνοίας οὖσαν οὐδὲ τοῦ λόγου τοῦ ὅλου: οὐ γὰρ
ἀπήρτηται ἐκεῖνα τούτων, ἀλλ’ ἐπιλάμπει τὰ κρείττω τοῖς χείροσι καὶ
ἡ τελεία πρόνοια τοῦτο: καὶ λόγος ὁ μὲν ποιητικός, ὁ δὲ συνάπτων τὰ
κρείττω τοῖς γενομένοις, κἀκεῖνα πρόνοια ἡ ἄνωθεν, ἡ δὲ ἀπὸ τῆς ἄνω,
ὁ ἕτερος λόγος συνημμένος ἐκείνῳ, καὶ γίνεται ἐξ ἀμφοῖν πᾶν πλέγμα
καὶ πρόνοια ἡ πᾶσα. ἀρχὴν μὲν οὖν ἔχουσιν ἄλλην ἄνθρωποι, οὐ πάντες
δὲ πᾶσιν οἷς ἔχουσι χρῶνται, ἀλλ’ οἱ μὲν τῇ ἑτέρᾳ, οἱ δὲ τῇ ἑτέρᾳ ἢ
ταῖς ἑτέραις ταῖς χείροσι χρῶνται. πάρεισι δὲ κἀκεῖναι οὐκ
ἐνεργοῦσαι εἰς ἂν ἀνάγοι τις, οἷον γινομένου ἐκ
τῶν προτέρων ἀμυδροῦ ὡς πρὸς τὸν πρὸ αὐτοῦ τοῦ λόγου: οἷον ψυχῆς
ἀσθενεστέρας γενομένης, ὕστερον δὲ καὶ ἐκλάμψει. καὶ ὁ λόγος δὲ
λεγέσθω ἔχειν καὶ τὸν λόγον αὖ ἐν αὑτῷ τῆς ὕλης, ἣν αὑτῷ ἐργάσεται
ποιώσας καθ̓ αὑτὸν τὴν ὕλην ἢ σύμφωνον εὑρών. οὐ γὰρ ὁ τοῦ βοὸς
λόγος ἐπ’ ἄλλης ἢ βοὸς ὕλης: ὅθεν καὶ εἰς τὰ ἄλλα ζῷά φησιν
εἰσκρίνεσθαι οἷον ἄλλης τῆς ψυχῆς γενομένης καὶ ἑτεροιωθέντος τοῦ
λόγου, ἵνα γένηται ψυχὴ βοός, ἣ πρότερον ἦν ἄνθρωπος: ὥστε κατὰ
δίκην ὁ χείρων. ἀλλ’ ἐξ ἀρχῆς ἢ πολλάκις εἴρηται ὡς οὐ πρῶτα
πάντα, ἀλλ’ ὅσα δεύτερα καὶ τρίτα ἐλάττω τὴν φύσιν τῶν πρὸ αὐτῶν
ἔχει, καὶ σμικρὰ ῥοπὴ ἀρκεῖ εἰς ἔκβασιν τοῦ ὀρθοῦ. καὶ ἡ συμπλοκὴ δὲ
ἡ πρὸς ἄλλο ἄλλου ὥσπερ τις σύγκρασίς ἐστιν ἑτέρου ἐξ ἀμφοῖν
γενομένου, καὶ οὐκ ὄντος ἠλάττωσεν, ἀλλὰ ἐγένετο ἐξ ἀρχῆς ἔλαττον τὸ
ἔλαττον, καὶ ἔστιν ὃ ἐγένετο κατὰ φύσιν τὴν αὑτοῦ ἔλαττον, καί, εἰ
τὸ ἀκόλουθον πάσχει, πάσχει τὸ κατ’ ἀξίαν. καὶ εἰς τὰ προβεβιωμένα
δὲ ἀναπέμπειν δεῖ τὸν λογισμὸν ὡς κἀκεῖθεν ἠρτημένων τῶν ἐφεξῆς.
γίνεται τοίνυν ἡ πρόνοια ἐξ ἀρχῆς εἰς τέλος κατιοῦσα ἄνωθεν οὐκ ἴση
οἷον κατ’ ἀριθμόν, ἀλλὰ κατὰ ἀναλογίαν ἄλλη ἐν ἄλλῳ τόπῳ, ὥσπερ ἐπὶ
ζῴου ἑνὸς εἰς ἔσχατον ἐξ ἀρχῆς ἠρτημένου ἑκάστου τὸ οἰκεῖον ἔχοντος,
τοῦ μὲν βελτίονος τὸ βέλτιον τῆς ἐνεργείας, τοῦ δὲ πρὸς τὸ κάτω ἤδη,
ἐνεργοῦντός τε αὐτοῦ καὶ πάσχοντος τὰ ὅσα αὐτῷ οἰκεῖα παθήματα πρὸς
αὐτό τε καὶ πρὸς τὴν σύνταξιν τὴν εἰ ἐν ἑνὶ σώματι
ὑγιείας δοθείσης κατὰ πρόνοιαν τοῦ ζῴου γενομένης τομῆς ἢ ὅλως
τραύματος πάλιν ἐφεξῆς ὁ λόγος ὁ διοικῶν συνάπτοι καὶ συνάγοι καὶ
ἰῷτο καὶ διορθοῖτο τὸ πονῆσαν. ὥστε τὰ κακὰ ἑπόμενα εἶναι, ἐξ
ἀνάγκης δέ: καὶ γὰρ παῤ ἡμῶν κατ’ αἰτίας οὐχ ὑπὸ τῆς προνοίας
ἠναγκασμένων, ἀλλ’ ἐξ αὐτῶν συναψάντων μὲν τοῖς τῆς προνοίας καὶ ἀπὸ
προνοίας ἔργοις, τὸ δὲ ἐφεξῆς συνεῖραι κατὰ βούλησιν ἐκείνης οὐ
δυνηθέντων, ἀλλὰ κατὰ τὴν τῶν πραξάντων ἢ κατὰ ἄλλο τι τῶν ἐν τῷ
παντὶ μηδ’ αὐτοῦ κατὰ πρόνοιαν πεπραχότος ἢ πεποιηκότος τι ἐν ἡμῖν
πάθος. οὐ γὰρ τὸ αὐτὸ ποιεῖ πᾶν προσελθὸν παντί, ἀλλὰ τὸ αὐτὸ πρὸς
ἄλλο καὶ ἄλλο πρὸς ἄλλο: οἷον καὶ τὸ τῆς Ἑλένης κάλλος πρὸς μὲν τὸν
Πάριν ἄλλο εἰργάζετο, Ἰδομενεὺς δὲ ἔπαθεν οὐ τὸ αὐτό: καὶ ἀκόλαστος
ἀκολάστῳ, καλὸς καλῷ συμπεσὼν ἄλλο, ὁ δὲ σώφρων καλὸς ἄλλο πρὸς
σώφρονα τοιοῦτον καὶ πρὸς ἀκόλαστον ἄλλο ὁ αὐτός, ὁ δ’ ἀκόλαστος
πρὸς αὐτὸν
πόθεν οὖν καὶ τὰ χείρω μάντεις προλέγουσι καὶ εἰς τὴν τοῦ παντὸς
φορὰν ὁρῶντες πρὸς ταῖς ἄλλαις μαντείαις προλέγουσι καὶ
ταῦτα; ἢ δῆλον ὅτι τῷ συμπεπλέχθαι πάντα τὰ ἐναντία, οἷον τὴν μορφὴν
καὶ τὴν ὕλην: οἷον ἐπὶ ζῴου συνθέτου ὄντος ὁ τὴν μορφὴν καὶ τὸν
λόγον θεωρῶν καὶ τὸ μεμορφωμένον θεωρεῖ. οὐ γὰρ ὡσαύτως ζῷον νοητὸν
καὶ ζῷον σύνθετον θεωρεῖ, ἀλλὰ λόγον ζῴου ἐν τῷ συνθέτῳ μορφοῦντα τὰ
χείρω. ζῴου δὴ ὄντος τοῦ παντὸς ὁ τὰ ἐν αὐτῷ γινόμενα θεωρῶν θεωρεῖ
ἅμα καὶ ἐξ ὧν ἔστι καὶ τὴν πρόνοιαν τὴν ἐπ’ αὐτῷ: τέταται δὴ ἐπὶ
πάντα καὶ τὰ γινόμενα. τὰ δέ ἐστι καὶ ζῷα καὶ πράξεις αὐτῶν καὶ
διαθέσεις κρατηθεῖσαι λόγῳ καὶ ἀνάγκῃ μεμιγμέναι: μεμιγμένα οὖν
θεωρεῖ καὶ διηνεκῶς μιγνύμενα καὶ διακρίνειν μὲν αὐτὸς οὐ δύναται
πρόνοιαν καὶ τὸ κατὰ πρόνοιαν χωρὶς καὶ αὖ τὸ ὑποκείμενον ὅσα
δίδωσιν εἰς τὸ γινόμενον παῤ αὑτοῦ. ἀλλ’ οὐδ’ ἀνδρὸς τοῦτο ποιεῖν ἢ
σοφοῦ τινος καὶ θείου: ἢ θεὸς ἂν ἔχοι, φαίη τις ἄν, τοῦτο τὸ γέρας.
καὶ γὰρ οὐ τοῦ μάντεως τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπεῖν, καὶ ἡ
τέχνη ἀνάγνωσις φυσικῶν γραμμάτων
καὶ ὅτι δὲ τὰ βελτίω, καὶ τὰ χείρω. ἐπεὶ πῶς ἂν εἴη τι χεῖρον ἐν
πολυειδεῖ μὴ ὄντος βελτίονος, ἢ πῶς τὸ βέλτιον μὴ χείρονος; ὥστε οὐκ
Τῶν μὲν αἱ ὑποστάσεις γίνονται μενόντων ἐκείνων, ἡ δὲ ψυχὴ κινουμένη
ἐλέγετο γεννᾶν καὶ αἴσθησιν τὴν ἐν ὑποστάσει καὶ φύσιν καὶ μέχρι
φυτῶν. καὶ γὰρ ἔχει αὐτὴν καὶ ἐν ἡμῖν οὖσα, οὐ κρατεῖ δὲ
μέρος οὖσα: ὅταν δὲ ἐν φυτοῖς ἢ γεννᾷ
πάντη ἕτερον αὑτῆς: οὐκέτι γὰρ ζωὴ μετὰ ταύτην, ἀλλὰ τὸ γεννώμενον
ἄζων. τί οὖν; ἤ, ὥσπερ πᾶν, ὅσον πρὸ τούτου ἐγεννᾶτο, ἀμόρφωτον
ἐγεννᾶτο, εἰδοποιεῖτο δὲ τῷ ἐπιστρέφεσθαι πρὸς τὸ γεννῆσαν οἷον
ἐκτρεφόμενον, οὕτω δεῖ καὶ ἐνταῦθα τὸ γεννηθὲν οὐ ψυχῆς ἔτι εἶδος,
οὐ γὰρ ἔτι ζῇ, ἀλλ’ ἀοριστίαν εἶναι παντελῆ. εἰ μὲν γὰρ κἂν τοῖς
προτέροις η ἀοριστία, ἀλλ’ ἐν εἴδει: οὐ γὰρ πάντη ἀόριστον, ἀλλ’ ὡς
πρὸς τὴν τελείωσιν αὐτοῦ: τὸ δὲ νῦν πάντη. τελειούμενον δὲ γίνεται
σῶμα μορφὴν λαβὸν τὴν τῇ αὑτοῦ δυνάμει πρόσφορον, ὑποδοχὴ τοῦ
γεννήσαντος καὶ ἐκθρέψαντος, καὶ μόνον τοῦτο ἐν σώματι ἔσχατον τῶν
ἄνω ἐν ἐσχάτῳ τοῦ κάτω
καὶ τὸ ʽψυχὴ πᾶσα ἐπιμελεῖται τοῦ ἀψύχοὐ ἐπὶ ταύτης μάλιστα: αἱ δ’
ἄλλαι ἄλλως. ʽπάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτε ἐν ἄλλοις εἴδεσιν̓ ἢ
ἐν αἰσθητικῷ εἴδει ἢ ἐν λογικῷ ἢ ἐν αὐτῷ τῷ φυτικῷ. τὸ γὰρ κρατοῦν
αὐτῆς μόριον τὸ ἑαυτῷ πρόσφορον ποιεῖ, τὰ δ’ ἄλλα ἀργεῖ: ἔξω γάρ. ἐν
δὲ ἀνθρώπῳ οὐ κρατεῖ τὰ χείρω, ἀλλὰ σύνεστιν: οὐδέ γε τὸ κρεῖττον
ἀεί: ἔστι γὰρ καὶ ταῦτα χώραν τινὰ ἔχοντα. διὸ καὶ ὡς αἰσθητικοί:
ἔστι γὰρ καὶ ὄργανα αἰσθήσεως: καὶ πολλὰ ὡς φυτά ἔστι γὰρ σῶμα
αὐξόμενον καὶ γεννῶν: ὥστε πάντα συνεργεῖ, κατὰ δὲ τὸ κρεῖττον τὸ
ὅλον εἶδος ἄνθρωπος. ἐξελθοῦσα εἰς
ἀετούς, εἰ μὴ ἄλλη κακία παρείη: μετεωρολόγους δὲ ἄνευ φρονήσεως εἰς
τὸν οὐρανὸν ἀεὶ αἰρομένους εἰς ὄρνεις μετεώρους ταῖς πτήσεσιν. ὁ δὲ
τὴν πολιτικὴν ἀρετὴν τηρήσας ἄνθρωπος: ὁ δὲ ἧττον ἀρετῆς
πολιτικῆς μετέχων πολιτικὸν ζῷον, μέλιττα ἢ τὰ τοιαῦτα.
τίς οὖν δαίμων; ὁ καὶ ἐνταῦθα. τίς δὲ θεός; ἢ ὁ ἐνταῦθα: τὸ γὰρ
ἐνεργῆσαν τοῦτο ἕκαστον ἄγει, ἅτε καὶ ἐνταῦθα ἡγούμενον. ἆῤ οὖν
τοῦτό ἐστιν ὁ δαίμων, ὅσπερ ζῶντα εἰλήχει; ἢ οὔ, ἀλλὰ τὸ πρὸ αὐτοῦ:
τοῦτο γὰρ ἐφέστηκεν ἀργοῦν, ἐνεργεῖ δὲ τὸ μετ’ αὐτό. καὶ εἰ μὲν τὸ
ἐνεργοῦν ᾗ αἰσθητικοί, ὁ δαίμων τὸ λογικόν: εἰ δὲ κατὰ τὸ λογικὸν
ζῶμεν, ὁ δαίμων τὸ ὑπὲρ τοῦτο ἐφεστὼς ἀργὸς συγχωρῶν τῷ ἐργαζομένῳ.
ὀρθῶς οὖν λέγεται ἡμᾶς αἱρήσεσθαι. τὸν γὰρ ὑπερκείμενον κατὰ τὴν
ζωὴν αἱρούμεθα. διὰ τί οὖν αὐτὸς ἄγει; ἢ τὸν βιοτεύσαντα οὐκ ἔστιν
ἄγειν, ἀλλὰ πρὸ τοῦ μὲν ἄγειν, ὅτε ἔζη, παυσάμενον δὲ τοῦ ζῆν ἄλλῳ
παραχωρεῖν τὴν ἐνέργειαν τεθνηκότα τὴν αὑτοῦ κατ’ ἐνέργειαν ζωήν. ὁ
μὲν οὖν ἐθέλει ἄγειν καὶ κατ’ ἐκεῖνον ζῶν καὶ ἐφ̓ ὃ ἄγεται κρεῖττον μέρος
αὑτοῦ ἐν προστασίᾳ θέμενος καὶ μετ’ ἐκεῖνον ἄλλον ἕως ἄνω. ἔστι γὰρ
καὶ πολλὰ ἡ ψυχὴ καὶ πάντα καὶ τὰ ἄνω καὶ τὰ κάτω αὖ μέχρι πάσης
ζωῆς καὶ ἐσμὲν ἕκαστος κόσμος νοητός, τοῖς μὲν κάτω συνάπτοντες
τῷδε,
ἆῤ οὖν ἀεὶ ἐν σώματι τοῦτο; ἢ οὔ: ἐὰν γὰρ στραφῶμεν συνεπιστρέφεται
καὶ τοῦτο. τί οὖν ἡ τοῦ παντός; ἀποστήσεται καὶ τὸ αὐτῆς μέρος
στραφείσης; ἢ οὐδὲ συνένευσε τῷ μέρει αὑτῆς τῷ ἐσχάτῳ: οὐδὲ γὰρ
ἦλθεν οὐδὲ κατῆλθεν, ἀλλὰ μενούσης προσάπτεται τὸ σῶμα τοῦ κόσμου
καὶ οἷον καταλάμπεται οὐκ ἐνοχλοῦν οὐδὲ παρέχον μερίμνας ἐν ἀσφαλεῖ
τοῦ κόσμου κειμένου. τί οὖν; οὐκ αἰσθάνεταί τινα αἴσθησιν; ʽὅρασιν
οὐκ ἔχεἰ, φησίν, ὅτι μηδὲ ὀφθαλμούς: οὐδὲ ὦτα οὐδὲ ῥῖνας δηλονότι
οὐδὲ γλῶτταν. τί οὖν; συναίσθησιν ὥσπερ ἡμεῖς τῶν ἐντὸς ἡμῶν; ἢ
ὁμοίως κατὰ φύσιν ἐχόντων ἠρέμησις. οὐδὲ ἡδονή. πάρεστιν οὖν καὶ τὸ
φυτικὸν οὐ παρὸν καὶ τὸ αἰσθητικὸν ὡσαύτως. ἀλλὰ περὶ μὲν τοῦ κόσμου
ἐν ἄλλοις: νῦν δὲ ὅσον ἐφήπτετο ἡ ἀπορία αὐτοῦ εἴρηται.
ἀλλ’ εἰ ἐκεῖ αἱρεῖται τὸν δαίμονα καὶ τὸν βίον, πῶς ἔτι τινὸς κύριοι;
ἢ καὶ ἡ αἵρεσις ἐκεῖ ἡ λεγομένη τὴν τῆς ψυχῆς προαίρεσιν καὶ
διάθεσιν καθόλου καὶ πανταχοῦ αἰνίττεται. ἀλλ’ εἰ ἡ προαίρεσις τῆς
ψυχῆς κυρία καὶ τοῦτο κρατεῖ, ὃ ἂν πρόχειρον ἔχῃ μέρος ἐκ τῶν
προβεβιωμένων, οὐκέτι τὸ σῶμα αἴτιον οὐδενὸς κακοῦ αὐτῇ: εἰ γὰρ
προτερεῖ τὸ τῆς ψυχῆς ἦθος τοῦ σώματος καὶ τοῦτο ἔχει, ὃ εἵλετο, καὶ
ʽτὸν δαίμονἀ, φησίν, ʽοὐκ ἀλλάττεταἰ, οὔτε ὁ σπουδαῖος ἐνταῦθα
γίνεται οὔτε ὁ φαῦλος. ἆῤ οὖν δυνάμει ἔστιν ἑκάτερος, ἐνεργείᾳ δὲ
γίνεται; τί οὖν, εἰ φαύλου σώματος ὁ τὸ ἦθος σπουδαῖος τύχοι, ὁ δὲ
τἀναντία; ἢ δύναται μᾶλλον καὶ ἧττον τὰ τῆς ψυχῆς ἑκατέρας ἑκάτερα
τὰ σώματα παρέχεσθαι, ἐπεὶ καὶ αἱ ἄλλαι ἔξωθεν τύχαι τὴν ὅλην
προαίρεσιν οὐκ ἐκβιβάζουσιν. ὅταν δὲ λέγηται, ὡς πρῶτον οἱ κλῆροι,
εἶτα τὰ τῶν βίων παραδείγματα, ἔπειτα τὰ ἐν ταῖς τύχαις, καὶ ὡς ἐκ
τῶν παρόντων τοὺς βίους κατὰ τὰ ἤθη αἱροῦνται, τὸ κύριον
μᾶλλον δίδωσι ταῖς ψυχαῖς διατιθείσαις τὰ δοθέντα πρὸς τὰ αὑτῶν ἤθη.
ὅτι γὰρ ὁ δαίμων οὗτος οὐ παντάπασιν ἔξω, ἀλλ’ οὕτως, ὡς μὴ
συνδεδεμένος οὐδ’ ἐνεργῶν, ἡμέτερος δὲ ὡς ψυχῆς πέρι εἰπεῖν, οὐχ
ἡμέτερος δέ, ὡς ἄνθρωποι τοιοίδε τὴν ὑπ’ αὐτὸν ζωὴν ἔχοντες,
μαρτυρεῖ τὰ
τίς οὖν ὁ σπουδαῖος; ἢ ὁ τῷ βελτίονι ἐνεργῶν. ἢ οὐκ ἂν ἦν σπουδαῖος
συνεργοῦντα ἑαυτῷ τὸν δαίμονα ἔχων; νοῦς γὰρ ἐνεργεῖ ἐν τούτῳ. ἢ οὖν
δαίμων αὐτὸς ἢ κατὰ δαίμονα καὶ δαίμων τούτῳ θεός. ἆῤ οὖν καὶ ὑπὲρ
νοῦν, εἰ τὸ ὑπὲρ νοῦν δαίμων αὐτῷ; διὰ τί οὖν οὐκ ἐξ ἀρχῆς; ἢ διὰ
τὸν θόρυβον τὸν ἐκ τῆς γενέσεως. ὑπάρχει δὲ ὅμως καὶ πρὸ λόγου ἡ
κίνησις ἡ ἔνδοθεν ὀρεγομένη τῶν αὑτῆς. πάντως οὖν κατορθοῖ; ἢ οὐ
πάντως, εἴπερ οὕτως ἡ ψυχὴ διαθέσεως ἔχει, ὡς ἐν τούτοις τοῖς
τοιοῖσδε τοιάδε οὖσα τοιοῦτον ἔχειν βίον καὶ τοιαύτην προαίρεσιν. ὁ
μέντοι δαίμων οὗτος, ὃν λέγομεν, ἀγαγὼν λέγεται εἰς ᾅδου οὐκέτι ὁ
αὐτὸς μένειν, ἐὰν μὴ τὰ αὐτὰ ἕληται πάλιν. πρὸ δὲ τοῦ πῶς; τὸ δὴ
ἀγαγεῖν εἰς τὴν κρίσιν τὸ εἰς τὸ αὐτὸ σχῆμα ἐλθεῖν μετὰ τὴν
ἀπογένεσιν, ὃ εἶχε πρὸ τῆς γενέσεως: εἶτα ὥσπερ ἀπ’ ἀρχῆς ἄλλης τὸν
μεταξὺ τῆς ὕστερον γενέσεως χρόνον ταῖς κολαζομέναις πάρεστιν. ἢ
οὐδὲ βίος αὐταῖς, ἀλλὰ δίκη. τί δέ; ταῖς εἰς θήρεια σώματα
εἰσιούσαις ἔλαττον; ἢ δαίμων ἢ πονηρός γε ἢ εὐήθης. ταῖς δὲ ἄνω; ἢ
τῶν ἄνω αἱ μὲν ἐν αἰσθητῷ, αἱ δὲ ἔξω. αἱ μὲν οὖν ἐν αἰσθητῷ ἢ ἐν
ἡλίῳ ἢ ἐν ἄλλῳ τῶν πλανωμένων, αἱ δ’ ἐν τῇ ἀπλανεῖ ἑκάστη καθὸ
λογικῶς ἐνήργησεν ἐνταῦθα: χρὴ γὰρ οἴεσθαι καὶ κόσμον εἶναι ἐν τῇ
ψυχῇ ἡμῶν μὴ μόνον νοητόν, ἀλλὰ καὶ ψυχῆς τῆς κόσμου ὁμοειδῆ
διάθεσιν: νενεμημένης οὖν κἀκείνης εἴς τε τὴν ἀπλανῆ καὶ τὰς
πλανωμένας κατὰ δυνάμεις διαφόρους ὁμοειδεῖς ταύταις ταῖς δυνάμεσι
καὶ τὰς παῤ ἡμῖν εἶναι καὶ ἐνέργειαν εἶναι παῤ ἑκάστης καὶ
ἀπαλλαγείσας ἐκεῖ γίνεσθαι πρὸς ἄστρον τὸ σύμφωνον τῷ ἐνεργήσοντι
καὶ ζήσαντι ἤθει καὶ τὸ
ἐν τῷδε τῷ ὁρατῷ, ἕως ἐστὶν ἐκεῖ, συνανενεχθείσης καὶ τῆς ἐν αὐτῇ
φιλογενέσεως οὐσίας, ἣν εἴ τις λέγοι ταύτην εἶναι τὴν περὶ τὰ σώματα
γινομένην μεριστὴν συμπληθύνουσαν
Περὶ ἔρωτος, πότερα θεός τις ἢ δαίμων ἢ τοῦ κάλλους πρότερον ἐν ταῖς
ψυχαῖς ὄρεξιν καὶ ἐπίγνωσιν καὶ συγγένειαν καὶ οἰκειότητος ἄλογον
σύνεσιν, τυγχάνοι ἄν, οἶμαι, τοῦ ἀληθοῦς τῆς αἰτίας. τὸ μὲν γὰρ
αἰσχρὸν ἐναντίον καὶ τῇ φύσει καὶ τῷ θεῷ. καὶ
περὶ δὲ τοῦ ὃν θεὸν τίθενται οὐ μόνον οἱ ἄλλοι ἄνθρωποι, ἀλλὰ καὶ
θεολόγοι καὶ Πλάτων πολλαχοῦ Ἀφροδίτης Ἔρωτα λέγων καὶ ἔργον αὐτῷ
εἶναι καλῶν τε ἔφορον παίδων εἶναι καὶ κινητικὸν τῶν
ψυχῶν πρὸς τὸ ἐκεῖ κάλλος, ἢ καὶ ἐπαύξειν Ἀφροδίτης φησὶν αὐτὸν γενέσθαι, ἀλλ’ ἐν Ἀφροδίτης
γενεθλίοις ἐκ τῆς Πενίας καὶ τοῦ Πόρου. ἔοικε δὲ ὁ λόγος καὶ περὶ
τῆς Ἀφροδίτης ἀπαιτήσειν τι εἰπεῖν, εἴτ̓ οὖν ἐξ ἐκείνης εἴτε μετ’
ἐκείνης γεγονέναι τῷ Οὐρανῷ
ἐνήργησέ τε πρὸς αὐτὸν καὶ ᾠκειώθη καὶ ἐρασθεῖσα Ἔρωτα ἐγέννησε καὶ
μετὰ τούτου πρὸς αὐτὸν βλέπει, καὶ ἡ ἐνέργεια αὐτῆς ὑπόστασιν καὶ
οὐσίαν εἰργάσατο, καὶ ἄμφω ἐκεῖ βλέπουσι, καὶ ἡ γειναμένη καὶ ὁ
καλὸς Ἔρως ὁ γεγεννημένος ὑπόστασις πρὸς ἄλλο καλὸν ἀεὶ τεταγμένη
καὶ τὸ εἶναι ἐν τούτῳ ἔχουσα τῷ μεταξὺ ὥσπερ ποθοῦντος
καὶ ποθουμένου, ὀφθαλμὸς ὁ τοῦ
ὑπόστασιν δὲ εἶναι καὶ οὐσίαν ἐξ οὐσίας ἐλάττω μὲν τῆς ποιησαμένης,
οὖσαν δὲ ὅμως, ἀπιστεῖν οὐ προσήκει. καὶ γὰρ ἡ ψυχὴ ἐκείνη οὐσία ἦν
γενομένη ἐξ ἐνεργείας τῆς πρὸ αὐτῆς καὶ ζῶσα καὶ τῆς τῶν ὄντων
οὐσίας καὶ πρὸς ἐκεῖνο ὁρώσης,
ἆῤ οὖν καὶ ἑκάστη ψυχὴ ἔχει ἔρωτα τοιοῦτον ἐν οὐσίᾳ καὶ ὑποστάσει; ἢ
διὰ τί ἡ μὲν ὅλη ἕξει καὶ ἡ τοῦ παντὸς ὑποστάντα τὸν ἔρωτα, ἡ δὲ
ἑκάστου ἡμῶν οὔ: πρὸς δὲ καὶ ἡ ἐν τοῖς ἄλλοις ζῴοις ἅπασι; καὶ ἄρα ὁ
ἔρως οὗτός ἐστιν ὁ δαίμων, ὅν φασιν ἑκάστῳ συνέπεσθαι, ὁ αὑτοῦ
ἑκάστου ἔρως. οὗτος γὰρ ἂν εἴη καὶ ὁ ἐμποιῶν τὰς ἐπιθυμίας κατὰ
φύσιν ἑκάστης τῆς ψυχῆς ὀριγνωμένης ἀνάλογον ἑκάστης πρὸς τὴν αὑτῆς
φύσιν καὶ τὸν ἔρωτα γεννώσης εἴς τε ἀξίαν καὶ πρὸς οὐσίαν. ἐχέτω δὴ
ἡ μὲν ὅλη ὅλον, αἱ δὲ ἐν μέρει τὸν αὑτῆς ἑκάστη. καθ̓ ὅσον δὲ ἑκάστη
πρὸς τὴν ὅλην ἔχει οὐκ ἀποτετμημένη, ἐμπεριεχομένη δέ, ὡς εἶναι
πάσας μίαν, καὶ ὁ ἔρως ἕκαστος πρὸς τὸν πάντα ἂν
ἀλλὰ τίς ἡ δαίμονος καὶ ὅλως ἡ δαιμόνων φύσις, περὶ ἧς καὶ ἐν
Συμποσίῳ λέγεται, ἥ τε τῶν ἄλλων καὶ ἡ αὐτοῦ τοῦ Ἔρωτος, ὃς ἐκ
Πενίας καὶ Πόρου τοῦ Μήτιδός ἐστι γεγεννημένος ἐν τοῖς
Ἀφροδίτης γενεθλίοις; τὸ μὲν οὖν τὸν κόσμον ὑπονοεῖν λέγεσθαι τόνδε
τῷ Πλάτωνι τὸν Ἔρωτα, ἀλλὰ μὴ τοῦ κόσμου τὸν ἐν αὐτῷ ἐκφύντα Ἔρωτα,
πολλὰ τὰ ἐναντιούμενα τῇ δόξῃ ἔχει, τοῦ μὲν κόσμου λεγομένου
εὐδαίμονος θεοῦ καὶ αὐτάρκους εἶναι, τοῦ δὲ Ἔρωτος τούτου
ὁμολογουμένου τῷ ἀνδρὶ οὔτε θεοῦ οὔτε αὐτάρκους, ἀεὶ δὲ ἐνδεοῦς
εἶναι. εἶτα ἀνάγκη, εἴπερ ὁ κόσμος ἐστὶν ἐκ ψυχῆς καὶ σώματος, ἡ δὲ
ψυχὴ τοῦ κόσμου ἡ Ἀφροδίτη ἐστὶν αὐτῷ, μέρος τὸ κύριον τοῦ Ἔρωτος
τὴν Ἀφροδίτην εἶναι: ἤ, εἰ κόσμος ἡ ψυχή ἐστιν αὐτοῦ, ὥσπερ καὶ
ἄνθρωπος ἡ ἀνθρώπου ψυχή, τὸν Ἔρωτα τὴν Ἀφροδίτην εἶναι. εἶτα διὰ τί
οὗτος μὲν δαίμων
ἀλλὰ τί δὴ χρὴ λέγειν περὶ τοῦ Ἔρωτος καὶ τῆς λεγομένης γενέσεως
αὐτοῦ; δῆλον δὴ ὅτι δεῖ λαβεῖν τίς ἡ Πενία καὶ τίς ὁ Πόρος, καὶ πῶς
ἁρμόσουσιν οὗτοι γονεῖς εἶναι αὐτῷ. δῆλον δὲ ὅτι δεῖ καὶ τοῖς ἄλλοις
δαίμοσι τούτους ἁρμόσαι, εἴπερ δεῖ φύσιν εἶναι καὶ οὐσίαν μίαν καθὸ
δαίμονες δαιμόνων, εἰ μὴ κοινὸν ὄνομα ἕξουσι μόνον. λάβωμεν τοίνυν
πῇ ποτε διορίζομεν θεοὺς δαιμόνων, καὶ εἰ πολλάκις καὶ δαίμονας
θεοὺς λέγομεν εἶναι, ἀλλ’ ὅταν γε τὸ μὲν ἕτερον, τὸ δὲ ἕτερον
λέγωμεν αὐτῶν εἶναι γένος. τὸ μὲν δὴ θεῶν ἀπαθὲς λέγομεν καὶ
νομίζομεν γένος, δαίμοσι δὲ προστίθεμεν πάθη, ἀιδίους λέγοντες
ἐφεξῆς τοῖς θεοῖς, ἤδη δὲ
διὸ καὶ ἐν τῇ γενέσει τοῦ Ἔρωτος ὁ Πλάτων φησὶ τὸν Πόρον τὴν μέθην
ἔχειν τοῦ νέκταρος οἴνου οὔπω ὄντος, ὡς πρὸ τοῦ αἰσθητοῦ τοῦ Ἔρωτος
γενομένου καὶ τῆς Πενίας μετεχούσης φύσεως νοητοῦ, ἀλλ’ οὐκ εἰδώλου
νοητοῦ ἐκεῖθεν ἐμφαντασθέντος, κρείττονος κρείττους, πάντες δὲ ἐν οὐσίᾳ:
οἱ δὲ παρὰ φύσιν σφαλέντων πάθη ταῦτα καὶ οὐδαμῇ οὐσίαι οὐδὲ
ὑποστάσεις οὐσιώδεις οὐ παρὰ ψυχῆς ἔτι γεννώμενα, ἀλλὰ συνυφιστάμενα
κακίᾳ ψυχῆς ὅμοια γεννώσης ἐν διαθέσεσι καὶ ἕξεσιν ἤδη. καὶ γὰρ ὅλως
κινδυνεύει τὰ μὲν ἀγαθὰ τὰ ἀληθῆ κατὰ φύσιν ψυχῆς ἐνεργούσης ἐν
ὡρισμένοις οὐσία εἶναι, τὰ δ’ ἄλλα οὐκ ἐξ αὑτῆς ἐνεργεῖν, οὐδὲν. δ’
ἄλλο ἢ πάθη εἶναι: ὥσπερ ψευδῆ νοήματα οὐκ ἔχοντα τὰς ὑπ’ αὐτὰ
οὐσίας, καθάπερ τὰ ἀληθῆ ὄντως καὶ ἀίδια καὶ ὡρισμένα ὁμοῦ τὸ νοεῖν
καὶ τὸ νοητὸν καὶ τὸ εἶναι δεῖ δὲ καὶ ἐν ἑκάστῳ ἡμῶν τίθεσθαι καθαρῶς
νόησιν καὶ νοητόν, καὶ μὴ ὁμοῦ ὄντων ἡμῶν τοῦτο καὶ ἁπλῶς. ὅθεν καὶ
τῶν ἁπλῶν ἡμῖν ὁ ἔρως: καὶ γὰρ αἱ νοήσεις: καὶ εἴ τινος τῶν ἐν
μέρει, κατὰ συμβεβηκός, ὥσπερ εἴ τις τόδε τὸ τρίγωνον δύο
ορθὰς θεωρεῖ καθ̓ ὅσον ἁπλῶς τρίγωνον.
ἀλλὰ τίς ὁ Ζεύς, οὗ τὸν κῆπον λέγει, εἰς ὃν εἰσῆλθεν ὁ Πόρος, καὶ τίς
ὁ κῆπος οὗτος; ἡ
ὁ οὖν Πόρος λόγος ὢν τῶν ἐν τῷ νοητῷ καὶ νῷ καὶ μᾶλλον κεχυμένος καὶ
οἷον ἁπλωθεὶς περὶ ψυχὴν ἂν γένοιτο καὶ ἐν ψυχῇ. τὸ γὰρ ἐν νῷ
συνεσπειραμένον οὐ παρὰ ἄλλου εἰς αὐτόν, τούτῳ δὲ μεθύοντι ἐπακτὸν
τὸ τῆς πληρώσεως. τὸ δ’ ἐκεῖ πληρούμενον τοῦ νέκταρος τί ἂν εἴη ἢ
λόγος ἀπὸ κρείττονος ἀρχῆς πεσὼν εἰς ἐλάττονα; ἐν οὖν τῇ ψυχῇ ἀπὸ
νοῦ ὁ λόγος οὗτος, ὅτε ἡ Ἀφροδίτη ὁ ἔρως. ἔστι δὲ οὗτος μικτόν τι
χρῆμα μετέχον μὲν ἐνδείας, ᾗ πληροῦσθαι θέλει, οὐκ ἄμοιρον δὲ
εὐπορίας, ᾗ οὗ ἔχει τὸ ἐλλεῖπον ζητεῖ: οὐ γὰρ δὴ τὸ πάμπαν ἄμοιρον
τοῦ ἀγαθοῦ τὸ ἀγαθὸν ἄν ποτε ζητήσειεν. ἐκ Πόρου οὖν καὶ Πενίας
λέγεται εἶναι, ᾗ ἡ ἔλλειψις καὶ ἡ ἔφεσις καὶ τῶν λόγων ἡ μνήμη ὁμοῦ
συνελθόντα ἐν ψυχῇ ἐγέννησε τὴν ἐνέργειαν τὴν πρός τὸ ἀγαθόν, ἔρωτα
τοῦτον ὄντα. ἡ δὲ μήτηρ αὐτῷ Πενία, ὅτι ἀεὶ ἡ ἔφεσις ἐνδεοῦς: ὕλη δὲ
ἡ Πενία, ὅτι καὶ ἡ ὕλη ἐνδεὴς τὰ πάντα καὶ τὸ ἀόριστον τῆς τοῦ
ἀγαθοῦ ἐπιθυμίας: οὐ γὰρ μορφή τις οὐδὲ λόγος ἐν τῷ ἐφιεμένῳ τούτου:
ὑλικώτερον τὸ ἐφιέμενον καθ̓ ὅσον ἐφίεται ποιεῖ. τὸ δὲ πρὸς αὐτὸ
εἶδός ἐστι μόνον ἐν αὑτῷ μένον:
Τὰς αἰσθήσεις οὐ πάθη λέγοντες εἶναι, ἐνεργείας δὲ περὶ τὰ παθήματα
καὶ κρίσεις, τῶν ἂν οὐδὲν ἧττον καὶ ἐνταῦθα ἀπορίαν, εἰ
ἡ κρίσις ᾗ κρίσις οὐδὲν ἔχει τοῦ κρινομένου. ἤ, εἰ τύπον ἔχοι,
πέπονθεν. ἦν δ’ ὅμως λέγειν καὶ περὶ τῶν καλουμένων τυπώσεων, ὡς ὁ
τρόπος ὅλως ἕτερος ἢ ὡς ὑπείληπται, ὁποῖος καὶ ἐπὶ τῶν νοήσεων
ἐνεργειῶν καὶ τούτων οὐσῶν γινώσκειν δ’ ἄνευ τοῦ παθεῖν
τι δυναμένων: καὶ ὅλως ὁ λόγος ἡμῖν καὶ τὸ βούλημα μὴ ὑποβαλεῖν
τροπαῖς καὶ ἀλλοιώσεσι τὴν ψυχὴν τοιαύταις, ὁποῖαι αἱ θερμάνσεις καὶ
ψύξεις σωμάτων. καὶ τὸ παθητικὸν δὲ λεγόμενον αὐτῆς ἔδει ἰδεῖν καὶ
ἐπισκέψασθαι, πότερα καὶ τοῦτο ἄτρεπτον δώσομεν, ἢ τούτῳ μόνῳ τὸ
πάσχειν συγχωρήσομεν. ἀλλὰ τοῦτο μὲν ὕστερον, περὶ δὲ τῶν προτέρων
τὰς ἀπορίας ἐπισκεπτέον. πῶς γὰρ ἄτρεπτον καὶ τὸ πρὸ τοῦ παθητικοῦ
καὶ τὸ πρὸ αἰσθήσεως καὶ ὅλως ψυχῆς ὁτιοῦν κακίας περὶ αὐτὴν
ἐγγινομένης καὶ δοξῶν ψευδῶν καὶ ἀγνοίας; οἰκειώσεις δὲ καὶ
ἀλλοτριώσεις ἡδομένης καὶ λυπουμένης, ὀργιζομένης, φθονούσης,
ζηλούσης, ἐπιθυμούσης, ὅλως οὐδαμῇ ἡσυχίαν ἀγούσης, ἀλλ’ ἐφ̓ ἑκάστῳ
τῶν προσπιπτόντων κινουμένης καὶ μεταβαλλούσης. ἀλλ’ εἰ μὲν σῶμά
ἐστιν ἡ ψυχὴ καὶ μέγεθος ἔχει, οὐ ῥᾴδιον, μᾶλλον δὲ ὅλως ἀδύνατον,
ἀπαθῆ αὐτὴν καὶ ἄτρεπτον δεικνύναι ἐν ὁτῳοῦν τῶν λεγομένων γίνεσθαι
περὶ αὐτήν: εἰ δέ ἐστιν οὐσία ἀμεγέθης καὶ δεῖ καὶ τὸ ἄφθαρτον αὐτῇ
παρεῖναι, εὐλαβητέον
πρῶτον δὲ περὶ κακίας καὶ ἀρετῆς λεκτέον, τί γίγνεται τότε, ὅταν
κακία λέγηται παρεῖναι: καὶ γὰρ ἀφαιρεῖν δεῖν φαμεν ὡς ὄντος τινὸς
ἐν αὐτῇ κακοῦ καὶ ἐνθεῖναι ἀρετὴν καὶ κοσμῆσαι καὶ κάλλος ἐμποιῆσαι
ἀντὶ αἴσχους τοῦ πρόσθεν. ἆῤ οὖν λέγοντες ἀρετὴν ἁρμονίαν εἶναι,
ἀναρμοστίαν δὲ τὴν κακίαν, λέγοιμεν ἂν δόξαν δοκοῦσαν τοῖς παλαιοῖς
καί τι πρὸς τὸ ζητούμενον οὐ μικρὸν ὁ λόγος ἀνύσειεν; εἰ γὰρ
συναρμοσθέντα μὲν κατὰ φύσιν τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα ἀρετή
ἐστι, μὴ συναρμοσθέντα δὲ κακία, ἐπακτὸν οὐδὲν ἂν οὐδ’ ἑτέρωθεν
γίγνοιτο, ἀλλ’ ἕκαστον ἥκοι ἂν οἷον ἐστὶν εἰς τὴν ἁρμογὴν καὶ οὐκ ἂν
ἥκοι ἐν τῇ ἀναρμοστίᾳ τοιοῦτον ὄν, οἷον καὶ χορευταὶ χορεύοντες καὶ
συνᾴδοντες ἀλλήλοις, εἰ καὶ μὴ οἱ αὐτοί εἰσι, καὶ μόνος τις ᾅδων τῶν
ἄλλων μὴ ᾀδόντων, καὶ ἑκάστου καθ̓ ἑαυτὸν ᾅδοντος: οὐ γὰρ μόνον δεῖ
συνᾴδειν, ἀλλὰ καὶ ἕκαστον καλῶς τὸ αὑτοῦ ᾅδοντα οἰκείᾳ μουσικῇ:
ὥστε κἀκεῖ ἐπὶ τῆς ψυχῆς ἁρμονίαν εἶναι ἑκάστου μέρους τὸ αὐτῷ
προσῆκον ποιοῦντος. δεῖ δὴ πρὸ τῆς ἁρμονίας αὐτῆς ἄλλην ἑκάστου
εἶναι ἀρετήν, καὶ κακίαν δὲ ἑκάστου πρὸ τῆς πρὸς ἄλληλα ἀναρμοστίας.
τίνος οὖν παρόντος ἕκαστον μέρος κακόν; ἢ κακίας. καὶ ἀγαθὸν αὖ; ἢ
ἀρετῆς. τῷ μὲν οὖν λογιστικῷ τάχ̓ ἄν τις λέγων ἄγνοιαν εἶναι δ’ ἐπαίειν λόγου ὥσπερ ὁρᾶν ἐστιν οὐ σχηματιζόμενον,
ἀλλ’ ὁρῶν καὶ ἐνεργείᾳ ὄν, ὅτε ὁρᾷ. ὥσπερ γὰρ ἡ ὄψις καὶ ἀλλ’ οἷον ἐρεθισθέν: ἀνδρεῖον δέ,
εἰ τὰ ἐναντία. ἐν οἷς οὐδεμία ἀλλοίωσις οὐδὲ πάθος. τὸ δὲ ἐπιθυμοῦν
ἐνεργοῦν μὲν μόνον τὴν λεγομένην ἀκολασίαν παρέχεται: πάντα γὰρ
μόνον πράττει καὶ οὐ πάρεστι τὰ ἄλλα, οἷς ἂν ἦν ἐν μέρει τὸ κρατεῖν
παροῦσι καὶ δεικνύναι αὐτῷ, τὸ δ’ ὁρῶν ἦν ἂν ἄλλο πρᾶττον, οὐ πάντη
ἀλλά που καὶ σχολάζον τῷ ὁρᾶν ὡς οἷόν τε τὰ ἄλλα. τάχα δὲ τὸ πολὺ
καὶ σώματος καχεξία ἡ τούτου λεγομένη κακία, ἀρετὴ δὲ τἀναντία: ὥστ̓
οὐδεμία ἐφ̓ ἑκάτερα προσθήκη τῇ ψυχῇ
αἱ δ’ οἰκειώσεις καὶ ἀλλοτριώσεις πῶς; καὶ λῦπαι καὶ ὀργαὶ καὶ ἡδοναὶ
ἐπιθυμίαι τε καὶ φόβοι πῶς οὐ τροπαὶ καὶ πάθη ἐνόντα καὶ κινούμενα;
δεῖ δὴ καὶ περὶ τούτων ὧδε διαλαβεῖν. ὅτι γὰρ ἐγγίνονται ἀλλοιώσεις
καὶ σφοδραὶ τούτων αἰσθήσεις μὴ λέγειν ἐναντία λέγοντός ἐστι τοῖς
ἐναργέσιν. ἀλλὰ χρὴ συγχωροῦντας ζητεῖν ὅ τι ἐστὶ τὸ τρεπόμενον.
κινδυνεύομεν γὰρ περὶ ψυχὴν ταῦτα λέγοντες ὅμοιόν τι ὑπολαμβάνειν,
ὡς εἰ τὴν ψυχὴν λέγοιμεν ἐρυθριᾶν ἢ αὖ ἐν ὠχριάσει γίγνεσθαι, μὴ τὰς μνήμας
οὐ τύπους ἐναποσφραγιζομένους οὐδὲ τὰς φαντασίας ὡς ἐν κηρῷ
τυπώσεις, συγχωρητέον πανταχοῦ ἐν πᾶσι τοῖς λεγομένοις πάθεσι καὶ
κινήσεσι τὴν ψυχὴν ὡσαύτως ἔχειν τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ καὶ τὴν
ἀρετὴν καὶ τὴν κακίαν μὴ ὡς τὸ μέλαν καὶ τὸ λευκὸν περὶ τὸ σῶμα
γίγνεσθαι ἢ τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἀλλ’ ὃν εἴρηται τρόπον ἐπ’ ἄμφω
περὶ πάνθ̓ ὅλως τὰ ἐναντία γίγνεσθαι.
περὶ δὲ τοῦ λεγομένου παθητικοῦ τῆς ψυχῆς ἐπισκεπτέον. ἤδη μὲν οὖν
εἴρηται τρόπον τινὰ καὶ περὶ τούτου ἐν οἷς περὶ τῶν παθῶν ἁπάντων
ἐλέγετο τῶν περὶ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμοῦν γιγνομένων ὅπως
ἕκαστα: οὐ μὴν ἀλλ’ ἔτι λεκτέον μουσικῶς, εἰ καὶ ὁ μουσικὸς ἐβούλετο, μὴ τῆς ἁρμονίας
τοῦτο λεγούσης.
τί οὖν χρὴ ζητεῖν ἀπαθῆ τὴν ψυχὴν ἐκ φιλοσοφίας ποιεῖν μηδὲ τὴν ἀρχὴν
πάσχουσαν; ἢ ἐπειδὴ καὶ τὸ εἰς αὐτὴν ἐπὶ τοῦ λεγομένου παθητικοῦ
οἷον φάντασμα τὸ ἐφεξῆς πάθημα ποιεῖ, τὴν ταραχήν, καὶ συνέζευκται
τῇ ταραχῇ ἡ τοῦ προσδοκωμένου κακοῦ εἰκών, πάθος τὸ τοιοῦτον
λεγόμενον ἠξίου ὁ λόγος ὅλως ἀφαιρεῖν καὶ μὴ ἐᾶν ἐγγίγνεσθαι ὡς
γιγνομένου μὲν οὔπω τῆς ψυχῆς ἐχούσης εὖ, μὴ γιγνομένου δὲ ἀπαθῶς
ἰσχούσης τοῦ αἰτίου τοῦ πάθους οὐκέτι ἐγγιγνομένου, οἷον
τὴν μὲν δὴ οὐσίαν τὴν νοητὴν τὴν κατὰ τὸ εἶδος ἅπασαν τεταγμένην ὡς
ἀπαθῆ δεῖ εἶναι δοκεῖν εἴρηται. ἐπεὶ δὲ καὶ ἡ ὕλη ἕν τι τῶν
ἀσωμάτων, εἰ καὶ ἄλλον τρόπον, σκεπτέον καὶ περὶ ταύτης τίνα τρόπον
ἔχει, πότερον παθητή, ὡς λέγεται, καὶ κατὰ πάντα τρεπτή, ἢ καὶ
ταύτην δεῖ ἀπαθῆ εἶναι οἴεσθαι, καὶ τίς ὁ τρόπος τῆς ἀπαθείας.
πρῶτον δὴ ληπτέον ἐπὶ τοῦτο στελλομένοις καὶ περὶ τῆς φύσεως αὐτῆς
λέγουσιν ὁποία τις, ὡς ἡ τοῦ ὄντος φύσις καὶ ἡ οὐσία καὶ τὸ εἶναι οὐ
ταύτῃ ἔχει, ὡς μὴ θλίβοντα καὶ μὴ βιαζόμενα
μηδὲ ἀντίτυπα μηδ’ ὅλως ὁρώμενα, ψυχὴ ὂν γῆς
ἑστώσης τὸ μᾶλλον κινούμενον καὶ ἐμβριθὲς ἧττον, καὶ τούτου τὸ ἄνω:
καὶ δὴ καὶ τὸ πῦρ φεῦγον ἤδη τὴν σώματος φύσιν. ἀλλ’ οἶμαι, τὰ μὲν
αὐταρκέστερα αὑτοῖς ἧττον ἐνοχλεῖ τὰ ἄλλα καὶ ἀλυπότερα τοῖς ἄλλοις,
τὰ δὲ βαρύτερα καὶ γεωδέστερα, ὅσα ἐλλιπῆ καὶ πίπτοντα καὶ αἴρειν
αὑτὰ οὐ δυνάμενα, ταῦτα πίπτοντα ὑπὸ ἀσθενείας τῇ καταφορᾷ καὶ
νωθείᾳ πληγὰς ἔχει. ἐπεὶ καὶ τὰ νεκρὰ τῶν σωμάτων ἀηδέστερα
προσπεσεῖν, καὶ τὸ σφόδρα τῆς πληγῆς καὶ τὸ βλάπτειν ἔχει: τὰ δὲ
ἔμψυχα μετέχοντα τοῦ ὄντος, ὅσῳ τούτου μέτεστιν αὐτοῖς, εὐχαριτώτερα
τοῖς πέλας. ἡ δὲ κίνησις, ὥσπερ τις ζωὴ οὖσα ἐν τοῖς σώμασι καὶ
μίμησιν ἔχουσα ταύτης, μᾶλλόν ἐστι τοῖς ἧττον σώματος ἔχουσιν, ὡς
τῆς ἀπολείψεως τοῦ ὄντος ὃ καταλείπει μᾶλλον τοῦτο σῶμα ποιούσης:
καὶ ἐκ τῶν δὲ λεγομένων παθημάτων μᾶλλον ἄν τις ἴδοι τὸ μᾶλλον σῶμα
μᾶλλον παθητὸν ὄν, γῆν ἢ τὰ ἄλλα, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν λόγον:
τὰ μὲν γὰρ ἄλλα σύνεισι διαιρούμενα μὴ κωλύοντος μηδενὸς εἰς ἓν
πάλιν, τμηθὲν δὲ γεηρὸν ἅπαν χωρὶς ἑκάτερον ἀεί: ὥσπερ
γὰρ τὰ ἀπαγορεύοντα τῇ φύσει, ἃ δὴ μικρᾶς πληγῆς
γενομένης οὕτως ἔχει ὥσπερ πέπληκται καὶ ἐφθάρη, οὕτω καὶ τὸ μάλιστα
σῶμα γενόμενον ὡς μάλιστα εἰς τὸ μὴ ὂν ἧκον ἀναλαβεῖν αὑτὸ εἰς τὸ ἓν
ἀσθενεῖ. πτῶμα οὖν αἱ βαρεῖαι καὶ σφοδραὶ πληγαὶ ποιοῦσιν εἰς
ἄλληλα: ἀσθενὲς δὲ ἀσθενεῖ προσπῖπτον ἰσχυρόν ἐστι πρὸς ἐκεῖνο καὶ
μὴ ὂν μὴ ὄντι. ταῦτα μὲν οὖν εἴρηται
ἀλλ’ ἐπανιτέον ἐπί τε τὴν ὕλην τὴν ὑποκειμένην, καὶ τὰ ἐπὶ τῇ ὕλῃ
εἶναι λεγόμενα, ἐξ ὧν τό τε μὴ εἶναι αὐτὴν καὶ τὸ τῆς ὕλης ἀπαθὲς
γνωσθήσεται. ἔστι μὲν οὖν ἀσώματος, ἐπείπερ τὸ σῶμα ὕστερον καὶ
σύνθετον καὶ αὐτὴ μετ’ ἄλλου ποιεῖ σῶμα. οὕτω γὰρ τοῦ ὀνόματος
τετύχηκε τοῦ αὐτοῦ κατὰ τὸ ἀσώματον, ὅτι ἑκάτερον τό τε ὂν ἥ τε ὕλη
ἕτερον τῶν σωμάτων. οὔτε δὲ ψυχὴ οὖσα οὔτε νοῦς οὔτε ζωὴ οὔτε εἶδος
οὔτε λόγος οὔτε πέρας: ἀπειρία γάρ: οὔτε δύναμις: τί γὰρ καὶ ποιεῖ;
ἀλλὰ ταῦτα ὑπερεκπεσοῦσα πάντα οὐδὲ τὴν τοῦ ὄντος προσηγορίαν ὀρθῶς
ἂν δέχοιτο, μὴ ὂν δ’ ἂν εἰκότως λέγοιτο, καὶ οὐχ ὥσπερ κίνησις μὴ ὂν
ἢ στάσις μὴ ὄν, ἀλλὰ ἀληθινῶς μὴ ὄν, εἴδωλον καὶ φάντασμα ὄγκου καὶ
ὑποστάσεως ἔφεσις καὶ ἑστηκὸς οὐκ ἐν στάσει καὶ ἀόρατον καθ̓ αὑτὸ
καὶ φεῦγον τὸν βουλόμενον ἰδεῖν, καὶ ὅταν τις μὴ ἴδῃ γιγνόμενον,
ἀτενίσαντι δὲ οὐχ ὁρώμενον, καὶ τὰ ἐναντία ἀεὶ ἐφ̓ ἑαυτοῦ
φανταζόμενον, μικρὸν καὶ μέγα καὶ ἧττον καὶ μᾶλλον, ἐλλεῖπόν τε καὶ
ὑπερέχον, εἴδωλον οὐ κενὸν καὶ ἔχον
οὐδὲν καὶ δοκοῦν τὰ πάντα. τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων
μιμήματα καὶ εἴδωλα εἰς εἴδωλον ἄμορφον καὶ διὰ τὸ ἄμορφον αὐτῆς
ἐνορώμενα ποιεῖν μὲν δοκεῖ εἰς αὐτήν, ποιεῖ δὲ οὐδέν: ἀμενηνὰ γὰρ
καὶ ἀσθενῆ καὶ ἀντερεῖδον οὐκ ἔχοντα: ἀλλ’ οὐδὲ
ὅλως δὲ τὸ πάσχον δεῖ τοιοῦτον εἶναι οἷον εν ταῖς ἐναντίαις εἶναι
δυνάμεσι καὶ ποιότησι τῶν
ληπτέον δὴ τὸ παρεῖναι ἕτερον ἑτέρῳ καὶ τὸ εἶναι ἄλλο ἐν ἄλλῳ πρῶτον
ὡς οὐ καθ̓ ἕνα τρόπον ὑπάρχει, ἀλλὰ τὸ μέν ἐστιν οἷον μετὰ τοῦ
παρεῖναι ἢ χεῖρον ἢ βέλτιον ποιεῖν ἐκεῖνο μετὰ τοῦ τρέπειν, οἷον ἐπὶ
τῶν σωμάτων ὁρᾶται ἐπί γε τῶν ζῴων, τὸ δ’ οἷον ποιεῖν βέλτιον ἢ
χεῖρον ἄνευ τοῦ πάσχειν ἐκεῖνο, ὥσπερ ἐπὶ τῆς ψυχῆς ἐλέγετο, τὸ δ’
οἷον ὅταν τις σχῆμα κηρῷ προσαγάγῃ, ἔνθα οὔτε τι πάθος, ὡς ἄλλο τι
ποιῆσαι τὸν κηρὸν εἶναι, ὅταν παρῇ τὸ σχῆμα, οὔτε τις ἔλλειψις
ἐκείνῳ οὐ ποιήσουσι,
μᾶλλον δὲ αἱ ἐναντίως ἔχουσαι. τί γὰρ ἂν εὐωδία γλυκύτητα ἐργάσαιτο
ἢ χρῶμα σχῆμα ἢ τὸ ἐξ ἄλλου γένους ἄλλο; ὅθεν ἄν τις καὶ μάλιστα
πιστεύσειεν, ὡς ἔστιν ἐν τῷ αὐτῷ εἶναι ἄλλο ἐν ἄλλῳ ἢ
ἕτερον ἐν ἑτέρῳ ἄλυπον ὂν τῇ αὑτοῦ παρουσίᾳ ᾧ ἢ ἐν ᾧ πάρεστιν. ὥσπερ
οὖν καὶ τὸ βλαπτόμενον οὐχ ὑπὸ τοῦ τυχόντος, οὕτως οὐδὲ τὸ
τρεπόμενον καὶ πάσχον ὑφ̓ ὁτουοῦν ἂν πάθοι, ἀλλὰ τοῖς ἐναντίοις ὑπὸ
τῶν ἐναντίων ἡ πεῖσις, τὰ δ’ ἄλλα ὑπ’ ἄλλων ἄτρεπτα. οἷς δὴ μηδεμία
ἐναντιότης ὑπάρχει, ταῦτα ὑπ’ οὐδενὸς ἂν ἐναντίου πάθοι. ἀνάγκη
τοίνυν, εἴ τι πάσχει, μὴ ὕλην, ἀλλά τι συναμφότερον ἢ ὅλως πολλὰ
ὁμοῦ εἶναι. τὸ δὲ μόνον καὶ ἔρημον τῶν ἄλλων καὶ παντάπασιν ἁπλοῦν
ἀπαθὲς ἂν εἴη
ἔπειτα, εἰ πάσχει ἡ ὕλη, δεῖ τι ἔχειν αὐτὴν ἐκ τοῦ πάθους ἢ αὐτὸ τὸ
πάθος ἢ ἑτέρως διακεῖσθαι ἢ πρὶν εἰσελθεῖν εἰς αὐτὴν τὸ πάθος.
ἐπιούσης τοίνυν ἄλλης μετ’ ἐκείνην ποιότητος οὐκέτι ὕλη ἔσται τὸ
δεχόμενον, ἀλλὰ ποιὰ ὕλη. εἰ δὲ καὶ αὕτη ἡ ποιότης ἀποσταίη
καταλιποῦσά τι αὑτῆς τῷ ποιῆσαι, ἄλλο ἂν ἔτι μᾶλλον γίνοιτο τὸ
ὑποκείμενον. καὶ προιουσῶν τοῦτον τὸν τρόπον ἄλλο τι ἢ ὕλη ἔσται τὸ
ὑποκείμενον, πολύτροπον δὲ καὶ πολυειδές: ὥστε οὐδ’ ἂν ἔτι πανδεχὲς
γένοιτο ἐμπόδιον πολλοῖς
ὅθεν δὴ καὶ τὸν Πλάτωνα οὕτω διανοούμενον ὀρθῶς εἰρηκέναι νομίζω ʽτὰ
δὲ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων ἀεὶ μιμήματἀ μὴ μάτην
εἰσιέναι καὶ ἐξιέναι εἰρηκότα, ἀλλὰ βουλόμενον ἡμᾶς συνεῖναι
ἐπιστήσαντας τῷ τρόπῳ τῆς μεταλήψεως, καὶ κινδυνεύει τὸ ἄπορον
ἐκεῖνο τὸ ὅπως ἡ ὕλη τῶν εἰδῶν μεταλαμβάνει μὴ ἐκεῖνο εἶναι, ὃ οἱ
πολλοὶ ᾠήθησαν τῶν πρὸ ἡμῶν, τὸ πῶς ἔρχεται εἰς αὐτήν, ἀλλὰ μᾶλλον
τὸ πῶς ἔστιν ἐν αὐτῇ. ὄντως γὰρ θαυμαστὸν εἶναι
δοκεῖ, πῶς τούτων παρόντων αὐτῇ μένει ἡ αὐτὴ ἀπαθὴς αὐτῶν οὖσα καὶ
προσέτι αὐτῶν τῶν εἰσιόντων πασχόντων ὑπ’ ἀλλήλων. ἀλλὰ καὶ αὐτὰ τὰ
εἰσιόντα ἐξωθεῖν τὰ πρότερα ἕκαστα καὶ εἶναι τὸ παθεῖν ἐν τῷ συνθέτῳ
καὶ οὐδὲ ἐν παντὶ συνθέτῳ, ἀλλ’ ᾧ χρεία τοῦ προσελθόντος ἢ
ἀπελθόντος καὶ ὃ ἐλλιπὲς μὲν τῇ συστάσει ἀπουσίᾳ τινός, τέλειον δὲ
τῇ παρουσίᾳ. τῇ δὲ ὕλῃ οὔτε τι πλέον εἰς τὴν αὐτῆς σύστασιν
προσελθόντος ὁτουοῦν: οὐ γὰρ γίνεταί τι ὃ ἔστι προσελθόντος, οὔτε
ἔλαττον ἀπελθόντος: μένει γὰρ ὃ ἐξ ἀρχῆς ἦν. τοῦ δὲ κεκοσμῆσθαι τοῖς
μὲν κόσμου καὶ τάξεως δεομένοις εἴη ἂν χρεία καὶ ὁ κόσμος δὲ γένοιτο
ἂν ἄνευ μεταλλοιώσεως, οἷον οἷς περιτίθεμεν: εἰ δὲ οὕτω τι κοσμηθείη
ὡς σύμφυτον εἶναι, δεήσει ἀλλοιωθὲν ὃ πρότερον αἰσχρὸν ἦν καὶ ἕτερον
γενόμενον ἐκεῖνο τὸ κεκοσμημένον οὕτω καλὸν ἐξ αἰσχροῦ εἶναι. εἰ
ὁ δέ γε Πλάτων τοῦτο νοῶν περὶ αὐτῆς καὶ τὴν μετάληψιν οὐχ ὡς ἐν
ὑποκειμένῳ εἴδους γενομένου καὶ μορφὴν διδόντος, ὥστε ἓν σύνθετον
γενέσθαι συντραπέντων καὶ οἷον συγκραθέντων καὶ συμπαθόντων,
τιθέμενος, ὅτι μὴ οὕτω λέγει παραστῆσαι βουλόμενος, καὶ πῶς ἂν αὐτὴ
ἀπαθὴς μένουσα ἔχοι τὰ εἴδη, ἀπαθοῦς μεταλήψεως ζητῶν ὂν διδάξαι ἃ
μάλιστα παρόντα σώζει τὸ ὑποκείμενον ταὐτὸν εἶναι, ὑπέστη πολλὰς
ἀπορίας σπεύδων ἐφ̓ ὃ βούλεται καὶ προσέτι παραστῆσαι θέλων τὸ ἐν
τοῖς αἰσθητοῖς κενὸν τῆς ὑποστάσεως καὶ τὴν χώραν τοῦ εἰκότος οὖσαν
πολλήν. τὴν οὖν ὕλην σχήμασιν ὑποθέμενος τὰ πάθη ποιεῖν τοῖς
ἐμψύχοις σώμασιν οὐδὲν αὐτὴν ἔχουσαν τούτων τῶν παθημάτων τὸ μένον
αὐτῆς ταύτῃ ἐνδείκνυται διδοὺς συλλογίζεσθαι, ὡς οὐδὲ παρὰ τῶν
σχημάτων ἔχει τὸ πάσχειν αὐτὴ καὶ ἀλλοιοῦσθαι. τοῖς μὲν γὰρ σώμασι
τούτοις ἐξ ἑτέρου σχήματος ἕτερον σχῆμα δεχομένοις τάχα ἄν τις
ἀλλοίωσιν λέγοι γίγνεσθαι τὴν τοῦ σχήματος μεταβολὴν ὁμώνυμον τὴν
ἀλλοίωσιν εἶναι λέγων: τῆς δὲ ὕλης οὐδὲν σχῆμα ἐχούσης οὐδὲ μέγεθος
πῶς ἄν τις τὴν τοῦ σχήματος ὁπωσοῦν παρουσίαν ἀλλοίωσιν εἶναι κἂν
ὁμωνύμως λέγοι; εἴ τις οὖν ἐνταῦθα τὸ ʽνόμῳ χροιὴ καὶ τὰ ἄλλα νόμᾠ
λέγοι τῷ τὴν φύσιν τὴν ὑποκειμένην μηδὲν οὕτως ἔχειν, ὡς νομίζεται,
οὐκ ἂν ἄτοπος εἴη τοῦ λόγου. ἀλλὰ πῶς ἔχει, εἰ μηδὲ τὸ ὡς σχήματα
ἀρέσκει; ἀλλ’ ἔχει οὐ χρὴ ταῖς συνηθείαις τῶν ὀνομάτων ἐπὶ τὸ
πάσχειν αὐτὴν φέρεσθαι, οἷον ὅταν ξηραινομένην λέγῃ αὐτὴν
καὶ πυρουμένην καὶ ὑγραινομένην, ἐνθυμουμένους καὶ τὰ
ἑξῆς ʽκαὶ τὰς ἀέρος καὶ ὕδατος μορφὰς δεχομένην̓. τὸ γὰρ καὶ τὰς
ἀέρος καὶ ὕδατος μορφὰς δεχομένην ἀπαμβλύνει μὲν τὸ πυρουμένην καὶ
ὑγραινομένην, δηλοῖ τε ἐν τῷ μορφὰς δεχομένην οὐ τὸ μεμορφῶσθαι
ἔτι δὲ κἀκεῖνο ἐπιστῆσαι αὐτοὺς προσήκει, πῶς λέγουσι φεύγειν αὐτὴν
τὸ εἶδος: πῶς γὰρ ἂν λίθους καὶ πέτρας φύγοι τὰ περιλαβόντα αὐτήν;
οὐ γὰρ δὴ ποτὲ μὲν φεύγειν, ποτὲ δὲ μὴ φεύγειν φήσουσιν. εἰ γὰρ
βουλήσει αὑτῆς φεύγει, διὰ τί οὐκ ἀεί; εἰ δὲ ἀνάγκῃ μένει, οὐκ ἔστιν
ὅτε οὐκ ἐν εἴδει τινί ἐστιν. ἀλλὰ τοῦ μὴ τὸ αὐτὸ εἶδος ἀεὶ
τί οὖν; μὴ οὔσης οὐδὲν ὑπέστη ἄν; ἢ οὐδὲ εἴδωλον κατόπτρου μὴ ὄντος ἤ
τινος τοιούτου. τὸ γὰρ ἐν ἑτέρῳ πεφυκὸς γίνεσθαι ἐκείνου μὴ ὄντος
οὐκ ἂν γένοιτο: τοῦτο γὰρ φύσις εἰκόνος τὸ ἐν ἑτέρῳ. εἰ μὲν γάρ τι
ἀπῄει ἀπὸ τῶν ὄντων, καὶ ἄνευ τοῦ ἐν ἑτέρῳ ἦν ἄν. ἐπεὶ δὲ μένει
ἐκεῖνα, εἰ ἐμφαντασθήσεται ἐν ἄλλῳ, δεῖ ἄλλο εἶναι ἕδραν καρέχον τῷ
οὐκ ἐλθόντι, τῇ δ’ αὑτοῦ παρουσίᾳ τοῦ ὄντος φύσις τὸ ὄντα ποιεῖν: τὸ
δὲ πάντη μὴ ὂν ἄμικτον τῷ ὄντι, θαῦμα τὸ χρῆμα γίνεται, πῶς μὴ
μετέχον μετέχει, καὶ πῶς οἷον παρὰ τῆς γειτνιάσεως ἔχει τι καίπερ τῇ
αὑτοῦ φύσει μὲν οἷον κολλᾶσθαι ἀδυνατοῦν. ἀπολισθαίνει οὖν ὡς ἂν ἀπὸ
φύσεως ἀλλοτρίας ὃ ἔλαβεν ἄν, οἷον ἠχὼ ἀπὸ τόπων λείων καὶ ὁμαλῶν:
ὅτι μὴ μένει, τούτῳ καὶ ἐφαντάσθη ἐκεῖ κἀκεῖθεν τὸ εἶναι.
εἰ δ’ ἦν μετασχοῦσα καὶ οὕτω δεξαμένη, ὥσπερ τις ἀξιοῖ, καταποθὲν ἂν
εἰς αὐτὴν τὸ προσελθὸν ἔδυ. νῦν δὲ φαίνεται, ὅτι μὴ κατεπόθη, ἀλλ’
ἔμεινεν ἡ αὐτὴ οὐδὲν δεξαμένη, ἀλλ’ ἐπισχοῦσα τὴν πρόσοδον ὡς ἕδρα
ἀπωθουμένη καὶ τῶν εἰς τὸ αὐτὸ προσιόντων κἀκεῖ μιγνυμένων ὑποδοχή,
οἷον ὅσα πρὸς ἥλιον πῦρ ζητοῦντες λαβεῖν ἱστᾶσι λεῖα, τὰ δὲ καὶ
πληροῦντες ὕδατος, ἵνα μὴ διέλθῃ κωλυομένη ὑπὸ τοῦ ἔνδον ἐναντίου ἡ
φλόξ, ἔξω δὲ συνίσταιτο. γίνεται οὖν αἰτία τῆς γενέσεως οὕτω καὶ τὰ
ἐν αὐτῇ συνιστάμενα τοιοῦτον συνίσταται τρόπον.
ἐπὶ μὲν οὖν τῶν τὸ πῦρ ἐξ ἡλίου περὶ αὑτὰ συναγόντων ἅτε παρὰ
αἰσθητοῦ πυρὸς λαμβανόντων τὴν περὶ αὐτὰ γιγνομένην ἔξαψιν τὸ
αἰσθητοῖς εἶναι καὶ αὐτοῖς ὑπάρχει: διὸ καὶ φαίνεται, ὅτι ἔξω τὰ
συνιστάμενα καὶ ἐφεξῆς καὶ πλησίον καὶ ἅπτεται καὶ πέρατα δύο: ὁ δ’
ἐπὶ τῆς ὕλης λόγος ἄλλον ἔχει τρόπον τὸ ἔξω. ἡ γὰρ ἔχει, οὐχ ὅτι ἐπέκειτο, καὶ τὸ ἐφ̓ ᾧ ἐστιν
οὐχ ὁράσει ἕτερον, ἀλλ’ ὁ λόγος φησίν. ἐνταῦθα μὲν οὖν οἷον εἴδωλον
ἡ φαντασία οὐκ εἰδώλου τὴν φύσιν οὔσης τῆς ψυχῆς, καίπερ πολλὰ
δοκοῦσα ἄγειν καὶ ὅπῃ θέλει ἄγειν, χρῆται μὲν αὐτῇ οὐδὲν ἧττον ὡς
εἶδος ὕλῃ ἢ ἀνάλογον, οὐ μέντοι ἔκρυψε ταῖς παῤ αὐτῆς
ἐνεργείαις πολλάκις ἐξωθουμένη οὐδὲ ἐποίησεν αὐτὴν οὐδ’ εἰ μετὰ
πάσης σπουδῆς ἔλθοι κεκρύφθαι καὶ τοιαύτην φαντάζεσθαι:
ἔχει γὰρ ἐν αὑτῇ ἐνεργείας καὶ λόγους ἐναντίους, οἷς ἀπωθεῖται τὰ
προσιόντα. ἡ δὲ — ἀσθενεστέρα γάρ ἐστιν ὡς πρὸς δύναμιν πολλῷ ψυχῆς
καὶ ἔχει οὐδὲν τῶν ὄντων οὔτ’ ἀληθὲς οὔτ’ αὖ οἰκεῖον ψεῦδος — οὐκ
ἔχει δἰ ὅτου φανῇ ἐρημία πάντων οὖσα, ἀλλὰ γίνεται μὲν αἰτία ἄλλοις
τοῦ φαίνεσθαι, οὐ δύναται δὲ εἰπεῖν οὐδὲ τοῦτο, ὡς ἐγὼ ἐνταῦθα.
καὶ μήν τις ἐλθὼν λόγος ἀγαγὼν εἰς ὅσον αὐτὸς ἤθελεν ἐποίησεν αὐτὴν
μέγα παῤ αὑτοῦ τὸ μέγα περιθεὶς αὐτῇ οὐκ οὔσῃ, τοῦτο δὲ οὐδὲ
γενομένῃ: τὸ γὰρ ἐπ’ αὐτῇ μέγα μέγεθος ἂν ἦν. ἐὰν οὖν τις
τοῦτο ἀφέλῃ τὸ εἶδος, οὐκέτ̓ ἐστὶν οὐδὲ φαίνεται τὸ ὑποκείμενον
μέγα, ἀλλ’ εἰ ἦν τὸ γενόμενον μέγα ἄνθρωπος καὶ ἵππος καὶ μετὰ τοῦ
ἵππου τὸ μέγα τοῦ ἵππου ἐπελθόν, ἀπελθόντος τοῦ ἵππου καὶ τὸ μέγα
αὐτοῦ ἀπέρχεται. εἰ δέ τις λέγοι, ὡς ὁ ἵππος ἐπὶ μεγάλου τινὸς ὄγκου
καὶ τοσοῦδε γίνεται καὶ μένει τὸ μέγα, φήσομεν μὴ τὸ τοῦ ἵππου μέγα,
ἀλλὰ τὸ τοῦ ὄγκου μέγα μένειν ἐκεῖ. εἰ μέντοι ὁ ὄγκος οὗτος πῦρ
ἐστιν ἢ γῆ, ἀπελθόντος τοῦ πυρὸς ἢ τῆς γῆς τὸ τοῦ πυρὸς
ἀπέρχεται ἢ τὸ τῆς γῆς μέγα οὐ τοίνυν οὐδὲ τοῦ σχήματος οὐδὲ τοῦ
μεγέθους ἀπολαύσειεν ἄν: ἢ οὐκ ἐκ πυρὸς ἄλλο τι ἔσται, ἀλλὰ μένουσα
πῦρ οὐ πῦρ γενήσεται.
οὐδ’ αὖ μέγεθος αὐτὸ ἔσται. εἶδος γὰρ τὸ μέγεθος, ἀλλ’ οὐ δεκτικόν:
καὶ καθ̓ αὑτὸ δὲ τὸ μέγεθος, οὐχ οὕτω μέγεθος. ἀλλ ἐπεὶ βούλεται
τὸ ἐν νῷ ἢ ἐν ψυχῇ κείμενον μέγα εἶναι, ἔδωκε τοῖς
οἷον ἐθέλουσι μιμεῖσθαι ἐφέσει αὐτοῦ ἢ κινήσει τῇ πρὸς αὐτὸ τὸ αὑτῶν
πάθος ἐνσημήνασθαι εἰς ἄλλο. τὸ οὖν μέγα ἐν προόδῳ φαντάσεως θέον
εἰς αὐτὸ δὴ τοῦτο τὸ μέγα συνθεῖν ποιῆσαν τὸ μὴ μέγα τῆς ὕλης
πεποίηκεν αὐτὸ τῇ παρατάσει οὐ πληρούμενον δοκεῖν εἶναι μέγα. τὸ γὰρ
ψευδῶς μέγα τοῦτό ἐστιν. ὅταν τῷ μὴ ἔχειν τὸ μέγα εἶναι ἐκτεινόμενον
πρὸς ἐκεῖνο παραταθῇ τῇ ἐκτάσει. ποιούντων γὰρ πάντων τῶν
ὄντων εἰς τὰ ἄλλα τὴν αὑτῶν ἐνόπτρισιν ἕκαστόν τε τῶν ποιούντων ὡς
αὐτὸ ἦν μέγα, τό τε πᾶν ἦν ἐκείνως μέγα. συνῄει οὖν τὸ ἑκάστου λόγου
μέγα, οἷον ἵππου καὶ ὁτουοῦν ἄλλου, καὶ τὸ μέγα αὐτό: καὶ ἐγίνετο
πᾶσα μὲν μέγα πρὸς αὐτὸ τὸ μέγα ἐλλαμπομένη καὶ ἑκάστη δὲ
μοῖρα μέγα τι καὶ ὁμοῦ πάντα ἐφαίνετο ἐκ παντὸς τοῦ εἴδους, οὗ τὸ
μέγα, καὶ ἐξ ἑκάστου, καὶ οἷον παρετέτατο καὶ πρὸς πᾶν καὶ πάντα ἐν
εἴδει τούτῳ ἀναγκασθεῖσα εἶναι καὶ ἐν ὄγκῳ, ὅσον τὸ ἐξ οὐ μεγέθους ἢ ὁμωνύμου
μεταξὺ θεωρουμένων ἐκείνων καὶ αὐτῆς τῆς ὕλης καὶ τοῦ εἴδους αὐτοῦ.
καὶ φαίνεται μέν, ὅτι ἐκεῖθεν, ψεύδεται δέ, ὅτι οὐκ ἔστι τὸ ἐν ᾧ
φαίνεται. μεγεθύνεται δὴ ἕκαστα ἑλκόμενα τῇ δυνάμει τῶν ἐνορωμένων
καὶ χώραν ἑαυτοῖς ποιούντων, ἕλκεται δὲ ἐπὶ πάντα οὐ βίᾳ τῷ ὕλη τὸ
πᾶν εἶναι. ἕλκει δὲ ἕκαστον κατὰ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει: ἔχει δὲ
ἐκεῖθεν. καὶ τὸ μὲν ποιοῦν μέγα τὴν ὕλην ὡς δοκεῖν ἀπὸ τῆς
ἐμφαντάσεως τοῦ μέγα καὶ τοῦτό ἐστι τὸ ἐμφαντασθέν, τὸ ἐνταῦθα μέγα:
ἡ δὲ ὕλη, ἐφ̓ ἧς ἀναγκάζεται συνθεῖν, ὁμοῦ πᾶσα καὶ πανταχοῦ παρέχει
ἑαυτήν: ὕλη γάρ ἐστι καὶ τούτου καὶ οὐ τουτί: ὃ δὲ μή ἐστί τι παῤ
αὑτοῦ, δύναται γενέσθαι καὶ τὸ ἐναντίον δἰ ἄλλο καὶ γενόμενον τὸ
ἐναντίον οὐδ’ ἐκεῖνό ἐστιν: ἔστη γὰρ ἄν.
ὁ τοίνυν νόησιν μεγάλου ἔχων, εἰ αὐτοῦ ἡ νόησις δύναμιν ἔχοι μὴ μόνον
ἐν αὑτῇ εἶναι, ἀλλὰ καὶ οἷον πρὸς τὸ ἔξω ὑπὸ δυνάμεως φέροιτο, λάβοι
ἂν φύσιν οὐκ οὖσαν ἐν τῷ νοοῦντι, οὐδέ τι ἔχουσαν εἶδος οὐδέ τι
ἴχνος τοῦ μεγάλου, ἀλλ’ οὐδὲ οὐδενός του ἄλλου. τί οὖν ἂν
ποιήσειε ταύτῃ τῇ δυνάμει; οὐχ ἵππον, οὐ βοῦν: ταῦτα γὰρ ἄλλοι
ποιήσουσιν. ἤ, ἐπειδὴ παρὰ μεγάλου πατρὸς ἔρχεται, οὐ δύναται τὸ
ἄλλο χωρῆσαι τὸ μέγα, τοῦτο δὲ ἕξει ἐμφανταζόμενον. τῷ δὴ
μὴ οὕτως εὐτυχήσαντι τοῦ μεγάλου ὡς αὐτὸ μέγα εἶναι ἐν τοῖς αὑτοῦ
καθ̓ ὅσον οἷόν τε μεγάλῳ φαίνεσθαι δ’ οὐ δυναμένου καὶ
πεποίηκε μέγα τε ἐκεῖνο τὸ μὴ μέγα μηδ’ οὕτω δόξαν καὶ τὸ ὁρώμενον
ἐν ὄγκῳ μέγα. ἡ δ’ ὅμως φυλάττει τὴν αὑτῆς φύσιν ἀποχρωμένη τούτῳ τῷ
μεγάλῳ οἷον ἀμφιέσματι, ὃ συνδραμοῦσα αὐτῷ ὅτε θέον αὐτὴν ἦγεν
ἀμπέσχετο: ὃ εἰ ὁ ἀμφιέσας ἀφέλοιτο, μένει πάλιν ἡ αὐτή, οἵαπερ παῤ
αὑτῆς ἦν, ἢ τοσαύτη, ὅσον ἂν τὸ παρὸν εἶδος αὐτὴν ποιῇ. ἡ μὲν γὰρ
ψυχὴ τὰ τῶν ὄντων εἴδη ἔχουσα εἶδος οὖσα καὶ αὐτὴ ὁμοῦ πάντα ἔχει
καὶ τοῦ εἴδους ἑκάστου ὁμοῦ ὄντος αὑτῷ τά τε τῶν αἰσθητῶν εἴδη οἷον
ἀναστρέφοντα πρὸς αὑτὴν καὶ προσιόντα ὁρῶσα οὐκ ἀνέχεται μετὰ
πλήθους δέχεσθαι, ἀλλ’ ἀποθέμενα τὸν ὄγκον ὁρᾷ: οὐ γὰρ δύναται ἄλλο
τι ἢ ὃ ἔστι γενέσθαι. ἡ δὲ ὕλη
τὰ μὲν δὴ εἰσελθόντα εἰς τὴν ὕλην ὥσπερ μητέρα ἀδικεῖ οὐδὲν οὐδ’ αὖ
ὠφελεῖ. οὐδέ γε αἱ πληγαὶ αἱ τούτων πρὸς αὐτήν, πρὸς ἄλληλα δέ, ὅτι
αἱ δυνάμεις πρὸς τὰ ἐναντία, οὐ πρὸς τὰ ὑποκείμενα, εἰ μή τις
συνειλημμένα θεωροῖ τοῖς ἐπεισιοῦσι: θερμὸν γὰρ ἔπαυσε τὸ ψυχρὸν καὶ
μέλαν τὸ λευκὸν ἢ συγκραθέντα ἄλλην ποιότητα ἐξ αὑτῶν ἐποίησε. τὰ
παθόντα οὖν τὰ κραθέντα, τὸ δὲ παθεῖν αὐτοῖς τὸ μὴ εἶναι ὅπερ ἦσαν.
καὶ ἐν τοῖς ἐμψύχοις δὲ αἱ μὲν πείσεις περὶ τὰ σώματα κατὰ τὰς
ποιότητας καὶ τὰς δυνάμεις τὰς ἐνυπαρχούσας τῆς ἀλλοιώσεως
γινομένης: λυομένων δὲ τῶν συστάσεων ἢ συνιουσῶν ἢ μετατιθεμένων
παρὰ τὴν κατὰ φύσιν σύστασιν τὰ μὲν πάθη ἐν τοῖς σώμασι, ταῖς δὲ
ψυχαῖς αἱ γνώσεις συνημμέναι τῶν σφοδροτέρων: εἰ δὲ μή, οὐ
γινώσκουσιν. ἡ δὲ ὕλη μένει: οὐδὲν γὰρ ἀπελθόντος μὲν πέπονθε τοῦ
ψυχροῦ, τοῦ δὲ θερμοῦ ἐπελθόντος: οὐ γὰρ ἦν οὔτε φίλον αὐτῇ οὔτε
ἀλλότριον ὁποτερονοῦν. ὥστε οἰκειότερον αὐτῇ ἡ ʽὑποδοχὴ καὶ τιθήνἠ:
ἡ δὲ μήτηρ οἷον εἴρηται: οὐδὲν γὰρ αὕτη γεννᾷ. ἀλλ’ ἐοίκασι μητέρα
αὐτὴν λέγειν ὅσοι καὶ τὴν μητέρα τάξιν ὕλης πρὸς τὰ γεννώμενα
ἀξιοῦσιν ἔχειν, ὡς ὑποδεχομένης μόνον, οὐδὲν δὲ εἰς τὰ γεννώμενα
διδούσης:
Τὸν αἰῶνα καὶ τὸν χρόνον ἕτερον λέγοντες
τίνα οὖν ποτε χρὴ φάναι τὸν αἰῶνα εἶναι; ἆρά γε τὴν νοητὴν αὐτὴν
οὐσίαν, ὥσπερ ἂν εἴ τις λέγοι τὸν χρόνον τὸν σύμπαντα οὐρανὸν καὶ
κόσμον εἶναι; καὶ γὰρ αὖ καὶ ταύτην τὴν δόξαν ἔσχον τινές, φασι,
περὶ τοῦ χρόνου. ἐπεὶ γὰρ σεμνότατόν τι τὸν αἰῶνα εἶναι φανταζόμεθα
καὶ νοοῦμεν, σεμνότατον δὲ τὸ τῆς νοητῆς φύσεως, καὶ οὐκ ἔστιν
τί ἂν οὖν εἴη τοῦτο, καθ̓ ὃ τὸν κόσμον
οὐκ ἔξωθεν δὲ δεῖ συμβεβηκέναι νομίζειν τοῦτον ἐκείνῃ τῇ φύσει, ἀλλὰ
καὶ ἐξ ἐκείνης καὶ σὺν ἐκείνῃ. ἐνορᾶται γὰρ ἐν οὐσίᾳ παῤ αὐτῇ, ὅτι
καὶ τὰ ἄλλα πάντα ὅσα λέγομεν ἐκεῖ εἶναι ἐνυπάρχοντα ὁρῶντες λέγομεν
ἐκ τῆς οὐσίας ἅπαντα καὶ σὺν τῇ οὐσίᾳ. τὰ γὰρ πρώτως ὄντα συνόντα
δεῖ τοῖς πρώτοις καὶ ἐν τοῖς πρώτοις εἶναι: ἐπεὶ καὶ τὸ καλὸν ἐν
αὐτοῖς καὶ ἐξ αὐτῶν καὶ ἡ ἀλήθεια ἐν αὐτοῖς. καὶ τὰ μὲν ὥσπερ ἐν
μέρει τοῦ παντὸς ὄντος, τὰ δὲ ἐν παντί, ὥσπερ καὶ τὸ ἀληθῶς τοῦτο
πᾶν οὐκ ἐκ τῶν μερῶν ἠθροισμένον, ἀλλὰ τὰ μέρη γεννῆσαν αὐτό, ἵνα
καὶ ταύτῃ ὡς ἀληθῶς πᾶν ᾖ. καὶ ἡ ἀλήθεια δὲ οὐ συμφωνία πρὸς ἄλλο
ἐκεῖ, ἀλλ’ αὐτοῦ ἑκάστου οὗπερ ἀλήθεια. δεῖ δὴ τὸ πᾶν τοῦτο τὸ
ἀληθινόν, εἴπερ ἔσται πᾶν ὄντως, μὴ μόνον εἶναι πᾶν ᾗ ἐστι τὰ πάντα,
ἀλλὰ καὶ τὸ πᾶν ἔχειν οὕτως, ὥστε μηδενὶ ἐλλείπειν. εἰ δὲ
τοῦτο, οὐδ’ ἔσται τι αὐτῷ: εἰ γὰρ ἔσται, ἐλλεῖπον ἦν τούτῳ: οὐκ ἄρα
ἦν πᾶν. παρὰ φύσιν δὲ τί ἂν αὐτῷ γένοιτο; πάσχει γὰρ οὐδέν. εἰ οὖν
μηδὲν τὸ μὴ εἶναι:
τοῖς δὲ μὴ τοιούτοις, εἰ προσθείης τὸ ἔσται, ὑπάρχει τὸ ἔρρειν ἐκ
τῆς τοῦ εἶναι ἕδρας: δῆλον γὰρ ὅτι ἦν αὐτοῖς τὸ εἶναι οὐ σύμφυτον,
εἰ γίγνοιτο ἐν τῷ μέλλειν καὶ γενέσθαι καὶ ἔσεσθαι εἰς ὕστερον.
κινδυνεύει γὰρ τοῖς μὲν γεννητοῖς ἡ οὐσία εἶναι τὸ ἐκ τοῦ ἐξ ἀρχῆς
εἶναι τῆς γενέσεως, μέχρι περ ἂν εἰς ἔσχατον ἥκῃ τοῦ χρόνου, ἐν ᾧ
μηκέτι ἔστι, τοῦτο δὲ τὸ ἔσται εἶναι, καί, εἴ τις τοῦτο παρέλοιτο,
ἠλαττῶσθαι ὁ βίος: ὥστε καὶ τὸ εἶναι. καὶ τῷ παντὶ δὲ εἰς ὅπερ οὕτως
ἔσται. διὸ καὶ σπεύδει πρὸς τὸ μέλλον εἶναι καὶ στῆναι οὐ θέλει
ἕλκον τὸ εἶναι αὑτῷ ἐν τῷ τι ἄλλο καὶ ἄλλο ποιεῖν καὶ κινεῖσθαι
κύκλῳ ἐφέσει τινὶ οὐσίας: ὥστε εἶναι ἡμῖν εὑρημένον καὶ τὸ αἴτιον
τῆς κινήσεως τῆς οὕτω σπευδούσης ἐπὶ τὸ ἀεὶ εἶναι τῷ μέλλοντι. τοῖς
δὲ πρώτοις καὶ μακαρίοις οὐδὲ ἔφεσίς ἐστι τοῦ μέλλοντος: ἤδη γάρ
εἰσι τὸ ὅλον, καὶ ὅπερ αὐτοῖς οἷον ὀφείλεται ζῆν ἔχουσι πᾶν: ὥστε
οὐδὲν ζητοῦσι, διότι τὸ μέλλον αὐτοῖς οὐδέν ἐστιν οὐδ’ ἄρα ἐκεῖνο,
ἐν ᾧ τὸ μέλλον. ἡ οὖν τοῦ ὄντος παντελὴς οὐσία καὶ ὅλη, οὐχ ἡ ἐν
τοῖς μέρεσι μόνον, ἀλλὰ καὶ ἡ ἐν τῷ μηδὲν ἂν ἔτι ἐλλείψειν καὶ τῷ
μηδὲν ἂν μὴ ὂν αὐτῇ προσγενέσθαι — οὐ γὰρ μόνα τὰ ὄντα πάντα δεῖ
παρεῖναι τῷ παντὶ καὶ ὅλῳ, ἀλλὰ καὶ μηδὲν τοῦ ποτε μὴ ὄντος: αὕτη ἡ
διάθεσις αὐτοῦ καὶ φύσις εἴη ἂν αἰών: αἰὼν γὰρ ἀπὸ τοῦ ἀεὶ ὄντος.
τοῦτο δέ, ὅταν τινὶ προσβαλὼν τῇ ψυχῇ ἔχω λέγειν περὶ αὐτοῦ, μᾶλλον
δὲ ὁρᾶν αὐτὸ τοιοῦτον οἷον μηδὲν περὶ αὐτὸ ὅλως γεγονέναι: εἰ γὰρ
τοῦτο, οὐκ ἀεὶ ὄν, ἢ οὐκ ἀεί τι ὅλον ὄν. ἆρα οὖν ἢ οὔ, εἰ μὴ καὶ ἐνυπάρχοι αὐτῷ τοιαύτη φύσις, ὡς
πίστιν ἔχειν περὶ αὐτοῦ, ὡς οὕτω καὶ μὴ ἄλλως ἔτι: ὡς, εἰ πάλιν
προσβάλλοις, εὑρεῖν τοιοῦτον. τί οὖν, εἰ μηδὲ ἀφίσταιτό τις αὐτοῦ
τῆς θέας, ἀλλὰ ἀεὶ συνὼν εἴη τῆς φύσεως ἀγασθεὶς καὶ
δυνατὸς τοῦτο πράττειν ἀτρύτῳ φύσει ἢ δραμὼν καὶ αὐτὸς εἰς αἰῶνα
σταίη οὐκ ἀποκλίνων οὐδαμῇ, ἵν’ ᾖ ὅμοιος καὶ αἰώνιος, τῷ ἐν αὑτῷ
αἰωνίῳ τὸν αἰῶνα καὶ τὸ αἰώνιον θεώμενος; εἰ οὖν τὸ οὕτως ἔχον
αἰώνιον καὶ ἀεὶ ὄν, τὸ μὴ ἀποκλῖνον εἰς ἑτέραν φύσιν κατὰ μηδέν,
ζωὴν ἔχον, ἣν ἔχει πᾶσαν ἤδη, οὐ προσλαβὸν οὐδὲ προσλαμβάνον ἢ
προσληψόμενον, εἴη ἂν ἀίδιον μὲν τὸ οὕτως ἔχον, ἀιδιότης δὲ ἡ
τοιαύτη κατάστασις τοῦ ὑποκειμένου ἐξ αὐτοῦ οὖσα καὶ ἐν αὐτῷ, αἰὼν
δὲ τὸ ὑποκείμενον μετὰ
ἐπειδὴ δὲ ἡ τοιαύτη φύσις οὕτω παγκάλη καὶ ἀίδιος περὶ τὸ ἓν καὶ ἀπ’
ἐκείνου καὶ πρὸς
ταῦτα οὖν λέγοντες ἆρά γε μαρτυροῦντες ἑτέροις καὶ ὡς περὶ ἀλλοτρίων
τοὺς λόγους ποιούμεθα; οὖν περὶ χρόνου εἰρημένον μηδὲν ἦν τοῖς
παλαιοῖς καὶ μακαρίοις ἀνδράσιν, ἐχρῆν τῷ αἰῶνι ἐξ ἀρχῆς συνείραντας
τὸ ἀριθμὸν ἢ μέτρον, οἱ δ’ ὅλως παρακολουθοῦν αὐτῇ: καὶ ἢ
πάσης ἢ τῆς τεταγμένης.
κίνησιν μὲν οὖν οὐχ οἷόν τε οὔτε τὰς συμπάσας λαμβάνοντι κινήσεις καὶ
οἷον μίαν ἐκ πασῶν ποιοῦντι, οὔτε τὴν τεταγμένην: ἐν χρόνῳ γὰρ ἡ ἓν ἂν ἀρκοῖ τοῦτο, ὅτι κίνησις μὲν ἂν καὶ
παύσαιτο καὶ διαλείποι, χρόνος δὲ οὔ. εἰ δὲ τὴν τοῦ παντὸς κίνησιν
μὴ διαλείπειν τις λέγοι, ἀλλὰ καὶ αὕτη, εἴπερ τὴν περιφορὰν λέγοι,
ἐν χρόνῳ τινὶ περιφέροιτ̓ ἂν εἰς τὸ αὐτό, οὐκ ἐν ᾧ τὸ ἥμισυ ἤνυσται,
καὶ ὁ μὲν ἂν εἴη ἥμισυς, ὁ δὲ διπλάσιος, κινήσεως τοῦ παντὸς οὔσης
ἑκατέρας, τῆς τε εἰς τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ καὶ τῆς εἰς τὸ ἥμισυ
ἡκούσης. καὶ τὸ ὀξυτάτην δὲ καὶ ταχίστην λέγειν τὴν τῆς ἐξωτάτης
σφαίρας κίνησιν μαρτυρεῖ τῷ λόγῳ: ὥστε ἕτερον ἡ κίνησις αὐτῆς καὶ ὁ
χρόνος. ταχίστη γὰρ πασῶν δηλονότι τῷ ἐλάττονι χρόνῳ τὸ μεῖζον καὶ
τὸ μέγιστον διάστημα ἀνύειν: τὰ δ’ ἄλλα βραδύτερα τῷ ἐν πλείονι
ἀνύειν καὶ μέρος αὐτοῦ. εἰ τοίνυν μηδ’ ἡ κίνησις τῆς σφαίρας ὁ
χρόνος, σχολῇ γ̓ ἂν ἡ σφαῖρα αὐτή, ἣ ἐκ τοῦ κινεῖσθαι ὑπενοήθη
χρόνος εἶναι. ἆῤ οὖν κινήσεώς τι; εἰ μὲν διάστημα, πρῶτον μὲν οὐ
πάσης κινήσεως τὸ αὐτό, οὐδὲ τῆς ὁμοειδοῦς: θᾶττον γὰρ καὶ
βραδύτερον ἡ κίνησις καὶ ἡ ἐν τόπῳ. καὶ εἶεν ἂν ἄμφω μετρούμεναι αἱ
διαστάσεις ἑνὶ ἑτέρῳ, ὃ δὴ ὀρθότερον ἄν τις εἴποι χρόνον. ποτέρας δὲ
αὐτῶν τὸ διάστημα χρόνος, μᾶλλον δὲ τίνος αὐτῶν ἀπείρων οὐσῶν; εἰ δὲ
τῆς τεταγμένης, οὐ πάσης μὲν οὐδὲ τῆς τοιαύτης: ἄλλως ἐν χρόνῳ; ὥστε ἡ διεστῶσα
κίνησις καὶ τὸ διάστημα αὐτῆς οὐκ αὐτὸ χρόνος, ἀλλ’ ἐν χρόνῳ. εἰ δὲ
τὸ διάστημα τῆς κινήσεως λέγοι τις χρόνον, οὐ τὸ αὐτῆς τῆς κινήσεως,
ἀλλὰ παῤ ὃ αὐτὴ ἡ κίνησις τὴν παράτασιν ἔχει οἷον συμπαραθέουσα
ἐκείνῳ: τί δὲ τοῦτό ἐστιν οὐκ εἴρηται. δῆλον γάρ, ὅτι τοῦτό ἐστιν ὁ
χρόνος, ἐν ᾧ γέγονεν ἡ κίνησις. τοῦτο δ’ ἦν ὃ ἐξ ἀρχῆς ἐζήτει ὁ
λόγος, τί ὤν ἐστιν ὁ χρόνος ἐπεὶ ὅμοιόν τε γίνεται καὶ ταὐτὸ οἷον εἴ
τις ἐρωτηθεὶς τί ἐστι χρόνος, λέγοι κινήσεως
ἀριθμὸς δὲ κινήσεως ἢ μέτρον — βέλτιον γὰρ οὕτω συνεχοῦς οὔσης — πῶς,
σκεπτέον. πρῶτον μὲν οὖν καὶ ἐνταῦθα τὸ πάσης ὁμοίως ἀπορητέον, τοῦ τῇ κινήσει παρομαρτοῦντος ἐκεῖνος ὁ χρόνος, ἀλλ’
οὐ τὸ μέγεθος τὸ συνθέον τῇ κινήσει. οὗτος δὲ τίς ἂν εἴη ἢ ὁ
μοναδικός;
τὸ δὲ παρακολούθημα λέγειν τῆς κινήσεως, τί ποτε τοῦτό ἐστιν, οὐκ
ἔστι διδάσκοντος οὐδὲ ἔχοντος εἰρηκέναι, πρὶν εἰπεῖν τί
ἐστι τὸ παρακολουθοῦν: ἐκεῖνο γὰρ ἂν ἴσως εἴη ὁ χρόνος. ἐπισκεπτέον
δὲ τὸ παρακολούθημα τοῦτο εἴτε ὕστερον εἴτε ἅμα εἴτε πρότερον, εἴπερ
τι ἔστι τοιοῦτον παρακολούθημα: ὅπως γὰρ ἂν λέγηται, ἐν χρόνῳ
λέγεται. εἰ δὲ τοῦτο, ἔσται ὁ χρόνος τε νῦν περὶ μέτρου κινήσεως εἴρηται — χωρὶς γὰρ
τῆς ἀνωμαλίας πάντα τὰ ἄλλα καὶ πρὸς αὐτοὺς ἁρμόσει — εἴη ἂν
ἀκόλουθον εἰπεῖν, τί ποτε δεῖ νομίζειν τὸν χρόνον εἶναι.
δεῖ δὴ ἀναγαγεῖν ἡμᾶς αὐτοὺς πάλιν εἰς ἐκείνην τὴν διάθεσιν, ἣν ἐπὶ
τοῦ αἰῶνος ἐλέγομεν εἶναι, τὴν ἀτρεμῆ ἐκείνην καὶ ὁμοῦ πᾶσαν καὶ
ἄπειρον ἤδη ζωὴν καὶ ἀκλινῆ πάντη καὶ ἐν ἑνὶ καὶ πρὸς ἓν ἑστῶσαν:
χρόνος δὲ οὔπω ἦν, ἢ ἐκείνοις οὐδ’
εἴπερ ἦσαν καὶ αἱ Μοῦσαι τότε: αὐτὸν δ’ ἄν τις τάχα τὸν γενόμενον
χρόνον, ὅπως ἐστὶν ἐκφανεὶς καὶ γενόμενος. λέγοι δ’ ἂν περὶ αὑτοῦ
ὧδέ πως: ὡς πρότερον πρὶν τὸ πρότερον δὴ τοῦτο γεννῆσαι καὶ τοῦ
ὑστέρου δεηθῆναι σὺν αὐτῷ ἐν τῷ ὄντι ἀνεπαύετο χρόνος οὐκ ὤν, ἀλλ’
ἐν ἐκείνῳ καὶ αὐτὸς ἡσυχίαν ἦγε. φύσεως δὲ πολυπράγμονος καὶ ἄρχειν
αὑτῆς βουλομένης καὶ εἶναι αὑτῆς καὶ τὸ πλέον τοῦ παρόντος ζητεῖν
ἑλομένης ἐκινήθη μὲν αὐτή, ἐκινήθη δὲ καὶ αὐτός, καὶ εἰς τὸ ἔπειτα
ἀεὶ καὶ τὸ ὕστερον καὶ οὐ ταὐτόν, ἀλλ’ ἕτερον, εἶθ̓ ἕτερον,
κινούμενοι μῆκός τι τῆς πορείας ποιησάμενοι αἰῶνος εἰκόνα τὸν χρόνον
εἰργάσμεθα. ἐπεὶ γὰρ ψυχῆς ἦν τις δύναμις οὐχ ἥσυχος, τὸ δ’ ἐκεῖ
ὁρώμενον ἀεὶ μεταφέρειν εἰς ἄλλο βουλομένη, τὸ μὲν ἀθρόον αὐτῇ πᾶν
παρεῖναι οὐκ ἤθελεν: ὥσπερ δ’ ἐκ σπέρματος ἡσύχου ἐξελίττων αὑτὸν ὁ
λόγος διέξοδον εἰς πολύ, ὡς οἴεται, ποιεῖ ἀφανίζων τὸ πολὺ τῷ
μερισμῷ καὶ ἀνθ̓ ἑνὸς ἐν αὑτῷ οὐκ ἐν αὑτῷ τὸ ἓν δαπανῶν εἰς μῆκος
ἀσθενέστερον πρόεισιν, οὕτω δὴ καὶ αὐτὴ κόσμον ποιοῦσα αἰσθητὸν
μιμήσει ἐκείνου κινούμενον κίνησιν οὐ τὴν ἐκεῖ, ὁμοίαν δὲ τῇ ἐκεῖ
καὶ ἐθέλουσαν εἰκόνα ἐκείνης εἶναι, πρῶτον μὲν ἑαυτὴν ἐχρόνωσεν ἀντὶ
τοῦ αἰῶνος τοῦτον ποιήσασα ἔπειτα δὲ καὶ τῷ γενομένῳ ἔδωκε δουλεύειν
χρόνῳ ἐν χρόνῳ αὐτὸν πάντα ποιήσασα εἶναι τὰς τούτου διεξόδους
ἁπάσας ἐν αὐτῷ περιλαβοῦσα: ἐν ἐκείνῃ
νοῆσαι δὲ δεῖ καὶ ἐντεῦθεν, ὡς ἡ φύσις αὕτη, τὸ τοιούτου μῆκος βίου
ἐν μεταβολαῖς προιὸν ὁμαλαῖς τε καὶ ὁμοίαις ἀψοφητὶ προιούσαις,
συνεχὲς τὸ τῆς ἐνεργείας ἔχει. εἰ δὴ πάλιν τῷ λόγῳ ἀναστρέψαι
ποιήσαιμεν τὴν δύναμιν ταύτην καὶ παύσαιμεν τοῦδε τοῦ βίου, ὃν νῦν
ἔχει ἄπαυστον ὄντα καὶ οὔποτε λήξοντα, ὅτι ψυχῆς τινος ἀεὶ οὔσης
ἐστὶν ἐνέργεια, οὐ πρὸς αὑτὴν οὐδ’ ἐν αὑτῇ, ἀλλ’ ἐν ποιήσει καὶ
γενέσει — εἰ οὖν ὑποθοίμεθα μηκέτι ἐνεργοῦσαν, ἀλλὰ παυσαμένην
ταύτην τὴν ἐνέργειαν καὶ ἐπιστραφὲν καὶ τοῦτο τὸ μέρος τῆς ψυχῆς
πρὸς τὸ ἐκεῖ καὶ τὸν αἰῶνα καὶ ἐν ἡσυχίᾳ μένον, τί ἂν ἔτι μετὰ αἰῶνα
εἴη; τί δ’ ἂν ἄλλο καὶ ἄλλο πάντων ἐν ἑνὶ μεινάντων; τί δ’ ἂν ἔτι
πρότερον; τί δ’ ἂν ὕστερον ἢ μᾶλλον; ποῦ δ’ ἂν ἔτι ψυχὴ
χρόνον οὖν ἡ περιφορὰ δηλοῖ, ἐν ᾧ αὐτή. δεῖ δὲ αὐτὸν τὸν χρόνον
μηκέτι τὸ ἐν ᾧ ἔχειν, ἀλλὰ πρῶτον αὐτὸν εἶναι ὅς ἐστιν, ἐν ᾧ τὰ ἄλλα
κινεῖται καὶ ἕστηκεν ὁμαλῶς καὶ τεταγμένως, καὶ παρὰ μέν τινος
τεταγμένου ἐμφαίνεσθαι καὶ προφαίνεσθαι εἰς ἔννοιαν, οὐ μέντοι
γίνεσθαι, εἴτε ἑστῶτος εἴτε κινουμένου, μᾶλλον μέντοι κινουμένου:
μᾶλλον γὰρ κινεῖ εἰς γνώρισιν καὶ μετάβασιν ἐπὶ τὸν χρόνον ἡ κίνησις
ἤπερ ἡ στάσις καὶ γνωριμώτερον τὸ ὁπόσον κεκίνηταί τι ἢ ὅσον ἕστηκε.
