Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Τὸν χριστιανισον, ὅ τι ποτέ ἐστιν, ἠγούμενος
τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προδειμένης
πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν
ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων
χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλὴ, σὺν
εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι
βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ
μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην
τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν.
ἀλλὰ γὰρ
τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν,
πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν
ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα
πλοῦτον, οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην
ζωὴν προξενοῦν, οὐδ’ ὅσα σώματος καὶ φθορὰς
οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα
τε καὶ προσήγορα, ὧν καὶ τὰ σώματα ἐξῆπται, σκιὰς
εἴη δ’ ἂν τούτων τὸ κεφάλαιον
εὐσέβεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανὴς, ἀλλ’
ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ
πρὸς αὐτὰ διακυβρνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ
τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης
καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ
ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν
ταμίας καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ
καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν
περιείληφε; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ
φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ’ ἂν ὑστεροῖτο ὁ
ἂν ἐλαττῷτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν
μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος;
ἀλλ’ οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ δια-
θέσει τῷ παμβασιλεῖ θεῷ πλησιάζων, καὶ τῆς παμμακαρίστου
φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας
ἠξιωμένος, ὁμοῦ ψυχῆς τε καὶ σώματος καὶ τῶν ἐκτὸς
ἁπάντων εὖ ἂν ἔχοι.
ταύτην δὴ τοίνυν τὴν ἀγαθὴν
καὶ σωτήριον ἀνθρώπων πρὸς θεὸν φιλίαν ἄνωθεν
ἐκ τοῦ παναγάθου καταπεμφθεὶς θεοῦ λόγος, ὥσπερ
πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας,
οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν τῆς κλήσεως,
ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ
αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης
πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς
ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δω-
ρούμενος.
ταύτην ὀ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν
αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιουμενος·
“θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων
ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα,” ᾗ τὰ
θεῖα διδάσκει λόγια, ἐλθών τε, φησὶν, εὐηγγελίσατο
εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.”
ταῦτα
πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι
πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ
πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὃτι τοῦ κυρίου ἡ βασικεία,
καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·” καὶ πάλιν “εἲπατε
ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ
κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·’
ὁ δὲ φάσκων “ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ
ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς,
καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”
ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα
Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην
τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην
τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν
τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι,
ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων
ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον.
Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προ-
θυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλα-
δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον
τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ
προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς
χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως,
εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν
τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς
ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον έν τάξει χωρήσεινἰς
τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν
καὶ τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν,
εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο,
ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ
ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις
εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν
ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς
κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ·οῦ
θεοῦμυστικῆς οἰκονομίας.
ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς,
τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ
Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειε
τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον
Ἓλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον,
τί οὖν ἂν γένοιτο τὸ καθ’ ἡμᾶς ξένον, καὶ τίς ὁ νεωτερισμὸς
πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους;
καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας ;
ποίας δὲ
καὶ ἀξιωθήσεσθαι συγγνώμης τοὺς ἐξ αἰῶνος μὲν
παρὰ πᾶσιν Ἓλλγσι καὶ βαρβάροις κατά τε πόλεις καὶ
πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ
φιλοσόφων θεολογουμένους· ἀποστραφέντας, ἐλομένους
δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις
δ’ οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἶ τῶν
μὲν πατρίων φυγάδες, τῶν δ’ ὀθνείων καὶ παρὰ πᾶσι
διαβεβλημένων Ἰουδαïκῶν μνθολογημάτων γενόμενοι
πῶς δ’ οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας
ἐσχάτης τὸ μεταθέσθαι μὲν εὐκόλως τὰ τῶν οἰκείων,
ἴ’ ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν
καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ’ αὐτῷ
τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ’ αὐἀνοδίαν
τοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην
ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε
τὰ Ἰουδαίων φυλάττουσαν ;
Ταῦτα μὲν οὗν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν
ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί·ων,
πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ’ ἂν ἡμῖν καὶ
Εβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς
εἴτε γάρ τις εἰη Χριστὸς θεσπιζόμενος, ἀλλὰ
Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες,
οἱ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων
ἥξειν αὐτὸν, οὐχὶ δὲ τόν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν·
εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ
γραφαὶ, καὶ ταῦτα Ἰουδαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ
καὶ σφόδρα
ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ’ οἷς ἡμάρτανον
ἐλέγχους εὑ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν
ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν,
μᾶλλον δὲ ἐκβιάζεσθαι καὶ ἑαυτοὺς μεταφέρειν,
ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ
ἑαυτοὺς ἐξαπατῶντας.
τὸ δ’ οὖν ἀπάντων παραλογώτατον,
ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς
περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς
ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα.
Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων,
συκφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς
δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν
ἀποφηναμένους.
αὐτόθεν δὴ οὖν τοῦτο καὶ
ἀποδείξεων, καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους
ναὶ μὴν
καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθόλου
πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως,
ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον
εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους
εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν
Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτεον
διὰ πλείστων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος.
ἐσπούδασται μὲν οὑν πλείστοις τῶν πρὸ
ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγχους
καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις,
ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι
τοτὲ δὲ τοῖς καθ’ ἡμᾶς δόγμασιν ἀγωνιστικώτερον
πρεσβεύσασιν.
καὶ μὴν ἰδίως ἡμῖν ἡ
μετὰ χεῖρας ἐκπονεῖται πρόθεσις. πρῶτός γέ τοι παντων
ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατηλὰς
καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφι-
λόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσι, φησί που “καὶ
τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ
τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων,
ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεδρυμμ;νην.
καὶ αὖθις ἡ ἱκανότης ἡμῶν φησὶν ἐκ
τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς
διαθήκης.’
εἰκότως δῆτα καὶ ἡμῖν ἅπασι παρήγ-
γελται ἑτοίμους εἷναι πρὸς ἀπολογίαν παντὶ τῷ
καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων
πλὴν ἀλλὰ περιττοὶ λόγοι πάντες,
ὧν ἐναργῆ καὶ σαφέστερα τὰ ἔργα, ἅπερ ἡ θεία καὶ
οὐράνιος τοῦ σωτῆρος ἡμῶν δύναμις, πάντας ἀνθρώπους
τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελιζομένη,
διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται.
αὐτίκα
γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ᾿
ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι
τοῖς ἔθνεσι θεσπίσαντος, τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ
δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν,
οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους
ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον
καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ
θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον,
τίς
γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν ἂν τῇ προρρήσει,
τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν
ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις , ἀλλ᾿ οὐκ ἀνθρωπεία
φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ
τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε καὶ ἔργοις
πεπλήρωκε γοῦν τὴν σύμπασαν,
ἥ τε ὀνομαστὶ προθεσπι-
σθεῖσα ἐκκλησία αὐτοῦ ἕστηκε κατὰ κράτος ἐρριζωμένη,
καὶ μέχρις οὐρανίων ἀψίδων εὐχαῖς ὁσίων καὶ
θεοφιλῶν ψυχῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι,
καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς
ὑπ’ αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα,
οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα,
ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα· διὰ
καὶ ἄλλα δὲ
μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα
ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις
αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις
συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν·
περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν.
πρὸς τούτοις δὲ πᾶσιν οὐ μικρὰ τυγχάνει
τῆς καθ’ ἡμὰς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν
Ἑβραι·κῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων
ἐτῶν οἱ παρ’ Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν
ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ
τῆς τε Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ
τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν,
τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας
αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες
τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ
Ἰουδαίων ἔθνους, τά τε κατ’ αὐτοῦ δρασθέντα αὐτοῖς
καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα
αὐτοῖς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως
ἐπὶ τούτοις τίς οὐκ ἂν ἐκ-
πλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν, μετὰ τὴν τοῦ
Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν,
ἡμῶν διδασκαλίας.
δι’ οὗ ἐκ παντὸς γένους
ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες
πλάνην τοῦ ἐπὶ πάντων θεοῦ τὴν ἀληθῆ γμῶσίν
τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι
τοὺς τῶν παλαιῶν χρησμοὺς, τούς τε ἄλλους καὶ
δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα
“κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου
τῆςγῆς, καὶ ἐροῦσιν ὡςψευδῆ ἐκτήσαντο οἱ πατέρες
ἡμῶν εἴδωλα καὶ οὐκ ἢν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει
ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;”
Πάντα δὴ ταῦτα τὸν περὶ τῶν καθ’ ἡμᾶς
πραγμάτων πιστοῦται λόγον, ὡς οὐκ ἐξ ἀνθρωπίνης
ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα, καὶ
θεόθεν διὰ τόν ἐγγράφων χρησμῶν προαναφωνηθέντα,
καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος
ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον, αὖθίς τε ἐκ
θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις
ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων
καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων
πολὺ πλέον διαλάμπειν, ὁσημέραι τε διαπρέπειν καὶ
αὔξειν, καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἂνωθεν
καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν
ἀνθρώποις, οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων,
ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον,
πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν;
θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνάμεως
ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ, καὶ σὺν τῇ περὶ μοναρχίας
ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ
αὐτοῦ, ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας,
μυρίων γοῦν τὸ
παλαιὸν καθ᾿ ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν
ἐπικρατούντων, καὶ κατὰ πόλεις τῶν μὲν δημαοκρατουμένων,
τῶν δὲ πολυαρχουμένων, πολέμωντε κατὰ τὸ εἰκὸς
ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων
καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων,
δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ᾿
ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ
ταῦτα πανδημὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας
καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξ ἔτι παίδων τὰ
ἐπεὶ δὲ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι
διὰ τῶν προφητῶν ἀνείρητο “ἀνατελεῖ ἐν ταῖς ἡμέραις
αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. καὶσυγκόψουσιν
τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας
αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿
ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,”
ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα
καίτοι πῶς
οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα τί δή ποτε τὸ μὲν
παλαιὸν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἶ
δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ
αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν εξοιστρούμενοι
ἐπὶ τοὺς κατ’ ἀλλήλων ἐξεκαίοντο πολέμους —
Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Σύροις, τε
Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους
καὶ κατατρύχειν ταῖς πολιορκίαις, ὥσπερ οὖν αἱ περὶ
τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι — ἄμα δὲ τῇ
τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ
διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις
ἐπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν
αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα
μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου
Τῆς δ’ ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης
ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν ἐπιστήσας ὡς οὐδὲ
ἄλλοτέ πω ἐξ αἰῶνος, οὐδ’ ὑπό τινος τῶν πάλαι δοαφανῶν,
ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ
πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ
εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ
ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς Πέρσάς
μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας, μηδ’
ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι,
φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι, μηδ᾿ ἀνθρωποθυτεῖν
ὡς θεοῖς τοῖς δαίμοσι κατὰ τοὺς παλαιοὺς,
μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ᾿ εὐσεβείας
ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις
μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα.
ἱστοροῦνται Μασσαγἐται καὶ Δέρβικες ἀθλιωτάτους.
ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας,
διὸ καὶ φθάσαντες κατέθυον, καὶ εἱστιῶντο τῶν
φιλτάτων τοὺς γεγηρακότας· Τιβαρηνοὶ δὲ ζῶντας
κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας· Ὑρκανοὶ δὲ
καὶ Κάσπιοι, οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον
ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατώρυττον
ζῶντας , καὶ ἐπέσφαττον ταῖς πυραῖς οὓς ἠγάπων οἱ
τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι δὲ τοῖς κυσὶ παρέβαλλον
ἀλλὰ ταῦτα
μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ᾿ ὁμοίως ἐστὶν,
ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως
τὴν θηριώδη καὶ ἀπάνθρωπον τούτων ὅλων παραλύσαντος
νόσον.
τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι
ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα, ἢ τοὺς ἐν τούτοις
ἐνεργοῦντας πονηροὺς δαίμονας, ἢ τὰ μέρη τοῦ φαινομένου
κόσμου, ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν
ψυχὰς, ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα,
ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς
τοῦ σωτῆρος ἡμῶν διδασκαλίας, Ἕλληνας ὁμοῦ καὶ
βαρβάρους, τοὺς γνησίως, ἀλλ᾿ οὐκ ἐπιπλάστως αὐτοῦ
τῷ λόγῳ προσανέχοντας, εἰς τοσοῦτον ἄκρας φιλοσοφίας
ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεὸν, αὐτὸν ἐκεῖ-
καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ’ ἐπιθυμίας
ὁρᾶν ἐννοεῖν, πρόρριζον δ’ ἐξ αὐτῆς διανοίας
πὰν αἰσχρὸν ὑποτέμνεσθαι πάθος, ταῦτα πάντα πῶς
οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐζωίαν;
καὶ
τὸ μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ γε δεῖ ἐπιορκεῖν,
διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν
πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ
ναί καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαόρεσιν
δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος
μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα
προίεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευ-
σιν, δι’ ἧς ἔφησε ‘‘περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε
λόγον ἐν ἡμέρᾳ κρίσεως,” ὁποίας ὑπερβολῆς
φιλοσόφου ζωῆς ἔχεται;
τὸ δὲ καὶ συλλήβδην
ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ
παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ
ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων,
κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς
κρατεῖν· τό τε πὰν γένος ἀνθρώπων παιδείαν
παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ, φέρειν τε μανθάνειν
ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν, πάντα τε ἄνθρωπον
ὁμογενῆ δεξιοῦσθαι, καὶ τὸν νενομισμένον ξένον ὡς
ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν.
Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς
οὐκ ἂν ὁμολογήσειε τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ
πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον,
τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωί·αν τῷ τῶν
ἀνθρώπων παρεσχηκέναι βίῳ;
ὁποῖον δέ σοι εἶναι
ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων, τῆς μὲν ἀλόγου
θηριωδίας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν
παρασκευάσαι;
οἷον, φέρε εἰπεῖν, τὰς περὶ
ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ
τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης,
δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέησαι·
ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ
βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν τῇ
τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν
περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν
ἐπαληθεύοντα δειξάντων.
οἷον δὲ καὶ τὸ
καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πάσι τοῖς ἐθνεσιν,
ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ
προνοίας, ὡς ἐφορώσης τὰ σύμπαντα, ὑγιῶς καὶ ἐρρωένως
φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυ-
Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας
τοῦ σωτηρίου λόγου γνοίης ἂν, εἰ ἐν νῷ λάβοις
τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλο-
λατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων
ἀνάγκαις πάλαι πρότερον κατετρύχετο· ἧς ὥσπερ ἀπὸ
σκοτίας ζοφωδεστάτης Ἓλληνας ὁμοῦ ὁμοῦ καὶ βαρβάρους
δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην
καὶ τί χρὴ
μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ
πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις
λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι;
τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα-
θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας
ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν
φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον
τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους
τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι
ἐπεὶ δὲ
μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ
λόγου, καί μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα
δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις,
καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε-
ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς
ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας
καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον
χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ
πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας
καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’
ἢ οὐχ οὕτως καὶ
τοὺς τὰ σωμάτων κάμνοντας ἐπιστημόνως ἰωμένους
ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας
πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ
προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν
χρηστοτέρων ἐλπίδι παρέχοντας, καὶ τῶν μὲν κατὰ
τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας,
μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως
ἐξηρτημένους;
καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς
οὕτω
καὶ μαθηταὶ παρὰ διδασκάλων
παιδείας ἀποδέχονται, πιστεύσαντες ἀγαθὸν αὐτοῖς
ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρό-
τερόν τις ἐφάψαιτ’ ἂν ἢ πιστεύσας συνοίσειν αὐτῷ
ὁ δὲ τὸν κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ
Πλάτωνα φιλοσοφεῖ, κατ’ Ἀριστοτέλην ἕτερος, καὶ
πάλιν ἄλλος πάντων τὰ Στωïκὰ προετίμησεν, ἑκάστου
χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει τὸ δόξαν ὡς
συνοῖσον ἀγαπήσαντος.
οὕτω καὶ τέχνας ἂνθωποι
τὰς μέσας μετῆλθον, καὶ ἄλλοι τὸν στρατιωτικὸν,
ἂλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλαι προειληφότες
βιοποιστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα.
καὶ γάμων δὲ αἶ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς
κατὰ παιδοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως.
καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ’ ἄλλην
προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν
πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν
πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδηγοὺς
ἑαυτῷ συνεπάγεται.
καὶ τί γὰρ ἄλλ’ ἢ τὸν πάντα
τῶν ἀνθρώπων βίον δυοῖν τούτοιν ἀνηρτημένον, ἐλπίδος
τε καὶ πίστεως, καταλαμβάνων, τί δὴ θαυμάζεις
παραδίδοται; οἶς οὐ σχολὴ λογικώτερον τὰ
κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐ-
τοὺς πάρεστι μετιέναι καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων
μανθάνειν;
Ἀλλὰ γὰρ ἐν ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς
ἄχρηστον προγεγυμνασμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην
κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι
τοῖς διερωτῶσιν ἀποκρινούμεθα. ὅτι μὲν οὖν τὸ
συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται
καθεστήκαμεν οὐδ’ ἂν αὐτοί ποτε ἀρνηθείημεν·
ἀλλὰ καὶ ὅτι Ἰουδαïκαῖς βίβλοις προσανέχοντες
κἀκ τῶν παρ’ αὐτοῖς προφητειῶν τὰ πλεῖστα
τοῦ καθ’ ἡμᾶς λόγου συνάγοντες οὐκέθ’ ὁμοίως ζῆν
τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ τοῦτ’
ὥρα τοιγαροῦν τούτων
τὸν αἰτοιλογισμὸν ὑποσχεῖν. πῶς οὖν ἂν ἄλλως
δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες
εἰ μὴ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι καὶ ἀγαγόντες
ὑπ’ ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν
γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ
πῶς
δ’ ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαïκῶν
μεταδιώξεως φανείη μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς
ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ’ αὐτοῖς γραφὰς
ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν
καλῶς ἂν ἔχοι διελθεῖν, καὶ ἐπὶ πᾶσι τίς ὁ καθ’
ὢν οὔτε Ἰουδαïσμὸς, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία,
ἐξ αὐτῆς τῆς προσηγορίας τὴν καινοτομίαν
ἐπαγομένη.
φέρ’ οὖν πρῶτον ἀπάντων τὰς παλαιτάτας
καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας
κατὰ πάσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλημένας ἐπιθεωήσωμεν,
τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων
περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις,
ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν,
εἴτε καὶ μή.
θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ
τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστου
πεποιημένων, ὡς ἂν ὁ λόγος ἀπάσης ἐκτὸς τῆς
περὶ τοῦ πλάττεσθαι ἡμὰς ὑπονοίας κατασταίη.
Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους
καὶ ἀστέρας θεοὺς ἀποφῆναι, μόνους τε εἶναι τῆς
τῶν ὅλων γενέσεως τε καὶ φθορᾶς αἰτίους, εἶτα δὲ
τὰς παρὰ τοῖς πᾶσι βοωμένας θεοποιίας τε καὶ θεογονίας
εἰσηγήσασθαι τῷ βίῳ·
πρὸ δέ γε τούτων
μηδένα μηδὲν πλέον τῶν κατ’ οὐρανὸν φαινομένων
εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ’ Ἑβραίοις μνημονευομένων,
οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν
τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν
διαδεξάμενοι καὶ φυλάξαντες.
οἵ γε μὴν λοιποὶ
ἐγέραιρον, οὐ νεὼς δειμάμενοι, οὐδ’ ἀφιδύμασι
καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι, πρὸς
αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες καὶ μέχρι
τῶν τῇδε ὁρωμένων ταῖς ψυχαῖς ἐφικνούμενοι.
ἀλλ’
οὐ τῇδε ἄρα καὶ τοῖς μετέπειτα ἀνθρώποις τὰ τῆς
πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυ-
θὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν
μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ
Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων
μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς Ἓλληνας τότε
τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι.
πρῶτα τοίνυν
σκεψόμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης,
ὅπως οἱ δηλούμενοι διειλήφασι· ἔπειτα τὰ περὶ τῆς
πρώτης καὶ παλαιτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας·
καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ
πλάνην ἐποπτεύσομεν, εἶτα δὲ τὴν σεμνοτέραν
καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ
τούτων δ’ ἡμῖν
διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν
δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων, καὶ τῶν μετὰ ταῦτα
ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων
μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ
τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας
ἔλεγχος ἀποδειχθῇ, ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν
ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένηται.
ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα
ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα
πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστων ἡμῖν Ἑλγήνων
αὐτῶν οἱ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ
οἱ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνηκότες.
γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων
ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης Διόδωρος, γνω-
ριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡς ἂν
ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν
βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ
περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου
διείληφε, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον
τὸν τρόπον.
Περὶ μὲν οὑν θεῶν τίνας ἐννοίας ἔσχον οἱ
πρῶτοι καταδείξαντες τιμὰν τὸ θεῖον καὶ περὶ τῶν
μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν
πολλὰ συντάξασθαι πειρασόμεθα κατ’ ἰδίαν, διὰ τὸ
τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι
περὶ δὲ τοῦ γένους
τῶν ἀπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς
γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται
περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν
ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι.”
“Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων
οἱ μὲν γὰρ αὐτῶν ἀγένητον καὶ ἄφθαρτον ὑποστησά
μενοι τὸν τὸν κόσμον ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώτων
ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν
τεκνώσεως ἀρχὴν ἐσχηκυίας, οἱ δὲ γενητὸν καὶ φθαρτὸν
εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνοις τοὺς
ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις
κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν
μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης
αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν
σωμάτων ἀπ’ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν
ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ’ ἀέρα
κινήσεως τυχεῖν συνεχοῦς, καὶ τὸ μὲν πυρῶδες αὐτοῦ
πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν,
ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύς ἕως διὰ τὴν κουρότητα·
ἀφ’ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν
πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ, τὸ
δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως
ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος· εἱλούμενον
δ’ ἐν ἑαυτῷ καὶ συστρεφόμενον συνεχῶς ἐκ μὲν
τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων
ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυ-
ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων
ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώας
κατεψυγμένης ἄφνω διάπυρος ἀὴρ γένηται, μὴ
λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον.
ζωογονουμένων
μένοντρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν
τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης,
τὰρ δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι·
τὸ δὲ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὒξησιν
λαβόντων καὶ τῶν ὑμένων διακαυθέντων τε
καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους
ζώων.
τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκὀτα
τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς
μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν
ὀνομασθέντα πλωτά.
τὴν δὲ γῆν ἀεὶ
μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυὸς
καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι
μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ’ ἐκ τῆς
πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων.
ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ’ Εὐριπίδης
διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὣν Ἀναξαγόρου
τοῦ φυσικοῦ. ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν
οὕτως
Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέ-
σεως τοιαῦτα παρειλήφαμεν· τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας
τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει
βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι,
καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην
βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους,
ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ
κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους·
τῆς φωνῆς δὲ
ἀσήμου καὶ συγκεχυμένης ὑπαρχούσης ἐκ τοῦ κατ’
ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας
σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώ-
ριμον σφίσιν αὐτοῖς ποιήσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν.
τοιούτων δὲ συστημάτων γινομένων
τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας
διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα
τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι.
τοὺς
οὖν πρώτους τῶν ἀνθρώπων μηδὲν τῶν πρὸς τὸν
βίον χρησίμων εὑρημένων ἐπιπόνως διάγειν, γυμνοὺς
μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις,
χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς.
ἐκ δὲ τούτου κατ’ ὀλίγον ὑπὸ τῆς πείρας
ἐξευρεθῆναι καὶ τὰ ἄλλα τὰ δυνάμενα τὸν κοινὸν
βίον ὠφελῆσαι.
καθόλου γὰρ πάντων τὴν χρείαν
αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις ὑφηγουμένην
οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ
καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον
καὶ ψυχῆς ἀγχίνοιαν. καὶ περὶ μὲν τῆς πρώτης γενέσεως
Τοσαῦτα μὲν ὁ δηλωθεὶς συγγραφεὺς, οὐδὲ
μέχρις ὀνόματος τοῦ θεοῦ μνημονεύσας ἐν τῇ κοσμογοίᾳ,
συντυχικὴν δέ τινα καὶ αὐτόματον εἰσηγησάμενος
τὴν τοῦ παντὸς διακόσμησιν. τούτῳ δ’ ἂν εὓροις
συμφώνους καὶ τοὺς πλείστους τῶν παρ’ Ἕλλησι
φιλοσόφων, ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας καὶ
τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ
στοχασμῶν, ἀλλ’ οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας,
ἀπὸ τῶν Πλουτάρχου Στρωματέων ἐπὶ τοῦ παρόντος
ἐκθήσομαι. σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ
λογισμοῦ θέα τῶν δηλουμένων τὴν πρὸς ἀλλήλους
διάστασιν.
‘‘Θάλητα πρῶτον πάντων φασὶν ἀρχὴν τῶν
“ Μεθ’ ὃν Ἀναξίμανδρον, Θάλητος ἑταῖρον γενόμενον,
τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν
αὐτῶν. ὑπάρχειν δέ φησι τῷ μὲν σχήματι τὴν γῆν
κυλινδροιεδῆ, ἒχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη
τρίτον πρὸς τὸ πλάτος. φησὶ δὲ τὸ ἐκ τοῦ ἀιδίου
γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν
τοῦδε τοῦ κόσμου ἀποκριθῆναι, καί τινα ἐκ τούτου
φλογὸς σφαῖραν περιφυῆναι τῷ περὶ τὴν γῆν ἀέρι ὡς
τῷ δένδρῳ φλοιόν. ἧστινος ἀπορραγείσης καὶ εἴς
τινας ἀποκλεισθείσης κύκλους ὑποστῆναι τὸν ἥλιο.ν
ἐκ τοῦ τὰ μὲν ἄλλα δι’ ἑαυτῶν ταχὺ νέμεσθαι,
μόνον δὲ τὸν ἄνθρωπον πολυχρονίου δεῖσθαι τιθη-
νήσεως· διὸ καὶ κατ’ ἀρχὰς οὐκ ἄν ποτε τοιοῦτον ὂντα
διασωθῆνει. ταῦτα μὲν οὑν ὁ Ἀναξίμανδρος.
“Ἀναξιμένην δέ φασι τὴν τῶν ὅλων ἀρχὴν
τὸν ἀέρα εἰπεῖν, καὶ τοῦτον εἶναι τῷ μὲν γένει ἂπειρον,
ταῖς δὲ περὶ αὐτὸν ποιότησιν ὡρισμένον· γεννασθαί
τε πάντα κατά τινα πύκνωσιν τούτου καὶ
πάλιν ἀραίωσιν. τήν γε μὴν κίνησιν ἐξ αἰῶνος ὑπάρειν·
πιλουμένου δὲ τοῦ ἀέρος πρώτην γεγενῆσθαι
λέγει τὴν γῆν, πλατεῖαν μάλα· διὸ καὶ κατὰ λόγον
αὐτὴν ἐποχεῖσθαι τῷ ἀέρι· καὶ τὸν ἥλιον καὶ τὴν
σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὴν ἀρχὴν τῆς γενέσεως
κίνησιν λαβεῖν.”
“Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἰδίαν τινὰ ὁδὸν
οὐκ ἂν γένοιτο, οὐδ’ ἂν τὸ μὴ ὂν ποιήσαι τι, οὔτε
ὑπὸ τοῦ μὴ ὄντος γένοιτ’ ἂν τι. ἀποφαίνεται δὲ καὶ
τὰς αἰσθήσεις ψευδεῖς, καὶ καθόλου σὺν αὐταῖς καὶ
αὐτὸν τὸν λόγον διαβάλλει. ἀποφαίνεται δὲ καὶ τῷ
γῆν εἰς τὴν θάλασσαν χωρεῖν. φησὶ δὲ καὶ τὸν ἥλιον
ἐκ μικρῶν καὶ πλειόνων πυριδίων ἀθροίζεσθαι.
ἀποφαίνεται δὲ καὶ περὶ θεῶν ὡς οὐδεμιᾶς ἡγεμονίας
ἐν αὐτοῖς οὔσης· οὐ γὰρ ὃσιον δεσπόζεσθαί τινα τῶν
ἀκούειν δὲ καὶ ὁρᾶν καθόλου καὶ μὴ κατὰ μέρος. ἀποφαίνεται
δὲ καὶ τὴν γῆν ἄπειρον εἶναι, καὶ κατὰ πᾶν μέρος μὴ
περιέχεσθαι ὑπὸ ἀέρος· γίνεσθαι δὲ ἅπαντα ἐκ γῆς· τὸν
δὲ ἣλιόνφησι καὶ τὰ ἄλλα ἄστρα ἐκ τῶν νεφῶν γίνεσθαι.’
“Παρμενίδης δὲ ὁ Ἐλεάτης, ὁ ἑταῖρος Ξενοφάνους,
ἅμα μὲν καὶ τῶν τούτου δοξῶν ἀντεποιήσατο,
ἅμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησε στάσιν. ἀΐδιον
μὲν γὰρ τὸ πὰν καὶ ἀκίνητον ἀποφαίνεται καὶ
κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ
γένεσιν δὲ τῶν καθ’ ὑπόληψιν ψευδῆ δοκούντων
εἶναι καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας.
φησὶ δὲ ὅτι εἴ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ
ἔστιν ὄν· τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως
οὗν τὸ ὂν ἀγένητον ἀπολείπει· λέγει δὲ τὴν γῆν τοῦ
πυκνοῦ καταρρυέντος ἀέρος γεγονέναι.”
“Ζήνων δὲ ὁ Ἐλεάτης ἴδιον μὲν οὐδὲν ἐξέθετο, διηπόρησε δὲ περὶ τούτων ἐπὶ πλέον.’’
“Δημόκριτος ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ
πᾶν ἄπειρον, διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουρηῆσθαι·
ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει·
καὶ καθόλου, οἷον πᾶν ἐστι, ῥητῶς ἐκτίθεται μηδεμίαν
ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων,
ἄνωθεν δὲ ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι
δὲ ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει·
γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ’
ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου
τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι
ἐν αὐτῶ τὸ πῦρ.”
“Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος τὸν περὶ
θεῶν τῦφον πειρᾶται καταστέλλειν· ἀλλὰ καὶ οὐδὲν,
φησὶ, γίγνεται ἐκ τοῦ μὴ ὄντος, ὅτι τὸ πᾶν ἀεὶ τοιοῦτον
ἢν, καὶ ἔσται τοιοῦτον· ὅτι οὐδὲν ξένον ἐν τῷ
παντὶ ἀποτελεῖται παρὰ τὸν ἤδη γεγενημένον χρόνον
ἄπειρον· ὅτι πὰν ἐστι σῶμα, καὶ οὐ μόνον ἀμετάβλητον,
ἀλλὰ καὶ ἄπειρον· ὅτι τέλος τῶν ἀγαθῶν
ἡδονὴ.
“Ἀρίστιππος ὁ Κυρηναῖος τέλος ἀγαθῶν τὴν
ἡδονὴν, κακῶν δὲ τὴν ἀλγηδόνα· τὴν δὲ ἄλλην φυσιολογίαν
περιγράφει, μόνον ὠφέλιμον εἶναι λέγων
τὸ ζητεῖν
“Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος στοιχεῖα τὲσσαρα,
πῦρ, ὕδωρ, αἰθέρα, γαῖαν· αἰτίαν δὲ τούτων φιλίαν
καὶ νεῖκος. ἐκπρώτης φησὶ τῆς τῶν στοιχείων κράσεως
ἀποκριθέντα τὸν ἀέρα περιχυθῆναι κύκλῳ, μετὰ
καὶ ὀλίγου πυρὸς, ὃπερ οἴεται τὴν νύκτα εἶναι. τὴν
δέ φησι συστῆναι καθ’ ἑαυτὴν ἐκ τοῦ ἀπολειφθέωτος
ἀέρος ὑπὸ τοῦ πυρός· τοῦτον γὰρ παγῆναι,
καθάπερ καὶ τὴν χάλαζαν· τὸ δὲ φῶς αὐτὴν
σχεῖν ἀπὸ τοῦ ἡλίου. τὸ δὲ ἡγεμονικὸν οὔτε ἐν
κεφαλῇ οὔτε ἐν θώρακι, ἀλλ’ ἐν αἳματι· ὅθεν καθ’
ὅ τι ἂν μέρος τοῦ σώματος πλέον ᾖ παρεσπαρμένον
τὸ ἡγεμονικὸν, οἴεται κατ’ ἐκεῖνο προτερεῖν τοὺς
ἀνθρώπους.’
“Μητρόδωρος ὁ Χῖος ἀίδιον εἶναί φησι τὸ
πᾶν, ὅτι εἰ ἦν γενητὸν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν·
ἄπειρον δὲ, ὅτι ἀΐδιον, οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν
ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν
ἥλιον σβεννύναι αὐτόν· καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι.
χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον,
καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε
καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως, καὶ καθόλου
τὰς ἐκλείψεις ἀποτελεῖν.”
“ Διογενὴς ὁ Ἀπολλωνιάτης ἀέρα ὑφίσταται
στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα, ἀπείρους τε εἷναι
Τοιαύτη καὶ τῶν πανσόφων Ἑλλήνων τῶν
δὴ φυσικῶν φιλοσόφων ἐπικληθέντων ἡ περὶ τῆς
συστάσεως τοῦ παντὸς καὶ τῆς πρώτης κοσμογονίας
διάληψις, οὐ δημιουργὸν ἢ ποιητήν τινα τῶν
ὅλων ὑποστησαμένων, ἀλλ’ οὐδ’ ὅλως θεοῦ μνήμην
ποιησαμένων, μόνῃ δὲ τῇ ἀλόγῳ φορᾷ καὶ τῇ αὐτομάτῳ
κινήσει τὴν αἰτίαν τοῦ παντὸς ἀνατεθειμένων.
τοσαύτη δὲ αὐτῶν καὶ ἡ πρὸς ἀλλήλους ἐναντιότης,
ἐν μὲν οὐδενὶ ἀλλήλοις συμπεφωνηκότων, μάχης
“Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς
βὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος
ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς ἁπάντων φύσεως,
ἢ περὶ τῶν ἄλλων, ὡς οἶ πλεῖστοι, διελέγετο, σκοπῶν
ὃπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει,
καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων,
ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας
ἀπεδείκνυε.”
Καὶ ἐπιλέγει ἑξῆς
‘‘δὲ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν
μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς
δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι, τῶν τε περὶ τῆς πάντων
φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἕν μόνον
τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν
καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι,
τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτ’
ἀπόλλυσθαι.”
Ταῦθ’ ὁ Σωκράτης, ὡς ὁ Ξενοφῶν μαρτυρεῖ.
συνᾴδει δὲ καὶ ὁ Πλάτων’ τούτοις ἐν τῷ Περὶ
ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων
“Ἐγὼ γὰρ, ἔφη, ὠ Κέβης, νέος ὢν θαυμαστῶς
ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι
περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι εἶναι
ἐδόκει εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται
ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί ἔστι· καὶ
φρονοῦμεν, ἢ ὁ ἀὴρ, ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδὲν,
ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων ’τον
ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο
μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσς
τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι ἐπιστήμην.
καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ
οὕτω σφόδρα ἐτυφλώθην ὥστε ἀπέμαθον καὶ ταῦθ’
ἃ πρὸ τοῦ ᾤμην ειδέναι.”
Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος
Ἓλλησιν ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ
τοιάδε εἶναι ἐδόκει τὰ τῆς τῶν δηλωθέντων
Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς
αἰτίᾳ μνημονεύεται νῦν δέ μοι ἐπὶ τὸν Διόδωρον
μετάβα, καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώπων
θεολογίας ἱστορεῖ
“Τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ
παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον,
καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας,
ἑκατέρας τὴς προσηγοοίας.
υεθερμηνευομένων
γὰρ τούτων εἰς τὸν Ελληνικὸν τῆς διαλέκτου
τρόπον εἶναι μὲν τὸν Ὂσιριν πολυόφθλμον, εἰκότως·
πάντη γὰρ ἐπιβαλλοντα τὰς ἀκτῖνας ὡσπερ πολλοῖς
ὀφθαλμοῖς βλέπειν ἂπασαν γῆν καὶ θάλατταν· καὶ
τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις,
τῶν δὲ παρ’ Ἓλλησι παλαιῶν μυθολόγων τινὲς
ἔπεσί φησιν
φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος
ἀπὸ τῆς τῶν ἄστρων ποικιλίας περιῆφθαι.
τὴν δὲ
Ἰσιν μεθερμηνευομένη εἶναι παλαιὰν, τεθειμένης
τῆς προσηγορίας τῇ σελήνῃ ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς
γενέσεως· κέρατα δ’ αὐτῇ περιτιθέασιν ἀπό τε
τῆς ὄψεως, ἣν ἔχουσα φαίνεται καθ’ ὃν ἂν χρόνον
ὑπάρχῃ μηνοειδὴς, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ
Τοιαῦτα μὲν οὖν καὶ ταῦτα. ἔχεις δὲ καὶ ἐν
τῇ Φοινικικῇ θεολογίᾳ ὡς ἄρα Φοινίκων οἶ πρῶτοι
φυσικοὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας
ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς
μόνους ἐγίνωσκον, καὶ ὅτι τούτοις οἶ παλαίτατοι τὰ
τῆς γῆς ἀφιέρωσαν βλαστήματα, καὶ θεοὺς ἐνόμισαν,
καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὧν αὐτοί τε διεγίνοντο
τελευτῇ, καθ’ ἣν τοῦ ζῆν ἀπήρχοντο.
αὗται δ’
ἦσαν αἶ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν
ἀσθενείᾳ καὶ ψυχῆς ἔτι ἀτολμίᾳ. ταῦτα καὶ ἡ Φοινί-
χρώμενος, παρατίθεται
“Ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφ’
οὗ τό γε πάντων λογιώτατον γένος, ὥς φησι Θεόφραστος,
καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν
χώραν κατοικοῦν, ἤρξαντο οἱ πρῶτοι ἐφ’ ἑστίας τοῖς
οὐρανίοις θεοῖς θύειν, οὐ σμύρνης οὐδὲ κασίας καὶ
λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ
ἀπήρξατο τοῖς θεοῖς·)
οὐ τούτων οὖν ἔθυον πρόερον,
ἀλλὰ χλόης οἱονεί τινα τῆς γονίμου φύσεως
χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ
ζῴων ἀνέδωκεν ἡ γῆ, τῶν δένδρων δὲ πολὺ πρόσθεν
τὴν ἐπέτειον γεννωμένην πόαν· ἧς δρεπόμενοι φύλλα
καὶ ῥίζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοῦς
κατέκαιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους
θεοὺς τῇ θυσίᾳ δεξιούμενοι, καὶ τοῦ πυρὸς ἀπαθανατίςοντες
αὐτοῖς τὰς τιμάς.
τούτοις γὰρ καὶ τὸ
πῦρ ἀθάνατον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὂν μάλιστα
τοσοῦτον 30]
Ταῦτα εἰπὼν ἐπιλέγει μεθ’ ἕτερα
“Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς
ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινοτάτων
θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς
δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν
τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς
βωμοὺς αἱμαξάντων.”
Τοσαῦτα καὶ ὁ Πορφύριος οὐ μᾶλλον ἢ ὁ
Θεόφραστος. ἐπισφράγισμα δὲ τοῦ λόγου γένοιτ’
ἂν ἡμῖν ὁ Πλάτων’ ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰφημένων
αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς
ῥῆμα
Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν
περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι,
οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην
καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ
ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ
ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι.”
Ἀλλ’ ὅτι μὲν οἱ πρῶτοι καὶ παλαίτατοι τῶν
ἀνθρώπων οὔτε ναῶν οἰκοδομίαις προσεῖχον οὔτε
ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς οὐδὲ πλαστικῆς
ἢ γλυπτικῆς ἢ ἀνδριαντοποιητικῆς τέχνης
ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς οὐδὲ ἀρχιτεκτονικῆς
πω συνεστώσης, παντί τῳ οἶμαι συλλογιζομένῳ
δῆλον εἶναι.
ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα
Ἕλλησιν, ἀλλ’ οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν
ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν
τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ’ ἡμᾶς διδάσκουσι
λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ’ ἀρχὰς
τὴν τῶν ὁρωμενων φωστήρων τιμὴν ἀπονενεμῆσθαι
περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραςιων γένει τὴν ἐποπτείαν
ἀληθοῦς εὐσεβείας.
οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδ’ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρρένων τε καὶ θηλειῶν κατονομασίας.
εἱ γοῦν προσηγορίαι
καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα
οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ’ οὐδὲ δαιμόνων
καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι
καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαιμονίας.
ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς
ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος
πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη
μὲν ἀπὸ Φοινίκων καὶ· Αἰγυπτίων , διαβᾶσα δὲ ἐκ
τῶν Φοινικικῶν ἀρξαμένους.
Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαίτατος
καὶ τῶν Τρωικῶν χρόνων, ὥς φασι, πρεσβύτερος,
ὃν καὶ ἐπ’ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς
ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. Φίλων
δὲ τούτου πᾶσαν τὴν συγγραφὴν ὁ Βύβλιος, οὐχ ὁ
Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ
τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. μέμνηται τούτων ὁ καθ’
πρὸς λέξιν
“ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα,
ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα,
Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ
ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ τοῦ
Ἰευώ· ὃς Ἀβιβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν
ἀναθεὶς ὑπ’ ἐκείνου καὶ τῶν κατ’ αὐτὸν ἐξεταστῶν
τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι
σιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ κατὰ
τὴν Φοινίκων διάλεκτον φιλαληθῶς πᾶσαν τὴν παλαιὰν
ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ
Βύβλιος.”
Ταῦτα μὲν ὁ δηλωθεὶς, ἀλήθειαν ὁμοῦ καὶ
παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. ὁ δὲ προιὼν,
οὐ τὸν ἐπὶ πάντων θεὸν, οὐδὲ μὴν θεοὺς τοὺς κατ’
οὐρανὸν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν
τρόπον ἀστείους, οἴους δι’ ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι
ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ
καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους Θεολογεῖ.
καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι,
ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ
Σαγχουνιάθωνος πραγματείαν διελὼν, κατὰ τὸ προοίμιον
τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει
περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα
“Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων,
ἀνὴρ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος, καὶ
τὰ ἐξ ἀρχῆς, ἀφ’ οὗ τὰ πάντα συνέστη, παρὰ πάντων
εἰδέναι ποθῶν, πολυφροντίστως ἐξεμάστευσε τὰ
Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ’ ἡλίῳ γεγονότων πρῶτός
ἐστι Τάαυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας
καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας, καὶ
ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὃν
Ἑρμῆν δὲ Ἓλληνες μετέφρασαν.”
Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς νεωτέροις
“Ἀλλ’ οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ
μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας
δὲ καὶ μύθους ἐπινοήσαντες καὶ τοῖς κοσμι-
κοῖς παθήμασι συγγένειαν πλασάμενοι μυστήρια κατέστησαν,
ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ’ ἀλήθειαν γενόμενα· ὁ
δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀπο-
κρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ
οὐκ ἦν πᾶσι γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς
ἤσκησε· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ’
ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος,
ἐξηνύσατο τὴν πρόθεσιν, ἴως πάλιν οἱ ἐπιγενόμενοι
ἱερεῖς χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι,
καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ
τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς
Ἓλληνας.”
Τούτοις ἑξῆς φησιν
“Ταῦθ’ ἡμῖν εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων
ποθοῦσι, καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην,
οὐχὶ τὴν παρ’ Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονεικότεον
ὑπ’ ἐνίων μᾶλλον ἢ πρὸς ἀλήθειαν
συντεθεῖσα.
Καὶ μεθ’ ἕτερα
Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη ὡς
ἐκεῖνος γέγραφε, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ’ Ἓλλησι.
περὶ ἧς μοι τρία πεφιλοτίμηται βιβλία τὴν d
ἐπιγραφὴν ἔχοντα Παραδόξου ἱστορίας.”
Καὶ αὖθις μεθ’ ἕτερα ἐπιλέγει
“Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις
σαφήνειαν, καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν ὅτι
οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ Φοίνικές
τε καὶ Αἰγύπτιοι, παρ’ ὧν καὶ οἱ λοιποὶ παρέλαβον
ἄνθρωποι, θεοὺς ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς
τὴν βιωτικὴν χρείαν εὑρόντας, ἢ καὶ κατά τι εὖ
ποιήσαντας τὰ ἔθνη· εὐεργέτας τε τούτους καὶ πολλῶν
αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς θεοὺς προσεκύνουν,
καὶ εἰς τὸ χρεὼν μεταστάντας ναοὺς κατασκευασάμενοι,
ὀνόματος αὐτῶν, καὶ ταῦτα μεγάλως σεβόμενοι, καὶ
ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως
δὲ καὶ ἀπὸ τῶν σφετέρων βασιλέων τοῖς κοσμικοῖς
στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς
ὀνομασίας ἐπέθεσαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην
καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα
καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον,
ὥστ’ αὐτοῖς τοὺς μὲν θνητοὺς, τοὺς δὲ ἀθανάτους
θεοὺς εἷναι.”
Ταῦτα κατὰ τό προοίμιον ὁ Φίλων διαστειλάμενος
ἐξῆς ἀπάρχεται τῆς τοὐ Σαγχουνιάθωνος
ἑρμηνείας, ὧδέ πως τὴν Φοινικικὴν ἐκτιθέμενος
θεολογίαν
“ Τὴν τῶν ὅλων ἀρχὴν ὑποτίθεται ἀέρα ζο
c φώδη καὶ πνευματώδη, ἢ πνοὴν ἀέρος ζοφώδους,
καὶ χάος θολερὸν, ἐρεβῶδες. ταῦτα δὲ εἶναι ἄπειρα
καὶ διὰ πολὺν αἰῶνα μὴ ἔχειν πέρας. ὅτε δὲ, φησὶν,
ἠράσθη τὸ πνεῦμα τῶν ἰδίων ἀρχῶν καὶ ἐγένετο
σύγκρασις, ἡ πλοκὴ ἐκείνη ἐκλήθη πόθος. αὕτη δὲ
ἀρχὴ κτίσεως ἁπάντων. αὐτὸ δὲ οὐκ ἐγίνωσκε τὴν
αὐτοῦ κτίσιν, καὶ ἐκ τῆς αὐτοῦ συμπλοκῆς τοῦ πνεύματος
ἐγένετο Μώτ.
τοῦτό τινές φασιν ἰλὺν, οἷ
κατόπται. καὶ ἀνεπλάσθη ὁμοίως ᾠοῦ σχήματι, καὶ
Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία, ἄντικρυς
ἀθεότητα εἰσάγουσα· ἴδωμεν δὲ ἐξῆς ὡς καὶ τὴν
ζωογονίαν ὑποστῆναι λέγει. φησὶν οὑν
“Καὶ τοῦ ἀέρος διαυγάσαντος, διὰ πύρωσιν
καὶ τῆς θαλάσσης καὶ τῆς γῆς ἐγένετο πνεύματα καὶ
νέφη καὶ οὐρανίων ὑδάτων μέγισται καταφοραὶ καὶ
χύσεις. καὶ ἐπειδὴ διεκρίθη, καὶ τοῦ ἰδίου τόπου
διεχωρίσθη διὰ τὴν τοῦ ἡλίου πύρωσιν, καὶ πάντα
συνήντησε πάλιν ἐν ἀέρι τάδε τοῖσδε, καὶ συνέρραξαν,
βρονταί τε ἀπετελέσθησαν καὶ ἀστραπαὶ, καὶ
πρὸς τὸν πάταγον τῶν βροντῶν τὰ πριγεγραννέβα
καὶ ἐκινήθη ἔν τε γῇ καὶ θαλάσσῃ ἄρρεν καὶ
θῆλυ.”
Τοιαύτη αὐτοῖς καὶ ἡ ζωογονία. τούτοις ἐξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει λέγων
“Ταῦθ’ ηὑρέθη ἐν τῇ κοσμογονίᾳ γεγραμμένα
Τααύτου καὶ τοῖς ἐκείνου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν
καὶ τεκμηρίων ὧν ἑώρακεν αὐτοῦ ἡ διάνοια
καὶ ηὗρε καὶ ἡμῖν ἐφώτισεν.’
Ἑξῆς τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν νότοου
“Ἀλλ’ οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς
βλαστήματα καὶ θεοὺς ἐνόμισαν, καὶ προσεκύνουν
ταῦτα, ἀφ’ ὦν αὐτοί τε διεγένοντο καὶ οἶ ἑπόμενοι,
Καὶ ἐπιλέγει
“Αὗται δ᾿ ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως
ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἀτολμίᾳ. εἶτά
φησι γεγενῆσθαι ἐκ τοῦ Κολπία ἀνέμου καὶ γυναικὸς
Βάαυτ, τοῦτο δὲ νύκτα ἑρμηνεύει, Αἰῶνα καὶ
Πρωτόγονον, θνητοὺς ἄνδρας, οὕτω καλουμένους·
καὶ οἰκῆσαι τὴν Φοινίκην· αὐχμῶν δὲ γενομένων
τὰς χεῖρας εἰς οὐρανὸν ὀρέγειν πρὸς τὸν ἥλιον.
τοῦτον γὰρ (φησὶ) θεὸν ἐνόμιζον μόνον οὐρανοῦ κύριον.
Βεελσάμην καλοῦντες, ὅ ἐστι παρὰ Φοίνιξι κύριος
οὐρανοῦ, Ζεὺς δὲ παρ᾿ Ἕλλησι.”
Μετὰ δὲ ταῦτα πλάνην Ἕλλησιν αἰτιᾶται λέγων
“Οὐ γὰρ ματαίως αὐτὰ πολλαχῶς διεστειλάμεθα,
σιν ὀνομάτων, ἅπερ οἱ Ἕλληνες ἀγνοήσαντες ἄλλως
ἐξεδέξαντο, πλανηθέντες τῇ ἀμφιβολίᾳ τῆς
μεταφράσεως.”
Ἑξῆς φησιν
“Ἀπὸ Γένους Αἰῶνος καὶ Πρωτογόνου γεννηθῆναι
αὖθις παῖδας θνητοὺς, οἷς εἶναι ὀνόματα Φῶς
καὶ Πύρ καὶ Φλόξ. οὗτοι (φησὶν) ἐκ παρατριβῆς
ξύλων εὗρον πῦρ καὶ τὴν χρῆσιν ἐδίδαξαν. υἱοὺς
δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας,
ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη ὧν ἐκράτησαν,
ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον, καὶ τὸν
Λίβανον, καὶ τὸν Ἀντιλίβανον, καὶ τὸ Βραθύ. ἐκ
τούτων (φησὶν) ἐγεννήθη Σαμημροῦμος, ὁ καὶ Ὑψου-
Εἶτά φησι
“Τὸν Ὑψουράνιον οἰκῆσαι Τυρὸν, καλύβας τε
ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου,
στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὔσωνον, ὃς
τῷ σώματι ·πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσε συλλαβεῖν
θηρίων εὗρε. ῥαγδαίων δὲ γενομένων ὄμβρων
καὶ πνευμάτων παρατριβέντα τὰ ἐν τῇ Τυρῷ δένδρα
πῦρ ἀνάψαι καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι. δένδρου
δὲ λαβόμενον τὸν Οὒσωον καὶ καὶ ἀποκλαδεσαντα
πρῶτον τολμῆσαι εἰς θάλατταν ἐμβῆναι· ἀνιερῶσαι
τούτων δὲ τελευτησάντων τοὺς ἀπολειφθέντας φησὶ
ῥάβδους αὐτοῖς ἀφιερῶσαι, καὶ τὰς στήλας προσκυνεῖν,
καὶ τούτοις ἑορτὰς ἄγειν κατ’ ἔτος. χρόνοις δὲ
ὕστερον πολλοῖς ἀπὸ τῆς Ὑψουρανίου γενεᾶς γενέσθαι
Ἀγρέα καὶ Ἁλιέα, τοὺς ἄγρας καὶ ἁλείας εὑρετᾶς,
ἐξ ὧν κληθῆναι ἀγρευτὰς καὶ ἁλιεῖς· ἐξ ὧν γενέσθαι
καὶ σχεδίαν, πρῶτόν τε πάντων ἀνθρώπων πλεῦσαι·
διὸ καὶ ὡς θεὸν αὐτὸν μετὰ θάνατον ἐσεβάσθησαν.
καλεῖσθαι δὲ αὐτὸν καὶ Δία μειλίχιον· οἶ δὲ τοὺς
ἀδελφοὺς αὐτοῦ τοίχους φασὶν ἐπινοῆσαι ἐκ πλίνθων.
μετὰ ταῦτ’ ἐκ τοῦ γένους τούτων γενέσθαι
νεανίας δύο, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν Τεχνίτην,
τὸν δὲ Γήινον αὐτόχθονα οὗτοι ἐπενόησαν τῷ πηλῷ
τῆς πλίνθου συμμιγνύειν φορυτὸν καὶ τῷ ἡλίῳ
ἐπενόησαν δὲ οὗτοι αὐλὰς προστιθέναι
τοῖς οἴκοις καὶ περιβόλαια καὶ σπήλαια. ἐκ τούτων
ἀγρόται καὶ κυνηγοί. οὗτοι δὲ καὶ Ἄληται καὶ Τιτᾶνες
γενέσθαι Μισὼρ καὶ Συδὺκ, τουτ’ ἐστιν εὔλυτον
καὶ δίκαιον. οὗτοι τὴν τοῦ ἁλὸς χρῆσιν εὗρον.
ἀπὸ Μισὼρ Τάαυτος, ὃς εὗρε τὴν τῶν πρώτων
στοιχείων γραφήν· ὃν Αἰγύπτιοι μὲν Θωὺθ, Ἀλεξανδρεῖς
δὲ Θὼθ, Ἓλληνες δὲ Ἑρμῆν ἐκάλεσαν. ἐκ δὲ
τοῦ Συδὺκ Διόσκουροι, ἢ Κάβειροι, ἢ Κορύβαντες,
ἢ Σαμοθρᾷκες. οὗτοι φησὶ) πρῶτοι πλοῖον εὗρον.
ἐκ τούτων γεγόνασιν ἕτεροι, οἳ καὶ βοτάνας εὗρον
καὶ τὴν τῶν δακετῶν ἴασιν καὶ ἐπῳδάς. κατὰ τούτους
γίνεταί τις Ἐλιοῦν καλούμενος Ὕψιστος, καὶ Θήλεια
λεγομένη Βηρούθ· οἱ καὶ κατῴκουν περὶ Βύβλον.
ἐξ ὧν γεννᾶται Ἐπίγειος αὐτόχθων, ὃν ὕστερον
ἐκάλεσαν Οὐρανόν· ὡς ἀπ’ αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς
στοιχεῖον δι’ ὑπερβολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν.
γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων,
ἣ καὶ ἐκλήθη Γῆ. καὶ διὰ τὸ κάλλος αὐτῆς
φησὶν) ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. ὁ δὲ τούτων
πατὴρ ὁ Ὕψιστος ἐν συμβολῇ θηρίων τελευτήσας
ἀφιερώθη, ᾧ χοὰς καὶ θυσίας οἱ παῖδες ἐτέλεσαν.
παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχὴν
ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ
βίας ὅτε καὶ ἐβούλετο ἐπιὼν καὶ πλησιάζων αὐτῇ,
προελθὼν ὁ Κρόνος Ἑρμῇ τῷ τρισμεγίστῳ συμβούλῳ
καὶ βοηθῷ χρώμενος, οὕτος γὰρ ἣν αὐτῷ γραμμα-
τεὺς, τὸν πατέρα Οὐρανὸν ἀμύνεται, τιμωρῶν τῇ
μητρί.
Κρόνῳ δὲ γίνονται παῖδες Περσεφόνη
καὶ Ἀθηνᾶ. ἡ μὲν οὖν πρώτη παρθένος ἐτελεύτα,
τῆς δὲ Ἀθηνᾶς γνώμῃ καὶ Ἑρμοῦ κατεσκεύασε Κρόνος
ἐκ σιδήρου ἅρπην καὶ δόρυ. εἶτα ὁ Ἑρμῆς τοῖς
τοῦ Κρόνου συμμάχοις λόγους μαγείας διαλεχθεὶς
πόθον ἐνεποίησε τῆς κατὰ τοῦ Οὐρανοῦ μάχης ὑπὲρ
τῆς Γῆς. καὶ οὕτω Κρόνος τὸν Οὐρανὸν πολέμῳ
συμβαλὼν τῆς ἀρχῆς ἤλασε καὶ τὴν βασιλείαν διεδέξατο.
ἑάλω δὲ καὶ ἐν τῇ μάχῃ ἡ ἐπέραστος τοῦ
τίκτει δὲ
τούτῳ ὃ κατὰ γαστρὸς ἐξ Οὐρανοῦ ἔφερεν, ὅ καὶ ἐκάεσε
Δημαροῦν. ἐπὶ τούτοις ὁ Κρόνος τεῖχος περιβάλει
τῇ ἑαυτοῦ οἰκήσει, καὶ πόλιν πρώτην κτίζει
τὴν ἐπὶ Φοινίκης Βύβλον.
μετὰ ταῦτα τὸν ἀδελὸ
τὸν ἴδιον Ἄτλαντα ὑπονοήσας ὁ Κρόνος μετὰ
γνώμης τοῦ Ἑρμοῦ εἰς βάθος γῆς ἐμβαλὼν κατέχωσε
κατὰ τοῦτον τὸν χρόνον οἶ ἀπὸ τῶν Διοσκούρων
σχεδίας καὶ πλοῖα συνθέντες ἒπλευσαν, καὶ ἐκριφέντες
περὶ τὸ Κάσσιον ὅρος ναὸν αὐτόθι ἀφιέρωσαν. οἱ δὲ
Κρόνος δὲ υἱὸν ἔχων Σάδιδον ἰδίῳ αὐτὸν σιδή-
ρῳ διεχρήσατο, δι’ ὑπονοίας αὐτὸν ἐσχηκὼς, καὶ τῆς
c ψυχῆς, αὐτόχειρ τοῦ παιδὸς γενόμενος, ἐστέρησεν·
ὡσαύτως καὶ θυγατρὸς ἰδίας τὴν κεφαλὴν ἀπέτεμεν,
ὡς πάντας ἐκπεπλῆχθαι θεοὺς τὴν Κρόνου γνώμην.
χρόνου δὲ προἰ·όντος Οὐρανὸς ἐν φυγῇ τυγχάνων
θυγατέρα αὐτοῦ παρθένον Ἀστάρτην μεθ’ ἑτέρων
ἀδελφῶν αὐτῆς δύο, Ῥέας καὶ Διώνης, δόλῳ τὸν
Κρόνον ἀνελεῖν ὑπομέμπει· ἃς καὶ ἑλὼν ὁ Κρόνος
κουριδίας γαμετὰς ἀδελφὰς οὔσας ἐποιήσατο.
γνοὺς
δὲ Οὐρανὸς ἐπιστρατεύει κατὰ τοῦ Κρόνου Εἱμαρμένην
καὶ Ὥραν μεθ’ ἑτέρων συμμάχων, καὶ ταύτας
δὲ φησὶν) ἐπενόησε θεὸς Οὐρανὸς βαιτύλια, λίθους
ἐμψύχους μηχανησάμενος. Κρόνῳ δὲ ἐγένοντο ἀπὸ
Ἀστάρης θυγατέρες ἑπτὰ Τιτανίδες ἢ Αρτέμιδες.
καὶ πάλιν τῷ αὐτῷ γίνονται ἀπὸ Ῥέας παῖδες
ἑπτὰ, ὧν ὁ νεώτατος ἅμα τῇ γενέσει ἀφιερώθη· καὶ
ἀπὸ Διώνης θήλειαι, καὶ ἀπὸ Ἀστάρτης πάλιν ἂρρενες
δύο, Πόθος καὶ Ἒρως.
ὁ δὲ Δαγὼν, ἐπειδὴ εὗρε σῖτον καὶ ἄροτρον, ἐκλήθη Ζεὺς Ἀρότρις. Συδύκῳ δὲ, τῷ λεγομένῳ δικαίῳ, μία τῶν Τιτανίδων συνελθοῦσα γεννᾷ τὸν Ἀσκληπιόν.
ἐγεννήθησαν
ἀπὸ δὲ τοῦ Πόντου γίνεται
Σιδῶν, ἣ καθ’ ὑπερβολὴν εὐφωνίας πρώτη
ὕμνον ᾠδῆς εὗρε, κα; Ποσειδῶν. τῷ δὲ Δημαροῦντι
γίνεται Μέλκαθρος, ὁ καὶ Ἡρακλῆς.
εἶτα πάλιν
ἔτει δὲ τριακοστῷ δευτέρῳ τῆς
ἑαυτοῦ κρατήσεως καὶ βασιλείας ὁ Ἦλος, τοῦτ᾿ ἔστιν
ὁ Κρόνος, Οὐρανὸν τὸν πατέρα λοχήσας ἐν τόπῳ τινὶ
ἀπέσταξεν αὐτοῦ τὸ αἷμα τῶν αἰδοίων εἰς τὰς πηγὰς
καὶ τῶν ποταμῶν τὰ ὕδατα, καὶ μέχρι τούτου δείκνυται
τὸ χωρίον.”
Τοσαῦτα μὲν δὴ τὰ τοῦ Κρόνου, καὶ τοιαῦτά
γε τὰ σεμνὰ τοῦ παρ᾿ Ἕλλησι βοωμένου βίου τῶν
ἐπὶ Κρόνου, οὓς καί φασι γεγονέναι πρῶτον χρύσεον
“Ἀστάρτη δὲ ἡ μεγίστη καὶ Ζεὺς Δημαροῦς
καὶ Ἄδωδος βασιλεὺς θεῶν ἐβασίλευον τῆς χώρας
Κρόνου γνώμῃ. ἡ δὲ Ἀστάρτη ἐπέθηκε τῇ ἰδίᾳ κεφαλῇ
βασιλείας παράσημον κεφαλὴν ταύρου· περινοστοῦσα
δὲ τὴν οἰκουμένην εὗρεν ἀεροπετῆ ἀστέρα,
ὃν καὶ ἀνελομένη ἐν Τύρῳ τῇ ἁγίᾳ νήσῳ ἀφιέρωσε.
τὴν δὲ Ἀστάρτην Φοίνικες τὴν Ἀφροδίτην εἶναι
λοιμοῦ δὲ γενομένου καὶ φθορᾶς τὸν
ἑαυτοῦ μονογενῆ υἱὸν Κρόνος Οὐρανῷ τῷ πατρὶ ὁλο-
καρποῖ, καὶ τὰ αἰδοῖα περιτέμνεται, ταυτὸν ποιῆσαι
καὶ τοὺς ἅμ᾿ αὐτῷ συμμάχους καταναγκάσας,
καὶ
μετ᾿ οὐ πολὺ ἕτερον αὐτοῦ παῖδα ἀπὸ ῾Ρέας ὀνομαζό-
καὶ ἐπὶ
τούτοις ὁ Κρόνος Βύβλον μὲν τὴν πόλιν θεᾷ Βααλτίδι,
τῇ καὶ Διώνῃ, δίδωσι, Βηρυτὸν δὲ Ποσειδῶνι
τοῦ Πόντου λείψανα εἰς τὴν Βηρυτὸν ἀφιέρωσαν.
πρὸ δὲ τούτων θεὸς Ταυθὸς μιμησάμενος τῶν
συνόντων θεῶν ὄψεις, Κρόνου τε καὶ Δαγῶνος καὶ
τῶν λοιπῶν, διετύπωσεν τοὺς ἱεροὺς τῶν στοιχείων
χαρακτῆρας. ἐπενόησε δὲ καὶ τῷ Κρόνῳ παράσημα
βασιλείας ὄμματα τέσσαρα ἐκ τῶν ἐμπροσθίων καὶ
ὀπισθίων μερῶν, * * * δύο δὲ ἡσυχῆ μύοντα, καὶ ἐπὶ
τῶν ὤμων πτερὰ τέσσαρα, δύο μὲν ὡς ἱπτάμενα, δύο
δὲ ὡς ὑφειμένα.
τὸ δὲ σύμβολον ἦν, ἐπειδὴ
Κρόνος κοιμώμενος ἔβλεπε, καὶ ἐγρηγορὼς ἐκοιμᾶτο ·
καὶ ἓν ἐπὶ τῆς αἰσθήσεως.
ἐλθὼν δὲ ὁ Κρόνος
εἰς νότου χώραν ἅπασαν τὴν Αἴγυπτον ἔδωκε θεῷ
Ταυθῷ, ὅπως βασίλειον αὐτῷ γένηται. ταῦτα δὲ
Ἀσκληπιὸς, ὡς αὐτοῖς ἐνετείλατο θεὸς Ταυθός.
ταῦτα πάντα ὁ Θαβίων, ὃς πάμπρωτος τῶν ἀπ’
αἰῶνος γεγονότων Φοινίκων ἱεροφάντης ἀλληγορῄ
σας, τοῖς τοῖς τε φυσικοῖς καὶ κοσμικοῖς πάθεσιν
ξας, παρέδωκε τοῖς ὀργεῶσι καὶ τελετῶν κατάρχουσι
προφήταις· οἱ δὲ τὸν τῦφον αὔξειν ἐκ παντὸς ἐπι-
νοοῦντες τοῖς αὐτῶν διαδόχοις παρέδοσαν καὶ τοῖς
Εἶσ᾿ ἑξῆς αὖθις ἐπιλέγει
‟ Οἱ δὲ Ἑλληνες εὐφυίᾳ πάντας ὑπερβαλλόμενοι
τὰ μὲν πρῶτα πλεῖστα ἐξιδιώσαντο, εἶτα καὶ τοῖς προκοσμήμασι
ποικίλως ἐξετραγῴδησαν, ταῖς τε τῶν μύθων
ἡδοναῖς θέλγειν ἐπινοοῦντες παντοίως ἐποίκιλλον.
ἔνθεν Ἡσίοδος οἵ τε κυκλικοὶ περιηχημένοι
θεογονίας καὶ γιγαντομαχίας καὶ Τιτανομαχίας ἔπλασαν
ἰδίας καὶ ἐκτομὰς, οἷς συμπεριφερόμενοι ἐξενίκησαν
τὴν ἀλήθειαν.
σύντροφοι δὲ τοῖς ἐκείνων
πλάσμασιν αἱ ἀκοαὶ ἡμῶν γενόμεναι , καὶ προληφθεῖσαι
ἣν παρεδέξαντο μυθοποιίαν, καθάπερ καὶ
ἀρχόμενος εἶπον, ἥτις συνεργηθεῖσα χρόνῳ δυσεξίτητον
αὐτῆς τὴν κατοχὴν εἴργασται, ὥστε τὴν μὲν
ἀλήθειαν δοκεῖν λῆρον , τὸ δὲ τῆς ἀφηγήσεως νόθον
ἀλήθειαν."
Ταῦτα ἀπὸ τῆς Σαγχουνιάθωνος προκείσθω
γραφῆς, ἑρμηνευθείσης μὲν ὑπὸ Φίλωνος τοῦ Βυβλίου,
δοκιμασθείσης δὲ ὡς ἀληθοῦς ὑπὸ τῆς Πορφυρίου
τοῦ φιλοσόφου μαρτυρίας. ὁ δ’ αὐτὸς ἐν τῷ b
περὶ Ἰουδαίων συγγράμματι ἔτι καὶ ταῦτα περὶ τοῦ
Κρόνου γράφει
‟ Ταυθὸς, ὃν Αἰγύπτιοι Θωὺθ προσαγορεύουσι,
σοφίᾳ διενεγκὼν παρὰ τοῖς Φοίνιξι, πρῶτος τὰ
κατὰ τὴν θεοσέβειαν ἐκ τῆς τῶν χυδαίων ἀπειρίας
εἰς ἐπιστημονικὴν ἐμπειρίαν διέταξεν. ᾧ μετὰ γενεὰς
πλείους θεὸς Σουρμουβηλὸς Θουρώ τε ἡ μετονομασθεῖσα
Εὔσαρθις ἀκολουθήσαντες κεκρυμμένην τοῦ
Καὶ μετὰ βραχέα φησίν
‟Ἔθος ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς
τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ
ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως
ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι, λύτρον τοῖς τιμωροῖς
δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς.
Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἠλον προσαγορεύουσι,
βασιλεύων τῆς χώρας, καὶ ὕστερον μετὰ τὴν
τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθεὶς
, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης
κατειληφότων τὴν χώραν, βασιλικῷ κοσμήσας σχήματι
τὸν υἱὸν βωμόν τε κατασκευάσας ἄσμενος κατέθυσεν. "
Ὁ δ’ αὐτὸς πάλιν περὶ τῶν Φοινίκων στοιχείων
ἐκ τῶν Σαγχουνιάθωνος μεταβαλὼν θέα ὁποῖά
φησι περὶ τῶν ἑρπυστικῶν καὶ ἰοβόλων θηρίων, ἃ
δὴ χρῆσιν μὲν ἀγαθὴν ἀνθρώποις οὐδεμίαν συντελεῖ,
φθορὰν δὲ καὶ λύμην οἷς ἂν τὸν δυσαλθῆ καὶ χαλεπὸν
ἰὸν ἐγχρίμψειεν ἀπεργάζεται. γράφει δὲ καὶ
ταῦτα πρὸς λέξιν ὧδέ πως λέγων
‟ Τὴν μὲν οὖν τοῦ δράκοντος φύσιν καὶ τῶν
χειρῶν ἢ ἄλλου τινὸς τῶν ἔκτοσθεν, δι’ ὧν τὰ λοιπὰ
ζῷα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων
καὶ πολυχρονιώτατον
δέ ἐστιν, οὐ μόνον τε ἐκδυόμενον τὸ
γήρας νεάζειν, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείξονα
πέφυκε· καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ,
εἰς ἑαυτὸν ἀναλίσκεται , ὡς ἐν ταῖς ἱεραῖς ὁμοίως
αὐτὸς ὁ Ταυθὸς κατέταξε γραφαῖς. διὸ καὶ ἐν ἱεροῖς
τοῦτο τὸ ζῷον καὶ ἐν μυστηρίοις συμπαρείληπται.
εἴρηται δὲ ἡμῖν περὶ αὐτοῦ ἐν τοῖς ἐπιγραφομένοις
Ἐθωθιῶν ὑπομνήμασιν ἐπὶ πλέον· ἐν οἷς κατασκευάξεται
ὅτι ἀθάνατον εἴη, καὶ ὡς εἰς ἑαυτὸν ἀναλύεται,
ὥσπερ πρόκειται· οὐ γὰρ θνήσκει ἰδίῳ θανάτῳ,
εἰ μὴ βίᾳ τινὶ πληγὲν, τοῦτο τὸ ζῷον. Φοίνικες
κνὴφ ἐπονομάζουσι · προστιθέασι δὲ αὐτῷ
ἱέρακος κεφαλὴν, διὰ τὸ πρακτικὸν τοῦ ἱέρακος.
καί φησιν ὁ Ἐπήεις ἀλληγορῶν , (ὁ ὀνομασθεὶς
παρ’ αὐτοῖς μέγιστος ἱεροφάντης καὶ ἱερογραμματεὺς,
ὃν μετέφρασεν Ἄρειος Ἡρακλεοπολίτης) κατὰ λέξιν
οὕτως · ῾ τὸ πρῶτον ὂν θειότατον ὄφις ἐστὶν ἱέρακος
ἔμφασιν διδοὺς
ὁ Ἐπήεις ὅτι καὶ διάπυρόν ἐστι διὰ τοῦ φάναι
῾διηύγασε᾿ · φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάσαι. παρὰ
Φοινίκων δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς
ἐθεολόγησε περὶ τοῦ πιρ᾿ αὐτῷ λεγομένου Ὀφίονος
θεοῦ καὶ τῶν Ὀφιονιδῶν , περὶ ὧν αὖθις λέξομεν.
ἔτι μὴν οἱ Αἰγύπτιοι ἀπὸ τῆς αὐτῆς ἐννοίας τὸν
κόσμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν
χαράσσουσι, καὶ μέσα τεταμένον ὄφιν ἱερακόμορφον ·
καὶ ἔστι τὸ πᾶν σχῆμα ὡς τὸ παρ’ ἡμῖν
καὶ Ζωροάστρης δὲ ὁ μάγος ἐν τῇ ἱερᾷ
συναγωγῇ τῶν Περσικῶν φησι κατὰ λέξιν ῾ ὁ δὲ θεός
ἐστι κεφαλὴν ἔχων ἱέρακος. οὗτός ἐστιν ὁ πρῶτος
ἄφθαρτος, ἀίδιος, ἀγένητος, ἀμερὴς, ἀνομοιότατος,
ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος , ἀγαθῶν ἀγαθώτατος,
φρονίμων φρονιμώτατος · ἔστι δὲ καὶ πατὴρ
εὐνομίας καὶ δικαιοσύνης, αὐτοδίδακτος , φυσικὸς,
καὶ τέλειος, καὶ σοφὸς, καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής.᾿
Πάντες δὲ τὰς ἀφορμὰς παρὰ Ταυθοῦ λαβόντες
ἐφυσιολόγησαν, ὥσπερ πρόκειται. καὶ τὰ μὲν πρῶτα
στοιχεῖα τὰ διὰ τῶν ὄφεων ναοὺς κατασκευασάμενοι
ἐν ἀδύτοις ἀφιέρωσαν , καὶ τούτοις ἑορτὰς καὶ θυσίας
ἐπετέλουν καὶ ὄργια, θεοὺς τοὺς μεγίστους νομίξοντες
καὶ ἀρχηγοὺς τῶν ὅλων. τοσαῦτα καὶ περὶ
τῶν ὄφεων.
Ἀλλὰ γὰρ τὰ μὲν τῆς Φοινίκων θεολογίας
τοῦτον περιέχει τὸν τρόπον· ἣν ἀμεταστρεπτὶ φεύγειν
καὶ τῆς τῶν παλαιόν φρενοβλαβείας τὴν ἴασιν
ὅτι
δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν
τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει,
σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων
ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων
πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν
λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ
Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν
Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον
περιέχει τρόπον · ἣν ἀμεταστρεπτὶ φεύγειν καὶ
τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν
ὁ σωτήριος εὐαγγελίζεται λόγος.
ὅτι δὲ μὴ
μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν
τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν
δὲ καὶ παλαιῶν , ὡς ἂν αὐτοὶ φαῖεν , θεολόγων
πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν
λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ
Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν
προσηγορίας τε καὶ ἱστορίας, τῶν τε παρ’ ἑκάστοις
ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς
τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιφομένων
θεολόγων ὁμολογίας , δι’ ἧς ἐμαρτύρησαν τοὺς
παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους
λέξεως φυλάττειν τὰς ἱστορίας.
ταῦτα γὰρ αἶ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναὶ, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὐτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων.
Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία.
ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι,
εὐαγγελικὴς ἀποδείξεως , πρώτιστα πάντων αὐτοῖς
Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς
κατορθουμένη.
πᾶσαν μὲν οὑν τὴν Αἰγυπτιακὴν
ἱστορίαν εἰς πλάτος τῆς Ἑλλήνων μετείληφε φωνῆς
ἰδίως τε τὰ περὶ τῆς κατ’ αὐτοὺς θεολογίας Μανεθῶς
ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ
πλὴν ἀλλὰ καὶ
Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς, ἐκ πλειόνων
τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα
ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσι τοῖς
φιλολόγοις κτησάμενος , καὶ δὴ καὶ πᾶσαν τὴν παλαιὰν
συναγαγὼν ἱστορίαν, συνάψας τε τὰ πρῶτα
τοῖς ἑξῆς πράγμασι, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο
πραγματείας ἀπὸ τῆς κατ’ Αἰγυπτίους θεολογίας ·
ἀφ’ ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν
τῶν προκειμένων παράθεσιν , ὡς ἂν μᾶλλον οὔσης
γνωριμωτέρας τοῖς Ἕλλησι τῆς τούτου γραφῆς. ἱστορεῖ
δ’ οὖν ταῦτα πρὸς λέξιν
‘‘Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς
τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι
κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας
τοὺς δὲ
τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν,
Ἥλιον τε καὶ Κρόνον Κρόνον ἔτι δὲ καὶ
Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς
καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι
τῶν κατ’ Αἴγυπτον , ὁμώνυμον ὄντα τῷ κατ’
οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον
Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον.
μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα
τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μὲν τινὰς τὸν Ὄσιριν
καὶ τὴν Ἰσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ
Ἥραν , οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος
κόσμου.
ἐκ δὲ τούτων γενέσθαι πέντε θεοὺς,
τὴν δὲ Ἴσιν τὴν Δήμητρα. ταύτην δὲ γήμαντα τὸν
Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι
πρὸς εὐεργεσίαν τοῦ κοινοῦ ·
κτίσαι τε πόλιν ἐν
τῇ Θηβαίδι ἑκατόμπυλον , ἣν τινὰς μὲν Δῖός πόλιν,
ἐνίους δὲ Θήβας προσειπεῖν. — ἱδρύσασθαι δὲ καὶ
ἱερὸν τῶν γονέων, Δῖός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων
δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι,
καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς·
εὑρετὴν
δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου, πρῶτόν τε
ψιλῷ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους
τὴν γεωργίαν.
τιμᾶσθαι δὲ ὑπ’ αὐτοῦ μάλιστα
τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ
Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν
συστρατεῦτσαι
δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱοὺς, Ἄνουβίν τε
καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα διαφερόντως
ὑπ᾿ Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον
εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Ταφόσιριν
ἀχθῆναι τὸ τῶν Σατύρων γένος.
φιλό-
παντὸς
δὲ ἔθνους ὡς θεὸν ἀποδ ἐχομένου τὸν Ὄσιριν διὰ τὰς
εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν,
κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς.
ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν
ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς
τὴν Εὐρώπην. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολι-
καὶ μετὰ
ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν
ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερόν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων
ἐν θεοῖς τιμῶν. τούτους δὲ καὶ τελετὰς
καταδεῖξαι καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι.
ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶ-
τὴν δὲ Ἴσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα
μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς
αὐτῆς Ὤρου. ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς
συμπράξαντας παρὰ τὴν νῦν Ἀνταίου κώμην καλου-
εὑροῦσαν δὲ
πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ
Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν
τύπον ἀνθρωποειδῆ , παραπλήσιον Ὀσίριδι τὸ μέγε-
μέγεθός ^ ἐξ ἀρωμάτων καὶ κηροῦ, καὶ παραδοῦναι τοῖς
ἱερεῦσι καθ’ ὅλης τῆς Αἰγύπτου τιμὰν. καθιερῶσαι
δὲ καὶ τῶν γινομένων παρ’ αὐτοῖς ζῴων ἓν ὁποῖον
ἂν βουληθῶσιν.
τοὺς δὲ ταύρους τοὺς ἱεροὺς
τόν τε ὀνομαζόμενον Ἄπιν καὶ τὸν Μνεῦιν Ὀσίριδι
τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς
τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας.
ὀμόσαι δὲ
τὴν Ἴσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδἐξα-
προσδέξασθαι μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυ-
χεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμ-
φιν.
τὰ μὲν οὖν ἀνευρεθέντα τοὐ Ὀσίριδος μέρη
ἔν τε γὰρ τοῖς ἱεροῖς
εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ
τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας
ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἓλληνας ἐξ Αἰ-
τοὺς
δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν
θεὸν ἐκ Σεμέλης καὶ Δῖός σχεδιάζειν. Ὀρφέα γὰρ
εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς
καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν,
τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ’
αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριξόμενον
, τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν,
τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀναμάξεσθαι,
προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ
τὰ μυστήρια.
ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα
πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς
τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων
τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι,
καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι
δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν,
καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον.
διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ
Κάδμου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Δῖός Ὄσιριν.
ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι
τὸ θέατρον , καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν
καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς
Ἔλληνας ἐξιδιάξεσθαι τοὺς ἐπιφανεστάτους Αἰγυπτίων
ἥρωάς τε καὶ θεούς.
καὶ γὰρ Ἡρακλέα τὸ γένος
Αἰγύπτιον ὄντα δι’ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς
φασὶ δὲ καὶ τὸν Περσέα
γενέσθαι κατὰ τὴν Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν
γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἀργὸς μεταφέρεσθαι.
τὸν Ὄσιριν
τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα
, τοὺς δὲ Ἄμμωνα , τοὺς δὲ Δία , ἑτέρους δὲ
Πάνα νομίζειν.
εὑρετὴν δὲ γενέσθαι τὴν Ἰσίν
φασι φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν
υἱὸν Ὦρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα, καὶ
νεκρὸν εὑρεθέντα καθ’ ὕδατος, μὴ μόνον ἀναστῆσαι
δοῦσαν τὴν ψυχὴν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι
μεταλαβεῖν.
τὸν δὲ Ὦρον ὕστατον ὄντα τῶν
θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. μεθερμηνευόμενον
δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα , τήν τε ἰατρικὴν
καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα
διὰ τῶν χρησμῶν καὶ θεραπειᾶ ν εὐεργετεῖν.
συμφωνεῖται
δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν
Δία καὶ τὸν Ὄσιριν θεοῖς κατὰ τὴν Ἴσιδος ἡλικίαν
μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι
πόλεμον ἤγειραν. νομοθετήσαι δὲ τοὺς
Αἰγυπτίους γαμεῖν ἀδελφὰς, διὰ τὸ τὴν Ἶσιν τῷ Οσίριδι
Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι. περὶ
δὲ τῶν ἀφιερωμένων ζῴων κατ’ Αἴγυπτον τοιοῦτός
τις παρ’ αὐτοῖς κατέχει λόγος
‘‘Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεοὺς,
ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους
καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί
τισιν ἀλόγοις ζῴοις, καὶ οὕτως διαφυγεῖν · ἔπειτα
χάριν ἀποδιδόντας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις
οἶ δέ
φασιν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς κατασκευάσαντας
εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι, φορεῖν
ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς, καὶ
τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν · ἐν δὲ ταῖς κατὰ
τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια τὰ φῷα γενόμενα,
ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι.
ἕτεροι δὲ
τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων
φάσκοντες αὐτὰ τετιμῆσθαι. τὴν μὲν γὰρ θήλειαν
σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ
τυροῦ τροφὴν , τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις
καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ’ αὐτοῖς
καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν· ἐμφαίνοντες
ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν
καὶ τὴν Ἰσιν.
ἔνιοι δέ φασι Ἰσιδος προηγουμένους τοὺς κύνας καθ’ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν.
καὶ
τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν, ἀναιρεῖν
τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα
κεχηνόσι τοῖς στόμασι, διαφαγόντα τε αὐτῶν
τὰ ἐντὸς τῆς κοιλίας νεκροὺς ἀπεργάζεσθαι.
τῶν
δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε
εἶναι.
τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ
καὶ τοῖς Ἕλλησι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν
μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον
πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος
τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως
ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ
τούς τε ἱερεῖς
τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ’
Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας
δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας
τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν
γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνου-
σίας ὑπάρχειν ἐνεργότατον.
τοὺς δὲ ταύρους
τοὺς ἱεροὺς τὸν Ἄπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως
τοῖς θεοῖς , ἅμα μὲν διὰ τὴν γεωργίαν,
ἅμα δὲ καὶ διὰ τὸ τὴν εὕρεσιν τῶν καρπῶν αὐτοῖς
ἀνατιθέναι.
τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν
πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ
παλαιὸν , φασὶ, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὤρου
μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα, παραγενέσθαι
βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ
γυναικὶ, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα.
ἕτεροι δὲ λέγουσιν
Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον
ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολί
φασὶ δέ τινα τῶν παρ’ αὐτοῖς
εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως
ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι.
αἰτίας δὲ καὶ ἄλλας φασί τινες τῆς τῶν ἀλόγων
ζῴων τιμῆς. τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου
τῶν βασιλέων, καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι
βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα
αὐτοῖς τῶν ζῴων παρασχεῖν , ὅπως ἑκάστων τὸ μὲν
παρ’ αὐτοῖς τιμώμενον σεβομένων, τοῦ δὲ παρὰ τοῖς
ἄλλοις ἀφιερωμένου καταφρονούντων, μηδέποτε ὁμονοῆσαι
δύνωνται πάντες οἶ κατ’ Αἴγυπτον. —
ὅταν
δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων , σινδόνι καλύψαντες
καὶ μετ’ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι
ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει.
—
ἀλλὰ μὴν καὶ καθ’ ἣν ἂν οἰκίαν εὑρεθῇ
κύων τετελευτηκὼς , ξυρῶνται πάντες ὅλον τὸ
σῶμα καὶ ποιοῦνται πένθος · κἂν οἶνος, ἢ σῖτος, ἤ τι
τῶν πρὸς τὸν βίον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ
οἴκῳ , οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν.
τρέφουσι δὲ τὸν Ἄπιν ἐν Μέμφει, καὶ τὸν Μνεῦιν
ἐν Ἡλίου πόλει, καὶ τὸν τράγον ἐν Μένδητι, καὶ τὸν
κροκόδειλον ἐν τῇ Μοιρίδος λίμνῃ, καὶ τὰ λοιπὰ θηρία
χόνδρον ἕψοντες ἐν γάλακτι, καὶ πέμματα παντοδαπὰ
μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ
τοῖς δε ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσι, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσιν.
ὅταν δὲ ὁ Ἆπις τελευτήσας ταφῇ
μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ,
τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται
δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον
σἱ γυναῖκες αὐτὸν ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι,
καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ
μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον
ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ.
φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν
τελευτὴν μεταστῆναι.”
Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης
μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν.
ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν,
λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδετέρως
εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς
διδασκαλίας, τῆς τὰς διανοίας τυφλοῖς τὴν
ἀνάβλεψιν εὐαγγελισαμένης.
τούτων δὲ αὐτῶν
τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν
ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ
διαλάβωμεν. οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ
καὶ Φοινικικῆς συνδραμούσης μυθολογίας κεκράτηκεν
εἰκότως παρὰ τοῖς πλείστοις τῶν ἐθνῶν ἡ τῆς
παλαιᾶς πλάνης δεισιδαιμονία.
ἀλλὰ γὰρ λεκτέον
τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ
τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως,
οὐ
μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γέ-
ξοάνοις τε
τῆς περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ
ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα,
κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ
πραγματείας ἱστορεῖ, τὴν τῆς ἱστορίας ἀρχὴν
ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος.
τὸν
δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν
χρονογραφιῶν παριστῶσι διαδοχαὶ, ὡς κατὰ καιρὸν
ἐπιδείξομεν. ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι
τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου
μὲν οὕτος, οἶ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες
ἡλικίας ἀναφαίνονται. ἄκουε δ’ οὖν τῶν τοῦ συγγραφέως
φωνῶν
‟ Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης
ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς
Εὐρώπης , ἣν ὑπὸ Δῖός ἁρπαγῆναι · μὴ εὑρόντα δὲ
εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας,
γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς
Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς.
τῇ δὲ Σεμέλῃ
Δία μιγέντα παρακληθῆναι τἀς ἐπιπλοκὰς
ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς Ἥραν. ἐπελθόντος
δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν,
οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν
ἐκτρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι.
τὸν δὲ Δία λαβόντα τὸ παιδίον παραδοῦναι
εὑρεῖν δὲ καὶ τὸ ἐκ
τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον
ξύθον · περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν,
ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς
ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι
τριετηρικὰς θυσίας Διονύσῳ, καὶ τὸν θεὸν
νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ
τοῖς ἀνθρώποις ἐπιφανείας, σέβειν τε αὐτὸν πάντας
ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν , ὥσπερ καὶ τὴν
Δήμητρα διὰ τὴν τῆς τοῦ σίτου τροφῆς εὕρεσιν."
‟ Εἶναι δέ φασι καὶ ἄλλον Διόνυσον πολὺ τοῖς
χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάξιον
ὀνομαζόμενον, ἐκ Δῖός καὶ Περσεφόνης γεμόμενον ·
οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς
τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν.
ὃν
καὶ πρῶτον βοῦς ἐπιχειρῆσαι ζευγνύειν, ἀφ’ οὗ δὴ
καὶ κερατίαν αὐτὸν εἰσάγουσι. τὸν δὲ ἐκ Σεμέλης
νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν
καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον
γεγονέναι φασὶ, κατὰ δὲ τὰς στρατείας γυναικῶν
πλῆθος περιάγειν καθωπλισμένας λόγχαις
συναποδημεῖν
φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ
συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας
τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν
μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ
τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας ἀναδε-
διμήτορα δὲ αὐτὸν
προσαγορεύουσι διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς
δύο Διονύσους, μητέρων δὲ δυοῖν. νάρθηκα δὲ προσάπτουσιν
αὐτῷ, διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς
τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις
ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας,
ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι.
καλεῖσθαι δὲ αὐτὸν Βάκχιον ἀπὸ τόν Βακχῶν,
γενομένου βρόμου.
καὶ Σατύρους δέ φασιν αὐτὸν
περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις
τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας , καταθεῖξαι
δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα.
τοιαῦτα μὲν τὰ περὶ Διονύσον. "
‟ Τὸν δὲ Πρίαπον υἱὸν εἶναί φασι Διονύσου
καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας ἐντετ6άσθαι ἐντετάσθαι
τετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ
φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυρικῶς
ἔνιοι δὲ λέγουσι τὸ
γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν
ἀνθρώπων , καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν
τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι
τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναξητοῦσαν,
τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν,
καταδεῖξαι τιμᾶν ὡς θεὸν, καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν
ἐντεταμένον.
ἀλλὰ καὶ παρ’ Ἕλλησιν οὐ μόνον
ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις
θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον , ὃν ἐξ Ἑρμοῦ
καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς προσηγορίας.
τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι
παρ’ ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοὐ σώματος
φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός ·
κός · ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ, σπανίως
τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ
δ’ ἀγαθῶν γίνεσθαι. "
‟ Τὰς δὲ Μούσας θυγατέρας εἶναι Δῖός καὶ d
Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. παρθένους
τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι, τυχεῖν τε τῆς
προσηγορίας ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους , τοῦτο
δέ ἐστι διδάσκειν τὰ καλά. "
‘‘Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά
φασι · Δανάης τῆς Ἀκρισίου καὶ Δῖός γενέσθαι Περσέα,
Πέρσεως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ
τούτου γενέσθαι τὴν Ἀλκμήνην , ᾗ μιγέντα τὸν Δία
γεννῆσαι τὸν Ἡρακλέα. μισγόμενον δὲ αὐτῇ τὸν Δία
τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην
τοῦ Δῖός τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα
γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ
τὸ πλεῖστον τῆς παιδοποιίας χάριν.
τὴν δὲ Ἥραν
ξηλοτυποῦσαν ὑποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς
ὠδῖνας , τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου
τοῦ Περσειδῶν γένους.
τεκοῦσα δὲ ἡ
Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς
Ἥρας. τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι
τὴν Ἥραν ὑποσχεῖν αὐτῷ τὴν θηλήν. τοῦ δὲ παιδὸς
ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν
ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ
δὲ κομίσασα αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύ-
‟ Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας
ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ
καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας
ἀπέπνιξε τοὺς δράκοντας. ἀνδρὶ δὲ γενομένῳ τῷ
Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας
προστάττει ἄθλους ἐκτελέσαι δώδεκα.
εἰς
πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ Ἥρα μὲν
ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς
μανίαν ἐνέπεσε· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν
ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἱόλαον
καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς
ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. ἀναιρεῖ
δὲ καὶ τοὺς Κενταύρους , μεθ’ ὧν καὶ Χείρωνα
τὸν ἐπὶ τῇ ἰατρικὴ βοώμενον. "
‟ Φᾶσί δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν
τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτη μὲν ἐμίγη γυναικὶ
θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ
τῇ τοὐ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης
‟ Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς
τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰόλα
τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς
δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ
δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει
ἀπολυθήσεσθαι τῆς νόσου, εἰ πρότερον πραθεὶς δουλεύσειεν.
πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό
τινος τῶν φίλων πιπράσκεται, καὶ δοῦλος γίνεται
Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νυνὶ δὲ
‟ Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν , καὶ καταλύσας
παρ’ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου
λάθρα μιγεὶς, καὶ ποιήσας αὐτὴν ἔγκυον, ἐπανῆλθε. "
‟ Καὶ μετὰ ταῦτα πάλιν ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη τοῦ Μελεάγρου.
“Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα
ἐπεμίγη αὐυῇ καὶ ἐτέκνωσε Τληπόλεμον. δειπνῶν δὲ
παρ’ Οἰνεῖ τὸν διακονοῦντα περί τι διαμαρτήσαντα
ἐπεὶ δὲ πορευόμενος
οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν,
καὶ διὰ τὸ κάλλος αὐτῆς ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν
βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν
Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον , ὁ δὲ Νέσσος μεταξὺ
μισγόμενος , καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς
εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον,
ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς
θελήσῃ πλησιάσαι.
παρεκελεύσατο οὖν λαβοῦσαν
τὸν ἐξ αὐτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν
χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα
Δηιάνειρα κατεῖχε παρ’ ἑαυτῇ τὸ φάρμακον. "
‟ Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγατέρα
λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον
ἐγέννησε· καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου
τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς
αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησε .’
‘‘Θέσπιος δὲ ὁ Ἀθηναῖος Ἐρεχθέως παῖς ἐκ
τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων
Θεσπιάδων."
‟ Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ
θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηιάνειραν
ᾔτει ἱμάτιον καὶ χιτῶνα οἶς εἰώθει χρῆσθαι
πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ
τοῦ Κενταύρου δεδομένῳ φίλτρῳ ἀποστέλλει.
ὁ
δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσε συμφορᾷ
τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς Ἐχίσνης
ἰὸν ἀπειληφυίας , καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ
τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμηναμένου,
περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν,
‘‘Περὶ δὲ τοῦ Ἀσκληπιοῦ φασιν Ἀπόλλωνος
υἱὸν εἶναι καὶ Κορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν
ἐπιστήμην , ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ ὡς
πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως
θεραπεύειν· ὥστε τὸν Δία παροξυνθέντα κεραυνῷ
βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλλωνα διὰ τὴν
ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς
τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας·
b ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία
προστάξαι τῷ Ἀπόλλωνι παρ’ Ἀδμήτῳ, καὶ
Ταῦτα μὲν οὑν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν
ὁ Διόδωρος παρατέθειται. καὶ τὴν λοιπὴν δὲ
θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληθέναι
φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ
τῆς αὐτοῦ ἱστορίας τάδε
‘‘Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ’ αὐτοῖς
ὧν πλειόνων γυναικων πέντε προς τοῖς τεσσαρακοντα,
ὡω ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός,
ἥν σώφρονα γενομένην καὶ πολλῶν ἀγαθῶν
αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν, Γῆν μετονομασθεῖσαν.
γενέσθαι δὲ Οὐρανῷ θυγατέρας
Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν
ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν
παρεχομένην μητέρα προσαγορευθῆναι.
ὕστερον
νομάσαι Ἥλιον καὶ Σελήνην.
τοὺς δὲ ἀδελφοὺς·
τῆς Ῥέας φοβηθέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι,
τον δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι·
τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους
ῥῖψαι, τήν δὲ μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι
κατ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνον
δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ ὅλως ἀφανῆ
κὶ αὐτὴν γενέσθαι.
τοὺς δὲ ὄχλους θαυμάσαντς
τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνηι
μεταγαγεῖν ἐπὶ τὰ κατ’ οὐρανὸν ἄστρα, τὴν
δὲ μηέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύ
“Φρύγες δέ φασι Μῄονα βασιλεύσαντα τῆς
Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα
πρώτην εὑρεῖν, κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν
δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον
αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς
ἀπείρατον ἀφροδισίων.
τὴν δὲ Κυβέλην
συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα.
οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ
καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην
συνεῖναι δὲ αὐτῇ Μαρσύαν,
ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι
καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλλωνος ἐκδαρῆναι.
τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης
συμπλακῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων,
κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμὰν ὡς
θεὸν τὴν Κυβέλην. διόπερ εἰσέτι καὶ σήμερον τοὺς
Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν
ὕστερον δὲ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ, καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτις.”
“Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν τοὺς Οὐρανοῦ
παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν
ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲτὸν
Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους γενόμενον
ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῶ καὶ
θυγατέρας ἑπτὰ, τὰς καλουμένας Ἀτλαντίδας. ταύ-
‟ Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ
ἀσελγείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι
τὸν Δία. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν
μῖν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ
πο)ὺ λειπόμενον τοῦ μεταγενεστέρου.
τοῦτον
μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου , τὸν δὲ
τῆς Κρήτης, καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθένιας
Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ φασιν εἰσέτι
νῦν τάφον ἐν Κρήτῃ.
δυναστεῦσαι δὲ τὸν
οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος,
οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς
τὸν πατέρα.
ἐπιστρατεύσαντος δὲ ἐπ’ αὐτὸν τοῦ
Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν Δία
καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. διενεγκεῖν δὲ
κύτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, σπουήν
τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμνων τὰ κεφάλαια ταῦτά ἐστι. τούτοις δέ φασι καὶ τς Ἕλληνας συγχρῆσθαι. "
Ταῦτα ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριν.
ὁ δ’ αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου
τουΜεσσηνίου γραφὴς ἐπικυροῖ τὴν αὐτὴν θεολογίας
ὧδε κατὰ λέξιν φάσκων
῾᾿Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν
ἀνθρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐννοίας.
τοὺς μὲν γὰρ ἀιδίους καὶ ἀφθάρτους εἶναί
φασιν, οἶον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα
τὰ κατ’ οὐρανὸν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς
ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας·
τούτων γὰρ ἕκαστον ἀίδιον ἔχειν τὴν γένεσιν καὶ
τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι
θεοὺς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας
ἀθανάτου τετευχότας τιμῆς τε καὶ δόξης , οἶον ‘Ηρακλέα,
Διόνυσον, Ἀρισταῖον , καὶ τοὺς ἄλλους τοὺς
τούτοις ὁμοίους.
περὶ δὲ τῶν ἐπιγείων θεῶν
ἰδίως ἀναγέγραφεν , τῶν δὲ μυθολόγων Ὅμηρος καὶ
Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους
μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ
παρ’ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως
ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. "
‟ Εὐήμερος μὲν οὖν φίλος γεγονὼς Κασάνδρου
τοῦ βασιλέως, καὶ διὰ τοῦτον ἠναγκασμένος τε
λεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημία
Ἀραβίας ποιήσασθαι τὸν πλοῦν δι’ ὠκεανοῦ πλείο
ἡμέρας. κα προσενεχθῆναι νήσοις πελαγίαις·
μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾑ τ’
θεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ δφέροντας,
καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεσ
εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν
θεῶν, καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα
εἶναι δ’ ἐν αὐτῇ κατά τινα λόφον
ὑψηλὸν καθ’ ὑπερβολὴν ἱερὸν Δῖός Τριφυλίου , καθιδρυμένον
ὑπ’ αὐτοῦ καθ’ ὃν καιρὸν ἐβασίλευσε
τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. ἐν
τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾑ τοῖς Παγχαίοις
γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ
καὶ Κρόνου καὶ Δῖός πράξεις κεφαλαιωδῶς
μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν βασιλέα γεγονέναι,
τῶν ἄστρων κινήσεως ἐπιστήμονα · ὃν καὶ πρῶτον
θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεοὺς, διὸ καὶ Οὐρανὸν
προσαγορευθῆναι.
υἱοὺς δὲ αὐτῷ γενέσθαι
ἀπὸ γυναικὸς Ἑστίας Τιτᾶνα καὶ Κρόνον, θυγατέρας
δὲ Ῥέαν καὶ Δήμητρα. Κρόνον δὲ βασιλεῦσαι
μετὰ Οὐρανὸν , καὶ γήμαντα Ῥέαν γεννῆσαι
Δία καὶ Ἥραν καὶ Ποσειδῶνα.
τὸν δὲ Δία διαδεξάμενον
τὴν βασιλείαν τοῦ Κρόνου γῆμαι Ἥραν
τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης.
ἐλθόντα
δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ, καὶ
μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὐκεανῷ
κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος
βωμὸν ἱδρύσασθαι, κἀκεῖθεν διὰ Συρίας
ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσιον, ἐξ οὗ τὸ
Κάσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι
Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεόν διελθὼν ἐπιφέρει λέγων
‟ Καὶ περὶ μὲν Εὐμηέρου τοῦ συνταξαμένου τὴν
Εἶθ᾿ ἐξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας.
Ἀλλὰ γὰρ τοσαῦτα καὶ ἀπὸ τῆς Ἑλλήνων
θεολογίας ἀποχρῶντας ἡμῖν ἀποτετμήσθω, οἶς εὔλογον
ἐπισυνάψαι τῶν αὐτῶν θεῶν τὰς ἐν τοῖς ἀδύτοις
τελετὰς καὶ τὰ ἀπόρρητα μυστήρια, σκέψασθαί
τε πότερον θείας ὡς ἀληθῶς θεολογίας ἐχούσης τι
θεοπρεπὲς δεῖγμα φέρουσιν, ἢ κάτωθέν ποθεν ἀπὸ
μακρᾶς καὶ δαιμονικῆς πλάνης ὁρμῶνται, γέλωτος ἢ
καὶ μᾶλλον αἰσχύνης, μᾶλλον δὲ καὶ τοῖς ἔτι τυφλώττουσιν
οἴκτου ὄντα ἄξια.
ταῦτα δὲ Κλήμης ὁ
θαυμάσιος ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ διαρρήδην
ἐκκαλύπτει, πάντων μὲν διὰ πείρας ἐλθὼν
ἀνὴρ, θᾶττόν γε μὴν τῆς πλάνης ἀνανεύσας , ὡς ἂν
διδασκαλίας τῶν κακῶν λελυτρωμένος. βραχέα δ’
οὖν καὶ τούτων ἐπάκουσον
‟ Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε,
d μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα, ἢ λέβητα
Θεσπρώτειον, , ἢ τρίποδα Κιρραῖον, ἢ Δωδωναῖον
σεσίγηται γοῦν
ἡ Κασταλίας πηγὴ, καὶ Κολοφῶνος ἄλλη πηγὴ, καὶ
τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικά. καὶ δὴ τοῦ
τύφου κενὰ ὀψὲ μὲν ὅμως δ’ οὖν διελήλεγκται τοῖς
ἰδίοις συνεκρεύσαντα μύθοις.
διήγησαι ἡμῖν καὶ
τῆς ἄλλης μαντικῆς. μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα
χρηστήρια, τὸν Κλάριον , τὸν Πύθιον, τὸν Διδυμέα,
τὸν Ἀμφιάρεω , τὸν Ἀπόλλω , τὸν Ἀμφίλοχον·
εἰ
δὲ βούλει καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ
τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ
ἐγγαστριμύθους · ναὶ μὴν ἄδυτα Αἰγυπτίων
καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδεδόσθων ·
μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια
καὶ πλάνης ἀκράτου κυβευτήρια.
συνέμποροι
τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι
μέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ’ ἀνθρώπων
διδασκόμενοι. "
Τί δ’ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ
ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω
δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον
τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς
γε τοὺς καλουμένους ὑμῶν θεοὺς, ὣν αἱ τελεταὶ μυστικαὶ,
οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐγκυκλήσω
θεαταῖς.
Διόνυσον μαινόλην ὀργιάζουσι
τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς
ὄφεσιν, ἐπολολύζοντες Εὐαν Εὖαν ἐκείνην, δι’ ἣν ἡ
πλάνη παρηκολούθησε καὶ ὁ θάνατος ἐπηκολούθησε] ·
αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φω-
πένθος αὐταῖν Ἐλευσίς δᾳδουχεῖ.”
“Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν
ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς
πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ
συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ
Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι
Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι
τὰ μυστήρια ἐπιτυμβίῳ [φωνῇ καὶ] τιμῇ.
πάρεστι δὲ καὶ ἄλλως μυθάριά σοι νοεῖν, ἀντιστοιχούντων
τῶν γραμμάτων, τὰ μυστήρια. θηρεύουσι
γὰρ, εἰ καὶ ἄλλοι τινὲς, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε
Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς
ὄλοιτο
οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ
Δάρδανος ὁ μύθους θεῶν καταδείξας τὰ μυστήρια,
εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾳκῶν ὄργια καὶ τελετὰς
ὑποστησάμενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ
τοῦ Ὀδρύσου μαθὼν, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις
ἔντεχνον ἀπάτην.
οὐ γάρ με ὁ Κύπριος
ὁ νησιώτης Κινύρας παραπείσαι ποτ᾿ ἂν, τὰ περὶ
τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ
παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρ-
Μελάμποδα δὲ τὸν Ἀμυθάονος
ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς
Δηοῦς ἑορτὰς, πένθος ὑμνούμενον. τούτους ἔγωγ᾿
ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαι-
Ἤδη δὲ, καὶ γὰρ καιρὸς, αὐτὰ ὑμῶν τὰ ὄρ-
για ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ
μεμύησθε , μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν
τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ
ἡ μὲν οὖν ἀφρογενὴς καὶ κυπρογενὴς
καὶ Κινύρᾳ φίλη, τὴν Ἀφροδίτην λέγω, τὴν‘φιλο-
μήδεα, ὅτι μηδέων ἐξεφαάνθη , μηδέων ἐκείνων τῶν
ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν
τομὴν τὸ κῦμα βεβιασμένων , ὡς ἀσελγῶν ὑμῖν μο—
ῥίων ἄξιος Ἀφροδίτη γίνεται καρπὸς, ἐν ταῖς τελε-
ταῖς ταύτης τῆς πελαγίας ἡδονῆς , τεκμήριον τῆς γο-
νῆς , ἁλῶν χόνδρος , καὶ φαλλὸς τοῖς μυουμένοις τὴν
" Δῃοῦς δὲ μυστήρια καὶ Δῖός πρὸς μητέρα
Δήμητρα ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις, οὐκ οἶδ’
ὅ τι φῶ λοιπὸν , μητρὸς ἢ γυναικὸς , τῆς Δῃοῦς ’ ἧς
δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι
Δῖός καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουρ-
γίαι·
ταῦτα οἶ Φρύγες τελίσκουσιν Ἄττιδι καἰ
Κυβέλῃ καὶ Κορύβασι. τεθρυλήκασι δὲ ὡς ἄρα ἀπο-
σπάσας ὁ Ζεὺς τοὐ κριοῦ τοὺς διδύμους φέρων ἐν
μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δῃοῦς, τιμωρίαν
ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων , ὡς ἑαυτὸν
δῆθεν ἐκτεμών.
τὰ σύμβολα τῆς μυήσεως ταύ-
λωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους.
ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφό-
‟ Τί δ’ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κύει
μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ κόρη, μίγνυται δ’
ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δῃῶ, ἐκλαθόμενος
τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος,
Σαβαζίων γοῦν μυστηρίων
σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου
θεός· δράκων δέ ἐστιν οὗτος διολκούμενος τοῦ κόλπου
τῶν τελουμένων , ἔλεγχος ἀκρασίας Δῖός. κύει
καὶ ἡ Φερρέφαττα παῖδα ταυρόμορφον.
ἀμέλει
φησί τις ποιητὴς εἰδωλικὸς,
βουκολικὸν , οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν,
ὃν δὴ κάλων ἀναστρέφουσιν οἱ Βάκχοι.
‘‘Βούλει καὶ τὰ Φερρεφάττης ἀνθολόγια διηγήσωμαί
σοι, καὶ τὸν κάλαθον, καὶ τὴν ἁρπαγὴν τὴν
ὑπὸ Ἀϊδωνέως, καὶ τὸ χάσμα τῆς γῆς, καὶ τὰς ὗς τὰς
Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι’ ἣν
αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίξοντες χοίρους
ἐκβάλλουσι;
ταύτην τὴν μυθολογίαν ποικίλως
ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύσου
μυστήρια τέλεον ἀπάνθρωπα, ὂν εἰσέτι παῖδα ὄντα
ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ
ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν
ἀθύρμασιν οὗτοι δὴ οἷ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον
ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν
ὁ Θρᾴκιος,
‟ Καὶ τῆσδε ἡμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σὐμβολα
οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι · ἀστράγαλος,
σφαῖρα , στρόβιλος , μῆλα , ῥόμβος , ἔσοπτρον,
πόκος.
Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου
ὑφελομένη Πάλλας ἐκ τοῦ πάλλειν τὴν καρδίαν
προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἶ καὶ διασπάσαντες
αὐτὸν, λέβητά τινα τρίποδι ἐπιθέντες, καὶ
τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη , καθήψουν πρότερον,
ἔπειτα ὀβελίσκοις
Ζεὺς δ’ ὕστερον ἐπιφανεὶς — εἰ θεὸς ἦν , τάχα
που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβὼν,
ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοὶ —
Εἰ θέλεις δ’ ἐποπτεῦσαι καὶ τὰ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην, καὶ καταστέψαντες ἐθαψάτην , φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τἀς ὑπωρείας τοῦ Ὀλύμπου.
καὶ c
ταῦτ’ ἔστι τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ
τάφοι · οἶ δ’ ἱερεῖς οἶ τῶνδε, οὓς ἀνακτοτελέστας οἷς
μέλον καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ,
ὁλόριξον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι ·
οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος
τοῦ Κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι · ὥσπερ
ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τοὺς τῆς ῥοιᾶς κόκκους
παραφυλάττουσιν ἐσθίειν · τοὺς γὰρ ἀποπεπτω-
Καβείρους δὲ
ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς
ἔμποροι φορτίου · κἀνταῦθα διετριβέτην φυγάδε ὄντε,
τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν , αἰδοῖα καὶ
κίστην θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι’ ἣν
αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί
τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. "
‟ Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἶ βάρβαροι
αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις
ἀλωμένη
γὰρ ἡ Δῃῶ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς
Κόρης περὶ τὴν Ἐλευσῖνα — τῆς Ἀττικῆς ἐστι τοῦτο
τὸ χωρίον — ἀποκάμνει, καὶ φρέατι ἐπικαθίζει λυπουμένη.
τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι
καὶ νῦν, ἔνα μὴ δοκοῖεν οἶ τετελεσμένοι μιμεῖσθαι
τὴν ὀδυρομένην.
ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα
οἶ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαὐλης
καὶ Τριπτόλεμος , ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς ·
βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ
καὶ τὸ κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο
Ἀθήνησι γένος ἤνθησε.
καὶ δὴ — οὐ γὰρ ἀνήσω
μὴ οὐχὶ εἰπεῖν — ξενίσασα ἡ Βαυβὼ τὴν Δῃῶ ὀρέγει
κυκεῶνα αὐτῇ. τῆς δὲ ἀναινομένης λαβεῖν καὶ
πιεῖν οὐκ ἐθελούσης — πενθήρης γὰρ ἦν — περιαλγὴς
ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν,
ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ
Ταῦτά ἐστι τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια,
ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. παραθήσομαι
δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν ἔχῃς μάρτυρα
τῆς ἀναισχυντίας τὸν μυσταγωγόν·
κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων ῾ ενήστευσα.
ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος
ἀπεθέμην εἰς κάλαθον, καὶ ἐκ καλάθου εἰς
κίστην.’ καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα.
Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς
καὶ τοῦ μεγαλήτορος , μᾶλλον δὲ ματαιόφρονος
Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων,
οὕστινας μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται.
τίσι δὲ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος ;
νυκτιπόλοις , μάγοις, βάκχοις, Λήναις, μύσταις· τούτοις
ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ
πῦρ· τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια
νόμος οὖν καὶ ὑπόληψις
κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι
θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς
ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προτρεπομένων.
οἷαι δὲ καὶ αἶ κίσται αἶ μυστικαί; — δεῖ γὰρ ἀπογυμνῶσαι
τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν — οὐ
σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα
πολυόμφαλα, χόνδροι τε ἁλῶν, καὶ δράκων ὄργιον
Διονύσου Βασσάρου ; οὐχὶ δὲ ῥοιαὶ, πρὸς τοῖσδε
καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα,
ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος , ὅς ἐστιν
εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς
ἐμφανοῦς ἀναισχυντίας · πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν
ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη,
νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι
λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον.
ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ · αἰδέσθητι
‟ Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ
εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα
θεὸν ἠγνοήκασι , παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον
τὸν θεὸν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεὸν,
ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ δὴ τῇ πλάνῃ τοὺς οὐκ
ὄντας ὡς ὄντας νομίζοντες , καὶ θεοὺς τούτους ὀνομάξοντες
τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας,
μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας."
Τοσαῦτα καὶ οὗτος.
Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους
τοῦ παντοκράτορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον
δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν
ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας
πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης
ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τόν πρωτείων
παραχωρεῖν , καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας
τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβασμίαν παρέχειν
τιμὴν, τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας
ἀσκητὰς τοῖς δι’ ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρωπίας
τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις
;
ποίαν δὲ οὐχ ὑπερηκόντισεν ὺπερβολὴν
ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ
γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν
τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν,
τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ
ἐπὶ τῶν ἐν ἀνθρώποις κακουργῶν , εἰ κατελεγχθείη,
ταῖς ἀπὸ τῶν νόμων ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις
;
καὶ τί χρὴ μηκύνειν εὐαγγελιζομένους
πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων
θεῶν ἀποστασίας , τὸ εὔλογον εἰς φῶς ἀγαγόντας,
ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων
οἶ πλείους, ὥσπερ ἐκ βαθέος κάρου διανήψαντες,
καὶ τῆς παλαιάς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα
διοίξαντες , τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς
πλάνης , καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν
εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες ;
ὧν οἱ μὲν
ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν μυθολογίας
θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους
ὑπὸ ποιητῶν ἐπεφήμισαν , φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες
θεωρίας.
ὧν, εἰ καὶ ὅτι μάλιστα μηδὲν
φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ’ οὖν ἀναγκαία
γένοιτ’ ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν
καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως
οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ εἰ διὰ τῆς
τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον
Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας , λέγω δὲ
τῆς πανδήμου καὶ μυθικωτέρας καὶ πολὺ πρότερον
τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν
φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων
προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης
Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάγνωσίν τε
καὶ ἐπίκρισιν τοῖς ἐντευξομένοις προτεθείκαμεν , ὡς
ἂν αὐτοὶ μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἶ τῶνδε εἰσέτι
νῦν ἄπειροι τίνες ὄντες πάλαι πρότερον, καὶ οἵων ἐκ
μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν
πρυτανευθείσης ἢ δι’ ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν
ὃς οὐ μέρει γῆς, οὐδ’
έν γωνίᾳ χώρας ἔθνους ἑνὸς, καθ’ ὅλης δὲ τῆς οἰκουμένης,
ἐν ᾗ τὰ τῆς μάλιστα δεισιδαίμονος πλάνης
ὑπερίσχυσεν, οἷά τις νοερῶν καὶ λογικῶν ψυχῶν
ἥλιος, τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας,
ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων,
ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ
τοῦ παμβασιλέως θεοῦ πάντας ἡμὰς μετεστήσταο.
διαρρήδην γοῦν αἱ προπαρατεθεῖσαι φωναὶ
νεκρῶν εἴδωλα καὶ ἀνδρῶν πάλαι κατοιχομένων εἰκόνας
πάντας πανδημὶ τοὺς ἀμφὶ τὴν πολύθεον πλάνην
κατά τε πόλεις καὶ κώμας ἐπτοημένους θεραπεύειν
τε καὶ περιέπειν ἐδίδαξαν· τῶν πάλαι ἀνδρῶν
δι’ ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ
καταβαλλόντων.
οὔπω γὰρ εἰσέτι τότε νόμων
καθ’ οὓς χρὴ βιοῦν συνεστώτων , οὐδέ γε τῆς
ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης,
ἀνειμένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε
καθεστῶτος, τοῖς μὲν θρεμμάτων ἀλόγων δίκην τῶν
τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς
καὶ πρῶτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ’ εἰς
τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν , αὐτόθι δὲ τῇ διανοίᾳ
στάντες. καὶ τῶν κατ’ οὐρανὸν φαινόντων τε
καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη,
τρίτοι δὲ ἄλλοι
σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαντες τοὺς ἐπὶ συνέσει τῶν
κατ’ αὐτοὺς προφέρειν νενομισμένους, ἢ καὶ ῥώμῃ
καὶ φαρμακέας ἄνδρας, ἔκ τινος τῶν θειοτέρων
ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους,
ἢ καὶ τοὺς ἄλλους κοινῆς τινὸς καὶ βιωφελοῦς
εὐεργεσίας προάρξαντας , ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν
θεοὺς ἐπεφήμισαν.
ἔνθεν αὐτοῖς καὶ οἶ
τῶν θεῶν οἶκοι νεκρῶν εἶναι τάφοι μνημονεύονται,
ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ ἱστορεῖ,
τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος.
‟ Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία
λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ
ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα· οὓς
δὴ — οὐδὲ γὰρ τοῦτο σιωπήσομαι , πρὸς δὲ καὶ αὐτὸ
ἐλέγξω — νεὼς μὲν εὐφήμως ὀνομαζομένους , τάφους
δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους.
ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε,
λάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. "
‟ Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ
τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ
τί σοι καταλέγω
τὰς ἐξ Ὑπερβορέων γυναῖκας ; Ὑπερόχη καὶ
Λαοδίκη κέκλησθον , ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον,
τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν
ἱερῷ.
Λέανδρος δὲ Κλεόμαχον ἐν Μιλήτῳ τετάφθαι
τὸ μνῆμα οὐκ ἄξιον παρελθεῖν, ἑπομένους
Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν
Μαγνησίᾳ κεκήδευται· οὐδὲ μὴν τὸν ἐν τῷ Τελμησσῷ
τοῦ Ἀπόλλωνος βωμόν· μνῆμα εἶναι καὶ τοῦτον
Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι.
Πτολεμαῖος
δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα
ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ
Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι.
ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους
χρόνος · ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν
τολμωμένων, νεκροὶ ἄρα τέλεον νεκροῖς πεπιστευκότες
περιέρχεσθε·
Καὶ μετ’ ὀλίγα φησί
‟ Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ
παρ’ Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς
ὁ Ῥωμαίων, τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον
οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον
οὐκ ἔχουσα · καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσ
Καὶ ἐπάγει
‟ Ἤδη δὲ ὁ τάφος τοῦ ἐρωμένου νεώς ἐστιν Ἀντινόον καὶ πόλις· καθάπερ γὰρ, οἶμαι, οἱ ναοὶ, οὕτω καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες καὶ μαυσώλια καὶ λαβύρινθοι ]· ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν. "
Καὶ πάλιν μετ’ ὀλίγα
῾ Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν
καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν,
ἐλεεινὸν ἡ θάλασσα, καὶ Μελικέρτην ὀδύρεται τὰ
Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται,
καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται
Νέμεα. Πῖσα δ’ ἐστὶν ἐν ὑμῖν τάφος, ὠ Πανέλληνες,
Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς. "
Ταῦτα μὲν οὗτος· σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς
ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι
τυγχάνειν , τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν
τε καὶ οὐσίαν· πάντες γὰρ ἄνθρωποι κοινοῖς
λογισμοῖς προειλήφεσαν , τοῦ τῶν ὅλων δημιουργοῦ
τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσικαῖς ἐννοίαις
ὐποσπείραντος.
οὐ μὴν καὶ τῇ προαιρέσει τῇ
ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος
κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων
ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας
ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι θεὸν, τὸν
πάντων σωτῆρα, καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν
οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες
κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε
ταύτῃ δὲ κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων
τοῦ σώματος καλῶν καὶ χρησίμων εὑρετὰς,
ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους , ἢ καὶ γόητας
καὶ φαρμακέας ἄνδρας, τὴν φύσιν θνητοὺς καὶ ἀνθρωπίναις
κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς,
σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον
ἔννοιαν φυσικῶς αὐτοῖς ἐνυπάρχουσαν ἐφ’ οὓς
τοσαύτη δ’
ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία , ὡς μηδὲν
τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίξεσθαι,
μηδ’ ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν
φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς παρ’
αὐτῶν παρεχομένας ὠφελείας, ἢ καὶ διὰ τὰς τότε
πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας
ἀποθαυμάζειν.
νόμων γοῦν , ὥσπερ ἔφην ἤδη
πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων,
μηδ’ ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης,
ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες.
Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν
σεμνοτέρας εὺρεσιλογίας τοῖς μύθοις προσεπινοήσαντες,
καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς
τῆς δυσσεβείας ἐκφυγόντες μήτ’ αὖ πάλιν τὴν αὐτόθεν
προφαινομένην τῶν θεολογουμένων μοχθηρίαν
ὑπομείναντες.
θεραπεῦσαι δ’ οὖν ὅμως οἵδε τὸ
πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις
ἔνθεν ἀνιόντες καὶ
οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν , οὐκ
αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ
γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, τά τε ἐκ τούτων
συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς
ὡραίους ἀπὸ τῆς γῆς καρποὺς, καὶ τὰ λοιπὰ τῆς ξηρᾶς
καὶ ὑγρὰς τροφῆς βλαστήματα , ἃ καὶ αὐτὰ, ὡς
ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια, Δήμητρα καὶ Κόρην
ἀλλ’ οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυνόμενοι
τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος
οἵ γε
μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ
καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο
διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν
ἀποδοθείσας αἰτίας, καὶ τοῖς ἀλόγοις θηρίοις τὰς
καὶ μυστικαῖς τελεταῖς, ὕμνοις τε καὶ ᾠδαῖς, ὁμοίως
τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς
ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς
δι’ ὑπερβολὴν ἡδυπαθείας ἀκρατοῦς τὰ ὁλκὰ πρὸς
αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν
ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν
τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν
δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.
Τηρητέον γοῦν ὡς ὅτι μάλιστα οἶ παλαίτατοι
οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ
τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. πλὴν
πρὶν δὲ τὴν ἔκθεσιν ποιήσασθαι τούτων , ἐμοὶ
δοκεῖ προεπισημήνασθαι καὶ τὴν αὐτῶν τῶν θαυμαστῆν
φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν.
οἷ μὲν γὰρ τηνάλλως διηγοῦνται καὶ κατὰ
τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται · οὐδὲ γὰρ
ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν · οἱ δὲ εὐγνωμονέστερον
ἄκουε δ’ οὖν αὐτῶν τῶν
Ἑλλήνων δι’ ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν
ἐξωθοῦντος , τοτὲ δ’ αὖ πάλιν εἰσποιουμένου τοὺς
ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους
ὑποκορίζεται , καὶ δεῖν φησι τοῖς περὶ θεῶν μύθοις
πιστεύειν, ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν
δηλούμενον.
ἤδη δέ ποτε τῶν παλαιῶν μύθων
τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ
καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων, καὶ ἔτι περὶ τοῦ
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ
γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμὰς· πιστευτέον
δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὐσιν,
καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν,
, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους
τῷ νόμῳ πιστευτέον.
οὕτως οὖν κατ’
ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω
ἐκγόνους ἄλλους.”
Ταῦτά φησιν ὁ Πλάτων’ ἔπομένους τῷ νόμῳ
πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων
ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας · προσεκτέον
δὲ ὡς οὐδὲν ἔχειν ἀπόρρητον τὰς τῶν θεῶν δὴ
προσηγορίας τε καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον
ἐμφαίνει.
αὖθις δ’ ἐν ἑτέροις ὁ αὐτὸς
τὴν οἰκείαν ἀπογυμνῶν προαίρεσιν πάλιν τούτοις
“Πρῶτον μὲν, ἦν δ’ ἐγὼ, τὸ μέγιστον καὶ περὶ
τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο,
ὡς Οὐρανός τε εἰργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος,
ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τί δὲ
δὴ τὰ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος,
οὐδ’ ἂν, εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι
πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν
σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων
καὶ γὰρ, ἠ δ’ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί.
καὶ οὐ λεκτέοι γε , ὦ Ἀδείμαντε , ἐν τῇ ἡμετέρᾳ
πόλει· οὐδὲ δοτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ
ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα
πατέρα κολάζων παντί τρόπῳ, ἀλλὰ δρῴη· ἂν ὅπερ
θεῶν οἶ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ
ἐπιτήδεια εἶναι λέγειν.
οὐδέ γε, ἦν δ’ ἐγὼ,
καὶ ἄλλας ἔχθρας καὶ παντοδαπὰς θεῶν τε καὶ
ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ’
εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης
καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις , καὶ
τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.
Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις
ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν,
καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον
εἰς τὴν πόλιν, οὔτ’ ἐν ὑπονοίαις πεποιημένας
οὔτ’ ἄνευ ὑπονοιῶν.
Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς
τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν
παραιυητέας ἔας εἶναι διδάσκει, ὡς μηκέτ’ ἀλόγως
ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώοη ’ν τὴν τοῦ σωτῆρος
ἡμῶν εὐαγγελίζεσθαι διδασκαλίαν, ὁπότε καὶ
πρὸς τῶν οἰκείων ἀποβέβληται.