διὸ καὶ κινήσεως ἠνέχθησαν εἰς τὸ εἰπεῖν μέτρον ἀντὶ τοῦ εἰπεῖν
κινήσει μετρούμενον, εἶτα προσθεῖναι τί ὢν κινήσει μετρεῖται καὶ μὴ
κατὰ συμβεβηκὸς γινόμενόν τι περὶ αὐτοῦ εἰπεῖν καὶ ταῦτα
ἐνηλλαγμένως. ἀλλ’ ἴσως ἐκεῖνοι οὐκ ἐνηλλαγμένως, ἡμεῖς δὲ οὐ
συνίεμεν, ἀλλὰ σαφῶς λεγόντων μέτρον κατὰ τὸ μετρούμενον οὐκ
ἐτυγχάνομεν τῆς ἐκείνων γνώμης. αἴτιον δὲ τοῦ μὴ συνιέναι ἡμᾶς, ὅτι
τί ὢν εἴτε μετροῦν εἴτε μετρούμενον οὐκ ἐκδηλοῦσι διὰ τῶν
συγγραμμάτων ὡς εἰδόσι καὶ ἠκροαμένοις αὐτῶν γράφοντες. ὁ μέντοι
Πλάτων οὔτε μετροῦν εἴρηκεν οὔτε μετρούμενον ὑπό τινος τὴν οὐσίαν
αὐτοῦ εἶναι, ἀλλὰ εἰς δήλωσιν αὐτοῦ τὴν περιφορὰν ἐλάχιστόν τι
εἰληφέναι πρὸς ἐλάχιστον αὐτοῦ μέρος, ὡς ἐντεῦθεν γινώσκειν
δύνασθαι, οἷον καὶ ὅσον ὁ ὁ χρόνος; ἢ ἐν ψυχῇ τῇ
τοιαύτῃ πάσῃ καὶ ὁμοειδῶς ἐν πᾶσι καὶ αἱ πᾶσαι μία. διὸ οὐ
διασπασθήσεται ὁ χρόνος: ἐπεὶ οὐδ’ ὁ αἰὼν ὁ κατ’ ἄλλο ἐν τοῖς
ὁμοειδέσι πᾶσιν.
Παίζοντες δὴ τὴν πρώτην πρὶν ἐπιχειρεῖν πῶς ἃ ποιεῖ διὰ θεωρίαν ποιεῖ, ἣν οὐκ ἔχει.
ὅτι μὲν οὖν οὔτε χεῖρες ἐνταῦθα οὔτε πόδες οὔτε τι ὄργανον ἐπακτὸν ἢ
σύμφυτον, ὕλης δὲ δεῖ, ἐφ̓ ἧς ποιήσει, καὶ ἣν ἐν εἴδει ποιήσει,
παντί που δῆλον. δεῖ δὲ καὶ τὸ μοχλεύειν ἀφελεῖν ἐκ τῆς φυσικῆς
ποιήσεως. ποῖος γὰρ ὠθισμὸς ἢ τίς μοχλεία χρώματα ποικίλα καὶ
παντοδαπὰ καὶ σχήματα ποιεῖ; ἐπεὶ οὐδὲ οἱ κηροπλάσται, εἰς οὓς δὴ
καὶ βλέποντες ᾠήθησαν τὴν τῆς φύσεως δημιουργίαν τοιαύτην εἶναι,
χρώματα δύνανται ποιεῖν μὴ χρώματα ἀλλαχόθεν ἐπάγοντες οἷς ποιοῦσιν.
ἀλλὰ
πῶς οὖν ποιῶν καὶ οὕτως ποιῶν θεωρίας τινὸς ἂν ἐφάπτοιτο; ἤ, εἰ μένων
ποιεῖ καὶ ἐν αὑτῷ μένων ἐστὶ λόγος, εἴη ἂν αὐτὸς θεωρία. ἡ μὲν γὰρ
πρᾶξις γένοιτ̓ ἂν κατὰ λόγον ἑτέρα
καὶ εἴ τις δὲ αὐτὴν ἔροιτο τίνος ἕνεκα ποιεῖ, εἰ τοῦ ἐρωτῶντος ἐθέλοι
ἐπαίειν καὶ λέγειν, εἴποι ἄν: ἐχρῆν μὲν μὴ ἐρωτᾶν, ἀλλὰ συνιέναι
καὶ αὐτὸν σιωπῇ, ὥσπερ ἐγὼ σιωπῶ καὶ οὐκ εἴθισμαι λέγειν. τί οὖν
συνιέναι; ὅτι τὸ γενόμενόν ἐστι θέαμα ἐμὸν
τί οὖν ταῦτα βούλεται; ὡς ἡ λεγομένη φύσις ψυχὴ
οὖσα, γέννημα ψυχῆς προτέρας δυνατώτερον ζώσης, ἡσυχῇ ἐν ἑαυτῇ
θεωρίαν ἔχουσα οὐ πρὸς τὸ ἄνω οὐδ’ αὖ ἔτι πρὸς τὸ κάτω, στᾶσα δὲ ἐν
ᾧ ἔστιν, ἐν τῇ αὑτῆς στάσει καὶ οἷον συναισθήσει, τῇ συνέσει ταύτῃ
καὶ συναισθήσει τὸ μετ’ αὐτὴν εἶδεν ὡς οἷόν τε αὐτῇ καὶ οὐκέτι
ἐζήτησεν ἄλλα θεώρημα ἀποτελέσασα ἀγλαὸν καὶ χάριεν. καὶ εἴ τις
βούλεται σύνεσίν τινα ἢ αἴσθησιν αὐτῇ διδόναι, οὐχ οἵαν λέγομεν ἐπὶ
τῶν ἄλλων τὴν αἴσθησιν ἢ τὴν σύνεσιν, ἀλλ’ οἷον εἴ τις τὴν τοῦ ὕπνου
ἐμοῦ
σιωπησάσης καὶ φύσει γενόμενον θεώρημα, καί μοι γενομένῃ ἐκ
θεωρίας τῆς ὡδὶ τὴν φύσιν ἔχειν φιλοθεάμονα ὑπάρχει καὶ τὸ
θεωροῦν μου θεώρημα ποιεῖ, ὥσπερ οἱ γεωμέτραι θεωροῦντες
γράφουσιν: ἀλλ’ ἐμοῦ μὴ γραφούσης, τῇ τοῦ ἐγρηγορότος προσεικάσειε. θεωροῦσα γὰρ θεώρημα
αὑτῆς ἀναπαύεται γενόμενον αὐτῇ ἐκ τοῦ ἐν αὑτῇ καὶ σὺν αὑτῇ μένειν
καὶ
ἀλλὰ περὶ μὲν φύσεως εἰπόντες ὃν τρόπον θεωρία ἡ γέννησις, ἐπὶ τὴν
ψυχὴν τὴν πρὸ ταύτης ἐλθόντες λέγωμεν, ὡς ἡ ταύτης θεωρία καὶ τὸ
φιλομαθὲς καὶ τὸ ζητητικὸν καὶ ἡ ἐξ ὧν ἐγνώκει ὠδὶς καὶ τὸ πλῆρες
πεποίηκεν αὐτὴν θεώρημα πᾶν γενομένην ἄλλο θεώρημα ποιῆσαι: οἷον ἡ
τέχνη ποιεῖ, ὅταν ἑκάστη πλήρης ᾖ, ἄλλην οἵαν μικρὰν τέχνην ἐν
παιδίῳ ἴνδαλμα ἔχοντι ἁπάντων: ἄλλως μέντοι ταῦτα ὥσπερ ἀμυδρὰ καὶ
οὐ δυνάμενα βοηθεῖν ἑαυτοῖς θεάματα καὶ θεωρήματα. τὸ πρῶτον οὖν
αὐτῆς ἄνω πρὸς τοῦ ἄνω ἀεὶ πληρούμενον καὶ ἐλλαμπόμενον μένει ἐκεῖ,
τὸ δὲ τῇ τοῦ μεταλαβόντος πρώτῃ μεταλήψει μεταλαμβάνον πρόεισιν ἀεὶ
ζωὴ ἐκ ζωῆς: ζωῆς ἐνέργεια γὰρ πανταχοῦ φθάνει καὶ οὐκ
ἔστιν ὅτου ἀποστατεῖ. προιοῦσα μέντοι ἐᾷ τὸ ἑαυτῆς πρόσθεν μέρος οὗ
καταλέλοιπε μένειν: ἀπολιποῦσα γὰρ τὸ πρόσθεν οὐκέτι ἔσται πανταχοῦ,
ἀλλ’ ἐν ᾧ τελευτᾷ μόνον. οὐκ ἴσον δὲ τὸ προιὸν τῷ μείναντι. εἰ οὖν
πανταχοῦ δεῖ γίνεσθαι καὶ μὴ εἶναι ὅπου μὴ τὴν ἐνέργειαν τὴν αὐτῆς
ἡ ἄρα πρᾶξις ἕνεκα θεωρίας καὶ θεωρήματος: ὥστε καὶ τοῖς πράττουσιν ἡ
θεωρία τέλος, καὶ οἷον ἐξ εὐθείας ὃ μὴ ἠδυνήθησαν λαβεῖν τοῦτο
περιπλανώμενοι ἑλεῖν ζητοῦσι. καὶ γὰρ αὖ ὅταν τύχωσιν οὗ βούλονται,
ὃ γενέσθαι ἠθέλησαν, οὐχ ἵνα μὴ γνῶσιν, ἀλλ’ ἵνα γνῶσι καὶ παρὸν
ἴδωσιν ἐν ψυχῇ, δῆλον ὅτι κείμενον θεατόν. ἐπεὶ καὶ ἀγαθοῦ χάριν
πράττουσι: τοῦτο δὲ οὐχ ἵνα ἔξω αὐτῶν, οὐδ’ ἵνα μὴ ἔχωσιν, ἀλλ’ ἵνα
ἔχωσι τὸ ἐκ τῆς πράξεως ἀγαθόν. τοῦτο δὲ ποῦ; ἐν ψυχῇ.
ὅτι μὲν οὖν πάντα τά τε ὡς ἀληθῶς ὄντα ἐκ θεωρίας καὶ θεωρία, καὶ τὰ
ἐξ ἐκείνων γενόμενα θεωρούντων ἐκείνων καὶ αὐτὰ θεωρήματα, τὰ μὲν
αἰσθήσει τὰ δὲ γνώσει ἢ δόξῃ, καὶ αἱ πράξεις τὸ τέλος ἔχουσιν εἰς
γνῶσιν καὶ ἡ ἔφεσις γνώσεως καὶ αἱ γεννήσεις ἀπὸ θεωρίας εἰς
ἀποτελεύτησιν εἴδους καὶ θεωρήματος ἄλλου, καὶ ὅλως μιμήματα ὄντα
ἕκαστα τῶν ποιούντων θεωρήματα ποιεῖ καὶ εἴδη, καὶ αἱ γινόμεναι
ὑποστάσεις μιμήσεις ὄντων οὖσαι τὰ ποιοῦντα δεικνῦσι
τέλος ποιούμενα οὐ τὰς ποιήσεις οὐδὲ τὰς πράξεις, ἀλλὰ τὸ ἀποτέλεσμα
ἵνα θεωρηθῇ, καὶ τοῦτο καὶ αἱ διανοήσεις ἰδεῖν θέλουσι καὶ ἔτι
πρότερον αἱ αἰσθήσεις, αἷς τέλος ἡ γνῶσις, καὶ ἔτι πρὸ τούτων ἡ
φύσις τὸ θεώρημα τὸ ἐν αὐτῇ καὶ τὸν λόγον ποιεῖ ἄλλον λόγον
ἀποτελοῦσα, ὧν τὰ μὲν ἦν αὐτόθεν λαβεῖν, τὰ δ’ ὑπέμνησεν
ὁ λόγος, δῆλόν που. ἐπεὶ κἀκεῖνο δῆλον, ὡς ἀναγκαῖον ἦν τῶν πρώτων
ἐν θεωρίᾳ ὄντων καὶ τὰ ἄλλα πάντα ἐφίεσθαι τούτου, εἴπερ τέλος
ἅπασιν ἡ ἀρχή. ἐπεὶ καί, ὅταν τὰ ζῷα γεννᾷ, οἱ λόγοι ἔνδον ὄντες
κινοῦσι, καὶ ἔστιν ἐνέργεια θεωρίας τοῦτο καὶ ὠδὶς τοῦ πολλὰ ποιεῖν
εἴδη καὶ πολλὰ θεωρήματα καὶ λόγων πληρῶσαι πάντα καὶ οἷον ἀεὶ
θεωρεῖν: τὸ γὰρ ποιεῖν εἶναί τι εἶδός ἐστι ποιεῖν, τοῦτο δέ ἐστι
πάντα πληρῶσαι θεωρίας. καὶ αἱ ἁμαρτίαι δέ, αἵ τε ἐν τοῖς γινομένοις
αἵ τε ἐν τοῖς πραττομένοις, θεωρούντων εἰσὶν ἐκ τοῦ θεωρητοῦ
παραφορά: καὶ ὅ γε κακὸς τεχνίτης
ταῦτα μὲν οὖν οὕτως. τῆς δὲ θεωρίας ἀναβαινούσης ἐκ τῆς
φύσεως ἐπὶ ψυχὴν καὶ ἀπὸ ταύτης εἰς νοῦν καὶ ἀεὶ οἰκειοτέρων τῶν
θεωριῶν γιγνομένων καὶ ἑνουμένων τοῖς θεωροῦσι καὶ ἐπὶ τῆς σπουδαίας
ψυχῆς πρὸς τὸ αὐτὸ τῷ ὑποκειμένῳ ἰόντων τῶν ἐγνωσμένων ἅτε εἰς νοῦν
σπευδόντων, ἐπὶ τούτου δηλονότι ἤδη ἓν ἄμφω οὐκ οἰκειώσει, ὥσπερ ἐπὶ
τῆς ψυχῆς τῆς ἀρίστης, ἀλλ’ οὐσίᾳ καὶ τῷ ταὐτὸν τὸ εἶναι καὶ τὸ
νοεῖν εἶναι. οὐ γὰρ ἔτι ἄλλο, τὸ δ’ ἄλλο: πάλιν γὰρ αὖ ἄλλο ἔσται, ὃ
οὐκέτι ἄλλο καὶ ἄλλο. δεῖ οὖν τοῦτο εἶναι ἓν ὄντως ἄμφω: τοῦτο δέ
ἐστι θεωρία ζῶσα, οὐ θεώρημα, οἷον τὸ ἐν ἄλλῳ. τὸ γὰρ ἐν ἄλλῳ ζῶν τι
ἐκεῖνο, οὐκ αὐτοζῶν. εἰ οὖν ζήσεταί τι θεώρημα καὶ νόημα, δεῖ αὐτὸ
ζωὴν εἶναι οὐ φυτικὴν οὐδὲ αἰσθητικὴν οὐδὲ ψυχικὴν τὴν ἄλλην.
νοήσεις μὲν γάρ πως καὶ ἄλλαι: ἀλλ’ ἡ μὲν φυτικὴ νόησις, ἡ δὲ
αἰσθητική, ἡ δὲ ψυχική. πῶς οὖν νοήσεις; ὅτι λόγοι. καὶ πᾶσα ζωὴ
νόησίς τις, ἀλλὰ ἄλλη ἄλλης ἀμυδροτέρα, ὥσπερ καὶ ζωή. ἡ δὲ
ἐναργεστέρα αὕτη καὶ πρώτη ζωὴ καὶ πρῶτος νοῦς εἷς. νόησις οὖν ἡ
πρώτη πρώτη ζωὴ καὶ ζωὴ δευτέρα νόησις δευτέρα καὶ ἡ
ἐσχάτη ζωὴ ἐσχάτη νόησις. πᾶσα οὖν ζωὴ ἡ τοῦ γένους τούτου καὶ
νόησις. ἀλλὰ ζωῆς μὲν ἴσως διαφορὰς ταχα ἂν λέγοιεν ἄνθρωποι,
νοήσεων δὲ οὐ λέγουσιν, ἀλλὰ τὰς μέν, τὰς δ’ ὅλως οὐ νοήσεις, ὅτι
ὅλως τὴν ζωὴν ὅ τι ποτέ ἐστιν οὐ ζητοῦσιν. ἀλλ’ ἐκεῖνό γε
ἐπισημαντέον, ὅτι πάλιν αὖ ὁ λόγος πάρεργον ἐνδείκνυται θεωρίας τὰ
πάντα ὄντα. εἰ τοίνυν ἡ ζωὴ ἡ ἀληθεστάτη νοήσει ζὡ??ʼ
οὗτος μὲν οὖν τοιοῦτος: διὸ οὐ πρώτως, ἀλλὰ δεῖ εἶναι τὸ ἐπέκεινα
αὐτοῦ, οὗπερ χάριν καὶ οἱ πρόσθεν λόγοι, πρῶτον μέν, ὅτι πλῆθος ἑνὸς
ὕστερον: καὶ ἀριθμὸς δὲ οὗτος, ἀριθμοῦ δὲ ἀρχὴ καὶ τοῦ τοιούτου τὸ
ὄντως ἕν: καὶ οὗτος νοῦς καὶ νοητὸν ἅμα, ὥσνε δύο ἅμα. εἰ δὲ δύο,
δεῖ τὸ πρὸ τοῦ δύο λαβεῖν. τί οὖν; νοῦς μόνον; ἀλλὰ παντὶ
τί δὴ ὄν; δύναμις τῶν πάντων: ἧς μὴ οὔσης οὐδ’ ἂν τὰ πάντα, οὐδ’ ἂν
νοῦς ζωὴ ἡ πρώτη καὶ πᾶσα. τὸ δὲ ὑπὲρ τὴν ζωὴν αἴτιον ζωῆς: οὐ γὰρ ἡ
τῆς ζωῆς ἐνέργεια τὰ πάντα οὖσα πρώτη, ἀλλ’ ὥσπερ προχυθεῖσα αὐτὴ
οἷον ἐκ πηγῆς. νόησον γὰρ πηγὴν ἀρχὴν ἄλλην οὐκ ἔχουσαν, δοῦσαν δὲ
ποταμοῖς πᾶσιν αὑτήν, οὐκ ἀναλωθεῖσαν τοῖς ποταμοῖς, ἀλλὰ μένουσαν
αὐτὴν ἡσύχως, τοὺς δὲ ἐξ αὐτῆς προεληλυθότας πρὶν ἄλλον ἄλλῃ ῥεῖν
ὁμοῦ συνιόντας ἔτι, ἤδη δὲ οἷον ἑκάστους εἰδότας οἷ ἄν τις ἐπὶ τὸ ἁπλῶς ἓν
ἔλθῃ: τοῦτο δὲ οὐκέτι ἐπ’ ἄλλο. ἀλλ’ εἰ μὲν τὸ τοῦ φυτοῦ ἕν — τοῦτο
δὲ ἡ ἀρχὴ ἡ μένουσα — καὶ τὸ ζῴου ἓν καὶ τὸ ψυχῆς ἓν καὶ τὸ παντὸς
ἓν λαμβάνοι, λαμβάνει ἑκασταχοῦ τὸ δυνατώτατον καὶ τὸ τίμιον: εἰ δὲ
τὸ τῶν κατὰ ἀλήθειαν ὄντων ἕν, τὴν ἀρχὴν καὶ πηγὴν καὶ δύναμιν,
λαμβάνοι, ἀπιστήσωμεν καὶ τὸ μηδὲν ὑπονοήσωμεν; ἢ ἔστι μὲν μηδὲν
τούτων ὧν ἐστιν ἀρχή, τοιοῦτο μέντοι, οἷον μηδενὸς αὐτοῦ
κατηγορεῖσθαι δυναμένου, μὴ ὄντος, μὴ οὐσίας, μὴ ζωῆς, τὸ ὑπὲρ πάντα
ταῦτα εἶναι. εἰ δὲ ἀφελὼν τὸ εἶναι λαμβάνοις, θαῦμα ἕξεις. καὶ βαλὼν
πρὸς αὐτὸ καὶ τυχὼν ἐν τοῖς αὐτοῦ ἀναπαυσάμενος συννόει μᾶλλον τῇ
προσβολῇ συνείς, συνορῶν δὲ τὸ μέγα αὐτοῦ τοῖς μετ’ αὐτὸ δἰ αὐτὸ
οὖσιν.
ἔτι δὲ καὶ ὧδε: ἐπεὶ γὰρ ὁ νοῦς ἐστιν ὄψις τις καὶ ὄψις ὁρῶσα,
δύναμις ἔσται εἰς ἐνέργειαν ἡ ἐν νοητοῖς. ἐπεὶ καὶ ἡ ὅρασις ἡ κατ’ ἐνέργειαν
διττὸν ἔχει: πρὶν γοῦν ἰδεῖν ἓν ἦν. τὸ οὖν ἓν δύο γέγονε καὶ τὰ δύο
ἕν. τῇ μὲν οὖν ὁράσει ἡ πλήρωσις παρὰ τοῦ αἰσθητοῦ καὶ ἡ οἷον
τελείωσις, τῇ δὲ τοῦ νοῦ ὄψει τὸ ἀγαθὸν τὸ πληροῦν. εἰ γὰρ αὐτὸς τὸ
ἀγαθόν, τί ἔδει ὁρᾶν ἢ ἐνεργεῖν ὅλως; τὰ μὲν γὰρ ἄλλα περὶ τὸ ἀγαθὸν
καὶ διὰ τὸ ἀγαθὸν ἔχει τὴν ἐνέργειαν, τὸ δὲ ἀγαθὸν οὐδενὸς δεῖται:
διὸ οὐδὲν ἔσται αὐτῷ ἢ αὐτό. φθεγξάμενος οὖν τὸ ἀγαθὸν μηδὲν ἔτι
προσνόει: ἐὰν γάρ τι προσθῇς, ὅσῳ προσέθηκας ὁτιοῦν, ἐνδεὲς
ποιήσεις. διὸ οὐδὲ τὸ νοεῖν, ἵνα καὶ μὴ ἄλλο, καὶ ποιήσῃς δύο, νοῦν
καὶ ἀγαθόν. ὁ μὲν γὰρ νοῦς τοῦ ἀγαθοῦ, τὸ δ’ ἀγαθὸν οὐ δεῖται
ἐκείνου: ὅθεν καὶ τυγχάνων τοῦ ἀγαθοῦ ἀγαθοειδὲς γίνεται καὶ
τελειοῦται παρὰ τοῦ ἀγαθοῦ, τοῦ μὲν εἴδους τοῦ ἐπ’ αὐτῷ παρὰ τοῦ
ἀγαθοῦ ἥκοντος ἀγαθοειδῆ ποιοῦντος. οἷον δὲ ἐνορᾶται ἐπ’ αὐτῷ ἴχνος
τοῦ ἀγαθοῦ, τοιοῦτον τὸ ἀρχέτυπον ἐννοεῖν προσήκει τὸ ἀληθινὸν
ἐκείνου ἐνθυμηθέντα ἐκ τοῦ ἐπὶ τῷ νῷ ἐπιθέοντος ἴχνους. τὸ μὲν οὖν
ἐπ’ αὐτῷ ἴχνος αὑτοῦ τῷ νῷ ἐνορῶντι ἔδωκεν ἔχειν: ὥστε ἐν μὲν τῷ νῷ
ἡ ἔφεσις καὶ ἐφιέμενος ἀεὶ καὶ ἀεὶ τυγχάνων, ἐκεῖ δὲ οὔτε ἐφιέμενος:
τίνος γάρ; οὔτε τυγχάνων: οὐδὲ γὰρ ἐφίετο. οὐ τοίνυν οὐδὲ νοῦς:
ἔφεσις γὰρ καὶ ἐν τούτῳ καὶ σύννευσις πρὸς τὸ εἶδος αὐτοῦ. τοῦ δὴ
νοῦ καλοῦ ὄντος καὶ πάντων καλλίστου, ἐν φωτὶ καθαρῷ καὶ αὐγῇ καθαρᾷ
κειμένου καὶ τὴν τῶν ὄντων περιλαβόντος φύσιν, οὗ καὶ ὁ καλὸς οὗτος
κόσμος σκιὰ καὶ εἰκών, καὶ ἐν πάσῃ ἀγλαίᾳ κειμένου, ὅτι μηδὲν
ἀνόητον μηδὲ
ʽΝοῦσ̓, φησιν, ʽὁρᾷ ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον: εἶτα διενοήθη
δεῖνʼ,ʼ φησίν, ʽὁ δημιουργὸς ἃ ὁ νοῦς ὁρᾷ ἐν τῷ ὅ
ἐστι ζῷον καὶ τόδε τὸ πᾶν ἔχειν.ʼ οὐκοῦν φησιν ἤδη εἶναι τὰ εἴδη πρὸ
τοῦ νοῦ, ὄντα δὲ αὐτὰ νοεῖν τὸν νοῦν; πρῶτον οὖν ἐκεῖνο, λέγω δὲ τὸ
ζῷον, ζητητέον εἰ μὴ νοῦς, ἀλλ’ ἕτερον νοῦ: τὸ γὰρ θεωροῦν νοῦς: τὸ
τοίνυν ζῷον αὐτὸ οὐ νοῦς, ἀλλὰ νοητὸν αὐτὸ φήσομεν καὶ τὸν νοῦν ἔξω
φήσομεν αὑτοῦ ἃ ὁρᾷ ἔχειν εἴδωλα ἄρα καὶ οὐ τἀληθῆ ἔχει, εἰ ἐκεῖ
τἀληθῆ ἐκεῖ γὰρ καὶ τὴν ἀλήθειάν φησιν εἶναι ἐν τῷ ὄντι,
οἷον γὰρ μιᾶς ἐπιστήμης τῆς ὅλης ὁ μερισμὸς εἰς τὰ θεωρήματα τὰ
καθέκαστα οὐ σκεδασθείσης οὐδὲ κατακερματισθείσης, ἔχει δὲ ἕκαστον
δυνάμει τὸ ὅλον, οὗ τὸ αὐτὸ ἀρχὴ καὶ τέλος, καὶ οὕτω χρὴ
παρασκευάζειν αὑτόν, ὡς τὰς ἀρχὰς τὰς ἐν αὐτῷ καὶ τέλη εἶναι καὶ ὅλα
καὶ πάντα εἰς τὸ τῆς φύσεως ἄριστον, ὃ γενόμενός ἐστιν ἐκεῖ: τούτῳ
γὰρ τῷ ἀρίστῳ αὑτοῦ, ὅταν ἔχῃ, ἅψεται ἐκείνου. ἡ πᾶσα ψυχὴ οὐδαμοῦ
ἐγένετο οὐδὲ ἦλθεν: οὐδὲ γὰρ ἦν ὅπου: ἀλλὰ τὸ σῶμα γειτονῆσαν
μετέλαβεν αὐτῆς: διὸ οὐκ ἐν τῷ σώματι οὐδ’ ὁ Πλάτων φησί που, ἀλλὰ
τὸ σῶμα εἰς αὐτήν. αἱ δ’ ἄλλαι ἔχουσιν ὅθεν: ἀπὸ γὰρ ψυχῆς: καὶ εἰς
ὃ καὶ κατελθεῖν καὶ μετελθεῖν: ὅθεν καὶ ἀνελθεῖν. ἡ δ’ ἀεὶ ἄνω ἐν ᾧ
πέφυκεν εἶναι ψυχή: τὸ δὲ ἐφεξῆς τὸ πᾶν, οἷον τὸ πλησίον ἢ τὸ ὑφ̓
ἡλίῳ. φωτίζεται μὲν οὖν ἡ μερικὴ πρὸς τὸ πρὸ αὐτῆς φερομένη: ὄντι
γὰρ ἐντυγχάνει: εἰς δὲ τὸ μετ’ αὐτὴν εἰς τὸ μὴ ὄν. τοῦτο δὲ ποιεῖ,
ὅταν πρὸς αὑτήν: πρὸς αὑτὴν γὰρ βουλομένη εἶναι τὸ μετ’
αὐτὴν ποιεῖ εἴδωλον αὐτῆς, τὸ μὴ ὄν, οἷον κενεμβατοῦσα καὶ
ἀοριστοτέρα γινομένη: καὶ τοῦτο τὸ εἴδωλον τὸ ἀόριστον πάντη
σκοτεινόν: ἄλογον γὰρ καὶ ἀνόητον πάντη καὶ πολὺ τοῦ ὄντος
ἀποστατοῦν. εἰς δὲ τὸ μεταξύ ἐστιν ἐν τῷ οἰκείῳ, πάλιν δὲ ἰδοῦσα
οἷον δευτέρᾳ προσβολῇ τὸ εἴδωλον ἐμόρφωσε καὶ ἡσθεῖσα ἔρχεται εἰς
αὐτό.
πῶς οὖν ἐξ ἑνὸς πλῆθος; ὅτι πανταχοῦ: οὐ γάρ ἐστιν ὅπου οὔ. πάντα οὖν
πληροῖ. πολλὰ οὖν, μᾶλλον δὲ πάντα ἤδη: αὐτὸ μὲν γὰρ εἰ μόνον
πανταχοῦ,
ἐν τῷ κόσμῳ τῷ νοητῷ ἡ ἀληθινὴ οὐσία:
Τὴν τῆς ψυχῆς οὐσίαν τίς ποτ̓ ἐστὶ ζητοῦντες σῶμα οὐδὲν αὐτὴν
δείξαντες εἶναι, οὐδὲ ἐν ἀσωμάτοις αὖ ἁρμονίαν, τό τε τῆς
ἐντελεχείας οὔτε ἀληθὲς οὕτως, ὡς λέγεται, οὔτε δηλωτικὸν ὂν τοῦ τί
ἐστιν ἀφέντες, καὶ μὴν τῆς νοητῆς φύσεως εἰπόντες καὶ τῆς θείας
μοίρας εἶναι τάχα μὲν ἄν τι σαφὲς εἰρηκότες εἴημεν περὶ τῆς οὐσίας
αὐτῆς. ὅμως γε μὴν προσωτέρω χωρεῖν βέλτιον. τότε μὲν οὖν διῃροῦμεν
αἰσθητῇ καὶ νοητῇ φύσει διαστελλόμενοι, ἐν τῷ νοητῷ τὴν ψυχὴν
τιθέμενοι. νῦν δὲ κείσθω μὲν ἐν τῷ νοητῷ: κατ’ ἄλλην δὲ ὁδὸν τὸ
προσεχὲς τῆς φύσεως αὐτῆς μεταδιώκωμεν. λέγομεν δὴ τὰ μὲν πρώτως
εἶναι μεριστὰ καὶ τῇ αὐτῶν φύσει σκεδαστά: ταῦτα δὲ εἶναι, ὧν οὐδὲν
μέρος ταὐτόν ἐστιν οὔτε ἄλλῳ μέρει οὔτε τῷ ὅλῳ, τό τε μέρος αὐτῶν
ἔλαττον εἶναι δεῖ τοῦ παντὸς
ὅτι δὲ τοιαύτην ἔδει τὴν ψυχῆς φύσιν εἶναι καὶ παρὰ ταύτην οὐχ οἷόν
τε εἶναι ψυχὴν οὔτε αἰσθήσεται: μάταιον γάρ: ἢ πολλαὶ αἰσθήσεις καὶ
ἄπειροι ἔσονται καὶ οὐχ ὅμοιαι πᾶσαι. ἀλλ’ ἡ μέν, ὅτι πρώτως ἔπαθον
ἐγώ, ἡ δ’ ὅτι τὸ ἄλλης πάθημα καὶ πολλαχοῦ εἶναι. εἰ γὰρ τοῦτο μὴ παραδεχοίμεθα, ἡ
τὰ πάντα συνέχουσα καὶ διοικοῦσα φύσις οὐκ ἔσται, ἥτις ὁμοῦ τε πάντα
περιλαβοῦσα ἔχει καὶ μετὰ φρονήσεως ἄγει, πλῆθος μὲν οὖσα, ἐπείπερ
πολλὰ τὰ ὄντα, μία δέ, ἵνα ᾖ ἓν τὸ συνέχον, τῷ μὲν πολλῷ αὐτῆς ἑνὶ
ζωὴν χορηγοῦσα τοῖς μέρεσι πᾶσι, τῷ δὲ ἀμερίστῳ ἑνὶ φρονίμως ἄγουσα.
ἐν οἷς δὲ μὴ φρόνησις, τὸ ἓν τὸ ἡγούμενον μιμεῖται τοῦτο. τοῦτο ἄρα
ἐστὶ τὸ θείως ᾐνιγμένον τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ
ἐχούσης
ἔστιν
οὖν ψυχὴ ἓν καὶ πολλὰ οὕτως: τὰ δὲ ἐν τοῖς σώμασιν εἴδη πολλὰ καὶ
ἕν: τὰ δὲ σώματα πολλὰ μόνον: τὸ δὲ ὑπέρτατον ἓν μόνον. οὐσίας καὶ τῆς περὶ τὰ σώματα γιγνομένης
μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος.
Περὶ ψυχῆς, ὅσα ἀπορήσαντας δεῖ εἰς εὐπορίαν
πρὸς δὴ ταῦτα πρῶτον ἐκεῖνο λεκτέον, ὡς ὁμοειδῆ τιθέμενοι τῷ τῶν
αὐτῶν συγχωρεῖν ἐφάπτεσθαι, τὸ αὐτὸ γένος κοινὸν διδόντες ἔξω
ποιοῦσι τοῦ μέρος εἶναι: ἀλλὰ μᾶλλον ἂν τὴν αὐτὴν καὶ μίαν καὶ
ἑκάστην πᾶσαν δικαιότερον ἂν εἴποιεν. μίαν δὲ ποιοῦντες εἰς ἄλλο
ἀναρτῶσιν, ὃ μηκέτι τοῦδε ἢ τοῦδε ἀλλὰ οὐδενὸς ὂν αὐτὸ ἢ κόσμου ἤ
τινος ἄλλου αὐτὸ ποιεῖ, ὃ καὶ κόσμου καὶ ὁτουοῦν ἐμψύχου. καὶ γὰρ
ὀρθῶς ἔχει μὴ πᾶσαν τὴν ψυχήν τινος εἶναι οὐσίαν γε οὖσαν, ἀλλ’
εἶναι, ἣ μή τινός ἐστιν ὅλως, τὰς δὲ ὅσαι τινὸς γίνεσθαί ποτε κατὰ
συμβεβηκός. ἴσως δὲ δεῖ λαβεῖν τὸ μέρος ἐν τοῖς τοιούτοις πῶς
λέγεται σαφέστερον. τὸ μὲν δὴ ὡς σωμάτων μέρος, εἴτε ὁμοειδὲς τὸ
σῶμα, εἴτε ἀνομοειδές, ἐατέον ἐκεῖνο μόνον ἐπισημηναμένους, ὡς ἐπὶ
τῶν ὁμοιομερῶν ὅταν λέγηται μέρος, κατὰ τὸν ὄγκον ἐστὶ τὸ μέρος, οὐ
κατὰ τὸ εἶδος, οἷον τὴν λευκότητα: οὐ γὰρ ἡ ἐν τῷ μορίῳ τοῦ γάλακτος
οἷον τὸ ὅλον, οἷον ἐπὶ τῶν τριγώνων
τρίγωνα, ἀλλὰ παραλλάσσοντα: τὴν δὲ ψυχὴν ὁμοειδῆ τίθενται εἶναι.
καὶ ἐπὶ γραμμῆς δὲ τὸ μὲν μέρος ἔχει τὸ γραμμὴ εἶναι, ἀλλὰ τῷ
μεγέθει διαφέρει καὶ ἐνταῦθα. ἐπὶ δὲ ψυχῆς ἡ διαφορὰ τῷ μεγέθει εἰ
λέγοιτο τῆς μερικῆς πρὸς τὴν ὅλην, ποσόν τι ἔσται καὶ σῶμα τὴν
διαφορὰν λαμβάνουσα καθὸ ψυχὴ παρὰ τοῦ ποσοῦ. ἀλλ’ ὑπέκειντο
ἀλλ’ ἆρα οὕτω μέρη, ὥσπερ ἂν καὶ ἐφ̓ ἑνὸς ζῴου τις εἴποι τὴν ἐν τῷ
δακτύλῳ ψυχὴν οὐκ εἰς πάντα δυναμένων μορφοῦσθαι. δηλοῖ δὲ καὶ τὸ
εἰς ἓν ἀναγκαῖον εἶναι πάντα ἰέναι. τῶν δὴ ὀργάνων διαφόρων
ὄντων καὶ μὴ πάντα δυναμένων δέξασθαι, τὰ μὲν
παθήματα διάφορα γίνεσθαι τοῖς ὀργάνοις, τὴν δὲ κρίσιν παρὰ τοῦ
αὐτοῦ οἷον δικαστοῦ καὶ τοὺς λόγους τοὺς λεγομένους καὶ τὰ πραχθέντα
κατανενοηκότος. ἀλλ’ ὅτι ἕν γε πανταχοῦ εἴρηται καὶ ἐν τοῖς
διαφόροις τῶν ἔργων εἴ τε ὡς αἱ αἰσθήσεις, οὐκ ἔνι ἕκαστον αὐτῶν
νοεῖν, ἀλλ’ ἐκείνην: ʽεἰ δ’ οἰκεία ἦν ἡ νόησις, ἐφ̓ ἑαυτῆς ἑκάστἠ.
ὅταν δὲ καὶ λογικὴ ᾖ ψυχή, καὶ οὕτω λογικὴ ὡς ὅλη λέγεται, τὸ
λεγόμενον μέρος ταὐτόν, ἀλλ’ οὐ μέρος ἔσται τοῦ ὅλου.
τί οὖν φατέον, εἰ οὕτω μία, ὅταν τις ζητῇ τὸ ἐντεῦθεν πρῶτον μὲν
ἀπορῶν, εἰ οἷόν τε οὕτως ἓν ἅμα ἐν πᾶσιν εἶναι, ἔπειτα,
ὅταν ἡ μὲν ἐν σώματι ᾖ, ἡ δὲ μὴ ἐν σώματι. ἴσως γὰρ
ἀκολουθήσει ἀεὶ ἐν σώματι πᾶσαν εἶναι καὶ μάλιστα τὴν τοῦ παντός. οὐ
γὰρ ὥσπερ ἡ ἡμετέρα λέγεται καταλείπειν τὸ σῶμα: καίτοι τινές φασι
τόδε μὲν καταλείψειν, οὐ πάντη δὲ ἔξω σώματος ἔσεσθαι. ἀλλ’ εἰ πάντη
ἔξω σώματος ἔσται, πῶς ἡ μὲν καταλείψει, ἡ δὲ οὔ, ἡ αὐτὴ οὖσα; ἐπὶ
μὲν οὖν τοῦ νοῦ ἑτερότητι χωριζομένου ἑαυτοῦ κατὰ μέρη
διαφέροντα μάλιστα ἀλλήλων, ὄντα δὲ ὁμοῦ ἀεί: πρὸς τὰ τῇδε, τὰς δ’ ἡμετέρας
οὐκ ἀεὶ τῷ τε εἶναι ἀφωρισμένον αὐταῖς τὸ μέρος ἐν
τῷδε καὶ τῆ ἐπιστροφῇ τοῦ προσδεομένου φροντίσεως, τῆς μὲν ἐοικυίας
τῇ ἐν φυτῷ μεγάλῳ ψυχῇ, ἣ ἀπόνως τὸ φυτὸν καὶ ἀψόφως διοικεῖ, τῆς
κατωτάτω τῆς ψυχῆς τοῦ παντός, τοῦ δὲ ἡμῶν κάτω, οἷον εἰ εὐλαὶ ἐν
σαπέντι μέρει τοῦ φυτοῦ γίνοιντο — οὕτω γὰρ τὸ σῶμα τὸ ἔμψυχον ἐν τῷ
παντί: τῆς δὲ ἄλλης ψυχῆς τῆς ὁμοειδοῦς τῶν ἄνω τῆς ὅλης, οἷον εἴ
τις γεωργὸς ἐν φροντίδι τῶν ἐν τῷ φυτῷ εὐλῶν γίνοιτο καὶ ταῖς
μερίμναις πρὸς τῷ φυτῷ γίνοιτο, ἢ εἴ τις ὑγιαίνοντα μὲν καὶ μετὰ τῶν
ἄλλων τῶν ὑγιαινόντων ὄντα πρὸς ἐκείνοις εἶναι λέγοι, πρὸς οἷς ἐστιν
ἢ πράττων ἢ θεωρίαις ἑαυτὸν παρέχων, νοσήσαντος δὲ καὶ πρὸς ταῖς τοῦ
σώματος θεραπείαις ὄντος πρὸς τῷ σώματι εἶναι καὶ τοῦ σώματος
γεγονέναι.
ἀλλὰ πῶς ἔτι ἡ μὲν σή, ἡ δὲ τοῦδε, ἡ δὲ αἱ ψυχαὶ
ἐφεξῆς καθ̓ ἕκαστον νοῦν ἐξηρτημέναι, λόγοι νῶν οὖσαι καὶ
ἐξειλιγμέναι μᾶλλον ἢ ἐκεῖνοι, οἷον πολὺ ἐξ ὀλίγου γενόμεναι,
συναφεῖς τῷ ὀλίγῳ οὖσαι ἀμερεστέρῳ ἐκείνων ἑκάστῳ μερίζεσθαι ἤδη
θελήσασαι καὶ οὐ δυνάμεναι εἰς πᾶν μερισμοῦ ἰέναι τὸ ταὐτὸν καὶ
ἕτερον σώζουσαι μένει τε ἑκάστη ἕν, καὶ ὁμοῦ ἓν πᾶσαι. εἴρηται δὴ
κεφάλαιον τοῦ λόγου, ὅτι ἐκ μιᾶς, καὶ αἱ ἑκ μιᾶς πολλαὶ κατὰ τὰ αὐτὰ
τῷ νῷ μερισθεῖσαι καὶ οὐ μερισθεῖσαι, καὶ λόγος εἷς τοῦ νοῦ ἡ
μένουσα καὶ ἀπ’ αὐτῆς λόγοι μερικοὶ καὶ ἄυλοι, ὥσπερ ἐκεῖ.
διὰ τί δὲ ἡ μὲν τοῦ παντὸς ψυχὴ ὁμοειδὴς οὖσα πεποίηκε κόσμον, ἡ δὲ
ἑκάστου οὔ, ἔχουσα καὶ αὐτὴ πάντα ἐν ἑαυτῇ; τὸ γὰρ δύνασθαι ἐν
πολλοῖς γίνεσθαι ἅμα καὶ εἶναι εἴρηται: νῦν δὲ λεκτέον,
πῶς; τάχα γὰρ καὶ πῶς ταὐτὸν ἐν ἄλλῳ καὶ ἄλλῳ τὸ μὲν
τοδί, τὸ δὲ τοδὶ ποιεῖ ἢ πάσχει ἢ ἄμφω γνωσθήσεται: ἢ καθ̓ αὑτό γε
τοῦτο ἐπισκεπτέον. πῶς οὖν καὶ διὰ τί κόσμον πεποίηκεν, αἱ δὲ μέρος
τι τοῦ κόσμου διοικοῦσιν; ἢ θαυμαστὸν διαφορὰ
τῷ τὴν μὲν πρὸς τὸν ὅλον νοῦν ἰδεῖν, τὰς δὲ μᾶλλον πρὸς
τοὺς αὑτῶν τοὺς ἐν μέρει. τάχα δ’ ἂν καὶ αὗται δύναιντο ποιεῖν, τῆς
δὲ ποιησάσης οὐκέτι οἷόν τε καὶ αὐταῖς, πρώτης ἐκείνης ἀρξάσης. τὸ
δ’ αὐτὸ ἄν τις ἠπόρησε, καὶ εἰ ἡτισοῦν καὶ ἄλλη πρώτη κατεῖχε.
βέλτιον δὲ λέγειν τῷ ἐξηρτῆσθαι μᾶλλον τῶν ἄνω: τῶν γὰρ ἐκεῖ
νενευκότων ἡ δύναμις μείζων. σώζουσαι γὰρ αὑτὰς ἐπ’ ἀσφαλοῦς ἐκ τοῦ
ῥᾴστου ποιοῦσι — δυνάμεως γὰρ μείζονος μὴ πάσχειν ἐν οἷς ποιεῖ — ἡ
δὲ δύναμις ἐκ τοῦ ἄνω μένει. μένουσα οὖν ἐν αὑτῇ ποιεῖ προσιόντων,
αἱ δὲ αὐταὶ προσῆλθον. ἀπέστησαν οὖν εἰς βάθος. ἢ πολὺ αὐτῶν
καθελκυσθὲν συνεφειλκύσατο καὶ αὐτὰς ταῖς γνώμαις εἰς τὸ κάτω ἰέναι.
τὸ γὰρ δευτέρας καὶ τρίτας τῷ ἐγγύθεν καὶ τῷ πορρώτερον ὑπονοητέον
εἰρῆσθαι, ὥσπερ καὶ παῤ ἡμῖν οὐχ ὁμοίως πάσαις ψυχαῖς ὑπάρχει τὰ
πρὸς τὰ ἐκεῖ, ἀλλ’ οἱ μὲν ἑνοῖντο ἄν, οἱ δὲ ἐπιβάλλοιεν ἂν ἐγγὺς
ἐφιέμενοι, τοῖς δὲ ἧττον ἂν ἔχοι τοῦτο, καθ̓ ὃ ταῖς δυνάμεσιν οὐ
ταῖς αὐταῖς ἐνεργοῦσιν, ἀλλ’ οἱ μὲν τῇ πρώτῃ, οἱ δὲ τῇ μετ’ ἐκείνην,
οἱ δὲ τῇ τρίτῃ, ἁπάντων τὰς πάσας ἐχόντων.
ταῦτα μὲν οὖν ταύτῃ. ἀλλὰ τὸ ἐν Φιλήβῳ λεχθὲν παρέχον ὑπόνοιαν μοίρας
τῆς τοῦ παντὸς τὰς ἄλλας εἶναι; βούλεται δὲ ὁ λόγος οὐ τοῦτο, ὅ τις
οἴεται, ἀλλ’ ὅπερ ἦν χρήσιμον αὐτῷ τότε, καὶ καὶ ἀπομάττουσι
δὲ καὶ πόλεων διαφόρων οἰκήσεις καὶ τῶν σωμάτων αἱ
κράσεις. καί τι ἔφαμεν ἔχειν ἐν τῷ παντὶ ὄντες τῆς τοῦ ὅλου ψυχῆς,
καὶ παρὰ τῆς περιφορᾶς συνεχωροῦμεν τὸ πάσχειν, ἀλλ’ ἀντετίθεμεν
ἄλλην ψυχὴν πρὸς ταῦτα καὶ μάλιστα τῇ ἀντιστάσει δεικνυμένην ἄλλην.
τὸ δ’ ὅτι εἴσω γεννώμεθα ἐν αὐτῷ, καὶ ἐπὶ τῶν μητέρων φαμὲν ἑτέραν
εἶναι οὐ τὴν τῆς μητρὸς τὴν ἐπεισιοῦσαν.
ταῦτα μὲν οὖν οὕτως ἂν ἔχοι λύσεως καὶ
ἀλλὰ πῶς ἐγγίνεται σώματι ψυχὴ ζητητέον. τίς ὁ τρόπος καὶ πῶς; οὐχ
ἧττον γὰρ καὶ τοῦτο θαυμάσαι τε καὶ ζητῆσαι ἄξιον. ἐπεὶ τοίνυν
διττὸς ὁ τρόπος τῆς εἰς σῶμα ψυχῆς εἰσόδου — ἡ μὲν γὰρ γίνεται ψυχῇ
ἐν σώματι οὔσῃ τῇ τε μετενσωματουμένῃ καὶ τῇ ἐκ σώματος ἀερίνου ἢ
πυρίνου εἰς γήινον γινομένῃ, ἣν δὴ μετενσωμάτωσιν οὐ λέγουσιν εἶναι,
ὅτι ἄδηλον τὸ ἀφ̓ οὗ ἡ εἴσκρισις, ἡ δὲ ἐκ τοῦ ἀσωμάτου εἰς ὁτιοῦν
σῶμα, ἣ δὴ καὶ πρώτη ἂν εἴη ψυχῇ κοινωνία σώματι — ὀρθῶς ἂν ἔχοι
ἐπισκέψασθαι περὶ ταύτης, τί ποτέ ἐστι τὸ γινόμενον πάθος τότε, ὅτε
ψυχὴ καθαρὰ οὖσα σώματος πάντη ἴσχει περὶ αὑτὴν σώματος φύσιν. περὶ
μὲν δὴ τῆς τοῦ παντός — ἐντεῦθεν γὰρ ἴσως ἄρξασθαι ἄξιον,
μᾶλλον δὲ ἀναγκαῖον τυγχάνει: δεῖ δὴ τῷ λόγῳ τὴν εἴσοδον καὶ τὴν
ἐμψύχωσιν διδασκαλίας καὶ τοῦ σαφοῦς χάριν γίνεσθαι
οὕτω δὴ ἀκούσαντας χρὴ πάλιν ἐπὶ τὸ ἀεὶ οὕτως ἐλθόντας ὁμοῦ λαβεῖν
πάντα ὄντα: οἷον τὰ πρῶτα καὶ τὰ ἐφεξῆς, ὡς πυρὸς ἔσχατα εἰς ὕστερον
τοῦ πρώτου ἐκ τῆς τοῦ ἐσχάτου νοουμένου πυρὸς σκιᾶς, εἶτα
ἐπιφωτιζομένου ἅμα καὶ τούτου, ὥστε οἷον εἶδος ἐπιθεῖν τῷ
ὑποβληθέντι πρώτῳ γενομένῳ παντάπασιν ἀμυδρῷ. ἐκοσμεῖτο δὲ κατὰ
λόγον ψυχῆς δυνάμει ἐχούσης ἐν αὑτῇ δἰ ὅλης δύναμιν
καί μοι δοκοῦσιν οἱ πάλαι σοφοί, ὅσοι ἐβουλήθησαν θεοὺς αὐτοῖς
παρεῖναι ἱερὰ καὶ ἀγάλματα ποιησάμενοι, εἰς τὴν τοῦ παντὸς φύσιν
ἀπιδόντες ἐν νῷ λαβεῖν, ὡς πανταχοῦ μὲν εὐάγωγον ψυχῆς φύσις,
δέξασθαί γε μὴν ῥᾷστον ἂν εἴη ἁπάντων, εἴ τις προσπαθές τι
τεκτήναιτο ὑποδέξασθαι δυνάμενον μοῖράν τινα αὐτῆς. προσπαθὲς δὲ τὸ
ὁπωσοῦν μιμηθέν, ὥσπερ κάτοπτρον ἁρπάσαι εἶδός τι δυνάμενον. καὶ γὰρ
ἡ τοῦ παντὸς φύσις πάντα εὐμηχάνως ποιησαμένη εἰς μίμησιν ὧν εἶχε
τοὺς λόγους, ἐπειδὴ ἕκαστον οὕτως ἐγένετο ἐν ὕλῃ λόγος, ὃς κατὰ τὸν
πρὸ ὕλης ἐμεμόρφωτο, συνήψατο τῷ θεῷ ἐκείνῳ, καθ̓ ὃν ἐγίνετο καὶ εἰς
ὃν εἶδεν ἡ ψυχὴ καὶ εἶχε ποιοῦσα. καὶ δὴ οὐχ οἷόν τε ἦν ἔστιν εἶναι ἐφ̓ ἑαυτοῦ οὐ τόποις
χωριστὸν καὶ συνεῖναι αὖ χωρὶς ὄν. θεοὶ δέ
εἰσιν οὗτοι τῷ ἀεὶ μὴ ἀποστατεῖν ἐκείνων, καὶ τῇ μὲν ἐξ ἀρχῆς ψυχῇ
προσηρτῆσθαι τῇ οἷον ἀπελθούσῃ ψυχῇ, ταύτῃ δέ, ᾗπερ καὶ εἰσὶν ὃ
λέγονται, πρὸς νοῦν βλέπειν οὐδαμοῦ ψυχῆς αὐτοῖς ἢ ἐκεῖ βλεπούσης.
ἀνθρώπων δὲ ψυχαὶ εἴδωλα αὑτῶν ἰδοῦσαι οἷον Διονύσου ἐν κατόπτρῳ ἐκεῖ
ἐγένοντο ἄνωθεν ὁρμηθεῖσαι, οὐκ ἀποτμηθεῖσαι οὐδ’ αὗται τῆς ἑαυτῶν
ἀρχῆς τε καὶ νοῦ. οὐ γὰρ μετὰ τοῦ νοῦ ἦλθον, ἀλλ’ ἔφθασαν μὲν μέχρι
γῆς, κάρα δὲ αὐταῖς ἐστήρικται ὑπεράνω τοῦ οὐρανοῦ. πλέον δὲ αὐταῖς
κατελθεῖν συμβέβηκεν, ὅτι τὸ μέσον αὐταῖς ἠναγκάσθη, φροντίδος
δεομένου τοῦ εἰς ὃ ἔφθασαν, φροντίσαι. Ζεὺς δὲ πατὴρ ἐλεήσας
πονουμένας θνητὰ αὐτῶν τὰ δεσμὰ ποιῶν, περὶ ἃ πονοῦνται, δίδωσιν
ἀναπαύλας ἐν χρόνοις ποιῶν σωμάτων ἐλευθέρας, ἵν’ ἔχοιεν ἐκεῖ καὶ
αὗται γίνεσθαι, οὗπερ ἡ τοῦ παντὸς ψυχὴ ἀεὶ οὐδὲν τὰ τῇδε
ἐπιστρεφομένη. ὃ γὰρ ἔχει τὸ πᾶν, ἤδη αὔταρκες αὑτῷ καὶ ἔστι καὶ
ἔσται κατὰ λόγους ἀεὶ ἑστηκότας ἐν χρόνοις περαινόμενον καὶ κατὰ
χρόνους ἀεὶ εἰς τὸ αὐτὸ καθιστάμενον ἐν μέτροις βίων ὡρισμένων, εἰς
συμφωνίαν ἄγον μὲν ταῦτα ἐκείνοις καὶ κατ’ ἐκεῖνα, τούτων δὲ
περαινομένων ὑφ̓ ἕνα λόγον ἂν, ἀλλ’
ἱδρυμένος πᾶς ἄνω πέμπει εἰς τὰ τῇδε διὰ ψυχῆς. ψυχὴ δὲ ἐκ τοῦ
πλησίον μᾶλλον κατὰ τὸ ἐκεῖθεν διάκειται εἶδος καὶ δίδωσι τοῖς ὑπ’
αὐτήν, ἡ μὲν ὡσαύτως, ἡ δὲ ἄλλοτε ἄλλως, ἴσχουσα ἐν τάξει τὴν
πλάνην. κάτεισι δὲ οὐκ ἀεὶ τὸ ἴσον, ἀλλ’ ὁτὲ μὲν πλέον, ὁτὲ δὲ
ἔλαττον, κἂν πρὸς τὸ αὐτὸ γένος ἴῃ: κάτεισι δὲ εἰς ἕτοιμον ἑκάστη
καθ̓ ὁμοίωσιν τῆς διαθέσεως. ἐκεῖ γὰρ ᾧ ἂν ὁμοιωθεῖσα ᾖ φέρεται, ἡ
μὲν εἰς ἄνθρωπον, ἡ δὲ εἰς ζῷον ἄλλη ἄλλο.
τὸ γὰρ ἀναπόδραστον καὶ ἡ δίκη οὕτως ἐν φύσει κρατούσῃ ἰέναι ἕκαστον
ἐν τάξει πρὸς ὅ ἐστιν ἕκαστον γενόμενον εἴδωλον προαιρέσεως καὶ
διαθέσεως ἀρχετύπου, καὶ ἔστιν ἐκεῖ πᾶν ψυχῆς εἶδος ἐκείνου πλησίον,
πρὸς ὃ τὴν διάθεσιν τὴν ἐν αὑτῇ ἔχει, καὶ τοῦ τότε πέμποντος καὶ
εἰσάγοντος μὲν τοιῷδε τὸ νῦν, τῷ δὲ τὸ αὖθις. καὶ ὁ μὲν πρὸ
κόσμου νοῦς εἱμαρμένην ἔχει τὴν τοῦ μένειν ἐκεῖ ὁπόσον καὶ πέμπειν,
καὶ τὸ καθέκαστον τῷ καθόλου ὑποπῖπτον νόμῳ πέμπεται: ἔγκειται γὰρ
ἑκάστῳ τὸ καθόλου, καὶ ὁ νόμος οὐκ ἔξωθεν τὴν ἰσχὺν εἰς τὸ
τελεσθῆναι ἴσχει, ἀλλὰ δέδοται ἐν αὐτοῖς τοῖς χρησομένοις
εἶναι καὶ περιφέρουσιν αὐτόν: κἂν ἐνστῇ ὁ χρόνος, καὶ ὃ θέλει
γενέσθαι γίνεται τότε ὑπ’ αὐτῶν τῶν ἐχόντων αὐτόν, ὥστε αὐτοὺς αὐτὸν
τελεῖν ἅτε περιφέροντας καὶ ἰσχύσαντας τῷ ἐν αὐτοῖς αὐτὸν ἱδρῦσθαι,
οἷον βρίθοντα εἰς
τούτων δὴ γινομένων φῶτα πολλὰ ὁ κόσμος
ἴασι δὲ ἐκκύψασαι τοῦ νοητοῦ εἰς οὐρανὸν μὲν πρῶτον καὶ σῶμα ἐκεῖ
προσλαβοῦσαι δἰ αὐτοῦ ἤδη χωροῦσι καὶ ἐπὶ τὰ γεωδέστερα σώματα, εἰς
ὅσον ἂν εἰς μῆκος ἐκταθῶσι. καὶ αἱ μὲν ἀπ’ οὐρανοῦ εἰς σώματα τὰ
κατωτέρω, αἱ δὲ ἀπ’ ἄλλων εἰς ἄλλα εἰσκρινόμεναι, αἷς ἡ δύναμις οὐκ
ἤρκεσεν ἆραι ἐντεῦθεν διὰ βάρυνσιν καὶ λήθην πολὺ ἐφελκομέναις, ὃ
αὐταῖς ἐβαρύνθη. γίγνονται δὲ διάφοροι ἢ σωμάτων εἰς ἃ ἐνεκρίθησαν
παραλλαγαῖς ἢ καὶ τύχαις ἢ καὶ τροφαῖς, ἢ αὐταὶ παῤ αὑτῶν τὸ
διάφορον κομίζουσιν ἢ πᾶσι τούτοις ἤ τισιν αὐτῶν. καὶ αἱ μὲν τὰ
πάντα ὑποπεπτώκασιν εἱμαρμένῃ τῇ ἐνταῦθα, αἱ δὲ ὁτὲ μὲν οὕτως, ὁτὲ
δὲ
τὰ μὲν οὖν γινόμενα τιμωρήματα εἰς τοὺς πονηροὺς μετὰ δίκης τῇ τάξει
ἀποδιδόναι προσήκει ὡς κατὰ τὸ δέον ἀγούσῃ: ὅσα δὲ τοῖς ἀγαθοῖς
συμβαίνει ἔξω δίκης, οἷον κολάσεις ἢ πενίαι ἢ νόσοι, ἆρα διὰ
προτέρας ἁμαρτίας λεκτέον γίνεσθαι; συμπέπλεκται γὰρ ταῦτα καὶ
προσημαίνεται, ὡς καὶ αὐτὰ κατὰ λόγον γίνεσθαι. ἢ οὐ κατὰ λόγους
φυσικοὺς ταῦτα, οὐδ’ ἦν ἐν τοῖς προηγουμένοις, ἀλλ’ ἑπόμενα
ἐκείνοις: οἷον πιπτούσης τινὸς οἰκοδομίας τὸν ὑποπεσόντα ἀποθανεῖν
ὁποῖός ποτ̓ ἂν ᾖ, ἢ καί τινων δύο κατὰ τάξιν φερομένων ἢ καὶ ἑνὸς τὸ
ἐμπεσὸν τρωθῆναι ἢ πατηθῆναι. ἢ καὶ τὸ ἄδικον τοῦτο οὐ κακὸν ὂν τῷ
παθόντι πρὸς τὴν τοῦ ὅλου χρήσιμον πλοκήν. ἢ οὐδὲ ἄδικον ἐκ τῶν
πρόσθεν ἔχον τὴν δικαίωσιν. οὐ γὰρ τὰ μὲν δεῖ νομίζειν συντετάχθαι,
τὰ δὲ κεχαλάσθαι εἰς τὸ αὐτεξούσιον. εἰ γὰρ κατ’ αἰτίας γίνεσθαι δεῖ
καὶ φυσικὰς ἀκολουθίας καὶ κατὰ λόγον ἕνα καὶ τάξιν μίαν, καὶ τὰ
σμικρότερα δεῖ συντετάχθαι καὶ συνυφάνθαι νομίζειν. καὶ τὸ ἄδικον δὴ
τὸ παῤ ἄλλου
ὅτι δὲ ἐκ τοῦ νοητοῦ εἰς τὴν οὐρανοῦ ἴασιν αἱ ψυχαὶ τὸ πρῶτον χώραν,
λογίσαιτο ἄν τις ἐκ τῶν τοιούτων. εἰ γὰρ οὐρανὸς ἐν τῷ αἰσθητῷ τόπῳ
ἀμείνων, εἴη ἂν προσεχὴς τῶν νοητῶν τοῖς ἐσχάτοις. ἐκεῖθεν τοίνυν
ψυχοῦται ταῦτα πρῶτα καὶ μεταλαμβάνει ὡς ἐπιτηδειότερα
μεταλαμβάνειν. τὸ δὲ γεηρὸν ὕστατόν τε καὶ ψυχῆς ἧττον πεφυκὸς
μεταλαμβάνειν καὶ τῆς ἀσωμάτου φύσεως πόρρω. πᾶσαι μὲν δὴ
καταλάμπουσι τὸν οὐρανὸν καὶ διδόασιν οἷον τὸ πολὺ αὑτῶν καὶ τὸ
πρῶτον ἐκείνῳ, τὰ δὲ ἄλλα τοῖς ὑστέροις ἐναυγάζονται, αἱ δ’ ἐπιπλέον
κατιοῦσαι ἐναυγάζουσι μᾶλλον κάτω, αὐταῖς δὲ οὐκ ἄμεινον εἰς πολὺ
προιούσαις. ἔστι γάρ τι οἷον κέντρον, ἐπὶ δὲ τούτῳ κύκλος ἀπ’ αὐτοῦ
ἐκλάμπων, ἐπὶ δὲ τούτοις ἄλλος, φῶς ἐκ φωτός: ἔξωθεν δὲ τούτων
οὐκέτι φωτὸς κύκλος ἄλλος, ἀλλὰ δεόμενος οὗτος οἰκείου φωτὸς ἀπορίᾳ
αὐγῆς ἀλλοτρίας. ἔστω δὲ ῥόμβος οὗτος, μᾶλλον δὲ σφαῖρα τοιαύτη, ἣ
δὴ κομίζεται ἀπὸ τῆς τρίτης: προσεχὴς γὰρ αὐτῇ: ὅσον ἐκείνη
ἐναυγάζεται. τὸ μὲν οὖν μέγα φῶς μένον ἐλλάμπει, καὶ διήκει κατὰ
λόγον ἐξ αὐτοῦ αὐγή, τὰ δ’ ἄλλα συνεπιλάμπει, τὰ μὲν μένοντα, τὰ δ’
ἐπιπλέον ἐπισπᾶται τῇ τοῦ ἐλλαμπομένου οὐ προσεῖχον τοῖς ἑαυτῶν: ἔπειτα δὲ
κατεσχέθησαν πεδηθεῖσαι γοητείας δεσμοῖς, σχεθεῖσαι φύσεως
κηδεμονίᾳ. εἰ δ’ ἦν τοιοῦτον ἕκαστον ζῷον οἷον καὶ τὸ πᾶν, τέλειον
καὶ ἱκανὸν σῶμα καὶ ἀκίνδυνον παθεῖν, καὶ παρεῖναι λεγομένη ψυχὴ οὐκ
ἂν παρῆν αὐτῷ, καὶ παρεῖχεν αὐτῷ ζωὴν μένουσα πάντη ἐν τῷ ἄνω.
πότερα δὲ λογισμῷ ψυχὴ χρῆται πρὶν ἐλθεῖν καὶ πάλιν αὖ ἐξελθοῦσα; ἢ
ἐνταῦθα ὁ λογισμὸς ἐγγίνεται ἐν ἀπόρῳ ἤδη οὔσης καὶ φροντίδος
πληρουμένης καὶ μᾶλλον ἀσθενούσης: ἐλάττωσις γὰρ νοῦ εἰς αὐτάρκειαν
τὸ λογισμοῦ δεῖσθαι: ὥσπερ καὶ ἐν ταῖς τέχναις ὁ λογισμὸς ἀποροῦσι
τοῖς τεχνίταις, ὅταν δὲ μὴ χαλεπὸν ᾖ, κρατεῖ καὶ ἐργάζεται ἡ τέχνη.
ἀλλ’ εἰ ἐκεῖ ἄνευ λογισμῶν, πῶς ἂν ἔτι λογικαὶ εἶεν; ἢ ὅτι δύνανται,
εἴποι τις ἄν, ὅταν περιστάσεως ἀπορῶσι, διασκοπῆσαι. δεῖ δὲ τὸν
λογισμὸν λαβεῖν τὸν τοιοῦτον: ἐπεὶ εἴ τις λογισμὸν λαμβάνει τὴν ἐκ
νοῦ ἀεὶ γινομένην καὶ οὖσαν ἐν αὐταῖς διάθεσιν καὶ ἐνέργειαν ἑστῶσαν
καὶ οἷον ἔμφασιν οὖσαν, εἶεν ἂν κἀκεῖ λογισμῷ χρώμεναι. οὐδὲ δὴ
φωναῖς, οἶμαι, χρῆσθαι νομιστέον ἐν μὲν τῷ νοητῷ οὔσας, σώματα δ’
ἐχούσας ἐν οὐρανῷ. καὶ πάμπαν ὅσα μὲν διὰ χρείας ἢ δἰ ἀμφισβητήσεις
διαλέγονται ἐνταῦθα, ἐκεῖ οὐκ ἂν εἴη, ποιοῦσαι δὲ ἐν τάξει καὶ κατὰ
φύσιν ἕκαστα
πότερα δὲ ἐπὶ τοῦ αὐτοῦ τὸ ἀμέριστον καὶ μεριστὸν ὥσπερ κραθέντων, ἢ
ἄλλῃ μὲν καὶ κατ’ ἄλλο τὸ ἀμέριστον, τὸ δὲ μεριστὸν οἷον ἐφεξῆς καὶ
ἕτερον μέρος αὐτῆς, ὥσπερ τὸ μὲν λογιζόμενόν φαμεν ἄλλο, τὸ δὲ
ἄλογον ἄλλο; γνωσθείη δ’ ἂν ληφθέντος τί λέγομεν ἑκάτερον. ἀμέριστον
μὲν οὖν ἁπλῶς εἴρηται αὐτῷ, μεριστὸν δὲ οὐχ ἁπλῶς, ἀλλὰ περὶ τὰ
σώματά φησι γινομένην μεριστὴν γὰρ σῶμά ἐστι τὸ
μεταλαμβάνον, ἀνάγκη οὕτω μερίζεσθαι, ἔλαττον δὲ ἢ ἐν τῇ ἁφῇ. καὶ δὴ
καὶ τὸ φυτικὸν αὐτῆς καὶ τὸ αὐξητικὸν ὡσαύτως: καὶ εἰ περὶ τὸ ἧπαρ ἡ
ἐπιθυμία, τὸ δὲ περὶ τὴν καρδίαν ὁ θυμός, ὁ αὐτὸς λόγος καὶ ἐπὶ
τούτων. ἀλλ’ ἴσως ταῦτα οὐ
εἰ δὲ καὶ ἐν τόπῳ ταῦτά τε καὶ τὰ ἄλλα τῆς ψυχῆς λεγόμενα μέρη, ἢ
ταῦτα μὲν ὅλως οὐκ ἐν τόπῳ, τὰ δὲ ἄλλα ἐν τόπῳ καὶ ποῦ, ἢ ὅλως
οὐδέν, ἐπιστῆσαι προσήκει. εἴτε γὰρ μὴ ἀφοριοῦμεν ἑκάστοις τῶν τῆς
ψυχῆς μερῶν τόπον τινὰ οὐδαμοῦ οὐδὲν θέντες, οὐ μᾶλλον
εἴσω τοῦ σώματος ἢ ἔξω ποιοῦντες, ἄψυχον αὐτὸ ποιήσομεν, τά τε δἰ
ὀργάνων σωματικῶν ἔργα ὅπῃ γίγνεσθαι προσήκει εἰπεῖν ἀπορήσομεν,
εἴτε τοῖς μέν, τοῖς δ’ οὔ, οἷς μὴ δίδομεν, οὐκ ἐν ἡμῖν αὐτὰ ποιεῖν
δόξομεν, ὥστε μὴ πᾶσαν ἡμῶν τὴν ψυχὴν ἐν ἡμῖν εἶναι. ὅλως μὲν οὖν
οὐδὲν τῶν τῆς ψυχῆς μερῶν οὐδὲ πᾶσαν φατέον ὡς ἐν τόπῳ εἶναι τῷ
σώματι: περιεκτικὸν μὲν γὰρ ὁ τόπος καὶ περιεκτικὸν σώματος, καὶ οὗ
ἕκαστον μερισθέν ἐστιν, ἔστιν ἐκεῖ, ὡς μὴ ὅλον ἐν ὁτῳοῦν εἶναι: ἡ δὲ
ψυχὴ οὐ σῶμα, καὶ οὐ περιεχόμενον μᾶλλον ἢ περιέχον. οὐ μὴν οὐδ’ ὡς
ἐν ἀγγείῳ: ἄψυχον γὰρ ἂν γένοιτο τὸ σῶμα, εἴτε ὡς ἀγγεῖον, εἴτε ὡς ὁ
τόπος περιέχει:
τί οὖν; πῶς πάρεστιν εἴ τις ἐρωτῴη μηδὲν αὐτὸς λέγων ὅπως, τί
ἐροῦμεν; καὶ εἰ ὁμοίως πᾶσα, ἢ ἄλλο μέρος ἄλλως, τὸ δ’ ἄλλως; ἐπεὶ
τοίνυν τῶν νῦν λεγομένων τρόπων τοῦ ἔν τινι οὐδεὶς φαίνεται ἐπὶ τῆς
ψυχῆς πρὸς τὸ σῶμα ἁρμόττων, λέγεται δὲ οὕτως ἐν τῷ σώματι εἶναι ἡ
ψυχή, ὡς ὁ κυβερνήτης ἐν τῇ νηί, πρὸς μὲν τὸ χωριστὴν δύνασθαι εἶναι
τὴν ψυχὴν καλῶς εἴρηται, τὸν μέντοι τρόπον, ὃν νῦν ἡμεῖς ζητοῦμεν,
οὐκ ἂν πάνυ παραστήσειεν. ὡς μὲν γὰρ πλωτὴρ κατὰ συμβεβηκὸς ἂν εἴη
ἐν αὐτῷ, ὡς δὲ κυβερνήτης πῶς; οὐδὲ γὰρ ἐν πάσῃ τῇ νηί, ὥσπερ ἡ ψυχὴ
ἐν τῷ
ἆῤ οὖν οὕτω φατέον, ὅταν ψυχὴ σώματι παρῇ, παρεῖναι αὐτήν, ὡς τὸ πῦρ
πάρεστι τῷ ἀέρι; καὶ γὰρ αὖ καὶ τοῦτο παρὸν οὐ πάρεστι καὶ δἰ ὅλου
παρὸν οὐδενὶ μίγνυται καὶ ἕστηκε μὲν αὐτό, ὁ δὲ παραρρεῖ: καὶ ὅταν
ἔξω γένηται τοῦ ἐν ᾧ τὸ φῶς, ἀπῆλθεν οὐδὲν ἔχων, ἕως δέ ἐστιν ὑπὸ τὸ
φῶς, πεφώτισται, ὥστε ὀρθῶς ἔχειν καὶ ἐνταῦθα λέγειν, ὡς ὁ ἀὴρ ἐν τῷ
φωτί, ἤπερ τὸ φῶς ἐν τῷ ἀέρι. διὸ καὶ Πλάτων καλῶς τὴν ψυχὴν οὐ θεὶς
ἐν τῷ σώματι ἐπὶ τοῦ παντός, ἀλλὰ τὸ σῶμα ἐν τῇ ψυχῇ, φησὶ τὸ μέν τι
εἶναι τῆς ψυχῆς ἐν ὧ τὸ σῶμα, τὸ δὲ ἐν ᾧ σῶμα μηδέν, ὧν δηλονότι
δυνάμεων οὐ δεῖται τῆς ψυχῆς τὸ σῶμα. καὶ δὴ καὶ ἐπὶ τῶν ἄλλων ψυχῶν
ὁ αὐτὸς λόγος. τῶν μὲν οὖν ἄλλων δυνάμεων οὐδὲ παρουσίαν
τῷ σώματι λεκτέον τῆς ψυχῆς εἶναι, ὧν δὲ δεῖται, ταῦτα παρεῖναι, καὶ
παρεῖναι οὐκ ἐνιδρυθέντα τοῖς μέρεσιν αὐτοῦ οὐδ’ αὖ τῷ ὅλῳ, καὶ πρὸς
μὲν αἴσθησιν παρεῖναι παντὶ τῷ αἰσθανομένῳ τὸ αἰσθητικόν, πρὸς δὲ
ἐνεργείας ἠδη ἄλλο ἄλλῳ. λέγω δὲ ὧδε:
τοῦ σώματος πεφωτισμένου τοῦ ἐμψύχου ὑπὸ τῆς ψυχῆς ἄλλο ἄλλως
μεταλαμβάνειν αὐτοῦ μέρος: καὶ κατὰ τὴν τοῦ ὀργάνου πρὸς τὸ ἔργον
ἐπιτηδειότητα, δύναμιν τὴν προσήκουσαν εἰς τὸ ἔργον ἀποδιδοῦσαν,
οὕτω τοι λέγεσθαι τὴν μὲν ἐν ὀφθαλμοῖς δύναμιν τὴν ὁρατικὴν εἶναι,
τὴν δ’ ἐν ὠσὶ τὴν ἀκουστικήν, καὶ γευστικὴν ἐν γλώσσῃ, ὄσφρησιν ἐν
ῥισί, τὴν δὲ ἁπτικὴν ἐν παντὶ παρεῖναι: πρὸς γὰρ ταύτην τὴν
ἀντίληψιν πᾶν τὸ σῶμα ὄργανον τῇ ψυχῇ παρεῖναι. τῶν δὲ ἁπτικῶν
ὀργάνων ἐν πρώτοις τοῖς νεύροις ὄντων, ἃ δὴ καὶ πρὸς τὴν κίνησιν τοῦ
ζῴου τὴν δύναμιν ἔχει, ἐνταῦθα ὄντος ὀργάνου, ἡ τούτου πηγή:
ἐνταῦθα γὰρ τὸ τοιοῦτον αἷμα ἀποκρίνεται: τῇ τοῦ θυμοῦ ζέσει
πεποίηται οἴκησις πρέπουσα.
ἀλλὰ ποῦ ἐξελθοῦσα τοῦ σώματος γενήσεται; ἢ ἐνταῦθα μὲν οὐκ ἔσται, οὗ
οὐκ ἔστι τὸ δεχόμενον ὁπωσοῦν, οὐδὲ δύναται παραμένειν τῷ μὴ
πεφυκότι αὐτὴν δέχεσθαι, εἰ μή τι ἔχοι αὐτοῦ ὃ ἕλκει πρὸς αὑτὸ
ἄφρονα οὖσαν. ἔστι δὲ ἐν ἐκείνῳ, εἰ ἄλλο ἔχοι, κἀκεῖ ἀκολουθεῖ, οὗ
πέφυκε τοῦτο εἶναι καὶ γίνεσθαι. ὄντος δὲ πολλοῦ καὶ ἑκάστου τόπου,
καὶ παρὰ τῆς διαθέσεως ἥκειν δεῖ τὸ διάφορον, ἥκειν δὲ καὶ παρὰ τῆς
ἐν τοῖς οὖσι δίκης. οὐ γὰρ μή ποτέ τις ἐκφύγοι, ὃ παθεῖν ἐπ’ ἀδίκοις
ἔργοις προσήκει: ἀναπόδραστος γὰρ ὁ θεῖος νόμος ὁμοῦ ἔχων ἐν ἑαυτῷ
τὸ ποιῆσαι τὸ κριθὲν ἤδη. φέρεται δὲ καὶ αὐτὸς ὁ πάσχων ἀγνοῶν ἐφ̓
περὶ δὲ μνήμης, εἰ αὐταῖς ταῖς ψυχαῖς τῶνδε τῶν τόπων ἐξελθούσαις
μνημονεύειν ὑπάρχει, ἢ ταῖς μέν, ταῖς δ’ οὔ, καὶ πάντων ἤ τινων, καὶ
εἰ μνημονεύουσιν ἀεί, ἢ ἐπί τινα χρόνον τὸν ἐγγὺς τῆς ἀφόδου, ζητεῖν
ὁμοίως ἄξιον. ἀλλ’ εἰ μέλλομεν ὀρθῶς περὶ τούτων τὴν ζήτησιν
ποιεῖσθαι, ληπτέον τί ποτε τὸ μνημονεῦόν ἐστι. λέγω δὲ οὔ, τί μνήμη
ἐστίν, ἀλλ’ ἐν τίνι συνίστασθαι πέφυκε τῶν ὄντων. τί μὲν γάρ ἐστι
μνήμη, εἴρηται ἐν ἄλλοις καὶ πολλάκις τεθρύληται, τὸ δὲ μνημονεύειν
πεφυκὸς ὅ τί ποτέ ἐστιν ἀκριβέστερον ληπτέον. εἰ δή ἐστι τὸ τῆς
μνήμης ἐπικτήτου τινὸς ἢ μαθήματος ἢ παθήματος, οὔτε τοῖς ἀπαθέσι
τῶν ὄντων οὔτε τοῖς μὴ ἐν χρόνῳ ἐγγίνοιτο ἂν τὸ
μνημονεύειν. μνήμην δὴ περὶ θεὸν οὐδὲ περὶ τὸ ὂν καὶ νοῦν
οὐ θετέον: οὐδὲν γὰρ εἰς αὐτοὺς οὐδὲ χρόνος, ἀλλ’
αἰὼν περὶ τὸ ὄν, καὶ οὔτε τὸ πρότερον οὔτε τὸ ἐφεξῆς, ἀλλ’ ἔστιν ἀεὶ
ὡς ἔχει ἐν τῷ αὐτῷ οὐ δεχόμενον παράλλαξιν. τὸ δ’ ἐν τῷ αὐτῷ καὶ
ὁμοίῳ πῶς ἂν ἐν μνήμῃ γένοιτο, οὐκ ἔχον οὐδ’ ἴσχον ἄλλην κατάστασιν
μεθ̓ ἣν εἶχε πρότερον, ἢ νόησιν ἄλλην μετ’ ἄλλην, ἵνα ἐν ἄλλῃ μὲν ᾖ,
ἄλλης δὲ μνημονεύῃ ἣν εἶχε πρότερον; ἀλλὰ τί κωλύει τὰς ἄλλων
μεταβολὰς εἰδέναι οὐ μεταβάλλον αὐτό, οἷον κόσμου τὰς περιόδους; ἢ
ὅτι ἄλλο ἂν
αὑτοῦ φοβοῖτο μὴ ἀπέλθῃ ἀπ’ αὐτοῦ. οὐ τοίνυν οὐδὲ ψυχὴν φατέον
μνημονεύειν τὸν αὐτὸν τρόπον οἷον λέγομεν τὸ μνημονεύειν εἶναι ὧν
ἔχει συμφύτων, ἀλλ’ ἐπειδὴ ἐνταῦθα ἔστιν, ἔχειν καὶ μὴ ἐνεργεῖν κατ’
αὐτὰ καὶ μάλιστα ἐνταῦθα ἥκουσαν:
εἰ μὲν οὖν τὸ συναμφότερόν ἐστιν ἐν ταῖς αἰσθήσεσι ταῖς κατ’
ἐνέργειαν, δεῖ τὸ αἰσθάνεσθαι τοιοῦτον εἶναι. διὸ καὶ κοινὸν
λέγεται, οἷον τὸ τρυπᾶν καὶ τὸ ὑφαίνειν, ἵνα κατὰ μὲν τὸν τεχνίτην ἡ
ψυχὴ ᾖ ἐν τῷ αἰσθάνεσθαι, κατὰ δὲ τὸ μὴ μνημονεύει, τῷ δὲ ἐν σώματι εἶναι τῷ μὴ καθαρὰ
εἶναι, ἀλλ’ ὥσπερ ποιωθεῖσα, ἀναμάττεσθαι δύναται τοὺς τῶν αἰσθητῶν
τύπους καὶ τῷ οἷον ἕδραν ἔχειν ἐν τῷ σώματι πρὸς τὸ
παραδέχεσθαι καὶ μὴ ὥσπερ παραρρεῖν; ἀλλὰ πρῶτον μὲν οἱ τύποι οὐ
μεγέθη, οὐδ’ ὥσπερ αἱ ἐνσφραγίσεις οὐδ’ ἀντερείσεις ἢ τυπώσεις,
ἀλλὰ τίνος ψυχῆς, τῆς μὲν λεγομένης ὑφ̓ ἡμῶν θειοτέρας, καθ̓ ἣν
ἡμεῖς, τῆς δὲ ἄλλης τῆς παρὰ τοῦ ὅλου; ἢ λεκτέον εἶναι μνήμας
ἑκατέρας, τὰς μὲν ἰδίας, τὰς δὲ κοινάς: καὶ ὅταν μὲν συνῶσιν, ὁμοῦ
πάσας, χωρὶς δὲ γενομένων, εἰ ἄμφω εἶεν καὶ μένοιεν, ἑκατέραν
ἐπιπλέον τὰ ἑαυτῆς, γὰρ αὗται τὸ συναμφότερον γενόμεναι
ταῦτα ᾔδεσαν: ἢ εἴ τι δικαιοσύνης ἐχόμενον. ὁ δὲ Ἡρακλῆς αὐτὸς ὁ
ἄνευ τοῦ εἰδώλου τί ἔλεγεν, οὐκ εἴρηται. τί οὖν ἂν εἴποι ἡ ἑτέρα
ψυχὴ ἀπαλλαγεῖσα μόνη; ἡ γὰρ ἐφελκομένη ὅτι κἂν πάντα, ὅσα ἔπραξεν ἢ
ἔπαθεν ὁ ἄνθρωπος: χρόνου δὲ προιόντος ἐπὶ τῷ θανάτῳ καὶ ἄλλων
μνῆμαι ἂν φανεῖεν ἐκ τῶν πρόσθεν βίων, ὥστε τινὰ τούτων καὶ
ἀτιμάσασαν ἀφεῖναι. σώματος γὰρ καθαρωτέρα γενομένη καὶ ἃ ἐνταῦθα
οὐκ εἶχεν ἐν μνήμῃ ἀναπολήσει: εἰ δ’ ἐν σώματι γενομένη ἄλλῳ
ἐξέλθοι, ἐρεῖ μὲν τὰ τοῦ ἔξω βίου καὶ ἐρεῖ εἶναι, ὃ ἄρτι ἀφῆκεν,
ἐρεῖ δὲ καὶ πολλὰ τῶν πρόσθεν. χρόνοις δὲ πολλῶν τῶν ἐπακτῶν ἀεὶ
ἔσται ἐν λήθῃ. ἡ δὲ δὴ μόνη γενομένη τί μνημονεύσει; ἢ πρότερον
σκεπτέον τίνι δυνάμει ψυχῆς τὸ μνημονεύειν παραγίνεται.
ἆρά γε ᾧ αἰσθανόμεθα καὶ ᾧ μανθάνομεν; ἢ καὶ ᾧ ἐπιθυμοῦμεν τῶν
ἐπιθυμητῶν καὶ τῶν ὀργιστῶν, τῷ θυμοειδεῖ; οὐ γὰρ ἄλλο μὲν
ἀπολαύσει, φήσει τις, ἄλλο δὲ μνημονεύσει τῶν ἐκείνου. τὸ γοῦν
ἐπιθυμητικὸν ὧν ἀπέλαυσε τοῦτο κινεῖται πάλιν ὀφθέντος τοῦ
ἐπιθυμητοῦ δηλονότι τῇ μνήμῃ. ἐπεὶ διὰ τί οὐκ ἄλλου, ἢ οὐχ οὕτως; τί
οὖν κωλύει καὶ αἴσθησιν τῶν τοιούτων διδόναι αὐτῷ καὶ τῶ αἰσθητικῷ
τοίνυν ἐπιθυμίαν καὶ παντάπασιν,
ἆῤ οὖν τῷ αἰσθητικῷ φέροντες ἀναθήσομεν τὴν μνήμην, καὶ τὸ αὐτὸ ἡμῖν
μνημονευτικὸν καὶ αἰσθητικὸν ἔσται; ἀλλ’ εἰ καὶ τὸ εἴδωλον
μνημονεύσει, ὡς ἐλέγετο, διττὸν τὸ αἰσθητικὸν ἔσται, καὶ εἰ μὴ τὸ
αἰσθητικὸν δὲ τὸ μνημονευτικόν, ἀλλ’ ὁτιοῦν ἄλλο, διττὸν τὸ
μνημονεῦον ἔσται. ἔτι τε εἰ τὸ αἰσθητικὸν καὶ τῶν μαθημάτων ἔσται,
καὶ τῶν διανοημάτων ἔσται τὸ αἰσθητικόν. ἢ ἄλλο
τὸ δὲ τῶν διανοήσεων τί; ἆρά γε καὶ τούτων τὸ φανταστικόν; ἀλλ’ εἰ
μὲν πάσῃ νοήσει παρακολουθεῖ φαντασία, τάχα ἂν ταύτης τῆς φαντασίας,
οἷον εἰκόνος οὔσης τοῦ διανοήματος, μενούσης οὕτως ἂν εἴη τοῦ
γνωσθέντος ἡ μνήμη: εἰ δὲ μή, ἄλλο τι ζητητέον. ἴσως δ’ ἂν εἴη τοῦ
λόγου τοῦ τῷ νοήματι παρακολουθοῦντος ἡ παραδοχὴ εἰς
ἀλλ’ εἰ τοῦ φανταστικοῦ ἡ μνήμη, ἑκατέρα δὲ ἡ ψυχὴ μνημονεύειν
εἴρηται, δύο τὰ φανταστικά. χωρὶς μὲν οὖν οὖσαι ἐχέτωσαν ἑκατέρα, ἐν
δὲ τῷ αὐτῷ παῤ ἡμῖν πῶς τὰ δύο καὶ τίνι αὐτῶν ἐγγίνεται; εἰ μὲν γὰρ
ἀμφοτέραις, διτταὶ ἀεὶ αἱ φαντασίαι: οὐ γὰρ δὴ τὸ μὲν τῆς ἑτέρας τῶν
νοητῶν, τὸ δὲ τῶν αἰσθητῶν: οὕτω γὰρ ἂν παντάπασι δύο ζῷα οὐδὲν
ἔχοντα κοινὸν πρὸς ἄλληλα ἔσται. εἰ οὖν ἀμφοτέραις, τίς ἡ διαφορά;
εἶτα πῶς οὐ γινώσκομεν; ἢ ὅταν μὲν συμφωνῇ ἡ ἑτέρα τῇ ἑτέρᾳ, οὐκ
ὄντων οὐδὲ χωρὶς τῶν φανταστικῶν, κρατοῦντος δὲ τοῦ τῆς κρείττονος,
ἓν τὸ φάντασμα γίνεται, οἷον παρακολουθούσης σκιᾶς τῷ ἑτέρῳ, καὶ
ὑποτρέχοντος οἷον σμικροῦ φωτὸς μείζονι: ὅταν δὲ μάχη ᾖ καὶ
διαφωνία, ἐκφανὴς ἐφ̓ ἑαυτῆς καὶ ἡ ἑτέρα γίνεται: λανθάνει δὲ ἐν
ἑτέρῳ, ὅτι καὶ ὅλως τὸ διττὸν τῶν ψυχῶν λανθάνει. εἰς ἓν γὰρ ἦλθον
ἄμφω καὶ ἐποχεῖται ἡ ἑτέρα. ἑώρα οὖν ἡ ἑτέρα πάντα καὶ τὰ μὲν ἔχει
ἐξελθοῦσα, τὰ δ’ ἀφίησι τῶν τῆς ἑτέρας: οἷον ἑταίρων ὁμιλίας
φαυλοτέρων
τί δὲ δὴ φίλων καὶ παίδων καὶ γυναικός; πατρίδος δὲ καὶ τῶν ὧν ἂν καὶ
ἀστεῖος οὐκ ἄτοπος μνημονεύων; ἢ τὸ μὲν μετὰ πάθους ἑκάστου, ὁ δὲ
ἀπαθῶς ἂν τὰς μνήμας τούτων ἔχοι: τὸ γὰρ πάθος ἴσως καὶ ἐξ ἀρχῆς ἐν
ἐκείνῳ καὶ τὰ ἀστεῖα τῶν τίνων
μνημονεύσει;
Τί οὖν ἐρεῖ, καὶ τίνων τὴν μνήμην ἕξει πάντα ὁμοῦ ὄντι, τῇ δὲ ψυχῇ
ἐκεῖ οὔσῃ διὰ τί οὐκ ἔσται; τί οὖν κωλύει καὶ ταύτῃ τὴν ἐπιβολὴν
ἀθρόαν ἀθρόων γίνεσθαι; ἆῤ οὖν ῶς τινος ὁμοῦ; ἢ ὡς πολλῶν ὁμοῦ πάσας
νοήσεις. τοῦ γὰρ θεάματος ὄντος ποικίλου ποικίλην καὶ πολλὴν τὴν
νόησιν ἅμα δεῖ γίνεσθαι καὶ πολλὰς τὰς νοήσεις, τὸ ἓν ὂν δυνηθῆναι τὴν τῶν πολλῶν ἐν αὑτῷ φύσιν
δέξασθαι πρότερον οὐκ ὄντων.
ἀλλὰ ταῦτα μὲν ταύτῃ. ἑαυτοῦ δὲ πῶς; ἢ οὐδὲ ἑαυτοῦ ἕξει τὴν μνήμην,
οὐδ’ ὅτι αὐτὸς ὁ θεωρῶν, οἷον Σωκράτης, ἢ ὅτι νοῦς ἢ ψυχή. πρὸς δὴ
ταῦτά τις ἀναμνησθήτω, ὡς ὅταν καὶ ἐνταῦθα θεωρῇ καὶ μάλιστα
ἐναργῶς, οὐκ ἐπιστρέφει πρὸς ἑαυτὸν τότε τῇ νοήσει, ἀλλ’ ἔχει μὲν
ἑαυτόν, ἡ δὲ ἐνέργεια πρὸς ἐκεῖνο, κἀκεῖνο γίνεται οἷον ὕλην ἑαυτὸν
παρασχών, εἰδοποιούμενος δὲ κατὰ τὸ ὁρώμενον καὶ δυνάμει ὢν τότε
αὐτός. τότε οὖν αὐτός ἐστιν ἐνεργείᾳ, ὅταν μηδὲν νοῇ: ἤ, εἰ μὲν
αὐτός, κενός ἐστι παντός. εἰ δέ ἐστιν αὐτὸς τοιοῦτος οἷος πάντα
εἶναι, ὅταν αὑτὸν νοῇ, πάντα ὁμοῦ νοεῖ: ὥστε τῇ μὲν εἰς ἑαυτὸν ὁ
τοιοῦτος ἐπιβολῇ καὶ ἐνεργείᾳ ἑαυτὸν ὁρῶν τὰ πάντα ἐμπεριεχόμενα
ἔχει, τῇ δὲ πρὸς τὰ
ἐξελθοῦσα δὲ ἐκεῖθεν καὶ οὐκ ἀνασχομένη
ἐκεῖ μὲν οὖν καὶ τἀγαθὸν διὰ νοῦ ὁρᾷ, οὐ γὰρ στέγεται ἐκεῖνο, ὥστε μὴ
διελθεῖν εἰς αὐτήν: ἐπεὶ μὴ σῶμα τὸ μεταξὺ ὥστε ἐμποδίζειν: καίτοι
καὶ σωμάτων ὄντων μεταξὺ πολλαχῇ εἰς τὰ τρίτα ἀπὸ τῶν
πρώτων ἡ ἄφιξις. εἰ δὲ πρὸς τὰ κάτω δοίη αὑτήν, ἀναλόγως τῇ μνήμῃ
καὶ τῇ φαντασίᾳ ἔχει ὃ ἠθέλησε. διὸ ἡ μνήμη, καὶ ὅταν τῶν ἀρίστων ᾖ,
οὐκ ἄριστον. δεῖ δὲ τὴν μνήμην λαμβάνειν οὐ μόνον ἐν τῷ οἷον
αἰσθάνεσθαι ὅτι μνημονεύει, ἀλλὰ καὶ ὅταν διακέηται κατὰ τὰ πρόσθεν
παθήματα ἢ θεάματα. γένοιτο γὰρ ἂν καὶ μὴ παρακολουθοῦντα, ὅτι ἔχει,
ἔχειν παῤ αὑτῷ ἰσχυροτέρως ἢ εἰ εἰδείη. εἰδὼς μὲν γὰρ τάχα ἂν ὡς
ἄλλο ἔχοι ἄλλος αὐτὸς ὤν, ἀγνοῶν δὲ ὅτι ἔχει κινδυνεύει εἶναι ὃ
ἔχει: ὃ δὴ πάθημα μᾶλλον πεσεῖν ποιεῖ τὴν ψυχήν. ἀλλ’ ἀφισταμένη τοῦ
ἐκεῖ τόπου ἀναφέρει τὰς μνήμας, ὁπωσοῦν εἶχε κἀκεῖ: ἡ δὲ ἐνέργεια
ἐκείνων ἠφάνιζε τὴν μνήμην. οὐ γὰρ ὡς κείμενοι ἦσαν τύποι, ἵνα ἂν ἦν
ἴσως ἄτοπον τὸ συμβαῖνον, ἀλλ’ ἡ δύναμις ἦν ἡ ἀφεθεῖσα ὕστερον
τί οὖν; κἀκεῖνα νῦν αὐτὴ ἡ δύναμις, καθ̓ ἣν τὸ μνημονεύειν, εἰς
ἐνέργειαν ἄγει; ἢ εἰ μὲν μὴ αὐτὰ ἑωρῶμεν, μνήμῃ, εἰ δ’ αὐτά, ᾧ κἀκεῖ
ἑωρῶμεν. ἐγείρεται γὰρ τοῦτο οἷς ἐγείρεται, καὶ τοῦτό ἐστι τὸ ὁρῶν
περὶ τῶν εἰρημένων. οὐ γὰρ ἂν γνωρίζοιεν: οὐ γὰρ ἄτοπον. τὰ μὲν γὰρ
πάθη ἔστωσαν ἀποθέμεναι, τὰ δὲ ἤθη οὐ κωλύεται μένειν. εἰ δὲ καὶ
διαλέγεσθαι δύναιντο, καὶ οὕτως ἂν γνωρίζοιεν. ἀλλ’ ὅταν ἐκ τοῦ
νοητοῦ κατέλθωσι, πῶς; ἢ ἀνακινήσουσι τὴν μνήμην, ἐλαττόνως μέντοι ἢ
ἐκεῖναι, τῶν αὐτῶν ἄλλα τε γὰρ ἕξουσι μνημονεύειν, καὶ χρόνος πλείων
λήθην παντελῆ πολλῶν πεποιηκὼς ἔσται. ἀλλ’ εἰ τραπεῖσαι εἰς τὸν
αἰσθητὸν κόσμον εἰς γένεσιν τῇδε πεσοῦνται, ποῖος τρόπος ἔσται τοῦ
μνημονεύειν; ἢ οὐκ ἀνάγκη εἰς πᾶν βάθος πεσεῖν. ἔστι γὰρ κινηθείσας
καὶ στῆναι ἐπί τι προελθούσας καὶ οὐδὲν δὲ κωλύει πάλιν ἐκδῦναι,
τὰς μὲν οὖν μετιούσας καὶ μεταβαλλούσας ψυχὰς ἔχοι ἄν τις εἰπεῖν ὅτι
καὶ μνημονεύουσι,
τί οὖν; ὅτι τὸν θεὸν εἶδον οὐ μνημονεύουσιν; ἢ ἀεὶ ὁρῶσιν: ἕως δ’ ἂν
ὁρῶσιν, οὐκ ἔνι δήπου φάναι αὐτὸν ἑωρακέναι: παυσαμένων γὰρ τοῦτο ἂν
πάθος εἴη. τί δέ; οὐδ’ ὅτι περιῆλθον χθὲς τὴν γῆν καὶ τὸ πέρυσιν,
οὐδ’ ὅτι ἔζων χθὲς καὶ πάλαι καὶ ἐξ οὗ ζῶσιν; ἢ ζῶσιν ἀεί: τὸ δὲ ἀεὶ
ταὐτὸν ἕν, τὸ δὲ χθὲς τῆς φορᾶς καὶ τὸ πέρυσι τοιοῦτον ἂν εἴη, οἷον
ἂν εἴ τις τὴν ὁρμὴν τὴν κατὰ πόδα ἕνα γενομένην μερίζοι εἰς πολλά,
καὶ ἄλλην καὶ ἄλλην καὶ πολλὰς ποιοῖ τὴν μίαν. καὶ γὰρ ἐνταῦθα μία
φορά, παρὰ δὲ ἡμῖν μετροῦνται πολλαὶ καὶ ἡμέραι ἄλλαι, ὅτι καὶ
νύκτες διαλαμβάνουσιν. ἐκεῖ δὲ μιᾶς οὔσης ἡμέρας πῶς πολλαί; ὥστε
οὐδὲ τὸ πέρυσιν. ἀλλὰ τὸ διάστημα οὐ ταὐτόν, ἀλλ’ ἄλλο, καὶ τὸ
ζῳδίου τμῆμα ἄλλο. διὰ τί οὖν οὐκ ἐρεῖ ʽπαρῆλθον τόδε, νῦν δὲ ἐν
ἄλλῳ εἰμἴ; εἰ δὲ καὶ ἐφορᾷ τὰ τῶν
ἢ οὐκ ἀνάγκη οὔτε ὅσα τις θεωρεῖ ἐν ἐν κινήσει δὲ τῇ ἐν αὐτῷ ζωῇ ἀιδίῳ οὔσῃ. καὶ μὴν εἰ
καὶ χορείᾳ ἀπεικάσειέ τις τὴν κίνησιν αὐτῶν, εἰ μὲν ἱσταμένῃ ποτέ, ἡ
πᾶσα ἂν εἴη τελεία ἡ συντελεσθεῖσα ἐξ ἀρχῆς εἰς τέλος, ἀτελὴς δὲ ἡ
ἐν μέρει ἑκάστη: εἰ δὲ τοιαύτῃ οἵα ἀεί, τελεία ἀεί. εἰ δὲ ἀεὶ
τελεία, οὐκ ἔχει χρόνον ἐν ᾧ τελεσθήσεται οὐδὲ τόπον: ὥστε οὐδὲ
ἔφεσιν ἂν ἔχοι οὕτως: ὥστε οὔτε χρονικῶς οὔτε τοπικῶς μετρήσει: ὥστε
οὐδὲ μνήμη τούτων. εἰ μέντοι αὐτοὶ μὲν ζωὴν ζῶσι μακαρίαν ταῖς αὑτῶν
ψυχαῖς τὸ ζῆν προσεμβλέποντες, ταύτῃ
ὁ δὲ δὴ πάντα κοσμῶν Ζεὺς καὶ ἐπιτροπεύων καὶ διατιθείς, εἰς ἀεὶ
ψυχὴν βασιλικὴν καὶ βασιλικὸν νοῦν ἔχων καὶ πρόνοιαν, ὅπως γίγνοιτο,
καὶ γινομένων ἐπιστασίαν καὶ τάξει διοικῶν καὶ περιόδους ἑλίττων
πολλὰς ἤδη καὶ τελέσας, πῶς ἂν ἐν τούτοις ἅπασι μνήμην οὐκ ἔχοι,
ὁπόσαι τε ἐγένοντο καὶ οἷαι αἱ περίοδοι; καὶ ὡς ἂν καὶ ἔπειτα
γένοιντο μηχανώμενος καὶ συμβάλλων καὶ λογιζόμενος πῶς οὐ
μνημονικώτατος ἂν εἴη πάντων, ὅσῳ καὶ δημιουργὸς σοφώτατος; τὸ μὲν
οὖν περιόδων τῆς μνήμης καὶ καθ̓ αὑτὸ ἂν ἔχοι πολλὴν
ἀλλ’ ἐπεὶ τὸ κοσμοῦν διττόν, καὶ τὸ μὲν ὡς τὸν δημιουργὸν
λέγομεν, τὸ δὲ ὡς τὴν τοῦ
ἔστι γὰρ ὥσπερ ἐφ̓ ἑνὸς ζῴου ἡ διοίκησις,
ἀλλ’ ἴσως τὸ μὲν τοιοῦτον ἔργον φύσεως τῷ τοῖς πάντα κυρίοις, οἷς
οὐδὲν ἀμφίβολον οὐδὲ ἀμφιγνοούμενον. οἷς ἄρα ἄραρεν ἡ δόξα, τούτοις
παραμένει. ἡ αὐτὴ ἄρα καὶ περὶ μελλόντων φρόνησις, οἵα καὶ ἡ περὶ
παρόντων, κατὰ τὸ ἑστάναι: τοῦτο δὲ λογισμοῦ ἔξω. ἀλλ’ εἰ μὴ οἶδε τὰ
μέλλοντα, τῷ τῆς αὑτοῦ
φρονήσεως: τῷ γὰρ τοιούτῳ ἡ βούλησις φρόνησις.