ὅθεν ἔπεισί μοι
καὶ τοὺς παλαιοὺς τῶν Ῥωμαίων θαυμάζειν , τίνα
τρόπον ἁπάσας τὰς Ἑλληνικὰς περὶ θεῶν φυσιολογίας
ἀτόπους οὔσας καὶ ἀνωφελεῖς, μᾶλλον δὲ βεβιασμένας
ἀσυστάτους κατανοήσαντες, αὐτοῖς μύθοις
Ῥωμαϊκῆς ἀρχαιολογίας· οὗτος γὰρ ἐν τῷ
δευτέρῳ τὰ κατὰ Ῥωμύλον τὸν πρῶτον κτίστην τῆ
“᾿Αλλ᾿ ἔγνω ὅτι νόμοι σπουδαῖοι καὶ καλῶν
ζῆλος ἐπιτηδευμάτων εὐσεβῆ καὶ σώφρονα καὶ τὰ δίκαια
ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων
ἱδρύσεις, μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις
Καὶ δωρεὰς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν,
ἑορτάς τε ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων
ἄγεσθαι προςήκει καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι
πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶπανηγύρεις
καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα
ὁμοίως κατεστήσατο τῶν κρατίστων παρὰ τοῖς Ἕλλησι
νομίμων.
τοὺς δὲ παραδεδομένους περὶ
αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ
αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ
ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι τῶν θεῶν,
Οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ
Παίδων παρὶ ῾Ρωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων
τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως,
ουτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ
κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν
ἑαυτοῦ πατέρα, οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ
ἑορτή
τε οὐδεμία παρ’ αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται,
κοπετοὺς ἔχουσα καἰ θρήνους γυναικῶν ἐπὶ θεοῖς
ἀφανιζομένοις, ἃ παρ’ Ἕλλησιν ἐπιτελοῦνται περί τε
Περσεφόνης ἁρπαγὴν καὶ Διονύσου πάθη, καὶ ὅσα
ἄλλα τοιαῦτα.
οὐδ’ ἂν ἴδοι τις παρ’ αὐτοῖς, καίτοι
διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις,
οὐ κόρυ βάντ’ ίαςμοὺς , οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους,
οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς θεῶν ἀνδρῶν
σὺν γυναιξὶν , οὐκ ἄλλο τῶν παραπλησίων τούτοις
τερατευμάτων οὐδὲν, ἀλλ’ εὐλαβῶς ἅπαντα πραττόμενα
καὶ ὃ πάντων μάλιστα
ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν
ἐπεληλυθότων ἐθνῶν, οἶς πολλὴ ἀνάγκη σέβειν
τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις , οὐδενὸς
εἰς ζῆλον ἐλήλυθε τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις
δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ
εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερὰ , τοῖς αὐτόθι
αὐτὰ νομίμοις μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν
μυθικὴν, ὥσπερ τὰ τῆς ἱερᾶς θεᾶς ἱερά.
θυσίας
μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος
ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι
πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ
τύμπανα κροτοῦντες.
Ῥωμαίων δὲ τῶν αὐθιγενῶν
οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται
διὰ τῆς πόλεως , ποικίλην ἐνδεδυμένος στολὴν,
οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς
καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν
μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν
ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διὰ λύπην, οἱ δὲ
παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων
συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ
δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ
ἀλλὰ
καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον, ὅμως εὐλαβῶς
διάκειμαι πρὸς αὐτοὺς, καὶ τὴν ῾Ρωμαίων μᾶλλον
ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν
ὧν ἕνεκα γίνεται.
σπάνιοι δ᾿ εἰσὶν οἱ
μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ
ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ
τοὺς περὶ αὐτῶν λόγους, καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ
τῶν θεῶν, ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμἐνων
ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων
ἀλλὰ ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν
τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν ἀφείσθω
σκοπεῖν, τῆς δὲ ὑπὸ ῾Ρωμύλου κατασταθείσης πολιτείας
καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια.”
Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων
καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς ῾Ρωμαίων
ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν,
οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις πα-
ραδεχόμενα, οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς
τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν
καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐ-
Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων
καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς ῾Ρωμαίων
ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν,
οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις πα-
ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν
καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας
αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς
ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν,
πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν
παρ᾿ αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα
καταμάθωμεν.
Μυρίοις μὲν οὖν ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγ-
τὰς αὐτῶν εὑρεσιλογίας πεποιημένοις, καὶ τὸ
παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ᾿ εἶναι τὸ ἀληθὲς
ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ
τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων
κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ᾿ Ἕλλησιν
ἀπενηνεγμένων παρασχεῖν.
ὧν πρώτου λαβὼν
ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν
προκειμένων φωνὰς, ἐν αἷς σεμνολογῶν παρατρέπει
τοὺς μύθους ἐφ᾿ ἅς φησιν εἶναι μυστηριώδεις θεο-
συμβίωσιν· εἶθ’, ὡσπερ ἐπιλελησμένος τῆς
ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάφας ἱστοίαν, τὴν
Ἡραν οὐκέτε ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει,
λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ άλιν τὴν αὐτὴν
τῇ Λητοῖ μαησιν εἶναι τὴν Ἡραν· εἶτ’ ἐπὶ τούτοις
εἰσάυεται αὐτῷ ὁ Ζεὺς εἰς τὴν αἰθέριον δὐναμιν
ἀλληγορούμενος.
Καὶ τί με δεῖ ταῦτα προλαμβάνειν,
αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως
θεῶν φυσιολουίας ἐκφαίνοντος
‘‘Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ’
τῶν σιγωμένων σαφέστερα τοῖς πλλοῖς ἔχοντα
καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, δῆλόν
ἐστιν ἐν τοῖς Ὀρφικοῖς ἐπεσι καὶ τοῖς Αἰγυπτιακοῖς
καὶ Φρυγίοις λογοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς
ὀρυασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱε ρουργίαις
τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν.
Οἷον,
ἀκρατοποσία γὰρ, φησὶ, ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς
ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης
τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν.”
Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις
καὶ τοῖς μύθοις μᾶλλόν ἐστιν. οἷον, ἱστοροῦσι τὴν
τοῦ Διός κλαπῆναι, καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι,
Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ
θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς
Μακρίδος κατὰ ζήτησιν — ἦν δὲ Ἤρας τιθήνη — καὶ
βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν,
οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς
ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβον-
ὥστε καὶ Λητοῖ μυχίᾳ προθύεσθαι· τινὲς δὲ νυχίαν
λέγουσι. σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ
κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν
ἐκεῖ τῷ Διὶ λάθρα συνοῦσαν καὶ λανθάνουσαν οὕτω
Λητώ φασιν νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ
‟ οἱ δὲ φυσικῶς μᾶλλον καὶ. πρεπόντως ὑπολαμβάνοντες
τὸν μῦθον οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ
συνάγουσιν τὴν Ἥραν. γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ
εἴρηται, νὺξ δὲ ἡ Λητὼ, λήθω τις οὔσα τῶν εἰς
ὕπνον τρεπομένων , νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν
σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ
τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα,
καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων,
ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς
γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.
‘‘ Ὅτι οὐκ ἄλλη τίς ἐστι τῆς Ἥρας ἡ Λητὼ
Λητοῦς καλοῦμεν , ἀλλὰ καὶ Εἰλήθυιαν τὴν αὐτὴν
ὀνομάζομεν· οὐκοῦν ἥ τεἭρα καὶ ἡ Λητὼ δύο εἰσὶ
μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ ᾿Απόλλων,
ἐκ Ἥρας ὁἌρης γέγονε, μία δέ ἐστιν ἀμφοτέρων
δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων
τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν , Ἀπόλλων
δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν
παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμτυρωτάτων
ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος
καὶ οὐκ ἀπότροπόν ἐστι τὴν αὐτὴν θεὸν γαμήλιον
λέγεσθαι καὶ μητέρα Εἰληθυίας καὶ ἡλίου
νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστι, γένεσις
δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ
καλῶς ἔφη ὁ ποιητής
“Δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν.
λέγεται γὰρ ὁ Ζεὺς, τῆς Ἥρας αὐτῷ διαφερομένης
καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης,
ἀλλὰ κρυπτούσης ἑαυτὴν, ἀμηχανῶν καὶ πλανώμενος
Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆ-
γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους
κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ
παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι
νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως
τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν
Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι
τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος,
τῶν Πλαταιίδων αὐτῇ γυναικῶν ἑπομένων,
Δία, καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν
μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν·
τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν
προσαγορεῦσαι, κατακαῦσαι δὲ ὅμως αὐτὸ, καίπερ
ἄψυχον ὂν, ὑπὸ ζηλοτυπίας.”
“Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ
τοιόσδε. Ἥρας καὶ Δῖός διαφορὰ καὶ στάσις
οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός
δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν
τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεὺς, τουτ-
ἦλθε πολὺ καὶ συνώμβρισε καὶ κατέκλυσε τὰ
πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς
καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν
ἐκ τόν φυτῶν τῆς γῆς ἡ δρῦς, καὶ ταύτην ἠγάπησαν
οἶ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίας διαμονὴν
παρασχοῦσαν, οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς
Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσι τῆς
φθορᾶς
Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας.’’
Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ
ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ
θεολογίας θεῖον μὲν οὐδὲν, οὐδέ τι μέγα καὶ θεοπρεπὲς
καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο.
ἀκήκοας
γὰρ τὴν Ἥραν, τοτὲ μὲν γαμήλιον ἀναγορευομένην
καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν
δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὁνομαζομένην,
τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διόνυσον εἰς
τὴν μέθην μετενηνεγμένον , εἰς νύκτα δὲ τὴν Λητὼ,
καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα, καὶ αὐτὸν δὲ τὸν Δία
εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν.
οὐκοῦν
διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους
νοερὰς καὶ θείας δυνάμεις οὐδ’ ἐπὶ λογικὰς
καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ
τοῦτο δὲ καὶ ὁ Πλάτων’ οἶδεν.
ὁμολογεῖ γοῦν διαρρήδην ἐν τῷ Κρατύλῳ μηδὲν
λέγει δ’ οὖν ὧδε πρὸς λέξιν
‟ Φαίνονταί μοι οἶ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.
Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα · ἴδωμεν δὲ
καὶ τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν
θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς
προσαγορεύειν Ἀθηνᾶν.
τούτους δὲ τοὺς πέντε
θεοὺς , τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πύρ’ καὶ
τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι,
ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων
τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ
τούτων ὁμωνύμους παρ’ αὐτοῖς Αἰγυπτίοις γεγονέναι
γράφει δὲ καὶ τὰ περὶ τούτων πλάτύτερον
μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος
‟ Τούτους δὲ τοὺς θεοὺς, τὸν Ἥλιον, φασὶ,
καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ’ Αἰγυπτίους καὶ
᾿Ισιν, τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε
καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει
τὴν περίοδον ἀπαρτιζούσαις , τῇ τε ἐαρινῇ καὶ
θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις
τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν
ἀρίστῃ συμφωνίᾳ.
φύσιν δὲ συμβάλλεσθαι πλείστην
εἰς τὴν τῶν ἀπάντων ζωογονίαν τῶν θεῶν τούτων,
τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ
καὶ ξηροῦ, κοινῇ δ’ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων
πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. διὸ καὶ τὸ μὲν
ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἑ ’ξ ἡλίου καὶ σελήνης
ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ
προειρημένα , τὸ πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρὸν,
ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα
τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.
τούτων δ’ ἕκαστον θεὸν νομίσαι, καὶ προσηγορίαν
ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον, τοὺς πρώτους
διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ’ Αἴγυπτον
ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι
μεθερμηνευομένης τῆς λέξεως · ὃν αἴτιον
ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων
οἱονεί τινα πατέρα.
συμφωνεῖν δὲ τούτοις
φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν
ἐπὶ τοῦ θεοῦ τοῦτο λέγοντα , πατὴρ ἀνδρῶν τε
θεῶν τε.᾿ τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον
τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ
καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα,
οἶ γὰρ Αἰγύπτιοι νομίζουσιν ὠκεανὸν εἶναι τὸν
παρ’ αὐτοῖς ποταμὸν Νεῖλον , πρὸς ᾧ καὶ τὰς τῶν
τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν,
μεθερμηνευομένης τῆς λέξεως, καὶ Δῖός θυγατέρα γε
νομίσαι ταύτην, καὶ παρθένον ὑποστήσασθαι διά τε
τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον
ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου · διόπερ ἐκ τῆς
κορυφῆς τοῦ Δῖός μυθολογηθῆναι γενέσθαι ταύτην.
ὠνομάσθαι δὲ αὐτὴν καὶ τριτογένειαν ἀπὸ τοῦ τρὶς
μεταβάλλειν τὴν φύσιν αὐτῆς κατ’ ἐνιαυτὸν, ἔαρος
λέγεσθαι δὲ αὐτὴν καὶ
γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον
ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς γλαυκοὺς ἔχειν · τοῦτο μὲν
γὰρ εὔηθες ὑπάρχειν· ἀλλὰ ἀπὸ τοῦ τὸν ἀέρα τὴν
ἤ τινων ἄλλων μεταβάλλοντας.
καὶ τοῦτο μὴ
μυθῶδες ὑπάρχειν, ἀλλὰ δύνατον εἴπερ οὗτοι πρὸς
ἀλήθειάν εἰσιν οἶ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν
δ’ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα
κάτα ποίησιν τὸ προειρημένον ὡς γινόμενον,
ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιο.”
Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασὶν,
Αἴγυπτον. μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν
ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν
ἐσχηκέναι προσηγορίαν , Ἥλιον τε καὶ Κρόνον καὶ
Ρέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωαν προσαγορευόμενον,
πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι
δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν
Ηλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον ,
ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ.”
Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς.
καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν ᾿Ισιν
αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν
‟ Ἀπ’ ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν
δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον.
οὗτοι δ’ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον
οὕτω παρ’ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν, Ἴσιδι
συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ
Νεῖλος ἐμπίπτων ἀφανίζεται.”
Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας
ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν
μύθους, καὶ πάλιν ἄλλως ἀποδίδωσι, καὶ αὖθις ἑτέρως
ἀλληγορῶν.
ἦν δ’ ἂν κατὰ λόγον πυθέσθαι
ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς
σώζειν φήσουσιν. πότερα δαιμόνων ; ἀλλὰ πυρὸς καὶ
ἀέρος καὶ γῆς καὶ ὕδατος , ἢ ἀνδρῶν καὶ γυναικῶν
εἰκόνας, καὶ ζῴων ἀλόγων καὶ θηρίων σχήματα;
ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως
έν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου
στοιχείων, ἢ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως
ἐπιδείκνυσι, τῶν ἐν νεκροῖς κειμένων θνητῶν;
ἀλλ’ εἰ καὶ αὐτοὶ μὴ λέγοιεν , ὅ γέ τοι ἀληθὴς λόγος
βοᾷ καὶ κέκραγε, μονονουχὶ φωνὴν ἀφιεὶς, θνητοὺς
ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. ὁ δὲ
Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας
’τον ποῖον ὑπογράφει του σχήματος χαρακτῆρα, έν
τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ
πως λέγων
‟ Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν ῾Ερμῆν
Ταῦτα καὶ ὁ Πλούταρχος. νεκρῶν ἄρα ἡ
πᾶσα αὐτῶν θεοποιία καθέστηκε· πέπλασται δ’ αὐτοῖς
τὰ τῆς φυσιολογίας. τί γὰρ ἐχρῆν ἀνδρῶν καὶ
γυναικῶν σχήματα ζωοπλαστεῖν, παρὸν καὶ δίχα τούτων
ἥλιον σέβειν καὶ σελήνην, καὶ τὰ λοιπὰ τοῦ κόσμου
στοιχεῖα;
ποτέροις δὲ τούτων καὶ ἐκ τίνων
ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν ;
οἷον, λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν, Δία τε
ἢ τοὔμπαλιν ἐκ τῆς παρ’ ἀνθρώποις ἐπικλήσεως
τὴν μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται;
καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου
φύσεις ἐπιφημίζειν ; τὰ δὲ καθ᾿ ἕκαστον θεὸν μυστήρια,
οἵ τε ὕμνοι καὶ αἷ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ
ἀπόρρητα , πότερον τῶν καθόλου στοιχείων , ἢ τῶν
πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων
ἐπάγονται τὰ σύμβολα;
ἀλλὰ γὰρ πλάνας καὶ
μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν
ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ
καὶ ἄσεμνα , πῶς ἄν τις ἀναθείη τοῖς καθόλου
στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρωποπαθὲς
ἐπενηνεγμένα;
ὥστε ἐκ τούτ’ ὢν ἁπάντων ἁλίσκεσθαι
τὴν θαυμαστὴν ταύτην καὶ γενναίαν φυσιολογίαν
κατ’ οὐδὲν ἀληθείας ἡμμένην, οὐδέ τι θεῖον
ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεφευσμένην
ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν. ἄκουε δ’ οὖν
‟ Χαιρήμων μὲν γὰρ καὶ οἶ ἄλλοι οὐδ’ ἄλλο
τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται , ἐν ἀρχῆς
λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ’ ἄλλους θεοὺς
πλὴν τῶν πλανητῶν λεγομένων, καὶ τῶν συμπληρούντων
τὸν ζωδιακὸν, καὶ ὅσοι τούτοις παρανατέλλουσι·
τάς τε εἰς τοὺς δεκανοὺς τομὰς, καὶ τοὺς
ὡροσκόπους , καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας,
καὶ θεραπεῖαι παθῶν, καὶ ἀνατολαὶ, καὶ δύσεις,
καὶ μελλόντων σημειώσεις.
ἑώρα γὰρ τοὺς τὸν
ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ Ὄσιριν
καὶ τὴν Ἴσιν, καὶ πάντας τοὺς ἱερατικοὺς μύθους, ἢ
εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις
καὶ ἐπιτολὰς ἑλιττομένους, ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις
καὶ μειώσεις, ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν, ἢ
ὧν οἶ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων
ἀνῆψαν κινήσεως, οὐκ οἶδ’ ὅπως δεσμοῖς ἀλύτοις
ἀνάγκῃ, ἣν εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες,
καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. οὕτω
λυτῆρας τῆς εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις
καὶ τοῖς ἄλλοις θεραπεύουσι.”
Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς
κείσθω, σαφῶς διαγορεύοντα ὅτι καὶ ἡ τῶν Αἰγυπτίων
ἀπόρρητος θεολογία οὐδὲ ἄλλους πλὴν τῶν
κατ’ οὐρανὸν ἀστέρων τῶν τε ἀπλανῶν καλουμένων
ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεως τε καὶ φορᾶς,
ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ’ αὐτοῖς
κεκράτηκεν ἡ δόξα.
εἰ τοίνυν εἰς μόνα τὰ ὁρώμενα
στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ
ἄψυχα καὶ ἄλογα ῥευστά τε τῇ φύσει καὶ φθαρτὰ
συνέστηκε, θέα εἰς οἶα πάλιν αὐτῶν καταπέπτωκεν
ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ
ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους
καὶ νοερὰς οὐσίας οὐδὲν αὐτοῖς ἀνεφέρετο, οὐδὲ ἐπὶ
νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων.
ἐπεὶ δὲ
φυσιολογεῖν, ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν
πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. ταῦτα γὰρ ἦν
τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως
γραφὴν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψε Περὶ
τῆς τῶν ἐμψύχων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν
διέξεισιν
‟ Ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ
τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ δι’ d
ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν, οὔτε ψυχὴ ἐν
μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν
ἡ αὐτὴ διὰ πάντων διῆλθε τῶν ζῴων. διὸ εἰς τὴν
θεοποιίαν παρέλαβον πᾶν ζῷον, καὶ ὁμοίως που ἀνέ-
μιξαν θηρία καὶ ἀνθρώπους , καὶ πάλιν ὀρνέων σὠ-
εἴκασται γάρ τις παρ’ αὐτοῖς
μέχρι τραχήλου ἀνθρωποειδὴς, τὸ δὲ πρόσωπον
ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος·
καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος, καὶ ἄλλων τινῶν
ζῴων μέρη, τῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπικείμενα·
δι’ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα
ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται,
καὶ μέρος τι τῆς Αἰγύπτου , ὃ καλοῦσι νομόν, ἐπώνυμον
ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο
δὲ Κυνοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν διὰ
τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν
ἐθρήσκευσαν.
ὕδωρ δὲ καὶ πῦρ σέβονται, τὰ
κάλλιστα τῶν στοιχείων , ὡς ταῦτα αἰτιώτατα τῆς
σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς,
ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος
Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν.
ταῦτ’ οὖν
τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται·
ὁ δὲ μετ’ ὀλίγον c φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων.
ἔτι δὲ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ
θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ
τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων , ὡς ἡλίῳ ἱέρακα,
σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύ-
Καὶ μετὰ βραχέα φησίν
‟ Κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν
ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν
οὕτω δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσι, καὶ ἄλλο τι περὶ κροκοδείλου, περί τε γυπὸς καὶ ἴβεως, καὶ ὅλως καθ’ ἕκαστον τῶν ζῴων · ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων.’’
Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν
Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων
παρ’ αὐτοῖς , ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς
ἀνηγορεῦσθαι τὰ θηρία.
καίτοι πῶς οὐ παραλογώτατον
εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον
καὶ θηριώδη φύσιν, διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις
μετέχειν ψυχῆς ; ἐχρῆν γὰρ, εἴπερ ἄρα, ἀνθρώπους
καὶ αὐτὰ ἡγεῖσθαι , καὶ τῆς ἀνθρωπείας
αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι.
οἱ δὲ
τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως
ἄλογα θηρία γενόμενα, καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν,
οὐδ’ ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι ·
τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ
τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς
ἐπὶ τούτοις ἀκήκοας
καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι’ ἣν οἶ θαυμάσιοι
τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας
καὶ δὴ σκόπει
πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν πάρεστι δοτὴρ
ὁ Χριστὸς τοῦ θεοῦ, τοσαύτης νόσου μακρὰς τε καὶ
πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς
διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος,
ὡς τοὺς πλείους ἤδη τῶν κατ’ Αἴγυπτον καὶ
ταύτης ἀπηλλάχθαι τῆς νόσου.
Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ’ Αἰγυπτίοις,
ἃ καὶ παλαίτερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται.
παρ’ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς
θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο
μεμάθηκας.
πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω
τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ,
καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ
γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν ᾿Απόλλων,
c καὶ πάλιν Ὦρος, καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς, καὶ
μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη,
ἢ Ἶσις ἢ Ἄρτεμις, καὶ ὅσα ἄν τις ἐξαριθμεῖν
βούλοιτο ·
μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν,
ἀλλ’ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ
προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ
καὶ ταύτῃ τοιγαροῦν ἡ γενναία
τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν
εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λό-
γου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ
φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν
διάνοιαν, καὶ πλέον οὐδὲν ἀλλ᾿ ἢ πῦρ καὶ τὴν θερμὴν
οὐσίαν, τά τε μέρη τοῦ κόσμου, διὰ τῶν οὐρανίων
φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν
καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα.
πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος
ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν
γένος ἀνθρώπων παιδεῦον τὸνἡλίου καὶ σελήνης θεὸν
καὶ δεσπότην καὶ δημιουργὸν τοῦ σύμπαντος κόσμου,
αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς
προσηκούσαις ἐννοίαις εὐσεβεῖν;
καὶ οὐ τὰ τῶν
σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς καὶ τροφὸν
καὶ πάντων τῶν ἀγαθῶν ταμίαν ὑμνεῖν, μέρη τε τοῦ
αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς
καταπλήττεσθαι, τὸν δ᾿ ἐν τούτοις ἅπασιν ἀόρατον,
καὶ τὸν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν
νοῦν μόνον ἀποθαυμάζειν, καὶ θεολογεῖν μίαν
μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ
πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν
τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον,
διὰ πάντων, δι᾿ ὧν καὶ ἐνεργεῖ. παραφαινομένην,
διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ
πάντα ἐπιπορευομένην, καὶ διὰ πάντων οὐκ οὐρανίων
μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου
Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον
τῆς ἀσυστάτου σοφίας ἢ θεολογίας, τῆς τε λεγομένης
μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας,
ἣν οἶ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες
τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν
νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα
μακροῖς ποθ’ ὕστερον χρόνοις ἐφευρημένα καὶ
λογισμοῖς ὀρθοῖς ἐπινενοημένα συμπλέξαι τῇ τῶν
παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν
περὶ τῶν μύθων ἐπαγγελίαν ἐξῆραν. ἄκουε δ’ οὖν
‟ Φθέγξομαι οἶς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι,
γράμματα θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους
ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους , καθὰ δὴ καὶ
τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς
στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον
τὰς βιβλους.”
Τοιαῦτα δὲ ὡς ἐν προοιμίῳ κατακοσμήσας ἄκουε οἷα προιὼν ἐξῆς γράφει πρὸς λέξιν
‟ Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς
καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν
ἐνῆγε, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς
διανόησιν, καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ
μιαίνεται.
πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ
ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν, καὶ ἀνθρωποειδεῖς
μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον,
καλοὺς δὲ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον· διαφόροις
εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς.
ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν,
σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα ἰδίως τε
κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ’ ὅπου δὲ καὶ τύχῃ
καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ
κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις
καὶ τοῖς κύκλοις · κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς
δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ
τὸ μόριον τῆς θηλείας.”
Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος, ὧν τί ἂν γένοιτο
ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογοῦσιν, τί
δὲ βιαιότερον τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ λίθον
καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν
καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα
φάσκειν; ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα,
‟῾Η δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν
εἶναί τι καὶ παλαιὸν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον
εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν
θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ
τῶν αὐτοχθόνων ἱδρυθὲν , ὃ μέχρι νῦν Ἀθηναῖοι
διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον
μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰν καὶ δύσεργον
καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον
ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα
νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ
ὅπου προσεχρῶντο , ποικίλματι τρυφῆς.”
Ταῦτα ὁ Πλούταρχος· καὶ τούτου δὲ πολὺ
“Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων
θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω
θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν
ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐπίφθονόν ἐστι κτῆμα, ἐλέφας
δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα·
σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα.’’
Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης
ἀνατροπὴν φυσιολογίας , ἧς φέρε καὶ τὰ λοιπὰ
ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἶά φησιν
‟Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ
τὸν κόσμον , ἐν μὲν ταῖς θεολογίαις ταύτῃ περὶ αὐτοῦ
παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες ·
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ, καθὸ νοῦς, ἀφ᾿ οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασι.
Τῶν δὴ θεολόγων
τὰ δὴ περὶ τοῦ θεοῦ τοῦτον ἐξηγησαμένων
τὸν τρόπον, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν
ὁ λόγος ἐμήνυσεν, οὔθ᾿ οἷόν τε ἦν οὔτ᾿, εἴ τις ἐπενόησε,
τὸ ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ
τῆς σφαίρας ἐδείκνυεν.
ἀνθρωπόμορφον δὲ τοῦ
Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον
κατ’ οὐρανὸν καὶ αἰθέρα καὶ τῶν ἐν τούτοις φαινομένων
ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ
προτεταγμένων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάττῃ
καὶ τοῖς παραπλησίοις.
μέρη γοῦν κόσμου καὶ
γῆ καὶ ὄρη καὶ βουνοὶ, εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ
ζώνης τρόπον ἡ θάλαττα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ
τε καὶ ἡμέρα τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως
μέρη. ταῦτα δ’ ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν
ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον
ἐκ μερῶν συνεστὼς διδάσκει.
λέγει δ’ οὖν
καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν
νοῦν τοῦ Δῖός λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν
ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν
οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου,
καὶ τὸν θεὸν εἶναι σῶμα, καὶ τὸν δημιουργὸν αὐτὸν
δι᾿ ὧν ἀνεπικαλύπτως ζῷον μέγα τὸν κόσμον
ὑποθέμενος, καὶ τοῦτον Δία προσειπὼν, νοῦν μὲν
αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ τοῦ κόσμου μέρη
ἀπεφήνατο εἶναι.
τοιοῦτος μέν τις ὁ διὰ τῶν
ἐπῶν ὑπογραφόμενος τυγχάνει Ζεύς. ὁ δὲ τῶν ἐπῶν
ἐξηγητὴς ἀρξάμενος μὲν τοῖς ἔπεσιν ἀκολούθως λέ-
τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι διὰ
τῶν ἐπῶν ἑρμηνεύσας.
Αἰγυπτίων δὲ ὁ λόγος, παρ᾿ ὧν καὶ Ὀρφεὺς
τὴν θεολογίαν ἐκλαβὼν τὸν κόσμον εἶναι τὸν θεὸν
ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν, (ὅτι καὶ
τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν
ἀπεδείχθησαν,) συνεστῶτα, καὶ τούτου πλέον οὐδὲν τὰ
παρατεθέντα τῶν ἐπῶν ῥήματα διεσάφησεν.
ὁ δὲ
μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προσ-
νοῦν τοῦτον φάσκων εἶναι τὸν τεθεολογημένον.
πῶς δ᾿ ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν
ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητὴς, εἴτε ὁ Θρᾷξ εἴη
Ὀρφεὺς εἴτε τις ἄλλος; εἰ δὴ παρ᾿ Αἰγυπτίων ἢ καὶ
τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς
θεολογίας , οἶ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι,
οὐδ᾿ ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιε-
οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην
καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.
καὶ ὁ Χαι-
μέρη καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρ-
Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς πόθεν,
ἢ πῶς, ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσι τὸν ἐπέκεινα
τοῦ κόσμου θεὸν, καὶ τὸν ἡλίου καὶ σελήνης
καὶ ἄστρων αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος
κόσμου δημιουργὸν κατεβάλλετο; ἀσωμάτου δὲ ἡ
γνῶσις αὐτῷ πόθεν;
ἀλλ᾿ οὐ τούτων γε οὐδὲν εἶδὼς
τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς
γένοιτο αὐτοῦ κεφαλὴ οὐρανὸς, οὐ σῶμα πῦρ καὶ
ὕδωρ καὶ γαῖα, ἀλλ᾿ οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ
σελήνη. πῶς δ᾿ ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα
καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ θεοῦ ἀὴρ εὐρυβίης
καὶ γῆ καὶ ὀρέων αἰπεινὰ κάρηνα; ἢ πῶς ὁ αἰθὴρ
νοῦς ποτ᾿ ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ,
ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ;
ὅτι μὲν οὖν ταῦτα
ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ
κόσμῳ τὸν θεὸν, καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ
κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων δημιουργόν.
ποιητὴν
μὲν γὰρ αὐτὸν καὶ σωτῆρα τοῦ κόσμου ἕτερον
ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ
τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχὴν, ἡνωμένον
καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προ-
ἀλλ’ εἰ χρὴ παραδείγματι χρήσασθαι, θεοπρεπέστερον
καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν
‟ὁ οὐρανός μοι θρόνος (εἰπὼν), ἡ δὲ γῆ
ὑποπόδιον τῶν ποδῶν μου. ”
εἰ γὰρ χρῆν ὅλως
προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ , θέα τὸ διάφορον
τῆς θεολογίας. ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν
θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων
τὸν παμβασιλέα θεὸν ἀφωρίσατο, οὐδὲ τὴν γῆν τῖς
προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ
τὰ τῇδε τῆς θεότητος τὰς προνοητικὰς αὐτοῦ δυνάμεις
διδάσκει· διό φησιν ‟ἡ δὲ γῆ ὑποπόδιον τῶν
ἀλλ’ οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ
θρόνος σῶμα τοῦ καθιδρυμένου , οὐδέ γε μέρη ποτ’
ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν
καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν
αἰθέρα, μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου
μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται
εἰδώς.
οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη,
οὐδ’ ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ.
ποῖος δὲ καὶ εἴη ἂν θεὸς οὗ μέρη γῆ καὶ τὰ
ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον
ἐκγόνων;
εἰ δὲ καὶ ὁ νοῦς τοῦ Δῖός οὐδὲν ἄλλο
πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν
καὶ τίς
ἂν ἔτι προσείποι θεὸν τῶν εὑ φρονούντων τοῦτον ᾡ
νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος , εἰ δὴ τοιαύτη παν-
τὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις
μήτε σελήνη, μήθ’ ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ’
αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος · ἔργα δὲ χειρῶν αὐτοῦ
ταῦτα μικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς
δυνάμεσι παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα
φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ
φύσις · τὰ δ’ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα,
εἰκότως οὖν τὰ θεῖα λόγια περὶ
τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει
ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην
καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.” καὶ πάλιν
σὺ κύριε κατ’ ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα
τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.” καὶ αὖθις ‟ ἀναβλέψατε
εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε
τίς κατέδειξε ταῦτα πάντα.”
Ταῦτα μὲν οὑν εἰς τὴν πρώτην τῶν ἐπῶν
ἑρμηνείαν εἰρήσθω· φέρε δὲ καὶ τὰ ἐξῆς διασκοπήσωμεν.
ἐπεὶ μὴ οἷόν τ’ ἦν , φησὶν, εἰκόνα τοιαύτην
τοῦ Δῖός τὸ δείκηλον πεποιήκασιν , ὅτι
νοῦς ἦν καθ’ ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς
ἀπετέλει τὰ πάντα.
καὶ πῶς εἰ μὴ οἷόν τε
τί δ’ ἂν ἔχοι σῶμα ἀνθρώπειον
ἐμφερὲς πρὸς τὸν τοῦ θεοῦ νοῦν; ἐγὼ μὲν
γὰρ οὐδὲ πρὸς τὸν ἀνθρώπινον ἡγοῦμαι· ἐπεὶ ὁ μὲν
ἀσώματος καὶ ἀσύνθετος καὶ ἀμερὴς , τὸ δὲ βαναύσων
ἀνδρῶν ἔργον καὶ θνητοῦ σώματος φύσιν ἀπομεμίμηται,
καὶ ζώσης σαρκὸς ἐν ἀψύχῳ καὶ νεκρᾷ
ὕλῃ κωφὴν καὶ ἄναυδον εἰκόνα καταγέγραπται.
ψυχὴ μὲν οὖν λογικὴ καὶ ἀθάνατος καὶ νοῦς
εἰκόνα καὶ ὁμοίωσιν ἀποσώζειν θεοῦ, καθ’ ὅσον ἄυλος
καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστηκεν,
ἀρετῆς οὖσα καὶ σοφίας δεκτική.
εἰ δή
τις εἴη δυνατὸς ψυχῆς ἄγαλμα καὶ μορφὴν ἐν εἰκόνι
τεκτήνασθαι , δύναιτ’ ἂν οὗτος καί τι τῶν κρειττόνων·
εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος,
οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν
καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη
τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω
θεοῦ
μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαντάζεται,
νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη·
τὸ δέ γε τοῦ ὁρωμένου Δῖός ἐν τῷ δεικήλῳ
σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν, οὐδὲ
τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ
μεμιμημένον, ὅτι μηδὲν ἴχνος ζωῆς γαῖ ψυχῆς ἐπάγεται.
πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ
λοιπῶν ἐκ Δῖός μυθευομένων ἀνδρῶν, οἱ τὸν θνητὸν
βίον κοινῶς ἅπασιν ἀνθρώποις καταστρέψαντες τῆς
οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ’ αὐτοὺς μνημεῖα
Φοινίκων μὲν οὑν οἶ πρῶτοι
θεόλογοι, ὡς ἐν τῷ πρώτῳ συγγράμματι παρεστήσαμεν,
τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ
θνητοῦ γενόμενον , ἄνδρα Φοίνικα τὸ γένος , ἀπεμηνμόνευον,
ἀλλὰ καὶ Κρῆτες τάφον
τοῦ Δῖός παρ’ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ
αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ
πρὸ τούτου δεδηλωμένοι κατ’ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι
τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο,
πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ’ οὐ σεμνάς
τινας οὐδὲ φιλοσόφους , αἰσχρουργίας δὲ ἁπάσης
τοῖς
δὲ ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις
τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης
δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ’ οὐκ οἶδ’ ὅπως
αὐτοῖς ὁ τῶν ὅλων δημιουργὸς νοῦς ἀναπέφανται.
πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου
πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ
πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται,
καὶ τά γε προκείμενα τοὐ Ὀρφέως ἔπη ‟ ὑπερ-
μένεος Κρονίωνος” ἐμνημόνευσε, Κρόνος δὲ Οὐρανοῦ.
δεδόσθω τοίνυν αὐτοῖς εἷναι ὁ Ζεὺς ὁ ἐπὶ
πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας.
εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς
γέννημα, εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος, εἴη
τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ
τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ
οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο,
οὐκ ἂν γένοιτο ὁ Ζεὺς τρίτος ἐξ Οὐρανοῦ.
πῶς
‟ Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.
Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ
Δῖός εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτέ ἐστιν
ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτομερέστατον·
σῶμα δὲ ὁ ἀὴρ , καὶ πολὺ πρότερον ὁ
αἰθήρ.
ὁ δὴ νοῦς ἄρα τοῦ Δῖός ἐλήλεγκται σῶμα
ταῖς φύσεσι διεστῶτα;
εἶτ’ οὐκ οἶδ’ ὅπως
τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων
ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει
‟ Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα
φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον·
λήθω γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον
ἀναισθησίαν, καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γινομέναις
τῇ νυκτί.’
Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν
εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι
τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων
φωτισμοῦ, μᾶλλον αὐτὸς γενόμενος ἢ ποιῶν;
ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν.
πάλιν δὲ προιὼν ἑξῆς λέγει
‟ Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως
Εστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ’ ἑστίας
πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν
αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ
῾Ρέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς
δύναμιν, τὴν δὲ Δήμητρα τὴν τῆς πεδινῆς καὶ γονίμου.
ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ
ἔχει τῇ ῾Ρέᾳ, διενήνοχε δὲ, ὅτι αὐτὴ κυεῖ τὴν Κόρην
ἐκ Δῖός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν
σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς
τοῖς στάχυσι, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας
σύμβολον.”
Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν
Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Δῖός
κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκε, καὶ
πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι,
τούτοις ἑξῆς ἐπισυνάπτει λέγων
‟ ᾿Επεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων
ἦν τις δύναμις , ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον
ἰὼν ἕλκει κατὰ τὰς χειμερινὰς τροπὰς, Κόρη
μὲν ἡ δύναμις ἡ σπερματοῦχος , Πλούτων δὲ ὁ ὑπὸ
γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον
κατὰ τὰς χειμερίους τροπάς· ὃς ἁρπάζειν λέγεται
τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ
τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν
ἡ δύναμις Διόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ
τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς
προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων,
ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην
ἔχει τὰ κέρατα, ἔστι δὲ ·θηλύμορφος , μηνύων τὴν
περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν.
Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν
ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον
βορὰν, ὃ δηλοῖ τὰς ψυχὰς, κέκληται κύων, ἀλλὰ παρὰ
τὸ κυεῖν, ᾗ χορηγὸς ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην.
Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσὶν
ἀναλογίᾳ προσήκοντες. ἀλλ’ ὁ μὲν Ἄττις τῶν κατὰ
τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι
διαρρεόντων, — ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν
ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως,
οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. σύμβολα
δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν
τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη
κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου
περὶ τὸν ἀέρα παχύτητος.
ἐπεὶ δὲ καὶ τῆς
μαντικῆς δυνάμεως τις μέτοχος ἦν δύναμις, Θέμις
μὲν κέκληται ἡ δύναμις , τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ
κείμενα λέγειν.
‟ Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις
ἐξηγήσεως τυχοῦσα θρησκεύεται , ὡς μὲν παρθένος
δὲ ῾Ρέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ Δημήτηρ ἡ
χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρησμῳδὸς, τοῦ εἰς αὐτὴν
κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίαπον ἐκτετυπωμένου·
οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς
Κόρη 5 τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα
Διόνυσος καλεῖται , τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος
τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον,
τοῦ δὲ Διονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ
γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένου,
ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως
σύμβολον Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν
ἐκτομῆς τὸν Ἄδωνιν,
καὶ τῆς μὲν πνευματικῆς
διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης,
τῆς δὲ εἰς ἔκτασιν ἀπ’ αὐτῶν παραγωγῆς
εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης
ὁρμῆς διὰ τῶν Σατύρων. διὰ δὴ τούτων τῶν
συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.”
Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως
τί δὴ οὑν ταῦτα χρὴ θεοποιεῖν εἰς
τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν
ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον
δύναμιν προσῆκόν ἐστιν ἡμῖν, οἶς φύσις ἐστὶ
ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος παρὰ τοὐ
παμβασιλέως τῶν ὅλων θεοῦ, διανοίας ὄμμασι κεκαθαρμένοις
θεωρητική;
τὸν δὲ Σειληνὸν ἀκούων
τὴν πνευματικὴν εἶναι κίνησιν, καὶ τὴν διήκουσαν
διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν
περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ
γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς
ἠξιωμένον σεβασμίας τιμῆς, ὅν ἐχρῆν πρὸ
τῶν πάντων θεοποιεῖν , Ἄδωνιν δὲ καὶ Διόνυσον,
τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, θεοποιουμένους;
τίς δ’ ἂν ὑπομείνειε σεμνολογουμένους
ἀκούων Σατύρους καὶ Βάκχας , τὰ ἐν ἀνθρώποις αἰσχρὰ
καὶ ἀκόλαστα πάθη , εἰ δὴ οἶ μὲν ἐδήλουν τὰς
παραγωγάς ;
καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνῃ , καὶ τὴν τόν ἑξῆς ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεὺς, τόνδε ἐπεξιὼν τὸν τρόπον
‟Τὴν Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν
προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες.
μερικαὶ δυνάμεις Νύμφαι , αἶ δὲ τῶν θαλαττίων
Νηρηίδες κέκληνται.
τοῦ δ’ αὖ πυρὸς τὴν δύναμιν
προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν
αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι, πέλον δὲ περιέθεσαν
κυάνεον τῆς οὐρανίου σύμβολον περιφορὰς, ἔνθα
τοῦ πυρός ἐστι τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον .
τὸ δὲ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον
δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ’
καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες
Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ
πάλσεως. ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι, ἥ τε
ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ
τῆς ἀπλανοῦς. περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην,
τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο
ἀπεχθὲς δαίμοσι, τοῦτο δὲ ὅτι λάλον καιόμενον, εἰς
καθὸ δὲ
ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα
προσεῖπον αὐτὸν, ἐκ τοῦ κλᾶσθαι αὐτὸν πρὸς τὸν
ἀέρα ἀπ’ ἀνατολῆς εἰς δύσιν ἰόντα. δώδεκα δ’ ἄθλους
ἐκμοχθεῖν ἐμυθολόγησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως
τῶν ζωδίων τὸ σύμβολον ἐπιφημίσαντες · ῥόπαλον
δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς
ἀνωμαλίας μήνυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν
τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως
Ἀσκληπιὸς τὸ σύμβολον · ᾧ τὸ μὲν βάκτρον δεδώκασι,
τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναπαύσεως,
ὁ δὲ ὄφις περισπειρᾶται , τῆς περὶ τὸ σῶμα
δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας
εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως
εἰδέναι τινὰ βοτάνην.
τῆς δ᾿ αὖ χορευτικῆς τε
καὶ ἐγκυκλίου κινήσεως, καθ᾿ ἣν τοὺς καρποὺς πε-
ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις , ἢ παρὰ τὸ περιδινεῖν,
ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν
περιφοράν. ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ
καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος,
Ὦρος κατὰ τοῦτο κέκληται.
τῆς δ᾿ αὖ γεωργικῆς
αὐτοῦ δυνάμεως, καθ᾿ ἣν αἱ δόσεις τοῦ πλούτου,
σύμβολον ὁ Πλούτων. ὁμοίως μέντοι καὶ τὴν
φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι
τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φω-
δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως,
τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές.
ὁ δὲ Κέρβερος τρικέφαλος μὲν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολὴ, μεσημβρία, δύσις.
τὴν δὲ σελήνην, παρὰ τὸ σέλας ὑπολαβόντες, Ἄρτεμιν
προσηγόρευσαν, οἷον ἀερότεμιν· λοχία τε ἡ Ἄρτεμις,
καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας
δύναμις προσθετικὴ εἰς τὸ τίκτειν.
ὅπερ δὲ
Εκάταη
δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως
καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρί-
κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ᾿ αὖ πανσε-
ἢ καὶ ἐκ
μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ
ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον, καὶ τὸ πλῆθος
τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς
πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. τόξα δὲ φέρει
καθάπορ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα.
πάλιν δ᾿ αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς
ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικὴν, Λάχεσις
δὲ ἐπὶ τὴν θρεπτικὴν, Ἄτροπος δὲ ἡ κατὰ τὸ
ἀπαραίτητον τοῦ θεοῦ.
συνοικίζουσι δὲ αὐτῇ
καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ
διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω
μέρεσι.
τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ
βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου
δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν
ἑστῶτα πολιὸν, πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν
χρόνον.
τῶν δὲ καιρῶν σύμβολα οἱ Κουρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει.
τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιά-
ἔχουσι τὸν μὲν τῶν ἀνθέων σύμβολον τοῦ
ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους.
τοῦ δὲ
δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέ-
τὸν δὲ τῆς ᾿Αφροδίτης
ἀστέρα θεωρήσαντες γενεσιουργὸν, ἐπιθυμίας
τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν
γένεσιν, ὡραίαν δὲ, ὅτι καὶ
καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν.
σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ
δύναμις καὶ ἐκθρέψεως. ἔστι δὲ ἀπὸ θαλάττης, στοι-
χείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ
διὰ τὴν συγκίνησιν ἀφριῶντος , τὸ σπερματικὸν αἰνιττόμενος.
τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ
λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ
Ἑρμῆς , Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, ῾Ερμόπαν δὲ ὁ ἐν τῷ
παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός.
σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ’ Αἰγυπτίοις
ὁ ῾Ερμάνουβις. ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν
δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός.
διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς
αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ.
τοῦ δὲ παντὸς τὸν Πάνα σύμβολον ἔθεντο, τὰ
μὲν κέρατα σύμβολα δόντες ἡλίου καὶ σελήνης, τὴν
δὲ νεβρίδα τῶν κατ’ οὐρανὸν ἀστέρων, ἢ τῆς τοῦ
παντὸς ποικιλίας.”
Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα
Τὸν δημιουργὸν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν,
ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ
κινεῖται · διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται.
τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαί
φασιν ᾠὸν , ἐξ οὗ γεννᾶσθαι θεὸν, ὃν αὐτοὶ
προσαγορεύουσι Φθὰ , οἶ δὲ Ἕλληνες Ἥφαιστον · ἑρμηνεύειν
δὲ τὸ ᾠὸν τὸν κόσμον. ἀφιέρωται δὲ τῷ
θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν.
αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε
ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς
κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν,
καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν , καὶ ὅτι
σφαιροειδὴς ὁ κόσμος.
ἥλιον δὲ σημαίνουσι
ποτὲ μὲν δι’ ἀνθρώπου ἐπιβεβηκότος πλοίου, τοῦ
πλοίου ἐπὶ κροκοδείλου κειμένου. δηλοῖ δὲ τὸ μὲν
πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον
ὕδωρ , ἐν ᾧ φέρεται ὁ ἥλιος. ἐσήμαινε τοίνυν
τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας
τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ
τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσι.
τὸ
δὲ αὐτὸ δύναται Δημήτηρ παρ’ Ἕλλησι καὶ Ἶσις παρ’
Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ’ Ἕλλησι καὶ Διό-
νυσος , καὶ Ἴσις καὶ Ὄσιρις παρ’ ’ Αἰγυπτίοις. αὕτη
δὲ τρέφουσα καὶ αἱροῦσα τὰ ἐπὶ γῆς · ὁ δὲ Ὄσιρις
παρ’ Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν,
ἣν θρήνοις ἀπομειλίσσεσθαι εἰς γῆν ἀφανιζομένην
λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας
τοῦ Νείλου δυνάμεως · ἀλλ’ ὅταν μὲν τὴν χθονίαν
γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις,
ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος,
ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ
καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν
καὶ ἀναλισκομένην. ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη
τῷ ᾿Οσίριδι ᾿Ισις ἡ Αἰγυπτία ἐστὶ γῆ διόπερ ἰσοῦται
Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται. ”
Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται
ἄγαλμα, πεπλασμένον μὲν, ἀλλ’ ἀνδρείκελον καὶ καθήμενον,
κυανοῦν τε τὴν χροιὰν, κεφαλὴν δὲ κριοῦ
κεκτημένον, καὶ βασίλειον, κέρατα τράγεια ἔχον, οἷς
ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ, παρακειμένου
κεραμέου ἀγγείου, ἐφ’ οὗ ἄνθρωπον ἀναπλάσσειν.
δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν
καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης·
τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν
συνόδῳ ἡ σελήνη.
τὸ δὲ δεύτερον φῶς τῆς σελήνης
τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου
προσώπου τὸ ἀφ’ ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν.
τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσι · φωτὸς δὲ
καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν
ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν , ἔνθα τὸ
φῶς· ὁ δὲ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον,
παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας.
θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὦρος. ἡ δὲ
τῆς Εἰληθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει· τὸ δὲ
μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην·
ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν
τὸν γῦπα, θηλείας πάσας ἀποφαινόμενοι.
ἐν δὲ
τοῖς κατ᾿ Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς
εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται , δᾳδοῦχος δὲ
εἰς τὴν ἡλίου· καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνην,
ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ.
καὶ ἄνθρωπος δὲ παρ᾿
Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ
ὁ δὲ μετ᾿ ὀλίγον φάγοι ἂν τὰ ὧς ἂν ἀνθρώπῳ
αὐτῷ παρεσκευασμένα.
ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς
ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα
θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν
ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς θεοὺς θρησκείαις
βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς
Ἀλλ᾿ ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πό-
ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς
ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ
λέγεται τὴν φύσιν.
σελήνῃ δὲ ταῦρον ἀνέθεσαν,
ὃν Ἆπιν ἐπονομάζουσι, μέλανα μὲν καὶ αὐτὸν
ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σε-
Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς
οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει
φωνὴ ,
ἀλλ’ ἐπεὶ πάντα τὸν περὶ
τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς
ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν
μηκέτ’ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν
θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ’ ἐπί τινας ἀοράτους
μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’
οὐ πολλὰς ἡγεῖσθαι.
οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα
καὶ μέρη καὶ μέλη ὑφ’ ἐνὶ σώματι δεδημιούργηται,
τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι,
οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος
νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν,
καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον
οὕτω δῆτα καὶ ἐπὶ τοῦ σύμπαντος
κόσμου, ἑνὸς μὲν ὄντος καὶ ἐκ μιᾶς τῆς σωματικῆς
κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων, ἀλλοιώσεις
τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτὰ, ὅλον δὲ
καὶ τὸ πᾶν ἔνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου,
οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς
δυνάμεις, μόνην δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ
δύναμιν καὶ θεοῦ σοφίαν.
ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς
μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει
δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας
γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαιρήμονα καὶ
μένων κόσμων ἡγεῖσθαι, ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι
τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ
καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἐρμηνεύειν.
εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν
Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ
ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα
ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν,
τί δὴ ἐξ ὑπαρχῆς εὑρεσιλογοῦντες Αἰγυπτίοις
τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφετε , ἐπὶ δυνάμεις
ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς
θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα
Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν
ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ
μακρᾶς ἀνασκευῆς δασθαι. ἵνα γὰρ τὸν Αἰγυπτιακὸν
παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ
ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων
μετέλθοι φυσιολογίας , τίς οὐκ ἂν τῶν εὖ φρονούν-
ἔστω γὰρ ὁ Ζεὺς μηκέθ’ ἡ
ζωογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος,
ὅν φασιν εἶναι τὸν χρόνον , Ῥέα δὲ μήτηρ, ἣν
ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον
δύναμιν ; τὴν γὰρ Ἥραν οὐκ οἶδ’ ὅπως τὸν ἀέρα τὸν
καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά
φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζωοποιοῦ πάντων
νοῦ.
ἀλλὰ καὶ ἡ Λητὼ πάλιν λήθω τις καλείσθω,
ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος
τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων;
τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν
ἢ τὴν Δήμητρα, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου
γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο;
τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ
καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ
τιμᾶν ;
τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν,
καὶ τὴν τῶν ἀκροδρύων γένεσιν, ἢ τῶν κατὰ τὸ ἔαρ
προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι διαρρεόντων,
ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα,
Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνινκ ἐπονομάζοντας,
ὑπεστήσατο ;
Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ
᾿Ασκληπιὸν ὁμοίως ἀποφαινομένοις.
πῶς γὰρ ὁ
αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱὸς, Ἀσκληπιὸς ὁμοῦ
καὶ Ἀπόλλων; πῶς δ’ ἂν πάλιν εἰς Ἡρακλέα μετενεχθείη,
εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ
Ἡρακλῆς αὐτοῖς ὡμολόγηται; πῶς δ’ ἂν ἐμμανὴς
γένοιτο καὶ σφάξειε τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι
δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ ῾Ηρακλεῖ;
ἀλλὰ
τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα
τῆς κατ’ οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου,
ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν.
τίς οὖν ἔτι γένοιτ’ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ
οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων.,
πῶς δ’ ἂν ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου
θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων
πλῆθος , αἷς τὸν ῾Ηρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν
καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν
τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ’ ἂν εἴη ὁ
Κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ
Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν ῾Ηρακλέα, τῇ
ἀλλὰ γὰρ
μηκέτ’ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δ’ ὁ Διό-
νυσος · καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον ; φαίη τις ἂν
εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη
τις λέγοιτο εἴτε Περσεφόνη ; πῶς δ’ ἂν εἴη ὁ Διόνυσος
ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς
καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις ; τί δ’ ἂν γένοιτο
εἰ δὲ καὶ Ἀσκληπιὸς αὐτοῖς πάλιν εἴη ὁ
ἥλιος 5 πῶς οὗτος ὑπὸ τοῦ Δῖός κεραυνοῦται ῥυπαρὰς
ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν
Πίνδαρον ὧδέ πως λέγοντα
φανεὶς,
στέρνων κάθελεν
τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι , εἰς μακρὸν
τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν
γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι;
πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς,
τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσιν,
εἰς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ
εἴ γε πῦρ
μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις,
Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀὴρ, καὶ γῆ
πάλιν , ἡ μὲν ὄρειος καὶ πετρώδης ῾Ρέα , ἡ δὲ πεδινὴ
καὶ γόνιμος Δημήτηρ , καὶ Κόρη δὲ ἡ σπερματοῦχος,
καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις.
καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις , σελήνη
δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ, καὶ πάλιν
Ἑκάτη καὶ Εἰλήθυια, οὐκοῦν πάλιν τὴν κτίσιν
παρὰ τὸν κτίστην, καὶ τὴν δημιουργίαν τοῦ παντὸς,
ἀλλ’ οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται,
εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα
ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ
μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰτὰς
ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν,
(ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα
πληροῦν, καὶ διὰ πάντων διήκειν, καὶ τοῖς πᾶσιν
ἐπιστατεῖν, ἀσωμάτως δὲ καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα,
καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ
τῶν δεδηλωμένων σέβειν φασὶ) τί δῆτα τοιγαροῦν
οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας
ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι,
καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους, ὡς δυσσεβῆ
καὶ ἀκόλαστα περιεχούσας, ἀφανεῖς ποιήσαντες, τὸν
ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθα-
ρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι;
τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνωκόσι,
μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ
ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ
πρόσρησιν· ἀλλὰ μηδ᾿ ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς
ἀνδρῶν τε οἰκοδομαῖς σφὰς αὐτοὺς ἐναποκλείειν,
ὡς ἔνδον εὑρήσοντας τὸν θεὸν, μηδ᾿ ἐν ξοάνοις
ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾶν οἴεσθαι
δυνάμεις, μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ
λύθρου καὶ νεκρόν ζῴων αἵμασι κεχαρισμένα τῷ
θεῷ πράττειν νομίζειν.
τούτων δὲ ἁπάντων, ὡς
ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς
σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς
θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνὠς
προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν
δ᾿ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν,
καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους
δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ
τῆς ἀρετῆς ὁμοιώσει.
ἀλλ’ οὐδείς γε πώποτε,
οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις
ταύτης κατῆρξε τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ·
τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν
τε καὶ εὐσέβειαν · οἱ δὲ τηνάλλως σοφοὶ τοῦ
βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες , ᾖ φησιν
ὁ θεῖος ἀπόστολος ‘‘γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν,
ἢ εὐχαρίστησαν , ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς
διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν
καρδία. φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν,
καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει
παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς
αἰῶνας. ”
Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν
καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας,
ἄνωθέν ποθεν ὡς ἀφ’ ὑψηλοτάτης ἀωρωρείας
καταπίπτοντες σὺν τοῖς πλήθεσι κατεσύροντο
τὰ τοῖς πολλοῖς ὅμοια, διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις
προσπίπτειν , δοξάζειν ὑποκρινόμενοι, αὔξοντές
τε καὶ ἔτι μᾶλλον κρατύνοντες τὴν δημώδη τῶν μυθικῶν
διηγημάτων περὶ θεῶν ὑπόληψιν.
πῶς
οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι σεμνολογούμενοι
μὲν ταῖς φυσιολογίαις, καὶ μέχρι λόγων τὰ αἰσχρὰ
καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ’
ἄκουε γοῦν ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμολογῶν ἐν Δήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γεγεννῆσθαι, καὶ πάλιν ὁ Ἀσκληπιὸς ἐν Τρίκκῃ, ὡς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας.
γράφει δὲ ὁ Πορφύριος
καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων
φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν
ὧδέ πως ἐχόντων
οἷς ἐπιλέγει
καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ
ὁ δ᾿ Ἑρμῆς φησιν
καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσι τοῦ σχήμα-
ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ
δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ’ ἄρα ὁ Πὰν σύμβο-
λον ἦν τοῦ παντὸς, δαίμων δ’ ἂν εἴη τις τοιοῦτος
οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς · οὐ
γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησε τὰ προ-
κείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ’ οὐ
καὶ ὁ Ἑρμῆς
δὲ πῶς ἂν νοοῖτο ὁ τῶν ἁπάντων ποιητικός τε καὶ
ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντς
ὁμολογῶν ἐσχηκέναι, τήν γε περὶ αὐτοῦ λεγομένην
μυθολογίαν, ἀλλ’ οὐ φυσιολογίαν ἐγκρίνας;
οὕτω
καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα
τὴν Τρίκκην ἐπιγραθόμενος μένος καὶ ἀπὸ θνητῆς ὁμολογῶν
γεγονέναι μητρός; πῶς δ’ ἂν ἥλιος ὢν αὐτὸς τοῦ
ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς
φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον ; ἐπεὶ
καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν
εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγεννῆσθαι τῇ νήσῳ ὑπὸ
θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς;
ἐνταῦθά μοι
τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν
ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν
Ποιητῶν μὲν οὖν , ὥς φασι, μύθους περὶ
χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ
θαυμάζειν ὡς φιλοσόφους , καὶ μᾶλλον τῶν ποιητι-
κῶν λήρων τὰς τόν κρειττόνων ἐκδέχεσθαι πιθανο-
λογίας· θεῶν δ’ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ-
λαν κατιόντων , καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ’
ἑαυτοὺς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων,
τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρεδιλογίας
τὰς περὶ ὣν μὴ ἴσασιν ὑπονοίας περιτρε-
πόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδὲ
ἐρωτᾶν ἄξιον ;
εἰ δὴ οὑν ἀληθεύσουσιν οἱ θεοὶ κυροῦντες
τἀς περὶ αὐτῶν άνθρωποπαθείας, ψευδεῖς
ἂν εἶεν οἶ ἀθετοῦντες αὐτάς · εἰ δὲ τῶν φιλοσόφων
ἀληθεῖς αἶ φυσιολογίαι, ψευδεῖς γένοιντ’ ἂν αἱ τῶν
θεῶν μαρτυρίαι.
ἀλλὰ καὶ αὐτὸς, εἴποι τις ἂν,
ὁ Ἀπόλλων ἴφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ αὑτοῦ
ὅστις εἴη
οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχο- μένοις συνιστάμενοι. εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσι, πῶς ἂν εἶεν οἵους φυσιολογοῦσιν;
ἔστω γὰρ ὁ Ἀπόλλων
ἥλιος — πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ
περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος — πῶς οὖν ἡ
Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη
ταύτα.
Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἔστιν
ἀνθρώπων τὸν τηλικοῦτον ὑποτάττεσθαι φωστῆρα·
ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ
ἐπὶ σελήνης. εἰ γὰρ τὴν Ἑκάτην αὐτὴν εἶναι φήσουσι
καί πως ἀνάγκαις ἀνθρώπων καθέλκεσθαι, καὶ διὰ
τοῦ δοχέως χρᾶν , εἴς τε αἰσχρὰς καὶ ἐρωτικὰς δια-
κονίας παραλαμβάνεσθαι αὐτὴν ἄρχουσαν τῶν πονη-
ρῶν δαιμόνων, εἰκὸς ἂν εἴη τὴν Ἑκάτην ταῦτα πράτ-
τειν· ὃ καὶ ὁ αὐτὸς ὁμολογεῖ συγγραφεὺς, ὡς κατὰ
πῶς δὲ ὁ Πλούτων καὶ ὁ
Σάραπις εἰς τὸν ἥλιον δυνατοὶ ἂν εἷεν φυσιολογεῖ-
σθαι, ὅτε τὸν ἄρχοντα τῶν πονηρῶν δαιμόνων ὁ αὐ-
τὸς πάλιν ἀποφαίνεται τὸν Σάραπιν εἶναι τὸν αὐτὸν
τῷ Πλούτωνι; καὶ χρησμοὺς δὲ τοῦ Σαράπιδος ἐγγράρων
πῶς ἂν δύναιτο τοῦ ἡλίου αὐτοὺς λέγειν
εἷναι;
ἀλλὰ γὰρ ἐξ ἁπάντων τούτων λείπεται μηδὲν μὲν ἀληθὲς φέρειν ὁμολογεῖν τὰς δηλωθείσας φυσιολογίας , σοφίσματα δ’ εἶναι σοφιστῶν ἀνδρῶν καὶ εὑρεσιλογίας.
Τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας
ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ’
ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι
μηδὲν αὐτοὺς ἀληθεύειν.
Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας
τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας,
ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον.
μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν
εἶναι νενόμισται, διά τε τὰ θρυλούμενα μαντεῖα
καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας
τῶν πεπονθότων σωμάτων, τάς τε κατά τινων ἐπισκήψεις.
ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες
εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς
τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν,
τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις
μὴ ταῖς προσηκούσαις θεραπείαις τιμῶντας. καὶ πρὸς
ταῦτ᾿ οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες
ὑπαντησωμεν.
Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ᾿
ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος
ἡμῶν ἠλευθερώθημεν, ἐν τῷ τετάρτῳ τούτῳ συγγράμματι
τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι
καλεῖ.
ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας
αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε
τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον, καὶ
εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρη-
θους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαί-
ρουσι προσαγορεύοντες , καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ
τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις
καὶ χώρας συνεστὼς , πολιτικὸν αὐτοῖς προσαγορευόμενον·
ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται,
ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολο-
γουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον.
διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ,
θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν, ἐπισκήψεις
εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας
δίκαια πράττειν , ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν,
τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐ-
δενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας,
δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα,
στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων
εὐσεβείᾳ, μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας.
τὸ
μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς
θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω,
ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν
μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον · τὸ δὲ
τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ
καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται,
μήτε τις ποιητῶν, φασὶ, μήτε φιλοσόφων
κινείτω, τοῖς δ’ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἴν τε
πρὸς δὴ οὖν ταῦτα καιρὸς
ἀποδοῦναι τὸν παρ᾿ ἡμῖν λόγον, ἀπολογισμόν τε
ματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις, καὶ τοῖς
τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης.
Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς
καὶ αὐτοῖς, ὅτι δ᾿ οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν
θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον ἐν
τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ
ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας
καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβία-
τὸ δὴ τρίτον
φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς
ξοάνοις ἐμφωλευούσας δυνάμεις, πότερα τὸν τρόπον
ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων
ἁπάντων τὰ ἐναντία.
ἄλλος μὲν οὖν τάχα ἂν
ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι
ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν,
ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος
πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ
συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως
προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ
δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα
φυσικαῖς αἰτίαις ἀνῆφθαι.
πολλὰ γὰρ εἶναι
εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ
τὸ παρὸν ἐναλλάττειν, καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν,
τοτὲ δὲ τῇδε, καὶ τὰ μὲν πρὸς πλείω χρόνον , τὰ δὲ
πρὸς βραχὺν τοῦτο ποιεῖν, καὶ πάλιν τὰ μὲν εἰς πλῆ-
θος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν, καὶ τῶν μὲν
τάδε ἡγεῖσθαι , τισὶ δὲ ἕτερα ἐπακολουθεῖν, συντρέχειν
τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι·
φθίνειν, ζῴων τε εἶναι καὶ φυτῶν καὶ ῥιζῶν ἀντι-
παθείας μυρίας, καὶ πολλὰ θυμιαμάτων καρωτικῶν
τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν·
συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς
τόπους ἐν οἶς τελίσκεται τὰ γιγνόμενα · ὄργανά τε
εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ
τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς
καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐν-
τὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνερ-
γεῖν τῇ κατ' αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ
ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς
θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν, τήν τε ἐκ
προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν.
προσκείσθω
τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προὐ̓πισχνου-
προυπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων,
τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ
εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν
χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων,
ὡς μή τινα συνιέναι τὸ χρησθὲν, τῇ δὲ
πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ
τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις
ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς
ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ
τὰ μηδ᾿ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ
τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων
ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ
ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα,
εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα,
πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ
Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγε
τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος,
εἰ μήποτ᾿ ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν
κατά τινα φορὰν συντυχικὴν, ἢ κατὰ τὴν στοχασθεἴ-
ὃ δὴ καὶ μάλιστα θρυ-
λοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ παν-
ταχόσε γῆς βοῶντας, ὅτι μὲν, εἰ τύχοι, τοσοίδε τὸν
μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ
τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας·
ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων,
εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν
συμπεσεῖν ἔτυχε, θαυμάζοι ὡς κατὰ μαντείαν χαἲ
πρόγνωσιν ἔνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη
περιελθεῖν ἀριθμόν.
οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων
ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ
ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ
ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεως τε
καὶ πολέμων οἶ δεδηλωμένοι , σκέψασθαί τε τῶν πα-
λαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνι-
κάδε ἀρετῆς τι θεῖον ἔργον ἐνεδείξαντο, ὁπηνίκα
ἤνθει μὲν τὰ Ἑλληνικὰ, συνειστήκει δὲ τὰ πρὶν βοώμενα,
νῦν δὲ μηκέτ’ ὄντα χρηστήρια, πάσης προ-
νοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων,
τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων
τε αὐτὰ καὶ θεραπευόντων.
καὶ τότε γοῦν μάλιστα
τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν
ὅπως καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμέ
νοῦς παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγ-
σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ
ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν
ὑποσχόμενοι, κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ, καὶ
τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς
εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν,
γόητες ἄνδρες, ἀλλ᾿ οὐ θεοὶ διελεγχθέντες,
οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης.
τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν
συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν,
οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον
ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ
ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους;
τί δή ποτε οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς
ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας,
οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς
δὴ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ
συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν
παρέχειν, ἀλλ᾿ ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας
τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ
οὕτω δὲ τὸ πᾶν οὐ θεῖον, οὐδὲ ἀνθρωπίνης ἐπινοίας
κρεῖττον ἦν· ὥστε κἀν ταῖς μεγίσταις συμφοραἳς,
ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ
τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ
ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς
νεὼς αὐτῶν ὑπομεῖναι.
ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς
ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον;
ποῦ ὁ Πύθιος; ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδω-
κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ’ οὓς
λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρη-
σμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα
τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς
Ὀλυμπιάσι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσι·
καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου
Δῖός ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ
καὶ τούτων παρ’ αὐτοῖς
Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ’
ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ’ ἕκαστον ἐξαριθμεῖσθαι,
παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰ-
κείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυ-
νατοὶ πεφώρανται · οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμ-
φοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ’ ἂν ποτε κἂν
ἄλλοις ἐπαρκέσειαν.
ἕν δέ τι προσθεὶς τοῖς εἰρημέμνοις
αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βα-
σάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν τὴνπᾶσαν
ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι,
γοητείαν τετεχνασμένην τὸ πὰν εἶναι ὁμολογήσαντες ·
οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς
μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν
διὸ
ἀφανῶν τινάς · οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς
ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ
τὸν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπακότων,
οἶ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως,
οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ’ ἡμῶν ὕβρεσιν
ἐν τῷ καθ’ ἡμᾶς διωγμῷ λαμπρυνόμενοι ἴσμεν
Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων
εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας,
τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους , πλάνην
δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων.
καὶ ἦσάν γε
παρ’ αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπεῖς
αἱρέσεις ταύτης προιστάμεναι τῆς δόξης, ὡς οἶ ἀπὸ
τοῦ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου,
, κυνικοὶ τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα
χρηστήρια καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα
οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι
μυρίων
δὲ ὄντων—καὶ διὰ πλειόνων τὴν τῶν μαντείων
χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ
ἴ’ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ
Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων
“Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ
βιβλίῳ τοιαύτην τινά. μὴ γὰρ ἂν τὰς τῶν
ὑπὸ τῆς εἱμαρμένης περιείχοντο· ὃ καὶ αὐτὸ πολλῆς
εὐηθείας μεστόν ἐστιν. ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ
πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις,
ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος,
τοῦ πάντα γίνεσθαι καθ᾿ εἱμαρμένην, καὶ
οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ· ἐπειδὴ
καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ
προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν ἡ
οὕτω τὴν ἀπόδειξιν ἡμῖν
Χρύσιππος κεκόμικε, δι᾿ ἀλλήλων κατασκευάζων ἑκάτερα.
τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ᾿ εἱμαρμένην
ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι
μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ
προλάβοι τὸ πάντα συμβαίνειν καθ᾿ εἱμαρμένην.
ποῖος δ᾿ ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου
γένοιτο; τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν
ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν
ἐπιστήμην εἶναι σημεἲον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς
συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκ-
οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα
τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀπο-
κατορθοῦσαν.
ὅτι δὲ ἀποτυγχάνεται αἰ τὰ πολλὰ
τοῖς καλουμένοις μάντεσιν ὁ πᾶς τῶν ἀνθρώπων
γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ
συνεργείᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπει-
ρίαν κεκτῆσθαι νενομισμένων.
ἀλλὰ περὶ μὲν τοῦ
μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικὴν,
ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον , παρατιθέμενοι
τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα · νυνὶ
δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν , ὅτι μάλιστα
μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάν-
τεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ
τυχικῆς αἰτίας ἔργον ἂν εἴη — οὐ γὰρ τὸ μηδεπώποτε
τοῦ προκειμένου τυγχάνειν , ἀλλὰ τὸ μὴ πάντοτε,
καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν
μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προα-
γορευτικὴν , τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι
συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ
βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα
δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν.
τί γὰρ ὄφελος
οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην τις
φήσει παρέχειν τὴν τῶν ἐσομένων ἀγαθῶν τροαγόρευσιν,
τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν·
τὰ δ’ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν,
διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἶ μὲν
γὰρ πολλοὶ καὶ μείζω τῶν δυνατῶν γενέσθαι κατηλ-
πίκασιν.
ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν
τῶν κακῶν προαγόρευσιν , καὶ διὰ τὸ ἀπόστρεπτον
αὐτῶν φύσει, καὶ διὰ τὸ παρ’ ἐλπίδας ἐνίοτε προλέ-
γεσθαι, μεγάλως συνταράττειν.
ἀλλ’ ὅμως εἰ
καὶ μὴ τοῦτο συνέβαινε , τό γε ἀχρεῖον ἔσεσθαι τὴν
προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει
τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ
προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυ-
λαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ’
εἱμαρμένην , ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ
εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι
φήσει τις , ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν
εἱμαρμένην , πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναι-
τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον
τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ
μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ
οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς
τῆς τῶν κακῶν προαγορεύσεως φησιν εἶναι διὰ τὴν
ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας
εἰρήσθω, πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ
καὶ ἀχρεῖον τῆς μαντικῆς.”
Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ
σαυτῷ σκέψαι πῶς Ἕλληνες ὄντες, καὶ τὴν Ἑλλήνων
σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι, τά
τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες,
Ἀριστοτελικοὶ πάντες, Κυνικοί τε καὶ Ἐπικούρειοι,
καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ᾿
καὶ μὴν, εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἓλληνας ὄντας, καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους, μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τιθεμένους.
ταῦτα μὲν οὖν
καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ
ἂν ἐκ τῶν παρ᾿ αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε
εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλού-
Οἶμαι δὲ παντί τῳ εἶναι σαφὲς ὡς ὁ τῶν
προκειμένων ἔλεγχος οὐ μικρὸν, ἀλλὰ καὶ μέγιστον
ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς
δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν
δίκην ὧδε κἀκεῖσε περιηγμένοι , καὶ βυθῷ κακίας
πρὸς αὐτῶν καθειλκυσμένοι · καὶ τί γὰρ ἄλλ’ ἢ δαι-
μονῶντες;) πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς
εὐαγγελικῆς οἰκονομίας μυστήριον, πάντας πανταχόθεν
ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων
καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς
ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν
ἁπάντων πλάνης ἱδρύματα , ἱερὰ δὲ ὄντως σεμνὰ καὶ
εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ
καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κό-
σμον ἀνεγηγέρθαι, θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς
ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης, ἔν τε
ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει, κατὰ τὰ
θεῖα καὶ σωτηριώδη παιδεύματα , ἐξ ἁπάντων ὁσημέραι
διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς δὴ καὶ
μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ
τούτων δὲ οὕτως ἐχόντων, πῶς
οὐκ ἂν εἴημεν ἐν ταὐτῷ δεδειχότες καὶ ὅτι μετὰ σώφρονος
λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες,
ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας,
κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες,
Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες,
καθ᾿ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν
τρόπους, εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦν-
ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ
δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ
κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ
ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε
φωτὸς μετοχῇ· ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ
κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαι-
ταῦτα
τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν
καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι·
δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ
περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ᾿ ἀφορισμῷ κεχρημένοι
πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ
αἰθερίους θεοὺς θεραπεύειν· δεύτερον τοὺς ἀγαθοὺς
δαίμονας· τρίτον τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον
τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμο-
ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι
τὰ πάντα , μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς
πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις
καταδουλούμενοι, ὡς ὁ λόγος προιὼν ἀπελέγξει. πάρεστι
γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις
ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα
θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους εἴτε ἀγαθοὺς,
ἐκ τῶν παρατεθησομένων.
τὰ μὲν γὰρ παρ’ ἡμῖν
θεῖα λόγια οὐδ’ ὅλως ἀγαθὸν οὐδέν’ ὀνομάζει δαίμονα,
ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς
οὐδ’ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἴνα τὸν
πάντων αἴτιον · τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις,
ἅτε τὴν φύσιν γεννητὰς οὔσας καὶ πολλῷ τὸν ἀγέν
νῆτον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας,
οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους
ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν
ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ
τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύ-
μασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς δὲ δαίμονας, εἰ
δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξει-
πεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἷναι
καὶ ἐπιστήμονας , ἀλλ’ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ
ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσ-
φυῶς ὀνομάζεσθαι.
τάς γέ τοι θείας καὶ ἀγαθὰς
μήτε τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν
ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.
Φέρε οὖν ἐπισκεψώμεθα τίς ὁ κατ’ αὐτοὺς
ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν,
εὖ οἷδ’ ὅτι μηδ’ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλή-
μοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν
αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις.
μυρίων δὲ ὄντων παρ’ Ἕλλησι λογογράφων τε καὶ
φιλοσόφων , πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα
ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς
ὡμιληκέναι , ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ
μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι.
οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ
ἀγαθῶν δαιμόνων, οὓς μάλιστα ἐκλεξάμενος αὑτῶ
ἡγήσατο ἱκανοὺς εἷναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων
ἐκ δὴ τούτων τοιγαροῦν
τῶν ἐγκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων
διακρῖναι καλὸν τοὺς χρησμολόγους, καὶ σκέψασθαι
ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. πρῶτον δὲ
θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρ-
χόμενος ἡμῖν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως
" Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ
μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος,
οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγατοὺς
θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα
εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν
ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην.
ἕξει δὲ
ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσο-
φίαν δογμάτων ἀναγραφὴν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν
ἐθέσπισαν · ἐπ’ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα
πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ
τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν."
Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προκαταγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως
Σὺ δ’ εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν,
μηδ’ ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ
δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς
κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς
παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι
ποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς
τὴν τῆς ψυχῆς σωτηρίαν.’’
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
" Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν·
οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὑτῶν ἐθέσπισαν,
ἀλλὰ δι’ αἰνιγμάτων."
Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο,
ἐπιτηδευμάτων.
ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν
αὐτοῖς οἷς ἐπέγραψε ‘Περὶ τῆς ἐκ λογίων φιλοσοφίας’’
χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζώων θυσίας
καὶ ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν.
ἐν
ἄκουε
τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι’ ὧν τὰ περὶ
τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων
χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει. ὃ καὶ πα-
ρατίθεται γράφων ὧδε
" Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας
ἄ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν
ἂν, ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες
παρατεθείκαμεν. ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος
ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως,
Καὶ μετ’ ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρ- μηνεύων ὧδε
“Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ
τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι.
τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βωμῶν, τοῖς.
δ’ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται , καὶ μέντοι
ὅτι
γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα αὐτὸς ἐρωτηθεὶς
ἐπήγαγε
πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ
πετεινὰ 5 μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινὰ , οὐκοῦν
τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον
ἆρ’ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμ-
βολα τῷ εὐσυνέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς
χθονίοις καὶ χερσαῖα · τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον.
χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον,
καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν
καρπῶν μεθ’ ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ
καὶ γεώδους τὰ τρία σύμβολον.
τοῖς μὲν οὖν ἐπι-
χθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι · ἐπὶ γὰρ τῆς γῆς
ἀναστρέφονται · τοῖς δ’ ὑποχθονίοις ἐν βόθρῳ
καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσι. τὰ πτηνὰ δὲ τοῖς
ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον
τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεία
πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ
καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ
αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα , ἅπερ ἐστὶν
οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.’
Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου.
Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φω-
νὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψε " Περὶ
τῆς τῶν ἐμψύχων ἀποχῆς. " ἔνθα δὴ ὀρθῷ λογισμῷ
κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ κα-
θόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσι
θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ’ αὐτὸν θείαις καὶ οὐρανίαις
δυνάμεσιν.
εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπο-
λήψεις ἀνασκευάζει , μὴ χρῆναι φάσκων θεοὺς ὑπο-
λαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας.
εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν,
καὶ αἰθερίοις ζῳοθυτεῖν.
καὶ ὁ μὲν Ἀπόλλων τοι-
αῦτα· ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν
οὔ φησιν ἁρμόζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσι δὲ
ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι νενομισμένους
θεοὺς, οἶς τὰς διὰ ζῴων θυσίας πανδημὶ
πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ
χώρας ἐκτελοῦσι · τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν
ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας.
εἰ
δὲ ἀγαθοὺς εἶναί φασιν αὐτοὺς, καὶ πῶς, εἴπερ ἀνό-
σιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων
ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς
οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος
τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων
οἶμαι τῆς ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχω-
ρήσεως τὸ εὔλογον ἀποδεδόσθαι. μὴ γὰρ εἶναι ὅσιον
μηδ’ εὐσεβὲς, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβασμίαν προσηγορίαν
ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων
σέβειν δεδιδαγμένοι θεὸν, τιμᾶν τε κατὰ τὸ
προσῆκον καὶ τὰς ἀμφ’ αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας
κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης
κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλη-
μένῳ, δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι, καὶ ἐπὶ
πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος
ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανάτου
φυλάττειν εὐχόμεθα.
ἀλλὰ γὰρ τούτων ἡμῖν προ-
διηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρη-
μένων χωρεῖν. πρῶτα δὲ πάντων διελθεῖν εὔλογον
δι’ ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψε
Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς" μὴ χρῆναί φησι
μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ’ αὐτὸν θείαις
δυνάμεσι γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλό-
τρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν πρέπουσαν εὐσέβειαν.
" Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς
ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες·
οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀύλῳ εὐθύς
ἐστιν ἀκάθαρτον. διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φω-
δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ
ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη
τελεῖται.”
“Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲθεοῖς, ἤδη
καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ
γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ δι᾿ ὡς ἡμῶν
τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν
γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων,
θεωρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς
τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ
σωτηρίᾳ ἐπιλάμποντες.”
Ταῦτα μὲν οὖν οὗτος. ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ
περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ
θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος
“Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν
προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι
τε αὐτόθεν ἵλεῶώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ᾿ ὅντινα
οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ πρῶτον
ἔφαμεν, ἑνί τε ὄντι κεχωρισμένῳ πάντων, μεθ᾿
ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι
τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ, μήτε καθόλου τι τῶν
αἰσθητῶν ἐπονομάζοι· (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ
τῶν κρειττόνων ἤπερ ἡμεῖς, οὐδ᾿ ἔστιν ὃ τὴν ἀρχὴν
ἀνίησι γῆ φυτὸν, ἢ τρέφει ζῷον, ἢ ἀὴρ, ᾧ μὴ πρόσ-
ὀργάνου μὴ δεόμενος. οὐκοῦν κατὰ ταῦτα ούδαμῶς
Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπὸν ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεὺς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος ·
‘‘Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν
τοῖς ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινο-
τάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης,
ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν
ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων
καὶ τοὺς βωμοὺς αἱμαξάντων , ἀφ’ οὗ λιμῶν τε
καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν
τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος , τούτων
ἐκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε
τιμωρίαν· καθὸ οἶ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων,
οἶ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες
Πάλιν δὲ ὁ αὐτὸς προστίθησι καὶ ταῦτα
Ὡν δὴ τοῦτον ἐχόντων τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας , χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις."
Καὶ ἐπιλέγει
" Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα
πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι
νομα οβίος δΐ ουδείς ος εκ των αλλότριων άποδίδωαι
χάριτας, καν καρπούς λάβη, καν φυτά μή έθέλον-
(ΐ τος. πώς γαρ όΰιον αδικούμενων των αφαιρεθέντων;
ει δε ούδϊ καρπών ό άψάμενος αλλότριων όαίως
θύει, τά γε_τούτων τιμιώτερα παντελώς ονχ οΰιον
άφαιρονμένονς τινών θύειν· το γαρ δεινό ν οντω γί-
νεται μείζον, ή ψνχή δε πολλω τιμιώτερον τών έκ
γης φνομένων, ην άφαιρεϊσθαι Ονοντα ζώα ον προα-
ήκεν."
ϋντέον.”
“Ωστε καὶ τών ζώων εΐ άπαρκτέον, αυτά
&εοΐς τούτων τινός ε'νεκα δντέον' καϊ γαρ α Ονομεν,
οΐήβαιτ' άν τό τοιούτο δραν; έν τωδέ γε ύειν άναι-
ρονντες τά μηδέν άδικονντα τών ζώων άδικήσειν
ομολογονμεν' ώΰτε τιμής μίν ε'νεκα ον 9ντέον τών
λοιπών ζώων ονδέν' ον μην ονδΐ τών ενεργεβιών
χάριν αύτοϊς άποδιδόντας. ό γαρ την δικαίαν άμοι-
β ην τής ενεργεσίας καϊ τής ενποιίας τό αντάξιον
άποδιδονς ουκ έκ τον κακώς τινάς δράν οφείλει ταύτα
ἀλλ’ οὐδὲ χάριν τινὸς
ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν
εὑ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν.
ὥστε οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς
θεοῖς τὰ ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι
ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον,
Καὶ πάλιν ἐπιλέγει
Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων
ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο,
Καὶ μεθ’ ἕτερα
“Ὅταν γε νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ,
καὶ, ὥς φασι, ταῖς τῶν βοῶν καὶ ἄλλων ζώων θοίναις,
τὴν ἁμαρτίαν ; πεισθεὶς δὲ ὅτι τούτων χρείαν
οὐκ ἔχουσιν οἱ θεοὶ, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν
προσιόντων , μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρ-
θὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν,
πῶς οὐ σώφρων καὶ δίκαιος καὶ ὅσιος ἔσεται ;
θεοῖς
δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπα-
θής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν
ἄλλων, μὴ παρέργως δὲ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ.
Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας
καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη ὅτι οὐδὲν
ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ
καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα, οὐκ ἀλ-
λότριόν τε μύσους. οὐκ ἦν ἄρα θεὸς, οὐδέ τις ἀψευ-
δὴς καὶ ἀγαθὸς δαίμων, ὁ τὰς δι’ αἱμάτων λοιβάς τε
καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδός·
δός· οὐδ’ ἐκεῖνοι πάντες οἶς ὁ χρησμὸς θύειν ζῷα
παρεκελεύσατο. πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν
ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις
ζῳοθυτεῖν. τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους
ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν αὐτὸς πάλιν ὁ
συγγραφεὺς διηγήσεται διὰ τούτων
“Οἶδε δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς
θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδὲν, δαίμοσιν δὲ,
ἀλλ’ ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ
θύειν τούτοις καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων.”
Καὶ αὖθις ἐξῆς φησιν
“Ὅτι δὲ οὐ θεοῖς , ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς
διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυ-
νάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’
Ταῦτα μὲν ὁ δεδηλωμένος. ἐπεὶ δὲ τῶν δαιμόνων
μόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς , τοὺς δὲ φαύλους
εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες,
τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. εἰ δὲ
φανεῖεν οἶ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ
εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοη-
μένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι,
ὅ τε Κρόνος καὶ ὁ Ζεὺς , Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἶ
παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες
σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις
καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς
εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων
θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων
ἐλέχθη, μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ
οὐκ ἀβλαβὴς τοῖς θύουσι, καὶ διά γε ταῦτα πάνταθεῶν
ἀναξία, τί χρὴ νομίζειν τὴν δι’ ἀνθρώπων
παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν
λεχθείη προσφιλής,.
φέρε οὖν ἐλέγξωμεν καὶ ἀπο-
δείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ
βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς
διδασκαλίας ἐκράτει. λελύσθαι γὰρ αὐτὴν
καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ
χρόνους , φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα
οἶς οὐχ
ἡμεῖς, ἀλλ’ αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων
μαρτυρήσουσιν αἶ φωναὶ διαρρήδην, τῶν πρὸ
τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν
ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύ-
σεως ὅρων χωρεῖν, ὑπὸ τῶν ὀλεθρίων πνευμάτων
καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ μή-
τηρ τὴν ἀγαπητὴν θυγατέρα προσέθυσεν τῷ δαίμονι,
καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ
ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας , ἔθυόν τε
τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους
καὶ πολίτας , τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν
ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες , καὶ
τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι
τρόπον.
εὕροις δ’ ἂν οὖν πάσαν ἐξετάζων Ἑλληνικήν
τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς,
οἶ δὲ θυγατέρας , οἱ δὲ καὶ σφᾶς αὐτοὺς τῶν δαιμόνων
καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν
“Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους
οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα πα-
ραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ
τνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ
ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη · ἔνα γὰρ τῶν ἐπὶ
θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων
συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν
ἄνθρωπον ἔξω πυλῶν ἀντικρὺ τοῦ Ἀριστοβούλης
ἴδους οἴνου ποτίσαντες ἔσφαττον.
ἐν δὲ τῇ νῦν
Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίσος. καὶ
διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα
ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιε κατὰ τοῦ στομά-
χου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλο-
καύτιζον.
τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς
Κύπρου βασιλεὺς κατέλυσε , κατὰ τοὺς Σελεύκου χρόνους
μεταστήσας. προσήκατο δὲ ὁ δαίμων ἀντ’ ἀνθρώπου
τὸν βοῦν.
οὕτως ἰσάξιόν ἐστι τὸ δρώμενον. κατέλυσε
δὲ τῇ Ἥρᾳ, καὶ ἐδοκιμάζοντο καθάπερ οἶ ζητούμενοι
καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ
τῆς ἡμέρας τρεῖς· ἀνθ’ ὧν κηρίνους ἐκέλευσεν ὁ
Αμωσις τοὺς ἴσους ἐπιτίθεσθαι.
ἔθυον δὲ καὶ
ἐν Χίῳ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες,
καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος · ἐπεὶ
καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει
Φοίνικες δὲ ἐν ταῖς μεγάλαις
συμφοραῖς ἢ πολέμων, ἢ λοιμῶν, ἢ αὐχμῶν, ἔθυον
τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης
γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαυχουνιάθων
μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων
δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶτταν δι’ ὀκτὼ
βιβλίων ἡρμήνευσεν.
Ἴστρος δὲ ἐν τῇ Συναγωγῇ
τῶν Κρητικῶν θυσιῶν φησι τοὺς Κουρῆτας τὸ παλαιὸν
τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς
καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ
Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης
ἔπαυσε. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας κατ᾿ ἔτος
ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ
χρῶνται ὡς ξοάνῳ.
Φύλαρχος δὲ κοινῶς πάντας
τοὺς Ἕλληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρω-
ἀνεῖλον. ἀλλ᾿ ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν
Μεγάλην πόλιν τῇ τοῦ Λατιαρίου Δῖός ἑορτῇ σφαζόμενον
ἄνθρωπον;
Καὶ πάλιν φησὶν
“Ἀφ᾿ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον
τοῖς Λυκαίοις, οὐδ᾿ ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ
πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς
τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι
πρὸς τοὺς βωμούς.”
Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω
“Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς
τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ
ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως
ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροἲς
δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς.
Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι,
βασιλεύων τῆς χώρας, καὶ ὕστερον μετὰ
τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα
καθιερωθεὶς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης
υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκά-
κατέθυσε.”
Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. εἰκότως
ἄρα ὁ θαυμάσιος Κλήμης ἐν τῷ πρὸς Ἕλληνας
Προτρεπτικῷ, αὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε
καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται
λέγων
“Φέρ᾿ οὖν δὴ καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι
καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ
καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν
ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύον-
τες· νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας,
νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς
σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα
ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. ἤδη
σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ
Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξε,
περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν
τῶν ξένων παρ᾿ αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ
θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν
Ἀρτέμιδι. ταύτας σου τὰς θυσίας Εὐριπίδης
ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν
τῇ τῶν θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θεττα-
δὲ — οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι — τούτους
Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ
Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς
δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ ῾Ρωμαῖος τὰς αὑτῶν ἐθυσάτην
θυγατέρας· ὧν ὁ μὲν τῇ Φερρεφάττῃ, ὡς Δημάρατος
ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις,
ὁ Μάριος, ὡς Δωρόθεος ἐν τετάρτῃ Ἰταλικῶν
ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται
οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως
δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας;
καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς
λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ
οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ᾿ εἰ
Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον
ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν ἐπὶ
βωμοῖς, ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν
ἱερεῖον ἐπιφημίσας· ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία
ἡ τοιαύτη θυσία.
τί δὴ οὖν, ὦ σοφώτατοι
τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ, ἢ
λέοντι, ἐκτρεπόμεθα,
δαίμονας δ᾿ ὀλεθρίους καὶ ἀλιτηρίους, ἐπιβούλους
τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθό-
Τοσαῦτα καὶ ὁ Κλήμης. ἔχω δέ σοι καὶ ἄλλον x
δαιμόνων μιαιφονίας , Διονύσιον τὸν Αλικαρνασσέα,
ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν
γραφὴν ἅπασαν ἐκθέμενον. γράφει δ’ οὖν καὶ οὗτος
τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωπο-
θυσίας, τοὺς δ’ αἰτηθέντας καρπῶν μὲν ἀπάντων
καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ
μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμ-
φοραῖς. οὐδὲν δὲ οἶον καὶ τοῦ συγγραφέως ἀκοῦσαι
ὧδέ πη διεξιόντος
" Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων
προνοίᾳ. πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας
μὴς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους , οὔτε πόα
κτήνεσιν ἐφύετο διαρκὴς, τῶν τε ναμάτων τὰ μὲν
οὐκέτι πίνεσθαι σπουδαῖα ἦν , τὰ δ’ ὑπελίμπανε θέρους,
τὰ δ’ εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις
ἐγίνετο περὶ προβάτων καὶ γυναικῶν γονάς· ἢ
γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα , ἢ κατὰ τοὺς τόκους διε-
φθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα.
ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ
ἄξια. οἱ γὰρ Πελασγοὶ, ἀφορίας αὐτοῖς γενομένης
ἐν τῇ γῇ πάντων χρημάτων, ηὔξαντο τῷ Διὶ
ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ
τούτων μόνων εὐξάμενοι. ταῦτα δὲ Μυρσίλος ὁ
Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι
γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ
τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ᾿ αἰτίαν
ὀλίγον ὕστερον ἀλλὰ.”
“Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον,
οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. ἀμηχανοῦσι δὲ
αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον,
ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς
ἕξειν σφίσι τὸ λόγιον. τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει
λέγεσθαι ταῦτα, τοῖς δ᾿ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ
λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν
θεὸς ἀνεἲλεν οὕτω ποιεῖν.
ἐκ δὲ τούτου στάσις
αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύ-
οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων , καὶ πολλὰ
ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου·
οὐ γὰρ ἐδικαίουν οἶ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπο-
λείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπο-
μένειν. πρῶτον μὲν δὴ οὗτοι μεταστάντες ἐξ Ἰταλίας
εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλα-
νήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπα-
θον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ
τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασια-
σμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ
τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον
ὑπὸ τῶν διαφόρων · ὥστε πολλαὶ αἱ ἐπαναστάσεις
ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν
γένος διεφορήθη."
Καὶ μετὰ βραχέα φησὶ
" Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ
τοὺς παλαιοὺς, ὥσπερ έν Καρχηδόνι τέως ἡ πόλις
διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται,
καὶ ἐν ἄλλοις τισὶ τῶν προσεσπερίων ἐθνῶν ἀνδρο-
φονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας
βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ
Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ
πυρὶ ἁγιζομένων , ἔνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις
δέους ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν,
εἰς τὸν ποταμὸν, ἔνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε
ἦν ἐν ταῖς ἀπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τόν
εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων. τοῦτο
δὲ καὶ μέχρις ἐμοῦ διετέλουν Ῥωμαῖοι δρῶντες ἔτι
ταῖς καλουμέναις εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην
εἶναι τὴν ἡμέραν , ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ
κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων
οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον
πῦρ διαφυλάττουσαι παρθένοι , στρατηγοί τε καὶ τῶν
ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις,
εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα, τριάκοντα
τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ
ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες."
Τοσαῦτα μὲν δὴ ταῦτα. καὶ ὁ Διόδωρος δὲ
τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βι-
βλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοὐ Μακε-
δόνος τελευτὴν, ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ
“Ηιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦ-
σθαι, καθ’ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες
τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους , ὕστερον
ὠνούμενοι λάθρα παῖδας, καὶ θρέψαντες ἔπεμπον
ἐπὶ τὴν θυσίαν , καὶ ζητήσεως γενομένης εὑρέθησάν
διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες
ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν
γῆν, ὥστε τὸν συντιθέντα τῶν παίδων ἀποκωλύεσθαι
καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.”
Τοιαῦτα δὴ καὶ οὗτος διὰ τῆς οἰκείας ἱστορίας
παρέδωκεν. εἰκότως ἄρα καὶ ἡ παρ᾿ Ἑβραίοις
γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν
ἐκ περιτομῆς, φάσκουσα “καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν
καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ
ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν
τοῖς ἔργοις αὐτῶν.” ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων
ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν
παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ
πάσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων
οὐκ ἀγαθῶν, ἀλλὰ πάντα μοχθηροτάτων καὶ
λόγιον “πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια·” τό τε
ἀποστολικὸν, δι᾿ οὗ φησιν ὅτι “ἃ θύουσι, δαιμονίοις
καὶ οὐ θεῷ θύουσιν.”
ἢ εἴ τί γε ἦν ἀγαθὸν ἐν
αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν
προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτή-
ριον, φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν.
τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρε σφαγαῖς;
πῶς δὲ οὐκ ἀπεῖργε διὰ χρησμῶν τὸ ἀνθρώπειον γέ-
Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων
εἴη ἄν σοι ἔτι μᾶλλον συμφανὲς, εἰ λογίσαιο
γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ
τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φα-
τοὺς καρποὺς αὐτοῖς ἀνατιθέντας. ὅμοια γὰρ ταῦτα
ταῖς ἀνθρωποθυσίαις.
εἰ δὴ οὖν οὐδὲ σώφρονος
ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις αἰσχρορρημοσύναις
τε καὶ παρανόμοις γυναικῶν μίξεσιν, ἐπὶ μισθῷ τὴν
ὥραν ἀπεμπολούσαις, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαι-
εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς
τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν,
ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν
καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; τί δὲ καὶ
περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς
ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι
κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσι προεκή-
καὶ εἴτε τις ἦν πάλαι
πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρω-
ποθυσίαις , τοῦτον ὁ ἀληθὴς θεὸς , εἴ τις ἦν ἄρα τὴν
πρᾶξιν ἐπισχὼν, οὐ θεὸν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα
τοῖς πάσι προεκήρυξεν , εἴτε ἐν Σαλαμῖνι τῇ
πρότερον Κορωνείᾳ ὀνομαζομένῃ , ἐν ᾑ ἐν μηνὶ κατὰ
Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος , καὶ τοῦτον
ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἂν ἀλιτήριον εἶναι δαίμονα,
παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον;
εἰ δὲ καὶ ἐν Ἠλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς
τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδα-
ξεν ἂν γεγονέναι· οὐ γὰρ θεὸς, δαίμων δὲ πάλιν
κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. οὐκ
ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ
μιαρὸν ἡγεῖσθαι δεῖν ἐνομοθέτησεν, ᾡ τῆς ἡμέρας
ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν ἡ
ἱστορία.
τί δ’ ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς
θῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου. ᾧ φασιν
ἱλάσκοντο; ἀπηγόρευσε δ’ ἂν ὁ ἀληθὴς
θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ
δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησε δ’ ἂν μήτε
τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατα-
σφάττειν αὐτῷ.
εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ’ ἔτος
παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ
Συρίαν, καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν
ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς
Τούτους ἅπαντας, καὶ τούς γε αἰσχρορρημονοσύναις
καὶ γυναικῶν παρανόμοις διαφθοραῖς
τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας,
προεφώνησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε
καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς. τοῦτο δὲ οὐδεὶς
μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου
Μωυσέως προεκήρυξε τοῖς πᾶσι μὴ σέβειν ὡς
ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι
καὶ ἀπελαύνειν, ὡς ἂν πονηρὰ τυγχάνοντας
πνεύματα· καὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε
νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας, καὶ
πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν
εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας
τοὺς Ἓλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι
ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων
δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν· μὴ
παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν, τούς τε Θρᾷκας
καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας, ταῖς αὐταῖς
τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι·
ἀλλὰ γὰρ συναγαγὼν
ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις
ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεο-
καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ, Φοινίκῃ τε καὶ
τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ
τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα , καὶ μέχρι τοῦ
σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς
πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσι δεδου-
λῶσθαι , οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων γενέσθαι
τῷ βίῳ κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι
ἤκμαζε διδασκαλία.
καὶ μὴν οὐδὲ δυνατὸν αὐ-
τοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν · αὐτοῖς
γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀν-
θρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ
ἔφησε τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ
Διονύσω , καὶ αὐτῶ τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ
Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ
Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγί-
στους θεοὺς ἀγαθοὺς καὶ σωτῆρας ἀναγορεύουσιν.
αὐτοὶ δ’ ἄρα εἶεν ἂν οἶ πονηροὶ δαίμονες. εἰ γὰρ
οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις
ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν πονηρῶν
πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαί-
τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν
ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα;
τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν
τοὺς φαύλους; τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι,
δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω
ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι
φθειρόμενον περιίδοι ἂν τὸν αὑτοῦ παῖδα, οὐδὲ τὸν
φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος;
τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν
ὑπερασπίζοντες τῶν προσφύγων, καὶ τοὺς μὲν ἐχθροὺς
καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν
ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώ-
καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένων ἐπιθαρσοῦντα,
καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ
πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον, σμικρὰ,
μᾶλλον δὲ τὸ μηδὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν
δαιμόνων ἀσθενείας;
ὅτε δὲ τοῦτο μὴ ἔπραττον,
συνήργουν δ᾿ ἔμπαλιν τοῖς πονηροῖς αὐτοὶ, διὰ τῶν
χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυ-
ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον
πῶς γὰρ ἂν
γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ
φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις
ἄν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρ’ ἀνθρώποις
λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαί-
μοσι χρῆναι θύειν παρακελευόμενος ; λέγει δ’ οὖν ὁ
πρόσθεν εἰρημένος συγγραφεὺς, ἐν οἷς ἔφησε μὴ δεῖν
ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον
" Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβη-
θήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπά-
σεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν
τὴν ψυχὴν παντοίως · καθαρᾷ γὰρ ψυχῇ οὐκ
ἐπιτίθενται , διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν
κακὰ, ὀλιγοστὸν δὲ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον."
Τούτοις ἑξῆς ἐπάγει λέγων
"'Ημεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν
πάσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ’
“Ὂν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον
στάμενον τῶν ἐκτὸς, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν
δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι, μηδὲ σπλάγχνων
ζῴων. ὣν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν
ἔνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ· οὐκ εἰς ἐμπο-
ρίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλ-
λης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ,
μάντις μὲν οὐδεὶς, οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ
σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν , προσιὼν
τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται,
Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν
τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς
ἐρωτήσεις, τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας
περὶ τῶν ἀδήλων προγνώσεις. ταῦτα γὰρ πάντα δο-
ξοκοπίας ὀνομάσας ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν
ἐνεργούμενα ἀποβάλλει.
τὸν γοῦν περὶ φαύλων
δαιμόνων διεξιὼν λόγον , καὶ φάσκων τὸν συνετὸν
ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι,
ὄντων κακοτεχνίας.
εἰ δὴ οὖν κατὰ ταῦτα εὐλα-
βητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι
δαίμοσι, καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων.
ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη,
πρόσθεν ἢ τὸν ἡμέτερον σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι,
τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς
κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις.
οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων.
ὁ
μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος
ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην
προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ
τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν
τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι,
διὰ τὸ αὐτοῖς ἀνόμοιον·
ὁ δὲ θεὸς αὐτοῖς ὁ
δηλαδὴ φίλος ὢν αὐτῷ · κακῷ δὲ τὸ ὅμοιον φίλον.
τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψε
Περὶ τῆς ἐκ λογίων φιλοσοφίας’’ ὧδε ἱστορῶν πρὸς
λέξιν.
“ Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι
τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη
τὸ τοιοῦτον πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι.
λέγει δὲ οὕτως
Ταῦτα μὲν ὁ θαυμάσιος θεὸς, μᾶλλον δὲ τὸ
πολυπλανὲς δαιμόνιον· τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ
τἀναντία, καθαίρειν τὴν ψυχὴν, ἀλλὰ μὴ θυσίαις
ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας, παρακελευόμενα·
καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ
σκοπεῖν.
ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς
ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου
φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τοὐτοις
πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι.
εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν
τῆς ἀνθρωποθυσίας τρόπον , ὀρθότατα δ’ ὑπὸ τῶν
παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν,
Εἰ δ’ ἐμφρόνως οἱ καθ’ ἡμὰς τῆς ἀπηνοῦς
καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο,
τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφὸς, τοὺς πονηροὺς
δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. ἀλλὰ
γὰρ καὶ τυφλῷ, φασὶ, δῆλον ὡς οὔτε θεοὶ ἂν εἶεν
οὔτε δαίμονες ἀγαθοὶ οἱ πάλαι πρὸς τῶν ἐθνῶν
ἁπάντων θεολογούμενοι , πορρωτάτω δὲ τοὐ ἀγαθοῦ
ἐξῳκισμένοι.
διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ
ἀσεβεῖς λεχθεῖεν ἂν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν
καὶ τῆς πικρὰς καὶ παλαιτάτης δουλείας ἐλευθερίαν·
ἐφ’ ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ
λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάχουστον
βοῶν “πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ
με , εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με , κηρῦξαι
αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι
τοὺς συντετριμμένους τὴν καρδίαν.’ καὶ πάλιν
ταῦτα γὰρ ἄνωθεν
ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ’ Ἑβραίοις
ἐθέσπιζε λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς
ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς
πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως
τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ
σωτηρίου λόγου καταυγασθέντες , σώφρονές τε καὶ εὐλαβεῖς
βεῖς καὶ συνετοὶ γενόμενοι, καὶ πάντων ἐλεύθεροι
κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν
ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν
ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ, σωτῆρί
τε καὶ εὐεργέτῃ , καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ
καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν
ἡγησόμεθα, καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας,
μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες,
τες, οὐχ ᾗ τοῖς δαίμοσι φίλον, ἀλλ’ ᾗ τῷ πρὸς αὐτοῦ
καταπεμφθέντι πάντων ἀνθρώπων σωτῆρι διὰ τῆς
εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται.
ταύ-
πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολόγηται ἀλλ’ οὐδὲ
μαντείας καὶ χρησμῶν δεησόμεθα , οὐδὲ σπλάγχνα
ζῴων διερευνήσομεν, οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως
ὧν
γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων
ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο,
μόνων δὲ ἐκείνων ἐφίεσθαι προύτρεψε, περὶ
ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων
μηνύσει τὸ σαφὲς, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος,
ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἴων τε
αὐτὸν δι’ ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς
χωρεῖν. περὶ ὧν φησί που έν τοῖς ἱεροῖς γράμμασιν
" ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω , καὶ ἔσομαι
αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.’’
Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου
ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε
δ’ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ τῆς Περὶ τῶν ἐμψύχων
ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν
τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν
ἐκτυπουμένοις , καὶ παντοίας μορφὰς χαρακτηρίζονιας,
λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων.
ἀγαθῶν γὰρ , φησὶν, ὑποδυόμενοι πρόσωπα
καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς
ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω
τέ φησιν αὐτοὺς ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους
τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους, οὓς
καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς
εἶναι ὁ μέγιστος. ταῦτα δὲ ὁ Πορφύριος πάντα τοῦτον
ἱστορεῖ ’τον τρόπον
" Ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος
τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἶ τοῦ πνεύματος
ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν·
αὗται δὲ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταὶ, κακοεργοὶ
δ’ ἂν εἰκότως λέγοιντο.
καί εἰσιν οἱ σύμπαντεσ
τε καὶ τελείως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις.
οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται, οὐδὲ μορφὴν
πάντες μίαν, ἀλλ’ ἐν σχήμασι πλείοσιν· ἐκτυποὐμεναι
δὲ καὶ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν αἶ μορφαὶ
τοτὲ μὲν ἐπιφαίνονται , τοτὲ δὲ ἀφανεῖς εἰσιν·
ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους.
τὸ δὲ πνεῦμα ῂ μέν ἐστι σωματικὸν; παθητικόν
ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι
ὥστε τὸ εἶδος αὐτῶν διαμένειν πλείω χρόνον,
οὐ μήν ἐστιν αἰώνιον ’ καὶ γὰρ ἀπορρεῖν αὐτοῦ
τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι.
ἐν συμμετρίᾳ
καὶ ὕπουλον ἔχοντες ἦθος , ἐστερημένον τε τῆς φυ-
Καὶ ἐξῆς ἐπιλέγει
Ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσι μεταστῆσαι
ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ
ἐφ’ ἑαυτοὺς ἐπιστρέψαι. πᾶσι γὰρ τοῖς οὕτως ἀνομολόγως
καὶ ἀκαταλλήλως γιγνομένοις αὐτοὶ χαίρουσι,
καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν
πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι
τὰ πλήθη, διὰ τοῦ τὰς ἐπιθυμίας τῶν
ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ
δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίας τε αὖ , ἐξ ὢν
στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων.
τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν
ἐκ τῶνδε, καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν
μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις
τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι
φασὶ πάντ’ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται
μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων
οὐκ ὀλίγοι.
ἡ δ’ αἰτία δι’ ἀλλήλων γέγονε. καὶ
γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς καινῆς
τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν
ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα.
τὸ μὲν
γὰρ ποιητικὸν καὶ προσεξέκαυσε τὰς ὑπολήψεις τῶν
ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ
γοητείαν πεποιημένῃ , κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν
περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ , δέον ἐμπεσως
πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ
δικαιότατον δὲ δήπου
φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ᾿ ἂν ἦν θεῖον. οὐκοῦν
ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν
τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν
πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ·
τὰ δ᾿ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο.”
Καὶ αὖθις
“Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν διαπραττόμενοι
πλήρεις γάρ εἰσι πάσης φαντασίας
καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων
φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες·
πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ
δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη.
τὸ γὰρ
ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ
καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι
ὁ μέγιστος. οὗτοι οἱ χαίροντες ῾λοιβῇ τε κνίσῃ τέ,᾿
δι᾿ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται.
ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι, ποικί-
αἱμάτων καὶ σαρκῶν θυσίαις.”
Διὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι
μὴ μόνον οἱ παρ᾿ Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς
ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων
ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν
φιλοσοφίᾳ διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες
σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεοὺς, ἀλλὰ πονη-
ὡμολόγησε
γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκουντων
σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη συμφωνα
ταῖς αὐτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ
μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων.
καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγορεῖται, ἀλλ’ ὑπ’ αὐτῶν
τῶν ἀκριβέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων.
ὁ γέ τοι αὐτὸς συγγραφεὺς οὐ παρέργως
ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ
φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς
καὶ ἀγαθῶν δόξαν ἔχειν παρὰ ἀνθρώποις, τίς τε
“ Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ
ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν , οὐδ’ ἐκ τῶν συμβόλων
μόνων ἀναπεισθέντες, ἀλλ’ ὅτι τὰ μειλίγματα
καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται,
οὕτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῲοις
ὁμοιούμενοι προσίασι τοῖς ἀνθρώποις · ὅθεν καὶ
παρ’ Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ
τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται,
καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας
τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους, διὰ
ἀέρος πληγῆς, ἔνα τούτων ἀπελθόντων παρουσία του
θεοῦ γένηται.
καὶ οἶκος δὲ πᾶς μεστὸς, καὶ διὰ
τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ
τοὺς θεοὺς προηγουμένως , ἀλλ’ ἔν’ οὗτοι ἀποστῶσι.
μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις, καὶ
ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμένοις.
ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ
τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται
ἢ ἐκ τῆς τούτων παρουσίας · οἱ καὶ εἰς ἀσήμους
ὅπου γὰρ πνεύματος πλείονος
ὁλκὴ ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης, ἢ
τῆς προθυμίας δι’ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ
πολὺ τὸ ἔξωθεν σπώσης , ἐκεῖ παρουσία τῶν τοιούτων
πνευμάτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ
φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας
παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται
Ταῦτα μὲν οὑν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν ‘Εκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως
“ Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις , ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ’ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.”
Καὶ πάλιν φησὶν
“Ἕν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ
Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον
οἶς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς τίνες οἶ σκύλακες·
ὅτι οἶ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα
λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ
δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς , ἀλλ’ οὐδὲν
ἀγαθὸν ἐπαγομένους , τοὺς παρὰ τοῖς πολλοῖς θεολουμένους,
, φέρε ἔτι μᾶλλον διὰ πλειόνων
κρατύνωμεν.
Ἱκανὰ μὲν καὶ τὰ προπαρατεθέντα συστῆσαι
ἢν ὅτι μὴ θεοὶ, μηδ’ ἀγαθοὶ δαίμονες, πᾶν δὲ τοὐναντίον
ὑπῆρχον οἶ παρὰ τοῖς ἔθνεσι κατά τε πόλεις
καὶ χώρας ὡς θεοὶ τετιμημένοι· οὐ λυπεῖ δὲ ἐκ περιουσίιας
πλείοσι καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων
ἀποδείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐγγελικῆς
διδασκαλίας προξενηθεῖσαν ἅπασιν ἀνθρώποις
ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης.
ἄκουε
τοιγαροῦν αὐτῶν Ἑλλήνων ὁμολογούντων έκλελοιπέναι
’ναι αὐτῶν τὰ χρηστήρια, οὐκ ἄλλοτέ ποτε ἐξ αἰῶνος
αὐτίκα γοῦν μάλα ὅσον
ἤδη δὲ καὶ πρότερον ἀποδέδεικται ὅτι δὴ
παῦλαν κακῶν οὐδ’ ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν
εὐαγγελικὴν διδασκαλίαν εἰλήφασιν αἶ παρὰ πᾶσι
τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ
πρὶν ἀνθρωποθυσίαι· οἶς ἐπὶ τοῦ παρόντος προσθεῖναι
καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς
ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν
ἐθνῶν πολυαρχίας.
σχεδὸν γὰρ κατὰ πᾶσαν πόκαὶ
καὶ κώμην βασιλεῖς καὶ τυράννους τοπάρχας τε
καὶ δυνάστας παλαιὸν ἦν ὁρᾶν, ἐθναρχίας τε καὶ
συνεχῶς ὁρμῶντες δῃώσεις τε χωρῶν καὶ πόλεων πολιορκίας
ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν
πλησιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν
ὧν οὕτως ἐχόντων ἐν ὁποία τότε
συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνέσχητο
βίος καὶ αὐτῷ σοι παραλείπω σκοπεῖν.
τούτων
δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυθέῳ
χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ
εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι’ ἧς ἀθρόως
κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια
καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν
ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων
τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη,
βίβλοι τε καὶ ἀναγνώσματα, μαθήματά τε παντοῖα
οὐδέ
τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνε νῦν, ἐξ οὑπερ εἰς
πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν
ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ
φιλτάτου φόνῳ καὶ ταῖς δι’ ἀνθρωποθυσιῶν σφαγαῖς
τὰ φονικὰ καὶ φίλαιμα καὶ μισάνθρωπά τε καὶ ἀπάνθρωπα
σοφοῖς τε καὶ βασιλεῦσι δαιμονῶσιν ὡς ἀληθῶς
φίλον ἦν.
περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι καὶ
ἰσχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος
ἡμῶν εἰς ἀνθρώπους πάροδον καὶ αὐτὸς ὁ καθ
ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ’ ἡμῶν συσκευῇ
τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον
“ Νυνὶ δὲ θαυμάζουσιν εἰτοσούτων ἐτῶν κατείληφε τὴν πόλιν ἡ νόσος, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτ’ οὔσης. Ἰησοῦ γὰρ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο.’’
Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Πορφύριος. εἰ δὴ
οὖν κατὰ τήνδε τὴν ὁμολογίαν Ἰησοῦ τιμωμένου οὐδεμιᾶς
τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο, μηκέτ’
οὔσης μήτ’ Ἀσκληπιοῦ ἐπιδημίας μήτε τῶν ἄλλων
δόγμα;
τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ
Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; εἰ δὴ ὁ μὲν
θνητὸς, ὡς ἂν φαῖεν, ἄνθρωπος — τάχα δ’ ἂν εἴποιεν
ὅτι καὶ πλάνος — οἶ δὲ σωτῆρες καὶ θεοὶ, τί δῆτα
τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι,
τὰ νῶτα τῷ θνητῷ, καὶ πᾶσαν ἐξῆς ὑποχείριον τὴν
ἀνθρωπότητα τῷ μηκέτ’ ὄντι, ὡς ἂν εἴποιεν αὐτοὶ,
ὁ δὲ καὶ μετὰ θάνατον παρὰ
ἀλλὰ
καὶ εἶς ὢν, καὶ, ὡς ἄν τις ὑπολάβοι , μόνος, τὸ πλὴθος
τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει,
καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν
θεοὺς μηκέτ’ εἶναι, μηδ’ ἐνεργεῖν, μηδέ πη παραφαίνεσθαι,
μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν,
ὅτι μὴ θεοὶ, δαίμονες δ’ ἦσαν πονηροί· μόνου δὲ
δέον ἕμταλιν
τοὺς μὲν θεοὺς, εἰ δή τινες ὄντως ἤσαν τῶν ἐπὶ
γῆς κηδεμόνες , τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν
πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς ἐξ αὐτῶν θεραπείας
τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν.
νυνὶ δὲ τοῖσδε καὶ τοῦτ’ ἐπικεχείρηται
μὲν πολλάκις , διὰ τῶν κατὰ χρόνους ἀρχόντων τὴν
τοῦ σωτῆρος ἡμῶν κραταιοτάτην πολεμησάντων διδασκαλίαν·
ἄπρακτον δ’ ὅμως εὕροντο τῆς ἐγχειρήσεως
καθαιρούσης, αὐτούς τε ἐλαυνούσης , δαίμουας
μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους
εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας.
Οἵδε γοῦν περίγειοί τινες ὄντ’ ἐς καὶ καταχθόνιοι,
πολοῦντες, καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον
ἔχειν κατακεκριμένοι δι’ ἃς ὕστερον ἀποδώσομεν αἰτίας,
τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυ-
τὸ ἀνθρώπινον γένος κάτω που περὶ νεκρῶν
ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον, θυσίαις τε καὶ κνί-
κακοῖς ἐπεντρυφῶντες, καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς
εὐχερῶς ἀπατῶντες κινήσεσί τε ξοάνων, ἃ δὴ ἐπὶ
τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν
ἀφιέρωται, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις, θεραπείαις
τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας
ἀφανῶς αὐτοὶ λυμαινόμενοι, πάλιν οἱ αὐτοὶ
διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἡφίε-
δι᾿ ὧν ἐπὶ μᾶλλον κατὰ κρημνῶν ἔφερον
τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν ποτὲ
μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεοὺς,
ποτὲ δὲ τὰς τῶν τεθεοποιημένων ἡρώων ψυχάς.
ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα
τοἲς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις,
μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων
ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις,
καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης .
οὕτω
δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες, οἵ τε ἀμφὶ τὸν
ἀέρα κοσμοκράτορες καὶ τὰ πνευματικὰ τῆς πονηρίας,
ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων, θεῶν οἱ
μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο· ἥ τε τῶν πάλαι
ὧν
τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιε-
αὐτοῖς ἐπὶ τὸ μεῖζον ἀεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον
ἀπαγόντων, καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ
πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας
αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι
προκαταρξάντων. οἔδε γοῦν καὶ τῆς ἀρχεκάκου
γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν
αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξε λόγος.
Τούτων τοιγαροῦν τῶν μοχθηρῶν καὶ περι-
ἀρχάς τε καὶ ἐξουσίας οἱ θεῖοι λόγοι προσαγορεύουσι,
τοτὲ μὲν εἰς ἀγαθοὺς δαίμονας ὑποκρινομένων,
τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων,
καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων,
ἔστι δ᾿ ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας
τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος
ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι,
τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ᾿ οὐ θεοὺς
ὑπάρχειν ὁμολογούντων, καὶ τῶν δαιμόνων τοὺς μὲν
πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους
ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας· ὥστε τὴν πᾶσαν
αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν.
πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ᾿ οὐρανὸν
φωστήρων, οὓς καί φασι δια τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν,
διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα,
πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς
εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμη-
ἐξ ὧν ἀφορίσαντες καὶ
διαστειλάμενοι τὰ περὶ τῶν αὐτῶν αἰσχρότερα μνημονευόμενα
τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν
αὐτὸ ἐπικαλέσαντες. ὃ δὴ ἐπαισχυνθέντεσ, καίπερ
ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικωτερον,
ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις
ἀλληγορίαις , θεωρίας δή τινας εὑρεσιλογήσαντες.
ἀλλ’ οὐδ’ εἰς τοῦτο πλάνης αὐτοῖς ἀπήρκει στῆναι,
ἀλλὰ καὶ μέχρι τῶν οἰκείων παθῶν τὸ σεβάσμιου
καὶ προσκυνητὸν ὄνομα τοῦ θεοῦ καταβαλόντες
τὸ αἶσχος,
εἰ δή Ἔρωτα καἰ Αφροδίτην
καὶ Πόθον, τὰς αἰσχρὰς καὶ ἀκολάστους αὐτῶν ἐπιθυμίας,
θεοὺς ἀνειπόντες , καὶ τὸν μὲν λόγον Ἑρμῆν,
μῆν’, τὸν δὲ λογισμὸν Ἀθηνᾶν ἐπονομάσαντες, καὶ
ταῦτα τῇ οἰκείᾳ παρειλήφασι θεολογίᾳ , ὡς καὶ τὸ
πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων
ἀναπλασάμενοι.
τὰς γὰρ ἐνεργείας τάς τε
ἐπὶ πᾶσι
τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν
παρεισήχθη , πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον,
τοτὲ μὲν θεοὺς ὑποκρινόμενον , τοτὲ δὲ
ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν
ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ
κρημνῶν φέρον διὰ τῆς ἀπατηλοῦ πλάνης πάντα τὸν
δεισιδαίμονα·
ὃ καὶ αὐτὸ διόλου φαῦλον ὂν εἰς
ὧν οὕτως ἐχόντων ἀναγκαῖον εἶναί μοι
δοκεῖ τὰ μηδ’ ἀντιρρήσεως δεόμενα παρεκθεμένους
τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν
λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ
τούτου συγγράμματι τὰ λείποντα νῦν
ἀποπληρώσομέν.
φέρ’ οὖν ἤδη λοιπὸν ἐπ’ αὐτὰς χωρήσωμεν
τὰς ἀποδείξεις. θήσω δὲ πρώτας τὰς ἀπὸ τῆς Πλουτάρχου
τάρχου γραφῆς , ἣν πεποίηται Περὶ τῶν
ἐκλελοιπότων χρηστηρίων·’ ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων
εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια
τόνδε γράφει τὸν τρόπον
“Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι
Πλάτων’ τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον
στοιχεῖον ἐξευρὼν, ἣν ὕλην καλοῦσι, πολλῶν ἀπήλλαξε
θέντες, καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον
εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες , εἴτε μάγων
τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος
ἀπὸ Ὀρφέως, ἢ Αἰγύπτιος, ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα
ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα
πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ
δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν
’τον ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη · θεοὺς, εἶτα
Εἶθ’ ἑξῆς φησιν
“ Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ
καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν
μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ
καὶ μεταβολὰς ἀναγκαίας , οὓς δαίμονας ὀρθῶς ἔχει
κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας
σέβεσθαι.’’
Τούτοις μεθ’ ἕτερα ἐπιλέγει
Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρηστηρίοις μὴ θεοὺς,
οἶς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ
δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι·
τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν
λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας
καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν , τελευτῶντας
δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι,
θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.’
Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα
“ Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς
διαφοραὶ) καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν
ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον, ὡς περίττωμα,
τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη
καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι
σώζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι.
καὶ περὶ μὲν τῶν μυστικῶν , ἐν οἷς τὰς μεγίστας
τε καὶ κοπετοὶ, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι
πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι
σὺν κλόνῳ , θεῶν μὲν οὐδενὶ, δαιμόνων δὲ
φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ’ ἂν τελεῖσθαι παραμύθια·
καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας
οὔτε οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν
ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ,
παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ
ἐνίων δὲ μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ
βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ’
ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον,
οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες
ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς
τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι , καὶ πολέ-
μους καὶ στάσεις ταράττουσιν, ἄχρις οὗ λάβωσι καὶ
τύχωσιν οὗ ἐρῶσι.’
Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος
πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες ἦσαν
ἐν τούτοις, ὥς φασιν, ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοὶ,
εἰ γὰρ δή τινες ἦσαν
αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ
μηδὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ
σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι’ αἰσχρορρημοσυνων
τὰς ἐναντίας ἀποτρέπεσθαι δυνάμεις
ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δ’ αἰσχρῷ
καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις
τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς
διαπραττομένους , τῷ ἐπὶ πάντων θεῷ , ἢ
ταῖς ὑπ’ αὐτὸν θείαις δυνάμεσιν, ἢ ὅλως ἀγαθοῖς
τισὶ προσοικειοῦσθαι;
ἀλλὰ γὰρ τοῖς πᾶσι πρόδηλον
ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν οὐκ ἄν ποτε
τῶν ἀγαθῶν γένοιτο προσφιλής. οὐκ ἄρα θεοῖς, οὐδ’
ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον
οἱ δεδηλωμένοι.
ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται
καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς
καινοτέραν ὑποβάλλειν διάνοιαν.
μήποτε ἄρα τοιαῦτα
ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν
τῇ θείᾳ γραφῇ λεγόμενα, τά τε περὶ τῶν τούτους γεγεννηκότων,
περὶ ὧν εἴρηται “ ἰδόντες δὲ οἱ ἄγγελοι
τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί
εἴποι γὰρ ἄν τις τούτους ἐκείνους
εἶναι, καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα
ἀνθρώποις τεθεοποιημένα, καὶ τὰς ἐκείνων μάχας,
τάς τε πρὸς ἀλλήλους διαστάσεις, καὶ τοὺς πολέμους.
ταῦτ’ εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ’
οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξε λόγῳ " Περὶ τῶν
κατὰ τὴν Ἴσιν καὶ τοὺς Αἰγυπτίων θεούς’’ αὐτοῖς
ῥήμασι ταῦτα
“Bἐλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν
ἑπόμενοι τοῖς πάλαι θεολόγοις,
ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι, καὶ πολὺ τῇ δυνάμει
τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον
οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς
φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς, ἡδονὴν δεχομένῃ
χομένῃ καὶ πόνον , καὶ ὅσα ταύταις γινόμενα ταῖς
μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον
ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν
ἄθεσμοι πράξεις, καὶ Πυθῶνος ἀντιτάξεις πρὸς
Απόλλωνα, φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος,
οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν,
ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων
ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς μυθολογουμένων
τελεταῖς ἄρρητα διασώζεται καὶ ἀθέατα πρὸς τοὺς
θεοὺς ὅμοιον ἔχει λόγον.”
Καὶ ἐπιφέρει λέγων ἑξῆς
Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς
δαίμονας ὧν ἂν ἐξαμάρτωσιν καὶ πλημμελήσωσιν,
καὶ τάξιν ἀπολάβωσι. τούτων δὴ καὶ τῶν τοιούτων
Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι
παραθέμενος , καὶ διὰ πλειόνων
ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ “ Περὶ
τῶν ἐκλελοιπότων χρηστηρίων τοῦτον ἱστορεῖ τὸν
τρόπον
" Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας,
νᾶς, πλεῖστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν λεγομένων
περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων
ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων
ἔφασκεν εἶναι πάθη μεγάλα, καὶ ταῦτα δὴ τὰ περὶ
τὴν Πυθίαν. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν,
μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγὴν , ἀλλ’ ἐκπεσόντα
ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ’ ἐκεῖθεν
ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον,
καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον
δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικὰ,
δαιμονῶν μάχας γεγονέναι πρὸς δαίμονας , εἶτα φυγὰς τῶν
κρατηθέντων , ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων,
οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ
Κρόνος περὶ Οὐρανόν ’ ὧν ἀμαυρότεραι γεγόνασιν
ἰδίᾳ Λυκίους. τούτοις μὲν οὑν ὅμοια πολλὰ λαβεῖν
ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις
τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν
οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος
τούτου φιλεῖ καλεῖσθαι · καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστι
Δῖος 5 ὁ δὲ Ἀθηναῖος , ὁ δὲ Ἀπολλώνιος , ἢ Διονύσιος,
ἢ Ἕρμαιος. ἀλλ’ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην
ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας , ἀλλ’
ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.’’
Τοσαῦθ’ ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασε ‘‘Περὶ
τῶν ἐκλελοιπότων χρηστηρίων,” πρὸς τοῖς ἄλλοις καὶ
θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ αὐτὸ κατὰ
τέως δὲ φέρε
συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς
φησι, δαιμόνων δυνάμεως τε καὶ ἐνεργείας αὖθις ὁ
τὴν καθ’ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε
“ Περἰ τῆς ἐκ λογίων φιλοσοφίας ἐκτίθεται
μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις
μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσι
θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείωυ βελῶν
καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο.
οὕτως
γὰρ καὶ γένοιτ’ ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς c
προσφιλῶν, καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων, ἀκριβῶς
ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις.
γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς
ἐπέγραψε “ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ” ἔνθα
τίνα δὲ
ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα
εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφ-
ἆρ᾿ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ
ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασι δαίμονα, ἔργῳ
τῆς πείρας ᾐσθημένοι; φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς
τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν
θάνατον ὑπομεῖναι λέγων ὧδε
“Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές
τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωλκε
δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων.
ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων
οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν ἔχρησεν
ὁ θεὸς
Ἀκήκοας οἷκα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ,
τό τε σχῆμα καὶ τὰς πράξεις ὁ έν Βραγχίδαις
ξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα
πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης
κατάρχειν, καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις
ὑποτίθεσθαι. οἶ δὲ τούτων μὲν οὐδέν· ἄκουε
δ’ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων
διηρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως.
τοτὲ μὲν οὖν τινὰς τῶν ἀγαθῶν τούτων δαιμόνων
ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις
χαίρειν , ἄλλους δὲ αὖ πάλιν μάχαις καὶ πολέμοις
ἀγάλλεσθαι , καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς
ἀπὸ γῆς καρποῖς τὴν Δῃῶ· θρηνεῖν δὲ τὸν Ὄσιριν
εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι.
τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἶ εἰς
ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀπο-
δείξεις
καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή. ταύτης δὲ τὸ μὲν θυμοειδὲς , τὸ δὲ ἐπιθυμητιχόν· ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται. ταῦτα οὐκ ἐμὰ, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγ- γραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα
‘Πάνυ δέ με θράττει πῶς ὡς κρείττους
παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους· καὶ δίκαιον εἶσθέντεσ
διέναι ἀξιοῦντες τὸν θεράποντα, τἄδικα αὐτοὶ σελευσθέντεσ
δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι
Εὕροις δ’ ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ
τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. ἐν δὲ τῇ προλεχθείσῃ
πραγματείᾳ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας
προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε
“Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται αὐτοὶ
δεδηλώκασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων· ἦν δ’ ἡ πεῦσις
εἰ δεῖ ὀμόσαι τῷ ἐπαγαγόντι τὸν ὅρκον·)
εἰ δὴ οὖν ‘αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς
ὅμιλος” μέλεται τῇ μητρὶ τῶν θεῶν, ἀσκητέον δὴ
ταῦτα πάσης ἀρετῆς ἀφεμένους, ὅτι μηδὲν
σωφροσύνης μηδέ τινος ἄλλης θεοφιλοῦς πράξεως μέλεται τῇ
προειρημένῃ, ὡς καὶ τῇ Ἀθηνᾷ μόθοι καὶ μάχαι καὶ
πόλεμοι, ἀλλ’ οὐκ εἰρήνη καὶ τὰ ἐν εἰρήνῃ πράγματα.
θείας εἷναι δοκεῖ φύσεως , ἢ φαύλης καὶ μοχθηροτάτης,
τὰ ἑξῆς ἐπιλεγόμενα
“Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας
τιωὲς
εὐμαρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ
φύσει ἀγαθοὶ τυγχάνωσιν· οἱ δὲ, κἂν ἔθος ἔχωσι τοῦ
παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται ποιεῖν,
καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῆ
ἀναστρέφεσθαί ἐν τοῖς πράγμασι.
τοῦ γὰρ Πυθαγόρου
ταῦτα εἰρηκότος παρετήρησα ἐκ τῶν λογίων ὡς ἀληθές
ἐστι τὸ εἰρημένον. πάντες γὰρ δι’ ἀνάγκην φασὶν
ἀφῖχθαι, οὐχ ἀπλῶς δὲ, ἀλλ’ οἷον, εἰ χρὴ οὕτω
εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν
ἐκεῖνα τὰ τῆς Ἑκάτης, δι’ ὦν φησιν ἐπι
φαίνειν
καὶ πάλιν
καὶ ἔτι σαφέστερον
καὶ πάλιν
Ἐπὶ τούτοις πάλιν ὁ συγγραφεύς φησιν
“Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὧς
δηλώσει ὁ ἀπὸ τοῦ Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ
ἐπάναγκος.
λέγεται δὲ οὕτως
καὶ πάλιν ὁ Ἀπόλλων
Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει
" Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ
φυσικώτερα γένοιτ’ ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ
ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν
σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ
Ἀλλ’ ὅτι μὲν ἀναγκάζονται ἱκανὰ καὶ ταῦτα
παραστῆσαι· ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι , ὡς
οὐκ ἐπ’ αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης , μάθοις
ἀν’ ἐκ τούτων
“Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἶ κληθέντες
θεοὶ δηλώσει τὰ τοιαῦτα, λεγόντων
καὶ πάλιν
καὶ πάλιν
καὶ πῶς ἀπολύειν αὐτοὺς χρὴ αὐτὸς διδάξει λέγων
καὶ τὴν ἀπόλυσιν εἶπεν
καὶ τὰ τούτοις ἐπιλεγόμενα. οἷς ἐπιφέρει “λαὶ
βραδυνόντων ἀπολῦσαι φησὶ
καὶ πάλιν ἄλλοτέ φησι
Οἷς ἐπιλέγει ὁ συγγραφεὺς
“Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν, καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.”
Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι
μηδὲν τὸ καθόλου θεοπρεπὲς, μήτε μέγα μήτε ἀλη-
ἀνάληψιν, ἀλλ᾿ εἰ μόνον τὰ τῆς περιέργου γοητείας
μετέλθοιέν τε καὶ διαπράξοιντο.
οὔτ᾿ οὖν
ὀρθῶς ὁ ῾Ρόδιος Πυθαγόρας οὔθ᾿ ὁ τούτῳ ταύτην
παρασχὼν τὴν μαρτυρίαν οὔθ᾿ ὁστισοῦν ἀνθρώπων
θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ᾿ οὐδὲ ἀγαθοὺς
εἰ γὰρ δὴ
ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεἲττον
τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς
ἂν εἷεν θεοὶ, μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων
ἀνθρώποις χειρούμενοι, καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι,
ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ
πῶς
δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ
κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ
αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις
ἐπιδιδόναι;
εἰ γὰρ ἐπ᾿ ἀγαθῷ ποιοῦνται τὴν πά-
εἰ δ᾿ οὐ καλὸν ἦν
οὐδ᾿ ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην
αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ
καλὸν μηδὲ συμφέρον πράττοντες;
πῶς δὲ θαυμάζεσθαι
ἄξιοι καὶ θεραπείαις θεῶν τιμᾶσθαι, οἱ καὶ
τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι
καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ
γνώμην πράττειν ἀναγκαζόμενοι, ἀγόμενοί τε καὶ
καθελκόμενοι, οὐ δι᾿ ἀποδοχὴν σωφροσύνης ἀνθρώπων,
οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας,
μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖ-
θις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον
ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα
κοινούμενος, τέθειται, τοὺς λόγους, καθ᾿ οὓς
ταῦτα συντελοῦσιν, ἀξιῶν παρ᾿ αὐτοῦ διδαχθῆναι;
πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων
“Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρα-
ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ
ὀκνοῦσι.
καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι
δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοἲς ἀπὸ τῶν σωμάτων
ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ
θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ
δεἲν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ
ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται.
πολλῷ δὲ τούτων
ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνη-
τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν
προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ,
καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει, καὶ τὴν βᾶριν
φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι;
καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ᾿ Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα.
αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσι λόγον, τὸν ἐξ ἰλύος
εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν
ἐκείνου δυνάμεων ὄντα σύμβολα, τὴν ἑρμηνείαν τῶν
τί δὲ καὶ τὰ
ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρ-
οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος
ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ᾿ οὔ τί γε Αἰγυπτίᾳ
χρώμενος φωνῇ, οὐδ᾿ ἀνθρωπείᾳ ὅλως χρώ-
διάκειται.’’
Ταῦτ’ εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτον
Ἐἰ δὲ οἱ μὲν ἀπαθεῖς , οἱ δὲ ἐμπαθεῖς, οἶς διὰ
τούτων φαλλούς φασιν ἱστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσήνας,
μάταιοι αἱ θεῶν κλήσεις ἔσονται,
προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι, καὶ μήνιδος ἐριλάσεις,
καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι
ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον
τὸ ἀπαθές.’’
Καὶ πάλιν ἑξῆς ἐπιλέγει
“Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται περὶ δραπέτου
εὑρέσεως, ἢ χωρίου ὠνῆς, ἢ γάμου, εἰ τύχοι, ἢ
λέγουσι, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς
οὐδ’ ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτ’
ἀγαθοὶ δαίμονες, ἀλλ’ ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.’’
Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης
προκείσθω τῆς Πορφυρίου γραφῆς. καὶ μὴν καὶ
διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ
πρῶτοι οἶ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις
μηδὲ τοῦτον
δὲ ἡμέτερον εἶναι τὸν λόγον ἡγοῦ · οὐδὲν γὰρ τούτων
ἡμεῖς ὁμολογοῦμεν οὔτε ἐπίστασθαι οὔτε θέλειν εἰ-
δέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ
λέξιν
“ Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ
μεμηνύκασι, καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ οἶστισι
χαίρουσι καὶ κερατοῦνται ὑπηγόρευσαν , καὶ μὴν
καὶ τίσιν ἀναγκάζονται, τίνα δὲ δεῖ θύειν, καὶ ἐκ
ποίας ἡμέρας ἐκτρέπεσθαι, τό τε σχῆμα τῶν ἀγαγμάτων
ἐστὶ παραστατικὰ, ὀλίγα ἐκ τῶν πολλῶν
παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.
ΧΙΙ. “ Ὀτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο
πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης δηλώσει τὰ τῆς·
Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον
Εἶτ’ ἐξέδωκεν εὐχὴν , ἐδίδαξέ τε πόσους ληπτέον
ἀσκαλαβώτας
Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται
“ Καὶ ὁ Πὰν περὶ ἑαυτοῦ ὕμνον ἐδίδαξεν ἔχοντα
καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς
οὕτω φησὶν
Ἐμφαίνουσι δὲ πολλαχοῦ οἶ θεοὶ ἅπερ λέγουσι
φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους.
καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν
ὁ δ᾿ αὐτὸς καὶ ταῦτα παρατίθησιν
“Ἒστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος,
ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστὼς,
ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ
λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· οὐ-
Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναἲος
Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ
τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν
ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει,
τί δ᾿ ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων
ξοάνων περιεργία; ποίας δ᾿ εἰκὼν ἐνθέου γένοιτ᾿ ἂν
δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; τί δ᾿
οὐ μᾶλλον φιλοσοφεῖν ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα
διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ᾿ ἀρετὴν καὶ
φιλοσοφίαν τρόπου πρ`ς εὐδαίμονα καὶ μακάριον
βίον αὐτάρκους τυγχάνοντος; ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον
ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα
“Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων
ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι
μεμήνυκε διὰ τούτων
οὐ μόνον δ᾿ ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν,
ἀλλ᾿ ὅτι καὶ, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται, καί
εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ
γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ᾿ ἐπὶ γῆς ἱερὰς ἐδυνήθησαν·
ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης
λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον.”
Διὰ δὴ τούτων ἁπάντων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι
ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες
ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ
σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι.
ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις
τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε
χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς,
μηδ᾿ ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ,
καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρ-
τούτων γὰρ ἐν ἀνθρώπου
ψυχῇ ὧς ἐν ἀληθῶς ἱερῷ χωρίῳ προυποκειμένων,
εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία ’ οὐδ’
ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας ταῖς εἰς
ὑποδοχὴν τοῦ θείου κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον
πρᾶξιν προηυτρεπισμέναις ψυχαῖς.
ὥστε διαρρήδην
ἔξ ἀπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι,
οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν
τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον
’τον τρόπον
“ Ἄμφι δὲ Πύθω οἱ Κλαρίην τε θεοπρόπα Φοίβου
Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ
τὰ Πλουτάρχου προσθεῖναι ἀφ’ οὗ πεποίηται δυγγράμματος
“ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων.’’
Παυσαμένου δὲ τοῦ Ἀμμωνίου , Μαλλὸν, ἔφην
τοῦ δὲ Κλεομβρότου
σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν
ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν,
τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ
τὰ
γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα
χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις
νῦν ἐπιλέλοιπε κομιδῆ, καθάπερ νάματα, καὶ
πολὺς ἐπέσχε μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ
γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει
τοἳς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ᾿
ἄλλων τὰ μὲν σιγὴ, τὰ δὲ παντελὴς ἐρημία
κατέσχηχε.”
Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν d τοὺς αὐτῶν δαίμονας ταῦτά φησι
“Tὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπε,
μὴ θεοὺς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν
ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι
κακῶς ἀξιοῦσθαι. τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ
ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων
ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.
ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν
Φίλιππον ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας. πυθόμενος
δὲ τοὔνομα καὶ τὴν πόλιν, οὐδὲ ἡμᾶς αὐτοὺς,
ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις
γεγονότες, ἀλλ᾿ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων
μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ
σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως
ἀφαιρούμενος. ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ
μὴ φαύλους ἀξιοῦν εἶναι, μηδὲ θνητοὺς, οὐκέτι δαίμονας
φυλάττεις. τίνι γὰρ τῶν θεῶν διαφέρουσιν,
εἰ καὶ κατ᾿ οὐσίαν τὸ ἄφθαρτον καὶ κατ᾿ ἀρετὴν τὸ
ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;
πρὸς ταῦτα τοῦ
Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὐτὸν ὁ
εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν δῆλος
ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς γινώσκων ἔχοντα
προαιρέσεις τινὰς καὶ ὁρμάς.
περὶ δὲ τοῦ θανάτου
τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος
οὐδὲ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ
ἡμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατὴρ, ἐμὸς
πολίτης καὶ διδάσκαλος γραμματικῶν.
οὗτος ἔφη
τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν·
ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες
ἦσαν· ἐξαίφνης δὲ φωνῆς ἀπὸ τῆς νήσου
τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινὸς βοῇ καλοῦντος,
ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος
ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς
ἀπ᾿ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι,
τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα
τὴν φωνὴν εἰπεῖν, ὁπόταν γένῃ κατὰ τὸ
Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν.
τοῦτο ἀκούσαντας ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι,
καὶ διδόντας ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλ-
ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος
ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμονῦν
πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν
ὁ μέγας τέθνηκεν, οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν,
καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς, ἀλλὰ πολλῶν στεναγμὸν,
ἅμα θαυμασμῷ μεμιγμένον.
οἶα δὲ πολλῶν
ἀνθρώπων παρόντων ταχὺ τὸν λόγον ἐν τῇ Ρώμῃ
σκεδασθῆναι καὶ Θαμνοῦν γενέσθαι μετάπεμπτον
τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους
συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον.
ὁ μὲν οὑν Φίλιππος εἶχε τῶν παρόντων
ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος
ἀκηκοότας ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν
νήσων εἶναι πολλὰς ἐρήμους σποράδας , ὧν ἐνίας
δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι · πλεῦσαι δὲ αὐτὸς
τῶν Βρεττανῶν ὄντας.
ἀφιγμένου δὲ αὐτοῦ νεωστὶ
στὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας
πολλὰς γενέσθαι, καὶ πνεύματα καταρραγῆναι, καὶ
πεσεῖν πρηστῆρας. ἐπεὶ δ’ ἐλώφησε, λέγειν τοὺς
νησιώτας ὅτι τῶν κρειττόνων τινὸς ἔκλειψις γέγονεν ·
ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν
ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ
τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω
καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι·
πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας
ὀπαδοὺς καὶ θεράποντας.”
Τοσαῦτα ὁ Πλούταρχος. ἐπιτηρῆσαι δὲ ἄξιον
τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ
περιμένοντι αὐτοὺς Ταρτάρῳ παραδοῦναι.
ἔχεις
οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον,
οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ
τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ
ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους
κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην.
Ἀλλ᾿ ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει
τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρό-
ἄνωθεν
τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι
οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσι διὰ
τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθη-
τί ποτ’ οὖν αὐτοῖς ὁ
σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης
τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμέλεσθαι
καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι,
καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς
ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων μὲν
ἦν οὐδέν.
τί γὰρ δὴ καὶ μέλον ἢν τούτων τοῖς
θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαἰμοσι;
πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα , τὰ
ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα , λοιμὸν ἐπὶ λοιμῷ
φασι καὶ θανάτους ἐπὶ θανάτῳ.
κελεύει γοῦν ὁ
Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων
παίδων ἄρρενας ἐνήβους ἑπτὰ καὶ θηλειῶν ἰσαρίθμους
παρθένους, ἀνθ’ ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους
καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ, καὶ κατὰ
δασμὸς μνήμην παρ’ Ἀθηναίοις διεφύλαττε.
τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν
ἀναβολὴν τοῦ θανάτου πεποιημένον.
τίθησι γοῦν
ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν
νέων ἀνδρικῷ λογισμῷ γοήτων φωρὰν ἐν οἰκείῳ συγγραμματι
πεποιημένος οὐ καὶ αὐτοῦ τῶν φωνωι·,
ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ
“ Τί δ’ ; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποχτείναντες,
ἢ μὴ λεγόντων , οὐ σὲ προσῆκον ἦν εἰπεῖν
μετανοεῖτέ μᾶλλον ἢ
ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος
ὑμᾶς ἀγανακτεῖν , τῶν δὲ τοσούτων καὶ πανταχόθι
καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐδαλασσοκράτει
τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ
Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος,
καὶ νομοθέτης ἀγαθὸς, καὶ Ὁμήρῳ ἐδόκει
Δῖός μεγάλου εἶναι ὀαριστὴς, καὶ ἀποθανὼν ἐν Ἅιδου
ἀλλὰ παραλείπω γε οὐδὲν
καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε
κοινὸν ἀνθρώπων δικαστὴν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίατατο
δικάσαι. καίτοι πόσους ὑμεῖς οἶ θεοὶ ἀντὶ τούτων
τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὖς
ἀδίκως Αυδρόγεω ἀπεκτείνατε;”
Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλων
διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος
τιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν
" Ἐπεἰ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου,
φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακειδας
c διηγήματος. οὔτοι γάρ ποθ’ ὡρμημένοι κατὰτὸν
Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος
οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος
ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ , ἔρχεται ἀκουσόμενος παρὰ σοῦ
περὶ τῆς ὁδοῦ · ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ.
σὺ δ’ αὐτῷ λέγεις
καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὃς, ἀλλὰ κἀκεῖνός
σοι, ἔφη, πεισθεὶς ἀπέθανεν ἐν τῇ εἰσβολῇ.
καὶ
σὺ ἔφης, οὐ κατὰ γῆν λέγω στενύγρην , ἀλλὰ κατὰ
τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν
θάλασσαν , κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν
ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται
Ναυάτου καὶ Τυπαίου · καὶ διακοντίζει Κάρνον
νον ἱππότην φυλάνδρου τὸν Αἰτωλὸν, εὑ, ἐμοὶ δοκεῖ
, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ
ἀπέθανεν Ἀριστόδημος , πάλιν ἐπανεχώρουν, καὶ ὁ
Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ, καὶ ἤκου-
σεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου , καὶ τὸ
ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ
τί οὖν φησιν ὁ Τήμενος; τί χρὴ ποιεῖν; καὶ πῶς
ἂν ἱλασαίμην ὑμᾶς;
στενύγρην ἀκούσας ; ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος
χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα.
ἀλλ’ ἀμφίβολος
ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν.
εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθα-
καίτοι πῶς, ca κράτιστε , ὁ κηδόμενος οὕτω
τοῦ Κάρνου ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες,
ἑαυτῷ δὲ οὔ ; καὶ δέον σώζειν ἴνα ὄντα Κάρνον, αὐτόν
τε περιεῖδες καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν
ἀφηγοῦ;
εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν
ἐξεύροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν
ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος , ἵνα
καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν.
ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι,
ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι
ποιῆσαι.’
Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον.
Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς
τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐδεβεῖν
πλουσιώτατον ἀπέφηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει
παραλιπὼν τῇ μεγαλοψυχίᾳ.
ἐπειδὴ οὖν τὰ
τοσαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας
μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος.
τί
οὖν ὁ θαυμάσιος χρησμῳδός; αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς,
ὁ Πύθιος, ὁ φίλιος , τὸν ἱκέτην , τὸν εὐσεβῆ,
τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς,
ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔ
τι ἑκὼν, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου·
(μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεὸς, ἐπεὶ μὴ
τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν
τῆς Λυδίας ἀρχὴν, μεγάλην οὖσαν γαῖ πολυχρόνιον,
καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον
ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν.
Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγαναχτεῖ
ἄκουε
“Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου
ἀληθὲς μὲν ὂν οὐδ’ αὐτὸ, ἀλλὰ προσεοικός γε ὅμως
τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι
τὴν ὀφρὺν ἐπαίροντι , καὶ τὸ Λύδιον ἀνδράποδον τὸν
Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ ·
ὃς μετ’
ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἀνερωτᾶν σε εἰ στρατεύοι
ἐπὶ Πέρσας , καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ
τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾧ οὐκ ὤκνησας
εἰπεῖν ὅτι
ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον
πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’
ἀλλοτρίαν ἀρχὴν , οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ
δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον
ὁ Λυδός· ἀλλὰ ‘καταλῦσαι’ καθ’ ἴνα τρόπον ἔστι
νοεῖσθαι πρὸς τῶν Ἑλλήνων , οὐ τὸ τῆς οἰκείας ἀρχῆς
ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος , ἢ ὁ μητρόθεν
μὲν ἐκ τυραννικοῦ , πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ
γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει
εἴπερ οὐκ ᾔδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος
ὁ μάντις.
εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας, ἀλλ’ ὑπὸ
τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἶα τὰ θεῖα παίγνιά
ἐστιν. εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω
γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν·
τί δ’ ὅμως , εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος
ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ
Τοιαῦτα τῆς Οἰνομάου παρρησίας τὰ τῆς τῶν
γοήτων φωρᾶς, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας.
οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς
Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται,
γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ
τῶν πολλῶν ἐσκευωρημένα · ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν,
οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων
ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι’ οὗ φησιν ὁ
“ Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας
μετασχεῖν καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας
εἰς τὴν κοινήν παραπληξίαν , καὶ τὴν ἐμπορίαν εἰ
εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ
Ἡρακλέους ἐφυσήθην , καὶ τοῦ Ἡρακληίου κήπου
θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ
τὴν Τρηχῖνα, καὶ ῥηιδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα
κῆπον.
εἶτά μοι ἐπερομένῳ εἴ μοι συναίρονται οἶ θεοὶ 5 εἶς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεοὺς, ή μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινὶ ἐμπόρῳ.
ἐγὼ οὖν ὡς ἤκουσα, πῶς
οἴει ἠγανάκτησα , ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος;
ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην
τὸν ἔμπορον, εἰ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ
Ηρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ
τοῦ κέρδους προσδοκᾶν.
ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων καὶ τὰς ἐν ἐλπίδι φάτνας.
ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος
ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατιώτης, οὐδ’ ἐρῶν
ἀνὴρ , οὐδ’ ἐρῶσα γυνὴ , οὐδὲ κόλαξ, οὐδὲ ῥήτωρ,
οὐδὲ συκοφάντης. ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ ἡγεῖσθαι
μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσήνην.”
Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει ὡς καὶ
δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω
τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ
τὴν σΦῶν ἄγνοιαν ἐπικρύπτοντας. λέγει δ’ οὖν
“ Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ
ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν
σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ
τούτου γενέσθαι ἐνδείκτην
τί φῄς; εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν
γενέσθαι καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι
ἤρκει ἀκοῦσαι ἔν τε τοῖσιν εὐπελἐεσσιν’, ἀλλ’ οὐκ
ἀλλὰ τοῦτο μὲν
ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν
τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος
ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ,
σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου
ποιήματος;”
Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα
συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς
τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει , τοὺς δὴ
μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους.
‘Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος
κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας
ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες
τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφῖς
Ἀπόλλων οὗτος ἦν.
τί οὖν ὁ θαυμαστὸς οὑτος;
; ἀρά γε τῶν οἰκείων ὑπερεμάχει ; ἆρα λοιβῆς καὶ
οὕτω τὸ ναυτικὸν δηλῶν, δι’ οὗ μόνου φησὶν
αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης.
ὢ
ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἠν.”
Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις
“ Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου
προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ
πρὸς Ἀθηναίους
ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον ’ ἦπού τι
μαντικὸν ἔνεστι; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ
ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Δῖός , ὦ υἱὲ τοῦ Δῖός ’
ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς
ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει
τῷ πατρὶ καὶ τῇ θυγατρὶ, μᾶλλον δὲ τοῖς
θεοῖς ’ ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν
πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ
τὸν ἄπειρον ἐκεῖνον στρατὸν, μέγας τις ἄρα ἦν καὶ
ὤν.
καὶ σὺ δὲ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ
μηδενὶ ῥιψοκίνδυνος , οὐκ οἰμώζεις; εἶπον ἂν ἄνθρωποι,
ὑπὲρ ὧν ἡ Πάλλας οὐ δύναται Δί’ Ὀλύμπιον
ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεὺς,
ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις ’ κἄπειτα σὺ μὲν τοὺς
ἀνθρώπους ἔσωζες , ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα
ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα.
ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψο-
κίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφεῖν.
πῶς δὲ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ
τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος
ἢ συνιούσης οὐκέτ’ ᾔδεις ; πῶς δὲ οὐδὲ τοῦτο
ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις
εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος
τοῦ κακοτεχνήματος;
περιμένειν δὲ δεῖ
τὸ ἀποβησόμενον ’ ἒν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι.
σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ
καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι
ἤδη δὲ οὐδὲ ἡ τραγῳδία
ἀφανὴς, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν
ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος ’ χρήσιμοι τῷ
μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ , ὁ μὲν
σωζομένοις , ὁ δ’ ἀπολλυμένοις. εἴτε γὰρ σώζοιντο,
ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται , ἱκαναὶ
τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ
Δῖός τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ
δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος.
τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ
ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν,
τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπρα-
ξαν ἄν τι πάντως οἶ τοσοῦτοι. ἀλλ’ ἐγὼ , φησὶν, ἐξεῦρον
ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων
ἦν σου κατιδεῖν , ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις
ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ , καὶ ἡ πᾶσα ἔλασις ἐπὶ
ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο , ἐπεὶ καὶ
ὁ ἂμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον
ἂν, οὐ μόνον τὸν Λυδὸν, ἐκέλευον φεύγειν
νῶτα ἐπιστρέψαντα. ἔτι γάρ ποτε κἀντίος ἔσται·
πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται.
ὅτι
δὲ ναυσὶν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον
ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ
οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον
Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ
δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους.
ἤτοι γὰρ πᾶσα, φησὶν, ἡ πόλις πολιορκηθήσεται, ἢ
ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάν-
τευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος,
βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλἠνων ἐν καιρῷ
παραφαίνεσθαι , καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν
καὶ βαρβάρων νίκην τοῖς Ἓλλησιν ὡς ἂν οἰκείοις φί-
λοις προξενεῖν· εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ
μὴ παθεῖν αὐτοὺς, μηδ’ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ
τοῦτο , ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περισττήσεται
γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ
ἔλεγχος ἄκουε
“ ‘Αλλ’ οὐ δεῖ Λακεδαιμονίοις , φήσεις,
ταὐτὸν παραινεῖν. ἀληθῆ λέγεις. οὐ γὰρ ἠπίστασο,
ὦ σοφιστὰ, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ
τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐ-
τοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἶ δὲ μὴ
ἐπέλθοιεν.
ἐπεὶ οὑν ἔδει τι λέγειν , οὕτως εἶπας
τοῖς Λακεδαιμονίοις
πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. ἀλλ’ ἐῶμεν
αὐτὸν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες
ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ
εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν
τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δέλφικά
καὶ Δωδωναῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθομαντεῖα
καὶ ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστρι-
μύθους.
πιστοὶ δὲ οὐ μόνον οἶ θεοὶ τηνικαῦτα,
ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια
παραπταίσματα οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν
μετὰ μὲν δὴ τῆς πό-
λεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῶ ἀποφυγή· εἰ δ’
αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον
γένοιτο. λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν
μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ oἴκοι
μένοντας ἔξω κινδύνων καραδοκεῖν.
τῷ μὲν
οὖν μετ’ ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον
ὄχλον ὄλεθρος προφανὴς , ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε
τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. μηδὲν δὲ ἧττον
τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ Δία εἰ
ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι
ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν
ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου
καὶ μὴ μόνου. οὗτος δὲ τύφου καὶ ἀφροσύνης
καρπός. ”
Ἀλλὰ ταῦτα μὲν ταύτῃ. οὐκ ἄξιον δὲ παρελθεῖν
καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ
τὴν παρὰ τοῦ θεοῦ. συμμαχίαν αἰτοῦσιν. ”
“ Ἒπαθον δὲ καὶ οἶ Κνίδιοι τούτῳ προσ-
σὺ δὲ αὐτοῖς εἶπας
ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι ἐπαγγέλλῃ
τὴν ἀποφυγήν.
τούτῳ δὲ οὐ τὸ λῷον εἶναι
μὴ ὀρύξασι προσετίθεις, ἀλλ᾿ ὅτι οὐ δοκεῖ τῷ Διὶ
αὐτὴν νῆσον εἶναι. ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφό-
προεῖχεν· οὗ δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν.
οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι
ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.”
Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων
καὶ τῶν χρωμένων ἀπελέγχειν αὐταρκῶς, καὶ
ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεον ἔστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις.
τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν
πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων
ἀνδρῶν ἴδοις ἂν, εἰ μάθοις ὡς καὶ εἰς τὸν
κατ᾿ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον,
εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς.
τοτὲ μὲν οὖν Λακεδαιμονίους ὡς ἂν οἰκείους καὶ
φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει,
τοτὲ δ᾿ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ,
εἰ πάλιν οὗτοι δι᾿ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς
δαίμονας. ἄκουε δὲ καὶ τὰ περὶ τούτων
“Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παρ-
περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον
Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους
εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας
καὶ αὐταρκείας. οἱ δέ που τοῖς Λυκούργου νόμοις
κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς
ἐρησόμενοι , ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι,
ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες.
εἰ δέ γε οἶ ἐν καρτερικοῖς ἤσαν νόμοις οὕτω τεθραμμένοι,
ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων,
πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων
ταῦτα ’ σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων,
οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρη-
σμῳδεῖς
τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν κα-
θαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα
Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. μυρία
δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια , ἐκ
παλαιοῦ χρόνου καὶ εἰς ἡμὰς αὐτοὺς τῶν κατὰ χρόνους
ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ
τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ
τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις
συμφοραῖς , ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων,
ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων,
τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας
οὐδὲν ὤναντο.
τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἶα καὶ τὰ τῆς παλαιὰς ἱστορίας συνίστησιν.
ἀλλ’
ἐπεὶ τῶν μάλιστα παρὰ Ἓλλησι θρυλουμένων τοῦ
Πυθίου χρησμῶν εἶς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον,
ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο,
“ Ἀλλὰ σὺ τὸν Τυρταῖον προκαθηγεμόνα
καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἔκ κοίλης
Λακεδαίμονος Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια
δώματ’ ἔχουσι , δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ,
ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν, ὅτι ἦλθεν εὐνομίην
αἰτήσων.
καὶ πῶς, εἰ θεὸς, οὐκ ἠπίστατο
νόμον πολιτικὸν ὁ φίλος τοῦ Δῖός καὶ πάντων τῶν
ὑπὸ τῆς θεοῦ φωνῆς , φέρε ἴδωμεν τὴν θείαν
φωνὴν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον
δὸς, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ
ἐπηγγείλω τοιαύτην.
Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας·
καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος, οὐδὲ ὅπως εἰς
Δελφοὺς ἐκ Πελοποννήσου , ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους
αὐτοὺς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν
Ἁστερίας ἄλλης μάντεως
δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι
τιτθὴν, οὐδὲ σύνθωκος πρεσβυτέρων οὐδέποτε κεκαθικέναι,
παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων
ἀκοῦσαι καὶ σοφώτερα.
τάχα δέ πού τι προσθήσεις,
ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές.
εἰ οἱ μὲν εὖ ἡγοῖντο, οἱ δ’ ἕποιντο, οὐκέτι φήσω τοῦ
αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοπυργον
σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην.
μάλιστα ἀνδρείους εἶναι κε-
καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς
πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτὸ , οὔτε τῆς
δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων,
οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων;
λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας,
πόλει , καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι
τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ.
καλὴ μὲν γὰρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. ”
Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν
περὶ δὲ παίδων
περὶ δὲ ἀποικίας
περὶ δὲ κενῆς δόξης
καί μοι δοκεῖς οὐδὲν τόν τερατοσκόπων καλουμένων
κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν
καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασ,
τῶν ἀνθρώπων , εἰ μισθοῦ τραχηλίζονται.
εἶθ’ ὁ
μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς
τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον
ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο.
ἑτέρου δὲ ἀπο-
δημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι οὐκ
ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι ’ τὴν μὲν γὰρ πατρίδα
αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ
ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει
Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς
λαμβάνειν , εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν
καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου ·
ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν
Ἀντίοχ’ , εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας,
Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.
ἢ τοῖς ἥκουσι Κρητῶν
οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν
ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ,
Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα-
ζόμενος.
Διὰ τί δὲ, (6 σοφώτατε, Χαρίλαος καὶ
Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς,
Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις
προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει
τὸν Ἀρχίλοχον , ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ-
σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί
τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις
ποιήμασι κεχρημένον ’ καὶ τὸν Εὐριπίδην τῆς μὲν
Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι
δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον·
καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ
ὁ δὲ παῖς ἦν Ἀρχίλοχος.
ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δὲ
λέγει δὲ οὐκ ἄνθρωπος , ἀλλά τις διατεινάμενός
ποτε, ὅτι αὐτὸν οὐ χρὴ
οἷ δὲ στεφάνων ἱερῶν , οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας,
οἶ δὲ αὐτῆς ἀθανασίας.
τί ποτ’ οὖν ἦν τοῦτο δι’
ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ
φθονήσῃς , ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις
ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς ;
ἢ δηλαδὴ τὰ Ἀρχιλόχου , εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι
τῆς ὑμετέρας ἑστίας,
λοιδορῆσαι μὲν πικρῶς
καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ
Ἀρχιλόχου.
καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ
οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν
τῆς παρ’ ὑμῶν φωνῆς , ἄνδρα φωνάεντα ἀποκτείνας.
οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ ’ Μουσάων γὰρ ἀπέκτεινε θεράποντα.
οὔκουν ἔμοιγ’
ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην
πῶς ἐσθλὸν ἦν τοῦτο.
ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν , ἐφ’ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστὴς, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν.
εἰ μὲν οὖν
ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα,
οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν
Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων
δῆμον ἐπιψοφοῦντα ’ εἰ δὲ καὶ δίχα τούτων ἐστί
τις καὶ θεῶν ψῆφος , καὶ αὕτη πιστὴ , καὶ οὐχ ἥττων
τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων, φέρε , φράσον
οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι
κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ
γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε
ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλὴς, ἐμελῆσαι
καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὂγκου
πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν
ὁδοιπορίαν , ἵν ἐλθόντες καθίζοιντο ἐν τῷ
Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ τοῦ Δῖός αὐλῇ·
ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής.
φέρε καὶ
τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν
ἐρωτᾷ· ἦπου γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν
ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον
μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε
δεινὸν γὰρ, ὡ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν,
εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὂλβιος
βιος μήτε ὅπου καταμύσας κείσεται. ἐγὼ δὲ καὶ ᾤμην
ἴσον Ὃμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ
θεῷ καὶ ἴνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον
ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων
ἢ κανθάρῳ.
οἶον εἰ καὶ κάνθαρός τις γεννηθεὶς
οὐκ ἐνεβίωσε οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ,
ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι
σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί
τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν
Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν.
Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς, ἤδη δὲ καὶ
χρησμῶν ἐξεθέωσεν , εἰκότως μοι δοκεῖ καὶ
ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥή-
μασιν
εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο
δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει,
ἔν ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους , ἢ μηδὲ
Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως
διὰ τί γὰρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητὰ, ὥς
σε καλεῖ Πλάτων’, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι
Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν
ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα
ἐλάβετο τοῦ πνεύμονος;
Ἄπολλον , ἀξιοθέου ἔργου·
ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων
ὃς ἀνεῖχε τὴν στέγην; ἆρ’, ὦ θεοποιὲ, διὰ ταῦθ’
ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν ;
ἢ κἀκεῖνο προσθήσεις,
τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα
καὶ θεοφιλίας , ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ
τὸ πῶμα ἐπαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι,
πειρωμένοις αὐτὸν ἐξελκύσαι,. ὦ Κλεόμηδες , ἆρα
ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς
δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ.
εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον
καὶ τὴν ἅλμην ἀντ᾿ αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν
ἐστιν ἡ πυκτικὴ, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς
ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους·
καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ᾿ ἀποθανόντι ὀνάγρῳ
μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ
μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται
ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ
ἀκούσας μὴ ἀνασχέσθαι, ἀλλ᾿ ἀπειλῆσαι καὶ αὐτὸν
τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν,
καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι·
εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων,
ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν
εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ
πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος
πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ
ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ
κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτικὴ,
τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει,
ἵν᾿ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν
τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μὲν, ὥσπερ
Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ
θεοί.
οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ
τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικα-
ἀλλ᾿ οἱ ἄφρονες
Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν
τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο,
καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν.
οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ᾿ οἱ
θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ᾿ αὐτῶν ἐτολμήθη, λιμὸν
ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς
ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε
φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν
αὐτοῖς ἔπεμψας λέγων
εἰς πάτρην φυγάδας κατάγων Δήμητρ᾿ ἀπαμήσεις.
ἀλλ᾿ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους
ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες.
τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις
θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων;
ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε
παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων
τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν
καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα
πῶς οὖν οὐ τεκμήρια
ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι
ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι
ὑβρισμένῳ ἐμήνισαν οἱ θεοὶ, καὶ Λοκροὶ ἐπείνησαν
διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο
λόγιον σὸν ἔχον οὕτως
οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότε-
τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτὴν, αἰτια-
κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἂν, εἰ μὴ ἡ παρὰ
σοῦ ἦλθε βοήθεια , λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας
πεφατνευμένους , οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἡττον
ἢ οὓς οἶ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν
ἴσως , ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ
παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε
ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι , ἑνὸς ἢ
δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα.
ὡς δὴ
ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι,
σθα, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν ᾖ ὥσπερ
χρηστήριον Δελφικὸν, οὕτω καὶ γυμναστήριον. καὶ
γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι
καὶ τὸ γυμναστήριον.’
Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς
καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἶ περὶ ὧν
ὁ λόγος.
ἐπίβουλοι,
πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον,
οὐ καὶ Φαλαρὶς ὄλβιός , ὁμότροπος ὢν Κυψέλῳ ;
ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν
ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ
τοῦ Θαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν
ἐπιβουλεύοντας ῂκίσατο μὲν, καρτεροῦντας δὲ ἀγάμενος
καὶ Μελανίππῳ προσηνέχθη. ἀλλ’ εὖ γε καὶ
μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς,
ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. ἐπὶ τούτοις ἅπασι καὶ
τόδε προσκείσθω
Ἡσιοδείοις θεοῖς.
τρὶς γὰρ ὡς ἀληθῶς μύριοί
εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ , οὐκ ἀθάνατοι , ἀλλὰ
λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων
ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν
τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν
καίτοι
ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς, εἰ βούλει,
καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες
λίνοις.
ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς (Ἄπολλον,
ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν
εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύ-
ἐπιθήκη.’
Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ
εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν
τοῦ τὴν συσκευὴν καθ᾿ ἡμῶν πεποιημένου,
ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν,
εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως
ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων
ὑποπεσεῖται λόγος.
Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων
καὶ οὐ δι᾿ ἄλλης, τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτισάντων
τε καὶ λυμηναμένων δαιμονικῶν φαντασμάτων
ἐλευθερία πᾶσιν ὑπῆρχεν ἀνθρώποις, φέρε
καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς
τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν
σκέψαι δ᾿ οὖν
εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ
αὐτῶν ὑποπεσεῖται λόγος, ἔκ τε ὧν παραθήσομαι
ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ
τοῦ τρόπου, καθ᾿ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται.
οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων
γνῶσιν προειληφέναι φασὶν αὐτοὺς, ἐκ θεωρίας
δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις
τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι
οὔτ᾿ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτοὺς,
εἰ μὴ τὰ καθ᾿ εἱμαρμένην, φασί. τούτων δὲ
οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ὧδε
λέγων πρὸς λέξιν
“Ἃ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμένα
γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς
δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ
ἀψευδεῖς τῶν θεῶν.”
Εἶθ᾿ ἑξῆς ὑποβάς φησιν
“Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνὴ, ἐκ
τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς
χρόνου. λέγει δ᾿ οὕτως
ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην
ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ
I. ""^ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιρα-
καὶ ἑξῆς , οἶς ἐπιλέγει
καὶ μεθ’ ἕτερα
ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται , ἀλλ’ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς μαθηματικῶν λόγους , ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδείκνυσθαι.
θέα δ’ ὡς καὶ τὸ ἐφ’ ἡμῖν
ἀναιροῦσιν, ἱν , οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ’ ἡμῖν
τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας
προαιρέσεις.
“ Οὓτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ b
τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν
αὐτῷ γίνεται, ἔφη
εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ
πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν
Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ
γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι,
ὥς φησιν
εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων
θεῶν οἱ ναοὶ , τά τε ἱερὰ αὐτῶν δώματα δάμναται
ζαπύροις πωτήμασι , τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνη-
τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή ; εἴποι ἄν τις.
τί δὲ δεῖ λοιβῆς τε κνίσης τε καὶ τὸ ἐκ τούτων γέρας
τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ’ οὐδὲν
ἧμας ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ τῶν ἀγαθῶν δο-
τῆρας οἴεσθαι χρῆν αὐτοὺς, ἀλλ’ ἣν καὶ τῶν ἐναντίων
ὡμολόγουν αἰτίαν.
εἰ γὰρ πέπρωται ἀνθρώποις
μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων.
εἰ δὲ
δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς,
τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ
τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ
μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον
καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν
οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ’ ὁ
ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι.
Δεηθέντος γάρ τινος καταδέξασθαι θεὸν,
δι’ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. ”
Ταῦτά σοι ὁ Πορφύριος , οὐκ ἐγώ. ὁ τοίνυν
μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς
θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ
“ ‘Αλλ’ ἤδη καὶ τὴν γνῶσιν τῆς φορὰς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις , καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων ’ ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες. ”
Τούτοις αὖθις ἐπιλέγει
“ Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ
μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ
ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύσονται·
οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν.
εἶπε γοῦν ὁ Ἀπόλλων ποτὲ, τοιαύτης οὒσης
ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν
“ Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνί-
σταται.”
Ἀρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου
πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ
θνητὸς
μὲν οὑν ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενεγκάμενος
οὔποτ’ ἂν ψεύσαιτο, τἀληθὲς προτιμᾶν προθέμενος,
οὐδ’ εἱμαρμένης ἀνάγκην οὐδ’ ἄστρων φορὰν
αἰτιάσαιτο ψευσάμενος· ἀλλ’ εἰ καὶ τῷ σώματι
πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων
τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτο ἐλευθε-
ροστομῶν ἀντιφθέγξεται,
τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἔν ἐν οἶς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι καταφυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο.
πάντα
καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελὼν,
λὼν, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας , θέα εἰς
οἷον κακῶν δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομέ-
εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ
οὐ μόνα τὰ ἐκτὸς, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας
ἀναθετέον, καί τις ἀπαραίτητος ἀνάγκη τὰς
ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσεταί σοι φιλοσοφία,
οἰχήσεται χαὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις
ἔπαινος ἀρετῆς, οὐδέ τις θεοφιλία, οὐδὲ τῶν
ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης καὶ εἱμαρμένης
τὴν αἰτίαν πάντων ἀναδεδεγμένης.
οὐ
δὴ οὖν προσήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον
πλημμελοῦσιν, οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις,
ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι
θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν
καὶ ἀδικίαν καὶ ἄλλα μυρία κακὰ παρορμᾷ καὶ
προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς
βίου ἀθρόως κατεργαζόμενον.
εἰ γοῦν τις αὐτόθεν
τε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον
ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ
θέλειν ἐπὶ στρατείαν ἢ ἐπ᾿ ἄλλο τι τῶν πρακτέων
ὁρμᾶν, καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν
ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς
μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν αὐτῶν
προθυμίας κατορθοῦσθαι δυναμένοις;
εἰ γὰρ ἐξ
εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν
ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μὴ,
ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης
γενησομένου τοῦ πραχθησομένου;
ὅθεν καὶ λεγόν-
εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν
οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ’ ἔπραττεν, ελαυνόμενος
δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης , δῆλον ὅτι καὶ ὁ
ἐπὶ λῃστείαν καὶ τυμβωρυχίας καὶ ἐπὶ τὰς ἄλλας ἤτοι
ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας
ἐπιτηδεύσεις ’ τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ
πῶς οὖν ὁ ταῦτα μὴ ἐξ
αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ’ ὑπὸ τῆς ἐξωθεν
εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα ὡς καὶ
τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς ;
ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ’ ἐμοὶ, τὸ μεταβάλλειν
βάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατεί
ληφε.
τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προ-
θυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί
μοι; προθυμήσομαι δὲ, εἰ καθείμαρται, καὶ ἄνευ
τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος.
τί οὖν μάτην σεαυτῷ ἐνοχλεῖς;
ἀλλ’ εἰ καὶ τὸ σὲ
παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖδθαι
εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα,
ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ
ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι , φιλο-
πονήσω ’ εἰ δὲ μὴ εἵμαρται , ματαίαν ποιεῖσθαι τὴν
σπουδὴν ἀμφοτέρους συμβήσεται.
πῶς δὲ οὐ μᾶλλον
ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων
τὴν δόξαν, ἄγε μηδαμῶς φιλοπονήσω , μηδὲ μάτην
ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης·
κης· ὁ δὲ περί τι σπουδάζων, ἢ διδάσκων ἢ προτρέιτςε
τρέπων ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ
ὥσπερ εἰ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν
παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ
προσαγορεύοι ὀνόματι. οὕτω γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν
αἰσθανόμεθα μὴ βιαζομένων ὑπ’ ἄλλης τινὸς
αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς
οἰκέτας ἁμαρτήσαντας , καὶ ἐν τῷ τόδε τι βούλεσθαι
καὶ μὴ βούλεσθαι, ἀλλ’ αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας
σίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι
ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ’ εἱμαρμένην,
πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας
καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις,
καὶ μὴν καὶ νόμους
ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος
ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ δεῖ προστάττειν
ἢ ἀπαγορεύειν τοῖς ὑφ’ ἑτέρας ἀνάγκης κατεσχημένοις ;
ἀλλ’ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν
μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας, οὐδὲ τοῖς τὰ
κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον
πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ
εἰς εὐποιίας ἑτοιμότητα.
ἀλλὰ καὶ τὴν πρὸς τὸ
θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα , εἴ γε μηδὲν
τὸ δὲ δίκην
ἀψύχων λέγειν κινεῖσθαι ἡμὰς, τῇδε καὶ τῇδε ὑπό
τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους , εἰς τὸ
καὶ ἀμελούντων, πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα,
καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων,
καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ
οὕτ’ ὢ δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος
ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι, καὶ τὸ
τόδε τι ὁρᾶν, καὶ τόδ’ ἀκούειν, οὐ συλλογισμῷ, ἀλλ’
ἐνεργείᾳ καταλαμβανομένων , συναισθέσθαι ἑαυτῶν
καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων,
ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον
εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία
συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταρἀττεο.
διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν,
καὶ τὸν λόγον, καθ’ ὃν τὰ οὐκ ἐφ’ ἡμῖν γίνεται,
ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔτις
ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος
τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ’ οὖν ἐπιμενλῶς
τὸ πρόβλημα ἐπισκεψώμεθα.
Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί
ἤδη δὲ κατ’ εἶδος ἰδίως ἕκαστα
τῶν γιγνομένων τὰ μὲν ἔξει, τὰ δὲ φύσει, τὰ δὲ
ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ οἰκείᾳ κρίσει
τε καὶ προαιρέσει κινούμενα , καὶ ἄλλα μὲν κατὰ
προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ’ ἐπι-
σχολῇ μὲν οὖν τις τὸν περὶ
τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου
ἐπεὶ μὴ μονογενὲς
χρῆμα μηδ’ ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ
ἄνθρωπος, ἐκ δυοῖν δὲ ἐναντίων εἴληχε τὴν σύνοδον,
σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου
τῇ ψυχῇ δεδεμένου , τῆς δὲ νοερᾶς οὐσίας κατὰ
τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου,
τῆς δὲ λογικῆς τυγχανούσης, καὶ τοῦ μὲν φθαρτοῦ,
τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας
δὲ ἀθανάτου, ὥσθ’ ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν
φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ
οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι
τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ
τοῦ θεοῦ, δι’ οὓς οἶδε λόγους αὐτὸς, κεκληρωμένον
ψυχῆς καὶ σώματος ἐπιμιξίαν.
εἰ δὴ οὑν τις τὰ
κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς , εἱμαρμένης
εἰ γὰρ ἀπαράλλακτόν φασιν εἷναι τὴν εἱξμαρμένην,
καὶ μὴ δύνασθαι τι παρ’ αὐτὴν γίνεσθαι (ἀνάγνην,
οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι λέγων εἱμαρμένην
καὶ φύσιν.
γένοιτ’ ἂν οὑν τῶν ὄντων
ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ’
ἡμῖν γιγνόμενα, οἶα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ
κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα,
ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα
κατὰ φύσιν· ἀλλ’ οὔτε τῆς ψυχῆς τὸ ἐφ’ ἡμῖν
οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν , οὐδὲ μὴν τῶν
ἔξωθεν τὸ κατὰ συμβεβηκὸς, ἐνδίκως ἄν τις ἀποστεροίη
τὸν αἴτιον.
θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων
καὶ τῶν ἐφ’ ἡμῖν, καὶ τῶν κατὰ φύσιν, καὶ τῶνκατὰ
εἰ
δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν
ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον αὐτοὺς
ὡς ἄρα τοῦτ’ ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς
ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος,
παρ’ ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ
λογικὴ , ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φὐσιν
πολλάκις δὲ καὶ γήρας ἐπελθὸν σώματι
κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων
τὴν διάνοιαν ἀπεστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογικὸν
παρὰ φύσιν ἀμβλῦναν.
αἰκίαι δ’ αὖ πάλιν
τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς
ἐπισυμβαίνοντα.
ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ’ ἡμῖν
προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος
ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ
τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισμβαίνουσιν.
ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν
ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ
σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται
ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις
παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀνα-
πεισθεῖσα, καί τινας ἀσκητικὰς προτροπὰς αύθεκουσίως
ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτε-
ρίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν , ἀρετῇ
λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη.
καὶ αὖ πάλιν
ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ
εἰσὶ δὲ οἱ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες “ μετίλλαξαν
τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσε-
νες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.
οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδω-
σιν ὁ λογισμὸς, κρατεῖ δὲ ἐν πλείστοις , ὡς καὶ κρα-
τεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἂγεται,
τᾶι, ὡς καὶ πρὸ ὥρας ἔσθ’ ὅπη χερσὶν ἐπισπᾶσθαι
τὴν ἀπαλλαγὴν τοῦ σώματος , ὅτε τὸ ζῆν αὐτῷ μὴ
εἰ μὲν οὖν πρὸς μόνην τὴν
ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων,
ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος
καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ
διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι, εἰκότως
αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν
ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος,
ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα , ὧν ἐν
πολλαὶ γοῦν ἤδη καὶ
τοιόνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ
περιέχοντος , κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις,
πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους
φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα
τάραχον οὐ τὸν τυχόντα τῷ καθ’ ἡμᾶς αὐτεξουσίῳ
διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε,
τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν
πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων
ἀνδρῶν ποιούμεθα τὰς διατριβὰς, οἱ δὲ καὶ αὐτοὶ
τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ’ ἡμῖν αὐτοῖς
ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται , ἐλευθέρᾳ τῇ
σφῶν χρώμενοι προαιρέσει, ταύτῃ πάλιν εἰκότως καὶ
ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων
αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ
περὶ τὴν ψυχὴν χρωμένου.
ὥσπερ γὰρ ἡ τοῦ σώματος
ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν
προσπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ
γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, ” ὥσπερ οὖν
καὶ σώζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι.
καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν
ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται ’
θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται,
ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ
πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν
τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται.
ὅτε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα
διατίθεται, ὥσπερ οὑν καὶ βελτιοῦται τῆς
ἔξωθεν τυγχάνουσα ἐπιμελείας.
τί χρὴ λέγειν
ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν
καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ
ἔχουσαι τῷ παντὶ, πλείστην ὅσην τοῖς κατὰ μέρος
καὶ δὴ καὶ τοῖς ἐφ’ ἡμῖν παντοίας κινήσεως περιουσίαν
ἀπειργάσαντο;
πᾶσιν δὲ καθόλου τοῖς
οὖσι, τοῖς τε παρ’ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν
ἡμετέραν αἰτίαν , καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς
ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς
καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη
τοῦ θεοῦ πρόνοια , ἣ καὶ τὰ πλεῖστα
θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως
ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα , συνεργοῦσά
τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς
Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρό-
πον, εἴς τε τὰ ἐφ’ ἡμῖν, καὶ τὰ κατὰ φύσιν γινόμενα,
τά τε κατὰ συμβεβηκὸς, πάντων δὲ ἐφ’ ἔνα λόγον
τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων , οὐδαμοῦ
μὲν ὁ περὶ εἱμαρμένης χώραν ἔξει λόγος.
γένοιτο
δ’ ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη
τῆς κακίας πηγὴ, ἐν οὐδενὶ μὲν χώραν
ἔχουσα τῶν κατὰ φύσιν , οὔτ’ ἐν σώμασιν οὔτ’ ἐν
οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν
ἐπιγινομένοις· εὑρεθείη δ’ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς
αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ
βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν
τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία
ἐπειδὴ
τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα
καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κρι-
τήριον εἰς ἑαυτὴν ἀναδεδεγμένη· νόμος δὲ θεῖος αὐτῇ
συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος
δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων,
Ὁσῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ
τοῦτον γὰρ ἁπάσῃ ψυχῇ
φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν
πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο , διὰ
μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδὸν,
διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθε-
ρίας τὴν τῶν κρειττόνων ἳρεσιν ἐπαίνου καὶ ἀποδοχῆς
ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων
ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις , ὅτι μὴ βε-
βιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου , παρὸν
ἀνάγκης, ἀλλ’ ἐξ ἐλευθέρας γνώμης καὶ κρίσεως.
αἰτία δὴ τοῦ ἑλομένου , θεὸς ἀναίτιος. οὔτε γὰρ
φύσιν φαύλην ὁ θεὸς εἰργάσατο , οὐδέ .γε ψυχῆς οὐσίαν·
ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν
πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθὸν,
καὶ τοῦτο ἐπ’ ἀγαθῶν αἱρέσει γεγενημένον.
φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον.
οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ
φαῦλον, προαιρέσεως ὂν , ἀλλ’ οὐ φύσεως ἔργον. ᾧ
γὰρ παρήν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ
τοῦτο εἴλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοὐ
χείρονος μεταποιηθεὶς , τίς ἂν τούτῳ τόπος ἀποφυγῆς
λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου, τοῦ
τε συμφύτου νόμου σωτῆρος οἶα καὶ ἰατροῦ παραμελήσαντι ;
ὁ δὴ τούτων ἀπάντων μηδένα λόγον
ποιούμενος , ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν
καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν;
εἴτε γὰρ αὐτόματον
καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φορὰν,
ἐλέγχοιτ’ ἂν ὡς αὐτόθεν ἄθεος , πρὸς τῷ καὶ ἀβλεπτεῖν
περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων
διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι’ αἰῶνος κίνησιν
ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν
ἐπιστατεῖν τε πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν
τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν,
ἀνάγκην αὐτὴν καὶ εἱμαρμένην ἀποκαλῶν, καὶ πάσης
τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας
ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων.
καὶ τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων
θεὸν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε
τοῦ παντὸς, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε
μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν, καὶ ἄθεον
εἶναι κατ’ ἀνάγκην, καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε
παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον
δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι
μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ’ ἀνάγκης δὲ
ἐλαυνόμενον τοῦ θεοῦ, ὡς μηδ’ εὐλόγως ἐπιμέμφεσθαι
τοῖς πλημμελοῦσιν, ἀλλ’ ἤτοι μηδὲ ἁμαρτήματα
ταῦτ’ εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν
εἶναι τὸν θεὸν ἀποφαίνεσθαι;
εἴτε γὰρ αὐτὸς τοῖς
πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντα ἀκούων
ταῦτα πράττειν ἀναγκάζει , εἴτε τὴν τοῦ παντὸς φορὰν
ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο , ὁ τὸ
τοιόνδε συστήσας ὄργανον , καὶ τὴν τῶν θηρωμένων
παγίδα μηχανησάμενος , εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων
αἴτιος.
εἴτ’ οὖν αὐτὸς καθ’ ἑαυτὸν,
εἴτ’ οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ
μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε
τοῖς κακοῖς περιβάλλει , αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος,
ὁ πάντων κακῶν ποιητικὸς, καὶ οὐκέτ’ ἂν ἐν δίκῃ
καὶ τίς ἂν τούτου γένοιτο ἕτερος
λόγων ἀσεβέστερος; ὁ δὴ οὑν εἱμαρμένην εἰσάγων
ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ
τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης
λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη ὁ θεὸς καὶ
εἱμαρμένη, ἢ θάτερον διεστὼς ἑτέρου. ταὐτὸν μὲν
οὖν οὐκ ἂν γένοιτο.
εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν
τινα αἰτιῶν εἶναί φασιν ἀπ’ αἰῶνος ἀπαραβάτως
καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς
καὶ πῶς ἂν ταὐτὸν
εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων
θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν
οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων
αὐτοζωὴ καὶ σοφία τυγχάνει ὢν, τῆς ἐξ αὐτοῦ δημιουργίας
τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν
ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ
εἰ δὲ δὴ ἕτερον,
πότερον κρεῖττον; ἀλλ’ οὐδὲν τοῦ θεοῦ κάλλιον, οὐδέ
τι δυναμικώτερον. οὐκοῦν κρατήσει καὶ περιέσται
τοῦ χείρονος, ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ
εἱμαρμένῃ αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰτίαν, ὃς δυνατὸς
ὢν ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐπέσχεν,
ἀνῆκε δ’ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων,
μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων
καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσάγοιτο.
εἰ δ’ οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς
καθ’ ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν
τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ’
ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων,
ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον
ἀντέχει, ἄμαχον καὶ ἀήττητον τὸ ἐφ’ ἡμῖν
τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον.
τοῦτο
τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ
εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ’ ὅλης τῆς
ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ
βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ
τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων
εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα, καὶ τέλος πολυτρόποις
σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς
ψυχῆς ἀσπαστῶς καταδεξάμενα.
καὶ μὴν οὐδεὶς
ἐνταῦθα λόγος ἐπιτρέψειεν ἂν τὴν εἱμαρμένην αἰτιᾶσθαι.
ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας
ἤνεγκεν ἡ τῶν ἄστρων φορά ; ἢ πότε ὁ τῶν
ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας
ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε
προβέβληται καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης
ἀγῶνα;
ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος
μὲν πλάνης ἀναιρετικὸν, ἑνὸς δὲ τοῦ ἐπὶ
πάντων θεοῦ γνώσεως διδακτικὸν, ἅπασιν άνθρώποις,
Ἕλλησι τε καἲ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε;
τίς δὲ τῶν ἐξ αἰῶνος ἀοιδίμων σοφῶν, βάρβαρος
ἢ Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς
εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν
ὑπ’ αὐτοῦ προβληθέντα λόγον, γνωσθέντα τε μέχρι
καὶ τῶν ἐσχατιῶν, καὶ θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ
εἰ δὲ ταῦτα ἐξ αἰῶνος
νος οὔτ’ ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ
ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον.
πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς
τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς
αὐτῆς τυχεῖν γενέσεως τε καὶ εἱμαρμένης
ἐκ
ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς
ἐπιφανεὶς καθ’ ὅλης τῆς οἰκουμένης ἀνηγόρευται , οἱ
δὲ πάλαι νενομισμένοι παρά τε Ἓλλησι καὶ βαρβάροις
θεοὶ καθῄρηνται , καὶ οὐκ ἄλλως καθῄρηνται ἢ
διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας;
ποία δ’ αὐτῶν
εἱμαρμένη θεὸν δημιουργὸν ἀπάντων πᾶσιν ἀνθρώποις
κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι
ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν
λέγειν τε καὶ φρονεῖν ἐβιάσατο ; τί δὲ οἶ τῆς τοῦ
μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας,
ὧς ὑφ’ ἐνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι,
μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι, καὶ
ψυχῆς ἀρετὴν μίαν , ἔνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι
βίον, καὶ λόγον ἀγαπήσαι τὸν αὐτὸν, τάς τε αὐτὰς
ἀγαπητικῶς ὑπομεῖναι πάθας δι’ ἔνστασιν εὐσεβείας.
καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος,
ἡλικίας, ἀρρένων τε καὶ θηλειῶν γένη, φύσεις
τε βαρβάρων ἀνδρῶν, οἰκετῶν ὁμοῦ καὶ ἐλευθερίων,
προτιμῆσαι λόγον, καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς
τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀσπάσασθαι, τά τε
ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα,
ὡς οὐδεμιᾶς ἀνάγκης , μαθήσεως δὲ καὶ διδασκαλίας
οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέ-
σεως ἐλευθέρας ἐναργῆ τυγχάνοντα παραδείγματα.
γένοιτο δ’ ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ
μυρία , ὧν τὰ πολλὰ παρεὶς , αὐτὸς μὲν τοῖς
εἰρημένους ἀρκεσθήσομαι , σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα
αὐτὸν ἐφ’ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων.
ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν γοήτων φωρὰν
τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα
νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ
γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται , δι’ ὧν γράφει
τάδε κατὰ λέξιν
“ Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνάμενον,
δοκῶ
δέ μοι τὰ λοιπὰ πάντα παρεὶς, ἐπειδὴ εἰς τοῦτον
τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην , οἰκεῖόν τι καὶ
ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γὰρ, τό γ
μὲν δοῦλον, ὁ δὲ ἡμίδουλου ἐπινοεῖ τὸ κάλλιστον τῶν
ἀνθρωπίνων ἐπιδεῖξαι.
ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνοις· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα.
ἀλλ’ οὐκ εἰκὸς,
οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν
τί γὰρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι,
καὶ δύναμαι, εἴ μοι δόξειεν, ἧσθαι καὶ πεφυλάχθαι;
ἔξεστιν, εἴποις ἂν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’
ἐγὼ προσέταττον;
ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τί ἐστιν, ὦ Ἂπολλον,
καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι
ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ
μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν
’ρᾶν κτίζειν , καὶ ἕξομαι καὶ καθιῶ, εἴτε λέγοις εἴτε
μὴ, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ
βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην
βουληθῆναι , ἀλλὰ σὺ , ὦ Ἄπολλον, πιστεύεσθαι
δικαιότερος.
ἔοικα δή σοι μᾶλλον προσέξειν.
νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς
γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος
ἀχαρίστου καὶ θρασέος, ὃς , εἰ μὴ σὺ μηνῦσαι αὐτῷ
ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος
Θάσον ᾤκησαν.
οὐκ οἶδ’ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε· ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·)
ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ ;
φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο
εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ
συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν;
τί
ἀνθρώπων ὁ μὲν γόης , ὁ δὲ γόητος ἀπελεγκτής· ὡς
δ’ ἂν σὺ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεὸς, καὶ ὁ μὲν μάντις,
ὁ δὲ συκοφάντης ; καὶ ἔστω γέ σοι οὕτως ἔχον,
πῶς δ’ ὅτι διαλεγόμεθα ἐν
τῷ παρόντι ἐγνώκαμεν ; τί φής ; ἆρ’ οὐκ ὀρθῶς ἐκρίναμεν
τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ
πράγματι αὐτῷ; δῆλον ὅτι. οὐ γὰρ ἦν ἄλλο
αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον.
ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ
τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων,
ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος
καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ’ εἰ ἔστι τι
οὐδὲ γὰρ σὺ οἶσθά πω εἲ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης,
οὐδ’ εἰ σὺ τὶ εἶ ὁ ἐρωτώμενος , καὶ λέγειν ἔχων περὶ
μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδου-
λείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰδὼς,
ἀπαντάτω εἰς τὴν Στοὰν, μηδ’ οἰέσθω ἀπαντήσεσθαι
τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν
Οὖτιν ’ μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς
μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ
παρόντα.
τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος , τί δὲ ὁ
Ἐπίκουρος , ἢ τί ἡ Στοὰ, ἢ τί οἶ νέοι, ἢ τίς ὁ Οὖτις,
οὒτ οἶδεν οὔτε οἶος εἰδέναι ’ πολὺ γὰρ· πρότερον οὐδ’
εἰ αὐτός τί ἐστιν οἶδεν.
ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε
μὲν ἂν, ὑπερβάλλοι δὲ οὐκ ἄν.
οὐκοῦν,
φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ , ὦ Χρύσιππε,
καὶ σὺ, ὠ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι
παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν — οὐ γὰρ ἔτι
τὰς πολλὰς ἐκείνας βίβλους εἶναι — φέρε καὶ ἡμεῖς
ἀνταγανακτήσωμεν.
τί δή ποτε; ἔνθα μὲν ἂν
ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύταττον,
μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ
ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυο-
ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα,
τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων.
οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ
τοῦ ἄγεσθαι , οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγ-
κάζεσθαι.
ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ
λόγῳ; ὃτι σε ἐκπέφευγεν, ὠ μάντι, ὧν κύριοί ἐσμεν
αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή ὃν δὲ ἡ ἀρχὴ, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν , ἠ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος.
ἀναίσχυντος δηλαδὴ ὁ Λαί·ῳ προμαντευόμε-
νος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς
κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως , καὶ οὔτε τις
Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκα-
νὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε
ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον
ἀπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ
τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι.
προσεοικέναι γὰρ αὐτὸν, ὡς λέγουσιν οἱ σοφώτεροι,
, τῷ Εὐριπιδείῳ λόγῳ ’
τεκνῶσαι μὲν γὰρ
ἐθελήσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ
τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄφιν ’ τεκνώσαντι
δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ
φύντος αὐτὸν ἀποθανεῖν ’ οὕτως οὑν τὴν ἐπὶ τῷ μελλοντι
ἦν δέ που καὶ ὁ φὺς τῆς
ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος
τοῦ τεκνῶσαι καὶ μὴ , οὕτως οὕτος τοῦ ἀποκτεῖναι
καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα·
καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ
ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος
πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ
στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ·
ὣν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς
ἂν εἴη σοι ἐξεπίστασθαι) ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο ;
εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ
Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν
Ἰοκάστην οὐ προείλετο , ἢ γήμας μὴ ἐτετύφωτο μηδ’
ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἓκαστα
ἐπράχθη ; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο ; πῶς
δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν
τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον
ἐγεγόνει, μὴ πρότερον αἰτιῶν γιγνομένων ἢ σὺ τὶ
περὶ τῶν μελλόντων λέγειν ἠδύνασο ; πάλιν δ’ αὖ εἰ
συμβάντες οἱ παῖδες ἄμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι
παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις , ἢ εἰ ὁ
ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἂργος, ἀλλ’ εἰς Λιβύην ἢ εἰς
Περραιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἀργὸς ἔγνω
ταριχοπωλεῖν , καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα,
ἀλλὰ χερνῆτίν τινα ἢ καπηλιν, ἢ εἰ ὁ Ἂδραστος
μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ , ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ
δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ , ἢ εἰ ἐπιθυμήσας
ἐκράτησεν ἑαυτοῦ ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ
συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ
Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων
ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν,
ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ’ ἢ συμβὰς
ἢ εἰ οὗτος μὲν μὴ, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων
ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων
ἀλλὰ μὴν, φήσεις, γέγονε ταῦτα.
γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων
εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον
δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύνα-
μις ; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ
τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα.
ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται.
ἢ ὃ λέγω οὐ συνίης; ἀλλὰ καθ’
ἑκάστην ὑπόθεσιν, ὠ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις
ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ
ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι αὐτὰ ἄλλα
προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν
δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ
τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν , ἀλλ’
ἑαυτῇ κελεύσῃ.
εἴη δ’ ἂν ἀρχὴ καὶ ὄνος καὶ
κύων καὶ ψύλλα. οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης,
λης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει
τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν
ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος
ὁ δὲ Ζεὺς οὗτος, ἡ
τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ᾿
οὐκ, εἴπερ ἄρα, ἑαυτὸν, ὅτι τοιαύτην κατέδειξεν εἶναι
τὴν ἀνάγκην; τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς,
ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; ἀλλὰ καὶ ἤτοι
λῆξον δὴ, ὦ Ζεῦ λιμοποιὲ, τοῦ
θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται
ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν
ἐσμεν. παῦσαι δὲ καὶ σὺ, ὦ Ἄπολλον, μάταια
χρησμῳδῶν· ἔσται γὰρ ὃ δεῖ, ἔσται, κἂν σὺ σιωπᾷς.
ἡμεῖς δὲ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν
ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν
ἀναγκοθετήσεως; τί δ᾿ ἡμῖν καὶ ταῖς ὑμετέραις
ἀλλ᾿ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ᾿ ἐλαυνόμεθα,
οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ.
τὸν
δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς
οὐκ ἦν ἀγαθὸς, οὔτε ἑκὼν οὔθ᾿ ἑλόμενος, ἀλλὰ ἄκων;
εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. ἔοικε δὲ ὃ
νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα
ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ
κολάζοι.
δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ
πονηροὶ, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοὶ, ἀγαθοῖς
γίνεσθαι, οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι
πονηρούς· οἵ τε ἀγαθοὶ, εἰ ἐξηγκωνισμένοι περιπα-
ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλὰ, ὦ Χρύσιππε,
ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλη-
μάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ
ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;
λέγειν ὅτι ὑποτέτακται · ἢ λόγους μὲν οὐκέτι πρὸς
αὐτὸν ποιησόμεθα, σκῦτος δέ τι τῶν εὐτόνων λαβόν-
τες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα
καταξανοῦμεν αὐτοῦ.’
Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος
ἀπετείνατο. σὺ δ’ ἀλλ’ εἰ μὴ τῷ τοιῷδε χαίρεις, λα-
βῶν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης
ἐπειδὴ γὰρ μὴ μόνον
ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φι-
λοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν
ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐ-
τῶν τῶν φιλοσόφων πρὸς σφὰς αὐτοὺς ἀντιρρήσεις
ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν.
πρῶτα δὴ οὑν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ
τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ
‘‘Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι
καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ στωικῷ περὶ τοῦ λό-
γου τοῦδε. οὕτος γὰρ έν τῷ πρώτῳ Περὶ εἱμαρμένης
βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς
ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις
ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ
τῷ ποιητῇ λεγομένοις
καὶ
λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἶς καὶ αὐτὸς
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ’
εἱμαρμένην ἠναντίωται. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν
ἠδυνήθη , τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις
τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ
τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλὰ μᾶλλον τό
τινα κατ’ ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων
εὑρεθήσεται.
τὸ γὰρ
ἀλλὰ μὴν
καὶ τὸ
διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ
κατ’ ἀνάγκην ἡμῖν , εἰ καὶ μὴ πάντα, ἐπίκειται.
καὶ τὸ
Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ’ ἀνάγκην
παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; ὥστ’ οὐχ ὅπως
σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ
πάντα καθ’ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ
ἐναντιούμενον , εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται
παρ’ ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ’ ὅτι κατὰ
ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν
εὑρεθείη.
καὶ τῷ ποιητῇ μὲν , ἅτε οὐ τὴν ἀλήθειαν
ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ,
ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας
ἀνθρώπων , ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν
πολλάκις · φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε
Καὶ μεθ’ ἕτερά φησι
“Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιπ-
πος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης τὴν θέσιν τῶν
τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πε-
περασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην
ἀλλὰ
ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’
ὧν ἐπιτελεῖται.
καὶ Λάχεσιν μὲν κεκλῆσθαι
παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον
δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ,
Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι
τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι
διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια
φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίξει.
ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων
οὐκ ᾐσθάνετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ.
ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς
ἀνθρώπους , καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα
τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατει-
ληφέναι τὴν εἱμαρμένην , καὶ ἀμεταθέτους εἶναι τὰς
ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὐσί τε καὶ
γινομένοις αἰτίας.
τί οὖν ἀκολουθεῖς , ὠ Χρύ-
σιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις, καὶ οὐδεμία
πῶς οὖν
οὐδένα φὴ̣ς ἄνθρωπον , ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ
κατ’ ισον Ὀρέτῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σο-
φοῦ; ἴνα δὲ ἢ δύο μόνους φὴς σοφοὺς γεγονέναι,
τοὺς δὲ ἄλλους δι’ ἀφροσύνην ἐπ’ ἴσης τοῖς προει-
ρημένοις μεμηνέναι;
πῶς δὲ ἀνασκευάζεις αὐτῶν
τὰς δόξας ἐκείνας ὡς διημαρτημένας , οἶον τὰς περὶ
πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδο-
νῆς , ἅπερ ἀγαθὰ νενομίκασιν οἶ πλεῖστοι; πῶς δὲ
οὐ γὰρ, ὅταν μὲν ταὐτὰ σοὶ
δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ
διάφορα, μαίνεσθαι.
πρῶτον μὲν γὰρ οὐδὲ σὺ
φῂς σοφὸν εἶναι σεαυτὸν, μήτι γε ἡμεῖς, ἵνα κριτήριον
ποιώμεθα τοῦ καλῶς ποτὲ ἐκείνους φρονεῖν τὸ
τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ᾿, εἰ καὶ τοῦτο ἦν ἀληθὲς
τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ᾿ ἴσης, καὶ
οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταυτὰ σοὶ δοξάζοντες κατὰ
μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν
ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν
φύσει, καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ
γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε.
γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ
τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε
σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς
ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι
συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ.
ἀλλὰ
γὰρ δεδόσθω σοι τοῦθ᾿ οὕτως ἔχειν, καὶ τὰ ὀνόματα
ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα,
καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι·
ὅ τε γὰρ τῶν Μοιρῶν
ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς
ἄτρακτος, καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα, καὶ τὸ ἐπίκλωσμα
τούτου, καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται ἐν ἐκείνοις,
ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος κα-
πολλὰ δ᾿
ἂν εἴη τὰ τοιαῦτα· ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων
τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς
ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον,
ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων τὴν
τύχην.
ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν
μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι,
εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμπτωμα τῶν
πραγμάτων, ἐπὶ σφαίρας βεβηκυῖαν τὴν τύχην ἔδει-
ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις
καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια,
καὶ ὅσα μὲν καθ᾿ εἱμαρμένην ἢ κατὰ τύχην γίνεται,
ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα
δὲ παρ᾿ ἡμᾶς, ταῦτα καθ᾿ εἱμαρμένην, ἀλλ᾿ ὅτι γε
πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι
παντί που δῆλον.
ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων
ὑπολήψεις, οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνο-
Τούτοις ἑξῆς ἐπιλέγει
“Ἐv μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ
τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ
λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα
τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ
ἡμεῖς κατ᾿ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι᾿
αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους
τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ᾿ ὅσα παρὰ
τὴν ἡμετέραν αἰτίαν γινόμενα φαίνεται.
φησὶν
οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ
γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι
καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει.
κέχρηταί
τε παραδείγμασι ιοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖ-
κοινωνεῖν γυναικί.
ὥσπερ γὰρ , φησὶν,
λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσε-
σθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον , ἀτόπως ἄν τις
ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ηγήσαρχον μάχεσθαι,
ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν , τοὐ τὴν
ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀν-
θρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰ-
πόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει.
πολλὰ
γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βού-
λεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν
τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου,
φησὶν, αὐτὰ γενέσθαι καθείμαρτο.
πάλιν οὖν
κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον
καὶ ἀνεπιλόγιστον , καὶ τῶν ἐνεργειῶν καὶ τῆς
τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ
τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ
συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέ-
λαν καὶ τῷ ψυχρῷ τὸ θερμὸν , οὑτωσὶ δὲ καὶ τὸ
παρ’ ἡμᾶς τῷ καθ’ εἱμαρμένην, εἴ γε καθ’ εἱμαρμένην
μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων
ἠμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ’
ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος
ἔρχεται, ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτε-
λεῖται.
ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοιμάτιον
φυλάττειν ἐκεῖνο σώζηται, καὶ ἐκ τοῦ βούλεσθαι
τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίγνηται , καὶ
εἰ μὲν γὰρ κατ᾿ ἐκείνην ταῦτα συμβαίνει,
παρ᾿ ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ
παρ᾿ ἡμὰς, οὐκ ἂν κατ᾿ ἐκείνην δηλαδὴ, διὰ τὸ μὴ
ἀλλὰ
παρ᾿ ἡμᾶς μὲν ἔσται, φησὶ, περιειλημμένου μέντοι
τοῦ παρ᾿ ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. καὶ πῶς, εἴποιμ᾿
ἂν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν
θοιμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς ἐξουσίας
ἐγίνετο τῆς ἐμῆς. οὕτω γὰρ καὶ τοῦ σώζεσθαι τοῦτο
καὶ ἐξ αὐτῆς δὲ
τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται
τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ᾿ ἡμᾶς
αἰτίαν. καθείμαρται γὰρ, φησὶ, σωθῆναι θοιμάτιον,
εἰ φυλάττοις αὐτὸ, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ
βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων.
ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων
οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα.
οὐκ οὖν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε
τι γένοιτο, μὴ τεθνήξεσθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ᾿
πάντ᾿ ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικὸν, ἐάν τε
βούληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ
ἄλλως ἔχειν καθείμαρται.
ὥστε εἰ τὸ γενέσθαι
τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλ-
λως δὲ οὐχὶ, φανερὸν ὅτι τὸ ἡμὰς βουληθῆναί τε καὶ
μὴ βουληθῆναι ὑπ᾿ οὐδεμιᾶς ἑτέρας αἰτίας προκατείχετο,
ἀλλ᾿ ἦν αὐτεξούσιον·
εἰ δὲ τοῦτο ἀκατα-
ἐγίνετο.
ἀλλ’ οὕτω τέλεον ἡ παρ’ ἡμᾶς ἐξου-
σιαστικὴ δύναμις ἀναιρεῖται , καὶ οὐκέτι σώζοιτο ἂν
θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν, ἢ ἀπολλύοιτο·
διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ
λόγον ἀνεπιτίμητος , (ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν
αἰτία) καὶ σωζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος,
ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι
Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνήρ. συνήφθω
δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Αφροδισιέως,
ἀνδρὸς εὖ μάλα διαφανοῦς ἐν τοῖς κατὰ φι-
λοσοφίαν λόγοις, ὃς καὶ αὐτὸς ἐν τοῖς Περὶ εἱμαρμέωης
τοιαῖσδ’ ἐχρήσατο φωναῖς εἰς ἀνασκευὴν τοῦ
δόγματος
“ Διαιρεῖται δὲ τὰ τόν γινομένων αἴτια εἰς
τρόπους αἰτιῶν τέσσαρας , καθὼς ὁ θεῖος Ἀριστοτέλης
δέδειχε· τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικὰ,
τὰ δὲ ὕλης ἐπέχοντα λόγον · ἔστι δέ τις ἐν αὐτοῖς καὶ
γινόμενον γίνεται.
καὶ τοσαῦται μὲν αἶ τῶν αἰ-
τίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινὸς ὑπό τι
τούτων τῶν αἰτιῶν ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ
πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά
γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν εἰρημένον
ἀριθμόν.
γνωριμωτέρα δ’ ἂν αὐτῶν ἡ διαφορὰ
γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων
ὁραθείη. ἴστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων
γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα.
ἔστι δὲ καὶ
τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ
τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον· διὸ
οὐ μόνον δὲ ταῦτα τῆς τοῦ
ἀνδριάντος γενέσεως αἴτια, ἀλλ’ ἔστιν οὐδενὸς τῶν
αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ
χάριν γέγονε, τουτέστιν , ἢ τιμή τινος, ἢ εἰς θεὸν εὐ-
σέβειά τις. ἄνευ γὰρ τῆς τοιαύτης αἰτίας οὐδ’ ἂν
τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο.
ὄντων τοίνυν τορούτων
τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν
ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς
αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σώξουσαν
πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῇ τοῦ ἀνδριάντος
δημιουργῷ τέχνῃ.’’
‘‘Τούτου δὲ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη
περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸ.ν λόγον·
οὕτω γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γιγνομένων
τινῶν αἰτίοις.
ἁπάντων δὴ τῶν γιγνομένων Ἀρι-
στοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τιωὁς
χάριν γίγνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος
τῶν γιγνομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος
αὐτὰ, τὰ δὲ οὐδενὸς, ὅσα οὐ κατὰ πρόθεσίν τινα
τοῦ ποιοῦντος γίγνεται, οὐδ’ ἐπὶ τέλος ὡρισμένον
ἔχει τὴν ἀναφορὰν, τοιαῦτα οἶόν ἐστι καρφῶν τε τι-
ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν
ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὑ χάριν αἰτίαν. τὰ
μὲν οὖν οὕτω γινόμενα ἀσκόπως καὶ ἀπλῶς γινόμενα
οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν ·
τῶν δὲ ἐπί τι
τὴν ἀναφορὰν ἐχόντων καί τινος γιγνομένων χάριν
τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίγνεται. τὰ
τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας
ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος,
ἐν ᾧ γιγνόμενα τοῦ γίγνεσθαι παύονται , εἰ μή τι
ἀλλὰ καὶ τὰ κατὰ
λόγον γιγνόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχε
τῶν κατὰ λόγον γιγνομένων γίγνεται , ἀλλ’ ἐπί τινα
σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς.
ἔστι δὲ κατὰ
λόγον γιγνόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίγνεται
λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’
ὃν ἂν τρόπον γένοιτο. οὕτω γίγνεται τά τε κατὰ τὰς
τέχνας γιγνόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν ·
ἃ
αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ
αὐτῶν χρωμένης.
τὰ δὲ γιγνόμενα κατὰ τέχνην
τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινή-
σεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὑ-
τοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται
περὶ αὐτῶν λογισμός.
τρίτον δέ ἐστιν ἐν
τοῖς ἕνεκά του γιγνομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ
τοῦ αὐτομάτου γίγνεσθαι πεπιστευμένα, ταύτῃ τῶν
καὶ ἀπὸ τύχης γίγνεσθαι λεγόμενον.”
“Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γιγνομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην.
ἆρά γε ἐν
τοῖς οὐδενὸς γιγνομένοις χάριν; ἢ τοῦτο μὲν παντά-
Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ
διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν, οὐδ᾿ ἄλλο τι
εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γινόμενα· μὴ
γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην
ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι
φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμ-
εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ᾿ εἱμαρμένην.
“Ὁρῶμεν γοῦν, φησὶν, ὅτι καὶ τὸ σῶμα τῷ
τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ
φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ
γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι
καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμ-
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ
ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατα-
σκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πρά-
ξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ
ἀπὸ λόγων κρειττόνων βελτιουμένων ....
εἰπόντος
γοῦν ποτὲ τοῦ φυσιογνώμονος περὶ τοῦ Σωκράτους
τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεοτῶτα
τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον, καὶ ἐπὶ
τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτην καταγελωμένου,
οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον·
ἦν γὰρ ἂν τοιοῦτος , ὅσον ἐπὶ τῇ φύσει , εἰ μὴ διὰ
Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν
φησι διαφέρειν τῶν καθ’ εἱμαρμένην.
“Τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν ἄλλου τινὸς
χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν
ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο.
θησαυρόν τε γάρ φησιν ἀπὸ τύχης εὑρηκέναι τινὰ,
ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν
εὑρεῖν, θησαυρῷ περιπέσῃ · καὶ τὸ ἀργύριον ἀπὸ τύχης
κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν
προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν
πος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τρο-
φῆς μὲν ἐλπίδι, ἢ ἄλλου τινὸς χάριν, ἀποφύγῃ τοὺς
κατέχοντας αὐτὸν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ
τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν.
ὧν οὕτως
ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην.
καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ
κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνο-
ουμένης τῆς αἰτίας δι’ ἣν γίνεται. ὁποῖα περίαπτά
πολλὰ δ᾿
εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε
γινόμενα, ἃ οὐδὲ ταῦτ᾿ ἂν εἴη καθ᾿ εἱμαρμένην.
λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿ ὧν
τι τῶν ἑαυτοῦ μερῶν, καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου
περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ
τὸ ἐπᾶραι τὰ βλέφαρα, καὶ τὸν καθεζόμενον στῆσαι,
καὶ τὸν κινούμενον ἠρεμῆσαι, καὶ τὸν λαλοῦντα σιγῆσαι,
καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα
ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικὴν, ἃ οὐκ ἂν γένοιτο
ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται
τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον.”
“Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον
οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ᾿ ἂν εἰς μάτην
εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν
ἐφάνη καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ, καὶ
οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι
ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ
“Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα
πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράτ-
τῶν τοιούτων.’
Ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης
λόγος , ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας
ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμ-
βουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ
τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν
ἁμαρτάνουσιν.
ἀλλὰ καὶ συγγράμματα πλεῖστα
καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους.
ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ
προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως
ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως,
ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι
τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ
κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοὐ
πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ
φύσιν, καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ
τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδἐδεικται.’’
Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων,
τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν
τοῖς καθ’ ἡμᾶς δόγμασιν· ᾧ καὶ τῶν φιλοσόφων
συνέδραμον αἱ παρατεθεῖσαι φωναὶ, τοῖς μὲν καθ’
ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι , τὰς δὲ περὶ
εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων , ἀλλὰ
καὶ τῶν θαυμαστῶν χρησμῳδῶν θεῶν τὰς δόξας
ψευδεῖς οὔσας ἀπελέγχουσαι·) καὶ τῶν μὲν πρὸς τοὺς
τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ
σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν
τὸ γένος, ἐπ’ ἄκρον δὲ τῆς Χαλδαικῆς ἐπιστήμης
φάναι
“Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται,
ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ,
ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντός
καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα
καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχε-
δὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύ-
νεται ἀδικηθεὶς , καὶ διὰ τοῦτο πάντες οἶ λέοντες
σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοὺσι
ἀμύνονται · καὶ ὁ αὐτὸς τρόπος πάσης ἀμνάδος.
σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας
ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία
ἑαυτῷ τροφάς · καὶ ὁμοίως πάντες μύρμηκες ἐργάξονται.
μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται·
καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. καὶ ἦν πολλὰ
εἴδη ἐκθέσθαι ἡμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ
δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν
ἐδύνατο,
ἀλλ’ αὐτάρκη ἡγησάμην ἐκ τῶν παρακει-
μένων τὴν ἀπόδειξιν ποιήσασθαι, ὅτι τὰ μὲν ἄλλα
κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ
τὸ ἐξαίρετον οὐ κατὰ φύσιν πολιτεύονται.
οὐδὲ
γὰρ μία βρῶσις ἡ τῶν ἁπάντων · ἄλλοι μὲν γὰρ κατὰ
τοὺς λέοντας τρέφονται, ἄλλοι δὲ κατὰ τὰς ἀμνάδας,
οὐχ ἓν ἔχοντες σχῆμα φορημάτων, οὐκ ἔθος ἕν, οὐχ
εἰς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπι-
θυμίας τῶν πραγμάτων, ἀλλ’ ἕκαστος τῶν ἀνθρώ-
πων κατὰ τὴν ἰδίαν θέλησιν αἱρεῖται ἑαυτῷ βίον,
τὸν πλησίον μὴ μιμούμενος , πλὴν ἐν οἶς βούλεται.
τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ,
καὶ εἰ ποτε ἑκὼν δουλεύσει , καὶ τοῦτο τῆς ἐλευθε-
ρίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα.
πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων,
ὡς τὰ ἄγρια ζῷα, κρεοβοροῦσιν ἄρτου μὴ γευόμενοι,
καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; ἄλλοι
λοὶ κρεῶν οὐ γεύονται, ὡς τὰ ἥμερα ζῷα· ἄλλοι
καὶ ἀπλῶς
πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι,
ποτῆτι , μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν
βρώσει διαφερόμενοι. ἀλλὰ καὶ οἱ μὲν, ὡς σκορπίοι
καὶ ὡς ἀσπίδες, μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἶ δὲ,
ὡς τὰ ἄλογα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ
ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι
δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν
ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ
οἷ μὲν λέγονται ἀγαθοὶ, οἱ δὲ κακοὶ, οἶ δὲ δίκαιοι.
ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύσιν ἄγεσθαι
τὸν ἄνθρωπον· ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύ.σιν;)
ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαί-
ρεσιν. διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν κατα-
δίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ
φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ
κατὰ λόγον.’
Καὶ ἐξῆς φησι
‘‘Νόμους ἔθεντο διαφόρους οἶ ἄνθρωποι ἐν ἑκά-
στῃ χώρᾳ, τινὰς γεγραμμένους , τινὰς δὲ ἀγράφους·
ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμενος
ἐκ τῆς τοῦ κόσμου ἀρχῆς.
νόμος ἐστὶ παρὰ
Σήραις μηδένα φονεύειν, μήτε πορνεύειν μήτε κλέπτειω
κἠν, οὐ μοιχαλίδα ὀνομαζομένην , οὐ κλέπτην ἐλκόμενον
ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον.
οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυ-
ριλαμπέος Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ
ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ
μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ
μεσουρανοῦντος τοῦἌρεος, καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ
γεννωμένων τῶν Σηρῶν.
παρὰ Ἰνδοῖς καὶ Βάκτροις
ξόανα, καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων.
ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας
τοὺς Βραχμᾶνας κακουργεῖν.
παρὰ Πέρσαις
νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ
τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν
τῷ κλίματι ἐκείνῳ τούτους τοὺς ἀνοσίους γάμους οἱ
Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος
ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν
ἀθεμιστίαν διαπράττονται, παραδιδόντες τοὺς
ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ
ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ
δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ
ἐφομαρτοῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων
γενέσεσιν εὑρίσκετο.
παρὰ Γήλοις νόμος ἐστὶ τὰς
γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ
πράσσειν, καὶ κοινωνεῖν οἷς ἂν βούλωνται,
καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν, μήτε καλεῖσθαί
τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι, καὶ πᾶσι
κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις.
καὶ οὔτε μυρίζονται
Γήλισσαι γυναῖκες οὔθ᾿ ἱμάτια βαπτὰ φοροῦσιν,
ἀνυπόδητοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων
ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν
διαφόροις χρώμασι, καὶ χρυσοφορούντων καὶ μυριζομένων,
καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ
ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετικώτατοι.
καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν
Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν,
οὐδ᾿ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ
σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπα-
παρὰ Βάκτροις
βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν,
ἀλλ᾿ ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις,
ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν
μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν.
καὶ
οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν
μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις
ἡ φιλόγελως Ἀφροδίτη. ἐν δὲ τῇ Ἀραβίᾳ καὶ τῇ
Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ
παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται
ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ᾿
αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα
αὐτοῦ, ἢ ἀδελφὸν ἄτεκνον, ἢ ἀδελφὴν ἄγαμον,
ἢ υἱὸν, ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του,
νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις·
ἐν Ἄτροις ὁ κλέπτων τι ὀβολοῦ ἄξιον λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ ῾Ρωμαίοις πληγαῖς αἰκίζεται· τοιοῦτοι γὰρ οἱ νόμοι.
ἀπὸ Εὐφράτου
ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ, ὡς ἐπὶ ἀνατολὰς,
ὁ λοιδορούμενος ὡς φονεὺς, ἢ ὡς κλέπτης, οὐ πάνυ
ἐν τῇ
αὐτῇ ἀνατολῇ ὑβριζόμενοι, ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν,
ἢ πατέρων, καὶ συγγενῶν φονεύονται, καὶ τα-
παρὰ δὲ Γάλλοις
λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’
Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα.
ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχου-
σιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἔνα ἄνδρα,
καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν
νόμον.
αἶ δὲ Ἀμαζόνες πάσαι ἄνδρας οὐκ ἔχουσιν,
ἀλλ’ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν
καὶ ἀναγκαίως ἐν ἐνὶ καιρῷ κυίσκουσι κατὰ τὸν τῆς
φύσεως νόμον, καὶ τοὺς μὲν γεννωμένους ἄρρενας
ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμικαί τέ
εἰσι, καὶ γυμνασίων προνοούμεναι.
Ἑρμῆς μετὰ
Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ξωγράφους
καὶ τραπεζίτας , ἐν οἴκοις δὲ Ἀφροδίτης
μυρεψοὺς, ἢ φωνασκοὺς , καὶ ὑποκριτὰς ποιημάτων.
καὶ παρὰ Ταηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ
ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ,
καὶ ἐν τῇ Σκυθίᾳ, καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν
μερῶν τοὐ Πόντου ἔθνεσι, καὶ ὅλη τῇ Ἀλανίᾳ καὶ
ΑλΒανίᾳ καὶ Ὠτηνῆ̣ καὶ Σαυνίᾳ καὶ ἐν Χρυσῇ
οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην , οὐ πλάστην, οὐ ςωγράρον,
οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην , οὐ φώνασκον,
οὐχ ὑποκριτὴν ποιημάτων ἀλλ’ ἐστέρηται ὁ
τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος
οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ μήνῃ τὸν Ἄρεα ἐφημερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν.
Ἰνδοὶ τοὺς νεκροὺς
καίουσι, μεθ᾿ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας,
καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες
ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτερινῆς γενέσεως σὺν
Ἄρει τὸν ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος.
Γερμα-
οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν σελήνην
καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος
ἔχει.
παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ
τρόπῳ τῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ
ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ
τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου· καὶ οὐκ ἀναγκάζει ἡ
γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν, ἢ τοὺς
Βραχμᾶνας κρεοφαγεῖν, ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ
ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν,
ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς
τοῖς σώμασιν, ἢ τοὺς ῾Ρωμαίους μὴ κρατεῖν, ἢ τοὺς
Γάλλους μὴ γαμεῖσθαι, ἢ τὰ ἄλλα βάρβαρα ἔθνη
ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν·
ἀλλ᾿, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος
τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βού-
πανταχῆ γὰρ
καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ
ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦν-
“Ταῦτα, ὠ Βαρδησάνη, ἄκρως ἡμᾶς πέπεικε,
μεμερίσθαι εἰς ἑπτὰ κλίματα, καὶ ἄρχειν ἑκάστου
κλίματος ἴνα τῶν ἑπτὰ ἀστέρων · καὶ τοὺς διαφόρους
“’Απεκρίνατο, οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη,
ὠ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη
ἑπτὰ, ἀλλ’ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολ-
λὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ
τοὺς ἑπτὰ ἀστέρας, οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια, οὐδὲ
τριάκοντα ἓξ κατὰ τοὺς δεκανοὺς , ἀλλὰ μυρίοι.
μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἐνὶ
κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶνἸνδῶν εἰσιν ἀωθρωποφάγοιἸνδοὶ,
καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ
ὅτι οἶ Μαγουσαῖοι οὐκ ἐν Πέρσιδι μόνῃ τὰς θυγατέρας
γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰ-
ἀλλὰ καὶ
πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά τε ὄντα ἐν με-
σημβρίᾳ καὶ δύσει , καὶ ἀνατολῇ καὶ ἄρκτῳ , τουτέστιν
ἐν διαφόροις κλίμασι , μὴ μετέχοντα Ἑρμαικῆς
ἐπιστήμης.
πόσοι, νομίζετε, ἄνδρες σοφοὶ παρ-
ήγαγον τοὺς κακῶς κειμένους νόμους; πόσοι δὲ νό-
μοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς
καὶ ἔθεντο τοὺς ἰδίους ; καὶ οὐδεὶς τῶν ἀστέρων
ἀπώλεσε τὸ ἴδιον κλίμα.
χθὲς οἱ Ῥωμαῖοι τῆς
Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους
Ἰουδαῖοι πάντες οἱ διὰ Μώσεως δεξάμενοι
νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ
παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐν-
τρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι
ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν, εἴτε ἐν Γαλλίᾳ,
εἴτε ἐν Ἰταλίᾳ, εἴτε ἐν Ἑλλάδι, ἢ ἐν Παρθίᾳ, ἢ
ἂν ὦσι , τοῦτο ποιοῦσιν.
ὅπερ οὐκ ἔστι κατὰ γένεσιν·
οὐ γὰρ δύνανται πάντες οἶ Ἰουδαῖοι μίαν γένεσιν
ἔχειν. ἀλλὰ καὶ δι’ ἡμερῶν ἑπτὰ πάντες ὅπου
ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου, καὶ οὔτε ὁδεύουσιν
οὔτε πυρὶ χρῶνται, οὔτε ἀναγκάζει ἡ γένεσις
Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι , οὐκ ἐργάσασθαι,
ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου.
ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ
τῇ Ῥέᾳ , καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος
ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι
καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο
ἐν τῇ Ὀσροηνῇ.
τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν
αἱρέσεως , ἧς ἡμεῖς οἶ δοξασταὶ πολλοὶ ὄντες
καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ
ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἐνὶ ὀνόματι
καὶ οὔτε οἶ ἐν Παρθίᾳ Χριστιανοὶ
πολυγαμὀῦσι, Πάρθοι τυγχάνοντες , οὔθ’ οἶ ἐν Μη-
δίᾳ κυσὶ προτιθέασι τοὺς νεκροὺς , οὐχ οἱ ἐν
Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες,
παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους,
ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου
ὥσπερ
γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ
ἀναγκάζεται, κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγάξουσιν,
οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄν-
θρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται.
εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν,
ὥστε εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον,
δυνατὰ καὶ ἀνεμπόδιστα · τῇ γὰρ ἐκείνου βουλήσει
οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀν-
θίστασθαι , αὐτοῦ χρηστοῦ ὄντος , καὶ συγχωροῦντος
ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον
τοῦ θελήματος , ἀνθίσταται.’’
Τοσαῦτα καὶ ὁ Σύρος. ἑνὸς δὲ ἔτι μνησθεὶς
περιγράψω τὸν λόγον. ἐπειδὴ γὰρ τὰ μὲν ἀπὸ τῶν
ἔξωθεν γραμμάτων αὐταρκῶς παρατέθειται, λείπει δὲ
τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων , ὧν δὴ καὶ μάλιστα
εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν
κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα
θεωρουμένων.
ὅθεν δὴ καὶ τάδε σοι σαφῆ κα-
ταστήσω. οὐ μὴν οἷός τ’ ἂν εἴης γυμνῶν ἐπαίειν
τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων.
διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παρα-
στήσομαι· σὺ δ’, εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις,
οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι
διείληφε, καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης
λόγον.
“ Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας,
οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἄστρων
οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως
ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης
τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων
ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς
νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν
περὶ ἕκαστον ἄνθρωπον , τάχα δὲ καὶ ἀλόγων ζῴων,
ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβα-
νομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ τῶν
ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ’ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον, καὶ πράξεις ἀποδέκτας πάλιν τε αὖ ψεκτάς.
ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης
τοῦ θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς
ημαριηχότας, ὡς κολασθησομένους · τιμαί τε αὖ πρὸς
τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες·
καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ’ οἷς
δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἥ τε
εἰ μὴ ἄρα καὶ Χριστὸς, κατὰ τοὺς
οὕτω τολμῶντας ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων
κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος , πάντα
λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ
πυθοίμεθα δ’ ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος
τοιοῦτον ἐποίει κόσμον, ἵν οἱ μὲν ἐν αὐτῷ ἄνδρες
ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι
τῆς ἀσελγείας γεγενημένοι , ἕτεροι δὲ ἀγρίων ζῴων
κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοι-
ούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω
κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις
καὶ σφόδρα ἀπανθρώποις πράγμασιν , ἀνδροφονίαις
καὶ πειρατείαις;
καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν
συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ’
αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν
προïστάμενοι προἱστάμενοι τούτων λόγων ἀπολύοντες
παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων
τῶν κακός καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν;”
“Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ
θεοῦ , ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς
τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων
δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος.
πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ᾿ αὐτοὺς πατὴρ εὐλόγως ·
χρηματίζοι δίκαιος;
δεύτερον δὲ περὶ ἑαυτῶν
εἰ
δὲ ἀποκρινοῦνται ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ
δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις
ᾖ τὸ λεγόμενον ὑπ᾿ αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν
ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν
παριστάντες νοῦ τινὸς ὑποκειμένου γενέσει καὶ
εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου. δῆλον
γάρ ἐστι τοὺς τοιούτους ὅτι λόγον ἀπαιτηθέντες διδόναι
αὐτοῖς οὐδαμῶς δυνήσονται.
πρὸς δὲ τοῖς
εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι.
εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι,
ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι.
καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημἐνα.”
“Πόθεν δὲ ἐξετάζοντες τὸ ῾ἔστωσαν εἰς σημεῖα
οἱ φωστῆρες᾿ ἐπὶ ταῦτα ἐληλύθαμεν ἑαυτοὺς
ὑπομνήσωμεν. οἱ μανθάνοντες περί τινων ἀληθῆ,
πεπονθότων ἢ ἐνηργηκότων θεασάμενοι, ἢ ἀπαγγελλόντων
τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκού-
(ὑπεξῃρήσθω δὲ
νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας,
διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν,
ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχηκότα).
ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ
μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε
τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι,
ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ
ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως.
ὡς εἴ τις ἐντυχὼν προφητικῇ βίβλῳ προδηλούσῃ τὰ
περὶ Ἰούδαν τὸν προδότην νομίσαι, μαθὼν τὸ ἐσόμενον,
ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν
εἶναι τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου
εἰπεῖν τὸν θεόν.
ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ
Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι
ἐμφαίνουσι τὸν θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ
Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα
τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ
τὴν αὐτοῦ αἰτίαν,
οὕτως εἴ τις ἐμβαθύναι τῷ
λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοὺς ἐν
οἷς οἷον ἐτύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους,
κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως
αἴτιος τῶν προεγνωσμένων οὔτε τὰ τοὺς τύπους τῶν
λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα.”
“Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ
πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γρα-
εἰ δὲ δεῖ
καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παραστήσαι, πλήρεις μέν
εἰσιν αἶ προφητεῖαι τοιούτων παραδειγμάτων, καὶ τὰ
πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν “ ὁ θεὸς
ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα
πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου
κατεμαρτύρησαν οὗτοι.’’
σαφέστατα δὲ ἐν τῇ
τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύοντος καὶ
πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γεμέσθαι
προφητευόμενα οὕτως ‘καὶ ἐποίησεν Ἱεροβοὰμ
ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ , ἐν τῇ πέμπτῃ καὶ δε-
κάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ
ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν.’ εἶτα
μετ’ ὀλίγα ‘καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα
παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθὴλ, καὶ ‘Iεροβοὰμ
εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι· καὶ
ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου, καὶ
εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύ-
ριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα
‘τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων, ἰδοὺ τὸ θυ-
σιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’
αὐτῷ. καὶ μετ’ ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσια-
στήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυ-
σιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν
λόγῳ κυρίου.
καὶ έν τῷ Ἠσαίᾳ, γενομένῳ πρὸ
πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ’ ἣν
χριστῷ μου Κύρῳ , οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ,
ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων
διαρρήξω, ἀνο·ίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ
πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν σου
πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκὰς συντρίψω,
καὶ μοχλοὺς σιδηροῦς συνθλάσω · καὶ δώσω σοι
σε τῷ ὀνόματί μου, καὶ προσδέξομαί σε.
σαφῶς
γὰρ καὶ ἐκ τούτων δεδŕλωται ὅτι διὰ τὸν λαὸν ὃν
εὐηργἐτησεν , ὁ κύριος ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ
τὴν καθ’ Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν
ληνῶν τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευ-
θέντα Κῦρον.
ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων
βασιλευόντων τότε , τῶ Ναβουχοδονόσορ
δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ’ αὐτόν. δεί-
κνυνται δὲ διὰ τῆς εἰκόνος, χρυσίου μὲν τῆς Βαβυ-
λωνίων ἀρχῆς ὀνομαζομένης , ἀργυρίου δὲ τῆς Περ-
σῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων , σιδήρου δὲ τῆς
Ρωμαίων.
καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ
καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπι-
καλούμενον Λαγὼν , οὕτω προφητεύεται καὶ ἴδον
τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης
αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. καὶ ἐν τῷ ἰσχῦσαι
αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη
ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας
ἀνέμους τοῦ οὐρανοῦ, καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθεν κέρας
ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν
νότον καὶ τὴν δύσιν.
τί δὲ δεῖ λέγειν τὰς περὶ
Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ
Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Νάζαρα, καὶ
τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποί-
κεκλημένου προεδόθη; πάντα γὰρ ταῦτα σημεῖά ἐστι
τῆς τοῦ θεοῦ προγνώσεως.
ἀλλὰ καὶ αὐτὸς ὁ
σωτὴρ, ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων
τὴν Ἱερουσαλὴμ, τότε γνώσεσθε ὅτι ἤγγικεν
ἡ ἐρήμωσις αὐτῆς. προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς
τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ.”
“Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην
εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώ-
τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν,
ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάν-
τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε οὖν ἐνεργούντων ἢ
πασχόντων,) ἀλλ’ αἷ δυνάμεις , ἃς ἀναγκαῖον διὰ
πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν διὰ τῶν
ἑξῆς δείξομεν.
συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων
τάξιν παραβεβηκότων, καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν
ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν
τοὺς ἀφ’ ὧν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους
ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησι· περὶ
ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν έπιμελέστερον
εὐθέως διαληψόμεθα.
προκείσεται
τοίνυν ταῦτα τὰ προβλήματα. (ά) Πῶς, προγνώστου
ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφ’ ἑκάστου
πράττεσθαι νομιζομένων, τὸ ἐφ’ ἡμῖν σώζεται · (β') καὶ
ἀνθρώποις , σημαντικοὶ δὲ μόνον· (γ') καὶ ὅτι ἄν-
θρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ
δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ
σημεῖα ἔκκειται. (δ') τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα
τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων,
τέταρτον ἐξετασθήσεται.
καὶ τοίνυν ἴδωμεν τὸ
πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων,
οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ’
ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ
μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μαλλον
ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν
περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο
ἔπαινον καὶ ψόγον , καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν
καί φασιν, εἰ ἐξ αἰῶνος
ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιῆσαι
τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ, καὶ
πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ
τοιοῦτος εἶναι προεωραμένος, καὶ ἀμήχανον μὴ ἀδικήσειν
αὐτόν· εἰ δὲ ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν,
τοὺς ἀδίκους
ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων
ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα
ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα·
καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι
τὸ μὴ δύνασθαι τὸ ἐφ᾿ ἡμῖν σώζεσθαι.
πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ
ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς
οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν
γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων.
ὥσπερ γὰρ εἴ τις ὁρῶν τινὰ διὰ μὲν ἀμαθίαν
προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα
ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι
τάδε.
καὶ εἰ χρὴ λέγειν οὐ τὴν πρόγνωσιν αἰτίαν
τῶν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προ-
οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλ᾿
ἐπεὶ γίνεσθαι ἔμελλεν ἔγνωσται. διαστολῆς δὲ δεῖ-
Ἰούδαν προδότην γενέσθαι.
ἐν γοῦν ταῖς περὶ
τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ
Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστῶσαι
τὸ ψεκτὸν αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο,
ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι.
ὅρα δὲ
εἰ μὴ ταῦτα δηλοῦται δι᾿ ὧν παραθησόμεθα ῥητῶν
οὕτως ἐχόντων· μηδὲ γενηθήτω οἰκτίρμων τοῖς
ὀρφανοῖς αὐτοῦ, ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη ποιῆσαι
ἔλεος· καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν,
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι·
καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέ-
“Εἰ δέ τις διηγήσεται τὸ πάντως ἔσται, κατὰ
ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς
συγχωροῦμεν. τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται
ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων
γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι
αὐτὰ καὶ μὴ γενέσθαι.
σαφέστερον δὲ τοῦτο
ἐροῦμεν οὕτως· εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον
ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ
Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ· εἰ ἐν-
εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει
αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου
τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων,
προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ
περὶ οὗ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ
λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε
τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων
δὲ ἀμφοτέρων οἶδα ὅτι τάδε ποιήσει.
οὐ γὰρ
ὥσπερ, ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ
τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν, φέρε εἰπεῖν,
περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σω-
τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι.
ὧν ἀμφοτέρων
δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις
ἐπιτρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ
χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ
βιῶσαι βεβουλημένος κατ᾿ αὐτό. οὐ ζητεῖ δὲ ὅδε
μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ
ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐν-
πάλιν δ᾿ αὖ ὅδε
μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν
αὐτῇ, ἀλλ᾿ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ
αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις
τυγχάνον.
ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ
οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς
τοῖς εἰρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ
τῶν γραφῶν ὁ θεὸς κελεύει τοῖς προφήταις κηρύσσειν
μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι
πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρ-
οὐ
ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν
λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις
αὐτοῦ καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν
ἀνάγκης παριστᾶσα , ὡς οὐκ ὄντος ἐπ’ αὐτοῖς τοῦ
ἐπιστρέψαι , καὶ οἱονεὶ καὶ αὕτη αἰτία γένηται τῶν
ἁμαρτημάτων.
ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ
προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι
καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι
αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκέτι εὐτόνως
προειρημένου. καὶ οὕτω γὰρ οἶον ἐμπόδιον γένοιτ’ ἂν
ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ.
πάντα γοῦν χρη-
σίμως ὁ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως
ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις
αὐτῶν ἀνῆκε μὲν ἡμᾶςἀπὸ τοῦ ἀθλεῖν κατὰτῆς κακίας,
ἐπέτρεψε δ’ ἂν δόξασα κατειλῆφθαι , πρὸς τὸ μὴ ἀντι-
παλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους
γενέσθαι.
ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν
καὶ ἀγαθὸνγενέσθαιτινὰτὸ τὴν πρόγνωσιν ἐληλυθέναι
ἔχομενκαὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς
τὸ καλὸν καὶ καὶ ἀγαθὸν γενέσθαι · προκαταληφθεῖσα
δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι
ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ ἴσμεν
οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα.’
‘‘Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς
πρὸς τὰ μέλλοντα ὁ θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ
τοῦ παρόντος καιροῦ διηγήσασθαι.
ὅτι μέντοι γε
πολλῶν τῶν ἐφ’ ἡμῖν αἴτια πλεῖστα τόν οὐκ ἐφ’
ἡμῖν ἐστι καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων,
τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις
οὐκ ἐφ’ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προ-
γενομένοις καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν.
εἰ
δέ τις ζητεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παν-
τὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς
αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ
ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περι-
έχοντος.
μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι d ἀποδεδεῖχθαι, τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως.
“Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον.
σαφὲς δὴ ὅτι εἰ ὅδε τις
ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο
τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον ·
ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·)
οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν , γενόμενος σχημα-
τισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ
παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν
γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου.
ὅσον
δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων,
ἐπαγγέλλονται
γὰρ τόνδε τινὰ τρόπον, τὴν ὥραν λαβόντες τοῦδε
τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν
πλανωμένων κατὰ κάθετον , ἢ τῆσδε τῆς μοίρας τοῦ
ζῳδίου, ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστὴρ τοῦ
ζωδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος,
ποῖός τε κατὰ τοῦ δυτικοῦ καὶ τίς κατὰ τοὐ μεσου-
ρανήματος καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος.
καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν
ἑαυτοῖς ἐσχηματικέναι , κατὰ τὸν καιρὸν τῆς τοῦ
οὗ ὁ λόγος γεγενημένα, περὶ πατρὸς, ποταπὸς ὢν τυγ-
χάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ
σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων , ἀκτήμων
ἢ πολυκτήμων , τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων.
ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες.
ἔστω δὲ ἡμὰς
ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν
τὰ ἐν τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δεί-
ξομεν ὅτι οὐχ οὕτως ἔχει. πευσώμεθα τοίνυν τῶν
ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων
τὰ τῶν ἀνθρώπων πράγματα τίνα τρόπον ὁ σήμερον
σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα.
εἰ γὰρ τοῦτο ἀμήχανον, καθ’ ὃ δὴ ὅ τι
εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου
ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ
κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ
γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο,
τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς . ἐπιστήσας
ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν
τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς
τῆς ἐκείνων γεγέσεως αἰτίους γενομέναι, τὸν δὲ νῦν
σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα
δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ
τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν
τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε
μὲν νενόηται ἀληθῆ, ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς
μὴ ἔχοντες δὲ δοῦναι τὴν
διαφορὰν εὐγνωμόνως συγγ̣αταθήσονται μηδὲν τῶν
κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι,
ἀλλ’ ὡς προειρήκαμεν , εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ
μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυ-
θότα καὶ τὰ μέλλοντα, ἀλλ’ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ
διά τινος λόγου προφητικοῦ.
ὥσπερ γὰρ προ-
απεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ’ ἡμῖν
μαίνειν , ἐμποδίζει τὸ ἐφ’ ἡμῖν, ἀλλὰ παραπλησίως
βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς
οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν
τὰ μέλλοντα.
διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ
δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακὼβ
ἀνέγνων γὰρ ὲν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμ-
βήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.’ τάχα δὲ καὶ τὸ
σομἐνους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶ-
σθαι τῷ ἐκβεβηκέναι.
καὶ οὕτως ἔσται εἰς
ἐκεῖθεν ἔρχεσθαι, φησὶν ἀπὸ τῶν σημείων
τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.’’’
“ Ἴδνμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ
δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ’ , εἰ ἄρα,
σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι
λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου · (τοῦτο δὲ καθ’ ὑπόθεσιν
λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν
ἀναλαμβάνεσθαι ὑπ’ ἀνθρώπων δύνασθαι·) φέρε
γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι
περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα
φησὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ
γενέσεως, κἂν τύχη ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ
τῆς ἑκάστου αὐτῶν.
περιέχειν γὰρ οἴονται τὴν
ἑκάστου γένεσιν, ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον,
ὁμοίως καὶ τὴν τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ
τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν
καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων.
πῶς οὑν δυνατὸν τὸν τοσαύταις
γενέσεσιν, ἔνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον
τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε ; ἀπίθανον γὰρ
καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ
τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε
γενέσει μὴ πεποιηκέναι , ἀλλὰ σεσημασμέναι μόνον.
ἠλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις
περιεῖχε καθ’ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι·
εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν
Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε ὡς
πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς. τοῦτο γὰρ
καὶ πάλιν τῶνδέ τινων
τῶν ἐν Αἰθίοψι τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖρθαι
καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν
μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἶ ἀστέρες τοῖσδε
τοῖς ἔθνεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι
τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν.
τοσούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ
οἷδ’ ὅπως ἐξώκειλαν οἶ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν
εἰ
γὰρ ἐπιγινώσκεται , (ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθια,)
γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβά-
νεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν
ἔσται τὰ γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν
ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων; τί δὲ μᾶλλον
ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπὸ τῶν διᾳττόντων
ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος
ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς
ἀστέρας τῶν ἀνθρωπίνων.’’
“ Ὅπερ δὲ συγκεχωρήκαμεν , οὐ γὰρ ἐλύπει
τὸν λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν
τοὺς οὐρανίους σχηματισμοὺς, καὶ τὰ σημεῖα,
φασὶ τοίνυν οἶ περὶ ταῦτα δεινοὶ
τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀληθῶς
καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου
δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστὴρ, ἀλλὰ
καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ
κατὰ ποίου ἐξηκοστοῦ , οἶ δὲ ἀκριβέστεροι καὶ κατὰ
ποίου ἐξηκοστοῦ τοῦ ἑξηκοστοῦ, καὶ τοῦτό φασι δεῖν
ποιεῖν ἐφ’ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν
σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς.
πάλιν αὖ ἐπὶ
τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει , φασὶν , ἰδεῖν οὐ
πῶς τοίνυν
τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης
δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων
τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε
εἰπεῖν, εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ
καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ,
καὶ δυοτριακοστῷ;
παρὰ πολὺ γάρ φασι
παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ
τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστημορίου αὐτῆς.
ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ με-
ταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ
τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ’ αὐτῶν
ἀπαντῶσιν , ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς
σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκα-
τημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον
ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκένα.
οὐδεὶς
πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. ἀλλ’ ἔστω
συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν
ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸνζωδιακὸν
τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ
μορφώματος, ἀλλ’ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ
ἔστω δὲ καὶ
τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοη-
τὸν δωδεκατημόριον , ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ
δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν
γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε
τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολουήσουσιν
οὐχ οἷοί τε σώσαι κάτα πὰν , ἀμαυρουμένου
τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος, ἀπὸ τοῦδε
ὄντα σημαντικόν.
καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην , ἀλλ’, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν.
εἰ δέ τις ἐν
ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ
αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπι-
τευκτικόν. καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων
εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων , φησὶ πρὸς τὴν
θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ
πάντας ἐπαγγελλομένων‘στήτωσαν δὴ καὶ σωσάτω-
σάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν
Τοσαῦτα καὶ ὁ δηλωθεὶς ἀνήρ. ἀλλὰ γὰρ ὁ
πᾶς ἡμῖν οὗτος εἰς δύο τὰ μέγιστα συναιρεῖται λόγος,
εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν
νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας,
τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας,
ἐπ’ ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας
τὴν εἰς ἀνθρώπους πλάνην τήν τε ἄλλην
καὶ τὴν περὶ εἱμαρμένης προβεβλημένους.
ἀφ’
ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος
ἡμῶν τὸ πὰν τῶν ἀνθρώπων γένος λελυτρωμένου,
εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς
τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν
ἴασιν τῆς μακρὰς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας
διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα
διδασκαλίας.
Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατ’ αὐτοὺς φιλοσοφίας
ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ
σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων
Τὸ μὲν οὖν μὴ φέρειν
τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος
μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν,
μηδέν πω μηδ' ὅλως παρά τισιν εύρῆβθαι τῶν ἐθνῶν,
οἷον τὸ παρ' Ἑβραίων ἡμῖν άγαθόν πεπορισμένον,
ὧδε ἂν γένοιτο πρόδηλον.
Οί μεν δὴ λοιποί πάντες ἄνθρωποι, ἄνωθεν
χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει
τῷ μηδέν περί τῆς ἐν αὐτοῖς ψνχῆς διειληφέναι
πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν
μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ
προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλανσίν τε εὐδαίμονος
βίου αὐτάρκη, περισπονδαστον ὑποθέμενοι θεῶν
μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς
ζωῆς αν της, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς,
ἐφιέμενοι, καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὲ ἡδέως
ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι
παιβἰν ὡς μόνον ἀγαθὸν παρεῖναι.
ἔνθεν οἱ μὲν
τὰ χορηγὰ τῆς ἐνσάρκον ζωῆς ἥλιον εἶναι καὶ σελήνην
τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεὺς
ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀπο-
καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετι-
μήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ
ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποι-
ναν αὐτῶν ἡδονὴν, ἔρωτα καὶ πόθον καὶ ἀφροδίτην,
καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν·
οἶ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς
ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος
τῆς ψυχῆς συνηύξησαν , τὰ ἡδέα καὶ παρὰ τούτων
διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες·
οἶ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς
πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο·
οἷ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον
καὶ τρισευδαίμονα βίον οὐδ’ ἄλλον εἶναι ἢ
τὸν ἡδὺν ἀπεφήναντο , τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν
ὁρισάμενοι.