ἀλλὰ τί διοίσει τῆς λεγομένης φύσεως ἡ τοιαύτη φρόνησις; ἢ ὅτι ἡ μὲν
φρόνησις πρῶτον, ἡ δὲ φύσις ἔσχατον: ἴνδαλμα γὰρ φρονήσεως ἡ φύσις
καὶ ψυχῆς ἔσχατον ὂν ἔσχατον καὶ τὸν ἐν αὐτῇ ἐλλαμπόμενον λόγον
ἔχει, οἷον εἰ ἐν κηρῷ βαθεῖ διικνοῖτο εἰς ἔσχατον ἐπὶ θάτερα ἐν τῇ
ἐπιφανείᾳ τύπος, ἐναργοῦς μὲν ὄντος τοῦ ἄνω, ἴχνους δὲ ἀσθενοῦς
ὄντος τοῦ κάτω. ὅθεν οὐδὲ οἶδε, μόνον δὲ ποιεῖ: ὃ γὰρ ἔχει τῷ ἐφεξῆς
διδοῦσα
τὰ δὲ σώματα ὑπὸ φύσεως λεγόμενα γίγνεσθαι τὰ μὲν στοιχεῖα αὐτὸ
τοῦτο, τὰ δὲ ζῷα καὶ τὰ φυτὰ ἆρα οὕτως, ὥστε τὴν φύσιν οἷον
παρακειμένην ἐν αὑτοῖς ἔχειν; οἷον ἐπὶ φωτὸς ἀπελθόντος οὐδὲν ὁ ἀὴρ
αὐτοῦ ἔχει, ἀλλ’ ἔστιν οἷον χωρὶς τὸ φῶς, χωρὶς δὲ ὁ ἀὴρ οἷον οὐ
κιρνάμενος: ἢ οἷον ἐπὶ τοῦ πυρὸς καὶ τοῦ θερμανθέντος,
ἐκεῖνο δὲ ἄπορον πρὸς τὰ νῦν ἅπαντα εἰρημένα: εἰ γὰρ αἰὼν μὲν περὶ
νοῦν, χρόνος δὲ περὶ ψυχήν — ἔχειν γάρ φαμεν τὴν ὑπόστασιν τὸν
χρόνον περὶ τὴν τῆς ψυχῆς ἐνέργειαν καὶ ἐξ ἐκείνης: πῶς οὐ
μεριζομένου τοῦ χρόνου καὶ τὸ παρεληλυθὸς ἔχοντος μερίζοιτο ἂν καὶ ἡ
ἐνέργεια, καὶ πρὸς τὸ παρεληλυθὸς ἐπιστρέφουσα ποιήσει καὶ ἐν τῇ τοῦ
παντὸς ψυχῆ τὴν μνήμην; καὶ γὰρ αὖ ἐν μὲν τῷ αἰῶνι τὴν ταυτότητα, ἐν
δὲ τῷ χρόνῳ τὴν ἑτερότητα δεῖ τίθεσθαι, ἢ ταὐτὸν αἰὼν
ἔσται καὶ χρόνος, εἰ καὶ ταῖς τῆς ψυχῆς ἐνεργείαις τὸ μεταβάλλειν οὐ
δώσομεν. ἆῤ οὖν τὰς μὲν ἡμετέρας ψυχὰς μεταβολὴν δεχομένας τήν τε
ἄλλην καὶ τὴν ἔνδειαν οἷα ἐν χρόνῳ φήσομεν εἶναι, τὴν δὲ τοῦ ὅλου
γεννᾶν μὲν χρόνον, οὐ μὴν ἐν χρόνῳ εἶναι; ἀλλ’ ἔστω μὴ ἐν χρόνῳ: τί
δ’ ἐστίν, ὃ ποιεῖ γεννᾶν αὐτὴν χρόνον, ἀλλὰ μὴ αἰῶνα;
ἢ ὅτι, ἃ γεννᾷ, οὐκ ἀίδια, ἀλλὰ περιεχόμενα χρόνῳ: ἐπεὶ οὐδ’ αἱ
ψυχαὶ ἐν χρόνῳ, ἀλλὰ τὰ πάθη αὐτῶν ἅττα ἐστὶ καὶ τὰ ποιήματα. ἀίδιοι
γὰρ ἁ??ʼ ψυχαί, καὶ ὁ χρόνος ὕστερος, καὶ τὸ ἐν χρόνῳ ἔλαττον
χρόνου: περιέχειν γὰρ δεῖ τὸν χρόνον τὸ ἐν χρόνῳ, ὥσπερ, φησί, τὸ ἐν
τόπῳ καὶ ἐν ἀριθμῷ.
ἀλλ’ εἰ ἐν αὐτῇ τόδε μετὰ τόδε, καὶ τὸ πρότερον καὶ τὸ ὕστερον τῶν
ποιουμένων, καὶ εἰ ἐν χρόνῳ αὐτὴ ποιεῖ, νεύει καὶ πρὸς τὸ μέλλον: εἰ
δὲ τοῦτο, καὶ πρὸς τὸ παρεληλυθός. ἢ ἐν τοῖς ποιουμένοις τὸ πρότερον
καὶ παρεληλυθός, ἐν αὐτῇ δὲ οὐδὲν παρεληλυθός, ἀλλὰ πάντες οἱ λόγοι
ἅμα, ὥσπερ εἴρηται. ἐν δὲ τοῖς ποιουμένοις τὸ οὐχ
ἀλλὰ πῶς οὐ καὶ ἐν ἡμῖν οὕτως αἱ νοήσεις αἱ τῆς ψυχῆς καὶ οἱ λόγοι,
ἀλλ’ ἐνταῦθα ἐν χρόνοις τὸ ὕστερον καὶ αἰ ζητήσεις ὡδί; ἆῤ ὅτι πολλὰ
ἃ ἄρχει καὶ κινεῖται, καὶ οὐχ ἓν κρατεῖ; ἢ αὑτὸν διδόντος: ἐν δὲ τῷ ἀρίστῳ, τῷ χωρίζοντι,
ἓν τὸ ἄρχον, καὶ παρὰ τούτου εἰς τὰ ἄλλα ἡ τάξις: οἷον διττῆς πόλεως
οὔσης, τῆς μὲν ἄνω, τῆς δὲ τῶν κάτω, κατὰ τὰ ἄνω κοσμουμένης. ἀλλ’
ὅτι γε ἐν τῇ τοῦ παντὸς ψυχῇ τὸ ἓν καὶ ταὐτὸν καὶ ὁμοίως, ἐν δὲ τοῖς
ἄλλοις ἄλλως, καὶ δἰ ἅ, εἴρηται. ταῦτα μὲν οὖν ταύτῃ.
περὶ δὲ τοῦ εἰ ἐφ̓ ἑαυτοῦ τι ἔχει τὸ σῶμα καὶ παρούσης ζῇ τῆς ψυχῆς
ἔχον ἤδη τι ἴδιον, ἢ ὃ ἔχει ἡ φύσις ἐστὶ, καὶ τοῦτό ἐστι τὸ
προσομιλοῦν τῷ σώματι, σκεπτέον. ἢ καὶ αὐτὸ τὸ σῶμα, ἐν ᾧ
καὶ ψυχὴ καὶ φύσις, οὐ τοιοῦτον εἶναι δεῖ, οἷον τὸ ἄψυχον καὶ οἷον ὁ
ἀὴρ ὁ πεφωτισμένος. ἀλλ’ οἷον ὁ τεθερμασμένος, καὶ ἔστι τὸ σῶμα τοῦ
ζῴου καὶ τοῦ φυτοῦ δὲ οἷον σκιὰν ψυχῆς ἔχον, καὶ τὸ ἀλγεῖν καὶ τὸ
ἥδεσθαι δὲ τὰς τοῦ σώματος ἡδονὰς περὶ τὸ τοιόνδε σῶμά ἐστιν: ἡμῖν
δὲ ἡ αὑτοῦ ἡδονὴν
διὰ τὴν ἔφεσιν τῆς κοινωνίας.
τοῦτο δὴ. τὸ λεγόμενον ἡδονήν τε εἶναι καὶ ἀλγηδόνα, εἶναι μὲν
ἀλγηδόνα γνῶσιν ἀπαγωγῆς σώματος ἰνδάλματος ψυχῆς στερισκομένου,
ἡδονὴν δὲ γνῶσιν ζῴου ἰνδάλματος ψυχῆς ἐν σώματι ἐναρμοζομένου πάλιν
αὖ. ἐκεῖ μὲν οὖν τὸ πάθος, ἡ δε γνῶσις τῆς αἰσθητικῆς ψυχῆς ἐν τῇ
γειτονίᾳ αἰσθομένης καὶ ἀπαγγειλάσης τῷ εἰς ὃ λήγουσιν αἱ αἰσθήσεις.
καὶ ἠλγύνθη μὲν ἐκεῖνο: λέγω δὲ
καὶ τῶν σωματικῶν δὲ ἐπιθυμιῶν τὴν ἀρχὴν ἐκ τοῦ οὕτως κοινοῦ καὶ τῆς
τοιαύτης σωματικῆς φύσεως ἀκόλουθον τίθεσθαι γίνεσθαι. οὔτε γὰρ τῷ
ὁπωσοῦν ἔχοντι σώματι δοτέον τὴν ἀρχὴν τῆς ὀρέξεως καὶ προθυμίας,
οὔτε τῇ ψυχῇ αὐτῇ ἁλμυρῶν ἢ γλυκέων ζήτησιν, ἀλλὰ ὃ σῶμα μέν ἐστιν,
ἐθέλει δὲ μὴ μόνον σῶμα εἶναι, ἀλλὰ καὶ κινήσεις ἐκτήσατο πλέον ἢ
αὐτή, καὶ ἐπὶ πολλὰ διὰ τὴν ἐπίκτησιν ἠνάγκασται τρέπεσθαι: διὸ
οὑτωσὶ μὲν ἔχον ἁλμυρῶν, οὑτωσὶ δὲ γλυκέων, καὶ ὑγραίνεσθαι καὶ
θερμαίνεσθαι, οὐδὲν αὐτῷ μελῆσαν, εἰ μόνον ἦν. ὥσπερ δὲ ἐκεῖ ἐκ τῆς
ὀδύνης
ὅτι δὲ τοῦτό ἐστι, περὶ ὃ ἡ ἀρχὴ τῆς ἐπιθυμίας,
ἐπὶ δὲ τῶν φυτῶν ἆρα ἄλλο μὲν τὸ οἷον ἐναπηχηθὲν τοῖς σώμασιν αὐτῶν,
ἄλλο δὲ τὸ χορηγῆσαν, ὃ δὴ ἐπιθυμητικὸν μὲν ἐν ἡμῖν, ἐν ἐκείνοις δὲ
φυτικόν, ἢ ἐν μὲν τῇ γῇ τοῦτο ψυχῆς ἐν αὐτῇ οὔσης, ἐν δὲ τοῖς φυτοῖς
τὸ ἀπὸ τούτου; ζητήσειε δ’ ἄν τις πρότερον, τίς ψυχὴ ἐν τῇ γῇ,
πότερα ἐκ τῆς σφαίρας τοῦ παντός, ἣν καὶ μόνην δοκεῖ ψυχοῦν πρώτως
Πλάτων, οἷον ἔλλαμψις εἰς εἶναι
δύσκολον, καὶ μείζω ἀπορίαν ἢ οὐκ ἐλάττω ἐξ ὧν εἴρηκεν ὁ Πλάτων
γίνεσθαι. ἀλλὰ πρότερον, πῶς ἂν εὐλόγως ἔχειν τὸ πρᾶγμα δόξειε. τὴν
μὲν οὖν φυτικὴν ψυχὴν ὡς ἔχει ἡ γῆ, ἐκ τῶν φυομένων ἐξ αὐτῆς ἄν τις
τεκμαίροιτο: εἰ δὲ καὶ ζῷα πολλὰ ἐκ γῆς γινόμενα ὁρᾶται, διὰ τί οὐ
καὶ ζῷον ἄν τις εἴποι αὐτὴν εἶναι; ζῷον δὲ τοσοῦτον οὖσαν καὶ οὐ
σμικρὰν μοῖραν τοῦ παντὸς διὰ τί οὐ καὶ νοῦν ἔχειν φήσειε καὶ οὕτω
θεὸν εἶναι; εἴπερ δὲ καὶ τῶν ἄστρων ἕκαστον, διὰ τί οὐ καὶ τὴν γῆν
ζῷον μέρος τοῦ παντὸς ζῴου οὖσαν; οὐ γὰρ δὴ ἔξωθεν μὲν συνέχεσθαι
ὑπὸ ψυχῆς ἀλλοτρίας φατέον, ἔνδον δὲ μὴ ἔχειν ὡς οὐ δυναμένης καὶ
αὐτῆς ἔχειν οἰκείαν. διὰ τί γὰρ τὰ μὲν πύρινα δύναται, τὸ δὲ γήινον
οὔ; σῶμα γὰρ ἑκάτερον καὶ οὐκ ἶνες ἐκεῖ οὐδὲ σάρκες οὐδ’ αἷμα οὐδὲ
ὑγρόν: καίτοι ἡ γῆ ποικιλώτερον καὶ ἐκ πάντων τῶν σωμάτων. εἰ δ’ ὅτι
δυσκίνητον, τοῦτο πρὸς τὸ μὴ κινεῖσθαι ἐκ τόπου λέγοι τις ἄν. ἀλλὰ
τὸ αἰσθάνεσθαι πῶς; πῶς γὰρ καὶ τὰ ἄστρα; οὐ γὰρ δὴ οὐδὲ σαρκῶν τὸ
αἰσθάνεσθαι, οὐδ’ ὅλως σῶμα δοτέον τῇ ψυχῇ,
δεῖ δὴ θέσθαι ὡς τὸ αἰσθάνεσθαι τῶν αἰσθητῶν ἐστι τῇ ψυχῇ ἢ τῷ ζῴῳ
ἀντίληψις τὴν προσοῦσαν τοῖς σώμασι ποιότητα συνιείσης καὶ τὰ εἴδη
αὐτῶν ἀποματτομένης. ἢ τοίνυν μόνη ἐφ̓ ἑαυτῆς ἀντιλήψεται, ἢ μετ’
ἄλλου. μόνη μὲν οὖν καὶ ἐφ̓ ἑαυτῆς πῶς; ἐφ̓ ἑαυτῆς γὰρ τῶν ἐν αὐτῇ
καὶ μόνον νόησις: εἰ δὲ καὶ ἄλλων, δεῖ πρότερον καὶ ταῦτα ἐσχηκέναι
ἤτοι ὁμοιωθεῖσαν ἢ τῷ ὁμοιωθέντι συνοῦσαν. ὁμοιωθῆναι μὲν οὖν ἐφ̓
ἑαυτῆς μένουσαν οὐχ οἷόν τε. πῶς γὰρ ἂν ὁμοιωθείη σημεῖον γραμμῇ;
ἐπεὶ οὐδὲ ἡ νοητὴ τῇ αἰσθητῇ ἂν γραμμῇ ἐφαρμόσειεν, οὐδὲ τὸ νοητὸν
πῦρ ἢ ἄνθρωπος τῷ αἰσθητῷ πυρὶ ἢ ἀνθρώπῳ. ἐπεὶ οὐδ’ ἡ φύσις ἡ
ποιοῦσα τὸν ἄνθρωπον τῷ γενομένῳ ἀνθρώπῳ εἰς ταὐτόν, ἀλλὰ μόνη, κἂν
οἷόν τε τῷ αἰσθητῷ ἐπιβάλλειν, τελευτήσει εἰς τὴν τοῦ νοητοῦ
σύνεσιν, ἐκφυγόντος τοῦ αἰσθητοῦ αὐτὴν οὐκ ἐχούσης, ἢ καὶ τοῦ μεταξὺ μηδὲν παθόντος, οἷον
εἰ κενόν τι εἴη μεταξὺ ὄψεως καὶ χρώματος, δυνατὸν ὁρᾶν τοῦ ὀργάνου
τῇ δυνάμει παρόντος, ἑτέρου λόγου. ἀλλ’ ὅτι ψυχῆς ἐν σώματι καὶ διὰ
σώματος ἡ αἴσθησις, δῆλον.
τὸ δὲ εἰ τῆς χρείας μόνον ἡ αἴσθησις, ὧδε σκεπτέον. εἰ δὴ ψυχῇ μὲν
μόνῃ οὐκ ἂν αἴσθησις γίγνοιτο, μετὰ δὲ σώματος αἱ αἰσθήσεις, διὰ
σῶμα ἂν εἴη, ἐξ οὗπερ καὶ αἱ αἰσθήσεις, καὶ διὰ τὴν σώματος
κοινωνίαν δοθεῖσα καὶ ἤτοι ἐξ ἀνάγκης ἐπακολουθούσης: ὅ τι γὰρ
πάσχει τὸ σῶμα καὶ φθάνει τὸ πάθος μεῖζον ὂν μέχρι ψυχῆς: ἢ καὶ
μεμηχάνηται, ὅπως καὶ πρὶν μεῖζον γενέσθαι φυλαξώμεθα τὸ
ποιοῦν, ὥστε καὶ φθεῖραι, ἢ καὶ πρὶν πλησίον γενέσθαι φυλάξασθαι. εἰ
δὴ τοῦτο, πρὸς χρείαν ἂν εἶεν δ’ οὐκ ἂν εἴη τοιούτῳ ὄντι
σώματι τὸ ὁρᾶν;
ἢ οὐκ ἀρκεῖ εἶναι τὸ δἰ οὗ, ἵνα ὁρᾷ καὶ ὅλως αἰσθάνηται, ἀλλὰ δεῖ τὴν
ψυχὴν οὕτως ἔχειν, ὡς νεύειν πρὸς τὰ αἰσθητά. τῇ δὲ τοῦ
παντὸς ψυχῇ ὑπάρχει ἀεὶ πρὸς τοῖς νοητοῖς εἶναι, κἂν οἷόν
τε ᾖ αὐτῇ αἰσθάνεσθαι, οὐκ ἂν εἴη τοῦτο τῷ πρὸς κρείττοσιν εἶναι,
ὁπότε καὶ ἡμᾶς σφόδρα πρὸς τοῖς νοητοῖς ὄντας, ὅτε ἐσμέν, λανθάνουσι
γίνονται δὲ εὐχῶν γνώσεις κατὰ οἷον σύναψιν καὶ κατὰ τοιάνδε σχέσιν
ἐναρμοζομένων, καὶ αἱ ποιήσεις οὕτως: καὶ ἐν ταῖς μάγων τέχναις εἰς
τὸ συναφὲς πᾶν: ταῦτα δὲ δυνάμεσιν ἑπομέναις συμπαθῶς. εἰ δὲ τοῦτο,
διὰ τί οὐ καὶ τὴν γῆν αἰσθάνεσθαι δώσομεν; ἀλλὰ ποίας αἰσθήσεις; ἢ
διὰ τί οὐ πρῶτον ἁφὴν καὶ μέρει μέρους ἀναπεμπομένης ἐπὶ τὸ
ἡγούμενον τῆς αἰσθήσεως καὶ τῷ ὅλῳ πυρὸς καὶ τῶν ἄλλων; καὶ γὰρ εἰ
τὸ σῶμα δυσκίνητον, οὔτι γε ἀκίνητον. ἀλλ’ ἔσονται αἱ αἰσθήσεις οὐ
τῶν μικρῶν, ἀλλὰ τῶν μεγάλων. ἀλλὰ διὰ τί; ἢ ὅτι ἀνάγκη ψυχῆς
ἐνούσης τὰς κινήσεις τὰς μεγίστας μὴ λανθάνειν. κωλύει δ’ οὐδὲν καὶ
διὰ τοῦτο τὸ αἰσθάνεσθαι γίνεσθαι, ἵνα εὖ τίθοιτο τὰ πρὸς ἀνθρώπους,
ὅσον εἰς αὐτὴν τὰ ἀνθρώπων ἀνάκειται: εὖ τίθοιτο δὲ οἷον συμπαθῶς:
καὶ ἀκούειν δὲ εὐχομένων καὶ ἐπινεύειν εὐχαῖς οὐχ ὃν ἡμεῖς τρόπον:
καὶ ταῖς ἄλλαις αἰσθήσεσι παθητὴν εἶναι πρὸς αὑτὴν καὶ τἆλλα, οἷον
ὀσμῶν πέρι καὶ τῶν γευστῶν, ὅσα ὀσφραντὰ κατὰ τὰς τῶν χυλῶν ὀσμὰς
πρὸς ζῴων πρόνοιαν καὶ
εἰ οὖν τοῖς φυτοῖς δίδωσιν αὐτὴν τὴν γεννητικήν, ἢ ἐν αὐτῇ μὲν ἡ
γεννητική, ταύτης δὲ ἴχνος ἡ ἐν τοῖς φυτοῖς, καὶ οὕτως ἂν εἴη ὡς ἡ
σὰρξ ἔμψυχος ἤδη καὶ ἐκομίσατο, εἰ ἔχει καὶ τὴν γεννητικὴν ἐν αὐτοῖς
τὰ φυτά. ἐνοῦσα δὲ δίδωσι τῷ σώματι τοῦ φυτοῦ ὅπερ βέλτιον, ᾧ
διαφέρει τοῦ κοπέντος καὶ οὐκέτι φυτοῦ, ἀλλὰ μόνον ξύλου. ἀλλ’ αὐτῷ
γε τῷ σώματι τῆς γῆς τί δίδωσιν ἡ ψυχή; οὐ ταὐτὸν δεῖ νομίζειν σῶμα
εἶναι γήινον ἀποτμηθέν τε τῆς γῆς καὶ μένον συνεχές, οἷα λίθοι
δεικνύουσιν αὐξόμενοι μέν, ἕως εἰσὶ συνηρτημένοι, μένοντες δὲ ὅσον
ἐτμήθησαν ἀφῃρημένοι. ἕκαστον μὲν οὖν μέρος ἴχνος ἔχειν δεῖ
νομίζειν, ἐπιθεῖν δὲ ἐπὶ τούτῳ τὸ πᾶν φυτικόν, ὃ οὐκέτι τοῦδε ἐστὶν
ἢ τοῦδε, ἀλλὰ τῆς ὅλης: εἶτα τὴν τοῦ αἰσθητικοῦ φύσιν οὐκέτι τῷ
σώματι συμπεφυρμένην, ἐποχουμένην δέ: εἶτα τὴν ἄλλην ψυχὴν καὶ νοῦν,
ἣν δὴ Ἑστίαν καὶ Δήμητραν ἐπονομάζουσιν ἄνθρωποι θείᾳ φήμῃ καὶ φύσει
ἀπομαντευόμενοι τὰ τοιαῦτα χρώμενοι.
καὶ ταῦτα μὲν ταύτῃ. ἐπανιτέον δὲ πάλιν καὶ περὶ τοῦ θυμοειδοῦς
ζητητέον, εἰ, ὥσπερ τῶν ἐπιθυμιῶν τὴν ἀρχὴν καὶ ἀλγηδόνας καὶ ἡδονὰς
— τὰ πάθη, οὐ τὰς αἰσθήσεις — ἐν τῷ οὕτως ἔχοντι σώματι ἐτίθεμεν τῷ
οἷον ζῳωθέντι, οὕτω καὶ τοῦ θυμοῦ τὴν ἀρχήν, ἢ καὶ πάντα τὸν θυμὸν
τοῦ οὕτως ἔχοντος σώματος θησόμεθα ἢ μέρους τινὸς σώματος, οἷον
καρδίας οὕτως ἐχούσης ἢ χολῆς οὐ νεκροῦ σώματος: καὶ εἰ ἄλλου ὄντος
τοῦ διδόντος τὸ ἴχνος τὸ ψυχικὸν ἐνταῦθα ἕν τι τοῦτο ὁ θυμός, οὐκέτι
παρὰ θυμικοῦ ἢ αἰσθητικοῦ. ἐκεῖ μὲν οὖν καθ̓ ὅλον τὸ σῶμα τὸ φυτικὸν
ὂν παντὶ ἐδίδου τῷ σώματι τὸ ἴχνος, καὶ τὸ ἀλγεῖν ἦν ἐν παντί, καὶ
τὸ ἥδεσθαι, καὶ ἡ ἀρχὴ τῆς ἐπιθυμίας ἐν παντὶ τοῦ πληροῦσθαι: ἡ δὲ
τῶν ἀφροδισίων οὐκ εἴρητο, ἀλλ’ ἔστω περὶ τὰ μόρια τῶν τοιούτων
τελεστικά. ἔστω δὲ ὁ περὶ τὸ ἧπαρ τόπος τῆς ἐπιθυμίας ἀρχή, ὅτι τὸ
φυτικὸν ἐκεῖ ἐνεργεῖ μάλιστα, ὃ τὸ ἴχνος τὸ ψυχικὸν τῷ ἥπατι καὶ τῷ
σώματι παρέχει: ἐκεῖ δέ, ὅτι ἐκεῖ ἄρχεται ἡ ἐνέργεια. ἀλλὰ περὶ τοῦ
θυμοῦ τί τε αὐτὸς καὶ τίς ψυχή, καὶ εἰ ἀπ’ αὐτοῦ ἴχνος περὶ τὴν
καρδίαν, ἢ ἄλλο τι τὴν κίνησιν εἰς συναμφότερον τελοῦν παρέχεται, ἢ
ἐνταῦθα οὐκ ἴχνος, ἀλλ’ αὐτὸ τὸ ὀργίζεσθαι παρέχεται. πρῶτον οὖν
σκεπτέον, τί αὐτό. ὅτι μὲν οὖν οὐχ ὑπὲρ ὧν ἂν πάσχῃ τὸ σῶμα μόνον,
ἀλλὰ καὶ ὑπὲρ ὧν ἂν καὶ ἕτερός τις τῶν προσηκόντων, καὶ ὅλως ὑπὲρ ὧν
ἄν τις παρὰ τὸ προσῆκον ποιῇ, ὀργιζόμεθα, δῆλόν που: ὅθεν καὶ
αἰσθήσεως δεῖ καὶ συνέσεώς τινος ἐν τῷ ὀργίζεσθαι. διὸ καὶ εἰς ταῦτά
τις ὁρῶν οὐκ ἐκ τοῦ φυτικοῦ ὡρμῆσθαι, ἀλλ’ ἐξ ἄλλου ἂν ζητοῖ τὸν
θυμὸν τὴν τὸ θυμοειδὲς καὶ
τὸ μὲν εἴη τὸ φυτικόν, τὸ δὲ θυμοειδὲς ἐξ αὐτοῦ ἴχνος περὶ αἷμα ἢ
χολὴν ἢ τὸ συναμφότερον, οὐκ ἂν ὀρθὴ ἡ ἀντιδιαίρεσις γίγνοιτο, τοῦ
μὲν προτέρου, τοῦ δὲ ὑστέρου ὄντος. ἢ οὐδὲν κωλύει ἄμφω ὕστερα καὶ
τῶν ἐπιγενομένων ἐκ τοῦ αὐτοῦ τὴν διαίρεσιν εἶναι: ὀρεκτικῶν γὰρ ἡ
διαίρεσις, ᾗ ὀρεκτικά, οὐ τῆς οὐσίας, ὅθεν ἐλήλυθεν. ἐκείνη δὲ ἡ
οὐσία καθ̓ αὑτὴν οὐκ ὄρεξις, ἀλλ’ ἴσως τελειοῦσα τὴν ὄρεξιν συνάψασα
αὑτῇ τὴν παῤ αὐτῆς ἐνέργειαν. καὶ τὸ ἐκπεσὸν δὲ εἰς θυμὸν ἴχνος περὶ
τὴν καρδίαν λέγειν οὐκ ἄτοπον: οὐ γὰρ τὴν ψυχὴν ἐνταῦθα, ἀλλὰ τὴν
τοῦ αἵματος ἀρχὴν τοῦ τοιοῦδε ἐνταῦθα λεγέσθω εἶναι.
πῶς οὖν, εἴπερ τῷ θερμανθέντι τὸ σῶμα ἔοικεν ἀλλ’ οὐ τῷ φωτισθέντι,
ἐξελθούσης τῆς ἄλλης ψυχῆς οὐδὲν ἔτι ζωτικὸν ἔχει; ἢ ἔχει ἐπ’
ὀλίγον, ἀπομαραίνεται δὲ θᾶττον, ὥσπερ καὶ ἐπὶ τῶν θερμανθέντων
ἀποστάντων τοῦ πυρός. μαρτυροῦσι δὲ καὶ τρίχες φυόμεναι ἐπὶ τῶν
νεκρῶν σωμάτων καὶ ὄνυχες αὐξόμενοι καὶ ζῷα διαιρούμενα
νῦν δ’ ἐπειδὴ μνήμας μὲν ἐν τοῖς ἄστροις περιττὰς εἶναι ἐθέμεθα,
αἰσθήσεις δὲ ἔδομεν καὶ ἀκούσεις πρὸς ταῖς ὁράσεσι καὶ εὐχῶν δὴ
κλύοντας ἔφαμεν, ἃς πρὸς ἥλιον ποιούμεθα καὶ δὴ καὶ πρὸς ἄστρα ἄλλοι
τινὲς ἄνθρωποι, καὶ πεπίστευται, ὡς δἰ αὐτῶν αὐτοῖς πολλὰ καὶ
τελεῖται καὶ δὴ καὶ οὕτω ῥᾷστα, ὡς μὴ μόνον πρὸς τὰ δίκαια τῶν παραπεπτωκότων ζητητέον:
ἔχει γὰρ καθ̓ ἑαυτὰ μεγίστας καὶ πολυθρυλήτους παρὰ τοῖς
δυσχεραίνουσιν ἀπορίας, θεοὺς συνεργοὺς καὶ αἰτίους γίγνεσθαι ἀτόπων
ἔργων, τῶν τε ἄλλων καὶ δὴ καὶ πρὸς ἔρωτας καὶ ἀκολάστους συλλήψεις:
τούτων τε οὖν ἕνεκα καὶ μάλιστα περὶ οὗ ἐξ ἀρχῆς ὁ λόγος, τῆς μνήμης
αὐτῶν. δῆλον γὰρ ὅτι, εἰ εὐξαμένων ποιοῦσι καὶ οὐ παραχρῆμα δρῶσιν
αὐτά, ἀλλ’ εἰς ὕστερον καὶ πάνυ πολλάκις εἰς χρόνους, μνήμην ὧν
εὔχονται ἄνθρωποι πρὸς αὐτοὺς ἔχουσιν. ὁ δὲ πρόσθεν λόγος ὁ παῤ ἡμῶν
λεγόμενος οὐκ ἐδίδου τοῦτο: ἀλλὰ καὶ πρὸς τὰς εἰς ἀνθρώπους
εὐεργεσίας ἦν ἂν τοιοῦτον, οἷον Δήμητρος καὶ Ἑστίας: εἰ μή τις τῆς
γῆς μόνον τὸ εὖ ποιεῖν τὰ ἀνθρώπεια λέγοι. ἀμφότερα οὖν πειρατέον
δεικνύναι, πῶς τε τὰ τῆς μνήμης θησόμεθα ἐν τούτοις, ὃ δὴ πρὸς ἡμᾶς
ἔχει, οὐ πρὸς τὰ δοκοῦντα τοῖς ἄλλοις, οἳ οὐ κωλύονται μνήμας
διδόναι: καὶ περὶ τῶν ἀλλοκότως δοκούντων γίγνεσθαι, ὃ φιλοσοφίας
ἔργον ἐπισκέψασθαι, εἴ πῃ ἔστιν ἀπολογήσασθαι πρὸς ἀπορίας τὰς κατὰ θεῶν τῶν ἐν οὐρανῷ: καὶ δὴ καὶ περὶ
αὐτοῦ παντὸς τοῦ κόσμου — ὡς καὶ εἰς τοῦτον εἶσιν ἡ αἰτία ἡ τοιαύτη
— εἰ πιστοὶ οἱ λέγοντες, οἳ καὶ αὐτόν φασι τὸν σύμπαντα οὐρανὸν
γοητεύεσθαι ὑπὸ ἀνθρώπων τόλμης καὶ τέχνης. καὶ περὶ δαιμόνων δὲ
ἐπιζητήσει ὁ λόγος, ὅπως τὰ τοιαῦτα ὑπουργεῖν λέγονται, εἰ μὴ διὰ
τὴν τῶν προτέρων λύσιν καὶ τὰ τούτων λαμβάνοι.
καθόλου τοίνυν τὰς ποιήσεις ληπτέον ἁπάσας καὶ τὰς πείσεις, ὅσαι
γίνονται ἐν τῷ παντὶ καὶ μυρία ἄν τις ἔχοι λέγειν πόρρω ἄγων
σωματικῆς ποιότητος τῆς ἐκ τῶν στοιχείων εἰς τὰ τῶν ζῴων σώματα καὶ
ψυχὰς ἰούσης. οὐ μὴν οὐδὲ προαιρέσει ἀναθετέον τῶν ἄστρων καὶ τῇ τοῦ
παντὸς γνώμῃ καὶ τοῖς τούτων λογισμοῖς τὰ συμπίπτοντα περὶ ἕκαστα
τῶν ὑπ’ αὐτά. ἄτοπον γὰρ ἐκείνους μηχανᾶσθαι περὶ τὰ τῶν ἀνθρώπων,
ὅπως οἱ μὲν γένοιντο κλέπται, οἱ δὲ ἀνδραποδισταὶ τοιχωρύχοι τε καὶ
ἱερόσυλοι, ἄνανδροί τε ἄλλοι καὶ θήλεις τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰ
αἰσχρὰ δρῶντες. οὐ γὰρ ὅτι θεῶν, ἀλλ’ οὐδὲ ἀνθρώπων μετρίων, τάχα δὲ
οὐδὲ ὡντινωνοῦν τὰ τοιαῦτα ἐργάζεσθαι καὶ καταμηχανᾶσθαι, ἐξ ὧν
αὐτοῖς οὐδ’ ἡτισοῦν ὠφέλεια ἂν γένοιτο.
εἰ οὖν μήτε σωματικαῖς αἰτίαις ἀναθήσομεν τὰ ἐπὶ γῆς ἀφικνεῖται ἐξ οὐρανοῦ, τίς ἂν εἴη λοιπὴ
καὶ εὔλογος αἰτία; πρῶτον τοίνυν θετέον ζῷον ἓν πάντα τὰ ζῷα τὰ
ἐντὸς αὐτοῦ περιέχον τόδε τὸ πᾶν εἶναι, ψυχὴν μίαν ἔχον εἰς πάντα
αὐτοῦ μέρη, καθ̓ ὅσον ἐστὶν ἕκαστον αὐτοῦ
τῆς δὴ φορᾶς τὸ εἰκῆ οὐκ ἐχούσης, ἀλλὰ λόγῳ τῷ κατὰ τὸ ζῷον
φερομένης, ἔδει καὶ συμφωνίαν τοῦ ποιοῦντος πρὸς τὸ πάσχον εἶναι καί
τινα τάξιν εἰς ἄλληλα καὶ πρὸς ἄλληλα συντάσσουσαν, ὥστε καθ̓
ἑκάστην σχέσιν τῆς φορᾶς καὶ τῶν αὖ
ἡμᾶς δὲ διδόντας τὸ μέρος αὑτῶν εἰς τὸ πάσχειν, ὅσον ἦν ἡμέτερον
ἐκείνου τοῦ σώματος, μὴ τὸ πᾶν ἐκείνου νομίζοντας μέτρια παῤ αὐτοῦ
πάσχειν: ὥσπερ οἱ ἔμφρονες τῶν θητευόντων τὸ μέν τι τοῖς δεσπόζουσιν
ὑπηρετοῦντες, τὸ δ’ αὑτῶν ὄντες, μετριωτέρων τῶν παρὰ τοῦ δεσπότου
ἐπιταγμάτων διὰ τοῦτο τυγχάνοντες, ἅτε μὴ ἀνδράποδα ὄντες μηδὲ τὸ
πᾶν ἄλλου. τὸ δὲ τῶν σχηματισμῶν διάφορον τῶν θεόντων μὴ ἰσοταχῶν
ὄντων ἀναγκαῖον ἦν γίνεσθαι, ὡς νῦν γίνεται. λόγῳ δὲ φερομένων καὶ
διαφόρων τῶν σχέσεων τοῦ ζῴου γινομένων, εἶτα καὶ ἐνταῦθα τούτων τῶν
παῤ ἡμῖν συμπαθῶν πρὸς τὰ ἐκεῖ γινομένων, εὔλογον ζητεῖν, πότερα
συνέπεσθαι φατέον ταῦτα συμφωνοῦντα ἐκείνοις, ἢ τὰ σχήματα τὰς
δυνάμεις τῶν ποιουμένων ἔχειν, καὶ τὰ σχήματα ἁπλῶς ἢ τὰ τούτων. οὐ
γὰρ ὁ αὐτὸς σχηματισμὸς ταὐτοῦ ἐπ’ ἄλλου καὶ αὖ ἄλλων τὴν αὐτὴν
σημασίαν ἢ ποίησιν ἐργάζεται: ἐπεὶ καὶ καθ̓ αὑτὸν ἕκαστος διάφορον
ἔχειν τὴν φύσιν δοκεῖ. ἢ ὀρθῶς ἔχει λέγειν τὴν τούτων σχημάτισιν
ταδὶ καὶ τοιάνδε διάθεσιν εἶναι, τὴν δὲ ἄλλων τὴν αὐτὴν οὖσαν ἐν
σχηματισμῷ ἄλλην.
πῶς δὴ οὖν αὗται αἱ δυνάμεις; σαφέστερον γὰρ πάλιν λεκτέον. τί τὸ
τρίγωνον παρὰ τὸ τρίγωνον διάφορον ἔχει; τί δὲ ὁδὶ πρὸς τονδί, καὶ
κατὰ τί τοδὶ ἐργάζεται καὶ μέχρι τίνος; ἐπειδὴ οὔτε τοῖς σώμασιν
αὐτῶν οὔτε ταῖς προαιρέσεσιν ἀπέδομεν τὰς ποιήσεις: τοῖς μὲν
σώμασιν, ὅτι μὴ μόνον. σώματος ἦν ποιήματα τὰ γινόμενα, ταῖς δὲ
προαιρέσεσιν, ὅτι ἄτοπον ἦν κατὰ προαίρεσιν θεοὺς ποιεῖν
ἄτοπα. εἰ δὲ μνημονεύοιμεν, ὅτι ζῷον ἓν ὑπεθέμεθα εἶναι, καὶ ὅτι
οὕτως ἔχον συμπαθὲς αὐτὸ ἑαυτῷ ἐξ ἀνάγκης ἔδει εἶναι, καὶ δὴ καὶ ὅτι
κατὰ λόγον ἡ διέξοδος τῆς ζωῆς σύμφωνος ἑαυτῇ ἅπασα, καὶ ὅτι τὸ εἰκῆ
οὐκ ἔστιν ἐν τῇ ζωῇ, ἀλλὰ μία ἁρμονία καὶ τάξις, καὶ οἱ σχηματισμοὶ
κατὰ λόγον, καὶ κατ’ ἀριθμοὺς δὲ ἕκαστα καὶ τὰ χορεύοντα ζῴου μέρη,
ἄμφω ἀνάγκη ὁμολογεῖν τὴν ἐνέργειαν τοῦ παντὸς εἶναι, τά τε ἐν αὐτῷ
γινόμενα σχήματα καὶ τὰ
ποικιλώτατον γὰρ τὸ πᾶν καὶ λόγοι πάντες ἐν αὐτῷ καὶ δυνάμεις ἄπειροι
καὶ ποικίλαι. ὅτι ἴχνος
ταῦτα ἐκείνων: ἐν τῷ παντὶ ἀδιήγητον δὴ ἐν αὐτῷ. διὸ καὶ ἐνταῦθα λύοιτο ἂν ἡ ἀπορία ἡ πῶς
ἐν ζῴῳ ἐμψύχῳ ἄψυχον: οὕτως γὰρ ὁ λόγος φησὶν ἄλλο ἄλλως ζῆν ἐν τῷ
ὅλῳ, ἡμᾶς δὲ τῷ μὴ αἰσθητῶς παῤ αὐτοῦ κινουμένους ζῆν μὴ λέγειν: τὸ
δέ ἐστιν ἕκαστον ζῶν λανθάνον, καὶ τὸ αἰσθητῶς ζῶν συγκείμενον ἐκ
τῶν μὴ αἰσθητῶς μὲν ζώντων, θαυμαστὰς δὲ δυνάμεις εἰς τὸ ζῆν τῷ
τοιούτῳ ζῴῳ παρεχομένων. μὴ γὰρ ἂν κινηθῆναι ἐπὶ τοσαῦτα ἄνθρωπον ἐκ
πάντη ἀψύχων τῶν ἐν αὐτῷ δυνάμεων κινούμενον, μηδ’ αὖ τὸ πᾶν οὕτω
ζῆν μὴ ἑκάστου τῶν ἐν αὐτῷ ζῶντος τὴν οἰκείαν ζωήν, κἂν προαίρεσις
αὐτῷ μὴ παρῇ. ποιεῖ γὰρ καὶ προαιρέσεως οὐ δεηθέν, ἅτε προαιρέσεως
ὂν προγενέστερον: διὸ καὶ πολλὰ δουλεύει αὐτῶν ταῖς δυνάμεσιν.
οὐδὲν οὖν τῷ παντὶ ἀπόβλητον αὐτοῦ: ἐπεὶ καὶ πῦρ καὶ ὅσα τῶν τοιούτων
λέγομεν ποιεῖν, εἴ τις τὸ ποιεῖν αὐτῶν ζητήσειε τί ποτέ ἐστι τῶν ἂν ἦν ἡ προαίρεσις, εἰ ἔχοι, ἢ
οὐκ ἦν ἡ ποιοῦσα. εἰ δὲ μὴ ἔχοι τι προαίρεσιν ζῷον, ἔτι μᾶλλον τὸ μὴ
παρακολουθεῖν.
ἅ τε οὖν ἐξ αὐτοῦ μηδενὸς κινήσαντος ἐκ τῆς ἄλλης αὐτοῦ ζωῆς γίνεται,
καὶ ὅλως ὅσα ἐξ αὐτοῦ, ὅσα τε κινήσαντος ἄλλου, οἷον εὐχαῖς ἢ ἁπλαῖς
ἢ τέχνῃ ᾀδομέναις, ταῦτα οὐκ εἰς ἐκείνων ἕκαστον, ἀλλ’ εἰς τὴν τοῦ
δρωμένου φύσιν ἀνενεκτέον. καὶ ὅσα μὲν χρηστὰ πρὸς ζωὴν ἤ τινα ἄλλην
γίνεται τοίνυν τὰ ἐν τῷ παντὶ οὐ κατὰ σπερματικούς, ἀλλὰ κατὰ λόγους
περιληπτικοὺς καὶ τῶν προτέρων ἢ κατὰ τοὺς τῶν σπερμάτων λόγους: οὐ
γὰρ ἐν σπερματικοῖς λόγοις ἔνι τι τῶν γινομένων παρὰ τοὺς
σπερματικοὺς αὐτοὺς λόγους οὐδὲ τῶν παρὰ τῆς ὕλης εἰς τὸ ὅλον
συντελούντων οὐδὲ εἶναι, καὶ τὴν ὑποκειμένην δὲ φύσιν ἄλλο
λαβοῦσαν ἄλλο πάσχειν καὶ μηδὲ δύνασθαι κρατῆσαι τοῦ δοθέντος.
τὰς δὲ γοητείας πῶς; ἢ τῇ συμπαθείᾳ, καὶ τῷ πεφυκέναι συμφωνίαν εἶναι
ὁμοίων καὶ ἐναντίωσιν ἀνομοίων, καὶ τῇ τῶν δυνάμεων τῶν πολλῶν
ποικιλίᾳ εἰς ἓν ζῷον συντελούντων. καὶ γὰρ μηδενὸς μηχανωμένου ἄλλου
πολλὰ ἕλκεται καὶ γοητεύεται: καὶ ἡ ἀληθινὴ μαγεία ἡ ἐν τῷ παντὶ
καὶ γίνεται τὸ κατὰ τὴν εὐχὴν συμπαθοῦς εἰς ἐκεῖνον ἐλθεῖν. ἢ ὁ λαβὼν
ἐκεῖνος ποιεῖ, τῷ δεδωκέναι γοῦν τι οἷον μεταθέντα ἐξ ἄλλου εἰς
ἄλλο: καὶ τὸ ἐληλυθὸς δέ, εἰ μὴ οἷός τε ἐγένετο δέξασθαι εἰς ὃν
μετηνέχθη.
ὥστε οὔτε μνήμης διὰ τοῦτο δεήσει τοῖς αὐτὰ ἑνός: καὶ ὅτι
δυνάμεις καὶ χωρὶς προαιρέσεως πολλαὶ καὶ αὗται καὶ ἄνευ μηχανῆς καὶ
μετὰ τέχνης, ὡς ἐν ζῴῳ ἑνί, καὶ ἀπολαύει ἄλλο ἄλλου καὶ βλάπτεται τῷ
οὕτω πεφυκέναι, καὶ τέχναις καὶ ἰατρῶν καὶ ἐπαοιδῶν ἄλλο ἄλλῳ
ἠναγκάσθη παρασχεῖν τι τῆς δυνάμεως τῆς αὑτοῦ. καὶ τὸ πᾶν δὲ ὡσαύτως
εἰς τὰ μέρη δίδωσι καὶ παῤ αὑτοῦ καὶ ἑλκύσαντος ἄλλου εἰς μέρος τι
αὐτοῦ κείμενον τοῖς αὑτοῦ μέρεσι τῷ αὐτῷ φυσικῷ, ὡς μηδενὸς
ἀλλοτρίου τοῦ αἰτοῦντος ὄντος. εἰ δὲ κακὸς ὁ αἰτῶν,
ὁ δὲ σπουδαῖος πῶς ὑπὸ γοητείας καὶ φαρμάκων; εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος Ἐρεχθέως δῆμος.
τί γὰρ
μαθών τις πρὸς ἄλλο ἔχει; ἢ ἑλκόμενος οὐ μάγων τέχναις, ἀλλὰ τῆς
φύσεως τὴν ἀπάτην δούσης καὶ συναψάσης ἄλλο πρὸς ἄλλο οὐ τοῖς
τόποις, ἀλλ’ οἷς ἔδωκε φίλτροις.
μόνη δὴ λείπεται ἡ θεωρία ἀγοήτευτος εἶναι, ὅτι μηδεὶς πρὸς αὑτὸν
γεγοήτευται: εἷς γάρ ἐστι, καὶ τὸ θεωρούμενον αὐτός ἐστι, καὶ ὁ
λόγος οὐκ ἠπατημένος, ἀλλ’ ὃ δεῖ ποιεῖ, καὶ τὴν αὑτοῦ ζωὴν καὶ τὸ
ἔργον ποιεῖ. ἐκεῖ δὲ οὐ τὸ αὑτοῦ καὶ οὐχ ὁ λόγος τὴν ὁρμήν, ἀλλ’
ἀρχὴ καὶ τοῦ ἀλόγου, αἱ τοῦ πάθους προτάσεις. τέκνων μὲν γὰρ
ἐπιμέλειαι καὶ πρὸς γάμον σπουδαὶ φανερὰν τὴν ὁλκὴν ἔχουσιν, ὅσα τε
ἀνθρώπους δελεάζει ἡδέα γινόμενα ταῖς ἐπιθυμίαις. πράξεις δὲ αἱ μὲν
διὰ θυμὸν ἀλόγως κινοῦνται, αἱ δὲ δἰ ἐπιθυμίας ὡσαύτως, πολιτεῖαι δὲ
καὶ ἀρχῶν ὀρέξεις τὸ φίλαρχον τὸ ἐν ἡμῖν ἔχουσι προκαλούμενον. καὶ
αἱ μὲν γινόμεναι ὑπὲρ τοῦ μὴ παθεῖν ἀρχὴν ἔχουσι τὸν φόβον, αἱ δ’
ὑπὲρ τοῦ πλείονος τὴν ἐπιθυμίαν. αἱ δὲ τῶν χρειωδῶν χάριν τὴν τῆς
φύσεως ἔνδειαν ζητοῦσαι ἀποπληροῦν φανερῶς ἔχουσι τὴν τῆς οὐκ ἄλλο τὸ ὄντως καλὸν ἔχων,
οὐ γεγοήτευται: οἶδε γὰρ τὴν ἀνάγκην καὶ οὐ πρὸς τὸ τῇδε βλέπει οὐδὲ
πρὸς ἄλλα ὁ βίος: ἀλλὰ τῇ τῆς φύσεως τῆς ἀνθρωπίνης βίᾳ καὶ τῇ πρὸς
τὸ
ἐκ δὴ τῶν εἰρημένων ἁπάντων ἐκεῖνο φανερόν, ὅτι, ὡς ἕκαστον τῶν ἐν τῷ
παντὶ ἔχει φύσεως καὶ διαθέσεως, οὕτω τοι συντελεῖ εἰς τὸ πᾶν καὶ
πάσχει καὶ ποιεῖ, καθάπερ ἐφ̓ ἑκάστου ζῴου ἕκαστον τῶν μερῶν, ὡς
ἔχει φύσεως καὶ κατασκευῆς, οὕτω πρὸς τὸ ὅλον συντελεῖ καὶ ὑπουργεῖ
καὶ τάξεως καὶ χρείας ἠξίωται: δίδωσι δὲ τὸ παῤ τὰς μὲν οἷον κεφαλῆς, τὰς δὲ
οἷον ποδῶν λαβούσας, πρὸς τὸ πᾶν σύμφωνον: ἔχει γὰρ καὶ αὐτὸ
διαφορὰς πρὸς τὸ ἄμεινόν τε καὶ χεῖρον. ἡ δ’ ἂν μήτε τὸ ἄμεινον τὸ
ἐνταῦθα αἱρῆται, μήτε τοῦ χείρονος μετέχουσα ᾖ, ἄλλον τόπον καὶ
καθαρὸν ἠλλάξατο τοῦτον, ὃν εἵλετο, λαβοῦσα. αἱ δὲ κολάσεις ὥσπερ
νενοσηκότων μερῶν, τῶν μὲν ἐπιστύψεις φαρμάκοις, τῶν δὲ ἐξαιρέσεις ἢ
καὶ ἀλλοιώσεις, ἵνα ὑγιαίνῃ τὸ πᾶν ἑκάστου διατιθεμένου οὗ δεῖ: τὸ
δ’ ὑγιεινὸν τοῦ παντὸς τοῦ μὲν ἀλλοιουμένου, τοῦ δὲ
ἐξαιρουμένου ἐντεῦθεν, ὡς ἐνθαδὶ νοσοῦντος, οὗ δὲ μὴ νοσήσει
τιθεμένου.
Ἐπεὶ δὲ ὑπερεθέμεθα σκέψασθαι, εἰ μηδενὸς πάσχει, ὃ πάσχει ἡ χείρ. καὶ μὴν κἀκεῖ, εἰ μὴ
μεταξὺ ὁ κάλαμος εἴη καὶ ἡ θρίξ, οὐκ ἂν πάθοι ἡ χείρ. ἢ τοῦτο μὲν
καὶ αὐτὸ ἀμφισβητοῖτο ἄν: καὶ γάρ, εἰ ἐντὸς δικτύου γένοιτο, ὁ
θηρευτὴς πάσχειν λέγεται τὸ ναρκᾶν. ἀλλὰ γὰρ κινδυνεύει ὁ λόγος ἐπὶ
τὰς δὲ
τοῦτο, πολλῷ μᾶλλον μηδενὸς ὄντος μεταξὺ πάθοι ἂν τὸ πεφυκὸς
πάσχειν, κἂν τὸ μεταξὺ τοιοῦτον ᾖ, οἷον καὶ αὐτὸ παθεῖν τι.
εἰ μὲν οὖν τοιοῦτόν ἐστι τὸ ὁρᾶν, οἷον τὸ τῆς ὄψεως φῶς συνάπτειν
πρὸς τὸ φῶς μέχρι τοῦ αἰσθητοῦ, δεῖ μεταξὺ τοῦτο εἶναι τὸ φῶς, καὶ ἡ
ὑπόθεσις αὕτη τὸ μεταξὺ τοῦτο ζητεῖ: εἰ δὲ τροπὴν ἐργάζεται τὸ
ὑποκείμενον σῶμα κεχρωσμένον, τί κωλύει τὴν τροπὴν εὐθὺς πρὸς τὸ
ὄμμα ἰέναι μηδενὸς ὄντος μεταξύ; εἰ καὶ νῦν ἐξ ἀνάγκης ὅτε ἐστὶ
τρέπεταί πως τὸ τῶν ὀμμάτων πρόσθεν κείμενον. καὶ οἱ ἐκχέοντες δὲ
τὰς ὄψεις οὐκ ἂν ἔχοιεν ἀκολουθοῦν τὸ πάντως μεταξύ τι εἶναι, εἰ μὴ
φοβοῖντο, μὴ πέσοι ἡ ἀκτίς: ἀλλὰ φωτός ἐστι καὶ τὸ φῶς εὐθυποροῦν.
οἱ δὲ τὴν ἔνστασιν αἰτιώμενοι δέοιντο ἂν πάντως τοῦ μεταξύ. οἱ δὲ
τῶν εἰδώλων προστάται διὰ τοῦ κενοῦ λέγοντες διιέναι χώραν ζητοῦσιν,
ἵνα μὴ κωλυθῇ: ὥστε, εἰ ἔτι μᾶλλον οὐ κωλύσει τὸ μηδὲν εἶναι μεταξύ,
οὐκ ἀμφισβητοῦσι τῇ ὑποθέσει. ὅσοι δὲ συμπαθείᾳ τὸ ὁρᾶν
μέγιστον δὲ μαρτύριον τοῦ μὴ διὰ τοῦ ἀέρος παθόντος τὸ εἶδος τοῦ
αἰσθητοῦ ὁρᾶν ὥσπερ διαδόσει τὸ νύκτωρ ἐν σκότῳ πῦρ τε καὶ τὰ ἄστρα
ὁρᾶσθαι καὶ τὰς τούτων μορφάς. οὐ γὰρ δὴ φήσει τις ἐν τῷ σκοτεινῷ τὰ
εἴδη γενόμενα οὕτω συνάψασθαι ἢ οὐκ ἂν ἦν σκότος τοῦ πυρὸς
ἐλλάμψαντος τὸ αὑτοῦ εἶδος. ἐπεὶ καὶ πάνυ πολλοῦ σκότου ὄντος καὶ
κεκρυμμένων καὶ τῶν ἄστρων ʽκαὶ τοῦ πυρὸσ̓ καὶ τοῦ φωτὸς τοῦ παῤ
αὐτῶν μὴ ἐλλάμποντος ἐκ τῶν φρυκτωρίων ὁρᾶται τὸ πῦρ, καὶ ἐκ τῶν
πύργων τῶν ταῖς ναυσὶ σημαινόντων. εἰ δὲ καὶ διιέναι τις λέγοι καὶ
ἐν τούτοις τὸ πῦρ ἐναντιούμενος τῇ αἰσθήσει, ἐχρῆν τὴν ὄψιν τοῦ
ἀμυδροῦ τοῦ ἐν τῷ ἀέρι ποιεῖσθαι τὴν ἀντίληψιν, οὐκ ἐκείνου αὐτοῦ,
οἷόν ἐστιν ἐναργές. εἰ δὲ μεταξὺ σκότου ὄντος ὁρᾶται τὸ ἐπέκεινα,
πολλῷ μᾶλλον μηδενός. ἀλλ’ ἐκείνῳ ἄν τις ἐπιστήσειε, μὴ τῷ μεταξὺ
μηδενὶ οὐκ ἔσται ὁρᾶν, οὐχ ὅτι
ἀλλὰ τὸ συναφὲς τῆς ὄψεως φῶς πρὸς τὸ περὶ τὴν ὄψιν καὶ μέχρι τοῦ
αἰσθητοῦ πῶς; ἢ πρῶτον μὲν τοῦ μεταξὺ ἀέρος οὐ δεῖται, εἰ μὴ ἄρα τὸ
φῶς οὐκ ἂν ἀέρος ἄνευ λέγοιτο — οὕτω δὲ τοῦτο μεταξὺ κατὰ συμβεβηκός
— αὐτὸ δὲ ἂν εἴη μεταξὺ οὐ πάσχον, οὐδ’ ὅλως πάθους ἐνταῦθα δεῖ,
ἀλλ’ ὅμως τοῦ μεταξύ: εἰ δὲ τὸ φῶς οὐ σῶμα, ἂν ἄνευ τοῦ ἀέρος, ὕστερον: νῦν δὲ ἐκεῖνο
σκεπτέον. εἰ μὲν γὰρ τὸ φῶς τοῦτο τὸ συναφὲς ἔμψυχον γίνεται, καὶ ἡ
ψυχὴ δἰ αὐτοῦ φερομένη καὶ ἐν αὐτῷ γιγνομένη, ὥσπερ καὶ ἐπὶ τοῦ
ἔνδον, ἐν τῷ ἀντιλαμβάνεσθαι δήπουθεν, ὅπερ ἐστὶν ὁρᾶν, οὐδὲν ἂν
δέοιτο τοῦ μεταξὺ φωτός, ἀλλ’ ἁφῇ ἔσται ἐοικὸς τὸ ὁρᾶν, τῆς ὁρατικῆς
δυνάμεως ἐν φωτὶ ἀντιλαμβανομένης πάσχοντος οὐδὲν τοῦ μεταξύ, ἀλλὰ
γίνεται τῆς ὄψεως φορὰ ἐκεῖ. οὗ δὴ ζητητέον, πότερα τῷ διάστημά τι
εἶναι ἐκεῖ δεῖ πορευθῆναι τὴν ὄψιν ἢ τῷ σῶμά τι εἶναι ἐν τῷ
διαστήματι. καὶ εἰ μὲν τῷ σῶμα ἐν τῷ διαστήματι εἶναι, τὸ διεῖργον
εἰ ἀφαιρεθείη τοῦτο, ὄψεται: εἰ δ’ ὅτι διάστημα ἁπλῶς, ἀργὴν δεῖ
ὑποθέσθαι τὴν τοῦ ὁρατοῦ φύσιν καὶ οὐδὲν δρῶσαν ὅλως. ἀλλ’ οὐχ οἷόν
τε: οὐ γὰρ μόνον ἡ ἁφὴ ὅτι αἰσθάνεσθαι, ἀλλ’ ἅμα, καὶ πρὶν ἐγγὺς τῆς ὄψεως
γενέσθαι πολλάκις
περὶ δὲ τοῦ ἀκούειν ἆρα ἐνταῦθα συγχωρητέον πάσχοντος τοῦ ἀέρος τὴν
κίνησιν τὴν πρώτην τὸν παρακείμενον ὑπὸ τοῦ τὸν ψόφον ποιοῦντος τῷ
τὸν μέχρι ἀκοῆς ἀέρα πάσχειν τὸ αὐτὸ οὕτως εἰς αἴσθησιν ἀφικνεῖσθαι,
ἢ κατὰ συμβεβηκὸς μὲν τὸ μεταξὺ τῷ παρεῖναι ἐν μέσῳ, ἀναιρεθέντος δὲ
τοῦ μεταξύ, ἅπαξ δὲ γενομένου τοῦ ψόφου, οἷον συμβαλόντων δύο
σωμάτων, εὐθέως
εἰ δὲ καὶ τὸ φῶς γένοιτο ἂν μὴ ὄντος ἀέρος, οἷον ἡλίου ἐν ἐπιφανείᾳ
τῶν σωμάτων ἐπιλάμποντος, τοῦ μεταξὺ ὄντος κενοῦ καὶ νῦν κατὰ
πότερα δὲ ἀπόλλυται ἢ ἀνατρέχει; τάχα
εἰ δ’ εἴη σῶμα ἔξω τοῦ οὐρανοῦ, καὶ ὄψις τις ἐντεῦθεν μηδενὸς
κωλύοντος εἰς τὸ ἰδεῖν, ἆῤ ἂν θεάσαιτο ὅ τι μὴ συμπαθὲς πρὸς ἐκεῖνο,
εἰ τὸ συμπαθὲς νῦν διὰ τὴν ζῴου ἑνὸς φύσιν; ἢ εἰ τὸ συμπαθὲς διὰ τὸ
ἑνὸς ζῴου τὰ αἰσθανόμενα καὶ τὰ αἰσθητά, καὶ αἱ αἰσθήσεις οὕτως οὐκ
ἄν, εἰ μὴ τὸ σῶμα τοῦτο τὸ ἔξω μέρος τοῦδε τοῦ ζῴου: εἰ γὰρ εἴη,
τάχα ἄν. εἰ μέντοι μὴ μέρος εἴη, σῶμα δὲ κεχρωσμένον καὶ τὰς ἄλλας
ποιότητας ἔχον, οἷον τὸ ἐνταῦθα ὁμοειδὲς ὂν τῷ ὀργάνῳ; ἢ οὐδ’ οὕτως,
εἰ ὀρθὴ ἡ ὑπόθεσις: εἰ μή τις τούτῳ γε αὐτῷ τὴν ὑπόθεσιν ἀνελεῖν
πειρῷτο ἄτοπον εἶναι λέγων, εἰ μὴ χρῶμα ὄψεται ἡ ὄψις παρόν, καὶ αἱ
ἄλλαι αἰσθήσεις τῶν αἰσθητῶν παρόντων αὐταῖς οὐκ ἐνεργήσουσι πρὸς
αὐτά. ἀλλὰ τὸ ἄτοπον τοῦτο πόθεν δὴ φαίνεται; φήσομεν. ἢ ὅτι ἐνταῦθα
ἐν ἑνὶ ὄντες καὶ ἑνὸς ταῦτα ποιοῦμεν ἀντιλήψεται τὰ ἀντιληπτὰ ἔσται οὐχ
ᾗ αὐτοῦ, ἀλλ’ ᾗ ὅμοια τοῖς ἐν αὐτῷ. ἢ καὶ τὰ ἀντιληπτὰ οὕτως
ἀντιληπτὰ ὅμοια ὄντα, ὅτι αὕτη αὐτὰ ὅμοια πεποίηκεν, ὥστε μὴ οὐ
προσήκοντα εἶναι: ὥστε εἰ τὸ ποιοῦν ἐκεῖ ἡ ψυχὴ πάντη ἑτέρα, καὶ τὰ
ἐκεῖ ὑποτεθέντα ὅμοια οὐδὲν πρὸς αὐτήν. ἀλλὰ γὰρ ἡ ἀτοπία τὸ
μαχόμενον ἐν τῇ ὑποθέσει δείκνυσιν ὡς αἴτιόν ἐστιν αὐτῆς: ἅμα γὰρ
ψυχὴν λέγει καὶ οὐ ψυχήν, καὶ συγγενῆ καὶ οὐ συγγενῆ, καὶ ὅμοια
ταὐτὰ καὶ ἀνόμοια: ὥστε ἔχουσα τὰ ἀντικείμενα ἐν αὑτῇ οὐδ’ ἂν
ὑπόθεσις εἴη. καὶ γὰρ ὡς ἡ ψυχὴ ἐν τούτῳ: ὥστε πᾶν καὶ οὐ πᾶν
τίθησι, καὶ ἄλλο καὶ οὐκ ἄλλο, καὶ τὸ μηδὲν καὶ οὐ τὸ μηδέν, καὶ
τέλειον καὶ οὐ τέλειον. ὥστε ἀφετέον τὴν ὑπόθεσιν, ὡς οὐκ ὂν ζητεῖν
τὸ ἀκόλουθον τῷ αὐτὸ τὸ ὑποτεθὲν ἐν αὑτῷ ἀναιρεῖν.
Τὰς αἰσθήσεις οὐ τυπώσεις, οὐδ’ ἐνσφραγίσεις λέγοντες ἐν ψυχῇ
γίνεσθαι, οὐδὲ τὰς μνήμας πάντως τε καὶ ἀκολούθως ἐροῦμεν κατοχὰς
μαθημάτων καὶ αἰσθήσεων εἶναι τοῦ τύπου μείναντος ἐν τῇ ψυχῇ, ὃς
μηδὲ τὸ πρῶτον ἐγένετο. διὸ τοῦ αὐτοῦ λόγου ἂν εἴη ἄμφω, ἢ
ἐγγίνεσθαί τε ἐν τῇ
εἰ οὖν μὴ οὕτως, τίς ὁ τρόπος; ἢ λέγει περὶ ὦν οὐκ ἔχει: τοῦτο γὰρ
δυνάμεως, οὐ τὸ παθεῖν τι, ἀλλὰ τὸ δυνηθῆναι καὶ ἐφ̓ ᾧ τέτακται
ἐργάσασθαι. οὕτως γὰρ ἄν, οἶμαι, καὶ διακριθείη τῇ ψυχῇ καὶ τὸ
ὁρατὸν καὶ τὸ ἀκουστόν, οὐκ εἰ τύποι ἄμφω, ἀλλ’ εἰ μὴ τύποι, μηδὲ
πείσεις, ἀλλ’ ἐνέργειαι περὶ ὃ ἔνεισι πεφύκασιν. ἡμεῖς δὲ
ἀπιστοῦντες, μὴ οὐ δύνηται, ἐὰν μὴ πληγῇ, τὸ αὑτῆς γινώσκειν δύναμις
ἑκάστη, πάσχειν, ἀλλ’ οὐ γινώσκειν τὸ ἐγγὺς ποιοῦμεν, οὗ κρατεῖν
δέδοται, ἀλλ’ οὐ κρατεῖσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπ’ ἀκοῆς δεῖ
νομίζειν γίνεσθαι: τὸν μὲν τύπον εἶναι ἐν τῷ ἀέρι πληγήν τινα οὖσαν
διηρθρωμένην, οἷον γραμμάτων ἐγγεγραμμένων ὑπὸ τοῦ τὴν φωνὴν
πεποιηκότος, τὴν μέντοι δύναμιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν οἷον
ἀναγνῶναι τοὺς τύπους τοὺς ἐν τῷ ἀέρι γεγραμμένους,
ἐλθόντας πλησίον, εἰς ὃ ἐλθόντες πεφύκασιν ὁρᾶσθαι. γεύσεως δὲ καὶ
ὀσφρήσεως τὰ μὲν πάθη, τὰ δ’ ὅσα αἰσθήσεις αὐτῶν καὶ κρίσεις, τῶν
παθῶν εἰσι γνώσεις ἄλλαι τῶν παθῶν οὖσαι. τῶν δὲ νοητῶν ἡ γνῶσις
ἀπαθὴς καὶ ἀτύπωτός ἐστι μᾶλλον — ἀνάπαλιν γὰρ ἔσωθεν οἷον
προπίπτει, τὰ δὲ ἔξωθεν θεωρεῖται: καὶ ἔστιν ἐκεῖνα μᾶλλον ἐνέργειαι
καὶ κυριώτεραι — ὡς δύο καὶ ὡς ἕτερον
ὁρᾷ, νοῦν δὲ ἓν καὶ ἄμφω τὰ δύο ἕν, ἐν ἄλλοις.
νῦν δὲ τούτων εἰρημένων περὶ μνήμης ἂν μᾶλλον ἢ δύναμιν κατηγοροῖεν:
τὸ γὰρ ἐντυπώτατον τῷ εἴκειν ἐστὶ τοιοῦτον, καὶ πάθους ὄντος τοῦ
τύπου τὸ μᾶλλον πεπονθὸς τοῦτό ἐστι τὸ μνημονεῦον μᾶλλον. τούτου δὲ
τοὐναντίον φαίνεται συμβαῖνον: οὐδαμοῦ γὰρ ἡ πρὸς ὁτιοῦν γυμνασία
εὐπαθὲς τὸ γυμνασάμενον ποιεῖ: ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθήσεων οὐ τὸ
ἀσθενὲς ὁρᾷ, οἷον ὁ ὀφθαλμός, ἀλλ’ ὅτῳ δύναμίς ἐστιν εἰς ἐνέργειαν
πλείων. διὸ καὶ οἱ οὐ θαυμαστὸν ἄλλον
τρόπον ἔχειν, ἢ ὡς ὑπειλήφασιν ὑπὸ τοῦ μὴ ἐξετάζειν ἄνθρωποι, ἢ ὡς
πρόχειροι αὐτοῖς ἐπιβολαὶ ἐξ αἰσθητῶν ἐγγίνονται δἰ ὁμοιοτήτων
ἀπατῶσαι: οἷον γὰρ ἐν πίναξιν ἢ δέλτοις γεγραμμένων γραμμάτων, οὕτως
περὶ τῶν αἰσθήσεων καὶ τοῦ μνημονεύειν διάκεινται, καὶ οὔτε οἱ σῶμα
αὐτὴν θεωρούμενοι ὁρῶσιν, ὅσα ἀδύνατα τῇ ὑποθέσει αὐτῶν συμβαίνει,
οὔτε οἱ ἀσώματον.
Εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἢ φθείρεται πᾶς, ἢ τὰ μὲν αὐτοῦ
ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰς ἀεί, ἅπερ ἐστὶν
αὐτός, ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος. ἁπλοῦν μὲν δή τι
οὐκ ἂν εἴη ὁ ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ
καὶ σῶμα εἴτ̓ οὖν ὄργανον ὂν ἡμῖν, εἴτ̓ οὖν ἕτερον τρόπον
προσηρτημένον. ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἑκατέρου τὴν φύσιν τε
καὶ οὐσίαν καταθεατέον. τὸ μὲν δὴ σῶμα καὶ αὐτὸ συγκείμενον οὔτε
παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ
τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων
πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ
μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα
ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις. κἂν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἓν οὐκ
ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ
ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μὴν καὶ μέγεθος ἔχοντα,
ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα καὶ ταύτῃ
φθορὰν ἂν ὑπομένοι. ὥστ̓ εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν
ἀθάνατοι, εἰ δὲ ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον
τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἂν ἢ κατὰ
τὸ εἶδος ὡς πρὸς ὕλην ʽτὸ σῶμἀ, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον.
ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός.
τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατ’
ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον, εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ
λέγουσι ψυχήν, ἀναλύειν. ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης,
ἀνάγκη τοῦτο τὸ σῶμα, τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων
εἴη, ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν, ἢ τὸ μὲν
ἔχειν, τὸ δὲ μή, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν προσείη τὸ
ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή. τί ἂν οὖν εἴη σῶμα ζωὴν παῤ αὑτοῦ ἔχον;
πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παῤ αὑτῶν: καὶ ὅτῳ πάρεστι
τούτων ψυχή, τοῦτο ἐπακτῷ κέχρηται τῇ ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα
οὐκ ἔστι. καὶ οἷς γε δοκεῖ εἶναι καὶ στοιχεῖα τούτων ἕτερα, σώματα,
οὐ ψυχαί, ἐλέχθησαν εἶναι οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν
ἔχοντος ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον, μᾶλλον δὲ ἀδύνατον
συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι, καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ
δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γίνεσθαι. δεῖ ἄρα εἶναι τὸ
τάξον καὶ τὸ τῆς κράσεως αἴτιον: ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς. οὐ
γὰρ ὅτι σύνθετον, ἀλλ’ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν ἄνευ
ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ,
οὐδαμόθεν δ’ ἂν προσέλθοι λόγος, ἢ παρὰ ψυχῆς.
εἰ δέ τις μὴ οὕτως, ἀλλ’ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν
λέγοι τῇ ἑνώσει καὶ ὁμοπαθείᾳ ἐλέγχοιτ̓ ἂν ʽκαὶ τῇ παραθέσεἰ,
μηδενὸς διόλου γινομένου ἑνὸς οὐδὲ συμπαθοῦς ἐξ οὐ σῶμα οὐδὲ μέγεθος
ἂν γένοιτο. καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος τὸ μὲν ὅσον ὑλικὸν
παῤ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν — ὕλη γὰρ ἄποιον — τὸ δὲ κατὰ τὸ
εἶδος τεταγμένον ἐπιφέρειν τὴν ζωήν, εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος
τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή: ὃ
οὐκέτ̓ ἂν σῶμα: οὐ γὰρ ἐξ ὕλης καὶ τοῦτο, ἢ πάλιν τὸν αὐτὸν τρόπον
ἀναλύσομεν. εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ’ οὐκ οὐσίαν φήσουσιν εἶναι,
ἀφ̓ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ
γὰρ δὴ ἡ ὕλη αὑτὴν μορφοῖ, οὐδὲ αὑτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι
εἶναι τὸ χορηγὸν τῆς ζωῆς, εἰ οὔτε τῇ ὕλῃ ἡ χορηγία, οὔθ̓ ὁτῳοῦν τῶν
σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως ἁπάσης. ἐπεὶ οὐδ’ ἂν
εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης. ῥεῖ γάρ, καὶ ἐν φορᾷ
αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτο ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν
εἰ ὄνομα ἑνὶ αὐτῶν ψυχήν τις θεῖτο. ταὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις
σώμασιν ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ
στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν. τάχα δ’ ἂν
οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν εἴη, λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ
τις αὐτὸ πιστεύσειε σώματος συνέρξει διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι
τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ καὶ τὸ ἓν εἶναι ἔχοντι
οὐ παῤ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις
ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῆ ποιήσει; τίς
γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς
μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι, ὡς δεῖ τι πρὸ τῶν
σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ
νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς καὶ πνεύματος οὐ δυναμένης τῆς
κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ
ἱδρυθῆναι, ὄν. εἰ δὲ τῶν ὄντων ἡ σχέσις καὶ ἄλλο παρὰ τὸ
ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μέν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ
συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις καὶ οὐ σῶμα καὶ φύσις ἑτέρα.
ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον ὂν τὴν ψυχὴν εἶναι
σῶμα ὁτιοῦν. ἢ γὰρ θερμόν ἐστιν ἢ ψυχρόν, ἢ σκληρὸν ἢ μαλακόν, ποιοῦσα. καίτοι ἓν ἔδει ποιεῖν κατὰ τὴν τοῦ σώματος
ποιότητά τε τὴν ἄλλην καὶ δὴ καὶ χρόαν: νῦν δὲ πολλά.
τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ μίαν, μιᾶς οὔσης παντὸς
σώματος κινήσεως; εἰ δὲ τῶν μὲν προαιρέσεις, τῶν δὲ λόγους
αἰτιάσονται, ὀρθῶς μὲν τοῦτο: ἀλλ’ οὐ σώματος ἡ προαίρεσις οὐδὲ οἱ
λόγοι, διάφοροί γε ὄντες, ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ σώματος, καὶ οὐ
μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὅσος δέδοται αὐτῷ παρὰ τοῦ
ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι. τὸ δὲ καὶ ἐν χρόνοις αὔξειν,
καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο, ᾧ
προσήκει μὲν αὔξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὔξειν εἶναι,
ὅτι δέ, εἰ σῶμα εἴη ἡ ψυχή, οὔτε τὸ αἰσθάνεσθαι οὔτε τὸ νοεῖν οὔτε τὸ
ἐπίστασθαι οὔτε ἀρετὴ οὔτε τι τῶν καλῶν ἔσται, ἐκ τῶνδε δῆλον. εἴ τι
μέλλει αἰσθάνεσθαί τινος, ἓν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς
ἀντιλαμβάνεσθαι, καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα
εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δἰ ἑνὸς ποικίλον, οἷον
πρόσωπον: οὐ γὰρ ἄλλο μὲν ῥινός, ἄλλο δὲ ὀφθαλμῶν, ἀλλὰ ταὐτὸν ὁμοῦ
πάντων. καὶ εἰ τὸ μὲν δἰ ὀμμάτων, τὸ δὲ δἰ ἀκοῆς, ἕν τι δεῖ εἶναι,
εἰς ὃ ἄμφω. ἢ πῶς ἂν εἴποι, ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν
αἰσθημάτων ἐλθόντων; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς
δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου τὰς πανταχόθεν αἰσθήσεις πρὸς
τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι, ἓν ὄντως.
εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπ’ ἄμφω τὰ πέρατα
αἱ αἰσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται εἰς ἓν καὶ
τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον, ἢ ἄλλο, τὸ δὲ ἄλλο, καὶ
ἑκάτερον ἑκατέρου αἴσθησιν ἕξει: ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου, σὺ δὲ
ἄλλου αἰσθοιο. καὶ εἰ ἓν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, τὸ μνημονεύειν. εἰ δὲ ἔστι τὸ μνημονεύειν καὶ ἄλλων
ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν
δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον
δήπουθεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ
τὸ ἡγεμονοῦν γίνεται. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους ʽτοῦ
πνεύματοσ̓ τὸ ἡγεμονοῦν αἰσθάνεται, καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει.
πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ
περὶ τὸν δάκτυλον ψυχικοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ
τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο. ἀνάγκη τοίνυν, εἰ τὸ
πρῶτον πονοῦν ᾔσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι, εἰ κατὰ
διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην καὶ πολλὰς
αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι,
καὶ τούτων ἁπασῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθάνεσθαι καὶ τῆς ἑαυτοῦ
παρὰ ταύτας. τὸ δὲ ἀληθὲς ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύλῳ
ἀλγήματος, ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ, ὅτι ὁ ταρσὸς ἀλγεῖ, τὴν
δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας,
τό τε ἡγεμονοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος αἰσθάνεσθαι, ἀλλὰ
τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν μὴ
ἐπιστάμενον, ὅτι ἀλγεῖ ὁ δάκτυλος. εἰ τοίνυν κατὰ διάδοσιν οὐχ οἷόν
τε τὴν αἴσθησιν τοῦ τοιούτου γίγνεσθαι μηδὲ σώματος, ὄγκου ὄντος,
ἄλλου παθόντος ἄλλου γνῶσιν εἶναι — παντὸς γὰρ μεγέθους τὸ μὲν ἄλλο,
τὸ δὲ ἄλλο ἐστί — δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον,
ὅτι δὲ οὐδὲ νοεῖν οἷόν τε, εἰ σῶμα ἡ ψυχὴ ὁτιοῦν εἴη, δεικτέον ἐκ
τῶνδε. εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν
ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἂν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος
καταλαμβάνειν, ἢ ταὐτὸν ἔσται τῷ αἰσθάνεσθαι. εἰ οὖν τὸ νοεῖν ἐστι
τὸ ἄνευ σώματος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὐτὸ τὸ
νοῆσον εἶναι. ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. εἰ
δὲ μὴ βούλονται, ἀλλ’ οὖν ἔσονταί γε καὶ νοητῶν τινων ἀνδρεία τε καὶ ἄλλαι;
πνεῦμά τι γὰρ ἢ αἷμά τι τὸ σωφρονεῖν σωζόμενον, ἂν εἴη ἢ
δικαιότης ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ
πνεύματος εἴη, καὶ ἡ σωφροσύνη ή εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία
τις ἐν τύποις, καθ̓ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ
σώματα. ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύματι εἶναι
προσήκοι ἄν: σωφρονεῖν δὲ τί δεῖ πνεύματι; ἀλλ’ οὖν τοὐναντίον
ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ
συμμέτρως ψύχεος ἱμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπαλοῖς καὶ λείοις
πελάσει. τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι; πότερον δὲ
ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρημάτων καὶ τῶν ἄλλων τῶν νοητῶν
ἡ ψυχὴ ἐφάπτεται, ἢ γίνεταί τῳ ἡ ἀρετὴ καὶ ὠφελεῖ καὶ πάλιν
φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν
μένοι. δεῖ ἄρα ἀιδίων εἶναι καὶ μενόντων, οἷα καὶ τὸ ἐν
γεωμετρίᾳ. εἰ δὲ ἀιδίων καὶ μενόντων, οὐ σωμάτων. δεῖ ἄρα καὶ ἐν
ᾧ ἔσται τοιοῦτον εἶναι: δεῖ ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει,
ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις
ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας
ἐνταῦθα τάττουσι τὴν ψυχὴν οἷον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες
αὐτήν, πρῶτον μὲν ἀγνοοῦσιν, ὡς καὶ αὐτὰ τὰ σώματα δυνάμεσι ταῖς
ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται: ἔπειτα, ὅτι οὐ ταύτας τὰς
δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ
αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως καὶ
καλῶς ἁπάντων, ἄλλην οὐσίαν ζητεῖ. τὰς οὖν δυνάμεις τῶν σωμάτων
μεταβιβάσαντες εἰς τὰ ἀσώματα οὐδεμίαν εἰ ἡ γλυκύτης ἡ
τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ̓ ἑκάστῳ, οὐκ ἂν εἴη
σῶμα ἡ γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι. ἔπειτα, εἰ
σώματα ἦσαν αἱ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν
δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους
μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραί,
οὐκ ὀλίγοι δὲ μικρότατοι τῶν ὄγκων μεγίστας
ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον:
ἀμεγέθει ἄρα. τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι σῶμα, ὥς φασιν,
οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον
ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ’
ὅτι πνεύματος ἢ αἵματος ἀποστάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων.
οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲν
ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ
δέ. ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη,
ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων
κρᾶσις οὐδὲν θάτερον καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων
καὶ τὸ πᾶν κατεχόντων καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος
τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη
παραλλὰξ ἡ κρᾶσις — οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι — διεληλυθὸς
δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον: ὅπερ ἀδύνατον, τὸ
ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι. ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει
κατὰ πᾶν. ἀνάγκη τοίνυν, εἰ καθ̓ ὁτιοῦν σημεῖον καὶ μὴ μεταξὺ
σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος
γεγονέναι, ὅπερ ἀδύνατον. εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης — ὃ γὰρ
ἂν λάβῃς σῶμα, διαιρετόν ἐστιν — οὐ δυνάμει μόνον, ἐνεργείᾳ δὲ
τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δἰ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα:
ἡ δὲ ψυχὴ δἰ ὅλων: ἀσώματος ἄρα. τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ
αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν
γίνεσθαι λεπτοτέραν ἐν ψυχρῷ γενομένην — ὃ δὴ καὶ αὐτὸ ἄτοπον,
πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν:
ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς
ἔξω γιγνομένης. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ
πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν, ὁ δὲ νοῦς ὕστατος ἀπὸ
τῆς ψυχῆς δηλονότι γενόμενος: ἢ εἰ πρὸ πάντων νοῦς, τὸ ἔμψυχον
ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος οὐδὲ ᾗ σῶμα, ἀλλὰ φυσικοῦ
ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. εἰ μὲν οὖν ᾗ παραβέβληται
ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν, καὶ δεῖ
διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι καὶ τὴν ψυχὴν
καὶ ἀποκοπτομένου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος
καὶ ψυχῆς μόριον εἶναι, τήν τε ἐν τοῖς ὕπνοις
ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ
ἐστιν εἶναι, τὸ δ’ ἀληθές, μηδὲ ὕπνον γίνεσθαι, καὶ μὴν
ἐντελεχείας οὔσης οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας, ἓν δὲ
καὶ ταὐτὸν
ἡ δὲ ἑτέρα φύσις, ἡ παῤ αὑτῆς ἔχουσα τὸ εἶναι, πᾶν τὸ ὄντως ὄν, ὃ
οὔτε γίγνεται οὔτε ἀπόλλυται: ἢ τὰ ἄλλα πάντα οἰχήσεται, καὶ οὐκ ἂν
ὕστερον γένοιτο τούτου ἀπολωλότος, ὃ παρέχει αὐτοῖς σωτηρίαν, τοῖς
τε ἄλλοις καὶ τῷδε τῷ παντὶ διὰ ψυχῆς σωζομένῳ καὶ κεκοσμημένῳ. ἀρχὴ
γὰρ κινήσεως ἥδε χορηγοῦσα τοῖς ἄλλοις κίνησιν, αὐτὴ δὲ ἐξ ἑαυτῆς
κινουμένη, καὶ ζωὴν τῷ ἐμψύχῳ σώματι διδοῦσα, αὐτὴ δὲ παῤ ἑαυτῆς
ἔχουσα, ἣν οὔποτε ἀπόλλυσιν, ἅτε παῤ ἑαυτῆς ἔχουσα. οὐ γὰρ δὴ πάντα
ἐπακτῷ ζωῇ χρῆται: ἢ εἰς ἄπειρον εἶσιν: ἀλλὰ δεῖ τινα φύσιν πρώτως
ζῶσαν εἶναι, ἣν ἀνώλεθρον καὶ ἀθάνατον εἶναι δεῖ ἐξ ἀνάγκης, ἅτε
ἀρχὴν ζωῆς καὶ τοῖς ἄλλοις οὖσαν. ἔνθα δὴ καὶ τὸ θεῖον ἅπαν καὶ τὸ
μακάριον ἱδρῦσθαι δεῖ ζῶν παῤ αὑτοῦ καὶ ὂν παῤ αὑτοῦ, πρώτως ὂν καὶ
ζῶν πρώτως, μεταβολῆς κατ’ οὐσίαν ἄμοιρον, οὔτε γινόμενον οὔτε
ἀπολλύμενον. πόθεν γὰρ ἂν καὶ γένοιτο, ἢ εἰς τί ἀπόλοιτο; καὶ εἰ δεῖ
ἐπαληθεύειν τὴν τοῦ ὄντος προσηγορίαν, αὐτὸ οὐ ποτὲ μὲν εἶναι, ποτὲ
δὲ οὐκ εἶναι δεήσει:
ὅτι δὲ τῇ θειοτέρᾳ φύσει συγγενὴς ἡ ψυχὴ καὶ τῇ ἀιδίῳ, δῆλον μὲν
ποιεῖ καὶ τὸ μὴ σῶμα αὐτὴν δεδεῖχθαι. καὶ μὴν οὐδὲ σχῆμα ἔχει οὐδὲ
χρῶμα ἀναφής τε. οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε ἔστι δεικνύναι.
ὁμολογουμένου δὴ ἡμῖν παντὸς τοῦ θείου καὶ τοῦ ὄντως ὄντος ζωῇ ἀγαθῇ
κεχρῆσθαι καὶ ἔμφρονι, σκοπεῖν δεῖ τὸ μετὰ τοῦτο ἀπὸ τῆς ἡμετέρας
ψυχῆς, οἷόν ἐστι τὴν φύσιν. λάβωμεν δὲ ψυχὴν μὴ τὴν ἐν σώματι
ἐπιθυμίας ἀλόγους καὶ θυμοὺς προσλαβοῦσαν καὶ πάθη ἄλλα
ἀναδεξαμένην, ἀλλὰ τὴν ταῦτα ἀποτριψαμένην καὶ καθ̓ ὅσον οἷόν τε μὴ
κοινωνοῦσαν τῷ σώματι. ἥτις καὶ δῆλον ποιεῖ, ὡς προσθῆκαι τὰ κακὰ τῇ
ψυχῇ καὶ ἄλλοθεν, καθηραμένῃ δὲ αὐτῇ ἐνυπάρχει τὰ ἄριστα, φρόνησις
καὶ ἡ ἄλλη ἀρετή, οἰκεῖα ὄντα. εἰ οὖν τοιοῦτον ἡ ψυχή, ὅταν ἐφ̓
ἑαυτὴν ἀνέλθῃ, πῶς οὐ τῆς φύσεως ἐκείνης, οἵαν φαμὲν τὴν τοῦ θείου
καὶ ἀιδίου παντὸς εἶναι; φρόνησις γὰρ καὶ ἀρετὴ ἀληθὴς θεῖα ὄντα οὐκ
ἂν ἐγγένοιτο φαύλῳ τινὶ καὶ θνητῷ πράγματι, ἀλλ’ ἀνάγκη θεῖον τὸ
τοιοῦτον ἂν ἦν ἄπιστος,
ὡς μὴ πιστεύειν τὸ τῆς ψυχῆς αὐτοῖς πάντη ἀθάνατον εἶναι. νῦν δὲ
πολλαχοῦ λελωβημένην τὴν ἐν τοῖς πλείστοις ψυχὴν ὁρῶντες οὔτε ὡς
περὶ θείου οὔτε ὡς περὶ ἀθανάτου χρήματος διανοοῦνται. δεῖ δὲ τὴν
φύσιν ἑκάστου σκοπεῖσθαι εἰς τὸ καθαρὸν αὐτοῦ ἀφορῶντα, ἐπείπερ τὸ
προστεθὲν ἐμπόδιον ἀεὶ πρὸς γνῶσιν τοῦ ᾧ προσετέθη γίγνεται. σκόπει
δὴ ἀφελών, μᾶλλον δὲ ὁ ἀφελὼν ἑαυτὸν ἰδέτω καὶ εἰς τὴν
πρὸς αὐτὸ ὁμοιότητα ἀτενίσας. εἰ δ’ ἡ κάθαρσις ποιεῖ ἐν γνώσει τῶν
ἀρίστων εἶναι, καὶ αἱ ἐπιστῆμαι ἔνδον οὖσαι ἀναφαίνονται, αἳ δὴ καὶ
ὄντως ἐπιστῆμαί εἰσιν. οὐ γὰρ δὴ ἔξω που δραμοῦσα ἡ ψυχὴ σωφροσύνην
καθορᾷ καὶ δικαιοσύνην, ἀλλ’ αὐτὴ παῤ αὑτῇ ἐν τῇ κατανοήσει ἑαυτῆς
καὶ τοῦ ὃ πρότερον
περὶ τοιούτου χρήματος τίς ἂν ἀμφισβητοίη νοῦν ἔχων, ὡς οὐκ ἀθάνατον; ᾧ πάρεστι μὲν ἐξ ἑαυτοῦ ζωή, ἣν οὐχ οἷόν τε ἀπολέσθαι: πῶς γὰρ οὐκ ἐπίκτητόν γε οὖσαν οὐδ’ αὖ οὕτως ἔχουσαν, ὡς τῷ πυρὶ ἡ θερμότης πάρεστι; λέγω δὲ οὐχ ὡς ἐπακτὸν ἡ θερμότης τῷ πυρί, ἀλλ’ ὅτι, εἰ καὶ μὴ τῷ πυρί, ἀλλὰ τῇ ὑποκειμένῃ τῷ πυρὶ ὕλῃ. ταύτῃ γὰρ καὶ διαλύεται τὸ πῦρ. ἡ δὲ ψυχὴ οὐχ οὕτω τὴν ζωὴν ἔχει, ὡς ὕλην μὲν οὖσαν ὑποκεῖσθαι, ζωὴν δὲ ἐπ’ αὐτῇ γενομένην τὴν ψυχὴν ἀποδεῖξαι. ἢ γὰρ οὐσία ἐστὶν ἡ ζωή, καὶ ἔστιν οὐσία ἡ τοιαύτη παῤ αὑτῆς ζῶσα, ὅπερ ἐστὶν ὃ ζητοῦμεν, καὶ τοῦτο ἀθάνατον ὁμολογήσουσιν, ἢ ἀναλύσουσιν ὡς σύνθετον καὶ τοῦτο πάλιν, ἕως ἂν εἰς ἀθάνατον ἔλθωσι παῤ αὑτοῦ κινούμενον, ᾧ μὴ θέμις θανάτου μοῖραν δέχεσθαι: ἢ πάθος ἐπακτὸν τῇ ὕλῃ λέγοντες τὴν ζωήν, παῤ ὅτου τοῦτο τὸ πάθος ἐλήλυθεν εἰς τὴν ὕλην, αὐτὸ ἐκεῖνο ἀναγκασθήσονται ὁμολογεῖν ἀθάνατον εἶναι, ἄδεκτον ὂν τοῦ ἐναντίου ᾧ ἐπιφέρει. ἀλλὰ γάρ ἐστι μία φύσις ἐνεργείᾳ ζῶσα.
ἔτι εἰ πᾶσαν ψυχὴν φήσουσι φθαρτήν, πάλαι ἂν ἔδει πάντα ἀπολωλέναι:
εἰ δὲ τὴν μέν, καὶ κερματιζομένη ἀπόλοιτο ἄν. ἀλλ’
οὐκ ὄγκος τις οὐδὲ ποσόν, ὡς ἐδείχθη, ἡ ψυχή. ἀλλ’ ἀλλοιωθεῖσα ἥξει
εἰς φθοράν. ἀλλ’ ἡ ἀλλοίωσις φθείρουσα τὸ εἶδος ἀφαιρεῖ, τὴν δὲ ὕλην
ἐᾷ: τοῦτο δὲ συνθέτου πάθος. εἰ οὖν κατὰ μηδὲν τούτων οἷόν τε
φθείρεσθαι, ἄφθαρτον εἶναι ἀνάγκη.
πῶς οὖν τοῦ νοητοῦ χωριστοῦ ὄντος ἥδε εἰς σῶμα ἔρχεται; ὅτι ὅσος μὲν
νοῦς μόνος, ἀπαθὴς ἐν τοῖς νοητοῖς ζωὴν μόνον νοερὰν ἔχων ἐκεῖ ἀεὶ
μένει — οὐ γὰρ ἔνι ὁρμὴ οὐδ’ ὄρεξις: ὃ δ’ ἂν ὄρεξιν προσλάβῃ ἐφεξῆς
ἐκείνῳ τῷ νῷ ὄν, τῇ προσθήκῃ τῆς ὀρέξεως οἷον πρόεισιν ἤδη ἐπὶ πλέον
καὶ κοσμεῖν ὀρεγόμενον καθ̓ ἃ ἐν νῷ εἶδεν, ὥσπερ κυοῦν ἀπ’ αὐτῶν καὶ
ὠδῖνον γεννῆσαι, ποιεῖν σπεύδει καὶ δημιουργεῖν. καὶ τῇ σπουδῇ ταύτῃ
περὶ τὸ αἰσθητὸν τεταμένη, μετὰ μὲν πάσης τῆς τῶν ὅλων ψυχῆς
ὑπερέχουσα τοῦ διοικουμένου εἰς
περὶ δὲ τῆς τῶν ἄλλων ζῴων ψυχῆς, ὅσαι μὲν αὐτῶν σφαλεῖσαι καὶ μέχρι
θηρείων ἧκον σωμάτων, ἀνάγκη καὶ ταύτας ἀθανάτους εἶναι. εἰ δὲ ἔστιν
ἄλλο τι εἶδος ψυχῆς, οὐκ ἄλλοθεν ἢ ἀπὸ τῆς ζώσης φύσεως δεῖ καὶ
ταύτην εἶναι καὶ αὐτὴν οὖσαν ζωῆς τοῖς ζῴοις αἰτίαν, καὶ δὴ καὶ τὴν
ἐν τοῖς φυτοῖς: ἅπασαι γὰρ ὡρμήθησαν ἀπὸ τῆς αὐτῆς ἀρχῆς ζωὴν
ἔχουσαι οἰκείαν ἀσώματοί τε καὶ αὗται καὶ ἀμερεῖς καὶ οὐσίαι. εἰ δὲ
τὴν ἀνθρώπου ψυχὴν τριμερῆ οὖσαν τῶ συνθέτῳ λυθήσεσθαι
φήσουσι, καὶ ἡμεῖς φήσομεν τὰς μὲν καθαρὰς
ἀπαλλαττομένας τὸ προσπλασθὲν ἐν τῇ γενέσει ἀφήσειν, τὰς δὲ τούτῳ
συνέσεσθαι ἐπὶ πλεῖστον: ἀφειμένον δὲ τὸ χεῖρον οὐδὲ αὐτὸ
ἀπολεῖσθαι, ἕως ἂν ᾖ ὅθεν ἔχει τὴν ἀρχήν. οὐδὲν γὰρ ἐκ τοῦ ὄντος
ἀπολεῖται.
ἃ μὲν οὖν πρὸς τοὺς ἀποδείξεως δεομένους ἐχρῆν λέγεσθαι, εἴρηται. ἃ
δὲ καὶ πρὸς τοὺς δεομένους πίστεως αἰσθήσει κεκραμένης, ἐκ τῆς
ἱστορίας τῆς περὶ τὰ τοιαῦτα πολλῆς οὔσης ἐκλεκτέον, ἔκ τε ὧν θεοὶ
ἀνεῖλον κελεύοντες μῆνιν ψυχῶν
Πολλάκις ἐγειρόμενος εἰς ἐμαυτὸν ἐκ τοῦ σώματος καὶ γινόμενος τῶν μὲν
ἄλλων ἔξω, ἐμαυτοῦ δὲ εἴσω, θαυμαστὸν ἡλίκον ὁρῶν κάλλος, καὶ τῆς
κρείττονος μοίρας πιστεύσας τότε μάλιστα εἶναι, ζωήν τε ἀρίστην
ἐνεργήσας καὶ τῷ θείῳ εἰς ταὐτὸν γεγενημένος καὶ ἐν αὐτῷ ἱδρυθεὶς
εἰς ἐνέργειαν ἐλθὼν ἐκείνην ὑπὲρ πᾶν τε ἄλλο νοητὸν ἐμαυτὸν ἱδρύσας,
μετὰ ταύτην τὴν ἐν τῷ θείῳ στάσιν εἰς λογισμὸν ἐκ νοῦ καταβὰς ἀπορῶ,
πῶς ποτε καὶ νῦν καταβαίνω, καὶ ὅπως ποτέ μοι ἔνδον ἡ ψυχὴ γεγένηται
τοῦ σώματος τοῦτο οὖσα, οἷον ἐφάνη καθ̓ ἑαυτήν, καίπερ οὖσα ἐν
σώματι. ὁ μὲν γὰρ Ἡράκλειτος, ὃς ἡμῖν παρακελεύεται ζητεῖν τοῦτο,
ἀμοιβάς τε ἀναγκαίας τιθέμενος ἐκ τῶν ἐναντίων, ὁδόν τε ἄνω καὶ κάτω
εἰπὼν καὶ ʽμεταβάλλον ἀναπαύεταἰ καὶ ʽκάματός ἐστι τοῖς αὐτοῖς
μοχθεῖν καὶ ἄρχεσθαἰ εἰκάζειν δοκεῖ ἀμελήσας σαφῆ ἡμῖν ποιῆσαι τὸν
λόγον, ὡς δέον ἴσως παῤ αὑτοῖς ζητεῖν, ὥσπερ καὶ αὐτὸς ζητήσας
εὗρεν. Ἐμπεδοκλῆς τε εἰπὼν ἁμαρτανούσαις νόμον εἶναι τῷ
νοητῷ κόσμῳ, τὰ αὐτὰ ταῦτα γένη ζῴων καὶ ἐν τῷ αἰσθητῷ ὑπάρχειν.