ταύτῃ δ’ οὖν τὸ πάντων ανθρώπων
γένος, ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ,
ἡδονῇ θεῷ , μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι,
καταδεδουλῖομένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις.
αἵ τε γὰρ θήλειαι αὐτῶν, κατὰ τὸν ἱερὸν
ἀπόστολον, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς
θηλείας εἰς τὴν παρὰ φύσιν · ὁμοίως δὲ καὶ οἱ ἄρρενες,
ἀφέντες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας,
- ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρεωες
ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι,
ταύτῃ καὶ Ἕλληνες καὶ
βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαί τε καὶ ἐπὶ
γαστέρα πεσόντες, ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν,
πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες,
ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό
τε καὶ ἔστερξαν· ἔν τε ᾠδαῖς καὶ ὕμνοις, ἔν τε θεῶν
τι ἄλλο, καὶ τόδε καλῶς παρ᾿ ἡμῖν ἀνῃρῆσθαι. “ἀρχὴ
γὰρ πορνείας ἐπίνοια εἰδώλων.”
καὶ τὰ μὲν περὶ
τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει,
ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν, μιᾶς μὲν ἀρχῆς
τῆς ἀκαθάρτου καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα,
ὕδρας δὲ πολυαυχένου καὶ πολυκεφάλου τρόπον εἰς
πολλὰς καὶ ποικίλας διαιρέσεις τε καὶ τομὰς ἐξενηνεγμένα.
ἐπειδὴ τοίνυν τοσαύτην ἔτυχον προβε-
αὐτῶν θεολογίας, διὰ τῶν συνηγμένων ἡμῖν Ἑλληνικῶν
λογογράφων τε καὶ φιλοσόφων ἐν τοῖς ἔμπροσθεν
ἀποδέδεικται.
Εἰ δὴ οὖν συνῶπταί σοι ὁ τῶν παλαιῶν βίος,
ἄθρει δὴ λοιπὸν τῇ διανοία μόνους παῖδας Ἑβραίων
ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας.
οἵδε γὰρ
συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ
ἀστέρας, οὐ θεοὺς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο,
τὴν φύσιν τῆς σωματικῆς οὐσίας οὐ μόνον ἄλογον,
ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ’ ὅσον ῥοώδης καὶ φθαρτὴ
οὔσα τυγχάνει, συννοήσαντες, κἄπειτα λογισάμενοι
ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν,
τὴν τῶν λογικῶν δημιουργόν.
ἐπεὶ δὲ μηδὲ ξύλων
καὶ λίθων αὐτόματός ποτ’ ἂν οἰκοδομία συσταίη,
οὐδέ γε ἐσθὴς ὑφάντου δίχα συντελεσθείη, οὐδὲ πόλλεις
καὶ πολιτεῖαι νόμων ἐκτὸς καὶ ἀρχοντικῆς δια-
τάξεως, οὐδὲ ἐκτὸς κυβερνήτου ναῦς, οὐδὲ τὸ ρμικρότατον
τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου,
οὐδ’ εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ
ποτὲ καὶ ζωῆς ἀνθέξεται. ταῦτα δὴ καὶ τὰ τοιαῦτα
διανοηθέντες οἱ τῆς ‘Eβραίων εὐσεβείας πατέρες,
ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ
καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων
δημιουργὸν θεὸν ἐσεβάσθησαν.
Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφὰς
τοῦτο δὲ παρὰ τῷ πάντων δημιουργῷ
θεῷ προσφιλὲς εἶναι λογισάμενοι , ὅς που τὴν
ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἀπάντων κρατεῖν οὐ
ῥώμῃ σώματος ὡς ἀρετῆ̣ ψυχῆς ἐδωρήσατο· τὰ μὲν
γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα,
τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἶα τὰ ἀπὸ γῆς βλαρτήματα,
γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ
τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφασιν·)
ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα
οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν
διενοήθησαν, τὸ δ’ ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ
πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν
τε καὶ νοερὸν, θεῖόν τε καἰ ἐπιστημονικὸν ὡς ἂν τοῦ
εἶτα μηδὲν ἄλλο τι ἐνθυμηθέντες
ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ,
τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ
φιλίαν εἶναι ἀπεφήναντο , ὅτι καὶ αὐτῆς ζωῆς καὶ
ψυχῆς καὶ σώματος καὶ τῶν τούτοις ἀναγκαίων μό-
νος αὐτὸς ἀνῆπται τὴν αἰτίαν.
τούτῳ δὴ οὖν
σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι,
τεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ’ αὐτὸν ἀναρτησάμενοι,
οὕτω δὴ φιλόθεοι ὁμοῦ
καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως
καὶ ἱερεῖς τοῦ ὑψίστου θεοῦ ἀπεφάνθησαν, ἢ καὶ γένος
ἐκλεκτὸν καὶ βασιλικὸν ἱεράτευμά τε θεοῦ καὶ
ἔθνος ἅγιον προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα
τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις
αὐτῶν ἀπολελοιπότες.
ἆρ᾿ οὖν λογισμῷ σοι δοχοῦμεν
τούσδε τῶν Ἑλληνιχῶν προτετιμηκέναι, καὶ
μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν
τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ᾿
Θέα δ᾿ οὖν ἔτι εἰς ὅσον θεοφιλοῦς ἀρετῆς
θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσοφίας
τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας, ἤδη
καὶ θειοτέρων χρησμῶν θεοφανειῶν τε αὐτοὺς καὶ
ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ
φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον,
δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν
τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλλογισμοῖς,
μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι
τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους
τὴν τῶν μέλλοντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν
κατάληψιν, καὶ τὰ καθόλου συμβησόμενα
τῷ τῶν ἀνθρώπων γένει θεσπίζειν.
τοιαῦτα τῆς
θεῶν τὰ αἰσχρότατα περιεῖχον, οἱ δὲ περὶ θεοφιλῶν
ἀνδρῶν τὰς εὐσεβεῖς διδασκαλίας.
Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μω-
Ἑβραίων
δὲ καὶ Ἰουδαίων τὸ διάφορον γνοίης ἂν ὧδε ὡδε· τὴν
μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς
φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον
συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ (προπάτωρ δὲ
τοῦ Ἁβραὰμ οὗτος ἦν) ἐπεγράφοντο.
προτερεῖν
τε Ἰουδαίων Ἑβραίους διδάσκουσιν οἱ ἱεροὶ λόγοι.
τὸν δὲ τῆς εὐσεβείας τρόπον Ἰουδαίοις μὲν πρῶτον πρῶτον
ἀπάρξασθαι τῆς νομοθεσίας Μωσέα, σαββάτου τινὸς
παραδόντα ἡμέραν, καὶ ταύτης πλείστην ὅσην φυλακὴν
Ἑβραῖοι δὲ πρεσβύτεροι Μωσέως γενόμενοι
τοῖς χρόνοις, πάσης τῆς διὰ Μωσέως νομοθεσίας
ἀνεπήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον
εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ φύσιν
κεκοσμημένοι, ὡς μηδὲν νόμων δεῖσθαι τῶν ἀρξόντων
αὐτῶν δι᾿ ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ
Ὁ τοίνυν μέγας θεόλογος Μωσῆς Ἑβραῖος ὢν
ἐξ Ἑβραίων, εἰ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξ-
παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων
ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐδεβῶν
βίου.
χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ
φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων,
ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ
καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ’
αὐτῷ μνήμης, ὣν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι
τούτους, οἶς τοὺς νόμους διετάττετο.
διὸ καὶ μᾶλλον
χρῆναι αὐτοὺς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων
ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς
άναδειχθῆναι, σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι
παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι,
δυνατὰ γὰρ εἶναι
καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα·
ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις
παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν,
καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ
ἐν εἰκόσι γραφής διατυπούμενος.
Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ
Αἰγυπτία παρ’ Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ
τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἐλλήνων
ποθεν ἀποδέχεσθαι)
ὥσπερ οὖν ὁ παρὰ
τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ
ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς
κυρίου τοῦ θεοῦ.”
τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν
τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ
θεὸν τῶν ὅλων ἐπιγράψασθαι. πεπεῖσθαι γὰρ αὐτὸν
οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν
διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης
πόλεως, τοῦ σύμπαντος κυριεύειν, οἰκονομεῖν
τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα
καὶ θεόν.
οὑ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν
τε καὶ προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς
ἐν νῷ βαλλόμενος βαλλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας
καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ
παρ’ ὃ πρῶτος
ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις
ἀναγέγραπται. κέκληται δ’ οὖν Ἐνὼς, ὅπερ ἐστὶν
ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ
ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν
ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας
ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ.
ὅτι δὴ τοὺς μὴ τοιούτους τοιούτους, θρεμμάτων κατ’ οὐδὲν
ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν
παρ’ ὃ τοὺς
τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας
φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ
καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι,
προσαγορεύειν εἴωθεν.
εἰ δὲ καί ποτε τὸν
κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν
προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ
σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων
ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς
ὄνομα, τὸν γηγενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν
μετάληψιν μετάληψιν, ὑποφαίνει.
ὅ γέ τοι Ἐνὼς πρῶτος
θεοφιλῶν παρ’ Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος
ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ
τῆς εἰς τὸν ἐπιγνωσθέντα θεὸν ἐλπίδος γένοιτ’ ἂν
ἀποδεικτικόν.
τὸ γὰρ μὴ παραμελεῖν μηδ’ ἐν
δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως ἐπιγνώσεως, ἀεὶ δὲ
καὶ διὰ παντὸς ἐλπίζειν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου
τοῦ θεοῦ, τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ’
ὡς ἵλεω καὶ ἀγαθοῦ πατρὸς, τοῦτ’ ἂν εἴη τὸ πάντων
τρισμακάριον τέλος.
τοιόσδε μὲν οὖν ὁ παρ’
Εβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ
ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι’ ἐντολῆς θεοῦ παράβασιν
τῆς τῶν κρειττόνων ἐκπεσὼν λήξεως, ἀλλ’ ὁ θεοφιλων
πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα
κρίναντες οὑν καὶ αὐτοὶ λογισμῷ
σώφρονι τὸ τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ
ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον
ἄλλος εὐηρέστησε τῷ κυρίῳ, καὶ οὐχ εὑρίσκετο,
ὥς φησι Μωσῆς, διότι μετέθηκεν αὐτὸν ὁ
οὗτος δ᾿ ἂν εἴη ὁ ἐν τῷ θεῷ
τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος.
ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας
τε καὶ ἐμπορίας γαῖ τὸν πολὺν ὄχλον μεταδιώκων,
ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ
καταπίνεται· ὁ δ᾿ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε
ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος
ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς, ὑπὸ θεοῦ εὕρηται.
τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον·
τρίτος μετὰ τούτους πάλιν
ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾀ
αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου
δικαιοσύνης εἴη ἂν τάδε. πολὺς αὐχμὸς καὶ γνόφος
ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει
γένος, οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαν
τες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ
διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου
μαγγανείας ἐπιτεχνήματα λέγονται παρα-
καὶ δὴ
πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος
εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ
αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα
τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς
αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν
ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ
τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατον
πρὸς τοῦ θεοῦ τετήρηται.
γένοιτο δ’ ἂν καὶ οὕτος ἀρχέτυπος εἰκὼν, ζῶσα καὶ ἔμψυχος, τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπο,υ θεοφιλοῦς παρεσχημένος.
Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἶ
δὲ μετὰ τοῦτον ἐπ’ εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν,
ὧν τὴν μνήμην τὰ ἱερὰ διασώζει λόγια. τούτων τις
ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος
τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας.
τούτοις δὴ
πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ’
οὐδὲ τῶν Μώσεως Ἰουδαἱκῶν παραγγελμάτων παραγγελμάτων· διόπερ
αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον, οὐδέ γε Ἕλληνας,
ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς
λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ’ ἂν κυριώτερον
ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ, ἢ καὶ μᾶλλον παρὰ
τὴν ἑρμηνείαν τῆς προσηγορίας.
περατικοὶ γάρ
τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ
τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι.
φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν
τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ
βίον διαβεβηκότες ἀναγράφονται.
ἐν δὴ τούτοις
ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γε
ἄνωθεν δεδηλωμένοις παραπλησίως.
λέγει δ᾿
οὖν ἡ γραφὴ “καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ, καὶ
ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” πατέρα δὴ πολλῶν
ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει,
διαρρήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι πάντα
τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλὰς, ἄντικρυς τὰ
νῦν καθ᾿ ἡμὰς συντελούμενα θεσπίζων.
ἀλλ᾿
ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνη τελείωσιν,
οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένης
αὐτῷ, μετά γε τὰς ἀναγράπτους θεοφανείας,
ἐπ᾿ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν
πατὴρ, πρῶτος ἀπάντων κατὰ χρησμὸν τὸ
ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες
κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς
ἀπολειπόμενοι, εἴτε καθ᾿ ἑτέρας οἱασδηποτοῦν
αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν.
τοι-
δ᾿ αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ
θεοφιλίας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων
τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς
διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι
συνελθόντα λόγια μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ᾿
ἥν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψασθαι
τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερ-
ἐνταῦθά σοι καὶ Ἰακωβ,
ὁ καὶ Ἰσραὴλ, εἰσήχθω, διώνυμός τις γεγονὼς
ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν
προκοπήν. ὅτε μὲν οὑν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς
ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων
ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ
ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα
φωνήν·
ὅτε δὲ λοιπὸν τὰ νικητήρια
κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται, ἤδη τε τῶν
κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ
καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεὸς, ὁμοῦ
καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν
τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος.
λέγει δ’ οὖν πρὸς αὐτὸν ὁ χρησμὸς
“οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ
θεόν.
τοιόσδε μὲν οὖν καὶ οὗτος ἐξ οὖ τὸ δωδεκάφυλον
τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. μυρία
δ’ ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν καὶ τῆς φιλοσόμου
καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως, τὰ μὲν
πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι’ ὑπονοιῶν ἀλληγορούμενα·
’ περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ
καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα περὶ τῆς τῶν παλαιῶν
ἀνδρῶν πολυπαιδίας. τοιοίδε μὲν οὖν καὶ
Ἔχω σοι παρ’ αὐτοὺς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ
ὄνομα τῷ ἀνδρὶ ἀνδρὶ, ὃν τὰ ἱερὰ μαρτυρεῖ λόγια γεγονέναι
ἄνθρωπον ἄμεμπτον, ἀληθινὸν, δίκαιον, θεοσεβῆ,
ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· οὗτός
οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες, τὴν πάτριον θεογνωσίαν
τε καὶ θεοσέβειαν ἠγαπηκότες, τὴν τῶν ἀνέκα-
ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι.
ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς
αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ
δοῦλον Αἰγυπτίου ἀνδρός.
τὰ μὲν γὰρ ἄλλα ὅσα
εἰς ὡραιότητα καὶ ῥώμην σώματος αὐτῷ καὶ εὐμορ-
ψυχῆς πῶς ἄν τις ἀναγράψειε, κατ᾿ ἀξίαν τῆς τἀνδρὸς
ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος;
φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον
γνώρισμα, τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ
προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις
διαφερόντως ἐξήσκητο ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ
φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν,
καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ
τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων
λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι.
ἐπιμανείσῃ δ᾿ οὖν αὐτῷ τῇ τοῦ δεσπότου γα-
τολμώσῃ, ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς
χρωμένη, τῆς τῶν πατέρων εὐσεβοῦς διδασκα-
δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς
φυγῇ τὴν σωτηρίαν πορίζεται.
κἄπειτα αὐτὸς
δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν
ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον
τοῦ θεοῦ;” ἐφ’ οἷς οἶα νικηφόρον τοῖς ἀρετῆς βραβείοις
ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ
τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος
Εβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἢν
πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις
ἀνείληπται.
Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ
εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος,
ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς
ἐπλεόναζέν τε ὁσημέραι καὶ ἐπλήθυνεν, τὰ μὲν
τὰ δὲ τῆς παρ’ Αἰγυπτίοις διατριβῆς τοσοῦτον
τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς
μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ’
Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι,
ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν.
ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν
ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην
ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς
οἳ μὴ
ζηλώσαντες τὴν πάτριον ἀρετὴν δι’ ἀβελτερίαν, οἷα
δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον
παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς
ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι’
ὑποθεμένου.
καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν
ποθεν ἀπὸ Μώσεως ἀρξάμενον μέχρι καὶ τῆς
τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς
τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ,
ὅτι δὴ καὶ τοῦτο Μωσέως ἣν αὐτοῦ καὶ τῶν μετέπειτα
Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μώσεως Ἑβραίων
βίον ἐν ὀλίγῳ διεληλύθαμεν, καὶ τόν γε τῆς κατ᾿ αὐτοὺς
εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ
τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μώσεως
Πρῶτος δ’ οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος
θεόλογος τε καὶ νομοθέτης, πολιτείαν εὐσεβείᾳ
λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν
ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε
ἡγησάμενος, ἢ τὴν ἄνωθεν ἐκ προπατόρων
εἰς αὐτὸν ἥκουσαν θεολογίαν.
ἄρχεται τοιγαροῦν
σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς
κατ’ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ
ἀοράτους, ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ
καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ
πρόσθεν ἡμῖν ἀπεληλεγμένα.
ἀλλὰ γὰρ ἀπὸ τοῦ
πάντων αἰτίου ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ
τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην
τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως,
ὥσπερ μιᾶς τινὸς μεγαλοπόλεως τοῦ κόσμου
παιδεύει τοιγαροῦν ἀρχόμενος
τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν
ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων
αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει
τῶν ὅλων.
Βασιλέα γὰρ αὐτὸν καὶ νομοθέτην τοῦ σύμπαντος
κόσμου παριστᾷ· νεύματι μὲν γὰρ αὐτοῦ καὶ
λόγῳ μὲν γὰρ
καὶ νόμῳ θεοῦ πρῶτον ἀπάντων οὐρανὸν ἐστερεῶσθαι,
καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν
φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων
θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ
καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τἀς ἐτησίους
ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι
συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι,
τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης
δὲ βυθοὺς ταῖς χειμαδίοις πλημμυρίσιν ἐπικυματίζοντας
τε καὶ ζῴων ἀναδιδόναι·
ἑνί τε λόγῳ, τὴν παμμήτορα
τῶν ὅλων φύσιν, προστάγματι θεοῦ δεδουλωμένην,
νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος
θεοῦ βουλῇ· μὴ γὰρ εἰκῆ, μηδ’ ὡς ἔτυχε, μηδ’
αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον
διάκοσμον, μηδ’ ἀναιτίου φύσεως ἔργον τυγχάνειν
τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα, ἀλλ’
εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος,
ἔνθεν ἀρξάμενος ὁ προφήτης, καὶ πρὸ
τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων
φύσεως προστάξας νόμους, πρώτιστα πάντων προσέχειν
τῷ παμβασιλεῖ θεῷ, καὶ μὴ ἀπορρᾳθυμεῖν αὐτοῦ
τῶν νόμων παρεκελεύσατο, ὅτι δὴ καὶ αὐτὸς
ἥλιος οὐρανός τε καὶ κόσμος γῆ τε καὶ τὰ ἐπὶ γῆς
ἅπαντα, ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται. ἐντολαῖς
αὐτοῦ καὶ διατάξεσιν ἱεροῖς τε νόμοις καὶ λόγοις
διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώπειον
γένος, οὐ σμικρὸν μέρος τύγχανον του παντος, κατὰ
γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα “βλαστησάτω
ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος,
καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν·” τὴν δὲ, ἅμα
λόγῳ τὸ εὐπειθὲς ἐπιδεικνυμένην τῷ νόμῳ, οὔπω καὶ
εἰς δεῦρο τῆς θείας παραμελῆσαι διατάξεως.
οὕτω
δὲ καὶ τὴν ὑγρὰν οὐσίαν; φήσαντος τοῦ θεοῦ “ἐξαγαγέτω
τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσων, καὶ πετεινὰ
πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ,” ἅμα λόγῳ
τοὔργον ἀποδοῦναι, ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ
παρέχουσαν τὸ πειθήνιον.
εἰ δὲ δὴ καὶ ἥλιος καὶ
σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου
τοὺς οἰκείους ἀποδιδόναι δρόμους, εἶναί τε
καὶ εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς
ἐνιαυτοὺς, οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν
κατολιγωροῦντι νομων;
Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος ἡμὰς τε
εἶλε καὶ τῆς οἰκείας θεογνωσίας τε καὶ εὐσεβείας
εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τούτοις
ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις
εὑρεῖν δεδυνήμεθα.
μετὰ δὲ τὴν πρώτην
θεολογίαν μέτεισιν ἐπὶ τὸ δεύτερον δόγμα φυσικὸν
ὁμοῦ καὶ φιλόσοφον. μετὰ γοῦν τὴν περὶ θεοῦ γνῶσιν,
τήν τε περὶ τῶν ὅλων διακόσμησιν, τάξει πρόεισιν
ἐπὶ τὸ καὶ τῇ φύσει δεύτερον· τοῦτο δ’ ἦν τὸ
περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ θεοῦ γνῶσιν
ἀναγκαῖον γνῶναί τινα ἑαυτὸν, διόπερ ἐξῆς παιδεύει
τί ἄνθρωπος καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ
καὶ τὴν πρώτην γε
τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ
θεοῦ παραδείσῳ, ἀθανάτω·ν καὶ αἰωνίων ἀγαθῶν
ἔμπλεῳ, γεγονέναι ἱστορεῖ· νόμῳ δὲ θεοῦ καὶ τοῦτον
Ταῦτά τοι ὁ Μώσης ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονονουχὶ προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας καὶ ἧς ἐτύχομεν πρὸς τὸ θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶσθαι.
μὴ γὰρ δὴ θεμιτὸν
εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον
καὶ ἀληθῆ τοῦ θεοῦ τῶν ὅλων εἰκόνα τὸν αὐτοῦ
παρ’ ὃ καὶ κατ’ εἰκόνα θεοῦ γεγονέναι ἀνωμολόγηται.
ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο Προπαιδεύεσθαι
τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις, μνημονεύειν
τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν
αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον
καὶ θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων
d προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν
παλινδρομεῖν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης
καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ
παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν,
ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις
τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ
πρῶτος δι’ ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς,
ἀποπέπτωκεν.
ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν
ἀρχῆθεν ἐπίβουλος σωτηρίας.
δράκοντα δὲ τοῦτον
καὶ ὄφιν ὀνομάζει, μέλανά τε καὶ σκότους οἰκεῖον,
ἰοῦ τε καὶ κακίας πλήρη· ὃν καί φησι φθόνῳ τῆς
ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν
καὶ ὑποσύρειν ἕκαστον τῶν τῷ θεῷ προσανεχόντων
πειρᾶσθαι· τούτου δ’ ἀπάτῃ καὶ τοὺς προπάτορας
ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἐκπεσεῖν· διὸ
καὶ χρῆναι διὰ παντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος
κακοτέχνους ῥᾳδιουργίας.
καὶ τί χρὴ
ταῦτα προλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν
τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων;
ἀρξώμεθα δὴ πρῶτον ἀπὸ θεοῦ, βοηθὸν αὐτὸν ἐν
πρώτοις διὰ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι.
Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς
ἀρχόμενος ὁ κατ’ αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς
οὐδὲ πιθανολογίαις πιθανολογίαις, δογματικώτερον δὲ
καὶ διδασκαλικώτερον ἐπιθειάζων τῷ ἁγίῳ πνεύματι·
εἶτά φησιν “εἶπεν ὁ θεὸς,
γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.” καὶ πάλιν “εἶπεν
ὁ θεὸς, γενηθήτω στερέωμα, καὶ ἐγένετο.” καὶ πάλιν
“εἶπεν ὁ θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου,
σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ
πᾶν ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα
αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.”
καὶ αὖθις “εἶπεν ὁ θεὸς γενηθήτωσαν φωστῆρες
ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν
ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς,
καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, καὶ ἐγένετο.”
τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο.” καὶ πάλιν
“ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία
τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο.”
ἐν δὴ τούτοις
φάσκουσα ἡ γραφὴ “εἶπεν ὁ θεός” τὸ θεῖον νεῦμα
καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν
θεὸν παρίστησιν, οὐ μὴν δὲ φωνῇ καὶ συλλαβαῖς
φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα
λόγον ἀνακεφαλαιούμενος “αὕτη” φησὶν “ἡ βίβλος
γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς
τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.”
τοιαύτη μὲν ἡ καθ᾿ Ἑβραίους θεολογία, λόγῳ
θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα.
ἔπειτα δὲ, οὐχ ὧδε ἔρημον ὡς ὀρφανὸν ὑπὸ πατρὸς
καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου
διδάσκει, ἀλλ᾿ εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ θεοῦ
προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν
εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεὸν, ἀλλὰ καὶ σω-
καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα,
καὶ τὰ πάντα ἐν κόσμῳ διατάττοντά τε καὶ διοικοῦντα.
ὥσπερ οὖν ἀμέλει καὶ οἷ μετὰ ταῦτα προφῆται,
ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν
ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου ‘‘θεὸς ἐγγίζων
ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ θεὸς πόρρωθεν. εἰ
ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι
αὐτό αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ;
λέγει κύριος,”
τοτὲ δὲ ὧδέ πη θεολογοῦντες “τίς
καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη ’στ’ σταθμῷ
καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου, καὶ τίς
σύμβουλος αὐτοῦ ἐγένετο;” καὶ πάλιν “ὁ στήσας ὡς
καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν.”
καὶ αὖθις ἀναβλέψατε εἰς ὕψος τοὺς
ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα
πάντα.” καὶ ἑξῆς “κύριος κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν,
καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ
τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς,
καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, ἐγὼ κύριος ὁ θεός.”
καὶ ἑξῆς “ἐξέτεινα ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα
τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς, οὐκ ἔστι πλὴν ἐμοῦ.”
καὶ πάλιν ’ οὕτως ἐρεῖτε αὐτοῖς, θεοὶ, οἱ τὸν οὐρανὸν
καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ
προσώπου τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ.
κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἀνώρθωσε
τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ
φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε
καὶ
τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην,
πάρει. εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον,
καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης·
Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν
μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ Ἑβραίων,
τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων·
τῶν δέ γε πρὸ Μώσεως θεοφιλῶν καὶ
“εἶπε εἶπε δὲ Ἁβραὰμ πρὸς βασιλέα Σοδόμων, ἐκτενῶ
τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε
τὸν οὐρανὸν καὶ τὴν γῆν.” καὶ πρό γε τοῦ Ἁβραὰμ
εἰσάγεται ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,
τὸν Ἁβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν‘‘ “εὐλογημένος
Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς παρέδωκε τοὺς
ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ θεὸς,
ἔτι πρὸς
τούτοις ὁ λόγος τὸν Ἁβραὰμ εἰσάγει τῷ οἰκείῳ τοιάδε
προσδιαλεγόμενον “θὲς θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρὸν
μου, καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ,
καὶ τὸν θεὸν τῆς γῆς.” καὶ ἐπιλέγει “κύριος ὁ θεὸς
τοῦ οὐρανοῦ, καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ
οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην.”
ἐπὶ πᾶσι τούτοις ἐν τῇ πρὸς αὐτὸν Μωσέαθεοφανείᾳ,
πυθομένῳ τῷ Μωσεῖ, τίνα χρὴ τὸν θεὸν
Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων
θεολογίας ἐκκείσθω. ἆρ’ οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν
αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας,
τῶν μὲν μηδ’ ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν
δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους
τυγχάνειν διαπύρους, ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας
τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν
ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι
καὶ μηδ’ ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ
συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν
σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς
σύστασν γεγονέναι;
ἀλλὰ τὰ μὲν ἐκ τῶν παρ’
Ἑβραίοις λογίων περὶ τοῦ τῶν ὅλων θεοῦ ὡς ἐν
βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ
τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς
Ἑβραίοις πεφιλοσοφημένα.
Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων
Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμοὺς, Ἐπίκουρος
ἅμα Δημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ
τέσσαρα στοιχεῖα. ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ’
Εβραίοις λόγια.
μετὰ τὴν ἄναρχον καὶ ἀγένητον
τοῦ θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα
πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν
δύναμιν, ἀρχὴν τῶν γενητῶν ἀπάντων πρώτην τε
τοῦτο δὲ πρῶτος διδάσκει λέγων
Ἰὼβ “ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος
ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς,
οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις, ἀκηκόαμεν δὲ αὐτῆς
τὸ κλέος. ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς
δὲ οἶδε τὸν τόπον αὐτῆς.
καὶ ὁ Δαβὶδ δέ που
ἐν ψαλμῳδίαις, ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματι,
φησὶ “τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,”
τὸν τῶν ἁπάντων δημιουργὸν λόγον θεοῦ
δικαιοσύνην.”
καὶ πάλιν “κύριος ἔκτισέ με
ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος
ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι,
πρὸ τοῦ τὰς ἀβύσσους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἡνίκα
ἡτοίμαζε τὸν οὐρανὸν συμπαρήμην αὐτῷ, καὶ ὡς
ταῦτα
Σολομῶν ἐν Παροιμίαις. καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ
λέγεται τοῦ προσώπου “τί δέ ἐστιν σοφία, καὶ πῶς
ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστή-
πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον,
παντοδύναμον, παντεπίσκοπον, καὶ διὰ πάν-
πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,
διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα.
ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια
τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὸ οὐδὲν
μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα
γάρ ἐστι φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον
τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος
αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως,
καὶ διοικεῖ τὰ πάντα χρηστῶς.”
καὶ δὴ τόνδε τὸν
ἔνθεον λόγον διαφόρως ἡ θεία γραφὴ πρὸς τοῦ πατρὸς
ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ πεπεμμένον
εἰσάγει. αὐτὸν δ’ οὖν καὶ τῷ Ἁβραὰμ Μωσεῖ τε καὶ
τοῖς ἄλλοις θεοφιλέσι προφήταις φῆναι ἑαυτὸν, καὶ
χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ
μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί
τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει.
τοῦτον καὶ πᾶσιν εἰς γνῶσιν ἐλθεῖν ἀνθρώποις,
οἷα νοσούντων σωτῆρα καὶ ψυχῶν ἰατρὸν πρὸς τοῦ
μείζονος ἀπεσταλμένον άλεσταλμένον, ὧδέ πη θεσπίζει ἀπέστειλε
τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο
αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.’ καὶ πάλιν ἄλλοτέ
φησιν ἴως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.” ἔνθεν
καὶ ἡ εὐαγγελικὴ διδασκαλία τὸ προφητικὸν καὶ
πάτριον ἀνανεουμένη δόγμα ταύτῃ πη διασαφεῖ τὴν
θεολογίαν “ἐν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν
πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν
ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.”
εἰκότως δῆτα τῷ αὐτῷ πνεύματι καὶ Μώσης ὁ
πάνσοφος, ἀρχόμενος τῆς κατ’ αὐτὸν κοσμογονίας,
ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.”
τοῦτο δὲ καὶ ὁ ψαλμῳδὸς ᾐνίττετο, ὁπηνίκα περὶ
τοῦ πρώτου αἰτίου διεξιὼν “αὐτὸς” φησὶν “εἶπε, καὶ
ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο ἐνετείλατο, καὶ ἐκτίσθησαν·”
ἄντικρυς τὴν τοῦ πρώτου πρὸς τὸ δεύτερον αἴτιον,
ὡς ἂν πατρὸς πρὸς υἱὸν υἱὸν, διάταξίν τε καὶ παρακέλευσιν
διαρρήδην δ’ αὖ
πάλιν Μώσης ἄμφω δυοῖν μνημονεύων κυρίων, πατρὸς
δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν
ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων “καὶ ἔβρεξε κύριος
παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ
πῦρ.”
οἷς συμφώνως καὶ Δαβὶδ ψάλλων ἔφησεν
“εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου,
ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν
σου. καὶ προιὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον
αὐτοῦ γενεσιουργίαν ᾐνίξατο, φάσκων ἐκ
ἔνα δὲ μὴ
σοφίζεσθαί με ταῦτα νομίσῃς, ἑρμηνέα σοι τῆς ἐν τῇ
γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω παραστήσω, τὰ οἰκεῖα
πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ
δόγμα μεμαθηκότα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων.
ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει
φωνάς ·
“Διὰ τί ὡς περὶ ἑτέρου θεοῦ φησι τὸ ἐν
εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, ἀλλ’ οὐχὶ τῇ
καὶ πατέρα τῶν ὅλων ἐδύνατο, ἀλλὰ πρὸς τὸν
δεύτερον θεὸν, ὅς ἐστιν ἐκείνου λόγος.
ἔδει γὰρ
τὸν λογικὸν ἐν ἀνθρώπου ψυχῇ τύπον ὑπὸ θείου
λόγου χαραχθῆναι, ἐπειδὴ ὁ πρὸ τοῦ λόγου θεὸς
κρείσσων ἐστὶν ἢ πάσα λογικὴ φύσις· τῷ δὲ ὑπὲρ
τὸν λόγον ἐν τῇ βελτίστῃ καί τινι ἐξαιρέτῳ καθεστῶτι
ἰδέᾳ οὐδὲν θέμις ἢν γεννητὸν ἐξομοιοῦσθαι.
Ταῦτα ἐκ τοῦ πρώτου μοι κείσθω τῶν Φίλωνος
Ζητημάτων καὶ Λύσεων. ὁ δ’ αὐτὸς ἐν τῷ Περὶ
γεωργίας προτέρῳ καὶ υἱὸν θεοῦ τὸν πρωτόγονον
αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον.
‘Ταῦτα Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς
ἄγει κατὰ δίκην, νόμον προστησάμενος τὸν ὀρθὸν
αὐτοῦ λόγον καὶ πρωτόγονον υἱὸν, ὃς τὴν ἐπιμέλειαν
ῆς ἱερὰς ταύτης ἀγέλης, οἷά τις μεγάλου βασιλέως
ὕπαρχος, διαδέξεται.”
Καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς λέξιν
‘Τὰς Τὰς δυστροπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλεται
τὰς ἐν τοῖς διαπορηθεῖσι, λεγέτω μετὰ παρρησίας
ὅτι οὐδὲν τῶν ἐνύλων κραταιὸν οὕτως ὡς τὸν
κόσμον ἀχθοφορεῖν ἰσχῦσαι. λόγος δ’ ὁ ἀί·διος θεοῦ
οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ
πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει
τὸν φύσεως ἀήττητον δρόμον, συνάγων τὰ
εἰκότως
οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς
ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος
αὑτὸν φωνῆεν στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον
ὥσπερ ἐπὶ τῆς ἐγγράμμου μουσικῆς συνηχήσῃ, τὰς
τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συνόδῳ μεσιτεύοντός
τε καὶ διαιτῶντος.”
Ταῦτα ὁ Φίλων. καὶ Ἀριστόβουλος δὲ ἄλλος Ἑβραίων σοφὸς ἀνὴρ, κατὰ τὴν τῶν Πτολεμαίων ἀκμάσας ἡγεμονίαν, κυροῖ τὸ δόγμα ὡς πάτριον, αὐτῷ Πτολεμαίῳ τὴν τῶν ἱερῶν νόμων προσφωνῶν ἑρμηνείαν, ἐν ᾗ τάδε φησί
“Μεταφέροιτο δ᾿ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας·
τὸ γὰρ πὰν φῶς ἐστὶν ἐξ αὐτῆς. διὸ καί τινες
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα περὶ τοῦδε καὶ
παῖδες Ἑβραίων πεφιλοσοφήκασιν ἆρ᾿ οὖν οὐχ οὗτος
λόγων εἴη ἂν ὁ θεοπρεπέστατος, δυνάμει θεοῦ
λογικῇ καὶ πανσόφῳ, μᾶλλον δὲ αὐτῇ σοφίᾳ καὶ αὐτῷ
θεοῦ λόγῳ τὴν ἀρχὴν ἀνατιθεὶς τῆς τοῦ παντὸς
ἀλλὰ γὰρ τοιαῦτα παρ᾿ Ἑβραίοις καὶ τὰ περὶ τῆς
τῶν ὅλων ἀρχῆς. σκεψώμεθα δὲ καὶ ἃ περὶ τῆς τῶν
Μετὰ τὴν ἄναρχον καὶ ἀγέννητον τοῦ θεοῦ
παμβασιλέως οὐσίαν, τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς
γεγεννημένην ἀρχὴν, πρωτότοκόν τε οὖσαν καὶ
ταύτην δὲ τῶν μετὰ ταῦτα
γενητῶν ἀπάντων πρωτεύειν, παρ᾿ ὃ καὶ εἰκόνα θεοῦ
αὐτὴν, καὶ θεοῦ δύναμιν, καὶ θεοῦ σοφίαν, καὶ θεοῦ
λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου,
μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι.
τὰς
δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις
οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους
ἕνεκα τῆς τε κατ᾿ εἶδος διαφορὰς, πλὴν ὅσον
ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν
ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων
καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ᾿ ἑαυτῷ τὰ σύμπαντα
περιειληφότος.
“ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη δόξα
σελήνης καὶ ἄλλη δόξα ἀστέρων” φησὶν ὁ θεῖος ἀπό-
στολος· ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ.
ταύτῃ πη τοιγαροῦν καὶ τὸν ἐν ἀσωμάτοις καὶ
νοεραῖς οὐσίαις κόσμον χρὴ νοεῖν, τὰ πάντα μὲν
ἀθρόως ἀπολαβούσης τῆς ἀνεκφράστου καὶ ἀπειρομεγέθους
δυνάμεως τοῦ θεοῦ τῶν ὅλων, δευτερευούσης
δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ
τρίτης δὲ ἤδη μετὰ τὴν δευτέραν
οὐσίαν ἐν χώρᾳ σελήνης καθισταμένης τοῦ ἁγίου
πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ
τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέγουσιν, εἰς
ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑπο-
ἀλλὰ τοῦτο μὲν, τρίτην ἐπέχον τὴν
τάξιν, τοῖς ὑποβεβηκόσι τῶν ἐν αὐτῷ κρειττόνων δυνάμεων
ἐπιχορηγεῖ, οὐ μὴν ἀλλὰ καὶ ἀντιλαμβάνει
παρ᾿ ἑτέρου [του ἢ παρὰ θεοῦ λόγου,] τοῦ δὴ καὶ
ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν
τῆς ἀνωτάτω καὶ ἀγεννήτου φύσεως θεοῦ τοῦ παμβασιλέως·
παρ᾿ οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ
θεὸς λόγος, καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα
τὴν δὲ τῶν ὅλων ἀγένητον ἀρχὴν, ἀγαθῶν ἁπάντων
οὖσαν πηγὴν, θεότητός τε καὶ ζωῆς ὁμοῦ καὶ
φωτὸς καὶ πάσης ἀρετῆς αἰτίαν, καὶ πρώτην γε οὖσαν
ἐπινοίας ἐπέκεινα, τὰ μὲν πάντα ὅσα περ ἐν
ἀρρήτοις δυνάμεσι περιείληφε τῷ πρώτῳ γεννήματι
κοινωνεῖν μόνῳ, ὡς ἂν μόνως οἵῳ τε χωρεῖν καὶ
ἀποδέχεσθαι τὴν τοῖς ἄλλοις οὐκ ἐφικτὴν οὐδὲ χωρητὴν
τοῦ πατρὸς τῶν ἀγαθῶν ἀφθονίαν.
τὰ δ᾿ ἐν
δεδωρῆσθαι.
ἔνθεν οἱ πάντες Ἑβραίων
θεόλογοι, μετὰ τὸν ἐπὶ πάντων θεὸν καὶ μετὰ τὴν
ἑξῆς δὲ
οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ ἀστέρα φασὶν ἀστέρος
διαφέρειν ἐν δόξῃ. θνητῇ μὲν οὑν φύσει οὐκ ἔστιν
ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.’
οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν ἀσωμάτοις δυνάμεσιν
ἐπινοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε
καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος
διαφορὰ τυγχάνει, ἀναρίθμητά τε φῦλα καὶ
γένη, ἀλλ’ οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ.
διὸ καὶ
αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ’ ὃ
καὶ εἰώθαμεν ὀνομάζειν καθ’ ὑπερβολῆς ἔμφασιν τὰ
πολλὰ καὶ ἄπειρα μυρία.
ἄλλος δέ τις προφήτης
περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν ὧδέ πως τὸν ποιητὴν
τῶν ἀπάντων θεολογεῖ, φάσκων κύριε ὁ θεός
μου μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν
ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν
τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς
αὐτοῦ πυρὸς φλόγα.”
μή τοι νομίσῃς τοῦ παρ’
ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ
δηλούμενα, μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος
πνευμάτων· ἀλλ’ οἶόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν
καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς
οὐρανίους, ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους
καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας
τε καὶ φωστῆρας, τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ
τὸν τῆς δικαιοσύνης φασὶν ἥλιον, καὶ τὸ τούτου
σύζυγον ἅγιον πνεῦμα.
τὰ δὲ πάντα ἀθρόως
αὐτῷ υἱῷ καὶ ἁγίῳ πνεύματι, νοερά τε ζῷα καὶ λογικὰ,
σὺν καὶ τοῖς κατ᾿ οὐρανὸν φαινομένοις, οὐρανόν
τε αὐτὸν, καὶ ὅσα ἔνδον οὗτος ἐν αὐτῷ περιλαβὼν
ἔχει, μόνῳ τῷ ἐπὶ πάντων θεῷ, τῷ διὰ πάντων
καὶ ἐν πᾶσι παμβασιλεῖ καὶ πανηγεμόνι καὶ αἰτίῳ
τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων ποιητῇ τε καὶ
νέμειν παρακελεύεται, φάσκουσα
“αἰνεῖτε τὸν θεὸν
φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ
ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ
ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐ-
ἔθετο, καὶ οὐ παρελεύσεται.”
Τοιαῦτα καὶ τὰ παρὰ Ἑβραίων δόγματα, ἃ
καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς,
καὶ τὰ κατ᾿ οὐρανὸν ἅπαντα, τά τε ἐπέκεινα οὐρανοῦ
σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ
αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων
ἡ πάντων ἀρχὴ τὸν αὐτοῦ πατέρα μόνον ἡγεῖσθαι
θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.
Ἕπεται καὶ περὶ τῆς ἐναντίας δυνάμεως
πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς
μέλλοντας κληρονομεῖν βασιλείαν, τούς τε ἱεροὺς ἀγ-
δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν
θεὸν, κἄπειτα τῶν κατ᾿ οὐρανὸν δίκην ἄστρων,
τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὸ σύζυγον αὐτῷ ἅγιον
πνεῦμα περιπολεῖν, τῆς τε τούτων χορηγίας τοῦ φωτὸς
ἀπολαύειν· διὸ καὶ φωστῆρσι τοῖς κατ᾿ οὐρανὸν
εἰκότως παραβάλλεσθαι·
τὴν δὲ ἐκ τούτων παρατετραμμένην,
καὶ τῆς τῶν κρειττόνων χορείας δι᾿ οἰ-
τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ
ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον
αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσε-
θῆρά τε ἄγριον, καὶ ἀνθρωποβόρον λέοντα, καὶ πάλιν
τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀποκαλεῖν εἴωθεν.
ὑπόθεσιν δ’ αὐτῷ φασιν οἶ θεῖοι λόγοι γεγονέναι
τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν,
ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν
διηγούμενοι “πῶς πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ
ὁ ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν
γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας
ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι,
ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον
καὶ πάλιν ‘τάδε
λέγει κύριος, ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας, ,
θεός εἰμι ἐγὼ, κατοικίαν θεοῦ κατῴκηκα.” καὶ
αὖθις “σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος
κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης,
πάντα λίθον χρηστὸν ἐνδέδεσαι” καὶ τὰ ἑξῆς.
οἷς ἐπιλέγει ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ
λίθων πυρίνων ἐγεννήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις
σου, ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ
σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοὺ κάλλους
σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρ-
ριψά σε.”
Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων
δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν
καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι’ οἰκείαν μεγαλαυχίαν
καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν
βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς
χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι
χῶρον, κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου
θεοῦ, Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι
προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ’ ἡμῖν, τὸ δ’
ὑπὸ τῶν θείων λογίων δηλούμενον, ἀντικατηλλάξατο
ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου
χάριν τῶν εὐσεβείας ἀθλητῶν, ἀμφὶ γῆν καὶ τὸν ὑπὸ
σελήνην ἀέρα καταλειφθὲν, τῆς ἐν ἀνθρώποις πολυθέου
γέγονε.
τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ
προσφυεῖς τἀς προσηγορίας, γυμνότερον μὲν, ὅτε
πνεύματα πονηρὰ καὶ δαίμονας, ἀρχάς τε καὶ ἐξουσίας,
καὶ κοσμοκράτορας, καὶ πνευματικὰ πονηρίας
ἐπονομάζει· συμβολικῶς δὲ, ὅτε τὸν θεοφιλῆ παρορμῇ
μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων
στῖφος, δι’ ὧν φησιν “ἐπ' ἀσπίδα καὶ βασιλίσκον
ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.·
δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφὰς
αὐτοὺς θεοὺς ἀναγορεύεσθαι, καὶ τἀς ἐπὶ θεῷ τιμὰς
εἰς ἑαυτοὺς ὑφαρπάζειν, μαντείαις τε πειρᾶσθαι καὶ
χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς
βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας
μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο.
διαρρήδην παιδεύουσιν ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν
νυνὶ δὲ, σὺν θεῷ φάναι, διὰ τῆς τοῦ
σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας πάντα τὰ
μεμαθήκαμεν.
Κἀνταῦθα πάλιν ἡ μὲν τῶν Φοινίκων καὶ
Αἰγυπτίων ζωογονία αὐτόματον εἰσῆγε τῶν ἐπὶ γῆς
προελθεῖν διαγράφουσα, κατ᾿ οὐδέν τε τὴν ἄλογον
διαφέρειν τῆς λογικῆς ψυχῆς τε καὶ οὐσίας ὑποτιθεμένη.
ταῦτα γοῦν ἐδήλουν αἱ προπαρατεθεῖσαι
τῶν παρ᾿ αὐτοῖς συγγραφέων λέξεις. παῖδες δὲ πάλιν
Ἑβραίων εἰκότως ἡμῖν προτετίμηνται, τὰ περὶ
τῆς πρώτης ἀνθρώπων συστάσεως παγκάλως καὶ σοφῶς
καὶ ἀληθῶς διειληφότες,
ὅτι δὴ τῶν ἐν ἡμῖν
τὸ μέν τι φασὶ θεῖον εἶναι καὶ ἀθάνατον, ἄσαρκόν
γεγενημένον, εἶναι δὲ αὐτὸν ἔργον θεοῦ, ἀλλ᾿ οὐ τύχης
οὐδ᾿ αὐτομάτου φύσεως, αὐτοῦ δὲ τοῦ τῶν ὅλων
αἰτίου, κρίσει θείᾳ βεβουλημένου μηδὲ τὰ κατὰ γῆν
νοερᾶς καὶ λογικῆς οὐσίας ἀμοιρεῖν, ὅπως διὰ πάντων
λογικῶν καὶ τῆς αὐτοῦ θειότητος ἀντιληπτικῶν ὁ
προσήκων ὕμνος ἀναπέμποιτο.
οὕτω δ᾿ οὖν περιέχει
τὰ Ἑβραίων λόγια “καὶ εἶπεν ὁ θεὸς, ποιήσωμεν
ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν·
καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ
“Αλλ' οἶ μὲν ἄλλοι, τῆς αἰθερίου φύσεως
ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα,
σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ
ἐστιν ὁ ἀίδιος “ἐνέπνευσε ἐνέπνευσε γὰρ” φησὶν ὁ
θεὸς‘‘ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο
τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίζεσθαι.
διὸ
καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γενέσθαι,
οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων.
ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν
ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης ἀπεικονισθείσης, καὶ τὸ
σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς
μοῖραν, οὐρανὸν, τὰς ὄψεις ἀνατεῖναι.”
Ταῦτα μὲν οὕτος. εἰκότως δῆτα καὶ ἡ θεία
γραφὴ οὐχ ὧς τὰ λοιπὰ ζῷα γεγονέναι τὸν ἄνθρωπόν
φησι· τὰ μὲν γὰρ ἀπὸ γῆς προελθεῖν ἑνὶ κελεύσματι
τοῦ παμβασιλέως θεοῦ, τὰ δ’ ἐκ τῆς ὑγρᾶς οὐσίας
ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ
γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτοὺς αὐτοὺς, κατ’ εἰκόνα
θεοῦ καὶ καθ’ ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι·
πρὸς ὃ καὶ ὁρᾶσθαι ἀρχικὸν καὶ βασιλικὸν τὴν φύσιν,
μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημι-
διὸ τὰ μὲν
θητεύειν καὶ χώραν οἰκετῶν παρέχειν ἀνθρώπῳ,
τοῦτον μὲν οὖν κατ’ εἰκόνα φασὶ θεοῦ καὶ καθ’
ὁμοίωσιν πρὸς αὐτοῦ τοῦ θεοῦ μετά τινος διαφερούσης
ὑπεροχῆς ὑποστῆναι. διὸ καὶ θεοῦ ἐννοίας εἰς
φαντασίαν ἰέναι, σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης
ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι, δρόμους τε ἡλίου
χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται.
τὸ δὲ τούτῳ περιπεπλασμένον ἔξωθεν
ἑτερογενὲς μὲν ὑπάρχειν τὴν οὐσίαν καὶ γηγενὲς,
εἶναι δὲ καὶ αὐτὸ θεοῦ ἔργον ἀπὸ γῆς ληφθὲν καὶ
εἰς αὐτὴν ὑποστρέφον. διὸ καὶ χρῆναι τούτου μὲν
ὅσα καὶ ἀλόγου θρέμματος τὸν δεσπότην ἠχθισμένου
φροντίζειν φροντίζειν, ἄγειν τε πράως αὐτὸ, καὶ τρέφειν οἷα
δοῦλον, πρὸς ἀνθρωπείου βίου διακονίαν εὖ προσηνωμένον,
ἅτε καὶ πρὸς τοῦ πάντων αἰτίου τετιμημένον.
λέγει
δείσω, χορείαις συγκαταλέξας θείαις.
καὶ τὸν μὲν
τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι
διὸ καὶ μάλιστα προσήκειν
εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι, καὶ τὸ πρώτως
πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι,
σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ
ἀποκατάστασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως
οὐχ ὧδε ἐπὶ γῆς εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν,
ἀλλ’ ἐκεῖθεν ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε.
διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νοερᾶς οὐσίας, ἐφ’ ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις.
Τοιαῦτα καὶ τὰ περὶ ἀνθρώπου φύσεως
Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς
ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἱ χθιζοί τινες καὶ
κομιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες, τά τε βαρβάρων
ὑποσυλᾶν διανοηθέντες διανοηθέντες, καὶ τῶν παρ’ Ἑβραίοις οὐκ
ἀπέσχοντο, ὡς προι·ὼν ὁ λόγος αὐτίκα μάλα ἐπιδείξει.
ἀλλ’ ἐπεὶ τῶν Ἑβραἱκῶν δογμάτων ἴδιον ἦν τὸ
ἴνα τῶν ἀπάντων ποιητὴν νομίζεσθαι τὸν ἐπὶ πάντων
θεὸν, αὐτῆς τε τῆς ὑποκειμένης τοῖς σώμασιν
οὐσίας, ἣν ὕλην προσαγορεύουσιν Ἕλληνες· τούτῳ
ἔστησαν, οἶ μὲν κακίας πηγὴν τὴν ὕλην εἶναι ἀποφηνάμενοι
ἀγέννητόν τε ὑπάρχειν, οἶ δὲ τῇ μὲν οἰκείᾳ
φύσει ἄποιον καὶ ἀσχημάτιστον, τῇ δὲ τοῦ θεοῦ
δυνάμει τὸν κόσμον αὐταῖς ποιότησι προσειληφέναι,
δεικτέον ὡς πολὺ κρεῖττον ἡ Ἑβραίων ἐπέχει δόξα,
μετ’ ἀποδείξεως λογικῆς παρισταμένη τῷ προβλήματι,
καὶ τὸν ἐναντίον λογισμοῖς ὀρθοῖς ἀποσκευαζομένη
θήσω δὲ φωνὰς τῶν πρὸ ἡμῶν τὸ δόγμα
“Οὐδ' ἐκεῖνοι μὲν γὰρ ὅσιοι οἱ τὴν ὕλην
ὡς ἀγέννητον ὑποχείριον εἰς διακόσμησιν διδόντες
καὶ πόθεν
γὰρ ὑπάρχει καὶ τῷ θεῷ καὶ τῇ ὕλῃ τό τε ὅμοιον
καὶ τὸ ἀνόμοιον διασαφείτωσαν. ἑκατέρου γὰρ δεῖ
τινα ἐπινοῆσαι κρείττονα, ὅ μηδὲ θεμιτὸν ἐννοῇς αἰ
περὶ τοῦ θεοῦ. τό τε γὰρ ἀγέννητον, ὅμοιον ἐν ἀμφοτέροις
λεγόμενον, καὶ ἕτερον νοούμενον παρ’ ἑκατερον,
πόθεν ἐν αὐτοῖς ἐγένετο;
εἰ μὲν γὰρ αὐτὸ
ἀγέννητόν ἐστιν ὁ θεὸς, καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς
ἂν εἴποι τις, ἡ ἀγεννησία, οὐκ ἂν ἀγέννητον εἴη ἡ
ὕλη· οὐ γὰρ ταὐτόν ἐστιν ἡ ὕλη καὶ ὁ θεός·) εἰ δὲ
ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ
ταῦτα συνυπάρχειν συνυπάρχειν, μᾶλλον δὲ τοῦτο ἕτερον αὐτῶν
τὴν ὕλην ἐφ’ ἑαυτῆς ὑπάρχειν, καὶ ἡ τῆς ἐναντίας
ἕξεως διαφορά.
εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι’ ἣν,
ἀμφοτέρων ὄντων ἀγεννήτων, ὁ μὲν θεὸς ἀπαθὴς,
καὶ
πῶς ἥρμοσαν καὶ συνέδραμον συνέδραμον; πότερον κατὰ τὴν τῆς
ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν
ὁ θεός; ἀλλὰ τοῦτό γε ἄτοπον ὁμοίως ἀνθρώποις
χρυσοχοεῖν καὶ λιθουργεῖν καὶ κατὰ τὰς ἄλλας τέχνας,
ὅσας αἶ ὗλαι μορφοῦσθαι Λαὶ τυποῦσθαι δύνανται,
χειροκμητεῖν τὸν θεόν.
εἰ δὲ οἴαν αὐτὸς ἐβούλετο
ὑπόστασιν τῶν ὅλων τὸν θεὸν ἀγέννητον εἶναι κρατύνει.
τῷ γὰρ εἶναι ἀγέννητον ἅμα καὶ τό πως εἶναι προσῆψε. πολὺς μὲν οὑν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ’ οὐ νῦν ἡμῖν πρόκειται· συγκρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους εὐφημότεροι οὑτοι.”
Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν Διονυσίου καὶ τῶν Ὠριγένους δὲ ἄκουε
“Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους
ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον
ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων,
μηδὲ οἰκοδόμος χωρὶς λίθων, ζητητέον πρὸς αὐτοῦ
περὶ δυνάμεως θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται
οὐδὲ ἀτονούσης, οὐ δύναται ὑποστῆσαι ὃ βούλεται.
ᾧ γὰρ λόγῳ τὰς ποιότητας, (κατὰ πάντας
πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ,) οὐκ οὔσας ὡς
βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ
ἀφάτῳ αὐτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ
τὴν οὐσίαν ὅσης χρῄζει ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις
ποιῆσαι γενέσθαι.
ἀπορήσομεν γὰρ πρὸς τοὺς
οὐ βουλομένους ταῦθ’ οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ
αὐτοῖς εὐτυχηκέναι τὸν θεὸν, ἀγέννητον εὑρόντα τὴν
ἦν, οὐδ.ὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ’ ἔμενεν οὐ
πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας
τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει;
οἱονεὶ γὰρ πρόνοιά τις πρεσβυτέρα θεοῦ
ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ θεῷ,
προνοουμένη τοῦ τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ
πόθεν δὲ καὶ δεκτικὴ γεγένηται πάσης ἧς βούλεται
ὁ θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ θεοῦ ἑαυτῷ τοσαύτην
καὶ τοιαύτην ποιήσαντος ὁποίαν ἔχειν ἐβούλετο;
καθ’ ὑπόθεσιν γοῦν ἀποδεξάμενοι τὸ ἀγέννητον
εἶναι τὴν ὕλην ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο
βουλομένους, ὅτι εἰ προνοίας οὐχ ὑποβαλλούσης τὴν
καὶ εἰ αὐτὸς, μὴ οὔσης ὕλης, ἐβούλετο κατασκευάσαι
αὐτὴν, τί ἂν πλέον ἡ σοφία καὶ ἡ θειότης αὐτοῦ
πεποιήκει τοῦ ἐξ ἀγεννήτου ὑποστάντος ὑποστάντος; εἰ γὰρ εὑρίσκεται
ταὐτὸν γενόμενον ἂν ὑπὸ τῆς προνοίας,
ὅπερ καὶ χωρὶς προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ
τοῦ κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην;
ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰπεῖν
οὕτω τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τεχνίτου
σοφοῦ αὐτὸν τοιοῦτον γεγονέναι, οὕτω καὶ τὸ τὴν
πρὸς μέντοι γε τοὺς παραβάλλοντας
ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ λεκτέον
ὅτι ἀνομοίως παραβάλλουσι. πρόνοια γὰρ παντὶ τεχνίτῃ
ὑποβάλλει τὴν ὕλην ἀπὸ προτέρας τέχνης, ἢ
Τοσαῦτα καὶ οὗτος. καὶ ὁ Ἑβραῖος δὲ Φίλων ἐν τῷ περὶ τῆς προνοίας ταῦτα περὶ τῆς ὕλης διέξεισι
’ Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν
ὄντως, ἐκεῖνο λεκτέον. ἐστοχάσατο πρὸς τὴν
μήτ’ ἐνδέοι μήθ’ ὑπερβάλλοι. καὶ γὰρ ἄτοπον ἦν
ttotg μὲν κατὰ μέρος τεχνίταις, ὁπότε τι δημιουργοῖεν,
καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες
σταθμήσασθαι, τὸν δ’ ἀριθμοὺς καὶ μέτρα καὶ
τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ φροντίσαι
τοῦ ἱκανοῦ.
λέξω δὴ μετὰ παρρησίας ὅτι οὔτ’
ἐλάττονος οὔτε πλείονος οὐσίας ἔδει τῷ κόσμῳ πρὸς
κατασκευὴν, ἐπεὶ οὐκ ἂν ἐγένετο τέλειος, οὐδ’ ἐν
πάσι τοῖς μέρεσιν ὁλόκληρος, εὑ δὲ δεδημιουργημένος
ἐκ τελείας οὐσίας ἀπετελέσθη. πανσόφου γὰρ
τὴν τέχνην ἴδιον, πρὶν ἄρξασθαί τινος κατασκευῆς,
ἄνθρωπος μὲν οὐν κἂν εἰ
τῶν ἄλλων τὴν ἐπιστήμην διαφέροι, μὴ δυνάμενος
κατὰ τὸ παντελὲς ἐκφυγεῖν τὴν συγγενῆ τῶν θνητῶν
πλάνην, ἀπατῷτο ἂν ἴσως περὶ τὴν ποσότητα τῆς
ὕλης, ὁπότε τεχνιτεύοι, τοτὲ μὲν ὡς ἐλάττονι προστιθέναι,
τοτὲ δὲ ὡς περιττῆς ἀφαιρεῖν· ὁ δὲ πηγή
τις ὢν ἐπιστημῶν ἐνδέον ἢ περιττεῦον οὐδὲν ἔμελλεν
ὑποβάλλεσθαι, μέτροις ἅτε χρώμενος εἰς ἀκρίβειαν
ὑπερφυῶς πεπονημένοις ἅπασιν ἐπαινετοῖς.
ὁ δὲ βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι
Καὶ τὰ μὲν τοῦ Φίλωνος τοῦτον ἐχέτω τὸν
τρόπον. Μαξίμῳ δὲ τῆς Χριστοῦ διατριβῆς οὐκ
ἀσήμῳ ἀνδρὶ καὶ λόγος οἰκεῖος συγγέγραπται ὁ
Περὶ τῆς ὕλης. ἐξ οὗ μοι δοκῶ μέτρια χρησίμως
“Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγέννητα
δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα
δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ
πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι
κεχώρισται τῆς ὕλης ὁ θεὸς θεὸς, ἢ αὖ πάλιν ὅτι ἀμέριστος
εἰ μὲν οὖν ἡνῶσθαί τις
αὐτὸν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγέννητον λέξει· ἑκάτερον
γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ
μέρη τυγχάνοντα οὐκ ἔσται ἀγέννητα δύο, ὡς οὐδὲ
διάφορα μέρη κατακερματιζόμενα εἰς πολλὰ γεννητὰ,
ἀλλ’ ἢ ὡς ὁ λόγος ἀπαιτεῖ) ἔν τι γεννητὸν τὸν ἄνθρωπον
πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν.
οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ θεὸς,
εἰ δὲ κεχωρίσθαι
φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων,
ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον
γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος
ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται· ὅπερ
οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων
ὅσων.
ὃν γὰρ ἐπὶ τῶν δύο ἀγεννήτων εἴπομεν
λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν,
εἰ τὰ ἀγέννητα δοθείη τρία. καὶ γὰρ ἐπὶ τούτων
εἰ μὲν γὰρ ἡνῶσθαί
τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ
λόγον· εἰ δ’ αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν
ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν.”
“Αν δὲ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον
τόπῳ τῇ ὕλῃ τὸν θεὸν, ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ,
τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν
ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν
δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.
ἀλλὰ
μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ
ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη,
τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ
τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν
ἀνάγκη. εἰ γὰρ ἦν ποτὲ ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ
αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτὲ
ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός.
δικαίως δ’ ἂν καὶ
τοῦτον ἐροίμην τὸν λόγον, πότερον ἐπλήρου τὴν ὕλην
ὁ θεὸς, ἢ ἐν μέρει τινὶ τῆς ὕλης ἦν. εἰ μὲν οὖν ἐν
μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖστον
ὅσον μικρότερον τῆς ὕλης λέγει, εἰ δὴ μέρος
αὐτῆς ὅλον ἐχώρησεν αὐτόν· εἰ δ’ ἐν πάσῃ εἶναι
λέγοι τῇ ὕλῃ, πῶς ταύτην ἐδημιούργει φραστέον.
ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς
γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν,
ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα
ὑποχωρήσεως τόπον.
εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ
εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ πότερον ὡς
διισταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ. καὶ ὥσπερ ἐν ἀέρι
εἰ μὲν
γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν
εἰπεῖν· εἰ δ᾿ ὥσπερ ἐν γῇ τὸ ὕδωρ, ἦν δὲ ἄτακτος
ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ
κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων
καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι
δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις,
ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεὸν καὶ τοῦτο
φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν
εἶναι λέγεις.”
“Εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν
ὑπονοεῖν ἀγένννητον ὑπάρχειν ἔλεγες, πολὺν
ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγέννητον· ἐπεὶ δὲ τὴν τῶν
κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας,
διὰ τοῦτ᾿ ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί
μοι δοκῶ. φανεροῦ γὰρ γενομένου τοῦ λόγου καθ᾿
ὃν τρόπον ἐστὶ τὰ κακὰ καὶ ὅτι οὐχ οἶόν τέ ἐστιν
ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην
αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί
μοι δοκεῖ.
Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἧς τὴν τοῦδε τοῦ κόσμου γένεσιν ἐδημιούργησεν.
Οὕτω μοι δοκεῖ.
οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων ποιητὴς γέγονεν ὁ θεός.
Οὕτως ἔχει.
Ἐπεὶ δέ σου καὶ λέγοντος ἔμπροσθεν ἤκουον
Δοκεῖ.
Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς;
Οὕτως ἔχει.
Εἰ μὲν οὖν μήτε ἐξ ὑποκειμένων ποιοτήτων
αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι εἰπεῖν ἀναγκαῖον.
ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι
δοξάξειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρὸς τοῦ θεοῦ.
ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ
γὰρ παρ’ ἡμῖν θεωροῦμεν ἀνθρώπους ἐξ οὐκ ὄντων
ποιοῦντάς τινα, εἰ καὶ ὅτι μάλιστα δοκοῦσι ποιεῖν ἔν
τινι, οἷον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν.
καὶ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων
καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν.
εἰ δ’, ὅτι τούτοις
ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν
ἡ ποιοῦσα τὴν πόλιν, ἢ αὖ πάλιν τοὺς ναοὺς, ἀλλ’
ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης
τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται, ἀλλ’
ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται.
ἀπαντήσειν δέ
μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει
τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο
λέγεσθαι τοῦτ’ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ
ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης γίνεται. οὐ
γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν δοῦναι τὴν
τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶν καὶ τῶν τότε
τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γίνωνται.
ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς
φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ
δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ
τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.
ἐπεὶ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν
καί σου βραχέα πυθέσθαι βούλομαι. τὰ κακὰ πότερον
οὐσίαι σοι δοκοῦσιν εἶναι, ἢ ποιότητες οὐσιῶν;
Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ.
Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος,.
Οὕτω προλαβὼν ἐξεῖπον τῷ λόγῳ.
Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν,
ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν
εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς
ὁ θεός. ὅτε τοίνυν οὐδ’ οὕτως ἀναίτιον τῶν κακῶν
δυνατὸν εἰπεῖν τὸν θεὸν, ὕλην αὐτῷ προσάπτειν
εἰ μὲν ἐκ φιλονεικίας
ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν
κακῶν ἠξίουν ὁρίζεσθαι ’ ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον
καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν
ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι
ἀξιῶ συγχωρεῖν.
Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν
εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδὴν, ὅτι
τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως, καὶ
σὲ δὲ οὐτῶ διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἴῳ
Σαφῶς παραστῆναί μοι δοκεῖς καὶ τὰ κακὰ
οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ
ὄντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὗτος, καὶ τὰ κακὰ οὐσίας
εἰναι;
Δοκεῖ.
Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται;
Οὕτως ἔχει.
Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;
Οὕτω μοι φαίνεται.
Αἶ’ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπόταν ὁ ἐνεργῶν παρῇ;
Οὕτως ἔχει.
Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἔσται ποτέ;
Ούκ ἔσται.
Οὐκοῦν εἰ ἡ οὐσία σωματική τις ἐστὶ σύστασις,
αὕτη δὲ οὐ δεῖταί τινος, ἐν ὁ γενομένη τὸ
εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος,
αἶ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ
εἰ δὲ οὐσίαι τὰ κακὰ, κακὸν δὲ ὁ φόνος, οὐσία
ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει
τινὸς, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα
οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον
λέγομεν δὲ
τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ
ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων
αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ
ὁ φόνος ἐστὶν ἡ οὐσία οὔτ’ αὖ πάλιν ἡ μοιχεία οὔτε
τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς
ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς
ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς, τῆς οὐσίας
οὔτ’ ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς
ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν
προσηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτ’ ὡς ὀνομάζεσθαι
φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν
οὐσίαν ὄνομα προσλαβάνειν, οὐδ’ ὁπότερον οὖσαν
αὐτῶν.
καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον
ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις
αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ
ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἔστι καὶ αὐτὸς κακὸς ἐξ
ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται,
ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ,
οὐκ ἔστιν αὐτὸς, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ ὧν
τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει.
εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ
δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις
ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ ταῦτ’ ἐστὶν αὐτὸς,
ταῦτα δ’ ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα
δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς
ἀνθρώπων, ἔσονται τούτων οἶ ἄνθρωποι ποιηταὶ,
καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ’ εἶναι αἴτιοι.
εἰ δὲ
εἰ
δὲ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ
ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κάκεῖνος εἶναι κακὸς,
ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει,
οὐκ ἔσται ἀνάρχως κακὸς, οὐδὲ ἀγέννητα τὰ κακὰ
τῷ γεννητὰ πρὸς αὐτοῦ εἶναι φάναι.
Τὸν μὲν πρὸς τὸν ἕτερον, ὢ φίλε, λόγον
ἱκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ὣν γὰρ προύλαβες
τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς
ἀληθῶς γὰρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ
τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός.
οὗτος
μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ
δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ
γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν
ἄποιος. καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα
αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος,
ὅπερ ἐστὶν ποιότητος εἶδος.
ὅθεν, εἴ σοι
ἔνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾐ, τούτων δὲ
ἀπάντων ἡ ὕλη αἰτία.
Τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὠ
φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ.
προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ
ἁπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις,
ἀλλ’ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων.
οὐδὲ γὰρ εἰ ὁ προσζητῶν παρὰ λόγον ὁρισάμενος
προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα.
Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν
ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ’ οὕτως
ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας
καὶ ταύτας ὑπάρχειν.
οὐκοῦν οὐσίας τε
οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν
λέγειν τὸν θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν
τινὰ δόξω λόγον, ἀπόκριναι νῦν ἐρωτώμενος,
τίνι τρόπῳ δημιουργὸν εἶναι φῄς τὸν θεόν;
πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ’ ὑπάρχειν
ἐκείνας αἴπερ ἦσάν ποτε, ἀλλ’ ἑτέρας παρ’
αὐτὰς γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν
ἐκείνας αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας
ἔτρεψεν αὐτῶν;
Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγο-
νέναι καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται
τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθ’
ἃς δημιουργὸν εἶναι λέγω τὸν θεὸν, καὶ ὥσπερ εἰ
τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ
ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία
γενόμενοι οἶ λίθοι
τῇ γὰρ ποιότητι τῆς σὺν
θέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι
τῆς προτέρας τῶν λίθων ποιότητος), οὕτω μοι
δοκεῖ καὶ τὸν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν
Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων
πρὸς τοῦ θεοῦ γεγονέναι φῄς, ἀπόκριναί μοι βραχέα
πυθέσθαι προαιρουμένῳ. λέγε δὴ εἰ ὁμοίως καὶ σοὶ
δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν;
Δοκεῖ.
Ἄνωθεν δὲ ἦσαν αἶ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι;
Συνεῖναί φημι ἀγεννήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.
Οὐχὶ δὲ τὸν θεὸν φὴς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι ;
Τοῦτό φημι.
Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τὸ χεῖρον ;
Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.
Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακὰ, τὰς
δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ θεὸς,
πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη; οὐ γὰρ ἔμειναν αἶ
ποιότητες ὁποῖαί ποτ’ ἤσαν τῇ φύσει. ἢ, εἰ μὲν πρό-
τερον οὐκ ἦσαν ποιότητες κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι
πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην
γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὁ
θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ
εἶναι κακάς·
ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμή- σεως ἕνεκα, πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις ;
Οὕτως ἄνωθεν ἔσχον ἐγώ.
Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας
ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον
μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ
εἰ γὰρ μηδ’ ὅλως
ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει
μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει,
μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέπειν
εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἷναί μοι
δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ
ἀλλὰ μὴν καὶ
τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ,
τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον
τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπ’
ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν
ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ
αὐτὴν διακριθῆναι τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν
παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς
αἴσθησιν λαμβάνει τῶν κακῶν.
καί μοι ἐπ’
ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ
καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς
ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως
εἶχεν· ἀφ’ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται,
καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει,
καὶ τοῦθ’, ὅπερ ἐπὶ εὐεργεσία τῆς ὕλης
πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον
εἰ δ’ ἐκ
τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ
πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν.
τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν
αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον
πρός τινος κρείττονος.
εἰ μὲν οὖν τὸν
ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ
διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται θεοὶ, νικὰν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεὸν, εἴπερ θεὸν ἐκεῖνό φαμεν ὃ τὴν ἁπάντων ἐξου- σίαν ἔχει;
Βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυ-
θέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ
τις ἢν ἡ ὕλη, ἢ σύνθετος γὰρ διαφορὰ τῶν γε-
γονότων εἰς τοιαύτην με περιίστησιν ἐξέτασιν τοῦδε
τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ
μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος, καὶ ἐκ διαφόρων
οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει * * * τὸ
γὰρ σύνθετον ἁπλῶν τινων μίξιν μηνύει.
εἰ δ’
αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως
ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν
συνετέθη, ἦν ποτε καθ’ ἑαυτὰ τὰ ἁπλὰ, ὧν
συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ
οὖσα δείκνυται.
εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ
σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἢν ποτε καιρὸς
εἰ δὲ ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἣν, οὐκ ἦν δέ ποτε
καῖρος ὅτε τὸ ἀγέννητον οὐκ ἢν, οὐκ ἔσται ἀγέννητος
ἡ ὕλη.
τὸ δ’ ἐντεῦθεν ἄρα ἔσται πολλὰ τὰ ἀγέννητα.
εἰ γὰρ ἦν ἀγέννητος ὁ θεὸς καὶ τὰ ἁπλὰ ἐξ
ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο μόνα τὰ ἀγέννητα.
δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ
ἀντικεῖσθαι;
Δοκεῖ.
Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ;
Ἀντικεῖσθαί μοι φαίνετ·αι.
Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμὸν, πρὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;
Οὕτως ἔχειν μοι δοκεῖ.
Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ έαυτῶ̣
ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης
Δοκεῖ.
Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά;
Οὕτως ἔχει.
Τί δέ; οὐ δοκεῖ σοι ἀνατρεπτικὸν μὲν εἶναι τοῦ
πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα
ὅσα τοι τοις παραπλήσια;
Δοκεῖ.
Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναι-
ρετικὰ, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν
οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον·
τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πεφυκεν.
οἶον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται,
πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται καὶ τὸ φῶς
ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται‚ πρὸς δὲ τὸ
σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως
πλεῖστα ὅσα εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν
αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων
ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.’’
Τοσαῦτα καὶ ὁ προδηλωθεὶς συγγραφεύς. αὐ-
τάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λόγου, ἐπὶ τὸν
ὄγδοον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβάντες,
τὰ λείποντα τῷ προκειμένῳ σκέμματι, σύμμαχον
ἐπικαλεσάμενοι τὸν θεὸν, ἀναπληρώσομεν
ΠΡΟΟΙΜΙΟΝ.
Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων‚ τόν δὴ καὶ
τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν,
πρόσθεν ἢ Μωσἐα φανῆναι πάσης ἀρετῆς
καὶ παιδεύματα ‚ καὶ προσέτι τὰς παναληθεῖς καὶ
εὐσεβεῖς αὐτῶν θεολογίας ‚ ὣν εἰς ἔρωτα καὶ πόθον
ἐλθεῖν ὡμολογήκαμεν ‚ διελθὼν ἐν τῷ πρὸ τούτου)
μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν
κατὰ Μωσἐα πολιτείαν ‚ δεύτερον ἐπέχουσαν εὐσεβείας
μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμὸν ‚ τὸν δὴ καὶ
ὡς
γὰρ μόνοις Ἰουδαίοις ‚ οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν
οἰκουμένην ἔθνεσιν, ἦν ἁρμόδια τὰ διὰ Μώσεως,
οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώποις ‚ λέγω δὲ τοῖς πόρρω
που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ βαρβάροις,
φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν.
νυνὶ δὲ καὶ τούτου, λέγω δὲ τοῦ κατὰ
Μωσέα βίου, τὸν τρόπον ‚ οὐκ ἐμαῖς φωναῖς, αὐτῶν
δὲ μόνων πάλιν τῶν παρὰ τοῖς ἀνδράσιν ἐπὶ. τῇ πατρίῳ
δεδοκιμασμένοις παιδεύσει ‚ παραθήσομαι · καὶ
ὥσπερ οὑν Φοίνικας καὶ Αἰ-
γυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσιν γνωρίμων
κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην,
ταύτῃ μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως
εἰσποιεῖσθαι ‚ ἀλλὰ μὴ ἡμὰς αὐτοὺς τὰ ὀθνεῖα
νομίζεσθαι κατασχεδιάζειν.
Πρὶν δ’ ἐπὶ τοῦτ’ ἐλθεῖν, ὅπως εἰς Ἕλληνας
τὰ παρ’ αὐτοῖς παρῆλθε λόγια, καὶ τίς ὁ τρόπος
συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν
ἑρμηνείας ‚ δι’ ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ
δι’ ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα
ἐπειδὴ γὰρ ὅσον οὔπω τὰ τῆς τοῦ σωτῆρος ἡμῶν
βιωφελοῦς κηρύξεως ἔμελλεν ἐπὶ τῆς Ρωμαίων ἀρχῆς
εἰς πάντας ἐκλάμπειν ἀνθρώπους, λόγος τε οὐχ ὁ
τυχὼν ᾕρει τὰς περὶ αὐτοῦ προφητείας τόν τε βίον
τῶν πάλαι θεοφιλῶν Ἑβραίων καὶ τὰ τῆς εὐσεβοῦς
προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς
μακρὸν ἀναφανησομένου σωτῆρος ‚ διδασκάλου τε
εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ’
ἥλιον ἔθνεσι καταστησομένου ‚ προρρήσεις ἀποκαλυφθῆναι
τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ’ ἀκριβὲς
μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας
ὧν γὰρ οὐκ ἂν
ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν
τὰ παρ᾿ αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον,
γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος
μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς
πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπι-
ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς, τόνδε πρὸς
λέξιν ἱστοροῦντος τὸν τρόπον
“Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης
οἰκουμένην βιβλία, καὶ ποιούμενος ἀγορασμοὺς καὶ
μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν ὅσον ἐφ᾿ ἑαυτῷ τὴν
παρόντων οὖν ἡμῶν
ἐρωτηθεὶς πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων,
εἶπεν, ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ᾿ ἐν
ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας
τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τὰ τῶν
Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ
βιβλιοθήκης εἶναι.
τί τὸ κωλῦον οὖν, εἶπεν,
ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ἀποτέτακταί σοι
τὰ πρὸς τὴν χρείαν ὁ δὲ Δημήτριος εἶπεν, ἑρμη-
μεταλαβὼν δὲ ἕκαστα ὁ βα- σιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ.’’
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
“ Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον
ἐκέλευσεν ἐκδοῦναι περὶ τῆς τῶν Ἰουδαΐκῶν βιβλίων
οὐδὲν ἀπερριμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς
ἐκδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακε-
χώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος, καὶ τὴν
ἑκάστου κατασκευὴν ‚ διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ
διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ ἐκδόσεώς ἐστιν
ἀντίγραφον τόδε ·
Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου.
Προστάξαντός σου ‚ βασιλεῦ, περὶ τῶν ἀπολειφθέντων
εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλίων,
ὅπως ἐπισυναχθῇ καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς
τὰ
δὲ τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις
τισὶν ἀπολείπει τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι
καὶ φωνῇ λεγόμενα· ἀμελέστερον δὲ καὶ οὐχ
ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων
προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τετύχηκε.
δέον δὲ ἔτι καὶ ταῦθ’ ὑπάρχειν παρὰ σοὶ
διηκριβωμένα ‚ διὰ τὸ καὶ φιλοσοφωτέραν εἷναι καὶ
διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ
καἲ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν
ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται
πρὸς τὸν ἐν Ἱεροσολύμοις ἀρχιερέα ἀποστεῖλαι
τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους
ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον ἑαυτῶν, ἀφ’
ἑκάστης φυλῆς ἓξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων
ἀκριβὲς, ἀξίως καὶ τῶν πραγμάτων καὶ
τῆς σὴς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ
παντός.’
Τῆς δὲ ἐκδόσεως ταύτης γενομένης ἐκέλευσεν
ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων,
‚ σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν
τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων
τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων
χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα ‚ καὶ ἀργυρίου
τάλαντα ἑβδομήκοντα, καὶ λίθων ἱκανόν τι
πλῆθος.
ἐκέλευσε δὲ τοὺς χρηματοφύλακας τοῖς
τεχνίταις ὣν ἂν προαιρῶνται τὴν ἐκλογὴν διδόναι,
καὶ νομίσματος εἰς θυσίας καὶ τὰ ἄλλα πρὸς τάλαντα
ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς ‚ ὡς
ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον
‘ Βασιλεὺς Πτολεμαῖος ἀρχιερεῖ Ἐλεαξάρῳ
ὑπὸ Περσῶν ‚ καθ’ ὃν ἐπεκράτουν χρόνον,
ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν
Αἴγυπτον αἰχμαλώτους ‚ ἀφ’ ὧν καὶ πλείονας εἰς τὸ
ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς
σοῖς πολίταις ‚ ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων
ἠλευθερώκαμεν ‚ ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ’
ἀξίαν ἀργυρικὴν τιμὴν, διορθούμενοι καὶ εἴ τι κακῶς
ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμὰς, διειληφότες εὐσεβῶς
τοῦτο πράσσειν, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν
ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ
καὶ δόξῃ τῇ κρατίστῃ παρ’ ὅλην τὴν οἰκουμένην
καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν πίστεως
ἀξίους ἐπικρίνων κατέστησα.
βουλομένων δὲ
ἡμῶν καὶ σοὶ χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν
οἰκουμένην Ἰουδαίοις, καὶ τοῖς μετέπειτα, προῃρήμεθα
τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν
Ἑλληνικοῖς ἐκ τῶν παρ’ ὑμῖν Ἑβραικῶν λεγομένων
γραμμάτων, ἔν ὑπάρχῃ καὶ ταῦτα παρ’ ἡμῖν ἐν
βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις.
καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς
ἀξίως ‚ ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας ‚ πρεσβυτέρους,
ἐμπειρίαν ἔχοντας τοῦ νόμου ‚ καὶ δυνατοὺς
ἑρμηνεῦσαι, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν
πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων
ἀπεστάλκαμεν
δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων
καὶ Ἀρισταῖον, τιμωμένους παρ’ ἡμῖν, διαλεξομένους
πράξεις · ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ
ὧν ἂν αἱρῇ. ἔρρωσο.’
Πρὸς ταῦτα ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐέἀκαρπς
’ Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ‚
φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε
ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη ‚ ἡ ἀδελφὴ ‚ καὶ
καλὴν βουλὴν ‚ καὶ συναγαγόντες τὸ πᾶν πλῆθος
παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἔν εἰδῶσιν ἣν ἔχεις
πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν
ἐπεδείξαμεν δὲ
καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς
τριάκοντα ‚ κρατῆρας πέντε, καὶ τράπεζαν εἰς
ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς έπισκευὰς
ὧν ἂν προσδέηται τὸ ἱερὸν, ἀργυρίου τάλαντα
ἑκατὸν, ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων
καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα
οἱ καὶ μετέδωκαν
ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ’ ἡμῶν ἀκηκόασιν
ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ
ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστὶν, ὑπακουσόμεθα.
τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως ἐστι σημεῖον.
μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας
ἡμῶν κατὰ πολλοὺς τρόπους εὐεργέτηκας.
εὐθέως
οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς
καὶ ὅπως
γένηται συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ
ἁγίου νόμου μεταγραφὴ ‚ παρόντων πάντων, ἐπελε-
ξάμην ἄνδρας καλοὺς καὶ ἀγαθοὺς ‚ πρεσβυτέρους,
ἀφ’ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας
τὸν νόμον. καλῶς οὑν ποιήσεις, βασιλεῦ δίκαιε, προσ-
τάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων ‚ ἔνα
πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄν-
δρες. ἔρρωσο.”
Τούτοις ἐξῆς, πολλὰ διὰ μέσου περὶ τῆς προ- τεθείσης εἰπὼν πραγματείας ‚ μετὰ τὴν τῶν γραφῶν ἑρμηνείαν ἐπιφέρει αὐτοῖς ῥήμασι
“ Καθὼς δ’ ἀνεγνώσθη ταῦτα τὰ τεύχη ‚ στάντες
οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι ‚ καὶ τῶν
ἀπὸ τοῦ πολιτεύματος, οἱ τε ἡγούμενοι τοῦ πλήθους,
εἶπον, ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ
πᾶν ἀκριβῶς ‚ καλῶς ἔχον ἐστὶν, ἵνα διαμένῃ ταῦθ’
οὕτως ἔχοντα, καὶ μὴ γένηται μηδεμία διασκευή.
πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις ‚ ἐκέλευσαν
πράσσοντες ‚ ἔνα διὰ παντὸς ἀέναα μένοντα φυλάσ-
σηται.
προσφωνηθέντων δὲ καὶ τούτων τῷ βα-
σιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν ἣν εἶχεν
ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ
καὶ πάντα ‚ καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου
διάνοιαν, καὶ πρὸς τὸν Δημήτριον εἶπε, πῶς τηλικούτων
καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων
χάριν τὸ συμβαῖνόν ἐστι· δι’ ὀνείρου δὲ σημανθέντος
ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺςἀνθρώπους
ἐκφέρειν ‚ ἀποσχόμενον οὕτως ἀποκαταστῆναι.
καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν
μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ
βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη, καὶ
λαβὼν ὑπόνοιαν ὅτι διὰ ταὐτ’ αὐτῷ γέγονεν, ἐξιλασάμενος
σάμενος τὸν θεὸν ‚ ἐν πολλαῖς ἡμέραις ἀποκατέστη
μεταλαβὼν δὲ ὁ βασιλεὺς, καθὼς προεῖπον, περὶ
τούτων τὰ περὶ τοῦ Δημητρίου προσκυνήσας ἐκέλευσε
μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ
συντηρεῖσθαι ἁγνῶς. ”
Ταῦθ’ ἡμῖν ἐκ τῆς τοῦ δηλωθέντος ἐπιτετμήσθωλ
Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν
θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ
περὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ‚ ἣν
πεποίηνται Μώσεως ἡγουμένου, ἀπὸ τοῦ πρώτου
συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν
Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος
λόγον ταῦτά φησιν
“ Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων
εἶναι, τὸν δὲ λαὸν ἀναστῆναι τοῦτον ἐξ Αἰγύπτου
μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι
τε ἀμυθήτοις πλήθοντα ‚ καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς.
‚ πρὸς δ’ ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον
μεγάλως, καὶ ἅμα τοῦ. θεοῦ διὰ φασμάτων καὶ
δόξαν εἴτε προνοίᾳ τινὶ, πάντων εὐδαιμονῆσαι μάλιστα,
ὡς ἀπ’ ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος
αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν, κἀπὶ τοσοῦτον
ὑπερβάλλειν εἰς πολυανδρίαν.’
Καὶ μετὰ βραχέα φησὶν
‘‘Ἀνήρ γε μὴν αὐτοῖς ἡγεῖτο τῆς τε ἐξόδου καὶ
τῆς πορείας εἰς οὐδὲν τῶν πολλῶν ‚ εἰ βούλει, διάφορος·
οὕτω καὶ ἐλοιδόρουν γόητα καὶ κέρκωπα
ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον
εἰς τὸ παντελὲς διεσώσατο, καὶ ὥσπερ ἐν εὐθηνίᾳ
πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν,
ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ
πρὸς ἑαυτὸν μάλιστα εὐπειθεῖς διεφύλαξε.
καὶ
ταῦτα οὐκ ὀλίγον δήπου χρόνον ‚ ἀλλ’ ὅσον οὐδ’ οἰκίαν
ἐν ὁμοφροσύνῃ συμμεῖναι μετὰ πάσης εὐθηνίας
καίτοι
τί βούλει, φῶμεν ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην,
ἢ δεινότητα λόγων ‚ ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ
τοιούτων ἀτόπων καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων
ἐπικρατεῖν; ἢ γὰρ τὰς φύσεις τῶν ὑπ’ αὐτὸν ἀνθρώπων
οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ’ εὐπειθῶς καὶ
ὥσπερ ἐπιστατεῖν. ὅπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων
ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ τιμῆς καὶ
ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται.
καὶ τὰ μὲν τῆς ἐξόδου δὴ ταῦτα. ἐπειδὴ δὲ εἰς
τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα Ἱδρύθησαν
καὶ τὴν χώραν ἔσχον ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς
δηλοῦται · οὐ μὴν ἔγωγε δικαιῶ μᾶλλον καθ’
πότερον γάρ ποτε βούλει τῷ πλήθει
τῶν σωμάτων ἔτι περιόντας ‚ καίπερ εἰς τέλος κεκακωμένους,
ὅμως δ’ ἰσχύοντας, καὶ τὰ ὅπλα ἐν χερσὶν
ἔχοντας, εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν ‚ Σύρους
τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους
νικῶντας· ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους
εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα, καὶ
τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ
τυχεῖν παρὰ τούτοις καὶ τὴν γῆν λαβεῖν παρ’ ἑκόντων,
ἔπειτα δ’ εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν
οἰκοδομῆσαι, καὶ τἄλλα εἰς εὐσέβειαν καὶ ἁγιστείαν
καταστήσασθαι;
δηλοῖ γὰρ, ὡς ἔοικε ‚ ταῦτα καὶ
θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς
ἐχθροῖς. ἐχθροὶ γὰρ ἦσαν ἐξ ἀνάγκης ὧν ἐπὶ τὴν
γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι.
παρὰ
ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν
ὁ τοὺς νόμους αὐτοῖς· θεὶς ‚ οὕτω σφόδρα ἐθαύμασαν
ὡς ὅ τι δήποτε ἔδοξεν ἐκείνῳ, καὶ αὐτοῖς.
εἴτε
οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαίμονος
ἔφρασε, τοῦτο ἅπαν εἰς τὸν θεὸν ἀνάγειν, καὶ πλειόνων
ἐτῶν διεληλυθότων, τὸ μὲν ἀκριβὲς οὐκ ἔχω
λέγειν ὁπόσα ‚ πλέον δ’ οὖν ἢ δισχίλια ἔτη ‚ μηδὲ
ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ’ αὐτοῦ γεγραμμένων
κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι
ἐναντία πεισθῆναι.”
Ταῦτ’ εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πο- λιτείαν, γράφων οὕτως
“ Ἀρά τι τούτων ἢ τούτοις προσόμοιον παρ’
ἐκείνοις ἐστὶ, πρᾶον εἶναι δοκοῦν καὶ τιθασὸν, καὶ
δικῶν ἐπαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμήσεις
καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδὲν ‚ ἀλλὰ πάντα
ἁπλᾶ καὶ δῆλα ἐὰν παιδεραστῇς ‚ ἐὰν μοιχεύῃς, ἐὰν
βιάσῃ παῖδα, ἄρρενα μὲν μηδὲ λέγε) ἀλλὰ κἂν θήλειαν·
ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς ‚ ἐὰν καὶ παρ’
ἡλικίαν αἰσχρόν τι πάθῃς, ἢ δοκῇς, ἢ μέλλῃς, θάνατος
ἡ ζημία.
ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον
ὑβρίζῃς ‚ ἐὰν δεσμοῖς συνέχῃς ‚ ἐὰν ἀπάγων πωλῇς,
ἐὰν βέβηλα, ἐὰν ἱερὰ παρακλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ
ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν
θεὸν αὐτὸν, (ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ
ἀσεβείας πράξαντα.
ἄλλα δ’ αὖ πάλιν, ὁποῖά τινα,
γυναῖκας ἀνδράσι δουλεύειν ‚ πρὸς ὕβρεως μὲν οὐ-
δεμιᾶς 5 πρὸς εὐπείθειαν δ’ ἐν ἅπασ·ι · γονεῖς
ἄρχειν, ἐπὶ σωτηρίᾳ καὶ πολυωρίᾳ τῶν ἑαυτοῦ κτη-
μάτων ἴνα ἕκαστον κύριον εἶναι ‚ μὴ θεόν γε ἐπιφημίσαντα
αὐτοῖς ‚ μηδ’ ὡς τῷ θεῷ ταῦτα ἀνίησιν
εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι ‚ ψαῦσαι καὶ
μή μοι τὰ τῶν θεῶν ἁρπάζειν, μηδ’
ἀποσυλᾶν ἑτέρων ἀναθέντων, ἀλλὰ καὶ τῶν οἰκείων,
ὥσπερ ἔφην, προσπεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ’
ἀναθέσει εἰπόντα δὲ πάντων στέρεσθαι, μεταγινώσκοντι
δὲ ἢ· ἐπανορθουμένῳ τὰ λελεγμένα καὶ τὴν
ψυχὴν προσαφαιρεῖσθαι.
καὶ ἐπὶ τῶν ἄλλων ὧν
κυριεύει ὁ αὐτὸς λόγος ἐὰν ἐπιφημίσῃ τροφὴν· γυναικὸς
ἀνὴρ ἱερὰν εἶναι ‚ τροφῆς ἀνέχειν· ἐὰν πατὴρ
υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ ‚ ταὐτόν. καὶ ἔκλυσις δὲ
ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη, τοῦ
ἱερέως ἀποφήσαντος · ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος
δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον
ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαίνειν ‚ ὡς
μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι.
μυρία
δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ
ἀναιρεῖσθαι, μηδ’ ἐκ πρασιὰς ‚ μηδ’ ἐκ ληνοῦ ‚ μηδ’
ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν
ἀπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ
μὴ ταφῆς νεκρὸν ἐξείργειν ‚ ἀλλὰ καὶ γῆς
δεσμὰ, μὴ κακὸν μηδὲν πλέον τῷ ἐν ἀνάγκαις προσεπιφέρειν·
μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν
ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ
ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ’ οὑν ὁ θεὸς, εἴτε τις
καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανίζειν·
μὴ γέννημα δουλοῦν·
μὴ ζυγὸν ἄδικον ἀνθυποβάλλειν,
μὴ χοίνικα ἄμετρον, μὴ νόμισμα ἄδικον·
μὴ φίλων ἀπόρρητα ἐν ἔχθρᾳ φαίνειν · ποῖ δὴ πρὸς
αἰχμαλώτους ἔχῃς · μὴ γυναῖκα ἀνδρὸς, κἂν νομίμως
ἐωνημένος ᾖς δεσπότης.
ἠ που σεμνότερα καὶ
μείζω ταῦτα, ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα. μὴ
νεοττιάν φησι κατοικίδιον ἐρημοῦν, μὴ ζῴων ἱκεσίαν,
οἷα ἔσθ’ ὅτε προσφευγόντων ἀναιρεῖν · μὴ εἴ τι τῶν
τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε εἴποις
ἄν· ἀλλ’ ὅ γε ἐπ’ αὐτοῖς νόμος ἐστὶ μέγας, καὶ πάσης
ἐπιμελείας αἴτιος ‚ καὶ αἶ προρρήσεις μεγάλαι,
c καὶ ἀραὶ κατά τε ἐξωλείας ‚ καὶ ὁ θεὸς ἐπόπτης τῶν
τοιούτων, καὶ τιμωρὸς ἁπανταχοῦ.
Καὶ μετὰ βραχέα φησὶν
‘ Ὅλην δὲ ἡμέραν τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν,
ἀλλὰ πολλὰς,. καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις,
ἀλλ’ ἐκ διαλειμμάτων, (καὶ τούτων δὲ παρ’ ἑπτὰ,
κρατοῦντος, ὡς καὶ εἰκὸς ἀεὶ, τοῦ παρὰ τὰς βεβήλους
ἔθους,) μηδὲν ἂν παραβῆναι τῶν προστεταγμένων,
οὐ θαυμάζεις;
ἆρ’ οὐ πρὸς ἀσκήσεως
αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἷναι δρᾶν καὶ μὴ
δρᾶν ὡσαύτως ‚ ἀλλ’ ἔτι καὶ τῶν πατρίων νόμων καὶ
ἐθῶν ἐμπείρως ἔχειν.
τί οὖν ἐποίησε ταῖς ἑββόμαις
ταύταις ἡμέραις; αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι
καὶ καθεζομένους μετ’ ἀλλήλων σὺν αἰδοῖ
καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι
χάριν.
καὶ δῆτα συνέρχονται μὲν ἀεὶ καὶ
εἶς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς, καὶ
καθ’ ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας ·
κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν
ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν έπιδεδωκότες.
ἀρά σοι οὐ δοκεῖ ταῦτα παντὸς σπουδάσματος
μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ
ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ ‚ καὶ παισὶ πατὴρ,
καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δοκεῖ τοὺς νόμους
παραδιδόναι.
καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ
ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν ‚ οὐ μὴν ταὐτὸν
ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν ‚ ὥσπερ
ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν
ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθενείας χάριν.
πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν,
ταυτὸν δὲ καὶ περὶ τὰ
σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην· οὐ γὰρ δὴ
πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας
ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ
γὰρ συνεχὲς καὶ ὁμοιοειδὲς ἀεὶ, μάλιστα δὲ ἐπ᾿ ἔργων,
βλάπτειν ἔοικε.
σημεῖον δέ· τὴν γὰρ γῆν
αὐτὴν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσεσθαι πολὺ
δέξαιντο. οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται
δεῖν μόνοι· (καίτοι κἂν εἰ τοῦτ᾿ ἐποίουν, οὐδὲν
ἂν θαυμαστὸν ἦν·) ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν
τινα καὶ ῥᾳστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας
καὶ γεωργίας, λαβεῖν.
ἐπεὶ τί ἐκώλυε
πρὸς τοῦ θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν
προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων τὸν ἐκείνων
τῆς δὲ φιλανθρωπίας
αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον.
ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι,
τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν
οὐδ᾿ ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων
περιόντας αὐτοῖς· ἀλλ᾿, ἅτε τοῦ θεοῦ παρεσχηκότος
αὐτοῖς, ἀνιείσης ἐπ᾿ αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους
ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ-
καὶ περὶ μὲν
τούτων ἅλις σοι. τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον
αὐτοῖς στῆσαι, ταῦτα οὐκ ἂν ἐμὲ ἀπαιτήσαις,
ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φυσιόλογων
καὶ φιλοσόφων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥν-
Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ’ αὐτῷ καὶ
Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται
Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος ‚ τοῦτον γρά-
φων καὶ αὐτὸς τὸν τρόπον
“ Τίς δ’ ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους
καὶ τῆς δικαιοτάτης περὶ τοῦ θεοῦ πίστεως
ἐπιτυχὼν πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων
ἀντιπαραβάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον
οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ
οἷ μὲν γὰρ μοναρχίαις,
οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς
καὶ τὸ κράτος ἀναθεὶς, καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας
ἀφορᾶν ὡς αἴτιον μὲν ἀπάντων ὄντα τῶν αγαθῶν,
ἃ κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων
ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις · λαθεῖν δὲ τὴν
ἐκείνου γνώμην οὐκ ἐνὸν οὔτε τι τῶν πραττομένων
οὐδὲν οὔθ’ ὧν ἄν τις παρ’ αὐτῷ διανοηθείη.
ἀλλ’
ταῦτα περὶ θεοῦ
φρονεῖν οἱ σοφώτατοι παρ’ Ἕλλησιν ὅτι μὲν ἐδιδάἸώσηπος]
δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ φύσεως
πεφρονηκότες.
ἀλλ’ οἱ μὲν πρὸς ὀλίγους
φιλοσοφοῦντες εἰς πλήθη δόξαις κατειλημμένα τὴν
ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν ‚ ὁ
δ’ ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς
νόμοις σύμφωνα, οὐ μόνον τοὺς καθ’ ἑαυτὸν ἔπεισεν,
ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν
αἰτιον
δ’, ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ
χρήσιμον πάντων πολὺ διήνεγκεν. οὐ γὰρ μέρος
ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τε
ἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέστησε· λέγω δὲ
τὴν δικαιοσύνην, τὴν σωφροσύνην ‚ τὴν καρτερίαν,
τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν.
ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ
λόγοι πάντες ἐπὶ τὴν πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν
δύο μὲν γάρ εἰσιν ἁπάσης
παιδείας τρόποι καὶ τῆς περὶ τὰ ἤθη κατασκευῆς,
ὧν ὁ μὲν λόγῳ διδασκαλικὸς, ὁ δὲ διὰ τῆς ἀσκήσεως
τῶν ἠθῶν οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις
διέστησαν καὶ τὸν ἕτερον αὐτῶν ὃν ἔδοξεν ἑκάστοις
ἑλόμενοι τὸν ἕτερον παρέλιπον· οἷον Λακεδαιμόνιοι
μὲν καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις, ’Αθηναῖοι
δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες Ἕλληνες ἃ μὲν
χρὴ πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων ‚ τοῦ
δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρουν.
ὁ δ’ ἡμέτερος νομοθέτης ἄμφω ταῦτα συνήρμοσε
κατὰ πολλὴν ἐπιμέλειαν· οὔτε γὰρ κωφὴν ἀπέλιπε
τὴν τῶν ἠθῶν ἄσκησιν οὔτε τὸν ἐκ τοῦ νόμου λόγον
μένος τροφῆς καὶ τῆς κατὰ τὸν οἶκον ἑκάστων διαίτης
οὐδὲν οὐδὲ τῶν βραχυτάτων αὐτεξούσιον ἐπὶ ταῖς
βουλήσεσι τῶν χρησομένων κατέλιπεν, ἀλλὰ καὶ περὶ
σιτίων ὅσων ἀπέχεσθαι χρὴ καὶ τίνα προσφέρεσθαι,
καὶ περὶ τῶν κοινωνησάντων τῆς διαίτης, ἔργων τε
συντονίας καὶ τοὔμπαλιν ἀναπαύσεως ὅρον ἔθηκεν
αὐτὸς καὶ κανόνα τὸν νόμον, ἔν’ ὥσπερ ὑπὸ πατρὶ
τούτῳ καὶ δεσπότῃ ζῶντες μήτε βουλόμενοι μηδὲν
μήθ’ ὑπ’ ἀγνοίας ἁμαρτάνωμεν.
οὐδὲ γὰρ τὴν
κάλλιστον καὶ ἀναγκαιότατον ἀπέδειξε παίδευμα τὸν
νόμον, οὐκ εἰσάπαξ ἀκροασαμένοις, οὐδὲ δὶς ἢ πολλάκις,
ἀλλ’ ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων
ἀφεμένους ἐπὶ τὴν ἀκρόασιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι
καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν· ὁ δὴ
πάντες ἐοίκασιν οἱ νομοθέται παραλιπεῖν.
καὶ
τοσοῦτον ὁ πλεῖστοι τῶν ἀνθρώπων ἀπέχουσι τοῦ
οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ’ αὐτοῖς ἀρχὰς
διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν· ἐπιστάτας
γὰρ παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας
τοὺς ἐμπειρίαν ἔχειν τῶν νόμων ὑπισχνουμένους.
ἡμῶν δ’ ὁντινοῦν τις ἕλοιτο, τοὺς νόμους ῥᾷον
ἄν τις εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. τοιγαροῦν
ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως αὐτοὺς ἐκμανθάνοντες
“ Τοῦτο πρῶτον ἁπάντων τὴν θαυμαστὴν ὁμόνοιαν
ἡμῖν ἐμπεποίηκε. τὸ γὰρ μίαν μὲν ἔχειν καὶ
τὴν αὐτὴν δόξαν περὶ θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθεσι
μηδὲν ἀλλήλων διαφέρειν ‚ καλλίστην ἐν ἤθεσιν ἀνθρώπων
συμφωνίαν ἀποτελεῖ.
παρ’ ἡμῖν γὰρ
μόνοις οὔτε περὶ θεοῦ λόγους ἀκούσεται τοὺς ἀλλήλοις
ὑπεναντίους, ὁποῖα πολλὰ παρ’ ἑτέροις· οὐχ
ὑπὸ τῶν τυχόντων γὰρ μόνον τὸ κατὰ τὸ προσπεσὸν
διαφορὰν ‚ ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ’ ἡμῖν,
εἷς δ’ ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ θεοῦ,
πάντα λέγων ἐκεῖνον ἐφορᾶν.
καὶ μὴν περὶ
τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων ‚ ὅτι δεῖ πάντα τὰ
ἄν τις καὶ τῶν οἰκετῶν. ὅθεν δὴ καὶ τὸ
προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ
καινῶν εὑρετὰς ἔργ’ ὢν ἢ λόγων ἄνδρας παρασχεῖν,
ἐντεῦθεν συμβέβηκεν.
οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ
τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι,
καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας
δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν
ὅπερ εἰκότως ἂν
εἴη τεκμήριον τοῦ κάλλιστα τὸν νόμον τεθῆναι. τὰ
γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἶ πεῖραι δεόμεναι
τί γὰρ αὐτοῦ
τις ἂν μετακινήσειεν. ἢ τί κάλλιον ἐξεῦρεν, ἢ τί
παρ᾿ ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; ἆρά γε τὴν
πάντων ἀρχιερεῖ πάλιν πεπιστευκυίας τὴν τῶν ἄλλων
ἱερέων ἡγεμονίαν;
οὓς οὐ κατὰ πλοῦτον
οὐδέ τισιν ἄλλαις προύχοντας πλεονεξίαις τὸ πρῶτον
εὐθὺς ὁ νομοθέτης ἐπὶ τὴν τιμὴν ἔταξεν, ἀλλ᾿ ὅσοι τῶν
μετ᾿ αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον,
τούτοις τὴν περὶ τὸν θεὸν θεραπείαν ἐνεχείρισεν.
τοῦτο δ᾿ ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια· καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν.”
“Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα;
ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύοντες
τίνες οὖν εἰσιν αἱ προρρήσεις
καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη
δ᾿ ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα, θεὸς ἔχει τὰ σύμπαντα,
παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῶ καὶ πᾶ-
πᾶσα μὲν ὕλη πρὸς εἰκόνα
τὴν τούτου, κἂν ᾖ πολυτελὴς, ἄτιμος· πᾶσα δὲ τέχνη
ἔργα βλέπομεν αὐτοῦ, φῶς, οὐρανὸν, γῆν, ἥλιον.
καὶ σελήνην, ὕδατα, ζῴων γενέσεις, καρπῶν ἀναδόσεις.
ταῦτα ὁ θεὸς ἐποίησεν, οὐ χερσὶν, οὐ πόνοις,
οὔ τινων ἐργασαμένων ἐπιδεηθεὶς, ἀλλ᾿ αὐτοῦ καλὰ
θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα.
τούτῳ δεῖ πάντας ἀκολουθεῖν καὶ θεραπεύειν αὐτὸν ἀσκοῦντας ἀρετήν· τρόπος γὰρ θεοῦ θεραπείας οὗτος ὁσιώτατος.
εἷς ναὸς ἑνὸς θεοῦ, (φίλον γὰρ ἀεὶ παντὶ
τὸ ὅμοιον,) κοινὸς ἁπάντων, κοινοῦ θεοῦ ἁπάντων.
ἐλεγχθέντας. ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην,
ὡς εἰς τὸν θεὸν αὐτὸν ἀσεβῶν.
θύομεν τὰς
θυσίας οὐκ εἰς πλήρωσιν ἑαυτοῖς καὶ μέθην, (ἀβούλητα
γὰρ τῷ θεῷ τάδε, καὶ πρόφασις ἂν ὕβρεως γένοιτο
καὶ πολυτελείας·) ἀλλὰ σώφρονας, εὐτάκτους,
παράκλησις
δὲ πρὸς τὸν θεὸν ἔστω διὰ τῆς εὐχῆς καὶ
δέησις, οὐχ ὅπως διδῷ τὰ ἀγαθά· (δέδωκε γὰρ αὐ-
ἁγνείας ἐπὶ ταῖς θυσίαις διῄρηκεν ὁ νόμος ἀπὸ
κήδους, ἀπὸ λέχους ‚ ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα.
καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν εἴη νῦν γρά-
φειν. ”
‘‘Τοιοῦτος μὲν ὁ περὶ θεοῦ καὶ τῆς ἐκείνου
θεραπείας λόγος ἡμῖν ἐστίν· ὁ δ’ αὐτὸς ἅμα καὶ νόμος.
τίνες δὲ οἶ περὶ γάμων νόμοι ; μίξιν μόνην οἶδεν
ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ
ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γίνεσθαι· τὴν δὲ
πρὸς ἄρρενα ἀρρένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπιτίμιον
εἴ τις ἐπιχειρήσειε.
γαμεῖν δὲ κελεύει
μὴ προικὶ προσέχοντας, μηδὲ βιαίοις ἁρπαγαῖς, μηδ’
αὖ δόλῳ καὶ δι’ ἀπάτης πείσαντας ‚ ἀλλὰ μνηστεύειν
ταύτῃ συνεῖναι
δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρὰν
ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου
παραίτησις · οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην
οὔτ’ εἰ πείσαι γεγαμημένην.
τέκνα
τρέφειν ἅπαντα προσέταξε. καὶ γυναιξὶν ἀπεῖπε μήτ’
ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν ‚ ἀλλὰ ἢν φανείη,
τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα καὶ τὸ
τοιγαροῦν οὐδ’ εἴ τις ἐπὶ λέχους
φθορὰν παρέλθοι, καθαρὸς εἷναι τότε προσήκει. καὶ
μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς
ἀπολούεσθαι, ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην
χώραν ὑπέλαβε. καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ,
καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα.
οὐ
καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι,
τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ’ ἵνα συντρεφόμενοι
μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι.
τῆς εἰς τοὺς τετελευτηκότας προενόησεν ὁσίας, οὐ
πολυτελείαις ἐνταφίων, οὐδὲ κατασκευαῖς μνημείων
ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος.
γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξε καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ’ αὐτῶν χάριτας, ἀλλ’ εἰς ὁτιοῦν ἐλλείποντα ‚ λευσθησόμενον παραδίδωσι.
καὶ παντὸς τοῦ πρεσβυτέρου τιμὴν
κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους, οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν· κἂν συμβῇ τις ἔχθρα, τούτων ἀπόρρητα λέγειν κεκώλυκε.
δικάζων
εἰ δῶρά τις λάβοι ‚ θάνατος ἡ ζημία. περιορων
ἱκέτην, βοηθεῖν ἐνὸν, ὑπεύθυνος. ὃ μὴ κατέθηκέ
τις, οὐκ ἀναιρήσεται. τῶν ἀλλοτρίων οὐδενὸς ἄψεται.
δανείσας τόκον οὐ λήψεται. ταῦτα καὶ πολλὰ
τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοινωνίαν.”
Πῶς δὲ καὶ περὶ τῆς πρὸς ἀλλοφύλους ἐπιεικείας
ἐφρόνησεν ὁ νομοθέτης ἄξιον ἰδεῖν · φανεῖται
ὅσοι μὲν γὰρ θέλουσιν
ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῆν ὑπελθόντες,
δέχεται φιλοφρόνως ‚ οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ
τῇ προαιρέσει τοῦ βίου νομίζων εἶναι τὴν οἰκειότητα ·
τοὺς δὲ ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι τῇ
συνηθείᾳ οὐκ ἠθέλησε.
τἄλλα δὲ προείρηκεν
ὣν ἡ μετάδοσίς ἐστιν ἀναγκαία· πάσι παρέχειν τοῖς
δεομένοις πῦρ, ὕδωρ, τροφὴν ‚ ὀδοὺς φράζειν, ἄταφον
μὴ περιορᾶν.
ἐπιεικεῖς δὲ καὶ τὰ πρὸς τοὺς
μάχῃ πεσόντας, καὶ τῶν αἰχμαλώτων προυνόησεν,
ὅπως αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν.
ουτως
δὲ πόρρωθεν ἡμερότητα καὶ φιλανθρωπίαν διδάσκειν
ἡμᾶς ἐσπούδασεν ὥστε οὐδὲ τῶν ἀλόγων
ζῴων ὠλιγώρησεν, ἀλλὰ μόνην ἀφῆκε τούτων χρὴσιν
τὴν νενομισμένην, πᾶσαν δ’ ἑτέραν ἐκώλυσεν.
ἃ δ’ ὥσπερ ἱκετεύοντα προσφεύγει ταῖς οἰκίαις, ἀπεῖπεν
“ Οὕτω πανταχόθεν τὰ πρὸς ἐπιείκειαν περιεσκέψατο,
διδασκαλικοῖς μὲν τοῖς προειρημένοις
χρησάμενος νόμοις, τοὺς δ’ αὖ κατὰ τῶν παραβαινόντων
τιμωρητικοὺς τάξας ‚ οὐκ ἄνευ προφάσεως. ζημία
ἂν μοιχεύσῃ τις, ἂν βιάσηται κόρην, ἂν ἄρρενι
τολμήσῃ πεῖραν προσφέρειν ‚ ἂν ὑπομείνῃ παθεῖν ὁ
πειρασθείς.
ἔστι δὲ καὶ ἐπὶ δούλοις ὁμοίως ὁ
γὰρ γονέων ἀδικίας, ἢ τῆς εἰς τὸν θεὸν ἀσεβείας,
τοῖς μέντοι
γε κατὰ τοὺς νόμους πάντα πράττουσι γέρας ἐστὶν
ἀλλ’ αὐτὸς ἕκαστος αὑτῷ τὸ συνειδὸς ἔχων μαρτυροῦν
πεπίστευκε, (τοῦ μὲν νομοθέτου προφητεύσαντος,
τοῦ δὲ θεοῦ τὴν πίστιν ἰσχυρὰν παρεσχηκότος,)
ὅτι τοῖς τοὺς νόμους διαφυλάξασιν, κἂν εἰ δέοι θνήσκειν
ὑπὲρ αὐτῶν, προθύμως ἀποθανεῖν ‚ ἔδωκεν ὁ
θεὸς γενέσθαι τε πάλιν καὶ βίον ἀμείνω λαβεῖν ἐκ
περιτροπῆς.’’
“ ”Ωκνουν δ’ ἂν ἐγὼ νῦν ταῦτα γράφειν ‚ εἰ
φθέγξασθαι παρὰ τὸν νόμον πάντα παθεῖν γενναίως
προείλοντο. καίτοι γε εἰ μὴ συμβεβήκει γνώριμον
ἡμῶν τὸ ἔθνος ἅπασιν ἀνθρώποις ὑπάρχειν ‚ κἀν
φανερῷ κεῖσθαι τὴν ἐθελούσιον ἡμῶν τοῖς νόμοις
ἀκολουθίαν, ἀλλά τις ἢ συγγράψαι λέγων αὐτὸς ἀνεγίνωσκε
τοῖς Ἕλλησιν, ἤ που περιτυχεῖν ἔξω τῆς γινωσκομένης
γῆς ἔφασκεν ἀνθρώποις ‚ τοιαύτην μὲν
μεταβολάς · ἀμέλει τῶν γράψαι τι παραπλήσιον εἰς
πολιτείαν καὶ νόμους ἐπιχειρησάντων ὡς θαυμαστὰ
καὶ τοὺς μὲν ἄλλους
παραλείπω φιλοσόφους ‚ ὅσοι τι τοιοῦτον ἐν τοῖς
συγγράμμασιν ἐπραγματεύσαντο · Πλάτων’ δὲ θαυμαζόμενος
παρὰ τοῖς Ἕλλησιν, ὡς καὶ σεμνότητι βίου
διενεγκὼν, καὶ δυνάμει λόγων καὶ πειθοῖ πάντας
καίτοι
τἀκείνου σκώπτων συχνῶς τις ἂν εὕροι ῥᾷον καὶ
τὰς τῶν πολλῶν ἔγγιον συνηθείας. αὐτὸς δὲ Πλάτων
ὡμολόγηκεν ὅτι τὴν ἀληθῆ περὶ τοῦ θεοῦ δόξαν
εἰς τὴν τῶν ὄχλων ἄνοιαν οὐκ ἦν ἀσφαλὲς ἐξενεγκεῖν.
ἀλλὰ τὰ μὲν Πλάτωνος λόγους τινὲς εἶναι κενοὺς
νομίζουσι ‚ κατὰ πολλὴν ἐξουσίαν κεκαλλιγραφημέωους.
μάλιστα δὲ τῶν νομοθετῶν Λυκοῦργον τεθαυμάκασι,
ὀκοῦν
τοῦτο μὲν ὁμολογείσθω τεκμήριον ἀρετῆς εἷναι,
τὸ πείθεσθαι τοῖς νόμοις. οἶ δὲ Λακεδαιμονίους
θαυμάζοντες τὸν ἐκείνων χρόνον Λακεδαιμονίους
’σαν τοῖς πλείοσιν ἢ δισχιλίοις ἔτεσι τῆς ἡμετέρας
πολιτείας· καὶ προσέτι λογιζέσθωσαν ὅτι Λακεδαιμόνιοι
μὲν, ὅσον ἐφ’ ἑαυτῶν χρόνον εἶχον τὴν ἐλευθερίαν,
ἀκριβῶς ἔδοξαν τοὺς νόμους διαφυλάττειν,
ἐπεὶ μέντοι περὶ αὐτοὺς ἐγένοντο μεταβολαὶ τῆς τύχης‚
μικροῦ δεῖν ἁπάντων ἐξελάθοντο τῶν νόμων·
ἡμεῖς δὲ ἐν τύχαις μυρίαις γεγονότες, διὰ τἀς τῶν
βασιλευσάντων τῆς Ἀσίας μεταβολὰς, οὐδ’ ἐν τοῖς
ἐσχάτοις τῶν δεινῶν τοὺς νόμους προύδομεν. ”
Ταῦτα μὲν καὶ Ἰώσηπος περὶ τῆς κατὰ Μωσέα
Ἰουδαίων πολιτείας. περὶ δὲ τῆς ἐν τοῖς ὑπ’
ὧν ὁ
Ἐλεάζαρος καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος
Ἄξιον δὲ ἐπιμνησθῆναι διὰ βραχ·έων τῶν
τινὰ τῶν ἐν τῆ νομοθεσίᾳ, λέγω δὲ περί τε βρωτῶν
καὶ ποτῶν καὶ τῶν νομιζομένων ἀκαθάρτων εἷναι
κνωδάλων.
πυνθανομένων γὰρ ἡμῶν διὰ τί,
γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν ‚ ἐν δὲ
τούτοις πάλιν δεισιδαιμόνως·) πρὸς ταῦτα οὕτως
ἐνήρξατο·
Θεωρεῖς ‚ ἔφη, τὰς ἀναστροφὰς καὶ τὰς
ὁμιλίας, οἶον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες
διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ
ταλαίπωροι δι’ ὅλου τοῦ ζῆν εἰσίν· ἐὰν δὲ σοφοῖς
καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως
εἰς τὸν βίον ἔτυχον.
διαστειλάμενος οὑν τὰ τῆς
εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν
καὶ διδάξας ἕκαστα περὶ τούτων, οὐκ ἀπαγορευτικῶς
προυπέδειξε γὰρ πρῶτον πάντων ὅτι μόνος ὁ θεός
ἐστι καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται,
πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας,
καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων
ὐπ’ ἀνθρώπων κρυφίως ‚ ἀλλ’ ὅσα ποιεῖ τις αὐτῶ
φανερὰ καθέστηκε καὶ τὰ μέλλοντα γίνεσθαι.
ταῦτ’
οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν
ὅτι καὶ ἐὰν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν οὐκ ἂν λάθοι,
μὴ ὅτι καὶ πράξας ‚ δι’ ὅλης τῆς νομοθεσίας τὸ
τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος.
ποιησάμενος
αὐτοὶ δυναμικώτεροι πολλῶ καθεστῶτες ὧν
σέβονται ματαίως. ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων
ἢ ξύλων εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων
τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσιμον, οἶς προσκυνοῦσι,
παρὰ πόδας ἔχοντες τὴν ἀναισθησίαν.
εἴτε γὰρ
κατ’ ἐκεῖνό τις θείη, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς
ἀνόητον. τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνἐθηκαν
καὶ προσυπέδειξαν εὐχρηστοτάτην τὴν κατασκευὴν
καὶ γὰρ ἔτι καὶ
νῦν εὑρετικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων
τῶν πρίν εἰσι πολλοὶ ‚ καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς
προσκυνοῦντες.
καὶ νομίζουσιν οἱ ταῦτα
διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ
σοφώτατοι καθεστάναι. τῶν μὲν γὰρ ἄλλων πολυματαίων
τί δεῖ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων,
οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα
καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται, καὶ
συνθεωρήσας τοιγαροῦν ἕκαστα
σοφὸς ὢν ὁ νομοθέτης, καὶ ὑπὸ θεοῦ κατεσκευασμένος
εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς
ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηδενὶ
τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδὲν, ἁγνοὶ
καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχὴν, ἀπολελυμένοι
ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ δυνατὸν σεβόμενοι
παρ᾿ ὅλην τὴν πᾶσαν κτίσιν.
ὅθεν Αἰγυπτίων
οἱ καθηγεμόνες ἱερεῖς ἐγκεκυφότες εἰς πολλὰ
τοῖς
δὲ παρ᾿ ἡμῖν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ
τῆς τοῦ θεοῦ δυναστείας δι᾿ ὅλου τοῦ ζῆν ἡ σκέψις
αὐτοῖς ἐστί. ὅπως οὖν μηδενὶ συναλισγόμενοι μηδὲ
ὁμιλοῦντες φαύλῳ διαστροφὰς λαμβάνοιμεν, πάντο-
ποτῶν καὶ ἁφῆς καὶ ἀκοῆς καὶ ὁράσεως νομικῆς.
τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον
ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα,
καὶ καθ᾿ ἓν ἕκαστα ἔχει λόγον βαθὺν, ἀφ᾿ ὧν
ἀπεχόμεθα κατὰ τὴν χρῆσιν καὶ οἷς συγχρώμεθα.
χάριν δὲ ὑποδείγματος ἓν ἢ δεύτερον ἐπιδραμών
σοι σημανῶ. μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον
εἰσέλθῃς, ὅτι μυιῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν
περιεργίας ποιούμενος ἐνομοθέτει ταῦτα Μωσῆς,
δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται.
τῶν γὰρ πετεινῶν οἷς χρώμεθα πάντα ἥμερα καθέ-
ἄγριά τε καὶ σαρκοφάγα, καὶ καταδυναστεύοντα
τῇ περὶ αὐτὰ δυνάμει τὰ λοιπὰ, καὶ τὴν τροφὴν
ἔχοντα τὴν δαπάνησιν τῶν προειρημένων ἡμέρων
μετὰ ἀδικίας. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς
δὲ ἀδικοῦσι, νεκρούς τε καὶ ζῶντας.
παράσημον
οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας ‚ ὅτι
δέον ἐστὶ κατὰ ψυχὴν ‚ οἷς ἡ νομοθεσία διατέτακται,
δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν
πεποιθότας ἰσχύι· τῇ ἑαυτῶν, μηδ’ ἀφαιρεῖσθαι μηδὲν,
ἀλλ’ ἐκ δικαιοτάτου βίου διακυβερνᾶν, ὡς τὰ τῶν
προειρημένων πετεινῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν
ὀσπρίων ἐπὶ γῆς δαπανᾷ καὶ οὐ καταδυναστεύει πρὸς
τὴν ἐπαναίρεσιν οὔτε τῶν ὑποβεβηκότων οὔτε τῶν
συγγενικῶν.
διὰ τούτων οὖν παρέδωκεν ὁ νομοθέτης
σημειοῦσθαι τοῖς συνετοῖς εἶ.ναι δικαίους τε
καὶ μηδὲν ἐπιτελεῖν βίᾳ, μηδὲ τῇ περὶ αὐτοὺς ἰσχύι·
πεποιθότας ἑτέρους καταδυναστεύειν.
ὅπου γὰρ
οὐδ’ ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν
περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι
τοὺς τρόπους εἰς τοῦτο κατακλασθῆναι ;
πάντα
οὖν τὰ συγχωρηθέντα ἐπὶ τούτων καὶ τῶν κτηνῶν
τροπολογῶν ἐκτἐθεικε. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν
ὁπλῆς ὄνυχας σημεῖόν ἐστι τοῦ διαστέλλειν
ἡ γὰρ
ἰσχὺς τῶν ὅλων σωμάτων μετὰ ἐνεργείας ἀπέρεισιν
ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς
οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τῷ
οἱ γὰρ πλείονες
τῶν λοιπῶν ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες
μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις
ὅλαι ἐπὶ τούτοις σεμνύνονται. οὐ μόνον γὰρ πρὸς
ἄρρενας προσάγουσιν, ἀλλὰ καὶ τεκούσας, ἔτι δὲ καὶ
περὶ ὃν δέ ἐστιν ὁ προειρημένος τῆς
διαστολῆς τρόπος, περὶ τοῦτον καὶ τὸν τῆς μνήμης
εἶναι κεχαρακτήρικε. πάντα γὰρ ὅσα διχηλεῖ καὶ
μηρυκισμὸν ἀνάγει, σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται
τὸ τῆς μνήμης. ἡ γὰρ ἀναμηρύκισις οὐδὲν ἕτερον
ἀλλ’ ἢ τῆς ζωῆς καὶ συστάσεως ὑπόμνησίς ἐστι.
τὸ γὰρ ζῆν διὰ τῆς τροφῆς συνεστάναι νομίζει.
διὸ παρακελεύεται διὰ τῆς γραφῆς λέγων οὕτως
κατανοούμενα
γὰρ ἔνδοξα φαίνεται, πρῶτα μὲν ἡ τοῦ σώματος σύμπηξις
καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον
μέρος διαστολὴ, πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων
διακόσμησις, διανοίας ἐνέργημα, καὶ κίνησις ἀόρατος,
ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν, καὶ
τεχνῶν εὕρεσις, ἀπέρατον περιέχει τρόπον.