ὥστε ἡμῖν συμβαίνει περὶ τῆς ἡμετέρας ψυχῆς παῤ αὐτοῦ μαθεῖν
ζητήσασιν ἐξ ἀνάγκης ἐφάπτεσθαι καὶ περὶ ψυχῆς ὅλως ζητῆσαι, πῶς
ποτε κοινωνεῖν σώματι πέφυκε, καὶ περὶ κόσμου φύσεως οἷόν τινα δεῖ
αὐτὸν τίθεσθαι, ἐν ᾧ ψυχὴ ἐνδιαιτᾶται εἴτε ἑκοῦσα εἴτε
ἀναγκασθεῖσα εἴτε τις ἄλλος τρόπος: καὶ περὶ ποιητοῦ δὲ εἴτε ὀρθῶς
εἴτε τε μὴ ἀφίσταται εἰς τὸ μὴ ἐντὸς εἶναι τῶν σωμάτων
μηδέ τινος εἶναι, τότε καὶ αὐτὴν ὥσπερ τὴν τοῦ παντὸς συνδιοικήσειν
ῥᾳδίως τὸ πᾶν, ὡς οὐ κακὸν ὂν ψυχῇ ὁπωσοῦν
περὶ δὲ τῆς ἀνθρωπείας ψυχῆς, ἣ ἐν σώματι πάντη λέγεται κακοπαθεῖν
καὶ ταλαιπωρεῖν ἐν ἀνίαις καὶ ἐπιθυμίαις καὶ φόβοις καὶ τοῖς ἄλλοις
κακοῖς γιγνομένη, ᾗ καὶ δεσμὸς τὸ σῶμα καὶ τάφος, καὶ ὁ κόσμος αὐτῇ
σπήλαιον καὶ ἄντρον, ἥντινα γνώμην οὐ διάφωνον ἔχει ἐκ τῶν αἰτιῶν οὐ
τῶν αὐτῶν τῆς καθόδου, νῦν λέγωμεν. ὄντος τοίνυν παντὸς νοῦ ἐν τῷ
τῆς νοήσεως τόπῳ ὅλου τε καὶ παντός, ὃν δὴ κόσμον νοητὸν τιθέμεθα,
ὄντων δὲ καὶ τῶν ἐν τούτῳ περιεχομένων νοερῶν δυνάμεων καὶ νόων τῶν
καθέκαστα — οὐ γὰρ εἷς νοῦς μόνος, ἀλλ’ εἷς καὶ πολλοί — πολλὰς ἔδει
καὶ ψυχὰς καὶ μίαν εἶναι, καὶ ἐκ τῆς μιᾶς τὰς πολλὰς διαφόρους,
ὥσπερ ἐκ γένους ἑνὸς εἴδη τὰ μὲν ἀμείνω, τὰ δὲ χείρω, καὶ τὰ μὲν
νοερώτερα, τὰ δ’ ἧττον ἐνεργείᾳ τοιαῦτα. καὶ γὰρ ἐκεῖ ἐν τῷ νῷ τὸ
μὲν νοῦς περιέχων δυνάμει τἆλλα οἷον ζῷον μέγα, τὰ δ’ ἐνεργείᾳ
ἕκαστον, ἃ δυνάμει περιεῖχε θάτερον: οἷον εἰ πόλις ἔμψυχος ἦν
περιεκτικὴ ἐμψύχων ἄλλων, τελειοτέρα μὲν ἡ πόλεως καὶ
δυνατωτέρα, οὐδὲν μὴν ἐκώλυε τῆς αὐτῆς φύσεως εἶναι καὶ τὰς ἄλλας. ἢ
ὡς ἂν ἐκ τοῦ παντὸς πυρὸς τὸ μὲν μέγα, τὰ δὲ μικρὰ πυρὰ
εἴη: ἔστι δὲ ἡ πᾶσα οὐσία ἡ τοῦ παντὸς πυρός, μᾶλλον δὲ ἀφ̓ ἧς καὶ ἡ
τοῦ παντός. ψυχῆς δὲ ἔργον τῆς λογικωτέρας νοεῖν μέν, οὐ τὸ νοεῖν δὲ
μόνον: τί γὰρ ἂν καὶ νοῦ διαφέροι; προσλαβοῦσα γὰρ τῷ νοερὰ εἶναι
καὶ ἄλλο, καθ̓ ὃ τὴν οἰκείαν ἔσχεν ὑπόστασιν, νοῦς οὐκ ἔμεινεν, ἔχει
τε ἔργον καὶ αὐτή, εἴπερ καὶ πᾶν, ὃ ἂν ᾖ τῶν ὄντων. βλέπουσα δὲ πρὸς
μὲν τὸ πρὸ ἑαυτῆς
τὰς δὴ καθέκαστα ψυχὰς ὀρέξει μὲν νοερᾷ χρωμένας ἐν τῇ ἐξ οὗ ἐγένοντο
πρὸς αὐτὸ ἐπιστροφῇ, δύναμιν δὲ καὶ εἰς τὸ ἐπὶ τάδε ἐχούσας, οἷά περ
φῶς ἐξηρτημένον μὲν κατὰ τὰ ἄνω ἡλίου, τῷ δὲ μετ’ αὐτὸ οὐ φθονοῦν
τῆς χορηγίας, ἀπήμονας μὲν εἶναι δεῖ μετὰ τῆς ὅλης
μενούσας ἐν τῷ νοητῷ, ἐν οὐρανῷ δὲ μετὰ τῆς ὅλης συνδιοικεῖν ἐκείνῃ,
οἷα οἱ βασιλεῖς τῷ πάντων κρατοῦντι συνόντες συνδιοικοῦσιν ἐκείνῳ οὐ
καταβαίνοντες οὐδ’ αὐτοὶ ἀπὸ τῶν βασιλείων τόπων: καὶ γάρ εἰσιν ὁμοῦ
ἐν τῷ αὐτῷ τότε. μεταβάλλουσαι δὲ ἐκ τοῦ ὅλου εἰς τὸ μέρος τε εἶναι
καὶ ἑαυτῶν καὶ οἷον κάμνουσαι τῷ σὺν ἄλλῳ εἶναι ἀναχωροῦσιν εἰς τὸ
αὑτῶν ἑκάστη. ὅταν δὴ τοῦτο διὰ χρόνων ποιῇ φεύγουσα τὸ πᾶν καὶ τῇ
διακρίσει ἀποστᾶσα καὶ μὴ πρὸς τὸ νοητὸν βλέπῃ, μέρος γενομένη
μονοῦταί τε καὶ ἀσθενεῖ καὶ πολυπραγμονεῖ καὶ πρὸς μέρος βλέπει καὶ
τῶ ἀπὸ τοῦ ὅλου χωρισμῷ ἑνός τινος ἐπιβᾶσα καὶ τὸ ἄλλο πᾶν φυγοῦσα,
ἐλθοῦσα καὶ στραφεῖσα εἰς τὸ ἓν ἐκεῖνο πληττόμενον ὑπὸ τῶν ὅλων καὶ
πάντων τοῦ τε ὅλου ἀπέστη, καὶ τὸ καθέκαστον μετὰ περιστάσεως
διοικεῖ ἐφαπτομένη ἤδη καὶ θεραπεύουσα τὰ ἔξωθεν καὶ παροῦσα καὶ
δῦσα αὐτοῦ πολὺ εἰς τὸ εἴσω. ἔνθα καὶ συμβαίνει αὐτῇ τὸ λεγόμενον
πτερορρυῆσαι καὶ ἐν δεσμοῖς τοῖς τοῦ σώματος γενέσθαι ἁμαρτούσῃ τοῦ
ἀβλαβοῦς τοῦ ἐν τῇ διοικήσει τοῦ κρείττονος, ὃ ἦν
οὐ τοίνυν διαφωνεῖ ἀλλήλοις ἥ τε εἰς γένεσιν σπορὰ ἥ τε εἰς τελείωσιν
κάθοδος τοῦ παντός, ἥ τε δίκη τό τε σπήλαιον, ἥ τε ἀνάγκη τό τε
ἑκούσιον, ἐπείπερ ἔχει τὸ ἑκούσιον ἡ ἀνάγκη, καὶ τὸ ἐν κακῷ τῷ
σώματι εἶναι: οὐδ’ ἡ Ἐμπεδοκλέους φυγὴ ἀπὸ τοῦ θεοῦ καὶ πλάνη οὐδ’ ἡ
ἁμαρτία, ἐφ̓ ᾗ ἡ δίκη, οὐδ’ ἡ Ἡρακλείτου ἀνάπαυλα ἐν τῇ φυγῇ, οὐδ’
ὅλως τὸ ἑκούσιον τῆς καθόδου καὶ τὸ ἀκούσιον αὖ. πᾶν μὲν γὰρ ἰὸν ἐπὶ
τὸ χεῖρον ἀκούσιον, φορᾷ γε μὴν οἰκείᾳ ἰὸν πάσχον τὰ χείρω ἔχειν
λέγεται τὴν ἐφ̓ οἷς ἔπραξε δίκην. ὅταν δὲ ἐξαναδῦναι ἐκ
κρίσεως τῆς κατ’ ἀξίαν — ὃ δὴ θεσμῷ θείῳ γιγνόμενον διὰ τοῦ τῆς
κρίσεως ὀνόματος δηλοῦται — τὸ δὲ τῆς κακίας ἄμετρον εἶδος μείζονος
καὶ τῆς δίκης ἠξίωται ἐπιστασίᾳ τιννυμένων δαιμόνων. οὕτω τοι καίπερ
οὖσα θεῖον καὶ ἐκ τῶν τόπων τῶν ἄνω ἐντὸς γίνεται τοῦ σώματος καὶ
θεὸς οὖσα ὁ ὕστερος ῥοπῇ αὐτεξουσίῳ καὶ αἰτίᾳ δυνάμεως καὶ τοῦ μετ’
αὐτὴν κοσμήσεως
εἴπερ οὖν δεῖ μὴ ἓν μόνον εἶναι — ἐκέκρυπτο
διττῆς δὲ φύσεως ταύτης οὔσης, τῆς μὲν ὂν αὐτῇ πάλιν
ἐξαναδῦναι ἱστορίαν ὧν ἐνταῦθα εἶδέ τε καὶ ἔπαθε προσλαβούσῃ καὶ
μαθούσῃ, οἷον ἄρα ἐστὶν ἐκεῖ εἶναι καὶ τῇ παραθέσει τῶν οἷον
ἐναντίων σαφέστερον τὰ ἀμείνω μαθούσῃ. γνῶσις γὰρ ἐναργεστέρα
τἀγαθοῦ ἡ τοῦ κακοῦ πεῖρα οἷς ἡ δύναμις ἀσθενεστέρα, ἢ ὥστε ἐπιστήμῃ
τὸ κακὸν πρὸ πείρας γνῶναι. ὥσπερ δὲ ἡ νοερὰ διέξοδος κατάβασίς
ἐστιν εἰς ἔσχατον τὸ χεῖρον — οὐ γὰρ ἔνι εἰς τὸ ἐπέκεινα ἀναβῆναι,
ἀλλ’ ἀνάγκη ἐνεργήσασαν ἐξ ἑαυτῆς καὶ μὴ δυνηθεῖσαν μεῖναι ἐφ̓
ἑαυτῆς φύσεως δὴ ἀνάγκῃ καὶ νόμῳ μέχρι ψυχῆς ἐλθεῖν: τέλος γὰρ αὐτῇ
τοῦτο: ταύτῃ δὲ τὸ ἐφεξῆς παραδοῦναι αὐτὴν πάλιν ἀναδραμοῦσαν —
οὕτως καὶ ψυχῆς ἐνέργεια: τὸ μὲν μετ’ αὐτὴν τὰ τῇδε, τὸ δὲ πρὸ αὐτῆς
ἡ θέα τῶν ὄντων, ταῖς μὲν παρὰ μέρος καὶ χρόνῳ γιγνομένου τοῦ
τοιούτου καὶ ἐν τῷ χείρονι γιγνομένης ἐπιστροφῆς πρὸς τὰ ἀμείνω, τῇ
δὲ λεγομένῃ τοῦ παντὸς εἶναι τὸ μηδ’ ἐν τῷ χείρονι ἔργῳ γεγονέναι,
ἀπαθεῖ δὲ κακῶν οὔσῃ
καὶ εἰ χρὴ παρὰ δόξαν τῶν ἄλλων τολμῆσαι τὸ φαινόμενον λέγειν
σαφέστερον, οὐ πᾶσα οὐδ’ ἡ ἡμετέρα ψυχὴ ἔδυ, ἀλλ’ ἔστι τι αὐτῆς ἐν
τῷ νοητῷ ἀεί, τὸ δὲ ἐν τῷ αἰσθητῷ εἰ κρατοῖ, μᾶλλον δὲ εἰ κρατοῖτο
καὶ θορυβοῖτο, οὐκ ἐᾷ αἴσθησιν ἡμῖν εἶναι ὧν θεᾶται τὸ τῆς ψυχῆς
ἄνω: τότε γὰρ ἔρχεται εἰς ἡμᾶς τὸ νοηθέν, ὅταν εἰς αἴσθησιν ἥκῃ
καταβαῖνον: οὐ γὰρ πᾶν, ὃ γίνεται περὶ ὁτιοῦν μέρος ψυχῆς,
γινώσκομεν, πρὶν ἂν εἰς ὅλην τὴν ψυχὴν ἥκῃ: οἷον καὶ ἐπιθυμία ἐν τῷ
ἐπιθυμητικῷ μένουσα οὐ γινώσκεται ἡμῖν, ἀλλ’ ὅταν τῇ
αἰσθητικῇ τῇ ἔνδον δυνάμει ἢ καὶ διανοητικῇ ἀντιλαβώμεθα ἢ ἄμφω.
πᾶσα γὰρ ψυχὴ ἔχει τι καὶ τοῦ κάτω πρὸς τὸ σῶμα καὶ τοῦ ἄνω πρὸς
νοῦν. καὶ ἡ μὲν ὅλη καὶ ὅλου τῷ αὐτῆς μέρει τῷ πρὸς τὸ σῶμα τὸ ὅλον
κοσμεῖ ὑπερέχουσα ἀπόνως, ὅτι μηδὲ ἐκ λογισμοῦ, ὡς ἡμεῖς, ἀλλὰ νῷ,
ὡς ἡ τέχνη οὐ βουλεύεται, τοῦ κάτω αὐτῆς κοσμοῦντος τὸ ὅλον. αἱ δ’
ἐν μέρει γινόμεναι καὶ μέρους ἔχουσι μὲν καὶ αὗται τὸ ὑπερέχον,
ἄσχολοι δὲ τῇ αἰσθήσει καὶ ἀντιλήψει πολλῶν ἀντιλαμβανόμεναι τῶν
παρὰ φύσιν καὶ λυπούντων καὶ ταραττόντων, ἅτε οὗ ἐπιμελοῦνται μέρους
καὶ ἐλλιποῦς ὄντος καὶ πολλὰ ἔχοντος τὰ ἀλλότρια κύκλῳ,
πολλὰ δὲ ὧν ἐφίεται: καὶ ἥδεται δὲ καὶ ἡδονὴ ἠπάτησε. τὸ δέ ἐστι καὶ
ἀνήδονον τὰς προσκαίρους ἡδονάς. ἡ δὲ διαγωγὴ ὁμοία.
Ἆῤ ὥσπερ ψυχὴν ἑκάστου μίαν φαμὲν εἶναι, ὥσπερ ἡ ἑνὸς ἑκάστου: ἄτοπον γάρ, εἰ μία ἡ ἐμὴ
καὶ ἡ ὁτουοῦν ἄλλου. ἐχρῆν γὰρ ἐμοῦ αἰσθανομένου καὶ ἄλλον
αἰσθάνεσθαι, καὶ ἀγαθοῦ ὄντος ἀγαθὸν ἐκεῖνον εἶναι, καὶ ἐπιθυμοῦντος
ἐπιθυμεῖν, καὶ ὅλως ὁμοπαθεῖν ἡμᾶς τε πρὸς ἀλλήλους καὶ πρὸς τὸ πᾶν,
ὥστε ἐμοῦ παθόντος συναισθάνεσθαι τὸ πᾶν. πῶς δὲ καὶ μιᾶς οὔσης ἡ
μὲν λογική, ἡ δὲ ἄλογος, καὶ ἡ μὲν ἐν ζῴοις, ἡ δὲ ἐν φυτοῖς ἄλλη;
πάλιν δὲ εἰ μὴ θησόμεθα ἐκείνως, τό τε πᾶν ἓν οὐκ ἔσται, μία τε ἀρχὴ
ψυχῶν οὐχ εὑρεθήσεται.
πρῶτον μὲν οὖν οὐκ, εἰ ἡ ψυχὴ μία ἡ ἐμὴ
καὶ μὴν ἐκ τοῦ ἐναντίου φησὶν ὁ λόγος
ταῦτα μὲν οὖν εἴρηται ὡς μὴ θαυμάζειν τὴν εἰς ἓν ἀναγωγήν. ἀλλὰ γὰρ
ζητεῖ ὁ λόγος, πῶς μία; ἆρα γὰρ ὡς ἀπὸ μιᾶς μία αἱ πᾶσαι; καὶ εἰ
ὡς ἀπὸ μιᾶς, μεριζομένης ταύτης ἢ μενούσης μὲν ὅλης,
ποιούσης δὲ παῤ αὑτῆς οὐδὲν ἧττον πολλάς; καὶ πῶς ἂν μένουσα οὐσία
πολλὰς ποιοῖ ἐξ αὑτῆς; λέγωμεν οὖν συλλήπτορα ἡμῖν γενέσθαι θεὸν
παρακαλέσαντες, ὡς δεῖ μὲν εἶναι μίαν πρότερον, εἴπερ πολλαί, καὶ ἐκ
ταύτης τὰς πολλὰς εἶναι. εἰ μὲν οὖν σῶμα εἴη, ἀνάγκη μεριζομένου
τούτου τὰς πολλὰς γίγνεσθαι, ἄλλην πάντη οὐσίαν, τὴν δὲ ἄλλην
γιγνομένην, καὶ ὁμοιομεροῦς οὔσης ὁμοειδεῖς πάσας γενέσθαι εἶδος ἓν
ταὐτὸν φερούσας ὅλον, τοῖς δὲ ὄγκοις ἑτέρας, καὶ εἰ μὲν κατὰ ἂν εἶχε μίαν ποιότητα
γενομένην ἐξ ἑνός τινος ἐν πολλοῖς εἶναι: καὶ εἰ κατὰ τὸ
συναμφότερον δὲ ἡ ψυχή,
πῶς οὖν οὐσία μία ἐν πολλαῖς; ἢ γὰρ ἡ μία ἐν πᾶσιν ὅλη, ἢ ἀπὸ ὅλης
καὶ μιᾶς αἱ πολλαὶ ἐκείνης μενούσης. ἐκείνη μὲν οὖν μία, αἱ δὲ
πολλαὶ εἰς ταύτην ὡς μίαν δοῦσαν ἑαυτὴν εἰς πλῆθος καὶ οὐ δοῦσαν:
ἱκανὴ γὰρ πᾶσι παρασχεῖν ἑαυτὴν καὶ μένειν μία: δύεται γὰρ εἰς πάντα
ἅμα καὶ ἑκάστου οὐκ ἀποτέτμηται πάντη. τὸ αὐτὸ οὖν ἐν πολλοῖς. μὴ δή
τις ἀπιστείτω: καὶ γὰρ ἡ ἐπιστήμη ὅλη καὶ τὰ μέρη αὐτῆς ὡς μένειν
τὴν ὅλην καὶ ἀπ’ αὐτῆς τὰ μέρη: καὶ τὸ σπέρμα ὅλον καὶ ἀπ’ αὐτοῦ τὰ
μέρη, ἐν οἷς πέφυκε μερίζεσθαι, καὶ ἕκαστον ὅλον καὶ μένει ὅλον οὐκ
ἠλαττωμένον τὸ ὅλον: ἡ δ’ ὕλη ἐμέρισε: καὶ πάντα ἕν. ἀλλ’ ἐν τῇ
ἐπιστήμῃ, εἴποι τις ἄν, τὸ μέρος οὐχ ὅλον. ἢ κἀκεῖ ἐνεργείᾳ μὲν
μέρος τὸ προχειρισθὲν οὗ χρεία καὶ τοῦτο προτέτακται, ἕπεται μέντοι
καὶ τὰ ἄλλα δυνάμει λανθάνοντα καὶ ἔστι πάντα ἐν τῷ μέρει: καὶ ἴσως
ταύτῃ ἡ μὲν ὅλη λέγεται, τὸ δὲ μέρος. ἐκεῖ μὲν
οὖν οἷον ἐνεργείᾳ ἅμα πάντα. ἕτοιμον οὖν ἕκαστον, ὃ
προχειρίσασθαι θέλεις. ἐν δὲ τῷ μέρει τὸ ἕτοιμον. ἐνδυναμοῦται δὲ
οἷον πλησιάσαν τῷ ὅλῳ.
Τί ποτε ἄρα ἐστὶ τὸ πεποιηκὸς τὰς ψυχὰς
ἐνθυμείσθω τοίνυν πρῶτον ἐκεῖνο πᾶσα ψυχή, ὡς αὐτὴ μὲν ζῷα ἐποἰησε
πάντα ἐμπνεύσασα αὐτοῖς ζωήν, ἅ τε γῆ τρέφει ἅ τε θάλασσα ἅ τε ἐν
ἀέρι ἅ τε ἐν οὐρανῷ ἄστρα θεῖα, αὐτὴ δὲ ἥλιον, αὐτὴ δὲ τὸν μέγαν
τοῦτον οὐρανόν, καὶ αὐτὴ ἐκόσμησεν, αὐτὴ δὲ ἐν τάξει περιάγει φύσις
οὖσα ἑτέρα ὧν κοσμεῖ καὶ ὧν κινεῖ καὶ ἃ ζῆν ποιεῖ: καὶ τούτων ἀνάγκη
εἶναι τιμιωτέραν, γιγνομένων μὲν τούτων ὁ
τρόπος τῆς χορηγίας τοῦ ζῆν ἔν τε τῷ σύμπαντι ἔν τε τοῖς ἑκάστοις,
ὧδε λογιζέσθω σκοπείσθω δὴ τὴν μεγάλην ψυχὴν ἄλλη ψυχὴ οὐ σμικρὰ
ἀξία τοῦ σκοπεῖν γενομένη ἀπαλλαγεῖσα ἀπάτης καὶ τῶν γεγοητευκότων
τὰς ἄλλας ἡσύχῳ τῇ καταστάσει.
οὕτω δὴ τιμίου καὶ θείου ὄντος χρήματος τῆς ψυχῆς, πιστεύσας ἤδη τῷ
τοιούτῳ θεὸν μετιέναι μετὰ τοιαύτης αἰτίας ἀνάβαινε πρὸς ἐκεῖνον:
πάντως που οὐ πόρρω ἐπιβαλεῖς: οὐδὲ πολλὰ τὰ μεταξύ. λάμβανε τοίνυν
τοῦ θείου τούτου θειότερον τὸ ψυχῆς πρὸς τὸ ἄνω γειτόνημα, μεθ̓ ὃ
καὶ ἀφ̓ οὗ ἡ ψυχή: καίπερ γὰρ οὖσα χρῆμα, οἷον ἔδειξεν ὁ λόγος,
εἰκών τίς ἐστι νοῦ: οἷον λόγος ὁ ἐν προφορᾷ λόγου τοῦ ἐν ψυχῇ, οὕτω
τοι καὶ αὐτὴ λόγος νοῦ καὶ ἡ πᾶσα ἐνέργεια καθ̓ ἣν προίεται ζωὴν εἰς
ἄλλου ὑπόστασιν: οἷον πυρὸς τὸ μὲν ἡ συνοῦσα θερμότης, ἡ δὲ ἣν
παρέχει. δεῖ δὲ λαβεῖν ἐκεῖ οὐκ ἐκρέουσαν, ἀλλὰ μένουσαν μὲν τὴν ἐν
αὐτῷ, τὴν δὲ ἄλλην ὑφισταμένην. οὖσα οὖν ἀπὸ νοῦ νοερά ἐστι, καὶ ἐν
λογισμοῖς ὁ νοῦς αὐτῆς καὶ ἡ τελείωσις ἀπ’ αὐτοῦ πάλιν οἷον πατρὸς
ἐκθρέψαντος, ὃν οὐ τέλειον ὡς πρὸς αὑτὸν ἐγέννησεν. ἥ τε οὖν
ὑπόστασις αὐτῇ ἀπὸ νοῦ ὅ τε ἐνεργείᾳ λόγος νοῦ αὐτῇ ὁρωμένου. ὅταν
γὰρ ἐνίδῃ εἰς νοῦν, ἔνδοθεν ἔχει καὶ οἰκεῖα, ἃ νοεῖ
ἴδοι δ’ ἄν τις καὶ ἐκ τῶνδε: κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει
εἴς τε τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν τάξιν τῆς φορᾶς τῆς ἀιδίου
ἀποβλέπων καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς μὲν ὁρωμένους, τοὺς δὲ καὶ
ἀφανεῖς ὄντας, καὶ δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον
αὐτοῦ καὶ δ’ ἔχων ἐν αὑτῷ ὃ μὴ νοεῖ: νοεῖ δὲ οὐ ζητῶν, ἀλλ’
ἔχων. καὶ τὸ μακάριον αὐτῷ οὐκ ἐπίκτητον, ἀλλ’ ἐν αἰῶνι πάντα, καὶ ὁ
ὄντως αἰών, ὃν μιμεῖται χρόνος περιθέων ψυχὴν τὰ μὲν παριείς, τοῖς
δὲ ἐπιβάλλων. καὶ γὰρ ἄλλα καὶ ἄλλα αὖ περὶ ψυχήν: ποτὲ γὰρ
Σωκράτης, ποτὲ
πολὺς οὖν οὗτος ὁ θεὸς ἐπὶ τῇ ψυχῇ τῇδε ὑπάρχει ἐν τούτοις εἶναι
συναφθείσῃ, εἰ μὴ ἀποστατεῖν ἐθέλοι. πελάσασα οὖν αὐτῷ καὶ οἷον ἓν
γενομένη ζητεῖ. τίς οὖν ὁ τοῦτον γεννήσας, ὁ τοῦ τοιούτου, ὁ αἴτιος τοῦ καὶ εἶναι καὶ πολὺν
εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν; ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος: καὶ γὰρ
πρὸ τῆς δυάδος τὸ ἕν, δεύτερον δὲ δυὰς καὶ παρὰ τοῦ ἑνὸς
γεγενημένη ἐκεῖνο ὁριστὴν ἔχει, αὐτὴ δὲ ἀόριστον παῤ αὑτῆς: ὅταν δὲ
ὁρισθῇ, ἀριθμὸς ἤδη: ἀριθμὸς δὲ ὡς οὐσία. ἀριθμὸς δὲ καὶ ἡ ψυχή. οὐ
γὰρ ὄγκοι τὰ πρῶτα οὐδὲ μεγέθη: τὰ γὰρ παχέα ταῦτα ὕστερα, ἃ ὄντα ἡ
αἴσθησις οἴεται. οὐδὲ ἐν σπέρμασι δὲ τὸ ὑγρὸν τὸ τίμιον, ἀλλὰ τὸ μὴ
ὁρώμενον: τοῦτο δὲ ἀριθμὸς καὶ λόγος. ὁ οὖν ἐκεῖ λεγόμενος ἀριθμὸς
καὶ ἡ δυὰς λόγοι καὶ νοῦς: ἀλλὰ ἀόριστος μὲν ἡ δυὰς τῷ οἷον
ὑποκειμένῳ λαμβανομένη, ὁ δὲ ἀριθμὸς ὁ ἐξ αὐτῆς καὶ τοῦ ἑνὸς εἶδος
ἑκάστου οἷον μορφωθέντος τοῖς γενομένοις εἴδεσιν ἐν αὐτῷ: μορφοῦται
δὲ ἄλλον μὲν τρόπον παρὰ τοῦ ἑνός, ἄλλον δὲ παῤ αὑτοῦ, οἷον ὄψις ἡ
κατ’ ἐνέργειαν. καὶ ἄμφω τὸ ἕν.
πῶς οὖν ὁρᾷ καὶ τίνα, καὶ πῶς ὅλως ὑπέστη καὶ ἐξ ἐκείνου γέγονεν, ἵνα
καὶ ὁρᾷ; νῦν μὲν γὰρ τὴν ἀνάγκην τοῦ εἶναι ταῦτα ἡ ψυχὴ ἔχει,
ἐπιποθεῖ δὲ τὸ θρυλούμενον δὴ τοῦτο καὶ παρὰ τοῖς πάλαι σοφοῖς, πῶς
ἐξ ἑνὸς τοιούτου ὄντος, οἷον λέγομεν τὸ ἓν εἶναι, ὑπόστασιν ἔσχεν
ὁτιοῦν εἴτε πλῆθος εἴτε δυὰς εἴτε ἀριθμός, ἀλλ’ οὐκ ἔμεινεν ἐκεῖνο
ἐφ̓ ἑαυτοῦ, τοσοῦτον δὲ πλῆθος ἐξερρύη, ὃ ὁρᾶται μὲν ἐν τοῖς οὖσιν,
ἀνάγειν δὲ αὐτὸ πρὸς τὸ γεγεννημένον καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα
ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον: ὅταν δὲ καὶ τὸ
ἄριστον ᾖ τὸ γεννῆσαν, ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι
μόνον κεχωρίσθαι.
εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν: δεῖ γὰρ σαφέστερον λέγειν:
πρῶτον μέν, ὅτι δεῖ πως εἶναι ἐκείνου τὸ γεννώμενον καὶ ἀποσώζειν
πολλὰ αὐτοῦ καὶ εἶναι ὁμοιότητα πρὸς αὐτό, ὥσπερ καὶ τὸ φῶς τοῦ
ἡλίου. ἀλλ’ οὐ νοῦς ἐκεῖνο. πῶς οὖν νοῦν γεννᾷ; ἢ ὅτι τῇ ἐπιστροφῇ
πρὸς αὑτὸ ἑώρα: ἡ δὲ ὅρασις αὕτη νοῦς. τὸ γὰρ καταλαμβάνον ἄλλο ἢ
αἴσθησις ἢ νοῦς: διὰ
τὸ ἃ γεννᾷ πάλιν ἐν ἑαυτῷ ἔχειν, ᾗ καὶ πλήρης καὶ νοῦς ἐν
κόρῳ: μετὰ δὲ ταῦτά φασι Δία γεννᾶν κόρον ἤδη ὄντα: ψυχὴν γὰρ γεννᾷ
νοῦς, νοῦς ὢν τέλειος. καὶ γὰρ τέλειον ὄντα γεννᾶν ἔδει, καὶ μὴ
δύναμιν οὖσαν τοσαύτην ἄγονον εἶναι. κρεῖττον δὲ οὐχ οἷόν τε ἦν
εἶναι οὐδ’ ἐνταῦθα τὸ γεννώμενον, ἀλλ’ ἔλαττον ὂν εἴδωλον εἶναι
αὐτοῦ, ἀόριστον μὲν ὡσαύτως, ὁριζόμενον δὲ ὑπὸ τοῦ γεννήσαντος καὶ
οἷον εἰδοποιούμενον.
καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά: πάντα περὶ τὸν πάντων βασιλέα
φησὶ τὰ πρῶτα, καὶ δεύτερον περὶ τὰ δεύτερα, καὶ περὶ τὰ τρίτα
τρίτον. λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα αἴτιον μὲν τὸν νοῦν
λέγων: δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ: τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν
ἐν τῷ κρατῆρι ἐκείνῳ. τοῦ δὲ αἰτίου νοῦ ὄντος πατέρα φησὶ τἀγαθὸν
καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας. πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν
νοῦν τὴν ἰδέαν λέγει: ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τἀγαθοῦ τὸν νοῦν,
ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν: καὶ εἶναι τοὺς λόγους τούσδε μὴ καινούς,
μηδὲ νῦν ἀλλὰ πάλαι μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως, τοὺς δὲ νῦν
λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι μαρτυρίοις πιστωσαμένους τὰς δόξας
ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ ʽτοὖ Πλάτωνος γράμμασιν. ἥπτετο μὲν
οὖν καὶ Παρμενίδης πρότερον τῆς τοιαύτης δόξης, καθόσον εἰς ταὐτὸ
συνῆγεν ὂν καὶ νοῦν, καὶ τὸ ὂν οὐκ ἐν τοῖς αἰσθητοῖς ἐτίθετο: ʽτὸ
γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναἰ λέγων καὶ ἀκίνητον λέγει τοῦτο
καίτοι
Ἀναξαγόρας δὲ νοῦν καθαρὸν καὶ ἀμιγῆ λέγων ἁπλοῦν καὶ αὐτὸς τίθεται
τὸ πρῶτον καὶ χωριστὸν τὸ ἕν, τὸ δ’ ἀκριβὲς δἰ ἀρχαιότητα παρῆκε.
καὶ Ἡράκλειτος δὲ τὸ ἓν οἶδεν ἀίδιον καὶ νοητόν: τὰ γὰρ σώματα
γίνεται ἀεὶ καὶ ῥέοντα. τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν νεῖκος ʽ??ʼαιρεῖ, ἡ
δὲ φιλία τὸ ἕν: ἀσώματον δὲ καὶ αὐτος τοῦτο: τὰ δὲ στοιχεῖα ὡς ὕλη.
Ἀριστοτέλης δὲ ὕστερον χωριστὸν μὲν τὸ πρῶτον καὶ νοητόν, νοεῖν δὲ
αὐτὸ ἑαυτὸ λέγων πάλιν αὖ οὐ τὸ πρῶτον ποιεῖ: πολλὰ δὲ καὶ ἄλλα
νοητὰ ποιῶν καὶ τοσἁ??ʼτα, ὁπόσαι ἐν οὐρανῷ σφαῖραι, ἵν’ ἕκαστον
ἑκάστην κινῇ, ἄλλον τρόπον λέγει τὰ ἐν τοῖς νοητοῖς ἢ Πλάτων, τὸ
εὔλογον οὐκ ἔχων ἀνάγκην τιθέμενος. ἐπιστήσειε δ’ ἄν τις εἰ καὶ
εὐλόγως: εὐλογώτερον γὰρ πάσας πρὸς μίαν σύνταξιν συντελούσας πρὸς
ἓν καὶ τὸ πρῶτον βλέπειν. ζητήσειε δ’ ἄν τις τὰ πολλὰ νοητὰ εἰ ἐξ
ἑνός ἐστιν αὐτῷ τοῦ πρώτου ἢ πολλαὶ αἱ ἐν τοῖς νοητοῖς ἀρχαί: καὶ εἰ
μὲν ἐξ ἑνός, ἀνάλογον δηλονότι ἕξει ὡς ἐν τοῖς αἰσθητοῖς αἱ σφαῖραι
ἄλλης ἄλλην περιεχούσης, μιᾶς δὲ τῆς ἔξω κρατούσης: ὥστε περιέχοι ἂν
κἀκεῖ τὸ πρῶτον καὶ κόσμος νοητὸς ἔσται καὶ ὥσπερ ἐνταῦθα αἱ σφαῖραι
οὐ κεναί, ἀλλὰ μεστὴ ἄστρων ἡ πρώτη, αἱ δὲ
ὅτι δὲ οὕτω χρὴ νομίζειν ἔχειν, ὡς ἔστι μὲν τὸ ἐπέκεινα ὄντος τὸ ἕν,
οἷον ἤθελεν ὁ λόγος δεικνύναι ὡς οἷόν τε ἦν περὶ τούτων
ἐνδείκνυσθαι, ἔστι δὲ ἐφεξῆς τὸ ὂν καὶ νοῦς, τρίτη δὲ ἡ τῆς ψυχῆς
φύσις, ἤδη δέδεικται. ὥσπερ δὲ ἐν τῇ φύσει τριττὰ ταῦτά ἐστι τὰ
εἰρημένα, οὕτω χρὴ νομίζειν καὶ παῤ ἡμῖν ταῦτα εἶναι. λέγω δὲ οὐκ
ἐπὶ τοῖς αἰσθητοῖς — χωριστὰ γὰρ ταῦτα — ἀλλ’ ἐπὶ τοῖς αἰσθητῶν ἔξω,
καὶ τὸν αὐτὸν τρόπον τὸ ἔξω, ὥσπερ κἀκεῖνα τοῦ παντὸς οὐρανοῦ ἔξω,
οὕτω καὶ τὰ τοῦ ἀνθρώπου, οἷον λέγει Πλάτων τὸν εἴσω ἄνθρωπον. ἔστι
τοίνυν καὶ ἡ ἡμετέρα ψυχὴ θεῖόν τι καὶ φύσεως ἄλλης, ὁποία πᾶσα ἡ
ψυχῆς φύσις: τελεία δὲ ἡ νοῦν ἔχουσα: νοῦς δὲ ὁ μὲν λογιζόμενος, ὁ
δὲ λογίζεσθαι παρέχων. τὸ δὴ λογιζόμενον τοῦτο τῆς ψυχῆς οὐδενὸς
πρὸς τὸ λογίζεσθαι δεόμενον σωματικοῦ ὀργάνου, τὴν δὲ ἐνέργειαν
ἑαυτοῦ ἐν καθαρῷ ἔχον, ἵνα καὶ λογίζεσθαι καθαρῶς οἷόν τε ᾖ,
χωριστὸν καὶ οὐ κεκραμένον σώματι
οὔσης οὖν ψυχῆς τῆς λογιζομένης περὶ δικαίων καὶ καλῶν καὶ λογισμοῦ
ζητοῦντος εἰ τοῦτο δίκαιον καὶ εἰ τοῦτο καλόν, ἀνάγκη εἶναι καὶ
ἑστώς τι δίκαιον, ἀφ̓ οὗ καὶ ὁ λογισμὸς περὶ ψυχὴν γίνεται. ἢ πῶς ἂν
λογίσαιτο; καὶ εἰ ὁτὲ μὲν λογίζεται περὶ τούτων ψυχή, ὁτὲ δὲ μή, δεῖ
μὴ τὸν λογιζόμενον, ἀλλ’ ἀεὶ ἔχοντα τὸ δίκαιον νοῦν
ἐν ἡμῖν εἶναι, εἶναι δὲ καὶ τὴν νοῦ ἀρχὴν καὶ αἰτίαν καὶ θεόν, οὐ
μεριστοῦ ἐκείνου ὄντος, ἀλλὰ μένοντος ἐκείνου, καὶ οὐκ ἐν τόπῳ
μένοντα ἐν πολλοῖς αὖ θεωρεῖσθαι καθ̓ ἕκαστον τῶν δυναμένων δέχεσθαι
οἷον ἄλλον αὐτόν, ὥσπερ καὶ τὸ κέντρον ἐφ̓ ἑαυτοῦ ἐστιν, ἔχει δὲ καὶ
ἕκαστον τῶν ἐν τῷ κύκλῳ σημεῖον ἐν αὐτῷ, καὶ αἱ γραμμαὶ τὸ ἴδιον
προσφέρουσι πρὸς τοῦτο: τῷ γὰρ τοιούτῳ τῶν ἐν ἡμῖν καὶ ἡμεῖς
ἐφαπτόμεθα καὶ
πῶς οὖν ἔχοντες τὰ τηλικαῦτα οὐκ ἀντιλαμβανόμεθα, ἀλλ’ ἀργοῦμεν ταῖς
τοιαύταις ἐνεργείαις τὰ πολλά, οἱ δὲ οὐδ’ ὅλως ἐνεργοῦσιν;
ἢ ἐκεῖνα μέν ἐστιν ἐν ταῖς αὐτῶν ἐνεργείαις ἀεί, νοῦς
καὶ τὸ πρὸ νοῦ ἀεὶ ἐν ἑαυτῷ — καὶ ψυχῇ δὲ τὸ ἀεικίνητον οὕτως: οὐ
γὰρ πᾶν ὃ ἐν ψυχῇ ἤδη αἰσθητόν, ἀλλὰ ἔρχεται εἰς ἡμᾶς, ὅταν εἰς
αἴσθησιν ἴῃ — ὅταν δὲ ἐνεργοῦν ἕκαστον μὴ μεταδιδῷ τῷ αἰσθανομένῳ,
οὔπω δἰ ὅλης ψυχῆς ἐλήλυθεν. οὔπω οὖν γινώσκομεν ἅτε μετὰ τοῦ
αἰσθητικοῦ ὄντες καὶ οὐ μόριον ψυχῆς, ἀλλ’ ἡ ἅπασα ψυχὴ ὄντες. καὶ
ἔτι ἕκαστον τῶν ψυχικῶν ζῶν ἀεὶ ἐνεργεῖ ἀεὶ καθ̓ αὑτὸ τὸ αὑτοῦ: τὸ
δὲ γνωρίζειν, ὅταν μετάδοσις γένηται καὶ ἀντίληψις. δεῖ τοίνυν, εἰ
τῶν οὕτω παρόντων ἀντίληψις ἔσται, καὶ τὸ ἀντιλαμβανόμενον εἰς τὸ
εἴσω ἐπιστρέφειν, κἀκεῖ ποιεῖν τὴν προσοχὴν ἔχειν: ὥσπερ εἴ τις
ἀκοῦσαι ἀναμένων, ἣν ἐθέλει φωνήν, τῶν ἄλλων φωνῶν ἀποστὰς τὸ οὖς
ἐγείρει πρὸς τὸ ἄμεινον τῶν ἀκουστῶν, ὁπότε ἐκεῖνο προσέλθοι, οὕτω
τοι καὶ ἐνταῦθα δεῖ τὰς μὲν αἰσθητὰς ἀκούσεις ἀφέντα, εἰ μὴ καθόσον
ἀνάγκη, τὴν τῆς ψυχῆς εἰς τὸ ἀντιλαμβάνεσθαι
Τὸ ἓν πάντα καὶ οὐδὲ ἕν: ἀρχὴ γὰρ πάντων οὐ πάντα, ἀλλ’ ἐκείνης
πάντα: ἐκεῖ γὰρ
πρόεισιν οὖν ἀπ’ ἀρχῆς εἰς ἔσχατον καταλειπομένου ἀεὶ ἑκάστου ἐν τῇ
οἰκείᾳ ἕδρᾳ, τοῦ δὲ γεννωμένου ἄλλην τάξιν λαμβάνοντος τὴν χείρονα:
ἕκαστον μέντοι ταὐτὸν γίνεται ᾧ ἂν ἐπίσπηται, ἕως ἂν ἐφέπηται. ὅταν
οὖν ψυχὴ ἐν φυτῷ γίνηται, ἄλλο ἐστὶν οἷον μέρος ἐν φυτῷ, τὸ
τολμηρότατον καὶ ἀφρονέστατον καὶ προεληλυθὸς μέχρι τοσούτου: ὅταν
δ’ ἐν ἀλόγῳ, ἡ τοῦ αἰσθάνεσθαι δύναμις κρατήσασα ἤγαγεν: ὅταν δὲ εἰς
ἄνθρωπον, ἢ ὅλως ἐν λογικῷ ἡ κίνησις, ἢ ἀπὸ νοῦ ὡς νοῦν οἰκεῖον
ἐχούσης καὶ παῤ αὑτῆς βούλησιν τοῦ νοεῖν ἢ ὅλως κινεῖσθαι. πάλιν δὴ
ἀναστρέφωμεν: ὅταν φυτοῦ ἢ τὰ παραφυόμενα ἢ κλάδων τὰ ἄνω τις
Ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι, ἵνα ἑνί τινι τῶν ἐν αὐτῷ τὰ
ἄλλα θεωροῦν οὕτω δὴ λέγηται νοεῖν ἑαυτό, ὡς τοῦ ἁπλοῦ παντάπασιν
ὄντος οὐ δυναμένου εἰς ἑαυτὸ ἐπιστρέφειν καὶ τὴν αὑτοῦ κατανόησιν; ἢ
οἷόν τε καὶ μὴ σύνθετον ὂν νόησιν ἴσχειν ἑαυτοῦ. τὸ μὲν γὰρ διότι
σύνθετον λεγόμενον νοεῖν ἑαυτό, ὅτι δὴ ἑνὶ τῶν ἐν αὐτῷ τὰ ἄλλα νοεῖ,
ὥσπερ ἂν εἰ τῇ αἰσθήσει καταλαμβάνοιμεν αὑτῶν τὴν μορφὴν καὶ τὴν
ἄλλην τοῦ σώματος φύσιν, οὐκ ἂν ἔχοι τὸ ὡς ἀληθῶς νοεῖν αὑτό: οὐ γὰρ
τὸ πᾶν ἔσται ἐν τῷ τοιούτῳ ἐγνωσμένον, μὴ κἀκείνου τοῦ νοήσαντος τὰ
ἄλλα τὰ σὺν αὐτῷ καὶ ἑαυτὸ νενοηκότος, ἔσται τε οὐ τὸ ζητούμενον τὸ
αὐτὸ ἑαυτό, ἀλλ’ ἄλλο ἄλλο. δεῖ τοίνυν θέσθαι καὶ ἁπλοῦ κατανόησιν
ἑαυτοῦ καὶ εἰ τούτων γνῶσιν ἔχει ἢ μή, σκέψασθαι προσήκει: ὅσα
δὲ νοητά, νοῦς δηλονότι γνώσεται. ἆῤ οὖν αὐτὰ μόνον ἢ καὶ ἑαυτόν, ὃς
ταῦτα γνώσεται; καὶ ἆρα οὕτω γνώσεται ἑαυτόν, ὅτι γινώσκει ταῦτα
μόνον, τίς δὲ ὢν οὐ γνώσεται, ἀλλ’ ἃ μὲν αὐτοῦ γνώσεται ὅτι
γιγνώσκει, τίς δὲ ὢν γιγνώσκει οὐκέτι, ἢ καὶ τὰ ἑαυτοῦ καὶ ἑαυτόν;
καὶ τίς ὁ τρόπος καὶ μέχρι τίνος σκεπτέον.
πρότερον δὲ περὶ ψυχῆς ζητητέον, εἰ δοτέον αὐτῇ γνῶσιν ἑαυτῆς, καὶ τί
τὸ γινῶσκον ἐν αὑτῇ καὶ ὅπως. τὸ μὲν οὖν αἰσθητικὸν αὐτῆς αὐτόθεν ἂν
φαῖμεν τοῦ ἔξω μόνον εἶναι: καὶ γὰρ εἰ τῶν ἔνδον ἐν τῷ σώματι
γιγνομένων συναίσθησις εἴη, ἀλλὰ τῶν ἔξω αὐτοῦ καὶ ἐνταῦθα ἡ
ἀντίληψις: τῶν γὰρ ἐν τῷ σώματι παθημάτων ὑφ̓ ἑαυτοῦ αἰσθάνεται. τὸ
δ’ ἐν αὐτῇ λογιζόμενον παρὰ τῶν ἐκ τῆς αἰσθήσεως παρακειμένων
φαντασμάτων τὴν ἐπίκρισιν ποιούμενον καὶ συνάγον καὶ διαιροῦν: ἢ καὶ
ἐπὶ τῶν ἐκ τοῦ νοῦ ἰόντων ἐφορᾷ, οἷον τοὺς τύπους, καὶ ἔχει καὶ περὶ
τούτους τὴν αὐτὴν δύναμιν καὶ σύνεσιν ἔτι προσλαμβάνει, ὥσπερ
ἐπιγινῶσκον καὶ ἐφαρμόζον τοῖς
ἡ μὲν γὰρ αἴσθησις εἶδεν ἄνθρωπον καὶ ἔδωκε τὸν τύπον τῇ διανοίᾳ: ἡ
δὲ τί φησιν; ἢ οὔπω οὐδὲν ἐρεῖ, ἀλλ’ ἔγνω μόνον καὶ ἔστη: εἰ μὴ ἄρα
πρὸς ἑαυτὴν διαλογίζοιτο ʽτίς οὗτοσ̓, εἰ πρότερον ἐνέτυχε τούτῳ, καὶ
λέγοι προσχρωμένη τῇ μνήμῃ, ὅτι Σωκράτης. εἰ δὲ καὶ ἐξελίττοι τὴν
μορφήν, μερίζει ἃ ἡ φαντασία ἔδωκεν: εἰ δέ, εἰ ἀγαθός, λέγοι, ἐξ ὧν
μὲν ἔγνω διὰ τῆς αἰσθήσεως εἴρηκεν, ὃ δὲ εἴρηκεν ἐπ’ αὐτοῖς, ἤδη παῤ
αὑτῆς ἂν ἔχοι κανόνα ἔχουσα τοῦ ἀγαθοῦ παῤ αὑτῇ. τὸ δ’
ἀγαθὸν πῶς ἔχει παῤ αὑτῇ; ἢ ἀγαθοειδής ἐστι, καὶ ἐπερρώσθη δὲ εἰς
τὴν αἴσθησιν τοῦ τοιούτου ἐπιλάμποντος αὐτῇ νοῦ: τὸ γὰρ καθαρὸν τῆς
ψυχῆς τοῦτο καὶ νοῦ δέχεται ἐπικείμενα ἴχνη. διὰ τί δὲ οὐ τοῦτο
νοῦς, τὰ δὲ ἄλλα ψυχὴ ἀπὸ τοῦ αἰσθητικοῦ ἀρξάμενα; ἢ ὅτι ψυχὴν δεῖ
ἐν
βασιλεύομεν δὲ καὶ ἡμεῖς, ὅταν κατ’ ἐκεῖνον: κατ’ ἐκεῖνον δὲ διχῶς, ἢ
τοῖς οἷον γράμμασιν ὥσπερ νόμοις ἐν ἡμῖν γραφεῖσιν, ἢ οἷον
πληρωθέντες αὐτοῦ, ἢ καὶ δυνηθέντες ἰδεῖν καὶ αἰσθάνεσθαι παρόντος.
καὶ γινώσκομεν δὲ ἑαυτοὺς τῷ τοιούτῳ ὁρατῷ τὰ ἄλλα μαθεῖν: ἢ καὶ τὴν
δύναμιν τὴν γινώσκουσαν τὸ τοιοῦτον μαθόντες αὐτῇ τῇ δυνάμει ἢ καὶ
ἐκεῖνο γινόμενοι, ὡς τὸν γινώσκοντα ἑαυτὸν διττὸν εἶναι, τὸν μὲν
γινώσκοντα τῆς διανοίας τῆς ψυχικῆς φύσιν, τὸν δὲ ὑπεράνω τούτου,
τὸν γινώσκοντα ἑαυτὸν κατὰ τὸν νοῦν ἐκεῖνον γινόμενον, κἀκείνῳ
ἑαυτὸν νοεῖν αὖ οὐχ ὡς ἄνθρωπον ἔτι, ἀλλὰ παντελῶς ἄλλον γενόμενον
καὶ συναρπάσαντα ἑαυτὸν εἰς τὸ ἄνω μόνον ἐφέλκοντα τὸ τῆς ψυχῆς
ἄμεινον, ὃ καὶ δύναται μόνον πτεροῦσθαι πρὸς νόησιν, ἵνα τις ἐκεῖ
παρακαταθεῖτο ἃ εἶδε. τὸ δὴ διανοητικὸν ὅτι διανοητικὸν ἆρα οὐκ οἶδε
καὶ ὅτι σύνεσιν τῶν ἔξω λαμβάνει καὶ ὅτι κρίνει ἃ κρίνει τοῖς ἐν
αὑτῷ κανόσιν, οὓς παρὰ τοῦ νοῦ ἔχει, καὶ ὡς ἔστι τι βέλτιον αὐτοῦ,
ὃ οὐ ζητεῖ, ἀλλ’ ἔχει πάντως δήπου; ἀλλ’ ἆρα τί ἐστιν
αὐτὸ ὃ οὐκ οἶδεν ἐπιστάμενον οἷόν ἐστι, καὶ οἷα τὰ ἔργα αὐτοῦ; εἰ
οὖν λέγει, ὅτι ἀπὸ νοῦ ἐστι καὶ δεύτερον μετὰ νοῦν καὶ εἰκὼν νοῦ,
ἔχον ἐν ἑαυτῷ τὰ πάντα οἷον γεγραμμένα, ὡς ἐκεῖ ὁ γράφων καὶ ὁ
γράψας: ἆῤ οὖν στήσεται μέχρι τούτων ὁ οὕτως ἑαυτὸν ἐγνωκώς; ἡμεῖς
δὲ ἄλλῃ δυνάμει προσχρησάμενοι
ἆῤ οὖν ἄλλῳ μέρει ἑαυτοῦ ἄλλο μέρος αὑτοῦ καθορᾷ; ἀλλ’ οὕτω τὸ μὲν
ἔσται ὁρῶν, τὸ δὲ ὁρώμενον: τοῦτο δὲ οὐκ αὐτὸ ἑαυτό. τί οὖν, εἰ πᾶν
τοιοῦτον οἷον ὁμοιομερὲς εἶναι, ὥστε τὸ ὁρῶν μηδὲν διαφέρειν τοῦ
ὁρωμένου; οὕτω γὰρ ἰδὼν ἐκεῖνο τὸ μέρος αὑτοῦ ὂν ταὐτὸν αὑτῷ εἶδεν
ἑαυτόν: διαφέρει γὰρ οὐδὲν τὸ ὁρῶν πρὸς τὸ ὁρώμενον. ἢ πρῶτον μὲν
ἄτοπος ὁ μερισμὸς αὑτοῦ: πῶς γὰρ καὶ μεριεῖ; οὐ γὰρ δὴ κατὰ τύχην:
καὶ ὁ μερίζων δὲ τίς; ὁ ἐν τῷ θεωρεῖν τάττων ἑαυτὸν ἢ ὁ ἐν τῷ
θεωρεῖσθαι; εἶτα πῶς ἑαυτὸν γνώσεται ὁ θεωρῶν ἐν τῷ θεωρουμένῳ τάξας
ἑαυτὸν κατὰ τὸ θεωρεῖν; οὐ γὰρ ἦν ἐν τῷ θεωρουμένῳ τὸ θεωρεῖν. ἢ
γνοὺς ἑαυτὸν οὕτω θεωρούμενον, ἀλλ’ οὐ θεωροῦντα, νοήσει: ὥστε οὐ
πάντα οὐδὲ ὅλον γνώσεται ἑαυτόν: ὃν γὰρ εἶδε, θεωρούμενον, ἀλλ’ οὐ
θεωροῦντα εἶδε: καὶ οὕτως ἔσται ἄλλον, ἀλλ’ οὐχ ἑαυτὸν ἑωρακώς. ἢ
προσθήσει παῤ αὑτοῦ καὶ τὸν τεθεωρηκότα, ἵνα τέλειον αὑτὸν ᾖ
νενοηκώς. ἀλλ’ εἰ καὶ τὸν τεθεωρηκότα, ὁμοῦ καὶ τὰ ἑωραμένα. εἰ οὖν
ἐν τῇ θεωρίᾳ ὑπάρχει τὰ τεθεωρημένα, εἰ μὲν τύποι αὐτῶν, οὐκ αὐτὰ
ἔχει: εἰ δ’ αὐτὰ ἔχοι, οὐκ ἰδὼν αὐτὰ ἐκ τοῦ μερίσαι αὑτὸν ἔχει, ἀλλ’
ἦν πρὶν ἄρα ἅμα πάντα ἔσται, νοῦς, νόησις, τὸ νοητόν.
εἰ οὖν ἡ νόησις αὐτοῦ τὸ νοητόν, τὸ δὲ νοητὸν αὐτός, αὐτὸς ἄρα
ἑαυτὸν νοήσει: νοήσει γὰρ τῇ νοήσει, ὅπερ ἦν αὐτός, καὶ νοήσει τὸ
νοητόν, ὅπερ ἦν αὐτός. καθ̓ ἑκάτερον ἄρα ἑαυτὸν νοήσει, καθ̓ ὅ τι
καὶ ἡ νόησις
ὁ μὲν δὴ λόγος ἀπέδειξεν εἶναί τι τὸ αὐτὸ ἑαυτὸ κυρίως νοοῦν. νοεῖ
οὖν ἄλλως μὲν ἐπὶ ψυχῆς ὄν, ἐπὶ δὲ τοῦ νοῦ κυριώτερον. ἡ μὲν γὰρ
ψυχὴ ἐνόει ἑαυτὴν ὅτι ἄλλου, ὁ δὲ νοῦς ὅτι αὐτὸς καὶ οἷος αὐτὸς καὶ
ὅστις καὶ ἐκ τῆς ἑαυτοῦ φύσεως καὶ ἐπιστρέφων εἰς ἑαυτόν. τὰ γὰρ
ὄντα ὁρῶν ἑαυτὸν ἑώρα καὶ ὁρῶν ἐνεργείᾳ ἦν καὶ ἡ ἐνέργεια αὐτός:
νοῦς γὰρ καὶ νόησις ἕν: καὶ ὅλος ὅλῳ, οὐ μέρει ἄλλο μέρος. ἆῤ οὖν
τοιοῦτον ὁ λόγος ἔδειξεν, οἷον καὶ ἐνέργειαν πειστικὴν ἔχειν; ἢ
ἀνάγκην μὲν οὕτως, πειθὼ δὲ οὐκ ἔχει: καὶ γὰρ ἡ μὲν ἀνάγκη ἐν νῷ, ἡ
δὲ πειθὼ ἐν ψυχῇ. ζητοῦμεν δή, ὡς ἔοικεν, ἡμεῖς πεισθῆναι μᾶλλον, ἢ
νῷ καθαρῷ θεᾶσθαι τὸ ἀληθές. καὶ γὰρ καὶ ἕως ἦμεν ἄνω ἐν νοῦ φύσει,
ἠρκούμεθα καὶ ἐνοοῦμεν
ἀλλὰ τὸν θεὸν θεωρεῖ, εἴποιμεν ἄν. ἀλλ’ εἰ τὸν θεὸν γινώσκειν αὐτόν
τις ὁμολογήσει, καὶ ταύτῃ συγχωρεῖν ἀναγκασθήσεται καὶ ἑαυτὸν
γινώσκειν. καὶ γὰρ ὅσα ἔχει παῤ ἐκείνου γνώσεται, καὶ ἃ ἔδωκε, καὶ ἃ
δύναται ἐκεῖνος. ταῦτα ἐν ἑαυτῷ, εἶτα καὶ εἰς ἄλλο, ἢ ἄλλο τι ἥκειν ἀπ’
αὐτοῦ ὁμοιούμενον αὐτῷ: οἷον καὶ πυρὶ ἐν αὑτῷ πρότερον ὄντι πυρὶ καὶ
τὴν ἐνέργειαν ἔχοντι πυρός, οὕτω τὸ καὶ ἴχνος αὑτοῦ δυνηθῆναι
ποιῆσαι ἐν ἄλλῳ. καὶ γὰρ αὖ καὶ ἔστιν ὁ μὲν νοῦς ἐν αὑτῷ ἐνέργεια, ἡ
δὲ ψυχὴ τὸ μὲν ὅσον πρὸς νοῦν αὐτῆς οἷον εἴσω, τὸ δ’ ἔξω νοῦ πρὸς τὸ
ἔξω. κατὰ θάτερα μὲν γὰρ ὡμοίωται ὅθεν ἥκει, κατὰ θάτερα δὲ καίτοι
ἀνομοιωθεῖσα ὅμως ὡμοίωται καὶ ἐνταῦθα, εἴτε πράττοι, εἴτε ποιοῖ:
καὶ γὰρ καὶ πράττουσα ὅμως θεωρεῖ καὶ ποιοῦσα εἴδη ποιεῖ, οἷον
νοήσεις ἀπηρτισμένας, ὥστε πάντα εἶναι ἴχνη νοήσεως καὶ νοῦ κατὰ τὸ
ἀρχέτυπον προιόντων καὶ μιμουμένων τῶν μὲν ἐγγὺς μᾶλλον, τῶν δὲ
ἐσχάτων ἀμυδρὰν ἀποσωζόντων εἰκόνα.
ποιὸν δέ τι ὁρᾷ τὸ νοητὸν ὁ νοῦς, καὶ ποιόν τι ἑαυτόν; ἢ τὸ μὲν
νοητὸν οὐδὲ δεῖ ζητεῖν, οἷον τὸ ἐπὶ τοῖς σώμασι χρῶμα ἢ σχῆμα: πρὶν
γὰρ οὐ μᾶλλον τὰ ὁρατά, ἀλλὰ
τοὐναντίον. λείπεται τοίνυν ζωὴν νοερὰν προσειληφέναι, ἴχνος νοῦ
ζωῆς: ἐκεῖ γὰρ τὰ ἀληθῆ. ἡ δὲ ἐν τῷ νῷ ζωὴ καὶ ἐνέργεια, τὸ πρῶτον
φῶς ἑαυτῷ λάμπον πρώτως καὶ πρὸς αὑτὸ λαμπηδών, λάμπον ὁμοῦ καὶ
λαμπόμενον, τὸ ἀληθῶς νοητόν, καὶ νοοῦν καὶ νοούμενον, καὶ ἑαυτῷ
ὁρώμενον καὶ οὐ δεόμενον ἄλλου, ἵνα ἴδῃ, αὑτῷ αὔταρκες πρὸς τὸ
ἰδεῖν: καὶ γὰρ ὃ ὁρᾷ αὐτό ἐστι: γιγνωσκόμενον καὶ παῤ ἡμῶν αὐτῷ
ἐκείνῳ, ὡς καὶ παῤ ἡμῶν τὴν γνῶσιν αὐτοῦ δἰ αὐτοῦ γίγνεσθαι: ἢ πόθεν
ἂν ἔσχομεν λέγειν περὶ αὐτοῦ; τοιοῦτόν ἐστιν, οἷον σαφέστερον μὲν
ἀντιλαμβάνεσθαι αὑτοῦ, ἡμᾶς δὲ δἰ αὐτοῦ: διὰ δὲ τῶν τοιούτων
λογισμῶν ἀνάγεσθαι καὶ τὴν ψυχὴν ἡμῶν εἰς αὐτὸ εἰκόνα θεμένην ἑαυτὴν
εἶναι ἐκείνου, ὡς τὴν αὐτῆς ζωὴν ἴνδαλμα καὶ ὁμοίωμα εἶναι ἐκείνου,
καὶ ὅταν νοῇ, θεοειδῆ καὶ νοοειδῆ γίνεσθαι: καὶ ἐάν τις αὐτὴν
ἀπαιτῇ, ὁποῖον ὁ νοῦς ἐκεῖνός
ψυχὴν οὖν, ὡς ἔοικε, καὶ τὸ ψυχῆς θειότατον κατιδεῖν δεῖ τὸν μέλλοντα
νοῦν εἴσεσθαι ὅ τι τὴν
καθαρῶς
ταῦτα μὲν οὖν ταύτῃ. εἰ δὲ τὰ ποιηθέντα μόνον, οὐκ ἂν ἦν ἔσχατα: ἐκεῖ
δὲ πρῶτα τὰ ποιοῦντα, ὅθεν καὶ πρῶτα. δεῖ οὖν ἅμα καὶ τὸ ποιοῦν
εἶναι καὶ ἓν ἄμφω: εἰ δὲ μή, δεήσει πάλιν ἄλλου. τί οὖν; οὐ δεήσει
πάλιν ἄλλου ἐπέκεινα τούτου; ἢ ὁ μὲν νοῦς τοῦτο. τί οὖν
οὐχ ὁρᾷ ἑαυτόν; ἢ οὗτος οὐδὲν δεῖται ὁράσεως. ἀλλὰ τοῦτο εἰς
ὕστερον: νῦν δὲ πάλιν λέγωμεν: οὐ γὰρ περὶ τοῦ ἐπιτυχόντος ἡ σκέψις.
λεκτέον δὴ πάλιν τοῦτον τὸν νοῦν δεηθῆναι τοῦ ὁρᾶν ἑαυτόν, μᾶλλον δὲ
ἔχειν τὸ ὁρᾶν ἑαυτόν, πρῶτον μὲν τῷ πολὺν εἶναι, εἶτα καὶ τῷ ἑτέρου
εἶναι, καὶ ἐξ ἀνάγκης ὁρατικὸν εἶναι, καὶ ὁρατικὸν ἐκείνου, καὶ τὴν
οὐσίαν αὐτοῦ ὅρασιν εἶναι: καὶ γὰρ ὄντος τινὸς ἄλλου ὅρασιν δεῖ
εἶναι, μὴ δὲ ὄντος μάτην ἐστί. δεῖ τοίνυν πλείω ἑνὸς εἶναι, ἵνα
ὅρασις ᾖ, καὶ συνεκπίπτειν τὴν ὅρασιν τῷ ὁρατῷ, καὶ τὸ ὁρώμενον τὸ
ὑπ’ αὐτοῦ πλῆθος εἶναι, οὐδὲ ἓν πάντη: οὐδὲ γὰρ ἔχει τὸ
ἓν πάντη εἰς τί ἐνεργήσει, ἀλλὰ μόνον καὶ ἔρημον ὂν πάντη στήσεται:
ᾗ γὰρ ἐνεργεῖ, ἄλλο καὶ ἄλλο. εἰ δὲ μὴ εἴη ἄλλο, τὸ δὲ ἄλλο, τί καὶ
ποιήσει; ἢ ποῦ προβήσεται; διὸ δεῖ τὸ ἐνεργοῦν ἢ περὶ ἄλλο ἐνεργεῖν,
ἢ αὐτὸ πολύ τι εἶναι, εἰ μέλλοι ἐνεργεῖν ἐν αὑτῷ. εἰ δὲ μή τι
προελεύσεται ἐπ’ ἄλλο, στήσεται: ὅταν δὲ πᾶσαν στάσιν, οὐ νοήσει.
δεῖ τοίνυν τὸ νοοῦν,
διὸ καὶ ὁ νοῦς οὗτος πολύς, ὅταν τὸ ἐπέκεινα
καὶ τί κωλύει οὕτω πλῆθος εἶναι, ἕως ἐστὶν οὐσία μία; τὸ γὰρ πλῆθος
οὐ συνθέσει, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ τὸ πλῆθος. ἀλλ’ εἰ μὲν αἱ
ἐνέργειαι αὐτοῦ μὴ οὐσίαι, ἀλλ’ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἔρχεται,
οὐ πλῆθος μέν, ἀτελὲς δὲ πρὶν ἐνεργῆσαι τῇ οὐσίᾳ. εἰ δὲ ἡ οὐσία
αὐτοῦ ἐνέργεια, ἡ δὲ ἐνέργεια αὐτοῦ τὸ πλῆθος, τοσαύτη ἔσται ἡ οὐσία
αὐτοῦ, ὅσον τὸ πλῆθος. τοῦτο δὲ τῷ μὲν νῷ συγχωροῦμεν, ᾧ καὶ τὸ
νοεῖν ἑαυτὸ ἀπεδίδομεν, τῇ δὲ ἀρχῇ πάντων οὐκέτι. δεῖ δὲ πρὸ τοῦ
πολλοῦ τὸ ἓν εἶναι, ἀφ̓ οὗ καὶ τὸ πολύ: ἐπ’ ἀριθμοῦ γὰρ παντὸς τὸ ἓν
πρῶτον. ἀλλ’ ἐπ’ ἀριθμοῦ μὲν οὕτως φασί: σύνθεσις γὰρ τὰ ἑξῆς: ἐπὶ
δὲ τῶν ὄντων τίς ἀνάγκη ἤδη καὶ ἐνταῦθα ἕν τι εἶναι, ἀφ̓ οὗ τὰ
πολλά; ἢ διεσπασμένα ἔσται ἀπ’ ἀλλήλων τὰ πολλά, ἄλλο ἄλλοθεν ἐπὶ
τὴν σύνθεσιν κατὰ τύχην ἰόν. ἀλλ’ ἐξ ἑνὸς τοῦ νοῦ ἁπλοῦ ὄντος
φήσουσι τὰς ἐνεργείας προελθεῖν. ἤδη μὲν οὖν τι ἁπλοῦν τὸ
πρὸ τῶν ἐνεργειῶν τίθενται: εἶτα τὰς ἐνεργείας μενούσας ἀεὶ καὶ
ὑποστάσεις θήσονται: ὑποστάσεις δὲ οὖσαι ἕτεραι ἐκείνου, ἀφ̓ οὗ
εἰσιν, ἔσονται, μένοντος μὲν ἐκείνου ἁπλοῦ, τοῦ δὲ ἐξ αὐτοῦ ἐφ̓
ἑαυτοῦ πλήθους ὄντος καὶ ἐξηρτημένου ἀπ’ ἐκείνου. εἰ μὲν γὰρ ἐκείνου
ποθὲν ἐνεργήσαντος αὗται ὑπέστησαν, κἀκεῖ πλῆθος ἔσται: εἰ δ’ αὗταί
εἰσιν αἱ πρῶται ἐνέργειαι τὸ δεύτερον ποιήσασαι, ποιήσασαι δὲ ἐκεῖνο
ἂν ἦν ἀτελής, καὶ ἡ προθυμία οὐκ
εἶχεν ὅ τι προθυμηθῇ: οὐδ’ αὖ τὸ μὲν εἶχε τοῦ πράγματος, τὸ δὲ οὐκ
εἶχεν: οὐδὲ γὰρ ἦν τι, πρὸς ὃ ἡ ἔκτασις. ἀλλὰ δῆλον, ὅτι, εἴ τι
ὑπέστη μετ’ αὐτό, μένοντος ἐκείνου ἐν τῷ αὑτοῦ ἤθει ὑπέστη. δεῖ οὖν,
ἵνα τι ἄλλο ὑποστῇ, ἢ ἡ πρώτη ἐνέργεια αὐτοῦ ἀτελὴς ἔσται
ὁρμὴ μόνον οὖσα. ἐπὶ τί οὖν ὧδε τυχοῦσά του ἐφορμᾷ; ἢ κατὰ λόγον
θησόμεθα τὴν μὲν ἀπ’ αὐτοῦ οἷον ῥυεῖσαν ἐνέργειαν ὡς ἀπὸ ἡλίου
φῶς. φῶς τι οὖν θησόμεθα καὶ πᾶσαν τὴν νοητὴν φύσιν,
αὐτὸν δὲ ἐπ’ ἄκρῳ τῷ νοητῷ ἑστηκότα βασιλεύειν ἐπ’ αὐτοῦ οὐκ
ἐξώσαντα ἀπ’ αὐτοῦ τὸ ἐκφανέν. ἢ ἄλλο φῶς πρὸ φωτὸς ποιήσομεν,
ἐπιλάμπειν δὲ ἀεὶ μένον ἐπὶ τοῦ νοητοῦ. οὐδὲ γὰρ ἀποτέτμηται τὸ ἀπ’
αὐτοῦ οὐδ’ αὖ ταὐτὸν αὐτῷ οὐδὲ τοιοῦτον, οἷον μὴ οὐσία εἶναι, οὐδ’
αὖ οἷον τυφλὸν εἶναι: ἀλλ’ ὁρῶν καὶ γινῶσκον ἑαυτὸ καὶ πρῶτον
γινῶσκον. τὸ δὲ ὥσπερ ἐπέκεινα νοῦ, οὕτως καὶ ἐπέκεινα γνώσεως,
οὐδὲν δεόμενον ὥσπερ οὐδενός, οὕτως οὐδὲ τοῦ γινώσκειν: ἀλλ’ ἔστιν
ἐν δευτέρᾳ φύσει τὸ γινώσκειν. ἓν γάρ
διὸ καὶ ἄρρητον τῇ ἀληθείᾳ: ὅ τι γὰρ ἂν εἴπῃς, τὶ ἐρεῖς. ἀλλὰ τὸ
ἐπέκεινα πάντων καὶ ἐπέκεινα τοῦ σεμνοτάτου νοῦ ἐν τοῖς πᾶσι μόνον
ἀληθὲς ὂν οὔτε τὶ τῶν πάντων, οὔτε ὄνομα αὐτοῦ, ὅτι μηδὲν κατ’
αὐτοῦ: ἀλλ’ ὡς ἐνδέχεται, ἡμῖν αὐτοῖς σημαίνειν ἐπιχειροῦμεν περὶ
αὐτοῦ. ἀλλ’ ὅταν ἀπορῶμεν ʽἀναίσθητον οὖν ἑαυτοῦ καὶ οὐδὲ
παρακολουθοῦν ἑαυτῷ οὐδὲ οἶδεν αὑτὄ, ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι
ταῦτα λέγοντες ἑαυτοὺς
πῶς οὖν ἡμεῖς λέγομεν περὶ αὐτοῦ; ἢ λέγομεν μέν τι περὶ αὐτοῦ, οὐ μὴν
αὐτὸ λέγομεν, οὐδὲ γνῶσιν οὐδὲ νόησιν ἔχομεν αὐτοῦ. πῶς οὖν λέγομεν
περὶ αὐτοῦ, εἰ μὴ αὐτὸ ἔχομεν; ἤ, εἰ μὴ ἔχομεν τῇ γνώσει, οὐ
παντελῶς οὐκ ἔχομεν, ἀλλ’ οὕτως ἔχομεν, ὥστε περὶ αὐτοῦ μὲν λέγειν,
αὐτὸ δὲ μὴ λέγειν. καὶ γὰρ λέγομεν, ὃ μή ἐστιν: ὃ δέ ἐστιν, οὐ
λέγομεν: ὥστε ἐκ τῶν ὕστερον περὶ αὐτοῦ λέγομεν: ἔχειν δὲ οὐ
κωλυόμεθα, κἂν μὴ λέγωμεν. ἀλλ’ ὥσπερ οἱ ἐνθουσιῶντες καὶ κάτοχοι
ἀλλὰ πῶς παρασχών; ἢ τῷ ἔχειν ἢ μὴ ἔχειν. ἀλλ’ ἃ μὴ ἔχει πῶς
παρέσχεν; ἀλλ’ εἰ μὲν ἔχων, οὐχ ἁπλοῦς: εἰ δὲ μὴ ἔχων, πῶς ἐξ αὐτοῦ
τὸ πλῆθος; ἓν μὲν γὰρ ἐξ αὐτοῦ ἁπλοῦν τάχ̓ ἄν τις δοίη — καίτοι καὶ
τοῦτο ζητηθείη ἄν, πῶς ἐκ τοῦ πάντη ἑνός: ἀλλ’ ὅμως δὲ ἔστιν εἰπεῖν
οἷον ἐκ φωτὸς τὴν ἐξ αὐτοῦ περίλαμψιν — πῶς δὲ πολλά; ἢ οὐ ταὐτὸν
ἔμελλε τὸ ἐξ ἐκείνου ἐκείνῳ: εἰ οὖν μὴ ταὐτὸν, οὐδέ γε βέλτιον: τί
γὰρ ἂν τοῦ ἑνὸς βέλτιον ἢ ἐπέκεινα ὅλως; χεῖρον ἄρα: τοῦτο δέ ἐστιν
ἐνδεέστερον. τί οὖν ἐνδεέστερον τοῦ ἑνός; ἢ τὸ μὴ ἕν: πολλὰ ἄρα:
ἐφιέμενον δὲ ὅμως τοῦ ἑνός: ἓν ἄρα πολλά. πᾶν γὰρ τὸ μὴ ἓν τῷ ἓν
σώζεται καὶ ἔστιν ὅπερ ἔστι τούτῳ: μὴ γὰρ ἓν γενόμενον, κἂν ἐκ
πολλῶν ᾖ, οὔπω ʽἐστὶν̓ ἂν εἴποι τις αὐτό: κἂν ἕκαστον ἔχῃ λέγειν τις
ὅ ἐστι, τῷ ἓν ἕκαστον αὐτῶν εἶναι λέγει καὶ τῷ αὐτῷ ἔτι. τὸ δὲ μὴ
πολλὰ ἔχον ἐν ἑαυτῷ ἤδη οὐ μετουσίᾳ ἑνὸς ἕν, ἀλλ’ αὐτὸ ἕν, οὐ κατ’
ἄλλου, ἀλλ’ ὅτι τοῦτο, παῤ οὗ πως καὶ τὰ ἄλλα, τὰ μὲν
ὅτι μὲν οὖν δεῖ τι εἶναι τὸ μετὰ τὸ πρῶτον, ἀλλαχοῦ εἴρηται, καὶ
ὅλως, ὅτι δύναμίς ἐστι καὶ ἀμήχανος δύναμις, καὶ τοῦτο ὅτι ἐκ τῶν
ἄλλων ἁπάντων πιστωτέον, ὅτι μηδέν ἐστι μηδὲ τῶν ἐσχάτων, ὃ μὴ
δύναμιν εἰς τὸ γεννᾶν ἔχει. ἐκεῖνα δὲ νῦν λεκτέον, ὡς, ἐπειδὴ ἐν
τοῖς γεννωμένοις οὐκ ἔστι πρὸς τὸ ἄνω, ἀλλὰ πρὸς τὸ κάτω χωρεῖν καὶ
μᾶλλον εἰς πλῆθος ἰέναι, καὶ ἡ ἀρχὴ ἑκάστων
τί οὖν ἐστι κρεῖττον ζωῆς ἐμφρονεστάτης
Εἴ τι ἔστι μετὰ τὸ πρῶτον, ἀνάγκη ἐξ ἐκείνου εἶναι ἢ εὐθύς, ἢ τὴν
ἀναγωγὴν ἐπ’ ἐκεῖνο διὰ τῶν μεταξὺ ἔχειν, καὶ τάξιν εἶναι δευτέρων
καὶ τρίτων, τοῦ μὲν ἐπὶ τὸ πρῶτον ἀναγομένου, τοῦ δὲ τρίτου ἐπὶ τὸ
δεύτερον. δεῖ μὲν γάρ τι πρὸ πάντων εἶναι ἁπλοῦν τοῦτο καὶ πάντων
ἕτερον τῶν μετ’ αὐτό, ἐφ̓ ἑαυτοῦ ὄν, οὐ μεμιγμένον τοῖς ἀπ’ αὐτοῦ,
καὶ πάλιν ἕτερον τρόπον τοῖς ἄλλοις παρεῖναι δυνάμενον, ὂν ὄντως ἕν,
οὐχ ἕτερον ὄν, εἶτα ἕν, καθ̓ οὗ ψεῦδος καὶ τὸ ἓν εἶναι, οὗ μὴ λόγος
μηδὲ ἐπιστήμη, ὃ δὴ καὶ ἐπέκεινα λέγεται εἶναι οὐσίας — εἰ γὰρ μὴ
ἁπλοῦν οὐχ ἓν ἂν
εἴη τὰ ἄμφω. οὐ γὰρ δὴ σώματα λέγομεν δύο, ἢ τὸ ἓν πρῶτον σῶμα.
οὐδὲν γὰρ ἢ εἰ τέλειόν ἐστι τὸ πρῶτον καὶ
πάντων τελειότατον καὶ δύναμις ἡ πρώτη, δεῖ πάντων τῶν ὄντων
δυνατώτατον εἶναι, καὶ τὰς ἄλλας δυνάμεις καθ̓ ὅσον δύνανται
μιμεῖσθαι ἐκεῖνο. ὅ τι δ’ ἂν τῶν ἄλλων εἰς τελείωσιν ἴῃ, ὁρῶμεν
γεννῶν καὶ οὐκ ἀνεχόμενον ἐφ̓ ἑαυτοῦ μένειν, ἀλλ’ ἕτερον ποιοῦν, οὐ
μόνον ὅ τι ἂν προαίρεσιν ἔχῃ, ἀλλὰ καὶ ὅσα φύει ἄνευ προαιρέσεως,
καὶ τὰ ἄψυχα δὲ μεταδιδόντα ἑαυτῶν καθ̓ ὅσον δύνανται: οἷον τὸ πῦρ
θερμαίνει, καὶ ψύχει ἡ χιών, καὶ τὰ φάρμακα δὲ εἰς ἄλλο ἐργάζεται,
οἷον αὖ τὰ πάντα τὴν ἀρχὴν κατὰ δύναμιν ἀπομιμούμενα εἰς ἀιδιότητά
τε καὶ ἀγαθότητα. πῶς ἂν οὖν τὸ τελειότατον καὶ τὸ πρῶτον
ἀγαθὸν ἐν αὑτῷ σταίη ὥσπερ φθονῆσαν ἑαυτοῦ ἢ ἀδυνατῆσαν, ἡ πάντων
δύναμις; πῶς δ’ ἂν ἔτι ἀρχὴ εἴη; δεῖ δή τι καὶ ἀπ’ αὐτοῦ γενέσθαι,
εἴπερ ἔσται τι καὶ τῶν ἄλλων παῤ αὐτοῦ δὲ γεννώμενον καὶ δεύτερον ἐκείνου
τῶν ἄλλων ἄμεινον εἶναι.
εἰ μὲν οὖν αὐτονοῦς ἦν τὸ γεννῶν, τὸ ἐφεξῆς νοῦ
ἐνδεέστερον, προσεχέστερον δὲ νῷ καὶ ὅμοιον ἔδει εἶναι: ἐπεὶ δὲ
ἐπέκεινα νοῦ τὸ γεννῶν, νοῦν εἶναι ἀνάγκη. διὰ τί δὲ οὐ νοῦς; ὅτι
νοῦ ἐνέργειά ἐστι νόησις: νόησις δὲ τὸ νοητὸν ὁρῶσα καὶ πρὸς τοῦτο
ἐπιστραφεῖσα καὶ ἀπ’ τούτου τοῦ νοητοῦ ὁ
νοῦς; οὕτως: τὸ νοητὸν ἐφ̓ ἑαυτοῦ μένον καὶ οὐκ ὂν ἐνδεές, ὥσπερ τὸ
ὁρῶν καὶ τὸ νοοῦν — ἐνδεὲς δὲ λέγω τὸ νοοῦν ὡς πρὸς ἐκεῖνο — οὐκ
ἔστιν οἷον ἀναίσθητον, ἀλλ’ ἔστιν αὐτοῦ πάντα ἐν αὐτῷ καὶ σὺν αὐτῷ,
πάντη διακριτικὸν ἑαυτοῦ, ζωὴ ἐν αὑτῷ καὶ πάντα ἐν αὑτῷ, καὶ ἡ
κατανόησις αὐτοῦ αὐτὸ οἱονεὶ συναισθήσει οὖσα ἐν στάσει ἀιδίῳ καὶ
νοήσει ἑτέρως ἢ κατὰ τὴν νοῦ νόησιν. εἴ τι οὖν μένοντος αὐτοῦ ἐν
αὑτῷ γίνεται, ἀπ’ αὐτοῦ τοῦτο γίνεται, ὅταν ἐκεῖνο μάλιστα ᾖ ὃ ἔστι.
μένοντος οὖν αὐτοῦ ἐν τῷ οἰκείῳ ἤθει ἐξ αὐτοῦ μὲν τὸ γινόμενον
γίνεται, μένοντος δὲ γίνεται. ἐπεὶ οὖν ἐκεῖνο μένει νοητόν, τὸ
γινόμενον γίνεται νόησις: νόησις δὲ οὖσα καὶ νοοῦσα ἀφ̓ ἢ ἡ μέν ἐστι τῆς
οὐσίας, ἡ δ’ ἐκ τῆς οὐσίας ἑκάστου: καὶ ἡ μὲν τῆς οὐσίας αὐτό ἐστιν
ἐνεργείᾳ ἕκαστον, ἡ δὲ ἀπ’ ἐκείνης, ἣν δεῖ παντὶ ἕπεσθαι ἐξ ἀνάγκης
ἑτέραν οὖσαν αὐτοῦ: οἷον καὶ ἐπὶ τοῦ πυρὸς ἡ μέν τίς ἐστι
συμπληροῦσα τὴν οὐσίαν θερμότης, ἡ δὲ ἀπ’ ἐκείνης ἤδη γινομένη
ἐνεργοῦντος ἐκείνου τὴν σύμφυτον τῇ οὐσίᾳ ἐνέργειαν ἐν τῷ
μένειν πῦρ. οὕτω δὴ κἀκεῖ: καὶ πολὺ πρότερον ἐκεῖ μένοντος αὐτοῦ ἐν
τῷ οἰκείῳ ἤθει ἐκ τῆς ἐν αὐτῷ τελειότητος καὶ συνούσης ἐνεργείας ἡ
γεννηθεῖσα ἐνέργεια ὑπόστασιν λαβοῦσα, ἅτε ἐκ μεγάλης δυνάμεως,
μεγίστης μὲν οὖν ἁπασῶν, εἰς τὸ εἶναι καὶ οὐσίαν ἦλθεν: ἐκεῖνο γὰρ
ἐπέκεινα οὐσίας ἦν. καὶ ἐκεῖνο μὲν δύναμις πάντων, τὸ δὲ ἤδη τὰ
πάντα. εἰ δὲ τοῦτο τὰ πάντα, ἐκεῖνο ἐπέκεινα τῶν πάντων: ἐπέκεινα
ἄρα οὐσίας: καὶ εἰ τὰ πάντα, πρὸ δὲ πάντων τὸ ἓν οὐ τὸ ἴσον ἔχον
τοῖς πᾶσι, καὶ ταύτῃ δεῖ ἐπέκεινα εἶναι τῆς οὐσίας. τοῦτο δὲ καὶ
νοῦ: ἐπέκεινα ἄρα τι νοῦ. τὸ γὰρ ὂν οὐ νεκρὸν οὐδὲ οὐ ζωὴ οὐδὲ οὐ
νοοῦν: νοῦς δὴ καὶ ὂν ταὐτόν. οὐ γὰρ τῶν πραγμάτων ὁ νοῦς, ὥσπερ ἡ
αἴσθησις τῶν αἰσθητῶν προόντων, ἀλλ’ αὐτὸς ὁ νοῦς τὰ
πράγματα, εἴπερ μὴ εἴδη αὐτῶν κομίζεται. πόθεν
Τὸν νοῦν, τὸν ἀληθῆ νοῦν καὶ ὄντως, ἆῤ ἄν τις φαίη ψεύσεσθαί ποτε καὶ
μὴ τὰ ὄντα δοξάσειν; οὐδαμῶς. πῶς γὰρ ἂν ἔτι νοῦς ἀνοηταίνων εἴη;
δεῖ ἄρα αὐτὸν ἀεὶ εἰδέναι καὶ μηδ’ ἂν ἐπιλαθέσθαι ποτέ, τὴν δὲ
εἴδησιν αὐτῷ μήτε εἰκάζοντι εἶναι μήτε ἀμφίβολον μηδ’ αὖ παῤ ἄλλου
οἷον ἀκούσαντι. οὐ τοίνυν οὐδὲ δἰ ἀποδείξεως. καὶ γὰρ εἴ τινά τις
φαίη δἰ ἀποδείξεως, ἀλλ’ οὖν αὐτόθεν αὐτῷ ἐναργές τι εἶναι: καίτοι ὁ
λόγος φησὶ πάντα. πῶς γὰρ καὶ διοριεῖ τις τά τε αὐτόθεν τά τε μή;
ἀλλ’ οὖν, ἃ συγχωροῦσιν αὐτόθεν, πόθεν φήσουσι τούτων τὸ ἐναργὲς
αὐτῷ παρεῖναι; πόθεν δὲ αὐτῷ πίστιν, ὅτι οὕτως ἔχει,
οὐ τοίνυν δεῖ οὔτε ἔξω τὰ νοητὰ ζητεῖν, οὔτε τύπους ἐν τῷ νῷ τῶν
ὄντων λέγειν εἶναι, οὔτε τῆς ἀληθείας ἀποστεροῦντας αὐτὸν ἀγνωσίαν
τε τῶν νοητῶν ποιεῖν καὶ ἀνυπαρξίαν καὶ ἔτι αὐτὸν τὸν νοῦν ἀναιρεῖν:
ἀλλ’ εἴπερ καὶ γνῶσιν δεῖ καὶ ἀλήθειαν εἰσάγειν καὶ τὰ ὄντα τηρεῖν
καὶ γνῶσιν τοῦ τί ἕκαστόν ἐστιν, ἀλλὰ μὴ τοῦ ποῖόν τι ἕκαστον, ἅτε
εἴδωλον αὐτοῦ καὶ ἴχνος ἴσχοντας, ἀλλὰ μὴ αὐτὰ ἔχοντας καὶ συνόντας
καὶ συγκραθέντας αὐτοῖς, τῷ ἀληθινῷ νῷ δοτέον τὰ πάντα. οὕτω γὰρ ἂν
καὶ εἰδείη, καὶ ἀληθινῶς εἰδείη, καὶ οὐδ’ ἂν ἐπιλάθοιτο οὐδ’ ἂν
περιέλθοι ζητῶν, καὶ
μία τοίνυν φύσις αὕτη ἡμῖν ʽνοῦσ̓, τὰ ὄντα πάντα ʽἡ ἀλήθειἀ: εἰ δέ,
θεός τις μέγας: μᾶλλον δὲ οὐ τίς, ἀλλὰ πᾶς ἀξιοῖ ταῦτα εἶναι. καὶ
θεὸς αὕτη ἡ φύσις, καὶ θεὸς δεύτερος προφαίνων ἑαυτὸν πρὶν ὁρᾶν
ἐκεῖνον: ὁ δὲ ὑπερκάθηται καὶ ὑπερίδρυται ἐπὶ καλῆς οὕτως οἷον
κρηπῖδος, ἣ ἐξ αὐτοῦ ἐξήρτηται. ἔδει γὰρ ἐκεῖνον βαίνοντα μὴ ἐπ’
ἀψύχου τινὸς μηδ’ αὖ ἐπὶ ψυχῆς εὐθὺς βεβηκέναι, ἀλλ’ εἶναι αὐτῷ
κάλλος ἀμήχανον πρὸ αὐτοῦ προιόν, οἷον πρὸ μεγάλου βασιλέως πρόεισι
μὲν πρῶτα ἐν ταῖς προόδοις τὰ ἐλάττω, ἀεὶ δὲ τὰ μείζω καὶ τὰ
σεμνότερα ἐπ’ αὐτοῖς, καὶ τὰ περὶ βασιλέα ἤδη μᾶλλον βασιλικώτερα,
εἶτα τὰ μετ’ αὐτὸν τίμια: ἐφ̓ ἅπασι δὲ τούτοις βασιλεὺς προφαίνεται
ἐξαίφνης αὐτὸς ὁ μέγας, οἱ δ’ εὔχονται καὶ προσκυνοῦσιν, ὅσοι μὴ
προαπῆλθον ἀρκεσθέντες τοῖς
ὅτι μὲν οὖν δεῖ τὴν ἀναγωγὴν ποιήσασθαι εἰς ἓν καὶ ἀληθῶς ἕν, ἀλλὰ μὴ
ὥσπερ τὰ ἄλλα ἕν, ἃ πολλὰ ὄντα μετοχῇ ἑνὸς ἕν: δεῖ δὲ τὸ μὴ μετοχῇ
ἓν λαβεῖν μηδὲ τὸ οὐ μᾶλλον ἓν ἢ πολλά: καὶ ὅτι ὁ μὲν νοητὸς κόσμος
καὶ ὁ νοῦς μᾶλλον ἕν τῶν ἄλλων, καὶ οὐδὲν ἐγγυτέρω αὐτοῦ τοῦ ἑνός,
οὐ μὴν τὸ καθαρῶς ἕν, εἴρηται. τί δὲ τὸ καθαρῶς ἓν καὶ ὄντως καὶ οὐ
κατ’ ἄλλο, νῦν θεάσασθαι ποθοῦμεν, εἴ πῃ δυνατόν. χρὴ τοίνυν ἐνταῦθα
ἀίξαι πρὸς ἕν, καὶ μηδὲν αὐτῷ ἔτι προσθεῖναι, ἀλλὰ στῆναι παντελῶς
δεδιότα αὐτοῦ ἀποστατῆσαι μηδὲ τοὐλάχιστον μηδὲ εἰς δύο προελθεῖν.
εἰ δὲ μή, ἔσχες δύο, οὐκ ἐν οἷς τὸ ἕν, ἀλλ’ ἄμφω ὕστερα. οὐ γὰρ
θέλει μετ’ ἄλλου οὔτε ἑνὸς οὔτε ὁποσουοῦν συναριθμεῖσθαι, οὐδ’ ὅλως
ἀριθμεῖσθαι: μέτρον γὰρ αὐτὸ καὶ οὐ μετρούμενον, καὶ τοῖς ἄλλοις δὲ
οὐκ ἴσον, ἵνα σὺν αὐτοῖς ᾖ: εἰ δὲ μή, κοινόν τι ἔσται ἐπ’ αὐτοῦ καὶ
τῶν συναριθμουμένων, κἀκεῖνο πρὸ αὐτοῦ: δεῖ δὲ μηδέν. οὐδὲ γὰρ οὐδ’
ὁ οὐσιώδης ἀριθμὸς κατ’ αὐτοῦ, οὐδέ γε ὁ ὕστερος τούτου, ὁ τοῦ
ποσοῦ: οὐσιώδης μὲν ὁ τῷ νοεῖν εἶναι
ἀλλ’ ἐπ’ ἐκεῖνο ἐπανιτέον λέγουσιν, ὅτι μένει τὸ πρῶτον τὸ αὐτό, κἂν
ἐξ αὐτοῦ γίνηται ἕτερα. ἐν μὲν οὖν τοῖς ἀριθμοῖς μένοντος μὲν τοῦ
ἕν, ποιοῦντος δὲ ἄλλου, ὁ ἀριθμὸς γίνεται κατ’ αὐτὸ τὸ
ἕν, ἐν δὲ τῷ ὅ ἐστι πρὸ τῶν ὄντων μένει μὲν πολὺ μᾶλλον τὸ ἕν:
μένοντος δὲ αὐτοῦ οὐκ ἄλλο ποιεῖ κατ’ αὐτὸ τὰ ὄντα, ἀλλ’ ἀρκεῖ αὐτὸ
γεννῆσαι τὰ ὄντα. καὶ ὥσπερ ἐκεῖ ἐπὶ τῶν τοῦ γεννηθέντος ὠδῖνι τοῦ
φθεγγομένου ἀπομιμούμενοι, ὡς οἷόν τε αὐτοῖς, τὴν γένεσιν τοῦ ὄντος.
ἀλλὰ ταῦτα μέν, ὥς τις ἐθέλει, λελέχθω. τῆς δὲ γενομένης οὐσίας
εἴδους οὔσης — οὐ γὰρ δή τι ἄλλο ἅν τις εἴποι τὸ ἐκεῖθεν γενόμενον —
καὶ εἴδους οὐ τινός, ἀλλὰ παντός, ὡς μὴ ἂν ὑπολιπεῖν τι ἄλλο, ἀνάγκη
ἀνείδεον ἐκεῖνο εἶναι. ἀνείδεον δὲ ὂν οὐκ οὐσία: τόδε γάρ τι δεῖ τὴν
οὐσίαν εἶναι: τοῦτο δὲ ὡρισμένον: τὸ δὲ οὐκ ἔστι λαβεῖν ὡς τόδε: ἤδη
γὰρ οὐκ ἀρχή, ἀλλ’ ἐκεῖνο μόνον, ὃ τόδε εἴρηκας εἶναι. εἰ οὖν τὰ
πάντα ἐν τῷ ὁ τὴν νοητὴν φύσιν
βουλόμενος ἰδεῖν οὐδεμίαν φαντασίαν αἰσθητοῦ ἔχων θεάσεται ὅ ἐστιν
ἐπέκεινα τοῦ αἰσθητοῦ, οὕτω καὶ ὁ θεάσασθαι θέλων τὸ ἐπέκεινα τοῦ
νοητοῦ τὸ νοητὸν πᾶν ἀφεὶς θεάσεται, ὅτι μὲν ἔστι διὰ τούτου μαθών,
οἷον δὲ ἔστι τοῦτο ἀφείς. τὸ δὲ οἷον σημαίνοι ἂν τὸ οὐχ οἷον: οὐ γὰρ
ἔνι οὐδὲ τὸ οἷον, ὅτῳ μηδὲ τὸ τί. ἀλλὰ ἡμεῖς ταῖς ἡμετέραις ὠδῖσιν
ἀποροῦμεν, ὅ τι χρὴ λέγειν, καὶ λέγομεν περὶ οὐ ῥητοῦ, καὶ
ὀνομάζομεν σημαίνειν ἑαυτοῖς θέλοντες ὡς δυνάμεθα. τάχα δὲ καὶ τὸ ἓν
ὄνομα τοῦτο ἄρσιν ἔχει πρὸς τὰ πολλά. ὅθεν καὶ Ἀπόλλωνα οἱ
Πυθαγορικοὶ συμβολικῶς πρὸς ἀλλήλους ἐσήμαινον ἀποφάσει τῶν πολλῶν.
εἰ δὲ θέσις τις τὸ ἕν, τό τε ὄνομα τό τε δηλούμενον, ἀσαφέστερον ἂν
γίγνοιτο τοῦ εἰ μή τις ὄνομα ἔλεγεν αὐτοῦ: τάχα γὰρ τοῦτο ἐλέγετο,
ἵνα ὁ ζητήσας ἀρξάμενος ἀπὸ τοῦ ὃ πάντων μάλιστα
ἁπλότητός ἐστι σημαντικὸν ἀποφήσῃ τελευτῶν καὶ τοῦτο, ὡς τεθὲν μὲν
ὅσον οἷόν τε καλῶς τῷ θεμένῳ, οὐκ ἄξιον μὴν οὐδὲ τοῦτο εἰς δήλωσιν
τῆς φύσεως ἐκείνης, ὅτι μηδὲ ἀκουστὸν
ἢ ἐπειδὴ διττὸν καὶ τὸ ἐνεργείᾳ βλέπειν, οἷον ἐπὶ ὀφθαλμοῦ — τὸ μὲν
γάρ ἐστιν ὅραμα αὐτῷ τὸ εἶδος τὸ τοῦ αἰσθητοῦ, τὸ δὲ δἰ οὗ ὁρᾷ τὸ
εἶδος αὐτοῦ, ὃ καὶ αὐτὸ αἰσθητόν ἐστιν αὐτῷ, ἕτερον ὂν τοῦ εἴδους,
αἴτιον δὲ τῷ εἴδει τοῦ ὁρᾶσθαι, ἐν μὲν τῷ εἴδει καὶ ἐπὶ τοῦ εἴδους
συνορώμενον: διὸ οὐκ ἐναργῆ τότε δίδωσι τὴν αἴσθησιν αὑτοῦ, ἅτε τοῦ
ὄμματος τετραμμένου πρὸς τὸ πεφωτισμένον: ὅταν δὲ μηδὲν ἄλλο ᾖ παῤ
αὐτό, ἀθρόᾳ εἶδε προσβολῇ, καίτοι καὶ τότε εἶδεν ἐπερειδόμενον ἄλλῳ,
μόνον δὲ αὐτὸ γενόμενον, μὴ πρὸς ἑτέρῳ, οὐ δύναται ἡ αἴσθησις
λαβεῖν: ἐπεὶ καὶ τοῦ ἡλίου τὸ φῶς τὸ ἐν αὐτῷ τάχ̓ ἂν τὴν αἴσθησιν
ἐξέφυγεν, εἰ μὴ ὄγκος ἐπέκειτο αὐτῷ στερεώτερος. εἰ δέ τις φῶς πᾶν
εἶναι αὐτὸν λέγοι, τοῦτο ἄν τις λάβοι πρὸς δήλωσιν τοῦ λεγομένου:
ἔσται γὰρ φῶς ἐν οὐδενὶ εἴδει τῶν ἄλλων ὁρωμένων, καὶ ἴσως ὁρατὸν
μόνον: τὰ γὰρ ἄλλα ὁρατὰ οὐ φῶς μόνον. οὕτω τοίνυν καὶ ἡ τοῦ νοῦ
ὄψις ὁρᾷ μὲν καὶ αὐτὴ δἰ ἄλλου φωτὸς τὰ πεφωτισμένα ἐκείνῃ τῇ πρώτῃ
φύσει καὶ ἐν ἐκείνοις ὄντως ὁρᾷ, νεύουσα μέντοι πρὸς τὴν τῶν
καταλαμπομένων φύσιν ἧττον αὐτὸ ὁρᾷ. εἰ δ’ ἀφήσει τὰ ὁρώμενα καὶ δἰ
οὗ εἶδεν εἰς αὐτὸ βλέπει, φῶς ἂν καὶ φωτὸς ἀρχὴν ἂν βλέποι. ἀλλ’
ἐπεὶ μὴ ὡς ἔξω ὂν δεῖ τὸν νοῦν τοῦτο τὸ φῶς βλέπειν, πάλιν ἐπὶ τὸν
ὀφθαλμὸν ἰτέον, ὅς ποτε καὶ αὐτὸς οὐ τὸ ἔξω φῶς οὐδὲ τὸ ἀλλότριον
εἴσεται, ἀλλὰ πρὸ τοῦ ἔξω οἰκεῖόν τι καὶ μᾶλλον στιλπνότερον ἐν
ἀκαρεῖ θεᾶται, ἢ νύκτωρ ἐν σκότῳ πρὸ αὐτοῦ ἐξ αὐτοῦ προπηδήσαντος
ὥστε ἀπορεῖν, ὅθεν ἐφάνη, ἔξωθεν ἢ ἔνδον, δεῖ τὸν νοῦν τὸν ἐλθόντα καὶ τοῦτον
εἶναι καὶ τὸν ἀπιόντα, ὅτι μὴ οἶδε ποῦ μένειν δεῖ καὶ ποῦ
πᾶν τὸ γενόμενον ὑπ’ ἄλλου ἢ ἐν ἐκείνῳ ἐστὶ τῷ πεποιηκότι, ἢ ἐν ἄλλῳ,
εἴπερ εἴη τι μετὰ τὸ ποιῆσαν αὐτό: ἅτε γὰρ γενόμενον ὑπ’ ἄλλου καὶ
πρὸς τὴν γένεσιν δεηθὲν ἄλλου, ἄλλου δεῖται εἰ ἐνθαδί, ἐν ἄλλῳ: ὥστε
ψεῦδος τὸ οὐ ποῦ. εἰ οὖν ἀληθὲς τὸ οὐ ποῦ καὶ ψεῦδος τὸ ποῦ, ἵνα μὴ
ἐν ἄλλῳ, οὐδενὸς ἂν ἀποστατοῖ. εἰ δὲ μηδενὸς ἀποστατεῖ οὐ ποῦ ὤν,
πανταχοῦ ἔσται ἐφ̓ ἑαυτοῦ. οὐδὲ γὰρ τὸ μέν τι αὐτοῦ ὡδί, τὸ δὲ ὡδί:
οὐ μὴν οὐδ’ ὅλον ὡδί: ὥστε ὅλον πανταχοῦ οὐδενὸς ἔχοντος αὐτὸ οὐδ’
αὖ μὴ ἔχοντος: ἐχομένου ἄρα ὁτουοῦν. ὅρα δὲ καὶ τὸν κόσμον, ὅτι,
ἐπεὶ μηδεὶς κόσμος πρὸ αὐτοῦ, οὐκ ἐν κόσμῳ αὐτὸς οὐδ’ αὖ ἐν τόπῳ:
τίς γὰρ τόπος πρὶν κόσμον εἶναι; τὰ δὲ μέρη ἀνηρτημένα εἰς αὐτὸν καὶ
ἐν ἐκείνῳ. ψυχὴ δὲ οὐκ ἐν ἐκείνῳ, ἀλλ’ ἐκεῖνος ἐν αὐτῇ: οὐδὲ γὰρ
τόπος τὸ σῶμα τῇ ψυχῇ, ἀλλὰ ψυχὴ μὲν ἐν νῷ, σῶμα δὲ ἐν ψυχῇ, νοῦς δὲ
ἐν ἄλλῳ: τούτου δὲ οὐκέτι ἄλλο, ἵν’ ἂν ἦν ἐν αὐτῷ: οὐκ ὲν ὁτῳοῦν
ἄρα. ταύτῃ οὖν οὐδαμοῦ. ποῦ οὖν τὰ ἄλλα; ἐν αὐτῷ. οὔτε ἄρα ἀφέστηκε
τῶν ἄλλων οὔτε αὐτὸς ἐν αὐτοῖς ἐστιν οὐδὲ ἔστιν οὐδὲν ἔχον αὐτό,
ἀλλ’ αὐτὸ ἔχει τὰ πάντα. διὸ καὶ ταύτῃ ἀγαθὸν τῶν πάντων, ὅτι καὶ
ἔστι καὶ ἀνήρτηται πάντα εἰς αὐτὸ ἄλλο ἄλλως. διὸ καὶ ἀγαθώτερα
ἕτερα ἑτέρων, ὅτι καὶ μᾶλλον ὄντα ἕτερα ἑτέρων.
ἀλλὰ σὺ μή μοι δἰ ἑτέρων αὐτὸ ὅρα: εἰ
καὶ τὸ ἄπειρον τοῦτο τῷ μὴ πλέον ἑνὸς εἶναι μηδὲ ἔχειν πρὸς ὃ ὁριεῖ
τι τῶν ἑαυτοῦ: τῷ γὰρ ἓν εἶναι οὐ μεμέτρηται οὐδ’ εἰς ἀριθμὸν ἥκει.
οὔτ’ οὖν πρὸς ἄλλο οὔτε πρὸς αὑτὸ πεπέρανται: ἐπεὶ οὕτως ἂν εἴη καὶ
δύο. οὐδὲ σχῆμα τοίνυν, ὅτι μηδὲ μέρη, οὐδὲ μορφή. μὴ τοίνυν ζήτει
θνητοῖς ὄμμασι τοῦτο, οἷόν φησιν ὁ λόγος, μηδ’ ὅτι οὕτως ἔστιν
ἰδεῖν, ὡς ἄν τις ἀξιώσειεν, ὃς πάντα αἰσθητὰ ὑπολαμβάνων
τὸ μάλιστα πάντων ἀναιρεῖ. ἃ γὰρ ἡγεῖταί τις εἶναι μάλιστα, ταῦτα
μάλιστα
χρὴ δὲ βλέπειν ᾧ ἕκαστα δεῖ αἰσθάνεσθαι, ὀφθαλμοῖς μὲν ἄλλα, ὠσὶ δὲ
ἕτερα, καὶ τὰ ἄλλα ὡσαύτως: καὶ τῷ νῷ πιστεύειν ἄλλα ὁρᾶν, καὶ μὴ τὸ
νοεῖν ἀκούειν νομίζειν ἢ ὁρᾶν, ὥσπερ ἂν εἰ τοῖς ὠσὶν ἐπιτάττοιεν
βλέπειν, καὶ τὰς φωνὰς οὐκ εἶναι, ὅτι μὴ ὁρῶνται. χρὴ δὲ ἐννοεῖν, ὡς
εἰσὶν ἐπιλελησμένοι οὗ καὶ ἐξ ἀρχῆς εἰς νῦν ποθοῦσι καὶ ἐφίενται
αὐτοῦ. πάντα γὰρ ὀρέγεται ἐκείνου καὶ ἐφίεται αὐτοῦ φύσεως ἀνάγκῃ,
ὥσπερ ἀπομεμαντευμένα, ὡς ἄνευ αὐτοῦ οὐ δύναται εἶναι. καὶ τοῦ μὲν
καλοῦ ἤδη οἷον εἰδόσι καὶ ἐγρηγορόστν ἡ ἀντίληψις καὶ τὸ θάμβος καὶ
τοῦ ἔρωτος ἡ ἔγερσις, τὸ δ’ ἀγαθὸν ἅτε πάλαι παρὸν εἰς ἔφεσιν
σύμφυτον καὶ κοιμωμένοις πάρεστι καὶ οὐ θαμβεῖ ποτε ἰδόντας, ὅτι
σύνεστιν ἀεὶ καὶ οὐ ποτὲ ἡ ἀνάμνησις: οὐ μὴν ὁρῶσιν αὐτό, ὅτι
κοιμωμένοις πάρεστι. τοῦ δὲ καλοῦ ὁ ἔρως, ὅταν παρῇ, ὀδύνας δίδωσιν,
ὅτι δεῖ ἰδόντας ἐφίεσθαι. δεύτερος οὖν ὢν οὗτος ὁ ἔρως
καὶ ἤδη συνιέντων μᾶλλον δεύτερον μηνύει τὸ καλὸν εἶναι: ἡ δὲ
ἀρχαιοτέρα
ἔδει δὲ καὶ τἀγαθὸν αὐτὸν ὄντα καὶ μὴ δὲ οὐδὲν ἔχει, μόνον
καὶ ἔρημον τῶν ἄλλων ἐστίν. εἰ οὖν τὰ ἄλλα ἢ ἀγαθά ἐστι καὶ οὐ
τἀγαθὸν ἢ οὐκ ἀγαθά ἐστιν, οὐδέτερα δὲ τούτων ἔχει, οὐδὲν ἔχων τῷ
μηδὲν ἔχειν ἐστὶ τὸ ἀγαθόν. εἰ δ’ ἄρα τις ὁτιοῦν αὐτῷ προστίθησιν, ἢ
οὐσίαν ἢ νοῦν ἢ καλόν, τῇ προσθήκῃ ἀφαιρεῖται αὐτοῦ τἀγαθὸν εἶναι.
πάντα ἄρα ἀφελὼν καὶ οὐδὲν περὶ αὐτοῦ εἰπὼν οὐδέ τι ψευσάμενος, ὡς
ἔστι παῤ αὐτῷ, εἴασε τὸ ἔστιν οὐδὲν καταμαρτυρήσας τῶν οὐ παρόντων,
οἷον οἱ μὴ ἐπιστήμῃ τοὺς ἐπαίνους ποιούμενοι, οἳ ἐλαττοῦσι τὴν τῶν
ἐπαινουμένων δόξαν προστιθέντες αὐτοῖς ἃ τῆς ἀξίας αὐτῶν ἐστιν
ἐλάττω, ἀποροῦντες ἀληθεῖς εἰπεῖν περὶ τῶν ὑποκειμένων προσώπων τοὺς
λόγους. καὶ οὖν καὶ ἡμεῖς μηδὲν τῶν ὑστέρων καὶ τῶν ἐλαττόνων
προστιθῶμεν, ἀλλ’ ὡς ὑπὲρ ταῦτα ἰὼν ἐκεῖνος τούτων αἴτιος ᾖ, ἀλλὰ μὴ
αὐτὸς ταῦτα. καὶ γὰρ αὖ φύσις ἀγαθοῦ οὐ πάντα εἶναι οὐδ’ αὖ ἕν τι
τῶν πάντων: εἴη γὰρ ἂν ὑπὸ ἓν καὶ ταὐτὸν τοῖς ἅπασιν, ὑπὸ δὲ ταὐτὸν
ὂν τοῖς μᾶλλον τὸ ἀφ̓ οὗ μόνον
ἀγαθόν. τὸ ἄρα πρώτως καὶ τἀγαθὸν ὑπέρ τε πάντα τὰ ὄντα ἀναπέφανται
ἡμῖν καὶ μόνον ἀγαθὸν καὶ οὐδὲν ἔχον ἐν ἑαυτῷ, ἀλλὰ ἀμιγὲς πάντων
καὶ ὑπὲρ πάντα καὶ αἴτιον τῶν πάντων. οὐ γὰρ δὴ ἐκ κακοῦ τὸ καλὸν
οὐδὲ τὰ ὄντα οὐδ’ αὖ ἐξ ἀδιαφόρων: κρεῖττον γὰρ τὸ ποιοῦν τοῦ
ποιουμένου: τελειότερον γάρ.