διὸ
παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα
συνεχόμενα θείᾳ δυνάμει. πάντα γὰρ τόπον
καὶ χρόνον ὥρικε, πρὸς τὸ διὰ παντὸς μνημονεύειν
τοῦ κρατοῦντος θεοῦ ‚ συντηροῦντας καὶ τὰς ἀρχὰς
καὶ γὰρ ἐπὶ τῶν
βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι
κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων
παράσημον ἡμῖν μνείας δέδωκεν· ὡσαύτως δὲ καὶ
ἐπὶ τῶν πόλεων καὶ οἰκήσεων διὰ τὸ σκεπάζεσθαι]
μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς
ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον.
κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους
καὶ πορευομένους μελετᾶν τὰς τοῦ θεοῦ κατασκευὰς,
οὐ λόγῳ μόνον, ἀλλὰ καὶ διαλήψει θεωροῦντας
τὴν κίνησιν καὶ τὴν ὑπόληψιν ἑαυτῶν, ὅταν
εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν ὡς θεία τίς
ἐστι καὶ ἀκατάληπτος ἡ τούτων μετάθεσις.
Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας
τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα
τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ
κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται ‚ πρὸς δ’
ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου.
διατάξας
γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ
τὰς ἁφὰς ἕκαστα κελεύει μηδὲν εἰκῆ μήτε πράσσειν
μήτε ἀκούειν μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένος
ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι.
καὶ ἐπὶ τῶν
κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς
καὶ κακοποιοῦσι μύες ‚ οὐ μόνον πρὸς τὴν ἑαυτῶν
τροφὴν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον
γίνεσθαι ἀνθρώπῳ ὅ τι ἂν δή ποτ’ οὖν ἐπιβάλληται
κακοποιεῖν.
τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί·
χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα.
διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ
δὲ τῷ στόματι. καὶ διὰ τοῦτ’ οὖν ὁ τοιοῦτος τρόπος
τοῖς ἀνθρώποις ἀκάθαρτός ἐστιν. ὅσα γὰρ δι’ ἀκοῆς
καλῶς δὲ ποιῶν ὁ βασιλεὺς
ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.
ἐγὼ δὲ εἶπα, τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ
γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς παρα-
βάλλει συνεχῶς. τούτους γὰρ καὶ λέγω· ἐπαγρύ-
πνησις γὰρ εἰς ἀνθρώπων ἀπώλειαν ἀνόσιος. ὁ δὲ
νόμος ἡμῶν κελεύει μήτε λόγῳ μήτε ἔργῳ κακοποιεῖν
μηδένα.
καὶ περὶ τούτων οὖν ὅσον ἐπὶ βραχὺ
διεξελθεῖν, προσυποδείξαντά σοι διότι πάντα κεκα-
νόνισται πρὸς δικαιοσύνην καὶ οὐδὲν εἰκῆ κατατέτακται
πρὸς πάντας ἀνθρώπους ‚ μεμνημένοι τοῦ δυ-
ναστεύοντος θεοῦ.
περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων, ἑρπετῶν καὶ κνωδάλων, ὁ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύνην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν.
ἐμοὶ μὲν οὑν καλῶς ἐνόμιζε
συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος.
τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν
προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων. καὶ
περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου
καθεστάναι ‚ διὰ τὴν σεμνότητα τοῦ νόμου ‚ ἣν προὴμαι
διασαφῆσαί σοι, Φιλόκρατες ‚ δι’ ἣν ἔχεις φιλομάθειαν.”
Ταῦτα μὲν ὁ ἀρχιερεὺς τοῖς ἥκουσιν ὡς αὐτὸν
Ἕλλησι περὶ τῆς ἀλληγορουμένης ἐν τοῖς ἱεροῖς
νόμοις ἰδέας διεστείλατο, ὡς ἂν μέλλουσι ταῖς ἐκδο-
ὁ δὲ Ἀριστόβουλος καὶ τῆς κατ᾿ Ἀριστοτέλην φιλοσοφίας
πρὸς τῇ πατρίῳ μετειληχὼς, (ὁποῖα περὶ τῶν
ἐν ταῖς ἱεραῖς βίβλοις φερομένων ὡς περὶ θεοῦ μελῶν
διῆλθεν ἐπακοῦσαι καιρός· οὗτος δ᾿ αὐτὸς
ἐκεῖνος, οὗ καὶ ἡ δευτέρα τῶν Μακκαβαίων ἐν ἀρχῇ
τῆς βίβλου μνημονεύει·) ἐν τῷ πρὸς Πτολεμαῖον
τὸν βασιλέα συγγράμματι τοῦτον καὶ αὐτὸς διασαφεῖ
τὸν τρόπον
“Πλὴν ἱκανῶς εἰρημένων πρὸς τὰ προκείμενα
διὰ τοῦ νόμου τοῦ παρ᾿ ἡμῖν καὶ χεῖρες
καὶ βραχίων καὶ πρόσωπον καὶ πόδες καὶ περίπατος
ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύξεται λόγου κα-
παρακαλέσαι δέ σε βούλομαι
πρὸς τὸ φυσικῶς λαμβάνειν τὰς ἐκδοχὰς καὶ τὴν
ἁρμόζουσαν ἔννοιαν περὶ θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν
εἰς τὸ μυθῶδες καὶ ἀνθρώπινον κατάστημα.
πολλαχῶς γὰρ ὃ βούλεται λέγειν ὁ νομοθέτης
ἡμῶν Μωσῆς, ἐφ᾿ ἑτέρων πραγμάτων λόγους ποιούμενος,
λέγω δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν, φυσικὰς
διαθέσεις ἀπαγγέλλει καὶ μεγάλων πραγμάτων κατασκευάς.
οἷς μὲν οὖν πάρεστι τὸ καλῶς νοεῖν
εἰσιν οἱ προειρημένοι φιλόσοφοι καὶ πλείονες ἕτεροι
καὶ ποιηταὶ παρ᾿ αὐτοῦ μεγάλας ἀφορμὰς εἰληφότες,
καθὸ καὶ θαυμάζονται.
τοῖς δὲ μὴ μετέχουσι δυ-
ἄρξομαι δὲ λαμβάνειν καθ’ ἕκαστον σημαινόμενον
τὴν ἀλογίαν ‚ ἀλλ’ ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι
τὰ ἐκείνῳ νενοημένα.
χεῖρες μὲν οὑν νοοῦνται
προδήλως καὶ ἐφ’ ἡμῶν κοινότερον. ὅταν γὰρ δυνάμενις
ἐξαποστέλλῃς σὺ βασιλεὺς ὢν, βουλόμενός τι
κατεργάσασθαι, λέγομεν, μεγάλην χεῖρα ἔχει ὁ βασιλεὺς,
φερομένων τῶν ἀκουόντων ἐπὶ τὴν δύναμιν
ἣν ἔχεις.
ἐπισημαίνεται δὲ τοῦτο καὶ διὰ τῆς
νομοθεσίας ἡμῶν λέγων ὁ Μώσης οὕτως “ἐν χειρὶ
κραταιᾷ ἐξήγαγεν ὁ θεός σε ἐξ Αἰγύπτου.’’ καἰ πάλιν
‘‘ἀποστελῶ, φησὶν ὁ θεὸς, τὴν χεῖρά μου, καὶ πατάξω
τοὺς Αἰγυπτίους.’’ καὶ ἐπὶ τοῦ τῶν κτηνῶν θανάτου
τῶν ἀνθρώπων καὶ τὰς ἐνεργείας ἐν ταῖς χερσὶν
διόπερ καλῶς ὁ νομοθέτης ἐπὶ τὸ μεγαλεῖον μετενήνοχε, λέγων τὰς συντελείας χεῖρας εἶναι θεοῦ. στάσις δὲ θεία καλῶς ἂν λέγοιτο κατὰ τὸ μεγαλεῖον ἡ τοῦ κόσμου κατασκευή.
καὶ γὰρ ἐπὶ
πάντων ὁ θεὸς, καὶ πάνθ’ ὑποτέτακται, καὶ στάσιν
θάλασσα, οὐδὲ θάλασσα ποταμοί.
καὶ
πάλιν ἐπὶ τῶν ζῴων ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ
ἡ στάσις
οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο ‚ πάντων ὑποκειμένων
τῷ θεῷ. λέγεται δὲ κατάβασις ἐπὶ τὸ ὅρος
θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ’ ὃν
ἐνομοθέτει καιρὸν, ἔνα πάντες θεωρήσωσι τὴν ἐνέργειαν
τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι·
καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο ‚ βουλόμενος
συντηρεῖν τὸν περὶ θεοῦ λόγον.
δηλοῦται
γὰρ ὡς τὸ ὄρος ἐκαίετο πυρὶ, καθώς φησιν ἡ
νομοθεσία, διὰ τὸ τὸν θεὸν καταβεβηκέναι σαλπίγγων
τε φωνὰς καὶ τὸ πῦρ φλεγόμενον ἀνυποστάτως
εἶναι.
τοῦ γὰρ παντὸς πλήθους μυριάδων οὐκ
παρεμβεβληκότες ‚ τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο·
ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πανταχοῦ
γὰρ ὁ θεός ἐστιν. ἀλλὰ τὴν τοῦ πυρὸς δύναμιν
παρὰ πάντα θαυμάσιον ὑπάρχουσαν ‚ διὰ τὸ πάντα
ἀναλίσκειν, οὐκ ἂν ἔδειξε φλεγομένην ἀνυποστάτως,
μηδὲν ἐξαναλίσκουσαν ‚ εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ δυναμικὸν
αὐτῇ προσείη.
τῶν γὰρ φυομένων ἐν
σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ
προκειμένων ὀργάνων τοιούτων, μηδὲ τοῦ φωνήσαντος,
ἀλλὰ θείᾳ κατασκευῇ γινομένων πάντων.
ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν
θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς
ἕκαστα καταλαμβάνειν, μήτε τὸ πῦρ κεκαυκὸς, ὡς
τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ
διὰ πάντων μεγαλειότητα.’
Ταῦτα ὁ Ἀριστόβουλος. ἐπεὶ δὲ διεληλήθαμεν
τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε
τρόπον τῆς ἀλληγορουμένης παρ’ αὐτοῖς ἰδέας, ἑξῆς
ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων
ἔθνος εἰς δύο τμήματα διῄρηται, καὶ τὴν μὲν πληθὺν
ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις
τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν
ἠξίου, θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν
σημαινομένων.
ἦν δὲ τοῦτο φιλοσόφων Ἰου-
δαίων γένος, ὧν τὴν τοῦ βίου ἄσκησιν καὶ τῶν ἔξωθεν
κατεπλάγησαν μυρίοι, τῶν δ’ οἰκείων οἶ περιφανέστατοι
καὶ μνήμης ἀλήστου τούτους ἠξίωσαν,
Ἰώσηπός τε καὶ Φίλων καὶ ἕτεροι πλείους· ὧν τὰ
πολλὰ παρεὶς, δείγματος αὐτὸ μόνον ἕνεκα, τῇ τοῦ
Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης
ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν
Ἐσσαῖοι, 5 παρὰ τὴν ὁσιότητά μοι δοκῶ τῆς προσηγοΜθρίους
ἔστι δ’ αὐτοῖς ἡ προαίρεσις
οὐ γένει, γένος γὰρ ἐφ’ ἑκουσίοις οὐ γράφεται) διὰ
δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας ἵμερον.
Ἐσσαίων
γοῦν κομιδῇ νήπιος οὐδεὶς ἀλλ’ οὐδὲ πρωτογένειος,
ἢ μειράκιον, ἐπεὶ τά γε τούτων ἀβέβαια
ἤθη τῷ τῆς ἡλικίας ἆτ’ ἑλεῖ συννεωτερίζονται· τέλειοι
δ’ ἄνδρες καὶ πρὸς γῆρας ἀποκλίναντες ἤδη, μηκέθ’
ὑπὸ τῆς τοῦ σώματος ἐπιρροῆς ἐπικλυζόμενοι, μηδ’
ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν ἀψευδῆ δὲ καὶ μόνην
μάρτυς δὲ τῆς
ἐλευθερίας αὐτῶν ὁ βίος. ἴδιον οὐδεὶς οὐδὲν ὑπομένει
κτήσασθαι τὸ παράπαν ‚ οὐκ οἰκίαν, οὐκ άνδράποδον‚
οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα
παρασκευαὶ καὶ χορηγίαι πλούτου· πάντα δ’ εἰς μέσον
ἀθρόα καταθέντες κοινὴν καρποῦνται τὴν ἁπάντων
ὠφέλειαν.
οἰκοῦσι δ’ ἐν ταὐτῷ, κατὰ θιάσους
ἑταιρίας καὶ συσσίτια πεποιημένοι, καὶ πάνθ’
ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι διατελοῦσιν.
ἀλλ’ ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες
ἀόκνως διαθλοῦσιν, οὐ κρυμὸν ‚ οὐ θάλπος, οὐχ ὅσα
ἐπανίασι χαίροντες, οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς
ἐξεταζομένων ἀγῶσιν.
ὑπολαμβάνουσι γὰρ ἄττ’
ἂν ἐπιτηδεύσωσιν εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ
καὶ σώματι τὰ γυμνάσματα, καὶ πολυχρονιώτερα τῶν
ἐν ἀθλήσεσι, μὴ συναφηβῶντα τῇ τοῦ σώματος ἀκμῇ.
εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι, τῶν περὶ σπορὰν
καὶ γεωργίαν ἐπιστήμονες ‚ οἱ δ’ ἀγελάρχαι, παντοδαπῶν
θρεμμάτων ἡγεμόνες, ἔνιοι δὲ σμήνη μελιττῶν
ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσὶν, ὑπὲρ τοῦ μηδὲν ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται παθεῖν ‚ οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον.
ἐκ δὴ τῶν οὕτως διαφερόντων
ἕκαστοι τὸν μισθὸν λαβόντες ἑνὶ διδόασι τῷ
χειροτονηθέντι ταμίᾳ· λαβὼν δ’ ἐκεῖνος αὐτίκα τἀπιτήδεις
ὠνεῖται, καὶ παρέχει τροφὰς ἀφθόνους καὶ
τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης.
οἶ δ’
ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι καθ’ ἑκάστην ἡμέραν
πολυτέλειαν ὡς ψυχῆς καὶ σώματος νόσον ἐκτρεπόμενοι.
κοινὴ δ’ οὐ τράπεζα μόνον , ἀλλὰ καὶ
ἐσθὴς αὐτοῖς ἐστί. πρόκεινται γὰρ χειμῶνι μὲν στιφραὶ
χλαῖναι, θέρει δ’ ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς
ἐξεῖναι τῷ βουλομένῳ ἣν ἂν ἐθελήσῃ λαβεῖν,
καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν,
ἐκ τῶν κοινῶν νοσηλεύεται, θεραπευόμενος
ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. οἶ δὲ δὴ
πρεσβῦται κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες
μόνον, ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ
καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι
καταλύειν, ὑπὸ τοσούτων προνομίας ἀξιούμενοι καὶ
τιμῆς, ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ θεραπεύειν
ἔτι τοίνυν ὅπερ ἢ μόνον
καὶ συνεχέσι γοητείαις ὑπάγεσθαι.
μελετήσασά
γὰρ θῶπας λόγους καὶ τὴν ἄλλην ὑπόκρισιν ‚ ὥσπερ
παῖδες δ’ εἰ γένοιντο, φρονήματος ὑποπλησθεῖσα
καὶ παρρησίας, ὅσα κατ’ εἰρωνείαν πρότερον ὑπούλως
ὑπῃνίττετο, ταῦτα ἀπ’ εὐτολμοτέρου θράσους
ὁ γὰρ ἢ γυναικὸς
φίλτροις ἐνδεθεὶς ἢ τέκνων ἀνάγκῃ φύσεως προκηδόμενος
οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν ‚ ἀλλ’
ἕτερος γέγονε λεληθὼς ἀντ’ ἐλευθέρου δοῦλος.
οὕτως γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος, ὥστ’ οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ μεγάλοι βασιλεῖς ἀγάμενοι τοὺς ἄνδρας τεθήπασι, καὶ τὸ σεμνὸν αὐτῶν ἀποδοχαῖς καὶ τιμαῖς ἔτι μᾶλλον σεμνοποιοῦσι.
Ταῦτα μὲν ἀπὸ τοῦ εἰρημένου κείσθω συγγράμματος· ἀπὸ δὲ τοῦ Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι τὰ οὕτως ἔχοντα παραθήσομαι
“ εστι δὲ καὶ ἡ ἐν Παλαιστίνῃ Συρία καλοκαγαθίας
οὐ·κ ἄγονος, ἣν πολυανθρωποτάτου ἔθνους
τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται.
λέγονται
δέ τινες παρ’ αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ
τετρακισχιλίους ‚ κατ’ ἐμὴν δόξαν οὐκ ἀκριβεῖ τύπῳ
διαλέκτου ‘Eλληνικῆς , παρώνυμοι ὁσιότητος ‚ ἐπειδὴ
κἀν τοῖς μάλιστα θεραπευταὶ θεοῦ γεγόνασιν ‚ οὐ
ζῷα καταθύοντες, ἀλλ’ ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας
κατασκευάζειν ἀξιοῦντες.
οὗτοι τὸ μὲν
πρῶτον κωμηδὸν οἰκοῦσι τὰς πόλεις ἐκτρεπόμενοι,
διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας, εἰδότες
ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ
νόσον, ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον.
ὧν
τοῦ βίου χρείας ἐκπορίζοντες.
μόνοι γὰρ ἐξ
ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτήμονες
αὐτοὶ γεγονότες, ἐπιτηδεύσει τὸ πλέον ἢ ἐνδείᾳ
εὐτυχίας) πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδἐειαν
καὶ εὐκολίαν, ὅπερ ἐστὶν, κρίνοντες περιουσίαν.
βελῶν ‚ ἢ ἀκόντων, ἢ ξιφιδίων, ἢ κράνους, ἢ θώρακος,
γὰρ ἢ καπηλείας ἢ ναυκληρίας οὐδ’ ὄναρ ἴσασι,
τὰς εἰς πλεονεξίαν ἀφορμὰς ἀποδιοπομπούμενοι.
δοὐλός τε παρ’ αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ’ ἐλεύθεροι
πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί
τε τῶν δεσποτῶν οὐ μόνον ὡς ἀδίκων
ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν
φύσεως ἀναιρούντων ‚ ἢ πάντας ὁμοίως γεννήσασα
ὧν
τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα
διέσεισεν, ἀντ’ οἰκειότητος ἀλλοτριότητα καὶ
φιλοσοφίας τε
τὸ μὲν λογικὸν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς,
λογοθήραις, τὸ δὲ φυσικὸν, ὡς μεῖζον ἢ κατὰ ἀνθρωπίνην
φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον
αὐτοῦ περὶ ὑπάρξεως θεοῦ καὶ τῆς τοῦ παντὸς γενέσεως
τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν
ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ
γὰρ ἡ ἑβδόμη νενόμισται, καθ᾿ ἣν τῶν ἄλλων ἀνέχοντες
ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ
καλοῦνται συναγωγαὶ, καθ᾿ ἡλικίας ἐν τάξεσιν ὑπὸ
πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος
ἔχοντες ἀκροατικῶς. εἷς μέν τις τὰς βίβλους
ἀναγινώσκει λαβὼν, ἕτερος δὲ τῶν ἐμπειροτάτων
παιδεύονται δὲ εὐσέβειαν,
ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, καὶ
ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν
καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν
ἐναντίων, νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ
τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ.
τοῦ
μὲν οὖν φιλοθέου δείγματα μυρία παρέχει ἡ παρ᾿
ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ
ἀνώμοτον, τὸ ἀψευδὲς, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον,
ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον,
τὸ εὐσταθὲς, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ
φιλανθρώπου δείγματα εὔνοια, ἰσότης, ἡ παντὸς
λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον
βραχέα εἰπεῖν.
πρῶτον τοίνυν οὐδενὸς οἰκία
τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὴν συμβέβηκε.
πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀνα-
εἶτ’ ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι · καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων. τὸ γὰρ ὁμωρόφιον ‚ ἢ ὁμοδίαιτον ‚ ἢ ὁμοτράπεζον ‚ οὐκ ἄν τις εὕροι παρ’ ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον, καὶ μήποτ’ εἰκότως ·
ὅσα γὰρ
ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ,
ταῦτ’ οὐκ ἴδια φυλάττουσιν ‚ ἀλλ’ εἰς μέσον προτιθέντες
κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν
ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης
ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν.
αἰδὼς δ’
ἐστὶ πρεσβυτέρων καὶ φροντὶς, οἵα γονέων ὑπὸ γνησίων
παίδων, χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ
τῇ πάσῃ γηροτροφουμένων. τοιούτους ἡ δίχα περιεργίας
Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργίζεται
φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς
ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλωτος ἐλευθερία
βεβαιοῦται.
σημεῖον δὲ, πολλῶν κατὰ καιροὺς
προαιρέσεσι χρησαμένων διαφερούσαις ‚ οἱ μὲν γὰρ
εἰς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες,
οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα,
τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ‚ ἢ καὶ ζῶντας
ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη καεουργοῦντες,
ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς
ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο·
οἶ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς
φωνῆς ὑποκρίσει βαρύμηνι ἦθος ἐπιδεικνύμενοι,
κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες,
ἀλλὰ γὰρ
οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ
δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων
παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου
καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.”
Τὰ μὲν οὖν τῆς φιλοσόφου παρὰ Ἰουδαίοις
ἀσκήσεως τε καὶ πολιτείας διὰ τῶνδε προκείσθω·
τὰ δὲ τοῦ λοιποῦ βίου, ὃν δὴ τῷ πλήθει τοῦ παντὸς
ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν
ὁ λόγος.
τί δῆτα λείπεται ἐπὶ τούτοις ἢ
εἴη ;
ἐπεὶ τοίνυν τὰ τῆς ἐνθέου γραφῆς
λόγια πρόκειται διὰ τοῦ πρὸ τούτου συγγράμματος,
φέρ’ οὖν ἐπὶ τοῦ παρόντος τὰ τῆς διανοίας τῶν παρὰ
Ἰουδαίοις σοφῶν ἐπαθρήσωμεν, ὡς ἂν μάθοιμεν
ὁποῖοί τινες καὶ έν τῇ θεολογίᾳ κἀν τῇ περὶ λόγους
ἀρετῇ παῖδες Ἑβραίων γεγόνασι. πάλιν οὖν τὸν
Φίλωνα παριτέον ἀπὸ τοῦ πρώτου τῶν Εἰς τὸν
Νόμον
“ Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν
θαυμάσαντες τὸν μὲν ἀγέννητόν τε καὶ
ἀίδιον ἀπεφήναντο, τοῦ θεοῦ πολλὴν ἀπραξίαν
Μώσης
δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ
χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως
ἀναδιδαχθεὶς ἔγνω διότι ἀναγκαιότατόν ἐστιν ἐστιν
ἐν τοῖς οὖσι τὸ μὲεν ἴναι δραστήριον * * ὁ τῶν ὅλων
νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων
ἢ ἐπιστήμη, καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ
αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν ἄψυχον καὶ ἀκί
νῆτον ἐξ αὐτοῦ, κινηθὲν δὲ καὶ μετασχηματισθὲν καὶ
τοῦ
μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ
ποιητὴν αἱρεῖ λόγος. καὶ γὰρ πατὴρ ἐκγόνων καὶ
δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς
διαμονῆς, καὶ ὅσα μὲν ἐπιζήμια μηχανῇ πάσῃ διωθεῖται,
ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ πάντα τρόπον
ἐκπορίζειν ἐπιποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις
οὐδεμία τῷ μὴ πεποιηκότι.
περιμάχητον δὲ
δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν
καὶ πρυτανεύεσθαι θέμις.
ἀλλ’ ὅ γε μέγας Μωσῶς
ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ
ἀγέννητον ‚ (πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ
μεταβολαῖς οὐδέ ποτε κατὰ ταὐτὰ ὂν) τῷ μὲν ἀοράτῳ
καὶ νοητῷ προσένειμεν, ὡς ἀδελφὸν καὶ συγγενῆ,
ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν τὸ οἰκεῖον ὄνομα
ἐπεφήμισεν.
ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς
Ταῦτα μὲν οὖν περὶ τοῦ γεννητὸν εἶναι τὸν
κόσμον. ὁ δὲ αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι
κεῖσθαι τὸ πᾶν ἐν τῷ Περὶ προνοίας νεανικώτατα
διέξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας καὶ
πρὸς αὐτὰς ἑξῆς ἀποκρινάμενος. καὶ τούτων δὲ, εἰ
καὶ μακρότερα δόξειεν) ἀλλ’ ὡς ἀναγκαῖα τὰ πλείστα
συντεμὼν ἐκθήσομαι. κατασκευάζει δὲ τὸν λόγον
τοῦτον ’τον τρόπον
“πρόνοιαν Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν
ἀταξίας γέμει καὶ φορᾶς ; ἢ μόνος ἀγνοεῖς ὅτι τοῖς
μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπικωμάζει
περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος
εὐμοιρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης
ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσὶν, ὀλίγου δέω
φάναι, πένητες, ἀφανεῖς, ἄδοξοι, ταπεινοί;’’
Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω
τούτων εἰπὼν ἑξῆς ἐπιλύεται τὰς ἀντιθέσεις διὰ
τούτων
Οὐ τύραννος ὁ θεὸς, ὠμότητα καὶ βίαν καὶ ὅσα
δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκὼς, ἀλλὰ
βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν,
μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρανόν τε καὶ
βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις
οἰκειοτέρα πατρός. ὃ γὰρ ἐν ταῖς συγγενείαις πρὸς
τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν , πρὸς
δὲ κόσμον ὁ θεὸς, δύο κάλλιστα φύσεως θεσμοῖς ἀκινήτοις
ἀδιαλύτῳ ἑνώσει ἁρμοσάμενος, τὸ ἡγεμονικὸν
καθάπερ οὖν τῶν ἀσώτων
υἱέων οὐ περιορῶσιν οἱ τοκέες , ἀλλὰ τῆς ἀτυχίας
οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες
ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις
ἐπεμβαίνειν, φίλων δὲ καὶ συγγενῶν ἐπελαφρίζειν
τὰ πταίσματα·
πολλάκις δὲ καὶ τούτοις μᾶλλον
ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς
εἰδότες ὡς ἐκείνοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ
πάρεστιν ἡ σωφροσύνη , τοῖς δ’ ἐλπὶς μία οἷ γονεῖς,
ἦς εἰ σφαλεῖεν , ἀπορήσουσι καὶ τῶν ἀναγκαίων·
τὸν αὐτὸν τρόπον καὶ ὁ θεὸς , λογικῆς συνέσεως
πατὴρ ὢν, ἀπάντων μὲν τῶν λογισμοῦ μεμοιραμένων
κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων,
ἅμα μὲν καιρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδοὺς, ἅμα
δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων , ἧς
ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν, ἐπαξία τὸν
θεῖον περιπολεῖν οἶκον. ”
“Ἔνα μὲν δὴ λόγον τοῦτον, ὠ ψυχὴ, δέξαι
τέως αὐτοῦ παρακαταθήκην , ἕτερον δὲ συνῳδὸν καὶ
ἐναρμόνιον αὐτῷ τοιόνδε μὴ τοσοῦτόν ποτε ψευσθείης
τῆς ἀληθείας ὡς εὐδαίμονά τινα τῶν φαύλων
εἷναι νομίσαι, κἂν πουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως
δ’ ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου
Μίλωνος, καλλίων δὲ Γανυμήδους,
τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν,
νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου,
τύφου καὶ κενῆς δόξης, δεινῶν παλεῦσαι καὶ παρα-
γαγεῖν ἀνερματίστους ψυχὰς , περὶ ἃ κηραίνει γένος
εἰ μέντοι τὸ τῆς ψυχῆς
ὄμμα τείνας βουληθείης περιαθρῆσαι θεοῦ πρόνοιαν,
ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανοτέραν τὴν τοῦ
πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν φαντασίαν, γελάσῃ τὰ
παρ’ ἡμῖν, ἃ τέως ἐθαύμαζες. ἀεὶ γὰρ ἀπουσίᾳ τῶν
κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα
τάξιν· ἐπιφανέντων δὲ ὑποστέλλει, δευτερείοις
ἄθλων ἀρκούμενα.
καταπλαγεὶς οὖν τὸ
θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλὸν, πάντως ἐννοἠσεις
ὅτι παρὰ θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν
καθ’ ἑαυτὸ τῆς ἀγαθοῦ μοίρας ἠξίωται, διότι τὰ μὲν
μοῖρα , τῆς πρὸς κὰρ πῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ
τῷ παντὶ λειπομένη .
οὐ γάρ ἐσθ’ ὅμοιον τροφῆς,
ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. μία τούτων
ἐστὶ βάσανος ἐναργεστάτη λιμὸς, ᾧ τὸ πρὸς άλήθειαν
ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται · θησαυσοὺς
γὰρ τοὺς πανταχοῦ πάντας ἀντικαταλλάξαιτ’
ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος.
ὅταν δὲ
ἡ τῶν ἀναγκαίων ἀφθονία μυρίῳ φορᾶς ἀκατασχέτῳ
πλήθει ῥυεῖσα κατὰ πόλεις ἀναχέηται , τοῖς τῆς φύσεως
ἀγαθοῖς ἐντρυφῶντες ἐπ’ αὐτῶν μόνων οὐκ
ἀξιοῦμεν ἵστασθαι , κόρον δ’ ὑβριστὴν ἡγεμόνα τοῦ
βίου ποιησάμενοι, ἀργύρου τε καὶ χρυσοῦ κτήσεσιν
ἐσθῆτές γε μὴν προβάτων εἰσὶν, ὡς οἶ
ποιηταί πού φασιν , ἄνθος , κατὰ δὲ τὴν δημιουργὸν
τέχνην ὑφαντῶν ἔπαινος. εἰ δέ τις ἐπὶ δόξῃ μέγα
φρονεῖ, τὴν παρὰ τῶν φαύλων ἀποδοχὴν ἀδπαξόηενος,
εὐχέσθω δὲ καθαρσίων μεταλαχὼν
ἰαθῆναι τὰ ὦτα, δι’ ὧν αἱ μεγάλαι ψυχῇ νόσοι
κατασκήπτουσι. μαθἐτωσαν δὲ καὶ ὅσοι ἐπ’ εὐτονίᾳ
πεφύσηνται μὴ ὑψαυχενεῖν , ἀπιδόντες εἰς τὰς τῶν
ἡμέρων καὶ ἀτιθάσων ζῴων ἀμυθήτους ἀγέλας, αἷς
ἰσχὺς καὶ ῥώμη συγγεγένηνται. τῶν γὰρ ἀτοπωτάτων
ἐστὶν ἐπὶ θηρίων ἀρεταῖς, καὶ ταῦτα σεμνύνεσθαι.
μένον ὑπ’ αὐτῶν ἄνθρωπον ὄντα σεμνύνεσθαι.
διὰ τί δ’ ἄν τις εὖ φρονῶν ἐπὶ σώματος εὐμορφίᾳ
ἀγάλλοιτο , ἣν βραχὺς καιρὸς ἔσβεσε, πρὶν ἐπὶ
μήκιστον ἀνθῆσαι, τὴν ἀπατηλὴν αὐτῆς ἀκμὴν ἀμαυρώσας,
καὶ ταῦθ’ ὁρῶν ἐν ἀψύχοις περιμάχητα καλλιγράφων
ἔργα καὶ πλαστῶν καὶ ἄλλων τεχνιτῶν, ἔν
τε ζωγραφήμασι καὶ ἀνδριᾶσι καὶ ὑφασμάτων ποικιλίαις,
ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ πόλιν ἑκάστην
τούτων οὑν, ὅπερ ἔφην, οὐδὲν
παρὰ θεῷ τῆς ἀγαθοῦ μοίρας ἠξίωται. καὶ τί θανμάξομεν
εἰ μὴ παρὰ θεῷ; οὐδὲ γὰρ παρὰ ἀνθρώποις
τοῖς θεοφιλέσι, παρ’ οἶς τὰ πρὸς ἀλήθειαν ἀγαθὰ
καὶ καλὰ τετίμηται, φύσεως μὲν εὐμοίρου λαχοῦσι,
μελέτῃ δὲ μετ’ ἀσκήσεως τὴν φύσιν ἐπικοομŕισασιν,
ὧν ἡ ἄνοθος φιλοσοφία δημιουργός.
ὅσοι δὲ
νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς
ἐμιμήσαντο τὸ δοῦλον ψυχῆς σῶμα θεραπεύοντας οἶ
ἐπίσημον, ἐκπωμάτων ἢ ὑφασμάτων πλῆθος, τὸν
αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ’ ὅτι κλῖναι λιθοκόλλητοι
καὶ ὁλόχρυσοι θαυμάσαν1ες, οὔθ’ ὅτι ἀσαχνοϋφεῖς
ἢ λινορραφούμεναι στρωμναὶ, οὔθ’ ὅτι ἐσθημάτων
ἰδέαι διάφοροι· προσέτι δὲ τὰς περὶ αὐτὸν
χλαίνας ἀπαμφιάσαντες ἅπτονται χειρῶν καὶ τὰς
φλέβας προσπιεζοῦντες ἀκριβοῦσι τοὺς παλμοὺς, εἰ
σωτήριοι· πολλάκις δὲ καὶ τοὺς χιτωνίσκους ἀναστείλαντες
εἰ περιπληθής ἐσθ’ ἡ γαστὴρ ἐξετάξουσιν,
εἰ πεπυρωμένος ὁ θώραξ, εἰ ἄτακτα ἡ καρδία
πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν.
ἔδει δὲ καὶ τοὺς φιλοσόφους ἰατρικὴν ὀμολογοῦντας
ἐπιτηδεύειν ἐπιτηδεύειν τῆς φύσει βασιλίδος ψυχῆς , καταφρονεῖν
μὲν ἁπάντων ὅσα αἶ κεναὶ δόξαι τυφλορλαστοῦδιν,
εἴσω δὲ προσιόντας ἅπτεσθαι διανοίας αὐτῆς,
εἰ ὑπ’ ὀργῆς ἀνισοταχεῖς καὶ παρὰ φύσιν κεκινημένοι
παλμοί· ἅπτεσθαι καὶ γλώττης, εἰ τραχεῖα καὶ κακήγορος,
διαμαρτάνωσι τῶν προσφόρων εἰς τὸ σώζειν.
νυνὶ
δὲ ὑπὸ τῆς τῶν ἔξω περιαυγασθέντες λαμπρότητος,
ἄτε νοητὸν φῶς ἰδεῖν ἀδυνατοῦντες , πλαζόμενοι
ἀλλὰ γὰρ ὡς ὑπερβολὴ
μανίας χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς ἢ
κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων, οὕτω καὶ
φαύλοις ἀνδράσι τῶν πρὸς ἀλήθειαν ἀγαθῶν. καὶ
γὰρ οὗτοι τὸ κυριώτατον τῶν ἐν αὐτοῖς διάνοιαν πεπήρωνται,
ἧς βαθὺ σκότος ἀφροσύνη κατέχεεν.
εἶτα
νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα
ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς
ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι τῶν ἄλλων
ἀγαθῶν πάντων ἠλόγουν;
τίς δ᾿ οὐκ ἂν
ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; εἰ δὲ
σώματος θνητοῦ μεταλαχόντες καὶ κηρῶν γέμοντες
καὶ γὰρ εἰ ἐν ἀέρι
γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως
δὲ λοιμικῆς μᾶλλον, ἢ οὐχ ἧττον, φθοροποιός
ἐστιν ἡ κακία. ὡς δ᾿ ὁπόταν ὑετοῦ μὲν ὄντος,
ἀνάγκη τὸν σοφὸν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι,
βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιέζε-
(ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν
νόμος φύσεως) τὸν αὐτὸν τρόπον τὸν ἐν τοῖς τοιού-
ἐπεὶ Πολυκράτει γε,
ἐφ’ οἷς δεινοῖς ἠδίκησε καὶ ἠσέβησε, χορηγὸς ἀπἠντνσε,
χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία· πρόσθες
δ’ ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο καὶ προσηλοῦτο,
χρησμὸν ἐκπιπλὰς, οἶδα, ἔφη , κἀμαυτὸν οὐ
αἰνιγματώδεις αὗται φάσεις , ἀδηλούμεναι τὸ πάλαι,
οὐκ ἐπὶ τελευτῇ δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν
ἐξ ἀρχῆς βίον, ἐλελήθει πρὸ τοῦ σώματος τὴν ψυχὴν
κρεμάμενος. ἀεὶ γὰρ φοβούμενος καὶ τρέμων τὸ
πλῆθος τῶν ἐπιτιθεμένων ἐπτόητο, σαφῶς ἐξεριστάμενος
ὅτι εὔνους μὲν ἦν οὐδεὶς, ἐχθροὶ δὲ πάντες
δυσπραξίᾳ ἀμείλικτοι.’’
“ Τῆς δὲ ἀνηνύτου καὶ συνεχοῦς Διονυσίου
εὐλαβείας μάρτυρες οἶ τὰ Σικελικὰ συγγράψαντες, οἴ
φασιν ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα
σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι’ ἧς φοιτήσειν
ἔμελλεν ὡς αὐτὸν, ἐκέλευσε στορεσθῆναι σανίσιν,
ἔνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα , ψόφῳ δὲ
καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ’
οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν,
ἃ μὴ θέμις ὑπ’ ἀνδρῶν ὁρᾶσθαι, παρέρχεσθαι·
πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους
εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπηναι,
κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐρικρὐρτηται,
κρύπτηται , ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν
ἔμελλε διελέγχεσθαι.
πόσων ἄρα κακῶν ὁ ταῦτα
παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικὸς . ᾖ πρὸ τῶν
ἐρασθεὶς γὰρ,
ὡς θείου πράγματος καὶ περιμαχήτου, τυραννίδος
οὔτε μένειν οὔτε ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε.
μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέρρει κακὰ
ἀμύθητα, βουλομένῳ δ᾿ ἀποδιδράσκειν ὁ περὶ τοῦ
ζῆν ἐπεκρέματο κίνδυνος, ὡπλισμένων, εἰ καὶ μὴ
τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ᾿ αὐτοῦ.
δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα
τὸν τῶν τυράννων βίον φασὶ χρήσασθαι Διονύσιον.
καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου
δείπνου παρασκευὴν, ἐκ μηρίνθου πάνυ λεπτῆς
προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν.
ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ᾿
ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον, οὔτ᾿ ἀπολαῦσαί
τινος τῶν παρεσκευασμένοιν διὰ δέος οἷός τε
ὢν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν, ἀνατείνας
τὸν αὐχένα καὶ τὰς ὄψεις ἐκαραδόκει τὸν
οἰκεῖον ὄλεθρον.
συνεὶς δ᾿ ὁ Διονύσιος, ἆρ᾿ ἤδη
κατανοεῖς, ἔφη, τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν
βίον; ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν
φενακίζειν, ἐπειδὴ περιέχει παμπληθεῖς μὲν χορηγίας,
ἀεὶ φέρουσαν ὄλεθρον.
οἱ δὲ πολλοὶ τῶν
ἀνεξετάστων ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώ-
τόν θεωμένων δημιουργεῖ.
τοιαύτης γέμουσι
βαρυδαιμονίας οἱ λίαν εὐτυχεῖς , ἧς τὰς ὑπερβολὰς
οὐσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκωμένων
ζῶντες , καθάπερ τῶν θρεμμάτων τὰ πρὸς ἱερουργίαν
πιαινόμενα. καὶ γὰρ ταῦτα τῆς πλείστης ἐπιμελείας
εἰσὶ δ’ οἷ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδή-
λους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη κα-
ταλέγεσθαι περιττὸς πόνος , ἀπόχρη δ’ ἓν ἔργον
σθαι ἢ καταποντοῦσθαι ἢ καταπίμπρασθαι , τρεῖς
συλήσαντας τὸ ἐν Δελφοῖς ἱερὸν, Φιλόμηλον καὶ
Ὀνόμαρχον καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας.
τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ λιθώδους ῥαγεί-
ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι ’
τὸν δὲ, ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέ-
χρι θαλάσσης καταβάντος, ἐπιδραμόντος τοῦ πελά-
πρησθέντα ἀπολέσθαι.
ταῦτα γὰρ φιλονεἰκότα-
τον λέγειν ἀποβῆναι κατὰ τύχην. εἰ μὲν γάρ τινες ἢ
ἐν διαφέρουσι καιροῖς ἢ ἑτέραις ἐκολάσθησαν τιμω-
“Εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων,
καὶ τοῖς πλήθεσιν ἐπαναστάντων, καὶ δουλωσαμένων
οὐ μόνον δήμους ἑτέρους, ἀλλὰ καὶ πατρίδας τὰς
ἑαυτῶν, ἀτιμώρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν.
πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ
θεὸς, διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ
ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητὶ, καθάπερ ἐν
ἡλίῳ λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπίσχων μὲν τὰ
καὶ δόκιμα.
μηδέποτ᾿ οὖν τὸ οἰκεῖον δικαστήριον
τοῦ θείου προκρίναντες ἀψευδέστερον αὐτὸ
καὶ εὐβουλότερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. ἐν ᾧ
μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλαὶ αἰσθήσεις,
πάθη ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμὸς, ἐν
ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ᾿ ἐξαπάτῃ, δικαιότης δὲ καὶ
ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς ἐξορ-
ἔπειτ᾿, ὦ γενναῖε, μὴ νομίσῃς
ἀλυσιτελὲς ἐπίκαιρον εἶναι τυραννίδα.. οὐδὲ γὰρ ἡ
κόλασις ἀλυσιτελὲς, ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς
ἢ ὠφελιμώτερον ἢ οὐκ ἀποδέον. οὗ χάριν ἐν
ἅπασι μὲν τοῖς ὀρθῶς γραφεῖσι παρείληπται νόμοις·
οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται. ὅπερ γὰρ
ἐν δήμῳ τύραννος, τοῦτ᾿ ἐν νόμῳ κόλασις.
ἐπειδὰν
οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς
πόλεις ἀρετῆς, ἀφθονία δ᾿ ἀφροσύνης ἐπιπολάσῃ,
τηνικαῦτα ὁ θεὸς, ὥσπερ ῥεῦμα χειμάρρου τὴν φο-
ὠμῆς γὰρ δίχα ψυχῆς οὐ καθαίρεται
κακία. καὶ ὅνπερ τρόπον αἶ πόλεις ἐπ’ ἀνδροφόνοις
καὶ προδόταις καὶ θεοσύλαις δημίους ἀνατρέφονδιν,
οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν,
ἀλλὰ τὸ τῆς ὑπηρεσίας χρήσιμον ἐξετάζουσαι, τὸν
αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ
κόσμου κηδεμὼν οἷα δημοκοίνους ἐφίστησι τοὺς
τυράννους ταῖς πόλεσιν , ἐν αἷς ἂν αἴσθηται βίαν,
ἀδικίαν, ἀσέβειαν, τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως
ἤδη ποτὲ στάντα λωφήσῃ.
τηνικαῦτα καὶ τοὺς
αἰτίους, ὡς ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς
ὑπηρετήσαντας , ἐφ’ ἅπασιν , ὥσπερ τινὰς κορυφαίους,
ἀξιοῖ μετέρχεσθαι. καθάπερ γὰρ ἡ τοῦ πυρὸς
τὰς ὑπὲρ ἁπάντων τίνοντες δίκας ἐπιδιαφθείρονται.
καὶ τί θαυμάζομεν εἰ διὰ τυράννων ὁ θεὸς κακίαν
ἀναχυθεῖσαν ἐν πόλεσι καὶ χώραις καὶ ἔθνεσιν
ἐπάγων ἢ λοιμὸν ἢ σεισμὸν καὶ ὅσ’ ἁ ἄλλα θεήλατα,
οἷς ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι καθ’ ἑκάστην
ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης
ἐρημοῦται διὰ προμήθειαν ἀρετῆς. ”
“Ἰκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ
τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται·
δι’ οὗ μάλιστα παρίσταται τὸ εἶναι πρόνοιαν
εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ’ ὑποικουροῦντα ἐν-
Καὶ μεθ’ ἕτερα πάλιν φησίν
‘‘Ἀνἐμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν
πλεόντων, ὡς ἐνόμιζες, ἢ γεωργούντων, ἀλλ’ ἐπ’
ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ θεὸς εἰργάζετο.
ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ’ ὑπὸ δελἠνην
ἅπαντα χῶρον πνεύμασιν· ἀμφοτέροις δὲ ζῷα
καὶ φυτὰ τρέφει καὶ αὔξει καὶ τελειοῖ.
εἰ δὲ
τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεωπόνους ἔστιν ὅτε
ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων , οὕτω καὶ ὁ θεὸς,
οἷα πόλεως τοῦ παντὸς ἐπιμελούμενος κόσμου, θέρη
χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν
ἐπὶ τῂ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες
ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τούτων ἀνωμαλίαις ξημιοῦσθαι.
μιοῦσθαι.
τὰς οὑν τῶν στοιχείων εἰς ἄλληλα μεταβολὰς,
ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς
ἀναγκαιότατον ἔργον , ἀκωλύτους παρέχεται·
παρατρίψει νεφῶν, ἀστραπαί τε καὶ βρονταί· ὧν
οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ’ ὑετοὶ καὶ πνεύματα
ζωῆς καὶ τροφῆς καὶ αὐξήσεως τοῖς περὶ γῆν αἴτια,
ὧν ταῦτα ἐπακολουθήματα.
οἷα , γυμνασιάρχου
φιλοτιμίαις πολλάκις ἀνειμένας ποιουμένου δαπάνας,
ἀνθ’ ὕδατος ἐλαίῳ καταιονούμενοί τινες τῶν ἀρειροκάλων
ἶρις δὲ καὶ ἄλως καὶ ὅσα ὁμοιότροπα πάλιν ἐστὶν
αὐγῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθήματα,
οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ’ ἐπισυμβαίνοντα
ἔργοις · οὐ μὴν ἀλλὰ παρέχει τινὰ καὶ ταῦτα
χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνεμίας γὰρ
καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας ἀπὸ τούτων
τὰς κατὰ πόλιν στοὰς
οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενευκασιν,
ὑπὲρ του τοὺς ἐμπεριπατοῦντας χειμῶνι
μὲν ἀλεαίνεσθαι , θέρους δὲ καταπνεῖσθαι. παρακολουθιῖ
δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος
ἐπιγίνεται. τί δὲ τοῦτ’ ἔστιν; αἱ ἀπὸ
τῶν ποδῶν ἐκπίπτουσαι σκιαὶ τὰ μέτρα διασημαίνουσι
ταῖς ὥραις.
καὶ μὲν δὴ τὸ πῦρ φύσεως
ἀλλ’ ὅμως παρέχεταί τινα ὠφέλειαν ἔστιν ὅτε
καὶ αὐτός. ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις,
ἡνίκα τὸ πῦρ ὑπὸ τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν
ἐξαμαυροῦται , καπνῷ μηνύεται πολεμίων ἔφοδος.
οἷός γ’ οὖν ἐπὶ τῆς ἴριδος , τοιοῦτος καὶ
ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος · θείαις γὰρ φύσεσιν
ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις· αἱ δὲ
μηνύματά εἰσιν ἢ βασιλέων τελευτῆς, ἢ πόλεων φθοδᾶς·
ὃ καὶ Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως
διὰ τῶν πρόσθεν εἰρημένων.
ὁ δὲ δὴ τοῦ γάλακτος
κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις
ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ’ εἴπερ ἐστὶ,
μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες.
ὥσπερ οὑν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτω καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχάζωμεν.
σεισμοί τε καὶ λοιμοὶ καὶ κεραυνῶν βολαὶ, καὶ ὅσα
τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ’ ἀλήθειαν
οὐκ ἔστι, θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τοπαράπαν)
ἀλλ’ αἶ τῶν στοιχείων μεταβολαὶ ταῦτα
μένα τοῖς ἀναγκαίοις καὶ τοῖς προηγουμένοις έπακολουθοῦντα.
εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι
τῆς ἀπὸ τούτων βλάβης, οὐκ αἰτιατέον
τὴν διοίκησιν. πρῶτον μὲν γὰρ οὐκ εἴ τινες ἀγαθοὶ
παρ’ ἡμῖν νομίζονται, καὶ πρὸς ἀλήθειάν εἰσιν,
ἐπειδὴ τὰ θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον
νοῦν πάντων ἀκριβέστερα δεύτερον δὲ τὸ προμηθὲς
ἐπὶ τὰ τῶν ἐν κόσμῳ συνεκτικώτατα ἐφορᾶν
ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις
τινα τῶν ἠμελημένων καὶ ἀφανῶν ἔνα τὸν προστυχόντα.
λέγουσι δέ τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις
καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν
ἐστιν ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι
τὰ ἀδικήματα , τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσι
νόσοις παραπόλλυσθαί τινας τῶν μὴ ὑπαιτίων,
ἵνα πόρρωθεν οἱ ἄλλοι σωφρονίζωνται , δίχα τοῦ
ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νο-
σεῖν, ὥσπερ καὶ τοὺς έν νηὶ χειμαζομένους κινδυνεύειν
νεύειν ἐξίσου.
τὰ δ’ ἄλκιμα τῶν θηρίων γέγονεν,
οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς εἰπεῖν εἶναι
προλαβὼν τὴν ἀπολογίαν διέσυρες) ἀσκήσεως ἕνεκα
τῆς ῥώμης ἀλογεῖν.
τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς
ἔξεστιν οὐ μόνον τειχῶν ἐντὸς, ἀλλὰ καὶ κλισιάδων
θαλαμευομένοις, ἀποζῆν ἀνεπιβουλεύτως,
ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονωτάτας ἡμέρων ἀγέλας·
ἐπειδὴ σῦς καὶ λέοντες καὶ ὅσα ὁμοιότροπα, ἑκουσίᾳ
φύσει χρώμενα, μακρὰν ἄστεος ἀπελήλαται τὸ
μηδὲν παθεῖν ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς.
εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι
ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται,
τῶν συμβαινόντων ἑαυτοὺς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν,
διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν.
ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας
ἀλογιστίᾳ, οἳ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ
θεωρεῖν, ἐν μέσῳ στάντες, ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων
ἀνωσθέντες, ποσὶ καὶ τροχοῖς κατηλοήθη-
σαν, ἀνοίας τἀπίχειρα εὑράμενοι.”
“Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα.
τῶν δ᾿ ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν,
ἀλλὰ κατ᾿ ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον.
ζωογονεῖται γὰρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ
πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν,
ὡς ἕλμινθας μὲν ἡ περὶ τροφὴν, φθεῖρας δ᾿
ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ᾿ ἐξ οἰκείας ὕλης κατὰ
φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν,
εἰκότως ἐπιγέγραπται πρόνοιαν.
ἤκουσα δὲ καὶ
περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ᾿ ὠφελείᾳ τοῦ ἀνθρώπου
γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ᾿
ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφα-
λῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν
φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως.
ὁ δ’ ἕτερος λόγος οὐκ ἰατρικὸς, ἀλλὰ φιλόσοφος
ἦν , ὡς ἔοικε. τῷ γὰρ θεῷ ταῦτ’ ἔφασκεν ηύτρεπίσθαι
κατὰ τῶν ἁμαρτανόντων κολαστήρια , ὡς δτρατηγοῖς
τηγοῖς καὶ ἡγεμόσιν ὕστριχας ἢ σίδηρον· οὑ χάριν
ἠρεμοῦντα τὸν ἄλλον χρόνον ἀνερεθίζεσθαι πρὸς ἀλκὴν
ἐπὶ τοῖς κατακριθεῖσιν, ὧν ἡ φύσις ἐν τῷ ἀδωροδοκήτῳ
δικαστηρίῳ ἑαυτῆς κατέγνω θάνατον.
τὸ δ’ ἐν ταῖς οἰκίαις πεφωλευκέναι μᾶλλον ἐστὶ μὲν
ὁλκὸν ἔχειν δύναμιν.
εἰ δὲ καὶ χελιδόνες ἡμῖν
συνδιαιτῶνται θαυμαστὸν οὐδέν· τῆς γὰρ τούτων
θήρας ἀπεχόμεθα. σωτηρίας δὲ πόθος ἐν ταῖς ψυχαῖς
οὐ λογικαῖς μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐνίδρυται,
ἡμῶν ἐπιβουλὰς, πλὴν παρ’ οἷς ἡ τῶν τοιούτων χπῆδις
σις ἀπηγόρευται νόμῳ.
τῆς Συρίας ἐπὶ θαλάττῃ
πόλις ἐστὶν Ἀσκάλων ὄνομα · γενόμενος ἐν ταύτῃ,
καθ’ ὃν χρόνον εἰς τὸ πατρῷον ἱερὸν ἐστελλόμην,
εὐξόμενός τε καὶ θύσων , ἀμήχανόν τι πελειάδων
πλῆθος ἐπὶ τῶν τριόδων καὶ κατ’ οἰκίαν ἑκάστην
ἐθεασάμην. πυνθανομένῳ δέ μοι τὴν αἰτίαν ἔφασαν
ἐν Αἰγύπτῳ δὲ καὶ θαυμασιώτερον ἰδεῖν
ἐστιν. τὸ γὰρ ἀνθρωποβόρον καὶ θηρίων ἀργαλεὠτατον
ὁ κροκόδειλος, γεννώμενος καὶ τρεφόμενος ἐν
τῷ ἱερωτάτῳ Νείλῳ εἴλω , τῆς ὠφελείας , καίτοι βύθιος
ὢν, ἐπαισθάνεται. παρ’ οἷς μὲν γὰρ τιμᾶται πληθύνει
μάλιστα , παρὰ δὲ τοῖς λυμαινομένοις οὐδ’
ὄναρ φαίνεται· ὡς τῶν πλεόντων ὄπου μὲν καὶ τοὺς
πάνυ θρασεῖς μηδ’ ἄκρον ἐπιτολμᾶν καθιέναι δάκτυλον,
ἀγεληδὸν ἐπιφοιτώντων ὅπου δὲ καὶ τοὺς ἄγαν
χώρα δ’ ἡ Κυκλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστι
πλάσμα μύθου, δίχα σποράς καὶ γεωπόνων ἀνδρῶν
ἥμερος καρπὸς οὐ φύεται, καθάπερ οὐδ’ ἐκ τοῦ μὴ
ὄντος τι γεννᾶται. τῆς ‘Eλλάδος δ’ οὐ κατηγορητέον
ὡς λυπρὰς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον.
εἰ δ’ ἡ βάρβαρος διαφέρει ταῖς εὐκαρπίαις,
πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις,
ὧν χάριν αἶ τροφαί μόνη γὰρ ἡ Ἐλλάς
ἐπιστήμη. τὸ δ’ αἴτιον· λεπτότητι ἀέρος
ἡ διάνοια πέφυκεν ἀκονᾶσθαι.
διὸ καὶ Ἠράκλειτος
οὐκ ἄπο σκοποῦ φησιν‘ αὐγὴ ξηρὴ, ψυχὴ σοφω-
τάτη καὶ ἀρίστη.’’ τεκμηριώσαιτο δ’ ἄν τις καὶ ἐκ
τοῦ τοὺς μὲν νήφοντας καὶ ὀλιγοδεεῖς συνετωτέρους
εἶναι, τοὺς δὲ ποτῶν ἀεὶ καὶ σιτίων ἐμπιπλαμένους
ἥκιστα φρονίμους, ἅτε βαπτιζομένου τοῖς ἐπιοῦσι
τοῦ λογισμοῦ.
διὸ κατὰ τὴν βάρβαρον ἔρνη μὲν
ἰχθύων δὲ καὶ ὀρνίθων καὶ χερσαίων
γένη ζῴων οὐκ ἔστιν ἐγκλήματα φύσεως ἐφ᾿ ἡδονὴν
παρακαλούσης, ἀλλὰ δεινὸς ψόγος τῆς ἡμῶν αὐτῶν
ἀκρασίας. ἀναγκαῖον μὲν γὰρ ἦν εἰς τὴν τοῦ ὅλου
συμπλήρωσιν, ἵνα γένηται κόσμος ἐν ἑκάστῳ μέρει,
διὸ καὶ μέχρι νῦν οἷς λόγος ἐγκρατείας
ἁπαξαπάντων ἀπέχονται, λαχανώδει χλόῃ
καὶ καρποῖς δένδρων προσοψήμασιν ἡδίστῃ ἀπολαύσει
χρώμενοι. τοῖς δὲ τὴν τῶν εἰρημένων θοίνην
ἡγουμένοις εἶναι κατὰ φύσιν ἐπέστησαν διδάσκαλοι,
σωφρονισταὶ, νομοθέται κατὰ πόλεις, οἷς ἐμέλησε
τὴν ἀμετρίαν τῶν ἐπιθυμιῶν στεἲλαι, μὴ ἐπιτρέψασι
εἰ δὲ καὶ ῥόδα
καὶ κρόκος καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία πρὸς
ὑγίειαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων
αἱ δυνάμεις, καὶ καθ᾿ αὑτὰς διὰ τῶν ὀσμῶν
ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ
μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρμάκων.
ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνάμεις ἀριδηλοτέρας
παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος
καὶ θήλεος μίξις, ἰδίᾳ ἑκατέρου μὴ πεφυκότος
ποιεῖν ἅπερ ἄμφω συνελθόντα.
ταῦτ᾿ ἀναγκαίως
λέλεκται πρὸς τὰ λοιπὰ τῶν ὑπὸ σοῦ διαπορηθέντων,
ἱκανὴν πίστιν ἐργάσασθαι δυνάμενα τοῖς μὴ φιλο-
Ταῦτα μὲν οὖν ἐκ τοῦ δηλωθέντος ἐπετεμό-
μην ἀνδρὸς, ὁμοῦ μὲν δεικνὺς οἷοι καὶ κατὰ τοὺς
νέους γεγόνασιν Ἑβραίων παῖδες, ὁμοῦ δὲ καὶ τὰ
τῆς εὐσεβοῦς αὐτῶν περὶ θεοῦ διαλήψεως, τά τε τῆς
πρὸς τοὺς προπάτορας ὁμοφωνίας ἐμφανῆ καθιστάς.
ἤδη δ’ ἐντεῦθεν μεταβῆναι καιρὸς καὶ ἐπὶ τὰς τῶν
ἔξωθεν περὶ τῶν αὐτῶν μαρτυρίας.
Καὶ τῆς τῶν παρ’ Ἑβραίοις λογίων ἀποδοχῆς
μάλιστα διαφανεῖς τῶν καθ’ Ἑβραίους οὐκ ἄπειροι
γεγόνασι πραγμάτων , ἀλλ’ οἶ μὲν καὶ τῷ βίῳ τῶν
ἀνδρῶν ταῖς τε παρ’ αὐτοῖς φερομέναις ἱστορικαῖς
πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι , δεικνὺς ὅσοι τῶν
Ἑλληνικῶν συγγραφέων ἐπ’ ὀνόματος Ἰουδαίων τε
καὶ Ἑβραίων τῆς τε παρ’ αὐτοῖς τὸ παλαιὸν ἀδκουμένης
φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων
ἱστορίας ἐμνημόνευσαν.
ἄρξεται δέ μοι ὁ λόγος
ἀπὸ τοῦ τῶν ἀνδρῶν βίου, ὡς ἂν μάθοις ὅτι μὴ ἐκτὸς
σώφρονος λογισμοῦ τὴν τῶν δηλουμένων φιλοσοφίαν
ἀκόλουθα γοῦν
τοῖς προεξητασμένοις ἐν τῷ πρὸ τούτου συγγράμματι
καὶ τὰ τῆς ἠθικῆς αὐτοῖς ἐπιτελεῖσθαι συνασκήσεως,
τρόπον
“ Καίτοι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς
χῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφραστος, ξῳοθυτούντων,
εἰ τὸν αὐτὸν ἡμὰς τρόπον τις κελεύοι θὐειν,
νοὶ τῶν τυθέντων , ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς,
καὶ κατ’ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες, ἀνήλισκον
λισκον τὴν θυσίαν θᾶττον , ἔνα τοῦ δεινοῦ μηδ’ ὁ
πανόπτης γένοιτο θεατής.
καὶ τοῦτο δρῶσι νηστεύοντες
τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ
πάντα τοῦτον τὸν χρόνον , ἅτε φιλόσοφοι τὸ γένος
ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ
νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες
εἰς αὐτὰ, καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦντες.
κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων
Καὶ ἐν τῷ τετάρτῳ δὲ τῆς αὐτῆς ὑποθέσεως
Εἰδὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰουδαῖοι μὲν τὸ γένος,
φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον.
οὗτοι τὰς
μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκράτειαν
καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν
ὑπολαμβάνουσι. καὶ γάμου μὲν αὐτοῖς ὑπεροψία,
τοὺς δ’ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς
καὶ θαυμάσιον παρ’ αὐτοῖς τὸ κοινωνικὸν, οὐδ’
νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν
τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας
ταπεινότητα φαίνεσθαι μήθ’ ὑπεροχὴν πλούτου,
τῶν δὲ ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν
ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι.
κηλῖδα δὲ
χειροτονητοὶ δὲ τῶν
κοινῶν οἱ ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων
εἰς τἀς χρείας ἕκαστοι. μία δ’ οὐκ ἔστιν αὐτῶν πόλις,
συνήθεις · διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν
ἀναλωμάτων ἕνεκα.
οὔτε δὲ ἐσθῆτα οὔτε ὐποδἠματα
ἀμείβουσι, πρὶν διαρραγῆναι πρότερον παντάπασιν,
ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ’ ἀγοράζουσί
τι , οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος
τὰ παρ’ ἑαυτῷ τὸ παρ’ ἐκείνου χρήσιμον ἀντικομίξεται·
καὶ χωρὶς τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις
“ Πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν
γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων,
, πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ίκετεύοντες
ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας
ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφεῖνται, καὶ μέχρι
αὐτοὶ δὲ καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος
παραγίνονται τὸ δειπνητήριον. καθεσθέντων δὲ μεθ’
ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους,
ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ.
προκατεύχεται δὲ ὁ ἱερεὺς τῆς τροφῆς , ἁγνῆς οὔσης
καὶ καθαρὰς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς
ἀθέμιτον· ἀριστοπͅοιησαμένοις δὲ ἐπεύχεται πάλιν,
ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν.
ἔπειθ’ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν
ἐπ’ ἔργα τρέπονται μέχρι δείλης. δειπνοῦσι δ’ ὑποστρέψαντες
στρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξένων, εἰ
τύχοιεν αὐτοῖς παρόντες.
οὔτε δὲ κραυγή ποτε
τὸν οἶκον οὔτε θόρυβος μιαίνει· τὰς δὲ λαλιὰς ἐν
τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς
μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται.
τούτου δὲ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ
μετρεῖσθαι παρ’ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι
κόρου.’’
Τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ
πάροδος , ἀλλ’ ἐπ’ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν
ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες
καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ ἐν τούτῳ τῷ
χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον
τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων
μεταλαμβάνει ,
παραλαμβάνεται δὲ εἰς τὰς
συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας
ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται,
πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς, ὅρκους αὐτοῖς
ὄμνυσι φρικώδεις· πρῶτον μὲν εὐσεβήσειν τὸ
θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν,
καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ’ ἐξ ἐριτάυματος,
μισήσειν δ’ ἀεὶ τοὺς ἀδίκους καὶ συναδικεῖσθαι
τοῖς δικαίοις · τὸ πιστὸν πᾶσι μὲν παρέξειν,
μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίγνεσθαί
τινι τὸ ἄρχειν. κἂν αὐτὸς ἄρχῃ , μηδεπώποτε
ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι , ἤ τινι
πλέονι κόσμῳ τοὺς ὑποτεταγμένους ὐπερλαμπρύνεσθαι·
τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους
προβάλλεσθαι · χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου
κέρδους καθαρὰν φυλάξειν, καὶ μήτε κρύψειν
τι τοὺς αἱρετιστὰς μήθ’ ἑτέροις αὐτῶν τι μηνύσειν,
πρὸς δὲ τούτοις
ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων
ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας,
καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν
βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα.
τοιοῦτοι
μὲν οἱ ὅρκοι· οἷ δὲ ἁλόντες καὶ ἐκβληθέντες κακῷ
μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν
διαφθειρόμενοι ἀπόλλυνται.
διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτήμασι τὴν μέχρι θανάτου βάσανον.’’
“ Τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς,
ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ
βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντες
τοσαύτη δ’ ἐστὶν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ἡ ὀλιγότης ὡς ἐν τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν.
ἐκ δὲ τῆς ἀσκήσεως
ταύτης τοσαύτην πεποίηνται καρτερίαν, ὡς στρεβλούμενοι
μένοι καὶ λυγιζόμενοι καὶ καόμενοι καὶ διὰ πάντων
ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν’ ἢ βλασφημήσωσι
τὸν νομοθέτην , ἢ φάγωσί τι τῶν ἀσυνήοὐδέτερον
διέδειξαν δὲ τοῦτο ἐν
τῷ πρὸς ρωμαίους πολέμῳ. ἐπεὶ οὐδὲ κολακεῦσαι
τοὺς αἰκιζομένους , ἢ δακρῦσαι ὑπομένουσι , μειδιῶντες
δὲ ἐν ταῖς ἀλγηδόσι, καὶ κατειρωνευόμενοι τῶν
τὰς βασάνους προσφερόντων , εὔθυμοι τὰς ψυχὰς
ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται
παρ’ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ δὠματα,
μάτα, καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς
ἀθανάτους ἀεὶ διαμένειν· καὶ συμπλέκεσθαι μὲν ἐκ
τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυσικῇ κατασρωμένας,
ἐπειδὰν δ’ ἀνεθῶσι τῶν κατὰ σάρκα
τότε χαίρειν καὶ μετεώρους φέρεσθαι.
ἀπὸ δὴ
τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν
εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοὶ, οἱ
καὶ τὰ μέλλοντα προγινώσκουσιν , ὡς ἂν βίβλοις ἱεραῖς
καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀροφθέγμασιν
ἐμπαιδοτριβούμενοι· σπάνιον δὲ, εἰ ἐν ταῖς
προαγορεύσεσιν ἀστοχοῦσι.’’
Ταῦτα μὲν ὁ Πορφύριος , ἐκ παλαιῶν , ὡς
εἰκὸς , ἀναγνωσμάτων , τῇ τῶν δηλουμένων ἀνδρῶν
εὐσεβείᾳ τε ὁμοῦ καὶ φιλοσοφίᾳ ἐν τῷ τετάρτῳ συγγράμματι
τῶν σπουδασθέντων αὐτῷ Περὶ τῆς τῶν
ἐμψύχων ἀποχῆς ἐμαρτύρησεν.
Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλόσοφος
ταῦτα
“Ἔστι γὰρ τῶν Ἰουδαίων τὰ πολλὰ ὀχυρώματα
καλοῦσι δ᾿ αὐτὴν Ἱεροσόλυμα.
ἐνταῦθα
δέ ἐστι κατὰ μέσον μάλιστα τῆς πόλεως περίβολος
λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος δὲ πήχεων
ἑκατὸν, ἔχων διπλᾶς πύλας, ἐν ᾧ βωμός ἐστι τετράγωνος,
ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτω συγκείμενος·
πλευρὰν δὲ ἑκάστην εἴκοσι πήχεων, ὕψος
δωδεκάπηχυ.
καὶ παρ᾿ αὐτὸν οἴκημα μέγα, οὗ
βωμός ἐστι καὶ λυχνίον· ἀμφότερα χρυσᾶ, δύο τάλαντα
οὐκ ἔστιν οὐδ᾿ ἀνάθημα τοπαράπαν, οὐδὲ φύτευμα
παντελῶς, οὐδὲ οἷον ἀλσῶδες, ἤ τι τοιοῦτον.
διατρίβουσι δ᾿ ἐν αὐτῷ καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς ἁγνεύοντες, καὶ τοπαράπαν οἷνον οὐ πίνοντες ἐν τῷ ἱερῷ.”
Ταῦτα εἰπὼν ὑποβὰς ὅτι καὶ Ἀλεξάνδρῳ τῷ
βασιλεῖ συνεστρατεύσαντο, καὶ μετὰ ταῦτα τοῖς διαδόχοις
αὐτοῦ, μεμαρτύρηκεν. οἷς δ᾿ αὐτὸς παρατυχεῖν
“Ἐμοῦ γοῦν ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν βαδί-
οὗτος οὖν ὁ ἄνθρωπος, βαδιξόντων
πολλῶν κατὰ τὴν ὁδὸν, καὶ μάντεως τινος ὀρνιθενομένου,
καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ
τί προσμένουσι · δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν
πέτηται, προάγειν, ἐὰν δὲ εἰς τὸ ὄπισθεν, ἀναχωρεῖν
αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον ἔβαλε, καὶ
τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν.
ἀγανακτούντων
δὲ τοῦ μάντεως καί τινων ἄλλων καὶ καταρωμένων
αὐτῷ, Τί μαίνεσθε, ἔφη, κακαδαίμονες; εἶτα τὸν ὄρνιθα
λαβὼν εἰς τὰς χεῖρας, Πῶς γὰρ οὗτος, ἔφη, τὴν
αὑτοῦ σωτηρίαν οὐ προι·δὼν, περὶ τῆς ἡμετέρας πορείας
ἡμῖν ἄν τι ὑγιὲς ἀνήγγειλεν; εἰ γὰρ ἠδύνατο
προγινώσκειν τὸ μέλλον , εἰς τὸν τόπον τοῦτον οὐκ
Μοσόμαμος ὁ Ἰουδαῖος. καὶ ταῦτα μὲν ὁ Ἑκαταῖος.
‘‘Κλέαρχος δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν
τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Ἀριστοτέλει τῷ φιλοδόφῳ
‘ ’ Ἀλλὰ τὰ μὲν πολλὰ
μακρὸν ἂν εἴη λέγειν· ὅσα δὲ ἔχει τῶν ἐκείνου
θαυμασιότητά τινα καὶ φιλοσοφίαν ὁμοίως διελθεῖν
οὐ χεῖρον. Σαφῶς δ’ ἴσθι, εἶπεν,Ὑπεροχίδη, θαυμαστὸν
ὀνείροις ἴσα σοι δόξω λέγειν.
καὶ ὁ Ὑρεσοχίδης
εὐλαβούμενος , Δι’ αὐτὸ γὰρ , ἔφη, τοῦτο
Οὐκοῦν, εἶπεν ὁ
Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα,
γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπειθῶμεν
Λέγε, εἶπεν
ὁ Ύπεροχίδης, οὕτως εἰ δοκεῖ.
Κεῖνος τοίνυν τὸ
μὲν γένος ἦν Ἰουδαῖος, ἐκ τῆς Κοίλης Συρίας, οὗτοι
δ’ εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων· καλοῦνται
δὲ, ὥς φασιν, οἶ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς
Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες
ἄπο του τόπου. προσαγορεύεται γὰρ ὂν κατοικοῦσι
τόπον Ἰουδαία · τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα
πάνυ σκολιόν ἐστιν, Ἰερουσαλὴμ γὰρ αὐτὴν καλοῦσιν.
οὗτος οὑν ὁ ἄνθρωπος ἐπιξενούμενός τε πολλοῖς
κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὐποκαταβαίνων
Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον,
ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ τότε διατριβόντων ἡμῶν περὶ
τὴνἈσίαν, παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἄνθρωπος,
πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι
μᾶλλον ὧν εἶχε. ταῦτα καὶ ὁ Κλέαρχος.
Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης
Κλέαρχος δ’ ὁ περιπατητικὸς εἰδέναι φησί
τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.’’
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
“ Νουμᾶς δὲ ὁ Ρωμαίων βασιλεὺς Πυθαγόρειος
κτίζειν.
ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα
Ἔτι πρὸς τούτοις ἐξῆς ὑποβὰς τάδε φησί
“ Φανερώτατα δὲ Μεγασθενὴς ὁ συγγραφεὺς
ὁ Σελεύκῳ τῷ Νικάνορι συμβεβιωκὼς ἐν τῇ τρίτη
τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρὰ Ἰνδοῖς
δοῖς ὑπὸ τῶν Βραχμάνων , τὰ δὲ ἐν Συρία ὑπὸ τῶν
καλουμένων Ἰουδαίων. ”
Ἔτι πρὸς τούτοις ὁ ΚλήμηςἈριστοβούλου τοῦ
περιπατητικοῦ καἰ Νουμηνίου τοῦ Πυθαγορείου μνημονευει
μονεύει λέγων
“ Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει ·
Κατηκολούθηκε δὲ ὁ Πλάτων’ τῇ καθ’ ἡμᾶς νομοθεσί}α,
καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα
τῶν ἐν αὐτὴ λεγομένων.
διηρμήνευται δὲ πρὸ
Δημητρίου ὑφ’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ
τῆς χώρας, καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις.
ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθής· καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετεωέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.
Νουμήνιος δὲ ὁ Πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει · τί γάρ ἐστι Πλάτων’ ἢ Μώσης ἀττικίζων ;
Ταῦτα ὁ Κλήμης.
Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσόφου,
τοῦ Νουμηνίου λέγω , ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ
τάδε παραθήσομαι
“ Εἰς δὲ τοῦτο δεήσει εἰπόντα καὶ σημηνάμενον
δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον
αὐτῶν τὰς τελετὰς καὶ τὰ δόγματα, τάς τε ἱδρύσεις
συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βσαχμᾶνες
καὶ Ἰουδαῖοι καὶ Μάγοι καὶ Αἰγύπτιοι διέ-
θεντο
Ταῦτα μὲν οὖν περὶ τῶνδε.
Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μώσεως ὁ αὐτὸς
“Τὰ δ’ ἐξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς,
ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες
εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου.
Μουσαίῳ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ,
ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ,
οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν
Αἰγυ ττίων οὗτοι ἦσαν, τῶν τε συμφορῶν ἃς ὁ Μουσαῖος
ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν
ἐπιλύεσθαι ὤφθησαν δυνατοί.’
Διὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ
“ Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος ἀρχαῖος
δῆλον δ᾿ ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ᾿ εἴρητο
ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ᾿ Ἕλλησι
Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ
εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν
κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ
λιμνῶν.”
Ταῦτα μὲν οὖν καὶ οὗτος.
Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων
φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων
γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων
ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα.
λέγει δὲ
ὁ παρ᾿ αὐτῷ Ἀπόλλων δι᾿ οὗ ἐκτίθεται χρησμοῦ
τάδε. ἐκκειμένων δὲ ἔτι περὶ τῶν θυσιῶν ἐπάγει,
οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας
“Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς, αἰπεινή τε
καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον,
Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ
διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρ-
ἔτι πρὸς τούτοις
καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων,
καὶ πάλιν ἐρωτηθεὶς , τίνι λόγῳ πολλοὺς λέγουσιν
οὐρανοὺς, ἔχρησε τάδε
Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων
προσηγορίας τῆς τε παρ’ αὐτοῖς πάλαι διαπρεπούσης
εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα, περὶ
δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν·
Μώσεως ἐν ταῖς περὶ τοῦ παντὸς άσχαιολογίαις
λογίαις κατακλυσμὸν ἱστορήσαντος, καὶ ὡς ὁ παρ’
Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πε-
ποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς
ὁ Χαλδαῖος, καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, Νικόλαος
τε ὁ Δαμασκηνὸς ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν
αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Αρχαιολογίας
τοῦτον παρατίθεται τὸν τρόπον
“ Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος
νάκος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας
ἀναγεγραφότες, ὧν ἐστι καὶ Βηρωσσὸς ὁ Χαλδαῖος.
λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ
Ἀρμενίᾳ πρὸς τῷ ὄρει τόν Κορδυαίων ἔτι μέρος τι
εἶναι, καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας.
μέμνηται δὲ τούτων
καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος , ὁ τὴν ἀρχαιολογίαν τὴν
Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι
ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων
ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος
κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον , εἰς ὃ πολλοὺς
συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι,
καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν
ἀκρώρειαν ὀκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ
πολὺ σωθῆναι. γένοιτο δ’ ἃν οὗτος ὅντινα καὶ
Μώσης ἀνέγραψεν ὁ Ἰουδαίων νομοθἐτης.’’
Ταῦτα μὲν ὁ Ἰώσηπος.
Ἐγὼ δέ σοι τὰ Μηδικὰ καὶ Ἀσσύρια διελθών
θῶν ἐκ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τῆς αὐτῆς ἱδτοσίας
τάσδε τοῦ ἀνδρὸς παραθήσομαι τὰς λέξεις
“ Μεθ’ ὃν ἄλλοι τε ἦρξαν καὶ Σείσιθρος, ᾧ
δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων
Δεσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὅ τι γραμμάτων
ἦν ἐχόμενον ἐν Ἡλίου πόλει τῇ ἐν Σιππάροισιν
ἀποκρύψαι.
Σείσιθρος δὲ ταῦτα ἐπιτελέα
ποιήσας εὐθέως ἐπ’ Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα
μιν κατελάμβανε τὰ ἐκ θεοῦ. τρίτῃ δὲ ἡμέρῃ
ἐπεί τε ὕων ἐκόπασε, μετῄει τῶν ὀρνίθων πείρην
αἶ δὲ ἐκδεχομένου σφέας πελάγεος ἀχανέος ἀπορέουσαι ὅκη κατορμίσονται παρὰ τὸν Σείσιθρον ὀπίσω κομίζονται, καὶ ἐπ’ αὐτῇσιν ἕτεραι.
ὡς
δὲ τῇσι τρίτῃόιν εὐτύχεεν , ἀπίκατο γὰρ δὴ πηλοῦ
Ταῦτα μὲν οὖν οὗτος.
Πἀλιν δὲ Μώσεως τοὺς πρώτους φύντας
“ Μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα
τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν
ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ
μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον
τεκμαιρόμενος μηδ’ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς
ζωῆς ἀφῖχθαι.
οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες, καὶ
ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι, καὶ διὰ τὸ τὰς τροφὰς
ἐπιτηδειοτέὸας πρὸς πλείονα χρόνον οὔσας, εἰχότως
ἔζων πλῆθος τοσούτων ἐτῶν.
ἔπειτα καὶ δι’
ἀρετὴν καὶ δι’ εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρολογίας
καὶ γεωμετρίας, εἰς πλείονα ζῆν τὸν θεὸν αὐτοῖς
παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν
μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ γὰρ τούτων
ὁ μέγας ἐνιαυτὸς πληροῦται.
μαρτυροῦσι δέ μου
τῷ λόγῳ πάντες οἱ παρ’ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι
τὰς ἀρχαιολογίας. καὶ γὰρ καὶ Μάνεθως
ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιησάμενος ἀναγραφὴν καὶ
Βηρωσσὸς ὁ τὰ Χαλδαικὰ συναγαγὼν καὶ Μόλος
καὶ‘Eστιαῖος, καὶ πρὸς αὐτοῖς ὁΑἰγύπτιοςἹερώνυμος,
οἵ τε τὰ Φοινικικὰ συνταξάμενοι , συμφωνοῦσι τοῖς
ὑπ’ ἐμοῦ λεγομένοις· Ἡσίοδός τε καὶ ‘Εκαταῖος καὶ
Ἑλλάνικος καὶ Ἀκουσίλαος, καὶ πρὸς τούτοις Ἔφορος
Πάλιν Μωσέως περὶ τῆς τοῦ πύργου κατασκευῆς
καὶ ὡς ἀπὸ μιᾶς γλώττης εἰς πολλὰς συνεχύθησαν
θησαν διαλέκτους ἱστορήσαντος, ἐν τῇ λεχθείσῃ Περὶ
“Ἐντὶ δ᾿ οἳ λέγουσι τοὺς πρώτους ἐκ γῆς ἀνασχόντας,
ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ
θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον
ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε
ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι
βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα·
ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνεί-
“Ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν
νῦν Βαβυλὼν καλεῖται, διὰ τὴν σύγχυσιν τοῦ περὶ
τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν
σύγχυσιν Βαβὲλ καλοῦσι.”
“Περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας
τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα, λέγουσα
οὕτως ῾πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώρων
πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς
ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι᾿ αὐτοῦ. οἱ δὲ θεοὶ
ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ
ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα
συνέβη κληθῆναι τὴν πόλιν.᾿ περὶ δὲ τοῦ
ἐλθεῖν · σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς
ὁμογλωσσίας , τὰς συνοικίας ποιησάμενοι πανταχοῦ,
πάλιν Μώσεως τὴν κατὰ τὸν Ἑβραίων προπάτορα
Ἀβραὰμ ἱστορίαν εἰς πλάτος ἐκθεμένου, μαρτυρεῖν
τυρεῖν αὐτῷ καὶ τοὺς ἔξωθεν ἱστορικοὺς ὁ Ἰώσηπος
λέγ·ει διὰ τούτων
“ Μνημονεύει δὲ ἡμῶν τοῦ πατρὸς Ἀβραάμου
Βηρωσσὸς, οὐκ ὀνομάζων, λέγων δὲ οὕτως οατρὸς μετὰ τὸν
κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν
δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.’’
Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίβιβῖος ἧκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. λιπε.
Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ
τῶν ἱστοριῶν λέγει οὕτως “ Ἀβραάμης ἐβασίλευε
Δαμάσκου, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς
τῆς ὑπὲρ Βαβυλῶνος, Χαλδαίων λεγομένης. μετ’ οὐ
πολὺν δὲ χρόνον ἐξαναστὰς καὶ ἀπὸ ταύτης τῆς χώσυν
ρας, σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν
λεγομένην, νῦν δὲ Ἰουδαίαν μετῴκησε, καὶ οἱ
ἀπ’ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ
διέξειμι τὰ ἱστορούμενα.’’
τοῦ τε Ἀβραάμου ἔτι
καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ
κώμη ἀπ’ αὐτοῦ δείκνυται Ἀβραάμου οἴκησις λεγομένη.
μένη. λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν
καταλαβόντος , Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν
Εἶθ’ ἑξῆς ἐπιλέγει
“ Καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις, τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπ’ αὐτῷ δόξαν ἐντεῦθεν ἐπιθανεστέραν συνέβη γενέσθαι.
τῶν γὰρ Αἰγυπτίων
διαφόροις ἀρεσκομένων ἔθεσι, καὶ τ̣ὰ παρ’ ἀλλήλοις
ἐκφαυλιζόντων νόμιμα, καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων
θαυμασθεὶς
οὖν ὑπ’ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος,
καὶ δεινὸς ἀνὴρ οἱ νοῆσαι μόνον, ἀλλὰ καὶ
πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν
τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρολογίαν
παραδίδωσι. πρὸ γὰρ τῆς Ἀβραάμου παρουσίας
Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς. ἐκ Χαλδαίων
Ταῦτα ὁ Ἰώσηπος.
Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος,
ὢν καὶ πολυμαθὴς ἀνὴρ , τοῖς τε
μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις
“ Εὐπόλεμος δὲ έν τῷ περὶ Ἰουδαίων τῆς Ἀδσυρίας
συρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι
ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι
πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ
ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ’ ὅλην τὴν
Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην·
εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν) ἐν
τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ
σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν
καὶ Χαλδαικὴν εὑρεῖν , ἐπί τε τὴν εὐσέβειαν
ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ.
τοῦτον δὲ διὰ
τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κα-
τοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα
πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ Βασιλεῖ
αὐτῶν. ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι
τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων
τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἀβραὰμ μετὰ οἰκετῶν
πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν
ὄπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι
τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν , ἀλλὰ τὰς
τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμά-
λωτα, ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Αρυαριξὶν,
ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου ·
παρὰ
δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος
λαβεῖν δῶρα. λιμοῦ δὲ γενομένου τὸν
περισσότερον
δ’ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι,
καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν
καὶ τὸν οἶκον. μάντεις δὲ αὐτοῦ καλέσαντος τοῦτο
συζή-
σαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων
ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν
καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι,
φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι,
τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἑνὼχ ἀναπέμπειν, καὶ τοῦτον
εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰ-
γυπτίους.
Βαβυλωνίους γὰρ λέγειν πρῶτον γε-
νέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι
στραεὶμ, πατέρα Αἰγυπτίων· Ἓλληνας δὲ λέγειν
τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν
Ἄτλαντα τὸν αὐτὸν καὶ Ἑνώχ · τοῦ δὲ Ἑνὼχ γενέ-
σθαι υἱὸν Μαθουσάλαν, ὃν πάντα δι’ ἀγγέλων θεοῦ
γνῶναι, καὶ ἡμὰς οὕτως ἐπιγνῶναι.’’
“ Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς
τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι ’Eρμιοὺθ, ὃ εἷναι
μεθερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν Ἰουδαῖοι·
τῶν Αἰγυπτίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρο-
λογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι
πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους ·
τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ
καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας.
ἐν
δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἀβραὰμ ἀναφέροντα εἰς
τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ
Βῆλον ὀνομασθῆναι. τὸν δὲ Ἄβραμον τὴν ἀστρολο-
γικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς
Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι,
ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.
“ Ὁ Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων
γράψας Μολὼν κατὰ τὸν κατακλυσμὸν φησιν ἀπὸ τῆς
Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον
μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ
τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν
ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον.
μετὰ δὲ τρεῖς γενεὰς Ἀβραὰμ γενέσθαι , ὃν δὴ
μεθερμηνεύεσθαι πατρὸς φίλον ὄν ὃν δὴ σοφὸν γενόμενον
τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο
γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν,
θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι
υἱοὺς ιβ’, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι
τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων·
ὅθεν ἕως καθ’ ἡμὰς δώδεκα εἶναι βασιλεῖς
Ἀράβων ὁμωνύμους ἐκείνοις.
ἐκ δὲ τῆς γαμετῆς
υἱὸν αὐτῷ γενέσθαι ἴνα , ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθἤναι.
καὶ τὸν μὲν Ἀβραὰμ γήρα τελευτῆσαι,
Γέλωτος δὲ καὶ γυναικός ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι,
καὶ δωδέκατον Ἰωσὴφ, καὶ ἀπὸ τοῦδε τρίτον
Μωσῆν.’’
Τοσαῦτα ὁ Πολυΐστωρ ’ οἷς μεθ’ ἕτερα ἐπιφερει
λέγων
Μετ’ οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἀβραὰμ
προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. τὸν
“ Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ
πρώτῳ τῶν περὶ τὰ Ἰεροσόλυμα,
Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ πολυΐστα
γραφῆς. καὶ ὁ Ἰώσηπος δὲ ἐν τῇ πρώτῃ
τῆςἈρχαιολογίας τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων
“ Λέγεται δὲ ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ
τὴν Λιβύην κατέσχεν αὐτὴν, καὶ οἱ υἱωνοὶ αὐτοῦ
κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος
μάτος Ἀφρικὰ προσηγόρευσαν.
μαρτυρεῖ δέ μου
ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόΛέγεται
καὶ
τεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον ’ γήμαντα δὲ τὴν
Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ ὡς ἐν ὀλίγοις τοσαυτα
παρακείσθω.
Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυίστορα
“ Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἐβσομήκοντα
πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας,
ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς
τὸν ἀδελφὸν κρυφίαν ἔχθρανἨσαῦ, διὰ τὸ εὐλογῆσαι
αὐτὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως
λάβῃ ἐκεῖθεν γυναῖκα.
ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ
εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα
Ἰσαὰκ ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν
δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά
διατρίψαντα
οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη λαβὰν τοῦ μητρῴου δύο
Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών·
καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν ·
τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχὴλ
τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν, καὶ παρακοιαὐτῷ
τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφἀν, τῷ
αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ,
καὶ Λείαν πάλιν
ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὶν εἰσενεγκεῖν
παρὰῬαχὴλ, συλλαβεῖν ἐν γαστρὶ, καὶ τῷ αὐτῷ
καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει μηνὶ δεκάτῳ
υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλὼν, καὶ τὴν
αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν
υἱὸν ὄνομα Δάν. ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ
τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δεῖναν,
καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεγάτῳ ἔτει μηνὶ ὀγδόῳ
υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγονέναι ἐν τοῖς
θέλοντα δὲ τὸνἸακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ λαβὰν ἄλλα ἴτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ λαβὰν ἔτη εἴκοσι.
πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ
θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ
τοῦ Ἰακὼβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν
οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον.
καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ,
ἀλλ’ Ἰσραὴλ ὀνομασθήσεσθαι.
καὶ ἐλθεῖν αὐτὸν
τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα
παιδία ῥουβὶν ἐτῶν ιβ’ μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν
ία μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἔξ, Ἱοὐσαν
Ἰσσαχὰρ ἐτῶν ὀκτὼ , Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν
δυοῖν, Δεῖναν ἐτῶν ἓξ μηνῶν τεσσάρων , Ἰωσὴφ
παροικῆσαι δὲ Ἰσραὴλ
παρὰ Ἑμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ
θυγατέρα Δεῖναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν
οὖσαν δεκαὲξ μηνῶν τεσσάρων. ἐξαλλομένους δὲ
τοὺς Ἰσραὴλ υἱοὺς , Συμεῶνα μὲν ὄντα ἐτῶν εἴκοσι
ἐλθόντα δ’ οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθὴλ, φάναι
τὸν θεὸν μηκέτι Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ὀνομάζεσθαι.
ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθὰ, ἔνθεν παραγενέσθαι
εἰςἘφραθὰ, ἣν εἶναι Βηθλεὲμ, καὶ γεννῆσαι αὐτὸν
ἐκεῖ Βενιαμὶν , καὶ τελευτήσαι Ῥαχὴλ , τεκοῦσαν τὸν
Βενιαμὶν, συμβιῶσαι δ’ αὐτῇ τὸνἸακὼβ ἔτη εἴκοσι
τρία.
αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ
ὥστ’ εἶναι αὐτὸν ἐτῶν τριάκοντα , Ἰακὼβ δὲ ἐτῶν
ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ
ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα.
κρίναντα
δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια ἄρξαι
Αἰγύπτου ἔτη ἑπτὰ , ἐν οἷς καὶ συνοικῆσαι Ἀσενὲθ,
Πεντεφρὴ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ , καὶ
γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ
τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα
εὐτυχήσαντα πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ
ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείσιστον
δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν· ὅτι δὲ
διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι. ἐλθόντων
γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν
διαπορεῖσθαι δὲ διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν
ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ
δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. τοῦτο
ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι
ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους
χρυσοῦς καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ
οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναὰν, ἀφ’ οὗ ἐκλεγῆναι
Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναὰν,
Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα,
Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα, γίνεσθαι τὰ
πάντα ἔτη ἐν γῇ Χαναὰν σιέ.
καὶ τῷ τρίτῳ
ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ ἐλθεῖν εἰς Αἴγυπτον
τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν
ἐτῶν μέ , Συμεῶνα ἐτῶν μδ', Λευὶν ἐτῶν μγ', Ἰούδαν
ἐτῶν μβ' μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μ’ μηνῶν ὀκτὼ,
ἐτῶν κη.
τὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ
ἔτη ’λθ’. εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἴως τοῦ
εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς
ἔτη ιγχκδ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἴως τῆς Ἰακὼβ
παρουσίας εἰς Αἴγυπτον ἴτη ἔτη ’ ἀφ’ οὗ δὲ ἐκλεγῆναι
γῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν
Ἰακὼβ δὲ ἐκ Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν,
ἐτῶν ὄντα π᾿, καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ
ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζ΄, ἀφ᾿ οὗ ἐκ Χαναὰν αὐτὸν
ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξ΄,
καὶ γεννῆσαι Κλάθ· τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι
Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα
τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζ΄, καταλιπόντα Ἰωσὴφ
ἐτῶν νϛ΄. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζ΄ τελευτῆσαι,
Κλὰθ δὲ ὄντα ἐτῶν μ΄ γεννῆσαι Ἀμρὰμ, ὃν
ἐτῶν εἶναι ιδ΄ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ
ὄντα ἐτῶν οή, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλϛ΄
τελευτῆσαι.”
Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος
“Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ
Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν·
τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι
δ᾿ αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως,
ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχε-
εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ
παρουσίαν , καὶ τὸν τῶν δύο γυναικῶν γάμον, καὶ
τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ
ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς
τὰ Σίκιμα πρὸς Ἑμμὼρ · τὸν δ’ ὑποδέξασθαι αὐτὸν,
καὶ μέρος τι τῆς χώραις δοῦναι. καὶ αὐτὸν μὲν τὸν
θένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης
βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ
τὸν τοῦ Ἑμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ
ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν.
αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ
αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν · τὸν δὲ οὐ φάναι
δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ
Σίκιμα περιτεμνομένους Ἰουδαίσαι· τὸν δὲ Ἑμμὼρ
φάναι πείσειν αὐτούς. φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι
εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς,
ποσευθέτος πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἑμμὼρ καὶ
τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι,
ἔνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι
τόν τε Ἑμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς
δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι · λαβόντα
δ’ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαιμ
λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον
τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν.
φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν
τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν
λέγει δὲ περὶ τῆς ἀναιρέσεως
ἀυτῶν οὕτως
Τούτοις καὶ τὰ ἐξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυίστορος γραφῆς ἐπισυνήφθω
“ Ἀρτάπανος δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τῷ
ἈβραὰμἸωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου·
συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα
ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· πσοϊδόμενον
δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων
Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι ·
τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι · εἶναι γὰρ τοὺς
τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ , υἱοὺς τοῦ
Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς.
ἐλθόντα δὲ αὐτὸν
σόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν
καὶ ὄροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην
γεωργήσιμον ἀποτελέσαι, καίτινας τῶν ἀρουρῶν
τοῦτον δὲ καὶ μέτρα
εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ
ταῦτα ἀγαπηθῆναι. γῆμαι δ’ αὐτὸν ‘Ηλιουπολίτου
ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας.
μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα
καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν,
τούτους δέ φησι
καὶ τὸ ἐν Ἄθως καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι
τοὺς ‘Εσμιούθ ὀνομαζοạένους. μετὰ δὲ
ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν
Αἰγυπτίων. τὸν οὑν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου
τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν
ἄπλετον, παραθέσθαι , καὶ τῆς Αἰγύπτου δεσπότην
γενέσθαι.’
“ Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων
ἐν τῇ ἰδ’ τῶν περὶ Ἱεροσόλυμα, λέγων οὕτως
“Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς
ἱστορεῖ·
Ἀριστέας δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν ἐν Ἐδὼμ γεννῆσαι Ἰὼβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας.
γενέσθαι δ’
αὐτὸν δίκαιον καὶ πολύκτηνον · κτήσασθαι γὰρ αὐτὸν
πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας,
ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας
τοῦτον
τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι
σὺν τοῖς ποιμέσι· μετ’ οὐ πολὺ δὲ καὶ τὰς
καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα
αὐτοῦ ἀποθανεῖν , πεσούσης τῆς οἰκίας· αὐθημερὸν
δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι.
φαύλως δὲ αὐτοῦ
διακειμένου ἐλθεῖν εἰς ἐπίσκεψιν Ἐλίφαν τὸν Θαιδιακειμένου
αὑτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. τὸν δὲ
Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυΐστωρ.
Καὶ περὶ Μώσεως δὲ ὁ αὐτὸς πάλιν πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον
Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν
γενέσθαι, καὶ γράμματα παραδοῦναι τοῖςἸουδαίοις
πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν,
Ἓλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι
Μωσῆν τοῖς Ἰουδαίοις.’’
“ Ἀρτάπανος δέ φησιν ἐν τῇ περὶ Ἰουδαίων,
Ἀβραὰμ τελευτήσαντος καὶ τοῦ υἱοῦ αὐτοῦ
Μεμψασθενὼθ , ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν
Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν
αὐτοῦ Παλμανώθην.
τοῦτον δὲ τοῖς Ἰουδαίοις
τοῦ-
κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι·
πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην
δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν ᾿Ιουδαίων
παιδίον, τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ
τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι.
γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον
Ὀρφέως διδάσκαλον· ἀνδρωθέντα δ’ αὐτὸν πολλὰ
τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι. καὶ γὰρ πλοῖα
καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας, καὶ τὰ Αἰγυπτία
τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λς
νομοὺς διελεῖν, καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν
θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν·
εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις·
ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν.
ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν
βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. πρότερον γὰρ
ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν,
διὰ ταῦτα οὖν τὸν Μώϋσον
ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων
ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν,
διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν.
τὸν δὲ
Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωΰσου φθονῆσαι
αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ’ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν.
καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων
τῇ Αἰγύπτῳ τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι
τὸν δὲ Μώϋσον ἐλθόντα
ἐπὶ τὸν ‘Eρμοπολίτην ὀνομαζόμενον νομὸν, ἔχοντα
περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι·
πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους
τῆς χώρας, οὓς δὴ πλεοκεκτεῖν ἐπιφανῶς
κατὰ τὰς μάχας · λέγειν δέ φησιν Ἡλιουπολίτας
τὸν πόλεμον τοῦτον ἔτη δέκα.
τοὺς οὑν
περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν
ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ
καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς
ἀνθρώπους ἀναιρεῖν. προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμου
οὕτω δὴ τοὺς Αἰθίοπας , καίπερ
ὄντας πολεμίους , στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν
περιτομὴν τῶν αἰδοίων παρ’ ἐκείνου μαθεῖν· οὐ
μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας.
τὸν δὲ Χενεφρῆν , λυθέντος τοῦ πολέμου, λόγῳ
μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. παρελόμενον
γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ
ὅρια τῆς Αἰθιοπίας πέμψαι προφυλακῆς χάριν, τοῖς
δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα.
τὸν
δὲ ἐλθόντα μετὰ Μωΰσου εἰς Μέμφιν πυθέσθαι
παρ’ αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις·
τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν
ὑπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεὐσαντα
ταῦρον Ἄπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς
ὄχλους καθιδρύσασθαι, καὶ τὰ ζῷα τὰ καθιερωθέντα
ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων ὁρκω-
ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν καὶ προβαλέσθαι
τοὺς ἀναιρήσοντας αὐτόν.
μηδενὸς δ᾿ ὑπακούσαντος
ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν
μάλιστα προσαγορευόμενον ὑπ᾿ αὐτοῦ· τὸν δὲ ὀνειδισθέντα
ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν.
ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μέρριδος τελευτησάσης
ὑποσχέσθαι τὸν Χενεφρὴν τῷ τε Μωΰσῳ
καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς
ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώ-
πορευομένων
δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωΰσῳ τῶν
συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυλάσσοντα
αὐτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν καὶ
τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι. τιμᾶσθαι
δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ
ἔλαττον ἢ τὴν Ἶσιν.
Ἀάρωνα δὲ τὸν τοῦ Μωΰσου ἀδελφὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα συμβουλεῦσαι τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα, ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα, ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν.
τὸν δὲ Χανεθώθην
πυθόμενον τοῦ Μωΰσου τὴν φυγὴν ἐνεδρεύειν
ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπάσασθαι
τὴν μάχαιραν ἐπ᾿ αὐτὸν, τὸν δὲ Μώϋσον
προκαταταχήσαντα τήν τε χεῖρα κατασχεῖν αὐτοῦ
καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανεθώθην·
διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν, καὶ ᾿Ραγουήλῳ
τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου
θυγατέρα· τὸν δὲ ῾Ραγουῆλον βούλεσθαι στρα-
λῃστεύειν τὴν Αἴγυπτον.
ὑπὸ δὲ τὸν
αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων
ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι ’ τούτῳ δὲ
τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προσ-
τάξαι σινδόνας ἀμφιέννυσθαι , ἐρεᾶν δ’ ἐσθῆτα μὴ
ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ’
τὸν δὲ Μώϋσον εὔχεσθαι τῷ θεῷ, ἤδη
ποτὲ τοὺς λαοὺς παῦσαι τῶν κακοπαθειῶν. ἱλασκομένου
δ’ αὐτοῦ αἰφνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ
ἀναφθῆναι, καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης
τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. τὸν δὲ Μώϋσον
δείσαντα τὸ γεγονὸς φεύγειν· φωνὴν δ’ αὐτῷ θείαν
εἰπεῖν στρατεύειν ἐπ’ Αἴγυπτον , καὶ τοὺς Ἰουδαίους
διασώσαντα εἰς τὴν ἀρχαίαν ἀγαγεῖν πατρίδα.
τὸν
δὲ θαρρήσαντα δύναμιν πολεμίαν ἐπάγειν διαγνῶναι
τοῖς Αἰγυπτίοις. πρῶτον δὲ πρὸς Ἀάρωνα τὸν ἀδελφὸν
ἐλθεῖν· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων πυθόμενον
ἀπολῦσαι τοὺς Ἰουδαίους.
τὸν δὲ πυθόμενον εἰς
φυλακὴν αὐτὸν καθεῖρξαι. νυκτὸς δὲ ἐπιγενομένης
ἐξελθόντα δὲ τὸν Μώϋσον ἐπὶ τὰ βασίλεια
ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας
τὸν δὲ
προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν
βασιλέα πεσεῖν ἄφωνον, διακρατηθέντα δὲ ὑπὸ τοῦ
Μωΰσου πάλιν ἀναβιῶσαι·
γράψαντα δὲ τοὔνομα
εἰς δέλτον κατασφραγίσασθαι· τῶν δὲ ἱερέων
τὸν ἐκφαυλίσαντα ἐν τῇ πινακίδι τὰ γεγραμμένα μετὰ
σπασμοῦ τὸν βίον ἐκλιμπάνειν·
εἰπεῖν τε τὸν
βασιλέα σημεῖόν τι αὐτῷ ποιήσαι· τὸν δὲ Μώϋσον
ἣν εἶχε ῥάβδον ἐκβαλόντα ὄφιν ποιῆσαι ’ πτοηθέντων
προελθόντα δὲ μικρὸν
τὸν Νεῖλον τῇ ῥάβδῳ πατάξαι ’ τὸν δὲ ποταμὸν πολύχουν
γενόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον·
ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι·
συναγαγὸν δὲ τὸ ὕδωρ ἀποζέσαι καὶ τὰ ποτάμια
διαφθεῖραι ζῷα, τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι.
τὸν δὲ βασιλέα, τούτων γενομένων τῶν
τεράτων, φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν,
ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν ’ τὸν δὲ Μώϋσον
τούτου δὲ γενομένου τὸν βασιλέα τοὺς
ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς
ἀναιρήσειν, καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ
αὐτοὶ τερατουργήσωσί τι. τοὺς δὲ τότε διά τινων
μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι καὶ τὸν
ποταμὸν μεταχρῶσαι.
τὸν δὲ βασιλέα φρονηματισθέντα
ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει
καταικίζειν τοὺς Ἰουδαίους. τὸν δὲ Μώϋσον ταῦτα
ὁρῶντα ἄλλα τε σημεῖα ποιήσαι καὶ πατάξαντα τὴν
πάλιν τε τὸν Μώϋσον βάτραχον διὰ τῆς ῥάβδου
ἀνεῖναι, πρὸς δὲ τούτοις ἀκρίδας καὶ σκνίφας. διὰ
τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι
εἰς πὰν ἱερὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν
γῆν εἶναι Ἰσιν, παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα
ἀνεῖναι.
τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου τὸν
Μώϋσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι,
ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς
χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας
τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα
τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι ’ τοὺς
δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν
ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν ἄλλην τε παμπληθῆ
γάζαν, διαβάντας τοὺς κατὰ τὴν Ἀραβίαν
ποταμοὺς, καὶ διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν ἐρυθρὰν
τριταίους ἐλθεῖν θάλασσαν.
Μεμφίτας
μὲν οὖν λέγειν ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας
τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως,
ἄμα] καὶ τοῖς καθιερωμένοις ζῴοις, διὰ τὸ τὴν ὕκαρξιν
τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους
τῷ δὲ Μωΰσῳ θείαν φωνὴν γενέσθαι
πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆναι.
τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ
τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ
συνεμβάντων
ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι·
τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον
τεσσαράκοντα ἴτη ἐν τῇ ἐρήμῳ διατρῖψαι,
βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ,
χιόνι παραπλήσιον τὴν χρόαν. γεγονέναι δέ φησι
τὸν Μώϋσον μακρὸν, πυρρακῆ, πολιὸν, κομήτην,
ἀξιωματικόν. ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα
“ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι
ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως
θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ
καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν
ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων
εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως,
τὸν Μώϋσον παρεισάγων λέγοντα
εἶτα περὶ τῶν τοῦ ῾Ραγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει,
“Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ
Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα
τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον
γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς
Μαδιὰν, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ,
καὶ τὰς
γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ
γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ’ οὗ Μωσῆν εἶναι,
γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμ, καὶ
γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ,
ὄντα ἐτῶν ἑκατὸν, γεννῆσαι. ὥστε μβ ἐτῶν ὕστερον
γεγονέναι τὸν Ἰσαὰρ, ἀφ’ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι.
οὐδὲν οὑν ἀντιπίπτει τὸν Μωσῆν καὶ
τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους.
κατοικεῖν δ’ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν
Ἀβραὰμ παίδων ὀνομασθῆναι. φησὶ γὰρ τὸν Ἀβραὰμ
τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι ·
διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ
Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.
λέγει δὲ
περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφως
τὸν ὄνειρον τὸν ὑπὸ Μώσεως μὲν ἑωραμένον,
ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. λέγει δὲ
ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως
περὶ δὲ τῆς καιομένης βάτου καὶ τῆς ἀποστολῆς
αὐτοῦ τῆς πρὸς Φαραὼ πάλιν παρεισάγει δι’ ἀμοιβαίων
τὸν Μωσῆν τῷ θεῷ διαλεγόμενον. φησὶ δὲ
ὁ Μώσης
εἶτα ὁ θεὸς αὐτῷ προσομιλεῖ
εἶτα ὑποβάς τινα ἀμοιβαῖα αὐτὸς ὁ Μώσης λέγει
εἶτα πρὸς ταῦτα ὁ θεὸς αὐτῷ ἀποκρίνεται
περὶ δὲ τῆς ῥάβδου καὶ τῶν ἄλλων τεράτων οὕτω
δι’ ἀμοιβαίων εἴρηκε,
τούτοις ἐπάγει, μετά τινα τὰ μεταξὺ αὐτῷ εἰρημέωα, λέγων
“ Ταῦτα δέ φησιν οὕτω καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ
λέγων, περὶ μὲν τῶν σημείων τὸν θεὸν παρεισάγων
λέγοντα οὕτως
καὶ πάλιν περὶ τῆς αὐτῆς ταύτης ἐορτῆς φηςὶν
ἐπεξεργαζόενον ἀκριβέστερον εἰρηκέναι
πάλιν μεθ’ ἔτερα ἐπιλέγει
“Φηδὶ δὲ καὶ Ἑξεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιγραφομένῳ
Ἐξαγωγὴ, παρεισάγων ἄγγελον λέγοντα
τήν τε τῶν Ἑβραίων διάθεσιν καὶ τὴν τῶν Αἰγυπτίων
φθορὰν οὔτως
καὶ πάλιν μετ’ ὀλίγα
’’ Ἐκεῖθεν ἦλθον ἡμέρας τρεῖς, ὡς αὐτός τε ὁ Δημήτριος
λέγει καὶ συμφώνως τούτῳ ἡ ἱερὰ βίβλος.
μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκὺ, ἀλλὰ πικρὸν , τοῦ
θεοῦ εἰπόντος ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν, καὶ
γενέσθαι γλυκὺ τὸ ὕδωρ. ἐκεῖθεν δὲ εἰς ’Eλεὶμ ἐλθεῖν,
καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων,
ἑβδομήκοντα δὲ στελέχη φοινίκων. περὶ τούτων καὶ
τοῦ φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει
τινὰ λέγοντα τῷ Μώσῃ περὶ μὲν τῶν φοινίκων
καὶ τῶν δώδεκα πηγῶν οὕτως
‘‘ Ἐπιζητεῖν δέ τινα πῶς οἱ Ἰσραηλῖται ὅπλα ἔσχον
ἄνοπλοι ἐξελθόντες. ἔφασαν γὰρ τριῶν ἡμερῶν ὁδὸν
ἐξελθόντας καὶ θυσιάσαντας πάλιν ἀνακάμψειν. φαίνεται
οὖν τοὺς μὴ κατακλυσθέντας τοῖς ἐκείνων ὅπλοις
χρήσασθαι.’
“Εὐπόλεμος δέ φησιν ἔν τινι περὶ τῆς Ἠλίου
τὸν τοῦ Ναυῆ υἱὸν, ἔτη λ· βιῶσαι δ’ αὐτὸνἐ̓τη ι πρὸς
τοῖς ρ, πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σηλοῖ.
μετὰ
εἶτα Δαβὶδ
τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους,
τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν,
καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους
καὶ Φοίνικας. στρατεῦσαι δ’ αὐτὸν καὶ ἐπὶ
Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους
καὶ Ναβαταίους καὶ Ναβδαίους.
αὖθις δὲ
βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι
ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ
δείξαι τοῦ θυσιαστηρίου· ἔνθα δὴ ἄγγελον αὐτῷ
ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν
ἱδρῦσθαι ἐν Ἱεροσολύμοις , καὶ κελεύειν αὐτὸν μὴ
εἶναι δ’ αὐτῷ
ἀργύριον, χαλκὸν, λίθους, ξύλα κυπαρίσσινα καὶ
κέδρινα.
ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι
έν Ἀϊλάνοις πόλει τῆς Ἀραβίας , καὶ πέμψαι
μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον , κειμένην ἐν
τῇ ἐρυθρᾷ θαλάσσῃ , μέταλλα χρυσικὰ ἔχουσαν ’ καὶ
τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς
εἰς τὴν Ἰουδαίαν.
βασιλεύσαντα δὲ τὸν Δαβὶδ
ἔτη μ’ Σολομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι,
ὄντι ἐτῶν ιβ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν
ιβ φυλάρχων , καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν
καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα
καὶ κέδρινα. καὶ αὐτὸν μὲν τελευτῆσαι,
“ Βασιλεὺς Σολομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν.
Γίνοωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ
τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, καὶ ἐπῖτεταχότος
b μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν
καὶ τὴν γῆν ἔκτισεν· ἅμα δέ σοι γράψαι ἀποστεῖλαί
μοι τῶν παρὰ σοῦ λαῶν, οἱ παραστήσονταί
μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι
ἐπιτέτακται.”
“ Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.
Αμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα
ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν
παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ
τηλικούτου θεοῦ. περὶ δὲ ὣν γράφεις μοι περὶ τῶν
κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας
ὀκτὼ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι·
ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου
καὶ Σεβεννύτου δισμυρίους· Βουσιρίτου,
ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι.
‘‘Βασιλεὺς Σολομῶν Σούρωνι τῷ βασιλεῖ Τυροῦ καὶ Σιδῶνος καὶ Φοινίκης φίλῳ πατρικῷ χαίρειν.
Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ
τοῦ πατρὸς, διὰ τοῦ θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχότος
μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν
καὶ τὴν γῆν ἔκτισεν , ἅμα δὲ καὶ σοὶ γράψαι
καθότι μοι ἐπιτέτακται. γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν
κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. τὸ δὲ ἔλαιον καὶ
“ Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.
Εὐλογητὸς ὁ θεὸς, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν
ἔκτισεν, ὃς εἴλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ
περὶ δὲ ὧν γράφεις
μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν ἀπέσταλκά
σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους,
καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ
μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν
ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων,
καὶ ἀρχιτεκτονίαν , ὑφηγήσεταί σοι καὶ ποιήσει.
περὶ δὲ τῶν δεόντων καἰ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα.’’
’’ Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς
φίλους ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων
καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα
ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς
Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι
οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν ιγ·
ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα , καὶ φυλὰς
ιβ τῶν Ἰουδαίων παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ
δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε
τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ’ξ, πλάτος πηχῶν ’ξ,
θεοῦ.
οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ
μὴ φαίνεσθαι · χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα
πλινθία χρυσᾶ πενταπήχη, καὶ προστιθέναι
προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκὴν,
μαστοειδέσι τὸν ῥυθμὸν , τέσσαρσι δὲ τὸν ἀριθμόν.
οὕτω δ’ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς
ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν,
τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων
χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέαντα.
ποιήσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι
αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος.
εἶναι
δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος
κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς
τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὅν δὲ ἐξ εὐωνύμων.
ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς , δέκα τάλαντα ἑκάστην
Μώσεως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν.
στῆσαι δ’ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν
ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. ποιῆσαι δ’ αὐτὸν
καὶ λύχνου ’ς χρυσοῦς ὁ, ὥστε καίεσθαι ἐφ’ ἑκάστης
λυχνίας ἑπτά. οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ
ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ · καὶ
καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις.
ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος
μῆκος πηχῶν κ’ καὶ πλάτος πηχῶν κ’, τὸ δὲ ὕψος
πηχῶν ἑ . ποιῆσαι δὲ ἐπ’ αὐτῷ στεφάνην πρὸς τὴν
βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς
ποιῆσαι
δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν,
κατὰ τὸν λουτῆρα, ἔν ἐφεστήκῃ ἐπ’ αὐτῆς ὁ βασιλεὺς,
ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ
ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς λυσιδωτοὺς,
καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων
τῷ ὕψει τὸν ναὸν πήχεις κ’, καὶ σκιάζειν
ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ
δίκτυι· κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους ·
καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς
κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ
ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι
τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι
περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν
πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι
δὲ καὶ βασίλεια ἑαυτῷ.
προσαγορευθῆναι δὲ τὸ
ἀνάκτορον πρῶτον μὲν ἱερὸν Σολομῶνος, ὕστερον
δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ
ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως
Ἱεροσόλυμα λέγεσθαι.
συντελέσαντα δὲ τὸ
ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα ἐλθεῖν εἰς Σηλὼμ,
καὶ θυσίαν τῷ θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν
ἐνεγκεῖν καὶ ἐν τῷ οἴκω θεῖναι.
καὶ
τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν
προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν , πρόβατα
δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους.
τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ
τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υς'
ἱείς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου
τάλαντα μυρία ὀκτακισχίλια πεντήκοντα.
ἀποπέμψαι
δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ
τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ
χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι
σίκλον. καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ
ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας
χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι·
τῷ δὲ Σούρωνι εἰς Τυρὸν πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τυρῷ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Δῖός.
Θεόφιλος δέ φησι τὸν περισσεύσαντα
χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι ·
ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος
τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας , ὧν ἑκάστην
πεντακοσίων εἶναι χρυσῶν. βιῶσαι δὲ αὐτὸν
ἔτη πεντήκοντα δύο, ὣν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μ’ .
“ Τιμοχάρης δέ φησιν ἐν τοῖς περὶ Ἀντιόχου
ἀπορρῶξι περικλειομένην φάραγξιν. ὅλην δὲ τὴν
πόλιν ὕδασι καταρρεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ
“Ὁ δὲ τῆς Συρίας σχοινομέτρησιν γράψας
ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ με,
Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς περὶ Ἱεροσολύμων
κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι
οἶς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως
ἐπιλέγει
εἶτα πάλιν περὶ τῆς τοῦ
ἀρχιερέωςκρήνης κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως
Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυίστορος.
Περὶ δὲ τῶν ἐν τῇ Ἱερουσαλὴμ ὑδάτων
καὶ ὁ Ἀρισταῖος ἐν τῷ γραφέντι αὐτῷ βιβλίῳ
“Ὁ δὲ οἶκος ἀποβλέπει πρὸς ἠῶ, τὰ δ’ ὀπίσθια
καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους
ἔχει τῆς τῶν ὑδάτων ἐπιρροῆς ἕνεκεν, ἣ γίνεται
διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ
γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν
ἑορτῶν ἡμέρας.
ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις,
ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς
ἐπιρρεούσης , ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων
ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον,
πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς,
καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους, καθ’ ἔκαστον
μέρος ἑαυταῖς συναπτόντων τῶν ῥευμάτων·
καὶ ταῦτα πάντα μεμολιβδῶσθαι κατ’ ἐδάφους καὶ
τῶν τοίχων , ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος
κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων.”
Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας
τοῦ Πολυίστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι
ταύτην πάντων ἂν εἴη παραλογώτατον. κείσθω
τοίνυν καὶ αὕτη
“ Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι
Ἰερεμίαν τὸν προφήτην. τοῦτον ὑπὸ τοῦ θεοῦ ἀποσταλέντα
καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας
εἰδώλῳ χρυσῷ, ᾧ εἶναι ὄνομα Βάαλ.
τοῦτον δὲ
αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. τὸν δὲ Ἰωναχεὶμ
ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν
δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν,
καὶ σκάψειν τἀς τοῦ Τίγριδος καὶ Εὐφράτου
τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα παρακαλέσαι Ἀστιβάρην τὸν Μηδῶν βασιλέα συστρατεύειν αὐτῷ.
παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους, καὶ
συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυριάδας
δώδεκα, καὶ πεζῶν ἅρματα μυρία, πρῶτον
μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι καὶ Γαλιλαίαν
καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλαδίτιδι οἰκοῦντας
Ἰουδαίους · αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν, καὶ
Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γεγενημένης
“ Συμμίξας δὲ Ναβουχοδονόσορ τῷ ἀποστάτῃ καὶ
παραταξάμενος αὐτοῦ τε ἐκυρίευσε καὶ τὴν χώραν
ἐξαῦθις ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο.
τῷ
τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον
τὸν καιρὸν ἀρρωστήσαντι , ἐν τῇ Βαβυλωνίων
πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι κά·
αἰσθόμενος δὲ μετ’ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς
Καὶ μεθ’ ἕτερά φησι
“Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι
τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν
μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγ, τῆς δὲ
βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος.
οὗτος προστὰς τῶν πραγμάτων ἀνόμως
καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν
μετὰ δὲ τὸ ἀναιρεθῆναι τοῦτον διαδεξάμενος
τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλίσαρος
ἐβασίλευσεν ἔτη δ. τούτου υἱὸς Χαβαεσσοαρᾶχος
ἐκυρίευσε μὲν τῆς βασιλείας, παῖς ὢν, μῆνας ἐννέα·
ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐκφαίνειν κακοήθη,
ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη.
ἀπολομένου δὲ
τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ
τὴν βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν ἐκ
Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως.
ἐπὶ
τούτου τὰ περὶ ποταμὸν τείχη τῆς Βαβυλωνίων πόλεως
ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη.
οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ
ἔτει προσεληλυθὼς Κῦρος ἐκ τῆς Πέρσιδος μετὰ δυνάμεως
πολλῆς, καταστρεψάμενος τὴν λοιπὴν βασιλείαν
αἰσθόμενος
δὲ Ναβόννηδος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας
μετὰ τῆς δυνάμεως καὶ παραταξάμενος , ἡσσηθεὶς
τῇ μάχῃ , καὶ φυγὼν ὀλιγοστὸς , συνεκλείσθη
εἰς τὴν Βορσιππηνων πόλιν.
Κῦρος δὲ Βαβυλῶνα
καταλαβόμενος , καὶ συντάξας τὰ ἔξω τῆς πόλεως
τείχη κατασκάψαι διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ
δυσάλωτον φανῆναι τὴν πόλιν, ἀνέξευξεν ἐπὶ Βόρσιππον,
ἐκπολιορκήσων τὸν Ναβόννηδον.
τοῦ δὲ
Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβλοις
τὴν ἀλήθειαν. γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσορος
ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασιλείας
ἔτει, τῶν θεμελίων ὑποβληθέντων, δεκάτῳ
πάλιν τῆς Δαρείου βασιλείας ἐτελέσθη.”
Ταῦτα ὁ Ἰώσηπος.
Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Ναβουχοδονόσορ ταῦτα
“Μεγασθένης δέ φησι Ναβουκοδρόσορον Ἡρακλέους ἀλκιμώτερον γεγονότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον ἀπόδασμον αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι.
μετὰ
δὲ, λέγεται πρὸς Χαλδαίων, ὡς ἀναβὰς ἐπὶ τὰ βασιλήϊα
κατασχεθείη θεῷ ὅτεῳ δὴ, φθεγξάμενος δὲ εἶπεν,
ἥξει Πέρσης
ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν·
ἐπάξει δὲ δουλοσύνην. οὗ δὴ συναίτιος
ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. ὡς εἴθε μιν,
πρόσθεν ἢ δοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ
θάλασσαν εἰς δεξαμενὴν ἀϊστῶσαι πρόρριζον· ἤ μιν
ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου,
ἵνα οὔτε ἄστεα οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νο-
ὁ μὲν
ἐβασίλευε. τὸν δ’ ὁ κηδεστὴς ἀποκτείνας
Ἰγλισάρης λείπει παῖδα Λαβασσοάρασκον. τούτου
δὲ ἀποθανόντος βιαίῳ μόρῳ, Ναβαννίδοχον ἀποδεικνῦσι
βασιλέα, προσήκοντά οἱ οὐδέν. τὸν δὲ
Κῦρος, ἑλὼν Βαβυλῶνα, Καρμανίης ἡγεμονίῃ
δωρέεται.”
Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβοθχοδονόσορ τὴν Βαβυλῶνα ὁ αὐτὸς ταῦτα γράφει
“ Λέγεται Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι,
θάλασσαν καλεομένην. Βῆλον δέ σφεα παῦσαι, χώρην
ῥὴν ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει περιβαλεῖν·
τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι.
τειχίσαι δὲ αὖθις Ναβουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν ἐὸν χαλκόπυλον.’
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
“ Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν
Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα
ἡμέρῃσι, τόν τε Ἀρμακάλην ποταμὸν ἐξήγαγεν,
ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον.
ὑπὲρ δὲ τῆς Σιππαρηνων πόλιος λάκκον ὀρυξάμενος,
περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων , βάθος
δ’ ὀργυιέων εἴκοσι, πύλας ἐπέστησεν, τὰς ἀνοίγοντες
ἄρδεσκον τὸ πεδίον· καλέουσι δ’ αὐτὰς ἐχετογνώμονας.
ἐπετείχισε δὲ καὶ τῆς ἐρυθρῆς θαλάσσης
Ἀράβων εἰσβολάς· τά τε βασιλήι·α δένδροις ἤσκησε,
κρεμαστοὺς παραδείσους ὀνομάσας.”
Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω
τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου;
ὅτε ἔτι τοῦ λόγου ἐπὶ στόματος ὄντος αὐτοῦ, τὰ τῆς
μετελθούσης καταστροφῆς αὐτῷ γέγονε.”
Ταῦτα μὲν οὖν ἡμῖν αὐτάρκως περὶ τῶνδε.
προσκείσθω δὲ ἐπὶ πᾶσι καὶ τὰ ἀπὸ τῆς Ἰουδαίων
Ἀρχαιότητος Ἰωσήπου, ἔνθα μυρίων συγγραφέων
αὐτολεξεὶ παραθεὶς φωνὰς ταῦτα ἐπιλέγει
“ Ἀρκοῦσι δ’ ὅμως εἰς τὴν ἀπόδειξιν τῆς ἀρχαιότητος
αἵ τε Σύρων καὶ Χαλδαίων καὶ Φοινίκων
ἀναγραφαὶ, πρὸς ἐκείναις τε τοσοῦτοι τῶν Ἑλλήνων
συγγραφεῖς, ἔτι δὲ πρὺς τοῖς εἰρημένοις Θεόφιλος
καὶ Θεόδοτος καὶ Μνασέας καὶ Ἀριστοφάνης καὶ
οἱ πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν
τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον,
ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον· κοινῶς
μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρήκασιν,
ὑπὲρ οὗ τανῦν λέγειν προεθέμην. ὁ μέντοι
Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ
Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς
συγγινώσκειν ἄξιον· οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης
ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν.”
Ταῦτα καὶ ὁ Ἰώσηπος. ὅτῳ δὲ φίλον τοῖς
τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων,
ὧν τὰς φωνὰς, λόγου προνοούμενοι συμμετρίας, τοῖς
φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες
ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγγελίαν.
Τίσι ποτὲ λόγοις τὴν καθ’ Ἑβραίουσ φιλοσοφίαν
ὀνομαστὶ, καὶ τὸν βίον καταπλαγῆναι, τῆς τε βασιλικῆς
μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν
πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν,
, ὡς οὐ μόνον τῶνδε γραφὴς ἠξίωσαν τὴν
μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε
καὶ μαθήσεως ἔν τισι τόν εἰς βελτίωσιν ψυχῆς συντεινόντων
δογμάτων ζηλωταὶ κατέστησαν.
ὡς μὲν
οὖν τὰ λοιπὰ τῶν μαθημάτων ἄλλοθεν ἄλλος τῶν
ἰατρικὴν, αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς
στοιχεῖα, μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς
ἐπιτηδεύσεις, αὐτίκα μάλα παραστήσω.