Τὸ μέν ἐστι νοοῦν ἄλλο, τὸ δὲ αὑτό. ὃ ἤδη φεύγει μᾶλλον τὸ δύο εἶναι.
τὸ δὲ πρότερον λεχθὲν βούλεται καὶ αὐτό, ἀλλ’ ἧττον δύναται παῤ αὑτῷ
μὲν γὰρ ἔχει ὃ ὁρᾷ, ἕτερόν γε μὴν ἐκείνου. τὸ δὲ οὐ κεχώρισται τῇ
οὐσίᾳ, ἀλλὰ συνὸν αὑτῷ ὁρᾷ ἑαυτό. ἄμφω οὖν γίνεται ἓν ὄν. μᾶλλον οὖν
νοεῖ, ὅτι ἔχει, καὶ πρώτως νοεῖ, ὅτι τὸ νοοῦν δεῖ ἓν καὶ δύο εἶναι.
εἴτε γὰρ μὴ ἕν,
εἰ δὴ τὸ μὲν πρώτως νοοῦν, τὸ δὲ ἤδη ἄλλως νοοῦν, τὸ ἐπέκεινα τοῦ
πρώτως νοοῦντος οὐκ ἂν ἔτι νοοῖ: νοῦν γὰρ δεῖ γενέσθαι, ἵνα νοῇ,
ὄντα δὲ νοῦν καὶ νοητὸν ἔχειν καὶ πρώτως νοοῦντα ἔχειν τὸ νοητὸν ἐν
αὑτῷ. νοητὸν δὲ ὂν οὐκ ἀνάγκη πᾶν καὶ νοοῦν ἐν αὑτῷ ἔχειν καὶ νοεῖν:
ἔσται γὰρ οὐ μόνον νοητόν, ἀλλὰ καὶ νοοῦν, πρῶτόν τε οὐκ ἔσται δύο
ὄν. ὅ τε νοῦς ὁ τὸ νοητὸν ἔχων οὐκ ἂν συσταίη μὴ οὔσης οὐσίας
καθαρῶς νοητοῦ, ὃ πρὸς μὲν τὸν νοῦν νοητὸν ἔσται, καθ̓ ἑαυτὸ δὲ οὔτε
νοοῦν οὔτε νοητὸν κυρίως ἔσται: τό τε γὰρ νοητὸν ἑτέρῳ ὅ τε νοῦς
εἰ δὲ πολλὰ τὸ αὐτὸ οὐδὲν κωλύειν φήσουσιν, ἓν τούτοις ὑποκείμενον
ἔσται: οὐ δύναται γὰρ πολλὰ μὴ ἑνὸς ὄντος, ἀφ̓ οὗ ἢ ἐν ᾧ, ἢ ὅλως
ἑνὸς καὶ τούτου πρώτου τῶν ἄλλων ἀριθμουμένου, ὃ αὐτὸ ἐφ̓ ἑαυτοῦ δεῖ
λαβεῖν μόνον. εἰ δὲ ὁμοῦ εἴη μετὰ τῶν ἄλλων, δεῖ τοῦτο συλλαβόντα
αὐτὸ μετὰ τῶν ἄλλων, ὅμως δὲ ἕτερον τῶν ἄλλων ὄν, ἐᾶν ὡς μετ’ ἄλλων,
ζητεῖν δὲ τοῦτο τὸ ὑποκείμενον τοῖς ἄλλοις μηκέτι μετὰ τῶν ἄλλων,
ἀλλ’ αὐτὸ καθ̓ ἑαυτό. τὸ γὰρ ἐν τοῖς ἄλλοις αὐτὸ ὅμοιον μὲν ἂν εἴη
τούτῳ, οὐκ ἂν εἴη δὲ τοῦτο: ἀλλὰ δεῖ αὐτὸ μόνον εἶναι, εἰ μέλλοι καὶ
ἐν ἄλλοις ὁρᾶσθαι. εἰ μή τις αὐτοῦ λέγοι τὸ εἶναι σὺν τοῖς ἄλλοις
τὴν ὑπόστασιν ἔχειν: οὐκ ἄρα ἁπλοῦν αὐτὸ ἔσται, οὐδὲ τὸ συγκείμενον
ἐκ πολλῶν ἔσται: τό τε γὰρ οὐ δυνάμενον ἁπλοῦν εἶναι ὑπόστασιν οὐχ
ἕξει, τό τε συγκείμενον ἐκ πολλῶν ἁπλοῦ οὐκ ὄντος οὐδ’ αὐτὸ ἔσται.
ἑκάστου γὰρ ἁπλοῦ οὐ δυναμένου εἶναι οὐχ ὑφεστηκότος τινὸς ἑνὸς
ἁπλοῦ ἐφ̓ ἑαυτοῦ, οὐδενὸς αὐτῶν ὑπόστασιν ἔχειν καθ̓
ἔτι εἰ τὸ ἀγαθὸν ἁπλοῦν καὶ ἀνενδεὲς δεῖ
ἔτι τὸ πολὺ ζητοῖ ἂν ἑαυτὸ καὶ ἐθέλοι ἂν συννεύειν καὶ συναισθάνεσθαι
αὑτοῦ: ὃ δ’ ἐστὶ πάντη ἕν, ποῦ χωρήσεται πρὸς αὑτό; ποῦ δ’ ἂν δέοιτο
συναισθήσεως; ἀλλ’ ἔστι τὸ αὐτὸ καὶ συναισθήσεως καὶ πάσης κρεῖττον
νοήσεως. τὸ γὰρ νοεῖν οὐ πρῶτον οὔτε τῷ εἶναι οὔτε τῷ τίμιον
εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, οὐκ ἂν ἔχοι χώραν νοήσεως ἡντινοῦν τὸ
ἀγαθόν: ἄλλο γὰρ δεῖ τῷ νοοῦντι τὸ ἀγαθὸν εἶναι. ἀνενέργητον οὖν.
καὶ τί δεῖ ἐνεργεῖν τὴν ἐνέργειαν; ὅλως μὲν γὰρ οὐδεμία ἐνέργεια
ἔχει αὖ πάλιν ἐνέργειαν: εἰ δέ γε ταῖς ἄλλαις ταῖς εἰς ἄλλο ἐχούσαις
ἐπανενεγκεῖν, τήν γε πρώτην ἁπασῶν, εἰς ἣν αἱ ἄλλαι ἀνήρτηνται, αὐτὸ
εἶναι δεῖ τοῦτο ὃ ἔστιν οὐδὲν ἔτι αὐτῇ προστιθέντας. ἡ οὖν τοιαύτη
ἐνέργεια οὐ νοήσις: νόησις ἀνθρώπου καὶ ἄνθρωπος καὶ
νόησις ἵππου καὶ ἵππος καὶ δικαίου νόησις καὶ δίκαιον. διπλᾶ τοίνυν
ἅπαντα καὶ τὸ ἓν δύο, καὶ αὖ τὰ δύο εἰς ἓν ἔρχεται: ὃ δὲ οὐκ ἔστι
τούτων, οὐδ’ ἓν ἕκαστον οὐδὲ ἐκ πάντων τῶν δύο οὐδ’ ὅλως δύο. ὅπως
δὲ τὰ δύο ἐκ τοῦ ἑνός, ἐν ἄλλοις. ἀλλ’ ἐπέκεινα οὐσίας ὄντι καὶ
τὸ τοῦ νοεῖν ἐπέκεινα εἶναι: οὐ τοίνυν οὐδ’ εκεῖνο
ἄτοπον, εἰ μὴ οἶδεν ἑαυτόν: οὐ γὰρ ἔχει παῤ ἑαυτῷ, ὃ μάθῃ, εἷς ὤν,
ἀλλ’ οὐδὲ τὰ ἄλλα δεῖ αὐτὸν εἰδέναι. κρεῖττον γάρ τι καὶ μεῖζον
δίδωσιν αὐτοῖς τοῦ εἰδέναι αὐτὰ ὃ ἦν τὸ ἀγαθὸν τῶν ἄλλων,
ἀλλὰ μᾶλλον ἐν τῷ αὐτῷ καθ̓ ὅσον δύναται ἐφάπτεσθαι ἐκείνου.
Εἰ καὶ τοῦ καθέκαστόν ἐστιν ἰδέα; ἢ εἰ εἷς ἄνθρωπος πρὸς παράδειγμα τῶν τινων
ἀνθρώπων διαφερόντων ἀλλήλων οὐ τῇ ὕλῃ μόνον, ἀλλὰ καὶ εἰδικαῖς
διαφοραῖς μυρίαις: οὐ γὰρ ὡς αἱ εἰκόνες Σωκράτους πρὸς τὸ ἀρχέτυπον,
ἀλλὰ δεῖ τὴν διάφορον ποίησιν ἐκ διαφόρων λόγων εἶναι. ἡ
δὲ πᾶσα περίοδος πάντας ἔχει τοὺς λόγους, αὖθις δὲ τὰ αὐτὰ πάλιν
κατὰ τοὺς αὐτοὺς
ἀλλ’ εἰ αἱ μίξεις τῶν λόγων ἄρρενος καὶ θήλεος διαφόρους ποιοῦσιν,
οὐκέτι τοῦ γινομένου ἑκάστου λόγος τις ἔσται, ὅ τε ἑκάτερος γεννῶν,
οἷον ὁ ἄρρην, οὐ κατὰ διαφόρους λόγους ποιήσει, ἀλλὰ καθ̓ ἕνα τὸν
αὑτοῦ ἢ πατρὸς ἑαυτοῦ. ἢ οὐδὲν φύσιν τὴν ὕλην κρατεῖν
τῶν τελείων λόγων κεκρυμμένων μέν, δοθέντων δὲ ὅλων. ἀλλ’ ἔστωσαν
διάφοροι οἱ λόγοι: τί δεῖ τοσούτους, ὅσοι οἱ γινόμενοι ἐν μιᾷ
περιόδῳ, εἴπερ ἔνι τῶν αὐτῶν διδομένων διαφόρους ἔξωθεν φαίνεσθαι; ἢ
συγκεχώρηται τῶν ὅλων διδομένων, ζητεῖται δέ, εἰ τῶν αὐτῶν
κρατούντων. ἆῤ οὖν, ὅτι τὸ ταὐτὸν πάντη ἐν τῇ ἑτέρᾳ περιόδῳ, ἐν
ταύτῃ δὲ οὐδὲν πάντη ταὐτόν;
πῶς οὖν ἐπὶ πολλῶν διδύμων διαφόρους φήσομεν τοὺς λόγους; εἰ δὲ καὶ
ἐπὶ τὰ ἄλλα ζῷά τις ἴοι καὶ τὰ πολυτόκα μάλιστα; ἤ, ἐφ̓ ὧν
ἀπαράλλακτα, εἷς λόγος. ἀλλ’ εἰ τοῦτο, οὐχ, ὅσα τὰ
Ἐπειδή φαμεν τὸν ἐν θέᾳ τοῦ νοητοῦ κάλλους γεγενημένον καὶ τὸ τοῦ
ἀληθινοῦ νοῦ κατανοήσαντα κάλλος τοῦτον δυνήσεσθαι καὶ τὸν τούτου
πατέρα τὸν ἐπέκεινα νοῦ εἰς ἔννοιαν βαλέσθαι, πειραθῶμεν ἰδεῖν καὶ
εἰπεῖν ἡμῖν αὐτοῖς, ὡς οἷόν τε τὰ τοιαῦτα εἰπεῖν, πῶς ἄν τις τὸ
κάλλος τοῦ δύο
λίθων ἐν ὄγκῳ, τοῦ μὲν ἀρρυθμίστου καὶ τέχνης ἀμοίρου, τοῦ δὲ ἤδη
τέχνῃ κεκρατημένου εἰς ἄγαλμα θεοῦ ἢ καί τινος ἀνθρώπου, θεοῦ μὲν
Χάριτος ἤ τινος Μούσης, ἀνθρώπου δὲ μή τινος, ἀλλ’ ὃν ἐκ πάντων
καλῶν πεποίηκεν ἡ τέχνη, φανείη μὲν ἂν ὁ ὑπὸ τῆς τέχνης γεγενημένος
εἰς
ἀλλ’ ἡμῖν ἀφείσθωσαν αἱ τέχναι: ὧν δὲ λέγονται τὰ ἔργα μιμεῖσθαι, τὰ
φύσει κάλλη γινόμενα καὶ λεγόμενα, θεωρῶμεν, λογικά τε ζῷα καὶ ἄλογα
πάντα καὶ μάλιστα ὅσα κατώρθωται αὐτῶν τοῦ πλάσαντος αὐτὰ καὶ
δημιουργήσαντος ἐπικρατήσαντος τῆς ὕλης καὶ εἶδος ὃ ἐβούλετο
παρασχόντος. τί οὖν τὸ κάλλος ἐστὶν ἐν τούτοις; οὐ γὰρ δὴ τὸ αἷμα
καὶ τὰ καταμήνια, ἀλλὰ καὶ χρόα ἄλλη τούτων καὶ σχῆμα ἢ οὐδὲν ἤ τι
ἄσχημον. ἢ οἷον τὸ περιέχον
ἔστιν οὖν καὶ ἐν τῇ φύσει λόγος κάλλους ἀρχέτυπος τοῦ ἐν σώματι, τοῦ
δ’ ἐν τῇ φύσει ὁ ἐν τῇ ψυχῇ καλλίων, παῤ οὗ καὶ ὁ ἐν τῇ φύσει.
ἐναργέστατός γε μὴν ὁ ἐν σπουδαίᾳ ψυχῇ καὶ ἤδη προιὼν κάλλει:
κοσμήσας γὰρ τὴν ψυχὴν καὶ φῶς παρασχὼν ἀπὸ φωτὸς μείζονος πρώτως
κάλλους ὄντος συλλογίζεσθαι ποιεῖ αὐτὸς ἐν ψυχῇ ὤν, οἷός ἐστιν ὁ πρὸ
αὐτοῦ ὁ οὐκέτι ἐγγιγνόμενος οὐδ’ ἐν ἄλλῳ, ἀλλ’ ἐν αὑτῷ. διὸ οὐδὲ
λόγος ἐστίν, ἀλλὰ ποιητὴς τοῦ πρώτου λόγου κάλλους ἐν ὕλῃ ψυχικῇ
ὄντος: νοῦς δὲ οὗτος, ὁ ἀεὶ νοῦς καὶ οὐ ποτὲ νοῦς, ὅτι μὴ ἐπακτὸς
αὑτῷ. τίνα ἂν οὖν εἰκόνα τις αὐτοῦ λάβοι; πᾶσα γὰρ ἔσται ἐκ
χείρονος. ἀλλὰ γὰρ δεῖ τὴν εἰκόνα ἐκ νοῦ γενέσθαι, ὥστε μὴ δἰ
εἰκόνος, ἀλλ’ οἷον χρυσοῦ παντὸς χρυσόν τινα δεῖγμα λαβεῖν, καὶ εἰ
μὴ καθαρὸς εἴη ὁ ληφθείς, καθαίρειν αὐτὸν ἢ ἔργῳ ἢ λόγῳ δεικνύντας,
ὡς οὐ πᾶν τοῦτό ἐστι χρυσός, ἀλλὰ τουτὶ τὸ ἐν τῷ ὄγκῳ μόνον: οὕτω
καὶ ἐνταῦθα ἀπὸ νοῦ τοῦ ἐν ἡμῖν κεκαθαρμένου, εἰ δὲ βούλει, ἀπὸ τῶν
θεῶν, οἷός ἐστιν ὁ ἐν αὐτοῖς νοῦς. σεμνοὶ μὲν γὰρ πάντες θεοὶ καὶ
καλοὶ καὶ τὸ κάλλος αὐτῶν ἀμήχανον. ἀλλὰ τί ἐστι δἰ ὃ τοιοῦτοί
εἰσιν; ἢ νοῦς, καὶ ὅτι μᾶλλον νοῦς ἐνεργῶν ἐν αὐτοῖς ὥστε ὁρᾶσθαι.
οὐ γὰρ δὴ ὅτι αὐτῶν καλὰ τὰ σώματα — καὶ γὰρ οἷς ἐστι σώματα, οὐ
τοῦτό ἐστιν αὐτοῖς τὸ εἶναι θεοῖς — ἀλλὰ κατὰ τὸν νοῦν καὶ οὗτοι
θεοί. καλοὶ δὴ οἱ θεοί. οὐ γὰρ δὴ ποτὲ μὲν φρονοῦσι, ποτὲ δὲ
ἀφραίνουσιν, ἀλλ’ ἀεὶ φρονοῦσιν ἐν ἀπαθεῖ τῷ νῷ καὶ στασίμῳ καὶ
καθαρῷ καὶ ἴσασι πάντα καὶ γινώσκουσιν οὐ τὰ ἀνθρώπεια, ἀλλὰ τὰ
ἑαυτῶν καὶ ὅσα νοῦς ὁρᾷ. τῶν δὲ θεῶν
καὶ γὰρ τὸ ῥεῖα ζώειν ἐκεῖ, καὶ ἀλήθεια δὲ
πάντα δὴ τὰ γινόμενα, εἴτε τεχνητὰ εἴτε φυσικὰ εἴη, σοφία τις ποιεῖ,
καὶ ἡγεῖται τῆς ποιήσεως πανταχοῦ σοφία. ἀλλ’ εἰ δή τις κατ’ αὐτὴν
τὴν σοφίαν ποιεῖ, ἔστωσαν μὲν αἱ τέχναι τοιαῦται. ἀλλ’ ὁ τεχνίτης
πάλιν αὖ εἰς σοφίαν φυσικὴν ἔρχεται, καθ̓ ἣν γεγένηται, οὐκέτι
συντεθεῖσαν ἐκ θεωρημάτων, ἀλλ’ ὅλην ἕν τι, οὐ τὴν συγκειμένην ἐκ
πολλῶν εἰς ἕν, ἀλλὰ μᾶλλον ἀναλυομένην εἰς πλῆθος ἐξ ἑνός. εἰ μὲν
οὖν ταύτην τις πρώτην θήσεται, ἀρκεῖ: οὐκέτι γὰρ ἐξ ἄλλου οὖσα οὐδ’
ἐν ἄλλῳ. εἰ δὲ τὸν μὲν λόγον ἐν τῇ φύσει, τούτου δὲ ἀρχὴν φήσουσι
τὴν φύσιν, πόθεν ἕξει φήσομεν: καὶ εἰ ἐξ ἄλλου, τί
ἐκεῖνο; εἰ μὲν ἐξ αὑτοῦ, στησόμεθα:
δοκοῦσι δέ μοι καὶ οἱ Αἰγυπτίων σοφοί, εἴτε ἀκριβεῖ ἐπιστήμῃ λαβόντες
εἴτε καὶ συμφύτῳ ἃ εἴ τις οἶδε, θαυμάσαι ἔφη τὴν
σοφίαν, πῶς αὕτη αἰτίας οὐκ ἔχουσα τῆς οὐσίας, δἰ ἃς οὕτω, παρέχει
τοῖς ποιουμένοις κατ’ αὐτήν. τὸ καλῶς ἄρα οὕτως τὸ ἐκ ζητήσεως ἂν
μόλις ἢ οὐδ’ ὅλως φανέν, ὅτι δεῖ οὕτως, εἴπερ τις ἐξεύροι, πρὸ
ζητήσεως καὶ πρὸ λογισμοῦ ὑπάρχειν οὕτως: οἷον — λάβωμεν γὰρ ἐφ̓
ἑνὸς μεγάλου ὃ λέγω, ὅπερ ἁρμόσει καὶ ἐπὶ πάντων —
τοῦτο δὴ τὸ πᾶν; ἐπείπερ συγχωροῦμεν παῤ ἄλλου αὐτὸ εἶναι καὶ
τοιοῦτον εἶναι, ἆρα δὲ τόδε ἀψοφητί, ὅτι πᾶν τὸ
ποιῆσαν καὶ οὐσία καὶ εἶδος: διὸ ἄπονος καὶ οὕτως ἡ δημιουργία. καὶ
παντὸς δὲ ἦν, ὡς ἂν πᾶν. οὐ τοίνυν ἦν τὸ ἐμποδίζον, καὶ νῦν δὲ
ἐπικρατεῖ καίτοι ἄλλων ἄλλοις ἐμποδίων γινομένων: ἀλλ’ οὐκ αὐτῇ οὐδὲ
νῦν: μένει γὰρ ὡς πᾶν. δοκεῖ δέ μοι, ὅτι καί, εἰ ἡμεῖς ἀρχέτυπα καὶ
οὐσία καὶ εἴδη ἅμα καὶ τὸ εἶδος τὸ ποιοῦν
καλὸν οὖν πρώτως, καὶ ὅλον δὲ καὶ πανταχοῦ ὅλον, ἵνα μηδὲ μέρει
ἀπολείπηται τῷ καλῷ ἐλλείπειν. τίς οὖν οὐ φήσει καλόν; οὐ γὰρ δὴ ὃ
μὴ ὅλον αὐτό, ἀλλ’ ὃ μέρος ἔχον ἢ μηδέ τι αὐτοῦ ἔχον. ἢ εἰ μὴ ἐκεῖνο
καλόν, τί ἂν ἄλλο; τὸ γὰρ πρὸ αὐτοῦ οὐδὲ καλὸν ἐθέλει εἶναι: τὸ δὲ
πρώτως εἰς θέαν παρελθὸν τῷ εἶδος εἶναι καὶ θέαμα νοῦ τούτῳ καὶ
ἀγαστὸν ὀφθῆναι. διὸ καὶ Πλάτων τοῦτο σημῆναι θέλων εἴς τι τῶν
ἐναργεστέρων ὡς πρὸς ἡμᾶς ἀποδεξάμενον ποιεῖ τὸν δημιουργὸν τὸ
ἀποτελεσθὲν διὰ τούτου ἐνδείξασθαι θέλων τὸ τοῦ
τοῦτον τοίνυν τὸν κόσμον, ἑκάστου τῶν
διὰ τοῦτο καὶ ὁ Ζεὺς καίπερ ὢν πρεσβύτατος τῶν ἄλλων θεῶν, ὧν αὐτὸς
ἡγεῖται, πρῶτος πορεύεται ἐπὶ τὴν τούτου θέαν, οἱ δὲ ἕπονται θεοὶ
ἄλλοι καὶ δαίμονες καὶ ψυχαί, αἳ ταῦτα ὁρᾶν δύνανται. ὁ δὲ
ἐκφαίνεται αὐτοῖς ἔκ τινος ἀοράτου τόπου καὶ ἀνατείλας ὑψοῦ ἐπ’
αὐτῶν κατέλαμψε μὲν πάντα καὶ ἔπλησεν αὐγῆς καὶ ἐξέπληξε μὲν τοὺς
κάτω καὶ ἐστράφησαν ἰδεῖν οὐ δεδυνημένοι, οἷα ἥλιον: οἱ μὲν ὑπ’
αὐτοῦ ἀνέχονταί τε καὶ βλέπουσιν, οἱ δὲ ταράττονται, ὅσῳ ἂν
ἀφεστήκωσιν αὐτοῦ. ὁρῶντες δὲ οἱ δυνηθέντες ἰδεῖν εἰς αὐτὸν μὲν
πάντες βλέπουσι καὶ εἰς τὸ αὐτοῦ, οὐ ταὐτὸν δὲ ἕκαστος ἀεὶ θέαμα
κομίζεται, ἀλλ’: ὁ μὲν ἀτενὲς ἰδὼν ἐκλάμπουσαν εἶδε τὴν τοῦ δικαίου
πηγὴν καὶ φύσιν, ἄλλος δὲ τῆς σωφροσύνης ἐπλήσθη τοῦ θεάματος, οὐχ
οἵαν ἄνθρωποι παῤ αὑτοῖς, ὅταν ἔχωσιν, ἔχουσι. μιμεῖται
γὰρ αὕτη ἀμηγέπη ἐκείνην, ἡ δὲ ἐπὶ πᾶσι περὶ πᾶν τὸ οἷον μέγεθος
αὐτοῦ ἐπιθέουσα τελευταία ὁρᾶται οἷς πολλὰ ἤδη ὤφθη ἐναργῆ θεάματα.
θεῶνται μὲν οὖν οἱ θεοὶ καθ̓ ἕνα καὶ πᾶς ὁμοῦ,
καὶ αἱ ψυχαὶ αἱ πάντα ἐκεῖ ὁρῶσαι καὶ ἐκ τῶν πάντων
γενόμεναι, ὥστε πάντα περιέχειν καὶ αὐταὶ ἐξ ἀρχῆς εἰς τέλος, καὶ
εἰσὶν ἐκεῖ, ὅσον ἂν αὐτῶν πεφύκῃ εἶναι ἐκεῖ, πολλάκις δὲ αὐτῶν καὶ
τὸ πᾶν ἐκεῖ, ὅταν μὴ ὦσι διειλημμέναι. ταῦτα οὖν ὁρῶν ὁ Ζεὺς καὶ εἴ
τις ἡμῶν
εἰ δέ τις ἡμῶν ἀδυνατῶν ἑαυτὸν ὁρᾶν, ὑπ’ ἐκείνου τοῦ θεοῦ ἐπὰν
καταληφθεὶς εἰς τὸ ἰδεῖν προφέρῃ τὸ θέαμα, ἑαυτὸν προφέρει καὶ
εἰκόνα αὑτοῦ καλλωπισθεῖσαν βλέπει. ἀφεὶς δὲ τὴν εἰκόνα καίπερ καλὴν
οὖσαν εἰς ἓν αὑτῷ ἐλθὼν καὶ μηκέτι σχίσας ἓν ὁμοῦ πάντα ἐστὶ μετ’
ἐκείνου τοῦ θεοῦ ἀψοφητὶ παρόντος, καὶ ἔστι μετ’ αὐτοῦ ὅσον δύναται
καὶ θέλει. εἰ δὲ ἐπιστραφείη εἰς ἔχοντα, ὡς ἐπὶ χρῆμα μακαριστὸν
εἴσεισιν, ἤδη αὑτὸν δοῦναι εἰς τὸ εἴσω καὶ γενέσθαι ἀντὶ ὁρῶντος ἤδη
θέαμα ἑτέρου θεωμένου οἷος ἐκεῖθεν ἥκει ἐκλάμποντα τοῖς νοήμασι. πῶς
οὖν ἔσται τις ἐν καλῷ μὴ ὁρῶν αὐτό; ἢ ὁρῶν αὐτὸ ὡς ἕτερον οὐδέπω ἐν
καλῷ, γενόμενος δὲ αὐτὸ οὕτω μάλιστα ἐν καλῷ. εἰ οὖν ὅρασις τοῦ ἔξω,
ὅρασιν μὲν οὐ δεῖ εἶναι ἢ οὕτως, ὡς ταὐτὸν τῷ ὁρατῷ: τοῦτο δὲ οἷον
σύνεσις καὶ συναίσθησις αὑτοῦ εὐλαβουμένου μὴ τῷ μᾶλλον αἰσθάνεσθαι
θέλειν ἑαυτοῦ ἀποστῆναι. δεῖ δὲ κακεῖνο ἐνθυμεῖσθαι, ὡς τῶν μὲν
κακῶν αἱ αἰσθήσεις τὰς πληγὰς ἔχουσι μείζους, ἥττους δὲ τὰς γνώσεις
τῇ πληγῇ ἐκκρουομένας: νόσος γὰρ μᾶλλον ἔκπληξιν, ὑγίεια δὲ ἠρέμα
συνοῦσα μᾶλλον ἂν σύνεσιν δοίη αὑτῆς: προίζει γὰρ ἅτε οἰκεῖον καὶ
ἑνοῦται: ἡ δ’ ἐστὶν ἀλλότριον καὶ οὐκ οἰκεῖον καὶ ταύτῃ διάδηλος τῷ
σφόδρα ἕτερον ἡμῶν εἶναι δοκεῖν: τὰ δὲ ἡμῶν καὶ ἡμεῖς ἀναίσθητοι.
οὕτως δ’ ὄντες μάλιστα πάντων ἐσμὲν αὑτοῖς συνετοὶ τὴν ἐπιστήμην
ἡμῶν καὶ ἡμᾶς ἓν πεποιηκότες. κἀκεῖ τοίνυν, ὅτε μάλιστα ἴσμεν κατὰ
νοῦν, ἀγνοεῖν δοκοῦμεν τῆς αἰσθήσεως ἀναμένοντες
ἀλλὰ εἴρηται, πῶς ὡς ἕτερος δύναται τοῦτο ποιεῖν, καὶ πῶς ὡς αὐτός.
ἰδὼν δή, εἴτε ὡς ἕτερος, εἴτε ὡς μείνας αὐτός, τί ἀπαγγέλλει; ἢ θεὸν
ἑωρακέναι τόκον ὠδίνοντα καλὸν καὶ πάντα δὴ ἐν αὑτῷ γεγεννηκότα καὶ
ἄλυπον ἔχοντα τὴν ὠδῖνα ἐν αὑτῷ: ἡσθεὶς γὰρ οἷς ἐγέννα καὶ ἀγασθεὶς
τῶν τόκων κατέσχε πάντα παῤ αὑτῷ τὴν αὑτοῦ καὶ τὴν αὐτῶν ἀγλαίαν
ἀσμενίσας: ὁ δὲ καλῶν ὄντων καὶ καλλιόνων τῶν εἰς τὸ εἴσω
μεμενηκότων μόνος ἐκ τῶν ἄλλων παῖς ἐξεφάνη εἰς τὸ ἔξω. ἀφ̓ οὗ καὶ
ὑστάτου παιδὸς ὄντος ἔστιν ἰδεῖν οἷον ἐξ εἰκόνος
ὁ οὖν θεὸς ὁ εἰς τὸ μένειν ὡσαύτως δεδεμένος καὶ συγχωρήσας τῷ παιδὶ
τοῦδε τοῦ παντὸς ἄρχειν — οὐ γὰρ ἦν αὐτῷ πρὸς τρόπου τὴν ἐκεῖ ἀρχὴν
ἀφέντι νεωτέραν αὑτοῦ καὶ ὑστέραν μεθέπειν κόρον ἔχοντι τῶν καλῶν —
ταῦτ̓ ἀφεὶς ἔστησέ τε τὸν αὑτοῦ πατέρα εἰς ἑαυτὸν καὶ μέχρις αὐτοῦ
πρὸς τὸ ἄνω: ἔστησε δ’ αὖ καὶ τὰ εἰς θάτερα ἀπὸ τοῦ παιδὸς ἀρξάμενα
εἶναι μετ’ αὐτόν, ὥστε μεταξὺ ἀμφοῖν γενέσθαι τῇ τε ἑτερότητι τῆς
πρὸς τὸ ἄνω ἀποτομῆς καὶ τῷ ἀνέχοντι ἀπὸ τοῦ μετ’ αὐτὸν πρὸς τὸ κάτω
δεσμοῦ, μεταξὺ ὢν πατρός τε ἀμείνονος καὶ ἥττονος υἱέος. ἀλλ’ ἐπειδὴ
ὁ πατὴρ αὐτῷ μείζων ἢ κατὰ κάλλος ἦν, πρώτως αὐτὸς ἔμεινε καλός,
καίτοι καλῆς καὶ τῆς ψυχῆς οὔσης: ἀλλ’ ἔστι καλλίων καὶ ταύτης, ὅτι
ἴχνος αὐτὴ αὐτοῦ, καὶ τούτῳ ἐστὶ καλὴ μὲν τὴν φύσιν, καλλίων δέ,
ὅταν ἐκεῖ βλέπῃ. εἰ οὖν ἡ ψυχὴ ἡ τοῦ παντός, ἵνα γνωριμώτερον
λέγωμεν, καὶ ἡ Ἀφροδίτη αὐτὴ καλή, τίς ἐκεῖνος; εἰ μὲν γὰρ παῤ
αὑτῆς, πόσον ἂν εἴη ἐκεῖνο; εἰ δὲ παῤ ἄλλου, παρὰ τίνος ψυχὴ καὶ τὸ
ἐπακτὸν καὶ τὸ συμφυὲς τῇ οὐσίᾳ αὐτῆς κάλλος ἔχει; ἐπεὶ καί, ὅταν
καὶ αὐτοὶ καλοί, τῷ αὑτῶν
Πάντες ἄνθρωποι ἐξ ἀρχῆς αἰσθήσει πρὸ νοῦ χρησάμενοι καὶ τοῖς
αἰσθητοῖς προσβαλόντες πρώτοις ἐξ ἀνάγκης οἱ μὲν ἐνταυθοῖ
καταμείναντες διέζησαν ταῦτα πρῶτα καὶ ἔσχατα νομίσαντες, καὶ τὸ ἐν
αὐτοῖς λυπηρόν τε καὶ ἡδὺ τὸ μὲν κακόν, τὸ δὲ ἀγαθὸν ὑπολαβόντες
ἀρκεῖν ἐνόμισαν, εἰ τὸ μὲν διώκοντες, τὸ δ’ ἀποικονομούμενοι
διεγένοντο. καὶ σοφίαν ταύτην οἵ γε λόγου μεταποιούμενοι αὐτῶν
ἔθεντο, οἷα οἱ βαρεῖς τῶν ὀρνίθων, οἲ πολλὰ ἐκ γῆς λαβόντες καὶ
βαρυνθέντες ὑψοῦ πτῆναι ἀδυνατοῦσι καίπερ πτερὰ παρὰ τῆς φύσεως
λαβόντες. οἱ δὲ ἤρθησαν μὲν ὀλίγον ἐκ τῶν κάτω κινοῦντος αὐτοὺς πρὸς
τὸ κάλλιον ἀπὸ τοῦ ἡδέος τοῦ τῆς ψυχῆς κρείττονος. ἀδυνατήσαντες δὲ
ἰδεῖν τὸ ἄνω, ὡς οὐκ ἔχοντες ἄλλο, ὅπου στήσονται, κατηνέχθησαν σὺν
τῷ τῆς ἀρετῆς ὀνόματι ἐπὶ πράξεις καὶ ἐκλογὰς τῶν κάτω, ἀφ̓ ὧν
ἐπεχείρησαν τὸ πρῶτον αἴρεσθαι. τρίτον δὲ γένος θείων ἀνθρώπων
δυνάμει τε κρείττονι καὶ ὀξύτητι ὀμμάτων εἶδέ τε ὥσπερ ὑπὸ
ὀξυδορκίας τὴν ἄνω αἴγλην, καὶ ἤρθη τε ἐκεῖ οἷον ὑπὲρ νεφῶν καὶ τῆς
ἐνταῦθα ἀχλύος, καὶ ἔμεινεν ἐκεῖ τὰ τῇδε ὑπεριδὸν πάντα ἡσθὲν τῷ
τόπῳ ἀληθινῷ καὶ οἰκείῳ ὄντι, ὥσπερ ἐκ πολλῆς τινος πλάνης εἰς
πατρίδα εὔνομον ἀφικόμενος ἄνθρωπος.
τίς οὖν οὗτος ὁ τόπος; καὶ πῶς ἄν τις εἰς αὐτὸν ἀφίκοιτο; ἀφίκοιτο
μὲν ἂν ὁ φύσει ἐρωτικὸς καὶ ὄντως τὴν διάθεσιν ἐξ ἀρχῆς φιλόσοφος,
ὠδίνων καλὰ ἐπιτηδεύματα
καὶ νόμους, πάλιν αὖ ἐπαναβαίνει ἐπὶ τὴν τῶν ἐν ψυχῇ καλῶν αἰτίαν,
καὶ εἴ τι πάλιν αὖ πρὸ τούτου, ἕως ἐπ’ ἔσχατον ἥκῃ τὸ πρῶτον, ὃ παῤ
αὑτοῦ καλόν. ἔνθα καὶ ἐλθὼν ὠδῖνος παύσεται, πρότερον δὲ οὔ. ἀλλὰ
πῶς ἀναβήσεται; καὶ πόθεν ἡ δύναμις αὐτῷ, καὶ τίς λόγος τοῦτον τὸν
ἔρωτα παιδαγωγήσεται; ἢ ὅδε: τοῦτο τὸ κάλλος τὸ ἐπὶ τοῖς σώμασιν
ἐπακτόν ἐστι τοῖς σώμασι μορφαὶ γὰρ αὗται σωμάτων ὡς ἐπὶ ὕλῃ αὐτοῖς.
μεταβάλλει γοῦν τὸ ὑποκείμενον καὶ ἐκ καλοῦ αἰσχρὸν γίνεται. μεθέξει
ἄρα, φησὶν ὁ λόγος. τί οὖν τὸ ποιῆσαν σῶμα καλόν; ἄλλως μὲν κάλλους
παρουσία, ἄλλως δὲ ψυχή, ἣ ἔπλασέ τε καὶ μορφὴν τοιάνδε ἐνῆκε. τί
οὖν; ψυχὴ παῤ αὑτῆς καλόν; ἢ οὔ. οὐ γὰρ ἂν ἡ μὲν ἦν
φρόνιμός τε καὶ καλή, ἡ δὲ ἄφρων καὶ αἰσχρά. φρονήσει ἄρα τὸ καλὸν
περὶ ψυχήν. καὶ τίς οὖν ὁ φρόνησιν δοὺς ψυχῇ; ἢ νοῦς ἐξ ἀνάγκης.
νοῦς δὲ οὐ ποτὲ μὲν νοῦς, ποτὲ δὲ ἄνους, ὅ γε ἀληθινός. παῤ αὑτοῦ
ἄρα καλός. καὶ πότερον δὲ ἐνταῦθα δεῖ στῆναι, ὡς πρῶτον, ἢ καὶ νοῦ
ἐπέκεινα δεῖ ἰέναι; νοῦς δὲ προέστηκε μὲν ἀρχῆς τῆς πρώτης ὡς πρὸς
ἡμᾶς, ὥσπερ ἐν προθύροις τἀγαθοῦ ἀπαγγέλλων ἐν αὑτῷ τὰ πάντα, ὥσπερ
δὲ ἐκείνου τύπος μᾶλλον ἐν πλήθει ἐκείνου πάντη
μένοντος ἐν ἑνί.
ἐπισκεπτέον δὲ ταύτην τὴν νοῦ φύσιν, ἣν ἐπαγγέλλεται ὁ λόγος εἶναι τὸ
ὂν ὄντως καὶ τὴν ἀληθῆ οὐσίαν, πρότερον βεβαιωσαμένους κατ’ ἄλλην
ὕλην καὶ τὸ ἐπὶ πᾶσι τοῖς
συγκριθεῖσιν εἶδος: οἷον ἄνθρωπον εἰς ψυχὴν καὶ σῶμα, καὶ τὸ σῶμα
εἰς τὰ τέσσαρα. ἕκαστον δὲ τούτων σύνθετον εὑρὼν ἐξ ὕλης καὶ τοῦ
μορφοῦντος — ὕλη γὰρ παῤ αὑτῆς ἡ τῶν στοιχείων ἄμορφος — ζητήσεις τὸ
εἶδος ὅθεν τῇ ὕλῃ. ζητήσεις δ’ αὖ καὶ τὴν ψυχὴν πότερα τῶν ἁπλῶν
ἤδη, ἢ ἔνι τι ἐν αὐτῇ τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς εἶδος, ὁ νοῦς ὁ ἐν
αὐτῇ, ὁ μὲν ὡς ἡ ἐπὶ τῷ χαλκῷ μορφή, ὁ δὲ οἷος ὁ τὴν μορφὴν ἐν τῷ
χαλκῷ ποιήσας. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τοῦ παντὸς μεταφέρων τις
ἀναβήσεται καὶ ἐνταῦθα ἐπὶ νοῦν ποιητὴν ὄντως καὶ δημιουργὸν
τιθέμενος, καὶ φήσει τὸ ὑποκείμενον δεξάμενον μορφὰς τὸ μὲν πῦρ, τὸ
δὲ ὕδωρ, τὸ δὲ ἀέρα καὶ γῆν γενέσθαι, τὰς δὲ μορφὰς ταύτας παῤ ἄλλου
ἥκειν: τοῦτο δὲ εἶναι ψυχήν: ψυχὴν δ’ αὖ καὶ ἐπὶ τοῖς τέτταρσι τὴν
κόσμου μορφὴν δοῦναι ταύτῃ
διὰ τί οὖν δεῖ ἐπὶ ψυχῇ ἀνιέναι, ἀλλ’ οὐκ αὐτὴν εἶναι τίθεσθαι τὸ
πρῶτον; ἢ πρῶτον μὲν νοῦς ψυχῆς ἕτερον καὶ κρεῖττον: τὸ δὲ κρεῖττον
φύσει πρῶτον. οὐ γὰρ δή, ὡς οἴονται, ψυχὴ νοῦν τελειωθεῖσα γεννᾷ:
πόθεν γὰρ τὸ δυνάμει ἐνεργείᾳ ἔσται, μὴ τοῦ εἰς ἐνέργειαν ἄγοντος
αἰτίου ὄντος; εἰ γὰρ κατὰ τύχην, ἐνδέχεται καὶ ἀπαθὲς εἶναι — ἢ πάντα τῷ χρόνῳ ἀπολεῖται — δεῖ
τι πρὸ ψυχῆς εἶναι. καὶ εἰ ἐν κόσμῳ ψυχή, ἐκτὸς δὲ δεῖ τι κόσμου
εἶναι, καὶ ταύτῃ πρὸ ψυχῆς δεῖ τι εἶναι. εἰ γὰρ τὸ ἐν κόσμῳ τὸ ἐν
σώματι καὶ ὕλῃ, οὐδὲν ταὐτὸν μένει: ὥστε ἄνθρωπος καὶ πάντες λόγοι
οὐκ ἀίδιοι οὐδὲ οἱ αὐτοί. καὶ ὅτι μὲν νοῦν πρὸ ψυχῆς εἶναι δεῖ, ἐκ
τούτων καὶ ἐξ ἄλλων πολλῶν ἄν τις θεωρήσειε.
δεῖ δὲ νοῦν λαμβάνειν, εἴπερ ἐπαληθεύσομεν
νοῦς μὲν δὴ ἔστω τὰ ὄντα, καὶ πάντα ἐν πάντα
ὥσπερ γένος εἴδη καὶ ὥσπερ ὅλον μέρη. καὶ αἱ τῶν σπερμάτων δὲ
δυνάμεις εἰκόνα φέρουσι τοῦ λεγομένου: ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα
πάντα, καὶ οἱ λόγοι ὥσπερ ἐν ἑνὶ κέντρῳ: καὶ ἔστιν ἄλλος ὀφθαλμοῦ,
ἄλλος δὲ χειρῶν λόγος ʽτὂ ἕτερος εἶναι παρὰ τοῦ γενομένου ὑπ’ αὐτοῦ
αἰσθητοῦ γνωσθείς. αἱ μὲν οὖν ἐν τοῖς σπέρμασι δυνάμεις ἑκάστη αὐτῶν
λόγος εἷς ὅλος μετὰ τῶν ἐν αὐτῷ ἐμπεριεχομένων μερῶν, ὧν
τὸ μὲν σωματικὸν ὕλην ἔχει, οἷον ὅσον ὑγρόν, αὐτὸς δὲ εἶδός ἐστι τὸ
ὅλον καὶ λόγος ὁ αὐτὸς ὢν ψυχῆς εἴδει τῷ γεννῶντι, ἥ ἐστιν ἴνδαλμα
ψυχῆς ἄλλης κρείττονος. φύσιν δέ τινες λέγουσιν αὐτὴν τὴν ἐν τοῖς
σπέρμασιν, ἣ ἐκεῖθεν ὁρμηθεῖσα ἀπὸ τῶν πρὸ αὐτῆς, ὥσπερ ἐκ πυρὸς
φῶς, ἔτρεψέ τε καὶ ἐμόρφωσε τὴν ὕλην οὐκ ὠθοῦσα οὐδὲ ταῖς
πολυθρυλήτοις μοχλείαις χρωμένη, δοῦσα δὲ τῶν λόγων.
αἱ δὲ ἐπιστῆμαι ἐν ψυχῇ λογικῇ οὖσαι αἱ μὲν τῶν αἰσθητῶν — εἰ δεῖ
ἐπιστήμας τούτων λέγειν, πρέπει δὲ αὐταῖς τὸ τῆς δόξης ὄνομα —
ὕστεραι τῶν πραγμάτων οὖσαι εἰκόνες εἰσὶ τούτων: αἱ δὲ τῶν νοητῶν,
αἳ δὴ καὶ ὄντως ἐπιστῆμαι, παρὰ νοῦ εἰς λογικὴν ψυχὴν ἐλθοῦσαι
αἰσθητὸν μὲν οὐδὲν νοοῦσι: καθόσον δέ εἰσιν ἐπιστῆμαι, εἰσὶν αὐτὰ
ἕκαστα ἃ νοοῦσι, καὶ ἔνδοθεν τό τε νοητὸν τήν τε νόησιν ἔχουσιν, ὅτι
ὁ νοῦς ἔνδον, ὅς ἐστιν αὐτὰ τὰ πρῶτα, συνὼν αὑτῷ ἀεὶ καὶ ἐνέργεια
ὑπάρχων καὶ οὐκ ἐπιβάλλων ὡς οὐκ ἔχων ἢ
εἰ οὖν ἡ νόησις ἐνόντος, ἐκεῖνο τὸ εἶδος τὸ ἐνὸν καὶ ἡ ἰδέα αὕτη. τί
οὖν τοῦτο; νοῦς καὶ νοερὰ οὐσία, οὐχ ἑτέρα τοῦ. νοῦ ἑκάστη ἰδέα,
ἀλλ’ ἑκάστη νοῦς. καὶ ὅλος μὲν ὁ νοῦς τὰ πάντα εἴδη, ἕκαστον δὲ
εἶδος νοῦς ἕκαστος, ὡς ἡ ὅλη ἐπιστήμη τὰ πάντα θεωρήματα, ἕκαστον δὲ
μέρος τῆς ὅλης οὐχ ὡς διακεκριμένον τόπῳ, ἔχον δὲ δύναμιν ἕκαστον ἐν
τῷ ὅλῳ. ἔστι μὲν οὖν οὗτος ὁ νοῦς ἐν αὑτῷ καὶ ἔχων ἑαυτὸν ἐν ἡσυχίᾳ
κόρος ἀεί. εἰ μὲν οὖν προεπενοεῖτο ὁ νοῦς πρότερος τοῦ ὄντος, ἔδει
τὸν νοῦν λέγειν ἐνεργήσαντα καὶ νοήσαντα ἀποτελέσαι καὶ γεννῆσαι τὰ
ὄντα: ἐπεὶ δὲ τὸ ὂν τοῦ νοῦ προεπινοεῖν ἀνάγκη, ἐγκεῖσθαι δεῖ
τίθεσθαι ἐν τῷ νοοῦντι τὰ ὄντα, τὴν δὲ ἐνέργειαν καὶ τὴν νόησιν ἐπὶ
τοῖς οὖσιν, οἷον ἐπὶ πυρὶ ἤδη τὴν τοῦ πυρὸς ἐνέργειαν, ἵν’ ἓν ὄντα
τὸν νοῦν ἐφ̓ ἑαυτοῖς ἔχῃ ἐνέργειαν αὑτῶν. ἔστι δὲ καὶ τὸ ὂν
ἐνέργεια: μία οὖν ἀμφοῖν ἐνέργεια, μᾶλλον δὲ τὰ ἄμφω ἕν. μία μὲν οὖν
φύσις τό τε ὂν ὅ τε νοῦς: διὸ καὶ τὰ ὄντα καὶ ἡ τοῦ ὄντος ἐνέργεια
καὶ ὁ νοῦς ὁ τοιοῦτος: καὶ αἱ οὕτω νοήσεις τὸ εἶδος καὶ ἡ μορφὴ τοῦ
ὄντος καὶ ἡ ἐνέργεια. ἐπινοεῖταί γε μὴν μεριζομένων ὑφ̓ ἡμῶν θάτερα
πρὸ τῶν
τίνα οὖν ἐστι τὰ ἐν ἑνὶ νῷ, ἃ νοοῦντες μερίζομεν ἡμεῖς; δεῖ γὰρ αὐτὰ ἠρεμοῦντα προφέρειν, οἷον ἐξ ἐπιστήμης ἐν ἑνὶ οὔσης ἐπιθεωρεῖν τὰ ἐνόντα. κόσμου δὴ τοῦδε ὄντος ζῴου περιεκτικοῦ ζῴων ἁπάντων καὶ παῤ ἄλλου ἔχοντος τὸ εἶναι καὶ τοιῷδε εἶναι, παῤ οὗ δέ ἐστιν εἰς νοῦν ἀναγομένου, ἀναγκαῖον καὶ ἐν νῷ τὸ ἀρχέτυπον πᾶν εἶναι, καὶ κόσμον νοητὸν τοῦτον τὸν νοῦν εἶναι, ὅν φησιν ὁ Πλάτων ἐν Τιμαίῳ ὃ ἔστι ζῷον. ὡς γὰρ ὄντος λόγου ζῴου τινός, οὔσης δὲ καὶ ὕλης τῆς τὸν λόγον τὸν σπερματικὸν δεξαμένης, ἀνάγκη ζῷον γενέσθαι, τὸν αὐτὸν τρόπον καὶ φύσεως νοερᾶς καὶ παντοδυνάμου οὔσης καὶ οὐδενὸς διείργοντος, μηδενὸς ὄντος μεταξὺ τούτου καὶ τοῦ δέξασθαι δυναμένου, ἀνάγκη τὸ μὲν κοσμηθῆναι, τὸ δὲ κοσμῆσαι. καὶ τὸ μὲν κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ἀλλαχοῦ ἄνθρωπον καὶ ἀλλαχοῦ ἥλιον: τὸ δὲ ἐν ἑνὶ πάντα.
ὅσα μὲν οὖν ὡς εἴδη ἐν τῷ αἰσθητῷ ἐστι, ταῦτα ἐκεῖθεν: ὅσα δὲ μή, οὔ.
διὸ τῶν παρὰ φύσιν οὐκ ἔστιν ἐκεῖ οὐδέν, ὥσπερ οὐδὲ τῶν παρὰ τέχνην
ἐστὶν ἐν ταῖς τέχναις, οὐδὲ ἐν τοῖς σπέρμασι χωλεία. ποδῶν δὲ χωλεία
ἡ μὲν ἤδη ἐν τῇ γενέσει οὐ κρατήσαντος λόγου, ἡ δὲ ἐκ
τύχης λύμη τοῦ εἴδους. καὶ ποιότητες δὴ σύμφωνοι καὶ ποσότητες,
ἀριθμοί τε καὶ μεγέθη, γενέσεις τε καὶ σχέσεις, ποιήσεις τε καὶ
πείσεις αἱ κατὰ φύσιν, κινήσεις τε καὶ στάσεις καθόλου τε καὶ ἐν
μέρει τῶν ἐκεῖ: ἀντὶ δὲ χρόνου αἰών: ὁ δὲ τόπος ἐκεῖ νοερῶς τὸ ἄλλο
ἐν ἄλλῳ. ἐκεῖ μὲν περὶ κακοῦ γὰρ οὐδενός: τὸ γὰρ κακὸν
ἐνταῦθα ἐξ ἐνδείας καὶ στερήσεως καὶ ἐλλείψεως,
τῶν δὴ τεχνῶν ὅσαι μιμητικαί, γραφικὴ μὲν καὶ ἀνδριαντοποιία, ὄρχησίς
τε καὶ χειρονομία, ἐνταῦθά που τὴν σύστασιν λαβοῦσαι καὶ αἰσθητῷ
προσχρώμεναι παραδείγματι καὶ μιμούμεναι εἴδη τε καὶ κινήσεις τάς τε
συμμετρίας ἃς ὁρῶσι μετατιθεῖσαι οὐκ ἂν εἰκότως ἐκεῖ ἀνάγοιντο, εἰ
μὴ τῷ ἀνθρώπου λόγῳ. εἰ δέ τις ἕξις ἐκ τῆς περὶ τὰ ζῷα συμμετρίας
ὅλων ζῴων ἐπισκοποῖτο, μόριον ἂν εἴη δυνάμεως τῆς κἀκεῖ ἐπισκοπούσης
καὶ θεωρούσης τὴν ἐν τῷ νοητῷ περὶ πάντα συμμετρίαν. καὶ μὴν καὶ
μουσικὴ πᾶσα περὶ ἁρμονίαν ἔχουσα καὶ ῥυθμὸν τὰ νοήματα, τὸν αὐτὸν
τρόπον ἂν εἴη, ὥσπερ καὶ ἡ περὶ τὸν νοητὸν ῥυθμὸν ἔχουσα. ὅσαι δὲ
ποιητικαὶ αἰσθητῶν τῶν κατὰ τέχνην, οἷον οἰκοδομικὴ καὶ τεκτονική,
καθ̓ ὅσον συμμετρίαις προσχρῶνται, ἀρχὰς ἂν ἐκεῖθεν ἔχοιεν καὶ τῶν
ἐκεῖ φρονήσεων: τῷ δὲ αἰσθητῷ ταῦτα συγκερασάμεναι τὸ ὅλον οὐκ ἂν
εἶεν ἐκεῖ ἢ ἐν τῷ ἀνθρώπῳ. οὐ μὴν οὐδὲ γεωργία συλλαμβάνουσα αἰσθητῷ
φυτῷ, ἰατρική τε τὴν ἐνταῦθα ὑγίειαν
εἰ δὲ ἀνθρώπου ἐκεῖ, καὶ λογικοῦ ἐκεῖ καὶ τεχνικοῦ, καὶ αἱ τέχναι νοῦ
γεννήματα οὖσαι. χρὴ δὲ καὶ τῶν καθόλου λέγειν τὰ εἴδη εἶναι, οὐ
Σωκράτους, ἀλλ’ ἀνθρώπου. ἐπισκεπτέον δὲ περὶ οὖν καὶ σιμότητα διαφορὰς ἐν εἴδει θετέον ἀνθρώπου,
ὥσπερ ζῴου διαφοραί εἰσιν: ἥκειν δὲ καὶ παρὰ τῆς ὕλης τὸ τὸν μὲν
τοιάνδε γρυπότητα, τὸν δὲ τοιάνδε ἔχειν: καὶ χρωμάτων
διαφορὰς τὰς μὲν ἐν λόγῳ οὔσας, τὰς δὲ καὶ ὕλην καὶ τόπον διάφορον
ὄντα ποιεῖν.
λοιπὸν δὲ εἰπεῖν, εἰ μόνα τὰ ἐν αἰσθητῷ ἐκεῖ, ἢ καί, ὥσπερ ἀνθρώπου ὁ
αὐτοάνθρωπος ἕτερος, οὕτω καὶ ψυχῆς αὐτοψυχὴ ἑτέρα ἐκεῖ καὶ νοῦ
αὐτονοῦς. λεκτέον δὴ πρῶτον μέν, ὅτι οὐ πάντα δεῖ, ὅσα ἐνταῦθα,
εἴδωλα νομίζειν ἀρχετύπων, οὐδὲ ψυχὴν εἴδωλον εἶναι αὐτοψυχῆς,
τιμιότητι δὲ ἄλλην ἄλλης διαφέρειν καὶ εἶναι καὶ ἐνταῦθα, ἴσως δὲ
οὐχ ὡς ἐνταῦθα, αὐτοψυχήν. εἶναι δὲ ψυχῆς ὄντως οὔσης ἑκάστης καὶ
δικαιοσύνην
τὴν οὖν τὰ πάντα περιλαβοῦσαν ἐν τῷ νοητῷ φύσιν ταύτην ἀρχὴν θετέον.
καὶ πῶς, τῆς μὲν ἀρχῆς τῆς ὄντως ἑνὸς καὶ ἁπλοῦ πάντη οὔσης, πλήθους
δὲ ἐν τοῖς οὖσιν ὄντος; πῶς δὲ παρὰ τὸ ἓν τὸ πλῆθος, καὶ
πῶς τὰ πάντα ταῦτα, καὶ διὰ τί νοῦς ταῦτα καὶ πόθεν, λεκτέον ἀπ’
ἄλλης ἀρχῆς ἀρχομένοις. περὶ δὲ τῶν ἐκ σήψεως καὶ εἶναι
ἄλλην καθόλου, καὶ τῆς καθόλου αὐτοψυχήν, ἤτοι τὴν ζωὴν τὴν ἐν νῷ
πρὶν γενέσθαι ψυχήν, ἵνα καὶ γένηται αὐτοψυχὴν ἐκείνην λέγειν.
Περὶ τῶν ὄντων πόσα καὶ τίνα ἐζήτησαν οἱ μὲν ἕν, οἱ δὲ ὡρισμένα, οἱ δὲ ἄπειρα
εἰπόντες, καὶ τούτων ἕκαστοι οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο εἰπόντες τὸ ἕν,
οἱ δὲ τὰ πεπερασμένα καὶ αὐτὰ ἄπειρα εἰπόντες: καὶ τοῖς μετ’ αὐτοὺς
ἐξετασθεῖσαι αὗται αἱ δόξαι ἱκανῶς ἀφετέαι ἡμῖν. ὅσα δὲ ἐξετάσαντες
τὰ ἐκείνων ἔθεντο ἐν γένεσιν ὡρισμένοις καὶ αὐτοί, περὶ τούτων
ἐπισκεπτέον, οἳ οὔτε ἓν θέμενοι, ὅτι πολλὰ καὶ ἐν τοῖς νοητοῖς
ἑώρων, οὔτε ἄπειρα, ὅτι μήτε οἷόν τε, μήτ̓ ἐπιστήμη ἂν γένοιτο, τά
τε πεπερασμένα εἰς ἀριθμόν, ὅτι τὰ ὑποκείμενα οὐκ ὀρθῶς οἷον
στοιχεῖα, γένη τινὰ αὐτῶν εἰρήκασιν, οἱ μὲν δέκα, οἱ δὲ ἐλάττω: εἶεν
δ’ ἄν τινες οἱ πλείω τούτων. ἔστι δὲ καὶ ἐν τοῖς γένεσι διαφορά: οἱ
μὲν γὰρ τὰ γένη ἀρχάς, οἱ δὲ αὐτὰ τὰ ὄντα τῷ γένει τοσαῦτα. πρῶτον
τοίνυν τὴν διαιρουμένην εἰς δέκα τὰ ὄντα ληπτέον ἀνασκοποῦντας,
πότερα δέκα γένη δεῖ νομίζειν αὐτοὺς λέγειν κοινοῦ ὀνόματος τυχόντα
τοῦ ὄντος, ἢ κατηγορίας δέκα. ὅτι γὰρ οὐ συνώνυμον τὸ ὂν ἐν ἅπασι,
λέγουσι καὶ ὀρθῶς λέγουσι: μᾶλλον δὲ ἐκεῖνο πρῶτον ἐρωτητέον, πότερα
ὁμοίως ἕν τε τοῖς νοητοῖς ἕν τε τοῖς
πάλιν οὖν ἆρα γένη νομιστέον εἶναι; καὶ πῶς ἓν γένος ἡ οὐσία; ἀπὸ γὰρ
ταύτης πάντως ἀρκτέον. ὅτι μὲν οὖν ἓν ἐπί τε τῆς νοητῆς
ἐπί τε τῆς αἰσθητῆς κοινὸν εἶναι ἀδύνατον τὸ τῆς οὐσίας, εἴρηται.
καὶ προσέτι ἄλλο τι ἔσται πρό τε τῆς νοητῆς καὶ πρὸ τῆς αἰσθητῆς,
ἄλλο τι ὂν κατηγορούμενον κατ’ ἀμφοῖν, ὃ οὔτε σῶμα οὔτε ἀσώματον ἂν
εἴη: ἔσναι γὰρ ἢ τὸ σῶμα ἀσώματον, ἢ τὸ ἀσώματον σῶμα. οὐ μὴν ἀλλὰ
ἐπ’ αὐτῶν τῶν τῇδε οὐσιῶν ζητητέον, τί κοινὸν ἐπὶ τῆς ὕλης καὶ τοῦ
εἴδους καὶ τοῦ ἐξ ἀμφοῖν. πάντα γὰρ ταῦτα οὐσίας λέγουσιν εἶναι, καὶ
οὐ τὸ ἴσον εἰς οὐσίαν ἔχειν, ὅταν μᾶλλον λέγηται τὸ εἶδος οὐσία ἢ ἡ
ὕλη: καὶ ὀρθῶς: οἱ δ’ ἂν εἴποιεν τὴν ὕλην μᾶλλον. αἱ δὲ πρῶται
λεγόμεναι οὐσίαι πρὸς τὰς δευτέρας τί ἂν ἔχοιεν κοινόν; ὁπότε παρὰ
τῶν προτέρων ἔχουσιν αἱ δεύτεραι τὸ οὐσίαι λέγεσθαι ὅλως δὲ τί ἐστιν
ἡ οὐσία εἰπεῖν οὐκ ἔστιν: οὐδὲ γάρ, εἰ τὸ ἴδιόν τις ἀποδοίη, ἤδη
ἔχει τὸ τί ἐστι,
ἀλλ’ ἆρα μίαν τινὰ κατηγορίαν λεκτέον ὁμοῦ συλλαβοῦσι τὴν νοητὴν
οὐσίαν, τὴν ὕλην, τὸ εἶδος, τὸ ἐξ ἀμφοῖν; οἷον εἴ τις τὸ τῶν
Ἡρακλειδῶν γένος ἕν τι λέγοι, οὐχ ὡς κοινὸν κατὰ πάντων, ἀλλ’ ὡς ἀφ̓
ἑνός: πρώτως γὰρ καὶ οὐσία ἐκείνη, δευτέρως δὲ καὶ ἧττον τὰ ἄλλα.
ἀλλὰ τί κωλύει μίαν κατηγορίαν τὰ πάντα εἶναι; καὶ γὰρ τὰ ἄλλα πάντα
ἀπὸ τῆς οὐσίας τὰ λεγόμενα εἶναι. ἢ ἐκεῖνα μὲν πάθη, αἱ δ’ οὐσίαι
ἐφεξῆς ἄλλως. ἀλλὰ γὰρ καὶ οὕτως οὔπω ἔχομεν ἐπερείσασθαι τῇ
ἀριθμὸν δὴ πρῶτον ποσὸν λέγουσι καὶ τὸ συνεχὲς ἅπαν μέγεθος καὶ τόπον
καὶ χρόνον, τὰ δ’ ἄλλα εἰς ταῦτα ἀναφέρουσιν, ὅσα ποσὰ λέγουσι, οἷον δίπηχυ ἢ τρίπηχυ: ἐπεὶ καὶ τὸ σῶμα τὸ φυσικὸν
μετρηθὲν γίνεται ποσόν τι, καὶ ὁ τόπος κατὰ συμβεβηκός, οὐχ ᾗ τόπος.
δεῖ δὲ μὴ τὸ κατὰ συμβεβηκὸς ποσὸν λαμβάνειν, ἀλλὰ τὸ καθ̓ αὑτό,
οἷον ποσότητα: ἐπεὶ οὐδὲ τοὺς τρεῖς βοῦς ποσόν, ἀλλὰ τὸν ἐπ’ αὐτοῖς
ἀριθμόν: βόες γὰρ τρεῖς δύο κατηγορίαι ἤδη. οὕτως οὖν καὶ γραμμὴ
τοσήδε δύο κατηγορίαι, καὶ ἐπιφάνεια τοσήδε δύο, καὶ ἡ
ὁ δὲ λόγος καὶ ὁ χρόνος καὶ ἡ κίνησις πῶς; φωνὴ ὢν τοσόσδε ἐστίν, ᾗ δὲ λόγος, οὐ
ποσόν: σημαντικὸν γάρ, ὥσπερ τὸ ὄνομα καὶ τὸ ῥῆμα. ὕλη δ’ αὐτοῦ ὁ
ἀήρ, ὥσπερ καὶ τούτων: καὶ γὰρ σύγκειται ἐξ αὐτῶν: ἡ δὲ πληγὴ μᾶλλον
λόγος, καὶ οὐχ ἡ πληγὴ ἁπλῶς, ἀλλ’ ἡ τύπωσις ἡ γιγνομένη, ὥσπερ
μορφοῦσα: μᾶλλον οὖν ποίησις καὶ ποίησις σημαντική. τὴν δὲ κίνησιν
ταύτην καὶ τὴν πληγὴν ποίησιν μᾶλλον ἂν εὐλόγως τις θεῖτο, τὴν δὲ
ἀντικειμένως πάθος, ἢ ἑκάστην ἄλλου μὲν ποίησιν, ἄλλου δὲ πάθος, ἢ
ποίησιν εἰς τὸ ὑποκείμενον, πάθημα δ’ ἐν τῷ ὑποκειμένῳ. εἰ δὲ μὴ
κατὰ τὴν πληγὴν ἡ φωνή, ἀλλὰ κατὰ τὸν ἀέρα, δύο ἂν εἴη καὶ οὐ μία ἡ
κατηγορία ἐκ τῆς σημαντικῆς εἰς συσσημαντικὸν ἐκείνης τῆς
κατηγορίας. ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε
τὸ μετροῦν ληπτέον: ἢ γὰρ ψυχὴ ἢ τὸ νῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον,
κατὰ μὲν τὸ τοσόσδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι
τὸ χρόνος εἶναι φύσις τις ἄλλη: τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε
ἐστίν. οὐ γὰρ δὴ ποσότης ὁ χρόνος: ἡ δὲ ποσότης οὐκ ἐφαπτομένη ἄλλου
αὐτὸ τοῦτο ἂν εἴη τὸ κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ
ποσοῦ ποσὰ θεῖτο, καὶ ἡ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν. τὸ δὲ ἴσον
καὶ ἄνισον ἴδιον εἶναι τοῦ ποσοῦ ἐπ’ αὐτοῦ ληπτέον, οὐ τῶν
μετεχόντων, ἀλλ’ ἢ κατὰ συμβεβηκός, οὐχ ᾗ αὐτὰ ἐκεῖνα, ὥσπερ ὁ
τρίπηχυς ποσός, συνῃρημένος καὶ οὗτος οὐκ εἰς γένος ἕν, ἀλλ’ ὑφ̓ ἓν
καὶ μίαν κατηγορίαν.
τὸ δὲ πρός τι οὕτως ἐπισκεπτέον, εἴ τις κοινότης γενικὴ ἐν αὐτῷ
ὑπάρχει ἢ ἄλλον τρόπον εἰς ἓν καὶ μάλιστα ἐπὶ τούτου, εἰ ὑπόστασίς
τις ἡ σχέσις ἐστὶν αὕτη, ὥσπερ ὁ δεξιὸς καὶ ὁ ἀριστερὸς
εἰ μὲν οὖν οὐδὲν λέγομεν, ἀλλὰ λέγοντες ψευδόμεθα, οὐδὲν ἂν εἴη
τούτων, ἀλλὰ κενὸν ἡ σχέσις: εἰ δ’ ἀληθεύομεν λέγοντες ʽπρότερος ὅδε
τοῦδε καὶ ὕστεροσ̓ χρόνους δύο παραβάλλοντες, ἕτερον παρὰ τὰ
ὑποκείμενα αὐτῶν λέγοντες τὸ πρότερον, καὶ ἐπὶ δεξιοῦ καὶ ἐπὶ
ἀριστεροῦ ὡσαύτως καὶ ἐπὶ μεγεθῶν παρὰ τὸ ποσὸν αὐτῶν τὴν σχέσιν,
καθὸ τὸ μὲν ὑπερβάλλει, τὸ δ’ ὑπερβάλλεται; εἰ δὲ καὶ μὴ λεγόντων
ἡμῶν μηδὲ νοούντων ἔστιν οὕτως, ὥστε διπλάσιον εἶναι τόδε τοῦδε, καὶ
ἔχει, τὸ δ’ ἔχεται, καὶ πρὶν ἡμᾶς ἐπιστῆσαι,
ἀλλὰ ταῦτα μὲν παρεξέβημεν: ἐκεῖθεν δὲ ζητητέον τὸ διὰ τί ἐπὶ τούτων
οὐχ ὁμοίως; ἀλλὰ τὸ εἶναι τοῦτο τὸ παῤ ἀλλήλων τίνα ἔχει κοινὴν τὴν
ὑπόστασιν εἰπάτωσαν. σῶμα μὲν οὖν τι τοῦτο τὸ κοινὸν οὐκ ἂν εἴη.
λείπεται δή, εἴπερ ἔστιν,
χρὴ οὖν ἐπὶ μὲν τῶν πρόσθεν εἰρημένων, οἷον ποιοῦντος, ἐπιστήμης,
ἐνεργῆ τὴν σχέσιν καὶ τὴν ἐνέργειαν καὶ τὸν ἐπὶ τῇ ἐνεργείᾳ λόγον
τίθεσθαι, ἐπὶ δὲ τῶν ἄλλων εἴδους καὶ λόγου μετάληψιν εἶναι. καὶ
γάρ, εἰ μὲν σώματα ἔδει τὰ ὄντα εἶναι, οὐδὲν ἔδει λέγειν εἶναι
ταύτας τὰς τοῦ πρός τι λεγομένας σχέσεις: εἰ δὲ καὶ ἀσωμάτοις
δίδομεν τὴν κυρίαν χώραν καὶ τοῖς λόγοις, λόγους λέγοντες τὰς
σχέσεις καὶ εἰδῶν μεταλήψεις αἰτίας: τοῦ γὰρ διπλάσιον εἶναι τὸ
διπλάσιον αὐτὸ αἴτιον, τῷ δὲ τὸ ἥμισυ: καὶ τὰ μὲν τῷ αὐτῷ εἴδει, τὰ
δὲ τοῖς ἐν τῷ δὲ τὸ ἧττον, μεταλήψει εἴδους τοῦ οὐ κρατοῦντος
ὁ ἧττον αἰσχρός, ὁ δὲ μᾶλλον ἔτι μᾶλλον οὐ κρατοῦντος: ἢ τῇ
στερήσει, εἴ τις βούλοιτο τὴν παραβολὴν ἔχειν, οἷον εἴδους αὐτοῖς
ὄντος. αἴσθησις δὲ εἶδός τι ἐξ ἀμφοῖν, καὶ γνῶσις ὡσαύτως ἐξ ἀμφοῖν
τι εἶδος: ἡ δὲ ἕξις πρὸς τὸ ἐχόμενον ἐνέργειά τις οἷον συνέχουσα,
ὥσπερ ποίησίς τις: ἡ δὲ μέτρησις τοῦ μετροῦντος ἐνέργεια πρὸς τὸ
μετρούμενον λόγος τις. εἰ μὲν οὖν ὡς εἶδος γενικῶς τὴν τοῦ πρός τι
σχέσιν ὡς ἕν τις θήσεται, γένος ἓν καὶ ὑπόστασις ὡς λόγος τις
πανταχοῦ: εἰ δὲ οἱ λόγοι καὶ ἀντικείμενοι καὶ διαφορὰς ἔχοντες τὰς
εἰρημένας, τάχα οὐκ ἂν ἓν γένος εἴη, ἀλλ’ εἰς ὁμοιότητά τινα πάντα
ἀνάγεται καὶ κατηγορίαν μίαν. ἀλλ’ εἰ καὶ εἰς ἓν δύναιτο ἀνάγεσθαι
τὰ εἰρημένα, ἀλλ’ εἰς γένος ἓν ἀδύνατον τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν
αὐτοῖς τεθέντα. καὶ γὰρ τὰς ἀποφάσεις αὐτῶν εἰς ἓν ἀνάγουσι, καὶ τὰ
παρονομαζόμενα ἀπ’ αὐτῶν, οἷον διπλάσιον καὶ οὐ διπλάσιον
καὶ τὸ διπλάσιον καὶ ὁ διπλασμός. πῶς ἂν οὖν ὑφ̓ ἓν γένος αὐτό τι
καὶ ἡ ἀπόφασις, διπλάσιον καὶ οὐ διπλάσιον, καὶ πρός τι καὶ οὐ πρός
τι; ὥσπερ ἂν εἰ ζῷόν τις γένος θεὶς καὶ τὸ οὐ ζῷον ἐκεῖ τιθείη.
τὴν δὲ ποιότητα, ἀφ̓ ἧς ὁ λεγόμενος ποιός, δεῖ λαμβάνειν πρῶτον τίς
οὖσα τοὺς λεγομένους ποιοὺς παρέχεται, καὶ εἰ μία καὶ ἡ αὐτὴ κατὰ τὸ
κοινὸν ταῖς διαφοραῖς τὰ εἴδη παρέχεται: ἤ, εἰ πολλαχῶς αἱ
ποιότητες, οὐχ ἓν ἂν εἴη γένος. τί οὖν τὸ κοινὸν ἐπί τε ἕξεως καὶ
διαθέσεως καὶ παθητικῆς ποιότητος καὶ σχήματος καὶ μορφῆς; καὶ
λεπτόν, παχύ, ἰσχνόν; εἰ μὲν γὰρ τὸ κοινὸν δύναμιν ἐροῦμεν, ἣ
ἐφαρμόττει καὶ ταῖς ἕξεσι καὶ ταῖς διαθέσεσι καὶ ταῖς φυσικαῖς
δυνάμεσιν, ἀφ̓ ἧς τὸ ἔχον δύναται ἃ δύναται, οὐκέτι αἱ ἀδυναμίαι
ἁρμόσουσιν. ἔπειτα τὸ σχῆμα καὶ ἡ μορφὴ ἡ περὶ ἕκαστον πῶς δύναμις;
εἶτα καὶ τὸ ὂν ᾗ ὂν δύναμιν οὐδεμίαν ἕξει, ἀλλ’ ὅταν αὐτῷ προσέλθῃ
τὸ κατὰ
τὸ κοινὸν εἶεν ἂν λόγοι τινὲς καὶ οἷον μορφαί, περί τε ψυχὴν κάλλη
καὶ πῶς; ἢ ὅτι καὶ κατὰ ταύτας
ποιοὶ λέγονται. ἀλλὰ τί κωλύει λεγομένους ποιοὺς ὁμωνύμως λέγεσθαι
καὶ μὴ καθ̓ ἕνα λόγον, καὶ μὴ μόνον τετραχῶς, ἀλλὰ καὶ καθ̓ ἕκαστον
τῶν τεττάρων τοὐλάχιστον διχῶς; ἢ πρῶτον μὲν οὐ κατὰ τὸ ποιῆσαι ἢ
παθεῖν ἡ ποιότης, ὥστε ἄλλως μὲν τὸ δυνάμενον ποιεῖν, ἄλλως δὲ τὸ
πάσχον, ἀλλὰ κατὰ τὴν ὑγίειαν καὶ τὴν διάθεσιν καὶ τὴν ἕξιν ποιὸν
καὶ τὴν νόσον ὡσαύτως καὶ τὴν ἰσχὺν καὶ τὴν ἀσθένειαν. ἀλλ’ εἰ
τοῦτο, οὐκέτι κοινὸν ἡ δύναμις, ἀλλὰ ἄλλο τι δεῖ τὸ κοινὸν ζητεῖν:
οὐδ’ αὖ λόγους πάσας: πῶς γὰρ ἡ νόσος ἡ ἐν ἕξει λόγος; ἀλλ’ ἆρα τὰς
μὲν ἐν εἴδεσι καὶ δυνάμεσι ποιότητας, ταύτας δὲ στερήσεις; ὥστε μὴ
ἓν γένος, ἀλλὰ εἰς ἓν ὡς μίαν κατηγορίαν, οἷον ἐπιστήμην μὲν εἶδος
καὶ δύναμιν, ἀνεπιστημοσύνην δὲ στέρησιν καὶ ἀδυναμίαν. ἢ μορφή τις
καὶ ἡ ἀδυναμία καὶ ἡ νόσος, καὶ δύναται δὲ καὶ ποιεῖ πολλά, ἀλλὰ
φαύλως, καὶ ἡ νόσος καὶ ἡ κακία. ἢ ἔκπτωσις τοῦ σκοποῦ οὖσα πῶς
δύναμις; ἢ τὸ αὑτῆς ἑκάστη πράττει οὐ πρὸς τὸ ὀρθὸν βλέπουσα: οὐ γὰρ
ἂν ἐποίησέ τι, ὃ μὴ δύναται. καὶ τὸ κάλλος δὲ δύναμιν ἔχει τινός. ἆῤ
οὖν καὶ τὸ τρίγωνον; ἢ ὅλως οὐδὲ πρὸς δύναμιν δεῖ βλέπειν, ἀλλὰ
μᾶλλον πρὸς ὃ διάκειται: ὥστε κατὰ τὰς οἷον μορφὰς καὶ χαρακτῆρας,
καὶ κοινὸν ἡ μορφὴ καὶ τὸ εἶδος
ἀλλ’ εἰ ταῦτα οὕτως, διὰ τί πλείω εἴδη ποιότητος, καὶ ἕξεις καὶ
διαθέσεις ἄλλο; οὐ γὰρ διαφορὰ ποιότητος τὸ μόνιμον καὶ τὸ μή, ἀλλ’
ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν: προσθήκη
δ’ ἔξωθεν τὸ μένειν: εἰ μή τις λέγοι τὰς μὲν διαθέσεις μόνον ἀτελεῖς
οἷον μορφάς, τὰς δὲ ἕξεις τελείας. ἀλλ’ εἰ ἀτελεῖς, οὔπω ποιότητες:
εἰ δ’ ἤδη ποιότητες, προσθήκη τὸ μόνιμον. αἱ δὲ φυσικαὶ δυνάμεις πῶς
ἕτερον εἶδος; εἰ μὲν γὰρ κατὰ τὰς δυνάμεις ποιότητες, οὐκ ἐφαρμόττει
πάσαις τὸ τῆς δυνάμεως, ὡς εἴρηται: εἰ δὲ τῷ διακεῖσθαι τὸν φύσει
πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις προστεθεῖσα ποιεῖ, ἐπεὶ καὶ
ἐν ταῖς ἕξεσι δύναμις. ἔπειτα διὰ τί ὁ κατὰ δύναμιν τοῦ κατὰ
ἐπιστήμην διοίσει; ἤ, εἰ ποιοί,
ἀλλ’ εἰ μὴ οὕτω τις ἀξιώσειε τὸ ποιὸν διαιρεῖν, τίνι ἂν διέλοι;
ἐπισκεπτέον οὖν, εἰ δεῖ τὰς μὲν σώματος λέγοντα, τὰς δὲ ψυχῆς, τοῦ
δὲ σώματος μερίζειν κατὰ τὰς αἰσθήσεις, τὰς μὲν ὄψει λέγοντα, τὰς δ’
ἀκοῇ ἢ γεύσει, ἄλλας ὀσφρήσει ἢ ἁφῇ. τὰς δὲ τῆς ψυχῆς πῶς;
ἐπιθυμητικοῦ, θυμοειδοῦς, λογιστικοῦ. ἢ ταῖς διαφοραῖς τῶν
ἐνεργειῶν, αἳ γίνονται κατ’ αὐτάς, ὅτι γεννητικαὶ αὗται τούτων. ἢ τῷ
ὠφελίμῳ καὶ
περὶ δὲ τοῦ ποτὲ ὧδε ἐπισκεπτέον: εἰ τὸ
ʽτ̔ὸ δὲ ποῦ οἷον ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ.ʼ ἡ μὲν οὖν
Ἀκαδημία καὶ τὸ Λύκειον πάντως τί διαφέρει τὸ
ὧδε τοῦ Ἀθήνησιν; ἀλλὰ τὸ ὧδε τὸ δεικτικὸν τόπον φήσουσι σημαίνειν:
ὥστε καὶ τὸ Ἀθήνησιν: ὥστε τοῦ τόπου τὸ Ἀθήνησιν. εἶτα, εἰ τὸ
Ἀθήνησι τοῦτ̓ ἔστι τὸ ἐν Ἀθήναις ἐστί, πρὸς τῷ τόπῳ καὶ τὸ ἔστι
προσκατηγορεῖται: δεῖ δὲ οὔ: ὥσπερ οὐδὲ τὸ ποιότης ἐστίν, ἀλλὰ τὸ
ποιότης μόνον. πρὸς δὲ τούτοις, εἰ δεῖ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν
τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην
κατηγορίαν ποιήσει; καὶ τὸ ἐν ὕλῃ ἄλλο, καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλο,
καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρεσι, καὶ γένος ἐν εἴδεσι καὶ
εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους αἱ κατηγορίαι ἔσονται.
ἐν δὲ τῷ ποιεῖν λεγομένῳ τάδ’ ἄν τις ἐπισκέψαιτο. λέγεται γάρ, ὡς,
ἐπεὶ μετὰ τὴν οὐσίαν τὰ περὶ τὴν οὐσίαν ἦν ποσότης καὶ ἀριθμός, τὸ
ποσὸν γένος ἕτερον ἦν καὶ ποιότητος οὔσης περὶ αὐτὴν ἄλλο γένος τὸ
ποιόν, οὕτω καὶ ποιήσεως οὔσης ἄλλο γένος τὸ ποιεῖν. ἆῤ οὖν τὸ
ποιεῖν ἢ ἡ ποίησις, ἀφ̓ ἧς τὸ ποιεῖν, ὥσπερ καὶ ποιότης, ἀφ̓ ἧς τὸ
ποιόν; ἢ ἐνταῦθα ποίησις, ποιεῖν, ποιῶν
εἰ δέ τις λέγοι τὴν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι, οὐδὲν ἐκώλυε τὴν
μὲν ἐνέργειαν προτάττειν, εἶδος δὲ τὴν κίνησιν ὡς ἀτελῆ οὖσαν
ὑποβάλλειν, κατηγοροῦντά γε αὐτῆς τὴν ἐνέργειαν, προστιθέντα δὲ τὸ
ἀτελές. τὸ γὰρ ἀτελὲς λέγεται περὶ αὐτῆς, οὐχ ὅτι οὐδὲ ἐνέργεια,
ἀλλὰ ἐνέργεια μὲν πάντως, ἔχει δὲ καὶ τὸ πάλιν: καὶ τὸ πάλιν, οὐχ
ἵνα ἀφίκηται εἰς ἐνέργειαν: ἔστι γὰρ ἤδη: ἀλλ’ ἵνα ἐργάσηταί τι, ὃ
ἕτερόν ἐστι μετ’ αὐτήν: καὶ οὐκ αὐτὴ τελειοῦται τότε, ἀλλὰ τὸ πρᾶγμα
οὗ ἐστοχάζετο: οἷον βάδισις ἐξ ἀρχῆς βάδισις ἦν. εἰ δὲ ἔδει στάδιον
διανύσαι, οὔπω δὲ ἦν διανύσας, τὸ ἐλλεῖπον οὐ τῆς βαδίσεως οὐδὲ τῆς
κινήσεως ἦν, ἀλλὰ τῆς ποσῆς βαδίσεως: βάδισις δὲ ἦν καὶ ὁποσηοῦν καὶ
κίνησις ἤδη: ὁ γοῦν κινούμενος ἤδη κεκίνηται, καὶ ὁ τέμνων ἤδη
ἔτεμε. καὶ ὡς ἡ λεγομένη ἐνέργεια οὐ δεῖται χρόνου, οὕτως οὐδ’ ἡ
κίνησις, ἀλλ’ ἡ εἰς τοσοῦτον κίνησις: καὶ εἰ ἐν ἀχρόνῳ ʽ??ʼ
ἐνέργεια, καὶ ἡ κίνησις ἡ ὅλως κίνησις. εἰ δ’ ὅτι τὸ συνεχὲς
προσλαβοῦσα πάντως ἐν χρόνῳ, καὶ ἡ ὅρασις μὴ διαλείπουσα τὸ ὁρᾶν ἐν
συνεχείᾳ
εἰ δέ τις λέγοι μήτε τὴν ἐνέργειαν μήτε τὴν κίνησιν γένους δεῖσθαι
καθ̓ αὑτά, ἀλλ’ εἰς τὸ πρός τι ἀνάγειν τῷ τὴν μὲν ἐνέργειαν
τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ
κίνησιν τοῦ δυνάμει κινητικοῦ, λεκτέον, ὡς τὰ μὲν
πρός τι αὐτὴ ἡ σχέσις ἐγέννα, ἀλλ’ οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι:
ὅταν δὲ ᾖ τις ὑπόστασις, κἂν ἑτέρου ᾖ κἂν πρὸς ἕτερον, τήν γε πρὸ
τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἡ ἐνέργεια καὶ ἡ κίνησις καὶ ἡ
ἕξις δὲ ἑτέρου οὖσα οὐκ ἀφῄρηται
ἐπισκεπτέον δέ, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσι, τὰς δὲ
κινήσεις, τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ
κινήσεις, οἷον τὸ τέμνειν: ἐν χρόνῳ γὰρ τὸ τέμνειν: ἢ πάσας κινήσεις
ἢ μετὰ κινήσεως, καὶ εἰ πάσας πρὸς τὸ πάσχειν τὰς ποιήσεις ἤ τινας
καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς
μὲν πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δὲ ἀπολύτους
ἐνεργείας, ἢ ἐν ἑκατέροις ἑκάτερον. τὸ γοῦν βαδίζειν ἀπολελυμένον ὂν
κίνησιν ἂν εἴποιεν, τὸ δὲ νοεῖν οὐκ ἔχον τὸ πάσχον καὶ αὐτὸ
ἐνέργειαν, οἶμαι: ἢ οὐδὲ ποιεῖν φατέον τὸ νοεῖν καὶ τὸ βαδίζειν.
ἀλλ’ εἰ μὴ ἐν τῷ ποιεῖν ταῦτα, ποῦ λεκτέον. τάχα δὲ τὸ νοεῖν πρὸς τὸ
νοητόν, ὥσπερ τὴν νόησιν: καὶ γὰρ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν.
ἀλλ’ εἰ κἀκεῖ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν, διὰ τί αὐτὸ τὸ
αἰσθάνεσθαι οὐκέτι πρὸς τὸ αἰσθητόν; καὶ ἡ αἴσθησις δὲ ἡ πρὸς ἕτερον
σχέσιν μὲν ἔχει πρὸς ἐκεῖνο, ἔχει δέ τι παρὰ τὴν σχέσιν, τὸ ἢ
ἐνέργεια ἢ πάθος εἶναι. εἰ οὖν τὸ πάθος παρὰ
ἐπισκεπτέον δέ, εἰ καί τινες ἐνέργειαι δόξουσιν ἀτελεῖς εἶναι μὴ
προσλαβοῦσαι χρόνον, ὥστε εἰς ταὐτὸν ταῖς κινήσεσιν ἐλθεῖν, οἷον τὸ
ζῆν καὶ ἡ ζωή. ἐν χρόνῳ γὰρ τελείῳ τὸ ζῆν ἑκάστου καὶ ἡ εὐδαιμονία
ἐνέργεια οὐκ ἐν ἀμερεῖ, ἀλλὰ οἷον ἀξιοῦσι καὶ τὴν κίνησιν εἶναι:
ὥστε κινήσεις ἄμφω λεκτέον καὶ ἕν τι τὴν κίνησιν καὶ γένος ἕν,
θεωροῦντας παρὰ τὸ ποσὸν τὸ ἐν τῇ οὐσίᾳ καὶ τὸ ποιὸν καὶ κίνησιν
οὖσαν περὶ αὐτήν: καί, εἰ βούλει, τὰς μὲν σωματικάς, τὰς δὲ ψυχικάς,
ἢ τὰς μὲν παῤ αὐτῶν, τὰς δὲ ὑπ’ ἄλλων εἰς αὐτά, ἢ τὰς μὲν ἐξ αὐτῶν,
τὰς δὲ ἐξ ἄλλων, καὶ τὰς μὲν ἐξ αὐτῶν ποιήσεις εἴτε εἰς ἄλλα εἴτε
ἀπολελυμένας, τὰς δὲ ἐξ ἄλλων πείσεις. καίτοι καὶ αἱ εἰς ἄλλα
κινήσεις αἱ αὐταὶ ταῖς ἐξ ἄλλων: ἡ γὰρ τμῆσις, ἥ τε παρὰ τοῦ
τέμνοντος ἥ τε ἐν τῷ τεμνομένῳ, μία, ἀλλὰ τὸ τέμνειν ἕτερον καὶ τὸ
τέμνεσθαι. τάχα δὲ οὐδὲ μία ἡ τμῆσις ἡ ἀπὸ τοῦ τέμνοντος καὶ ἡ ἐν τῷ
τεμνομένῳ, ἀλλ’ ἔστι τὸ τέμνειν τὸ ἐκ τῆς τοιᾶσδε ἐνεργείας καὶ
κινήσεως ἑτέραν ἐν τῷ τεμνομένῳ διάδοχον κίνησιν γίγνεσθαι. ἢ ἴσως
οὐ κατ’ αὐτὸ τὸ τέμνεσθαι τὸ διάφορον, ἀλλὰ κατ’ ἄλλο τὸ
ἐπιγιγνόμενον κίνημα, οἷον τὸ ἀλγεῖν: καὶ γὰρ τὸ πάσχειν ἐν τούτῳ.
τί οὖν, εἰ μή τι ἀλγεῖ; τί ἄλλο ἢ ἡ ἐνέργεια τοῦ ποιοῦντος ἐν τῷδε
οὖσα; οὕτω γὰρ καὶ τὸ οὕτω λεγόμενον ποιεῖν, καὶ διττὸν οὕτως εἶναι
τὸ ποιεῖν, τὸ μὲν μὴ ἐν
ἀλλ’ ἔστω μὴ ἀντίθετον: ὅμως δὲ ἕτερον ὂν τοῦ ποιεῖν οὐκ ἐν τῷ αὐτῷ
γένει τῇ ποιήσει. ἤ, εἰ κίνησις ἄμφω, ἔν τῷ αὐτῷ, οἷον ἀλλοίωσις τῷ εἰς ἄλλον δὲ πεῖσις ἡ αὐτὴ οὖσα. ἀλλὰ ἄλλην
φήσομεν; καὶ πῶς ἄλλο τι διατίθησι τὸν πάσχοντα ἀλλοιοῦσα καὶ ὁ
ποιῶν ἀπαθὴς ἐκείνου; πῶς γὰρ ἂν πάθοι ὃ ποιεῖ ἐν ἄλλῳ; ἆῤ οὖν τὸ ἐν
ἄλλῳ τὴν κίνησιν εἶναι ποιεῖ τὸ πάσχειν, ὃ ἦν οὐ πάσχειν κατὰ τὸν
ποιοῦντα; ἀλλ’ εἰ τὸ μὲν λευκαίνει ὁ λόγος ὁ τοῦ κύκνου, ὁ δὲ
λευκαίνεται ὁ γιγνόμενος κύκνος, πάσχειν φήσομεν ἰόντα εἰς οὐσίαν;
εἰ δὲ καὶ ὕστερον λευκαίνοιτο γενόμενος, καὶ εἰ τὸ μὲν αὔξοι, τὸ δὲ
αὔξοιτο, τὸ αὐξανόμενον πάσχειν; ἢ μόνον ἐν τῷ ποιῷ τὴν πεῖσιν; ἀλλ’
εἰ τὸ μὲν καλὸν ποιοῖ, τὸ δὲ καλλύνοιτο, τὸ καλλυνόμενον πάσχειν; εἰ
οὖν τὸ καλλῦνον χεῖρον γίγνοιτο ἢ καὶ ἀφανίζοιτο, οἷον ὁ καττίτερος,
τὸ δὲ βέλτιον γίγνοιτο, ὁ χαλκός, πάσχειν τὸν χαλκὸν φήσομεν, τὸν δὲ
ποιεῖν; τὸν δὲ μανθάνοντα πῶς πάσχειν τῆς τοῦ ποιοῦντος ἐνεργείας
εἰς αὐτὸν ἰούσης; ἢ πάθησις πῶς ἂν εἴη μία γε οὖσα; ἀλλ’ αὐτὴ μὲν οὐ
πάθησις, ὁ δὲ ἔχων πάσχων ἔσται, τοῦ πάσχειν τινὸς λαμβανομένου:
οὐδὲ γὰρ τῷ μὴ ἐνηργηκέναι αὐτόν: οὐ γὰρ τὸ μανθάνειν, ὥσπερ τὸ
πληγῆναι,
τίνι οὖν γνωριοῦμεν τὸ πάσχειν; οὐ γὰρ δὴ τῇ ἐνεργείᾳ τῇ παῤ ἄλλου,
εἰ ὁ τὴν ἐνέργειαν παραδεξάμενος αὑτοῦ ἐποιήσατο διαδεξάμενος. ἀλλ’
ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον; τί οὖν, εἰ κάλλιον γίγνοιτο,
ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; ἢ εἰ κατὰ κακίαν ἐνεργοῖ τις καὶ ἄρχοι
εἰς ἄλλον ἀκολάστως; ἢ οὐδὲν κωλύει ἐνέργειαν εἶναι φαύλην καὶ
πεῖσιν καλήν. τίνι οὖν διοριοῦμεν; ἆρα τῷ τὸ μὲν εἰς ἄλλον παῤ
αὑτοῦ, τὸ δὲ ἀφ̓ ἑτέρου ἐν ἄλλῳ; τί οὖν, εἰ ἐξ αὑτοῦ μέν, μὴ εἰς
ἄλλον δέ, οἷον τὸ νοεῖν, τὸ δοξάζειν; τὸ δὲ θερμανθῆναι παῤ αὑτοῦ
διανοηθέντος ἢ θυμωθέντος ἐκ δόξης μηδενὸς ἔξωθεν προσελθόντος. ἢ τὸ
μὲν ποιεῖν, εἴτε ἐν αὐτῷ εἴτε εἰς ἄλλο τι ὄν, κίνημα ἐξ αὑτοῦ. ἡ οὖν
ἐπιθυμία τί καὶ πᾶσα ὄρεξις; ἢ ἡ ὄρεξις κινεῖται ἀπὸ τοῦ ὀρεκτοῦ, εἰ
μή τις μὴ προσποιοῖ τὸ ἀφ̓ οὗ κεκίνηται, ὅτι δὲ μετ’ ἐκεῖνο
ἐγήγερται. τί οὖν διαφέρει τοῦ πεπλῆχθαι ἢ ὠσθέντα κατενεχθῆναι;
ἀλλ’ ἆρα διαιρετέον τὰς ὀρέξεις λέγοντα τὰς μὲν ποιήσεις, ὅσαι νῷ
ἑπόμεναι, τὰς δὲ ὁλκὰς οὔσας πείσεις, τὸ δὲ πάσχειν οὐ τῷ παῤ ἑτέρου
ἢ παῤ ἑαυτοῦ — ἀπείη γὰρ ἄν τι ἐν ἑαυτῷ — ἀλλ’ ὅταν μηδὲν
συμβαλλόμενον αὐτὸ ὑπομείνῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν,
ἥτις ἐξίστησι πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην
ἀλλοίωσιν πεῖσιν καὶ τὸ πάσχειν ἔχειν; ἀλλ’ εἰ τὸ θερμαίνεσθαι
θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τῷ μὲν εἰς οὐσίαν συντελοῦν, τῷ δὲ
μή, τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν ἔσται. καὶ πῶς οὐ τὸ θερμαίνεσθαι
διττόν; ἢ τὸ θερμαίνεσθαι, ὅταν
οὐκοῦν γίγνεται τὸ πάσχειν τῷ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν κατὰ τὸ
ἀλλοιοῦσθαι ὁπωσοῦν: καὶ τὸ ποιεῖν οὖν ἢ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν
ἀπόλυτον παῤ αὑτοῦ ἢ τὴν τελευτῶσαν εἰς ἄλλο ἀπ’ αὐτοῦ ὁρμωμένην ἀπὸ
τοῦ λεγομένου ποιεῖν. καὶ κίνησις μὲν ἐπ’ ἀμφοῖν, ἡ δὲ διαφορὰ ἡ
διαιροῦσα τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ μὲν ποιεῖν, καθ̓ ὅσον ποιεῖν,
ἀπαθὲς τηροῦσα, τὸ δὲ πάσχειν ἐν τῷ διατίθεσθαι ἑτέρως ἢ πρότερον
εἶχε, τῆς τοῦ πάσχοντος οὐσίας οὐδὲν εἰς οὐσίαν προσλαμβανούσης,
ἀλλὰ ἄλλου ὄντος τοῦ πάσχοντος, ὅταν τις οὐσία γίνηται. γίνεται
τοίνυν τὸ αὐτὸ ἐν σχέσει τινὶ ποιεῖν, ἐν ἄλλῃ δὲ πάσχειν. παρὰ μὲν
γὰρ τῷδε θεωρούμενον ποιεῖν ἔσται, κίνησις οὖσα ἡ αὐτή, παρὰ δὲ τῷδε
πάσχειν, ὅτι τάδε οὕτως διατίθεται, ὥστε κινδυνεύειν ἄμφω πρός τι
εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν, ʽεἰ μὲν παρὰ τούτῳ, τὸ αὐτὸ
ποιεῖν, εἰ δὲ παρὰ τῷδε, πάσχειν̓, καὶ θεωρούμενον ἑκάτερον οὐ καθ̓
αὑτό, ἀλλὰ μετὰ τοῦ ποιοῦντος καὶ πάσχοντος ʽοὗτος κινεῖ καὶ οὗτος
κινεῖταἰ καὶ δύο κατηγορίαι ἑκάτερον: καὶ ʽοὗτος δίδωσι τῷδε
κίνησιν, οὗτος δὲ λαμβάνεἰ, ὥστε λῆψις καὶ δόσις καὶ πρός τι. ἢ εἰ
ἔχοι ὁ λαβών, ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐ καὶ
περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὐ πάντες οἱ τρόποι
τοῦ ἔχειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν,
ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατὴρ καὶ τὰ
τοιαῦτα, ὅτι ἔχει υἱόν, καὶ ὁ υἱός, ὅτι ἔχει πατέρα, καὶ
ὅλως κτήματα. εἰ δὲ τὰ μὲν ἄλλα ἐν ἐκείναις, ὅπλα δὲ καὶ ὑποδήματα
καὶ τὰ περὶ τὸ σῶμα, πρῶτον μὲν ζητήσειεν ἄν τις, διὰ τί, καὶ διὰ τί
ἔχων μὲν αὐτὰ μίαν ἄλλην κατηγορίαν ποιεῖ, καίων δὲ ἢ τέμνων ἢ
κατορύττων ἢ ἀποβάλλων οὐκ ἄλλην ἢ ἄλλας; εἰ δ’ ὅτι περίκειται, κἂν
ἱμάτιον κέηται ἐπὶ κλίνης, ἄλλη κατηγορία ἔσται, κἂν κεκαλυμμένος ᾖ
τις. εἰ δὲ κατὰ τὴν κάθεξιν αὐτὴν καὶ τὴν ἕξιν, δηλονότι καὶ τὰ ἄλλα
πάντα τὰ κατὰ τὸ ἔχειν λεγόμενα καὶ εἰς ἕξιν αὐτά, ὅπου
ποτὲ ἡ ἕξις, ἀνακτέον: οὐ
ἐπὶ δὲ τοῦ κεῖσθαι, ἐν ὀλίγοις καὶ αὐτὸ ὄν
πρὸς δὲ τοὺς τέτταρας τιθέντας καὶ τετραχῶς διαιροῦντας εἰς
ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τί πως ἔχοντα, καὶ
κοινόν τι ἐπ’ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα,
ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων
ὅλως δὲ τὸ προτάττειν ἁπάντων, ὃ δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ
δυνάμεως τάττειν, παντάπασιν ἀτοπώτατον. οὐδὲ γὰρ ἔστι τὸ δυνάμει
εἰς ἐνέργειαν ἐλθεῖν ποτε τάξεως ἀρχὴν ἔχοντος ἐν τοῖς οὖσι τοῦ
δυνάμει: οὐ γὰρ δὴ αὐτὸ ἑαυτὸ ἄξει, ἀλλὰ δεῖ ἢ πρὸ αὐτοῦ εἶναι τὸ
ἐνεργείᾳ καὶ οὐκέτι τοῦτο ἀρχή, ἤ, εἰ ἅμα λέγοιεν, ἐν τύχαις
θήσονται τὰς ἀρχάς. ἔπειτα, εἰ ἅμα, διὰ τί οὐκ ἐκεῖνο προτάττουσι;
καὶ διὰ τί τοῦτο μᾶλλον ὄν, ἀλλ’ οὐκ ἐκεῖνο; εἰ δὲ ὕστερον ἐκεῖνο,
πῶς; οὐ γὰρ δὴ ἡ ὕλη τὸ εἶδος γεννᾷ, ἡ ἄποιος τὸ ποιόν, οὐδ’ ἐκ τοῦ
δυνάμει ἐνέργεια: ἐνυπῆρχε γὰρ ἂν τὸ ἐνεργείᾳ καὶ οὐχ ἁπλοῦν ἔτι.