ὥσπερ
μὲν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων,
τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν·
ὡς δὲ τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων
θεοῦ , τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς
ψυχῆς ὠφέλειαν δογμάτων , ἃ δὴ καὶ συνεκτικώτατα
γένοιτ’ ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων , οὐκ ἄλλοθεν
εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ
ἡ εἰ μὴ τοῦτο, συνενεχθηναι
δὲ φαίη τις αὐτοὺς φυσικαῖς ὑποκινηθέντας
ἐννοίαις , καὶ τοῦτο πρὸς ἡμῶν ἂν εἴη , εἰ τὰ μὴ
μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων
προφητῶν ἀνδρῶν παραδεδομένα, ἀλλὰ τὰ καί τισιν,
εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε ὧν μέγα κλέος καθ’
Ελλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα, ζηλοῦν
προειλόμεθα.
τούτους δ’ ἂν εὕροις ἀριθμῷ
μὲν ὄντας ληπτοὺς, ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι
τὰ καλὰ, οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ’ Ἕλλησι
οὐ
χρὴ δὲ θαυμάζειν, εἰ καὶ τὰ παρ’ Ἑβραίοις δόγματα
δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ
μόνον τὰ λοιπὰ τῶν μαθημάτων Αἰγυπτίους καὶ
Χαλδαίους τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν συνίστανται
ἀποσυλήσαντες, ἀλλ’ εἰσέτι καὶ νῦν ἁλλίσκονται
τῆς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτιμίας ἀποστεροῦντες
ἀλλήλους.
τὰς γοῦν τῶν πέλας ὁ καθ’
εἷς αὐτῶν λέξεις ὁμοῦ καὶ διανοίας καὶ ὅλας λόγων
τοῦτο δέ
γε αὐτὸ, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον
ἁπάντων συνιδεῖν εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων
τρόπου. ὁ μὲν οὖν ἡμέτερος Κλήμης ἐν ἕκτῳ
Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος
ἀπηύθυνε. τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι
τὰς τοιάσδε φωνάς
“Παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς
ἐπινοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης
ἀληθείας περιαυγασθεῖσαν, καθ᾿ ὃ σημαινόμενον
διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας
ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν,
φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ᾿ αὑτῶν
παραστήσωμεν Ἕλληνας.
οἱ γὰρ τὰ οἰκεῖα
καὶ ἄκοντες τὴν παρ᾿ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους
λάθρα διαδείκνυνται. εἰ γὰρ μηδὲ ἑαυτῶν,
σχολῇ γ᾿ ἂν τῶν ἡμετέρων ἀφέξονται.
καὶ τὰ μὲν
κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων
ἐγγράφως τῶν τὰς αἱρέσεις διανενμημένων,
ἐπὶ τὰ ἑξῆς τρέψομαι.”
Ταῦθ’ ὡς ἐν προοιμίοις φήσας τοὺς ἐλέγχους
ἑξῆς ἐπάγει, παντοίαις κεχρημένος ἀποδείξεσι , καὶ
πρώτους γε τοὺς ποιητὰς τὰ παρὰ τῶν ὁμοίων κεκλοφέναι
διὰ παραθέσεως τῶν ἑκάστου φωνῶν εὐθύνει.
εἶθ’ ἑξῆς ἐπιλέγει ταῦτα .
“Ὡς μηδὲ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον.’·
Εἶτ' ἀκολούθως Ὀρφέως, Ἡρακλείτου , Πλάτωνς,
τωνος, Πυθαγόρου , Ἡροδότου , Θεοπόμπου , Θουκυδίδου,
κυδίδου, Δημοσθένους , Αἰσχίνου , Λυσίου , Ἰσοκράτους,
μυρίων ἄλλων παρατίθησιν, ὧν περιττὸν ἐμὲ
καταλέγειν τὰς φωνὰς, προκειμένης τῆς τἀνδρὸς
“ Αἱ μὲν οὖν ἰδέαι κατὰ διάνοιαν Ἑλληνιμῆς
κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ
τοιαίδε οὖσαι ἅλις ἔστωσάν. ἤδη δὲ οὐ τὰς
διανοίας μόνον καὶ τὰς λέξεις ὑφελόμενοι καὶ παραξράσαντες
ἐφωράθησαν, ὡς δειχθήσονται, αὐτοτελῶς
δὲ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν , καθάπερ
Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ Περὶ
Θεσπρωτῶν βιβλίον ὁλόκληρον.
Αὖθις δὲ τούτοις ἐπαγαγὼν πλείστας ἀποδείξεις τοῦ λόγου πάλιν τελευτῶν προστίθησι τάδε
Ἐπιλείψει με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι
πειρῴμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπὴν,
καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ’ αὐτοῖς
καλλίστων δογμάτων, ἣν παρ’ ἡμῶν εἰλήφασιν.
ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ
τερατευόμενοι.
καὶ δὴ πευσόμεθα παρ’
αὐτῶν ἤτοι ἀληθῆ ταῦτά ἐστιν , ἇι ἱστοροῦσιν, ἢ
ψευδῆ. ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν καταψηφίσαιντο
ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν,
τὸ ψευδῆ συγγράφειν · ἀληθῆ δ’ εἶναι ἐξ ἀνάγκης
ὁμολογήσαιεν.
καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται
τὰ διὰ Μώσεως καὶ τῶν ἄλλων προφητῶν
τεραστίως ἐπιδεδειγμένα; πάντων γὰρ ἀνθρώπων ὁ
παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς,
τοὺς δ’ ἀπειλαῖς, ἔστι δ’ οὓς σημείοις τεραστίοις,
ἐνίους δὲ ἠπίαις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν.
πλὴν ἀλλ’ οἱ Ἕλληνες, αὐχμοῦ ποτὲ τὴν
Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης
ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασὶ, διὰ λιμὸν
πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ’ αὐτοῖς
ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο
τῇ Αἰακοῦ εὐχῇ.
πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς, ἀνελθὼν
ἐπὶ τὸ Ἑλληνικὸν ὅρος , τὰς καθαρὰς χεῖρας ἐκτείνας
τείνας εἰς οὐρανὸν, κοινὸν ἐπικαλέσας πατέρα τὸν
θεὸν, ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα.
ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπεκτύπει,
καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ
εὐκαρπία , ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς.
καὶ ἐπεκαλέσατο, φησὶ, Σαμουὴλ τὸν κύριον, καὶ
ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ.
Τούτοις μυρία συνάψας ὁ Κλήμης κλέπτας
γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν.
εἰ δέ σοι μὴ πιστὸς οὗτος , ἅτε τῆς Ἑλληνικῆς
καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς
φιλοσοφίαν , καὶ δὴ ἐάσθω, καίπερ οὐκ ,
οἰκείαις φωναῖς, ταῖς δ’ αὐτῶν Ἑλλήνων ἀπευθύνας
τὸν λόγον. τί δ’ ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ’ αὐτῶν
μάθοις τῶν γενναίων σου φιλοσόφων ; δέχου
δῆτα καὶ τούτων τὰς μαρτυρίας.
“Τὰ Πλατώνεια ἑστιῶν ἡμὰς Λογγῖνος ‘Αθήνησι
κέκληκεν ἄλλους τε πολλοὺς καὶ Νικαγόραν
τὸν σοφιστὴν καὶ Μαΐωρα, Ἀπολλώνιόν τε τὸν γραμματκὸν,
μεθ’ ὧν ἕβδομος αὐτὸς κατακλινεὶς , τοῦ δείπνου
προκόπτοντος , καί τινος ζήτης ἕως περὶ Ἐφόρου ἐν
τοῖς ἄλλοις γενομένης, Ἀκούσωμεν, ἴφη, τίς ὁ περὶ
Ἐφόρου θόρυβος. ἦσαν δ’ οἱ ζητοῦντες Καύστριός
τε καὶ Μάξιμος· ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου
προυτίθει, ὁ δὲ Καύστριος κλέπτην ἀπεκάλει.
καὶ
τί γὰρ Ἐφόρου ἴδιον, ἔφη, ἐκ τῶν Δαιμάχου καὶ
Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν
ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους;
πρὸς
αὐτοῖς ὀνόμασιν ἐκεῖνα, ὅτι τῶν ἀγαθῶν καὶ
καίτοι ὑπερφρονεῖ τὸν
Ἰσοκράτην ^ καὶ νενικῆσθαι ὑφ’ ἑαυτοῦ λέγει κατὰ
τὸν ἐπὶΜαυσωλῷ ἀγῶνα τὸν διδάσκαλον. πραγμάτων
δ’ ὑφαίρεσιν πεποίηται, μεταθεὶς τὰἐπ ἄλλων ἄλλοις,
ἵνα καὶ ψεύστης ἁλῷ τοῦτον τὸν τρόπον.
Ανδρω-
ψἐατος ἀνιμήσας καὶ πιὼν προεῖπεν Λς εἰς τρίτην
ἡμ́ραν ἔσοιτο σεισμὸς, καὶ ἕτερά τινα τούτοις ἐπα-
γα:ὼν ἐπιλέγει,
ταῦτ’ οὖν τοῦ Ἀνδρῶνος περὶ
Πυtαγόρου ἱστορηκότος πάντα ὑφείλετο Θεόπομπος.
εἰ μψ περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι
ἠπίσΜντο.περὶ αὐτοῦ, καὶ ἔλε·γον, ταῦτα καὶ αὐτὸς
εἰπών νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ
ὀνόμαψι; μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κἐχρη-
οὐ μόγον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν
κλοπὴν, ἀλλὰ καὶ τόπων μεταθέσει. τό τε γὰρ περὶ
τῆς πρ,ρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ’
Άνδρωιος ῥηθὲν ἐν Συρίᾳ εἰρῆσθαί φησιν ὁ Θεό-
πομπος , τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς
Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν
Συβάρεας ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετέθηκεν.
ἵνα δἰ τι δοκῇ λέγειν περιττὸν, καὶ τοῦ ξένου
προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέ-
λέγων. κἀγὼ, φησὶν ὁ Νικαγόρας, τοῖς Eλληνικοῖς
ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ
Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ
δεινὸν, ὅτι ἐπὶ τὸ χεῖρον.
τὰ γοῦν περὶ τῆς Φαρ-
λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργα- σίαν ἐμβάλλειν καὶ ἐπιδείνυσθαι σπουδάζων βραδὺί καὶ μέλλων καὶ ἀναβαλλομένῳ ἐοικὼς φαίνεται, κμ· τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρω7.
’ Ταῦτ’ εἰπόντος τοῦ Νικαγόρου ὁ Ἀπολ ώ-
ὤνιος, Καὶ τί θαυμάζομεν , ἔφη, εἰ Θεοπόμπου καὶ
Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργοτέρῳ οὕ-
τὼς ἀνδρῶν, ὅπου γε καὶ Μένανδρος τῆς ἀρροστίας
αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς
παραλλήλοις αὐτοῦ τε καὶ ἀφ’ ὧν ἔκλεψεν αλογαῖς;
Λατῖνος δὲ ἓξ βιβλίοις, ἃ ἐπέγραψε Περὶ τῶν οὐκ
ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ ’τον κλοπῶν
ἐξέφηνε·
καθάπερ ὁ Ἀλεξανδρεὺς Φλόστρατος
Περὶ τῆς τοῦ Σοφοκλέους κλοπῆς πραγματείαν κα-
τεβάλετο. Καικίλιος δὲ, ὥς τι μέγα πεφωρακὼς,
Sλον δρᾶμα ἐξ ἀρχῆς εἰς τέλος Ἀντιφάνους, tov Οἰω-
οἰωνιστήν, μεταγράψαι φησὶ τὸν Μένανδρον εἰς τὸν
Δεισιδαίμονα.
ἐπεὶ δὲ τοὺς κλέπτας ἔδοξεν,
οὐκ οἶδ’ ὅπως, ὑμῖν, φησὶν , εἰς τὸ μέσον ἀγαγεῖν,
καὶ ὅτι μὲν ὁ
ἕτερος παρὰ τοῦ ἑτέρου μετέθηκε πρόδηλον· συγχρο-
νούντων δ’ αὐτῶν, ἡμῶν μὲν ἂν εἴη ἔρλον, φησὶν,
co Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέ-
παρὰ Δημοσθένους πρὸς τὸ χεῖρον διέστρεψε.’’
Καὶ μετὰ βραχέα φησί
“ Καὶ τί ὑμῖν λέγω ὡς τὰ Βαρβαρικὰ νόμιμα
Ἑλλανίκου ἐκ τῶν Προδότου καὶ Δαμάστου συνῆκται ;
ἢ ὡς Ἡρόδοτος ἐν τῇ δευτέρᾳ πολλὰ Ἑκαταίου τοῦ
Μιλησίου κατὰ λέξιν μετήνεγκεν ἐκ τῆς Περιηγήσεως,
βραχέα παραποιήσας , τὰ τοῦ φοίνικος ὀρνέου
καὶ περὶ τοῦ ποταμίου ἵππου καὶ τῆς θήρας τᾶν
κροκοδείλων; ;
ἢ ὡς τὰ περὶ βασάνων εἰρημένα
παρὰ Ἰσοκράτει ἐν τῷ Τραπεζιτικῷ κεῖται καὶ παρὰ
τῷ Δημοσθένει ἐν τῷ κατὰ Ὀνήτορος ἐξούλης σχεδὸν
διὰ τῶν αὐτῶν εἴρηται; ἢ ὡς Δείναρχος ἐν τῷ
πρώτῳ κατὰ Κλεομέδοντος αἰκίας πολλὰ μετενήνοχεν
αὐτοῖς ὀνόμασιν ἐκ τοῦ Δημοσθένους κατὰ Κόνωνος
αἰκίας;
ἢ Ἡσιόδου
τοῦ δὲ Εὐριπίδου εἰπόντος
καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται· καὶ ἠθέλησεν
αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι καὶ ὡς
ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι ἢ δοκεῖν εἰλη-
φέναι παρὰ τοῦ γεγεννηκότος.
ὁ δ’ Ἀντίμαχος
τὰ Ὀμήρου κλέπτων παραδιορθοῖ. Ὁμήρου γὰρ εἰ-
πρντος
ἐστηριγμένου τοῦ στίχου.
τὸ γὰρ
ὅπερ οὕτω πεπατημένον οὐκ ὤκνησεν Ἀντίμαχος με-
τοῦ δὲ
ὁ Ἀντίμαχος μεταθεὶς ἡμιστίχια πεποίηκε
ἀλλ’ ἔνα μὴ καὶ αὐτὸς κλοπῆς ἄλλους αἰτιώμενος
κλέπτης ἀλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τού-
τούτων μηνύσω. Λυσιμάχου μέν ἐστι δύο Περὶ τῆς
Ἐφόρου κλοπῆς, Ἀλκαῖος δὲ, ὁ τῶν λοιδόρων ἰάμ-
τῷ ἐπιγραφομένῳ Ἰχνευταί πολλὰ περὶ Θεοπόμπου
λέγεται , Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως προγματεία,
ἐξ ὣν τοιαῦτα πολλὰ ἔστι γνῶναι.”
Καὶ μεθ’ ἕτερα
“Καὶ ὁ Προσήνης, Τοὺς μὲν ἄλλους, ἔφη, κλέπτας
ἐφωράσατε · ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ ἥρως Πλάτων,
οὗ τὴν ἐπώνυμον ἑορτὴν σήμερον πανηγυρίζομεν,
πολλοῖς καταχρῆται τῶν πρὸ αὐτοῦ , αἰδοῦμαι
τί λέγεις; ἔφη ὁ Καλλιέτης.
οὐ λέγω μόνον, φησὶν, ἀλλὰ καὶ τὴν πίστιν τῷ λόγῳ
παρέχω. σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων
βιβλία, ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε
τοῦ φιλοσόφου κλοπάς . ἐγὼ δ’ οὖν, ᾗ κατὰ τύχην
περιπέπτωκα, Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων
λόγον, πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις
αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν · ἐσπούδασα
γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν.”
Καὶ ταῦτ’ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις.
ἀλλ’ ὁποῖος μὲν τῶν Ἑλληνικῶν συγγραξέων
ὁ τρόπος, ὅτι τε οὐδὲ τοῦ καθ’ ἑαυτῶν ἐφείσαντο
ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα.
μένα. ἔτι δὲ εἰς προπαρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν
λόγων ἐπιρρυείσης εἰς Ἕλληνας ὠφελείας εὖ μοι
δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν
βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν, τά
τε πρῶτα αὐτῶν μαθήματα, καὶ τὰ σεμνὰ τῆς λογικῆς
Ὅτι μὴ ἄνευ λόγου σώφρονος δεύτερα θέ-
θέμενοι τὰ τῆς Ἑλλήνων φιλοσοφίας τὴν παρ’ Εβραί-
ὄις θεολογίαν προτετιμήκαμεν γνοίης ἂν, μαθὼν ὡς
καὶ αὐτῶν Ελλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλο-
σοφίας ἁψάμενοι, καί τι πλέον καὶ μεῖζον τῆς παν-
δήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες, οὐδέτερα τῶν
παρὰ τοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ
δόγματα.
οἶ μὲν γὰρ ἀλληνάλλως ποικίλαις ψευ-
δοδοξίαις ἀπαχθέντες εἰς βυθὸν ἀδολεσχίας περιε-
τράπησαν, οἱ δέ γε ποσῶς εὐγνώμονι λογισμῷ κεχρη-
λίας.
εἰκὸς γοῦν πολυμαθεῖς γεγονότας ^ τά τε
τῶν ἐθνῶν νόμιμά τε καὶ μαθήματα περιεργότερον
ἐξητακότας, καὶ τὴν τῶν δηλουμένων μὴ ἀγνοῆσαι
φιλοσοφίαν ^ νεωτέρους μὲν τῷ χρόνῳ, ὡς ἔπος εἰ-
πεῖν, ἁπάντων οὐχ Ἐβραίων μόνον, οὐδέ γε Φοινί-
κῶν καὶ Αἰγυπτίων ^ ἀλλὰ καὶ αὐτῶν τῶν παλαιῶν
οἶς τὰ μὲν ἐκ Φοινίκης Κάδμος
ὁ Ἀγήνορος ^ τὰ δ’ ἐξ Αἰγύπτου περὶ θεῶν, ἢ καί
ποθεν ἄλλοθεν ^ μυστήρια καὶ τελετὰς, ξοάνων τε
ἱδρύσεις, καὶ ὕμνους, ᾠδάς τε καὶ ἐπῳδὰς, ἤτοι
Θρᾴκιος Ὀρφεὺς , ἢ καί τις ἕτερος ‘ ἢ βάρβα-
ρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστήωχντο·
τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ελ-
ληνες παλαιοτέρους εἰδέναι.
πρῶτον γοῦν ἁπάν-
τῶν Ὀρφέα, εἶτα δὲ Λίνον, κἄπειτα Μουσαῖον, ἀμφὶ
τὰ Τρωϊκὰ γενομένους ἢ μικρῷ πρόσθεν ἠκμακέναι
καὶ δὴ καὶ ἐν τοῖς λοιποῖς
ἔθνεσι, κατὰ πάσας χώρας τε καὶ πόλεις, ἴν τε
ἱεροῖς καὶ μυστηρίοις , αὐτὰ δὴ ταῦτα καὶ ὅσα τούτοις
ὅμοια παρεφυλάττετο. πολὺς γοῦν παρὰ τοῖς
πᾶσιν ὁ προδηλωθεὶς περὶ θεῶν ἐκράτει λόγος· νεῴ
τε περικαλλεῖς , παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι
κεκοσμημένοι, παρὰ τοῖς πᾶσιν ἐξήσκηντο · ἀτὰρ δὴ
καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζῴων
ἰδέαν τετυπωμένα φιλοκάλως ἐξείργαστο.
καὶ μὴν
εἶτα δὲ Ἀμφιάρεως καὶ Ἀμφίλοχος, καὶ ἐπὶ
τούτοις μυρίος ἄλλος ἐπιρρέων χρησμῳδῶν μᾶλλον
ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος.
ὣν μακροῖς
ποθ’ ὕστερον χρόνοις Ἕλληνας παρελθοῦσα φιλοσοφία,
μηδὲν τῶν αὐτῇ προσηκόντων παρὰ τοῖς προπάτορσιν
εὑροῦσα , τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς
πατρόθεν εἰς αὐτοὺς ἡκούσης θεολογίας , αὐτά τε τὰ
θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα, θεῖά τε καὶ χρηστήρια,
ἔργῳ περιττὰ καὶ ἀνωφελῆ κατελάμβανε.
διὸ
πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελεῖν
δυνάμενα, τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα,
οἶά τις γυμνὴ καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ
μαθημάτων , περιῄει διερευνωμένη, τά τε χρήσιμα
πανταχόθεν ἑαυτῇ πορίζουσα συνάγουσά τε καὶ ἐρανιζομένη,
ὅ τι ποτὲ παρ’ ἑκάστοις εὕροι τῶν ἐθνῶν.
οὐ γὰρ οὖν μόνα τὰ τῆς ἀληθοῦς θεολογίας λείποντα
κατεμάνθανε τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν ἄλ-
ἐπὶ σοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι σοφούς.
ἀμφὶ Κῦρον δὲ οἵδε τὸν Περσῶν ἤκμασαν
βασιλέα.
οὗτος δ’ ἦν ὁ χρόνος, ἐν ᾧ τῶν παρ’
τῆς δὲ Μώσεως ἡλικίας οὐκ ἔλαττον ἢ χιλίοις πεντακοσίοις
γενόμενοι. τοῦτο δέ σοι τὰς τῶν χρόνων
ἀναγραφὰς μικρὸν ὕστερον διιόντι καταφανὲς ἔσται.
ἐνταῦθά που νέοι τῷ χρόνῳ οἶ ἑπτὰ γενόμενοι
σοφοὶ ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς
ἠθικωτέρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων
μνημονεύεται. ὀψὲ δέ τι, καὶ μᾶλλον
ὣν Πυθαγόρας πρῶτος
Φερεκύδου γνώριμος, τὸ “φιλοσοφίαν’’ ἀνευρὼν
ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ’ ἕτεροί φασι,
Τυρρηνὸς ἦν· τινὲς δ’ αὐτὸν Σύριον ἢ Τύριον
εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ’ οὐχ Ἕλληνα
γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων,
ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον.
καὶ τὸν
Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι
τὸν Πυθαγόραν φασίν. οὐ μόνῳ δὲ τούτῳ συγγενέσθαι
ὁ Πυθαγόρας λέγεται, διατρῖψαι δὲ καὶ παρὰ
τοῖς Περσῶν μάγοις, καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις
μαθητεῦσαι, καθ’ ὃν χρόνον Ἑβραίων οἱ μὲν
ἐπ’ Αἰγύπτου , οἱ δ’ ἐπὶ Βαβυλῶνος φαίνονται τὴν
ἀλλὰ γὰρ ὁ δηλούμενος
δέ εἰσιν οὗτοι φιλόσοφοι·) καὶ παρ’ ὧν μὲν ἀστρολογέαν,
παρ’ ὣν δὲ γεωμετρίαν, ἀριθμητικήν τε παρ’
ἑτέρων καὶ μουσικὴν, καὶ ἄλλα παρ’ ἄλλων συλλεξάμενος,
μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν ούδὲν,
πενέᾳ σοφίας καὶ ἀπορίᾳ συνοικούντων·
ἔμπαλιν
δ’ οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων αἴτιος
αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν.
Ὁ μὲν οὖν Πυθαγόρας τοιοῦτος. πρώτη δ’
ἐκ τῆς τούτου διαδοχῆς ἡ κληθεῖσα Ἰταλικὴ φιλοσοφία
συνέστη, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ Ἰταλίαν
διατριβῆς ἀξιωθεῖσα · μεθ’ ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν
ἑπτὰ σοφῶν ἑνὸς Ἰωνικὴ προσαγορευθεῖσα · κἄπειτα
ἡ Ἐλεατικὴ, Ξενοφάνην τὸν Κολοφώνιον πατέρα ἐπιγραψαμένη.
ἀλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι,
Φοῖνιξ ἢν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος ·
Αἰγυπτίων δὲ καὶ οὗτος λέγεται τοῖς προφήταις συμβεβληκέναι.
Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ
σοφῶν, ὃν δὴ καὶ λόγος Ἀθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις
ὁμοίως φησὶν ὁ Πλάτων’ προσεσχηκέναι,
ὁπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴγυπτον. εἰσάγει
γοῦν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον,
ἐν οἷς φησιν ὁ Αἰγύπτιος πρὸς αὐτὸν
“ὦ Σόλων, Σόλων Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων
δὲ Ἑλλήνων οὐδὲ εἶς, οὐδέ ἐστι παρ’ ὑμῖν χρόνῳ
πολιὸν μάθημα.’’
καὶ οὗτος δὲ ὁ Πλάτων’ τοῖς
ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ
τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς
ἀκοῦσαι δ’ οὑν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπινομίδι, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδέ πη μνημονεύοντος
“ Τούτου δὲ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν,
βάρβαρος ὤν. παλαιὸς γὰρ δὴ τόπος ἔθρεψε τοὺς
Καὶ ὑποβὰς ἐξῆς ἐπιλέγει
Λάβωμεν δὴ ὡς ὅ τι περ Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται.”
Ταῦτα ὁ Πλάτων’. καὶ Δημόκριτος δὲ ἔτι πρότερον τοὺς Βαβυλωνίων λόγους ἠθικοὺς πεποιῆσθαι λέγεται. καί που σεμνυνόμενος περὶ ἑαυτοῦ φησιν
“ Ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων πλείστην
γῆν ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας
τε καὶ γαίας πλείστας εἶδον , καὶ λογίων ἀνδρῶν
οἶ καλεόμενοι Ἀρπεδνονάπται, οἶς ἐπὶ πᾶσιν ἐπ’ ἔτεα
ὀγδώκοντα ἐπὶ ξένης ἐγενήθην.’’
Ἐπῆλθε γὰρ καὶ οὗτος Βαβυλῶνά τε καὶ τὴν Πέρσιδα καὶ Αἴγυπτον , τοῖς τε Αἰγυπτίοις καὶ τοῖς ἱερεῦσι μαθητεύων.
τί δ’ εἴ σοι καταλέγοιμι
ἱεροῖς μὲν οὖν θεῶν, ἀγάλμασί τε καὶ
ἀφιδρύμασι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ
τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας
δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ
παντελὲς ἐχήρευεν.
οὐδέ τι πρὸς ἀγαθῶν λόγων
εὕρεσιν αὐτοῖς τὰ ἄχρηστα χρηστήρια συνεβάλλετο,
ἀλλ’ οὐδ’ αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν
κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν
ἐξ ἐράνου συστῆναι.
ἄλλα γὰρ παρ’
ἄλλων ἀποματτόμενοι μαθήματα γεωμετρίαν μὲν
παρ’ Αἰγυπτίων ἔσχον, ἀστρολογίαν δὲ παρὰ Χαλδαίων,
καὶ αὖ πάλιν ἕτερα παρ’ ἑτέρων· οὐδὲν δὲ
παρά τισιν ἄλλοις οἷόν τινες αὐτῶν τὸ παρ’ Ἑβραίοις
ἀγαθὸν εὕροντο.
τοῦτο δὲ ἦν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις καὶ ἡ τῶν οἰκείων θεῶν κατάγνωσις, ἣν μικρὸν ὅσον ὁ λόγος προιὼν ἐπιδείξει.
τοσοῦητον
ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεολογίας
οἶ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ
λυσιτελούντων μαθημάτων , καὶ οὐδὲ μόνων
τούτων, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπιτηδευμάτων.
ἡγοῦμαι δέ μοι τήνδε συμβαλεῖσθαι
τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ,
εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑποσχεῖν
τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ’ Ἑβραίοις θεολογίαν
εἰ γοῦν ὀφθεῖεν
αὐτοὶ πολὺ πρότερον τὰ πάντα παρὰ βαρβάρων
ἐσκευωρημένοι, μηδὲν δὲ μηδ’ ὅλως παρὰ τῶν οἰκείων
θεῶν εἰς φιλοσοφίαν ὠφελημένοι , ἀλλὰ καὶ
τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι, καί τινες
διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας
προτετιμηκότες , τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι,
οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον
ἀγαπήσαντες , μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες
ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες ;
ἀλλὰ μήπω ταῦτα, ἐκεῖνα δέ μοι πρῶτον δίελθε, δι’ ὧν Ἕλληνες τὰ πάντα σεσυληκέναι βαρβάρους , οὐ μόνα τὰ φιλόσοφα μαθήματα , ἀλλὰ καὶ τὰς κοινὰς καὶ βιωφελεῖς εὑρέσεις ἀπελέγχονται.
Πρῶτος τοιγαροῦν ὁ τὰ κοινὰ γράμματα, αὐτὰ δὴ τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, Ἕλλησιν εἰσηγησάμενος Κάδμος, τὸ γένος Φοῖνιξ ἦν, ὅθεν καὶ Φοινικήια τὰ γράμματά τινες τῶν παλαιόν ἐπικεκλήκασιν.
εἰσὶ δὲ οἳ Σύρους γράμματα ἐπινοῆσαι
φωνή.
ἕκαστον γοῦν τόν στοιχείων παρ’ αὐτοῖς
κατά τινος σημαντικῆς διανοίας τὴν προσηγορίαν
ἔστι δὲ τὰ πάντα παρ’ Ἑβραίοις στοιχεῖα δύο καὶ
εἴκοσιν, ὧν τὸ μὲν πρῶτόν ἐστιν Ἄλφ’ , ὃ μεταληφθὲν
φθὲν εἰς τὴν Ἑλλάδα φωνὴν λέγοιτ’ ἂν μάθησις ·
τὸ δὲ δεύτερον Βὴθ, ὃ μεθερμηνεύεται οἴκου· τὸ
τρίτον Γίμελ, ὅ ἐστι πλήρωσις· τὸ τέταρτον Δὲλθ,
ὃ σημαίνει δέλτων· τὸ πέμπτον Ἡ, ὅ ἐστιν αὕτη.
ὁμοῦ δὲ τὰ πάντα ἀπαρτίζει τοιαύτην τινὰ διάνοιαν,
μάθησις οἴκου, πλήρωσις δέλτων αὕτη.
εἶτα μετὰ ταῦτά ἐστι στοιχεῖον ἕκτον , λεγόμενον παρ’ αὐτοῖς Οὐαῦ, ὅ ἐστιν ἐν αὐτῇ· ἔπειτα Ζαΐ, ὅ ἐστι ζῇ· μεθ’ ὃ Ἦθ’, ὅ ἐστιν ὁ ζῶν, ἔν ᾖ τὸ ὅλον, ἐν αὐτῇ ζῇ ὁ ζῶν.
μετὰ ταῦτα στοιχεῖον ἔνατον τὸ Τὴθ, ὅ ἐστι
καλή· ἔπειτα Ἰὼθ, ὃ ἑρμηνεύεται ἀρχή· ὁμοῦ τὰ
δύο καλὴ ἀρχή. ἐπὶ τούτοις Χὰφ , ὅ ἐστιν ὅμως·
ἔπειτα Λὰβδ , ὅ ἐστι μάθε· τὸ ὅλον ὅμως μάθε.
μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ Μήμ’,
ὅ ἐστιν ἐξ αὐτῶν· ἔπειτα Νοῦν , ὅ ἐστιν αἰωνία.
εἶτα Σὰμχ, ὃ ἑρμηνεύεται βοήθεια, ἔν ᾖ τὸ λεγόμενον,
ἐξ αὐτῶν αἰωνία βοήθεια.
ἐπὶ τούτοις τὸ
Ἄϊν, ὁ μεταληφθὲν σημαίνει πηγὴν, ἢ ὀφθαλμόν·
ἔπειτα τὸ Φῆ στόμα. εἶθ’ ἐξῆς τὸ Σάδη δικαιοσύνη·
ὧν ἡ διάνοιά ἐστι, πηγὴ, ἢ καὶ ὀφθαλμὸς, καὶ
στόμα δικαιοσύνης.
μετὰ ταῦτα στοιχεῖόν ἐστι
Κὼφ , ὃ ἑρμηνεύεται κλῆσις · ἔπειτα Ρὴς, ὅ ἐστι κεφαλή.
καὶ μετὰ ταῦτα Σὲν, ὅπερ ἐστὶν ὀδόντες·
ἐπὶ πάσι τὸ κβ' στοιχεῖον καλεῖται παρ’ αὐτοῖς
ὃ δηλοῖ σημεῖα. ἔχοι δ’ ἂν ἡ διάνοια, κλῆσις κεφαλῆς
καὶ ὀδόντων σημεῖα.
καὶ παρὰ μὲν Ἑβραίοις
τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ
ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα τῇ τῶν στοι-
καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ’ ἕκαστον
ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ
Ἑλλήνων οἰκείας εἶναι τὰς τοιάσδε φωνάς · Ἑβραίων
ἄρα 5 παρ’ οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται.
παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα προῆλθεν
εἴς τε ἄλλους καὶ δὴ καὶ Ἕλληνας. ταῦτα
μὲν οὑν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω.
τῆς δ’ αὐτῆς ἡμῖν ὑποθέσεως ἐφαψάμενος καὶ ὁ
‘‘Ἰατρικὴν δὲ Απιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα
Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην ἱστοροῦσιν. Ἄτλας
δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν
ἔπλευσε.
καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς
καὶ θυτικὴν ἠκρίβωσαν
Τοῦσκοι , Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες
ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ ἀμέλει.Τελμησεῖς
Τυρρηναῖοι δὲ σάλπιγγα
ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ
ἤστην Ὄλυμπός τε καὶ Μαρσύας. λύχνους τε αὖ
γεωμετρίας τε αὖ εὑρεταὶ
οἷ αὐτ’ οἱ γεγόνασι. Κέλμις τε καὶ Δαμναμενεὺς
οἶ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον
εὗρον. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν,
ὡς δὲ Ἡσίοδος, Σκύθης.
ναὶ μὴν Θρᾷκες πρῶτοι
τὴν καλουμένην ἅρπην εὗρον, ἔστι δὲ μάχαιρα καμπύλη,
καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο.
ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην ἐξευρον.
εὗρον. ἔτι φασὶ Τουσκανοὺς τὴν πλαστικὴν ἐπινοησαι·
Ἵτανόν τε, Σαυνίτης οὗτος ἦν, πρῶτον θυρεὸν
κατασκευάσαι.
Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν
τε ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον
ὅρος ἐπενόησεν. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκιι
πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον κοὶ
τὸ δίχορδον Ἀσσύριοι.
Καρχηδόνιοι δὲ πρῶτοι
τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δ’ αὐτὴν όσπορος
αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου ἡ Κολχὶς πρώτη
τριχῶν βαφὴν ἐπενόησε.
ἀλλὰ καὶ Νώροπες
ἔθνος δ’ ἐστὶ Παιονικὸν , νῦν δὲ Νωρικὸν καλοῦνται)
πυκτικοὺς εὗρε.
περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν.
φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα
Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως
καὶ τὴν διάτονον ἁρμονίαν Ὕαγνιν τὸν καὶ αὐτὸν
Φρύγα · κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα,
καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ
Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην
καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε
Σιδωνίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε
οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ
τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν.
ἐπί τε Σεμιράμεως βασιλίδος Ἀσσυρίων τὰ βύσσινα
ἱμάτια εὑρῆσθαι ἱστοροῦσι. καὶ πρώτην ἐπιστολὰς
συντάξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν,
Σκάμμων μὲν οὖν ὁ
Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός
τε ὁ Μαντινεὺς , ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος
καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος,
ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ
εὑρημάτων ταῦτα ἱστόρησαν παρεθέμην δὲ αὐτῶν
ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς
καὶ βιωφελοῦς φύσεως, παρ’ Ἕλληνες τὰ ἐπιτηδεύματα
ὠφέληνται.’’
Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι.
τοῖς δ’ εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι
καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς,
ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν
ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι
τοὺς Ἕλληνας, καὶ παρὰ βαρβάρων ὠφελῆσθαι, διάφωνά
Πρῶτον οὖν ἐπέρχεταί μοι πάνυ θαυμάζειν
τοὺς οἰομένους δεῖν περὶ τῶν παλαιτάτων ἔργων
πᾶν γὰρ ἐγὼ τοὐναντίον ὁρῶ
συμβεβηκὸς, εἴ γε δεῖ μὴ ταῖς ματαίαις δόξαις ἐπακολουθεῖν,
ἀλλὰ ἐξ αὐτῶν τὸ δίκαιον τῶν πραγμάτων
λαμβάνειν. τὰ μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ἅπαντα
νέα καὶ χθὲς καὶ πρώην, ὡς ἂν εἴποι τις, εὕροι γεγονότα·
λέγω δὲ τὰς κτίσεις τῶν πόλεων καὶ τὰ
περὶ τὰς ἐπινοίας τῶν τεχνῶν καὶ τὰ περὶ τὰς τῶν
νόμων ἀναγραφάς· πάντων δὲ νεωτάτη σχεδόν ἐστι
παρ᾿ αὐτοῖς ἡ περὶ τοῦ συγγράφειν τὰς ἱστορίας ἐπιμέλεια.
τὰ μέντοι παρ᾿ Αἰγυπτίοις τε καὶ Χαλδαίοις
καὶ Φοίνιξιν—ἐῶ γὰρ νῦν ἡμᾶς ἐκείνοις συγ-
καταλέγειν—αὐτοὶ δήπουθεν ὁμολογοῦσιν ἀρχαιοτάτην
καὶ μονιμωτάτην ἔχειν τῆς μνήμης τὴν παράδοσιν.
καὶ γὰρ τόπους ἅπαντες οἰκοῦσιν ἥκιστα
ταῖς ἐκ τοῦ περιέχοντος φθοραῖς ὑποκειμένους, καὶ
πολλὴν ἐποιήσαντο πρόνοιαν τοῦ μηδὲν ἄμνηστον
τῶν παρ᾿ αὐτοῖς πραττομένων παραλιπεῖν, ἀλλ᾿ ἐν
δημοσίαις ἀναγραφαῖς ὑπὸ τῶν σοφωτάτων ἀεὶ καθιεροῦσθαι.
τὸν δὲ περὶ τὴν Ἑλλάδα τόπον μυρίαι
μὲν φθοραὶ κατέσχον, ἐξαλείφουσαι τὴν μνήμην
ὀψὲ δὲ καὶ μόλις ἔγνωσαν φύσιν γραμμάτων. οἱγοῦν ἀρχαιοτάτην αὐτῶν τὴν χρῆσιν εἶναι θέλοντες παρὰ Φοινίκων καὶ Κάδμου σεμνύνονται μαθεῖν.
οὐ μὴν
οὐδ᾿ ἀπ᾿ ἐκείνου τοῦ χρόνου δύναιτό τις ἂν δεῖξαι σωζομένην
ἀναγραφὴν, οὔτ᾿ ἐν ἱεροῖς οὔτ᾿ ἐν δημοσίοις
ἀναθήμασιν· ὅπου γε καὶ περὶ τῶν ἐπὶ Τροίαν τοσούτοις
ἔτεσι στρατευσάντων ὕστερον πολλὴ γέγονεν
ἀπορία καὶ ζήτησις εἰ γράμμασιν ἐχρῶντο· καὶ τἀλη-
ὅλως δὲ
παρὰ τοῖς Ἕλλησιν οὐδὲν ὁμολογούμενον εὑρίσκεται
γράμμα τῆς Ὁμήρου ποιήσεως πρεσβύτερον· οὗτος δὲ
καὶ τῶν Τρωϊκῶν ὕστερος φαίνεται γενόμενος. καί
φασιν οὐδὲ τοῦτον ἐν γράμμασι τὴν αὑτοῦ ποίησιν
καταλιπεῖν, ἀλλὰ διαμνημονευομένην ἐκ τῶν γραμμάτων
ὕστερον συντεθῆναι, καὶ διὰ τοῦτο πολλὰς ἐν
αὐτῇ σχεῖν τὰς διαφωνίας,
οἱ μέντοι τὰς ἱστορίας
ἐπιχειρήσαντες συγγράφειν παρ᾿ αὐτοῖς, λέγω δὲ
ἀλλὰ μὴν καὶ τοὺς
περὶ τῶν οὐρανίων τε καὶ θείων πρώτους παρ᾿ Ἕλλησι
φιλοσοφήσαντας, οἷον Φερεκύδην τὸν Σύριον
καὶ Πυθαγόραν καὶ Θάλητα, πάντες συμφώνως ὁμολογοῦσιν
Αἰγυπτίων καὶ Χαλδαίων γενομένους μα-
ὑπ᾿ ἐκείνων γεγράφθαι.”
“Πῶς οὖν οὐκ ἔστιν ἄλογον τετυφῶσθαι τοὺς
Ἕλληνας ὧς μόνους ἐπισταμένους τἀρχαῖα καὶ τὴν
ἀλήθειαν περὶ αὐτῶν ἀκριβῶς παραδιδόντας; ἢ τίς
οὐ παρὰ τῶν αὐτῶν συγγραφέων μάθοι ῥᾳδίως ὅτι
μηδὲ ἓν εἰδότες βεβαίως συνέγραφον, ἀλλ᾿ ὡς ἕκαστοι
περὶ τῶν πραγμάτων εἴκαζον;
πλέον γοῦν
διὰ τῶν βιβλίων ἀλλήλους ἐλέγχουσι καὶ τἀναντιώτατα
περὶ τῶν αὐτῶν λέγειν οὐκ ὀκνοῦσι. περίεργος
δ᾿ ἂν εἴην ἐγὼ τοὺς ἐμοῦ μᾶλλον ἐπισταμένους διδάσκων,
ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάῳ περὶ τῶν
ἀλλ’ οὐδὲ
περὶ τῶν Σικελικῶν τοῖς περὶ Ἀντίοχον καὶ Φίλιστον
καὶ τί δεῖ λέγειν περὶ τῶν
κατὰ πόλεις, καὶ βραχυτέρων, ὅπου γε περὶ τῆς Περσικῆς
στρατείας καὶ τῶν ἐν αὐτῇ πραχθέντων οἶ δοκμώτατοι
διαπεφωνήκασι ; πολλὰ δὲ καὶ Θουκυδίδης
“ Αἰτίαι δὲ τῆς τοιαύτης διαφωνίας πολλαὶ μὲν ἴσως ἂν καὶ ἕτεραι τοῖς βουλομένοις ζητεῖν ἀναφανεἶεν, φανεῖεν , ἐγὼ δὲ δυσὶ ταῖς ἐκτεθησομέναις αἰτίαις τὴν μεγίστην ἰσχὺν ἀνατίθημι.
καὶ προτέραν
ἐρῶ τὴν κυριωτέραν εἶναί μοι δοκοῦσαν. τὸ γὰρ
ἐξ ἀρχῆς μὴ σπουδασθῆναι παρὰ τοῖς Ἕλλησι δημοσίᾳ
γίνεσθαι τὰς περὶ τῶν ἑκάστοτε πραττομένων
ἀναγραφὰς , τοῦτο μάλιστα δὴ καὶ τὴν πλάνην καὶ
οὐ γὰρ μόνον παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἠμελήθη τὰ
περὶ τὰς ἀναγραφὰς, ἀλλ’ οὐδὲ παρ’ αὐτοῖς ’ Αθηναίοις,
οὓς αὐτόχθονας εἶναι λέγουσι καὶ παιδείας
ἐπιμελεῖς , οὐδὲν τοιοῦτον εὑρίσκεται γενόμενον·
ἀλλὰ τῶν δημοσίων γραμμάτων ἀρχαιοτάτους εἶναί
φασι τοὺς ὑπὸ Δράκοντος αὐτοῖς περὶ τῶν φονικῶν
γραφέντας νόμους , ὀλίγῳ πρότερον τῆς Πεισιστράτου
τυραννίδος ἀνθρώπου γεγονότος.
περὶ μὲν
“Ἅτε δὴ τοίνυν οὐδεμιᾶς προβεβλημένης
ἀναγραφῆς, ἣ καὶ τοὺς μαθεῖν βουλομένους διδάξειν
ἔμελλε καὶ τοὺς ψευδομένους ἐλέγξειν, ἡ πολλὴ πρὸς
ἀλλήλους ἐγένετο διαφωνία τοῖς συγγραφεῦσι.
δευτέραν δὲ πρὸς ταύτῃ θετέον ἐκείνην αἰτίαν. οἱ
γὰρ ἐπὶ τὸ γράφειν ὁρμήσαντες οὐ περὶ τὴν ἀλή-
ἐστιν ἀεὶ τὸ ἐπάγγελμα — λόγων δὲ δύναμιν ἐπεδείκνυντο·
καὶ καθ᾿ ὅντινα τρόπον ἐν τούτῳ παρευδοκιμήσειν
τοὺς ἄλλους ὑπελάμβανον, κατὰ τοῦτον
ἡρμόζοντο, τινὲς μὲν ἐπὶ τὸ μυθολογεῖν τραπόμενοι,
τινὲς δὲ πρὸς χάριν ἢ τὰς πόλεις ἢ τοὺς βασιλέας
ἐπαινοῦντες· ἄλλοι δὲ ἐπὶ τὸ κατηγορεῖν τῶν πράξεων
ἢ τῶν γεγραφότων ἐχώρησαν, εὐδοκιμήσειν ἐν
τούτῳ νομίζοντες.
ὅλως δὲ τὸ πάντων ἐναντιώτατον
ἱστορίᾳ πράττοντες διατελοῦσι. τῆς μὲν γὰρ
ἀληθοῦς ἐστι τεκμήριον ἱστορίας, εἰ περὶ τῶν αὐτῶν
ἅπαντες τὰ αὐτὰ καὶ λέγοιεν καὶ γράφοιεν· οἱ δὲ, εἰ
μὴ τὰ αὐτὰ γράψειαν ἑτέροις, οὕτως ἐνόμιζον αὐτοὶ
φαίνεσθαι πάντων ἀληθέστατοι.”
Τοσαῦτα καὶ ὁ Ἰώσηπος. εἴη δ᾿ ἂν τῶν εἰρημένων
ἐπισφράγισμα καὶ ἡ Διοδώρου μαρτυρία,
ἣν ἀπὸ τοῦ πρώτου τῆς συναχθείσης αὐτῷ Bιβλιοθήκης
παραθήσομαι, οὕτως ἔχουσαν πρὸς λέξιν
“Τούτων δ᾿ ἡμῖν διευκρινημένων ῥητέον
οἶ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν
ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις
παραβαλεῖν πρὸς ἑαυτοὺς Ὀρφέα τε καὶ Μουσαῖον
καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν
τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην,
ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον·
ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ
Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον.
πάντων δὲ
τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ
τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας.
ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις
φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι
πάντα δι’ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν.
Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα,
καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα,
καὶ τὴν τῶν ἐνἍιδου μυθοποιίαν παρ’ Αἰγυπτίων
Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ
τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν , τῶν ὀνομάτων
μόνων ἐνηλλαγμένων · τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου
τιμωρίας, καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας, καὶ τὰς
παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν,
μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ’
Αἴγυπτον.
τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν, κατὰ
τὸ παλαιὸν νόμιμον παρ’ Αἰγυπτίοις , ἀναγαγόντα
τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ
τὴν τοῦ Κερβέρου προτομήν. τοῦ δὲ Ὀρφέως
τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν
Όμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν,
῾᾿Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου
τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι,
καὶ τὰ περὶ Κρόνου μυθολογούμενα, καὶ τὰ περὶ τῆς
Τιτανομαχίας, καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν
θεῶν ἱστορίαν.
τὸν δὲ Δαίδαλον λέγουσιν ἀπο-
ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ᾿ ἔνιοι λέγουσιν,
ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον
τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων
κατ᾿ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι
τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι.
τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ
Ἡφαίστου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα
τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον
προσεξευρόντα, τυχεῖν ἰσοθέων τιμῶν. κατὰ γὰρ
μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν
εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.
τῆς
δ᾿ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ
μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάῳ
Τηλεμάχῳ φαρμακείαν καὶ λήθην τῶν συμβεβηκό-
τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων παρὰ τῆς Πολυδάμνης, τῆς Θῶνος γυναικὸς, ἀκριβῶς ἐξητακὼς φαίνεται.
ἔτι γὰρ καὶ νῦν τὰς ἐν
ταύτῃ γυναῖκας χρῆσθαι τῇ προειρημένῃ δυνάμει λέγουσι,
καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ πα-
εἶναι· καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην
Μώμεμφιν.
τά τε περὶ τὸν Δία καὶ
τὴν Πρὰν μυθολογούμενα περὶ τῆς συνουσίας καὶ
τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν ἐκεῖθεν αὐτὸν μετενεγκεῖν.
κατ’ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις
τὸν νεὼν τοῦ Δῖός περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν
Λιβύην, καὶ μεθ’ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν,
ὑπὸ τῶν ἱερέων κατεστεμμένον.’
Καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα
πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶυ
κατατάξαι νομοθεσίας, Πυθαγόραν τε τὰ κατὰ
τὸν ἱερὸν λόγον, καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα,
καὶ τὰ περὶ τοὺς ἀριθμοὺς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον
τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρ’ Αἰγυπτίων.
τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε
καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον, ὡς λοξὴν μὲν ἔχει
τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν
φορὰν ποιεῖται.
παραπλησίως δὲ καὶ τὸν Εὔδοξον
ἀστρολογήσαντα παρ’ αὐτοῖς καὶ πολλὰ τῶν
χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου
δόξης.
πάντων δὲ τῶν παλαιῶν ἀγαλματοποιῶν
τοὺς μάλιστα διωνομασμένους διατετριφέναι
Τοσαῦτα δὲ καὶ Διόδωρος. ἀλλ᾿ οὗτος μὲν
ὁ λόγος ὧδέ πως ἀποδεδειγμένος ἐνταῦθά μοι εἰληφέτω
τέλος. οὐ δεῖ δὴ λοιπὸν ἀλογίας ἡμῶν κατηγορεῖν,
εἰ δὴ τοὺς τῶν σοφῶν Ἑλλήνων καὶ αὐτῶν
γε τῶν παρ᾿ αὐτοῖς φιλοσόφων διδασκάλους, τοὺς
βαρβάρους λέγω, πόθῳ τῆς ἀληθοῦς εὐσεβείας καὶ
ὧν
τοὺς χρόνους, καθ᾿ οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ
μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ
καὶ τοῦτ᾿ ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων
τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ
τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προδιαλαβεῖν περὶ
τῆς ἀρχαιότητος αὐτῶν, ἵν᾿, εἰ φανεῖεν τοῖς Ἑβραίων
προφήταις τε καὶ θεολόγοις οἱ παρ᾿ Ἕλλησιν ὁμοδοξοῦντες,
μηκέτ᾿ ἀμφιβάλλοις τίνας ἦν εἰκὸς τὰ
παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους
τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων, καὶ βαρβάρους
τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς
Μωσέως πέρι καὶ τῆς τῶν μετ᾿ αὐτὸν προφητῶν
ἀρχαιότητος πλεῖστοι μὲν ἄλλοι διὰ σπουδῆς
τὴν ἀπόδειξιν ἐν οἰκείοις καταβέβληνται συγγράμμασιν,
ἀφ᾿ ὧν αὐτίκα μάλα σμικρὰ ἄττα παραθήσομαι.
κἀγὼ δὲ καινοτέραν παρὰ τοὺς εἰρημένους
ὁδεύσας ταύτῃ χρήσομαι τῇ μεθόδῳ. συντρεχόντων
Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν
τῶν ἐτῶν ἀριθμὸν, προιὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους,
Ἰουδαίων ἔθνους, εὕροι ἂν ἀπὸ Τιβερίου ἐπὶ τὸ δεύτερον
ἔτος Δαρείου ἔτη φμή.
Δαρείου μὲν γὰρ
τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξέ Ὀλυμπιάδος
καταντᾷ, Τιβερίου δὲ τὸ πεντεκαιδέκατον τῆς Ῥωμαίων
βασιλείας κατὰ τὸ δ’ τῆς σὰ Ὀλυμπιάδος
συμπίπτει.
γίνονται τοίνυν αἱ μεταξὺ Δαρείου
ἐπεὶ δὲ
κατὰ τὸ δεύτερον ἔτος Δαρείου τὸ ἑβδομηκοστὸν
ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεὼ, καθὼς
τὰ τῆς ἱστορίας ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν
ἀνατρεχόντων ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δαρείου
ρείου ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα ἔτη συνάγοιτ’ ἂν
σνς', Ὀλυμπιάδες ξδ'· τοσαῦτα δ’ ἂν εὕροις τὰ ἀπὸ
τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ
ἐπὶ τὸ ’ν ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως
ἀνιὼν, καθ’ ὃν ἐπροφήτευον Ἠσαίας καὶ Ὠσηὲ, ὅσοι
προφήτῃ καὶ τοῖς τούτῳ συγχρόνοις.
πάλιν δὲ
ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ τοὺς ἔμπροσθεν
ἀνιὼν χρόνους μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις
καὶ καθ᾿
Ἑβραίους ἀπὸ πεντηκοστοῦ ἔτους Ὀζίου τοῦ Ἰουδαίων
βασιλέως ἀνιὼν ἐπὶ τὸ τρίτον ἔτος Λαβδὼν παρ᾿
ἐτῶν υη΄· ὥστ᾿ εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ
τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον
ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ
σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασὶν, ἐοικότα
τῷ βοωμένῳ παρ᾿ Ἓλλησιν Ἡρακλεῖ.
καὶ ἐντεῦθεν
δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων, σαυτῷ τε συναγαγὼν
ἀριθμὸν ἐτῶν υ΄, εὕροις ἂν κατὰ μὲν Ἑβραίους
Μωσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ.
κατώτερα δὲ τῶν Κέκροπος ἱστορεῖται χρόνων τὰ
παρ᾿ Ἕλλησι θαυμαζόμενα. γίνεται γὰρ μετὰ Κέκροπα
ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς, καὶ ἡ ἐπὶ
Φαέθοντος ἐκπύρωσις, Ἐριχθονίου τε γένεσις, Κόρης
τε ἁρπαγὴ, καὶ Δήμητρος μυστήρια, Ἐλευσινίων
ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ Διὸς
ἁρπαγὴ, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας
παρουσία, καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μίνως,
Περσεὺς, Ἀσκληπιὸς, Διόσκουροι, Ἡρακλῆς.
τούτων δ᾿ ἁπάντων πρεσβύτερος γεγονὼς συνίσταται
Μωσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν
ἀκμάσας. ἀπὸ δὲ Μωσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον
ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φε΄. τοσαῦτα
δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας
τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον
ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης
τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυμος
πόλις, ἣ Νινευὶ παρ᾿ Ἑβραίοις ὠνόμασται,
καθ᾿ ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε.
Ταῦτα μὲν οὖν ἀποδεικτικῶς ἐν τοῖς πονηθεῖσιν
ἡμῖν Χρονικοῖς Κανόσιν οὕτως ἔχοντα συνέστη.
ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις
μάρτυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων
δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ
οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους, αὐτόν τε Μωσέα
καὶ τοὺς μετ᾿ αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο
δυσφημίαις. οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν
ὁμολογίας ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν
πιστώσασθαι.
γράφει τοίνυν ἐν τῷ τετάρτῳ τῆς
καθ᾿ ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς
τάδε
“Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι
παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευὼ, ὃς
Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς,
ὑπ᾿ ἐκείνου καὶ τῶν κατ᾿ αὐτὸν ἐξεταστῶν τῆς
ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ
τῶν Τρωϊκὠν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως
πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων
ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων
βασιλίδος.”
Ταῦτα ὁ Πορφύριος. δεῖ δὴ συλλογίσασθαι
ἀλλ᾿ οὗτος παρ᾿ ἑτέ-
τὰ ὑπομνήματα· οἱ δὲ καὶ αὐτοὶ ἀρχαιότεροι
ὄντες αὐτοῦ σχεδὸν τοῖς Μωσέως πλησιάζειν χρόνοις
εἴρηνται, οὐδὲ αὐτοὶ κατὰ Μωσέα γενόμενοι, ἀλλὰ
σχεδὸν τοῖς ἐκείνου χρόνοις πλησιάζοντες· ὡς τοσοῦτον
πρεσβύτερον εἶναι τὸν Μωσέα τοῦ Σαγχωνιάθωνος
ὁπόσον ἂν οὗτος λείπηται τῶν αὐτοῦ πρεσβυτέρων,
οἳ Μωσεῖ πλησιάζειν ὡμολογήθησαν.
πόσοις δὲ ἄρα ἔτεσιν εἰκὸς ἦν Μωσέα ὑπεράγειν
τοὺς δηλουμένους ἄπορον εἰπεῖν· διόπερ τοῦτό μοι
δοκῶ παρήσειν. δοὺς δὲ κατ᾿ αὐτὸν ἐκεῖνον τὸν
Σαγχωνιάθωνα Μωσέα γεγονέναι, καὶ μὴ πρότερον,
ὧδε τὸν ἔλεγχον ἐφοδεύσω.
εἴπερ ἐπὶ Σεμιράμεως
τῆς Ἀσσυρίων βασιλίδος ὁ Σαγχωνιάθων ἐγνωρίζετο,
ἀλλ᾿ ὁ μὲν ἡμέτερος λόγος ἐπὶ ταύτης
ἐδήλου γενέσθαι τὸν Ἁβραὰμ, ὁ δὲ τοῦ φιλοσόφου
παλαίτερον τὸν Μωσέα συνίστησιν. ἡ δὲ Σεμίραμις
τῶν Τρωϊκῶν ὀκτακοσίοις ὅλοις ἔτεσι δείκνυται
προγενομένη. καὶ Μωσῆς ἄρα ἔσται τοσούτοις τὰ
Τρωϊκὰ προάγων κατὰ τὸν φιλόσοφον.
πρῶτος
δὲ βασιλεύει Ἀργείων Ἴναχος, οὔπω τότε Ἀθηναίων
οὔτε τὴν πόλιν οὔτε τὴν προσηγορίαν ἐχόντων. ὁ δὲ
πρῶτος Ἀργείων ἡγεῖται κατὰ τὸν πέμπτον μετὰ Σε-
αὐτῆς τε καὶ Μωσέως, ἐν οἷς οὐδὲν ἐπίσημον γεγονὸς
ἱστορεῖται παρ᾿ Ἕλλησι. κατὰ τοῦτο δὲ τοῦ χρό-
εἶτ’ αὖ
πάλιν τριακοσίοις ἐτῶν ἄλλοις κατώτερον χρόνοις,
ἤδη που πλέον ἢ ὒ ἐτῶν ὅλων συμπληρουμένων ἀπὸ
Σεμιράμεως, πρῶτος Ἀθηναίων βασιλεύει Κέκροψ ὁ
βοώμενος παρ’ αὐτοῖς αὐτόχθων, Ἄργους ἡγουμένου
Τριόπα, ὃς ἦν ἕβδομος μετὰ τὸν πρῶτον Ἀργεῖον
Ἴναχον.
μεταξὺ δὲ τούτων ὁ ἐπὶ Ὠγύγου μνημονεύεται
Αἰγύπτιοι μετονομάσαντες σέβουσι , Προμηθεύς τε
καὶ Ἄτλας ἐγνωρίζοντο.
ἀπὸ δὲ Κέκροπος ἐπὶ
τὴν Ἰλίου ἅλωσιν ἄλλα συνάγεται μικρῷ δέοντα ἔτη
ὒ, ἐν οἶς τὰ ἐν Ἕλλησι θαυμάσια μυθολογεῖται, ὁ
ἐπὶ Δευκαλίωνος κατακλυσμὸς καὶ ὁ ἐπὶ Φαέθοντος
ἐμπρησμὸς, πολλῶν , ὡς εἰκὸς, φθορῶν γῆς κατὰ
τόπους γεγενημένων.
πρῶτος δὲ Κέκροψ λέγεται
Ζῆνα κεκληκέναι τὸν θεὸν, μὴ πρότερον οὕτω
παρ’ ἀνθρώποις ὠνομασμένον· ἔπειτα βωμὸν παρ’
ἄγαλμα στήσασθαι , ὡς οὐδὲ τούτων ἐκ παλαιοῦ
ὑπαρχόντων.
μετὰ δὲ τοῦτον καὶ οἱ παρ’ Ἕλλησι
Μώσεως ἐπὶ τὴν Ἰλίου ἅλωσιν συνάγεσθαι πλέον ἢ
ἔτη ὢ κατὰ τὴν ἐκτεθεῖσαν τοῦ φιλοσόφου μαρτυρίαν.
ἔτι δὲ πολὺ τῶν Τρωϊκῶν νεώτερα τὰ
κατὰ Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς μνημονεύεται.
χθὲς δὲ καὶ πρώην μετὰ τούτους περὶ τὴν
πεντηκοστὴν Ὀλυμπιάδα οἶ ἀμφὶ Πυθαγόραν καὶ
Δημόκριτον καὶ τοὺς μετὰ ταῦτα φιλοσόφους ὠνομάσθησαν,
ἐγγύς που μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ἑπτα-
προτερεῖν ἄρα Μωσῆς καὶ οἱ μετ᾿ αὐτὸν Ἑβραίων προφῆται συνίστανται τῶν παρ᾿ Ἕλλησι φιλοσόφων χιλίοις πεντακοσίοις ἔτεσι κατὰ τὴν τοῦ δηλωθέντος ἀνδρὸς ὁμολογίαν.
Καὶ ταῦτα μὲν ἡμεῖς ἐπιτόμως. σκέψασθαι
δὲ καιρὸς καὶ τὰς τῶν πρὸ ἡμῶν περὶ τῆς αὐτῆς
ὑποθέσεως ἀποδείξεις. γεγόνασι δὴ παρ᾿ ἡμῖν λόγιοι
ἄνδρες καὶ τῶν ἀπὸ παιδείας οὐδενὸς δεύτεροι,
τῇ παρ᾿ Ἑβραίοις συνέστησαν ἀρχαιολογίᾳ,
πλουσίᾳ καὶ ποικίλῃ κατασκευῇ κεχρημένοι τῆς ἀποδείξεως.
οἱ μὲν γὰρ ἔκ τινων ὁμολογουμένων
ἱστοριῶν τοὺς χρόνους συνελογίσαντο, οἱ δὲ παλαιτέροις
ἀναγνώσμασι τὴν μαρτυρίαν ἐπιστώσαντο.
καὶ οἱ μὲν Ἑλληνικοῖς, οἱ δὲ καὶ τοῖς τὰ Φοινίκων
τά τε Χαλδαίων καὶ Αἰγυπτίων ἀναγράψασι συν-
τὴν ἑτέραν συγκρούσαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ
τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητάκασιν.
εἶθ᾿ ἕκαστος οἰκείαις μεθόδοις τὴν τῶν ἀποδεικνυμένων
κατασκευὴν πεποιημένος σύμφωνον καὶ ὁμολογουμένην
τὴν ἀπόδειξιν εἰσηνέγκαντο. διὸ καὶ
μάλιστα ταῖς αὐτῶν ἡγησάμην δεῖν παραχωρῆσαι
“Μέχρι μὲν τῶν Ὀλυμπιάδων οὐδὲν ἀκριβὲς
τοὺς Ἕλληνας.
οὗ δὴ χάριν τὰς ἐνδοξοτάτας •
καὶ μυθώδεις ἐπιλεξάμενος ἱστορίας μέχρι τῆς
πρώτης Ὀλυμπιάδος ἐπιδραμοῦμαι· τὰς δὲ μετὰ
ταῦτα συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι,
ταῖς Ἑλληνικαῖς τὰς Ἑβραι·κὰς, ἐξιστορῶν μὲν
τὰ Ἑβραίων, ἐφαπτόμενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω
τόνδε τὸν τρόπον· λαβόμενος μιᾶς πράξεως
Ἑβραικῆς ὁμοχρόνου πράξει ὑφ’ Ἑλλήνων ἱστορηθείσῃ,
Ἐβραίων συνεχρόνισεν, ἐπισημειούμενος , ἴσως ἂν
του σκοποῦ τύχοιμι.
“ ‘Εβραίων Ἑβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη,
αἰχμαλωτισθέντων ὑπὸ Ναβουχοδονόσορ βασιλέως
Βαβυλῶνος , παρέτεινεν ἔτη ὁ, καθὰ προεφήτευσεν
Ἱερεμίας. τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς
ὁ Βαβυλώνιος.
μετὰ δὲ τὰ ὁ τῆς αἰχμαλωσίας
λωσίας ἔτη Κῦρος Περσῶν ἐβασίλευσεν, ᾧ ἔτει
Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων,
οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνσυνεφώνησέν
ὁ χρόνος.
Κῦρος δ’ οὖν τῷ πρώτῳ τῆς
ἀρχῆς ἔτει , ὅπερ ἦν Ὀλυμπιάδος ωέ ἔτος τὸ πρῶτον,
διὰ Ζοροβάβελ, καθ’ ὃν Ἰησοῦς ὁ Ἰωσεδὲκ, τὴν
πρώτην καὶ μερικὴν ἀπόπεμψιν ἐποιήσατο τοῦ λαοῦ,
πληρωθείσης τῆς ἑβδομηκονταετίας, ὡς ἐν τῷἝσδρᾳ
αἶ μὲν οὑν ἱστορίαι
τὰς δὲ πρὸ τούτων ὧδέ πως
τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης , ἀπὸ Ὠγύγου
τοῦ παρ’ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ’
οὑ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς,
Φορωνέως Ἀργείων βασιλεύοντος, ὠς’ Ακουσίλαος
ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος , ὁπόθεν
Ελληωες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάλεται
ταῦτα γὰρ οἶ τὰ
Ἀθηναίων ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος
ὁ τὰς Ἀτθίδας, οἴ τε τὰ Συρία Κάστωρ καὶ Θαλλὸς,
καὶ ὁ τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας , ’Αλέξανδρός
ξανδρός τε ὁ Πολυΐστωρ, οἵτινες τῶν καθ’ ἡμᾶς
ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων.
εἴ τις οὑν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος
ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται.’’
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Φαμὲν τοίνυν ἔκ. γε τοῦδε τοῦ συγγράμματος
Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος,
νυμος, πολλῶν διαφθαρέντων διασωθεὶς, κατὰ τὴν
ἀπ’ Αἰγύπτου τοῦ λαοῦ μετὰ Μώσεως ἔξοδον γεγενῆσθαι,
τόνδε τὸν τρόπον.
ἐπὶ τὴν πρώτην
Ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσεται
θήσεται ἃκ · ἀπὸ δὲ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ
τῆς νε' ἔτος πρῶτον, τουτέστιν ἐπὶ Κύρου βασιλείας
ἔτος πρῶτον, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἴτη σίζ’.
ἀπὸ Ὤγυγον τοίνυν ἐπὶ Κῦρον ἴτη ασλζ᾿. εἰ
δ’ ἀναφέροι τις ἐπιλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς
ἔκτισεν Ἐλευσῖνα. ὅθεν ἐπισημότερον ἔστι καταλαβεῖν
τὴν Ἀττικὴν χρονογραφίαν.
Καὶ μεθ’ ἕτερα
“ Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου ’ κατὰ δὲ τοὺς
τούτου χρόνους ἐξῆλθε Μώσης ἀπ’ Αἰγύπτου· καὶ
ὡς οὐκ ἄπιστον τότε ταῦτα συμβῆναι δείκνυμεν οὓτως.
ἀπὸ τῆς ἐξόδου Μώσεως ἐπὶ Κῦρον, ὃς ὃς
λ΄ τῶν μετὰ Ἰησοῦν Κριτῶν· τῶν τε ἐν τῇ βίβλῳ
τῶν Κριτῶν περιεχομένων ἔτη ’. ἱερέων δὲ Ἤλει
καὶ Σαμουὴλ ἔτη ς΄. τῶν δὲ ἑξῆς βασιλέων Ἐβραίων
ἔτη τετρακόσια ς΄. τῆς δ’ αἰχμαλωσίας ἑβδομήκοντα,
ἧς τὸ τελευταῖον ἔτος ἢν Κύρου βασιλείας ἔτος πρωτον,
’τον, ὡς προειρήκαμεν.
ἐπὶ δὲ τὴν πρώτην Ὀλυμπιάδα
μετὰ δὲ Ὤγυγον,
διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν,
ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος
ἔτη ρπθ΄. τὸν γὰρ μετὰ Ὤγυγον Ἀκταῖον ἢ ἢ τὰ
πλασσόμενα τῶν ὀνομάτων , οὐδὲ γενέσθαι φησὶ
Καὶ αὖθις
“ Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὁπόσα ἀπὸ
Μώσεως ἐπὶ τὸν αὐτὸν χρόνον, ἔτη ασλξ΄. καὶ Ἑλλήνων
Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργότατος γραμματικῶν,
ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ
τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους
βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀπο-
μέμνηται
δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος
ἐν τῇ δευτέρᾳ· τρόπῳ δέ τινι καὶ Ἰουδαίων
αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν,
καὶ Ἀσσυρίους τοὺς ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν,
τάχα δι᾿ Ἁβραάμ.
Πτολεμαῖος δὲ ὁ Μενδήσιος
τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει·
ὥστε οὐδ᾿ ἐπίσημος ἐπὶ πλέον ἡ τῶν χρόνων
παραλλαγή.
σημειωτέον δὲ ὡς ὅ τι ποτὲ ἐξαίρετον
Ἕλλησι δι᾿ ἀρχαιότητα μυθεύεται, μετὰ Μω-
Προμηθεὺς, Ἰὼ, Εὐρώπη, Σπαρτοὶ, Κόρης
ἁρπαγὴ, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις,
Περσεὺς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι,
Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος,
Ἰώνων ἀποικία, καὶ Ὀλυμπιάδες.
ἔδοξε δή μοι
τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι
χρόνον, παρατιθέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις
τὰς Ἑλληνικάς. ἐξέσται γὰρ τῷ βουλομένῳ,
παρ᾿ ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ, λογίζεσθαι τὸν
ἀριθμὸν ὁμοίως ἐμοί.”
“Οὐκοῦν τῶν χιλίων καὶ εἴκοσιν ἐτῶν, τῶν
μέχρι πρώτης Ὀλυμπιάδος ἀπὸ Μωσέως τε καὶ Ὠγύ-
τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ
χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν
τῆς γῆς, ὅτι Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις
ἀπολαύειν εἰκὸς ἣν, ἀποίκους ἐκείνων ὑπονοουμένους,
ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ
Θεόπομπος.
ὁ δὲ μεταξὺ χρόνος παραλέλειπται,
ἐν ᾧ μηδὲν ἐξαίρ·ετον Ἓλλησιν ἱστόρηται. μετὰ δὲ
Ταῦτα μὲν ὁ Ἀφρικανός. μεταβῶμεν δ’ ἡμεῖς ἐφ’ ἕτερον.
“Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι
Μώσης καὶ Ὅμηρος. τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι
παλαίτατον , καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν
εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου
ἀρχηγὸν, καὶ ὑφ’ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν.
εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων
παιδείας τὰ παρ’ ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων
εὑρέσεως ἀνώτερα· μάρτυράς τε οὐ τοὺς οἴκοι
παραλήψομαι , βοηθοῖς δὲ μᾶλλον Ἕλλησι καταχρήσομαι.
τὸ μὲν γὰρ ἄγνωμον, ὃτι μηδ’ ὑφ’ ὑμῶν
παραδεκτὸν· τὸ δὲ, ἂν ἀποδεικνύηται, θαυμαστὸν,
ὁπόταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων
περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ
καὶ χρόνου καθ᾿ ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι
μὲν Θεαγένης τε ὁ ῾Ρηγῖνος κατὰ Καμβύσην
γεγονὼς, καὶ Στησίμβροτος ὁ Θάσιος, καὶ Ἀντίμαχος
ὁ Κολοφώνιος, Ἡρόδοτός τε Ἁλικαρνασεὺς, καὶ Διονύσιος
Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος.
τούτων
δὲ οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθύδου
φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω
τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ τὸν Ἐρατο-
οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν,
ἥ ἐστι μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν·
Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσι
μ΄, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρξίππου, τῶν Ἰλιακῶν
ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον
μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατὸν,
ὃ γένοιτ᾿ ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις
τεσσαράκοντα· τινὲς δὲ πρὸ τῶν Ὀλυμπιάδων ἔφα-
ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες·
ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ Ὀλυμπιάδα
τρίτην καὶ εἰκοστὴν, κατὰ Γύγην τὸν Λυδὸν, ὕστερον
τῶν Ἰλιακῶν ἔτεσι πεντακοσίοις.
καὶ περὶ μὲν
τῶν χρόνων τοῦ προειρημένου ποιητοῦ, λέγω δὴ
Ὁμήρου, στάσεως τε καὶ τῶν εἰπόντων τὰ περὶ αὐτὸν
ἀσυμφωνίας τοῖς ἐπ᾿ ἀκριβὲς ἐξετάζειν δυνα-
τὰ τῆς ἱστορίας ἀληθεύειν δύναται.
Καὶ μετὰ βραχέα
“Πλὴν Ὃμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν,
ἀλλὰ κατ’ ἐκεῖνον αὐτὸν ὑπειλήφθω γεγονέναι
τὸν τοῦ πολέμου καιρὸν, ἔτι δὲ καὶ τοῖς περὶ Ἀγαμέμνονα
συνεστρατεῦσθαι, κἂν βούληταί τις, καὶ
πρὶν τῶν στοιχείων τὴν εὕρεσιν γεγονέναι· φανήσεται
γὰρ ὁ προειρημένος Μώσης αὐτῆς μὲν τῆς
Ἰλιακῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι,
τῆς δὲ γεγονυίας Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ
Δαρδάνου λίαν ἀρχαιότερος.
ἀποδείξεως δὲ ἕνεκα μάρτυσι χρήσομαι Χαλδαίοις , Φοίνιξιν , Αἰγυπτίοις. καὶ τί μοι λέγειν πλείονα; χρὴ γὰρ τὸν πείθειν ἐπαγγελλόμενον συντομωτέρας ποιεῖσθαι τἀς περὶ τόν πραγμάτων πρὸς τοὺς ἀκούοντας διηγήσεις.
Βηρωσσὸς
ἀνὴρ Βαβυλώνιος, ἱερεὺς τοῦ παρ’ αὐτοῖς
, τοῦ συστρατεύσαντος ἐπὶ Φοίνικας καὶ
Ἰουδαίους, ἅτινα διὰ τῶν καθ’ ἡμᾶς προφητῶν ἴσμεν
κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μώσεως ἡλικίας
κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν
ἑβδομήκοντα.
Βηρωσσὸς δέ ἐστιν ἀνὴρ Ἱκανώτατος·
καὶ τούτου τεκμήριον Ἰόβας, ὃς Περὶ Ἀσσυρίων·
‘‘Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὓτως
ἔχει. γεγόνασι παρ’ αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος,
Ὑψικράτης , Μῶχος. τούτων τὰς βίβλους εἰς
Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος , ὁ καὶ τοὺς βίους
τῶν φιλοσόφων ἐπ’ ἀκριβὲς πραγματευσάμενος.
ἐν δὴ ταῖς τῶν προειρημένων ἱστορίαις δηλοῦται
κατά τινα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴ γεγονέναι,
Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις, καὶ τὰ περὶ
Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς
γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν
ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο.
καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν
τὴν ἀναγραφὴν ἐποιήσατο. τοῦ δὲ Είράμου ὁ
χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομῶν δὲ
ὁ κατ’ Εἴραμον πολὺ κατώτερός ἐστι τῆς Μώσεως
ἡλικίας.”
“ Αἰγυπτίων δ’ εἰσὶν ἀκριβεῖς χρόνων ἀναγραφαί.
καὶ τῶν κατ’ αὐτοὺς γραμμάτων ἑρμηνεὺς
Πτολεμαῖος, οὐχ ὁ βασιλεὺς, ἱερεὺς δὲ Μένδητος·
οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατὰ
Ἀμῶσιν Αἰγύπτου βασιλέα γεγονέναι Ἰουδαίοις φησὶ
τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία,
Μώσεως ἡγουμένου.
λέγει δὲ οὕτως · ὁ δὲ Ἄμωσις
ἐγένετο κατὰ τὸν Ἴναχον τὸν βασιλέα. μετὰ δὲ
τοῦτον Ἀπίων ὁ γραμματικὸς , ἀνὴρ δοκιμώτατος, ἐν
τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ
γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δ’ ὅτι κατέσκαψε
τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος
Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος
ὁ δὲ ἀπὸ Ἰνάχου χρόνος ἄχρι τῆς
Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. καὶ τὰ τῆς
ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον.”
“ Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε, Ἴναχος,
Φορωνεὺς, Ἆπις, Ἀργεῖος, Κρίασος, Φορβὰς, Τριόπας,
Κρότωπός, Σθενέλαος, Δαναὸς, Λυγκεὺς, Ἄβας,
Προῖτος, Ἀκρίσιος, Περσεὺς, Εὐρυσθεὺς, Ἀτρεὺς,
Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον
ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω.
καὶ χρὴ τὸν
νουνεχῆ συνιέναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν
παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας
ἐπέβη.
μετὰ δὲ Ἴναχον ὑπὸ Φορωνέως μόλις
τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ
γέγονε, μετεκοσμήθησάν τε οἶ ἄνθρωποι. διόπερ εἰ
κατὰ Ἴναχον πέφηνεν ὁ Μώσης γεγονὼς, πρεσβύτερός
ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις.
ἀποδείνυται
δὲ τοῦθ’ οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν
βασιλέων διοδοχῆς, Μακεδονικῶν τε καὶ
Πτολεμαϊκῶκ, ἔτι δὲ καὶ Ἀντιοχικῶν. ὅθεν εἰ μετὰ
ἐγράφησάν τε καὶ γινώσκονται , δῆλον ὡς καὶ μετὰ
Μωσέα.
κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ’ Ἴναχον
μνημονεύεται παρ’ Ἀθηναίοις Ὤγυγος, ἐφ’ οὗ κατακλυσμὸς
ὁ πρῶτος , κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ’
οὖ Ἀκταία ἡ Ἀττική ’ κατὰ δὲ Τριόπαν Προμηθεὺς
καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ
καὶ ἡ Ἰώ·
κατὰ δὲ Κρότωπόν ἡ ἐπὶ Φαέθοντος
τῆς Δαρδανίας κτίσις, ἥ τε ἐκ Φοινίκης τῆς
Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή·
κατὰ δὲ
Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι
κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους
πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ
Φρυγίας διάβασις, καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις,
καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως πράξεις· κατὰ
δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἐάλω.”
“Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων
πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων.
καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν
πολλοὶ
γὰρ οἱ κατ᾿ αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ,
οἳ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ
φιλοσοφούντων ἔγνωσαν παραχαράττειν ἐπειράθησαν,
πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι,
“Περὶ μὲν οὖν τῆς καθ᾿ ἡμᾶς πολιτείας,
ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους, ὅσα τε
εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι, καὶ πόσοι καὶ
τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους
τὰ περὶ θεοῦ δειχθήσεται·
τὸ δὲ
νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν
ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ
Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λί-
Ἀρισταίου τοῦ Προκοννησίου, καὶ τοῦ τὰ Ἀριμάσπια
συγγράψαντος, Ἀσβόλου τε τοῦ Κενταύρου, καὶ Ἰσα-
Λίνος μὲν γὰρ Ἡρακλέους ἐστὶ διδάσκαλος, ὁ
δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωι·κῶν προγενέστερος πέφηνε
γενεᾷ. τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ
Ορφεὺς
δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν·
ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπεισφερόμενά φασιν ὑπὸ
Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι, γενομένου
κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν, περὶ τὴν πεντηκοστὴν
Ὀλυμπιάδα.
τοῦ δ’ Ὀρφέως Μουσαῖος
μαθητής. Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν
Τρωϊκῶν τοῦ πλείονα πρὸς τοὺς φιλομαθεῖς συνατάττειν
ἡμᾶς ἀπείργει. Δημόδοκός τε καὶ Φήμιος κατ’
αὐτὸν τὸν Τρωϊκὸν πόλεμον γεγόνασι · διέτριβον
γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ παρὰ τοῖς
Φαίαξι. καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ
τούτων εἰσὶν ἀρχαιότεροι.
περὶ μὲν οὖν τῆς καθ’
αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας
ἀνεγράψαμεν· ἔνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον
ἀποπληρώσωμεν . ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν
ποιήσομαι τὴν ἀπόδειξιν.
Μίνως μὲν γὰρ,
ὁ πάσης προύχειν νομισθεὶς σοφίας ἀγχινοίας τε καὶ
νομοθεσίας , ἐπὶ Λυγκέως τοῦ μετὰ Δαναὸν βασιλεύσαντος
γέγονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον.
Λυκοῦργος δὲ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἂλωσιν,
πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ
Δράκων δὲ περὶ Ὀλυμπιάδα
τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται γεγονώς· Σόλων
δὲ περὶ μς΄· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευτέραν.
τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν
καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων διὰ βραχέων
ἔτι καὶ περὶ τῆς τῶν ἑπτὰ σοφῶν ἡλικίας ἀναγράψομεν.
τοῦ γὰρ πρεσβυτάτου τῶν προειρημένων
καὶ τὰ περὶ τῶν μετ’ αὐτὸν σχεδὸν ἡμῖν συντομως
εἴρηται.
“ Ταῦθ᾿ ἄνδρες Ἓλληνες, ὁ κατὰ βαρβάρους
φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς
μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ 5 παιδευθεὶς δὲ πρῶτον
μὲν τὰ ὑμέτερα, δεύτερον δὲ ἅτινα νῦν κηρύττειν
ἐπαγγέλλομαι. γινώσκων δὲ λοιπὸν τίς ὁ θεὸς καὶ
τίς ἡ κατ’ αὐτὸν ποίησις ἕτοιμον ἐμαυτὸν ὑμῖν πρὸς
τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι, μενούσης
μοι τῆς κατὰ θεὸν πολιτείας ἀνεξαρνήτου.”
Τοσαῦτα καὶ ὁ Τατιανός. μετίωμεν δὲ καὶ ἐπὶ Κλήμεντα.
“ Εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ
ἐν τῷ Πρὸς τοὺς Ἓλληνας, εἴρηται δὲ καὶ
Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν. ἀπαιτεῖ
δ’ ὅμως τὸ ὑπόμνημα καὶ ἡμὰς ἐπιδραμεῖν τὰ κατὰ
τὸν τόπον εἰρημένα.
Ἀπίων τοίνυν ὁ γραμματικὸς,
ὁ Πλειστονίκης ἐπικληθεὶς , ἐν τῇ δ’ τῶν Αἰγυπτιακῶν
καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος
τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ’
αὐτὸν πράξεων, μάρτυρα παρατίθεται Πτολεμαῖον
τὸν Μενδήσιον.
καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε
ἔχει “Κατέσκαψε δὲ τὴν Ἀούαριν Ἄμωσις, , κατὰ τὸν 3o
ὁ δὲ Πτολεμαῖος
οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων
πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις κατὰ
Ἄμωσίν φησιν Αἰγύπτου βασιλέα Μώσεως ἡγουμένου
γεγονέναι Ἰουδαίοις τὴν ἐξ Αἰγύπτου πορείαν,
ἐξ ὧν συνῶπται κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα.
παλαίτερα δὲ τῶν Ἑλληνικῶν μνημονεύεσθαι τὰ
Ἀργολικὰ, τὰ ἀπὸ Ἰνάχου λέγω, Διονύσιος ὁ Ἁλικαρνασεὺς
ἐν τοῖς Χρόνοις διδάσκει.
τούτων δὲ
τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικὰ, τὰ
ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτόχθονος, ὥς
φησι κατὰ λέξιν ὁ Τατιανός ’ ἐννέα δὲ τὰ Ἀρκαδικὰ
τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων.
τούτων δὲ ἄλλων δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ
εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα
τῶν Ἑλληνικῶν Κτησίας λέγει , φανήσεται τῷ
δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς,
τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ
δευτέρῳ καὶ τριακοστῷ ἡ Μώσεως κατὰ Ἄμωσιν
τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου
κίνησις.
ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ
Ἀκουσίλαος γὰρ Φορωνέα
πρῶτον ἀνθρώπων γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς
Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἴφη πατέρα θνητῶν
ἀνθρώπων.
ἐντεῦθεν ὁ Πλάτων’ ἐν Τιμαίῳ κα-
κατὰ
βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ
παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις,
ἥ τε ἐκ Κρήτης εἰς Φοινίκην ἀνακομιδή· κατὰ
δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ, καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι
τεμένους καθίδρυσις, καὶ ἡ Τριπτολέμου γεωργία,
καὶ ὁ δεύτερος Κέκροψ, αἳ τε Πέρσεως καὶ Διονύσου
πράξεις, Ὀρφεύς τε καὶ Μουσαῖος·
κατὰ δὲ τὸ
ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας
Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος
ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος ’
Ἄγις
δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς Πανέμου ὀγδόῃ
φθίνοντος· Ἑλλάνικος δωδεκάτῃ Θαργηλιῶνος , καί
τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνονκαὶ
ἕτεροι δὲ Σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς
δὲ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν
Τρωϊκῶν μιᾷ γενεᾷ· τοῦ γοῦν Τληπολέμου , ὃς ἦν
προτερεῖν ἄρα Μώσης ἐπιδείκνυται τῆς μὲν Διονύσον ἀποθεώσεως ἔτη χδ΄. εἴ γε τῆς Πέρσεως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς.
ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ
Ἰάσονα ἀριστεῖς, τοὺς ἐν rrj Ἀργοῖ πλεύσαντας, συνάγεται
ἔτη ξγ΄. ’ Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον
αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν
τοῖς Ἀργοναυτικοῖς.
ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν
Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ
ἀποθέωσιν ἔτη συνάγεται λη΄ κατὰ τὸν χρονογράφον
Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος
εἰ δὲ χρὴ πείθεσθαι
καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ ’
Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως ἐς
Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς
γίνεται. Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ
γενεᾷ ἀπὸ Ἰνάχου.
εἰσὶ δὲ οἳ τὴν Ἰώ φασι, διὰ
Λέων
δὲ ὁ τὰ περὶ τῶν κατ’ Αἴγυπτον θεῶν πραγματευσάμενος
τὴν Ἴσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί
φησιν , ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον
Μώσεως γενεᾷ.
Ἆπις τε ὁ Ἄργους βασιλεὺς
Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτη Ἀρκαδικῶν·
τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί
φησι Σάραπιν , καὶ τοῦτον εἶναι ὃν Αἰγύπτιοι
σέβουσι.
Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν
τρίτῳ Νομίμων Ἀσίας τὸν Ἄπιν τὸν ταῦρον τελευτήσαντα
καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι
ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν
γίνεται ’
Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. εἰκότως ἄρα
καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει
Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταὶ,
περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν
λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’
Ὅμηρος δὲ καὶ Ἡσίοδος
περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν.
καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.”
Ταῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπεὶ πρὸ τῶν
ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ
προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων
συνιδεῖν. χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυίου
Ἰωσήπου φωναῖς
“ Ἄρξομαι δὲ πρῶτον ἀπὸ τῶν παρ’ Αἰγυπτίοις
γραμμάτων. αὐτὰ μὲν οὖν οὐχ οἶόν τε παρατίθεσθαι
τἀκείνων· Μάνεθως δὲ τὸ γένος Αἰγύπτιος,
ἀνὴρ τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας,
ὡς δῆλός ἐστι, γέγραφε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον
ἱστορίαν, ἔκ τε τῶν ἱερῶν , ὥς φησιν αὐτὸς,
μεταφράσας, ὃς καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν
Αἰγυπτιακῶν ὑπ’ ἀγνοίας ἐψευσμένον ’ οὗτος δὴ
τοίνυν ὁ Μάνεθως ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν
ταῦτα περὶ ἡμῶν γράφει ’ παραθήσομαι δὲ τὴν λέξιν
αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρτυρα.
. . . “ τοῦ Τιμαῖος ὄνομα. ἐπὶ τούτου οὐκ οἶδ’ ὅπως ὁ θεὸς ἀντέπνευσε, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι καταθαρρήσαντες ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον.
Καὶ ἐπιλέγει μετὰ βραχέα
“ Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος
Ὑκ[ουσ]σώς· τοῦτο δέ ἐστι βασιλεῖς ποιμένες. τὸ
γὰρ Ὓκ καθ’ ἱερὰν γλῶσσαν βασιλέα σημαίνει, τὸ
δὲ [Οὐσ]σὼς ποιμήν ἐστι, καὶ ποιμένες κατὰ
κοινὴν διάλεκτον , καὶ οὕτω συντιθέμενον γίνεται
τινὲς δὲ λέγουσιν αὐτοὺς Ἄραβας
εἷναι. ἐν δ’ ἄλλῳ ἀντιγράφῳ οὐ βασιλεῖς σημαίνεσθαι
διὰ τῆς Ὑκ[ουσσὼς] προσηγορίας, ἀλλὰ τοὐναντίον
αἰχμαλώτους δηλοῦσθαι ποιμένας. τὸ γὰρ
Ὑκ[ουσσὼς] Αἰγυπτιστὶ καὶ τὸ ἃκ δασυνόμενον
αἰχμαλώτους ῥητῶς μηνύει.
καὶ τοῦτο μᾶλλον
πιθανώτερόν μοι φαίνεται καὶ παλαιᾶς ἱστορίας ἐχόμενον·
τούτους δὲ τοὺς προκατωνομασμένους βασιλέας
καὶ τοὺς τῶν ποιμένων καλουμένων καὶ τοὺς
ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν
ἔτη πρὸς τοῖς ’φ’ ία .
μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς
φησὶ τοὺς ποιμένας , καὶ ἐκ μὲν τῆς ἄλλης
Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τόπον
ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον· Αὔαρις
ὄνομα τῷ τόπῳ.
τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα
ὅπως τήν τε κτῆσιν ἅπασαν ἔχωσιν ἐν ὀχυρῷ
καὶ τὴν λείαν τὴν ἑαυτῶν.
τὸν δὲ Μισφραγμουθωσεως
υἱὸν Θμούθωσιν ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ
πολιορκίας ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα
μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ
δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιήσασθαι συμβάσεις,
ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες ὅποι βούλονται πάντες
τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις
πανοικεσίᾳ μετὰ τῶν κτήσεων , οὐκ ἐλάσσους μυριάδων
φοβουμένους
δὲ τὴν Ἀσσυρίων δυναστείαν, τότε γὰρ ἐκείνους τῆς
Ἀσίας κρατεῖν, ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν
οἰκοδομησαμένους, τοσαύταις μυριάσιν ἀνθρώπων
ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι.”
Τούτοις ἐξῆς τὴν διαδοχὴν τῶν κατ’ Αἴγυπτον
βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν
ἀπαριθμησάμενος ἐπιλέγει,
“ Ταῦτα μὲν ὁ Μάνεθως. δῆλον δ’ ἐστὶν, ἐκ τῶν
εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος , ὅτι οἱ
καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ
καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ
τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν
ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον
ἀρχαιότατον Ἀργεῖοι νομίζουσι.
δύο τοίνυν ὁ
Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν τῶν
παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων ’ πρῶτον μὲν τὴν
ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν
ἀπαλλαγὴν οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς
που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι
χιλίοις.”
Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας
ταύτῃ πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται ’ ἀπὸ
δὲ τῆς Φοινίκων , μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ
συγγραψαμένοις , παρίστησι τὸν ἐν Ἱεροσολύμοις
νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι
ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα καὶ τρισὶ
καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα ’ εἶτα
Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν,
τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος
καὶ τοῖς εἰρημένοις ἀρκουμένου, ποικίλην περιέχουσι
τὴν περὶ τοῦ προκειμένου σύστασιν; προύκειτο δὲ
ἡμῖν τὰ Μωσέως καὶ τῶν προφητῶν παλαίτερα τῶν
Ἑλληνικῶν ἀποδεῖξαι.
ἐπειδὴ τοίνυν μακρῷ πρόσθεν
τῶν Τρωϊκῶν Μωσῆς γεγονὼς ἀποδέδεικται,
ἀπὸ τῆς κατ᾿ αὐτὸν ἱστορίας τυγχάνει.
μετὰ
Μωσέα τοίνυν προέστη τοῦ Ἰουδαίων ἔθνους Ἰησοῦς,
ὥς τινες, ἔτεσι λ΄· εἶθ᾿, ὥς φησιν ἡ γραφὴ, ἐκράτησαν
ἀλλόφυλοι ἔτεσιν ὀκτώ. ἔπειτα Γοθονιὴλ ἔτεσι
πεντήκοντα. μεθ᾿ ὃν Ἐγλὼμ, βασιλεὺς Μωὰβ, ἔτη
ιη΄. μεθ᾿ ὃν Ἀὼδ ἔτη π΄. μεθ᾿ ὃν πάλιν ἀλλόφυλοι
ἔτη η΄· ἀλλόφυλοι ἔτη μ΄· Σαμψὼν ἔτη κ΄· ἔπειτα
Ἠλεὶ ἱερεὺς, ὡς τὸ Ἑβραϊκὸν, ἔτη μ΄· περὶ ὃν συμβαίνει
τὴν Ἰλίου καταντᾶν ἅλωσιν· μετὰ δ᾿ Ἠλεὶ τὸν
ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ.
μεθ᾿ ὃν πρῶτος
αὐτῶν βασιλεύει Σαοὺλ ἔτεσι μ΄· ἔπειτα Δαβὶδ
Ἰωὰς ἔτη μ’· Ἀμασίας
ἔτη μθ΄· Ὀζίας ἔτη νβ΄· καθ’ ὃν προφητεύουσιν
Ὠσηὲ, Ἀμὼς, Ἠσαίας, Ἰωνᾶς· μετὰ δὲ ’ Ὀζίαν βασιλεύει
ἔτη ἰέ ’ μεθ’ ὃν ἔτη ἰέ. κατὰ
τοῦτον ἡ πρώτη Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον
Κόροιβος Ἠλεῖος.
διαδέχεται δὲ τὸν Ἄχαζ Ἀζεκίας
ἔτεσι κθ΄ ’ καθ’ ὃν Ῥωμύλος Ῥώμην ἔκτισε καὶ ἐβασίλευσε.
μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη
νέ· ἔπειτα Ἀμὼν ἔτη β΄· ἔπειτα Ἰωσίας ἔτη ’
καθ’ ὃν προφητεύουσιν Ἱερεμίας, Βαροὺχ, Ὀλδᾶ
καὶ ἄλλοι προφῆται.
ἔπειτα Ἰωάχαζ μῆνας γ’ .
μεθ’ ὃν Ἰωακεὶμ ἔτη ἰά· μεθ’ ὃν πάντων ὕστατος
Σεδεκίας ἔτη ιβ΄ κατὰ τοῦτον πολιορκηθείσης τῆς
Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν
ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται
μετὰ δὲ ἐτῶν ἀριθμὸν ὁ ὁ Κῦρος βασιλεύει
Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν
Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλουσιν αὐτῶν παλινοστεῖν
ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν·
ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ
ὁ τοῦ Σαλαθιὴλ. καταβάλλονταί τε θεμελίους,
προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχαρίου
καὶ Μαλαχίου , μεθ’ οὓς οὐκέτι προφήτης παρ’
αὐτοῖς γέγονε.
κατὰ δὲ Κῦρον Σόλων ὁ Ἀθηναῖος
ἐγνωρίζετο , καὶ οἶ κληθέντες ἑπτὰ σοφοὶ παρ’ Ἓλλησιν,
ὧν παλαίτερος οὐδεὶς παρ’ αὐτοῖς φιλόσοφος
μνημονεύεται.
τούτων δὴ τῶν ἑπτὰ Θαλῆς ὁ
Μιλήσιος φυσικὸς πρῶτος Ἑλλήνων γεγονὼς περὶ
τροπῶν ἡλίου καὶ ἐκλείψεως καὶ φωτισμῶν σελήνης
Θαλοῦ δὲ γίνεται ἀκουστὴς
Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ
καὶ αὐτὸς Μιλήσιος. οὗτος πρῶτος γνώμονας κατεσκεύασε
πρὸς διάγνωσιν τροπῶν τε ἡλίου καὶ χρόνων
καὶ ὡρῶν καὶ ἰσημερίας.
Ἀναξιμάνδρου δὲ
γνώριμος ἐγένετο Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος·
τούτου δὲ Ἀναξαγόρας ὁ Ἡγησιβούλου Κλαζομένιος.
ἀπεφήνατο , ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος
αὐτὴν αἰτίου. ἦν γὰρ ἀρχὴν” φησὶ ‘τὰ
πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δ’ εἰσελθὼν αὐτὰ
ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν.
Ἀναξαγόρου
δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος,
Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος
ἐγένετο, καὶ πλούτῳ καὶ γένει τῶν καθ’ ἑαυτὸν διήνεγκεν·
μεταβὰς δ’ εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε, καὶ πολλοὺς
ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην.
κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν
ἄνδρες φυσικοὶ, Ξενοφάνης τε καὶ Πυθαγόρας.
τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ, οἱ
τε υἱοὶ αὐτοῦ , Τηλαυγὴς καὶ Μνήσαρχος.
Τηλαυγοῦς
δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται, καθ’ ὃν
Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. τὸν δὲ Ξενοφάνην
φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον
ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου,
τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε , Λευκίππου
δὲ Δημόκριτος , οὗ Πρωταγόρας , καθ’ ὃν ἤκμασε
Σωκράτης. καὶ ἄλλους δὲ σποράδην εστιν εὑρεῖν
φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους·
πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτερον
Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες ’
ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας
ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μώσεως καὶ τῶν
μετ’ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι
φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς
τὰ πρῶτα γενόμενος Σωκράτους , κἄπειτα τοῖς
Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ
τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε.
γέγονε δ’ ὁ Πλάτων’ ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος , Αὐγούστου δὲ τοῦ σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι ὒ.
εἰ δή σοι τοιγαροῦν ὁ
Πλάτων’ οἵ τε μετ’ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα
Ἑβραίοις πεφιλοσοφηκότες , ὥρα σκοπεῖν τὸν Χρόνον
καθ’ ὃν οὗτος γέγονε, τόν δὲ παρ’ Ἑβραίοις
θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων
τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν
ἡλικίᾳ.
ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς
ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς
θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων,
Ὁ μὲν δὴ τοῦ μετὰ χεῖρας προάγων τῆς Εὐαγγελικῆς
Προπαρασκευῆς θέματος ὢν τόμος οὐκ ἐμαῖς
τε καὶ εὐγλωττίαν, τὰ πάντα δὲ παρὰ βαρβάρων
ἐσκευωρημένους , μηδὲ τὰ Ἑβραίων ἀγνοῆσαι
λόγια, καὶ τούτων δὲ ἐν μέρει καθάψασθαι , ὅτι μηδὲ
τῆς τῶν σφετέρων ἐν συγγράμμασι φιλοτιμίας καθαρὰς
ἐφυλάξαντο κλοπῆς τὰς χεῖρας. κλέπτας γὰρ
αὐτοὺς οὐχ ὁ παρ’ ἡμῶν , ὡς ἔφην, λόγος, ὁ δ’ ἐξ
αὐτῶν παρεστήσατο.
οὐ μὴν ἀλλὰ καὶ σφόδρα
ἔγνωμεν.
ταῦτα μὲν οὖν ὁ πρὸ τούτου ’ ὁ δέ
γε παρὼν ἐπείγεται λοιπὸν ἤδη , ὥσπερ τι χρέος, τὴν
ἐπηγγελμένην ὑπόσχεσιν ἀποδοῦναι καὶ τὴν ἔν τισιν,
εἰ καὶ μὴ ἐν πᾶσι, τοῖς δογματικοῖς θεωρήμασι
ἔοικε τῇ δόξῃ τοὺς πάντας ὑπερακοντίσας αὐτάρκης
ἡμῖν ἔσεσθαι πρὸς τὴν τοῦ ζητουμένου σύστασιν.
εἰ δέ που δέοι, σαφηνείας ἕνεκα τῆς τοῦ ἀνδρὸς
διανοίας, καὶ τοῖς τὴν κατ’ αὐτὸν ἐζηλωκόσι φιλοσοφίαν
μάρτυσι χρήσομαι , τὰς αὐτῶν ἐκθησόμενος
τετηρήσθω
δέ μοι τὸ μὴ πάντ’ ἐπιτυχῶς εἰρῆσθαι τῷ ἀνδρὶ, εἰ
καὶ τὰ πλεῖστα αὐτῷ σὺν ἀληθείᾳ ἐκπεφώνηται. ὃ
δὴ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν,
οὐκ αὐτοῦ διαβολῆς, ἀπολογίας δὲ ἡμετέρας χάριν,
δι’ ἣν τὴν βάρβαρον φιλοσοφίαν τῆς Ἑλληνικῆς ὁμολογοῦμεν
προησμενικέναι.
Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν
πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικὸν, ἠθικὸν,
λογικὸν, εἶτ᾿ αὖ πάλιν τὸν φυσικὸν διελομένου εἴς
τε τὴν τῶν αἰσθητῶν θεωρίαν καὶ τὴν τῶν ἀσωμάτων
κατανόησιν, εὕροις ἂν καὶ παρ’ Ἑβραίοις τὸ
τριμερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ
παρ᾿ αὐτοῖς τὰ ὅμοια πρόσθεν ἢ Πλάτωνα γενέσθαι
πεφιλοσόφητο.
πρῶτον δὲ τῶν Πλάτωνος ἀκοῦσαι
τέλους τὰ Πλάτωνος ὑπισχνουμένους.
“Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσοφίας,
ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ
ἱστορίαν ὁ Πλάτων’ ὠνόμακεν ·
εἰς δὲ τὴν περὶ τούτων
ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου
παραλαμβανομένου· ὅτι μὲν Πλάτων’ πρῶτος καὶ
μάλιστα συναγείρας εἰς ἔν πάντα τὰ τῆς φιλοσοφίας
μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ
τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ
ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντὶ
οὔτε γὰρ οἶ περὶ Θαλῆν καὶ Ἀναξιμένην
καὶ Ἀναξαγόραν, καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι
τούτοις, ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς
ὢ φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν
οὐδὲ Πιττακὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος
καὶ οἶ παραπλήσιοι τούτοις λανθάνουσί
τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες.
Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον
καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων
μάλιστα σπουδάσαν.
τούτοις δὲ ἐπιγενόμενος
Πλάτων’ , ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκὼν,
οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ
ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς.
ἐπεὶ
τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ
Ταῦτα μὲν ὁ Ἀττικός. ἐπιμαρτυρεῖ δὲ τοῖς
αὐτοῖς καὶ ὁ περιπατητικὸς Ἀριστοκλῆς , ἐν ἑβδόμῳ
λέγων πρὸς ῥῆμα
“Ἐφιλοσόφησε δὲ Πλάτων’, εἰ καί τις ἄλλος
τῶν πώποτε, γνησίως καὶ τελείως. οἶ μὲν γὰρ ἀπὸ
Θαλοῦ φυσιολογοῦντες διετέλεσαν, οἶ δὲ περὶ Πτυαγόραν
ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν
μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις , οὐ μὴν ἐπόρισύαν
γέ τινα βοήθειαν.
οὐχ ἥκιστα δὲ καὶ Σωκράτης,
αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρὶ,
καθάπερ αὐτὸς ἔφη Πλάτων’. εὐφυέστατος γὰρ ὢν
καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε
τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ
τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρίσας ὁρίζεσθαι·
πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν
ἄλλοι δ’ ἀποτεμόμενοι μέρη
τινὰ περὶ ταῦτα διέτριψαν , οἶ μὲν ἰατρικὴν, οἷ δὲ
τὰς μαθηματικὰς ἐπιστήμας , ἔνιοι δὲ περὶ τοὺς ποιητὰς
καὶ τὴν μουσικήν. οἶ μέντοι πολλοὶ τὰς τῶν
λόγων δυνάμεις ἐθαύμασαν , ὧν οἷ μὲν ῥήτορας, οἶ
δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς.
οἶ μέντοι
Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο
παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἶ μὲν γὰρ
κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι
δ’ αὖ πάλιν ἡδονάς. καὶ οἶ μὲν εἰδέναι πάντα ἐκόμπαζον,
οἶ δὲ ἁπλῶς μηθέν.
ἔτι δ’ οἶ μὲν ἐν μέσῳ
Πλάτων μέντοι κατανοήσας
ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων
ἐπιστήμη, πρῶτος διεῖλε, καἰ ἔφη τὴν μέν τινα
περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν
δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς
λόγους.
ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα
κατιδεῖν ἡμάς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ
γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες ἐπιμε-
καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων
φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων
τὸν ἄνθρωπον, καὶ τἀγαθὸν διττὸν, τὸ μὲν ἡμέτερον,
τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ τοῦ παντός·
διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι.
φησὶ
δ’ Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον
τοῦτον. ᾿Αθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν
ἐκείνων ἕνα τινὰ, κἄπειτα αὐτοῦ πυνθάνεσθαι
τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ
τοῦ ἀνθρωπίνου βίου , καταγελάσαι τὸν Ἰνδὸν , λέ-
γοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα καταδεῖν,
ἀγνοοῦντά γε τὰ θεῖα.
τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. διεῖλε δ᾿ οὖν ὁ Πλάτων᾿ τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικὴν, ἔτι δὲ τὴν λογικήν.”
Τοιαύτης οὔσης τῆς κατὰ Πλάτωνα φιλοσοφίας
καιρὸς καὶ τὴν Ἑβραίων ἐπισκέψασθαι , μακρῷ
πρόσθεν ἢ Πλάτωνα γενέσθαι τὸν ὅμοιον πεφιλοσοφηκότων
τρόπον. εὕροις δ’ ἂν οὖν καὶ παρ’ αὐτοῖς d
τήνδε σύμφωνον τὴν τριμέρειαν ἠθικῶν τε καὶ λο-
γικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπιστήσας
τὸν τρόπον.
Τὰ μὲν οὖν ἠθικὰ πρώτιστα πάντων φιλοτί-
τε καὶ μετεδίωξαν, ἀλλ’ οὐ σωμάτων ἡδονὴν, κατ’
Ἐπίκουρον· οὐδ’ αὖ τὴν τριγένειαν τῶν ἀγαθῶν,
κατ’ Ἀριστοτέλην, τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἐν ἴσῳ
τοῖς ψυχῆς ἀγαθοῖς ἐκτετιμηκότα.
οὐ μὴν οὐδὲ
τὴν ἐσχάτην ἄγνοιάν τε καὶ ἀμαθίαν, ἣν ὀνόματι
σεμνοτέρῳ τινὲς ἐποχὴν ἀνειρήκασιν· ἀλλ’ οὐδ’ αὖ
τῆς ψυχῆς τὴν ἀρετήν· πόση γὰρ ἐν ἀνθρώποις
αὕτη, καὶ τί καθ’ ἑαυτὴν ἄνευ θεοῦ πρὸς τὸν ἄλυπον
συντείνοι ἂν βίον; δι’ ὃν τὰ πάντα τῆς εἰς τὸν
τὸν θεοφιλῆ μόνον ἀπέφηναν εἶναι μακάριον,
ὅτι
δὴ ὁ πάντων ἀγαθῶν ταμίας θεὸς, ζωῆς ὢν πάροχος
καὶ αὐτῆς ἀρετῆς πηγὴ , τῶν τε περὶ σῶμα καὶ τῶν
ἐκτὸς ἀπάντων χορηγὸς ὑπάρχων, μόνος ἂν εἴη πρὸς
τὸν μακάριον βίον τῷ τὴν πρὸς αὐτὸν φιλίαν διὰ
τῆς παναληθοῦς εὐσεβείας στειλαμένῳ αὐτάρκης.
ἔνθεν ὁ πάνσοφος Μώσης πρῶτος ἁπάντων ἀνθρώπων
γραφῇ παραδοὺς τὸν τῶν πρὸ αὐτοῦ θεοθιλῶν
Ἑβραίων βίον , τὸν πολιτικὸν ὁμοῦ καὶ πρακτικὸν
ἧς ἀρχόμενος ἀπὸ τῶν καθόλου τὴν διδασκαλίαν
ἐποιήσατο, θεὸν τῶν ὅλων αἴτιον ὑποστησάμενος,
κοσμογονίαν τε καὶ ἀνθρωπογονίαν ὑπογράψας.
εἶθ’
οὕτως ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος προελθὼν
τῷ λόγῳ , καὶ διὰ τῆς τῶν παλαιῶν ἀνδρῶν μνήμης
εἰς τὸν τῆς ἐκείνων ἀρετῆς τε καὶ θεοσεβείας ζῆλον
τοὺς φοιτητὰς παρορμήσας , οὐ μὴν ἀλλὰ καὶ αὐτὸς
ἐν τοῖς πρόσθεν φανερὸν κατεστήσατο.
μακρὸν δ᾿
ἂν εἴη καὶ τοὺς ἐξῆς μετὰ Μωσέα προφήτας, τούς τε
τούτων προτρεπτικοὺς μὲν ἀρετῆς, ἀποτρεπτικοὺς δὲ
κακίας ἁπάσης λόγους ἐν τῷδε καταβάλλεσθαι. τί
δ᾿ εἴ σοι τοῦ σοφωτάτου Σολομῶνος τὰς ἠθικὰς
παραφέροιμι διδασκαλίας, αἷς οἰκεῖον λόγον ἀνέθηκε,
σύγγραμμα Παροιμίας ἐπονομάσας, ἐπιτόμους
γνώμας ἀποφθέγμασιν ἐοικυίας ὑποθέσει περιλαβὼν
μιᾷ;
καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτῃ πη παῖδες
Ἐβραίων , ἐκ παλαιῶν πρὶν ἢ καὶ τὰ πρῶτα στοιχεῖα
μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο καὶ τοῖς
προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας.
Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσοφίας
οὐ, καθάπερ Ἕλλησι φίλον, δεινότητι σο-
δεῖν ᾤοντο μετιέναι , καταλήψει δὲ αὐτῆς ἀληθείας,
ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ
παρ᾿ αὐτοῖς θεόσοφοι εὗρόν τε καὶ ἐφωτίσθησαν.
ἐφ᾿ ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα μαθήματα παιδευομένους
λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας,
ἱστοριῶν τε σεμνῶν διηγήματα, ᾠδῶν τε καὶ ἐπῳδῶν
ἐμμέτρους συνθέσεις , καὶ ἔτι προβλήματα καὶ αἰνίγματα,
καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας
μετὰ κάλλους εὐεπείας , καὶ τῆς κατὰ τὴν οἰκείαν
τοῖς παρεδίδοσαν ἡλικίας.
ναὶ μὴν καὶ τῶν πρώτων
μαθημάτων δευτερωταί τινες ἦσαν αὐτοῖς ’ (οὕτω
δὲ φίλον τοὺς ἐξηγητὰς τῶν παρ’ αὐτοῖς γραφῶν ὀνο-
ταύτῃ τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν
ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροι-
ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησὶν, ἀκάκοις
πανουργίαν, παιδί τε νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
τῶνδε γὰρ ἀκούσας ὁ σοφὸς σοφώτερος ἔσται,
ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· νοήσει τε παραβολὴν
καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ 15
αἰνίγματα.
καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμματος
ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ᾿ ἐν
μέρει τῶν λεχθέντων προτάσεις, καὶ τούτων τὰς ἐπι-
αὐτοῖς προφητικῶν γραφῶν φερομένην , ὅτῳ φίλον,
τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ
χεῖρας λαβὼν εἴσεται.
εἰ δέ τις καὶ τῆς γλώσσης
αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἂν, οἷα παρὰ
βαρβάροις , ἄνδρας λογικωτάτους οὐδὲν σοφιστῶν
εἶεν
δ᾿ ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη
Μώσεως ᾠδὴ, καὶ τοῦ Δαβὶδ ὁ ριη΄ Ψαλμὸς, τῷ καλουμένῳ
παρ᾿ Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι.
φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι᾿ ἑκκαίδεκα συλ-
λαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ᾿ αὐτοῖς
στιχήρη δι᾿ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετρα-
καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς
συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ’ ἔστι
παραβαλεῖν ἀνθρώποις · θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας
λόγια δι’ αὐτῶν ἐκπεφωνημένα , θεσπίσματα
καὶ προρρήσεις , μαθήματά τε εὐσεβῆ, καὶ τῆς τῶν
ὄντων ἐπιγνώσεως δόγματα περιειλήφασι.
τεκμήρια
δ’ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς
ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως,
ἧς πέρι καὶ ὁ Πλάτων’ τῇ Ἑβραίων μαρτυρῶν
δόξῃ δῆλος ἂν εἴη, καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος
ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων
διαγνῶναι ῥᾴδιον.
Πρωτοῦ Μώσεως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας
ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ
τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως
πεπραγματευμένου , καὶ τοτὲ μὲν φυσικώτατα τῶν
παρ’ αὐτῷ πάντων τἀς ἐπωνυμίας διατεταγμένου,
τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν
μετωνυμίας ἀναθέντος , φύσει τε , ἀλλ’ οὐ θέσει τὰ
ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος,
ἑπόμενος ὁ Πλάτων’ συμφέρεται τοῖς αὐτοῖς, οὐκ
αἰνιττόμενος , ἐπεὶ μηδὲ παρ’ ἑτέροις βαρβάροις ῥᾀδιον
τὴν τοιάνδε παραφυλάξαι θεωρίαν.
λέγει δ’ οὖν ἐν Κρατύλῳ
“Καὶ Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι
καλεῖν καλῶσι, τῆς αὐτῶν φωνῆς μόριον ἐπιφθεγγό-
Καὶ προιὼν ἑξῆς φησιν
Ὅὐκοῦν οὕτως οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν
τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις , ἴως ἂν καὶ τὸ
τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν
ὁποιαισοῦν συλλαβαῖς , οὐδὲν χείρω νομοθέτην εἶναι
Εἶθ’ ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος
τῶν ὀνομάτων διαλεκτικὸν εἶναι φήσας καὶ
νομοθέτην οὕτω λέγει
“Τέκτονος μὲν ἄρα ἔργον ἐστὶν τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.
Φαίνεται.
Νομοθέτου δέ γε , ὡς ἔοικεν , ὄνομα , ἐπιστάτην c ἔχοντος διαλεκτικὸν ἄνδρα , εἰ μέλλοι καλῶς ὄνομα τεθήσεσθαι.
Ἔστι ταῦτα.
Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον,
ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν,
οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ
λέγει, λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι,
καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον
ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν
ἑκάστῳ, καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἰς
τά τε γράμματα καὶ τὰς συλλαβάς.”
Τοσαῦτα εἰπὼν μετὰ πλεῖστα βαρβάρων αὐθις
ἀναφέρει τὴν μνήμην, κἄπειτα εἰς Ἕλληνας
παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαρρήν
ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν
“Ἐννοῶ ὅτι πολλὰ Ἕλληνες ὀνόματα, ἄλλως
Τί οὖν δή;
Εἴ τις ζητοίη ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν
ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ’ ἐκείνην ἐξ ἧς τὸ
ὄνομα τυγχάνει ὂν, οἶσθα ὅτι ἀποροίη ἄν.
Εἰκότως.”
Ταῦτα ὁ Πλάτων’. φθάνει γε μὴν αὐτὸν Νωυσῆς,
ὃς οἶα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς
ἐπάκουσον τί φησί. “καὶ ἔπλασεν ὁ θεὸς
αὐτοῦ.’’
διὰ γὰρ τοῦ φάναι τοῦτο ἦν ὄνομα αὐτοῦ”
τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας
παρίστησι; τὸ γὰρ ἐπικληθὲν ἄρτι, φησὶ τοῦτο
καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι, εἶναί
(??) κ.αὶ προυπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων
ὢ τοῦτο ὄνομα , ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας
καὶ αὐτὸ δὲ τὸ
Ἀδὰμ, Ἑβραῖον ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ
γηγενοῦς ἀνθρώπου γένοιτ’ ἂν ἐπώνυμον, ὅτι δὴ
παρ’ Ἑβραίοις Ἀδὰμ ἡ yrj καλεῖται, παρ’ ὃ καὶ ὁ
πρῶτος γηγενὴς ἐτύμως Ἀδὰμ ὑπὸ Μώσεως ἀνείρηται.
ἔχοι δ’ ἂν καὶ ἄλλην ἡ προσηγορία διάνοιαν,
εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη καὶ τὴν τοῦ
σώματος παριστῶσα φύσιν. ἀλλὰ τὸν μὲν γεώδη καὶ
γήινον καὶ γηγενῆ , ἢ τὸν σωματικὸν καὶ σάρκινον
καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἅνθρωπον,
Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸν
τοιοὐτον
δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν λογικὸν, τῆς
πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. τὸ μὲν
γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον καὶ
λογικὸν οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην,
ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα,
λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ Ἑβραίοις
λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας,
ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα.
κεῖται γοῦν
παρά τινι προφήτῃ “τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ
αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου
κλήσεως τὸ Ἐνὼς περιείληφεν, ὡσεὶ ἔλεγε
σαφέστερον , τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σὺ, ὠ
τὸ δὲ ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν’’ “ ἢ υἱὸς Ἀδάμ’’ κεῖται παρὰ τοῖς δηλουμένοις , ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνὼς, τοῦ μὲν σαρκικοῦ διὰ τοῦ Ἀδὰμ, τοῦ δὲ λογικοῦ διὰ τοῦ Ἐνὼς παρισταμένου.
Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν· ὁ δὲ Πλάτων’ τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι λέγων
“Ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακε , τοῦτο δέ ἐστιν
πάλιν Ἑβραῖοι τὸν ἄνδρα εἶς καλοῦσι.
παρῆκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ἒς, δι’ οὗ
σημαίνουσι τὸ πῦρ, ἵνα ᾖ παρὰ τὸ θερμὸν καὶ διάξπυρξον
τῆς τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος.
ἡ δὲ γυνὴ, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι,
καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί.
ἔς σὰ γὰρ ἡ γυνὴ λέγεται παρ’ αὐτοῖς, ὥσπερ εἶς
ὁ ἀνήρ. ὁ δὲ Πλάτων’ τὸν ἄνδρα παρὰ τὴν ἄνω ῥοὴν
ὀνομάζεσθαι λέγει· καὶ ἐπιλέγει
“Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλεσθαι εἶναι.”
πάλιν Μώσης τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων
πρῶτον εἶναι μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν
τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. ὁ δὲ
Πλάτων’ τῷ οὐρανῷ φησιν ὀρθῶς ὄνομα κεῖσθαι διὰ
τὸ ἄνω ὁρᾶν ποιεῖν.
πάλιν Ἑβραῖοι τὸ μὲν ἀνωτάτω
τοῦ θεοῦ κύριον ὄνομα ἄρρητον εἶναι καὶ ἄθθεγκτον,
οὐδὲ φαντασίᾳ διανοίας ληπτὸν εἶναί φασιν·
αὐτὸ δὲ τοῦτο καθ’ ὃ θεὸν ὀνομάζομεν Ἐλωεὶμ καλοῦσι,
παρὰ τὸ ἢλ, ὡς ἔοικε · τοῦτο δὲ ἑρμηνεύουσιν
ἰσχὺν καὶ δύναμιν· ὥστ’ εἶναι τοῦ θεοῦ τοὔνομα
ἰσχύος ἐπιλελογισμένον, δι’ ἧς νοεῖται παντοδύναμος
καὶ πάντα ἰσχύων , ὡς ἂν τὰ πάντα συστησάμενος.
ὁ δὲ Πλάτων’ θεὸν καὶ θεοὺς παρὰ τὸ θέειν, ὅπερ
ἐστὶ τρέχειν , τοὺς ἐν οὐρανῷ φωστῆρας ἐπικεκλῆσθαί
φησι.
Τοιαῦτα δή τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ’
τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα
οἶόν τινα οὐ τὰ πόρρω, ἀλλὰ μόνα τὰ πέλας καὶ
ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατον τινά
φησι, διὰ τὰ περὶ αὐτὸν δυστυχήματα , σημαίνειν.
ταῦτα καὶ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα
τῷ Πλάτωνι, φύσει τεθεῖσθαι, ἀλλ’ οὐ θέσει
ἀλλ’ οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις,
οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν
πεποιημένα, μαθὼν ὡς ὁ μὲν παρ’ Ἑβραίοις Κάϊν
ζῆλος’’ παρ’ Ἕλλησι μεταλαμβάνεται , τούτου δ’
ἠξιώθη τοῦ προσρήματός ὁ δηλούμενος διὰ τὸ ζηλῶσαι
τὸν ἀδελφὸν τὸν Ἄβελ.
καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται
“ πένθος” , τοῦ τοιοῦδε πάθους γεγονὼς
καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν
τί δ’ εἴ σοι τὸν Ἁβραὰμ
παραφέροιμι; μετεωρολόγος τις οὗτος καὶ τῆς τῶν
ἄστρων θεωρίας τῶν τε κατ’ οὐρανὸν μαθημάτων
εἰδήμων τὸ πρὶν, ὅτε τῆς Χαλδαικῆς μετεποιεῖτο σοφίας,
, γεγονὼς Ἅβραμ ἐκαλεῖτο · τοῦτο δ’ Ἑλλήνων
φωνῇ πατέρα μετέωρον σημαίνει.
ἀλλ’ ὁ θεός
ἐθνῶν τέθεικά σε.
τοῦτο δ’ ὁποίας ἔχεται διανοίας μακρὸς ἂν εἴη λόγος. ἀπαρκεῖ δὲ κἀν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν
“ Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγενήθη.”
Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ’
Ἑρβαίοις ἱερὰ πιστοῦται γραφή· πρῶτός τε Μώσης
ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἁβραὰμ καὶ
τὸν τούτου παῖδα τὸν Ἰσαὰκ καὶ ἔτι τὸν Ἰσραὴλ
ἐπωνομάσθαι ἐδίδαξε. γέλως· δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται,
ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ θεὸς
ἐπήγγελται.
ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἢν μὲν τὸ
πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος , ἀντὶ δὲ
τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα σωρεῖται,
τὸν ἀσκητὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν
μεταστησάμενος.
πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται
ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα · Ἰσραὴλ δὲ
ὁρῶν θεὸν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς
τί με δεῖ νῦν τοῦ πανσόφου
Μώσεως ἢ τῶν παρ’ Ἑβραίοις ἱερῶν λογίων
διὰ μυρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων
αὐτίκα δὴ καὶ τῶν
πρώτων τῆς γραμματικῆς στοιχείων Ἓλληνες μὲν
οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ’ αὐτός γ’
ἂν φαίη Πλάτων’ τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων
ἢ τῶν συμφώνων.
Ἐβραίων δ’ ἂν
διάνοιαν, μάθησις οἴκου· ὡσεὶ σαφέστερον ἐλέγετο,
διδαχή τις καὶ μάθησις οἰκονομίας.
καὶ τὸ
Γάμμα δὲ παρ’ αὐτοῖς τρίτον κέκληται Γῖμελ· οὕτω
δὲ τὴν πλήρωσιν ὀνομάζουσιν. εἶτ’ ἐπειδὴ τὰς δέλτους
Δὲλθ καλοῦσι , τὸ τέταρτον στοιχεῖον οὕτω
προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες
ὡς ὅτι ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων.
ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα,
μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα
παρ’ αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων
τὴν ἐπὶ τὸ αὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρήτου
προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ
τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι
ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατατάττουσιν,
ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ’ εἶναι
παῖς παρὰ πατρὸς εἰληφότες.
καὶ τῶν παρ’ Ἕλλησι
δὲ σοφῶν, οὐκ οἶδ’ ὁπόθεν, τις τοῦτο μαθὼν
ᾐνίξατο, ὧδέ πη δι’ ἐπῶν φήσας
εὕροις δ’ ἂν καὶ τῶν λοιπῶν παρ’ Ἑβραίοις στοιχείων,
ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ
ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα
παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας
ἀπεδείκνυμεν.
πολλὴν δ’ ἄν τις καταμάθοι, τὴν
“ διαπερῶντα,’’ ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ
Ἑβραίων φωνῇ “ Ἕρερ” ὀνομάζεται.
διδάσκει
δὲ ὁ λόγος διαπερᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε
ἐπὶ τὰ θεῖα, μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι
ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ
ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ
τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. ταύτῃ τοι
τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν
ὅλων ἀνακειμένους , εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ
προσανέχοντας,Ἑβραίους ἐφώνουν, περατικούς τινας
καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες.
καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὰ
πάντα συνάγοντα τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ὀρθότητός
τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας
δεομένου πραγματείας ; πλὴν ὡς ἐν τύπῳ φάναι,
ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ’ Ἑβραίοις
λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι, εἰ
δὴ κατὰ τὸν Πλάτωνα οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ
τῶν τυχόντων , ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος
νομοθέτου , φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν
εὑρέσθαι, οἷος ἡμῖν ὁ Μώσης καὶ τὰ Ἑβραίων ἀποδέρεικται
λόγια. τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται ἢ
Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ’ Ἑβραίους
φιλοσοφίας, — τοῦτο δ’ ἦν τὸ φυσικὸν, διαιρούμενον
καὶ παρ’ αὐτοῖς εἴς τε τὴν τῶν νοητῶν καὶ ἀσωμάτων
ἐποπτείαν καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν,
— οἱ κατὰ πάντα τέλειοι προφήται ᾔδεσάν τε
καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον
σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνάμεως
καὶ θείου πνεύματος ἐπιπνοίᾳ τὴν γνῶσιν ἀνατιθέντες.
ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων
τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς
συστάσεως πεφυσιολόγητο, καὶ αὖ πάλιν μυρία περὶ
ζῴων φύσεως διείληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ
φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις κατεβέβλητο.