καὶ ὁ θεὸς δεύτερος αὐτοῖς τῆς ὕλης: καὶ γὰρ σῶμα ἐξ ὕλης ὂν καὶ
εἴδους. καὶ πόθεν αὐτῷ τὸ εἶδος; εἰ δὲ καὶ ἄνευ τοῦ ὕλην ἔχειν,
ἀρχοειδὴς ὢν καὶ λόγος ἀσώματος ἂν εἴη ὁ θεὸς καὶ τὸ ποιητικὸν
ἐχρῆν δὲ καὶ ἄλλως τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ μὴ τὸ
ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ
σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχήν, καὶ τούτῳ ἀναφέρειν καὶ
τὴν οὐσίαν. ὁ γὰρ θεὸς δὲ τοῦτο, πρὸς τὸ ἔξω: ὥστε
παραλελειμμένον ἂν εἴη τοῦτο. εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ
δὲ πάντα δύναται γίνεσθαι σχηματιζόμενον, ὥσπερ ὁ τῇ ὀρχήσει πάντα
αὑτὸν ποιῶν, οὐκέτ̓ ἂν ὑποκείμενον εἴη, ἀλλ’ αὐτὸ τὰ πάντα. ὡς γὰρ ὁ
ὀρχηστὴς οὐχ ὑποκείμενον τοῖς σχήμασιν — ἐνέργεια γὰρ αὐτοῦ τὰ ἄλλα
— οὕτως οὐδὲ ἣν λέγουσιν ὕλην ἔσται τοῖς πᾶσιν ὑποκείμενον, εἰ τὰ
ἄλλα παῤ αὐτῆς εἴη: μᾶλλον δὲ οὐδὲ τὰ ἄλλα ὅλως ἔσται, εἴ γέ πως
ἔχουσα ὕλη τὰ ἄλλα, ὥς πως ἔχων ὁ ὀρχούμενος τὰ σχήματα. εἰ δὲ τὰ
ἄλλα οὐκ ἔσται, οὐδὲ ὅλως ὑποκείμενον αὕτη οὐδὲ τῶν ὄντων ἡ ὕλη,
ἀλλὰ ὕλη μόνον οὖσα τούτῳ αὐτῷ οὐδὲ ὕλη: πρός τι γὰρ ἡ ὕλη. τὸ γὰρ
πρός τι πρὸς ἄλλο καὶ ἐκ τοῦ αὐτοῦ γένους, οἷον διπλάσιον πρὸς
ἥμισυ, οὐκ οὐσία πρὸς διπλάσιον: ὂν δὲ πρὸς μὴ ὂν πῶς πρός τι, εἰ μὴ
κατὰ συμβεβηκός; τὸ δὲ καθ̓ αὑτὸ ὂν καὶ ἡ ὕλη ὂν πρὸς ὄν. εἰ γὰρ
δύναμίς ἐστιν, ὃ μέλλει ἔσεσθαι, ἐκεῖνο δὲ μὴ οὐσία, οὐδ’ ἂν αὐτὴ
οὐσία: ὥστε συμβαίνει αὐτοῖς αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας
ποιοῦντας αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν: ὁ γὰρ κόσμος καθ̓ ὅσον
κόσμος οὐκ οὐσία. ἄτοπον δὲ τὴν μὲν ὕλην τὸ ὑποκείμενον οὐσίαν, τὰ
δὲ σώματα μὴ μᾶλλον οὐσίας, καὶ τούτων μᾶλλον μὴ τὸν κόσμον οὐσίαν,
ἀλλ’ ἢ μόνον, καθ̓ ὅσον μόριον αὐτοῦ, οὐσίαν: καὶ τὸ ζῷον μὴ παρὰ
τῆς ψυχῆς ἔχειν τὴν οὐσίαν, παρὰ δὲ τῆς ὕλης μόνον, καὶ τὴν ψυχὴν
πάθημα ὕλης καὶ ὕστερον. παρὰ τίνος οὖν ἔσχεν ἡ ὕλη τὸ ἐψυχῶσθαι,
καὶ ὅλως τῆς ψυχῆς ἡ ὑπόστασις;
ἀλλὰ γὰρ πολλῶν ὄντων τῶν λεγομένων πρὸς τὴν ὑπόθεσιν ταύτην τούτων
μὲν παυστέον, μὴ καὶ ἄτοπον ᾖ τὸ πρὸς οὕτω φανερὰν ἀτοπίαν
φιλονεικεῖν, δεικνύντα, ὅτι τὸ μὴ ὂν ὡς τὸ μάλιστα ὂν προτάττουσι
καὶ τὸ ὕστατον πρῶτον. αἴτιον δὲ ἡ αἴσθησις αὐτοῖς ἡγεμὼν γενομένη
καὶ πιστὴ εἰς ἀρχῶν καὶ τῶν ἄλλων θέσιν: τὰ γὰρ σώματα νομίσαντες
εἶναι τὰ ὄντα, εἶτα αὐτῶν τὴν μεταβολὴν εἰς ἄλληλα φοβηθέντες τὸ
μένον ὑπ’ αὐτὰ τοῦτο ᾠήθησαν τὸ ὂν εἶναι, ὥσπερ ἂν εἴ τις μᾶλλον τὸν
τόπον ἢ τὰ σώματα νομίσειεν εἶναι τὸ ὄν, ὅτι οὐ φθείρεται ὁ τόπος,
νομίσας. καίτοι καὶ οὗτος αὐτοῖς μένει, ἔδει δὲ οὐ τὸ ὁπωσοῦν μένον
νομίσαι τὸ ὄν, ἀλλὰ ἰδεῖν πρότερον, τίνα δεῖ προσεῖναι τῷ ἀληθῶς
ὄντι, οἷς οὖσιν ὑπάρχει καὶ τὸ ἀεὶ μένειν. οὐδὲ γὰρ, εἰ σκιὰ ἀεὶ
μένοι παρακολουθοῦσα ἀλλοιουμένῳ ἄλλῳ, μᾶλλόν ἐστιν ἢ ἐκεῖνο: τό τε
αἰσθητὸν μετ’ ἐκείνου καὶ ἄλλων πολλῶν τῷ πλήθει μᾶλλον ἂν τὸ ὅλον
ὂν εἴη, ἢ ἕν τι τῶν ἐν ἐκείνῳ. εἰ δὲ δὴ καὶ τὸ ὅλον, ὑποβάθρα ἐκεῖνο
μὴ ὂν πῶς ἂν ἐκεῖνο; πάντων τε θαυμαστότατον τὸ τῇ αἰσθήσει
πιστουμένους ἕκαστα τὸ μὴ τῇ αἰσθήσει ἁλωτὸν τίθεσθαι ὄν: οὐδὲ γὰρ
ὀρθῶς τὸ ἀντιτυπὲς αὐτῇ διδόασι: ποιότης γὰρ τοῦτο. εἰ δὲ τῷ νῷ
λέγουσι λαβεῖν, ἄτοπος ὁ νοῦς οὗτος ὁ τὴν ὕλην αὑτοῦ προτάξας καὶ τὸ
ʽ??ʼν αὐτῇ δεδωκώς,
τὰ δὲ ποια αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων, καὶ λέγουσιν:
οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. εἰ τοίνυν ἕτερα, δεῖ αὐτὰ καὶ
ἁπλᾶ εἶναι: εἰ τοῦτο, μὴ σύνθετα: εἰ τοῦτο, μηδ’ ὕλην ἔχειν, ᾗ ποιά:
εἰ τοῦτο, ἀσώματα εἶναι καὶ δραστήρια: ἡ γὰρ ὕλη πρὸς τὸ πάσχειν
αὐτοῖς εἴ τις διαιρῶν τὴν ἐπιστήμην τὴν μὲν γραμματικὴν
λέγοι, τὴν δὲ γραμματικὴν καὶ ἄλλο τι. εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν
λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ’ οὐκ ἐν ὕλῃ
γενόμενοι, σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου ὃ ποιοῦσιν
ἐξ ὕλης καὶ εἴδους ἔσονται: οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ
λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πως ἔχουσαν, τὰ ποιὰ δηλονότι
πως ἔχοντα ἐροῦσι καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ
σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δηλονότι τό πως ἔχειν ἐνταῦθα
ὑπόστασις μᾶλλον: καίτοι εἰ μὴ κἀκεῖ ὑπόστασις, τί καταριθμοῦσιν ὡς
ἓν γένος ἢ εἶδος; οὐ γὰρ δὴ ὑπὸ τὸ αὐτὸ τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν
δύναται εἶναι. ἀλλὰ τί τοῦτο τὸ ἐπὶ τῇ ὕλῃ πως ἔχον; ἢ γὰρ ὂν ἢ οὐκ
ὄν. καὶ εἰ ὄν, πάντως ἀσώματον: εἰ δὲ οὐκ ὄν, μάτην λέγεται, καὶ ὕλη
μόνον, τὸ δὲ ποιὸν οὐδέν. ἀλλ’ οὐδὲ τό
ἐν δὲ τοῖς πως ἔχουσιν ἄτοπον μὲν ἴσως τά πως ἔχοντα τρίτα τίθεσθαι ἢ
ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πως ἔχοντα πάντα. ἀλλὰ
διαφορὰν τῶν πως ἐχόντων φήσουσιν εἶναι
Ἐπεὶ δὲ περὶ τῶν λεγομένων δέκα γενῶν ἂν γίνοιτο νυνί,
καὶ τί δοκεῖ μὲν ἄλλοις εἶναι ὄν, γινόμενον δὲ αὐτὸ λέγομεν εἶναι,
ὄντως δὲ οὐδέποτε ὄν. δεῖ δὲ νοεῖν ταῦτα ἀπ’ ἀλλήλων διῃρημένα οὐχ
ὡς γένους τοῦ τὶ εἰς ταῦτα διῃρημένου, οὐδ’ οὕτως οἴεσθαι τὸν
ἐπεὶ οὖν οὐχ ἕν φαμεν, ἆρα ἀριθμόν τινα; ἢ ἄπειρον: πῶς γὰρ δὴ τὸ οὐχ
ἓν ἢ ἓν ἅμα καὶ
πλείω μὲν δὴ λέγομεν εἶναι καὶ οὐ κατὰ τύχην πλείω. οὐκοῦν ἀφ̓ ἑνός.
ἤ, εἰ καὶ ἀφ̓ ἑνός, οὐ κατηγορουμένου δὲ κατ’ αὐτῶν ἐν τῷ εἶναι,
οὐδὲν κωλύει ἕκαστον οὐχ ὁμοειδὲς ὂν ἄλλῳ χωρὶς αὐτὸ εἶναι γένος. ἆῤ
οὖν ἔξωθεν τοῦτο τῶν γενομένων γενῶν τὸ αἴτιον μέν, μὴ
κατηγορούμενον δὲ τῶν ἄλλων ἐν τῷ τί ἐστιν; ἢ τὸ μὲν ἔξω: ἐπέκεινα
γὰρ τὸ ἕν, ὡς ἂν μὴ συναριθμούμενον τοῖς γένεσιν, εἰ δἰ αὐτὸ τὰ
ἄλλα, ἃ ἐπίσης ἀλλήλοις εἰς τὸ γένη εἶναι. καὶ πῶς ἐκεῖνο οὐ
συνηρίθμηται; ἢ τὰ ὄντα ζητοῦμεν, οὐ τὸ ἐπέκεινα. τοῦτο μὲν οὖν
οὕτως: τί δὲ τὸ συναριθμούμενον;
εἰ τὴν σώματος φύσιν ἰδεῖν ἐβουλόμεθα, οἷόν τί ἐστιν ἐν τῷδε τῷ ὅλῳ ἡ
τοῦ σώματος αὐτοῦ φύσις, ἆῤ οὐ καταμαθόντες ἐπί τινος τῶν
πρῶτον δὲ τοῦτο ἐνθυμητέον, ὡς, ἐπειδὴ τὰ σώματα, οἷον τῶν ζῴων καὶ
τῶν φυτῶν, ἕκαστον αὐτῶν πολλά ἐστι καὶ χρώμασι καὶ σχήμασι καὶ
μεγέθεσι καὶ εἴδεσι μερῶν καὶ ἄλλο ἄλλοθι, ἔρχεται δὲ τὰ πάντα ἐξ
ἑνός, ἢ παντάπασιν ἐξ ἑνὸς ἢ ἕξει πάντη παντὸς ἑνός: ἢ μᾶλλον μὲν
ἑνὸς ἢ οἷον τὸ ἐξ αὐτοῦ, ὥστε καὶ μᾶλλον ὄντος ἢ τὸ γενόμενον: ὅσῳ
γὰρ πρὸς ἓν ἡ ἀπόστασις, τόσῳ καὶ πρὸς ὄν. ἐπεὶ οὖν ἐξ ἑνὸς μέν, οὐχ
οὕτω δὲ ἑνός, ὡς πάντη ἓν ἢ αὐτοέν — οὐ γὰρ ἂν διεστηκὸς πλῆθος
ἐποίει — λείπεται εἶναι ἐκ πλήθους ἑνός. τὸ δὲ ποιοῦν ἦν ψυχή: τοῦτο
ἄρα πλῆθος ἕν. τί οὖν; τὸ πλῆθος οἱ λόγοι τῶν γινομένων; ἆῤ οὖν αὐτὸ
μὲν ἄλλο, οἱ λόγοι δὲ ἄλλοι; ἢ καὶ αὐτὴ λόγος καὶ κεφάλαιον τῶν
λόγων καὶ ἐνέργεια αὐτῆς κατ’ οὐσίαν ἐνεργούσης οἱ λόγοι: ἡ δὲ οὐσία
δύναμις τῶν λόγων. πολλὰ μὲν δὴ οὕτω τοῦτο τὸ ἓν ἐξ ὧν εἰς ἄλλα
ποιεῖ δεδειγμένον. τί δ’ εἰ μὴ ποιοῖ, ἀλλά τις αὐτὴν μὴ ποιοῦσαν
λαμβάνοι ἀναβαίνων αὐτῆς εἰς τὸ μὴ ποιοῦν; οὐ πολλὰς καὶ ἐνταῦθα
εὑρήσει δυνάμεις; εἶναι μὲν γὰρ αὐτὴν πᾶς ἄν τις συγχωρήσειεν: ἆρα
δὲ ταὐτὸν ὡς εἰ καὶ λίθον ἔλεγεν εἶναι; ἢ οὐ ταὐτόν. ἀλλ’ ὅμως κἀκεῖ
ἐπὶ τοῦ λίθου τὸ εἶναι τῷ λίθῳ
ἀλλ’ ἆρα οὐκ ἔξωθεν μὲν ἔχει τῆς ἑαυτῆς οὐσίας, ἵνα ἡ μὲν κατὰ τὸ εἶναι ᾖ, ἡ δὲ κατὰ τὸ τοιόνδε εἶναι; ἀλλ’ εἰ κατὰ τὸ τοιόνδε εἶναι καὶ ἔξωθεν τὸ τοιόνδε, οὐ τὸ ὅλον καθ̓ ὃ ψυχὴ ἔσται οὐσία, ἀλλὰ κατά τι, καὶ μέρος αὐτῆς οὐσία, ἀλλ’ οὐ τὸ ὅλον οὐσία. ἔπειτα τὸ εἶναι αὐτῇ τί ἔσται ἄνευ τῶν ἄλλων; ἢ λίθος; ἢ δεῖ τοῦτο εἶναι αὐτῆς ἐν τῷ εἶναι οἷον πηγὴν καὶ ἀρχήν, μᾶλλον δὲ πάντα, ὅσα αὐτή: καὶ ζωὴν τοίνυν καὶ συνάμφω ἕν. ἆῤ οὖν οὕτως ἕν, ὡς ἕνα λόγον; ἢ τὸ ὑποκείμενον ἕν: οὕτω δὲ ἕν, ὡς αὖ δύο ἢ καὶ πλείω, ὅσα ἐστὶν ἡ ψυχὴ τὰ πρῶτα: ἢ οὖν οὐσία καὶ ζωή, ἢ ἔχει ζωήν. ἀλλ’ εἰ ἔχει, τὸ ἔχον καθ̓ αὑτὸ οὐκ ἐν ζωῇ, ἥ τε ζωὴ οὐκ ἐν οὐσίᾳ. ἀλλ’ εἰ μὴ ἔχει θάτερον τὸ ἕτερον, λεκτέον ἓν ἄμφω. ἢ ἓν καὶ πολλὰ καὶ τοσαῦτα, ὅσα ἐμφαίνεται ἐν τῷ ἑνί, καὶ ἓν ἑαυτῷ, πρὸς δὲ τὰ ἄλλα πολλά, καὶ ἓν μὲν ὄν, ποιοῦν δὲ ἑαυτὸ ἐν τῇ οἷον κινήσει πολλά, καὶ ὅλον ἕν, οἷον δὲ θεωρεῖν ἐπιχειροῦν ἑαυτὸ πολλά: ὥσπερ γὰρ οὐκ ἀνέχεται ἑαυτοῦ τὸ ὂν ἓν εἶναι πάντα δυνάμενον, ὅσα ἐστίν. ἡ δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ: ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ’ ἔστιν ἤδη ἐκεῖνο.
τίνα οὖν ἐστι καὶ πόσα τὰ ἐνορώμενα; ἐπεὶ δὴ ἐν ψυχῇ εὕρομεν οὐσίαν
ἅμα καὶ ζωὴν καὶ τοῦτο κοινὸν ἡ οὐσία ἐπὶ πάσης ψυχῆς, κοινὸν δὲ καὶ
ἡ ζωή, ζωὴ δὲ καὶ ἐν νῷ, ἐπεισαγαγόντες καὶ ἓν γένος: κίνησις δὲ οὔτε ὑπὸ τὸ ὂν τακτέα οὔτ’
ἐπὶ τῷ ὄντι, ἀλλὰ μετὰ τοῦ ὄντος, εὑρεθεῖσα ἐν αὐτῷ οὐχ ὡς ἐν
ὑποκειμένῳ: ἐνέργεια γὰρ αὐτοῦ καὶ οὐδέτερον ἄνευ τοῦ ἑτέρου ἢ
ἐπινοίᾳ, καὶ αἱ δύο φύσεις μία: καὶ γὰρ ἐνεργείᾳ τὸ ὄν, οὐ δυνάμει.
καὶ εἰ χωρὶς μέντοι ἑκάτερον λάβοις, καὶ ἐν τῷ ὄντι κίνησις
φανήσεται καὶ ἐν τῇ κινήσει τὸ ὄν, οἷον καὶ ἐπὶ τοῦ ἑνὸς ὄντος
ἑκάτερον χωρὶς εἶχε θάτερον, ἀλλ’ ὅμως ἡ διάνοια δύο φησὶ καὶ εἶδος
ἑκάτερον διπλοῦν ἕν. κινήσεως δὲ περὶ τὸ ὂν φανείσης οὐκ ἐξιστάσης
τὴν ἐκείνου φύσιν, μᾶλλον δ’ ἐν τῷ εἶναι οἷον τέλειον ποιούσης, ἀεί
τε τῆς τοιαύτης φύσεως ἐν τῷ οὕτω κινεῖσθαι μενούσης, εἴ τις μὴ
στάσιν ἐπεισάγοι, ἀτοπώτερος ἂν εἴη τοῦ μὴ κίνησιν διδόντος:
προχειροτέρα γὰρ ἡ τῆς στάσεως περὶ τὸ ὂν ἔννοια καὶ νόησις τῆς περὶ
τὴν κίνησιν οὔσης: τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ ἕνα
ἀλλὰ χρὴ τρία ταῦτα τίθεσθαι, εἴπερ ὁ νοῦς χωρὶς ἕκαστον νοεῖ: ἅμα δὲ
νοεῖ καὶ τίθησιν, εἴπερ νοεῖ, καὶ ἔστιν, εἴπερ νενόηται. οἷς μὲν γὰρ
τὸ εἶναι μετὰ ὕλης ἐστί, τούτων οὐκ ἐν τῷ νῷ τὸ εἶναι: ἀλλ’ ἔστιν
ἄυλα: ἃ δ’ ἐστὶν ἄυλα, εἰ νενόηται, τοῦτ̓ ἔστιν αὐτοῖς τὸ εἶναι. ἴδε
δὴ νοῦν καθαρὸν καὶ βλέψον εἰς αὐτὸν ἀτενίσας, μὴ ὄμμασι τούτοις
δεδορκώς. ὁρᾷς δὴ οὐσίας ἑστίαν καὶ φῶς ἐν αὐτῷ ἄυπνον καὶ ὡς
ἕστηκεν ἐν αὑτῷ καὶ ὡς διέστηκεν ὁμοῦ ὄντα καὶ ζωὴν μένουσαν καὶ
νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ’ εἰς τὸ ἤδη, μᾶλλον δὲ τὸ
ἀεὶ ἤδη καὶ τὸ παρὸν ἀεί, καὶ ὡς νοῶν ἐν ἑαυτῷ καὶ οὐκ ἔξω. ἐν μὲν
οὖν τῷ νοεῖν ἡ ἐνέργεια καὶ ἡ κίνησις, ἐν δὲ τῷ ἑαυτὸν ἡ οὐσία καὶ
τὸ ὄν: ὢν γὰρ νοεῖ καὶ ὄντα ἑαυτὸν καὶ εἰς ὃ οἷον ἐπερείδετο
ἀλλ’ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων,
βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις
πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ’ οὐ τὸ ποσόν; καὶ τὸ
ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται;
τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, ᾧ μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή,
μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος:
εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν
τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή,
οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε
αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι.
ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ
ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται ὁ νοῦς εἶναι
διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε ὂν ὄντα, ἀλλ’ ἕτερον
τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ’ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν
πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓
ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη
τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν
ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ
δὲ μηδέν, ἐκεῖνο, ὃ οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ
τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει
πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ
ὂν μετ’ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ἢ ὅτι οὐκ ἦν τὸ πρὸ
αὐτοῦ ὂν ἤ, εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως ὄν: τούτου δὲ τὸ
πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει:
ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερον
— πρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντων — τὸ δὲ γένος οὐχ ἅμα:
εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος
αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: ἢ δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν
ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ
οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ
δὲ μετ’ ἐκεῖνο ὄντος, ὃ δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ
οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.
πῶς οὖν ἕκαστον τοῦ ὄντος ἕν; ἢ τῷ τὸ
ἂν ἐν τῷ ὄντι καὶ τοῖς τὶ οὖσι
ἐπισκεπτέον δέ, πῶς ἐν τῷ ὄντι τὸ ἕν,
καὶ ταῦτα μὲν οὕτω. πῶς δὲ τοῖς ἀριθμοῖς τὸ ἀγαθὸν ἐν τῷ ἓν εἶναι ἕκαστον ἀψύχοις οὖσιν; ἢ κοινὸν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀψύχων. εἰ δέ τις λέγοι μὴ εἶναι ὅλως αὐτούς, ἡμεῖς περὶ ὄντων εἴπομεν, καθ̓ ὃ ἓν ἕκαστον. εἰ δὲ τὸ σημεῖον ζητοῖεν πῶς ἀγαθοῦ μετέχει, εἰ μὲν καθ̓ αὑτὸ φήσουσιν εἶναι, εἰ μὲν ἄψυχον φήσουσι, τὸ αὐτὸ ὅπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων ζητοῦσιν: εἰ δ’ ἐν ἄλλοις, οἷον ἐν κύκλῳ, τὸ ἀγαθὸν τὸ ἐκείνου τούτῳ καὶ ἡ ὄρεξις πρὸς τοῦτο καὶ σπεύδει ὡς δύναται διὰ τούτου ἐκεῖ. ἀλλὰ πῶς τὰ γένη ταῦτα; ἆρα καὶ τὰ κερματιζόμενα ἕκαστα; ἢ ὅλον ἐν ἑκάστῳ ὧν γένος. καὶ πῶς ἔτι ἕν; ἢ τὸ γένει ἓν ὡς ἐν πολλοῖς ὅλον. ἆῤ οὖν μόνον ἐν τοῖς μετέχουσιν; ἢ οὔ, ἀλλὰ καὶ καθ̓ αὑτὸ καὶ ἐν τοῖς μετέχουσιν. ἀλλ’ ἴσως σαφέστερον ἔσται ὕστερον.
νῦν δέ, πῶς τὸ ποσὸν οὐκ ἐν τοῖς γένεσι τοῖς πρώτοις, καὶ αὖ τὸ
ποιόν; ἢ ποσὸν μὲν οὐ
περὶ δὲ τοῦ ποιοῦ, διὰ τί οὐκ ἐν τοῖς πρώτοις; ἣ ὅτι καὶ τοῦτο
ὕστερον καὶ μετὰ τὴν οὐσίαν. δεῖ δὲ τὴν οὐσίαν παρακολουθοῦντα ταῦτα
ἔχειν τὴν πρώτην, μὴ ἐκ τούτων δὲ τὴν σύστασιν ἔχειν, μηδὲ διὰ
τούτων συμπληροῦσθαι: ἢ εἴη ἂν ὑστέρα ποιότητος καὶ ποσότητος. ἐν
μὲν οὖν ταῖς συνθέτοις οὐσίαις καὶ ἐκ πολλῶν, ἐν αἷς καὶ ἀριθμοὶ καὶ
ποιότητες διαλλαγὴν ἐποίησαν αὐτῶν, καὶ ποιότητες εἶεν ἂν καὶ
κοινότης τις ἐν αὐταῖς θεωρηθήσεται: ἐν δὲ τοῖς πρώτοις γένεσι τὴν
διαίρεσιν οὐχ ἁπλῶν καὶ συνθέτων δεῖ ποιεῖσθαι, ἀλλ’ ἁπλῶν καὶ τῶν
τὴν οὐσίαν συμπληρούντων, οὐ τὴν τινὰ οὐσίαν. τὴν μὲν γὰρ τινὰ
οὐσίαν συμπληροῦσθαι καὶ ἐκ ποιότητος οὐδὲν ἴσως ἄτοπον, ἐχούσης ἤδη
τὴν οὐσίαν πρὸ τῆς ποιότητος, τὸ δὲ τοιόνδε ἔξωθεν, αὐτὴν δὲ τὴν
οὐσίαν ἃ ἔχει οὐσιώδη ἔχειν. καίτοι ἐν ἄλλοις ἠξιοῦμεν τὰ μὲν τῆς
οὐσίας συμπληρωτικὰ ὁμωνύμως ποιὰ εἶναι, τὰ δ’ ἔξωθεν
πῶς οὖν τὰ τέτταρα γένη συμπληροῖ τὴν οὐσίαν οὔπω ποιὰν οὐσίαν
ποιοῦντα; οὐδὲ γὰρ τινά. ὅτι μὲν οὖν τὸ ὂν πρῶτον, εἴρηται, καὶ ὡς ἡ
κίνησις οὐκ ἂν εἴη ἄλλο οὐδ’ ἡ στάσις οὐδὲ
τὸ δὲ πρός τι παραφυάδι ἐοικὸς πῶς ἂν ἐν πρώτοις; ἑτέρου γὰρ πρὸς
ἕτερον καὶ οὐ πρὸς αὑτὸ ἡ σχέσις καὶ πρὸς ἄλλο. ποῦ δὲ καὶ πότε ἔτι
πόρρω: τό τε γὰρ ποῦ ἄλλο ἐν ἄλλῳ, ὥστε. δύο: τὸ δὲ γένος ἓν δεῖ
εἶναι, οὐ σύνθεσιν: καὶ οὐδὲ τόπος ἐκεῖ: νῦν δὲ ὁ λόγος περὶ τῶν
ὄντων κατὰ ἀλήθειαν: ὅ τε χρόνος εἰ ἐκεῖ, σκεπτέον. μᾶλλον δὲ ἴσως
οὔ. εἰ δὲ καὶ μέτρον καὶ οὐχ ἁπλῶς μέτρον, ἀλλὰ κινήσεως, δύο καὶ
σύνθετον τὸ ὅλον καὶ κινήσεως ὕστερον, ὥστε οὐχ ὅπου τὸ
ποιεῖν δὲ δύο, ὁμοίως καὶ τὸ πάσχειν: οὐδέτερον οὖν
ἁπλοῦν. καὶ τὸ ἔχειν δύο καὶ τὸ κεῖσθαι ἄλλο ἐν ἄλλῳ οὕτως, ὥστε
τρία.
ἀλλὰ τὸ καλὸν καὶ τὸ ἀγαθὸν καὶ αἱ ἀρεταὶ διὰ τί οὐκ ἐν τοῖς πρώτοις,
ἐπιστήμη, νοῦς; ἢ τὸ μὲν ἀγαθόν, εἰ τὸ πρῶτον, ἣν δὴ λέγομεν τὴν τοῦ
ἀγαθοῦ φύσιν, καθ̓ ἧς οὐδὲν κατηγορεῖται, ἀλλ’ ἡμεῖς μὴ ἔχοντες
ἄλλως σημῆναι οὕτω λέγομεν, γένος οὐδενὸς ἂν εἴη. οὐ γὰρ κατ’ ἄλλων
λέγεται ἢ ἦν ἂν καθ̓ ὧν λέγεται ἕκαστον ἐκεῖνο λεγόμενον: καὶ πρὸ
οὐσίας δὲ ἐκεῖνο, οὐκ ἐν οὐσίᾳ. εἰ δ’ ὡς ποιὸν τὸ ἀγαθόν, ὅλως τὸ
ποιὸν οὐκ ἐν τοῖς πρώτοις. τί οὖν; ἡ τοῦ ὄντος φύσις οὐκ ἀγαθόν; ἢ
πρῶτον μὲν ἄλλως καὶ οὐκ ἐκείνως, ὡς τὸ πρῶτον: καὶ ἔστιν ἀγαθὸν οὐχ
ὡς ποιόν, ἀλλ’ ἐν αὐτῷ. ἀλλὰ καὶ τὰ ἄλλα ἔφαμεν γένη ἐν αὐτῷ, καὶ
διότι κοινόν τι ἦν ἕκαστον καὶ ἐν πολλοῖς ἑωρᾶτο, γένος. εἰ οὖν καὶ
τὸ ἀγαθὸν ὁρᾶται ἐφ̓ ἑκάστῳ μέρει τῆς οὐσίας ἢ τοῦ ὄντος ἢ ἐπὶ τοῖς
πλείστοις, διὰ τί οὐ γένος καὶ ἐν τοῖς πρώτοις; ἢ ἐν ἅπασι τοῖς
μέρεσιν οὐ ταὐτόν, ἀλλὰ πρώτως καὶ δευτέρως καὶ ὑστέρως: ἢ γὰρ ὅτι
θάτερον παρὰ θατέρου, τὸ ὕστερον παρὰ τοῦ προτέρου, ἢ ὅτι παῤ ἑνὸς
πάντα τοῦ ἐπέκεινα, ἄλλα ἄλλως κατὰ φύσιν τὴν αὐτῶν μεταλαμβάνει. εἰ
δὲ δὴ καὶ γένος ἐθέλοι τις θέσθαι, ὕστερον: ὕστερον γὰρ τῆς οὐσίας
καὶ τοῦ τί ἐστι τὸ εἶναι αὐτὸ ἀγαθόν, κἂν ἀεὶ συνῇ, ἐκεῖνα δὲ ἦν τοῦ
ὄντος ᾗ ὂν καὶ εἰς τὴν οὐσίαν. ἐντεῦθεν γὰρ καὶ τὸ ἐπέκεινα τοῦ
ὄντος, ἐπειδὴ τὸ ὂν καὶ ἡ οὐσία οὐ δύναται μὴ πολλὰ εἶναι, ἀλλὰ
ἀνάγκη αὐτὸ ἔχειν ταῦτα τὰ ἠριθμημένα γένη καὶ εἶναι ἓν
πολλά. εἰ μέντοι τὸ ἀγαθὸν τὸ ἐν τῷ ὄντι μὴ ὀκνοῖμεν λέγειν τὴν
ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν πρὸς τὸ ἕν, τοῦτο δ’ εἶναι
τὸ ἀγαθὸν αὐτοῦ, ἵν’ ἐκεῖθεν ἀγαθοειδὲς
περὶ δὲ τοῦ καλοῦ, εἰ μὲν ἐκεῖνο ἡ πρώτη
γένη δὴ ὄντα τὰ τέτταρα ταῦτα καὶ πρῶτα ἆρα καθ̓ αὑτὸ ἕκαστον εἴδη
ποιεῖ; οἷον τὸ ὂν διαιροῖτο ἂν ἤδη ἐφ̓ ἑαυτοῦ ἄνευ τῶν ἄλλων; ἢ οὔ:
ἐπειδὴ ἔξωθεν τοῦ γένους λαβεῖν δεῖ τὰς διαφοράς, καὶ εἶναι μὲν τοῦ
ὄντος διαφορὰς ᾗ ὄν, οὐ μέντοι τὰς διαφορὰς αὐτό. πόθεν οὖν ἕξει; οὐ
γὰρ δὴ ἐκ τῶν οὐκ ὄντων. εἰ δὴ ἐξ ὄντων, ἦν δὲ τὰ γένη τὰ τρία τὰ
λοιπά, δηλονότι ἐκ τούτων καὶ μετὰ τούτων προστιθεμένων καὶ
συνδυαζομένων ἐν ἐκείνοις ἅμα καὶ ἐν αὑτῷ καὶ μιγνύμενον αὖ
καθαρόν, καὶ μὴ μιγνύμενον ὑπάρχῃ, μηδ’ ἄλλοις συντελοῦν εἰς οὐσίαν
αὑτὸ ἀπολλύῃ. περὶ μὲν δὴ τούτων σκεπτέον. ἐπεὶ δὲ ἔφαμεν τὸ ἐκ
πάντων τῶν ὄντων νοῦν εἶναι ἕκαστον, πρὸ δὲ πάντων, ὡς εἰδῶν καὶ
μερῶν, τὸ ὂν καὶ τὴν οὐσίαν τιθέμεθα νοῦν εἶναι, τὸν ἤδη νοῦν
ὕστερον λέγομεν εἶναι: καὶ δὴ ταύτην τὴν ἀπορίαν χρήσιμον πρὸς τὸ
ζητούμενον ποιησώμεθα καὶ οἷον παραδείγματι χρησάμενοι εἰς γνῶσιν
τῶν λεγομένων αὑτοὺς ἐμβιβάζωμεν.
λάβωμεν οὖν τὸν μὲν εἶναι νοῦν οὐδὲν
πῶς οὖν μένων αὐτὸς ἓν τῷ λόγῳ τὰ ἐν μέρει ποιεῖ; τοῦτο δὲ ταὐτὸν
τῷ πῶς ἐκ τῶν τεττάρων ἐκείνων τὰ λεγόμενα ἐφεξῆς.
ὅρα τοίνυν ἐν τούτῳ τῷ μεγάλῳ νῷ καὶ ἀμηχάνῳ, οὐ πολυλάλῳ
ἀλλὰ πολύνῳ νῷ, τῷ πάντα νῷ καὶ ὅλῳ καὶ οὐ μέρει οὐδὲ τινὶ νῷ, ὅπως
ἔνι τὰ πάντα ἐξ αὐτοῦ. ἀριθμὸν δὴ πάντως ἔχει ἐν τούτοις οἷς ὁρᾷ,
καὶ ἔστι δὲ ἓν καὶ πολλά, καὶ ταῦτα δὲ δυνάμεις καὶ θαυμασταὶ
δυνάμεις, οὐκ ἀσθενεῖς, ἀλλ’ ἅτε καθαραὶ οὖσαι μέγισταί εἰσι καὶ
οἷον σφριγῶσαι καὶ ἀληθῶς δυνάμεις, οὐ τὸ μέχρι τινὸς οὖν χρὴ προσδοκᾶν ἐν τοῖς πρὸ φύσεως καὶ τῶν λόγων τῶν
ἐν αὐτῇ ἀνωτέρω εἶναι; ἐν οἷς γὰρ ἡ οὐσία οὐκ ἄλλο τι ἢ νοῦς, καὶ
οὐκ ἐπακτὸν οὔτε τὸ ὂν αὐτοῖς οὔτε ὁ νοῦς, ἀμογητὶ ἂν εἴη ἄριστα
ἔχον, εἴπερ κατὰ νοῦν κείσεται, καὶ
καὶ ᾐνιγμένως Πλάτωνι τὸ ʽᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ παντελεῖ
ζῴῳ οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾆ. ἐπεὶ καὶ ψυχὴ μετὰ νοῦν, καθ̓
ὅσον ψυχὴ ἔχουσα ἐν αὑτῇ, ἐν τῷ πρὸ αὑτῆς βέλτιον καθορᾷ: καὶ ὁ νοῦς
ἡμῶν ἔχων ἐν αὑτῷ ἐν τῷ πρὸ αὑτοῦ βέλτιον καθορᾷ: ἐν μὲν
Περὶ μὲν τῆς οὐσίας ὅπῃ δοκεῖ, καὶ ὡς συμφώνως ἂν ἔχοι πρὸς τὴν τοῦ
Πλάτωνος δόξαν, εἴρηται. δεῖ δὲ καὶ περὶ τῆς ἑτέρας φύσεως
ἐπισκέψασθαι, πότερα τὰ αὐτὰ γένη θετέον, ἅπερ κἀκεῖ ἐθέμεθα, ἢ
πλείω ἐνταῦθα πρὸς ἐκείνοις ἄλλα τιθέντας, ἢ ὅλως ἕτερα, ἢ τὰ μὲν ὡς
ἐκεῖ, τὰ δ’ ἄλλως. δεῖ μέντοι τὸ ταὐτὰ ἀναλογίᾳ καὶ ὁμωνυμίᾳ
λαμβάνειν: τοῦτο δὲ φανήσεται γνωσθέντων. ἀρχὴ δὲ ἡμῖν ἥδε: ἐπειδὴ
περὶ τῶν αἰσθητῶν ὁ λόγος ἡμῖν, πᾶν δὲ τὸ αἰσθητὸν τῷδε τῷ κόσμῳ
περιείληπται, περὶ τοῦ κόσμου ἀναγκαῖον ἂν εἴη ζητεῖν διαιροῦντας
τὴν φύσιν αὐτοῦ καὶ ἐξ ὧν ἔστι διαιροῦντας κατὰ γένη θεῖναι, ὥσπερ
ἂν εἰ
καὶ πρῶτον περὶ τῆς λεγομένης οὐσίας θεωρητέον συγχωροῦντας τὴν περὶ
τὰ σώματα φύσιν ὁμωνύμως ἢ οὐδὲ ὅλως οὐσίαν διὰ τὸ ἐφαρμόττειν τὴν
ἔννοιαν ῥεόντων, ἀλλὰ γένεσιν οἰκείως λέγεσθαι. εἶτα τῆς γενέσεως τὰ
μὲν τοῖα, τὰ δὲ τοῖα: καὶ τὰ μὲν σώματα εἰς ἕν, τά τε ἁπλᾶ τά τε
σύνθετα, τά τε συμβεβηκότα ἢ παρακολουθοῦντα, διαιροῦντας ἀπ’
ἀλλήλων καὶ ταῦτα: ἢ ἐχούσης καὶ οὐκ αὐτάρκους ἑαυτῇ μετὰ
τούτων τὰ ἄλλα γεννᾶν; ταύτην μὲν οὖν τὴν διαίρεσιν ἀφετέον.
πῶς δὲ λέγωμεν; ἔστω δὴ πρῶτον οὕτως,
τί οὖν ταὐτὸν ἐν τοῖς τρισί, καὶ τί ἔσται, ὃ ταῦτα ποιεῖ οὐσίαν τὴν
ἐν τούτοις; ἆρα ὑποβάθραν τινὰ τοῖς ἄλλοις; ἀλλ’ ἡ μὲν ὕλη ὑποβάθρα
καὶ ἕδρα δοκεῖ τῷ εἴδει εἶναι, ὥστε τὸ εἶδος οὐκ ἔσται ἐν οὐσίᾳ. τό
τε σύνθετον ἄλλοις ὑποβάθρα καὶ ἕδρα, ὥστε καὶ τὸ εἶδος μετὰ τῆς
ὕλης ὑποβεβλήσεται τοῖς συνθέτοις ἢ πᾶσί γε τοῖς μετὰ τὸ σύνθετον,
οἷον ποσῷ, ποιῷ, κινήσει. ἀλλ’ ἆρα τὸ μὴ ἑτέρου ὃ λέγεται; λευκὸν
μὲν γὰρ καὶ μέλαν ἄλλου τοῦ λελευκωμένου, καὶ τὸ διπλάσιον δὲ
ἑτέρου: λέγω δὲ οὐ τοῦ ἡμίσεος εἶναι, ἀλλὰ ξύλον διπλάσιον: καὶ
πατὴρ ἄλλου, ᾗ πατήρ ἐστι, καὶ ἡ ἐπιστήμη δὲ ἄλλου τοῦ ἐν ᾧ, καὶ
τόπος δὲ πέρας ἄλλου, καὶ χρόνος μέτρον ἄλλου, πῦρ δὲ οὐκ ἄλλου οὐδὲ
ξύλον καθ̓ ὃ ξύλον ἄλλου οὐδ’ ἄνθρωπος ἄλλου οὐδὲ Σωκράτης οὐδ’ ὅλως
ἡ σύνθετος οὐσία οὐδὲ τὸ κατὰ τὴν οὐσίαν εἶδος ἄλλου, ὅτι οὐκ ἄλλου
πάθος ἦν: οὐ γὰρ τῆς ὕλης εἶδος, τοῦ δὲ συναμφοτέρου μέρος: τὸ δὲ
τοῦ ἀνθρώπου εἶδος καὶ ὁ ἄνθρωπος ταὐτόν: καὶ ἡ ὕλη μέρος ὅλου καὶ
ἄλλου ὡς τοῦ ὅλου, οὐχ ὡς ἑτέρου ὄντος ἐκείνου, οὗ λέγεται: λευκὸν
δὲ ὃ λέγεται εἶναι ἑτέρου ἐστίν. ὃ οὖν ἄλλου ὂν ἐκείνου λέγεται, οὐκ
οὐσία: οὐσία τοίνυν, ὃ ὅπερ ἔστιν αὑτοῦ ἔστιν, ἢ μέρος ὂν τοιούτου
συμπληρωτικόν ἐστι συνθέτου, ὄντος μὲν αὐτοῦ ἕκαστον μὲν ἢ ἑκάτερον
αὑτοῦ, πρὸς δὲ τὸ σύνθετον ἄλλον τρόπον ἐκείνου λεγόμενον, ᾗ μὲν
μέρος, πρὸς ἄλλο λεγόμενον,
ἀκουστέον δὲ ταῦτα περὶ τῆς ἐνθάδε οὐσίας
εἰ δέ τις λέγοι, ὡς ταῦτα μὲν ἔστω τεθεωρημένα περὶ τὴν οὐσίαν, ὃ δ’
ἔστιν οὐκ εἴρηται, αἰτεῖ ἔτι ἴσως αἰσθητὸν ἰδεῖν τοῦτο: τὸ δ’ ἔστι
εἰ δέ τις λέγοι παρὰ τῆς ὕλης ἔχειν τὰ τῇδε ὅσα ἐπ’ αὐτῆς τὸ εἶναι,
πόθεν ἕξει ἡ ὕλη τὸ εἶναι καὶ τὸ ὂν ἀπαιτήσομεν. ὅτι δὲ μὴ πρῶτον ἡ
ὕλη, εἴρηται ἐν ἄλλοις: εἰ δέ, ὅτι τὰ ἄλλα οὐκ ἂν συσταίη μὴ ἐπὶ τῆς
ὕλης, τὰ αἰσθητὰ φήσομεν. πρὸ τούτων δὲ οὖσαν ὕστερον πολλῶν εἶναι
καὶ τῶν ἐκεῖ πάντων οὐδὲν κωλύει ἀμυδρὸν τὸ εἶναι ἔχουσαν καὶ ἧττον
ἢ τὰ ἐπ’ αὐτῆς, ὅσῳ τὰ μὲν λόγοι καὶ μᾶλλον ἐκ τοῦ ὄντος, ἡ δ’
ἄλογος παντελῶς, σκιὰ λόγου καὶ ἔκπτωσις λόγου: εἰ δέ τις λέγοι, ὅτι
τὸ εἶναι αὕτη δίδωσι τοῖς ἐπ’ αὐτῆς, ὥσπερ ὁ Σωκράτης τῷ ἐπ’ αὐτοῦ
λευκῷ, λεκτέον, ὅτι τὸ μὲν μᾶλλον ὂν δοίη ἂν τῷ ἧττον ὄντι τὸ εἶναι,
τὸ δὲ ἧττον ὂν οὐκ ἂν δοίη τῷ μᾶλλον ὄντι. ἀλλ’ εἰ μᾶλλον ὂν τὸ
εἶδος τῆς ὕλης, οὐκέτι κοινόν τι τὸ ὂν κατ’ ἀμφοῖν, οὐδ’ ἡ οὐσία
γένος ἔχον τὴν ὕλην, τὸ εἶδος, τὸ συναμφότερον, ἀλλὰ κοινὰ μὲν πολλὰ
αὐτοῖς ἔσται, ἅπερ λέγομεν, διάφορον δὲ ὅμως τὸ εἶναι. περὶ γὰρ
ἐλαττόνως ὂν μᾶλλον ὂν προσελθὸν τάξει μὲν πρῶτον ἂν εἴη, οὐσίᾳ δὲ
ὕστερον: ὥστε, εἰ μὴ ἐπίσης τὸ εἶναι τῇ ὕλῃ καὶ τῷ εἴδει καὶ τῷ
συναμφοτέρῳ, κοινὸν μὲν οὐκ ἂν ἔτι εἴη ἡ οὐσία ὡς γένος: ἄλλως
μέντοι ἕξει πρὸς τὰ μετὰ ταῦτα, ὡς κοινόν τι πρὸς ἐκεῖνα ἔχουσα τῷ
αὐτῶν εἶναι, ὡς ζωῆς ἡ μέν τις ἀμυδρά, ἡ δ’ ἐναργεστέρα, καὶ εἰκόνων
ἡ μέν τις ὑποτύπωσις, ἡ δὲ ἐξεργασία μᾶλλον. εἰ δὲ τῷ ἀμυδρῷ τοῦ
εἶναι μετροῖ τις τὸ εἶναι, τὸ δὲ ἐν τοῖς ἄλλοις πλέον ἐῴη, τοῦτο
πάλιν αὖ κοινὸν ἔσται τὸ εἶναι.
ἀλλ’ ἄρα τὸ μὲν διαιρεῖν εἰς στοιχεῖα ἐᾶν δεῖ, καὶ μάλιστα περὶ τῆς
αἰσθητῆς οὐσίας λέγοντα, ἣν δεῖ αἰσθήσει μᾶλλον ἢ λόγῳ λαμβάνειν,
καὶ τὸ ἐξ ὧν σύγκειται μὴ προσποιεῖσθαι — οὐ γὰρ οὐσίαι ἐκεῖνα, ἢ
οὐκ ἂν αἰσθηταί γε οὐσίαι — ἑνὶ δὲ γένει περιλαμβάνοντα τὸ κοινὸν
ἐπὶ λίθου καὶ γῆς καὶ ὕδατος καὶ τῶν ἐκ τούτων φυτῶν, ᾗ αἰσθητά, καὶ
ζῴων ὡσαύτως: οὐ γὰρ παραλελείψεται ἡ ὕλη οὐδὲ τὸ εἶδος: ἡ γὰρ
αἰσθητὴ οὐσία ἔχει ταῦτα: ὕλη γὰρ καὶ εἶδος πῦρ καὶ γῆ καὶ τὰ
μεταξύ, τὰ δὲ σύνθετα ἤδη πολλαὶ οὐσίαι εἰς ἕν: καὶ τὸ κοινὸν πᾶσι
τούτοις, ᾗ τῶν ἄλλων κεχώρισται: ὑποκείμενα γὰρ ταῦτα τοῖς ἄλλοις
καὶ οὐκ ἐν ὑποκειμένῳ οὐδὲ ἄλλου: καὶ ὅσα εἴρηται, ὑπάρχει ταύτῃ.
ἀλλ’ εἰ ἡ αἰσθητὴ οὐσία οὐκ ἄνευ μεγέθους οὐδ’ ἄνευ ποιότητος, πῶς
ἔτι τὰ συμβεβηκότα χωριοῦμεν; χωρίζοντες γὰρ ταῦτα, τὸ μέγεθος, τὸ
σχῆμα, τὸ χρῶμα, ξηρότητα, ὑγρότητα, τί τὴν οὐσίαν αὐτὴν θησόμεθα;
ποιαὶ γὰρ οὐσίαι αὗται. ἀλλά τι ἔστι, περὶ
καὶ περὶ μὲν τῆς λεγομένης οὐσίας αἰσθητῆς καὶ γένους ἑνὸς ταύτῃ:
εἴδη δ’ αὐτοῦ τίνα ἄν τις θεῖτο καὶ πῶς διέλοι; σῶμα μὲν οὖν τὸ
σύμπαν θετέον εἶναι, τούτων δὲ τὰ μὲν ὑλικώτερα, τὰ δὲ ὀργανικά:
ὑλικώτερα μὲν πῦρ, γῆ, ὕδωρ, ἀήρ: ὀργανικὰ δὲ τὰ τῶν φυτῶν καὶ τὰ
τῶν ζῴων σώματα κατὰ τὰς μορφὰς τὰς παραλλαγὰς σχόντα:
ἔστι δὲ καὶ οὕτως διαιρεῖν, θερμῷ καὶ ξηρῷ, καὶ ξηρῷ καὶ ψυχρῷ, καὶ
ψυχρῷ καὶ ὑγρῷ, ἢ ὅπως βούλεται τὸν συνδυασμὸν εἶναι: εἶτα ἐκ τούτων
σύνθεσιν καὶ μῖξιν, καὶ ἢ μένειν ἐνταῦθα στάντα ἐπὶ τοῦ συνθέτου, ἢ
κατὰ τὸ ἔγγειον καὶ ἐπίγειον, ἢ κατὰ τὰς μορφὰς καὶ κατὰ τὰς τῶν
ζῴων διαφοράς, οὐ τὰ ζῷα διαιροῦντα, ἀλλὰ κατὰ τὰ σώματα αὐτῶν,
ὥσπερ ὄργανα, διαιροῦντα. οὐκ ἄτοπος δὲ ἡ κατὰ τὰς μορφὰς διαφορά,
εἴπερ οὐδ’ ἡ κατὰ τὰς ποιότητας αὐτῶν διαίρεσις, θερμότητας,
ψυχρότητας καὶ τὰ τοιαῦτα. εἰ δέ τις λέγοι ʽἀλλὰ κατὰ ταύτας ποιεῖ
τὰ σώματἀ, καὶ κατὰ τὰς μίξεις φήσομεν ποιεῖν καὶ κατὰ τὰ χρώματα
καὶ τὰ σχήματα: ἐπεὶ γὰρ περὶ αἰσθητῆς οὐσίας ὁ λόγος, οὐκ ἄτοπος ἂν
εἴη, διαφοραῖς εἰ λαμβάνοιτο ταῖς πρὸς τὴν αἴσθησιν: οὐδὲ γὰρ ὂν
ἁπλῶς αὕτη, ἀλλ’ αἰσθητὸν ὂν τὸ ὅλον τοῦτο ἐπεὶ καὶ τὴν δοκοῦσαν
ὑπόστασιν αὐτῆς σύνοδον τῶν πρὸς αἴσθησιν ἔφαμεν εἶναι καὶ ἡ πίστις
τοῦ εἶναι παρὰ τῆς αἰσθήσεως αὐτοῖς. εἰ δὲ ἄπειρος ἡ σύνθεσις, κατ’
εἴδη τῶν ζῴων διαιρεῖν, οἷον
περὶ δὲ ποσοῦ καὶ ποσότητος, ὡς ἐν ἀριθμῷ δεῖ τίθεσθαι καὶ μεγέθει,
καθ̓ ὅσον τοσοῦτον ἕκαστον, ὅ ἐστιν ἐν ἀριθμῷ τῶν ἐνύλων καὶ
διαστήματι τοῦ ὑποκειμένου — οὐ γὰρ περὶ χωριστοῦ ποσοῦ ὁ λόγος,
ἀλλ’ ὃ ποιεῖ τρίπηχυ εἶναι τὸ ξύλον, καὶ ἡ πεμπὰς ἡ ἐπὶ τοῖς ἵπποις
— εἴρηται πολλάκις, ὅτι ταῦτα ποσὰ μόνον λεκτέον, τόπον δὲ καὶ
χρόνον μὴ κατὰ τὸ ποσὸν νενοῆσθαι, ἀλλὰ τὸν μὲν χρόνον τῷ μέτρον
κινήσεως εἶναι καὶ τῷ πρός τι δοτέον αὐτόν, τὸν δὲ τόπον σώματος
περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεῖσθαι: ἐπεὶ
καὶ ἡ κίνησις συνεχὴς καὶ οὐκ ἐν ποσῷ ἐτέθη. μέγα δὲ καὶ μικρὸν διὰ
τί οὐκ ἐν ποσῷ; ποσότητι γάρ τινι μέγα τὸ μέγα, καὶ τὸ μέγεθος δὲ οὐ
τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι: πρὸς γὰρ
ἕτερον, ὥσπερ καὶ τὸ διπλάσιον. διὰ τί οὖν ὄρος μικρόν, κέγχρος δὲ
μεγάλη; ἢ πρῶτον μὲν ἀντὶ τοῦ μικρότερον λέγεται. εἰ γὰρ πρὸς τὰ
ὁμογενῆ ὁμολογεῖται καὶ παῤ αὐτῶν εἰρῆσθαι, ὁμολογεῖται, ὅτι ἀντὶ
τῷ τῶν ὁμογενῶν: τῶν δὲ ὁμογενῶν κατὰ φύσιν ἂν
λέγοιτο μείζων. ἔπειτα διὰ τί οὐ καὶ τὸ καλὸν λέγοιτο ἂν τῶν πρός
τι; ἀλλά φαμεν καλὸν μὲν καθ̓ ἑαυτὸ καὶ ποιόν, κάλλιον δὲ τῶν πρός
τι: καίτοι καὶ καλὸν λεγόμενον φανείη ἂν πρὸς ἄλλο αἰσχρόν, οἷον
ἀνθρώπου κάλλος πρὸς θεῶν: ʽπιθήκων̓, φησίν, ʽὁ κάλλιστος αἰσχρὸς
συμβάλλειν ἑτέρῳ γένεἰ: ἀλλ’ ἐφ̓ ἑαυτοῦ μὲν καλόν, πρὸς ἄλλο δὲ ἢ
κάλλιον ἢ τοὐναντίον. καὶ ἐνταῦθα τοίνυν ἐφ̓ ἑαυτοῦ μὲν μέγα
μεγέθους, πρὸς ἄλλο δὲ οὐ τοιοῦτον: ἢ ἀναιρετέον τὸ
ἀπολειπτέον τοίνυν καὶ ἐναντιότητα εἶναι περὶ τὸ ποσόν: αἱ γὰρ
ἔννοιαι τὴν ἐναντιότητα συγχωροῦσιν, ὅταν μέγα λέγωμεν καὶ ὅταν
μικρόν, ἐναντίας τὰς φαντασίας ποιοῦσαι, ὥσπερ ὅταν πολλὰ καὶ ὀλίγα:
καὶ γὰρ τὰ παραπλήσια περὶ τοῦ ὀλίγα καὶ πολλὰ λεκτέον. πολλοὶ γὰρ
οἱ ἐν τῇ οἰκίᾳ ἀντὶ τοῦ πλείους: τοῦτο δὲ πρὸς ἄλλο: καὶ ὀλίγοι ἐν
τῷ θεάτρῳ ἀντὶ τοῦ ἐλάττους. καὶ δεῖ ὅλως τὰ πολλὰ πολὺ λέγειν
πλῆθος ἐν ἀριθμῷ: πλῆθος δὲ πῶς τῶν πρός τι; τοῦτο δὲ ταὐτὸν τῷ
ἐπέκτασις ἀριθμοῦ, τὸ δὲ ἐναντίον συστολή. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ
συνεχοῦς τῆς ἐννοίας τὸ συνεχὲς προαγούσης εἰς τὸ πόρρω. ποσὸν μὲν
οὖν, ὅταν τὸ ἓν προέλθῃ, καὶ τὸ σημεῖον. ἀλλ’ ἐὰν μὲν ταχὺ στῇ
ἑκάτερον, τὸ μὲν ὀλίγον, τὸ δὲ μικρόν: ἐὰν δεῖ λόγον τινά, ὥσπερ καλοῦ, οὕτω καὶ μεγάλου εἶναι,
ὃς μεταληφθεὶς μέγα ποιεῖ, ὥσπερ καλὸν ὁ τοῦ καλοῦ. ἐναντιότης
τοίνυν κατὰ ταῦτα περὶ τὸ ποσόν: κατὰ γὰρ τὸν τόπον οὐκέτι, ὅτι μὴ
τοῦ ποσοῦ: ἐπεὶ καί, εἰ τοῦ ποσοῦ ἦν ὁ τόπος, οὐκ ἦν ἐναντίον τὸ ἄνω
τινὶ μὴ ὄντος τοῦ κάτω ἐν τῷ παντί. ἐν δὲ τοῖς μέρεσι τὸ ἄνω καὶ
κάτω λεγόμενον ἄλλο οὐδὲν ἂν σημαίνοι ἢ ἀνωτέρω καὶ κατωτέρω καὶ
ὅμοιον τῷ δεξιὸν καὶ ἀριστερόν: ταῦτα δὲ τῶν πρός τι. συλλαβῇ δὲ καὶ
λόγῳ συμβαίνει ποσοῖς εἶναι καὶ ὑποκεῖσθαι τῷ ποσῷ. φωνὴ γὰρ ποσή:
αὕτη δὲ κίνησίς τις. εἰς κίνησιν οὖν ὅλως ἀνακτέον, ὡσπερ καὶ τὴν
πρᾶξιν.
τὸ μὲν οὖν συνεχὲς ἀπὸ τοῦ διωρισμένου εἰς εὐθύγραμμον καὶ περιφερὲς σχῆμα, στερεὸν
δὲ εἰς στερεὰ σχήματα, σφαῖραν καὶ εὐθυγράμμους ἔχοντα
πλευράς, καὶ ταῦτα πάλιν, οἷα οἱ γεωμέτραι ποιοῦσιν, εἰς
τρίγωνα, τετράπλευρα, καὶ πάλιν ταῦτα εἰς ἄλλα, ἐπισκεπτέον.
τί γὰρ ἂν φαῖμεν εὐθεῖαν; οὐ μέγεθος εἶναι; ἢ ποιὸν μέγεθος τὸ εὐθὺ
φαίη τις ἄν. τί
ἀλλὰ πῶς ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον; ὅμοια γὰρ τρίγωνα
λέγεται. ἢ καὶ ὅμοια λέγεται μεγέθη καὶ ἡ ὁμοιότης λεγομένη οὐκ
ἀναιρεῖ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον εἶναι ἐν τῷ ποσῷ: ἴσως γὰρ ἐνταῦθα
ἐν τοῖς μεγέθεσι τὸ ὅμοιον ἄλλως καὶ οὐχ ὡς ἐν τῷ ποιῷ. ἔπειτα οὐκ,
εἰ ἴδιον εἶπε τὸ ἴσον καὶ ἄνισον, ἀνεῖλε καὶ τὸ ὅμοιον κατηγορεῖν
τινων: ἀλλ’ εἰ εἶπε τὸ ὅμοιον καὶ ἀνόμοιον τοῦ ποιοῦ, ἄλλως λεκτέον,
ὡς ἔφαμεν, τὸ ἐπὶ τοῦ ποσοῦ. εἰ δὲ ταὐτὸν τὸ ὅμοιον, καὶ ἐπὶ τούτων
ἐπισκέψασθαι δεῖ ἰδιότητας ἄλλας ἑκατέρου τοῦ γένους, τοῦ τε ποσοῦ
καὶ τοῦ ποιοῦ. ἢ λεκτέον, τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ποσοῦ λέγεσθαι,
καθόσον αἱ διαφοραὶ ἐν αὐτῷ, καθόλου δέ, ὅτι συντάττειν δεῖ τὰς
συμπληρούσας διαφορὰς τῷ οὗ διαφοραί, καὶ μάλιστα, ὅταν μόνου
ἐκείνου ᾖ διαφορὰ ἡ διαφορά. εἰ δ’ ἐν ἄλλῳ μὲν συμπληροῖ τὴν οὐσίαν,
ἐν ἄλλῳ δὲ μή, οὗ μὲν συμπληροῖ, συντακτέον, οὗ δὲ μὴ συμπληροῖ,
μόνον ἐφ̓ ἑαυτοῦ ληπτέον: συμπληροῦν δὲ λέγω τὴν οὐσίαν οὐ τὴν
ἁπλῶς, ἀλλὰ τὴν τοιάνδε, τοῦ τοιάνδε προσθήκην οὐκ οὐσιώδη
δεχομένου. κἀκεῖνο δὲ ἐπισημαντέον, ὅτι ἴσα μὲν λέγομεν καὶ τρίγωνα
καὶ τετράγωνα καὶ ἐπὶ πάντων σχημάτων, ἐπιπέδων τε καὶ στερεῶν: ὥστε
ἴσον τε καὶ ἄνισον κείσθω ἐπὶ ποσοῦ ἴδιον. ὅμοιον δὲ καὶ ἀνόμοιον,
εἰ ἐπὶ ποιοῦ, ἐπισκεπτέον. περὶ δὲ τοῦ ποιοῦ ἐλέχθη, ὡς σὺν ἄλλοις
μὲν ὕλῃ καὶ ποσῷ συμμιχθὲν συμπλήρωσιν ἐργάζεται αἰσθητῆς οὐσίας,
καὶ ὅτι κινδυνεύει ἡ λεγομένη αὕτη οὐσία εἶναι τοῦτο τὸ ἐκ πολλῶν,
οὐ τί, ἀλλὰ ποιὸν μᾶλλον, καὶ ὁ μὲν λόγος εἶναι οἷον πυρὸς τὸ τὶ
σημαίνων μᾶλλον, ἣν δὲ μορφὴν ἐργάζεται, οὐ τὸν αἰσθητὸν Σωκράτην, ἀλλὰ
χρώματα καὶ σχήματα ἐκείνων τῶν ἐν τῷ λόγῳ μιμήματα εἶναι, καὶ τὸν
λόγον δὲ τοῦτον πρὸς τὸν ἀληθέστατον ἤδη λόγον τὸν ἀνθρώπου τὸ αὐτὸ
πεπονθότα εἶναι. ταῦτα μὲν οὖν οὕτως.
ἕκαστον δὲ λαμβανόμενον χωρὶς τῶν ἄλλων οἷον καλὸν καὶ αἰσχρὸν
τὸ ἐπὶ σώματι: ὁμώνυμον γὰρ τὸ καλὸν τὸ τῇδε κἀκεῖ, ὥστε καὶ τὸ
ποιόν: ἐπεὶ καὶ τὸ μέλαν καὶ τὸ λευκὸν ἄλλο. ἀλλὰ τὸ ἐν τῷ σπέρματι
καὶ τῷ τοιούτῳ λόγῳ πότερα ταὐτὸν ἢ ὁμώνυμον τῷ φαινομένῳ; καὶ τοῖς
ἐκεῖ προσνεμητέον ἢ τοῖς τῇδε; καὶ τὸ αἰσχρὸν τὸ περὶ τὴν ψυχήν; τὸ
μὲν γὰρ καλὸν ὅτι ἄλλο, ἤδη δῆλον. ἀλλ’ εἰ ἐν τούτῳ τῷ ποιῷ, καὶ ἡ
ἀρετὴ ἐν τοῖς τῇδε ποιοῖς. ἢ τὰς μὲν ἐν τοῖς τῇδε ποιοῖς, τὰς δὲ ἐν
τοῖς ἐκεῖ. ἐπεὶ καὶ τὰς τέχνας λόγους οὔσας ἀπορήσειεν ἄν τις εἰ: ἐν
τοῖς τῇδε: καὶ γὰρ εἰ ἐν ὕλῃ λόγοι, ἀλλὰ ὕλη αὐτοῖς ἡ ψυχή: ἀλλ’
ὅταν καὶ μετὰ ὕλης, πὼς ἐνταῦθα: οἷον κιθαρῳδία: καὶ γὰρ περὶ χορδὰς
καὶ μέρος πως τῆς τέχνης ἡ ᾠδή, φωνὴ αἰσθητή, εἰ μὴ ἄρα ἐνεργείας
ταύτας τις, ἀλλ’ οὐ μέρη, θεῖτο.
εἰ μὲν οὖν οὕτω δοκεῖ, διαιρετέον τὰς μὲν ψυχικάς, τὰς δὲ σωματικάς,
ὡς σώματος οὔσας ποιότητας. εἰ δὲ τὰς ψυχὰς ἁπάσας ἐκεῖ τις
βούλεται, ταῖς αἰσθήσεσι τὰς τῇδε ποιότητας ἔστι διαιρεῖν, τὰς μὲν
δἰ ὀμμάτων, τὰς δὲ δἰ ὤτων, τὰς δὲ δἰ ἁφῆς, γεύσεως, ὀσφρήσεως, καὶ
τούτων εἴ τινες διαφοραί, ὄψεσι μὲν χρώματα, ἀκοαῖς δὲ φωνάς, καὶ
ταῖς ἄλλαις αἰσθήσεσι: φωνὰς δέ, ᾗ ποιαί, ἡδύ, τραχύ, λεῖον. ἐπεὶ δὲ
τὰς διαφορὰς τὰς περὶ τὴν οὐσίαν ποιότησι διαιρούμεθα καὶ τὰς
ἐνεργείας καὶ τὰς πράξεις καλὰς ἢ αἰσχρὰς καὶ ὅλως τοιάσδε — τὸ γὰρ
ποσὸν ἢ ὀλιγάκις εἰς τὰς διαφορὰς τὰς εἴδη ποιούσας ἢ οὐδαμοῦ — καὶ
τὸ ποσὸν δὲ ποιότησι ταῖς αὐτῶν οἰκείαις, πῶς ἄν τις καὶ τὸ ποιὸν
διέλοι κατ’ εἴδη ἀπορήσειεν ἄν τις ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ
ποίου γένους. ἄτοπον γὰρ ἑαυτῷ καὶ ὅμοιον, ὥσπερ ἂν εἴ τις διαφορὰς
οὐσίας οὐσίας πάλιν αὖ λέγοι. τίνι οὖν τὸ λευκὸν καὶ τὸ μέλαν; τίνι
δὲ τὰ χρώματα ὅλως ἀπὸ χυμῶν καὶ τῶν ἁπτικῶν ποιοτήτων; εἰ δὲ τοῖς
διαφόροις αἰσθητηρίοις ταῦτα, οὐκ ἐν τοῖς ὑποκειμένοις ἡ διαφορά.
ἀλλὰ κατὰ τὴν αὐτὴν αἴσθησιν πῶς; εἰ δ’ ὅτι τὸ μὲν συγκριτικόν, τὸ
δὲ διακριτικὸν ὀμμάτων, τὸ δὲ διακριτικὸν γλώττης καὶ συγκριτικόν,
πρῶτον μὲν ἀμφισβητεῖται καὶ περὶ αὐτῶν τῶν παθῶν, εἰ διακρίσεις
τινὲς καὶ συγκρίσεις ταῦτα: ἔπειτα οὐκ αὐτὰ οἷς διαφέρει εἴρηκεν. εἰ
δέ τις λέγοι οἷς δύνανται, καὶ
ἀλλὰ γὰρ ταῦτα ἅπαντα τὰ ἀπορηθέντα δεικνύει, ὡς τῶν ἄλλων δεῖ
διαφορὰς ζητεῖν, αἷς χωριοῦμεν ἀπ’ ἀλλήλων ἕκαστα, τῶν δὲ διαφορῶν
διαφορὰς καὶ ἀδύνατον καὶ ἄλογον. οὔτε γὰρ οὐσίας οὐσιῶν οὔτε ποσοῦ
ποσότητας οὔτε ποιότητας ποιοτήτων οὔτε διαφορὰς διαφορῶν οἷόν τε:
ἀλλ’ ἀνάγκη, οὗ ἐγχωρεῖ, τοῖς ἔξωθεν ἢ τοῖς ποιητικοῖς ἢ τοῖς
τοιούτοις: οὗ δὲ μηδὲ ταῦτα, οἷον πράσινον ὠχροῦ, ἐπειδὴ λευκοῦ καὶ
μέλανος λέγουσι, τί ἄν τις εἴποι; ἀλλὰ γάρ, ὅτι ἕτερα, ἡ αἴσθησις ἢ
ὁ νοῦς ἐρεῖ, καὶ οὐ δώσουσι λόγον, ἡ μὲν αἴσθησις, ὅτι μηδ’ αὐτῆς ὁ
λόγος, ἀλλὰ μόνον μηνύσεις διαφόρους ποιήσασθαι, ὁ δὲ νοῦς ἐν ταῖς
αὐτοῦ ἐπιβολαῖς ἁπλοῦς καὶ οὐ λόγοις χρῆται πανταχοῦ, ὡς λέγειν τόδε
ἕκαστον τόδε. καὶ ἔστιν ἑτερότης ἐν ταῖς κινήσεσιν αὐτοῦ διαιροῦσα
θάτερον ἀπὸ θατέρου οὐχ ἑτερότητος αὐτὴ δεομένη. αἱ τοίνυν ποιότητες
πότερα διαφοραὶ πᾶσαι γίνοιντο ἂν ἢ οὔ; λευκότης μὲν γὰρ καὶ ὅλως αἱ
χρόαι, καὶ περὶ ἁφὴν καὶ χυμοὺς γένοιντο ἂν διαφοραὶ ἑτέρων καὶ τὸ τί ἦν
γλυκὺ ἴσως λέγει παχύ, ἀλλ’ ᾧ ἡ γλυκύτης: καὶ ἐπὶ τοῦ αὐστηροῦ ὁ
αὐτὸς λόγος: ὥστε εἰ πανταχοῦ μὴ ποιότητος ποιότης διαφορὰ σκεπτέον,
ὥσπερ οὐδε οὐσίας οὐσία, οὐδὲ ποσοῦ ποσότης. ἢ τὰ πέντε τῶν τριῶν
διαφέρει δυσίν. ἢ ὑπερέχει δυσί, διαφέρει δ’ οὐ λέγεται: πῶς γὰρ ἂν
καὶ διαφέροι δυσὶν ἐν τοῖς τρισίν; ἀλλ’ οὐδὲ κίνησις κινήσεως
κινήσει διαφέροι ἄν, οὐδ’ ἐπὶ τῶν ἄλλων ἄν τις εὕροι. ἐπὶ δὲ τῆς
ἀρετῆς καὶ κακίας τὸ ὅλον πρὸς τὸ ὅλον ληπτέον, καὶ οὕτως αὐτοῖς
διοίσει. τὸ δὲ ἐκ ταὐτοῦ γένους, τοῦ ποιοῦ, καὶ μὴ ἐξ ἄλλου, εἴ τις
διαιροῖ τῷ τὴν μὲν περὶ ἡδονάς, τὴν δὲ περὶ ὀργάς, καὶ τὴν μὲν περὶ
καρποῦ κομιδήν, τὴν δὲ περὶ δαπάνην εἶναι, καὶ οὕτω
παραδέξαιτο καλῶς ὡρίσθαι, δῆλον ὅτι ἔστι διαφορὰς εἶναι καὶ μὴ
ποιότητας.
τῇ δὲ ποιότητι συντακτέον, ὥσπερ ἐδόκει, καὶ τοὺς κατ’ αὐτὰς ποιούς,
καθ̓ ὅσον ποιότης ἤ, εἰ ὧν αἱ στερήσεις ποιότητες, καὶ
αὐταὶ ποιότητες, οἷον νωδὸς ἢ τυφλός: ὁ δὲ γυμνὸς καὶ ἠμφιεσμένος
ἐρυθρός ἐστι, διὰ τί οὐ
ποιός; οὐ γὰρ χρόνῳ ὁ ποιός.
ὁρᾶν δὲ δεῖ, εἰ μὴ πάσῃ ποιότητί ἐστί τις ἄλλη ἐναντία: ἐπεὶ καὶ τὸ
μέσον τοῖς ἄκροις δοκεῖ ἐπ’ ἀρετῆς καὶ κακίας ἐναντίον εἶναι. ἀλλ’
ἐπὶ τῶν χρωμάτων τὰ μεταξὺ οὐχ οὕτως. εἰ μὲν οὖν, ὅτι μίξεις τῶν
ἄκρων τὰ μεταξύ, ἔδει μὴ ἀντιδιαιρεῖν, ἀλλὰ λευκῷ καὶ μέλανι, τὰ δ’
ἄλλα συνθέσεις. ἢ τῷ μίαν τινὰ ἄλλην ἐπὶ τῶν μεταξύ, κἂν ἐκ
συνθέσεως ᾖ θεωρεῖσθαι, ἀντιτίθεμεν. ἢ ὅτι τὰ ἐναντία οὐ μόνον
διαφέρει, ἀλλὰ καὶ πλεῖστον. ἀλλὰ κινδυνεύει τὸ πλεῖστον διαφέρειν
λαμβάνεσθαι ἐν τῷ θέσθαι ἤδη ταῦτα τὰ μεταξύ: ἐπεί, εἴ τις ταύτην
τὴν διάταξιν ἀφέλοι, τίνι τὸ πλεῖστον ὁριεῖ; ἢ ὅτι τὸ φαιὸν ἐγγυτέρω
τοῦ λευκοῦ μᾶλλον ἢ τὸ μέλαν: καὶ τοῦτο παρὰ τῆς ὄψεως μηνύεται, καὶ
ἐπὶ τῶν χυμῶν ὡσαύτως, θερμόν, ψυχρόν, τὸ μηδέτερον μεταξύ. ἀλλ’ ὅτι
μὲν οὕτως ὑπολαμβάνειν εἰθίσμεθα, δῆλον: τάχα δ’ ἄν τις ἡμῖν
συγχωροῖ ταῦτα, τὸ δὲ λευκὸν καὶ τὸ ξανθὸν καὶ ὁτιοῦν πρὸς ὁτιοῦν
ὁμοίως πάντη ἕτερα ἀλλήλων εἶναι καὶ ἕτερα δὲ τοῦτο, οἷς μέν ἐστι
κοινότης ἐν τοῖς χρώμασιν, οὐκ ἂν εἴη ἐναντία. ἀλλ’ οὐδὲν κωλύσει μὴ
πᾶν μὲν παντί, ἄλλο δὲ ἄλλῳ οὕτως εἶναι ἐναντίον, καὶ ἐπὶ χυμῶν δὲ
ὡσαύτως. ταῦτα μὲν οὖν οὕτω διηπορήσθω. περὶ δὲ τοῦ
μᾶλλον ἐν μὲν τοῖς μετέχουσιν ὅτι ἐστίν, ἐδόκει, ὑγίεια δὲ αὐτὴ καὶ
δικαιοσύνη ἠπορεῖτο. εἰ δὴ πλάτος ἔχει τούτων ἑκάστη αὐτῶν, καὶ τὰς
ἕξεις αὐτὰς δοτέον: ἐκεῖ δὲ ἕκαστον τὸ ὅλον καὶ οὐκ ἔχει τὸ μᾶλλον.
περὶ δὲ κινήσεως, εἰ δεῖ γένος θέσθαι, ὧδ’ ἄν τις θεωρήσειε: πρῶτον
μέν, εἰ μὴ εἰς ἄλλο γένος ἀνάγειν προσῆκεν, ἔπειτα, εἰ μηδὲν ἄνωθεν
αὐτῆς ἐν τῷ τί ἐστι κατηγοροῖτο, εἶτα, εἰ πολλὰς διαφορὰς λαβοῦσα
εἴδη ποιήσει, εἰς ποῖόν τις γένος αὐτὴν ἀνάξει; οὔτε γὰρ οὐσία οὔτε
ποιότης τῶν
ἀλλ’ ἔστω ταὐτὸν νοούμενον τὸ τῆς ἀλλοιώσεως κατὰ τὸ παρακολουθεῖν τῇ
κινήσει τὸ ἄλλο. τί οὖν δεῖ λέγειν τὴν κίνησιν; ἔστω δὴ ἡ κίνησις,
ὡς τύπῳ εἰπεῖν, ἡ ἐκ δυνάμεως ὁδὸς εἰς ἐκεῖνο, ὃ λέγεται δύνασθαι.
ὄντος γὰρ δυνάμει τοῦ μέν, ὅτι ἥκοι ἂν εἰς εἶδός τι, οἷον δυνάμει
ἀνδριάς, τοῦ δέ, ὅτι ἥκοι ἂν εἰς ἐνέργειαν, οἷον τὸ βαδιστικόν, ὅταν
τὸ μὲν προίῃ εἰς ἀνδριάντα, ἡ πρόοδος κίνησις, τὸ δ’ ὅταν
ἐν τῷ βαδίζειν ᾖ, τὸ βαδίζειν αὐτὸ κίνησις: καὶ ὄρχησις ἐπὶ τοῦ
δυναμένου ὀρχεῖσθαι, ὅταν ὀρχῆται. καὶ ἐπὶ μέν τινι κινήσει εἶδος
ἄλλο ἐπιγίνεται, ὃ εἰργάσατο ἡ κίνησις, τὸ δὲ ὡς ἁπλοῦν εἶδος ὂν τῆς
δυνάμεως οὐδὲν ἔχει μετ’ αὐτὴν παυσαμένης τῆς κινήσεως: ὥστε, εἴ τις
λέγοι τὴν κίνησιν εἶδος ἐγρηγορὸς ἀντίθετον τοῖς ἄλλοις εἴδεσι τοῖς
ἑστηκόσιν, ᾗ τὰ μὲν μένει, τὰ δὲ οὔ, καὶ αἴτιον τοῖς ἄλλοις εἴδεσιν,
ὅταν μετ’ αὐτήν τι γίνηται, οὐκ ἂν ἄτοπος εἴη: εἰ δὲ καὶ ζωήν τις
λέγοι σωμάτων ταύτην, περὶ ἧς ,οὐκ
ἂν ἄτοπος εἴη: τὴν γὰρ κίνησιν ταύτην ὁμώνυμον δεῖ λέγειν
ταῖς νοῦ καὶ ψυχῆς κινήσεσιν. ὅτι δὲ γένος ἐστίν, οὐχ ἧττον ἄν τις
καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι ὁρισμῷ ἢ καὶ ἀδύνατον εἶναι λαβεῖν
πιστώσαιτο. ἀλλὰ πῶς εἶδός τι, ὅταν πρὸς τὸ χεῖρον ἡ κίνησις, ἢ ὅταν
παθητικὴ ἡ κίνησις; ἢ ὅμοιον, ὥσπερ ἂν εἰ ἡ θέρμανσις τὰ
μὲν αὔξοι ἡ παρὰ τοῦ ἡλίου, τὰ δὲ εἰς τὸ ἐναντίον ἄγοι: καὶ ᾗ κοινόν
τι ἡ κίνησις, καὶ ἡ αὐτὴ ἐπ’ ἀμφοῖν, τοῖς δὲ ὑποκειμένοις τὴν
διαφορὰν τὴν δοκοῦσαν ἔχει. ὑγίανσις οὖν καὶ νόσανσις ταὐτόν; ἢ καθ̓
ὅσον μὲν κίνησις ταὐτόν: τίνι δὲ διοίσει; πότερα τοῖς ὑποκειμένοις,
ἢ καὶ ἄλλῳ; ἀλλὰ τοῦτο ὕστερον, ὅταν περὶ ἀλλοιώσεως ἐπισκοπῶμεν:
νῦν δὲ τί ταὐτὸν ἐν πάσῃ κινήσει σκεπτέον. οὕτω γὰρ ἂν καὶ γένος
εἴη. ἢ πολλαχῶς ἂν λέγοιτο καὶ οὕτως ἔσται, ὥσπερ ἂν εἰ τὸ ὄν. πρὸς
δὲ τὴν ἀπορίαν, ὅτι ἴσως δεῖ, ὅσαι μὲν εἰς τὸ τῷ οὐκ ἐν τῷ αὐτῷ μένειν: ἀπόλλυσθαι γὰρ τὴν
κίνησιν, ὅταν μὴ ἄλλο. διὸ καὶ ἑτερότης οὐκ ἐν τῷ γεγονέναι καὶ
μεῖναι ἐν τῷ ἑτέρῳ, ἀλλ’ ἀεὶ ἑτερότης: ὅθεν καὶ ὁ χρόνος ἕτερον ἀεί,
διότι
καὶ ἔστιν ἡ κίνησις ἡ περὶ τὰ αἰσθητὰ παῤ ἄλλου ἐνιεμένη σείουσα καὶ
ἐλαύνουσα καὶ ἐγείρουσα καὶ ὠθοῦσα τὰ μεταλαβόντα αὐτῆς, ὥστε μὴ
εὕδειν μηδ’ ἐν ταυτότητι εἶναι, ἵνα δὴ τῇ μὴ ἡσυχίᾳ καὶ οἷον
πολυπραγμονήσει ταύτῃ εἰδώλῳ συνέχηται ζωῆς. δεῖ δὲ οὐ τὰ κινούμενα
τὴν κίνησιν εἶναι νομίζειν: οὐ γὰρ οἱ πόδες ἡ βάδισις, ἀλλ’ ἡ περὶ
τοὺς πόδας ἐνέργεια ἐκ δυνάμεως. ἀοράτου δὲ τῆς δυνάμεως ὑπαρχούσης
τοὺς ἐνεργοῦντας πόδας ὁρᾶν μόνον ἀνάγκη, οὐ πόδας ἁπλῶς, ὥσπερ ἂν
εἰ ἡσύχαζον, ἀλλ’ ἤδη μετ’ ἄλλου, ἀοράτου μὲν τούτου, ὅτι δὲ μετ’
ἄλλου κατὰ συμβεβηκὸς ὁρωμένου τῷ τοὺς πόδας ὁρᾶν ἄλλον τόπον
ἔχοντας καὶ ἄλλον καὶ μὴ ἠρεμεῖν: τὸ δ’ ἀλλοιούμενον παρὰ τοῦ
ἀλλοιουμένου, ὅτι μὴ ἡ αὐτὴ ποιότης. ἐν τίνι οὖν ἡ κίνησις, ὅταν
ἄλλο κινῇ, καὶ ὅταν δὲ ἐκ τῆς ἐνούσης δυνάμεως εἰς ἐνέργειαν ἴῃ; ἆρα
ἐν τῷ κινοῦντι; καὶ πῶς τὸ κινούμενον καὶ πάσχον μεταλήψεται; ἀλλ’
ἐν τῷ κινουμένῳ; διὰ τί οὖν ἐλθοῦσα οὐ μένει; ἢ δεῖ μήτε τοῦ
ποιοῦντος ἀπηλλάχθαι μήτε ἐν αὐτῷ
περὶ δὲ τῆς κατὰ τόπον κινήσεως, εἰ τὸ ἄνω φέρεσθαι τῷ κάτω ἐναντίον,
καὶ τὸ κύκλῳ τοῦ ἐπ’ εὐθείας διοίσει, πῶς ἡ διαφορά, οἷον τὸ ὑπὲρ
κεφαλῆς καὶ ὑπὸ πόδας ῥίπτειν; καὶ γὰρ ἡ δύναμις ἡ ὠστικὴ μία, εἰ μή
τις ἄλλην τὴν ἄνω ὠθοῦσαν καὶ ἄλλην τὴν κάτω λέγοι, καὶ
ἄλλως τὴν κάτω πρὸς τὴν ἄνω φοράν, καὶ μάλιστα εἰ φυσικῶς κινοῖτο,
εἰ ἡ μὲν κουφότης εἴη, ἡ δὲ βαρύτης. ἀλλὰ κοινὸν καὶ τὸ αὐτὸ τὸ εἰς
τὸν οἰκεῖον τόπον φέρεσθαι, ὥστε ἐνταῦθα κινδυνεύειν παρὰ τὰ ἔξω τὴν
διαφορὰν γίνεσθαι. ἐπὶ δὲ τῆς κύκλῳ καὶ ἐπ’ εὐθείας, εἰ οἷόν περ ἐπ’
εὐθείας καὶ κύκλῳ περιθρέξαιεν, πῶς ἄλλη; ἢ παρὰ τὸ τῆς πορείας
σχῆμα, εἰ μή τις μικτὴν λέγοι τὴν κύκλῳ, ὡς οὐ παντελῶς οὖσαν
κίνησιν οὐδὲ πάντη ἐξισταμένην. ἀλλ’ ἔοικεν ὅλως μία τις εἶναι ἡ
τοπικὴ τοῖς ἔξωθεν τὰς διαφορὰς λαμβάνουσα.
σύγκρισις δὲ καὶ διάκρισις ἐπισκεπτέα πῶς. ἆῤ ἕτεραι κινήσεις τῶν
εἰρημένων, γενέσεως καὶ φθορᾶς, αὔξης καὶ φθίσεως, τοπικῆς
μεταβολῆς, ἀλλοιώσεως, ἢ εἰς ταύτας αὐτὰς ἀνακτέον, ἢ τούτων τινὰς
συγκρίσεις καὶ διακρίσεις θετέον; εἰ μὲν οὖν τοῦτ̓ ἔχει ἡ σύγκρισις,
πρόσοδον ἑτέρου πρὸς ἕτερον καὶ τὸ πελάζειν, καὶ αὖ ἀποχώρησιν εἰς
τοὐπίσω, τοπικὰς ἄν τις κινήσεις λέγοι δύο κινούμενα λέγων πρὸς ἕν
τι, ἢ ἀποχωροῦντα ἀπ’ ἀλλήλων.
ἐπισκεπτέον δὴ περὶ τούτων καὶ ἤδη ζητητέον πάλιν αὖ τῶν κατ’ εἴδη
λεγομένων κινήσεων, οἷον ἐπὶ τοπικῆς, εἰ μὴ τῷ ἄνω καὶ κάτω καὶ
εὐθείᾳ καὶ κύκλῳ, ὡς ἠπόρηται, εἰ ἐμψύχων καὶ ἀψύχων κινήσει — οὐ
γὰρ ὁμοία ἡ κίνησις τούτων — καὶ πάλιν ταύτας τῇ πεζῇ καὶ τῷ νεῖν
καὶ πτήσει. ἢ καὶ τῷ φύσει γε καὶ παρὰ φύσιν τάχ̓
περὶ δὲ στάσεως, ὃ ἀντιτέτακται κινήσει, ἢ ἠρεμίας τί ποτε χρὴ
λέγειν; πότερα καὶ αὐτὸ ἕν τι γένος θετέον, ἢ εἴς τι γένος τῶν
εἰρημένων ἀνακτέον; βέλτιον δ’ ἴσως στάσιν τοῖς ἐκεῖ ἀποδόντα
ἠρεμίαν ἐνταῦθα ζητεῖν. τὴν οὖν ἠρεμίαν ταύτην ζητητέον πρῶτον τί
ποτέ ἐστι. καὶ εἰ μὲν ταὐτὸν φανείη τῇ στάσει, οὐδ’ ὀρθῶς ἂν ἐνταῦθα
ταύτην ζητοῖ οὐδενὸς ἑστηκότος, ἀλλὰ τοῦ φαινομένου ἑστάναι
σχολαιοτέρᾳ τῇ κινήσει χρωμένου: εἰ δ’ ἕτερον ἠρεμίαν στάσεως
λέγοιμεν τῷ τὴν μὲν στάσιν περὶ τὸ ἀκίνητον παντελῶς εἶναι, τὴν δ’
ἠρεμίαν περὶ τὸ ἑστώς, πεφυκὸς δὲ κινεῖσθαι, ὅταν μὴ κινῆται, εἰ μὲν
τὸ ἠρεμίζεσθαι λέγοι τὸ ἠρεμεῖν, κίνησιν οὔπω παυσαμένην, ἀλλ’
ἐνεστῶσαν: εἰ δὲ τὴν οὐκέτι περὶ τὸ κινούμενον οὖσαν, πρῶτον μὲν
ζητητέον, εἴ τί ἐστι μὴ κινούμενον ἐνταῦθα. εἰ δὲ μὴ πάσας οἷόν τέ
τι τὰς κινήσεις κινεῖσθαι, ἀλλὰ δεῖ κινήσεις τινὰς μὴ κινεῖσθαι, ἵνα
καὶ ἐξῇ λέγειν τόδε τὸ κινούμενον εἶναι, τί ἄλλο χρὴ λέγειν τὸ μὴ
κινούμενον κατὰ τόπον, ἀλλὰ ἠρεμοῦν ταύτην τὴν κίνησιν, ἢ ὅτι μὴ
κινεῖται; ἀπόφασις ἄρα ἔσται ἡ ἠρεμία τοῦ κινεῖσθαι: τοῦτο δὲ οὐκ ἐν
γένει. ἠρεμεῖ δὲ οὐκ ἄλλο τι ἢ ταύτην τὴν κίνησιν, οἷον τὴν τοπικήν:
τὴν οὖν ἀφαίρεσιν τούτου λέγει. εἰ δέ τις λέγοι: διὰ τί δ’ οὐ τὴν
κίνησιν ἀπόφασιν τῆς στάσεως φήσομεν; ὅτι, φήσομεν, ἥκει τι φέρουσα
ἡ κίνησις καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον
καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, ἡ δὲ ἠρεμία ἑκάστου οὐδέν
ἐστι παῤ αὐτό, ἀλλὰ σημαίνει μόνον, ὅτι κίνησιν οὐκ ἔχει. τί οὖν οὐ
καὶ ἡ ἐνταῦθα λεγομένη: οἷον ἐν νόσῳ καὶ ὑγιείᾳ.
κινεῖται μὲν οὖν ὁ ὑγιαζόμενος καὶ οὕτως, ὅταν ἐκ νόσου
εἰς ὑγίειαν ἴῃ, ὑγιάζεται. τί οὖν τῇ ὑγιάνσει ταύτῃ ἠρεμίας εἶδος
ἀντιτάξομεν; εἰ μὲν γὰρ τὸ ἐξ οὗ, νόσος, ἀλλ’ οὐ στάσις: εἰ δὲ τὸ
εἰς ὅ, ὑγίεια: ὃ οὐ ταὐτὸν τῇ στάσει. εἰ δέ τις λέγοι τὴν ὑγίειαν ἢ
τὴν νόσον τινὰ στάσιν εἶναι, εἴδη στάσεως τὴν ὑγίειαν καὶ τὴν νόσον
εἶναι φήσει: ὅπερ ἄτοπον. εἰ δὲ συμβεβηκέναι τῇ ὑγιείᾳ τὴν στάσιν,
πρὸ τῆς στάσεως ἡ ὑγίεια οὐχ ὑγίεια ἔσται. ἀλλὰ περὶ μὲν τούτων, ὅπῃ
δοκεῖ ἑκάστῳ.
εἴρηται δ’ ὅτι τὸ ποιεῖν καὶ τὸ πάσχειν κινήσεις λεκτέον, καὶ ἔστι
τὰς μὲν τῶν κινήσεων ἀπολύτους, τὰς δὲ ποιήσεις, τὰς δὲ πείσεις
λέγειν. καὶ περὶ τῶν ἄλλων γενῶν λεγομένων, ὅτι εἰς ταῦτα, καὶ περὶ
τοῦ πρός τι, ὅτι ἄλλου πρὸς ἄλλο σχέσις, καὶ ὅτι σύνεισιν ἅμα καὶ
ἄμφω, καὶ τὸ πρός τι δέ, ὅταν σχέσις οὐσίας ποιῇ αὐτό, οὐχ ᾗ οὐσία
ἔσται πρός τι, ἀλλ’ ἢ καθ̓ ὃ μέρος, οἷον χεὶρ ἢ κεφαλὴ ἢ αἴτιον ἢ
ἀρχὴ ἢ στοιχεῖον. ἔστι δὲ καὶ τὰ πρός τι διαιρεῖν, ὥσπερ διῄρηται
τοῖς ἀρχαίοις, τὰ μὲν ὡς ποιητικά, τὰ δὲ ὡς μέτρα, τὰ
Ἆρά γε ἡ ψυχὴ πανταχοῦ τῷ παντὶ πάρεστιν, ὅτι σῶμά ἐστι τοῦ παντὸς
τοσόνδε, περὶ τὰ σώματα φύσιν ἔχουσα μερίζεσθαι, ἢ καὶ παῤ αὑτῆς
πανταχοῦ ἔστιν; οὐχ οὗπερ ἂν ὑπὸ σώματος προαχθῇ, ἀλλὰ σώματος
εὑρίσκοντος αὐτὴν πρὸ αὑτοῦ πανταχοῦ οὖσαν: ὥστε, ὅπου ἂν τεθῇ, ἐκεῖ
εὑρίσκειν ψυχὴν οὖσαν πρὶν αὐτὸ τεθῆναι ἐν μέρει τοῦ παντὸς καὶ τὸ
ὅλον τοῦ παντὸς σῶμα τεθῆναι ἐν ψυχῇ οὔσῃ. ἀλλ’ εἰ ἔστιν εἰς
τοσοῦτον πρὶν τὸ τοσόνδε σῶμα ἐλθεῖν πληροῦσα τὸ διάστημα πᾶν, πῶς
οὐ μέγεθος ἕξει; ἢ τίς τρόπος ἂν εἴη τοῦ εἶναι ἐν τῷ παντὶ πρὶν τὸ
πᾶν γενέσθαι τοῦ παντὸς οὐκ ὄντος; τό τε ἀμερῆ λεγομένην καὶ ἀμεγέθη
εἶναι πανταχοῦ εἶναι μέγεθος οὐκ ἔχουσαν πῶς ἄν τις παραδέξαιτο; καὶ
εἰ τῷ σώματι λέγοιτο συνεκτείνεσθαι μὴ σῶμα οὖσα, οὐδ’ ὣς ἐκφεύγειν
ποιεῖ τὴν ἀπορίαν τῷ κατὰ συμβεβηκὸς τὸ μέγεθος αὐτῇ διδόναι: ὁμοίως
γὰρ ἄν τις καὶ ἐνταῦθα ζητήσειεν εὐλόγως, ὅπως κατὰ συμβεβηκὸς
μεγεθύνεται. οὐ γὰρ δή, ὥσπερ ἡ ποιότης, οἷον γλυκύτης ἢ χρόα, κατὰ
πᾶν τὸ σῶμα, οὕτω καὶ ἡ ψυχή: ταῦτα μὲν γὰρ πάθη τῶν σωμάτων, ὥστε
πᾶν τὸ πεπονθὸς ἔχειν τὸ πάθος, καὶ μηδὲν εἶναι ἐφ̓ ἑαυτοῦ σώματος
ὄν τι καὶ γινωσκόμενον τότε:
ἔστι δὴ τὸ μὲν ἀληθινὸν πᾶν, τὸ δὲ τοῦ παντὸς μίμημα ἡ τοῦδε τοῦ
ὁρατοῦ φύσις. τὸ μὲν οὖν ὄντως πᾶν ἐν οὐδενί ἐστιν, οὐδὲν γάρ ἐστι
πρὸ αὐτοῦ: ὃ δ’ ἂν μετὰ τοῦτο ᾖ, τοῦτο ἤδη ἀνάγκη ἐν τῷ παντὶ εἶναι,
εἴπερ ἔσται, καὶ μάλιστα ἐξ ἐκείνου ἠρτημένον καὶ οὐ δυνάμενον ἄνευ
ἐκείνου οὔτε μένειν οὔτε κινεῖσθαι. καὶ γὰρ εἰ μὴ ὡς ἐν τόπῳ τις
τιθεῖτο τὸ τοιοῦτον τὸν τόπον νοῶν ἢ πέρας σώματος τοῦ περιέχοντος
καθ̓ ὃ περιέχει ἢ διάστημά τι, ὃ πρότερον ἦν τῆς φύσεως τοῦ κενοῦ
καὶ ἔτι ἐστίν, ἀλλὰ τῷ γε οἷον ἐρείδεσθαι ἐπ’ αὐτοῦ καὶ ἀναπαύεσθαι
πανταχοῦ ὄντος ἐκείνου καὶ συνέχοντος, τὴν τοῦ ὀνόματος ἀφεὶς
κατηγορίαν τῇ διανοίᾳ τὸ λεγόμενον λαμβανέτω. τοῦτο δὲ ἄλλου χάριν
εἴρηται, ὅτι τὸ πᾶν ἐκεῖνο καὶ πρῶτον καὶ ὂν οὐ ζητεῖ τόπον, οὐδ’
ὅλως ἔν
ἆῤ οὖν αὐτὸ φήσομεν παρεῖναι, ἢ αὐτὸ μὲν ἐφ̓ ἑαυτοῦ εἶναι, δυνάμεις
δὲ ἀπ’ αὐτοῦ ἰέναι ἐπὶ πάντα, καὶ οὕτως αὐτὸ πανταχοῦ λέγεσθαι
εἶναι; οὕτω γὰρ τὰς ψυχὰς οἷον βολὰς εἶναι λέγουσιν, ὥστε αὐτὸ μὲν
ἱδρῦσθαι ἐν αὑτῷ, τὰς δὲ ἐκπεμφθείσας κατ’ ἄλλο καὶ κατ’ ἄλλο ζῷον
γίνεσθαι. ἢ ἐφ̓ ὧν μὲν τὸ ἓν τῷ μὴ πᾶσαν τὴν φύσιν ἀποσώζειν τὴν
οὖσαν ἐν αὐτῷ ἐκείνῳ ἐνταῦθα δύναμιν αὐτοῦ ᾧ πάρεστι παρεῖναι, οὐ
μὴν οὐδ’ ὣς ἐκεῖνο μὴ ὅλως παρεῖναι, ἐπεὶ καὶ τότε οὐκ ἀποτέτμηται
ἐκεῖνο τῆς δυνάμεως αὑτοῦ, ἣν ἔδωκεν ἐκείνῳ: ἀλλ’ ὁ λαβὼν τοσοῦτον
ἐδυνήθη λαβεῖν παντὸς παρόντος. οὗ δὲ πᾶσαι αἱ δυνάμεις, αὐτὸ σαφῶς
πάρεστι χωριστὸν ὅμως ὄν: γενόμενον μὲν γὰρ τοῦδε εἶδος ἀπέστη ἂν
τοῦ τε πᾶν εἶναι τοῦ τε εἶναι ἐν αὑτῷ πανταχοῦ, κατὰ συμβεβηκὸς δὲ
καὶ ἄλλου. μηδενὸς δὲ ὂν τοῦ θέλοντος αὐτοῦ εἶναι ᾧ ἂν αὐτὸ ἐθέλῃ ὡς
δύναται πελάζει οὐ γενόμενον ἐκείνου, ἀλλ’ ἐκείνου ἐφιεμένου αὐτοῦ,
πῶς οὖν τὸ ὂν καὶ τὰ ὄντα καὶ νοῦς πολλοὺς καὶ ψυχὰς πολλάς, εἰ τὸ ὂν
πανταχοῦ ἓν καὶ μὴ ὡς ὁμοειδὲς καὶ νοῦς εἷς καὶ ψυχὴ μία; καίτοι
ἄλλην μὲν τοῦ παντός, τὰς δὲ ἄλλας. τἁ??ʼτά τε γὰρ ἀντιμαρτυρεῖν
δοκεῖ καὶ τὰ εἰρημένα, εἴ τινα ἀνάγκην, ἀλλ’ οὐ πειθώ γε ἔχει
ἀπίθανον νομιζούσης τῆς ψυχῆς τὸ ἓν οὕτω πανταχοῦ ταὐτὸν εἶναι.
βέλτιον γὰρ ἴσως μερίσαντα τὸ ὅλον ὡς
καὶ τὸ μέγα αὐτῆς οὕτω ληπτέον, οὐκ ἐν ὄγκῳ: τοῦτο γὰρ μικρόν ἐστιν
εἰς τὸ μηδὲν ἰόν, εἴ τις ἀφαιροῖ. ἐκεῖ δὲ οὐδὲ ἀφελεῖν ἔστιν, οὐδ’
εἰ ἀφαιροῖς ἐπιλείψει. εἰ δὲ οὐκ ἐπιλείψει, τί δεῖ δεδιέναι, μή
τινος ἀποστατῇ; πῶς γὰρ ἀποστατεῖ οὐκ ἐπιλείπουσα, ἀλλ’ ἀέναος οὖσα
φύσις οὐ ῥέουσα; ῥέουσα μὲν γὰρ ἐπὶ τοσοῦτον ἔρχεται, ἐφ̓ ὅσον ῥεῖν
δύναται, μὴ ῥέουσα δέ: οὐδὲ γὰρ ἂν οὐδ’ ὅπου ῥεύσειεν ἔχοι: τὸ πᾶν
κατείληφε, μᾶλλον δὲ αὐτή ἐστι τὸ πᾶν καὶ μεῖζόν τι οὖσα ἢ κατὰ
σώματος φύσιν. ὀλίγον γὰρ ἂν εἰκότως νομίζοιτο τῷ παντὶ
διδόναι, ὅσον δύναται τοῦτο αὐτοῦ φέρειν. δεῖ δὲ ἐκεῖνο μήτε ἔλαττον
λέγειν, μηδὲ
τί οὖν οὐκ ἐπ’ ἄλλο σῶμα ἔρχεται; ἢ ὅτι ἐκεῖνο δεῖ, εἰ δύναται,
προσελθεῖν, τὸ δὲ προσεληλυθὸς καὶ δεξάμενον ἔχει. τί οὖν; τὸ ἄλλο
σῶμα τὴν αὐτὴν ψυχὴν ἔχει ἔχον καὶ αὐτὸ τὴν ἣν ἔχει ψυχήν; τί γὰρ
διαφέρει; ἢ καὶ ταῖς προσθήκαις. εἶτα πῶς ἐν ποδὶ καὶ χειρὶ τὴν
αὐτήν, τὴν δὲ ἐν τῷδε τῷ μέρει τοῦ παντὸς οὐ τὴν αὐτὴν τῇ ἐν τῷδε;
εἰ δὲ αἱ αἰσθήσεις διάφοροι, καὶ τὰ πάθη τὰ συμπίπτοντα διάφορα
λεκτέον εἶναι. ἄλλα οὖν ἐστι τὰ κρινόμενα, οὐ τὸ κρῖνον: ὁ δὲ κρίνων
ὁ αὐτὸς δικαστὴς ἐν ἄλλοις καὶ ἄλλοις πάθεσι γινόμενος, καίτοι οὐχ ὁ
πάσχων αὐτός, ἀλλ’ ἡ τοῦ τοιοῦδε σώματος φύσις: καὶ ἔστιν οἷον εἰ
ὁ αὐτὸς ἡμῶν καὶ ἡδονὴν κρίνοι τὴν περὶ τὸν δάκτυλον
καὶ ἀλγηδόνα τὴν περὶ τὴν κεφαλήν. διὰ τί οὖν οὐ συναισθάνεται ἡ
ἑτέρα τὸ τῆς ἑτέρας κρίμα; ἢ ὅτι κρίσις ἐστίν, ἀλλ’ οὐ πάθος. εἶτα
οὐδ’ αὐτὴ ἡ κρίνασα κέκρικα λέγει, ἀλλ’ ἔκρινε μόνον: ἐπεὶ οὐδὲ παῤ
ἡμῖν ἡ ὄψις τῇ ἀκοῇ λέγει, καίτοι ἔκριναν ἄμφω, ἀλλὰ ὁ λογισμὸς ἐπ’
ἀμφοῖν: τοῦτο δὲ ἕτερον ἀμφοῖν. πολλαχῇ δὲ καὶ ὁ λογισμὸς εἶδε τὸ ἐν
ἑτέρῳ κρίμα καὶ σύνεσιν ἔσχεν ἑτέρου πάθους. εἴρηται δὲ περὶ τούτου
καὶ ἐν ἄλλοις.
ἀλλὰ πάλιν λέγωμεν πῶς ἐπὶ πάντα ἐστὶ τῷ πῶς ἕκαστον ἐντὸς καθ̓ ὅλην τε τὴν ἔξω σφαῖραν; οὐκέτι δὴ
οὐδ’ ἀπερείσῃ τῇ διανοίᾳ ὅπου πρότερον ἦν κείμενον, καὶ οὔτε ἔτι
ἐρεῖς ὅθεν οὔτε ὅπῃ, ἀλλὰ περὶ μὲν τούτου ἄπορος ἔσῃ ἐν θαύματι
ποιούμενος, ἅμα δὲ ὡδὶ τοῦ σφαιρικοῦ σώματος ἀτενίσας εἰς τὸ φῶς καὶ
ὡδὶ αὐτοῦ: ἐπεὶ καὶ ἐπὶ τοῦ ἡλίου ἔχεις μὲν εἰπεῖν ὅθεν τὸ φῶς
ἐπιλάμπει κατὰ πάντα τὸν ἀέρα εἰς τὸ σῶμα τοῦ ἡλίου βλέπων, τὸ δὲ
αὐτὸ ὅμως ὁρᾷς φῶς πανταχοῦ οὐδὲ τοῦτο μεμερισμένον. δηλοῦσι δὲ αἱ
ἀποτομαὶ ἐπὶ θάτερα ἢ ὅθεν ἐλήλυθεν διδοῦσαι εἶναι οὐδὲ μερίζουσαι.
καὶ δὴ τοίνυν εἰ δύναμις
τὸ μὲν οὖν φῶς, ἐπειδὴ σώματός ἐστιν, ὅθεν ἐλήλυθεν εἰπεῖν ἔχεις ἔχων
εἰπεῖν τὸ σῶμα ὅπου ἐστίν, ἄυλον δὲ εἴ τί ἐστι καὶ δεῖται οὐδὲν
σώματος πρότερον ὂν τῇ φύσει παντὸς σώματος, ἱδρυμένον αὐτὸ ἐν
ἑαυτῷ, μᾶλλον δὲ οὐδὲ ἱδρύσεως δεόμενον οὐδὲν τῆς τοιαύτης, τοῦτο δὴ
τὸ τοιαύτην ἔχον φύσιν οὐκ ἔχον ἀρχὴν ὅθεν ὁρμηθείη οὔτε ἔκ τινος
τόπου οὔτε τινὸς ὂν σώματος πῶς αὐτοῦ τὸ μὲν ὡδὶ φήσεις, τὸ δὲ ὡδί;
ἤδη γὰρ ἂν καὶ τὸ ὅθεν ὡρμήθη ἔχον ἔχοι καὶ τό τινος
εἶναι. λείπεται τοίνυν εἰπεῖν ὡς, εἴ τι αὐτοῦ ἐν πολλοῖς λέγῃς, οὐκ αὐτὸ πολλὰ
γενόμενον λέγεις, ἀλλὰ τῶν πολλῶν τὸ πάθος περιάπτεις τῷ ἑνὶ ἐκείνῳ
ἐν πολλοῖς αὐτὸ ἅμα ὁρῶν. τὸ δὲ ἓν ἐν αὐτοῖς οὕτω ληπτέον
ὡς οὐκ αὐτῶν γενόμενον ἑκάστου οὐδ’ αὖ τοῦ παντός, ἀλλ’ ἐκεῖνο μὲν
αὑτοῦ εἶναι καὶ αὐτὸ εἶναι, αὐτὸ δὲ ὂν οὐκ ἀπολείπεσθαι ἑαυτοῦ, οὐδ’
αὖ τοσοῦτον ὅσον τὸ πᾶν αἰσθητὸν οὐδ’ εἴ τι μέρος τοῦ παντός: ὅλως
γὰρ οὐδὲ ποσόν. πῶς ἂν οὖν τοσοῦτον; σώματι μὲν γὰρ τὸ
τοσοῦτον, τῷ δὲ μὴ σώματι, ἀλλ’ ἑτέρας ὄντι φύσεως, οὐδαμῇ δεῖ
προσάπτειν τὸ τοσοῦτον. ὅπου δὲ μὴ τὸ τοσοῦτον, οὐ τοίνυν
οὐδὲ τὸ ποῦ: οὐ τοίνυν οὐδὲ τὸ ἐνταῦθα καὶ ἐνταῦθα:
καὶ γὰρ εἰ τὸ μέρος τὸ γενόμενον ἐν ἑκάστῳ ὅλον ἦν, καὶ αὐτὸ ἕκαστον
οἷον τὸ πρῶτον, ἀποτετμημένων ἀεὶ ἑκάστων πολλὰ τὰ πρῶτα καὶ ἕκαστον
πρῶτον. εἶτα ταῦτα τὰ πολλὰ πρῶτα τί ἂν εἴη τὸ διεῖργον, ὥστε μὴ ἓν
ὁμοῦ πάντα εἶναι; οὐ γὰρ δὴ τὰ σώματα αὐτῶν: οὐ γὰρ τῶν σωμάτων οἷόν
τε ἦν εἴδη αὐτὰ εἶναι, εἴπερ ὅμοια καὶ ταῦτα ἐκείνῳ τῷ πρώτῳ ἀφ̓ οὗ.