Μώσης δὲ καὶ λίθων δυνάμεις εὖ μάλα
Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι
φυσιολογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς,
ὧδε περιεχούσης
“ καὶ ἐλάλησε Σολομῶν
τρισχιλίας παραβολὰς , καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι,
καὶ ἐλάλησε περὶ τῶν ξύλων , ἀπὸ τῆς
κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς
ἐκπορευομένης διὰ τοῦ τοίχου. καὶ ἐλάλησε περὶ
τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν
πάντων τῶν βασιλέων τῆς γῆς , ὅσοι ἤκουσαν τῆς
σοφίας αὐτοῦ.’’
ἐντεῦθεν ὁρμώμενος καὶ ὁ τὴν
καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους, καὶ
ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων,
πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων , καὶ
διαφορὰς φυτῶν, καὶ δυνάμεις ῥιζῶν , ὅσα τέ ἐστι
κρυπτὰ καὶ ἀφανῆ ἔγνων. ἡ γὰρ πάντων τεχνῖτις
ἐδίδαξέ με σοφία.’’
πάλιν τε ὁ αὐτὸς Σολομῶν
“τί τὸ γεγονός ; αὐτὸ τὸ γενησόμενον · καὶ τί
τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ
ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ”
ταῦτα γὰρ
αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγητο περὶ τῆς σωματικῆς
οὐσίας. εὕροις δ’ ἂν καὶ τοὺς ἄλλους Ἑβραίους
ἐπιὼν σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης.
φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων
πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν
φύσεως εἴρηται αὐτοῖς.
ναὶ μὴν καὶ περὶ τῶν ἐν
οὐρανῷ ἄστρων , ἐπεὶ καὶ ἄρκτου καὶ Πλειάδος,
Ὠρίωνός τε καὶ ἀρκτούρου, ὅν ἀρκτοφύλακα καὶ
Βοώτην Ἕλλησι φίλον ὀνομάζειν, μνήμη τις οὐχ ἡ
τυχοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν.
ἀλλὰ καὶ περὶ συστάσεως κόσμου, τά τε περὶ τῆς
τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως, ψυχῆς τε περὶ
οὐσίας , καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε
καὶ ἀφανοῦς δημιουργίας , τῆς τε καθόλου προνοίας,
καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν
ταῦτα μὲν
δὴ καὶ περὶ τῆς τοῦ παντὸς φυσιολογίας. διχῆ δὲ
καὶ τὸν περὶ τούτων διαστειλάμενοι λόγον, τὸν μὲν
περὶ τῶν αἰσθητῶν οὐκ εἰς ἄκρον ᾤοντο δεῖν εἰς
τοὺς πολλοὺς ἐκφέρειν, οὐδέ γε τὰς αἰτίας τῆς τ’ τῶν
ὄντων φύσεως τὸ δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν
ὅσον ἦν ἀναγκαῖον εἰδέναι, ὅτι τε μὴ ἀπηυτομάτισται
τὸ πᾶν, μηδ’ εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου
φορᾶς ὑφέστηκεν , ἄγεται δ’ ὑφ’ ἡνιόχῳ θεοῦ λόγῳ,
καὶ δυνάμει σοφίας ἀρρήτου διακυβερνᾶται.
περὶ
δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα, ὅπη τε διατάξεως
ἔχει δυνάμεως τε καὶ διαφορᾶς, εἴρηται μὲν
καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται, εἰς ἐξάκουστόν
εὐλαβοῦς καὶ σώφρονος βίου.
τὸν δὲ δὴ βαθὺν
καὶ λεληθότα περὶ τούτ’ ὢν λόγον ἐν ἀπορρήτοις ζητεῖν
τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε
τὰ τοιάδε μυεῖσθαι. βραχέα δὲ καὶ ὡς ἐν τύπῳ
φάναι 5 εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας,
τόν τε Πλάτωνα κἀν τούτω τὰ φίλα πεφρονηκότα
τοῖς δηλουμένοις παραστῆσαι.
Οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τῶν νοητῶν καὶ
ἀσωμάτων παιδεύσεως τε καὶ θεωρίας τῷ πανσόφῳ
Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων’ ὁ θαυμάσιος
ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν
ἐστι δῆλος, εἴτ’ ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθὼν,
τῶν πραγμάτων ἐπιβαλὼν φύσει, εἴτε ὁπωσοῦν ὑπὸ
τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως. “ ὁ θεὸς γὰρ
(φησὶν) αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ
ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθο—
ρᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς
τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.” μάθοις δ᾿ ἂν τὸ
εἰρημένον ὧδέ πη διασκοπούμενος.
Μώσεως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ
πρὸς ὑμᾶς”, παραθεμένου δὲ καὶ τὸν θεὸν ἄντικρυς
μόνον ὄντα, καὶ τῆσδε κυρίως καὶ ἁρμοδίως ἠξιωμένον
τῆς κλήσεως ἀποφηναμένου·
πάλιν τε αὖ
Σολομῶνος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν
γενέσεως τε καὶ φθορᾶς ἀνειπόντος “τί τὸ γεγονός ;
αὐτὸ τὸ γενησόμενον. καὶ τί τὸ πεποιημένον; αὐτὸ
τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ
τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν
ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις
ἀπὸ ἔμπροσθεν ἡμῶν·”
τούτοις δὲ καὶ ἡμῶν
ἀκολούθως εἰς δύο τὸ πὰν διαιρούντων, εἴς τε νοητὸν
καὶ αἰσθητὸν, καὶ τὸ μὲν νοητὸν ἀσώματον καὶ
λογικὸν τὴν φύσιν, ἄφθαρτόν τε καὶ ἀθάνατον εἶναι
ὁριζομένων, τὸ δ᾿ αἰσθητὸν ἐν ῥύσει καὶ φθορᾷ,
μεταβολῇ τε καὶ τροπῇ τῆς οὐσίας ὑπάρχειν· πάν-
των δ᾿ ἐπὶ μίαν ἀρχὴν ἀνακεφαλαιουμένων, ἴν τε
θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς καὶ τὰ ῥήματα τῆς Εβραίων γραφῆς παραξέσας ὁ Πλάτων’ ἐξοικειοῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν
Τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ
γινόμενον μὲν ἀεὶ, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει
μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὂν, τὸ δὲ
αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον,
Ἀρ’ οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν
παρὰ Μωσεῖ φῆσαν λόγιον ἐγώ εἰμι ὁ ὤν” μεταποιήσας
διὰ τοῦ τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον;
καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι,
μηδ’ ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς
ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. ἐρωτήσας γοῦν
τί τὸ ὂν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων “ τὸ
δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν. ”
τὸ δὲ Σολομώντειον
ἂν εἴη λέγων “τὸ δ’ αἰσθήσει ἀλόγῳ δοξαστὸν, γινόμενον
καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. ” οἷς
καὶ ἐπιφέρει
“ Ταῦτα γὰρ πάντα μέρη χρόνου , τὸ ἦν καὶ
ἔσται · ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον
οὐσίαν, οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν, ἐστί τε
καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον
προσήκει · τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν
χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ
ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε
αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου, γέγονεν
εἴδη. καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε · τὸ γεγονὸς
εἷναι γεγονὸς, καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον·
ἔτι τε τὸ γενησόμενον εἶναι γενησόνενον.”
Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται
τὰς τοῦ φιλοσόφου φωνὰς, ὑπομνήμασι χρήσομαι
τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη
διέξεισιν
‘‘Φέρε οὖν ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν
τῷ ἐνεστῶτι μόνῳ.
τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα
εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι·
τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα
ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς
τὸ εἶναι μηκέτι · ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω,
ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἷναι.
οὐκ οὖν εἰκός ἐστιν ἐνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. ὡς τούτου γε οὕτως λεγομένου, ἐν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι.
εἰ
δὲ οὕτως ἔχει σχολῇ γ’ ἂν ἄλλο τι εἷναι δύναιτο,
τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. τὸ γὰρ
ὂν ἀίδιόν τε βέβαιόν τε ἐστὶν, ἀεὶ κατὰ ταὐτὸν, οὐδὲ
οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι , οὐδὲ μὲν
ὀπίσω, οὐδὲ πρόσω· οὔτε ἄνω ποτὲ οὔτε κάτω·
Καὶ ἐξῆς μεθ’ ἕτερα ἐπιλέγει
“ Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. αὐτὸς δ’ οὐκίτι
σχηματισθήσομαι , οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα
τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον
εἶναι εἰπεῖν μᾶλλον ἢ μὴ εἰπεῖν. καὶ δῆτα λέγω τὸ
ἀλλὰ
μὴ γελασάτω τις, ἐὰν γῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα
οὐσίαν καὶ ὄν. ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι
τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην
μήτε κίνησιν μηδεμίαν δέχεσθαι μήτε μεταβολὴν
κρείττω ἢ φαύλην · εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον,
καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι
τῆς ταὐτότητος μήθ’ ὑφ’ ἑτέρου προσαναγκάξεσθαι.
ἔφη δὲ καὶ ὁ Πλάτων’ ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. ἔστω οὖν καὶ δεδόχθω εἶναι τὸ ὂν ἀσώματον.”
Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει
“ Τὸ ὂν εἶπον ἀσώματον , τοῦτο δὲ εἶναι τὸ νοητόν.
τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἐστί
μοι, τοιαῦτα γοῦν ἦν. τὸν δ’ ἐπιζητοῦντα λόγον
ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπὼν, ὅτι ταῦτα
τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ’
ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα
λέγει γοῦν Πλάτων,
φέρ’ ἀναμνησθῶ πῶς λέγει· · τί τὸ ὂν ἀεὶ, γένεσιν
τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστὸν,
γινόμενον καὶ ἀπολλύμενον , ὄντως δὲ οὐδέποτε ὅν.”
ἤρετο γὰρ, τί ἐστι τὸ ὂν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀίδιον.”
Εἶτα ὑποβάς φησιν
Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀίδιόν τέ ἐστι
καὶ ἄτρεπτον καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ
ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε,
τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν.
εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς
εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. ὅθεν
Ταῦτα μὲν οὖν ὁ Νουμήνιος , ὁμοῦ τὰ Πλάτωνος καὶ πολὺ πρότερον τὰ Μώσεως ἐπὶ τὸ σαφέστερον διερμηνεύων. εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται, τί γάρ ἐστι Πλάτων’, ἢ Μώσης ἀττικίζων;
Θέα δὲ πρὸς τούτοις εἰ μὴ τὸν παρόντα νοῦν b
ἐπὶ πλέον καὶ ὁ Πλούταρχος ἐξαπλῶν συντρέχοι ἂν
ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων καὶ
“διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι ·
τοτὲ δ’ εἰς αὐτὸν ἀφορῶν ὁ προφήτης ἀποτείνεται
“ ὅτι δὴ τὰ μὲν ὁρατὰ πάντα τραπείη ἄν ποτε
ἐν τῷ Περὶ τοῦ Εἶ τοῦ ἐν Δελφοῖς τὴν διάνοιαν
ἐφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν
“ Οὔτε οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον
οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι
τὸ γράμμα σημαίνειν· ἀλλ᾿ ἔστιν αὐτοτελὴς τοῦ
θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῤήματι
τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστάσα τῆς
τοῦ θεοῦ δυνάμεως.
ὁ γὰρ θεὸς ἕκαστον ἡμῶν
τῶν ἐνταῦθα προσιόντων οἶον ἀσπαζόμενος προσαγορεύει
τὸ γνῶθι σαυτὸν, ὃ τοὐ χαῖρε δὴ
οὐδὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν
θεὸν εἶ φαμὲν ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην
μόνῳ προσήκουσαν τὴν τοῦ εἶ προσαγόρευσιν ἀποδιδόντες.”
“Ἡμῖν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδὲν,
ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως
γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν
καὶ ἀβέβαιον αὑτῆς.
ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃ
τις λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις
ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν
διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον , οὕτω τῶν
παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνέργειαν
ὁ λόγος διώκων ἀποσφάλλεται , τῇ μὲν εἰς τὸ
b γινόμενον αὐτοῦ , τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς
λαβέσθαι μένοντος, οὐδὲ ὄντος ὄντως δυνάμενος.
ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθ᾿
῾Ηράκλειτον , οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ
ἔξιν, ἀλλ᾿ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ
πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον,
ἀλλ’ ἅμα συνίσταται καὶ ἀπολείπει, καὶ πρόσεισι καὶ
ἄπεισιν.
ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον
αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ᾿ ἵστασθαι τὴν
γένεσιν, ἀλλ᾿ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν
ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον
ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς
ἀλλ᾿ ἡμεῖς ἴνα φοβούμεθα γελοίως
θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες.
οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος,
ἀέρι γένεσις , ἀλλ᾿ ἔτι σαφέστερον ἐπ᾿ αὐτῶν ἡμῶν·
φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη
δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς εἰς τὸν νέον,
εἰς δὲ τὸν παῖδα τὸ νήπιον , ὁ δὲ χθὲς εἰς τὸν σήμερον
τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον · μένει
δὲ οὐδὲ εἶς, οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοὶ,
περὶ ἔν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης
καὶ ὀλισθαινούσης.
ἐπεὶ πῶς οἶ
αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον,
τἀναντία φιλοῦμεν καὶ μισοῦμεν, καὶ θαυμάζομεν
καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις
πάθεσιν, οὐκ εἶδος, οὐ μορφὴν, οὐ διάνοιαν ἔτι τὴν
αὐτὴν ἔχοντες;
οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα
πάσχειν εἰκὸς οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. εἰ
δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ’ ἔστιν, ἀλλ’ ἐκ τοῦ αὐτὸν
μεταβάλλειν , γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται
“ Τί οὖν ὄντως ὄν ἐστι ; τὸ ἀίδιον καὶ ἀγένητον
καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει.
κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ
καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς
καὶ γενέσεως , ὁ χρόνος. οὗ δὴ τὸ μὲν ἔπειτα καὶ τὸ
πρότερον καὶ τὸ ἔσται λεγόμενον, καὶ τὸ γέγονεν,
αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος.
τὸ γὰρ
ἐν τῷ εἰναι μηδέπω γεγονὸς , ἢ πεπαυμένον ἤδη τοῦ
εἶναι λέγειν ὡς ἔστιν , εὔηθες καὶ ἄτοπον. ἐν ᾧ δὲ
μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου τὸ
ἐν ἔστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα,
ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον,
ὥσπερ αὐγὴ , βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης
διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ὴ
μετρουμένη φύσις, οὐδὲ αὐτῇ μένον, οὐδὲ ὄν ἐστι,
ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς τὸν
χρόνον συννέμησιν.
ὅθεν οὐδὲν τοιοῦτόν ἐστιν
ἐπὶ τοῦ ὄντος λέγειν ὡς ἦν, ἢ ἔσται· ταῦτα γὰρ
ἐγκλίσεις τινὲς καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ
“Ἀλλ' ἔστιν ὁ θεὸς, εἰ χρὴ φάναι, καὶ ἔστι
κατ’ οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον
καὶ ἄχρονον καὶ ἀνέγκλιτον , καὶ οὗ πρότερον
οὐδέν ἐστιν, οὐδὲ ὕστερον, οὐδὲ μέλλον, οὐδὲ παρῳχημένον,
, οὐδὲ πρεσβύτερον , οὐδὲ νεώτερον· ἀλλ’
εἷς ὢν ἐνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε· καὶ μόνον
ἐστὶ τὸ κατ’ αὐτὸ ὄντως ὂν, οὐ γεγονὸς, οὐδὲ ἐσόμενον,
οὐδὲ ἀρξάμενον, οὐδὲ παυσόμενον.
οὕτως
οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν,
ἢ καὶ νὴ Δί’, ὡς ἔνιοι τῶν παλαιόν, εἶ ἴν.
Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν
ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων , καὶ
μεγάλῃ Ἐπιστολῆ̣ οἶά φησιν ἄκουε
‘‘Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα,
ἀλλ’ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ
πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν , ἐξαίφνης, οἷον ἀπὸ
πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, τῇ ψυχῇ γενόμενον
αὐτὸ ἑαυτὸ ἤδη τρέφει.”
Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν
ἄλλος Ἑβραίων προφήτης παρέστησεν εἰπὼν “ ἐσημειώθη
Μώσεως περὶ τοῦ τῶν ὅλων θεοῦ φήσαντος
‘‘ἄκουε Ἰσραὴλ, κύριος ὁ θεὸς ἡμῶν, κύριος εἶς ἐστί,”
“Πότερον Πότερον οὖν ὀρθῶς ἴνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον ; ἴνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα, μεθ’ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη.”
Δῆλος δέ ἐστιν ἔνα θεὸν εἰδὼς, εἰ καὶ συνή-
ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως
αὐτῷ συνταττομένων, τὸ τοῦ θεοῦ. λέγει δ’ οὖν ὧδε
κατὰ λέξιν
‘‘Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολὰς,
ὅσας τε ἂν ἐπιστέλλω σπουδῆ̣ καὶ ὅσας μὴ,
οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ’ ἐννόει καὶ σφόδρα
πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες
γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. τῆς
μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ
τῆς ”
Διαρρήδην δὲ ὁ αὐτὸς ὁμολογεῖ ἐκ παλαιόν
τὸ περὶ τοῦ θεοῦ δόγμα μεμαθηκέναι, λέγων ἐν τοῖς
Ὁ μὲν δὴ θεὸς, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν
καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων,
εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’
αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου
νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος
ξυνέπεται ταπεινὸς, κεκοσμημένος, ὁ δέ τις
ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας , ἢ χρήμασιν ἐπαιρόμενος,
ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ
ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὥστε οὔτε
ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ
Ταῦτα ὁ Πλάτων’. σὺ δέ γε τῷ “ὁ μὲν δὴ θεὸς
ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων
ἔχων” παράθες ἀπὸ τῆς Ἑβραίων προφητείας τὸ “ ἐγὼ
θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα·” τῷ δὲ “ εὐθείᾳ
εἶδε τὸ πρόσωπον αὐτοῦ.”
καὶ πρὸς τὸ “ τῷ δ’
αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου
νόμου τιμωρὀς” σύγκρινον τὸ ‘‘δίκαιος κύριος καὶ
δικαιοσύνας ἠγάπησεν·” καὶ τὸ‘‘ἐμοὶ ἐκδίκησις, ἐγὼ
ἀνταποδώσω, λέγει κύριος·” καὶ τὸ ‘‘διότι ἔκδικος
κύριος 5 καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν
ὑπερηφανίαν.’ τῷ δὲ “ ἡς ὁ εὐδαιμονήσειν μέλλων
ἐχόμενος ξυνέπεται ταπεινὸς εὐδαιμονήσειν ἑπόμενόν
ἐστι τὸ “ ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ.”
τῷ δὲ “ ὁ δ’ ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας καταλείπεται
ἔρημος θεοῦ ’ τὸ “ὁ θεὸς ὑπερηφάνοις ἀντι-
τάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·” καὶ “ χαρμονὴ
δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον.” ταῦτα μὲν οὖν ἀπὸ
μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. θέα δὲ
καὶ τὰ περὶ τοὐ δευτέρου αἰτίου οἶα τῇ διανοίᾳ εἰσίν.
Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου
τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. ἐπίσκεψαι
ὁ μὲν οὖν Μώσης διαρρήδην δύο θεολογεῖ
κυρίους, ἐν οἶς φησι ‘καὶ ἔβρεξε κύριος παρὰ κυρίου
πῦρ καὶ θεῖον ἐπὶ τὴν τόν ἀσεβῶν πόλιν· ” ἔνθα
τούτῳ δὲ καὶ ὁ Δαβὶδ, ἄλλος προφήτης
ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησὶν
‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν
μου·” τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου,
περὶ οὗ ὁ λόγος;
ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις
καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων
τῆς παρ’ αὐτοῦ θεραπείας εἰσάγει, λέγων “ ἀπέστειλε
τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’
καὶ
ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομῶν, ἑτέρῳ
προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ λόγου
σοφίαν εἰπὼν, τάδε ὡς ἐξ αὐτῆς προσώπου διέξεισιν
“ ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν
πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν,
συμπαρήμην αὐτῷ.”
τοῦ δ’ αὐτοῦ πάλιν
καὶ τάδε ἐστὶν ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν
γῆν , ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.” ἔτι δὲ
καὶ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ καὶ ὅσα ἐστὶ
κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις
ἐδίδαξέ με σοφία.”
εἶτ’ ἐπιλέγει “τί δ’ ἐστὶ
καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε ἔστι
αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς,
λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον,
πανεπίσκοπον , καὶ διὰ πάντων χωροῦν πνευμάτων
νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ
τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος
δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον
εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γὰρ
ἐστι φωτὸς ἀιδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ
θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ
διοικεῖ τὰ πάντα χρηστῶς.” ταῦτα μὲν ἡ γραφή.
τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος
“ Εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην
θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν · εἰ δὲ
μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον
λόγον.”
Ὲν τῷ δ’ αὐτῷ συγγράμματι καὶ τάδε φησί
θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ
τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον,
ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα.
καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ
κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν Ἰσραὴλ προσαγορεύεται.
διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι
καὶ γὰρ εἰ μή πω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν , ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.”
Καὶ πάλιν ἐπιλέγει
“Ἤκουσα μέντοι καὶ τῶν Μώσεως ἑταίρων τινὸς
ἀπο·φθεγξαμένου τοιόνδε λόγιον “ ἰδοὺ ἄνθρωπος ᾧ
ὄνομα Ἀνατολή.” καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ
ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείαν ἰδέαν φοροῦντα,
ἱκανῶς ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη
τὸ Ἀνατολὴ αὐτῷ.
τοῦτον μὲν γὰρ
πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατὴρ, ὃν
ἑτέρωθι πρωτόγονον ὠνόμασε. καὶ ὁ γεννηθεὶς
μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς
Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα
κείσθω, ληφθέντα ἐκ συγγράμματος ᾧ τέθειται ἐπιγραφὴ
Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι.
ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν
Εβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς
τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καὶ τὰ περὶ τοῦ
δευτέρου αἰτίου διείληπται αὐταρκῶς, ἐφ’ ἃ καὶ νῦν
“Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτὸν,
τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν,
μηδέ τινα χρόνον , ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον,
θειότατος · ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν,
ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα
θνητῇ φύσει δυνατά.”
Καὶ ἐν ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν
τε καὶ Κορίσκον εὖ μάλα πεφυλαγμένως τέθειται τὸ
δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων
“Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμὰς τρεῖς ὄντας
ἀναγνῶναι χρὴ, μάλιστα μὲν ἀθρόους, εἰ δὲ μὴ,
ὅ ἐστι δίκαιον ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ
καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν τῶν
πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων,
τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον
ἐπομνύντας· ὃν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα
πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.”
Ἀρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων’ τοῖς
Ἐβραίων ἐπηκολουθηκέναι δόγμασιν, ἢ πόθεν ἄλλοθεν
ἐπῆλθεν αὐτῶ τοῦ πάντων τῶν γενητῶν αἰτίου
κρείττονα ἄλλον θεὸν, τὸν δὴ καὶ πατέρα τοῦ πανηγεμόνος,
προσειπεῖν; πόθεν δ’ αὐτῷ τὸ τοῦ κυρίου
εἰ δὲ καὶ ἑτέρων ἡμῖν πάλιν
μαρτύρων δεῖ εἰς ἀναμφίλεκτον παράστασιν τῆς
τε τοῦ φιλοσόφου διανοίας καὶ τῆς τοῦ λόγου καταἐν
‘‘Κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει,
εἴς τε τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν τάξιν τῆς
φορὰς τῆς ἀιδίου βλέπων, καὶ θεοὺς τοὺς ἐν αὐτῷ,
τοὺς μὲν ὁρωμένους , τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ
δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον
αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς, κἀκεῖ πάντα
ἰδέτω νοητὰ, καὶ παρ’ αὐτῶν ἀί·δια ἐν οἰκείᾳ συνέσει
Εἶθ’ ἑξῆς τούτοις ἐπιφέρει λέγων
“ Τίς οὖν ὁ τοῦτον γεννήσας; ὁ ἁπλοῦς καὶ ὁ
εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς
οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἴν· δεύτερον
δὲ δυὰς, καὶ παρὰ τοῦ ἑνὸς γενομένη.
Καὶ πάλιν ὑποβὰς ἐπιλέγει
“Πῶς οὖν, καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον;
περίλαμψιν ἐξ αὐτοῦ μὲν, ἐξ αὐτοῦ δὲ μένοντος·
οἶον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον, ἐξ
καὶ πάντα
τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὐτῶν οὐσίας, ἀναγκαίαν
τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν ἐκ τῆς παρούσης
δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν,
εἰκόνα οὖσαν οἶον ἀρχετύπων , ὧν ἐξέφυ.
πῦρ
μὲν τὴν παρ’ αὐτῷ θερμότητα καὶ χιὼν οὐκ εἴσω
μόνον τὸ ψυχρὸν κατέχει. μάλιστα δὲ ὅσα εὐώδη
μαρτυρεῖ τούτῳ· ἕως γάρ ἐστι, πρόεισί τι ἐξ αὐτῶν
καὶ πάντα δὲ ὅσα ἤδη τέλεια γεννᾷ· τὸ δὴ ἀεὶ
τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν;
μηδὲν ἀπ’ αὐτοῦ, ἢ τὰ μέγιστα μετ’ αὐτό. μέγιστον
δὲ μετ’ αὐτὸν νοῦς καὶ δεύτερον. καὶ γὰρ ὁρᾷ ὁ
νοῦς ἐκεῖνον, καὶ δεῖται αὐτοῦ μόνου, ἐκεῖνος δὲ
τούτου οὐδέν. καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος
νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι
τἄλλα μετ’ αὐτόν.”
Τούτοις ἐξῆς ἐπιφέρει λέγων
“ Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ,
καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον.
ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεννῆσαν,
ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον
κεχωρίσθαι. εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν
νοῦν. δεῖ γὰρ σαφέστερον λέγειν.”
Καὶ πάλιν τούτοις ἐπιλέγει
“ Καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά · πάντα
περὶ τὸν πάντων βασιλέα φησὶ τὰ πρῶτα · καὶ δεύτερον
περὶ τὰ δεύτερα, καὶ περὶ τὰ τρίτα τρίτον.
λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα, αἴτιον μὲν
τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ.
τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν ἐν τῷ κρατῆρι
ἐκείνῳ. τοῦ δὲ αἰτίου νοῦ ὄντος, πατέρα φησὶ τἀγαθὸν
καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας.
πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει.
ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν,
ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν· καὶ εἶναι τοὺς λόγους
τούσδε μὴ καινοὺς, μηδὲ νῦν, ἀλλὰ πάλαι μὲν εἰρῆσθαι
μὴ ἀναπεπταμένως· τοὺς δὲ νῦν λόγους ἐξηγητὰς
ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους
Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος τὰ
Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε
καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερ-
μηνεύει
“Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι
πρώτου καἰ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα
κοσμίως, ἄλλως δὲ μὴ, ἢ τῷ πρωϊαίτερον πρὶν τὰ
πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι
λέγεται.
μὴ δὴ πάθωμεν ἡμεῖς ταύτόν· θεὸν
δὲ προσκαλεσάμενοι, ἑαυτοῦ γνώμονα γενόμενον τῷ
λόγῳ, δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως.
εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ.
ὁ θεὸς ὁ μὲν
πρῶτος ἐν ἑαυτῷ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ
συγγινόμενος διόλου μή ποτε εἶναι διαιρετός· ὁ
θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἶς· συμ-
σχίζεται δὲ ὑπ᾿ αὐτῆς, ἐπιθυμητικὸν ἦθος ἐχούσης
καὶ ῥεούσης.
τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ, ἦν
καὶ
ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει , ἀνάγει τε ἔτι
εἰς τὸ ἴδιον ἦθος ἐπορεξάμενος τῆς ὕλης.”
Καὶ μεθ’ ἕτερά φησι
Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ εἶναι νομίζεσθαι πατέρα τὸν πρῶτον θεόν.
εἰ μὲν οὖν
περὶ τοῦ δημιουργικοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν
πρότερον ὑπάρξαντα , οὕτως ἂν ποιεῖν ἔχειν διαφε-
δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας.
πρὸ μέντοι
τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν
αὐτοῖς ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν
μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ
βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν δι’
οὐρανοῦ ἰόντα.
διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις.
βλέποντος μὲν οὑν
κηδεύοντος τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς · μεταστρέξοντος
δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα
μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν βίου ἐπαυρόμενον
εὐδαίμονος.”
Ταῦτα μὲν ὁ Νουμήνιος. σὺ δέ γε παράθες
αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι
παρ’ Ἑβραίοις τοῦτον ᾀδόμενα τὸν τρόπον “ ὡς ἐμεγαλύνθη
τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
ἐπληρώθη ἡ γῆ τῆς κτίσεως σου · πάντα πρός
δόντος σου αὐτοῖς συλλέξουσιν , ἀνοίξαντος
δέ σου τὴν χεῖρα τὰ πάντα πληρωθήσεται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται.
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι
καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς
τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ
ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.”
τί γὰρ
ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου
Πάλιν δ’ αὖ τοῦ σωτηρίου λόγου παρ’ ἡμῖν φάντος “ ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργὸς, ὑμεῖς τὰ κλήματα” ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ
“Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς
τὸν φυτεύοντα ἀναφερόμενος , τὸν αὐτὸν λόγον μάλιστά
ἐστιν ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. ὁ
μέν γε ὢν σπέρμα πάσης ψυχῆς σπείρει εἰς τὰ μεταλαγχάνοντα
αὐτοῦ χρήματα σύμπαντα· ὁ νομοθέτης
δὲ φυτεύει καὶ διανέμει καὶ μεταφυτεύει εἰς ἡμᾶς
ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα.”
Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη τοιάδε φησίν
“Ὁπόσα δὲ δοθέντα μέτεισι πρὸς τὸν λαμβάνοντα,
ἀπελθόντα ἐκ τοῦ δεδωκότος , ἐστὶ θεραπεία,
d χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν
ἐστι θνητὰ καὶ ἀνθρώπινα , τὰ δὲ θεῖά ἐστιν οἶα
μεταδοθέντα ἐνθένδ’ ἐκεῖθι γεγενημένα, ἐνθένδε
τε οὐκ ἀπελήλυθε, κἀκεῖθι γενόμενα τὸν μὲν ὤνησε,
τὸν δ’ οὐκ ἔβλαψε, καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο
ἀναμνήσει.
ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα
ἐπιστήμη ἡ καλὴ, ἧς ὤνατο μὲν ὁ λαβὼν, οὐκ ἀπολείπεται
δ’ αὐτῆς ὁ δεδωκώς. οἷον ἂν ἴδοις ἐξαφθέντα
ἀφ’ ἑτέρου λύχνου λύχνον φῶς ἔχοντα, ὃ μὴ
τὸ ἐκείνου πῦρ ἐξαφθείσης.
τοιοῦτον τὸ χρῆμά
ἐστι τὸ τῆς ἐπιστήμης , ἣ δοθεῖσα καὶ ληφθεῖσα
τούτου δὲ τὸ αἴτιον, a ξένε, οὐδέν
θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί.
διὸ καὶ ὁ Πλάτων’ τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανοτάτου τινὸς πυρος ἔφη.”
Καὶ πάλιν ὑποβὰς ἐξῆς φησιν
“ Εἰσὶ δ’ οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου
θεοῦ. δηλονότι ὁ μὲν· πρῶτος θεὸς ἔσται ἑστὼς,
ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος. ὁ μὲν οὖν
μὴ θαυμάσῃς δ’ εἰ τοῦτ’ ἔφην·
πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. ἀντὶ γὰρ τῆς
προσούσης τῷ δευτέρῳ κινήσεως τὴν προσοῦσαν τῷ
πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον, ἀφ’
ἧς ἥ τε τάξις τοῦ κόσμου καὶ ἡ μονὴ ἀίδιος καὶ ἡ
σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα.”
Ἐπὶ τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα
“Ἐπειδὴ ᾔδει ὁ Πλάτων’ παρὰ τοῖς ἀνθρώποις
τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι
πρῶτον νοῦν, ὅστις καλεῖται αὐτὸ ὂν, παντάπασιν
ὥσπερ ἄν τις οὕτω λέγοι,
Ὠ ἄνθρωποι , ὃν τοπάξετε ὑμεῖς νοῦν οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς πρεσβύτερος καὶ θειότερος.”
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
“ Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος
ὑπὲρ πηδαλίων ὑψίζυγος τοῖς οἴαξι διιθύνει
ἁρμονίᾳ ξυνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης
ἔδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης·
τὴν ἁρμονίαν δὲ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει
τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον
αὐτοῦ τὰ ὄμματα , λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ
τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως.”
Καὶ ὁ σωτήριος παρ᾿ ἡμῖν λόγος “οὐδὲν,
φησὶ, δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μή τι
βλέπῃ τὸν πατέρα ποιοῦντα.” ἀλλὰ γὰρ τοσαῦτα καὶ
Πλάτωνι δοκοῦντα διεσάφει, οὐδὲν ἐπιλέγειν δεῖ
ταῖς αὐτοῦ φωναῖς.
ὁ δέ γε Πλάτων ὅτι μὴ
πρῶτος ταῖσδε κέχρηται ταῖς ἐπιβολαῖς, φθάνουσι δ᾿
αὐτὸν προειληφότες Ἑβραίων οἱ σοφοὶ, δέδεικται διὰ
τῶν ἐκτεθειμένων. εἰκότως δῆτα καὶ τῶν νέων φιλοσόφων
διαφανὴς γεγονὼς Ἀμέλιος , τῆς Πλάτωνος
καὶ αὐτὸς, εἰ καί τις ἄλλος, ζηλωτὴς φιλοσοφίας,
πλὴν ἀλλὰ βάρβαρον ὀνομάσας τὸν Ἑβραῖον θεολόγον,
εἰ καὶ μὴ ἑέ ὀνόματος ἠξίωσε τοῦ εὐαγγελιστοῦ
Ἰωάννου μνήμην ποιήσασθαι, ἐπιμαρτυρεῖ δ᾿ οὖν
“Καὶ οὗτος ἄρα ἦν ὁ λόγος καθ᾿ ὃν αἰεὶ
ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος
ἀξιώσειε, καὶ νὴ Δί᾿ ὃν ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς
καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι, καὶ θεὸν
εἶναι, οἷος ἢν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα
καὶ τὸν ἄνθρωπον καταχθῆναι. ”
Ταῦτ’ οὐκέτ’ ἐπεσκιασμένως, ἀλλ’ ἄντικρυς
ἤδη γυμνῇ τῇ κεφαλῇ μεταπεφρασμένα ἐκ τῆς βαρβάρου
θεολογίας δῆλα ἂν εἴη. ὁ δέ γε βάρβαρος τίς
ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς
Ἰωάννης , Ἐβραῖος ὢν ἐξ Ἑβραίων ;
ὅς που ἀρχόμενος
τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ “ἐν ἀρχῇ
ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. καὶ
θεὸς ἦν ὁ λόγος · οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
πάντα δι’ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο
οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν
τὸ φῶς τῶν ἀνθρώπων. καὶ ὁ λόγος σὰρξ ἐγένετο,
καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν
αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.”
τοῦ
τῆς γῆς , εἴτε ὁρατὰ εἴτε ἀόρατα · καὶ πάντα δι’ αὐτοῦ
συνέστηκε, καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη, τά τε
ὁρατὰ καὶ τὰ ἀόρατα.”
ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ
δευτέρου αἰτίου συστάσεως τε καὶ οὐσιώσεως ὧδε
τοῖς Ἑλλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται.
μετίωμεν δῆτα καὶ ἐφ’ ἕτερα.
Τῶν παρ’ Ἑβραίοις λογίων μετὰ τὸν περὶ
του αἰτίου, θέα ὅπως καὶ ὁ Πλάτων’ τοιαῦτά τινα
ᾐνίξατο διὰ τῆς πρὸς Διονύσιον ἐπιστολῆς λέγων
“ Φραστέον δή σοι δι’ αἰνιγμῶν, ἵν ἄν τι
δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς
μὴ γνῷ. ὧδε γὰρ ἔχει · περὶ τὸν πάντων βασιλέα
πάντ’ ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον
ἀπάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα
Ταῦτα οἶ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι
ἐπὶ τὸν πρῶτον θεὸν ἀνάγουσιν , ἐπί τε τὸ δεύτερον
αἴτιον καὶ τρίτον τὴν τοῦ κόσμου ψυχὴν, θεὸν τρίτον
καὶ αὐτὴν ὁριζόμενοι εἶναι · οἶ δέ γε θεῖοι λόγοι
τὴν ἁγίαν καὶ μακαρίαν τριάδα, πατρὸς καὶ υἱοῦ
καὶ ἁγίου πνεύματος , ἐν ἀρχῆς λόγῳ τάττουσι κατὰ
τὰ ἀποδεδομένα.
Ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι οὐσίαν.
Τῆς παρ’ Ἑβραίοις θείας γραφῆς διαφόρως
τὴν τοῦ ἀγαθοῦ οὐσίαν καὶ αὐτὸ τὸ ἀγαθὸν οὐδὲν
ἄλλο εἷναι ἢ θεὸν διδασκούσης , δι’ ὧν τέ φησιν
ἀγαθὸς κύριος πάσι τοῖς ὑπομένουσιν αὐτόν · ψυχῇ,
ἣ ἐκζητήσει αὐτόν·” καὶ “ ἐξομολογεῖσθε τῷ κυρίῳ
ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ” δι’
ὧν τε ὁ σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρό-
ἐπάκουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ
“ Λέγωμεν δὴ δι᾿ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ
πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ
δ᾿ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ᾿ ἐγγίνεται φθόνος.
τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη
γενέσθαι παραπλήσια ἑαυτῷ.”
Καὶ ἐν τῇ Πολιτεία δὲ ταῦτά φησιν
“ Ἆρ᾿ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν,
αἴτιος δ᾿ ὢν αὐτῆς ὁρᾶται ὑπ᾿ αὐτῆς ταύτης; οὕτως,
ἦ δ᾿ ὅς. τοῦτον τοίνυν, ἦν δ᾿ ἐγὼ, φάναι με λέγειν
τὸν τοῦ ἀγαθοῦ ἔκγονον , ὃν τὸ ἀγαθὸν ἐγέννησεν
πρός τε νοῦν καὶ τὰ νοούμενα , τοῦτον ἐν τῷ ὁρατῷ
πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.”
Καὶ ἑξῆς ἐπιλέγει
“Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς
γιγνωσκομένοις καὶ τὸ γιγνώσκοντι τὴν δύναμιν
ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι.”
Καὶ πάλιν φησὶ
“ Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι,
τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ
τὴν γένεσιν καὶ αὔξην καὶ τροφὴν, οὐ γένεσιν αὐτὸν
ὄντα. πῶς γάρ ; καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ
μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι,
ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ᾿ ἐκείνοῦ
αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ,
ἀλλ᾿ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερ-
έχοντος.”
Σαφέστατα διὰ τούτων οὐ μόνον τὸ γινώσκεσθαι
ταῖς νοηταῖς οὐσίαις, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ
τὴν οὐσίαν ἔχειν παρὰ τοῦ ἀγαθοῦ, δηλαδὴ τοὐ θεοῦ,
φησὶν ὁ Πλάτων’· τό τε ἀγαθὸν “ μὴ εἶναι οὐσίαν,
ἀλλ’ ἐπέκεινα τῆς οὐσίας, πρεσβείᾳ καὶ δυνάμει
ὑπερἐχον·” ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ
μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν
οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ’ ἐπέκεινα
λόγια, ὡς ἂν τοῖς πᾶσιν αἴτιον ὄντα.
τὰ δὴ οὖν
μήτε τὸ εἶναι μήτε τὴν οὐσίαν παρ’ ἑαυτῶν ἔχοντα,
ἀλλὰ μηδὲ τῆς τἀγαθοῦ φύσεως ὄντα, οὐ δὴ εὔλογον
θεοὺς ἡγεῖσθαι, οἶς μὴ φύσει τὸ ἀγαθὸν πρόσεστιν·
ἐνὶ γὰρ τοῦτο μόνῳ καὶ οὐδενὶ ἄλλῳ ἀναθετέον , τῷ
μόνῳ ἀγαθῷ, ὃ δὴ καὶ ἐπέκεινα πάσης οὐσίας πρεσβείᾳ
τε καὶ δυνάμει ὑπερέχον” θαυμασίως ὁ Πλάτων
“Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι,
σημαινομένοις ἔκ τε ὁμοίων ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις
εἴ τις ἐπὶ σκοπῇ καθήμενος , ναῦν ἁλιάδα βραχεῖάν
τινα τούτων τῶν ἐπακτρίδων . τῶν μόνων, μίαν, μόνην,
ἔρημον , μετακυμίοις ἐχομένην ὀξὺ δεδορκὼς,
μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτω δή τινα ἀπελθόντα
πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ
μόνον, ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον,
μηδὲ σῶμα μέγα μηδὲ σμικρὸν, ἀλλά τις ἄφατος καὶ
εἰ δέ τις πρὸς τοῖς
αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται,
κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι,
τοῦ παντὸς ἁμαρτάνει. τῷ γὰρ ὄντι οὐ ῥᾳδίας,
θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καί ἐστι κράτιστον,
τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ
πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως
ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν.”
Ταῦτα μὲν ἐν τῷ πρώτῳ ’ ἐν δὲ τῷ πέμπτῳταῦτά ᾦ
“ Εἰ δ’ ἐστὶ μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδ’ ἔα, ταύτης
δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ
νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ
γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ
τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ
μὲν ὁ δημιουργὸς θεὸς, ὢν αὐτοῦ μιμητὴς, τῇ δὲ
οὐσίᾳ ἡ γένεσις · εἰκὼν γὰρ αὐτῆς ἐστι καὶ μίμημα.
εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεως ἐστιν ἀγαθὸς,
ἠ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον,
σύμφυτον τῇ οὐσίᾳ. ὁ γὰρ δεύτερος διττὸς
δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως.
συλλελογισμένων
δ’ ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων
τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον·
ὁ δὲ τούτου μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ’
οὐσία μία μὲν ἡ τοῦ πρώτου , ἑτέρα δὲ ἡ τοῦ δευτέρου·
ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος
μετουσίᾳ τοῦ καλοῦ. ”
Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει
“ Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν
οὐδενὶ, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς
ἀγαθοῦ συμβάσεως ὀνίναιτ’ ἂν, ἄλλως δ’ οὔ. καὶ
μὲν δὴ τὸ φρονεῖν, τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ
πρώτῳ. ὑφ’ οὑ οὑν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοπῦται,
ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας
ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν.
εἰ γὰρ ἀγαθός
ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου,
πῶς οἷόν τε ὑφ’ οὗ μετουσίας ἐστὶν οὗτος ἀγαθὸς
μὴ ἀγαθὸν εἶναι, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς
οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἓν.”
Καὶ πάλιν ἐξῆς φησι
“ Ταῦτα δὲ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων’
ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν
ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν “ἀγαθὸς
ἦν·” ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν
ἀγαθοῦ ἰδέαν· ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν
τὸ ἀγαθὸν , ὅτι πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ
πρώτου τε καὶ μόνου.
ὥσπερ γὰρ ἄνθρωποι μὲν
λέγονται τυπωθέντες· ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες
δ’ ὑπὸ τῆς βοὸς, ἵπποι δ’ ὑπὸ τῆς ἵππου ἰδέας·
οὕτω καὶ εἰκότως ὁ δημιουργὸς, εἴπερ ἐστὶ μετουσίᾳ
τοῦ πρώτου ἀγαθοῦ ἀγαθὸς , ἰδέα ἂν εἴη ὁ πρῶτος
νοῦς, ὢν αὐτοάγαθον.”
“ Οὕτω δὲ γεγενημένος δῆλον δ’ ὅτι ὁ
κόσμος) πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν, καὶ
κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. τούτων δὲ ὐπαρχόντων
αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα
Ταῦτα μὲν ὁ Πλάτων’ ἐν Τιμαίῳ. τὴν δὲ τῶν
εἰρημένων διάνοιαν ἐκ τῶν Διδύμῳ Περὶ τῶν ἀρεσκόντων
Πλάτωνι συντεταγμένων ἐκθήσομαι. γράφει
δὲ οὕτως
“ Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα
τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας,
ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους · παρὰ
πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι,
καὶ παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ
ὃν τρόπον δὲ
σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς
εἰκόνας ἑνὸς ἀνδρὸς, οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας
αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς , τῆς μὲν
ἀνθρώπων ἀνθρώπους ἅπαντας, καὶ κατὰ τὸν αὐτὸν
λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν.
εἶναι δὲ τὴν ἰδέαν ἀί·διον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἓκαστον εἶναι τοιοῦτον οἳα ἐστὶν αὐτή.
καθάπερ οὖν
τὰ κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι
σωμάτων, οὕτ’ ὡς τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν
καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν
θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας.”
Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. φθάνει
γε μὴν καὶ ταῦτα Μώσης ὁ πάνσοφος, πρὸ τοῦ
φαινομένου ἡλίου καὶ ἄστρων καὶ πρὸ τοῦ ὁρωμένου
οὐρανοῦ, ὃ δὴ στερέωμα καλεῖ, πρό τε τῆς καθ’ ἡμᾶς
ξηρᾶς γῆς καὶ πρὸ τῆς παρ’ ἡμῖν ἡμέρας καὶ νυκτὸς
φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου ἡμέραν τε καὶ νύκτα
καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν
ἀλλὰ καὶ οἱ
δικαιοσύνης.”
καὶ αὐτὴν δὲ δικαιοσύνην, οὐχὶ
τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν
ἄλλος Ἑβραίων προφήτης , ὁ φήσας περὶ θεοῦ “ τίς
ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἐκάλεσεν αὐτὴν
κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται δ’ ὡσεὶ
καὶ λόγον δὲ θεῖον ἀσώματον
καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος ἐν
τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστη γραφῆς. οὗ
περὶ λόγου καὶ τάδε παρὰ τοῖς αὐτοῖς εἴρηται “ ὃς
ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ
ἁγιασμὸς καὶ ἀπολύτρωσις.
λέγεται καὶ ζωὴ,
λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια. καὶ πάντα
τὰ κατ’ οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων
λόγοι διδάσκουσιν , (εἰ δὴ Ἑβραῖοι καὶ οἶ τοῦ σωτῆρος
μυρίας ἄλλας ἀσωμάτους δυνάμεις, οὐρανοῦ τε ἐπέκεινα
καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώδους οὐσίας· ὧν
τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατατυπῶσαι ·
ἐφ’ ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι.
τὸν γοῦν ἄνθρωπον εἰκόνα διαρρήδην νοητοῦ
παραδείγματος εἶναι, καὶ πάντα τὸν ἀνθρώπων βίον
ἐν εἰκόνι διαπορεύεσθαι εἰρήκασι. λέγει δ’ οὖν ὁ
Μώσης “ καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’
ἐν εἰκόνι διαπορεύεται ἂνθρμπος.” ἤδη δὲ καὶ οἱ
τῶν ἱερῶν νόμων ἐξηγηταὶ ἐπάκουσον ὅπως τὴν ἐν
“ Εἰ δέ τις ἐθελήσειε γυμνότερον χρήσασθαι
τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν
κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. οὐδὲ
τὸ δὲ δόγμα τοῦτο Μώσεως ἐστὶν, οὐκ
ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν
τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα
θεοῦ διετυπώθη.
εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος,
δηλονότι καὶ τὸ ὅλον εἶδος σύμπας οὗτος ὁ αἰσθητὸς
κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστὶ, μίμημα
θείας εἰκόνος δηλονότι · καὶ ἡ ἀρχέτυπος σφραγὶς,
ὅν φαμεν νοητὸν εἷναι κόσμον, αὐτὸς ἂν εἴη τὸ παράδειγμα,
ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ θεοῦ λόγος. ”
“Φησὶ δ’ ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν
οὐρανὸν καὶ τὴν γῆν, τὴν ἀρχὴν παραλαμβάνων
οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον · (χρόνος γὰρ
οὐκ ἦν πρὸ κόσμου·) ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν, ἢ
μετ’ αὐτόν.
ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου
κινήσεως ἐστιν ὁ χρόνος, πρότερον δὲ τοῦ κινουμένου
κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἢ ἀναγκαῖον αὐτὴν
ὕστερον ἢ ἅμα συνίστασθαι , ἀναγκαῖον ἄρα καὶ τὸν
χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι, ἢ νεώτερον ἐκείνου,
πρεσβύτερον δὲ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον.
εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ
κατὰ χρόνον , εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριΦίλων]
Εἶθ’ ἐξῆς λέγει
“ Πρῶτον οὖν ὁ ποιῶν ἐποίει οὐρανὸν ἀσώματον
καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ · ὧν τὸ
μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, ·
τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε κενὸν καὶ
ἀχανές.
εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος,
ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι.
προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς
ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον
τὸ πνεῦμα , ζωῆς δὲ θεὸς αἴτιος · τὸ δὲ φῶς,
ὅτι ὑπερβάλλον καλόν · τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ
ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον , ὅσῳπερ
ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς, καὶ τὰ κριτήρια
νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμὼν, ὀφθαλμῶν
τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο
θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος
τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστὴρ,
πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ
καλἐσειειν ἄν τις παναύγειαν , ἀφ’ ἧς ἥλιος καὶ σελήνη
καὶ οἱ ἄλλοι πλανῆται καὶ ἀπλανεῖς ἀρύονται,
καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη , τῆς
ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης,
οὑ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’
καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν
μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν.
ὁ μὲν οὖν
ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ
θείῳ λόγῳ· ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου
ἐτελειογονεῖτο· καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ
ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν
ὄντα. τὸ γὰρ σῶμα φύσει στερεὸν, ὅ τι περ καὶ
τριχῆ διαστατόν. στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς
ἑτέρα πλὴν τὸ πάντη διεστηκός; εἰκότως οὖν ἀντιθεὶς
τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ,
τοῦτον στερεὸν ἒκάλεσε. ”
Ταῦτα ὁ Φίλων. συνᾴδει δὲ αὐτῷ καὶ ὁ Κλήμης ἐν τῷ ἓκτῳ Στρωματεῖ λέγων ὧδε
Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ
ἀρχέτυπον , τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος.
καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν
δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις,
ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται.
καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον
καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. ‘ ἐν ἀρχῇ γὰρ
αἰσθητόν · γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον.
ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰ- σθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;
εἰκότως
ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει
δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς
πρόσωπον.
ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι
λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς
γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ
βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος
νοῦς.”
Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων.
Ἔτι πρὸς τούτοις ὁ Πλάτων’ τοῖς Ἑβραίων
ἐπακολουθήσας λόγοις οὐ μόνον ἀσωμάτους καὶ ἀγα-
θὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ
πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων
“ Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη
κινουμένοις πῶς οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν
φάναι;
Τί μήν ;
Μίαν, ἢ πλείους ; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀπο- κρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.”
Εἶθ’ ὑποβάς φησιν
“ ’ Επειδὴ γὰρ συνεχωρήααμεν ἡμῖν αὐτοῖς εἶναι
μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ
καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μὴ, μάχη δὴ,
Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι ἐγὼ μὲν οὐκ
ἂν ἔχοιμι φράζειν· ὃ δ’ ἔχω φάναι ἀληθὲς, μυρίοις
λέγει δ’ οὖν
ἡ παρ’ αὐτοῖς γραφὴ ‘καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ
ἦλθον οἶ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ
θεοῦ · καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν , περιελθὼν
τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν, ” διάβολον
μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέλους δὲ θεοῦ τὰς
ἀγαθὰς προσειποῦσα.
ταύτας δὲ τὰς ἀγαθὰς δυνάμεις
καὶ πνεύματα θεῖα καὶ λειτουργοὺς θεοῦ
προσαγορεύει ἐν οἷς φησιν “ ὁ ποιῶν τοὺς ἀγγέλους
αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς
φλόγα.
ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε
ἐξουσίας , πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ
αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν
τοῖς ἐπουρανίοις. ”
ἄντικρυς δ’ ἔοικεν ὁ Πλάτων’
τὸ Μώσεως λόγιον μεταφράζειν τὸ φῆσαν ‘ὅτε διεμέριζεν
ὁ ὕψιστος ἔθνη , ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ,
ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεο”,
δι’ ὧν κτήματα θεῶν καὶ δαιμόνων τὸ πᾶν γένος
Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας
γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ
ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ,
μᾶλλον δὲ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι. “εἶπε γὰρ
καὶ
ἐξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον
σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον
ἐπιλέγει “ καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ
ἔπλασεν τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον
αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ
ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν
καὶ βασιλικὸν γενέσθαι τῶν ἐπὶ γῆς πάντων. λέγει
δ’ οὖν “ καὶ εἶπεν ὁ θεὸς, ποίησωμεν ἄνθρωπον
κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἐρχέτωσαν
τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν
τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.
καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ,
πῶς δ’ ἂν
ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς
ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα;
Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητεθμένος
ὁ Πλάτων’ ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδη
οἶά φησιν
“ Ἒχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότερον ἢ τοῦτο περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστίν ;
Οὐκ ἔχομεν.
Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων, καὶ πᾶν τὸ θεῖον γνοὺς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.
Φαίνεται.
Ἄρ’ οὖν, ὅθ’ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα
Ἒοικέ γε, ὦ Σώκρατες.
Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ
ἐνόπτρῳ χρῴμεθ’ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν
Ναί.”
Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους ἐπάκουσον.
“ Θῶμεν οὖν βούλει, ἴφη, δύο εἴδη τῶν ὄντων,
τὸ μὲν ὁρατὸν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ
μὲν ἀειδὲς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν
μηδέποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη , θῶμεν.
Φέρε δὴ, ἦ δ’ ὃς, ἄλλο δή τι ἡμῶν αὐτῶν τὸ μὲν
σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ
οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ συγγενέστερον
τὸ σῶμα; Παντὶ, ἔφη, τοῦτό γε δῆλον
ὅτι τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν , ἢ ἀειδές;
Οὐχ ὑπὸ ἀνθρώπων γε , ὦ Σώκρατες, ἔφη. ‘ Αλλὰ
μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων
φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ’ τῶν ἀνθρώπων.
Τί οὖν περὶ ψυχῆς λέγομεν ; ὁρατὸν ἢ ἀόρατον εἷναι; Οὐχ ὁρατόν. ‘ Αειδὲς ἄρα; Ναί. ‘Ομοιίτεροντερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.
Οὐκοῦν καὶ
τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι
πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα,
ἅτε τοιούτων ἐφαπτομένη,. Πάνυ γε.
Ὃτανδὲ
δὲ αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται, εἰς τὸ
καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως
τε γίνεται, ὅταν περ αὐτὴ καθ’ ἑαυτὴν γένηται καὶ
ἐξῇ αὐτὴ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ
ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοοιούτων
ἐφαπτομένη. καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις
κέκληται.
Παντάπασιν , ἔφη, καλῶς καὶ ἀληθῆ
λέγεις, ὢ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ
εἴδει καὶ ἐκ τῶν πρόσθεν εἰρημένων] καὶ ἐκ τῶν
νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον ;
δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν
ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή.
Τί
δὲ τὸ σῶμα; Τῷ ἑτέρῳ. ὁρᾶ δὴ καὶ τῇδε· ὅτι ἐπειδὰν
ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν
καὶ ἄρχεσθαι ἡ φύσις προστάττει , τῇ δὲ
ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν
σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι καὶ πότερον τῷ
θνητῷ ; Ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἶον ἄρχειν τε
καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί
Ποτέρῳ οὖν ἡ ψυχὴ
ἔοικε; Δηλαδὴ, ὠ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ
θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. Σκόπει δὴ, ἔφη, ὢ
δὲ ἀνθρωπίνω καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ
καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ τὰ αὐτὰ ἔχοντι
ἑαυτῷ ὁμοιότατον αὖ εἶναι τὸ σῶμα
Ἒχομέν
τι παρὰ ταῦτα ἄλλο λέγειν, ὠ φίλε Κέβης,
ὡς οὐχ οὕτως ἔχει; Οὐκ ἔχομεν. Τί οὑν; τούτων
οὕτως ἐχόντων ἆρ’ οὐ σώματι μὲν ταχὺ διαλύεσθαι
προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι, ἢ
ἐγγύς τι τούτου ;
Πῶς γὰρ οὔ ; Συννοεῖς οὖν,
καλοῦμεν, ᾦ προσήκει διαλύεσθαι καὶ διαπίπτειν
καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν,
ἀλλ’ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις
καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ, καὶ ἐν τοιαύτῃ
ὥρᾳ, καὶ πάνυ μάλα. συμπεσὸν γὰρ τὸ σῶμα
καὶ ταριχευθὲν , ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες,
ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. ἔνια
Ἡ δὲ ψυχὴ ἄρα (τὸ
ἀειδὲς , τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον, γενναῖον
καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἀίδου Ἃιδου, ὡς ἀληθῶς,
παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεὸν, οἷ, ἂν
θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον·) αὕτη δὲ
δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη
τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν,
Πολλοῦ γε
δεῖ, 09 φίλε Κέβης τε καὶ Σιμμία · ἀλλὰ πολλῷ μᾶλλον
Οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ
ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον·
οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἷναι,
πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων
καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ,
ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς
τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα, οὕτω φῶμεν,
ὦ Κέβης, ἢ ἄλλως,. Οὕτως νὴ Δία, ἴφη ὁ Κέβης.
Ἂν δέ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος
τοῦ σώματος ἀπαλλάττηται, ἅτε σώματι ἀεὶ ξυνοῦσα,
καὶ τοῦτο θεραπεύουσα , καὶ ἐρῶσα, καὶ γεγοητευμένη
ὑπ’ αὐτοῦ, ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν,
ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές,
οὗ ἄν τις ἅψαιτο, καὶ ἴδοι καὶ φάγοι καὶ
πίοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο· τὸ δὲ τοῖς
ὄμμασι σκοτῶδες καὶ ἀειδὲς, νοητὸν δὲ καὶ φιλοσοφίᾳ
αἱρετὸν, τοῦτο δὲ εἰθισμμένη μισεῖν τε καὶ τρέμειν
καὶ φεύγειν · οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν
Ταῦτα ὁ Πλάτων’ · ἐξαπλοῖ δὲ τὴν διάνοιαν ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῶν Πρὸς Βοηθὸν Περὶ ψυχῆς τοῦτον γράφων τὸν τρόπον
“ Αὐτίκα λόγον ἰσχυρὸν εἶναι δοκοῦντα
ὅταν γὰρ
δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε
γένους κατεσχημένου , πολλῶν τε ἄχρι γήρως ἐν τοῖς
τῆς ἀλογίας ἁμαρτήμασι πλεοναζόντων , ὅμως διὰ τὸ
τῷ καθαρῶς λογικῷ πολλὰς ὁμοιότητας φέρειν λογικὸν
εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη.
ὄντος
οὖν θείου τοῦ συστήματος καὶ ἀκηράτου καὶ ἀντοςτου
προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναρ-
γῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου,
ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι
τῶν προκειμένων μέρει προσκεχώρηκεν, ἐκ τῆς ὁμοι-
ότητος ᾠήθη ὁ Πλάτων’ δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν.
καὶ ἐπειδὴ τῷ μὲν θνητῷ τε καὶ λυτῷ καὶ
αὐτῆς ἀναλογίζεται· ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιό-
τητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας
ἐμφερὲς ἀπ’ αὐτῆς ἐθέλειν ἀθετεῖν, δι’ ὃ καὶ τούτων
αὐτὴν αὐτὴν τυχεῖν συμβέβηκεν.
ὥσπερ γὰρ τὰ ταῖς
ἐνεργείαις τῷ θεῷ ἀνόμοια εὐθὺς καὶ τῇ συστάσει
τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκόλουθον εἶναι τὰ τῶν
αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα
τῆς οὐσίας κεκτημένα. διὰ γὰρ τὴν ποιὰν οὐσίαν
Τούτου τοίνυν τοῦ λόγου τὴν δύναμιν περιαιρῶν ὁ Βοηθὸς ἐπάκουσον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου ὁ πεποίηκε γράφων οὕτως
“Εἰ μὲν ἀθάνατός ἐστιν ἡ ψυχὴ καὶ παντὸς ὀλέθρου
κρείττων τις φύσις, πολλοὺς ἀναμείναντα χρὴ
τὸ μέντοι
τῶν περὶ ἡμᾶς ὁμοιότερον μηδὲν γενέσθαι θεῷ
ψυχῆς, οὐ πολλῆς ἄν τις δεηθεὶς πραγματείας πιστεύσειεν,
οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον
τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ᾿
ἑαυτὴν νοῦ.
εἰς ὅπερ ἀπιδὼν καὶ ὁ Κροτωνιάτης
φυσικὸς εἶπεν ἀθάνατον αὐτὴν οὖσαν καὶ πᾶσαν
ἠρεμίαν φύσει φεύγειν, ὥσπερ τὰ θεῖα τῶν σωμάτων.
ἀλλὰ καὶ καθάπαξ τὴν ἰδέαν τῆς ψυχῆς καὶ
Καὶ ἐξῆς ἐπιλέγει
“ Εἰ γὰρ ὡς ὁμοιότατον τῷ θείῳ πάντων χρημάτων
ἡ ψυχὴ δείκνυται, τίς ἔτι χρεία τῶν ἄλλων δεῖσθαι
λόγων εἰς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς προοιμιαζόμενον,
καὶ μὴ καὶ τοῦτον ὡς ἕνα μετὰ τῶν
πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς
εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ μετ-
εἰ
γὰρ καίπερ ἐν τῷ θνητῷ καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ
καθ᾿ ἑαυτὸ νεκρῷ καὶ ἀεὶ ἀπολλυμένῳ καὶ διαρρέοντι
εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη
αὐτό τε ποιεῖ καὶ συνέχει, καὶ τὴν ἑαυτῆς θείαν ἀνα-
ἑαυτῆς εἶδος ἐκφήνειεν , ὡς ἐμφερὲς ὂν μόνον τῷ
θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι, καὶ τὰς
φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς ; ”
Καὶ ὑποκαταβάς φησιν
“ Εἰκότως δὲ καὶ θεία φαίνεται ἀπὸ τῆς πρὸς τὸν
ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής.
ἄνθρωπος γὰρ
μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις,
πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις, καὶ
μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος.
ἄνθρωπος γὰρ ἐπενόησεν ἐπὶ γῆς συνόδους
τῶν ἑπτὰ μετὰ τῶν κινήσεων δημιουργῆσαι,
διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. καὶ τί
ἀφ’ ὧν Ὀλυμπίου
τε καὶ θείου καὶ οὐδαμῶς θνητοῦ τολμήματα διαφαίνων
τοὺς πολλοὺς διὰ φιλαυτίαν τῆς αὐτῶν εἰς
τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ
τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ
δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου
Τούτων ἁπάντων διδάσκαλος πέφηνε γεγονὼς
ὁ Μώσης, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν
κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ
θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους
ἐπιστώσατο.
ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου
καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα
Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη
τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι , δεῖξαί
τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον , ἐκτὸς εἰ
αὐτίκα τῶν εἰρημένων
ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι
τρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις , ὅσα δὲ μὴ ἀρέσκοντα
Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν οὐκ ἂν
ἔχοι συνεστῶτα τὸν λόγον. τοῦτο δ’ ἡμῖν ἐν καιρῷ
τῷ δέοντι παραστήσεται. τέως δ’ , ἐπεὶ πεφώραται
ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα
τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν
Μώσεως γενητὸν ἀποφηναμένου τόδε τὸ
πᾶν ὑπὸ τοῦ θεοῦ γενόμενον , λέγει δ’ οὖν ἀρχόμενος
καὶ τῆν’ γῆν.” ἄκουε τοῦ Πλάτωνος ὡς οὐκ
ἐκπίπτει τῆς διανοίας ὧδέ πη καὶ αὐτὸς γράφων
‘Πάν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν.”
Καὶ ἐπιλέγει
“ Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος, ῥ’ καὶ ἄλλο ὅ τι
ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦθ’ ἡμῖν
ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ
ὑπόκειται περὶ· παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον
ἦν ἀεὶ, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν
ἀπ’ ἀρχῆς τινος ἀρξάμενος.
γέγονεν· ὁρατὸς
γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ
ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε
ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.”
Καὶ αὖθις ἑξῆς φησιν
“ Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν
τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ
δ’ ἰὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.”
Πάλιν Μώσεως καὶ τούτους εἶναι γενητοὺς
διδάξαντος δι’ ὧν ἔφησε “ καὶ εἶπεν ὁ θεὸς,
γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ,
ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα
καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς.
ὁμοίως ὁ Πλάτων
Ἐξ οὑν λόγου θεοῦ καὶ διανοίας (φησὶ) τοιαύ
εια
Ἐπιτήρει δὲ εἰ μὴ τὸ “ ἐξ οὖν λόγου καὶ διανοίας
θεοῦ“ εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη
εἰπόντος “καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι”
ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων’ φωνῇ τῇ ἔθηκεν,” εἰπὼν
“ σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς
τὰς περιφοράς.”
Τῆς Ἐβραίων γραφής ἐφ’ ἑκάστῳ τῶν δημιουραγημάτων
‘Ἑἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος, ὅ τε δημιουργὸς
ἀγαθὸς, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἒβλεπε. ”
Καὶ πάλιν
“ Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων , ὁ δ’ ἄριστος τῶν αἰτίων.”
Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς
καὶ ὁ Πλάτων’ ἄκουε γοῦν ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ
“ Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν·
καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη
δι’ ἀναλογίας ὁμολογῆσαν , φιλίαν τε ἔσχεν ἐκ
τούτων, ὡς εἰς ταὐτὸν αὐτῷ ξυνελθὸν ἄλυτον ὑπὸ
τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”
Εἶθ’ ἑξῆς φησι
“ Χρόνος δ’ οὖν μετὰ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτων γίγνηται.”
Καὶ πάλιν εἰπὼν
“Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς, πατήρ τε ἒργων,
ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ μὴ θέλοντος·”
ἐπάγει λέγων ἑξῆς
“ Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτὸν, τό γε μὴν καλῶς
ἁρμοσθὲν καὶ ἔχον εὑ λύειν ἐθέλειν κακοῦ. διὸ
καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’
ἄλυτοι τὸ πάμπαν. οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ
τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος
ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων
οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.”
Καὶ ἐν τῷ Πολιτικῷ δὲ τάδε ὁ αὐτός φησι
“ Τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς ξυμποδηγεῖ
πορευόμενος καὶ ξυγκυκλεῖ, τοτὲ δ’ ἀνῆκεν,
Διὰ τὸ ποῖον δή;
Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ
ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις,
σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ
οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ
μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ
οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος · ὅθεν αὐτῷ μεταβολῆς
ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον,
δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ.
κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ’
ἐναντίως οὐ θέμις.
ἐκ πάντων δὴ τούτων τὸν κόσμον
μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ,
μήθ’ ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας
περιαγωγὰς , μήτ’ αὖ τινὲ δύο θεὼ φρονοῦντε ἑαυτοῖς
ἐναντία στρέφειν αὐτὸν, ἀλλ’ ὅπερ ἄρτι ἐρρέθη
τοτὲ δ’ ὅταν ἀνεθῇ, δι’ ἑαυτοῦ αὐτὸν ἰέναι
κατὰ καιρὸν , ἀφεθέντα τοιοῦτον ὥστε ἀνάπαλιν
πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ τὸ μέγιστον
ὂν καὶ ἰσορροπώτατον ἐπὶ σμικροτάτου βαῖνον
ποδὸς ἰέναι.
Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας.
Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ᾿ αὐτό.
Τὸ ποῖον;
Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ᾿ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ᾿ ἐπὶ τἀναντία.
Πῶς δή;
Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ
τὸν οὐρανὸν γινομένων τροπῶν πασῶν εἶναι μεγίστην
καὶ τελεωτάτην τροπήν.
Ἔοικε γοῦν.
Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.
Καὶ τοῦτ᾿ εἰκός.
Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παν-
Πῶς δ᾿ οὔ;
Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι
τῶν τε ἄλλων ζῴων , καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων
γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους
ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ
καινὰ ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον
τῇ τοῦ παντὸς ἀνελίξει, τότε ὅταν ἡ τῆς νῦν καθεστηκυίας
ἐναντία γίγνηται τροπή.”
Τούτοις ἅπασιν ὑποβὰς ἐξῆς περὶ τῆς τῶν τετελευτηκότηων
ἀναβιώσεως , ὁμοίως ταῖς Ἑβραίων δό-
“ Γένεσις δὲ τίς τότ᾿ ἦν, ὦ ξένε, ζῴων,
καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;
Δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων
τῶν γὰρ οὗτοι κήρυκες ἐγένονθ’ ἡμῖν τῶν λόγων, οἳ
τὸ γὰρ
ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ
τροπῇ, ξυνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως,
καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ
ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον,
ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισε.
Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν.”
Εἶτ’ αὖ πάλιν ἑξῆς προιὼν τὰ ὅμοια τοῖς ‘ Εβραίων δόγμασι περὶ τῆς τοῦ κόσμου συντελείας τοῦτον διέξεισι τὸν τρόπον
“ γὰρ πάντων τούτων χρόνος ἐτελειώθη
καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ
τὸ γήινον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης
τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, καὶ ὅσα ἦν
ἑκάστῃ προσταχθὲν , τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης,
πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὐτοῦ περιωπὴν
ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη
τε καὶ ξύμφυτος ἐπιθυμία.
πάντες οὖν οἱ
κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι
θεοὶ, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ
μέρη τοῦ κόσμου τῆς αὐτῶν ἐπιμελείας. ὁ δὲ μεταστρεφόμενος
καὶ ξυμβάλλων , ἀρχῆς τε καὶ τελευτῆς
μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου,
θορύβου τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν,
γαλήνης ἐπιλαβόμενος , εἴς τε τὸν εἰωθότα
δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν
καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὐτῷ τε καὶ ἑαυτοῦ.”
Καὶ μετὰ βραχέα αὖ φησι
“ Διὸ Διὸ δὴ καὶ τότ’ ἤδη θεὸς ὁ κοσμήσας αὐτὸν,
καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἔνα μὴ χειμασθεὶς
ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος
ἄπειρον ὄντα τόπον δύῃ , πάλιν ἔφεδρος αὐτοῦ
τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται.
τοῦτο μὲν τέλος πάντων εἴρηται.
“ Ταῦτα τοίνυν, ἦν δ’ ἐγὼ, οὐδέν ἐστι πλήθει
οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἅ τελευτήσαντα ἑκάτερον
αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα
ἀκοῦσαι.
Λέγοις ἂν, ἔφη, ὡς οὐ πολλὰ, ἀλλ’ ἥδιον
ἀκούοντι. Ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγὼ, Ἀλκίνου
γε ἀπόλογον ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρὸς Ἠρὸς
τοῦ Ἀρμενίου , τὸ γένος Παμφύλου · ὅς ποτε ἐν πολέμῳ
τελευτήσας , ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν
ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς
δὲ οἴκαδε, μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ
τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν ἃ ἐκεῖ
ἴδοι.
ἔφη δὲ, ἐπειδή οἶ ἐκβῆναι τὴν ψυχὴν , πορεύεσθαι
μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς
δικαστὰς δὲ μεταξὺ
τούτων καθῆσθαι, οὓς, ἐπειδὴ διαδιδάσειαν, τοὺς μὲν
δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξίαν τε καὶ
ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντες τῶν
δε δικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς
ἀριστεράν τε καὶ κάτω , ἔχοντας καὶ τούτους ἐν τῷ
αὐτοῦ δὲ
Ταῦτα ὁ Πλάτων’· συγγενῆ δὲ τούτοις καὶ ὁ Πλούταρχος ὧδέ πη ἐν τῷ Περὶ ψυχῆς πρώτῳ ἱστορεῖ
“ Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν ·
ἀλλὰ Σωσιτἐλει καὶ Ἡρακλέωνι διηγησώμεθα. νοσῶν
γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς·
ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βεβαίου καταφορᾶς,
ἄλλο μὲν οὐδὲν οὔτ’ ἔπραξεν οὔτ’ εἶπε παρακινητικὸν,
ἔλεγε δὲ τεθνάναι, καὶ πάλιν ἀφεῖσθαι,
καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας
ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας
αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν
αὐτὸν ἥκειν ἀντ’ ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς
ἣν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστραις
γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὃθενοἱ
Ταῦτά μοι κείσθω διὰ τὸ καὶ ἐν ταῖς Ἑβραίων
γραφαῖς νεκρῶν ἀναβιώσεις φέρεσθαι. ἐπεὶ δὲ καὶ
γῆν τινα ἐν ἐπαγγελίαις μόνοις τοῖς θεοφιλέσι δοθήσεσθαι
ἡμῶν ·” ὅ τε προφήτης τὴν αὐτὴν δὴ ταύτην ἐκ πο-
λυτελῶν καὶ τιμίων συνεστάναι λίθων ἐν τρόπῳ ἀλ-
ληγορίας αἰνίττεται λέγων “ ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι
ἄνθρακα τὸν λίθον σου, καὶ θήσω τὰς ἐπάλξεις σου
ἴασπιν , καὶ τοὺς θεμελίους σου σάπφειρον, καὶ τὸν
περίβολόν σου λίθους ἐκλεκτούς·’ θέα ὡς καὶ ὁ
Πλάτων’ αὐτὰ δὴ ταῦτα, ἢ τὰ παραπλήσια, πεπεῖ-
σθαι εἶναι ἀληθῆ ἐν τῷ Περὶ ψυχῆς ὁμολογεῖ, Σω-
κράτει ἀνατιθεὶς τὸν λόγον ὧδέ πη
“ Ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχὶ ἡ Γλαὐὡς
κου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ’ ἐστίν·
μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ
τὴν Γλαύκου τέχνην. καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’
ἂν οἶός τε εἴην, ἅμα δὲ, καὶ εἰ ἠπιστάμην, ὁ βίος μοι
δοκεῖ ὁ ἐμὸς, ὡ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ
ἐξαρκεῖν. τὴν μέντοι ἰδέαν τῆς γῆς , οἴαν πέπεισμαι
εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν.
Ἄλλ , ἴφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ.
Πέπεισμαι τοίνυν, rj δ’ ὃς, ἐγὼ πρῶτον μὲν,
εἰ ἔστιν έν, μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν
αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἂλ-
ἔχον ἀκλινὲς μένει.
Πρῶτον μὲν δὴ, δὴ, δ’ ὅς,
τοῦτο πέπεισμαι. Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας.
Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτὸ , καὶ ἡμὰς
οἰκεῖν τοὺς μέχρις Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος
ἐν σμικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας
εἶναι γὰρ πανταχῆ περὶ τὴν γῆν πολλὰ
κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη,
εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ
τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαράν τε ἐν καθαρῷ
κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ
αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων
ἡμᾶς οἶν οἰκοῦντας
ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ
τῆς γῆς οἰκεῖν , ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι
τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης
οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ
ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι , διὰ
δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ
ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος, μηδὲ ἑωρακὼς εἴη,
ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε
τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τ.υγχάνει ὢν
τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος.
ταὐτὸ δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι ·
οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω
ἐπεὶ εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι, ἢ πτηνὸς γενόμε-
νος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύψαντα, ὥσπερ ἐνθάδε
οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι
τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ
εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεωροῦσα, γνῶναι
ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν
φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ.
ἥδε μὲν γὰρ ἡ
οὐδὲν ἐν τῇ θαλάττῃ οὔτε τέλειον , ὡς ἔπος εἰπεῖν,
οὐδέν ἐστι , σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχα-
νος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ ἡ yrj ᾖ, καὶ
πρὸς τὰ παρ’ ἡμῖν καλὰ κρίνεσθαι οὐδ’ ὁπωστιοῦν
ἄξια.
ἐκεῖνα δὲ αὖ τῶν παρ’ ἡμῖν πολὺ ἂν ἔτι
πλεῖον φανείη διαφέρειν. εἰ γὰρ δὴ καὶ μυθολογεῖν
καλὸν, ἄξιον ἀκοῦσαι, cj Σιμμία, οἶα τυγχάνει τὰ ἐπὶ
Λέγεται τοίνυν , ἔφη, ὠ
ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν,
εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι
σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ
ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἶς δὴ οἶ γρα-
φεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων
εἶναι , καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθα-
ρωτέρων ἢ τούτων.
τὴν μὲν γὰρ ἁλουργῆ εἶναι
καὶ
γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος
ἔμπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα
ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἔν
τι αὐτῆς εἶδος ξυνεχὲς καὶ ποικίλον φαντάζεσθαι.
ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνάλογον τὸ τοιαῦτα
φύεσθαι δένδρα τε καὶ ἄνθη, ἔχοντα τοὺς καρπούς·
καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν κατὰ
τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν
καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια
εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας
καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα· ἐκεῖ
δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι καὶ ἔτι τούτων
καλλίω.
τὸ δ’ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι
θεατῶν.”
Τῆς παρ’ Ἑβραίοις γραφῆς θεοῦ δικαιωτήριον
καὶ κρίσιν ψυχῶν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν
ἔσεσθαι προαγορευούσης διά τε μυρίων ἂλλων
καὶ δι’ ὧν φησι “ κριτήριον ἐκάθισε καὶ βίβλοι
ἠνεῴχθησαν καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο. ποταμὸς
πυρὸς εἷκλκεν ἔμπροσθεν αὐτοῦ· μύριαι μυριάδες
τε τῶν δυσσεβῶν τιμωρίας συμφώνως τοῖς
Ἑβραίων ὑπογράφοντος λόγοις.
φησὶ δ’ οὖν ἐν τῷ Περὶ ψυχῆς τάδε
Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει,
καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν
πυρὶ πολλῷ καιόμενον , καὶ λίμνην ποιεῖ μείζω τῆς
παρ’ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν
δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος
δέ γε τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ
τῷ ὕδατι · περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς
ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου.
οὗτος δ’ ἐστὶν
ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα , οὗ καὶ οἱ ῥύακες
ἀποσπάσματα ἀναφυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς.
τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον
πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα
δὲ ἔχοντα ὅλον οἷον ὁ κύανός , ὅν δὴ ἐπονομάζουσι
Στύγιον, καὶ τὴν λίμνην ἣν ποιεῖ ὁ ποταμὸς ἐμβάλλων
Στύγα. ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις
λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος
χωρεῖ ἐναντίως τῷ Πυριφλεγέθοντι καὶ
ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας, καὶ οὐδὲ
ποιηταὶ λέγουσι , Κωκυτός.
τούτων δὲ οὕτω
ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται
εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι
τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς
τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ
τὴν ἀξίαν ἕκαστος, οἵ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν
διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς
καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους
πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει
ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν
οἳ δ’ ἂν
ἰάσιμα μὲν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα,
οἶον πρὸς πατέρα ἢ μητέρα ὑπ’ ὀργῆς βίαιόν
ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους
ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους
κατὰ τὸν Κωκυτὸν, τοὺς δὲ πατραλῴας [καὶ μητραλῲας]
ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἶ μὲν οὓς ἀπέκτειναν,
οἷ δὲ οὓς ὕβρισαν, καλέσαντες δὲ ἱκετεύουσι
καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην, καὶ
ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν
κακῶν· εἰ δὲ μὴ, φέρονται αὖθις εἰς τὸν Τάρταρον,
κἀκεῖθεν πάλιν εἰς τοὺς ποταμοὺς, καὶ ταῦτα πάσχοντες
οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς
οἵ δὲ δὴ ἂν δόξωσι διαφερόντως
πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν
τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι,
ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθα-
ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος
ἱκανὸς ἐν τῷ παρόντι. ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ
ὧν διεληλύθαμεν, ὦ Σιμμία, πὰν ποιεῖν ὥστε ἀρετῆς
καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ
τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη.”
Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ
ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,”
ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ πολλὰς μονὰς εἶναι
παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας,
καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς
ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς
αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην “τίς ἀναγγελεῖ
ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον
τὸν αἰώνιον;” καὶ πάλιν “ὁ σκώληξ αὐτῶν οὐ
τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται
εἰς ὅρασιν πάσῃ σαρκί.”
τήρει δὲ ὡς καὶ ὁ Πλάτῶν
συνᾴδων τούτοις , τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν
εἰς Τάρταρον, ἐπιλέγει “ὅθεν οὔποτε ἐκβαίνουσι.”
καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μα-
φάσκων δὲ τοὺς ἐπὶ τὸν
Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι,
ἀλλὰ ἀναβαίνοντας πρότερον ἃ δὴ αὐτοῖς
ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται
σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἶ τῶν τετελευτηκότων
ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ
παρ’ Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ
τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δω-
δέκατον τῆς Εὐαγγεελικῆς Προπαρασκευῆς μεταβήσο-
μαι σύγγραμμα.
Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς
ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ
τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνῳδίας, ὡς
ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρ-
χὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημου-
μένης ἡμῶν πίστεως ληψόμενος.
“ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε
Λακωνικῇ καὶ τῇ Κρητικὴ πολιτείᾳ, λόγος ἂν ἕτερος
εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ
μᾶλλον ἔχοιμ’ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν γὰρ
ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοι-
ούτους λόγους. Ὀρθότατά γε, ὠ ξένε, κελεύεις. ”
Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα
γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεως τε καὶ θεω-
ρίας τὴν πίστιν προτάττει δι’ ὧν φησιν “ ἐὰν δὲ μὴ
πιστεύσητε, οὐ μὴ συνῆτε.” καὶ αὖθις “ ἐπίστευσα,
διὸ καὶ ἐλάλησα.
ἔνθεν καὶ παρ’ ἡμῖν τοῖς μὲν
ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς
ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γρα-
φαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν
ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύε-
σθαι · τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ
καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας.
“ Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς
Τί μήν;
Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν
ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ
γιγνομένους ἀρίστους διαφανῶς. ποιητὴν δὲ καὶ
ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ
Μεγαρέων , ὅς φησι
τοῦτον δέ φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα
ἐκείνου πάμπολυ γίνεσθαι, σχεδὸν ὅσον ἀμείνων δι-
καιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν
ἐλθοῦσαι μετὰ ἀνδρείας αὐτῆς μόνης ἀνδρείας. πιστὸς
μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο
ἄνευ ξυμπάσης ἀρετῆς · διαβάντες δὲ εὖ καὶ μαχόμενοι
ἐθέλοντες ἀποθνήσκειν ἐν τῷ πολέμῳ, φράζει
πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ
καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων
εὖ μάλα ὀλίγων.
ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος
ὁ λόγος ; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει
ταῦτα; δηλονότι τόδε , ὡς παντὸς μᾶλλον καὶ ὁ
τῇδε ὁ παρὰ Δῖός νομοθέτης, πᾶς τε οὑ καὶ σμικρὸν
ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα
βλέπων ἀεὶ θήσει τοὺς νόμους · ἔστι δ’, ὥς φησι
Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δι-
καιοσύνην ἂν τελείαν ὀνομάσειε.”
Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας
πολλῶν σε καταστήσω.” σαφῶς γοῦν ἐν τούτοις οὐ
τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ
τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοι-
αῦται φρόνησις καὶ ἀγαθωσύνη.
“ Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα
λόγοι. πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις
χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα
παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι
ταῦθ’ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες
φαίνωνται.”
Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται
Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου
εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος
τῶν ἐπὶ γῆς ἀνθρώπων. δεῖν δέ φησι καὶ
“ Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθὲς, ψεῦδος
δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις,
πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω , ἔφη,
πῶς λέγεις. Οὐ μανθάνεις , ἦν δ’ ἐγὼ, ὅτι πρῶτον
τοῖς παιδίοις μύθους λέγομεν. τοῦτο δέ που ὡς τὸ
ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ
μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἒστι
Ταῦτα ὁ Πλάτων’. καὶ παρ’ Ἑβραίοις δὲ τὰς
τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς
ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδι-
δόναι, τοῖς δ’ ἐγγεγυμνασμένοις τὴν ἔξιν τὰς τῶν
λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς
καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων
τοὺς πολλοὺς νοημάτων.
“ Οὐκοῦν οἶσθ’ ὅτι ἀρχὴ παντὸς ἔργου μέγι-
Κομιδῇ
μὲν οὖν. Ἄρ’ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυ-
χόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας, καὶ
λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δό-
ξας ἐκείναις ἃς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα
δεῖν αὐτούς;
Οὐδ’ ὁπωστιοῦν παρήσομεν.
Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς
μυθοποιοῖς , καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν,
ἐγκριτέον, ὃν δ’ ἀν’ μὴ, ἀποκριτέον. τοὺς δ’ ἐγκραθέντας
Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ’
Ἑβραίοις. οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν
πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος
λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα
ἀπεδοκίμαζον , ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν
λόγους. ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς
ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν,
ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος
ἦν κατεπᾴδειν, προπαρασκευῆς ἕνεκα τῆς εἰς ἄνδρας
αὐτοῖς ἐσομένοις θεοσεβείας.
“ Ἂκουε δὴ , φασὶ, μάλα καλοῦ λόγου, ὃν σὺ
Καὶ μετ’ ὀλίγα
Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως,
Καὶ αὖθις μετ’ ὀλίγα
“ Ἒπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων · τεθνεῶτας
γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν
εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν
ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου,
ἔρημον πάντων τῶν σνγγενῶν καὶ καταλιπόντα ἐπὶ
γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρί-
σις ᾖ. ”
Καὶ ἐξῆς ἐπιφέρει
“ Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς
πιστεύω ἀληθῆ εἶναι · καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε
λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει ὢν,
ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις,
τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπ’ ἀλλήλοιν.
ἐπειδὰν δὲ διαλυθῆτον, οὐδὲν ἧττον ἑκάτερον αὐτοῖν
ἔχει τὴν ἔξιν τὴν αὑτοῦ , ἥνπερ καὶ ὅτε ἔζη
ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ,
καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα, ἔνδηλα
νεκρὸς μέγας · καὶ εἰ παχὺς, παχὺς καὶ ἀποθανόντος,
καὶ τἄλλα οὕτως.
καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης
τούτου καὶ ὁ νεκρός· ἢ μαστιγίας εἴ τις ἦν,
καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι, ἣ
ὑπὸ μαστίγων, ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος
τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον · ἢ κατεαγότα εἴ
του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος.
καὶ ἑνὶ λόγῳ, οἶος εἶναι παρεσκεύαστο τὸ σῶμα
ἐπιτήδευσιν ἑκάστου πράγματος, ἣν ἔσχεν ἐν τι) ψυχῇ
ἄνθρωπος.
ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστὴν,
οἱ μὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν Ραδάμανθυν, ὁ
Παδάμαθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου
ψυχὴν, οὐκ εἰδὼς ὅτου ἐστὶν, ἀλλὰ πολλάκις τοῦ μεγάλου
βασιλέως ἐπιλαβόμενος, ἢ ἄλλου ὁτουοῦν βασιλέως
καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ
ἀληθείας τετράφθαι· καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς
καὶ ὕβρεως καὶ ἀκρατείας τῶν πράξεων ἀσυμμετρίας
τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν
μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη.
προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπὸ ἄλλου
ὀρθῶς τιμωρουμένῳ ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι,
ἢ παράδειγμα τοῖς ἄλλοις γίγνεσθαι, ἵνα
ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτόυς
γίνωνται.
εἰσὶ δὲ οἶ μὲν ὠφελούμενοί τε
καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι
οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν , ὅμως δὲ δι’
ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφέλεια καὶ
ἐνθάδε καὶ ἐν Ἃιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως
οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι
καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ
πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα
ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ,
τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.
ὧν ἐγώ φημι ἴνα καὶ Ἀρχέλαον ἔσεσθαι
εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλος ὅστις ἂν τοιοπῦτος
τύραννος ᾖ. οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι
μαρτυρεῖ
δὲ τούτοις καὶ Ὃμηρος. βασιλέας γὰρ καὶ δυνάστας
ἐκεῖνος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους,
Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν. Θερσίτην
δὲ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς
πεποίηκε μεγάλαις τιμωρίαις συνεχόμενον ὡς
ἀνίατον· οὐ γὰρ, οἶμαι, ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος
ἀλλὰ γὰρ, ὦ Καλλίκλεις,
ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ
γιγνόμενοι ἄνθρωποι· οὐδὲ μὴν κωλύει καὶ ἐν τούτοις
ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι· καὶ σφόδρα γε
ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ , ὦ
Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ
ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν δικαίως διαβιῶναι·
ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι · ἐπεὶ καὶ ἐνθάδε καὶ
ἄλλοθι γεγόνασιν , οἶμαι δὲ ἔσονται καὶ ἄλλοι ἀγαθοὶ
ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις
εἰς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ
εἰς τοὺς ἂλλους Ἓλληνας, Ἀριστείδης ὁ Λυσιμάχου.
ἐάν τε ἰάσιμος ἐάν τε ἀνίατος δοκῇ εἶναι.
ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει.
αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ὃς ἐν τῷ
βίῳ) ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψε.
ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός· ἑκάτερος δὲ τούτων
ῥάβδον ἔχων δικάζει. ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται
μόνος, ἔχων χρύσεον σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς
ὁ Ὁμήρου ἰδεῖν αὐτὸν ,
χρύσεον σκῆπτρον ἔχοντα , θεμιστεύοντα νέκυσσιν.
ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις , ὑπὸ τούτων τῶν λόγων
πέπεισμαι , καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ
παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους,
καθ’ ὅσον δύναμαι· καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ
ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον,
ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι
καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι,
ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις , ἣν νῦν ἐγὼ
Τάχα δ’ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι
ὥσπερ ὑπὸ γραὸς , καὶ καταφρονεῖς αὐτῶν. καὶ
οὐδέν γ’ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ
πη ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα
εὑρεῖν.
νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ
σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ Πόλος
καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ
παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι
ἀγαθὸν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ.”
Ὁ μὲν δὴ Πλάτων’ τὸν Αἰακὸν καὶ τὸν Μίνω
καὶ τὸν Ῥαδὰμανθυν ὑπέθετο τῶν τετελευτηκότων
δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας
δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, ἔνα
κομίσηται ἕκαστος τὰ διὰ τοὺ σώματος πρὸς ἃ ἔπρα-
ξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
καὶ πάλιν “ ἐν
ἡμέρᾳ φησὶν) ὅταν κρίνῃ ὁ θεὸς τὰ κρυπτὰ τῶν
ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ·
τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου αὐτοῦ δόξαν καὶ τιμὴν
καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον , τοῖς δ’ ἐξ
ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ
τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία
ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ
κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἓλληνος· οὐ γάρ
ἐστι διαστολή.”
“ Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς
ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γὰρ, ὡς ἐμοὶ δοκεῖ,
οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα
ἀκούσματα , οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά
καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις, ὥσπερ
χρυσὸς, ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας.”
Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος φησὶ “ μὴ
δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλλητε τοὺς μαρ-
γαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.” καὶ “ ὁ ψυχικὸς
γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ
θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί. ”
“ Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς , ὁπόταν καλοὶ ἐν ψυχῇλόγοι
ἐνόντες μηδὲν ποιῶσι πλέον, ἀλλὰ δὴ τούτοις
πᾶν τοὐναντίον. ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας
ἔγωγ’ ἂν θείην πόλεως τε καὶ ἑνὸς ἑκάστου
τῶν πολιτῶν, ἀλλ’ οὐ τὰς τῶν δημιουργῶν , εἰ
Μανθάνομέν γε, ὦ φίλε , καὶ συγχωροῦμεν ἃ λέγεις.
Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον
καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πο-
λιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ λεγόμενον]
καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ
λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς
τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα,
τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε
προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε
νεῖν ἐπιστῶνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι.
πῶς γὰρ ἂν, ὠ φίλοι , ἄνευ συμφωνίας γένοιτ’ ἂν
πόλιν οὐδαμῆ σωτὴρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων
εἰς ταῦτα ἑκάστοτε φανεῖται.”
Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ’
αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ
“Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ
σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ
γῆρας ἀναφανήσῃ φρονήσεως.”
Τῆς παρ’ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης
δι’ ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε “ δέομαι , κύριε,
προχείρισαι ἄλλον τὸν δυνάμενον , ὃν ἀποστελεῖς,”
κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀνα-
δέξασθαι τὴν βασιλείαν, καὶ τὸν προφήτην Ἰερεμίαν
ὑποπαραιτούμενον , ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων’
τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι , λέγων οὕτως
“ Οὐκοῦν, ὦ Θρασύμαχε , τοῦτο ἤδη δῆλον,
συμφέρον ἐλάττονος ὄντος σκοποῦσα , ἀλλ’ οὐ τὸ τοῦ
κρείττονος.
διὰ δὴ ταῦτα ἔγωγε , ὢ φίλε Θρασύμαχε,
καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν
καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα,
ἀλλὰ μισθὸν αἰτεῖν , ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ
πράξειν οὐδέποθ’ ἑαυτῷ τὸ βέλτιστον πράττει οὐδ’
Τῶν παρ’ Ἑβραίοις λογίων τοὺς παρ’ αὐτοῖς
προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ
προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι
“ Τὸν δ’ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ
παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἀπλοῦν καὶ γενναῖον,
κατ’ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ’ εἷναι ἀγαθὸν
ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος
εἶναι , ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι
τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν
δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.
γυμνωτέος
ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας
καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω
ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος
διὰ βίου, ὢν δὲ δίκαιος. ”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Λεκτέον οὖν· καὶ δὴ, κἂν ἀγροικοτέρως λέγηται,
Ταῦτα λόγοις ὁ Πλάτων’ · ἔργοις δὲ πολὺ πρότερον
οἶ παρ’ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται
τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι
ὄντες ὡς ἀδικώτατοι “ ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν
φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς καὶ
αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπη-
λαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.”
καὶ οἶ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν
ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν
ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων “ θέατρον
ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ”
καὶ “ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν
καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα
καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι
ἀνεχόμεθα , δυσφημούμενοι παρακαλοῦμεν · ὡς
περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”
ἀλλὰ καὶ
εἰσέτι δεῦρο οἶ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες
δὴ κατέλεξεν ὁ Πλάτων’ πεπόνθασιν· ἐπεὶ καὶ ἐμα-
στιγώθησαν , δεσμά τε καὶ στρέβλας ὑπέμειναν , καὶ
μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ , καὶ τέλος πάντα
τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα
παρ’ Ἓλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις , ὡς εἰκότως
τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἓτερον ἢ θεσπίσαι
διὰ τούτων περὶ τῶν παρ’ ἡμῖν διαπρεπόντων ἐν
Μώσεως κατά τινας ἀπορρήτους λόγους ἐν
ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως θεοῦ τινα παράδει-
σον γεγονέναι φάντος, κἀν τούτῳ τὸν ἄνθρωπον
ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἂντικρυς
ἐπάκουσον οἶα ἐν Συμποσίῳ καὶ αὐτὸς ἀλληγορῶν
τέθεικεν, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον
Δῖός ὀνομάσας , ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐ-
τοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑπο-
θέμενος , ἀντὶ δὲ τοῦ πρώτου ἀνδρὸς , ὃν ἡ τοῦ θεοῦ
μῆτίς τε καὶ πρόνοια υἱὸν ὃσπερ ἀρτιγενῆ προυβέβλητο,
υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας , ἀντὶ δὲ τοῦ
φάναι, ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος, ὅτε ἐγένετο
ἡ Ἀφροδίτη, εἰπὼν, οὕτω τὸν κόσμον ἀλληγορήσας
τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ’ οὖν αὐτοῖς
ῥήμασι τάδε
“ Ὃτε ἐγένετο ἡ Ἀφροδίτη , εἱστιῶντο οἶ θεοὶ,
οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. ἐπειδὴ
δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷα δὴ εὐωχίας οὔσης,
ἀφίκετο ἡ Πενία , καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος
μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς
τὸν τοῦ Δῖός κῆπον εἰσελθὼν βεβαρημένος εὕδεν. ἡ
οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὐτῆς ἀπορίαν
παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε
παρ’ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. ”
Τοιαῦτα μὲν δή τινα καὶ ἐν τούτοις ὁ Πλάτων’
Πἀλιν εἰρηκότος Μώσεως “ῷ δὲ Ἀδὰμ οὐκ
ἦν βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ θεὸς ἒκστασιν
c ἐπὶ τὸν ‘ Αδὰμ, καὶ ὕπνωσε , καὶ ἔλαβε μίαν τῶν
τὸν λόγον, Ἀριστοφάνει δ’ αὐτὸν, οἷα κωμῳδῷ χλευ-
άζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων, ἀνατίθησιν,
ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων
Δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην
φύσιν καὶ τὰ παθήματα αὐτῆς. ἡ γὰρ πάλαι ἡμῶν
φύσις οὐχ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλὰ ἄλλη. πρῶτον
μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ
νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν
κοινὸν ἀμφοτέρων τούτων, οὑ νῦν ὄνομα λοιπὸν, αὐτὸ
δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος
καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν, τοῦ τε ἄρρενος καὶ
τοῦ θήλεος.”
Εἶθ’ ἐξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων
“ Ταῦτ’ εἰπὼν ὁ παρ’ αὐτῷ Ζεὺς ἔτεμνε τοὺς
ἀνθρώπους δίχα, ὥσπερ οἶ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες
ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν.
ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσω-
πον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς
τὴν τομὴν, ἔνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος
εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέ-
λευεν.
Μώσεως τὸν πρῶτον τῶν γηγενῶν βίον
ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι,
“ Θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθά-
περ νῦν ἄνθρωποι, ζῷον ὂν ἕτερον θειότερον, ἄλλα
γένη φαυλότερα αὐτῶν νομεύουσι. νέμοντος δ’ ἐκείνου
πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν
καὶ παίδων· ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν
μεμνημένοι τῶν πρόσθεν ·) ἀλλὰ τὰ μὲν τοιαῦτα
ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων
βίον, ὠ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου·
τόνδε δ’, ὡς λόγος ἐπὶ Δῖός εἶναι, τὸν νῦν, παρὼν
αὐτὸς ᾔσθησαι.
Πἀλιν Μώσεως ἀναγράψαντος ὅτι ἦν ὁ ὄφις
φρονιμώτερος πάντων τῶν θηρίων, οἷά τε εἶπεν ὁ
ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει, καὶ τὰς ὁμιλίας
τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων’ οἶα γράφει ἐπά-
κουσον
“Eí μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, πα-
ρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως
πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλ’ ’ καὶ θηρίοις διὰ
λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις
εἰ δ’ ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων
διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους,
οἷοι δὴ καὶ τανῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦθ’,
οὕτως γε κατ’ ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα
εὔκριτον. ὅμως δ’ οὖν ταῦτα μὲν ἀφῶμεν, ἴως ἂν
ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἶ τότε τὰς ὁ
ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων
χρείας.”
Μώσης νομοθεσίαν ἀνθρώποις καταβεβλημένος
ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις·
μνημονεύει δὲ τοῦ κατακλυσμοῦ καὶ τοῦ
δρῶν τῶν παρ’ Ἑβραίοις θεοφιλῶν, καὶ τῶν δὲ ἄλλως
ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται,
κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων
ἡγησάμενος ἱστορίαν ἔσεσθαι.
καὶ ὁ Πλάτων’ δὲ
ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν νόμων γραφὴν τὸν
αὐτὸν τῷ Μωρεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν
τῶν Νόμων τῇ κατ’ αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κα-
τακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν
βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων
ἐπάκουσον ἅ φησιν
“‘ Αρ’ οὖν οἱ παλαιοὶ λόγοι ὑμῖν ἀλήθειαν ἔχειν
Ποῖοι δή;
Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς
τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς
βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.
Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.
Φέρε δὴ, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην, τὴν τῷ κατακλυσμῷ γενομένην.
Τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;
῾Ως οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν
ὄρειοί τινες ἂν εἶεν νομεῖς, ἐν κορυφαῖς που σμικρὰ
ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους.
Δῆλον.
Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν
ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι
πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονεικίας,
Εἰκὸς γοῦν.
Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς
θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι.
Θῶμεν.
Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι , καὶ εἴ τι
τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον ἢ πολιτικῆς
ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα
ἐν τῷ τότε χρόνῳ φήσομεν.”
Καὶ μεθ᾿ ἕτερά φησιν
“ Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο
μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου
πλῆθος πάμπολυ.”
Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐπεξέρχεται
βίους τῶν μετὰ τὸν κατακλυσμὸν ἀνθρώπων, εἶθ᾿,
ὥσπερ Μωσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν
ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει,
καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν
εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν
Μώσεως τὴν πᾶσάν αὐτοῦ νομοθεσίαν τήν
θεοῦ ἀναρτήσαντος, ἀπό τε τοῦ πάντων δημιουργοῦ
τὴν καταρχὴν τῆς νομοθεσίας πεποιημένου , ἔπειτα
τῶν θείων ἀγαθῶν ἐξέρχεσθαι τὰ ἀνθρώπινα διδάξαντος,
τά τε θεῖα ἐπὶ τὸν πάντων ἡγεμόνα νοῦν,
αὐτὸν δὴ τὸν τῶν ὅλων θεὸν, ἀναθέντος, θέα ὅπως
καὶ ὁ φιλόσοφος τοῖς αὐτοῖς βαίνων ἴχνεσιν ἐπιμέμφεται
μὲν τοῖς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέ-
ταις, τὸν δ’ ἀρέσκοντα Μωσεῖ νόμον ἐκδιδάσκει, λέγων
“ Πῆ δὴ οὖν σε ἔτ’ ἂν ἐβουλόμην διελόμενον
λέγειν αὐτός τ’ ἀκούειν; βούλει σοι φράζω;
Πάνυ μὲν οὖν, ὦ ξένε.
Ἐχρῆν εἰπεῖν, οἷ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην
διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι
γὰρ ὀρθῶς τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες·
ἅπαντα γὰρ τἀγαθὰ πορίζουσι.
διττὰ
δ’ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἥρτηται
δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται
ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς
ὃ δὴ
πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ
ἕξις, ἐκ δὲ τούτων μετὰ ἀνδρείας κραθέντων τρίτον
ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία. ταῦτα δὲ
πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ
τῷ νομοθέτῃ τακτέον οὕτω.
μετὰ δὲ ταῦτα τὰς
ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας
αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα
εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα
περί τε γάμους ἀλλήλοις
ἐπικοινουμένους, μετὰ δὲ ταῦτα ἐν ταῖς τῶν παίδων
γεννήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι
θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων
μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ
καὶ ἀτιμάζοντα, ἐν ἀπάσαις ταῖς τούτων ὁμιλίαις τάς
τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας
ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον
καὶ παραπεφυλαχότα ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν
δι’ αὐτῶν τῶν νόμων.”
Καὶ μετὰ βραχέα φησί
“ Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους πᾶσι τούτοις
φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ
δι’ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα ξυνδήσας
ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ,
ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ.
οὕτως, ὠ
τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος , οὓς Μίνως τε καὶ
Λυκοῦργος ἐθέτην , ἔνεστί τε πάντα ταῦτα, καὶ ὅπη
Καὶ παρ’ ἡμῖν δὲ εἴρηται “ζητεῖτε πρῶτον τὴν
βασιλείαν καὶ τὴν δ’ ἴκα ἰὸς ύνην, καὶ πάντα ταῦτα
προστεθήσεται ὑμῖν.” ἀλλὰ καὶ Μώσης πολὺ πρότερον
βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας
καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια
διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν,
τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης
ἰόντας.
“ Λέγω οὖν καί φημι τὸν ὁτιοῦν ἀγαθὸν
τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδικῶν οἰκοδομημάτων
οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν
ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο
ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε
κεφάλαιον δὴ
παιδείας λέγομεν τὴν ὀρθὴν τροφὴν, ἣ τοῦ παίζονΛέω
Καὶ τοῦτο προλαβὼν Μωσῆς ἐνομοθέτησεν
εἰπὼν “καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί
σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ
ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.” ὃ δὴ
καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς
ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν
ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι
πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.
“ Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν
ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές
τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον
ἡμῶν ὄντα τινὰ, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε
εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τινῶν
πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι
ἐπιστάμενον μετὰ δίκης.
ταύτην τὴν τροφὴν ἀφο-
ρισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ’
ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς
ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε
εἶναι καὶ ἀνελεύθερον, καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν
καλεῖσθαι.
ἡμεῖς δὲ μηδ’ ἐν ὀνόματι διαφερώμεθα .
αὐτοῖς, ἀλλ’ ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογη-
θεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν
ἀγαθοὶ γίνονται, καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ
Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει
“ Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον
παισὶν ἀρετὴν, ἡδονὴ δὲ καὶ φιλία καὶ λύπη καὶ μῖσος
συμφωνήσωσι τῷ λόγῳ, ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν
προσηκόντων ἐθῶν· αὕτη ἔσθ᾿ ἡ συμφωνία ξύμπασα
μὲν ἀρετὴ, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον
αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν
εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν,
τοῦτ᾿ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν
προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.”
Ταῦτα ὁ Πλάτων’. προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ
ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν
διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί “δεῦτε τέκνα
ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς
ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν
ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ
χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ,
καὶ, ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον
καὶ ὁ Σολομῶν ὁμοίως “ἀκούσατε”
φησὶ “παῖδες παιδείαν πατρός. δῶρον γὰρ ἀγαθὸν
δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνησθε.”
καὶ πάλιν “ κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν,
μὴ ἐπιλάθῃ.” καὶ “ εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν
τὴν ἡλικίαν προσήκοντα.
Τοῦ θείου χρησμοῦ φήσαντος Μωσεῖ “ ὅρα,
ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν
τῷ ὄρει” τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος
οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων”,
εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων
“ Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν
κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται·
διαβολὴ δὲ ἐν πᾶσι πολλή.
Παντάπασι μὲν
οὖν. Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται, ἃ
ἐκεῖ ὁρᾷ, μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ
δημοσίᾳ τιθέναι, καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα
Ἀλλ’ ἐὰν δὴ αἴσθωνται
οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν,
χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν
ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε
πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι
χρώμενοι ζωγράφοι;
Οὐ χαλεπανοῦσιν,
ἦ δ’ ὃς, ἐάν περ αἴσθωνται. Ἀλλὰ δὴ τίνα λέγεις
τρόπον τῆς διαγραφῆς; Λαβόντες, ἦν δ’ ἐγὼ, ὥσπερ
ἀλλ’
οὖν οἶσθ’ ὅτι τούτω ἂν εὐθὺς τῶν ἄλλων διενέγκαιεν,
τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν
ἅψασθαι, μηδὲ γράφειν νόμους, πρὶν παραλαβεῖν καθαρὰν,
ἢ αὐτοὶ ποιήσαι.
Καὶ ὀρθῶς γε, ἔφη. Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας; Τί μήν;
Ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι
τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα
τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖνο αὖ τὸ ἐν τοῖς ἀνθρώποις,
ἐμποιοῖεν ξυμμιγνύντες τε καὶ κεραννύντες ἐκ τῶν
ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπ’ ἐκείνου τεκμαι-
ρόμενοι, ὃ δὴ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις
ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον.
Ὀρθῶς. ἔφη. Καὶ τὸ μὲν ἂν, οἶμαι, ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, ἴως ἂν ὅτι μάλιστα τὰ ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν.
“ Δοκεῖ μοι τρίτον ἢ τέταρτον ὁ λόγος εἰς
ταὐτὸν περιφερόμενος ἥκειν, ὡς ἄρα παιδεία μέν
ἵν’ οὖν ἡ ψυχὴ τοῦ πατδὸς
μὴ ἐναντία χαίρειν καὶ λυπεῖσθαι ἐθίζηται τῷ
νόμῳ καὶ τοῖς ὑπὸ τοῦ νόμου τεθειμένοις, ἀλλὰ ξυνέπηται
χαίρουσά τε καὶ λυπουμένη τοῖς αὐτοῖς οἷσπερ
πρὸς τὴν τοιαύτην ἣν λέγομεν συμφωνίαν ἐσπουδαΔοκεῖ
οἶς μέλει τούτων, τὴν δὲ τῶν πονηρῶν ἐν ἀηδέσιν,
ἔνα τὴν μὲν ἀσπάζωνται, τὴν δὲ μισεῖν ὀρθῶς ἐθίζωνται.
ταὐτὸν δὲ καὶ τὸν ποιητικὸν ὁ ὀρθὸς
τε καὶ ἀνδρείων καὶ πάντως ἀγαθῶν ἀνδρῶν ἔν τε
ῥυθμοῖς σχήματα καὶ ἐν ἁρμονίαισι μέλη ποιοῦντα
ὀρθῶς ποιεῖν.”
Εἰκότως ἄρα καὶ παρ’ ἡμῖν τὰς ὑπὸ τῶν θείων
προφητῶν πεποιημένας ᾠδὰς καὶ τοὺς εἰς θεὸν ὕμνους
μελετᾶν οἶ παῖδες ἐθίζονται.
“Τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν
ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ
ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ
ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ.
καὶ
ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης
πράττοι καὶ κτῷτο, καὶ δὴ
ἄδικος δὲ ὢν μήτε τολμῴη ὁρῶν φόνον αἱματόεντα
λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον
δὲ κάλλος, τρίτον δὲ πλοῦτος· μυρία δὲ ἄλλα
ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ
πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν,
ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ,
καὶ τὸ δὴ τέλος ἀπάσης μακαριότητος εἶναι τὸ πάντα
ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα.
ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς
ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν
ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα,
ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ
τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον
μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον
ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν
δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δὲ, ἐὰν
ταῦτα
δὴ λέγειν οἶμαι τοὺς παρ’ ὑμῖν ποιητὰς, ἅπερ ἐγὼ,
πείσετε καὶ ἀναγκάσετε, καὶ ἔτι τούτοις ἑπομένους
ῥυθμούς τε καὶ ἁρμονίας ἀποδόντας παιδεύειν οὕτω
τοὺς νέους ὑμῶν. ἡ γὰρ ὁρᾶτε; ἐγὼ μὲν γὰρ λέγω
σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι,
τοῖς δὲ δικαίοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν
ἀγαθοῖς ὄντως ἀγαθὰ, τοῖς δὲ κακοῖς κακά. ὅπερ
οὖν ἠρόμην, ἆρα ξυμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς, ἢ
πῶς; ”
Οὐ πόρρω ταῦτα τυγχάνει τῶν τοῦ Δαβὶδ
ψαλμῶν, οὓς προλαβὼν θείῳ πνεύματι συνέταξε δι’
ᾠδῶν καὶ ὕμνων τίς μὲν ὁ ἀληθῶς μακάριος, τίς δὲ
ὁ τούτῳ ἐναντίος παιδεύσας. ἐντεῦθεν γοῦν αὐτῷ
δ’ ἂν εὕροις ἕκαστα τῶν εἰρημένων τῷ φιλοσόφῳ
“ Νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὕπερ
τοῦτο δ’ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον
ἐννοίας, ὅτι δυνατὸν ἄρα ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι
βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα
φύσει παρεχόμενα. τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς
ἀνδρὸς ἂν εἴη.”
Εἰκότων ἄρα καὶ παρ’ Ἑβραίοις νενομοθέτητο
μηδὲ ἄλλους ὕμνους καὶ ᾠδὰς ἐν ταῖς θείαις διδασκαλίσις
ἀποδέχεσθαι ἢ τὰς ὑπὸ τοῦ θείου πνεύματος
ᾀδόμενα τρόπῳ.
“ Συγχωρῶ γε τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς
πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ
μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι
μοῦσαν καλλίστην, ἥτις τοὺς βελτίστους καὶ ἱκαΝομοθετικον
διὰ ταῦτα
δὲ ἀρετῆς φαμὲν δεῖσθαι τοὺς τούτων κριτὰς, ὅτι τῆς
τε ἄλλης μετόχους αὐτοὺς εἶναι δεῖ φρονήσεως καὶ
δὴ καὶ τῆς ἀνδρείας.
οὔτε γὰρ παρὰ θεάτρου δεῖ
τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον
ὑπὸ τοῦ θορύβου τῶν πολλῶν καὶ τῆς
αὐτοῦ ἀπαιδευσίας, οὔτ’ αὖ γιγνώσκοντα δι’ ἀνανδρίαν
καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὑπερ τοὺς
θεοὺς ἐπεκαλέσατο, μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον
δεαταῖς.“
Καὶ παρ’ Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους
ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους
λόγους καὶ τἀς ἐνθέους ᾠδὰς, ἀλλ’ ἦσαν
βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος
διακριτικοῦ τῶν λεγομένων, οἶς καὶ μόνοις
“Καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, ὁ
τὴν τῷ τοῦ Διονύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλως
λεγομένην, εἰς δύναμιν εἴρηκε. σκοπώμεθα
δὴ εἰ τοῦθ’ οὕτω γέγονε. θορυβώδης μέν που ὁ
ξύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προιούσης τῆς πόσεως
ἔτι μᾶλλον ἀεὶ ξυμβαίνει γενόμενος, ὅπερ ὑπεθέμεθα
κατ’ ἀρχὰς ἀναγκαῖον εἶναι γίνεσθαι περὶ
τῶν νῦν λεγομένων.
Ἀνάγκη.
Πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται
καὶ γέγηθέ τε καὶ παρρησίας ἐμπίμπλαται καὶ ἀνηκουστίας
Τί μήν ;
Οὐκοῦν ἔφαμεν, ὅταν γίνηται ταῦτα, καθάπερ
παιδεύειν τε καὶ πλάττειν, καθάπερ ὅτ’ ἦσαν
νέαι;
τοῦτον δὲ εἶναι τὸν πλάστην τὸν αὐτὸν,
ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἷναι
δεῖ συμποτικοὺς, δυναμένους τὸν εὔελπιν καὶ θαρ-
ραλέον ἐκεῖνον γινόμενον καὶ ἀναισχυντότερον τοῦ
δέοντος, καὶ οὐ θέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς
τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν.
Ἔστι ταῦτα.
Τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας.”
Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ’ ἡμῖν φυλάκων ἐπιμελομένων.
Εἰ μέν τις πόλις, ὡς οὔσης σπουδῆς, τῷ
μηχανωμένη , τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις
χρηστέον· εἰ δ᾿ ὡς παιδιᾷ τε, καὶ ἐξέσται τῷ βουλομένω,
καὶ ὅταν βούληται, καὶ μεθ᾿ ὧν ἂν βούληται,
πίνειν μετ᾿ ἐπιτηδευμάτων ὡντινωνοῦν ἄλλων, οὐκ
ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτὲ μέθῃ
χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλ᾿
ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας
προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα
ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος,
ἀλλ᾿ ὑδροποσίαις συγγίνεσθαι τοῦτον τὸν χρόνον
ἅπαντα , καὶ κατὰ πόλιν μήτε δοῦλον μήτε δούλην
γεύεσθαι μηδέποτε, μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν
ὃν ἂν ἄρχωσι, μηδ᾿ αὖ κυβερνήτας μηδὲ δικαστάς
ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν, μηδὲ
συνέρχεται, μηδέ γε μεθ᾿ ἡμέραν μηδένα τὸ παράπαν,
εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ᾿ αὖ νύκτωρ,
ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή.
καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι, ὡς τοῖς νοῦν τε
καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος, ὥστε κατὰ
τὸν λόγον τοῦτον οὐδ᾿ ἀμπελώνων ἂν πολλῶν δέοι
οὐδ’ ᾗτινι πόλει, τακτὰ δὲ τἄλλα ἂν εἴη γεωργήματα
καὶ πᾶσα ἡ δίαιτα.”
Καὶ Μωσῆς δὲ προλαβὼν μὴ δεῖν τοὺς ἱερέας
οἴνου ἀπογεύεσθαι κατὰ τὸν τῆς ἱερουργίας καιρὸν,
νομοθετεῖ φάσκων “καὶ ἐλάλησε κύριος τῷ Ἀαρὼν,
λέγων, οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἷ υἱοί
σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθ᾿ εἰς τὴν σκη-
μὴ πινέτωσαν, ἔνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας
καὶ τῶν πόνων. καὶ ὁ ἀπόστολος δὲ νόσων
ἕνεκα ἐπιτρέπει Τιμοθέῳ λέγων “ ὀλίγῳ οἴνῳ χρῶ
διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.”
“ Εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεως
τις ἀνάγκη ἐπιμεληθῆναι ἢ γέγονεν ἐν τῷ ἀπείρῳ
τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἐστιν ἔν τινι βαρ-
βαρικῷ τόπῳ, πόρρω που ἐκτὸς ὄντι τῆς ἡμετέρας
ὄψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι
τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία,
“ Αὐτῷ δὲ πρὸς ἑαυτὸν πότερον ὡς πολεμίῳ
πρὸς πολέμιον διανοητέον, ἢ πῶς ἔτι λέγομεν;
Ω ξένε Ἀθηναῖε, οὐ γάρ οὐ ἐθέλοιμ’
ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας
ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι·) τὸν γὰρ
λόγον ἐπ’ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίηΕἰ
Πῶς εἴρηκας, ὠ θαυμάσιε;
Κἀνταῦθα, ὠ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.”
Καὶ μεθ’ ἕτερα τούτοις προστίθησι λέγων
Οὐκοῦν ἔνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;
Ναί.
Δύο δὲ κεκτημένον ἐν αὑτῷ ξυμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;
Ἐστι ταῦτα.
Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων,
ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅ τί ποτ’ αὐτῶν ἄμεινον
ἢ χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος
ἐπωνόμασται.”
Καὶ ἐξῆς φησιν
“ Τόδε δ’ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον
νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμὰς καὶ
ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ ἐναντίας
πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται.
μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον
ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν
τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δ’ εἶναι τὴν τοῦ
λογισμοῦ καλοῦ μὲν ὄντος, πράου τε καὶ οὐ βιαίου,
δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγὴν, ὅπως ἂν ἐν
ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. καὶ οὕτω
δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωσμένος
ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω
πόλιν δὲ ἢ παρὰ θεῶν τινὸς ἢ παρ’ αὐτοῦ τούτου
γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην,
αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν·
οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον
ἂν εἴη.”
Καὶ παρ’ ἡμῖν ὁ θεῖος τὰ ὅμοια διδάσκει λόγος
τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς
μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός
μου.’ καὶ πάλιν “ μεταξὺ ἀλλήλων τῶν λογισμῶν
κατηγορούντων, ἢ καὶ ἀπολογουμένων,” ὅσα τε ἄλλα
τούτοις παραπλήσια.
“ Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα τοῦ σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.
Πάνυ μὲν οὖν.
Τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος.
Ἀνάγκη.
Ἄρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον,
θήσομεν αἰτίαν; ”
Καὶ ταῦτα δὲ ἀπὸ τοῦ δεκάτου τῶν Νόμων προκείδθω.
συνᾴδει δὲ αὐτοῖς ὁ Μώσης πολλάκις ἐν
τοῖς νόμοις εἰπὼν “ καὶ ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ποιήσῃ
πλημμέλημα·” καὶ ὅσα τούτοις ἐμφερῶς εἴρηται παρ’
ἀυτῶ.
Τῆς παρ’ Ἑβραίοις γραφῆς περὶ τοῦ
περὶ τῶν θεοφιλῶν προφητῶν, ὡς ἄρα δι’ ἀκρότητα
φιλοσοφίας ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις διῆγον,
φιλοσοφοῦντος διεξιών
“ Λέγωμεν δὴ, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ,
περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως
διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που ἐκ
νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδὸν,
οὐδὲ ὅπου δικαστήριον, ἢ βουλευτήριον, ἤ τι κοινὸν
εὖ δὲ ἢ κακῶς τί
γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστιν ἐκ προγόνων
γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν
λέληθεν ἢ οἶ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ
ταῦτα πάντα οὐδ’ ὅτι οὐκ οἶδεν οἶδεν· οὐδὲ γὰρ αὐτῶν
ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν , ἀλλὰ τῷ ὄντι τὸ
σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ ·
ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ
οὐδὲν, ἀτιμάσασα πανταχῆ πέταται, κατὰ Πίνδαρον,
τά τε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα,
φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν
ἐγγὺς οὐδὲν ἑαυτὴν συγκαθιεῖσα.
Πῶς τοῦτο λέγεις, ὢ Σώκρατες;
Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὠ Θεόδωρε,
καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ Θρᾷττά τ’ ἲς
ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται,
ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ
ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ
διάγουσι. τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον
καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει,
ἀλλ’ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα.
τί δέ ποτ’ ἐστὶν ἄνθρωπος, καὶ τί τῇ τοιαύτῃ φύσει
προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν, ζητεῖ
τε καὶ πράγματα ἔχει διερευνώμενος. μανθάνεις
γάρ που, ὠ Θεόδωρε, ἢ οὔ;
Ἔγωγε, καὶ ἀληθῆ λέγεις.
Τοιγάρτοι, ὠ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος
ἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον,
ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ
τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι,
γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις, ἀλλὰ καὶ τῷ
ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων
ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινὴ, δόξαν
ἀβελτερίας παρεχομένη.
ἴν τε γὰρ ταῖς λοιδορίαις
ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς
κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι·
τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαξόμενον
ἔνα τῶν νομέων, οἷον συβώτην ἢ ποιμένα ἤ τινα
βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ
βδάλλοντα· δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον
ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς·
ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας
οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον
γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον.
γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ, ὅστις
τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός
τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν
ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν
ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν
ἀεὶ βλέπειν, οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων
μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς
πεντηκοστὸς ἀπ’ αὐτοῦ γελᾷ, οὐ δυναμένων λογίζεσθαί
τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν.
ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν
Παντάπασι τὰ γιγνόμενα λέγεις, ὠ Σώκρατες.
Ὅταν δέ γε τινὰ αὐτὸς, ὦ φίλε, ἑλκύσῃ ἄνω,
καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ, τί ἐγώ σε
ἀδικῶ ἢ σὺ ἐμέ,. εἰς σκέψιν αὖ τῆς δικαιοσύνης τε
καὶ ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων
ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ εἰ βασιλεὺς
εὐδαίμων κεκτημένος τε αὖ πολὺ χρυσίον, ἢ βασιλείας
d πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ
ἀθλιότητος ἐπίσκεψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα
τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι
αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν· περὶ πάντων τούτων ὅταν
αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν
καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ
παρέχει, οὐδ’ ἄλλῳ ἀπαιδεύτῳ οὐδενὶ, οὐ γὰρ αἰσθάνονται,
τοῖς δ’ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι
πᾶσιν.
οὗτος δὴ ἑκατέρου τρόπος, ὠ Θεόδωρε,
ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει
δοκεῖν καὶ οὐδενὶ εἶναι, ὅταν εἰς δουλικὰ ἐμπέσῃ
ἐπὶ δεξιὰ ἐλευθέρως, οὐδ’ ἁρμονίαν λόγων
λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων
βίον ἀληθῆ.
Εἰ πάντας, ὠ Σώκρατες, πείθοις ἃ λέγεις
ὥσπερ ἐμὲ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατ’
ἀνθρώπους εἴη.
Ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατὸν, ὠ Θεό-
δωρε· ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη·
οὔτ’ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν
φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης.
διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν
ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν·
ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι.
ἀλλὰ γὰρ, ὠ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι
μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν
τὸ μὲν ἐπιτηδευτέον, τὸ δ’ οὒ, ἔνα δὴ μὴ κακὸς καὶ
ἵνα ἀγαθὸς δοκῆ εἶναι.
ταῦτα μὲν γάρ ἐστιν ὁ
λεγόμενος γραῶν ὕθλος, ὧς ἐμοὶ φαίνεται· τὸ δὲ
ἀληθὲς ὧδε λέγομεν. θεὸς οὐδαμή οὐδαμῶς ἄδικος,
ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἐστιν αὐτῷ
ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος.
περὶ τούτου καὶ ἡ ὡς ἀληθῶς δεινότης
ἀνδρὸς καὶ ἡ οὐδένειά τε καὶ ἡ ἀνανδρία.
ἡ μὲν
γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινὴ, ἡ δὲ
ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δ’ ἄλλαι δεινότητές
νότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς
δυναστείαις γιγνόμεναι φορτικαὶ, ἐν δὲ τέχναις
ἀγάλλονται γὰρ τῷ ὀνείδει,
καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως
ἄχθη 5 ἀλλ’ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους.
Τίνα δὴ λέγεις;
Παραδειγμάτων, ὠ φίλε, ἐν τῷ ὄντι ἑστώτων,
τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου,
οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός
ἂν δὲ εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλ-
λαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς
ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται,
ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα διαγωγῆς ἀεὶ
ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν
ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.
Καὶ μάλα δὴ, ὠ Σώκρατες.