εἰ δὲ δυνάμεις αὐτοῦ τὰ λεγόμενα μέρη τὰ ἐν τοῖς πολλοῖς, πρῶτον μὲν
οὐκέτι ὅλον ἕκαστον: ἔπειτα πῶς ἦλθον ἀποτμηθεῖσαι καὶ καταλιποῦσαι;
εἰ γὰρ καὶ κατέλιπον, δηλονότι κατέλιπόν ποι ἰοῦσαι. εἶτα πότερα ἔτι
εἰσὶν ἐν αὐτῷ αἱ δυνάμεις αἱ ἐνταῦθα ἐν τῷ αἰσθητῷ γεγενημέναι ἢ οὔ;
εἰ μὲν γὰρ μή εἰσιν, ἄτοπον ἐλαττωθῆναι ἐκεῖνο καὶ ἀδύναμον
γεγονέναι ἐστερημένον ὧν πρότερον εἶχε δυνάμεων, χωρίς τε τὰς
δυνάμεις εἶναι τῶν οὐσιῶν ἑαυτῶν πῶς ἂν οἷόν τε εἴη ἀποτετμημένας;
εἰ δὲ ἐν ἐκείνῳ τέ εἰσι καὶ ἄλλοθι, ἢ ὅλαι ἢ μέρη αὐτῶν ἐνταῦθα
ἔσονται. ἀλλ’ εἰ μέρη, κἀκεῖ τὰ λοιπὰ μέρη: εἰ δὲ ὅλαι, ἤτοι αἵπερ
ἐκεῖ καὶ ἐνταῦθα οὐ μεμερισμέναι καὶ πάλιν αὖ ἔσται τὸ αὐτὸ πανταχοῦ
οὐ
εἰ δέ τις λέγοι, ὡς οὐκ ἀνάγκη τὸ εἴδωλόν του συνηρτῆσθαι τῷ ἀρχετύπῳ
— ἔστι γὰρ καὶ γὰρ ὑφίσταταί τε παρὰ τοῦ προτέρου
κυρίως καὶ γίνεται ἀπ’ αὐτοῦ καὶ οὐκ ἔστιν ἀπ’ αὐτοῦ ἀποτετμημένα τὰ
γεγενημένα εἶναι. τοῦτον δὲ τὸν τρόπον καὶ τὰς ἀσθενεστέρας δυνάμεις
παρὰ τῶν προτέρων ἀξιώσουσι γίνεσθαι. τὸ δ’ ἐπὶ τοῦ πυρὸς λεγόμενον
οὐκ εἰκόνα τὴν θερμότητα τοῦ πυρὸς λεκτέον εἶναι, εἰ μή τις λέγοι
καὶ πῦρ ἐν τῇ θερμότητι εἶναι: εἰ γὰρ τοῦτο, χωρὶς πυρὸς ποιήσει τὴν
θερμότητα. εἶτα κἂν εἰ μὴ αὐτίκα, ἀλλ’ οὖν παύεται καὶ ψύχεται τὸ
σῶμα τὸ θερμανθὲν ἀποστάντος τοῦ πυρός. εἰ δὲ καὶ οὗτοι ταύτας τὰς
δυνάμεις σβεννύοιεν, πρῶτον μὲν ἓν μόνον ἄφθαρτον φήσουσι, τὰς δὲ
ψυχὰς καὶ τὸν νοῦν φθαρτὰ ποιήσουσιν: εἶτα καὶ ἐκ ῥεούσης οὐσίας
ῥέοντα τὰ ἐξ αὐτῆς ποιήσουσι, καίτοι, εἰ μένοι ἱδρυθεὶς ὁ
ἥλιος ὁπουοῦν, τὸ αὐτὸ φῶς ἂν παρέχοι τοῖς αὐτοῖς τόποις: εἰ δὲ
λέγοι τις μὴ τὸ αὐτό, τούτῳ ἂν πιστῷτο τὸ τὸ σῶμα ῥεῖν τοῦ ἡλίου.
ἀλλ’ ὅτι μὲν μὴ φθαρτὰ τὰ παῤ ἐκείνου, ἀθάνατοι δὲ καὶ αἱ
ἀλλὰ διὰ τί, εἴπερ ὅλον πανταχοῦ, οὐχ ὅλου πάντα μεταλαμβάνει τοῦ νοητοῦ; πῶς δὲ τὸ μὲν πρῶτον ἐκείνου, τὸ δὲ ἔτι δεύτερον καὶ μετ’ ἐκεῖνο ἄλλα; ἢ τὸ παρὸν ἐπιτηδειότητι τοῦ δεξομένου παρεῖναι νομιστέον, καὶ εἶναι μὲν πανταχοῦ τοῦ ὄντος τὸ ὂν οὐκ ἀπολειπόμενον ἑαυτοῦ, παρεῖναι δὲ αὐτῷ τὸ δυνάμενον παρεῖναι καὶ καθ̓ ὅσον δύναται κατὰ τοσοῦτον αὐτῷ οὐ τόπῳ παρεῖναι, οἷον τῷ φωτὶ τὸ διαφανές. τῷ δὲ τεθολωμένῳ ἡ μετάληψις ἄλλως. καὶ δὴ τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα τάξει καὶ δυνάμει καὶ διαφοραῖς, οὐ τόποις. οὐδὲν γὰρ κωλύει ὁμοῦ εἶναι τὰ διάφορα, οἷον ψυχὴν καὶ νοῦν καὶ πάσας ἐπιστήμας μείζους τε καὶ ὑφειμένας. ἐπεὶ καὶ ἀπὸ τοῦ αὐτοῦ ὁ μὲν ὀφθαλμὸς εἶδε τὸ χρῶμα, ἡ δὲ ὄσφρησις τὸ εὐῶδες, ἄλλη δὲ αἴσθησις ἄλλο, ὁμοῦ πάντων, ἀλλ’ οὐ χωρὶς ὄντων. οὔκουν ἐκεῖνο ποικίλον καὶ πολύ; ἢ τὸ ποικίλον ἁπλοῦν αὖ, καὶ τὰ πολλὰ ἕν. λόγος γὰρ εἷς καὶ πολύς, καὶ πᾶν τὸ ὂν ἕν. καὶ γαρ τὸ ἕτερον ἐν αὐτῷ καὶ ἡ ἑτερότης αὐτοῦ: οὐ γὰρ δὴ τοῦ μὴ ὄντος. καὶ τὸ ὂν δὲ τοῦ ἑνὸς οὐ κεχωρισμένου, καὶ ὅπου ἂν ᾖ τὸ ὄν, πάρεστιν αὐτῷ καὶ τὸ αὐτοῦ ἕν, καὶ τὸ ἓν ὂν αὖ ἐφ̓ ἑαυτοῦ. ἔστι γὰρ καὶ παρεῖναι χωρὶς ὄν. ἄλλως δὲ τὰ αἰσθητὰ τοῖς νοητοῖς πάρεστιν, ὅσα πάρεστιν αὐτῶν καὶ οἷς πάρεστιν, ἄλλως τὰ νοητὰ αὑτοῖς ἐπεὶ καὶ ἄλλως ψυχῇ σῶμα, ἄλλως ἐπιστήμη ψυχῇ καὶ ἐπιστήμη ἐπιστήμῃ ἐν τῷ αὐτῷ ἑκατέρα οὖσα: σῶμα δὲ σώματι παρὰ ταῦτα ἑτέρως.
ὥσπερ δὲ φωνῆς οὔσης κατὰ τὸν ἀέρα εἰ ἦλθεν ἄλλο εἰς τὸ λαβεῖν ψυχήν, ἐξ ἀφανοῦς αὖ καὶ
τοῦτο ἔχει, ὅπερ ἦν καὶ ἐν τοῖς ἄλλοις. οὐδὲ γὰρ οὕτω προητοίμαστο,
ὥστε μέρος αὐτῆς ὡδὶ κείμενον εἰς τοῦτο ἐλθεῖν, ἀλλὰ τὸ λεγόμενον
ἥκειν ἦν ἐν παντὶ ἐν ἑαυτῷ καὶ ἔστιν ἐν ἑαυτῷ καίτοι δοκοῦν ἐνταῦθα
ἐλθεῖν. πῶς γὰρ καὶ ἦλθεν; εἰ οὖν μὴ ἦλθεν, ὤφθη δὲ νῦν παροῦσα, καὶ
παροῦσα οὐ τῷ ἀναμεῖναι τὸ μεταληψόμενον, δηλονότι οὖσα ἐφ̓ ἑαυτῆς
πάρεστι καὶ τούτῳ. εἰ δ’ οὖσα ἐφ̓ ἑαυτῆς τούτῳ πάρεστι, τοῦτο ἦλθε
πρὸς αὐτήν. εἰ δὲ τοῦτο ἔξω ὂν τοῦ ὄντως ὄντος ἦλθε πρὸς τὸ ὄντως
ὄν, καὶ ἐγένετο ἐν τῷ τῆς ζωῆς κόσμῳ, ἦν δὲ ὁ κόσμος ὁ τῆς ζωῆς ἐφ̓
ἑαυτοῦ, καὶ πᾶς δὴ ἦν ἐφ̓ ἑαυτοῦ οὐ διειλημμένος εἰς τὸν ἑαυτοῦ
ὄγκον: οὐδὲ γὰρ ὄγκος ἦν: καὶ τὸ ἐληλυθὸς δὴ οὐκ εἰς ὄγκον ἦλθε.
μετέλαβεν ἄρα αὐτοῦ οὐ μέρος ὅλου. ἀλλὰ κἂν ἄλλο ἥκῃ εἰς τὸν
τοιοῦτον κόσμον, ὅλου αὐτοῦ μεταλήψεται. ὁμοίως ἄρα, εἰ λέγοιτο
ἐκεῖνος ἐν τούτοις ὅλος, ἐν παντὶ ἑκάστῳ ἔσται. καὶ πανταχοῦ ἄρα ὁ
αὐτὸς εἷς ἀριθμῷ οὐ μεμερισμένος, ἀλλ’ ὅλος ἔσται.
πόθεν οὖν ἡ ἔκτασις ἡ ἐπὶ πάντα τὸν οὐρανὸν καὶ τὰ ζῷα; ἢ οὐκ
ἐξετάθη. ἡ μὲν γὰρ αἴσθησις, ᾗ προσέχοντες ἀπιστοῦμεν τοῖς
λεγομένοις, λέγει ὅτι ὧδε καὶ ὧδε, ὁ δὲ λόγος τὸ ὧδε καὶ ὧδέ φησιν
οὐκ ἐκταθέντος ὧδε καὶ ὧδε γεγονέναι, ἀλλὰ τὸ ἐκταθὲν πᾶν αὐτοῦ
μετειληφέναι ἄλλο ἄλλου, δεῖ τὸ οὗ μεταλαμβάνει
μήτε διειλημμένον εἶναι μήτε ἐκτεταμένον μήτε ὅλως ποσόν τι εἶναι.
ὅλον ἄρα δεῖ τὸ παρεσόμενον αὐτὸ πανταχοῦ ἀμερὲς ὂν παρεῖναι, οὐχ
οὕτω δὲ ἀμερές, ὡς μικρόν: οὕτω γὰρ οὐδὲν ἧττον καὶ μεριστὸν ἔσται
καὶ οὐ παντὶ αὐτῷ ἐφαρμόσει οὐδ’ αὖ αὐξομένῳ τὸ αὐτὸ συνέσται: ἀλλ’
οὐδ’ οὕτως, ὡς σημεῖον: οὐ γὰρ ἓν σημεῖον ὁ ὄγκος, ἀλλ’ ἄπειρα ἐν
αὐτῷ: ὥστε καὶ τοῦτο ἄπειρα σημεῖα ἔσται, εἴπερ ἔσται, καὶ οὐ
συνεχές: ὥστε οὐδ’ ὣς ἐφαρμόσει. εἰ οὖν ὁ ὄγκος ὁ πᾶς ἕξει αὐτὸ
ὅλον, ἕξει αὐτὸ κατὰ πᾶν ἑαυτοῦ.
ἀλλ’ εἰ ἡ αὐτὴ ἑκασταχοῦ ψυχή, πῶς ἰδία ἑκάστου; καὶ πῶς ἡ μὲν ἀγαθή,
ἡ δὲ κακή; ἢ ἐξαρκεῖ καὶ ἑκάστῳ καὶ πάσας ψυχὰς ἔχει καὶ πάντας
νοῦς. καὶ γὰρ ἕν ἐστι καὶ ἄπειρον αὖ καὶ πάντα ὁμοῦ καὶ ἕκαστον ἔχει
διακεκριμένον καὶ αὖ οὐ διακριθὲν χωρίς: πῶς γὰρ ἂν καὶ ἄπειρον; ἢ
οὕτω λέγοιτο, ὅτι ὁμοῦ πάντα ἔχει, πᾶσαν ζωὴν καὶ πᾶσαν ψυχὴν καὶ
νοῦν ἅπαντα. ἕκαστον δὲ
ἀλλὰ πῶς προσελήλυθε τὸ προσεληλυθός; ἢ ἐπεὶ ἐπιτηδειότης αὐτῷ παρῆν,
ἔσχε πρὸς ὃ ἦν ἐπιτήδειον. ἦν δὲ γενόμενον οὕτως, ὡς δέξασθαι εἶτα εἰς τὸ κοινὸν τοῦ ζῴου ἐφθέγγετο,
καὶ τὴν αὑτοῦ ταραχὴν ἐδίδου τῷ ὅλῳ: οἷον ἐν ἐκκλησίᾳ
δημογερόντων καθημένων ἐφ̓ ἡσύχῳ συννοίᾳ δῆμος ἄτακτος τροφῆς
δεόμενος καὶ ἄλλα ἃ δὴ πάσχει αἰτιώμενος τὴν πᾶσαν ἐκκλησίαν εἰς
θόρυβον ἀσχήμονα ἂν ἐμβάλλοι. ὅταν μὲν οὖν ἡσυχίαν
ἀγόντων τῶν τοιούτων ἀπό του φρονοῦντος ἥκῃ εἰς αὐτοὺς λόγος,
κατέστη εἰς τάξιν μετρίαν τὸ πλῆθος, καὶ οὐ κεκράτηκε τὸ χεῖρον: εἰ
δὲ μή, κρατεῖ τὸ χεῖρον ἡσυχίαν ἄγοντος τοῦ βελτίονος, ὅτι μὴ
ἠδυνήθη τὸ θορυβοῦν δέξασθαι τὸν
ἀλλ’ εἰ ἐκείνη ἡ φύσις οὐκ ἂν γένοιτο κακὴ καὶ οὗτος τρόπος ψυχῆς εἰς
σῶμα ἰούσης καὶ παρούσης, τίς ἡ κάθοδος ἡ ἐν περιόδοις καὶ ἄνοδος αὖ
καὶ αἱ δίκαι καὶ αἱ εἰς ἄλλων ζῴων σώματα εἰσκρίσεις; ταῦτα γὰρ παρὰ
τῶν πάλαι περὶ ψυχῆς ἄριστα πεφιλοσοφηκότων παρειλήφαμεν, οἷς
πειρᾶσθαι προσήκει σύμφωνον ἢ μὴ διάφωνόν γε ἐπιδεῖξαι τὸν νῦν
προκείμενον λόγον. ἐπειδὴ τοίνυν τὸ μεταλαμβάνειν ἐκείνης τῆς φύσεως
ἦν οὐ τὸ ἐλθεῖν ἐκείνην εἰς τὰ τῇδε ἀποστᾶσαν ἑαυτῆς, ἀλλὰ τὸ τήνδε
ἐν ἐκείνῃ γίνεσθαι καὶ μεταλαβεῖν, δῆλον ὅτι ὃ λέγουσιν ἐκεῖνοι
ἥκειν λεκτέον εἶναι τὴν σώματος φύσιν ἐκεῖ γενέσθαι καὶ μεταλαβεῖν
ζωῆς καὶ ψυχῆς καὶ ὅλως οὐ τοπικῶς τὸ ἥκειν, ἀλλ’ ὅστις ὁ
τρόπος τῆς τοιαύτης κοινωνίας: τε ἐν σώματι γενέσθαι, ὥς φαμεν ψυχὴν ἐν
σώματι γενέσθαι, τὸ τούτῳ δοῦναί τι παῤ αὑτῆς, οὐκ ἐκείνου γενέσθαι,
τὸ δ’ ἀπελθεῖν τὸ μηδαμῇ τὸ σῶμα ἐπικοινωνεῖν αὐτῆς: τάξιν δὲ εἶναι
τῆς τοιαύτης κοινωνίας τοῖς τοῦδε τοῦ παντὸς μέρεσι, τὴν δὲ οἷον ἐν
ἐσχάτῳ
Τὸ ἓν καὶ ταὐτὸ ἀριθμῷ πανταχοῦ ἅμα ὅλον εἶναι κοινὴ μέν τις ἔννοιά
φησιν, ὅταν πάντες κινούμενοι αὐτοφυῶς λέγωσι τὸν ἐν ἑκάστῳ ἡμῶν
θεὸν ὡς ἕνα καὶ τὸν αὐτόν. καὶ εἴ τις αὐτοὺς τὸν τρόπον μὴ ἀπαιτοῖ,
μηδὲ λόγῳ ἐξετάζειν τὴν δόξαν αὐτῶν ἐθέλοι, οὕτως ἂν καὶ θεῖντο καὶ
ἐνεργοῦντες τῇ διανοίᾳ τοῦτο οὕτως ἀναπαύοιντο εἰς ἕν πως
συνερείδοντες καὶ ταὐτὸν καὶ οὐδ’ ἂν ἐθέλοιεν ταύτης τῆς ἑνότητος
ἀποσχίζεσθαι. καὶ ἔστι πάντων βεβαιοτάτη ἀρχή, ἣν ὥσπερ αἱ ψυχαὶ
ἡμῶν φθέγγονται, ἡ οὐκ ἐκ τῶν καθέκαστα συγκεφαλαιωθεῖσα,
ἀλλὰ πρὸ τῶν καθέκαστα πάντων προελθοῦσα καὶ πρὸ ἐκείνης τῆς τοῦ
ἀγαθοῦ πάντα ὀρέγεσθαι τιθεμένης τε καὶ λεγούσης. οὕτω γὰρ ἂν αὕτη
ἀληθὴς εἴη, εἰ τὰ πάντα εἰς ἓν σπεύδοι, καὶ ἓν εἴη, καὶ τούτου ἡ
ὄρεξις εἴη. τὸ γὰρ ἓν τοῦτο προιὸν μὲν ἐπὶ θάτερα, ἐφ̓ ὅσον
προελθεῖν αὐτῷ οἷόν τε, πολλὰ ἂν φανείη τε καί πως καὶ εἴη, ἡ δ’
ἀρχαία φύσις καὶ ἡ ὄρεξις τοῦ ἀγαθοῦ ὅπερ ἐστὶν αὐτοῦ εἰς ἓν ὄντως
ἄγει, καὶ ἐπὶ τοῦτο σπεύδει πᾶσα φύσις, ἐφ̓ ἑαυτήν. τοῦτο γάρ ἐστι
τὸ ἀγαθὸν τῇ μιᾷ ταύτῃ φύσει τὸ εἶναι αὑτῆς καὶ εἶναι αὑτήν: τοῦτο
δ’ ἐστὶ τὸ εἶναι μίαν. οὕτω δὲ καὶ τὸ ἀγαθὸν ὀρθῶς ἂν λέγοιτο
οἰκεῖον: διὸ
λόγος δὲ ἐπιχειρήσας ἐξέτασιν ποιεῖσθαι τοῦ οὐ διειλημμένον, ὡσαύτως κατὰ ταὐτὰ ἔχον, οὔτε
γινόμενον οὔτε ἀπολλύμενον οὐδέ τινα χώραν οὐδὲ τόπον οὐδέ τινα
ἕδραν ἔχον οὐδ’ ἐξιόν ποθεν οὐδ’ αὖ εἰσιὸν εἰς ὁτιοῦν, ἀλλ’ ἐν ἑαυτῷ
μένον, περὶ μὲν ἐκείνων λέγων ἄν τις ἐξ ἐκείνης τῆς φύσεως καὶ τῶν
ὑπὲρ αὐτῆς ἀξιουμένων συλλογίζοιτο ἂν εἰκότως δἰ εἰκότων εἰκότας καὶ
τοὺς συλλογισμοὺς ποιούμενος. ὅταν δ’ αὖ τοὺς περὶ τὼν νοητῶν λόγους
τις ποιῆται, λαμβάνων τὴν τῆς οὐσίας φύσιν περὶ ἧς πραγματεύεται τὰς
ἀρχὰς τῶν λόγων δικαίως ἂν ποιοῖτο μὴ παρεκβαίνων ὥσπερ
ἐπιλελησμένος ἐπ’
εἰ δὴ τὸ ὂν ὄντως τοῦτο καὶ ὡσαύτως ἔχει καὶ οὐκ ἐξίσταται αὐτὸ
ἑαυτοῦ καὶ γένεσις περὶ αὐτὸ οὐδεμία οὐδ’ ἐν τόπῳ ἐλέγετο εἶναι,
ἀνάγκη αὐτὸ οὕτως ἔχον ἀεί τε σὺν αὑτῷ εἶναι, καὶ μὴ διεστάναι ἀφ̓
αὑτοῦ μηδὲ αὐτοῦ τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ εἶναι, μηδὲ προιέναι τι ἀπ’
αὐτοῦ: ἤδη γὰρ ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ εἴη, καὶ ὅλως ἔν τινι εἴη, καὶ
οὐκ ἐφ̓ ἑαυτοῦ οὐδ’ ἀπαθές: πάθοι γὰρ ἄν, εἰ ἐν ἄλλῳ: εἰ δ’ ἐν
ἀπαθεῖ ἔσται, οὐκ ἐν ἄλλῳ. εἰ οὖν μὴ ἀποστὰν ἑαυτοῦ μηδὲ μερισθὲν
μηδὲ μεταβάλλον αὐτὸ μηδεμίαν μεταβολὴν ἐν πολλοῖς ἅμα εἴη ἓν ὅλον
ἅμα ἑαυτῷ ὄν, τὸ αὐτὸ ὂν πανταχοῦ ἑαυτῷ τὸ ἐν πολλοῖς εἶναι ἂν ἔχοι:
τοῦτο δέ ἐστιν ἐφ̓ ἑαυτοῦ ὂν μὴ αὖ ἐφ̓ ἑαυτοῦ εἶναι. λείπεται τοίνυν
λέγειν αὐτὸ μὲν ἐν οὐδενὶ εἶναι, τὰ δ’ ἄλλα ἐκείνου μεταλαμβάνειν,
ὅσα δύναται αὐτῷ παρεῖναι, καὶ καθ̓ ὅσον ἐστὶ δυνατὸν αὐτῷ παρεῖναι.
ἀνάγκη τοίνυν ἢ τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς ἐκείνας ἀναιρεῖν
μηδεμίαν εἶναι τοιαύτην φύσιν λέγοντας ἤ, εἰ τοῦτ̓ ἔστιν ἀδύνατον
καὶ ἔστιν ἐξ ἀνάγκης τοιαύτη φύσις καὶ οὐσία, παραδέχεσθαι τὸ ἐξ
ἀρχῆς, τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ μὴ μεμερισμένον, ἀλλὰ ὅλον ὄν, τῶν
ἄλλων τῶν παῤ αὐτὸ μηδενὸς ἀποστατεῖν οὐδὲν τοῦ χεῖσθαι δεηθὲν οὐδὲ
τῷ μοίρας τινὰς ἀπ’ αὐτοῦ ἐλθεῖν
ἰδὲ δέ, εἰ βούλει, καὶ τόνδε τὸν θεόν: οὐ πῇ μὲν εἶναι, πῇ δ’ οὐκ
εἶναί φαμεν. ἔστι γὰρ ἀξιούμενόν τε παρὰ πᾶσι τοῖς ἔννοιαν ἔχουσι
θεῶν οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων λέγειν θεῶν, ὡς
πανταχοῦ πάρεισι, καὶ ὁ λόγος δέ φησι δεῖν οὕτω τίθεσθαι. εἰ οὖν
πανταχοῦ, οὐχ οἷόν τε μεμερισμένον: οὐ γὰρ ἂν ἔτι πανταχοῦ αὐτὸς
εἴη, ἀλλ’ ἕκαστον αὐτοῦ μέρος τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ ἔσται αὐτός τε
οὐχ εἷς ἔτι ἔσται, ὥσπερ
καὶ σαφηνείας μὲν ἕνεκα ὁ λόγος πολλάκις οἷον ἐκ κέντρου ἑνὸς πολλὰς
γραμμὰς ποιήσας εἰς ἔννοιαν τοῦ πλήθους τοῦ γενομένου ἐθέλει ἄγειν.
δεῖ δὲ τηροῦντας ὁμοῦ πάντα τὰ λεγόμενα πολλὰ γεγονέναι λέγειν, ὡς
κἀκεῖ ἐπὶ τοῦ κύκλου οὐκ οὔσας γραμμὰς ἀφωρισμένας ἔστι λαμβάνειν:
ἐπίπεδον γὰρ ἕν. οὗ δὲ οὐδὲ κατ’ ἐπίπεδον ἓν διάστημά τι, ἀλλ’
ἀδιάστατοι δυνάμεις καὶ οὐσίαι, πάντα ἂν εἰκότως κατὰ κέντρα λέγοιτο
ἐν ἑνὶ ὁμοῦ κέντρῳ ἡνωμένα, οἷον ἀφέντα τὰς γραμμὰς τὰ πέρατα αὐτῶν
τὰ πρὸς τῷ κέντρῳ κείμενα, ὅτε δὴ καὶ ἕν ἐστι πάντα. πάλιν δέ, εἰ
προσθείης τὰς γραμμάς, αἱ μὲν ἐξάψονται τῶν κέντρων αὑτῶν ἃ
κατέλιπον ἑκάστη, ἔσται γε μὴν οὐδὲν ἧττον κέντρον ἕκαστον οὐκ
ἀποτετμημένον τοῦ ἑνὸς πρώτου κέντρου, ἀλλ’ ὁμοῦ ὄντα ἐκείνῳ ἕκαστον
αὖ ἔσται καὶ τοσαῦτα ὅσαι αἱ γραμμαὶ αἷς ἔδοσαν
πολλὰ γὰρ ὄντα τὰ νοητὰ ἕν ἐστι, καὶ ἓν ὄντα τῇ ἀπείρῳ φύσει πολλά ἐστι, καὶ πολλὰ ἐν ἑνὶ καὶ ἓν ἐπὶ πολλοῖς καὶ ὁμοῦ πάντα, καὶ ἐνεργεῖ πρὸς τὸ ὅλον μετὰ τοῦ ὅλου, καὶ ἐνεργεῖ πρὸς τὸ μέρος αὖ μετὰ τοῦ ὅλου. δέχεται δὲ τὸ μέρος εἰς αὑτὸ τὸ ὡς μέρους πρῶτον ἐνέργημα, ἀκολουθεῖ δὲ τὸ ὅλον: οἷον εἰ ὁ ἄνθρωπος ἐλθὼν εἰς τόν τινα ἄνθρωπον τὶς ἄνθρωπος γίνοιτο ὢν αὖ ἄνθρωπος. ὁ μὲν οὖν ἄνθρωπος ὁ ἐν τῇ ὕλῃ ἀφ̓ ἑνὸς τοῦ ἀνθρώπου τοῦ κατὰ τὴν ἰδέαν πολλοὺς ἐποίησε τοὺς αὐτοὺς ἀνθρώπους, καὶ ἔστιν ἓν τὸ αὐτὸ ἐν πολλοῖς οὕτως, ὅτι ἐστὶν ἕν τι οἷον ἐνσφραγιζόμενον ἐν πολλοῖς. αὐτὸ δὲ ἄνθρωπος καὶ αὐτὸ ἕκαστον καὶ ὅλον τὸ πᾶν οὐχ οὕτως ἐν πολλοῖς, ἀλλὰ τὰ πολλὰ ἐν αὐτῷ, μᾶλλον δὲ περὶ αὐτό. ἄλλον γὰρ τρόπον τὸ λευκὸν πανταχοῦ καὶ ἡ ψυχὴ ἑκάστου ἐν παντὶ μέρει τοῦ σώματος ἦ αὐτή: οὕτω γὰρ καὶ τὸ ὂν πανταχοῦ.
ἀνάγεται γὰρ καὶ τὸ ἡμέτερον καὶ ἡμεῖς εἰς τὸ ὄν, καὶ ἀναβαίνομέν τε
εἰς ἐκεῖνο καὶ τὸ πρῶτον ἀπ’ ἐκείνου, καὶ νοοῦμεν ἐκεῖνα οὐκ εἴδωλα
αὐτῶν οὐδὲ τύπους ἔχοντες. εἰ δὲ μὴ τοῦτο, ὄντες ἐκεῖνα. εἰ οὖν
ἀληθινῆς ἐπιστήμης μετέχομεν, ἐκεῖνα ἐσμὲν οὐκ ἀπολαβόντες αὐτὰ ἐν
ἡμῖν, ἀλλ’
οἶμαι δὲ ἔγωγε καὶ εἴ τις ἐπισκέψαιτο τὴν τῆς ὕλης τῶν εἰδῶν
μετάληψιν, μᾶλλον ἂν εἰς πίστιν ἐλθεῖν τοῦ λεγομένου καὶ μὴ ἂν ἔτι
ὡς ἀδυνάτῳ ἀπιστεῖν ἢ αὖ ἀπορεῖν. εὔλογον γὰρ καὶ ἀναγκαῖον, οἶμαι,
μὴ κειμένων τῶν εἰδῶν χωρὶς καὶ αὖ τῆς ὕλης πόρρωθεν ἄνωθέν ποθεν
τὴν ἔλλαμψιν εἰς αὐτὴν γεγονέναι: μὴ γὰρ ᾖ κενὸν τοῦτο λεγόμενον. τί
γὰρ ἂν εἴη τὸ πόρρω ἐν τούτοις καὶ τὸ χωρίς; καὶ οὐκ ἂν τὸ
δύσφραστον καὶ τὸ ἀπορώτατον ἦν τὸ τῆς μεταλήψεως λεγόμενον, ἀλλ’
εἴρητο ἂν προ χειρότατα γνώριμον ὂν τοῖ παραδείγμασιν. ἀλλὰ κἂν
ἔλλαμψιν λέγωμέν ποτε, οὐχ οὕτως ἐροῦμεν, ὡς ἐπὶ τῶν αἰσθητῶν
λέγομεν εἰς αἰσθητὸν τὰς ἐλλάμψεις: ἀλλ’ ἐπεὶ εἴδωλα τὰ ἐν τῇ ὕλῃ,
ἀρχετύπων δὲ τάξιν ἔχει τὰ εἴδη, τὸ δὲ τῆς ἐλλάμψεως τοιοῦτον οἷον
χωρὶς ἔχειν τὸ ἐλλαμπόμενον, οὕτω λέγομεν. δεῖ δὲ νῦν ἀκριβέστερον
λέγοντας μὴ οὕτω τίθεσθαι ὡς χωρὶς ὄντος τόπῳ τοῦ εἴδους εἰθ̓ ὥσπερ
ἐν ὕδατι ἐνορᾶσθαι τῇ ὕλῃ τὴν ἰδέαν, ἀλλὰ τὴν ὕλην πανταχόθεν οἷον
ἐφαπτομένην καὶ αὖ οὐκ ἐφαπτομένην τῆς ἰδέας κατὰ πᾶν ἑαυτῆς ἴσχειν
παρὰ τοῦ εἴδους τῷ πλησιασμῷ ὅσον δύναται λαβεῖν οὐδενὸς μεταξυ οὐ τόπῳ χωρὶς ὄν, οὐ παρέξει ὡς ἡ ἔλλαμψις ἡ ὁρωμένη:
ἤδη γὰρ ἂν εἴη που πᾶν τοῦτο τὸ πῦρ τὸ ἐν αἰσθήσει, εἰ
πᾶν αὐτὸ πολλὰ εἴη ἑαυτοῦ τῆς ἰδέας αὐτῆς μενούσης ἐν ἀτόπῳ αὐτὸ
τόπους γεννῆσαν ἐξ αὑτοῦ: ἐπείπερ ἔδει τὸ αὐτὸ πολὺ γενόμενον φυγεῖν
ἀφ̓ ἑαυτοῦ, ἵν’ ᾖ πολὺ οὕτως καὶ πολλάκις μεταλάβῃ τοῦ αὐτοῦ. καὶ
οὐκ ἔδωκε μὲν ἑαυτῆς οὐδὲν τῇ ὕλῃ ἡ ἰδέα ἀσκέδαστος οὖσα, οὐ μὴν
ἀδύνατος γέγονεν ἓν οὖσα τὸ μὴ ἓν τῷ ἑνὶ αὐτῆς μορφῶσαι καὶ παντὶ
αὐτοῦ οὕτω τοι παρεῖναι, ὡς μὴ ἄλλῳ μὲν μέρει αὑτῆς τόδε,
ἄλλῳ δὲ ἄλλο μορφῶσαι, ἀλλὰ παντὶ ἕκαστον καὶ πᾶν. γελοῖον γὰρ
πολλὰς ἰδέας πυρὸς ἐπεισφέρειν, ἵν’ ἕκαστον πῦρ ὑφ̓ ἑκάστης ἄλλης,
τὸ δὲ ἄλλης, μορφοῖτο: ἄπειροι γὰρ οὕτως ἔσονται αἱ ἰδέαι. εἶτα πῶς
καὶ μεριεῖς τὰ γινόμενα συνεχοῦς πυρὸς ἑνὸς ὄντος; καὶ εἰ
προσθείημεν τῇ ὕλῃ ταύτῃ ἄλλο πῦρ μεῖζον ποιήσαντες αὐτό, καὶ κατ’
ἐκεῖνο αὖ τὸ μέρος τῆς ὕλης φατέον τὴν αὐτὴν ἰδέαν τὰ αὐτὰ
εἰργάσθαι: οὐ γὰρ δὴ ἄλλην.
καὶ τοίνυν εἰ πάντα γενόμενα ἤδη τὰ στοιχεῖα μὴ ἓν
ἀμερὲς τὸ ποιοῦν τὴν σφαῖραν εἴη οὐκ αὐτοῦ χυθέντος εἰς τὴν σφαῖραν
τοῦ ποιοῦντος, ἀλλὰ τῆς σφαίρας ὅλης εἰς τὸ ποιοῦν ἀνηρτημένης. καὶ
ζωὴ τοίνυν μία τὴν σφαῖραν ἔχει ἡ αὐτὴ τῆς σφαίρας αὖ τεθείσης ἐν
ζωῇ μιᾷ: καὶ τὰ ἐν τῇ σφαίρᾳ τοίνυν πάντα εἰς μίαν ζωήν: καὶ πᾶσαι
αἱ ψυχαὶ τοίνυν μία, οὕτω δὲ μία, ὡς ἄπειρος αὖ. διὸ καὶ οἱ μὲν
ἀριθμὸν ἔλεγον, οἱ δὲ αὑτὸν αὔξοντα τὴν φύσιν αὐτῆς, φαντασθέντες
ταύτῃ ἴσως, ὡς οὐδενὶ ἐπιλείπει, ἀλλ’ ἐπὶ πάντα ἐστὶν ὃ ἔστι
μένουσα, καὶ μὴ ἀφαιρεθέντος τινὸς ἀπ’ αὐτοῦ ἀπολωλὸς ᾖ ἐκεῖνο τὸ
ὅλον ἕν, μήτε διειλῆφθαι πέρασιν, ἵνα μὴ ἐναρμοζομένων αὐτῷ τῶν
ἄλλων ἢ ἐλαττοῖτο αὐτῶν μειζόνων ὄντων ἢ διασπῷτο βουλόμενον ἐπὶ
πάντα ἰέναι, παρῇ τε οὐχ ὅλον πᾶσιν, ἀλλὰ μέρεσιν αὑτοῦ μέρεσιν
ἐκείνων, καὶ τὸ λεγόμενον δὴ
μένει οὖν ἐν ἑαυτῷ σωφρονοῦν καὶ οὐκ τοῦ ἑνὸς
ἐρασταὶ πολλοὶ ὅλου ἐρῶντες ὅλον ἔχουσιν εἰ καὶ
τόπου δεόμενον τὸ φρονεῖν ἔσται. καὶ οὐχ οὕτω τὸ φρονεῖν, ὡς τὸ
λευκόν: οὐ γὰρ σώματος τὸ φρονεῖν: ἀλλ’ εἴπερ ὄντως μετέχομεν τοῦ
φρονεῖν, ἓν δεῖ εἰς τὸ αὐτὸ πᾶν ἑαυτῷ συνεῖναι. καὶ οὕτως
ἐκεῖθεν, οὐ μοίρας αὐτοῦ λαβόντες, οὐδὲ ὅλον ἐγώ, ὅλον δὲ καὶ σύ,
ἀποσπασθὲν ἑκάτερον ἑκατέρου. μιμοῦνται δὲ καὶ ἐκκλησίαι καὶ πᾶσα
σύνοδος ὡς εἰς ἓν τῷ φρονεῖν ἰόντων: καὶ χωρὶς ἕκαστος εἰς τὸ
φρονεῖν ἀσθενής, συμβάλλων δὲ εἰς ἓν πᾶς ἐν: τῇ συνόδῳ καὶ τῇ ὡς
ἀληθῶς συνέσει τὸ φρονεῖν ἐγέννησε καὶ εὗρε. τί γὰρ δὴ καὶ διείρξει,
ὡς μὴ ἐν τῷ αὐτῷ εἶναι νοῦν ἀπ’ ἄλλου καὶ ἄλλου; ἀλλ’
ὁμοῦ ὄντες ἡμῖν οὐχ ὁμοῦ δοκοῦσιν εἶναι: οἷον εἴ τις πολλοῖς τοῖς
δακτύλοις ἐφαπτόμενος τοῦ αὐτοῦ ἄλλου καὶ ἄλλου ἐφ ʽ??ʼπτεσθαι
νομίζοι, ἢ τὴν αὐτὴν χορδὴν μὴ ὁρῶν κρούοι. καίτοι καὶ ταῖς ψυχαῖς
ὡς ἐφαπτόμεθα τοῦ ἀγαθοῦ ἐχρῆν ἐνθυμεῖσθαι. οὐ γὰρ ἄλλου μὲν ἐγώ,
ἄλλου δὲ σὺ ἐφάπτῃ, ἀλλὰ τοῦ αὐτοῦ, οὐδὲ τοῦ αὐτοῦ μέν, προσελθόντος
δ’ ἐμοὶ ῥεύματος ἐκεῖθεν ἄλλου, σοὶ δὲ ἄλλου, ὥστε τὸ μὲν εἶναί που
ἄνω, τὰ δὲ παῤ αὐτοῦ ἐνταῦθα: καὶ δίδωσι τὸ διδὸν τοῖς
λαμβάνουσιν, ἵνα ὄντως λαμβάνωσι, καὶ δίδωσι τὸ διδὸν οὐ τοῖς
ἀλλοτρίοις, ἀλλὰ τοῖς ἑαυτοῦ. ἐπεὶ οὐ πόμπιος ἡ νοερὰ δόσις: ἐπεὶ
καὶ ἐν τοῖς διεστηκόσιν ἀπ’ ἀλλήλων τοῖς τόποις σώμασιν ἡ δόσις
ἄλλου τῇ ἄλλου τὸ αὐτὸ ἡ
δόσις καὶ ἡ ποίησις, καὶ τό γε σωματικὸν τοῦ παντὸς δρᾷ καὶ πάσχει
ἐν αὑτῷ καὶ οὐδὲν ἔξωθεν εἰς αὐτό. εἰ δὴ ἐπὶ σώματος οὐδὲν ἔξωθεν
τοῦ ἐκ φύσεως οἷον φεύγοντος ἑαυτό, ἐπὶ πράγματος ἀδιαστάτου πῶς τὸ
ἔξωθεν; ἐν τῷ αὐτῷ ἄρα ὄντες καὶ ὁρῶμεν τἀγαθὸν καὶ ἐφαπτόμεθα αὐτοῦ
ὁμοῦ ὄντες τοῖς ἡμετέροις νοητοῖς. καὶ κόσμος εἷς πολὺ μᾶλλον ἐκεῖ:
ἢ δύο κόσμοι αἰσθητοὶ
ἀλλὰ πῶς τὸ ἀδιάστατον παρήκει παρὰ πᾶν σῶμα μέγεθος τοσοῦτον ἔχον;
καὶ πῶς οὐ διασπᾶται ἓν ὂν καὶ ταὐτόν; ὃ πολλάκις ἠπόρηται παύειν
τοῦ λόγου τὸ ἄπορον τῆς διανοίας περὶ ταῦτα τῇ προθυμίᾳ
βουλομένου. ἀποδέδεικται μὲν οὖν ἤδη πολλαχῇ, ὅτι οὕτως: δεῖ δέ
τινων καὶ παραμυθιῶν, καίτοι οὐκ ἐλάχιστον, ἀλλὰ μέγιστον εἰς πειθὼ
ἦν ἐκείνη ἡ φύσις οἵα ἐστὶ διδαχθεῖσα, ὅτι οὐκ ἔστιν οἵα λίθος, οἷον
κύβος τις μέγας κείμενος οὗ κεῖται τοσοῦτον ἐπέχων, ὅσος ἐστίν,
ἐκβαίνειν οὐκ ἔχων τοὺς αὑτοῦ ὅρους μετρηθεὶς ἐπὶ τοσοῦτον καὶ τῷ
ὄγκῳ καὶ τῇ συμπεριγραφείσῃ ἐν αὐτῷ τοῦ λίθου δυνάμει: ἀλλὰ οὖσα ἄλλη ἄλλο τι ἔχει, καὶ οὐ πᾶσα πρὸς πᾶν: ἐπεὶ οὐδὲ ἡ
πρώτη πᾶσα πρὸς πᾶν, ἀλλὰ πρὸς τὰ πρῶτα τῶν γενῶν, εἶτ̓ ἐπὶ τούτοις
ἄλλα: παρῆν μέντοι παντί.
πάρεστιν οὖν πῶς; ὡς ζωὴ μία: οὐ γὰρ τὸ τοσοῦτον
γέγονας πᾶς, καίτοι καὶ πρότερον ἦσθα πᾶς: ἀλλ’ ὅτι καὶ ἄλλο τι
προσῆν σοι μετὰ τὸ πᾶν, ἐλάττων ἐγίνου τῇ προσθήκῃ: οὐ γὰρ ἐκ
Ἆῤ ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός, καὶ ἡ ἀπειρία ἀπόστασις
παντελὴς τῷ πλῆθος ἀνάριθμον εἶναι, καὶ διὰ τοῦτο κακὸν ἡ ἀπειρία
καὶ ἡμεῖς κακοί, ὅταν πλῆθος; καὶ γὰρ πολὺ ἕκαστον, ὅταν ἀδυνατοῦν
εἰς αὐτὸ μένειν χέηται καὶ ἐκτείνηται σκιδυάμενον. καὶ πάντη μὲν
στερισκόμενον ἐν τῇ χύσει τοῦ ἑνὸς πλῆθος γίγνεται, οὐκ ὄντος τοῦ
ἄλλο πρὸς ἄλλο μέρος αὐτοῦ ἑνοῦντος: εἰ δέ τι γένοιτο ἀεὶ χεόμενον
μένον, μέγεθος γίνεται. ἀλλὰ
τί οὖν ἐπὶ τοῦ λεγομένου ἀριθμοῦ τῆς ἀπειρίας; ἀλλὰ πρῶτον, πῶς
ἀριθμός, εἰ ἄπειρος; οὔτε γὰρ τὰ αἰσθητὰ ἄπειρα, ὥστε οὐδὲ ὁ ἐπ’
αὐτοῖς ἀριθμός, οὔτε ὁ ἀριθμῶν τὴν ἀπειρίαν ἀριθμεῖ: ἀλλὰ κἂν
διπλάσια ἢ πολλαπλάσια ποιῇ, ὁρίζει ταῦτα, κἂν πρὸς τὸ μέλλον ἢ τὸ
παρεληλυθὸς λαμβάνῃ, ἢ καὶ ὁμοῦ, ὁρίζει ταῦτα. ἆῤ οὖν οὐχ ἁπλῶς
ἄπειρος, οὕτω δέ, ὥστε ἀεὶ ἐξεῖναι λαμβάνειν; ἢ οὐκ ἐπὶ τῷ
ἀριθμοῦντι τὸ γεννᾶν, ἀλλ’ ἤδη ὥρισται καὶ ἕστηκεν. ἢ ἐν μὲν τῷ
νοητῷ, ὥσπερ τὰ ὄντα, οὕτω καὶ ὁ ἀριθμὸς ὡρισμένος ὅσος τὰ ὄντα:
ἡμεῖς δὲ ὡς τὸν ἄνθρωπον πολλὰ ποιοῦμεν ἐφαρμόζοντες πολλάκις καὶ τὸ
καλὸν καὶ τὰ ἄλλα, οὕτω μετὰ τοῦ εἰδώλου ἑκάστου καὶ εἴδωλον ἀριθμοῦ
συναπογεννῶμεν, καὶ ὥς τι ἄστυ πολλαπλασιοῦμεν οὐχ ὑφεστώς, οὕτως
τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀριθμοὺς πολλαπλασίους ποιοῦμεν: καὶ εἰ
τοὺς χρόνους δὲ ἀριθμοῖμεν, ἀφ̓ ὧν
ἀλλὰ τὸ ἄπειρον δὴ τοῦτο πῶς ὑφέστηκεν ὂν ἄπειρον; ὃ γὰρ ὑφέστηκε καὶ
ἔστιν, ἀριθμῷ κατείληπται ἤδη. ἀλλὰ πρότερον, εἰ ἐν τοῖς οὖσιν ὄντως
πλῆθος, πῶς κακὸν τὸ πλῆθος; ἢ ὅτι ἥνωται τὸ πλῆθος, καὶ κεκώλυται
πάντη πλῆθος εἶναι ἓν ὂν πλῆθος, καὶ διὰ τοῦτο δὲ ἐλαττοῦται τοῦ
ἑνός, ὅτι πλῆθος ἔχει, καὶ ὅσον πρὸς τὸ ἓν χεῖρον. καὶ οὐκ ἔχον δὲ
τὴν φύσιν ἐκείνου, ἀλλὰ ἐκβεβηκός, ἠλάττωται, τῷ δ’ ἑνὶ παῤ ἐκείνου
τὸ σεμνὸν ἔχει, καὶ ἀνέστρεψε δὲ τὸ πλῆθος εἰς ἓν καὶ ἔμεινεν. ἀλλ’
ἡ ἀπειρία πῶς; ἡ γὰρ οὖσα ἐν τοῖς οὖσιν ἤδη ὥρισται, ἢ εἰ μὴ
ὥρισται, οὐκ ἐν τοῖς οὖσιν, ἀλλ’ ἐν τοῖς γινομένοις ἴσως, ὡς καὶ τῷ
χρόνῳ. ἢ κἂν ὁρισθῇ, τούτῳ γε ἄπειρος: οὐ γὰρ τὸ πέρας, ἀλλὰ τὸ
ἄπειρον ὁρίζεται: οὐ γὰρ δὴ ἄλλο τι μεταξὺ πέρατος καὶ ἀπείρου, ὃ
τὴν τοῦ ὅρου δέχεται φύσιν. τοῦτο δὴ τὸ ἄπειρον φεύγει μὲν αὐτὸ τὴν
τοῦ πέρατος ἰδέαν, ἁλίσκεται δὲ περιληφθὲν ἔξωθεν. φεύγει δὲ οὐκ εἰς
τόπον ἄλλον ἐξ ἑτέρου: οὐ γὰρ οὐδ’ ἔχει τόπον: ἀλλ’ ὅταν ἁλῷ, ὑπέστη
τόπος. διὸ οὐδὲ τὴν λεγομένην κίνησιν αὐτῆς τοπικὴν θετέον οὐδέ τινα
ἄλλην τῶν λεγομένων αὐτῇ παῤ αὐτῆς ὑπάρχειν: ὥστε οὐδ’ ἂν κινοῖτο.
ἀλλ’ οὐδ’ ἕστηκεν αὖ: ποῦ γὰρ τοῦ ποῦ ὕστερον γινομένου; ἀλλ’ ἔοικεν
ἡ κίνησις αὐτῆς οὕτω λέγεσθαι, ὅτι μὴ μένει. ἆῤ οὖν οὕτως ἔχει, ὡς
μετέωρος εἶναι ἐν τῷ αὐτῷ, ἢ αἰωρεῖσθαι ἐκεῖσε καὶ δεῦρο; οὐδαμῶς.
ἄμφω γὰρ πρὸς τὸν αὐτὸν τόπον κρίνεται, τό τε μετέωρον οὐ
παρεγκλῖνον καὶ τὸ παρεγκλῖνον. τί ἂν οὖν τις ἐπινοήσειεν ἂν ὥρισας: ἀλλ’ εἴ τῷ προσέλθοις ὡς ἑνί, πολλὰ
φανεῖται, κἂν πολλὰ εἴπῃς, πάλιν αὖ ψεύσῃ: οὐκ ὄντος γὰρ ἑκάστου
ἑνὸς οὐδὲ πολλὰ τὰ πάντα: καὶ αὕτη ἡ φύσις αὐτῆς καθ̓ ἕτερον τῶν
φαντασμάτων κίνησις, καὶ καθ̓ ὃ προσῆλθεν ἡ φαντασία στάσις. καὶ τὸ
μὴ δύνασθαι δἰ αὑτῆς αὐτὴν ἰδεῖν, κίνησις ἀπὸ νοῦ καὶ ἀπολίσθησις:
τὸ δὲ μὴ ἀποδρᾶναι ἔχειν, εἴργεσθαι δὲ ἔξωθεν καὶ κύκλῳ καὶ μὴ
ἐξεῖναι προχωρεῖν, στάσις ἂν εἴη: ὥστε μὴ μόνον ἐξεῖναι κινεῖσθαι
λέγειν.
περὶ δὲ τῶν ἀριθμῶν ὅπως ἔχουσιν ἐν τῷ νοητῷ σκεπτέον, πότερα ὡς
ἐπιγινομένων τοῖς ἄλλοις εἴδεσιν ἢ καὶ παρακολουθούντων ἀεί: οἷον
ἐπειδὴ τὸ ὂν τοιοῦτον οἷον πρῶτον αὐτὸ εἶναι, ἐνοήσαμεν μονάδα,
εἶτα, ἐπεὶ κίνησις ἐξ αὐτοῦ καὶ στάσις, τρία ἤδη, καὶ ἐφ̓ ἑκάστου
τῶν ἄλλων ἕκαστον: ἢ οὐχ οὕτως, ἀλλὰ συνεγεννήθη ἑκάστῳ μονὰς μία, ἢ
ἐπὶ μὲν τοῦ πρώτου ὄντος μονάς, ἐπὶ δὲ τοῦ μετ’ ἐκεῖνο, εἰ τάξις
ἐστί, δυὰς ἢ καὶ ὅσον τὸ πλῆθος ἑκάστου, οἷον εἰ δέκα, δεκάς: ἢ οὐχ
οὕτως, ἀλλ’ αὐτὸς ἐφ̓ ἑαυτοῦ ὁ ἀριθμὸς ἐνοήθη: καὶ εἰ οὕτως, πότερα
πρότερος τῶν ἄλλων, ἢ ὕστερος. ὁ μὲν οὖν Πλάτων εἰς ἔννοιαν ἀριθμοῦ
τοὺς οὐσίαν καὶ τὸν ἀριθμὸν ἐν οὐσίᾳ, πάλιν αὖ
ὑπόστασίν τινα ἂν ἐφ̓ ἑαυτοῦ τοῦ ἀριθμοῦ λέγοι καὶ οὐκ ἐν τῇ
ἀριθμούσῃ ὑφίστασθαι ψυχῇ, ἀλλὰ ἀνακινεῖσθαι ἐν αὐτῇ ἐκ τῆς περὶ τὰ
αἰσθητὰ παραλλαγῆς τὴν ἔννοιαν τοῦ ἀριθμοῦ.
τίς οὖν ἡ φύσις αὐτοῦ; ἆρα παρακολούθημα καὶ οἷον ἐπιθεωρούμενον
ἑκάστῃ οὐσίᾳ; οἷον ἄνθρωπος καὶ εἷς ἄνθρωπος καὶ ὂν καὶ ἓν ὂν καὶ τὰ
πάντα ἕκαστα τὰ νοητὰ καὶ πᾶς ὁ ἀριθμός; ἀλλὰ πῶς δυὰς καὶ τριὰς καὶ
πῶς τὰ πάντα καθ̓ ἓν καὶ ὁ τοιοῦτος ἀριθμὸς εἰς ἓν ἂν συνάγοιτο;
οὕτω γὰρ ἔσται πλῆθος μὲν ἑνάδων, εἰς ἓν δὲ οὐδεὶς παρὰ τὸ ἁπλοῦν
ἕν: εἰ μή τις λέγοι, ὡς δυὰς μέν ἐστιν ἐκεῖνο τὸ πρᾶγμα, μᾶλλον δὲ
τὸ ἐπὶ τῷ πράγματι θεωρούμενον, ὃ δύο ἔχει δυνάμεις συνειλημμένας,
οἷον σύνθετον εἰς ἕν, ἢ οἵους ἔλεγον οἱ Πυθαγόρειοι, οἳ ἐδόκουν
λέγειν ἀριθμοὺς ἐκ τοῦ ἀνὰ λόγον, οἷον δικαιοσύνην τετράδα καὶ ἄλλον
ἄλλως: ἐκείνως δὲ μᾶλλον τῷ πλήθει τοῦ πράγματος ἑνὸς ὄντος ὅμως καὶ
τὸν ἀριθμὸν συζυγῆ, τοσοῦτον ἕν, οἷον δεκάδα. καίτοι ἡμεῖς οὐχ οὕτω
τὰ δέκα, ἀλλὰ συνάγοντες καὶ τὰ διεστῶτα
ἀλλ’ εἰ ἄνευ τῶν πραγμάτων τὸ ἓν αὐτὸ καὶ ἡ δεκὰς αὐτή, εἶτα τὰ
πράγματα τὰ νοητὰ μετὰ τὸ εἶναι ὅπερ ἐστὶ τὰ μὲν ἑνάδες ἔσονται, τὰ
δὲ καὶ δυάδες καὶ τριάδες, τίς ἂν εἴη ἡ φύσις αὐτῶν καὶ πῶς συστᾶσα;
λόγῳ δὲ δεῖ νομίζειν τὴν γένεσιν αὐτῶν ποιεῖσθαι. πρῶτον τοίνυν δεῖ
λαβεῖν τὴν οὐσίαν καθόλου τῶν εἰδῶν, ὅτι ἐστὶν οὐχὶ νοήσαντος
ἕκαστον τοῦ νενοηκότος, εἶτ̓ αὐτῇ τῇ νοήσει τὴν ὑπόστασιν αὐτῶν
παρασχομένου. οὐ γάρ, ὅτι ἐνόησε τί ποτ̓ ἐστὶ δικαιοσύνη, δικαιοσύνη
ἐγένετο, οὐδ’ ὅτι ἐνόησε τί ποτ̓ ἐστὶ κίνησις, κίνησις ὑπέστη: οὕτω
γὰρ ἔμελλε τοῦτο τὸ νόημα καὶ ὕστερον εἶναι τοῦ πράγματος αὐτοῦ τοῦ
νοηθέντος, δικαιοσύνης αὐτῆς ἡ νόησις αὐτῆς, καὶ πάλιν αὖ ἡ νόησις
προτέρα τοῦ ἐκ τῆς νοήσεως ὑποστάντος, εἰ τῷ νενοηκέναι ὑπέστη. εἰ
δὲ τῇ νοήσει τῇ τοιαύτῃ ταὐτὸν ἡ δικαιοσύνη, πρῶτον μὲν ἄτοπον μηδὲν
εἶναι δικαιοσύνην ἢ τὸν οἷον ὁρισμὸν αὐτῆς: τί γάρ ἐστι τὸ
νενοηκέναι δικαιοσύνην ἢ κίνησιν, ἢ τὸ τί ἐστιν αὐτῶν λαβεῖν; τοῦτο
δὲ ταὐτὸν τῷ μὴ ὑφεστῶτος πράγματος λόγον λαβεῖν: ὅπερ ἀδύνατον. εἰ
δέ τις λέγοι, ὡς ἐπὶ οὔθ̓ ἑῷος οὕτω
καλὰ οὐδ’ ὅλως τι τῶν αἰσθητῶν, ἀλλ’ οἷον ἄγαλμά τι
νοερόν, οἷον ἐξ αὑτοῦ ἑστηκὸς καὶ προφανὲν ἐν αὑτῷ, μᾶλλον δὲ ὂν ἐν
αὑτῷ.
ὅλως γὰρ δεῖ νοῆσαι τὰ πράγματα ἐν μιᾷ φύσει καὶ μίαν
φύσιν πάντα ἔχουσαν καὶ οἷον περιλαβοῦσαν, οὐχ ὡς ἐν τοῖς αἰσθητοῖς
ἕκαστον χωρίς, ἀλλαχοῦ ἥλιος καὶ ἄλλο ἄλλοθι, ἀλλ’ ὁμοῦ ἐν ἑνὶ
πάντα: αὕτη γὰρ νοῦ φύσις: ἐπεὶ καὶ ψυχὴ
ἐπειδὴ τοίνυν καὶ ζῷον πρώτως ἐστὶ καὶ διὰ τοῦτο αὐτοζῷον καὶ νοῦς
ἐστι καὶ οὐσία ἡ ὄντως καί φαμεν ἔχειν καὶ ζῷα τὰ πάντα καὶ ἀριθμὸν
τὸν σύμπαντα καὶ δίκαιον αὐτὸ καὶ καλὸν καὶ ὅσα ἄλλα τοιαῦτα — ἄλλως
γὰρ αὐτοάνθρωπόν φαμεν καὶ ἀριθμὸν αὐτὸν καὶ δίκαιον αὐτό: σκεπτέον
πῶς τούτων ἕκαστον καὶ τί ὂν εἰς ὅσον οἷόν τέ τι εὑρεῖν περὶ τούτων.
πρῶτον τοίνυν ἀφετέον πᾶσαν αἴσθησιν καὶ νοῦν νῷ θεωρητέον καὶ
ἐνθυμητέον, ὡς καὶ ἐν ἡμῖν ζωὴ καὶ νοῦς οὐκ ἐν ὄγκῳ, ἀλλ’ ἐν δυνάμει
ἀόγκῳ, καὶ τὴν ἀληθινὴν οὐσίαν ἐκδεδυκέναι ταῦτα καὶ δύναμιν εἶναι
ἐφ̓ ἑαυτῆς βεβῶσαν, οὐκ ἀμενηνόν τι χρῆμα, ἀλλὰ πάντων ζωτικωτάτην
καὶ νοερωτάτην, ἧς οὔτε τι ζωτικώτερον οὔτε νοερώτερον
οὔτε οὐσιωδέστερον, οὗ τὸ
λείπεται τοίνυν θεωρεῖν, πότερα ἡ οὐσία τὸν ἀριθμὸν ἐγέννησε τῷ αὐτῆς
μερισμῷ, ἢ ὁ ἀριθμὸς ἐμέρισε τὴν οὐσίαν: καὶ δὴ καὶ ἡ οὐσία καὶ
κίνησις καὶ στάσις καὶ ταὐτὸν καὶ ἕτερον αὐτὰ τὸν ἀριθμὸν ἢ ὁ
ἀριθμὸς ταῦτα. ἀρχὴ δὲ τῆς σκέψεως: ἆῤ οἷόν τε ἀριθμὸν εἶναι ἐφ̓
ἑαυτοῦ ἢ δεῖ καὶ τὰ δύο ἐπὶ δυσὶ πράγμασι θεωρεῖσθαι, καὶ τὰ τρία
ὡσαύτως; καὶ δὴ καὶ τὸ ἓν τὸ ἐν τοῖς ἀριθμοῖς; εἰ γὰρ ἐφ̓ ἑαυτοῦ
ἄνευ τῶν ἀριθμητῶν δύναιτο εἶναι, πρὸ τῶν ὄντων δύναιτο ἂν εἶναι. ἆῤ
οὖν καὶ πρὸ τοῦ ὄντος; ἢ τοῦτο ἐατέον καὶ πρὸ ἀριθμοῦ ἐν τῷ παρόντι
καὶ δοτέον ἀριθμὸν ἐξ ὄντος γίνεσθαι. ἀλλ’ εἰ τὸ ἓν ἓν ὄν ἐστι καὶ
ἑστὼς οὖν τὸ ὂν ἐν πλήθει ἀριθμός, ὅτε πολὺ μὲν ἠγείρετο, παρασκευὴ
δὲ οἷον ἦν πρὸς τὰ ὄντα καὶ προτύπωσις καὶ οἷον ἑνάδες τόπον ἔχουσαι
τοῖς ἐπ’ αὐτὰς ἱδρυθησομένοις. καὶ γὰρ ἢ παῤ ἄλλου ἐλήλυθεν εἰς ἐκεῖνο, ἢ ἐνέργειά ἐστιν
ἐκείνου. καὶ εἰ τοιοῦτον, οἷον μὴ ποτὲ μὲν παρεῖναι, ποτὲ δὲ μὴ
παρεῖναι, ἀλλ’ ἀεὶ μετ’ ἐκείνου
ἀλλ’ εἰ τὴν δεκάδα μηδὲν εἶναί τις λέγοι ἢ ἑνάδας τοσαύτας, εἰ μὲν
τὴν ἑνάδα συγχωροῖ εἶναι, διὰ τί μίαν μὲν συγχωρήσει ἑνάδα εἶναι,
τὰς δὲ δέκα οὐκέτι; ὡς γὰρ ἡ μία τὴν ὑπόστασιν ἔχει, διὰ τί οὐ καὶ
αἱ ἄλλαι; οὐ γὰρ δὴ συνεζεῦχθαι δεῖ ἑνί τινι τῶν ὄντων τὴν μίαν
ἑνάδα: οὕτω γὰρ ἂν οὐκέτι ἕκαστον τῶν ἄλλων ἓν εἴη. ἀλλ’
εἰ δεῖ καὶ ἕκαστον τῶν ἄλλων ἓν εἶναι, κοινὸν τὸ ἂν καὶ
στᾶσα θᾶττον ἐν τῇ προόδῳ τοὺς ἐλάττους ἀριθμοὺς ἀπογεννήσαι, εἰς
πλέον δὲ κινηθεῖσα, οὐκ ἐπ’ ἄλλοις, ἀλλ’ ἐν αὐταῖς ταῖς κινήσεσι,
τοὺς μείζους ἀριθμοὺς ὑποστήσαι, καὶ οὕτω δὴ ἑκάστοις ἀριθμοῖς
ἐφαρμόσαι τὰ πλήθη ἕκαστα καὶ ἕκαστον τῶν ὄντων εἰδυῖα, ὡς, εἰ μὴ
ἐφαρμοσθείη ἕκαστον ἀριθμῷ ἑκάστῳ, ἢ οὐδ’ ἂν εἴη ἢ ἄλλο τι ἂν
παρεκβὰν εἴη ἀνάριθμον καὶ ἄλογον γεγενημένον.
ἀλλ’ εἰ καὶ τὸ ἓν καὶ τὴν μονάδα μὴ ὑπόστασιν λέγοι ἔχειν: οὐδὲν γὰρ
ἕν, ὃ μὴ τὶ ἕν: ὁ μὲν ὡδί, ὁ δ’ ὡδὶ ἕστηκεν ἢ
κάθηται; καὶ δὴ καὶ ἐπὶ τοῦ ἄνω ὡσαύτως, τὸ μὲν τοιαύτην
τὸ δὴ ἀπὸ τοῦ ὑποκειμένου γενέσθαι τὴν νόησιν τοῦ ἑνὸς τοῦ
ὑποκειμένου καὶ τοῦ ἐν αἰσθήσει ἀνθρώπου ὄντος ἢ ἄλλου ὁτουοῦν ζῴου
ἢ καὶ λίθου πῶς ἂν εἴη εὔλογον, ἄλλου μὲν ὄντος τοῦ φανέντος, ἄλλου
δὲ καὶ οὐ ταὐτοῦ ὄντος τοῦ ἕν; οὐ γὰρ ἂν καὶ ἐπὶ τοῦ μὴ ἀνθρώπου τὸ
ἓν ἡ διάνοια κατηγόρει. ἔπειτα, ὥσπερ ἐπὶ τοῦ δεξιοῦ καὶ τῶν
τοιούτων οὐ μάτην κινουμένη, ἀλλ’ ὁρῶσα θέσιν διάφορον ἔλεγε τὸ ὡδί,
οὑτωσί τι ἐνταῦθα ὁρῶσα λέγει ἕν: οὐ γὰρ δὴ κενὸν πάθημα καὶ ἐπὶ
μηδενὶ τὸ ἓν λέγει. οὐ γὰρ διότι μόνον καὶ οὐκ ἄλλο: καὶ γὰρ ἐν τῷ
ʽκαὶ οὐκ ἄλλὀ ἄλλο ἓν λέγει: ἔπειτα τὸ ἄλλο καὶ τὸ ἕτερον ὕστερον.
μὴ γὰρ ἐρείσασα πρὸς ἓν οὔτε ἄλλο ἐρεῖ ἡ διάνοια οὔτε ἕτερον, τό τε
μόνον ὅταν λέγῃ, ἓν μόνον λέγει: ὥστε τὸ ἓν λέγει πρὸ τοῦ μόνον.
ἔπειτα τὸ λέγον, πρὶν εἰπεῖν περὶ ἄλλου ἕν, ἐστὶν ἓν καὶ περὶ οὗ
λέγει, πρὶν εἰπεῖν ἢ νοῆσαί τινα περὶ αὐτοῦ, ἐστὶν ἕν. ἢ γὰρ ἓν ἢ
πλείω ἑνὸς καὶ πολλά: καὶ εἰ πολλά, ἀνάγκη προυπάρχειν ἕν. ἐπεὶ καὶ
ὅταν πλῆθος λέγῃ, πλείω ἑνὸς λέγει, καὶ ὅταν στρατόν,
πολλοὺς ὡπλισμένους καὶ εἰς ἓν συντεταγμένους νοεῖ: κἂν πλῆθος ὂν
οὐκ ἐᾷ πλῆθος εἶναι ἡ διάνοια, δῆλόν που καὶ ἐνταῦθα ποιεῖ ἢ διδοῦσα
τὸ ἕν, ὃ μὴ ἔχει τὸ πλῆθος, ἢ ὀξέως τὸ ἓν τὸ ἐκ τῆς τάξεως ἰδοῦσα
τὴν τοῦ πολλοῦ φύσιν συνήγαγεν εἰς ἕν: οὐδὲ γὰρ οὐδ’ ἐνταῦθα τὸ ἓν
μήτε εἰπεῖν ἔστιν ἄνευ τοῦ ἓν ἢ τοῦ δύο ἤ τινος
ἀριθμοῦ, πῶς οἷόν τε ἄνευ οὗ οὐχ οἷόν τέ τι νοῆσαι ἢ εἰπεῖν μὴ
εἶναι; οὗ γὰρ μὴ ὄντος μηδ’ ὁτιοῦν δύναται νοῆσαι ἢ εἰπεῖν λέγειν μὴ
εἶναι ἀδύνατον: ἀλλ’ οὗ χρεία πανταχοῦ πρὸς παντὸς νοήματος ἢ λόγου
γένεσιν προυπάρχειν δεῖ καὶ λόγου καὶ νοήσεως: οὕτω γὰρ ἂν πρὸς τὴν
τούτων γένεσιν παραλαμβάνοιτο. εἰ δὲ καὶ εἰς οὐσίας ἑκάστης
ὑπόστασιν — οὐδὲν γὰρ
πρὸς δὲ τὰ κατὰ τὸ πρός τι λεχθέντα ἄν
πάλιν γὰρ ἐξ ἀρχῆς τούτων ἤδη λεχθέντων λέγωμεν τὸ μὲν ξύμπαν ὂν τὸ
ἀληθινὸν ἐκεῖνο καὶ ὂν εἶναι καὶ νοῦν καὶ ζῷον τέλειον εἶναι, ὁμοῦ
δὲ πάντα ζῷα εἶναι, οὗ δὴ τὸ ἓν ἑνί, ὡς ἦν αὐτῷ δυνατόν, μεμίμηται
καὶ τόδε τὸ ζῷον τὸ πᾶν: ἔφυγε γὰρ ἡ τοῦ αἰσθητοῦ φύσις τὸ ἐκεῖ ἕν,
εἴπερ καὶ ἔμελλεν αἰσθητὸν εἶναι. ἀριθμὸν δὴ δεῖ αὐτὸ εἶναι
σύμπαντα: εἰ γὰρ μὴ τέλειος εἴη, ἐλλείποι ἂν ἀριθμῷ τινι: καὶ εἰ μὴ
πᾶς ἀριθμὸς ζῴων ἐν αὐτῷ εἴη, παντελὲς ζῷον οὐκ ἂν εἴη. ἔστιν οὖν ὁ
ἀριθμὸς πρὸ ζῴου παντὸς καὶ τοῦ παντελοῦς ζῴου. ʽ??ʼ μὲν δὴ ἄνθρωπος
ἐν τῷ νοητῷ καὶ τὰ ἄλλα ζῷα, καθ̓ ὃ ἔστι: καὶ ᾗ ζῷον παντελές ἐστιν
ἐκεῖνο: καὶ γὰρ καὶ ὁ ἐνταῦθα ἄνθρωπος, ᾗ ζῷον τὸ πᾶν, μέρος αὐτοῦ:
καὶ ἕκαστον, ᾗ ζῷον, ἐκεῖ ἐν ζῴῳ ἐστίν. ἐν δὲ τῷ νῷ, καθ̓ ὅσον νοῦς,
ὡς μὲν μέρη οἱ νοῖ πάντες καθέκαστον: ἀριθμὸς δὲ καὶ τούτων. οὐ
τοίνυν οὐδ’ ἐν νῷ ἀριθμὸς πρώτως: ὡς δὲ ἐν νῷ, ὅσα νοῦ ἐνέργειαι,
καὶ ὡς νοῦ δικαιοσύνη καὶ σωφροσύνη καὶ αἱ ἄλλαι ἀρεταὶ
τούτους δή, οὕς φαμεν πρώτους ἀριθμοὺς καὶ ἀληθεῖς, ποῦ ἄν, τις ἂν
φαίη, θείητε καὶ εἰς τί γένος τῶν ὄντων; ἐν μὲν γὰρ τῷ ποσῷ δοκοῦσιν
εἶναι παρὰ πᾶσι καὶ δὴ καὶ ποσοῦ μνήμην ἐν τῷ πρόσθεν ἐποιεῖσθε
ἀξιοῦντες ὁμοίως τῷ συνεχεῖ καὶ τὸ διωρισμένον ἐν τοῖς οὖσι τιθέναι.
πάλιν τε αὖ λέγετε, ὡς πρώτων ὄντων οὗτοί εἰσιν οἱ ἀριθμοί: ἄλλους
τε αὖ ἀριθμοὺς παῤ ἐκείνους εἶναι λέγετε ἀριθμοῦντας. πῶς οὖν ταῦτα
διατάττεσθε, λέγετε ἡμῖν: ἔχει γὰρ πολλὴν ἀπορίαν: ἐπεὶ καὶ τὸ ἓν τὸ
ἐν τοῖς αἰσθητοῖς πότερα
ὁ δὲ λεγόμενος ἄπειρος ἀριθμὸς πῶς; πέρας γὰρ οὗτοι αὐτῷ διδόασιν οἱ
λόγοι. ἢ καὶ ὀρθῶς, εἴπερ ἔσται ἀριθμός: τὸ γὰρ ἄπειρον μάχεται τῷ
ἀριθμῷ. διὰ τί οὖν λέγομεν ʽἄπειρος ὁ ἀριθμόσ̓; ἆῤ οὖν ὥσπερ ἄπειρον
λέγομεν γραμμήν — λέγομεν δὲ γραμμὴν ἄπειρον, οὐχ ὅτι ἔστι τις
τοιαύτη, ἀλλ’ ὅτι ἔξεστιν ἐπὶ τῇ μεγίστῃ, οἷον τοῦ παντός, ἐπινοῆσαι
μείζω — οὕτω καὶ ἐπὶ τοῦ ἀριθμοῦ; γνωσθέντος γὰρ ὅσος ἐστὶν ἔστιν
αὐτὸν διπλασίονα ποιῆσαι τῇ διανοίᾳ οὐκ ἐκείνῳ συνάψαντα: πρότερον, πρότερον ἐν νῷ. ἀλλ’ εἰ
ἐν τῷ ζῴῳ τῷ παντελεῖ καὶ ψυχαί, πρότερον νοῦς. ἀλλὰ ʽνοῦσ̓ φησιν
ʽὅσα ὁρᾷ ἐν τῷ παντελεῖ ζῴᾠ: εἰ οὖν ὁρᾷ, ὕστερος. ἢ δυνατὸν τὸ ὁρᾷ
οὕτως εἰρῆσθαι, ὡς ἐν τῇ ὁράσει τῆς ὑποστάσεως γινομένης: οὐ γὰρ
ἄλλος, ἀλλὰ πάντα ἕν, καὶ ἡ νόησις δὲ ψιλὴν ἔχει σφαῖραν, τὸ δὲ ζῷον
ζῴου σφαῖραν.
ἀλλὰ γὰρ ὁ ἀριθμὸς ἐκεῖ ὥρισται: ἡμεῖς δ’ ἐπινοήσομεν πλείονα τοῦ
προτεθέντος, καὶ τὸ ἄπειρον οὕτως ἀριθμούντων. ἐκεῖ δὲ ἐπινοῆσαι
πλέον οὐκ ἔστι τοῦ ἐπινοηθέντος: ἤδη γὰρ ἔστιν: οὐδ’ ἐλήφθη τις οὐδὲ
ληφθήσεται, ἵνα τις καὶ προστεθῇ αὐτῷ. εἴη δὲ ἂν κἀκεῖ ἄπειρος, ὅτι
οὐκ ἔστι μεμετρημένος: ὑπὸ τίνος γάρ; ἀλλ’ ὃς ἔστι, πᾶς ἐστιν ἓν ὢν
καὶ ὁμοῦ καὶ ὅλος δὴ καὶ οὐ περιειλημμένος πέρατί τινι, ἀλλ’ ἑαυτῷ
ὢν ὃς ἔστι: τῶν γὰρ ὄντων ὅλως οὐδὲν ἐν πέρατι, ἀλλ’ ἔστι τὸ
πεπερασμένον καὶ μεμετρημένον τὸ εἰς ἀπειρίαν κωλυθὲν δραμεῖν καὶ
μέτρου δεόμενον: ἐκεῖνα δὲ πάντα μέτρα, ὅθεν καὶ καλὰ πάντα. καὶ
γάρ, ᾗ ζῷον, καλόν, ἀρίστην τὴν ζωὴν ἔχον, οὐδεμιᾷ ζωῇ ἐλλεῖπον,
οὐδ’ αὖ πρὸς θάνατον συμμιγῆ ἔχον τὴν ζωήν: οὐδὲν γὰρ θνητὸν οὐδ’
ἀποθνῆσκον: οὐδ’ αὖ ἀμενηνὴ ἡ ζωὴ τοῦ ζῴου αὐτοῦ, ἀλλ’ ἡ πρώτη καὶ
ἐναργεστάτη καὶ τὸ τρανὸν ἔχουσα τοῦ ζῆν, ὥσπερ τὸ πρῶτον φῶς, ἀφ̓
οὗ καὶ αἱ ψυχαὶ ζῶσί τε ἐκεῖ καὶ αἱ δεῦρο ἰοῦσαι κομίζονται. οἶδε δὲ
καὶ ὅτου χάριν ζῇ καὶ πρὸς ὃ ζῇ, ἀφ̓ οὗ καὶ ζῇ:
Εἰς γένεσιν πέμπων ὁ θεὸς ἢ θεός τις τὰς ψυχὰς φωσφόρα περὶ τὸ
πρόσωπον ἔθηκεν ὄμματα καὶ τὰ ἄλλα ὄργανα ταῖς αἰσθήσεσιν ἑκάσταις
ἔδωκε προορώμενος, ὡς οὕτως ἂν σώζοιτο, εἰ προορῷτο καὶ προακούοι
καὶ ἁψαμένη τὸ μὲν φεύγοι, τὸ δὲ διώκοι. πόθεν δὴ προιδὼν ταῦτα; οὐ
γὰρ δὴ πρότερον γενομένων ἄλλων, εἶτα δἰ ἀπουσίαν αἰσθήσεων
φθαρέντων, ἔδωκεν ὕστερον ἃ ἔχοντες ἔμελλον ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα
τὸ παθεῖν φυλάξασθαι. ἢ εἴποι ἄν τις, ᾔδει, ὅτι ἐν θερμοῖς καὶ
ψυχροῖς ἔσοιτο τὸ ζῷον καὶ τοῖς ἄλλοις σωμάτων πάθεσι: ταῦτα δὲ
εἰδώς, ὅπως μὴ φθείροιτο ῥᾳδίως τῶν ζῴων τὰ σώματα, τὸ αἰσθάνεσθαι
ἔδωκε, καὶ δἰ ὧν ἐνεργήσουσιν αἱ αἰσθήσεις ὀργάνων. ἀλλ’ ἤτοι
ἐχούσαις τὰς δυνάμεις ἔδωκε τὰ ὄργανα ἢ ἄμφω. ἀλλ’ εἰ μὲν ἔδωκε καὶ
τὰς αἰσθήσεις, οὐκ ἦσαν αἰσθητικαὶ πρότερον ψυχαὶ οὖσαι: εἰ δ’
εἶχον, ὅτε ἐγένοντο ψυχαί, καὶ ἐγένοντο, ἵν’ εἰς γένεσιν ἴωσι,
σύμφυτον αὐταῖς τὸ εἰς γένεσιν ἰέναι. παρὰ φύσιν ἄρα τὸ ἀπὸ γενέσεως
καὶ ἐν τῷ νοητῷ εἶναι: καὶ πεποίηνται δή, ἵνα ἄλλου ὦσι καὶ ἵνα ἐν
κακῷ εἶεν: καὶ ἡ πρόνοια, ἵνα σώζοιντο ἐν τῷ κακῷ, καὶ ὁ λογισμὸς ὁ
τοῦ θεοῦ οὗτος καὶ ὅλως λογισμός. ἀρχαὶ δὲ καὶ τοῦ ἀεὶ εἶναι, καὶ τοῦ μέλλοντος ὡς
ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ
παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστι τὸ μέλλον, ἀνάγκη
οὕτω παρεῖναι, ὡς προνενοημένον εἰς τὸ ὕστερον: τοῦτο δέ ἐστιν, ὡς
μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δ’ ἐστὶ μηδὲν ἐλλείψοντος. πάντα
ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε:
ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ
τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε: τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν
αἰτίαν.
διὸ καὶ ἐντεῦθεν ἄν τις οὐχ ἧττον καταμάθοι τὴν νοῦ φύσιν, ἣν κἂν
πλέον τῶν ἄλλων ὁρῶμεν, οὐδ’ ὣς ὅσον ἐστὶ τὸ νοῦ χρῆμα ὁρῶμεν. τὸ
μὲν γὰρ ὅτι δίδομεν αὐτὸν ἔχειν, τὸ δὲ διότι οὐκέτι, ἤ, εἰ δοίημεν,
χωρίς. καὶ ὁρῶμεν ἄνθρωπον ἢ ὀφθαλμόν, εἰ τύχοι, ὥσπερ ἄγαλμα ἢ
ἀγάλματος: τὸ δέ ἐστιν ἐκεῖ ἄνθρωπος καὶ διὰ τί ἄνθρωπος, εἴπερ καὶ
νοερὸν αὐτὸν δεῖ τὸν ἐκεῖ ἄνθρωπον εἶναι καὶ ὀφθαλμὸν καὶ διὰ τί — ἢ
οὐκ ἂν ὅλως εἴη, εἰ μὴ διὰ τί — ἐνταῦθα δὲ ὥσπερ ἕκαστον τῶν μερῶν
χωρίς, οὕτω καὶ τὸ διὰ τί. ἐκεῖ δ’ ἐν ἑνὶ πάντα, ὥστε ταὐτὸν τὸ
πρᾶγμα καὶ τὸ διὰ τί τοῦ πράγματος. πολλαχοῦ δὲ καὶ ἐνταῦθα τὸ
πρᾶγμα καὶ τὸ διὰ τί ταὐτόν, οἷον τί ἐστιν ἔκλειψις. τί οὖν κωλύει
καὶ ἕκαστον διὰ τί εἶναι καὶ ἐπὶ τῶν ἄλλων, καὶ τοῦτο εἶναι τὴν
οὐσίαν ἑκάστου; μᾶλλον δὲ ἀνάγκη: καὶ πειρωμένοις οὕτως τὸ τί ἦν
εἶναι λαμβάνειν ὀρθῶς συμβαίνει. ὃ γὰρ ἔστιν ἕκαστον, διὰ τοῦτο
ἔστι. λέγω δὲ οὐχ, ὅτι τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι — τοῦτο
τί οὖν κωλύει προβουλεύσασθαι περὶ αὐτοῦ; ἢ κατ’ ἐκεῖνόν ἐστιν, ὥστε
οὔτε τι ἀφελεῖν δεῖ οὔτε προσθεῖναι, ἀλλὰ τὸ βουλεύσασθαι καὶ
λελογίσθαι διὰ τὴν ὑπόθεσιν: ὑπέθετο γὰρ γινόμενα. καὶ οὕτω μὲν ἡ
βούλευσις καὶ ὁ λογισμός: τῷ δ’ ἀεὶ γινόμενα ἐνδείξασθαι καὶ ὅτι
λογίζεται ἀνεῖλεν. οὐ γὰρ ἔνι λογίζεσθαι ἐν τῷ ἀεί: καὶ γὰρ αὖ
ἐπιλελησμένου ἦν, ὅπως καὶ πρότερον: εἶτα, εἰ μὲν ἀμείνω ὕστερον,
οὐκ ἂν καλὰ πρότερον: εἰ δ’
πάλιν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ἄνωθεν ληπτέον τὸν ἄνθρωπον ὅστις
ἐκεῖνός ἐστιν. ἴσως δὲ πρότερον. χρὴ τὸν τῇδε ἄνθρωπον ὅστις ποτ̓
ἐστὶν εἰπεῖν, μή ποτε οὐδὲ τοῦτον ἀκριβῶς εἰδότες ὡς ἔχοντες τοῦτον
ἐκεῖνον ζητοῦμεν. φανείη δ’ ἂν ἴσως τισὶν ὁ αὐτὸς οὗτός τε κἀκεῖνος
ἑ??ʼναι. ἀρχὴ δὲ τῆς σκέψεως ἐντεῦθεν: ἆρα ὁ ἄνθρωπος οὗτος λόγος
ἐστὶ ψυχῆς ἕτερος τῆς τὸν ἄνθρωπον τοῦτον ποιούσης καὶ ζῆν αὐτὸν καὶ
λογίζεσθαι παρεχομένης; ἢ ἡ ψυχὴ ἡ τοιαύτη ὁ ἄνθρωπός ἐστιν; ἢ ἡ τῷ
σώματι τῷ τοιῷδε ψυχὴ προσχρωμένη; ἀλλ’ εἰ μὲν ζῷον λογικὸν ὁ
ἄνθρωπος, ζῷον δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, οὐκ ἂν εἴη ὁ λόγος οὗτος
τῇ ψυχῇ ὁ αὐτός.
λόγον τοίνυν δεῖ τὸν ἄνθρωπον ἄλλον παρὰ τὴν ψυχὴν εἶναι. τί
οὖν κωλύει συναμφότερόν τι τὸν ἄνθρωπον εἶναι, ψυχὴν
ἐν τοιῷδε λόγῳ,
πῶς οὖν ἐν τῇ κρείττονι τὸ αἰσθητικόν; ʽ??ʼ τὸ αἰσθητικὸν τῶν ἐκεῖ
αἰσθητῶν, καὶ ὡς ἐκεῖ τὰ αἰσθητά. διὸ καὶ οὕτως αἰσθάνεται τὴν
αἰσθητὴν ἁρμονίαν τῇ δὲ αἰσθήσει παραδεξαμένου τοῦ αἰσθητικοῦ
ἀνθρώπου καὶ συναρμόσαντος εἰς ἔσχατον πρὸς τὴν ἐκεῖ ἁρμονίαν καὶ
πῦρ ἐναρμόσαντος πρὸς τὸ ἐκεῖ πῦρ, οὗ αἴσθησις ἦν ἐκείνῃ τῇ ψυχῇ ἀνὰ
λόγον τοῦ πυρὸς τοῦ ἐκεῖ φύσει. εἰ γὰρ ἦν ἐκεῖ σώματα ταῦτα, ἦσαν
ἂν αὐτῶν τῇ ψυχῇ αἰσθήσεις καὶ ἀντιλήψεις: καὶ ὁ
ἄνθρωπος ὁ ἐκεῖ, ἡ τοιαύτη ψυχή, ἀντιληπτικὴ τούτων, ὅθεν καὶ ὁ
ὕστερος ἄνθρωπος, τὸ μίμημα, εἶχε τοὺς λόγους ἐν μιμήσει: καὶ ὁ ἐν
νῷ ἄνθρωπος τὸν πρὸ πάντων τῶν ἀνθρώπων ἄνθρωπον. ἐλλάμπει δ’ οὗτος
τῷ δευτέρῳ καὶ οὗτος τῷ τρίτῳ: ἔχει δέ πως πάντας ὁ ἔσχατος, οὐ
γινόμενος ἐκείνοις, ἀλλὰ παρακείμενος ἐκείνοις. ἐνεργεῖ δὲ ὁ μὲν
ἡμῶν κατὰ τὸν ἔσχατον, τῷ δέ τι καὶ παρὰ τοῦ πρὸ αὐτοῦ, τῷ δὲ καὶ
παρὰ τοῦ τρίτου ἡ ἐνέργεια, καὶ ἔστιν ἕκαστος καθ̓ ὃν ἐνεργεῖ,
καίτοι πάντας ἕκαστος ἔχει καὶ αὖ οὐκ ἔχει. τοῦ δὲ σώματος
χωρισθείσης τῆς τρίτης ζωῆς καὶ τοῦ τρίτου ἀνθρώπου, εἰ συνέποιτο ἡ
δευτέρα, συνέποιτο δὲ μὴ χωρισθεῖσα τῶν ἄνω, οὗ ἐκείνη
ἀλλ’ εἰ κακυνθεῖσα καὶ χείρων γενομένη πλάττει θήρειον φύσιν, οὐκ ἦν
ὃ ἐξ ἀρχῆς βοῦν ἐποίει ἢ ἵππον, καὶ ὁ λόγος δὲ ἵππου καὶ ἵππος παρὰ
φύσιν. ἢ ἔλαττον, οὐ μὴν παρὰ φύσιν, ἀλλ’ ἐκεῖνό πως καὶ ἐξ ἀρχῆς
ἵππος ἢ κύων: καὶ εἰ μὲν ἕξει, ποιεῖ τὸ κάλλιον, εἰ δὲ μή, ὃ
δύναται, ἥ γε ποιεῖν προσταχθεῖσα: οἷα καὶ οἱ πολλὰ εἴδη ποιεῖν
εἰδότες δημιουργοί, εἶτα ποιοῦντες τοῦτο, ἢ ὃ προσετάχθησαν, ἢ ὃ ἡ
ὕλη ἐθέλει τῇ ἐπιτηδειότητι. τί γὰρ κωλύει τὴν μὲν δύναμιν τῆς τοῦ
παντὸς ψυχῆς προυπογραφειν, ἅτε λόγον πάντα οὖσαν, πρὶν καὶ παῤ
αὐτῆς ἥκειν τὰς ψυχικὰς δυναμεις, καὶ τὴν προυπογραφὴν οἷον
προδρόμους ἐλλάμψεις εἰς τὴν ὕλην εἶναι, ἤδη δὲ τοῖς τοιούτοις
ἴχνεσιν ἐπακολουθοῦσαν τὴν ἐξεργαζομένην ψυχην κατὰ μέρη τὰ ἴχνη
διαρθροῦσαν ποιῆσαι καὶ γενέσθαι ἑκάστηι τοῦτο, ᾧ προσῆλθε,
σχηματίσασαν ἑαυτήν, ὥσπερ τὸν ἐν ὀρχήσει πρὸς τὸ δοθὲν αὐτῷ δρᾶμα;
ἀλλὰ γὰρ ἐπισπώμενοι τῷ ἐφεξῆς εἰς τοῦτο ἥκομεν. ἦν δὲ ἡμῖν ὁ λόγος,
τὸ αἰσθητικὸν ὅπως τοῦ ἀνθρώπου καὶ πῶς οὐκ ἐκεῖνα πρὸς γένεσιν
βλέπει: καὶ ἡμῖν ἐφαίνετο καὶ ὁ λόγος ἐδείκνυεν οὐκ ἐκεῖνα πρὸς τὰ
τῆδε βλέπειν, ἀλλὰ ταῦτα εἰς ἐκεῖνα ἀνηρτῆσθαι καὶ μιμεῖσθαι ἐκεῖνα,
ἀλλὰ τὸ μὲν αἰσθητικὸν οὕτως. τὸ δὲ ἵππος ὅλος καὶ ἕκαστον τῶν ζῴων
ἐκεῖ πῶς οὐ πρὸς τὰ ἐνταῦθα ἐθέλει βλέπειν; ἀλλ’ εἰ μέν, ἵνα ἐνταῦθα
ἵππος γένοιτο ἢ ἄλλο τι ζῷον, ἐξεῦρε νόησιν ἵππου: καίτοι πῶς οἷόν
τε ἦν βουλόμενον ἵππον ποιῆσαι νοῆσαι ἵππον; ἤδη γὰρ δῆλον ὅτι
ὑπῆρχεν ἵππου νόησις, εἴπερ ἠβουλήθη ἵππον ποιῆσαι: ὥστε οὐκ ἔστιν,
ἵνα ποιήσῃ, νοῆσαι, ἀλλὰ πρότερον εἶναι τὸν μὴ γενόμενον ἵππον πρὸ
τοῦ μετὰ ταῦτα ἐσομένου. εἰ οὖν πρὸ τῆς γενέσεως ἦν καὶ οὐχ, ἵνα
γένηται, ἐνοήθη, οὐ πρὸς τὰ τῇδε βλέπων εἶχε παῤ ἑαυτῷ ὃς εἶχε τὸν
ἐκεῖ ἵππον, οὐδ’ ἵνα τὰ τῇδε ποιήσῃ, εἶχε τοῦτόν τε καὶ τὰ ἄλλα,
ἀλλὰ ἦν μὲν ἐκεῖνα, ταῦτα δὲ ἐπηκολούθει ἐξ ἀνάγκης ἐκείνοις: οὐ γὰρ
ἦν στῆναι μέχρι τῶν ἐκεῖ. τίς γὰρ ἂν ἔστησε δύναμιν μένειν τε καὶ
προιέναι δυναμένην; ἀλλὰ διὰ τί ἐκεῖ ζῷα ταῦτα; τί γὰρ ἐν θεῷ ταῦτα;
τὰ μὲν γὰρ λογικὰ ἔστω: ἀλόγων δὲ τοσοῦτον πλῆθος τί τὸ σεμνὸν ἔχει;
τί δὲ οὐ τοὐναντίον; ὅτι μὲν οὖν πολλὰ δεῖ τοῦτο τὸ ἓν εἶναι ἂν ἄνθρωπος ἐνταῦθα ἦν.
ἀλλ’ ἔστω, φήσει τις, τὰ τίμια τῶν ζῴων: πῶς δ’ αὖ τὰ
εὐτελῆ καὶ τὰ ἄλογα ἦν; τὸ εὐτελὲς δηλονότι τῷ ἀλόγως ἔχοντι, εἰ τῷ
λογικῷ τὸ τίμιον: καὶ εἰ τῷ νοερῷ τὸ τίμιον, τῷ ἀνοήτῳ τὸ ἐναντίον.
καίτοι πῶς ἀνόητον ἢ ἄλογον ἐκείνου ὄντος ἐν ᾧ ἕκαστα ἢ ἐξ οὗ; πρὸ
δὴ τῶν περὶ ταῦτα καὶ πρὸς ταῦτα λεχθησομένων λάβωμεν, ὡς ὁ ἄνθρωπος
ὁ ἐνταῦθα οὐ τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος, ὥστε καὶ τὰ ἄλλα ζῷα οὐχ
οἷα τὰ ἐνταῦθα κἀκεῖ, ἀλλὰ μειζόνως δεῖ ἐκεῖνα λαμβάνειν: εἶτα
οὑ̓??ʼὲ τὸ λογικὸν ἐκεῖ: ὧδε γὰρ ἴσως λογικός, ἐκεῖ δὲ ὁ πρὸ τοῦ
λογίζεσθαι. διὰ τί οὖν ἐνταῦθα λογίζεται οὗτος, τὰ δ’ ἄλλα οὔ; ἢ
διαφόρου ὄντος ἐκεῖ τοῦ νοεῖν ἔν τε ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις,
διάφορον καὶ τὸ λογίζεσθαι: ἔνι γάρ πως καὶ ἄλλα διὰ τὸ ἐνδεὲς τοῦ
ἀλλὰ πῶς ἐκεῖ ἐνέλειπε; τί γὰρ κέρατα ἐκεῖ πρὸς ἄμυναν; ἢ πρὸς τὸ αὔταρκες ὡς ζῴου καὶ τὸ τέλειον. ὡς γὰρ ζῷον ἔδει τέλειον εἶναι, καὶ ὡς νοῦν δὲ τέλειον, καὶ ὡς ζωὴν δὲ τέλειον: ὥστε, εἰ μὴ τοῦτο, ἀλλὰ τοῦτο. καὶ ἡ διαφορὰ τῷ ἄλλο ἀντὶ ἄλλου, ἵνα ἐκ πάντων μὲν τὸ τελειότατον ζῷον καὶ ὁ τέλειος νοῦς καὶ ἡ τελειοτάτη ζωή, ἕκαστον δὲ ὡς ἕκαστον τέλειον. καὶ μήν, εἰ ἐκ πολλῶν, δεῖ εἶναι αὖ ἓν ἢ οὐχ οἷόν τε ἐκ πολλῶν μὲν εἶναι, τῶν αὐτῶν δὲ πάντων: ἢ αὔταρκες ἦν ἂν ἕν. δεῖ τοίνυν ἐξ ἑτέρων ἀεὶ κατ’ εἶδος, ὥσπερ καὶ πᾶν σύνθετον, καὶ σωζομένων ἑκάστων, οἷαι καὶ αἱ μορφαὶ καὶ οἱ λόγοι. αἵ τε γὰρ μορφαί, οἷον ἀνθρώπου, ἐξ ὅσων διαφορῶν, καίτοι τὸ ἐπὶ πᾶσιν ἕν: καὶ βελτίω καὶ χείρω ἀλλήλων, ὀφθαλμὸς καὶ δάκτυλος, ἀλλ’ ἑνός, καὶ χεῖρον ὡς πρὸς τὸ πᾶν, ἀλλ’ ὅτι οὕτω, βέλτιον: καὶ ὁ λόγος δὲ ζῷον καὶ ἄλλο τι, ὃ μὴ ταὐτὸν τῷ ζῷον. καὶ ἀρετὴ δὲ τὸ κοινὸν καὶ τὸ ἴδιον καὶ τὸ ὅλον καλὸν ἀδιαφόρου τοῦ κοινοῦ ὄντος.
λέγεται δὲ οὐδ’ ὁ οὐρανός, καὶ πολλὰ δὲ δὴ δημιουργοῦσαν
ἐγκαθημένην τῇ γῇ φύσιν ζωὴν ἐν λόγῳ ἀνευρόντες πιστοίμεθα ἂν τὸ
ἐντεῦθεν ῥᾳδίως τὴν ἐκεῖ γῆν πολὺ πρότερον ζῶσαν εἶναι καὶ ζωὴν
ἔλλογον γῆς, αὐτογῆν καὶ πρώτως γῆν, ἀφ̓ ἧς καὶ ἡ ἐνταῦθα γῆ. εἰ δὲ
καὶ τὸ πῦρ λόγος τις ἐν ὕλῃ ἐστὶ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ οὐκ ἐκ
τοῦ αὐτομάτου πῦρ — πόθεν γάρ; οὐ γὰρ ἐκ παρατρίψεως, ἂν ἔδειξε τὴν ἐν αὐτῷ
ψυχήν, ἀήρ τε καὶ ὕδωρ ὡσαύτως: ἐπεί, εἰ παγείη πως
ἀλλὰ πάλιν ὧδε λέγωμεν: ἐπεὶ γάρ φαμεν πρὸς οἷον παράδειγμα ἐκείνου
τόδε τὸ πᾶν εἶναι, δεῖ κἀκεῖ πρότερον τὸ πᾶν ζῷον εἶναι καί, εἰ
παντελὲς τὸ εἶναι αὐτῷ, πάντα εἶναι. καὶ οὐρανὸν δὴ ἐκεῖ ζῷον εἶναι,
καὶ οὐκ ἔρημον τοίνυν ἄστρων, τῶν ἐνταῦθα τοῦτο λεγομένων οὐρανόν,
καὶ τὸ οὐρανῷ εἶναι τοῦτο. ἔστι δ’ ἐκεῖ δηλονότι καὶ γῆ τῷ πόθεν ζωὴ καὶ ζωὴ πᾶσα καὶ
ψυχὴ πᾶσα καὶ νοῦς ὁ ξύμπας, μηδεμιᾶς ἐκεῖ πενίας μηδ’ ἀπορίας
οὔσης, ἀλλὰ πάντων ζωῆς πεπληρωμένων καὶ οἷον ζεόντων. ἔστι δ’ αὐτῶν
ἡ οἷον ῥοὴ ἐκ μιᾶς πηγῆς, οὐχ οἷον ἑνός τινος πνεύματος ἢ θερμότητος
μιᾶς, ἀλλ’ οἷον εἴ τις ἦν ποιότης μία πάσας ἐν αὑτῇ ἔχουσα καὶ
σώζουσα τὰς ποιότητας, γλυκύτης μετ’ εὐωδίας, καὶ ὁμοῦ οἰνώδης
ποιότης καὶ χυλῶν ἁπάντων δυνάμεις καὶ χρωμάτων ὄψεις καὶ ὅσα ἁφαὶ
γινώσκουσιν. ἔστωσαν δὲ καὶ ὅσα ἀκοαὶ ἀκούουσι, πάντα μέλη καὶ
ῥυθμὸς πᾶς.
ἔστι γὰρ οὔτε νοῦς ἁπλοῦν, οὔτε ἡ ἐξ αὐτοῦ ψυχή, ἀλλὰ ποικίλα πάντα
ὅσῳ ἁπλᾶ, τοῦτο δὲ ὅσῳ μὴ σύνθετα καὶ ὅσῳ ἀρχαὶ καὶ ὅσῳ ἐνέργειαι.
τοῦ μὲν γὰρ ἐσχάτου ἡ ἐνέργεια ὡς ἂν λήγουσα ἁπλῆ, τοῦ δὲ πρώτου
πᾶσαι: νοῦς τε κινούμενος κινεῖται μὲν ὡσαύτως καὶ κατὰ ταὐτὰ καὶ
ὅμοια ἀεί, οὐ μέντοι ταὐτὸν καὶ ἕν τι ἐν μέρει, ἀλλὰ πάντα: ἐπεὶ καὶ
τὸ ἐν μέρει αὖ οὐχ ἕν, ἀλλὰ καὶ τοῦτο ἄπειρον διαιρούμενον. ἀπὸ
τίνος δὲ φαῖμεν ἂν καὶ πάντως ἐπὶ τί, ὡς ἔσχατον. τὸ δὲ μεταξὺ πᾶν
ἆρα ὥσπερ γραμμή, ἢ ὥσπερ ἕτερον σῶμα ὁμοιομερές τι καὶ ἀποίκιλον;
ἀλλὰ τί τὸ σεμνόν; εἰ γὰρ μηδεμίαν ἔχει ἐξαλλαγὴν μηδέ τις
ἔστι δὲ καὶ παραδείγμασι νοεροῖς χρώμενον εἰδέναι οἷόν ἐστι νοῦς, ὡς
οὐκ ἀνέχεται οἷον κατὰ μονάδα μὴ ἄλλος εἶναι. τίνα γὰρ καὶ βούλει
εἰς παράδειγμα λαβεῖν λόγον εἴτε φυτοῦ εἴτε ζῴου; εἰ γὰρ ἕν τι καὶ
μὴ ἓν τοῦτο ποικίλον, οὔτ’ ἂν λόγος εἴη, τό τε γενόμενον ὕλη ἂν εἴη
τοῦ λόγου μὴ πάντα γενομένου εἰς τὸ πανταχοῦ τῆς ὕλης ἐμπεσόντα
μηδὲν αὐτῆς ἐᾶσαι τὸ αὐτὸ εἶναι: οἷον πρόσωπον οὐκ ὄγκος εἷς, ἀλλὰ
καὶ ῥῖνες καὶ ὀφθαλμοί: καὶ ἡ ῥὶς οὐχὶ οὖσα ἕν, ἀλλ’ ἕτερον, τὸ δ’
ἕτερον
ταύτην οὖν τὴν ζωὴν τὴν πολλὴν καὶ πᾶσαν καὶ πρώτην καὶ μίαν τίς ἰδὼν
οὐκ ἐν ταύτῃ εἶναι ἀσπάζεται τὴν ἄλλην πᾶσαν ἀτιμάσας; σκότος γὰρ αἱ
ἄλλαι αἱ κάτω καὶ σμικραὶ καὶ ἀμυδραὶ καὶ εὐτελεῖς καὶ οὐ καθαραὶ
καὶ τὰς καθαρὰς μολύνουσαι. κἂν εἰς αὐτὰς ἴδῃς, οὐκέτι τὰς καθαρὰς
οὔτε ὁρᾷς, οὔτε ζῇς ἐκείνας τὰς πάσας ὁμοῦ, ἐν αἷς οὐδέν ἐστιν ὅ τι
μὴ ζῇ καὶ καθαρῶς ζῇ κακὸν οὐδὲν ἔχον. τὰ γὰρ κακὰ ἐνταῦθα, ὅτι
ἴχνος ζωῆς καὶ νοῦ ἴχνος: ἐκεῖ δὲ τὸ ἀρχέτυπον τὸ ἀγαθοειδές φησιν,
ὅτι ἐν τοῖς εἴδεσι τὸ ἀγαθὸν ἔχει. τὸ μὲν γάρ ἐστιν ἀγαθόν, ὁ δὲ
ἀγαθός ἐστιν ἐν τῷ θεωρεῖν τὸ ζῆν ἔχων: θεωρεῖ δὲ ἀγαθοειδῆ ὄντα τὰ
θεωρούμενα καὶ αὐτά, ἃ ἐκτήσατο, ὅτε ἐθεώρει τὴν τοῦ ἀγαθοῦ φύσιν.
ἦλθε δὲ εἰς αὐτὸν οὐχ ἂν ἄλλον: δεῖ δὲ ἑαυτὸν ἐκεῖνο
γενόμενον τὴν θέαν ἑαυτὸν ποιήσασθαι.
χρὴ δὲ μηδ’ ἀεὶ ἐν τῷ πολλῷ τούτῳ καλῷ μένειν, μεταβαίνειν δ’ ἔτι
πρὸς τὸ ἄνω ἀίξαντα καὶ ἀφέντα τοῦτο, οὐκ ἐκ τούτου τοῦ οὐρανοῦ,
ἀλλὰ πῶς ταῦτα ἐν αὐτῷ, καὶ αὐτὸς οὐκ ὄντων ἐκεῖ ἐν τῷ πληρώσαντι,
οὐδ’ αὖ ἐν αὐτῷ τῷ πληρουμένῳ; ὅτε γὰρ μήπω ἐπληροῦτο, οὐκ
ἀλλ’ ἀγαθοειδῆ κατὰ τί τὰ ἐν τῷ νῷ; ἆρα ᾗ εἶδος ἕκαστον, ἢ ᾗ καλά, ἢ
ᾗ τί; εἰ δὴ τὸ παρὰ τοῦ ἀγαθοῦ ἧκον πᾶν ἴχνος καὶ
τύπον ἔχει ἐκείνου ἢ ἀπ’ ἐκείνου, ὥσπερ τὸ ἀπὸ πυρὸς ἴχνος πυρὸς καὶ
τὸ ἀπὸ γλυκέος γλυκέος ἴχνος, ἥκει δὲ εἰς νοῦν καὶ ζωὴ ἀπ’ ἐκείνου:
ἐκ γὰρ τῆς παῤ ἐκείνου ἐνεργείας ὑπέστη: καὶ νοῦς δὲ δἰ ἐκεῖνον καὶ
τὸ τῶν εἰδῶν κάλλος ἐκεῖθεν, πάντα ἂν ἀγαθοειδῆ εἴη, καὶ ζωὴ καὶ
νοῦς καὶ ἰδέα, ἀλλὰ τί τὸ κοινόν; οὐ γὰρ δὴ ἀρκεῖ τὸ ἀπ’ ἐκείνου
πρὸς τὸ ταὐτόν: ἐν αὐτοῖς γὰρ δεῖ τὸ κοινὸν εἶναι: καὶ γὰρ ἂν
γένοιτο ἀπὸ τοῦ αὐτοῦ μὴ ταὐτὸν ἢ καὶ δοθὲν ὡσαύτως ἐν τοῖς
δεξομένοις ἄλλο γίνεσθαι: ἐπεὶ καὶ ἄλλο τὸ εἰς πρώτην ἐνέργειαν,
ἄλλο δὲ τὸ τῇ πρώτῃ ἐνεργείᾳ δοθέν: τὸ δ’ ἐπὶ τούτοις ἄλλο ἤδη. ἢ
οὐδὲν κωλύει καθ̓ ἕκαστον μὲν ἀγαθοειδὲς εἶναι, μᾶλλον μὴν κατ’
ἄλλο. τί
ἆῤ οὖν τῇ ἐφέσει καὶ τῇ ψυχῇ ἐπιτρέψομεν τὴν κρίσιν καὶ τῷ ταύτης
πάθει πιστεύσαντες τὸ ταύτῃ ἐφετὸν ἀγαθὸν φήσομεν, διότι δὲ ἐφίεται
οὐ ζητήσομεν; καὶ τί μὲν ἕκαστον, περὶ τούτου ἀποδείξεις κομιοῦμεν,
τὸ δ’ ἀγαθὸν τῇ ἐφέσει δώσομεν; ἀλλὰ πολλὰ ἄτοπα ἡμῖν φαίνεται.
πρῶτον μέν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν τι τῶν πέρι: ἔπειτα, ὅτι πολλὰ τὰ
ἐφιέμενα καὶ ἄλλα ἄλλων: πῶς οὖν κρινοῦμεν τῷ ἐφιεμένῳ, εἰ βέλτιον;
ἀλλ’ ἴσως οὐδὲ τὸ βέλτιον γνωσόμεθα τὸ ἀγαθὸν ἀγνοοῦντες. ἀλλὰ ἆρα
τὸ ἀγαθὸν ὁριούμεθα κατὰ τὴν ἑκάστου ἀρετήν; ἀλλ’ οὕτως εἰς εἶδος
καὶ λόγον ἀνάξομεν, ὀρθῶς μὲν πορευόμενοι: ἀλλὰ ἐλθόντες ἐκεῖ τί
ἐροῦμεν αὐτὰ ταῦτα ζητοῦντες πῶς ἀγαθά; ἐν μὲν γὰρ τοῖς χείροσιν, ὡς
ἔοικε, γινώσκοιμεν ἂν τὴν φύσιν τὴν τοιαύτην καίτοι οὐκ ἔχουσαν
εἰλικρινῶς τῇ πρὸς τὰ χείρω παραθέσει: ἐκεῖ δὲ, ὅπου μηδέν ἐστι
κακόν, αὐτὰ δὲ ἐφ̓ ἑαυτῶν ἐστι τὰ ἀμείνω, ὁ λόγος τὸ διότι ζητεῖ, ταῦτα
δὲ ἀγαθὰ παῤ αὑτῶν, διὰ τοῦτο ἀπορεῖ τοῦ διότι τὸ ὅτι ὄντος; ἐπεὶ
κἂν ἄλλο
ἐπειδὴ τοίνυν ἀπιστοῦμεν ἐν τῷ παρόντι ταῖς ὀρέξεσι πρὸς τὰς τοῦ τί
ἐστιν ἢ ποῖόν ἐστι θέσεις, ἆρα χρὴ πρὸς τὰς κρίσεις ἰέναι καὶ τὰς
τῶν πραγμάτων ἐναντιώσεις, οἷον τάξιν ἀταξίαν, σύμμετρον ἀσύμμετρον,
ὑγίειαν νόσον, εἶδος ἀμορφίαν, οὐσίαν φθοράν, ὅλως σύστασιν
ἀφάνισιν; τούτων γὰρ τὰ πρῶτα καθ̓ ἑκάστην συζυγίαν τίς ἂν
ἀμφισβητήσειε μὴ οὐκ ἐν ἀγαθοῦ εἴδει εἶναι; εἰ δὲ τοῦτο, καὶ τὰ
ποιητικὰ αὐτῶν ἀνάγκη ἐν ἀγαθοῦ μοίρᾳ τίθεσθαι. καὶ ἀρετὴ δὴ καὶ
νοῦς καὶ ζωὴ καὶ ψυχή, ἥ γε ἔμφρων, ἐν ἀγαθοῦ εἴδει: καὶ ὧν ἐφίεται
τοίνυν ἔμφρων ζωή. τί οὖν οὐ στησόμεθα, φήσει τις, εἰς νοῦν καὶ
τοῦτο τὸ ἀγαθὸν θησόμεθα; καὶ γὰρ ψυχὴ καὶ ζωὴ νοῦ ἴχνη καὶ τούτου
ἐφίεται ψυχή. καὶ κρίνει τοίνυν καὶ ἐφίεται νοῦ, κρίνουσα μὲν
δικαιοσύνην ἀντ̓ ἀδικίας ἄμεινον καὶ ἕκαστον εἶδος ἀρετῆς πρὸ κακίας
εἴδους, καὶ τῶν αὐτῶν ἡ προτίμησις, ὧν καὶ ἡ αἵρεσις. ἀλλ’ εἰ μὲν
νοῦ μόνον ἐφίεται, τάχ̓ ἂν πλείονος ἐδέησε λόγου δεικνύντων, ὡς οὐ
τὸ ἔσχατον ὁ νοῦς καὶ νοῦ μὲν οὐ πάντα, ἀγαθοῦ δὲ πάντα. καὶ τῶν μὲν
μὴ ἐχόντων νοῦν οὐ πάντα νοῦν κτήσασθαι ζητεῖ, τὰ δὲ ἔχοντα νοῦν οὐχ
ἵσταται ἤδη, ἀλλὰ πάλιν τὸ ἀγαθὸν ζητεῖ, καὶ νοῦν μὲν ἐκ λογισμοῦ,
τὸ δ’ ἀγαθὸν καὶ πρὸ τοῦ λόγου. εἰ δὲ καὶ ζωῆς ἐφίεται καὶ τοῦ ἀεὶ
εἶναι καὶ ἐνεργεῖν, οὐχ ᾗ νοῦς ἂν εἴη τὸ ἐφετόν, ἀλλ’ ᾗ ἀγαθὸν καὶ
ἀπὸ ἀγαθοῦ καὶ εἰς ἀγαθόν: ἐπεὶ καὶ ἡ ζωὴ οὕτως.
τί οὖν ἓν ὂν ἐν πᾶσι τούτοις ποιεῖ ἀγαθὸν ἕκαστον; ὧδε τοίνυν τετολμήσθω: εἶναι μὲν τὸν νοῦν καὶ τὴν ζωὴν ἐκείνην ἀγαθοειδῆ, ἔφεσιν δὲ εἶναι καὶ τούτων, καθ̓ ὅσον ἀγαθοειδῆ: ἀγαθοειδῆ δὲ λέγω τῷ τὴν μὲν τἀγαθοῦ εἶναι ἐνέργειαν, μᾶλλον δὲ ἐκ τἀγαθοῦ ἐνέργειαν, τὸν δὲ ἤδη ὁρισθεῖσαν ἐνέργειαν: εἶναι δ’ αὐτὰ μεστὰ μὲν ἀγλαίας καὶ διώκεσθαι μὲν ὑπὸ ψυχῆς, ὡς ἐκεῖθεν καὶ πρὸς ἐκεῖνα αὖ: ὡς τοίνυν οἰκεῖα, ἀλλ’ οὐχὶ ἀγαθά: ἀγαθοειδῆ δὲ ὄντα οὐδὲ ταύτῃ ἀπόβλητα εἶναι. τὸ γὰρ οἰκεῖον, εἰ μὴ ἀγαθὸν εἴη, οἰκεῖον μέν ἐστι, φεύγει δέ τις αὐτό: ἐπεὶ καὶ ἄλλα πόρρω ὄντα καὶ κάτω κινήσειεν ἄν. γίνεται δὲ πρὸς αὐτὰ ἔρως ὁ σύντονος οὐχ ὅταν ᾖ ἅπερ ἐστίν, ἀλλ’ ὅταν ἐκεῖθεν ἤδη ὂν ἅπερ ἐστὶν ἄλλο προσλάβῃ. οἷον γὰρ ἐπὶ τῶν σωμάτων φωτὸς ἐμμεμιγμένου ὅμως δεῖ φωτὸς ἄλλου, ἵνα καὶ φανείη τὸ ἐν αὐτοῖς φῶς, οὕτω τοι δεῖ καὶ ἐπὶ τῶν ἐκεῖ καίπερ πολὺ φῶς ἐχόντων φωτὸς κρείττονος ἄλλου, ἵνα κἀκεῖνα καὶ ὑπ’ αὐτῶν καὶ ὑπ’ ἄλλου ὀφθῇ.
ὅταν οὖν τὸ φῶς τοῦτό τις ἴδῃ, τότε δὴ καὶ κινεῖται ἐπ’ αὐτὰ καὶ τοῦ
φωτὸς τοῦ ἐπιθέοντος ἐπ’ αὐτοῖς γλιχόμενος εὐφραίνεται, ὥσπερ καὶ
τῶν ἐνταῦθα σωμάτων οὐ τῶν ὑποκειμένων ἐστὶν ὁ ἔρως, ἀλλὰ τοῦ
ἐμφανταζομένου κάλλους ἐπ’ αὐτοῖς. ἔστι γὰρ ἕκαστον ὃ ἔστιν ἐφ̓
αὑτοῦ: ἐφετὸν δὲ γίνεται ἐπιχρώσαντος αὐτὸ τοῦ ἀγαθοῦ, ὥσπερ χάριτας
δόντος αὐτοῖς καὶ εἰς τὰ ἐφιέμενα ἔρωτας. καὶ τοίνυν ψυχὴ λαβοῦσα
εἰς αὑτὴν τὴν ἐκεῖθεν ἀπορροὴν κινεῖται καὶ ἀναβακχεύεται καὶ
οἴστρων πίμπλαται καὶ ἔρως γίνεται. πρὸ τοῦ δὲ οὐδὲ πρὸς τὸν νοῦν
κινεῖται, καίπερ καλὸν ὄντα:
ἐκεῖνο δή, ὃ ψυχὴ διώκει, καὶ ὃ φῶς νῷ παρεχει καὶ ἐμπεσὸν αὐτοῦ
ἴχνος κινεῖ, οὔτοι δεῖ
ἡμᾶς δὲ τί ποιεῖ; ἢ πάλιν περὶ τοῦ φωτὸς λέγωμεν τί τὸ φῶς, ᾧ
καταλάμπεται μὲν νοῦς, μεταλαμβάνει δὲ αὐτοῦ ψυχή: ἢ τοῦτο νῦν εἰς
ὕστερον ἀφέντες εἰκότως ἐκεῖνα πρότερον ἀπορήσωμεν: ἆρά γε τὸ
ἀγαθόν, ὅτι ἐστὶν ἄλλῳ ἐφετόν, ἔστι καὶ λέγεται ἀγαθὸν καὶ τινὶ μὲν
ὂν ἐφετόν,
ὁ μὲν οὖν Πλάτων ἡδονὴν τῷ τέλει μιγνὺς
καὶ δὴ τὸ πεφυκὸς αἰσθάνεσθαι παῤ αὐτόν, εἰ ἥκει αὐτῷ, τὸ ἀγαθὸν
γινώσκει καὶ λέγει ἔχειν. τί οὖν, εἰ ἠπάτηται; δεῖ ἄρα τινὰ εἶναι
ὁμοίωσιν, καθ̓ ἣν ἠπάτηται. εἰ δὲ τοῦτο, ἐκεῖνο
ἀλλὰ τίνος γενομένου ἑκάστῳ τὸ αὑτῷ προσῆκον ἔχει; ἢ εἴδους τινὸς
φήσομεν: καὶ γὰρ καὶ εἰ μὴ ἕποιτο ἡδονή, αἱρετέον καὶ αὐτὸ ζητητέον.
τὸ δ’ ἐκ τοῦ λόγου συμβαῖνον νῦν ὀπτέον. εἰ γὰρ πανταχοῦ τὸ
παραγινόμενον ὡς ἀγαθὸν εἶδος, καὶ τῇ ὕλῃ δὲ εἶδος ἔνι τὸ ἀγαθόν,
πότερον ἠθέλησεν ἂν ἡ ὕλη, εἴπερ ἦν αὐτῇ τὸ θέλειν, εἶδος μόνον
γενέσθαι; ἀλλ’ εἰ τοῦτο, ἀπολέσθαι θελήσει: τὸ δ’ ἀγαθὸν αὑτῷ πᾶν
ζητεῖ. ἀλλ’ ἴσως οὐχ ὕλη εἶναι ζητήσει, ἀλλὰ εἶναι, τοῦτο δ’ ἔχουσα
ἀφεῖναι αὑτῆς θελήσει τὴν κάκην. ἀλλὰ τὸ κακὸν πῶς ἔφεσιν ἕξει τοῦ
ἀγαθοῦ; ἢ οὐδὲ τὴν ὕλην ἐν ἐφέσει ἐτιθέμεθα, ἀλλὰ ὑπόθεσιν ἐποιεῖτο
ὁ λόγος αἴσθησιν δούς, εἴπερ οἷόν τε ἦν δοῦναι ὕλην τηροῦσιν: ἀλλὰ
τοῦ εἴδους ἐπελθόντος, ὥσπερ ὀνείρατος ἀγαθοῦ, ἐν καλλίονι τάξει
γεγονέναι. εἰ μὲν οὖν τὸ κακὸν ἡ ὕλη, εἴρηται: εἰ δ’ ἄλλο τι, οἷον
κακία, εἰ αἴσθησιν λάβοι τὸ εἶναι αὐτῆς, ἆῤ οὖν ἔτι τὸ οἰκεῖον πρὸς
τὸ κρεῖττον τὸ ἀγαθὸν ἔσται; ἢ οὐχ ἡ κακία ἦν ἡ αἱρουμένη, ἀλλὰ τὸ
κακούμενον. εἰ δὲ ταὐτὸν τὸ εἶναι καὶ τὸ κακόν, πῶς τοῦτο τὸ ἀγαθὸν
αἱρήσεται; ἀλλ’ ἆρά γε, εἰ αἴσθησιν αὑτοῦ λάβοι τὸ κακόν, ἀγαπήσει
αὑτό; καὶ πῶς ἀγαπητὸν τὸ μὴ ἀγαπητὸν ἔσται; οὐ γὰρ δὴ τῷ οἰκείῳ
ἐθέμεθα τὸ ἀγαθόν. καὶ ταῦτα μὲν ταύτῃ. ἀλλ’ εἰ εἶδος τὸ ἀγαθὸν
πανταχοῦ καὶ μᾶλλον ἐπαναβαίνουσι μᾶλλον εἶδος — μᾶλλον γὰρ ψυχὴ
εἶδος ἢ σώματος εἶδος καὶ ψυχῆς τὸ μὲν μᾶλλον, τὸ δ’ ἐπὶ μᾶλλον, καὶ
νοῦς ψυχῆς — τὸ ἀγαθὸν
ἀλλ’ εἰ μὴ ἕποιτο ἡδονὴ τῷ ἀγαθῷ, γίνοιτο δὲ πρὸ τῆς ἡδονῆς τι, δἰ ὃ
καὶ ἡ ἡδονή, διὰ τί οὐκ ἀσπαστόν; ἢ εἰπόντες ἀσπαστὸν ἡδονὴν ἤδη
εἴπομεν. ἀλλ’ εἰ ὑπάρξει μέν, ὑπάρξαντος δὲ δυνατὸν μὴ ἀσπαστὸν
εἶναι; ἀλλ’ εἰ τοῦτο, παρόντος τοῦ ἀγαθοῦ αἴσθησιν ἔχον τὸ ἔχον οὐ
γνώσεται, ὅτι. ἢ τί κωλύει καὶ γινώσκειν καὶ μὴ κινεῖσθαι ἄλλως μετὰ
τῷ αὐτὸ ἔχειν; ὃ μᾶλλον ἂν τῷ σωφρονεστέρῳ ὑπάρχοι καὶ μᾶλλον τῷ μὴ
ἐνδεεῖ. διὸ οὐδὲ τῷ πρώτῳ, οὐ μόνον ὅτι ἁπλοῦν, ἀλλ’ ὅτι ἡ κτῆσις
δεηθέντος ἡδεῖα. ἀλλὰ καὶ τουτὶ καταφανὲς ἔσται τὰ ἄλλα, ὅσα λοιπά,
προσανακαθηραμένοις καὶ ἐκεῖνον τὸν ἀντίτυπον λόγον ἀπωσαμένοις.
ἔστι δὲ οὗτος, ὃς ἀπορεῖ, τί ἂν καρπώσαιτο ὁ νοῦν ἔχων εἰς ἀγαθοῦ
μοῖραν οὐδὲν πληττόμενος, ὅταν ταῦτα ἀκούῃ, τῷ μὴ σύνεσιν αὐτῶν
ἴσχειν, ἢ ὄνομα ἀκούων, ἢ ἄλλο τι ἕκαστον αὐτῶν ὑπολαμβάνων ἢ
αἰσθητόν τι ζητῶν καὶ τὸ ἀγαθὸν ἐν χρήμασιν ἤ τισι τοιούτοις
τιθέμενος. πρὸς ὃν λεκτέον, ὡς, ὅταν ταῦτα ἀτιμάζῃ, ὁμολογεῖ
τίθεσθαί τι παῤ αὑτῷ ἀγαθόν, ἀπορῶν δὲ ὅπῃ τῇ ἐννοίᾳ τῇ παῤ αὑτῷ
ταῦτα ἐφαρμόττει. οὐ γὰρ ἔστι λέγειν μὴ τοῦτο πάντη ἄπειρον καὶ
ἀνεννόητον ὄντα τούτου. τάχα δὲ καὶ τὸ ὑπὲρ νοῦν ἀπομαντεύεται.
ἔπειτα δέ, εἰ τῷ ἀγαθῷ ἢ τῷ ἐγγὺς τούτου προσβάλλων ἀγνοεῖ, ἐκ τῶν
ἀντικειμένων εἰς ἔννοιαν ἴτω. ἢ οὐδὲ κακὸν τὴν ἄνοιαν θήσεται:
καίτοι πᾶς αἱρεῖται νοεῖν καὶ νοῶν σεμνύνεται. μαρτυροῦσι δὲ καὶ αἱ
αἰσθήσεις εἰδήσεις εἶναι θέλουσαι. εἰ δὴ νοῦς τίμιον καὶ
ἀλλὰ εἰ δεῖ τῷ ἀγαθῷ τὴν ἡδονὴν μεμῖχθαι καὶ μὴ τέλειόν ἐστι τὸ ζῆν,
εἴ τις τὰ θεῖα θεῷτο καὶ μάλιστα τὴν τούτων ἀρχήν, νῦν ἰδεῖν
ἐφαπτομένους τοῦ ἀγαθοῦ πάντως προσήκει. τὸ μὲν οὖν οἴεσθαι τὸ
ἀγαθὸν ἔκ τε τοῦ νοῦ ὡς ὑποκειμένου ἔκ τε τοῦ πάθους τῆς ψυχῆς, ὃ
γίνεται ἐκ τοῦ φρονεῖν, οὐ τὸ τέλος οὐδ’ αὐτὸ τὸ ἀγαθὸν τὸ
συναμφότερόν ἐστι τιθέντος, ἀλλὰ νοῦς ἂν εἴη τὸ ἀγαθόν, ἡμεῖς δὲ
χαίροντες τῷ τὸ ἀγαθὸν ἔχειν: καὶ εἴη ἂν αὕτη τις δόξα περὶ ἀγαθοῦ.
ἑτέρα δὲ εἴη ἂν παρὰ ταύτην, ἣ μίξασα τῷ νῷ τὴν ἡδονὴν ὡς ἕν τι ἐξ
ἀμφοῖν ὑποκείμενον τοῦτο τίθεται εἶναι, ἵν’ ἡμεῖς τὸν τοιοῦτον νοῦν
κτησάμενοι ἢ καὶ ἰδόντες τὸ ἀγαθὸν ἔχωμεν: τὸ γὰρ ἔρημον καὶ μόνον
οὔτε γενέσθαι οὔτε αἱρετὸν εἶναι δυνατὸν ὡς ἀγαθόν. πῶς ἂν οὖν
μιχθείη νοῦς ἡδονῇ εἰς μίαν συντέλειαν φύσεως; ὅτι μὲν οὖν τὴν
σώματος ἡδονὴν οὐκ ἄν τις οἰηθείη νῷ δυνατὴν εἶναι μίγνυσθαι, παντὶ
δήπου δῆλον: ἀλλ’ οὐδ’ ὅσαι χαραὶ ψυχῆς ἂν ἄλογοι γένοιντο. ἀλλ’
ἐπειδὴ πάσῃ ἐνεργείᾳ καὶ διαθέσει δὲ καὶ ζωῇ ἕπεσθαι δεῖ οἷον καὶ
συνεῖναι τὸ ἐπιθέον, καθ̓ ὃ τῇ μέν ἐστι κατὰ φύσιν ἰούσῃ τὸ
ἐμποδίζον καί τι τοῦ ἐναντίου παραμεμιγμένον, ὃ οὐκ ἐᾷ τὴν ζωὴν
ἑαυτῆς εἶναι, τῇ δὲ καθαρὸν καὶ εἰλικρινὲς τὸ ἐνέργημα καὶ ἡ ζωὴ ἐν
διαθέσει φαιδρᾷ, τὴν τοιαύτην τοῦ νοῦ κατάστασιν ἀσμενιστὴν τὰ παῤ ἡμῖν ἀγαπώμενα μεταφέροντες, τὸ μεθυσθεὶς ἐπὶ
τοῦ νέκταρος καὶ ἐπὶ δαῖτα καὶ ἑστίασιν καὶ τὸ ʽμείδησεν δὲ πατὴῤ οἱ
ποιηταὶ καὶ ἄλλα τοιαῦτα μυρία. ἔστι γὰρ καὶ τὸ ἄσμενον ὄντως ἐκεῖ
καὶ τὸ ἀγαπητότατον καὶ τὸ ποθεινότατον, οὐ γινόμενον οὐδ’ ἐν
κινήσει, αἴτιον δὲ τὸ ἐπιχρῶσαν αὐτὰ καὶ ἐπιλάμψαν καὶ φαιδρῦναν.
ἀλλ’ ἐπεὶ ἐκαλλύνθη τὰ πάντα ἐκείνῳ τῷ πρὸ τούτων καὶ φῶς ἔσχε, νοῦς
μὲν τὸ τῆς ἐνεργείας τῆς νοερᾶς φέγγος, ᾧ τὴν φύσιν ἐξέλαμψε, ψυχὴ
δὲ δύναμιν ἔσχεν εἰς τὸ ζῆν ζωῆς πλείονος εἰς αὐτὴν ἐλθούσης. ἤρθη
μὲν οὖν ἐκεῖ καὶ ἔμεινεν ἀγαπήσας τὸ περὶ ἐκεῖνον εἶναι:
ἐπιστραφεῖσα δὲ καὶ ψυχὴ ἡ δυνηθεῖσα, ὡς ἔγνω καὶ εἶδεν, ἥσθη τε τῇ
θέᾳ καὶ ὅσον οἵα τε ἦν ἰδεῖν ἐξεπλάγη. εἶδε δὲ οἷον πληγεῖσα καὶ ἐν
αὑτῇ ἔχουσά τι αὐτοῦ συνῄσθετο καὶ διατεθεῖσα ἐγένετο ἐν πόθῳ, ὥσπερ
οἱ τῷ εἰδώλῳ τοῦ ἐρασμίου κινούμενοι εἰς τὸ αὐτὸ ἰδεῖν ἐθέλειν τὸ
ἐρώμενον. ὥσπερ δὲ ἐνταῦθα σχηματίζονται εἰς ὁμοιότητα τῷ ἐραστῷ οἳ
ἂν ἐρῶσι, καὶ τὰ σώματα εὐπρεπέστερα καὶ τὰς ὄντος λαβοῦσα ἐγγὺς οὖσα αἰσθάνεται οὗ πάλαι ζητεῖ.
ποῦ οὖν ὁ ποιήσας τὸ τοσοῦτον κάλλος καὶ ὂν παντὸς καλοῦ ἄνθος ἐστὶ κάλλους καλλοποιόν: καὶ
γὰρ γεννᾷ αὐτὸ καὶ κάλλιον ποιεῖ τῇ παῤ αὑτοῦ περιουσίᾳ τοῦ κάλλους,
ὥστε ἀρχὴ κάλλους καὶ πέρας κάλλους. οὖσα δὲ κάλλους
διὸ καὶ ὅταν κάλλος λέγηται, φευκτέον μᾶλλον ἀπὸ μορφῆς τοιαύτης,
ἀλλ’ οὐ πρὸ ὀμμάτων ποιητέον, ἵνα μὴ ἐκπέσῃς τοῦ καλοῦ εἰς τὸ ἀμυδρᾷ
μετοχῇ καλὸν λεγόμενον. τὸ δὲ ἄμορφον εἶδος καλόν, εἴπερ εἶδός ἐστι,
καὶ ὅσον ἂν ἀποσυλήσῃς πᾶσαν μορφήν, οἷον καὶ τὴν ἐν λόγῳ, ᾗ
διαφέρειν ἄλλο ἄλλου λέγομεν, ὡς δικαιοσύνην καὶ σωφροσύνην ἀλλήλων
ἕτερα, καίτοι καλὰ ὄντα. ἐπεὶ δὲ ὁ νοῦς ἴδιόν τι νοεῖ, ἠλάττωται,
κἂν ὁμοῦ πάντα λάβῃ ὅσα ἐν τῷ νοητῷ: κἂν ἕκαστον, μίαν μορφὴν νοητὴν
ἔχει: ὁμοῦ δὲ πάντα οἷον ποικίλην τινά, ἔτι ἐν δεήσει, οἷον δεῖ
θεάσασθαι ὂν ὑπὲρ ἐκεῖνο τὸ πάγκαλον καὶ ποικίλον καὶ οὐ ποικίλον,
οὗ ὀρέγεται μὲν ψυχὴ οὐ λέγουσα διὰ τί τοιοῦτον ποθεῖ, ὁ δὲ λόγος
λέγει, ὅτι τοῦτο τὸ ὄντως, εἴπερ ἐν τῷ πάντη ἀνειδέῳ ἡ τοῦ ἀρίστου
φύσις καὶ ἡ τοῦ ἐρασμιωτάτου. διὸ ὅ τι ἂν εἰς εἶδος ἀνάγων τῇ ψυχῇ
δεικνύῃς, ἐπὶ τούτῳ ἄλλο τὸ μορφῶσαν ζητεῖ. λέγει δὴ ὁ λόγος, ὅτι τὸ
μορφὴν ἔχον καὶ ἡ μορφὴ καὶ τὸ εἶδος μεμετρημένον πᾶν, τοῦτο δὲ οὐ
πᾶν οὐδὲ αὔταρκες οὐδὲ παῤ αὑτοῦ καλόν, ἀλλὰ καὶ τοῦτο μέμικται. δεῖ
τοίνυν ταῦτα μὲν καλά, τὸ δὲ ὄντως ἢ τὸ ὑπέρκαλον μὴ μεμετρῆσθαι: εἰ
δὲ τοῦτο, μὴ μεμορφῶσθαι μηδὲ εἶδος εἶναι. ἀνείδεον ἄρα τὸ πρώτως
καὶ πρῶτον καὶ ἡ καλλονὴ ἐκεῖ νοητοῦ ἀγαθοῦ φύσις. μαρτυρεῖ δὲ
καὶ οὐκέτι θαυμάσομεν τὸ τοὺς δεινοὺς πόθους παρέχον εἰ πάντη
ἀπήλλακται καὶ μορφῆς νοητῆς: ἐπεὶ καὶ ψυχή, ὅταν αὐτοῦ ἔρωτα
σύντονον λάβῃ, ἀποτίθεται πᾶσαν ἣν ἔχει μορφήν, καὶ ἥτις ἂν καὶ
νοητοῦ ᾖ ἐν αὐτῇ. οὐ γὰρ ἔστιν ἔχοντά τι ἄλλο καὶ ἐνεργοῦντα περὶ
αὐτὸ οὔτε ἰδεῖν οὔτε ἐναρμοσθῆναι: ἀλλὰ δεῖ μήτε κακὸν μήτ̓ αὖ
ἀγαθὸν μηδὲν ἄλλο πρόχειρον ἔχειν, ἵνα δέξηται μόνη μόνον. ὅταν δὲ
τούτου εὐτυχήσῃ ἡ ψυχὴ καὶ ἥκῃ πρὸς αὐτήν, μᾶλλον δὲ παρὸν φανῇ,
ὅταν ἐκείνη ἐκνεύσῃ τῶν παρόντων, καὶ παρασκευάσασα αὑτὴν ὡς ὅτι
μάλιστα καλὴν καὶ εἰς ὁμοιότητα ἐλθοῦσα: ἡ δὲ παρασκευὴ καὶ ἡ
κόσμησις δήλη που τοῖς παρασκευαζομένοις: ἰδοῦσα δὲ
οὕτω δὲ διάκειται τότε, ὡς καὶ τοῦ νοεῖν δεῖ τὴν
μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, ᾗ τὰ ἐν αὑτῷ βλέπει, τὴν δέ, ᾗ τὰ
ἐπέκεινα αὐτοῦ ἐπιβολῇ τινι καὶ παραδοχῇ, καθ̓ ἣν καὶ πρότερον ἑώρα
μόνον καὶ ὁρῶν ὕστερον καὶ νοῦν ἔσχε καὶ ἕν ἐστι: καὶ ἔστιν ἐκείνη
μὲν ἡ θέα νοῦ ἔμφρονος, αὕτη δὲ νοῦς ἐρῶν. ὅταν γὰρ ἄφρων
γένηται μεθυσθεὶς τοῦ νέκταρος, τότε ἐρῶν γίνεται ἁπλωθεὶς εἰς
εὐπάθειαν τῷ κόρῳ: καὶ ἔστιν αὐτῷ μεθύειν βέλτιον ἢ σεμνοτέρῳ εἶναι
τοιαύτης μέθης. παρὰ μέρος δὲ ὁ νοῦς ἐκεῖνος ἄλλα, τὰ δὲ ἄλλοτε ἄλλα
ὁρᾷ; ἢ οὔ: ὁ δὲ λόγος διδάσκων
τὰ μὲν γὰρ ἄλλα δῆλα, εἴρηται δέ τι καὶ περὶ τούτου. ἀλλ’ ὅμως καὶ
νῦν ἐπ’ ὀλίγον λεκτέον ἀρχομένοις μὲν ἐκεῖθεν, διὰ λογισμῶν δὲ
προιοῦσιν. ἔστι μὲν γὰρ ἡ τοῦ ἀγαθοῦ εἴτε γνῶσις εἴτε ἐπαφὴ
μέγιστον, καὶ μέγιστόν φησι τοῦτο εἶναι μάθημα, οὐ τὸ πρὸς αὐτὸ
ἰδεῖν μάθημα λέγων, ἀλλὰ περὶ αὐτοῦ μαθεῖν τι πρότερον. διδάσκουσι
μὲν οὖν ἀναλογίαι τε καὶ ἀφαιρέσεις καὶ γνώσεις τῶν ἐξ
οἱ μὲν οὖν νόησιν αὐτῷ δόντες τῶν μὲν ἐλαττόνων καὶ τῶν ἐξ αὐτοῦ οὐκ
ἔδοσαν: καίτοι καὶ τοῦτο ἄτοπον τὰ ἄλλα, φασί τινες, μὴ εἰδέναι:
ἀλλ’ οὖν ἐκεῖνοι ἄλλο τιμιώτερον αὐτοῦ οὐχ εὑρόντες τὴν νόησιν αὐτῷ
αὑτοῦ εἶναι ἔδοσαν, ὥσπερ τῇ νοήσει σεμνοτέρου αὐτοῦ ἐσομένου καὶ
τοῦ νοεῖν κρείττονος ἢ κατ’ αὐτὸν ὃ ἔστιν ὄντος, ἀλλ’ οὐκ αὐτοῦ
σεμνύνοντος τὴν νόησιν. τίνι γὰρ τὸ τίμιον ἕξει, τῇ νοήσει ἢ αὑτῷ;
εἰ μὲν οὖν τῇ νοήσει, αὑτῷ οὐ τίμιον ἢ ἧττον, εἰ δὲ αὑτῷ, πρὸ τῆς
νοήσεώς ἐστι τέλειος καὶ οὐ τῇ νοήσει τελειούμενος. εἰ δ’ ὅτι
ἐνέργειά ἐστιν, ἀλλ’ οὐ δύναμις, ἄλλο, ἀλλ’ ἀεὶ ὂν ὃ ἔστι, τίν̓
αἰτίαν τοῦ νοεῖν ἕξει; διὸ ὑπὲρ νοῦν φησιν ὁ Πλάτων εἶναι ὀρθῶς.
νοῦς μὲν γὰρ μὴ νοῶν ἀνόητος: ᾧ γὰρ ἡ φύσις ἔχει τὸ νοεῖν, εἰ μὴ
τοῦτο πράττοι, ἀνόητον: ᾧ δὲ μηδὲν ἔργον ἐστί, τί ἂν τούτῳ τις ἔργον
προσάγων κατὰ στέρησιν αὐτοῦ κατηροροῖ τοῦτο, ὅτι μὴ πράττει; οἷον
εἰ ἀνίατρον αὐτόν τις λέγοι. μηδὲν δὲ ἔργον εἶναι αὐτῷ, ὅτι μηδὲν
ἐπιβάλλει αὐτῷ ποιεῖν: ἀρκεῖ γὰρ αὐτὸς καὶ οὐδὲν δεῖ ζητεῖν παῤ
αὑτὸν ὑπὲρ τὰ πάντα ὄντα ἀρκεῖ γὰρ αὐτῷ καὶ τοῖς ἄλλοις ὢν αὐτὸς ὃ
ἔστιν.
ἔστι δὲ οὐδὲ τὸ ἔστιν: οὐδὲν γὰρ οὐδὲ τούτου δεῖται: ἐπεὶ οὐδὲ τὸ
ἀγαθός ἐστι κατὰ τούτου, ἀλλὰ καθ̓ οὗ τὸ ἔστι: τὸ δὲ ἔστιν οὐχ ὡς
κατ’ ἄλλου ἄλλο, ἀλλ’ ὡς σημαῖνον ὃ ἔστι. λέγομεν δὲ τἀγαθὸν περὶ
αὐτοῦ λέγοντες οὐκ αὐτὸ οὐδὲ κατηγοροῦντες, ὅτι αὐτῷ ὑπάρχει, ἀλλ’
ὅτι αὐτό: εἶτα οὐδ’ ἔστιν ἀγαθὸν λέγειν ἀξιοῦντες οὐδὲ τὸ τὸ
προτιθέναι αὐτοῦ, δηλοῦν δὲ οὐ δυνάμενοι, εἴ τις αὐτὸ παντάπασιν
ἀφέλοι, ἵνα μὴ οὐ
γνώσεται ʽἐγὼ εἰμἴ; ἀλλ’ οὐκ ἔστι. διὰ τί οὖν οὐκ ἐρεῖ τὸ ʽἀγαθὸν
εἰμἴ; ἢ πάλιν τὸ ἔστι κατηγορήσει αὑτοῦ. ἀλλὰ τὸ ἀγαθὸν μόνον ἐρεῖ
τί προσθείς; ἀγαθὸν μὲν γὰρ νοήσειεν ἄν τις ἄνευ τοῦ ἔστιν, εἰ μὴ
κατ’ ἄλλου κατηγοροῖ: ὁ δὲ αὑτὸν νοῶν ὅτι ἀγαθὸν πάντως νοήσει τὸ
ʽἐγὼ εἰμὶ τὸ ἀγαθόν̓: εἰ δὲ μή, ἀγαθὸν μὲν νοήσει, οὐ παρέσται δὲ
αὐτῷ τὸ ὅτι αὐτός ἐστι ἡ νόησις
αὐτὴ τὸ ἀγαθόν, οὐκ αὐτοῦ ἔσται νόησις, ἀλλ’ ἀγαθοῦ, αὐτός τε οὐκ
ἔσται τὸ ἀγαθόν, ἀλλ’ ἡ νόησις. εἰ δὲ ἑτέρα τοῦ ἀγαθοῦ ἡ νόησις τοῦ
ἀγαθοῦ, ἔστιν ἤδη τὸ ἀγαθὸν πρὸ τῆς νοήσεως αὐτοῦ. εἰ δέ ἐστι πρὸ
τῆς νοήσεως τὸ ἀγαθόν, αὔταρκες ὂν αὑτῷ εἰς ἀγαθὸν οὐδὲν ἂν δέοιτο
τῆς νοήσεως τῆς περὶ αὑτοῦ: ὥστε ᾗ ἀγαθὸν οὐ νοεῖ ἑαυτό, ἀλλὰ ᾗ τί.
ἢ οὐδὲν ἄλλο πάρεστιν αὐτῷ, ἀλλ’ ἁπλῆ τις ἐπιβολὴ αὐτῷ πρὸς αὑτὸ
ἔσται.
ἀλλ’ οὐκ ὄντος οἷον διαστήματός τινος οὐδὲ διαφορᾶς πρὸς αὑτό, τὸ
ἐπιβάλλον ἑαυτῷ τί ἂν εἴη ἢ αὐτό; διὸ καὶ ὀρθῶς ἑτερότητα λαμβάνει,
ὅπου νοῦς καὶ οὐσία. δεῖ γὰρ τὸν νοῦν ἀεὶ ἑτερότητα καὶ ταυτότητα
λαμβάνειν, εἴπερ νοήσει. ἑαυτόν τε γὰρ οὐ διακρινεῖ ἀπὸ τοῦ νοητοῦ
τῇ πρὸς αὐτὸ ἑτέρου σχέσει, τά τε πάντα οὐ θεωρήσει μηδεμιᾶς
ἑτερότητος γενομένης εἰς τὸ πάντα εἶναι: οὐδὲ γὰρ ἂν οὐδὲ δύο.
ἔπειτα, εἰ νοήσει, οὐ δήπου ἑαυτὸν μόνον νοήσει, εἴπερ ὅλως νοήσει:
καὶ ὅτι μὲν μὴ δεῖ νόησιν περὶ αὐτὸν εἶναι, εἰδεῖεν ἂν οἱ
προσαψάμενοι τοῦ τοιούτου: δεῖ γε μὴν παραμύθια ἄττα πρὸς τοῖς
εἰρημένοις κομίζειν, εἴ πῃ οἷόν τε τῷ λόγῳ σημῆναι. δεῖ δὲ τὴν πειθὼ
μεμιγμένην ἔχειν τὴν ἀνάγκην. δεῖ
κινδυνεύει γὰρ βοήθεια τὸ νοεῖν δεδόσθαι ταῖς φύσεσι ταῖς θειοτέραις
μέν, ἐλάττοσι δὲ οὔσαις, καὶ οἷον αὐταῖς τυφλαῖς οὔσαις ὄμμα. ὁ δ’
ὀφθαλμὸς τί ἂν δέοιτο τὸ ὂν ὁρᾶν φῶς αὐτὸς ὤν; ὃ δ’ ἂν δέηται δἰ
ὀφθαλμοῦ, σκότον ἔχον παῤ
ἀλλ’ ὅταν ἀπορῇς ἐν τῷ τοιούτῳ καὶ ζητῇς, ὅπου δεῖ ταῦτα θέσθαι,
λογισμῷ ἐπ’ αὐτὰ στελλόμενος ἀπόθου ταῦτα, ἃ νομίζεις σεμνὰ εἶναι ἐν
τοῖς δευτέροις, καὶ μήτε τὰ δεύτερα προστίθει τῷ πρώτῳ, μήτε τὰ
τρίτα τοῖς δευτέροις, ἀλλὰ τὰ δεύτερα περὶ τὸ πρῶτον τίθει, καὶ τὰ
τρίτα περὶ τὸ δεύτερον: οὕτω γὰρ αὐτὰ ἕκαστα ἐάσεις, ὡς ἔχει, καὶ τὰ
ὕστερα ἐξαρτήσεις ἐκείνων ὡς ἐκεῖνα περιθέοντα ἐφ̓ ἑαυτῶν ὄντα. διὸ
καὶ ὀρθῶς καὶ ταύτῃ λέγεται ʽπερὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ
κἀκείνου ἕνεκα πάντἀ, τὰ πάντα ὄντα λέγοντος αὐτοῦ καὶ τὸ ἐκείνου
ἕνεκα, ἐπειδὴ καὶ τοῦ εἶναι αἴτιος αὐτοῖς καὶ οἷον ὀρέγεται ἐκείνου
ἑτέρου ὄντος τῶν πάντων καὶ οὐδὲν ἔχοντος, ὃ ἐκίνοις πάρεστιν: ἢ οὐκ
ἂν εἴη ἔτι τὰ πάντα, εἴ τι ἐκείνῳ τῶν ἄλλων τῶν μετ’ αὐτὸν παρείη.
εἰ οὖν καὶ νοῦς τῶν πάντων, οὐδὲ νοῦς ἐκείνῳ. αἴτιον δὲ λέγων πάντων
καλῶν τὸ καλὸν ἐν τοῖς εἴδεσι φαίνεται
Ἆῤ ἔστι καὶ ἐπὶ θεῶν εἴ τί ἐστιν ἐπ’ αὐτοῖς ζητεῖν, ἢ ἐν ἀνθρώπων
ἀδυναμίαις τε καὶ ἀμφισβητησίμοις δυνάμεσι τὸ τοιοῦτον ἂν πρέποι
ζητεῖν, θεοῖς δὲ τὰ πάντα δύνασθαι ἐπιτρεπτέον, καὶ ἐπ’ αὐτοῖς οὐ
μόνον τί, ἀλλὰ καὶ πάντα εἶναι; ἢ τὴν δύναμιν δὴ πᾶσαν καὶ τὸ ἐπ’
αὐτῷ δὴ πάντα ἑνὶ ἐπιτρεπτέον, τοῖς δ’ ἄλλοις τὰ μὲν οὕτως, τὰ δ’
ἐκείνως ἔχειν, καί τισιν ἑκατέρως; ἢ καὶ ταῦτα μὲν ζητητέον,
τολμητέον δὲ καὶ ἐπὶ τῶν πρώτων καὶ τοῦ ἄνω ὑπὲρ πάντα ζητεῖν τὸ
τοιοῦτον, πῶς τὸ ἐπ’ αὐτῷ, κἂν πάντα συγχωρῶμεν δύνασθαι. καίτοι καὶ
τὸ δύνασθαι τοῦτο σκεπτέον πῶς ποτε λέγεται, μήποτε οὕτως τὸ μὲν
δύναμιν, τὸ δ’ ἐνέργειαν φήσομεν, καὶ ἐνέργειαν μέλλουσαν. ἀλλὰ
ταῦτα μὲν ἐν τῷ παρόντι ἀναβλητέον, πρότερον δὲ ἐφ̓ ἡμῶν αὐτῶν, ἐφ̓
ὧν καὶ ζητεῖν ἔθος, εἴ τι ἐφ̓ ἡμῖν ὂν τυγχάνει. πρῶτον
οὖν ζητητέον τί ποτε δεῖ τὸ ἐφ̓ ἡμῖν εἶναί τι λέγειν:
τοῦτο δ’ ἐστὶ τίς ἔννοια τοῦ τοιούτου: οὕτω γὰρ ἄν πως
ἀλλ’ ἐκεῖνο ζητητέον: τοῦτο δὴ τὸ ἀναφερόμενον εἰς ἡμᾶς ὡς ἐφ̓ ἡμῖν
ὑπάρχον τίνι δεῖ διδόναι; ἢ γὰρ τῇ ὁρμῇ καὶ ᾑτινιοῦν ὀρέξει, οἷον ὃ
θυμῷ πράττεται ἢ ἐπιθυμίᾳ ἢ λογισμῷ τοῦ συμφέροντος μετ’ ὀρέξεως, ἢ
μὴ πράττεται. ἀλλ’ εἰ μὲν θυμῷ καὶ ἐπιθυμίᾳ, καὶ παισὶ καὶ θηρίοις
τὸ ἐπ’ αὐτοῖς τι εἶναι δώσομεν καὶ μαινομένοις καὶ ἐξεστηκόσι καὶ
φαρμάκοις ἁλοῦσι καὶ ταῖς προσπιπτούσαις φαντασίαις, ὧν οὐ κύριοι:
εἰ δὲ λογισμῷ
διο σκεπτέον περὶ τούτων: ἤδη γὰρ ἂν καὶ ἐγγὺς γινοίμεθα τοῦ λόγου
τοῦ περὶ θεῶν. ἀναγαγόντες τοίνυν τὸ ἐφ̓ ἡμῖν εἰς βούλησιν, εἶτα
ταύτην ἐν λόγῳ θέμενοι, εἶτα ἐν λόγῳ ὀρθῷ — ἴσως δὲ δεῖ προσθεῖναι
τῷ ὀρθῷ τὸ τῆς ἐπιστήμης: οὐ γάρ, εἴ τις ἐδόξασεν ὀρθῶς καὶ ἔπραξεν,
ἔχοι ἂν ἴσως ἀναμφισβήτητον τὸ αὐτεξούσιον, εἰ μὴ εἰδὼς διότι ὀρθῶς,
ἀλλὰ τύχῃ ἢ φαντασίᾳ τινὶ πρὸς τὸ δέον ἀχθείς: ἐπεὶ καὶ τὴν
φαντασίαν οὐκ ἐφ̓ ἡμῖν εἶναι λέγοντες τοὺς κατ’ αὐτὴν δρῶντας
καίτοι ζητήσειεν ἄν τις, πῶς ποτε τὸ κατ’ ὄρεξιν γιγνόμενον
αὐτεξούσιον ἔσται τῆς ὀρέξεως ἐπὶ τὸ ἔξω ἀγούσης καὶ τὸ ἐνδεὲς
ἐχούσης: ἄγεται το ἐπ’ αὐτῷ καὶ τὸ ἐλεύθερον: ἐπεὶ καὶ τὸ ἐλεύθερον
καὶ τὸ ἐπ’ αὐτῷ τις ζητεῖ τοῦ ἀγαθοῦ χάριν. εἰ οὖν κατὰ τὸ ἀγαθὸν
ἐνεργεῖ, μᾶλλον ἂν τὸ ἐπ’ αὐτῷ: ἤδη γὰρ ἔχει τὸ πρὸς αὐτὸ ἐξ αὐτοῦ
ὁρμώμενον καὶ ἐν αὑτῷ, εἴπερ πρὸς αὐτό, ὃ ἄμεινον ἂν εἴη αὐτῷ.
ἆῤ οὖν ἐν νῷ μόνῳ νοοῦντι τὸ αὐτεξούσιον καὶ τὸ ἐπ’ αὐτῷ καὶ ἐν νῷ τῷ
καθαρῷ ἢ καὶ ἐν ψυχῇ κατὰ νοῦν ἐνεργούσῃ καὶ κατὰ ἀρετὴν πραττούσῃ;
τὸ μὲν οὖν πραττούσῃ εἴπερ δώσομεν, πρῶτον μὲν οὐ πρὸς τὴν τεῦξιν
ἴσως χρὴ διδόναι: οὐ γὰρ ἡμεῖς τοῦ τυχεῖν κύριοι. εἰ δὲ πρὸς τὸ
καλῶς καὶ τὸ πάντα ποιῆσαι τὰ παῤ αὐτοῦ, τάχα μὲν ἂν τοῦτο ὀρθῶς
λέγοιτο: ἐκεῖνο δὲ πῶς ἐφ̓ ἡμῖν; οἷον εἰ, διότι πόλεμος,
ἀνδριζοίμεθα. λέγω δὲ τὴν τότε ἐνέργειαν πῶς ἐφ̓ ἡμῖν, ὁπότε πολέμου
μὴ καταλαβόντος οὐκ ἦν τὴν ἐνέργειαν ταύτην ποιήσασθαι, ὁμοίως δὲ
καὶ ἐπὶ τῶν ἄλλων πράξεων τῶν κατὰ ἀρετὴν ἁπασῶν πρὸς τὸ πῖπτον ἀεὶ
ἀναγκαζομένης τῆς ἀρετῆς τοδὶ ἢ τοδὶ ἐργάζεσθαι. καὶ γὰρ εἴ τις
αἵρεσιν αὐτῇ δοίη τῇ ἀρετῇ, πότερα βούλεται, ἵν’ ἔχῃ ἐνεργεῖν, εἶναι
πολέμους, ἵνα ἀνδρίζοιτο, καὶ εἶναι ἀδικίαν, ἵνα τὰ δίκαια ὁρίζῃ καὶ
κατακοσμῇ, καὶ πενίαν, ἵνα τὸ ἐλευθέριον ἐνδεικνύοιτο, ἢ πάντων εὖ
ἐχόντων ἡσυχίαν ἄγειν, ἕλοιτο ἂν τὴν ἡσυχίαν τῶν πράξεων οὐδενὸς
θεραπείας δεομένου τῆς παῤ αὐτῆς, ὥσπερ ἂν εἵ τις ἰατρός, οἷον
Ἱπποκράτης, μηδένα δεῖσθαι τῆς παῤ αὐτοῦ τέχνης. εἰ οὖν ἐνεργοῦσα ἐν
ταῖς πράξεσιν
πῶς οὖν εἰς βούλησιν πρότερον ἀνήγομεν τοῦτο λέγοντες ʽὃ παρὰ τὸ
βουληθῆναι γένοιτο ἄν̓; ἢ κἀκεῖ ἐλέγετο ʽἢ μὴ γένοιτὀ. εἰ οὖν τά τε
νῦν ὀρθῶς λέγεται, ἐκεῖνά τε τούτοις συμφώνως ἕξει, φήσομεν τὴν μὲν
ἀρετὴν καὶ τὸν νοῦν κύρια εἶναι καὶ εἰς ταῦτα χρῆναι ἀνάγειν τὸ ἐφ̓
ἡμῖν καὶ τὸ ἐλεύθερον: ἀδέσποτα δὲ ὄντα ταῦτα τὸν μὲν ἐφ̓ αὑτοῦ
εἶναι, τὴν δὲ ἀρετὴν βούλεσθαι μὲν ἐφ̓ ἑαυτῆς εἶναι ἐφεστῶσαν τῇ
ψυχῇ, ὥστε εἶναι ἀγαθήν, καὶ μέχρι τούτου αὐτήν τε ἐλευθέραν καὶ τὴν
ψυχὴν ἐλευθέραν παρασχέσθαι: προσπιπτόντων δὲ τῶν ἀναγκαίων
παθημάτων τε καὶ πράξεων ἐφεστῶσαν ταῦτα μὲν μὴ βεβουλεῦσθαι
γενέσθαι, τὴν πατρίδα, σκοπὸν τὸ καλὸν αὑτῆς
ἔχουσαν, ἀλλ’ οὐ τὸ εἶναι τῶν ὑπ’ αὐτήν: ὥστε καὶ τὸ ἐν ταῖς
πράξεσιν αὐτεξούσιον καὶ τὸ ἐφ̓ ἡμῖν οὐκ εἰς τὸ πράττειν ἀνάγεσθαι
οὐδ’ εἰς τὴν ἔξω, ἀλλ’ εἰς τὴν ἐντὸς ἐνέργειαν καὶ νόησιν καὶ
θεωρίαν αὐτῆς τῆς ἀρετῆς. δεῖ δὲ τὴν ἀρετὴν ταύτην νοῦν τινα λέγειν
εἶναι οὐ συναριθμοῦντα τὰ πάθη τὰ δουλωθέντα ἢ μετρηθέντα τῷ λόγῳ:
ταῦτα γὰρ ἔοικέ, φησιν, ἐγγύς τι τείνειν τοῦ σώματος ἔθεσι καὶ
ἀσκήσεσι κατορθωθέντα: ὥστε εἶναι σαφέστερον, ὡς τὸ ἄυλόν ἐστι τὸ
ἐλεύθερον ἡ λεγομένη βούλησις τὸ κατὰ νοῦν μιμεῖται. ἡ γὰρ
βούλησις θέλει τὸ ἀγαθόν: τὸ δὲ νοεῖν ἀληθῶς ἐστιν ἐν τῷ ἀγαθῷ. ἔχει
οὖν ἐκεῖνος, ὅπερ ἡ βούλησις θέλει καὶ οὗ τυχοῦσα ἂν ταύτῃ ἐν βουλήσει τοῦ
ἀγαθοῦ ἐτίθεμεν τὸ ἐφ̓ ἡμῖν, τὸ ἤδη ἐν ᾧ θέλει ἡ βούλησις εἶναι
ἱδρυμένον πῶς οὐ τὸ ἐφ̓ αὑτῷ ἔχει; ἢ μεῖζον εἶναι θετέον, εἰ μή τις
ἐθέλοι εἰς τοῦτο ἀναβαίνειν, τὸ ἐφ̓ αὑτῷ.
γίνεται οὖν ψυχὴ μὲν ἐλευθέρα διὰ νοῦ πρὸς τὸ ἀγαθὸν σπεύδουσα
ἀνεμποδίστως, καὶ ὃ διὰ τοῦτο ποιεῖ, ἐφ̓ αὑτῇ: νοῦς δὲ δἰ αὑτόν: ἡ
δὲ τοῦ ἀγαθοῦ φύσις αὐτὸ τὸ ἐφετὸν καὶ δἰ ὃ τὰ ἄλλα ἔχει τὸ ἐφ̓
αὑτοῖς, ὅταν τὸ μὲν τυγχάνειν ἀνεμποδίστως δύνηται, τὸ δὲ ἔχειν. πῶς
δὴ αὐτὸ τὸ κύριον ἁπάντων τῶν μετ’ αὐτὸ τιμίων καὶ ἐν πρώτῃ ἕδρᾳ ὄν,
πρὸς ὃ τὰ ἄλλα ἀναβαίνειν θέλει καὶ ἐξήρτηται αὐτοῦ καὶ τὰς δυνάμεις
ἔχει παῤ αὐτοῦ, ὥστε δύνασθαι τὸ ἐπ’ αὐτοῖς ἔχειν, πῶς ἄν τις εἰς τὸ
ἐπ’ ἐμοὶ ἢ ἐπὶ σοὶ ἄγοι; ὅπου καὶ νοῦς μόλις, ὅμως δὲ βίᾳ εἵλκετο:
εἰ μή τις τολμηρὸς λόγος ἑτέρωθεν σταλεὶς λέγοι, ὡς τυχοῦσα οὕτως
ἔχειν, ὡς ἔχει, καὶ οὐκ οὖσα κυρία τοῦ ὅ ἐστιν οὖσα τοῦτο ὃ ἔστιν οὐ
παῤ αὑτῆς οὔτε τὸ ἐλεύθερον ἂν ἔχοι, οὔτε τὸ ἐπ’ αὐτῇ ποιοῦσα ἢ μὴ
ποιοῦσα, ὃ ἠνάγκασται ποιεῖν ἢ μὴ ποιεῖν: ὃς δὴ λόγος ἀντίτυπός τε
καὶ ἄπορος καὶ παντάπασι τὴν τοῦ ἑκουσίου τε καὶ αὐτεξουσίου φύσιν
καὶ τὴν ἔννοιαν τοῦ ἐφ̓ ημῖν εἴη ἂν ἀναιρῶν, ὡς μάτην εἶναι ταῦτα
λεγόμενα καὶ φωνὰς πραγμάτων ἀνυποστάτων. οὐ γὰρ μόνον μηδὲν ἐπὶ
μηδενὶ
ἡμεῖς δὲ θεωροῦμεν οὐ συμβεβηκὸς τὸ αὐτεξούσιον ἐκείνῳ, ἀλλὰ ἀπὸ τῶν
περὶ τὰ ἄλλα αὐτεξουσίων ἀφαιρέσει τῶν ἐναντίων αὐτὸ ἐφ̓ ἑαυτοῦ πρὸς
αὑτό: τὰ δ’ ἐλάττω ἀπὸ τῶν ἐλαττόνων μεταφέροντες
ἀδυναμίᾳ τοῦ τυχεῖν τῶν ἃ προσήκει λέγειν περὶ αὐτοῦ, ταῦτα ἂν περὶ
αὐτοῦ πῶς οὖν ἦλθε; τύχη τίς ἤγαγεν ἢ
ὑπέστησεν αὐτό
; ἐπεὶ οὐδὲ τύχη πω ἦν οὐδὲ τὸ αὐτόματόν γε:
καὶ γὰρ
ἀλλὰ πρὸς αὐτὸ εἴ τις λαμβάνοι τὸ συνέβη, οὔτοι δεῖ πρὸς τὸ ὄνομα
ἵστασθαι, ἀλλὰ ὅπως νοεῖ ὁ λέγων συνιέναι. τί οὖν νοεῖ; τοῦτο, ὅτι
ταύτην ἔχον τὴν φύσιν καὶ τὴν δύναμιν ἀρχή: καὶ γὰρ εἰ ἄλλην εἶχεν,
ἦν ἂν τοῦτο, ὅπερ ἦν, καὶ εἰ χεῖρον, ἐνήργησεν ἂν κατὰ τὴν αὑτοῦ
οὐσίαν. πρὸς δὴ τὸ τοιοῦτον λεκτέον, ὅτι μὴ οἷόν τε ἦν ἀρχὴν οὖσαν
πάντων τὸ τυχὸν εἶναι, μὴ ὅτι χεῖρον, ἀλλ’ οὐδ’ ἀγαθὸν μέν, ἀγαθὸν
δ’ ἄλλως, οἷον ἐνδεέστερον. ἀλλὰ δεῖ κρείττονα εἶναι τὴν ἀρχὴν
πάντων τῶν μετ’ αὐτήν: ὥστε ὡρισμένον τι. λέγω δὲ ὡρισμένον, ὅτι
μοναχῶς καὶ οὐκ ἐξ ἀνάγκης: οὐ γὰρ ἦν ἀνάγκη: ἐν γὰρ τοῖς ἑπομένοις
τῇ ἀρχῇ ἄν τις καὶ τὸν νοῦν εἴποι οὕτω συνέβη
νοῦν εἶναι, ὥσπερ ἄλλο τι ἂν τὸν νοῦν ἐσόμενον ἢ τοῦτο, ὃ δὴ φύσις
ἐστὶ νοῦ. τὸ δὴ οὐ παρεκβεβηκὸς ἑαυτό, ἀλλ’ ἀκλινὲς ὂν ἑαυτοῦ, αὐτὸ
ἄν τις κυριώτατα λέγοι εἶναι ὃ ἔστι. τί ἂν οὖν τις λέγοι ἐκεῖ εἰς τὸ
ὑπὲρ τοῦτο ἀναβὰς καὶ εἰσιδών; ἆρά γε τὸ οὕτως, ὡς εἶδεν αὐτὸν
ἔχοντα τὸ οὕτω, συνέβη; ἢ οὔτε τὸ οὕτω οὔτε τὸ ὁπωσοῦν συνέβη: ἀλλ’
οὐδὲ ὅλως τὸ συνέβη, ἀλλὰ τὸ οὕτω μόνον καὶ οὐκ ἂν ἄλλως, ἀλλ’
οὕτως. ἀλλ’ οὐδὲ τὸ οὕτως: οὕτω γὰρ ἂν ὁρίσας εἴης καὶ τόδε τι: ἀλλ’
ἔστι τῷ ἰδόντι οὐδὲ τὸ οὕτως εἰπεῖν δύνασθαι οὐδ’ αὖ τὸ μὴ οὕτως: τὶ
γὰρ ἂν εἴποις αὐτὸ τῶν ὄντων, ἐφ̓ ὧν τὸ οὕτως. ἄλλο τοίνυν παῤ
ἅπαντα τὸ οὕτως. ἀλλ’ ἀόριστον ἰδὼν πάντα μὲν ἕξεις εἰπεῖν τὰ μετ’
αὐτό, φήσεις δὲ οὐδὲν ἐκείνων εἶναι, ἀλλά, εἴπερ, δύναμιν πᾶσαν
αὑτῆς ὄντως κυρίαν, τοῦτο οὖσαν ὃ θέλει, μᾶλλον δὲ ὃ θέλει
ἀπορρίψασαν εἰς τὰ ὄντα, αὐτὴν δὲ μείζονα παντὸς τοῦ θέλειν οὖσαν τὸ
θέλειν μετ’ αὐτὴν θεμένην. οὔτ’ οὖν αὐτὴ ἠθέλησε τὸ οὕτως, ἵνα ἂν
εἵπετο, οὔτε ἄλλος πεποίηκεν οὕτως.
καὶ τοίνυν καὶ ἐρωτῆσαι χρὴ τὸν λέγοντα τὸ οὕτω συνέβη, πῶς ἂν
ἀξιώσειε ψεῦδος εἶναι τὸ συνέβη, εἴ τι εἴη. καὶ πῶς ἄν τις ἀφέλοι τὸ
συνέβη; καὶ εἴ τις εἴη φύσις, τότε φήσει οὐκ ἐφαρμόζειν τὸ συνέβη:
εἰ γὰρ τὴν τῶν ἄλλων ἀφαιροῦσαν ἂν γένοιτο;
ἀφαιρεῖ δὲ τὸ ὡς ἔτυχεν αὕτη ἡ ἀρχὴ τῶν ἄλλων εἶδος καὶ πέρας καὶ
μορφὴν διδοῦσα καὶ οὐκ ἔστιν ἐν τοῖς οὕτω κατὰ λόγον γινομένοις τύχῃ
ἀναθεῖναι, ἀλλ’ αὐτῷ τούτῳ τὴν αἰτίαν, ἐν δὲ τοῖς μὴ προηγουμένως
καὶ μὴ ἀκολούθως, ἀλλὰ συμπτώμασιν, ἡ τύχη. τὴν δὴ ἀρχὴν παντὸς
λόγου τε καὶ τάξεως καὶ ὅρου πῶς ἄν τις τὴν τούτου ὑπόστασιν ἀναθείη
τύχῃ; καὶ μὴν πολλῶν μὲν ἡ τύχη κυρία, νοῦ δὲ καὶ λόγου καὶ τάξεως
εἰς τὸ γεννᾶν ταῦτα οὐ κυρία, ὅπου τε καὶ ἐναντίον δοκεῖ λόγῳ εἶναι
τύχη, πῶς ἂν γεννήτειρα αὐτοῦ γένοιτο; εἰ οὖν μὴ γεννᾷ νοῦν τύχη,
οὐδὲ τὸ πρὸ νοῦ οὐδὲ τὸ κρεῖττον νοῦ: οὔτε γὰρ εἶχεν ὅθεν γεννήσει,
οὔτε ἦν τὸ παράπαν αὕτη οὐδ’ ὅλως ἐν τοῖς ἀιδίοις. εἰ οὖν μηδὲν πρὸ
ἐκείνου, αὐτὸς δὲ πρῶτος, στῆναι ἐνταῦθα δεῖ καὶ μηδὲν ἔτι περὶ
αὐτοῦ λέγειν, ἀλλὰ τὰ μετ’ αὐτὸ ζητεῖν πῶς ἐγένετο, αὐτὸ δὲ μηκέτι
ὅπως, ὅτι ὄντως τοῦτο μὴ ἐγένετο. τί οὖν, εἰ μὴ ἐγένετο, ἔστι δὲ
οἷός ἐστιν, οὐκ ὢν τῆς αὐτοῦ οὐσίας κύριος; καὶ εἰ μὴ οὐσίας δέ,
ἀλλ’ ὢν ὃς ἔστιν, οὐχ ὑποστήσας ἑαυτόν, χρώμενος δὲ ἑαυτῷ οἷος
ἔστιν, ἐξ ἀνάγκης τοῦτο ἂν εἴη, ὃ ἔστι, καὶ οὐκ ἂν ἄλλως. ἢ οὐχ, ὅτι
οὐκ ἄλλως, οὕτως, ἀλλ’ ὅτι τὸ ἄριστον οὕτως. πρὸς μὲν γὰρ τὸ βέλτιον
ἐλθεῖν οὐ πᾶν αὐτεξούσιον, πρὸς δὲ τὸ χεῖρον ἐλθεῖν οὐδὲν ὑπ’ ἄλλου
κεκώλυται. ἀλλ’ ὅτι μὴ ἦλθε, παῤ αὑτοῦ οὐκ ἐλήλυθεν, οὐ τῷ
κεκωλύσθαι, ἀλλὰ τῷ αὐτὸ εἶναι, ὃ μὴ ἐλήλυθεν, καὶ τὸ ἀδύνατον
ἐλθεῖν πρὸς τὸ χεῖρον οὐκ ἀδυναμίαν σημαίνει τοῦ μὴ ἥκοντος, ἀλλὰ
παῤ αὑτοῦ καὶ δἰ αὑτὸν τὸ μὴ
ἀλλὰ τὸ μὴ ὑποστὰν τοῦτο τί; ἢ σιωπήσαντας δεῖ ἀπελθεῖν, καὶ ἐν ἀπόρῳ
τῇ γνώμῃ θεμένους μηδὲν ἔτι ζητεῖν. τί γὰρ ἄν τις καὶ ζητήσειεν εἰς
οὐδὲν ἔτι ἔχων προελθεῖν πάσης ζητήσεως εἰς ἀρχὴν ἰούσης καὶ ἐν τῷ
τοιούτῳ ἱσταμένης; πρὸς δὲ τούτοις ζήτησιν ἅπασαν χρὴ νομίζειν ἢ τοῦ
τί ἐστιν εἶναι ἢ τοῦ οἷον ἢ τοῦ διὰ τί ἢ τοῦ εἶναι. τὸ μὲν οὖν
εἶναι, ὡς λέγομεν ἐκεῖνο εἶναι, ἐκ τῶν μετ’ αὐτό: τὸ δὲ διὰ τί ἀρχὴν
ἄλλην ζητεῖ: ἀρχῆς δὲ τῆς πάσης οὐκ ἔστιν ἀρχή: τὸ δὲ οἷόν ἐστι
ζητεῖν τί συμβέβηκεν αὐτῷ, ᾧ συμβέβηκε μηδέν: τὸ δὲ τί ἐστι δηλοῖ
μᾶλλον τὸ μηδὲν δεῖν περὶ αὐτοῦ ζητεῖν αὐτὸ μόνον, εἰ δυνατὸν
αὑτοῖς, λαβόντας ἐν νῷ μηδὲν αὐτῷ θεμιτὸν εἶναι προσάπτειν μαθόντας.
ὅλως δὲ ἐοίκαμεν ταύτην τὴν ἀπορίαν ἐνθυμηθῆναι περὶ ταύτης τῆς
φύσεως, εἴπερ ἐνεθυμήθημεν, ἐκ τοῦ πρῶτον μὲν τίθεσθαι χώραν καὶ
τόπον, ὥσπερ τι χάος, εἶτα χώρας ἤδη οὔσης ἐπαγαγεῖν ταύτην τὴν
φύσιν εἰς τὸν ἐν τῇ φαντασίᾳ ἡμῶν γεγονότα ἢ ὄντα τόπον,
εἰσαγαγόντας δὲ αὐτὸν εἰς τὸν τοιοῦτον τόπον οὕτω τοι ζητεῖν, οἷον
πόθεν καὶ πῶς ἐλήλυθεν ἐνταῦθα, καὶ ὥσπερ ἔπηλυν ὄντα ἐζητηκέναι
αὐτοῦ τὴν παρουσίαν καὶ οἷον τὴν οὐσίαν, καὶ δὴ καὶ ὥσπερ ἔκ τινος
βάθους ἢ ἐξ ὕψους τινὸς ἐνθάδε ἐρρϊφθαι.
τί οὖν; οὐκ ἔστιν ὃ ἔστι; τοῦ δὲ εἶναι ὃ
ἀλλ’ εἰ καὶ τὰ ὀνόματα ταῦτα ἐπάγειν δεῖ δὲ τῷ αὐτὸς εἶναι, ὅπερ αὐτὸς ἀεὶ ἠθέλησε καὶ θέλει.
ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὑτοῦ οὐ δεδεκασμένου οὐδὲ τῇ
ἑαυτοῦ φύσει ἐπισπωμένου, ἀλλ’ ἑαυτὸν ἑλομένου, ὅτι μηδὲ ἦν ἄλλο,
ἵνα πρὸς ἐκεῖνο ἑλχθῇ. καὶ μὴν κἀκεῖνο ἄν τις λέγοι, ὡς ἐν τῇ αὑτῶν
ἕκαστον τὰ ἄλλα οὐσίᾳ οὐ περιείληφε τὸν, λόγον τὸν τοῦ ἀρέσκεσθαι
αὑτῷ: καὶ γὰρ ἂν καὶ δυσχεραίνοι τι αὑτό: ἐν δὲ τῇ τοῦ ἀγαθοῦ
ὑποστάσει ἀνάγκη τὴν αἵρεσιν καὶ τὴν αὑτοῦ θέλησιν ἐμπεριειλημμένην
εἶναι ἢ σχολῇ γ̓ ἂν ἄλλῳ ὑπάρχοι ἑαυτῷ ἀρεστῷ εἶναι, ἃ μετουσίᾳ ἢ
ἀγαθοῦ φαντασίᾳ ἀρέσκεται αὑτοῖς. δεῖ δὲ συγχωρεῖν τοῖς ὀνόμασιν, εἴ
τις περὶ ἐκείνου λέγων ἐξ ἀνάγκης ἐνδείξεως ἕνεκα αὐτοῖς χρῆται, ἃ
ἀκριβείᾳ οὐκ ἐῶμεν λέγεσθαι: λαμβανέτω δὲ καὶ τὸ οἷον ἐφ̓ ἑκάστου.
εἰ οὖν ὑφέστηκε τὸ ἀγαθὸν καὶ συνυφίστησιν αὐτὸ ἡ αἵρεσις καὶ ἡ
βούλησις — ἄνευ γὰρ τούτων οὐκ ἔσται — δεῖ δὲ τοῦτο μὴ πολλὰ εἶναι,
συνακτέον εἰς ἓν τὴν βούλησιν καὶ τὴν οὐσίαν, τὸ δὲ θέλειν παῤ αὑτοῦ
ἀνάγκη καὶ τὸ εἶναι παῤ αὑτοῦ αὐτῷ εἶναι: ὥστε αὐτὸν πεποιηκέναι
αὑτὸν ὁ λόγος ἀνεῦρεν. εἰ γὰρ ἡ βούλησις παῤ αὐτοῦ καὶ οἷον ἔργον
ἔτι δὲ ὁρᾶν δεῖ καὶ ταύτῃ: ἕκαστον τῶν λεγομένων εἶναι ἢ ταὐτόν ἐστι
τῷ εἶναι αὑτοῦ, ἢ ἕτερον: οἷον ἄνθρωπος ὅδε ἕτερος, καὶ τὸ ἀνθρώπῳ
εἶναι ἄλλο: μετέχει γε μὴν ὁ ἄνθρωπος τοῦ ὅ ἐστιν ἀνθρώπῳ εἶναι.
ψυχὴ δὲ καὶ τὸ ψυχῇ εἶναι ταὐτόν, εἰ ἁπλοῦν ψυχὴ καὶ μὴ κατ’ ἄλλου,
καὶ ἄνθρωπος αὐτὸ καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὲν ἂν κατὰ τύχην
γένοιτο, ὅτῳ ἕτερον τὸ ἀνθρώπῳ εἶναι, τὸ δὲ ἀνθρώπῳ εἶναι οὐκ ἂν
γένοιτο κατὰ τύχην: τοῦτο δέ ἐστι παῤ αὑτοῦ ἄνθρωπος αὐτό. εἰ δὴ τὸ
ἀνθρώπῳ εἶναι παῤ αὑτοῦ καὶ οὐ κατὰ τύχην τοῦτο οὐδὲ συμβέβηκε, πῶς
ἂν τὸ ὑπὲρ το ἄνθρωπος αὐτό, τὸ γεννητικὸν τοῦ ἀνθρώπου αὐτὸ καὶ οὗ
τὰ ὄντα πάντα, κατὰ τύχην ἂν λέγοιτο,
καὶ ἐράσμιον καὶ ἔρως ὁ αὐτὸς καὶ αὑτοῦ ἔρως, ἅτε οὐκ ἄλλως καλὸς ἢ
παῤ αὑτοῦ καὶ ἐν αὑτῷ. καὶ γὰρ καὶ τὸ συνεῖναι ἑαυτῷ οὐκ ἂν ἄλλως
ἔχοι, εἰ μὴ τὸ συνὸν καὶ τὸ ᾧ σύνεστιν ἓν καὶ ταὐτὸν εἴη. εἰ δὲ τὸ
συνὸν τῷ ᾧ σύνεστιν ἓν καὶ τὸ οἷον ἐφιέμενον τῷ ἐφετῷ ἕν, τὸ δὲ
ἐφετὸν κατὰ τὴν ὑπόστασιν καὶ οἷον ὑποκείμενον, πάλιν
ἐπεὶ δέ φαμεν καὶ δοκεῖ πανταχοῦ τε εἶναι
ἔτι δὲ καὶ ὧδε: ἕκαστά φαμεν τὰ ἐν τῷ παντὶ καὶ τόδε τὸ πᾶν οὕτως
ἔχειν, ὡς ἂν ἔσχεν, εἰ ἡ τοῦ ποιοῦντος προαίρεσις ἠθέλησε, καὶ ὡς ἂν
εἰ προθέμενος καὶ προιδὼν ἐν λογισμοῖς κατὰ πρόνοιαν
οὕτως εἰργάσατο: ἀεὶ δὲ οὕτως ἐχόντων καὶ ἀεὶ οὕτως γιγνομένων, οὕτω
τοι καὶ ἀεὶ ἐν τοῖς ποιοῦσι κεῖσθαι τοὺς λόγους ἐν μείζονι
εὐθημοσύνῃ
καὶ σὺ ζητῶν μηδὲν ἔξω ζήτει αὐτοῦ, ἀλλ’ εἴσω πάντα τὰ μετ’ αὐτόν:
αὐτὸν δὲ ἔα. τὸ γὰρ ἔξω αὐτός ἐστι, περίληψις πάντων καὶ μέτρον. ἢ
εἴσω ἐν βάθει. τὸ δ’ ἔξω αὐτοῦ, οἷον κύκλῳ ἐφαπτόμενον αὐτοῦ καὶ
ἐξηρτημένον πᾶν, ὁ λόγος καὶ νοῦς: μᾶλλον δ’ ἂν εἴη νοῦς, καθ̓ ὃ
ἐφάπτεται καὶ ᾗ ἐφάπτεται αὐτοῦ καὶ ᾗ ἐξήρτηται, ἅτε παῤ ἐκείνου
ἔχων τὸ νοῦς εἶναι. ὥσπερ ἂν οὖν κύκλος ἐφαπτόμενος κέντρου
ὁμολογοῖτο ἂν τὴν δύναμιν παρὰ τοῦ κέντρου ἔχειν, καὶ οἷον
κεντροειδής, ᾗ γραμμαὶ ἐν κύκλῳ πρὸς κέντρον ἓν συνιοῦσαι τὸ πέρας
αὑτῶν τὸ πρὸς τὸ κέντρον ποιοῦσι τοιοῦτον εἶναι οἷον τὸ πρὸς ὃ
ἠνέχθησαν καὶ ἀφ̓ οὗ οἷον ἐξέφυσαν, μείζονος ὄντος ἢ κατὰ ταύτας τὰς
γραμμὰς καὶ τὰ πέρατα αὐτῶν — καὶ ἔστι μὲν οἷον ἐκεῖνο, ἀμυδρὰ δὲ
καὶ οἷον ἴχνη ἐκείνου τοῦ ὅτι δύναται αὐτὰ καὶ τὰς γραμμὰς ἐκ τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος, τίς ἂν
συντυχία ἢ τί αὐτόματον ἢ τί ὡς συνέβη εἶναι τῆς τοιαύτης δυνάμεως
τῆς νοοποιοῦ καὶ ὄντος ποιητικῆς πλησίον ἥκοι; οἷον γὰρ τὸ ἐν νῷ
εἰ καὶ πολλαχῇ μεῖζον τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνῳ ὥσπερ
φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὑτῷ ὄντος διαφανοῦς,
εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δ’ ἀφ̓ οὗ τὸ ἀληθές: οὐ μὴν ἀλλοειδὲς
τὸ σκεδασθὲν εἴδωλον ὁ νοῦς, ὃς οὐ τύχῃ, ἀλλὰ καθ̓ ἕκαστον αὐτοῦ
λόγος καὶ αἰτία. αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου. μειζόνως ἄρα οἷον
αἰτιώτατον καὶ ἀληθέστερον αἰτία, ὁμοῦ πάσας ἔχον τὰς μελλούσας ἀπ’
αὐτοῦ ἔσεσθαι νοερὰς αἰτίας καὶ γεννητικὸν τοῦ οὐχ ὡς ἔτυχεν, ἀλλ’
ὡς ἠθέλησεν αὐτός. ἡ δὲ θέλησις οὐκ ἄλογος ἦν οὐδὲ τοῦ εἰκῆ οὐδ’ ὡς
ἐπῆλθεν αὐτῷ, ἀλλ’ ὡς ἔδει, ὡς οὐδενὸς ὄντος ἐκεῖ εἰκῆ. ὅθεν καὶ
δέον καὶ καιρὸν ὁ Πλάτων ὡς οἷόν τε ἦν σημῆναι ἐφιέμενος, ὅτι πόρρω
τοῦ ὡς ἔτυχεν, ἀλλ’ ὅπερ ἔστι, τοῦτο δέον. εἰ δὲ τὸ δέον τοῦτο, οὐκ
ἀλόγως τοῦτο, καὶ εἰ καιρός, τὸ μάλιστα κυριώτατον ἐν τοῖς μετ’ αὐτὸ
καὶ πρότερον αὑτῷ καὶ οὐχ οἷον ἔτυχε τοῦτό ἐστιν, ἀλλὰ τοῦτό ἐστιν,
ὅπερ οἷον ἐβουλήθη αὐτός, εἴπερ τὰ
λαμβανέτω τις οὖν ἐκ τῶν εἰρημένων ἀνακινηθεὶς πρὸς ἐκεῖνο ἐκεῖνο
αὐτὸ καὶ θεάσεται καὶ αὐτὸς οὐχ ὅσον θέλει εἰπεῖν δυνάμενος. ἰδὼν δὲ
ἐκεῖνο ἐν αὑτῷ πάντα λόγον ἀφεὶς θήσεται παῤ αὑτοῦ ἐκεῖνο τοῦτο ὄν,
ὡς, εἴπερ εἶχεν οὐσίαν, δούλην ἂν αὐτοῦ τὴν οὐσίαν εἶναι καὶ οἷον
παῤ αὐτοῦ εἶναι: οὐδ’ ἂν τολμήσειέ τις ἰδὼν ἕτι τὸ ὡς συνέβη λέγειν,
οὐδ’ ἂν ὅλως φθέγξασθαι δύναιτο. ἐκπλαγείη γὰρ ἂν τολμῶν, καὶ οὐδ’
ἂν ἔχοι ἀίξας τὸ ποῦ εἰπεῖν περὶ αὐτοῦ πάντη αὐτῷ ἐκείνου
οἷον πρὸ ὀμμάτων τῆς ψυχῆς προφαινομένου καί, ὅπῃ ἂν ἀτενίσῃ,
ἐκεῖνον βλέποντος, εἰ μή που ἄλλῃ ἀφεὶς τὸν θεὸν ἀτενίσῃ μηδὲν ἔτι
περὶ αὐτοῦ διανοούμενος. χρὴ δὲ ἴσως καὶ τὸ ἐπέκεινα οὐσίας καὶ
ταύτῃ νοεῖσθαι τοῖς παλαιοῖς λεγόμενον δἰ αἰνίξεως, οὐ μόνον ὅτι
γεννᾷ οὐσίαν, ἀλλ’ ὅτι οὐ δουλεύει οὔτε οὐσίᾳ οὔτε ἑαυτῷ, οὐδέ ἐστιν
αὐτῷ ἀρχὴ ἡ οὐσία αὐτοῦ, ἀλλ’ αὐτὸς ἀρχὴ τῆς οὐσίας ὢν οὐχ αὑτῷ
ἐποίησε τὴν οὐσίαν, ἀλλὰ ποιήσας ταύτην ἔξω εἴασεν ἑαυτοῦ, ἅτε οὐδὲν
τοῦ εἶναι δεόμενος, ὃς ἐποίησεν αὐτό. οὐ τοίνυν οὐδὲ καθ̓ ὃ ἔστι
ποιεῖ τὸ ἔστι.
τί οὖν; οὐ συμβαίνει, εἴποι τις ἄν, πρὶν ἢ γενέσθαι γεγονέναι; εἰ γὰρ
ποιεῖ ἑαυτόν, τῷ μὲν ἑαυτὸν οὔπω ἔστι, τῷ δ’ αὖ ποιεῖν ἔστιν ἤδη πρὸ
ἑαυτοῦ τοῦ ποιουμένου ὄντος αὐτοῦ. πρὸς ὃ δὴ λεκτέον, ὡς ὅλως οὐ
τακτέον κατὰ τὸν ποιούμενον,
ἐδύνατο οὖν ἄλλο τι ποιεῖν ἑαυτὸν ἢ ὃ ἐποίησεν; ἢ οὕτω καὶ τὸ ἀγαθὸν
ποιεῖν ἀναιρήσομεν, ὅτι μὴ ἂν κακοποιοῖ. οὐ γὰρ οὕτω τὸ δύνασθαι
ἐκεῖ, ὡς καὶ τὰ ἀντικείμενα, ἀλλ’ ὡς ἀστεμφεῖ καὶ ἀμετακινήτῳ
δυνάμει, ἣ μάλιστα δύναμίς ἐστιν, ὅταν μὴ ἐξίστηται τοῦ ἕν: καὶ γὰρ
τὸ τὰ ἀντικείμενα δύνασθαι ἀδυναμίας ἐστί τοῦ ἐπὶ τοῦ ἀρίστου
μένειν. δεῖ δὲ καὶ τὴν ποίησιν αὑτοῦ, ἣν λέγομεν, καὶ ταύτην ἅπαξ
εἶναι: καλὴ γάρ: καὶ τίς ἂν παρατρέψειε βουλήσει γενομένην θεοῦ καὶ
βούλησιν οὖσαν; βουλήσει οὖν μήπω ὄντος; τί δὲ βούλησιν ἐκείνου
ἀβουλοῦντος τῇ ὑποστάσει; πόθεν οὖν αὐτῷ ἔσται ἡ βούλησις ἀπὸ οὐσίας
ἀνενεργήτου; ἢ ἦν βούλησις ἔν γε τῇ οὐσίᾳ: οὐχ ἕτερον ἄρα τῆς οὐσίας
οὐδέν. ἢ τί ἦν, ὃ μὴ ἦν, οἷον ἡ βούλησις; πᾶν ἄρα βούλησις ἦν καὶ
οὐκ ἔνι τὸ μὴ βουλόμενον. οὐδὲ τὸ πρὸ βουλήσεως ἄρα. πρῶτον ἄρα ἡ
βούλησις αὐτός. καὶ τὸ οὖν πάντα, καταλιπὼν δὲ μόνον αὐτόν, μὴ τί προσθῇς
ζήτει, ἀλλὰ μή τί πω οὐκ ἀφῄρηκας ἀπ’ αὐτοῦ ἐν γνώμῃ τῇ σῇ. ἔστι γάρ
τινος ἐφάψασθαι καὶ σέ, περὶ οὗ οὐκέτι ἄλλο ἐνδέχεται οὔτε λέγειν
οὔτε λαβεῖν: ἀλλ’ ὑπεράνω κείμενον μόνον τοῦτο ἀληθείᾳ ἐλεύθερον,
ὅτι μηδὲ δουλεῦόν ἐστιν ἑαυτῷ, ἀλλὰ μόνον αὐτὸ καὶ ὄντως αὐτό, εἴ γε
τῶν ἄλλων ἕκαστον αὐτὸ καὶ ἄλλο.
Πάντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα, ὅσα τε τὸ ἓν δίδωσιν, ἕτερον ὂν αὐτῆς
νομίζειν αὐτὴν διδόναι καὶ πρὸς τὸ ἓν βλέπουσαν ἓν ἕκαστον ποιεῖν,
ὥσπερ καὶ πρὸς ἄνθρωπον ἄνθρωπον, συλλαμβάνουσαν μετὰ τοῦ ἀνθρώπου
τὸ ἐν αὐτῷ ἕν. τῶν γὰρ ἓν λεγομένων οὕτως ἕκαστόν ἐστιν ἕν, ὡς ἔχει
καὶ ὃ ἔστιν. ὥστε τὰ μὲν ἧττον ὄντα ἧττον ἔχει τὸ ἕν, τὰ δὲ μᾶλλον
μᾶλλον. καὶ δὴ καὶ ψυχὴ ἕτερον οὖσα τοῦ ἑνὸς μᾶλλον ἔχει κατὰ τὸν
λόγον τοῦ μᾶλλον καὶ ὄντως εἶναι τὸ ἕν, οὐ μὴν αὐτὸ τὸ ἕν: ψυχὴ γὰρ
μία καὶ συμβεβηκός πως τὸ ἓν καὶ δύο ταῦτα, ψυχὴ καὶ ἕν, ὥσπερ σῶμα
καὶ ἕν. καὶ τὸ μὲν διεστηκός, ὥσπερ χορός, πορρωτάτω τοῦ ἕν, τὸ δὲ
συνεχὲς ἐγγυτέρω. ψυχὴ δὲ ἔτι μᾶλλον κοινωνοῦσα καὶ αὐτή. εἰ δ’ ὅτι
ἄνευ τοῦ ἓν εἶναι οὐδ’ ἂν ψυχὴ εἴη, ταύτῃ εἰς ταὐτόν τις ἄγει ψυχὴν
καὶ τὸ ἕν, πρῶτον μὲν καὶ τὰ ἄλλα ἕκαστα
ἆῤ οὖν ἑκάστῳ μὲν τῶν κατὰ μέρος ἓν οὐ ταὐτὸν ἡ οὐσία αὐτοῦ καὶ τὸ
ἕν, ὅλῳ δὲ τῷ ὄντι καὶ τῇ οὐσίᾳ ταὐτὸν ἡ οὐσία αὐτοῦ ʽκαὶ τὸ ὂν̓ καὶ
τὸ ἕν; ὥστε τὸν ἐξευρόντα τὸ ὂν ἐξευρηκέναι καὶ τὸ ἕν, καὶ αὐτὴν τὴν
οὐσίαν αὐτὸ εἶναι τὸ ἕν: οἷον, εἰ νοῦς ἡ οὐσία, νοῦν καὶ τὸ ἓν εἶναι
πρώτως ὄντα ὂν καὶ πρώτως ἕν, μεταδιδόντα δὲ τοῖς ἄλλοις τοῦ εἶναι
οὕτω καὶ κατὰ τοσοῦτον καὶ τοῦ ἑνός. τί γὰρ ἄν τις καὶ παῤ αὐτὸ
τὸ εἶναι αὐτὸ φήσαι; ἢ γὰρ ταὐτὸν τῷ ὄντι: ἄνθρωπος
γὰρ καὶ εἷς ἄνθρωπος ταὐτόν: ἢ οἷον ἀριθμός τις ἑκάστου, ὥσπερ εἰ
δύο τινὰ ἔλεγες, οὕτως ἐπὶ μόνου τινὸς τὸ ἕν. εἰ μὲν οὖν ὁ ἀριθμὸς
τῶν ὄντων, δῆλον ὅτι καὶ τὸ ἕν: καὶ ζητητέον τί ἐστιν. εἰ δὲ ψυχῆς
ἐνέργημα τῷ ἀριθμεῖν ἐπεξιούσης, οὐδὲν ἂν εἴη ἐν τοῖς πράγμασι τὸ
ἕν. ἀλλ’ ἔλεγεν ὁ λόγος, εἰ ἀπολεῖ ἕκαστον τὸ ἕν, μηδ’ ἔσεσθαι τὸ
παράπαν. ὁρᾶν οὖν δεῖ, εἰ ταὐτὸν τὸ ἓν ἕκαστον καὶ τὸ ὄν, καὶ τὸ
ὅλως ὂν καὶ τὸ ἕν. ἀλλ’ εἰ τὸ ὂν τὸ ἑκάστου πλῆθός ἐστι, τὸ δὲ ἓν
ἀδύνατον πλῆθος ἂν οὐκέτι ἓν εἴη: οὐδὲ νοῦς,
καὶ γὰρ ἂν οὕτως εἴη τὰ πάντα τοῦ νοῦ τὰ πάντα ὄντος: οὐδὲ τὸ ὄν: τὸ
γὰρ ὂν τὰ πάντα.
τί ἂν οὖν εἴη τὸ ἓν καὶ τίνα φύσιν ἔχον; ἢ οὐδὲν θαυμαστὸν μὴ ῥᾴδιον
εἰπεῖν εἶναι, ὅπου μηδὲ τὸ ὂν ῥᾴδιον μηδὲ τὸ εἶδος, ἀλλ’ ἔστιν ἡμῖν
γνῶσις εἴδεσιν ἐπερειδομένη. ὅσῳ δ’ ἂν εἰς ἀνείδεον ἡ ψυχὴ ἴῃ,
ἐξαδυνατοῦσα περιλαβεῖν τῷ μὴ ὁρίζεσθαι καὶ οἷον τυποῦσθαι ὑπὸ
ποικίλου τοῦ ἁπλᾶ τὰ ἐν αὐτῷ, ἔτι δὲ καθαρώτερα
καὶ ἁπλούστερα τὰ πρὸ αὐτοῦ, μᾶλλον
γίνεται δὲ ἡ ἀπορία μάλιστα, ὅτι μηδὲ κατ’ ἐπιστήμην ἡ σύνεσις
ἐκείνου μηδὲ κατὰ νόησιν, ὥσπερ τὰ ἄλλα νοητά, ἀλλὰ κατὰ παρουσίαν
ἐπιστήμης κρείττονα. πάσχει δὲ ἡ ψυχὴ τοῦ ἓν εἶναι τὴν ἀπόστασιν καὶ
οὐ πάντη ἐστὶν ἕν, ὅταν ἐπιστήμην του λαμβάνῃ: λόγος γὰρ ἡ ἐπιστήμη,
πολλὰ δὲ ὁ λόγος. παρέρχεται οὖν τὸ ἓν εἰς ἀριθμὸν καὶ πλῆθος
πεσοῦσα. ὑπὲρ ἐπιστήμην τοίνυν δεῖ δραμεῖν καὶ μηδαμῇ ἐκβαίνειν τοῦ
ἓν εἶναι, ἀλλ’ ἀποστῆναι δεῖ καὶ ἐπιστήμης καὶ ἐπιστητῶν καὶ παντὸς
ὅστις οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ αὐτομάτω διοικεῖσθαι καὶ σωματικαῖς
συνέχεσθαι αἰτίαις, οὑτος πόρρω ἀπελήλαται καὶ θεοῦ καὶ ἐννοίας.
ἑνός, γὰρ ἄγει εἰς οὐσίαν νοῦν, καὶ αὐτοῦ ἡ φύσις τοιαύτη,
ὡς πηγὴν τῶν ἀρίστων εἶναι καὶ δύναμιν γεννῶσαν τὰ ὄντα μένουσαν ἐν
ἑαυτῇ καὶ οὐκ ἐλαττουμένην οὐδ’ ἐν τοῖς γινομένοις ὑπ’ αὐτῆς οὖσαν,
ὅτι καὶ πρὸ τούτων, ἣν ὀνομάζομεν ἓν ἐξ ἀνάγκης τῷ
σημαίνειν ἀλλήλοις αὐτὴν τῷ ὀνόματι εἰς ἔννοιαν ἀμέριστον ἄγοντες
καὶ τὴν ψυχὴν ἑνοῦν θέλοντες, οὐχ οὕτως ἓν λέγοντες καὶ ἀμερές, ὡς
σημεῖον ἢ μονάδα λέγοντες: τὸ γὰρ οὕτως ἓν ποσοῦ ἀρχή, ὃ οὐκ ἂν
ὑπέστη μὴ προούσης οὐσίας καὶ τοῦ πρὸ οὐσίας: οὔκουν δεῖ ἐνταῦθα
βάλλειν τὴν διάνοιαν, ἀλλὰ ταῦτα ὁμοιῶσαι ἐκείνοις ἐν ἀναλογίαις τῷ
ἁπλῷ καὶ τῇ φυγῇ τοῦ πλήθους καὶ τοῦ μερισμοῦ.
πῶς οὖν λέγομεν ἕν, καὶ πῶς τῇ νοήσει ἐφαρμοστέον; ἢ πλειόνως
τιθέμενον ἕν, ἢ ὡς μονὰς καὶ σημεῖον ἑνίζεται: ἐνταῦθα μὲν γὰρ
μέγεθος ἡ ψυχὴ ἀφελοῦσα καὶ ἀριθμοῦ πλῆθος καταλήγει εἰς τὸ
σμικρότατον καὶ ἐπερείδεταί τινι ἀμερεῖ μέν, ἀλλὰ ὃ ἦν ἐν μεριστῷ
καὶ ὃ ἔστιν ἐν ἄλλῳ: τὸ δὲ οὕτε ἐν ἄλλῳ οὔτε ἐν μεριστῷ οὔτε ἢ ἑαυτόν. πρὸ νοήσεως τοίνυν ἀγνοῶν
εἰ δ’ ὅτι μηδὲν τούτων ἐστίν, ἀοριστεῖς τῇ γνώμῃ, στῆσον σαυτὸν εἰς
ταῦτα, καὶ ἀπὸ τούτων θεῶ: θεῶ δὲ μὴ ἔξω ῥίπτων τὴν διάνοιαν. οὐ γὰρ
κεῖταί που ἐρημῶσαν αὑτοῦ τὰ ἄλλα, ἀλλ’ ἔστι τῷ δυναμένῳ θιγεῖν
ἐκεῖνο παρόν, τῷ δ’ ἀδυνατοῦντι οὐ πάρεστιν. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων
οὐκ ἔστι τι νοεῖν ἄλλο νοοῦντα καὶ πρὸς ἄλλῳ ὄντα, ἀλλὰ δεῖ μηδὲν
προσάπτειν τῷ νοουμένῳ, ἵνα ᾖ αὐτὸ τὸ νοούμενον, οὕτω δεῖ καὶ
ἐνταῦθα συνιέναι, ὡς οὐκ ἔστιν ἄλλου ἔχοντα ἐν τῇ ψυχῇ οὖν θεός, φησίν, ἐστιν
ἔξω, ἀλλὰ πᾶσι σύνεστιν οὐκ εἰδόσι. φεύγουσι γὰρ αὐτοὶ αὐτοῦ ἔξω,
μᾶλλον δὲ αὑτῶν ἔξω. οὐ δύνανται οὖν ἑλεῖν ὃν πεφεύγασιν, οὐδ’
αὑτοὺς ἀπολωλεκότες ἄλλον ζητεῖν, οὐδέ γε παῖς αὑτοῦ ἔξω ἐν μανίᾳ
γεγενημένος εἰδήσει τὸν πατέρα: ὁ δὲ μαθὼν ἑαυτὸν εἰδήσει καὶ
ὁπόθεν.
εἴ τις οὖν ψυχὴ οἶδεν ἑαυτὴν τὸν ἄλλον χρόνον καὶ οἶδεν, ὅτι ἡ
κίνησις αὐτῆς οὐκ εὐθεῖα ἀλλ’ ἢ ὅταν κλάσιν λάβῃ, ἡ δὲ κατὰ φύσιν
κίνησις μόνον ἀεί: πρὸς ὃ
φερόμεναι θεοί εἰσι: θεὸς γὰρ τὸ ἐκείνῳ συνημμένον, τὸ δὲ πόρρω
ἀφιστάμενον ἄνθρωπος ὁ πολὺς καὶ θηρίον. τὸ οὖν τῆς ψυχῆς οἷον
κέντρον τοῦτό ἐστι τὸ ζητούμενον; ἢ ἄλλο τι δεῖ νομίσαι, εἰς ὃ πάντα
οἷον κέντρα συμπίπτει, καὶ ὅτι ἀναλογίᾳ τοῦ κέντρου τοῦδε τοῦ
κύκλου: οὐδὲ γὰρ οὕτω κύκλος ἡ ψυχή, ὡς τὸ σχῆμα, ἀλλ’ ὅτι ἐν αὐτῇ
καὶ περὶ αὐτὴν ἡ ἀρχαία φύσις: καὶ ὅτι ἀπὸ τοιούτου, καὶ ἔτι μᾶλλον
ὅτι χωρισθεῖσαι ὅλαι. νῦν δέ, ἐπεὶ μέρος ἡμῶν κατέχεται ὑπὸ τοῦ
σώματος — οἷον εἴ τις τοὺς πόδας ἔχοι ἐν ὕδατι, τῷ δ’ ἄλλῳ σώματι
ὑπερέχοι — τῷ δὴ μὴ βαπτισθέντι τοῦ σώματος ὑπεράραντες, τούτῳ
συνάπτομεν κατὰ τὸ ἑαυτῶν κέντρον τῷ οἷον πάντων κέντρῳ, καθάπερ τῶν
μεγίστων κύκλων τὰ κέντρα τῷ τῆς σφαίρας τῆς περιεχούσης κέντρῳ,
ἀναπαυόμενοι. εἰ μὲν οὖν σωματικοὶ ἦσαν, οὐ ψυχικοὶ κύκλοι, τοπικῶς
ἂν τῷ κέντρῳ συνῆπτον καί που κειμένου τοῦ κέντρου περὶ αὐτὸ ἂν
ἦσαν: ἐπειδὴ δὲ αὐταί τε αἱ ψυχαὶ νοηταί, ὑπὲρ νοῦν τε ἐκεῖνο,
δυνάμεσιν
ἐν δὲ ταύτῃ τῇ χορείᾳ καθορᾷ πηγὴν μὲν ζωῆς, πηγὴν δὲ νοῦ, ἀρχὴν
ὄντος, ἀγαθοῦ αἰτίαν, ῥίζαν ψυχῆς: οὐκ ἐκχεομένων ἀπ’ αὐτοῦ ἐκείνων,
εἶτ̓ ἐλαττούντων: οὐ γὰρ ὄγκος: ἢ φθαρτὰ ἂν ἦν τὰ γεννώμενα. νῦν δέ
ἐστιν ἀίδια, ὅτι ἡ ἀρχὴ αὐτῶν ὡσαύτως μένει οὐ μεμερισμένη εἰς αὐτά,
ἀλλ’ ὅλη μένουσα. διὸ κἀκεῖνα μένει: οἷον εἰ μένοντος ἡλίου καὶ τὸ
φῶς μένει. οὐ γὰρ ἀποτετμήμεθα οὐδὲ χωρὶς ἐσμέν, εἰ καὶ παρεμπεσοῦσα
ἡ σώματος φύσις πρὸς αὑτὴν ἡμᾶς εἵλκυσεν, ἀλλ’ ἐμπνέομεν καὶ
σωζόμεθα οὐ δόντος, εἶτα ἀποστάντος ἐκείνου, ἀλλ’ ἀεὶ χορηγοῦντος
ἕως ἂν ᾖ ὅπερ ἔστι. μᾶλλον μέντοι ἐσμὲν νεύσαντες πρὸς αὐτὸ καὶ τὸ
εὖ ἐνταῦθα, τὸ δὲ πόρρω εἶναι μόνον καὶ ἧττον εἶναι:
ἐνταῦθα καὶ ἀναπαύεται καὶ ἁγνεύσασα τῶν τῇδε πρὸς τὸν πατέρα
αὖθις στελλομένη εὐπαθεῖ. καὶ οἷς μὲν ἄγνωστόν ἐστι τὸ πάθημα τοῦτο,
ἐντεῦθεν ἐνθυμείσθω ἀπὸ τῶν ἐνταῦθα ἐρώτων οἷόν ἐστι τυχεῖν ὧν τις
μάλιστα ἐρᾷ, καὶ ὅτι ταῦτα μὲν τὰ ἐρώμενα θνητὰ καὶ βλαβερὰ καὶ
εἰδώλων ἔρωτες καὶ μεταπίπτει, ὅτι οὐκ ἦν τὸ ὄντως ἐρώμενον, οὐδὲ τὸ
ἀγαθὸν ἡμῶν,
πῶς οὖν οὐ μένει ἐκεῖ; ἢ ὅτι μήπω ἐξελήλυθεν ὅλως. ἔσται δὲ ὅτε καὶ
τὸ συνεχὲς ἔσται τῆς θέας οὐκέτι ἐνοχλουμένῳ οὐδεμίαν ἐνόχλησιν τοῦ
σώματος. ἔστι δὲ τὸ ἑωρακὸς οὐ τὸ ἐνοχλούμενον, ἀλλὰ τὸ ἄλλο, ὅτε τὸ
ἑωρακὸς ἀργεῖ τὴν θέαν οὐκ ἀργοῦν τὴν ἐπιστήμην τὴν ἐν ἀποδείξεσι
καὶ πίστεσι καὶ τῷ τῆς ψυχῆς διαλογισμῷ: τὸ δὲ ἰδεῖν καὶ τὸ ἑωρακός
ἐστιν οὐκέτι λόγος, ἀλλὰ μεῖζον λόγου καὶ πρὸ λόγου καὶ ἐπὶ τῷ λόγῳ,
ὥσπερ καὶ τὸ ὁρώμενον. ἑαυτὸν μὲν οὖν ἰδὼν τότε, ὅτε ὁρᾷ, τοιοῦτον
ὄψεται, μᾶλλον δὲ αὑτῷ τοιούτῳ συνέσται καὶ τοιοῦτον αἰσθήσεται
ἁπλοῦν γενόμενον. τάχα δὲ οὐδὲ ὄψεται λεκτέον. τὸ δὲ ὀφθέν, εἴπερ
δεῖ δύο ταῦτα λέγειν, τό τε δὲ δύο, ὅταν χωρίς. οὕτω καὶ ἡμεῖς νῦν λέγομεν
ἕτερον. διὸ καὶ δύσφραστον τὸ θέαμα. πῶς γὰρ ἂν ἀπαγγείλειέ τις ὡς
ἕτερον οὐκ ἰδὼν ἐκεῖνο, ὅτε ἐθεᾶτο ἕτερον, ἀλλὰ ἓν πρὸς ἑαυτόν;
τοῦτο δὴ ἐθέλον δηλοῦν τὸ τῶν μυστηρίων