Οἶδά τοι, ὠ ἑταῖρε. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν,
ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι
περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν
χρόνον ὑπομεῖναι, καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε
Καὶ παρ’ ἡμῖν περὶ πάσης τῆς ἐν ἀνθρώποις
τούτου μωρία παρὰ τῷ θεῷ ἐστί. γέγραπται γὰρ,
ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν
συνετῶν ἀθετήσω. ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ
συζητητὴς τοῦ αἰῶνος τούτου ;”
ἀλλὰ καὶ περὶ τοῦ
δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ θεὸν φιλοσοφοῦντας
διδασκόμεθα ἐν οἷς εἴρηται “σκοπούντων
ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα·
τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα
αἰώντα.”
καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν
τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.’
καὶ “ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.” λέγει δὲ καὶ
ὁ προφήτης ‘’ ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται
ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι.
περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν θεὸν φησὶν
ὁ Μώσης “ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ, καὶ
πρὸς αὐτὸν κολληθήσῃ. ” ὁ δ’ αὐτὸς μιμεῖσθαι τὸν
δίκαιον δὲ καὶ ὁ Δαβὶδ
τὸν θεὸν εἰδὼς ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι
παρορμῶν φησι “δίκαιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.”
ὁ δ’ αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε
λέγων πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
καὶ”μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν
πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ · ὅτι οὐκ ἐν τῷ
ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται
αὐτῷ ἡ δόξα αὐτοῦ.”
ἀλλὰ μηδὲ τὰς ἐν
“ Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος,
εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ’
ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ’
ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου
ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον
μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ’ ἑκόντας πάντας
πάντα τὰ δίκαια;
Καλὸν μένη ἀλήθεια, ὠ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. ”
Μυρία δ’ ἂν εὕροις τοιαῦτα καὶ ἔν ταῖς Ἑβραίων
ἢ ὀργιζομένου, ἤ τισιν ἄλλοις ἀνθρωποπαθέσιν ἐνεχομένου
ἐπ’ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου
παρειλημμένα.
Ἄρ’ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογειται;
Τοῦ πέρι;
Τὸ δεῖν πάντα ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ
δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην
καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ’ ἀπληστίαν
εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν.
Πῶς δ’ οὐκ ἂν ὁμολογοῖτ’ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;”
Καὶ ἐν τῷ πέμπτῳ δὲ τῆς Πολιτείας ὅμοια τούτοις γράφει τάδε λέγων
“Οἶσθά τι οὖν ὑπ’ ἀνθρώπων μελετώμενον, ἐν
ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως
ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογῶμεν τήν τε
ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ
ἑψημάτων θεραπείαν, ἐν οἶς δή τι δοκεῖ τὸ γυναικεῖον
γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπου
ἡττώμενον;
Ἀληθῆ ἔφη, λέγεις, ὅτι πολὺ
κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ
γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτόυς
εἰς πολλά· τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν
ἄρα ἐστὶν, ὠ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων
γυναικὸς διότι γυνὴ, οὐδ’ ἀνδρὸς , διότι ἀνὴρ,
ἀλλ’ ὁμοίως διεσπαρμέναι αἶ φύσεις ἐν ἀμφοῖν τοῖν
ζῴοιν , καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων
κατὰ φύσιν, πάντων δὲ ἀνὴρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον
γυνὴ ἀνδρός.
Πάνυ γε. Ἤ οὖν ἀνδράσι
πάντα προστάξομεν, γυναικὶ δὲ οὐδέν; Καὶ πῶς;
Ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρικὴ,
ἡ δ’ οὒ, καὶ μουσικὴ, ἡ δ’ ἄμουσος φύσει. Τί μήν;
Καὶ γυμναστικὴ δὲ ἄρα οὐδὲ πολεμικὴ, ἡ δὲ ἀπόλεμος
καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ;
φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδὴς, ἡ δὲ
ἄθυμός; Ἔστι καὶ ταῦτα.
Ἔστιν ἄρα καὶ φυλακικὴ γυνὴ, ἡ δ’ οὔ· ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα., τοιαύτην μὲν οὖν.
Καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς
φυλακὴν πόλεως, πλὴν ὅσῳ ἀσθενεστέρα, ἡ δὲ ἰσχυροτέρα
ἐστί. Φαίνεται. Καὶ γυναῖκες ἄρα αἶ τοιαῦΟἶσθά
Εἰκότως ἄρα καὶ ὁ παρ᾿ ἡμῖν λόγος ὐποδέχεται
Πᾶν γένος οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν,
Οὐδ᾿ ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων
Καὶ ῾Ελλήνων, εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν.
“Σκεψώμεθα δὴ πη τῇδε. Φέρε, εἴ τις
Αἰγῶν τροφὴν καὶ τὸ ζῷον αὐτὸ, κτῆμα ὡς ἔστι
Καλὶν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὰς
Νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας
Κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν
ἀρχόντων ἰδὼν οὔτων μέμφοιτο, τὸν τοιούτου
ψόγον ἡγούμεθα ὐγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;
Τί δὲ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν,
ᾗ πέφυκέ τε εἶναι ἄρχων μετ᾿ ἐκείνου τε ὠφέλιμός
ἐστιν· ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτὲ ὀρθῶς αὐτὴν
ἑαυτῇ κοινωνοῦσαν μετ᾿ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον
ἢ μετὰ κακῶν ἀρχόντων ξυνοῦσαν· οἰόμεθα δή
ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν
χρηστόν τι ψέξειν ἢ ἐπαινεῖσθαι;
Οὐ δὴν χρὴ καὶ παρ᾿ ἡμῖν εἴ τινες φαίνοιντο Δίχα προστάτου καὶ ἄρχοντος, ἢ μετὰ κακῶν ἀρχόντων Δρῶντες καὰ ψέγειν τὸ πᾶν ἡμῶν διδασκαλεῖον, Μᾶλλον δὲ ἀπὸ τῶν ὀρθῶς μετιόντων τὸ θεοσεβὲς Πολίτευμα θαυμάζειν.
Ἐν ταῖς Παροιμίαις Σολομῶνος συντόμως
ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων
ἐν τῷ ἑβδόμῳ τῶν Νόμων·
Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου
κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ
καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες,
ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.
Πῶς δ’ οὔ;
Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις
τιμᾶν οὐκ ἀσφαλὲς, πρὶν ἂν ἅπαντά τις τὸν βίον
διαδραμὼν τέλος ἐπιστήσηται καλόν. ταῦτα δὲ πάντα
ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ
ἀγαθαῖς διαφανῶς γενομένοις.”
Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων’ ἐν δ’ Πολιτείας φησίν
“Ἕτερα δὲ, ὡς ἔοικε, τοῖς φύλαξιν εὑρήκαμεν, ἃ
παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ
καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.”
Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.
Πἀλιν Μώσεως ἐν τοῖς νόμοις φάντος
“ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα φοβείσθω· καὶ,
τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι
“ Πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχὰς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας.”
Καὶ πάλιν ἐν ἑτέρῳ φησὶ
“Πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ λόγῳ. τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν ἄρρενα ἢ θῆλυν νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω. ”
Μώσεως ἐν τοῖς νόμοις ἀπαγορεύσαντος Ἑβραίοις Ἑβραίους δουλεύειν, καὶ φήσαντος “ ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἒξ ἔτη δουλεύσει σοί· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον” καὶ ὁ Πλάτων’ ὁμοίως ἐν Πολιτείᾳ φησί
“ Μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτοὺς, τοῖς τε ἄλλοις Ἔλλησιν οὕτω ξυμβουλεύειν; Πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν τ’ ἂν οὖν. οὕτω πρὸς βαρβάρους τρέποιντο, ἑαυτῶν δὲ ἀπέχοιντο.”
“Μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε
οἰκείου πολίτου γείτονος μήτε ὁμοτέρμονος, ἐν ἐσχατιαῖς
Καὶ ἐξῆς φησιν
‘Ὅς δ’ ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος, ὑπερβαίνων
τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς
δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος
διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτισάτω τῷ βλαφθεντι.”
“Ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας
παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τις τινὶ
Μώσεως νόμου φάντος “ ἐὰν κλέψῃ τις μόσχον,
ἢ πρόβατον, καὶ σφάξῃ αὐτὸ, ἢ ἀποδῶται,
ὄνου ἴως προβάτου ζῶντα διπλὰ ἀποτίσει” ἐπάκουσον
ὡς καὶ ὁ Πλάτων’ τούτοις ἕπεται λέγων
“ Κλέπτῃ δὲ, ἐάν τε μέγα ἐάν τε μικρὸν κλέπτη
τις, εἷς αὖ νόμος ἐπικείσθω καὶ μία δίκης τιμωρία
σύμπασι. τὸ μὲν γὰρ δὴ κλαπὲν χρεὼν διπλάσιον
πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην
καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τοῦ
κλήρου, ἐὰν δὲ μὴ, δεδέσθαι ἴως ἂν ἐκτίσῃ ἢ πείσῃ
τὸν καταδικασάμενον.”
Πάλιν Μώσεως φάντος “ ἐὰν δὲ ἐν τῷ διορύγματι
εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ
ἔστιν αὐτῷ φόνος, συνᾴδει κἀν τούτῳ λέγων ὁ Πλάτων
“Νύκτωρ φῶρα εἰς οἰκίαν ἰόντα ἐπὶ κλοπῇ χρημάτων
ἐὰν ἑλὼν κτείνῃ τις, ἔστω καθαρός· καὶ ἐὰν
λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω.
Ἐὰν δὲ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ
Ταῦτα ὁ Πλάτων’. ὁ δὲ Μώσης προλαβών φησιν
“ ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάηῃ,
λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται
τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος
ἔσται.
Τῆς προφητικῆς γραφὴς λεγούσης υἱὲ ἀν-
θρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι
χαλκὸς καὶ σίδηρος καὶ μόλιβδος καὶ κασσίτερος
εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτοὺς πῦρ,
τοῦ χωνευθῆναι” καὶ ὁ Πλάτων’ ὡσαύτως ἐπάκουσον
ἁ φησιν
“ Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. ἐσμὲν
γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν
καὶ τοῖς ἄλλοις δημιουργοῖς.
ἅτε οὖν ξυγ- γενεῖς ὄντες ἅπαντες, τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ’ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν, καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔκγονον, καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕτως.
τοῖς οὖν ἄρχουσι
σφέτερος ἔκγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται,
εἰς φυλακὴν, τοὺς δ’ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ
ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ
σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. τοῦτον
Τῆς παρ’ Ἑβραίοις προφητείας φασκούσης
πρὸς τοὺς προεστῶτας τοῦ πλήθους “ὠ ποιμένες
Ἰσραὴλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα
βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε,
τὰ πρόβατά μου οὐ βόσκετε · καὶ τὸ ἀπολωλὸς οὐκ
ἐζητήσατε, καὶ τὸ συντετριμένον οὐ κατεδήσατε, καὶ
τὸ πλανώμενον οὐκ ἐπεστρέψατε·” ἀλλὰ καὶ τοῦ σωτηρίου
λόγου φάσκοντος “ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν
αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς
καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστιν ἴδια τὰ πρόβατα,
καταλείπει αὐτά”, ἐπάκουσον καὶ τοῦ Πλάτωνος ἐν
τῷ πρώτῳ τῆς Πολιτείας ὅπως ποτὲ ταῦτα διερμηνευει
“ Νῦν δὲ ὁρᾷς, ὠ Θρασύμαχε , ἔτι γὰρ τὰ ἐμπροδθεν
ἐπισκεψώμεθα, ὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν
τὴν εὐωχίαν, ἢ αὖ πρὸς τὸ ἀποδόσθαι, ὥσπερ χρη-
ματιστὴν, ἀλλ’ οὐ ποιμένα. τῇ ποιμενικῇ δ’ οὐ δήπου
ἐνδέῃ τοῦ ποιμενικὴ εἶναι. οὕτω δὴ ᾤμην ἔγωγε νῦν
δὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχὴν,
καθ’ ὅσον ἀρχὴ, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι
ἢ ἐκείνῳ τῷ ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἐν πολιτικῇ
καὶ ἰδιωτικῇ ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν
ταῖς πόλεσι, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει
ἄρχειν;”
Τῆς παρ’ Ἑβραίοις προφητείας λεγούσης
“ ἐκ τοῦ φόβου σου , κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ
ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας” ὁ Πλάτων
ἐν Θεαιτήτῳ τάδε λέγοντα Σωκράτην ποιεῖ
“Πάσχουσι δὴ οἶ ἐμοὶ συγγιγνόμενοι ταὐτὸν ταῖς
τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίπλανται
νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ἐκεῖναι. ταύτην
δύναται.”
Τοῦ προφήτου Ἰεζεκιὴλ φήσαντος” ἐγένετο
ἐπ’ ἐμὲ χεὶρ κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα
ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ,” καὶ ἐξῆς εἰπόντος “καὶ
ἐν τῷ μέσῳ, ὡς ὁμοίωμα τεσσάρων ζῴων. καὶ ἡ ὕραἐν
ἐξ ἀριστερῶν τοῖς τέσσαρσι. καὶ πρόσωπον ἀετοῦ
τοῖς τέσσαρσι,” καὶ ὁ Πλάτων’ ὁμοίως ἄκουσον ἅ
“ Νῦν δὴ, ἔφην, αὐτῷ διαλεγώμεθα, ἐπειδὴ
διωμολογησάμεθα, τό τε ἀδικεῖν καὶ τὸ δίκαια πρᾶτ’
τειν 5 ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. Εἰκόνα
πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων
οἵαν ἔλεγε. Ποίαν τινά; ἦ δ’ ὅς. Τῶν τοιούτων τινὰ,
ἣν δ’ ἐγὼ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι
φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου,
καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι
πολλαὶ εῖς γενέσθαι.
Λέγονται γὰρ, ἔφη. Πλάττε
αὐτοῦ ταῦτα πάντα. Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον·
ὅμως δ’, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων
ὁ λόγος, πεπλάσθω.
Μίαν δὴ τοίνυν ἄλλην
ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον
ἔστω τὸ πρῶτον, καὶ δεύτερον τὸ δεύτερον. Ταῦτ’,
ἔφη, ῥᾴω, καὶ πέπλασται. Σύναπτε τοίνυν αὐτὰ εἰς
ἓν τρία ὄντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. Ξυνῆπται,
ἔφη. Περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς
εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ
τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι,
ἔν ζῷον φαίνεσθαι, ἄνθρωπον.
Περιπέπλασται,
λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη
ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρω
ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ’ ἐᾶν αὐτὰ ἐν αὑτοῖς
δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.
Παντάπασι γὰρ, ἔφη, ταῦτ’ ἂν λέγοι ὁ τὸ ἀδικεῖν
ἐπαινῶν. Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν
φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν
τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος,
c καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται
ὥσπερ γεωργὸς, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασσεύων,
τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, ξύμμαχον ποιησάμενος
τὴν τοῦ λέοντος φύσιν, καὶ κοινῇ πάντων κηδόνενος,
φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ,
οὕτω θρέψει; Κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον
ἐπαίνων.”
Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου καὶ ὁ Πλάτων’ ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὑτοῦ πολιτῶν φυλάξαι νομοθετεῖ, λέγων ὧδε
“ Δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἴσα
μόρια νενεμήσθω. φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπι-
κληρωθεῖσα κατ’ ἐνιαυτὸν παρεχέτω πέντε οἶον ἀγρο-
νόμους τε φυλάρχους.”
Καὶ πάλιν φησί
“ Ταξιάρχους αὐτοῖσι προβάλλεσθαι μὲν τοῦς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον.”
Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον
θαλάσσης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης, πάμφορόν
τε γῆν κεκτημένης, καὶ ὁ Πλάτων’ τοιαύτην τινὰ
εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν
τοῖς Νόμοις. λέγει δὲ ὧδε
“ Τόδε δὲ περὶ αὐτῆς ἐστὶν ὃ βουλόμενος μὰλλον
ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ
Σχεδὸν , ὠ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.
Τί δέ; λιμένες ἆρ’ εἰσὶ κατ’ αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;
Εύλίμενος μὲν οὖν ταύτῃ γε, ὡς δυνατόν ἐστι
Παπαῖ, οἷον λέγεις. τί δέ; περὶ αὐτὴν ἡ χώρα
πότερα πάμφορος, ἢ καί τινων ἐπιδεής;
Σχεδὸν οὐδενὸς ἐπιδεής.
Γείτων δὲ αὐτῆς πόλις ἆρ’ ἔσται τις πλησίον;
Οὐ πάνυ, διὸ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις
εν τῳ τοπῳ γενομενη την χωραν ταυτην ερημον
ἀπείρηασται χρόνον ἀμήχανον ὅσον.
Τί δέ; πεδίων τε καὶ ὀρῶν καὶ ὕλης πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε;
Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.
Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις;
Πάνυ μὲν οὖν.
Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν.
εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος
καὶ μὴ πάμφορος, ἀλλ’ ἐπιδεὴς πολλῶν, μεγάλου
τινὸς ἔδει σωτῆρός γε αὐτῇ καὶ νομοθετῶν θείων
τινῶν 5 εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ
φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον
ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων.
ἐγγύτερον
μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον
εὐλιμενωτέραν φῄς αὐτὴν εἶναι. ὅμως δὲ ἀγαπητὸν
καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρ’
ἑκάστην ἡμέραν ἡδὺ, μάλα γε μὴν ὄντως ἁλμυρὸν
ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς
ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται, τραχεῖα δὲ
οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τ’ εἴη καὶ πάμφορος
ἅμα. τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν
παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν
ἀντεπίμπλατ’ ἄν· οὗ μεῖζον κακὸν, ὡς ἔπος εἰπεῖν,
Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένω
σκεψώμεθα ὅπως τὸν τῆς παρ’ Ἑβραίοις
παιδείας τρόπον δι’ ὧν εἰρήκαμεν ἀποδεξάμενος τὸν
Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς
“Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω, οὐ γάρ μου
κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς
ἄλλους πάντας τοὺς μιμητικοὺς,) λώβη ἔοικεν εἶναι
ἔχουσα περὶ Ομήρου ἀποκωλύει λέγειν.
ἔοικε γὰρ τῶν καλῶν ἀπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. ἀλλ’ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνὴρ, ἀλλ’ ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη.”
Εἶθ’ ἐξῆς ἐπιλέγει
Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λό-
γον Ὅμηρον, μηδὲ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες,
εἰ ἰατρικός τις ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς
μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν
παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ
Ἀσκληπιὸς , ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο,
περὶ δὲ τῶν
πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων
πόλεων, καὶ παιδ·είας πέρι ἀνθρώπων, δίκαιον που
ἐρωτᾶν αὐτὸν πυνθανομένους, ὠ φίλε Ὅμηρε, εἴπερ
μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου
δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ
δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα
βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ
σὲ
δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι
εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς.
Ἀλλ’ οἶα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; Ούδαμῶς τοιοῦτον οὐδέν.
Ἀλλὰ
δὴ, εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς
ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ
συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου
Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως
ἐπὶ τούτῳ ἠγαπήθη, καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον
Οὐδ’ αὖ, ἔφη,
τοιοῦτον οὐδὲν λέγεται. ὁ γὰρ Κρεώφυλος, ὢ Σώκρατες,
ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γε-
λοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα
περὶ Ὁμήρου ἀληθῆ ἐστί.
λέγεται γάρ που ὡς πολλὴ
ἀμέλεια περὶ αὐτὸν ἦν ἐπ’ αὐτοῦ ἐκείνου, ὅτε ἔζη.
Λέγεται γὰρ οὖν, ἦν δ’ ἐγώ. ἀλλ’ οἴει, ὠ Γλαύκων,
εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους
ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι,
ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἄρ’ ἂν πολλοὺς
ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης
καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι
δύνανται τοῖς ἐφ’ ἑαυτῶν παρεστάναι, ἰδίᾳ συγγινόμενοι,
ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὐτῶν οἰκεῖν
οἷοί τε ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς παιδείας
ὅμηρον δὲ ἄρα οἶ
ἐπ’ ἐκείνου, εἴπερ οἷός τε ἦν πρὸς ἀρετὴν ὀνίναι ἀν-
θρώπους , ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων,
καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ,
καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπει-
θον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς
παιδείας μεταλάβοιεν;
Παντάπασιν , ἔφη, δο-
κεῖς μοι, (h Σώκρατες, ἀληθῆ λέγειν. Οὐκοῦν τι-
θῶμεν ἀπὸ Ὀμήρου ἀρξάμενοι πάντας τοὺς ποιητι-
κοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἷναι καὶ τῶν ἄλλων
περὶ ὧν ποιοῦσι, τῆς δ’ ἀληθείας οὐχ ἅπτεσθαι;
ἀλλ’ ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτό-
μον ποιήσει δοκοῦντα εἶναι, αὐτός τε οὐκ ἐπαίων
περὶ σκυτοτομίας, καὶ τοῖς μὴ ἐπαίουσιν , ἐκ τῶν
Πάνυ
μὲν οὖν. Οὕτω δὴ, οἶμαι, καὶ τὸν ποιητικὸν φήσο-
φήσομεν χρώματα ἄττα ἑκάστῳ τῶν τεχνῶν τοῖς ὀνόμασι
καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαίοντα,
ἀλλ’ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λό-
γῶν θεωροῦσι δοκεῖν, ἐάν τε περὶ σκυτοτομίας τι
λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δο-
ἄλλου ὁτουοῦν ’
οὕτω φύσει αὐτὰ ταῦτα μεγά-
λην τινὰ κήλησιν ἔχειν, ἐπεὶ γυμνωθέντα γε τῶν τῆς
Καὶ τούτων δὲ οὕτως ἐχόντων εὖ μοι ἔχειν δο-
κεῖ βραχέα ἄττα τῶν Πλάτωνος διελθεῖν, δι’ ὧν λο-
γικώτερον τὸν περὶ θεοῦ καὶ προνοίας συνίστησι λό-
“Λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα
γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν
φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.
Οὐκοῦν καλῶς.
Εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν.
Πάντως.
Ἔοικε, φασὶ, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα
ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα
τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν
μεγάλων καὶ πρώτων γένεσιν ἔργων πλάττειν καὶ
τεκταίνεσθαι πάντα τὰ σμικρότατα, ἃ δὴ τεχνικὰ πάντες
προσαγορεύομεν.
Πῶς λέγεις;
Ὦδ’ ἔτι σαφέστερον ἐρῶ. πῦρ καὶ ὕδωρ καὶ γῆν
καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασὶ, τέχνῃ δὲ
ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρὰ, καὶ
πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ
ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ ταὐτὰ οὕτως
γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα
ἂν κατ’ οὐρανὸν, καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα,
τέχνην δὲ ὕστερον ἐκ
τούτων ὑστέραν γενομένην, αὐτὴν θνητὴν ἐκ θνητῶν,
ὕστερα γεγεννηκέναι παιδιάς τινας ἀληθείας
οὐ σφόδρα μετεχούσας, ἀλλ’ εἴδωλ’ ἄττα ξυγγενῆ
ἑαυτῶν, οἷα γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις
εἰσὶ συνέριθοι τέχναι. αἴ δ’ εἴ τι καὶ σπουδαῖον
ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι
τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ
ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική. καὶ δὴ καὶ
τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι κοινωνοῦν
φύσει, τέχνῃ δὲ τὸ πολύ. οὕτω δὲ καὶ τὴν νομοθεσίαν
εἶναι τὰς θέσεις.
Πῶς λέγεις;
Θέους, ω μακάριε, πρῶτον εἶναί φασιν οὗτοι
τέχνῃ, οὐ φύσει, ἀλλά τισι νόμοις, καὶ τούτους ἄλλους
ἄλλῃ, ὅπη ἕκαστοι ἑαυτοῖς συνωμολόγησαν νομοθετούμενοι.
καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα
εἶναι, νόμῳ δὲ ἕτερα· τὰ δὲ δὴ δίκαια οὐδ’ εἶναι
τὸ παράπαν φύσει, ἀλλ’ ἀμφισβητοῦντας διατελεῖν
ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ’ ἂν
μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα
τέχνῃ καὶ νόμοις, ἀλλ’ οὐ δή τινι φύσει.
ταῦτ’ ἐστὶν, ὠ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ
νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιητῶν, φασκόντων
εἶναι τὸ δικαιότατον, ὅ τι τις ἂν νικᾶ, βιαζόμε-
νος. ὅθεν ἀσέβειαί τε ἀνθρώποις ἐμπίπτουσιν νέοις,
ὡς οὐκ ὄντων θεῶν οἴους ὁ νόμος προστάττει δια-
νοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα, ἑλκόντων πρὸς
τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστι τῇ ἀληθείᾳ κρα-
Οἶον διελήλυθας, ὠ ξένε, λόγον, καὶ ὅσην λώβην
ἀνθρώπων νέων δημοσίᾳ πόλεσί τε καὶ ἰδίοις
Καὶ μεθ’ ἕτερά φησιν
Ἀλλά γε δὴ πάλιν λέγε μοι, Κλεινία, καὶ σύ·
κοινωνὸν γὰρ δεῖ σε εἷναι τῶν λόγων· κινδυνεύει
γὰρ ὁ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα
πρῶτα τῶν πάντων ἡγεῖσθαι εἶναι, καὶ τὴν φύσιν
ὀνομάζειν ταῦτα αὐτὰ, ψυχὴν δ’ ἐκ τούτων ὕστερον.
ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ’ ὄντως σημαίνειν ταῦτα
ἡμῖν τῷ λόγῳ.
Πάνυ μὲν οὖν.
Ἄρ’ οὖν πρὸς Δῖός οἷον πηγήν τινα ἀνοήτου
χρώμενοι. δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν.
Εὖ λέγεις· ἀλλ’ ὅπη δὴ, πειρῶ φράζειν.
Ἔοικε τοίνυν ἀηθεστέρων ἁπτέον εἶναι λόγων. ”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“ Ψυχὴν, ὠ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν
ὀλίγου ξύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν
Ἀνάγκη.
5
Δόξα δὴ καὶ ἐπιμέλεια καὶ νοῦς καὶ τέχνη
καὶ νόμος σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων
πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ
πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν
πρώτοις, τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς αὐτοὶ
ἐπονομάζουσι, τούτου ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ
τέχνης εἴη καὶ νοῦ.
Πῶς οὐκ ὀρθῶς;
Φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα. εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ οὐδὲ 15 ἀὴρ, ψυχὴ δ’ ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθό τάτα λέγοιτ’ ἂν εἶναι διαφερόντως φύσει. ταῦτ’ ἔσθ’ οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς.
Αληθέστατα λέγεις.
Ἄγε δὴ, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν
ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι
φαίνεται κατὰ τάδε.
ὠ ξένε, ὁπόταν φῇ τις, ἆρα
ἕστηκε μὲν πάντα, κινεῖται δὲ οὐδὲν, ἢ τούτῳ πὰν
τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει;
Τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. Μῶν οὖν
οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούἌγε
Τὰ
τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις,
φήσομεν, ἐν ἐνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν
Ναί.”
Καὶ ἐξῆς ἐπιλέγει
“ Ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα
πάλιν ἡμῖν αὐτοῖσιν. εἰ σταίη πως τὰ πάντα ὁμοῦ
γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι
λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν
γενέσθαι τῶν εἰρημένων;
Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν. ὑπ’ ἄλλου γὰρ οὐ μή ποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ’ ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως.
Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν
τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν
Ἀληθέστατα λέγεις.
Ὁπότε δὴ τοίνυν ἐνταῦθα ἐσμὲν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.
Τὸ ποῖον;
Εὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ
ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ,
τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι;
Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;
Ναί.
Ζῆν· πῶς γὰρ οὔ;
Τί δὲ, ὅταν ψυχὴν ἔν τισι ὁρῶμεν, μῶν ἄλλο ἢ c ταὐτὸν τούτῳ ζῆν ὁμολογητέον;
Οὐκ ἄλλο.
Ἔχε δὴ πρὸς Δῖός· ἆρ’ οὐκ ἂν ἐθέλοις περὶ εκαστον τρία νοεῖν;
Πῶς λέγεις;
Ἓν μὲν τὴν οὐσίαν, ἕν δὲ τῆς οὐσίας τὸν λόγον,
ἐν δὲ τὸ ὄνομα. καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ
ὂν ἅπαν δύο.
Πῶς;
Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον
αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν
προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τὸ τοιόνδε
αὖ βουλόμεθα νῦν λέγειν;
Τὸ ποῖον;
Ἒστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί
τε καὶ ἐν ἀριθμῷ. τούτῳ δὴ τῷ κατ’ ἀριθμὸν
ὄνομα μὲν ἄρτιον, λόγος δὲ ἀριθμὸς διαιρούμενος
εἰς ἴσα δύο μέρη.
Ναί.
Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν
ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι
τοὔνομα ἀποδιδῶμεν, ἐάν τε τοὔνομα τὸν λόγον
ἄρτιον ὀνόματι καὶ λόγῳ, δίχα διαιρούμενον
ἀριθμὸν προσαγορεύοντες, ταὐτὸν ὄν;
Παντάπασι μὲν οὖν.
Ὦι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν
αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν;
Τὸ ἑαυτὸ κινεῖν φὴς λόγον ἔχειν τὴν αὐτὴν
Φημί γε. εἰ δ᾿ ἔστι τοῦτο οὕτως ἔχον, ἆρ᾿
ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν
καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων
καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν
ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε
καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;
Οὒκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων
Ἆρ᾿ οὖν οὐχ ἡ δι᾿ ἕτερον ἐν ἄλλῳ γινομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδὲν, δευτέρα τε καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν, τοσούτων, σώματος οὔσα ὄντως ἀψύχου μεταβολή.
Ὀρθῶς.
Ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν ἦμεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος, ἢ μὴ, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης ἀρχόμενον κατὰ φύσιν.
᾿Αληθέστατα μὲν οὖν.
Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.
Πάνυ μὲν οὖν.
Τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος.
᾿Ανάγκη.
Ἄρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον
τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν
καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ
πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν
θήσομεν αἰτίαν;
Πῶς γὰρ οὔ;
Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
Τί μήν;
Μίαν, ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν
Σφόδρα ὀρθῶς εἴρηκας.
Εἶεν. ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν
καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς
ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι,
λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν,
στέργουσαν, καὶ πάσαις ὅσαι τούτων ξυγγενεῖς
ἢ πρωτουργοὶ κινήσεις τὰς δευτερουργοὺς αὖ παραλαμβάνουσαι
κινήσεις σωμάτων ἄγουσι πάντα εἰς
αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ
τούτοις ἑπομένας θερμότητας, ψύξεις, βαρύτητας,
κουφότητας, σκληρὸν καὶ μαλακὸν, λευκὸν καὶ μέλαν,
αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν] καὶ πᾶσιν οἶς
ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα αἰεὶ θεῖον
ἀνοίᾳ δὲ ξυγγενομένη πάντα αὖ τἀναντία τούτοις
ἀπεργάζεται.
τιθῶμεν ταῦτα οὕτως ἔχειν; ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει;
Οὐδαμῶς.
Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ
καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν
τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα
κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε
ἀποκρινώμεθα;
Πῶς;
Εἰ μὲν, ὢ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ
ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων
ἀπάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς
ὁμοίαν φύσιν ἔχει καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς
τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου
παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην.
Ὀρθῶς.
Εἰ δὲ μανικός τε καὶ ἀτάκτως ἔρχεται, τὴν
κάκην.
Καὶ ταῦτα ὀρθότατα.
Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη
χαλεπὸν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως.
διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον
τανῦν προσλαμβάνειν.
Εὑ λέγεις.
Μὴ τοίνυν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες,
νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα
τὴν ἀπόκρισιν, ὡς νοῦν ποτὲ θνητοῖς ὄμμασιν
ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα
τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν.
Πῶς λέγεις;
Ἡι προσέοικε κινήσει νοῦς, τῶν δέκα
κινήσεων τὴν εἰκόνα λάβωμεν, ἣν συναναμνησθεὶς
ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.
Κάλλιστα ἂν λέγοις.
Μεμνήμεθα τοίνυν τοῦτό γε τοσοῦτον τῶν τότε, ὅτι τῶν ἁπάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν.
Ναί.
Τῶν δ’ αὖ κινουμένων τὰ μὲν ἐν ἐνὶ τόπῳ
Ἔστι ταύτῃ.
Τούτοιν δὴ τοῖν κινήσεοιν τὴν ἐν ἐνὶ φερομένην
ἀεὶ περί γέ τι μέσον ἀνάγκη κινεῖσθαι τῶν ἐντόρνων
οὐσῶν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ
τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην
τε καὶ ὁμοίαν.
Πῶς λέγεις;
Τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ
αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον
καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες νοῦν
τήν τε ἐν ἐνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου
ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι b
δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.
Ὀρθότατα λέγεις.
Οὐκοῦν αὕτη γε ἡ μηδέποτε ὡσαύτως μηδὲ κατὰ
τὰ αὐτὰ μηδ’ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς
τὰ αὐτὰ μηδ’ ἐν ἐνὶ φερομένη μηδ’ ἐν κόσμῳ μηδ’
ἐν τάξει μηδ’ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν αὖ πάσης
εἴη ξυγγενής.
Εἴη γὰρ ἂν ἀληθέστατα.
Τανῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν
ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα,
τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον
ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην
Ὦ ξένε, ἀλλ’ ἐκ γε τῶν νῦν εἰρημένων
Κάλλιστα, ὠ Κλεινία, ὑπήκουσας τοῖς λόγοις. τόδε δὲ προσυπάκουσον ἔτι.
Τὸ ποῖον;
Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρ’ οὐ καὶ ἓν ἕκαστον;
Τί μήν;
Περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἱ καὶ ἐπὶ
Τίνος;
Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ
οὐδείς· οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς οὔτε ζῶντος
οὔτε ἀποθανόντος τῶν ζῴων οὐδενός], ἀλλὰ ἐλπὶς
πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον
πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι,
νοητὸν δὲ εἶναι. μόνῳ νῷ δὴ καὶ νοήματι
λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε.
Ποῖον;
Ἥλιον εἰ περιάγει ψυχὴ, τριῶν αὐτὴν ἴν λέγοντες
δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.
Τίνων;
Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ
σώματι πάντη διακομίζει τὸ τοιοῦτον, καθάπερ
ἡμὰς ἡ παρ’ ἡμῖν ψυχὴ πάντη περιφέρει· ἤ
ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος
ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα·
ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις
ἄλλας τινὰς ὑπερβαλλούσας, θαύματι ποδηγεῖ.
Ναί.
Τοῦτο μὲν ἀνάγκη, τούτων ἔν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.”
Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων
῾Πάντες γὰρ συμφωνοῦσιν οἶ σοφοὶ, ὄντως
σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλέ’ ὗς ἡμῖν οὐρανοῦ
τε καὶ γῆς. καὶ ἴσως εὑ λέγουσι· διὰ μακροτέρων
δ’, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους
ποιησώμεθα.
Λέγε ὅπως βούλει, μηδὲν μῆκος ὑπολογιζόμενος
ἡμῖν, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.
Καλῶς εἶπας. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.
Πῶς;
Πότερον, ὢ Πρώταρχε, τὰ ξύμπαντα καὶ τόδε τὸ
καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου
καὶ εἰκῆ δύναμιν καὶ τὸ ὅπη ἔτυχεν, ἢ τἀναντία,
καθάπερ οἶ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ
φρόνησίν τινα θαυμαστὴν συντάττουσαν
διακυβερναν;
Οὐδὲν τῶν αὐτῶν, ὢ θαυμάσιε Σώκρατες·
ὃ μὲν γὰρ δὴ σὺ λέγεις, νῦν] οὐδ’ ὅσιον εἶναί μοι
φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι
καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ
ἄστρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως
ἔγωγ’ ἄν ποτε περὶ αὐτῶν εἴποιμι, οὐδ’ ἂν
Βούλει δή τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον
ξυμφήσωμεν, ὡς ταῦθ’ οὕτως ἔχει; καὶ
μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου
λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν
Πῶς γὰρ οὐκ ἄν βουλοίμην;
Ἴθι δὴ, τὸν ἐπιόντα περὶ τούτων λὀγον νῦν ἡμῖνἄθρει.
δέγε μόνον.
Τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν Ξᾠων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, καθορῶμέν που, Καὶ γῆν, κθάπερ οἰ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει;
Καὶ μάλα. Χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις.
Φέρε δὴ περὶ ἑκάστου τῶν παρ’ἡμῖν λάβε τὸ Τοιόνδε.
Ποῖον;
Ὅτι σμικρόν τε τούτων ἕκαστον παρ’ἡμῖν ἕνεστι καὶ φαῦλον καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινές ὄν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἐνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. Οἶον πῦρ ἔστι μέν που παρ’ἡμῖν, ἔστι δ’ἐν τῷ παντἰ.
Τί μήν;
Οὐκοῦν σμικρὸν μέν τι τὸ παρ’ἡμῖν καὶ ἀσθενὲς
Καὶ φαῦλον, τὸ δ’ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ καἀλλει καὶ πάςῃ δυνάμει τῇ περὶ τὸ πῦρ
Καὶ μάλα ἀληθὲς ὅ λέγεις.
Τί δέ;τρέφεται καὶ γίνεται ἐκ τούτου καὶ ἄρχεται
Τοῦτο μὲν οὐδὲ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.
Ὀρθῶς. Ταῦτα γὰρ ἐρεῖς, οἶμαι, περί τε τῆς
Τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε
φανείη;
Σχεδὸν οὐδ’ ὁστισοῦν. ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ταῦτα ἡμεῖς τὰ νῦν δὴ λεχθέντα ἆρ’ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;
Τί μήν;
Ταὐτὸν δὴ λάβε καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.
Ὀρθότατα λέγεις.
Πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ’ ἡμῖν σῶμα, ἢ ἐκ τοῦ παρ’ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νῦν δὴ περὶ αὐτῶν ἐπείπομεν εἴληφέ τε καὶ ἔχει;
Καὶ τοῦθ’ ἕτερον, ὠ Σώκρατες, οὐκ ἄξιον
ἐρωτησεως.
Τί δέ; ἀ όδε τρα ἄξιον ἐρωτήσεως; ἢ πῶς ἐρεῖς,.
Λέγε τὸ ποῖον.
Τὸ παρ’ ἡμῖν σῶμα ἆρ’ οὐ ψυχὴν φήσομεν ἔχειν;
Δῆλον ὅτι φήσομεν.
Πόθεν, ὠ φίλε Πρώταρχε, λαβὸν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντη καλλίονα;
Δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.
Οὐ γάρ που δοκοῦμέν γε, ὠ Πρώταρχε, τὰ
τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ
τὸ τῆς αἰτίας γένος ἐν ἅπασι τέταρτον ἐνὸν, τοῦτ’ ἐν
καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δὲ οὐκ
ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ
τιμιωτάτων φύσιν.
Ἀλλ’ οὐδαμῶς τοῦτό γ᾿ ἂν λόγον ἔχοι.
Οὐκοῦν εἰ μὴ τοῦτο, μετ᾿ ἐκείνου τοῦ λόγου
ἂν ἑπόμενοι βέλτιον λέγοιμεν, ὡς ἔστιν, ἃ πολλάκις
εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ καὶ πέρας
ἱκανὸν, καί τις ἐπ᾿ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά
τε καὶ συντάττουσα ἐνιαυτοὺς καὶ ὥρας καὶ μῆνας,
Δικαιότατα δῆτα.
Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.
Οὐ γὰρ οὖν.
Οὐκοῦν ἐν μὲν τῇ τοῦ Δῖός ἐρεῖς φύσει βασιλικὴν
μὲν ψυχὴν, βασιλικὸν δὲ νοῦν ἐγγίνεσθαι διὰ
τὴν τῆς αἰτίας δύναμιν , ἐν δὲ ἄλλοις ἄλλα καλὰ,
καθότι φίλον ἑκάστοις λέγεσθαι.”
“ Τὸν δ᾿ ἡγούμενον μὲν θεοὺς εἶναι , μὴ
φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπίνων πραγμάτων,
παραμυθητέον. ὦ ἄριστε δὴ, φῶμεν, ὅτι μὲν ἡγῇ
θεοὺς, συγγένειά τις ἴσως σε θεία πρὸς τὸ ξύμφυτον
ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων
ἢ καὶ πρὸς τέλος ἴσως [ἀνοσίους] ἀνθρώπους
ὁρῶν ἐλθόντας γηραιοὺς, παῖδας παίδων καταλιπόντας
ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τανῦν
τε καὶ τὰ μέγιστα ἀφικομένους· τότε διὰ πάντα
τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους
ὄντας τῶν τοιούτων διὰ ξυγγένειαν οὐκ ἂν ἐθέλων,
ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος
δυσχεραίνειν θεοὺς εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας,
ὥστ’ εἶναι μὲν δοκεῖν αὐτοὺς, τῶν δ’ ἀνθρωπίνων
καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων.
ἵνα
οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ
νῦν παρὸν δόγμα, ἀλλ’ ἐάν πως οἶον ἀποδιοπομπήσασθαι
λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοὶ, πειρώμεθα,
συνάψαντες τὸν ἐξῆς λόγον, ᾧ πρὸς τὸν παράπαν
οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα,
τούτῳ τανῦν προσχρήσασθαι.
σὺ δ’, ὦ Κλεινία
τε καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς
ἔμπροσθεν, ἀποκρινόμενοι διαδέχεσθε· ἐὰν δέ τι
δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῶν, ὥσπερ
νῦν δὴ, δεξάμενος διαβιβῶ τὸν ποταμόν.
Ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ ποιήσομέν
τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις.
Ἀλλ’ οὐδὲν τάχ’ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι
τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσὶ θεοὶ οὐχ
ἧττον, μᾶλλον δὲ, ἢ τῷ μεγέθει διαφερόντων. ἤκουε
γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις ὡς ἀγα-
Καὶ σφόδρα γε ἐπήκουε.
Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων
τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς
ἀγαθοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι
φαμὲν ἀρετῆς, τὰ δὲ ἐναντία κακίας;
Φαμέν.
Τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;
Πάνυ μὲν οὑν.
Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;
Ἀνάγκη.
Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα
φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων
μετὸν ἐροῦμεν;
Καὶ ταῦθ’ οὕτως ὁμολογοῖ πᾶς ἄν.
Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν
Καὶ πῶς;
Ἀλλ' εἰς τοὐναντίον;
Ναί.
Τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;
Τοὐναντίον.
Τί οὖν; τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ
ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν
εἶναι, γίγνοιτ’ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν;
Ὀρθότατά γε εἰπών.
Οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον
ὅ γε αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι
πειρωμένῳ οὐκ επιτρεπτεον.
Οὐ μὲν δή· πῶς γὰρ ἄν;
Ὦι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι
διαφερόντως τινὸς, ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν
μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ· κατὰ
τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι
πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε. ἆρ’ οὐ
κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε
Ποίω δὴ λέγομεν;
Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ,
ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ,
εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένηη
ἀμέλεια; οὐ γάρ που, ὅταν γε ἀδύνατον ᾖ τῶν
πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν
ἢ μεγάλων μὴ ἐπιμελουμένῳ, ὧν ἂν δυνάμει
θεὸς ἢ φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι
γίγνηται.
Πῶς γὰρ ἄν;
Νῦν δὴ δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν,
εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν.
πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γινώσκειν,
καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν
Οὕτως.
Τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις;
Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;
Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι, πέντε ὄντες.
Σφόδρα γε.
Ἄρ’ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους λέγομεν; δειλίας γὰρ ἔγγονος ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμία δὲ ἀργίας καὶ τρυφῆς.
Ἀληθέστατα λέγεις.
Ἀργέᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν, οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.
Ὀρθότατα λέγεις.
Οὐκοῦν τὸ λοιπὸν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν
καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γινώσκοντες ὡς τὸ
παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ,
δρῷεν ἂν τοῦτο· ἢ τί τὸ λοιπὸν, πλὴν τὸ γινώσκειν
Οὐδέν.
Πότερον οὖν, ὠ ἄριστε καὶ βέλτιστε, θῶμέν
σε λέγοντα, ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι
δι’ ἄγνοιαν ἀμελοῦντας, ἢ γινώσκοντας ὅτι δεῖ, καθαπερ
οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν,
εἰδότες ἄλλα εἶναι βέλτιον πράττειν ὧν δὴ πράττουσι
διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;
Πῶς γὰρ ἄν;
Οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος.
Εοικε γοῦν.
Θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῷα ἢ νοερὰ] ὧνπερ καὶ τὸν οὐρανὸν ὅλον.
Πῶς γὰρ οὔ;
Ἤδη τοίνυν ἢ σμικρὰ ἢ μεγάλα τις φάτω
ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις
ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις
Τὸ ποῖον;
Τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρ’ οὐκ
ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά
ἐστον πεφυκότε;
Πῶς λέγεις;
Ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον
ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ
ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ
τῶν ἐναντίων.
Καὶ πολύ γε.
Ἰατρῷ δὴ προστεταγμένον ὅλον τι θεραπεύειν
βουλομένῳ καὶ δυναμένῳ, τῶν μὲν μεγάλων ἐπιμελὲς
ἔσται, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελές· εἶθ’
ἔξει ποτὲ καλῶς αὐτῶ τὸ πὰν;
Οὐδαμῶς.
Οὐ μὴν οὐδέ γε κυβερνήταις οὐδὲ στρατηγοῖς
οὐδ’ οἰκονόμοις οὐδ’ αὖ τισι πολιτικοῖς οὐδὲ
ἄλλῳ τῶν τοιούτων οὐδενὶ χωρὶς τῶν ὀλίγων ἢ σμιχρῶν
πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ τῶν σμικρῶν
τοὺς μεγάλους φασὶν οἱ λιθολόγοι λίθους εὖ κεῖσθαι.
Πῶς γὰρ ἄν;
Μὴ τοίνυν τὸν θεὸν ἀξιώσωμέν ποτε θνητῶν
δημιουργῶν φαυλότερον, οἱ τὰ προσήκοντα αὐτοῖς
σμικρῶν ὄντων, μηδαμῆ ἐπιμελεῖσθαι, καθάπερ
ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα,
τῶν δὲ μεγάλων.
Μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, co ξένε, ἀποδεχώμεθα· οὐδαμῆ γὰρ οὔτε ὅσιον οὔτ’ ἀληθὲς τὸ διανόημα διανοοίμεθ’ ἄν.
Δοκοῦμεν δέ μοι νῦν ἤδη καὶ μεγάλα μετρίως
Ναί.
Τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς. ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ κεῖ μύθων ἔτι τινῶν.
Ποίων, ὢ ἀγαθέ;
Πείσωμεν τὸν νεανίαν τοῖς λόγοις ὡς τῷ
τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ
ἀρετὴν τοῦ ὅλου πάντ’ ἐστὶ συντεταγμένα, ὧν καὶ
τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει
καὶ ποιεῖ. τούτοις δέ εἰσιν ἄρχοντες πρσστεταγμένοι
ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως,
εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι·
ὧν ἕν καὶ τὸ σὸν, ὠ σχέτλιε, μόριον ε̣ἰς τὸ πᾶν
ξυντείνει βλέπον ἀεὶ , καίπερ πάνσμικρον ὅν. σὲ δὲ
λέληθε περὶ τοῦτο αὐτὸ ὡς γένεσις ἕνεκα ἐκείνου
γίνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παντὸς βίῳ ὑπάρχουσα
εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γινομένη, σὺ δ’ ἕνεκα
ἐκείνου. πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς
παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται, πρὸς τὸ
κοινῇ ξυντείνων βέλτιστον, μέρος μὴν ἕνεκα ὅλου
καὶ οὐχὶ ὅλον μέρους ἕνεκα ἀπεργάζεται.
σὺ δὲ
δι’ ἑαυτὴν ἢ δι’ ἑτέραν ψυχὴν , οὐδὲν ἄλλο
ἔργον τῷ πεττευτῇ λείπεται πλὴν μετατιθέναι τὸ
Πῆ λέγεις;
Ἡιπερ ἂν ἔχοι λόγον ῥᾳστώνη ἐπιμελείας θεοῖς
τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν. εἰ μὲν γὰρ
πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων c
τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον, καὶ μὴ ξέμπολλα
ἐξ ἑνὸς, ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας
ἢ καὶ τρίτης γενέσεως μετειληφότα, πλήθεσιν ἄπειρ’
ἂν εἴη τῆς μετατιθεμένης κοσμήσεως. νῦν δ’ ἐστὶ
θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.
Πὼς αὖ λέγεις;
Ὧδε. ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους
οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν
ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ
ὂν γενόμενον, ἀλλ’ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα,
τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκὸς ὂν ἀγαθὸν ψυχῆς διενοήθη,
τὸ δὲ κακὸν βλάπτειν · ταῦτα πάντα ξυνιδὼν
ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν
νικῶσαν ἀρετὴν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ
παρέχοι μάλιστ’ ἂν καὶ ῥᾴστα καὶ ἄριστα.
μεμηχάνηται
δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖόν τι γιγνόμενον
ἀεὶ ποίαν ἔδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ
τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς
ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας.
ὅπη γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχὴν,
ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας
Τὸ γοῦν εἰκός.
Μεταβάλλει μὲν τοίνυν πάνθ᾿ ὃσα μέτοχά
ἐστι ψυχῆς, ἐν αὐτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς
αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης
τάξιν καὶ νόμον. Σμικρότερα μὲν τῶν ἠθῶν
μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον
μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεςόντα
εἰς βάθος τά τε κάτω λεγόμενα τῶν όπων, ὃσα Ἃιδην
ἀρετῆς ὁπόταν μεταβάλλῃ διὰ τὴν αὑτῆς βούληςίν
τε καὶ ὁμιλίαν γενομένη ἰσχυρὰν, ὁπόταν μὲν ἀρετῇ
θείᾳ προσμέξασα γίνηται διαφερόντως τοιαῦτα, διαφέροντα
καὶ μετέβαλε τόπον ἃγιον ὃλον, μετακομισθεῖσα
εἰς ἀμείνω τινὰ τόπον ἓτερον· ὃταν δὲ τἀναντία,
αὓτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὂλυμπον ἒχουσιν,
ὦ παῖ καὶ νεανίσκε, ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν·
δὲ πρὸς τὰς ἀμείνους πορευόμενον ἒν τε ζωῇ καὶ ἐν
πᾶσι θανάτοις πάσχειν τε ἃ προςῆκον δρὰν ἐστι τοῖς
προσφυέσι τοῦς προσφερεὶς καὶ ποιεῖν.
Ταύτης
τῆς δίκης οὒτε σὺ μήποτε οὒτ᾿ ἂλλος ἀτυχὴς γενόμενος
ἐπεύξεται περιγενέσθαι θεῶν, ἣν παςῶν δίκην
[δικῶν] διαφερόντως ἒταξάν τε οἱ τάξαντες χρεών τε
ἐξευλαβεῖσθαι τὸ παράπαν. Οὐ γὰρ ἀμεληθήσῃ πατὲ
ὑπ᾿ αὐτῆς. οὐχ οὓτω σμικρὸς ὢν δύσῃ δύσῃ κατὰ τὸ τῆς
γῆς βάθος, οὐδ᾿ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν
ἀναπτήσῃ τίσεις δὲ αὐτῷ τὴν προςήκουσαν τιμωρίαν
ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη
τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας
ἀνοσιουργήσαντας , ἤ τι τοιοῦτον πράξαντας , ᾠήθης
ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατίπτροις
αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν
πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν,
ὅπη ποτὲ τῷ παντὶ ξυμβάλλεται. γινώσκειν
δὲ αὐτὴν, ὠ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς,
λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο
εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην.
ταῦτα
εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε
ἡ γερουσία , περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς
ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ’ ἐπιδεὴς
ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον
ἐπάκουε , εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.”
Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς
Ἑβραίων λογίοις προκαταβέβληται συντομώτατα καὶ
δι’ ὀλίγων τῆς διανοίας περιεχομένης. τό τε γὰρ
“οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος,
οὐδ’ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ
ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαβὶδ τοῦτον ἔχοντι τὸν
τρόπον “ ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου , καὶ
ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω ; ἐὰν ἀναβῶ εἰς τὸν
οὐρανὸν, σὺ ἐκεῖ εἶ · ἐὰν καταβῶ εἰς τὸν Ἀίδην, πάρει.
εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς
τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου
ὁδηγήσει ” ἀλλὰ καὶ τὸ οἱ οὐρανοὶ διηγοῦνται
δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει
τὸ στερέωμα. καὶ πάλιν ἐν τῷ Ἠσαίᾳ τὸ “ ἀναβλέψατε
εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε
ταῦτα πάντα.” καὶ τὸ “ἐκ μεγέθους καὶ καλλο-
μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ “ὁ αὐτὸς
δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ
ὁμοίως εἴρηται προύλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν
τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις.
ἕκαστον δ᾿ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς
ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασι.
Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνον τὰ παρὰ Μωσεῖ
λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα
θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων
τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία
μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς αὐτῆς προσηγορίας
ἀξιώσειεν.
Ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασια
ἡ κατὰ Πλάτωνα φιλοσοφία κατὰ πλεῖστα Μωσέως
καὶ τῶν παρ᾿ Ἑβραίοις ἱερῶν λόγων ἑρμηνείαν
ὥσπερ ἐπὶ τὴν Ἑλλάδα φωνὴν περιέχουσα, ἔρχομαι
καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν,
ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσό-
ἡμίν γένοιτ’ ἂν Ἕλλησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον
ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντήσαι πρὸς τοῦτο αἰδοῖ
τῇ πρὸς τὸν φιλόσοφον , τοῦτον μὲν εἰς ὕστερόν ἀνατίθεμαι
τὸν λόγον , τὰ δέ γε πρῶτά μοι λεχθέντα
πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν
ἐπήγετο δόξαν ὁ Πλάτων’ περὶ τῶν Ἑλληνικῶν θεολόγων
τε καὶ ποιητῶν, ὅπως τε πάσας τὰς πατρίους
περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς
ἀτοπίαν διήλεγχεν.
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ
γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πιστευτέον
δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν , ἐκγόνοις μὲν θεῶν οὐσιν,
ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους
εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν,
καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν,
ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους
τῷ νόμῳ πιστευτέον.
οὕτως οὖν κατ’ ἐκείνους
ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ
λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε
καὶ Ῥέα [καὶ ὅσοι μετὰ τούτων,] ἐκ δὲ Κρόνου
Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς
λεγομένους αὐτῶν , ἔτι τε τούτων ἄλλους ἐκγόνους.”
Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις
καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν
ἐκγόνοις οὖσι παρακελευσάμενος , πρῶτα μὲν διὰ τοῦ
διαβάλλει
δ’ ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους
ἔφησεν εἶναι θεῶν δι’ ὧν ἐπάγει φάσκων ‘καίπερ
ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι” δι’
ὧν τε προστίθησι τὸ “ ὡς ἔφασαν.” παίζειν δ’ ἔοικε
λέγων “ σαφῶς γἐπου τοὺς ἑαυτῶν προγόνους εἰδόσι·”
καὶ τὸ “ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ
παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην
παρίστησιν , ὁμολογήσας ὅτι δέοι ἑπομένους
ὅτι δὲ ταῦτ’ ἐνόει ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει , κόπτων ἐν ἐπινομίδι τούτοις τοῖς ῥήμασιν
“ Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς
Ὅτι δ’ εὐλόγως τὴν τῶν πρώτων θεολογίαν
παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας,
ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ
τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν γε ἐκ παλαιοῦ
παραδεδομένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν,
ὧδε ῥήμασιν αὐτοῖς φάσκων
“Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγὼ, μύθοις] ὀψόμεθα
καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον
εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς
ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγε, ἴφη· ἀλλ’ οὐκ ἐννοῶ
Ποίους δὴ,
ἦ δ’ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν
δ’ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως
τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο ; Ὅταν
εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ
ἡρώων, οἶοί εἰσιν , ὥσπερ γραφεὺς μηδὲν ἐοικότα
γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη,
ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ
λέγομεν καὶ ποῖα ;
Πρῶτον μὲν δὴ, ἦν δ’ ἐγὼ, τὸ
δρᾶσαι αὐτὸν Ἡσίοδος , ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο
αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ
τοῦ υἱέος, οὐδ’ ἂν εἰ ἦν ἀληθῆ , ᾤμην δεῖν ῥᾳδίως
οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ
μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν,
δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους , θυσαμένους
οὐ χοῖρον , ἀλλά τι μέγα καὶ ἄπορον θῦμα , ὅπως ὡς
ἐλαχίστοις συνέβη ἀκοῦσαι.
Καὶ γὰρ, r] δ’ ὃς, οὑτοί
ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν
ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ
τρόπῳ , ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ
μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ’ ὃς, οὐδεαὐτῷ μοι δοκεῖ
ἐπιτήδεια εἶναι λέγειν.
Οὐδέ γε, ἦν δ’ ἐγὼ, τὸ
παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι
καὶ μάχονται · οὔτε γὰρ ἀληθῆ · εἴ γε δεῖ ἡμῖν
τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομί-
ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἐστὶ τοῦτο ὅσιον,
τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ
γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ
Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις
ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ,
καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν , οὐ παραδεκτέον
εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας
οὔτε ἄνευ ὑπονοιῶν.
ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν
ὅ τι τε ὑπόνοια καὶ ὅ τι μὴ, ἀλλ’ ἃ ἂν τηλικοῦτος
ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ
Ἔχει γὰρ,
ἔφη, λόγον· ἀλλ’ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς
ἅττα ἐστὶ καὶ τίνες οἶ μῦθοι , τίνας ἂν φαῖμεν ; καὶ
ἐγὼ εἶπον, ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε
καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ’ οἰκισταὶ πόλεως. οἰκισταῖς
δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ
μυθολογεῖν τοὺς ποιητὰς, παρ’ οὓς ἐὰν ποιῶσιν οὐκ
Ὀρθῶς, ἔφη· ἀλλ’ αὐτὸ δὴ τοῦτο οἷ τύποι περὶ
θεολογίας τίνες ἂν εἶεν; Τοιοίδε πού τινες, ἦν δ’
ἐγὼ, οἷος τυγχάνει ὢν ὁ θεὸς, ἀεὶ δή που ἀποδοτέον,
ἐάν τέ τις αὐτὸν ἐν ἔπεσι ποιῇ ἐάν τε ἐν μέλεσιν ἐάν
τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς
τῷ ὄντι τε καὶ λεκτέον οὕτω.
Τί μήν; Ἀλλὰ
αἴτιον. Πῶς γάρ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί.
Αἴτιον ἄρα εὐπραγίας ; Ναί.
Οὐκ ἄρα πάντων γε
ὡς οἶ πολλοὶ λέγουσιν, ἀλλ’ ὀλίγων τοῖς ἀνθρώοις
αἴτιος, πολλῶν δὲ ἀναίτιος · πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ
τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο
αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν τὰ αἴτια,
ἀλλ’ οὐ τὸν θεόν.
Ἀληθέστατα, ἔφη, δοκεῖς μοι
λέγειν. Οὐκ ἄρα , ἦν δ’ ἐγὼ , ἀποδεκτέον οὔτε Ομήρου
οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ
καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφοτέρων δῷ ,
οὐδ’ ὡς ταμίας ὁ Ζεὺς ἡμῖν
λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι
ἀλλ’ ἐάν τις ποιῇ ἐν οἶς ταῦτα τὰ ἰαμβεῖα ἔνεστι,
τὰ τῆς Νιόβης πάθη ἤ τὰ Πελοπιδῶν ἤ τὰ Τρωϊκὰ
ἤ τι ἄλλο τῶν τοιούτων, ἤ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ
λέγειν, ἤ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὅν νῦν
ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά
τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι.
ὡς δ’ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ
ὁ δρῶν ταῦτα θεὸς, οὐκ ἐκτέον λέγειν τὸν ποιητήν.
ἀλλ’ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς
κακῶν δὲ αἴτιον φάναι θεόν
τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ,
μήτε τινὰ ταῦτα λέγειν ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει
εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον
μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτ’ ἄνευ μέτρου
μυθολογοῦντα, ὡς οὔτε ὅσια ἄν λεγόμενα, εἰ λέγοιτο,
οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς.
Ξύμψηφός
σοι εἰμὶ, ἔφη, τούτου τοῦ νόμου, κάμοὶ ἀρέσκει.
Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα
τὸν θεὸν οἴει εἶναι, πκαὶ οἶον ἐξ ἐπιβουλῆς φαντάζεσθαι
ἄλλοτε ἐν ἄλλαις ἰδεαις, τοτὲ μὲν αὐτὸν γιγνόμενον
καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς
μορφὰς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ
ἥκιστα τῆς αὑτοῦ ἰδέας πἐκβαίνειν; Οὐκ ἔχω, ἔφη,
νῦν γε οὕτως εἰπεῖν.
Τί δὲ τόδε; οὐκ ἀνάγκη,
καὶ πᾶν φυτὸν ὑπὸ εἰλήσεων τε καὶ ἀνέμων καὶ
τῶν τοιούτων παθημάτων , οὐ τὸ ὑγιέσταστόν τε καὶ
χαριέστατον ἥκισταἀλλοιοῦται; Πῶς δ’ οὔ;
Ψυχὴν
δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ’ ἄν
τι πάθος ἔξωθεν ταράξειέτε φρονιμωτάτην Ναί. Καὶ
μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα
καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ
εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων
παθημάτων ἥκιστα ἀλλοιοῦται. Ἒστι ταῦτα.
Πᾶν’
δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην
μεταβολὴνὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν
ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς
δ’ οὔ; Ταύτῃ μὲν δὴ ἥκιστ’ ἂν πολλὰς μορφὰς ἴσχοι
ὁ θεός. Ἥκιστα δῆτα. Ἀλλ’ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι
Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον
μεταβάλλει ἑαυτὸν , ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑτοῦ;
Ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον ἑαυτοῦ, εἴπερ
ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν
κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ’ ἐγὼ, λέγεις.
καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε,
ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων;
Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα, ἔφην, καὶ
θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν , ἀλλ’, ὡς ἔοικε, κάλλιστος
καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν
μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη,
ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ’ ἐγὼ, ὦ ἄριστε,
λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς
μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς,
μηδ’ ἐν τραγῳδίαις μηδ’ έν τοῖς ἄλλοις ποι-
ἀγείρουσαν
καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν.
μηδ’ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἶ μητέρες τὰ
παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς,
ὡς ἄρα θεοίτινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις
καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς
θεοὺς βλασφημῶσιν , ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται
δειλοτέρους. Μὴ γὰρ, ἔφη.
Ἀλλ' ἆρα, ἦν
ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι
ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ;
ἦν δ’ ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ
ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, ἦ δ’ ὅς.
Οὐκ οἶσθα 5 ἦν δ’ ἐγὼ , ὅτι τό γε ὡς ἀληθῶς
ψεῦδος, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, πάντες θεοί τε καὶ
ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που,
ἦν δ’ ἐγὼ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ
περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων
μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν
πω, ἦ δ’ ὃς, μανθάνω.
Οἴει γάρ τί με, ἔφην,
τῷ τοιούτῳ.
Πολύ γ’, ἔφη. Ἀλλὰ μὴν ὀρθότατά
ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; Πάνυ μὲν οὑν.
Τὸ
πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν
ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε
ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται;
καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ
τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν,
ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω
Ποιητὴς μὲν
ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι ; Οὔ μοι δοκεῖ. Ἀλλὰ
δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ.
Ἀλλὰ δι’ οἰκείων ἄνοιαν, ἢ μανίαν; Ἀλλ’ οὐδεὶς, ἔφη,
τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα
ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη
ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. Παντά-
Κομιδῆ ἄρα ὁ θεὸς ἀπλοῦν καὶ
ἀληθὲς ἔν τ’ ἔργῳ καὶ λόγῳ , καὶ οὔτε αὐτὸς μεθέσταται,
οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας,
οὔτε κατὰ σημείων πομπὰς, οὔθ’ ὕπαρ οὔτ’ ὄναρ.
Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος.
Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι
ἐν ᾧ δεῖ περὶ θεῶν καἰ λέγειν καὶ ποιεῖν, ὡς μήτε
Πολλὰ ἄρα Ὁμήρου ἐπανινοῦντες ἄλλα τοῦτο οὐκ
ἐπαινεςόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς
τῷ Ἀγαμέμνονι· οὐδ᾿ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις, 5
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανομέν
ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ,
καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.”
Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ᾿ ἂν τὴν
Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ
Τοῦ τῶν ὅλων θεοῦ, ἀλλ᾿ οὐδὲ περὶ τῶν ἀμφ᾿ αὐτὸν
ἐφ᾿ ἑκάστῳ δ᾿ οὖν τῶν δημιουργημάτων
ὁ θαυμάσιος Μωςῆς ἐπιλέγει “καὶ εἶδεν ὁ
θεὸς ὅτι καλόν.” ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος
λόγον φηςὶ “καὶ εἶδεν ὁ θεὸς πάντα
σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· “φθόνῳ δὲ διαβό-
διὸ καὶ
παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν
ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον. “ἐγὼ δὲ
ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν·
πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία;”
εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν,
ὁμωνύμως ἀκουστέον, ὡς τῶν τιμωριῶν
οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ
τῶν τιμωρουμένων, ἐπ᾿ ὠφελείᾳ δὲ καὶ συμφέροντι
λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σω-
διὸ καὶ ἐπὶ τῆς
θείας γραφῆς ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι
ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον,
ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο , καὶ
ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα
τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲὤναντο κολαζόμενοι,
οὐ μόνον κατὰ τὸν φιλόσοφον , ἀλλὰ καὶ κατὰ τὴν
Ἑβραίων γραφὴν λέγουσαν “ὃν γὰρ ἀγαπᾷ κύριος
25 παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.”
ὧς δ᾿ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δ᾿ ὁ δρῶν
ταῦτα ὁ θεὸς, οὐκ ἐατέον λέγειν τὸν ποιητὴν, ἀλλ᾿
εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι
κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ,
ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίνεσθαι,
ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ.
ἀλλὰ
καὶ περὶ τοῦ μὴ ἀλλοι0ῦσθαι τὸν θεὸν ἡ παρ᾿ ῾Εβραί-
σὺ δέο αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.”
εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν
ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παραφαινόμενον,
λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως
Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ, οὐδ’ ὡς οἶ θεοὶ οἶ περιερχόμενοι
νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς
ἰνδαλλόμενοι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις
πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον
γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον.
ἐπεὶ οὑν τῶν ἐπὶ γῆς ζῴων οὐδὲν ἢν θεοφιλέστερον
γένος ἀνθρώπου , συγγενές τε καὶ οἰκεῖον
τῷ τοῦ θεοῦ λόγῳ , παρ’ οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς
φύσιν ἀπείργαστο, εἰκότως , οἷα φίλου ζῴου κηδόμενον,
τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ
φασὶ παντὸς τοὐ γένους, νόσον καὶ μανίαν ἔκτοπον
ὑπομείναντος , ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν,
αὐ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου
δὲ ζῴου σχεδὸν ὅσον παρατροπὴν ἥκοντος.
διὸ
καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος
ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθὴς, οὐ γοητεύων,
κομιδῇ
. οὔτε κατὰ φαντασίας , οὔτε κατὰ λόγους, οὔτε
κατὰ σημείων πομπὰς, οὔθ'] οὐδ’ ὄναρ. πάντα
γὰρ ὅσα τοιαῦτα, οἶα λογικῶν ψυχῶν ἰατρὸς, σωτηρίας
ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς,
ἀλλ’ οὐ δοκήσει δι’ οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο,
τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ
ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ’ αὐτοῦ θεογνωσίας
τε καὶ ἀληθοῦς εὐσεβείας πᾶσιν ἡμῖν δωρού-
καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως
λέγουσι χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν,
οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι
τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἶ φύλακες θεοσεβεῖς
τε καὶ θεῖοι γίνεσθαι , ὡς καὶ τῷ φιλοσόφῳ
ἄριστα ἔχειν ἐδόκει.
“ Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες
τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον,
καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι
τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ
τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι’ ἕτερα τοιαῦτα· ἐμοὶ
δὲ χαλεπαίνουσιν ὅτι τῷπατρὶ ἐπεξέρχομαι ἀδικοῦντι,
καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε
τῶν θεῶν καὶ περὶ ἐμοῦ.
Ἄρα γε, ὦ Εὐθύφρον , τοῦτ’ ἐστὶν οὗ ἕνεκα
τὴν γραφὴν φεύγω ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ
τῶν θεῶν λέγῃ , δυσχερῶς πως ἀποδέχομαι δι’ ἃ δὴ,
ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ
σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων,
Καὶ ἔτι τούτων θαυμασιώτερα, ὧ Σώκρατες, ἃ
οἱ πολλοὶ οὐκ ἴσασι.
Καὶ πόλεμον ἄρα ἡγῇ [σὺ εἰναι] τῷ ὄντι ἐν
τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ
μάχας καὶ ἄλλα τοιαῦτα πολλὰ, οἷα λέγεταί τε ὑπὸ
τῶν ποιητῶν, καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε
ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις
Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων
Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ᾿ ὅπερ ἄρτι
εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλὰ, ἐάν περ βούλῃ, περὶ
τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ᾿ ὅτι ἐκπλαγήσῃ.”
Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. διασαφεῖ δὲ
τὴν διάνοιαν ὁ Νουμήνιος ἐν τῷ περὶ τῶν παρὰ Πλάτωνι
ἀπορρήτων ὧδέ πη λέγων
“Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων
τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε
ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων
ταυτὰ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει παρασχεῖν
ἄν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν πάλιν κακοῖς
γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν, ὥσπερ τὸν
Σωκράτην. ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον
ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσο
μίλων.”
“Ὠ φίλε Κρίτων , ἡ προθυμία σου πολλοῦ
ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μὴ, ὡς ἐγὼ οὐ μόνον
νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ
ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ
βέλτιστος φαίνηται.
τοὺς δὲ λόγους οὓς ἐν τῷ
ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή
μοι ἥδε ἡ τύχη γέγονεν , ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί
μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ
καὶ πρότερον · ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν
ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω,
οὐδ’ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλόν δύναμις
ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε
καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις.
πῶς οὖν ἂν μετριώτατα . σκοποίμεθα αὐτά ; εἰ
πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις,
τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο
ἑκάστοτε ἢ οὒ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν
τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν
καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο
ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ
φλυαρία ὡς ἀληθῶς.
ἐπιθυμῶ δ’ ἔγωγε ἐπισκέψασθαι,
ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλλοιότε-
τὰς δὲ μή.
τοῦτο πρὸς θεῶν, ὦ Κρίτων,
οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γὰρ, ὅσα γε τάνθρώπεια,
ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον,
καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά.
σκόπει δή · οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ
Καλῶς.
Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ
πονηρὰς μή;
Ναί.
Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;
Πῶς δὲ οὔ;
Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος
ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς
ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει,
῾Ενὸς μόνου.
Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν.
Δηλαδή.
Ταύτῃ. ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον, καὶ
Ἒστι ταῦτα.
Εἷεν. ἀπειθήσας δὲ τῷ ἐνὶ καὶ ἀτιμάσας αὐτοῦ
τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς
τῶν πολλόν καὶ μηδὲν ἐπαιόντων ἆρα οὐδὲν κακὸν
πείσεται ;
Πῶς γὰρ οὔ ;
Τί δ’ ἐστὶ τὸ κακὸν τοῦτο ; καὶ ποῖ τείνει , καὶ
εἰς τί τῶν τοῦ ἀπειθοῦντος ;
Δηλονότι εἰς τὸ σῶμα · τοῦτο γὰρ διόλλυσι.
Καλῶς λέγεις. οὐκοῦν καὶ τὰ ἄλλα, ὠ Κρίτων,
οὕτως, ἵνα μὴ πάντα διίωμεν. καὶ δὴ καὶ περὶ τῶν
δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν
καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, ’πό
τερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ
φοβεῖσθαι αὐτὴν, ἢ τῇ τοῦ ἑνὸς, εἴ τίς ἐστιν ἐπαίων,
ὅν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας
τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν,
διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῷ μὲν δικαίῳ
βέλτιον ἐγίνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. ἢ
οὐδέν ἐστι τοῦτο;
Οἶμαι ἔγωγε, ὠ Σώκρατες.
Φέρε δὴ, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον
γινόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον
διολέσωμεν , πειθόμενοι μὴ τῇ τῶν ἐπαιόντων δόξῃ,
ἆρα βιωτὸν ἡμῖν ἐστι διεφθαρμένου αὐτοῦ ; ἔστι δέ
που τοῦτο σῶμα, ἢ οὐχί;
Ναί.
Ἀρ’ οὖν βιωτὸν ἡμῖν ἐστι μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος;
Οὐδαμῶς.
Ἀλλὰ μετ’ ἐκείνου ἄρα ἐστὶν ἡμῖν βιωτὸν
διεφθαρμένου ὃ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον
Οὐδαμῶς.
Ἀλλὰ τιμιώτερον;
Πολύ γε.
Οὐκ ἄρα, ὠ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον
τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς , ἀλλὰ τί ὁ ἐπαίων
περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς, καὶ αὐτὴ ἡ ἀλήθεια.
ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ,
εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντέζειν
περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ
τῶν ἐναντίων.”
Καὶ ὁ σωτήριος δὲ λόγος φησὶ “ δόξαν τὴν
παρὰ ἀνθρώπων ζητεῖτε, καὶ τὴν δόξαν τὴν παρὰ
εἷς ὁ τοῦ θεοῦ λόγος, ὃν ἅπαξ κρίσει ἑλομένους προσήκει
ὁμοίως καὶ τότε ὥσπερ αὖ καὶ πρότερον τιμᾶν,
καὶ μὴ μετατίθεσθαι , μηδ’ ἂν ἡ τῶν πολλῶν δύναμις
ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται. τοιοῦτοι δὲ
ἦσαν καὶ οἶ πάλαι παρ’ Ἑβραίοις ἐν μαρτυρίῳ
διαλάμψαντες.
“ Οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον
εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ, τινὶ δ’ οὔ; ἢ
οὐδαμῶς τό γε ἀδικεῖν οὔτε καλὸν οὔτε ἀγαθὸν, ὡς
πολλάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολο-
ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες; ἢ
παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἐλέγετο ἡμῖν,
εἴτε φασὶν οἶ πολλοὶ εἴτε μὴ, καὶ εἴτε δεῖ ἡμᾶς ἔτι
τῶνδε χαλεπώτερα πάσχειν εἴτε καὶ πραότερα, ὅμως
τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν
τυγχάνει ὂν παντὶ τρόπῳ ; φαμὲν ἢ οὔ;
Φαμέν.
Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν.
Οὐ δῆτα.
Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἶ πολλοὶ
οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν;
Οὐ φαίνεται.
Τί δὲ δή; κακουργεῖν δεῖ, ὠ Κρίτων, ἢ οὔ;
Οὐ δεῖ δήπου, ὠ Σώκρατες.
Τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ
πολλοί φασι, δίκαιον, ἢ οὐ δίκαιον ;
Ούδαμῶς.
Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει.
Καλῶς λέγεις.
Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν
οὐδένα ἀνθρώπων , οὐδ’ ἂν ὁτιοῦν πάσχῃ τις ὑπ’
καὶ οἶς μὴ, τούτοις οὐκ ἔστι κοινὴ βουλὴ,
ἀλλ’ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν, ὁρῶντας
τὰ ἀλλήλων βουλεύματα. σκόπει δὴ οὖν καὶ σὺ εὖ
γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δοκεῖ.
καὶ σοὶ δὲ εἴ πη ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε· εἰ δ’ ἐμμένεις τοῖς προσθεν, τὸν μετὰ τοῦτο ἄκουε.
Ἀλλ’ ἐμμένω τε καὶ συνδοκεὶ μοι· ἀλλὰ λέγε.
Λέγ δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δὲ ἐρωτῶ,
πότερον ἅ ἄν τις ὁμολογήςῃ τῳ δίκαια ὄντα ποιητεον, ἤ ἐξαπατητέον;
Ποιητέον.”
Τούτοις παράθες τὸ “μηδενὶ κακὸν ἀντὶ κακοῦ
ἀποδιδόντες,” καὶ τὸ “εὐλογεῖτε τοὺς καταρωμένους
ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων
εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι
παρακαλοῦμεν,” ἐν τοῖς παρ’ ἡμῖν ἱεροῖς φερόμενα
γράμμασι. καὶ ὁ προφήτης δὲ παρ’ Ἑβραίοις φηςὶν
“εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.” καὶ
πάλιν “μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.”
“Σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς ο’κ ἀγανακτῶν
εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ως ἔφησθα,
πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὐτε ἐκείνους τοὺς
λόγους αἰσχύνῃ οὐτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπι-
πρῶτον μὲν οὖν ἡμῖν
τοῦτ᾿ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές
σε ὡμολογηκέναι πολιτεύεσθαι καθ᾿ ἡμᾶς ἔργῳ, ἀλλ᾿
οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ; τί φῶμεν πρὸς ταῦτα, ὦ
Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν;
Ἀνάγκη, ὦ Σώκρατες.
Ἀλλὰ τί οὖν, ἂν φαῖεν, ἢ συνθήκας πρὸς ἡμᾶς
αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις, οὐχ ὑπὸ ἀνάγκης
ὁμολογήσας , οὐδὲ ἀπατηθεὶς , οὐδὲ ἐν ὀλίγῳ χρόνῳ
ἀναγκασθεὶς βουλεύσασθαι, ἀλλ᾿ ἐν ἔτεσιν ἑβδομήκοντα,
ἐν οἷς ἐξῆν σοι ἀπιέναι, εἰ μὴ ἠρέσκομεν
ἡμεῖς, μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι.
σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην,
ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι , οὔτε ἄλλην οὐδεμίαν
τῶν Ἑλληνίδων πόλεων, οὐδὲ τῶν βαρβαρικῶν,
“Ὅστις γὰρ νόμων διαφθορεύς ἐστι,σφόδρα
τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενός τινας
λόγους, ὦ Σώκρατες , ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ
ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώ-
ἀλλ’ ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖς,
ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς
Κρίτωνος · ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία,
καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ
δεσμωτηρίου ἀπεδίδρασκες , σκευήν τέ τινα περιθέμενος
ἢ διφθέραν λαβὼν ἢ ἄλλα οἷα δὴ εἰώθασιν
ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες , καὶ τὸ σχῆμα τὸ
σαυτοῦ μεταλλάξας.
ὅτι δὲ γέρων ἀνὴρ μικροῦ
καὶ δουλεύων, τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ,
ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν.
λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης
ἀρετῆς ποῦ ἡμῖν ἔσονται; ἀλλὰ δὴ τῶν παίδων ἕνεκα
βούλει ζῆν, ἔνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς;
τί δέ; εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε
καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτό σου
αὐτῶν.
πότερον δὲ ἐὰν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται· ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται, εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστι τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι; οἴεδθαί γε χρή.
ἀλλ’, ὦ Σώκρατες, πειθόμενος
ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος
ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται.
ἀλλὰ νῦν μὲν
ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφ’ ἡμῶν τῶν νόμων,
ἀλλ’ ὑπ’ ἀνθρώπων· ἐὰν δὲ ἐξέλθῃς οὕτως
αἰσχρῶς, ἀνταδικήσας τε καὶ ἀντικακουργήσας , τὰς
σαυτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμὰς
παραβὰς· κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα c
ἔδει, σαυτόν τε καὶ τοὺς φίλους καὶ πατρίδα καὶ
ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι καὶ ἐκεῖ οἶ
ἡμέτεροι ἀδελφοὶ, οἱ ἐν Ἅιδου νόμοι, οὐκ εὐμενῶς
σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας
ἀπολέσαι τὸ σὸν μέρος.”
“Ἴσως δ’ ἂν οὖν εἴποι τις, εἶτ’ οὐκ αἰσχύνῃ,
εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν
ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν,
ἀλλ’ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον
δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα
ἢ κακοῦ.
φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν
τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι
καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου
ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν,
καταγέλαστος
μὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου;
οὕτω γὰρ ἔχει, ὠ ἄνδρες Ἀθηναῖοι , τῇ ἀληθείᾳ · οὗ
ἄν τις αὑτὸν τάξῃ , ἡγησάμενος βέλτιστον εἶναι, ἢ
ὑπὸ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ,
μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε
θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ.
ἐγὼ
ἄρχειν μου, καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ
ἐπὶ Δηλίῳ , καὶ ἄλλοθί που, οὗ ἐκεῖνοι ἔταττον ἔμενον
ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν,
τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον,
φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν
καὶ τοὺς ἄλλους , ἐνταῦθα δὲ φοβηθεὶς θάνατον
ἢ ἄλλο ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τάξιν.
δεινὸν
μέντἂν εἴη, καὶ ὡς ἀληθῶς τότ’ ἄν με δικαίως
σοφὸς εἶναι οὐκ ὤν. τὸ γάρ τοι θάνατον δεδιέναι,
δὲ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστί.
καίτοι πῶς οὐκ ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστος,
ἡ τοῦ οἴεσθαι εἰδέναι ἃ οὐκ οἶδεν;
ἐγὼ δ’, ὠ
ἄνδρες, τούτῳ καὶ ἐνταῦθα διαφέρω τῶν πολλῶν
ἴσως ἀνθρώπων · καὶ εἰ δή τῳ σοφώτερός του φαίην
εἶναι, τούτῳ ἂν, ὅτι οὐκ εἰδὼς ἱκανῶς περὶ τῶν ἐν
ὄντα τυγχάνει, οὐδέποτε φοβηθήσομαι, οὐδὲ φεύξομαι.
ὥστε οὐδ’ εἴ με νῦν ὑμεῖς ἀφίετε, Ἀνύτῳ
ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο
εἰσελθεῖν ἢ ἐπειδὴ εἰσῆλθον οὐχ οἶόν τε εἶναι τὸ μὴ
οὐκ] ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην,
, ἤδη ἂν ὑμῶν οἱ υἱεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης
κράτης διδάσκει πάντες παντάπασι διαφθαρήσονται,)
εἴ μοι πρὸς ταῦτα εἴποιτε, ὢ Σώκρατες, νῦν μὲν
Ἀνύτω οὐ πεισόμεθα, ἀλλ’ ἀφίεμέν σε, ἐπὶ τούτῳ
μέντοι ἐφ’ ᾧ τε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν
μηδὲ φιλοσοφεῖν· ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων,
ἀποθανῇ
εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις
ἀφίοιτε, εἴποιμι ἂν ὑμῖν ὅτι ἐγὼ ὑμᾶς, ὠ ἄνδρες
Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον
τῷ θεῷ ἢ ὑμῖν, καὶ ἴως περ ἂν ἐμπνέω καὶ οἷός
ὢ τε ὢ, οὐ μὴ παύσομαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Ἔννοήσωμεν δὴ καὶ τῇδε, ὡς πολλὴ ἐλπίς
ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. δυοῖν γὰρ θάτερόν ἐστι
τὸ τεθνάναι · ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθησιν
μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, ἢ κατὰ
τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις
τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον.
καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν, ἀλλ᾿ οἷον
ἐγὼ γὰρ
ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα
ἐν ᾗ οὕτω κατέδαρθεν ὥστε μηδὲν ὄναρ ἰδεῖν, καὶ
τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ
ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ, εἰ δέοι σκεψάμενον
εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ
νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ
βίῳ, οἶμαι ἂν οὐχὶ ἰδιώτην τινὰ, ἀλλὰ τὸν μέγαν βασιλέα
εὐαριθμήτους ἂν εὑρεῖν αὐτὸν ταύτας πρὸς
πλεῖον ὁ πᾶς χρόνος φαίνεται οὕτως εἶναι ἢ μία νύξ.
εἰ δ᾿ αὖ οἷον ἀποδημῆσαί ἐστιν ὁ θάνατος ἐνθένδε
εἰς ἄλλον τόπον, καὶ ἀληθῆ ἐστι τὰ λεγόμενα,
ὡς ἄρα ἐκεῖ εἰσὶν ἅπαντες οἱ τεθνεῶτες , τί μεῖζον
ἀγαθὸν τούτου εἴη ἂν , ὠ ἄνδρες δικασταί; εἰ γάρ
τις ἀφικόμενος εἰς Ἅιδου, ἀπαλλαγεὶς τούτων τῶν
φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς
δικαστὰς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως
ἢ αὖ
Ὀρφεῖ ξυγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ
Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτ’ ἂν ὑμῶν; ἐγὼ μὲν
γὰρ πολλάκις ἐθέλω τεθνάναι, εἴπερ ταῦτά ἐστιν
ἀληθῆ, ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ
αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι
τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ
εἴη. καὶ δὴ καὶ τὸ μέγιστον , τοὺς ἐκεῖ ἐξετάζοντα
καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν
σοφός ἐστι καὶ τίς οἴεται μὲν, ἔστι δ’ οὔ. ”
Καὶ παρ’ ἡμῖν “ πειθαρχεῖν δεῖ θεῷ μᾶλλον
ἢ ἀνθρώποις” εἴρηται. καὶ “μὴ φοβεῖσθε ἀπὸ τῶν
ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων
ἀποκτεῖναι. εἰδέναι τε, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν
οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν,
οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς ·
ὅτι τε ἐκδημοῦντες ἀπὸ τοῦ σώματος ἐνδημοῦμεν
τῷ κυρίῳ ” ὃς καὶ πᾶσι τοῖς εἰς αὐτὸν ἠλπικόσιν
ἐπήγγελται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ
ἀναπαύσεσθαι, μετά τε τῶν ἄλλων παρ’ Ἑβραίοις
θεοφιλῶν προφητῶν τε καὶ δικαίων ἐν μακαρίᾳ
ζωῇ τὸν μακρὸν αἰῶνα διάξειν.
“ Τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς
καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ
ταῦτα νομιοῦμεν , ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ
τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ
ἀγαθοὶ κριθῶσι.”
Καὶ ταῦτα δὲ ἁρμόζει ἐπὶ τῇ τῶν θεοφιλῶν
τελευτῇ, οὓς στρατιώτας τῆς ἀληθοῦς εὐσεβείας οὐκ
ἂν ἁμάρτοις εἰπὼν παραλαμβάνεσθαι. ὅθεν καὶ ἐπὶ
τὰς θήκας αὐτῶν ἔθος ἡμῖν παριέναι, καὶ τὰς εὐχὰς
παρὰ ταύταις ποιεῖσθαι , τιμᾶν τε τὰς μακαρίας αὐτῶν
ἀλλὰ γὰρ ἡμεῖς μὲν ταῦτα ἐκ τῶν Πλάτωνος
ἀνελεξάμεθα · φιλόκαλος δέ τις ἄλλος καὶ τούτων ἔτι
πλείω ἂν εὕροι παρὰ τῷ αὐτῷ σύμφωνα τοῖς ἡμετέροις
δόγμασι, τάχα δὲ καὶ παρ’ ἑτέροις. ἐπεὶ δὲ τῆς
αὐτῆς ἡμῖν ὑποθέσεως προλαβόντες ἐφήψαντο καὶ
ἄλλοι, εὖ μοι δοκεῖ ἐπισκέψασθαι δεῖν καὶ τὰ τούτοις
πεπονημένα. παραθήσω δὲ πρώτου Ἀριστοβούλου,
τοῦ ἐξ ‘Eβραίων φιλοσόφου , τὰς οὕτως ἐχούσας
“ Φανερὸν ὅτι κατηκολούθησεν ὁ Πλάτων’
δὲ πολιτῶν , καὶ ἡ τῶν γεγονότων ἁπάντων
αὐτοῖς ἐπιφάνεια , καὶ κράτησις τῆς χώρας, καὶ τῆς
κατεχώρισεν.
ἡ δ’ ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγορευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου , προσενεγκαμένου μείζονα φιλοτιμίαν, Δημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων.”
Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει λέγων
“ Δεῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν
λόγον, ἀλλ’ ἔργων κατασκευὰς , καθὼς καὶ διὰ τῆς
νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ
λόγους εἴρηκεν ὁ Μώσης. συνεχῶς γάρ φησιν ἐφ’
ἑκάστου “καὶ εἶπεν ὁ θεὸς, καὶ ἐγένετο.”
δο
κοῦσι δέ μοι περιειργασμένοι πάντα κατηκολουθηκέναι
τούτῳ Πυθαγόρας τε καὶ Σωκράτης καὶ Πλάτων’,
λέγοντες ἀκούειν φωνῆς θεοῦ , τὴν κατασκευὴν τῶν
ὅλων συνθεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν
καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς
ἐν ποιήμασι τῶν κατὰ τὸν ἱερὸν λόγον αὐτῷ λεγομένων
οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ
δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν, καὶ ἐπὶ πάντων
εἶναι τὸν θεόν. λέγει δ’ οὕτως
φθέγξομαι οἷς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι,
καὶ Ἄρατος δὲ περὶ τῶν αὐτῶν φησιν οὕτως
σαφῶς οἶμαι δεδεῖχθαι ὅτι διὰ πάντων ἐστὶν ἡ
οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς
ἐπιζητουμένοις προενηνέγμεθα ταῦτα.
πᾶσι γὰρ
τοῖς φιλοσόφοις ὁμολογεῖται ὅτι δεῖ περὶ θεοῦ διαλήψεις
ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς
ἡ καθ’ ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα
τοῦ καθ’ ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης
καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ
Τούτοις ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει
“Ἐχομένως δ’ ἐστὶν ὡς ὁ θὼς τὸν ὅλον κόσμον
κατεσκεύακε , καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν διὰ τὸ
κακόπαθον εἶναι πᾶσι τὴν βιοτὴν τὴν ἑβδόμην ἡμέραν,
ἢ δὴ καὶ πρώτη φυσικὼς ἂν λέγοιτο φωτὸς γένεσις,
ἐν ὡ τὰ πάντα συνθεωρεῖται.
μεταφέροιτο
δ’ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς
ἐστὶν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέ
σαφέστερον
δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις
εἶκε Σολομῶν αὐτὴν πρὸ οὐρανοῖ· καὶ γῆς ὑπάρχειν.
τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφουμενον
διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν
σημαίνει γὰρ ὡς ἐν ἓξ ἡμέραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προτερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ [οὐ] μεταποιεῖ. διασεσάφηκε δ᾽ ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου καθεστῶτος, ἐνᾧ γνῶσιν ἔχομεν ἀνθρωπίνων καὶ θείων πραγμάτων.
δι᾽ ἑβδομάδων
δὲ καὶπᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων
καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον
αὐτὴν προσαγορεύεσθαι διερμηνεύεται ἀνάπαυσις
οὖσα.διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες
ἐκ τῶν ἡμετέρων βιβλίωνἱερὰν εἶναι. Ἡσίοδος
μὲν οὕτως·
Ὅμηρος δὲ οὕτω λέγει·
τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ ψυχὴν λήθης
Λίνος δέ φησιν οὕτως·
"Τὰ δ᾽ ἑξῆς προσαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ᾽ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τανῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ᾽ οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳποιητήν.
παρήγαγε δ᾽
οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι ταῖς
λέξεσι
“ Νῦν δὴ οὖν τό γε παρ᾿ ἡμῶν ὧδε ἐχέτω· τὴν
μὲν περὶ ἀπάντων, εἴτε ἀρχὴν εἴτε ἀρχὰς, εἴτε ὅπη
δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι᾿ ἄλλο μὲν
οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα
τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.”
“ Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ῾ἡ δὲ
ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι
τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ῾ματαιότης ματαιοτήτων,
τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης
ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ
῾κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά
σου ἕως τῶν νεφελῶν.᾿ οὐδέπω γὰρ ἀπεκαλύπτετο
ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς
τοῦ κυρίου παρουσίας
τάς τε αὖ μετὰ θάνατον
κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρ-
καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν
ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς
λέξεσιν
“ Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι διάπυροι ἰδεῖν παρεστῶτες
καὶ καταμανθάνοντες τὸ φθέγμα τοὺς μὲν
Οἶ’ μὲν γὰρ ἄνδρες οἶ διάπυροι ἀγγέλους αὐτῷ
“Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον.
τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει
ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν
ὁ Πλάτων’ καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος,
τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον
ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα
καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν
σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν
δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους
τοὺς ὁρῶντας τὸν θεὸν, πρὸς δὲ καὶ τὴν εἰς ἡμὰς δι’
νῶν οὐκ ὀκνεῖ γραφειν
Ἐπειδὴ πάσας τὰς ψυχὰςτοὐς βίους ῄρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὅν εἵλετο δαίμονα, τοῦτον φύλακα τοῦ βίου συμπέμπειν, καὶ ἀποπληρωτὴντῶν αἱρεθέντων.
“Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτόν τι ᾐνίσσετο.”
“Ναὶ “ Ναὶ μὴν γεννητὸν εἶναι τὸν παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων’ ἄντικρυς εἴρηκε
Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἡ
“ Αὖθίς τε ὁπόταν εἴπῃ ῾τὸν μὲν οὖν ποιητὴν καὶ
πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον,᾿ οὐ μόνον
γεννητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι
σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ
μὴ ὄντος ὑποστάντος.
γενητὸν δὲ καὶ οἶ Στωϊκοὶ
τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας
θρυλούμενον διάβολον , τὸν τῶν δαιμόνων
ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν
Νόμων ὁ Πλάτων᾿ λέγει ταῖσδε ταῖς λέξεσι
“Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
Τί μήν ;
Μίαν, ἢ πλείους; Πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάξεσθαι.”
῾Ομοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει
Ἒστι μὲν δὴ καὶ ἄλλα κακὰ, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.
Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ
ἀποστολικὸν δείκνυσιν ἐκεῖνο ῾οὐκ ἔστιν ἡμῖν ἡ πάλη
πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν
ἐν οὐρανοῖς᾿ ὧδέ πως γράφων
“’Επειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς
εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἷναι
δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη,
Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος
φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον,
τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ
τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ
αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις,
ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν
καὶ φῶς νοητόν· ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ
θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.
εἶτ’ ἐπιφέρει ‘καὶ εἶπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ
ἐγένετο φῶς.’ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ
οὐρανὸν ἐδημιούργει· τὸ δὲ στερεὸν αἰσθητὸν,
γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον· ἆρ’ οὐ δοκεῖ σοι
ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν
κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη
δημιουργεῖν τὰ νοητά;
εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ
ὁ Πλάτων’ σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν
ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ
τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων
ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου
εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’
ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι.
εἰκὼν μὲν
γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος
ἀπαθὴς, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ
δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις
ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην
θείαν. φησὶ γὰρ ‘ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε,
καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.’ ἀκόλουθοι
δ’ οἶμαι, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.
Ἐντεῦθεν δ’ οἶ μὲν Στωϊκοὶ τὸ τέλος τῆς
φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ
Πλάτων’ δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν
Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ
Πλάτωνος λαβὼν, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας,
τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους
λέγει. φησὶ γὰρ ἐν τῷ Φαιδρῷ Σωκράτης ὡς οὐχ
ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς
ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ
ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ
‟Πρᾶξιν Πρᾶξιν εἷναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ
λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ
μετρίῳ ὄντι φίλον ἦ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις,
οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων
μέτρον ἂν εἴη.”
Εἶτα ὑποβὰς ἐπάγει Πλάτων
‟Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ
δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει
καὶ θεῷ.”
Ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει
Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν
κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν
τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου
πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Ἀδελφοὺς δ’ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶς ὧδέ πως
“ Ἐστὲ μὲν γὰρ πάντες οἶ ἐν τῇ πόλει ἀδελφοὶ,
ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ’ ὁ θεὸς
Ὅθεν ἀνάγκη φησὶ γεγονέναι, ἀσπάζεσθαί τε
καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ’ οἶς γνῶσις, ἐκείνους
δὲ ἐφ’ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην
φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι
τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας,
ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν
ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δὲ,
οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον
πνεῦμα.
τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ
‟Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν
τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι;
οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε
ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο
τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα
ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι.
σπουδαὶ δὲ ἑταιρειῶν καὶ σύνοδοι καὶ σὺν αὐλητρίσι
ἐρευνώμενος.”
‟Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ τῷ ἔστω
τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἐκεῖνα ἀπεικαστέον ἀλλά
μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀλήθειαν ἀφανίσαι
οὐδαμῶς θέμις. τῷ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει
συνᾴδει ἥδε ἡ ἐν τῇ δεκάτῳ τῶν Νόμων λέξις “ἔπαι-
νός τε ὅρκος τε περὶ παντὸς ἀπἐστω.” καὶ τὸ σύνολον
Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων’ λέγοντες ἀκούειν
φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες
ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μώσεως λέγοντος ‘εἶπε
καὶ ἐγένετο, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.
ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως
ἱστάμενοι γήι·νον μὲν οἶ φιλόσοφοι παρ’
ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ
Καλλίμαχος δὲ διαρρήδην γράφει
πῦρ μὲν οὖν τεχνικὸν, ὁδῶ βαδίζον εἰς γένεσιν,
τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς
ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς
γραφῆς. τί δέ; οὐχὶ καὶ Ὅμηρος παραφράζων
χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν
τὴν ἐμφανῆ τῆς ξηρὰς ἐπὶ τῆς Τηθύος καὶ τοῦ
Ὠκεανοῦ λέγει
πάλιν τὸ δυνατὸν ἐν πάσι προσάπτουσι καὶ οἱ
παρ’ Ἕλλησι λογιώτατοι τῷ θεῷ· ὁ μὲν᾿ Ἐπίχαρμος,
Πυθαγόρειος δὲ ἣν, λέγων
ἔν τε τοῖς Φαινομένοις
ἐπιγραφομένοις ὁ Ἄρατος
Ἤδη δὲ, ὡς εἰπεῖν, ὑπ’ αὐγὰς ὁ Δημόκριτος
εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ
ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν
οἱ Ἕλληνες, πάντα Ζεὺς μυθεῖται , καὶ πάντα
οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς
οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος
προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον.
σιωπῶ γὰρ Πλάτωνα, ἅ ἀντικρυς οὖτος ἐν τῇ
πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα
καὶ υἱὸν οὐκ οἶδ’ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν
ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν, ἐπομνύντας
σπουδῇτε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ
θεῶν, ὦν ἐγὼ πατῆρ δημιουργὸς τε ἔργων.’
ὥστε
καὶ ἐπὰν εἴπῃ ‘περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ,
κἀκείνου ἕνεκα τὰ πάντα, κα’κεῖνο αἴτιον τῶν καλ[ν,
δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ
τρίτα,’οὐκ ἄλλως ἔγωγε ἐξακούω ἤ τὴν ἀγίαν τριἀδα
μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα,
ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτοῳ
τῆς Πολιτεῖας Ἠρὸς τοῦ Αρμενίου, τὸ γένετο Παμφύλου,
μέμνηται, ὅς ἐστι Ζωρόαστρις. αὐτὸς γούν ὁ
Ζωρόαστρις γράφει ‘τάδε δυεέγραψε Ζωρόαστρις ὁ
Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας,
ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.’τὸν
δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ
τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν
ἀνάστασιν, ἀλλ’ἐκεὶνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα
ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εὶς τὴν ἀνάληψιν,
αὐτὸς δὲ καὶ εἰς τὴν γένεςίν φησι τὴν αὐτὴν
γίνεσθαι κάθοδον. ταῦτα ὐποληπτέον καὶ τὰ τοῦ
Ἡρακλέος ἆθλα λέγεσθαι ιβ΄, μεθ', ἄ τῆς ἀπαλλαγῆς
“Σαφέστατα δ’ Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης
ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δο-
κιμάσας, τὸν δέ τινα φθειρόμενον , τὸν κατὰ τὴν
διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως
ἔχοντος. ἀλλ’ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας
ἀιδίως ποιὸν κόσμον ἤδη, φανερὸν ποιεῖ λέγων οὕτως
κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀν-
θρώπων ἐποίησεν, ἀλλ’ ἢν ἀεὶ καὶ ἔστι, καὶ ἔσται,
πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον
πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ , τὸ
δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ
ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’
ἀέρος τρέπεται εἰς ὑγρὸν, τὸ ὡς σπέρμα τῆς διακο-
σμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται
“ Παραπλήσια τούτῳ καὶ οἶ ἐλλογιμώτατοι τῶν
Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως ἕως διαλαμβάνοντες
καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ
κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν
ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων’ ἐν μὲν τῷ
ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτεριἐν
πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον ‘ἐγὼ ἐκοιμήθην καὶ
ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου·’
αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ,
γρηγορεῖτε· οἷον, μελετᾶτε ζῆν καὶ χωρίζειν
τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν
ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων’ διὰ
τούτων καταμαντεύεται
“Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ
ἡμέραι γένοιντο , ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ
πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.”
“Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν,
ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον·
ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ, καὶ
πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως
σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία
ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν
τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι
λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πο-
ρείαν.”
“Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ
καὶ πάλιν
“Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι.”
“Τὰ δὲ οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ‘ἄρωμεν
ἀνασκινδυλευθήσεται.”
“Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν
προφητικὴν ἐκείνην γραφὴν ‘τίνι με ὡμοιώσατε; λέγει
κύριος’ οὐδενὶ ἐοικέναι φησὶ, διόπερ αὐτὸν
ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ’ οὗτος ἔοικεν ὁρᾶν
αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται,
τὴν ὄψιν ἀφαιρεῖται.”
εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων
ὅτι εἶς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει
καὶ πάλιν
ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου μὲν τοῦ μελοποιοῦ
περὶ τοῦ θείου λέγοντος
Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ
τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε
ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν
διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει
ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων
Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων
ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ
μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας
ρίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς
Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ
Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν
Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα
φησὶ
οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ
γράφοντι “ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ
ἐθέλει, καὶ ἐθέλει Ζηνὸς οὔνομα.” καὶ πάλιν “νόμος
καὶ βουλῇ πείθεσθαι ἐνός.” κἂν τὸ ῥητὸν ἐκεῖνο
“ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι
μαρτυρεῖ παρεόντας ἀπεῖναι.” ἀλλ᾿ ἄντικρυς
μίαν ἀρχὴν καὶ παρ᾿ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τί-
ἀγένητος· εἰ γὰρ ἐγένετο , οὐκ ἂν ἦν ἔτι ἀρχὰ, ἀλλ᾿
ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.” ἐρρύη γὰρ ἐκεῖθεν
ἡ δόξα ἡ ἀληθινὴ “ἄκουε (φησὶν) Ἰσραὴλ, κύριος
ὁ θεός σου εἶς ἐστὶ, καὶ αὐτῷ μόνῳ λατρεύσεις.”
ὥς φησιν ἡ Σίβυλλα.
Ξενοκράτης τε ὁ Καρχηδόνιος τὸν μὲν ὕπα-
γοῦν
θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’
ἐπὶ τούτοις.
ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς
περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως
βροτούς.
εἶτα διαρρήδην ἐπιφέρει
φέρει.
λόγου.
ναὶ μὴν διὰ τοῦ Ἡσαΐου πνεύματος κεκραγότος
τί μοι πλῆθος τόν θυσιῶν ὑμῶν; λέγει κύριος,
“θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν.
ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις , καὶ οὐκ
ὄψομαι αὐτόν;” διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ
Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην “θύσατε
θυσίαν δικαιοσύνης , καὶ ἐλπίσατε ἐπὶ κύριον”
ὧδέ πως γράφει
“ ἔτι σοῦ λαλοῦντος” φησὶν ἡ γραφὴ “ἐρῶ, ἰδοὺ
συνᾴδει δὲ τούτοις καὶ ἡ τραγῳδία διὰ τῶνδε
καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει
τὰ ὃμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν
ὦδέ πως γεγραμμένα
ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν,
οὐ χρόνῳ τινὶ εύδαιμονίαν ἒχοντες, ἀλλ’
ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι,
ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ
οὒτω τις μέγας ἒσται καὶ καθ’ Ἒλληνας ὡς ὐπερέχειν
τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.
ὁ δ’
αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει
Ἁβραὰμ λέγων τοῦτον, εἲτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ,
διὰ τούτων,
εἶτα, οἶον παραφράξων τὸ “ ὁ οὐρανός μοι θρόνος,
ἡ δὲ γῇ ὑποπόδιον τῶν ποδῶν μου” ἐπιφέρει
προσώπου πυρὸς τήκεται κηρός.” καὶ τὰ διὰ Ἠσαίου
‘τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πάσαν τὴν
γῆν δρακί;”
Πάλιν ὅταν
αἰθέρος ἠδ’ Ἀΐδου, πόντου, γαίης τε τύραννε,
εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων
τὸν θεὸν
ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι.
καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.”
τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος
λέγει
τῇ ἰσχύι· αὐτοῦ” ὥς φησιν ‘Ιερεμίας “καὶ ἀνορθώσας
τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε
Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς
μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τοὐτων
παρίστησιν , ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς πα-
καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν
ἐκκόπτει διὰ τούτων
καὶ τὰ ἐπὶ τούτοις.
Πίνδαρος δὲ ὁ μελοποιὸς
ἐπὰν δὲ εἴπῃ
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
ἀλλὰ καὶ Ἡσίοδος
καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ ,
Πάλιν τοῦ Μώσεως εἰς μόχθους καὶ πόνους
ποιητής τις οὐκ ἄσημος γράφει
ἓτι Ὃμηρος μὲν εἰπὼν
δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς
ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν,
Πάλιν αὖ Λἰσχύλος μὲν ὁ τραγῳδοποιὸς τὴν
Δύναμιν τοῦ θεοῦ παρατιθέμενος οὐκ ὀκνεῖ καὶ ὓψιστον
Αὐτὸν προσαγορεύειν διὰ τούτων
ἆρ᾿ ού δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ “ἀπὸ παροςώπου
κυρίου τρέμει ἡ γῆ;”
Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν
Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμὸς
Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει “‘Α
ἀρχὰ τῶν ὄντων ἀρχὰ μὲν ὄντως ἀληθινὰ μία. κείνα
γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον.”
εἰκότως τοίνυν ὁ Πλάτων’ ἐθίζει τὰς βελτίστας
ὀστράκου ἂν εἴη περιστροφὴ, ἀλλὰ ψυχῆς περιαγωγὴ,
ἐκ νυκτερινῆς τινὸς ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος
οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν
εἶναι, καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους
κρίνει, ἔστε μὲν δὴ πάντες ἀδελφοὶ, λέγων· οἱ
δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα , καὶ πάντη εἰς.
τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ ξυμπάντων ἐμφύτως
καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάνταπρὸς πάντων, τὰ
Ἕλληνές τε καὶ βάρβαροι, γένος δ’ οὐδὲν οὐδαμοῦ
τῶν γεωργούντων οὔτε νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικῶν
τῷ νότῳ πάντα, μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν
περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ
τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν
ἐπ’ ἴσης πάντα.
Πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες
φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας,
τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ
καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν
προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν
χηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι , ἀλλ’ οὐδ’
Τοσαῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπειδὴ διὰ
μακροτέρων ἡμῖν ἡ κατὰ Πλάτωνα παρέστη φιλοσοφία
συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἐβραίων δόγμασιν,
(ἐφ᾿ οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε
καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης,) ὥρα ἐπιθεωρῆσαι
τίνα ταῦτ’ εἶναί φαμεν ἐφ’ ὧν οὐκέθ’
Τὰ Ἑβραίων λόγια θεοπρόπια καὶ χρησμοὺς
τὰ γοῦν θεῖα λόγια ἁγνὰ, καὶ ἀργύριον πεπυρωμένον,
δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, ἀνείρηται.
ἀλλ᾿ οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα, οὐδὲ
ὄναρ ὥσπερ , ἀλλ᾿ οὐχ ὕπαρ, τῆς τῶν ὄντων
φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ
ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο,
ὡς μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα.
αὐτίκα γοῦν βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαίς
ὑφεῖναι , καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας
ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόφιλόσοφον
αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων ῾Ελλήνων
ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ
ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις
τὴν τῶν θεῶν προσηγορίαν καται-
τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον·
ὡς μὴ διατρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα
εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ, καὶ τὴν βάρβαρον
ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον,
καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι
ὁμολογοῦντα προστάξαι , τόν τε πάτριον Ἑλλήνων
ἐξηγητὴν, τὸν ἐγκαθήμενον ἐν Δελφοῖς δαίμονα,
θειάζοντα.
διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πλη-
EUSEBII
θύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο
ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον,
καὶ θέα οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ
ἀφθάρτους ἰδέας, καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον
αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας,
περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων
“Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι
τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς. πιστευτέον δὲ
τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν,
ὡς ἔφασαν , σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους
εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ
ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν,
ἀλλ᾿ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ
νόμῳ πιστευτέον. οὕτως οὖν κατ᾿ ἐκείνους ἡμῖν ἡ
γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω·
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς
Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος,
οὐ κατὰ φιλόσοφον , οὐδ᾿ αὐτὸς αὑτῷ συμφώνως, τὰς
μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος.
αὐτοῦ μὲν γὰρ ἦν ἀκοῦσαι φάντος ἐν Πολιτείᾳ τάδε.
“ἐν τοῖς μείζοσιν, ἦν δ᾿ ἐγὼ, μύθοις ὀψόμεθα καὶ
τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι
καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους·
πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι’ ὧν ἔφησεν
Εξαλείψομεν ἄρα, ἦν δ’ ἐγὼ, ἀπὸ τοῦδε τοῦ
ἔπους ἀρξάμενοι , πάντα τὰ τοιαῦτα ,
“Πἀλιν δὴ Ὀμήρου δεησόμεθα καὶ τῶν ἄλλων
ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα θεὰς παῖδα,
‟Ἢ Δία, καθευδόντων τῶν ἄλλων θεῶν τε
ἀνθρώπων ὡς μόνος ἐγρηγορὼς, ἃ ἐβουλεύσατο, τούτων
πάντων ῥᾳδίως ἐπιλαθόμενον διὰ τὴν τῶν ἀφροδισίων
ἐπιθυμίαν , καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν
Ἥραν, ὥστε μηδ’ εἰς τὸ δωμάτιον ἐλθεῖν ἐθέλειν,
ἀλλ’ αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι κορύδου
δίκην· καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται,
ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους ,
δι’ ἕτερα τοιαῦτα.”
Ὡν τοῦτον τὸν τρόπον εἰρημένων τί δῆτα
βούλεται αὐτῷ ἡ μετὰ ταῦτα φωνὴ τοὺς μὲν ποιητὰς
θεῶν παῖδας ὀνομάζουσα, καὶ τό τε ἀπιστεῖν αὐτοῖς
Τίδὲ ἡ ἂλογος ἐδέλει πί
στις, δέει τῆς ἀπὸ τῶν νόμων τιμωρίας προβεβλη
μένη; πῶς δὲ δεῶν Οὐρανὸς χαὶ Γῆ πρῶτοι, ἒπειτα
τούτων ἒκγονοι, Ὠκεανὸς καὶ Τηθὺς, Κρόνος τε
καὶ πάντες οἰ πρὸς Ὀμήρου καὶ Ἡσιόδου μυδευόμενοι
παῖδες καὶ ἀδελφοὶ καὶ ἒκγονοι τούτων, ὁπότε ταῦτα
αὐτὰ ἀνῄρει λέγων
“ Ὅπερ, ἦν δ’ ἐγώ, χρὴ πρῶτον καὶ μάλιστα
Μέμφεσθαι, ἂλλως τε καὶ τις μὴ καλῶς ψεύδηται.
Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς τῷ λόλῶ περὶ δεῶν
Τε καὶ ἡρώων, οἶοί εἰσιν, ὣσπερ γραφεὺς μηδὲν ἐοικότα
Καὶ πάλιν
“Πρῶτον μὲν, ἦν δ’ ἐγὼ, τὸ μέγιστον καὶ περὶ
Τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο,
ὡς Οὐρανός τε εἰργάσατο ἃ φησι δρᾶσαι αὐτὸν Ἠσίοδος,
ὂ τε αὖ Κφόνος ἐτιμωρήσατο αὑτόν“ καὶ τὰ
τούτοις ἑξῆς.
Πῶς δὲ οἱ νῦν ψευδεῖς καὶ οὑκ
ἀληδεῖς ποιηταὶ πάλιν οἱ αὐτοὶ δεῶν ἒκγονοι λέγοιντ’
ἂν; ἀλλὰ λὰ ρ τούτων δὴ χάριν ἀπολειπτέος μὲν ἠμῖν
οὖτος, δέει δανάτου τὸν Ἀθηναίων δῆμον καθυποκρινάμενος·
λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληδοῦς
καὶ ἀπλανοῦς εὐσεβείας. Θέα δὴ καὶ ἂλλο.
Ἐβραῖοι τὴν μέσην τῶν λογιχῶν φύσιν γεννητὴν,
ἀλλ’ οὐκ ἀγέννητον εἶναί φασι. Ταύτην δὲ
Εἰς νοερὰς οὐσίας διαιροῦντες τῷ λόγῳ πνεύμαα καὶ
διόπερ οὐδὲ θεοὺς ἐπιτρέπουσιν ἡγεῖσθαι τοὺς μὴ τὸ
θεῷ ὁμοίως οὔτε τῷ δι’ οὗ τὰ πάντα συνέστη
ἐπιφερομένους.
ὁ δέ γε Πλάτων’ ἀσωμάτους μὲν
καὶ νοητὰς οὐσίας τὰς λογικὰς φύσεις Ἑβραίοις
ὑφίστησι, διαπίπτει δὲ τῆς ἀκολουθίας, πρῶτον
μὲν ἀγεννήτους εἶναι φάσκων αὐτὰς, ὥσπερ καὶ πᾶσαν
ψυχὴν , ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου
αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος
διὸ καὶ πλειόνων
θεῶν ὑποτίθεται εἶναι γένος, ἀπορροίας τινὰς
καὶ προβολὰς τοῦ πρώτου καὶ τοῦ δευτέρου αἰτίου
τῷ λόγῳ ὑφιστάμενος· εἶναί τε ἀγαθὰς τὴν φύσιν,
οὐδαμῶς οἵας τε τῆς οἰκείας ἐκστῆναι ἀρετῆς , ἔνθεν
τούτων δὲ ἕτερον
εἶναι τὸ δαιμόνων φῦλον ἡγεῖται , φαυλότητος ὂν καὶ
μοχθηρίας καὶ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς δεκτικόν·
ὧν τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναί τε καὶ
ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα
τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν
ὑποστῆναι φάναι εἰκὸς τοὺς δαίμονας.
ἐκ μὲν
γὰρ τῆς τῶν σωμάτων ὕλης οὐδεὶς ἂν νοῦν ἔχων
εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ’ οὐκ ἄν ποτε ἐξ
ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ’ ἐκ τῆς
πῶς
δ’ ἂν γένοιτο πικρὸν ἀπὸ τοῦ γλυκέος; εἰ δὲ δὴ σκότους
παντὸς καὶ πικρίας πάσης χαλεπώτερον τὸ τῶν
μοχθηρῶν δαιμόνων γένος, πῶς ἐξ ἀπορροίας λέγοιτ’
ἂν τῆς τῶν κρειττόνων φύσεως; εἰ δὲ ἐκ τῆσδε ἦν,
οὐδ’ ἂν ἐτράπη τῆς οἰκείας λήξεως· εἰ δ’ ἠλλοίωται,
οὐδ’ ἦν τὴν ἀρχὴν ἀπαθὲς τὴν φύσιν· εἰ δ’ οὐ τοιάδε
ἀλλ’ εἰ μήτε τῆς τῶν κρειττόνων
ἀπορροίας μήτ’ αὖ τῆς τῶν σωμάτων ὕλης εἶεν, ὥρα
ἢ ἀγεννήτους λέγειν καὶ πρὸς τῇ ἀγεννήτῳ ὕλῃ τῶν
σωμάτων τρίτον στῖφος λογικῶν ἀγεννήτων ἀντιπαρατάττειν
τῷ θεῷ, οὐκέτι τε τὸν θεὸν πάντων εἶναι
ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ
τοῦθ’ ὁμολογοῦντας , καὶ τὰ μὴ ὄντα ποιεῖν αὐτὸν
τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις.
τίνα
δὲ οἵδε περὶ τῶνδε ἐκδιδάσκουσι ; τὴν μέσην τῶν λογικῶν
ταύτῃ τε μὴ θεοὺς εἶναι, μηδὲ
κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ
τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι , μηδ’ ἀχώριστον
ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται, τό τε τῷ καλῷ
τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης πεφυκὼς κύριος.
ταῦτα καὶ περὶ τάδε. μετίωμεν δὲ καὶ ἐφ’ ἕτερα.
Ἑβραίοις ὁμοίως τὴν ψυχὴν ἀθάνατον ὑποθέμενος,
τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης αἰτίας,
καὶ μέρος περὶ τὰ σώματα μεριστῆς φύσεως.
λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ
‟ ῾Ο δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν
ψυχὴν σώματος, ὡς δεσπότιν καὶ ἄρξουσαν
ἀρξομένου , συνεστήσατο ἐκ τῶνδε καὶ τοιῷδε τρόπῳ.
καὶ κατὰ τὰ αὐτὰ συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς
Ἔνθεν εἰκότως αὐτῷ καὶ τὸ παθητικὸν
τῷ λόγῳ τῆς οὐσίας αὐτῇ συνῆπται. ἀλλὰ τοτὲ μὲν
ὁμοίαν καὶ δι’ ἀρετῆς μέγεθος τὰς οὐρανίους ὑπερπαίουσαν
ἀψῖδας, ἄνωθέν ποθεν ἐκ τῶν ὑπερκοσμίων
ἐπὶ ὄνους καὶ λύκους καὶ μύρμηκας καὶ μελίττας
κατιέναι φάσκων, καὶ τούτ’ ᾦ πιστεύειν ἡμᾶς παρακαλῶν
τῷ λόγῳ ἄνευ τινὸς ἀποδείξεως.
λέγει δ’
οὖν ἐν μὲν τῷ περὶ ψυχῆς τάδε
Καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ σωματοειδοῦς τοῦ ξυνεπακολουθοῦντος ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. ἐνδοῦνται δὲ, ὥσπερ εἰκὸς, εἰς τὰ τοιαῦτα ἤθη, ὁποῖα ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν βίῳ.
Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὢ Σώκρατες;
Οἶον τοὺς μὲν τὰς γαστριμαργίας τε καὶ
ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους
εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων
θηρίων εἰκὸς ἐνδύεσθαι· ἣ οὐκ οἴει; Πάνυ μὲν οὖν
εἰκὸς λέγεις.
Τοὺς δέ γε ἀδικίας καὶ τυραννίδας
καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ
Δῆλον δὴ, ἔφη· πῶς δ’ οὔ; Οὐκοῦν εὐδαιμονέστατοι,
στατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον
ἰόντες οἶ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες,
ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην,
ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν, ἄνευ
Καὶ ἐν τῷ Φαιδρῷ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν
‟Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ
οὐκ άφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦται πρὸ
ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι,
κρίσεως ἔτυχον· κριθεῖσαι δὲ αἶ μὲν εἰς
ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνούμεναι
ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου,
αἱροῦνται ὃν ἂν ἐθέλῃ ἑκάστη. ἔνθα δὴ καὶ εἰς θηρίου
βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται καὶ ἐκ θηρίου,
ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον.”
Καὶ ταῦτα μὲν ἐν Φαιδρῷ· ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε
Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τήν ποτε Ὀρφέως γενομένην
ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. ἰδεῖν δὲ
τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ κύκνον
μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν, καὶ ἄλλα
ζῷα μουσικὰ ὡσαύτως, ὡς τὸ εἰκός.
τὴν δὲ λαχοῦσαν
ψυχὴν ἑλέσθαι λέοντος βίον, εἶναι δὲ τὴν Αἵαντος
τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι,
μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ
μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς, οὐ δύνασθαι
κατὰ
αἱρησομένην ἰέναι· μνήμῃ δὲ τῶν προτέρων πόνων
φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον
πολὺν βίον ἀνδρὸς ἰδιώτου καὶ ἀπράγμονος, καὶ
μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ
τῶν ἄλλων, καὶ εἰπεῖν ἰδοῦσαν ὅτι ταῦτ’ ἂν ἔπραξε
καὶ πρώτη λαχοῦσα, καὶ ἀσμένην ἑλέσθαι. καὶ ἐκ
τῶν ἄλλων δὲ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι
καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ
Τοσαῦτα περὶ ψυχῆς ὁ Πλάτων’ εἰπὼν δῆλός
ἐστιν Αἰγυπτιάζων τῷ δόγματι· οὐ γὰρ Ἑβραίων ὁ
λόγος, ὅτι μηδὲ ἀληθείᾳ φίλος. τοῦτο δ’ οὐ καιρὸς
ἀπελέγχειν, ὅτι μηδ’ αὐτὸς δι’ ἀποδείξεων· ἐνεχείρησε
τῷ προβλήματι. τοσοῦτον δ’ εὐλόγως τις ἂν ἐπισημήναιτο,
ὡς οὐκ ἦν σύμφωνα τὸν αὐτὸν λέγειν ἅμα
τῇ τελευτῇ τὰς ψυχὰς τῶν ἀσεβῶν ἐνθένδε ἀπαλλαττομένας
δίκας εἰς Ἅιδου ὧν ἔδρασαν διδόναι κἀκεῖσε
τιμωρεῖσθαι εἰς ἄπειρον, καὶ πάλιν φάσκειν αὐτὰς
τοὺς ἐνταῦθα βίους κατὰ γνώμην οἰκείαν αἱρεῖσθαι.
ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ
τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ
ἐντραφείσας ὄνους γίνεσθαι, θηρίων τε ἄλλων
καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὰς ἐπὶ τοῦτ’
ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι
ποῦ δ’ ἂν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως , ἣν ἐν μὲν τῷ περὶ ψυχῆς ὑπογράφων φησὶν, ὡς
“Ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν
τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει , . . . καὶ οἳ μὲν ἂν
δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα,
τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας
ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν
τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ’ ἂν
δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων,
ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους
ἀδίκους καὶ παρανόμονς πολλοὺς ἐξειργασμένοι, ἢ
ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα , τούτους δὲ ἡ προσήκουσα
μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε
ἐκβαίνουσι.”
Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε.
περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι
“Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι
ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν
ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους
ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος
ἱκανὸς ἐν τῷ παρόντι.”
Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι
Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως,
ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα
οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ
θεάματα καὶ νουθετήματα.”
Ταῦτα πῶς ἂν δύναιτο συνᾴδειν τοῖς περὶ
ἀμοιβῆς σωμάτων, ἃ τὴν ψυχὴν μετιοῦσαν αἱρεῖσθαι
φάσκουσι, λόγοις; πῶς γὰρ ἂν ἡ αὐτὴ τιμωρίας καὶ
δεσμωτήρια καὶ τοσαύτην δίκην εἰς τὸν ἀεὶ χρόνον
μετὰ τὴν ἐνθένδε τελευτὴν ὑφέξει, καὶ πάλιν οἵα τις
ἀνειμένη καὶ δεσμῶν ἐλευθέρα βίους ἕλοιτ’ ἂν οὓς
ἂν ἐθέλῃ 5 εἰ δὲ τὰ καθ’ ἡδονὴν μέλλοι πάλιν αἱρεῖσθαι,
καὶ ποῦ τὸ τῆς τίσεως τε καὶ δίκης δεσμωτήριον;
ριον ; μυρία δ’ ἂν καὶ ἄλλα τις ἐπὶ σχολῆς ἐπιλάβοιτ’
ἂν τοῦ λόγου, ὧν οὐ καιρὸς τὴν διάνοιαν μηκύνειν.
καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος
περὶ τῶνδε δόξης ταύτῃ πη πέφανται· τὸ δ’ ἕτερον
τῆς τοῦ δόγματος διασκευῆς, δι’ οὗ τὸ μέν τι θεῖον
καὶ λογικὸν εἶναι τῆς ψυχῆς , τὸ δέ τι μέρος αὐτῆς
ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς
τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μαθεῖν ἔνεστιν
ἀπὸ τῶν τοιῶνδε λόγων
“Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν
φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ
τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι
χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ
τὴν ψυχήν.
εἰ γὰρ τοῦτο ὁμολογεῖται, μηδὲν
τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι, τά
τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ
τοῦ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν
ἐμποιήσαντος αὐτοῦ , οἶον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν,
καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν , τῷ τε βαρεῖ πρὸς τὸ
κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν, γλυκεῖ τε πρὸς τὸ
πικρὸν, σκληρῷ τε πρὸς τὸ μαλακὸν , καὶ πᾶσι τοῖς
μιχθέντα χωρισμὸν τὸν ἀπ’ ἀλλήλων ἐν χρόνῳ φύσει
ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας
γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον
χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι,
τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν
φύσιν ἐπειγομένων.
ἡ γὰρ οὐχ ὁρῶμεν καὶ
τὸ φύσει βαρὺ , κἂν ὑφ’ ἥμων ἤ τινος ἔξωθεν φυσικῆς
προσγενομένης αὐτῷ κουφότητος ἄνω φέρηται,
αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ
ἄνω βιάζεται; τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων
εἰς ταὐτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ
ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ
ἐνόντος αὐτοῖς.
ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον
τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν
δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν
ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος
κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ᾿ ἐν
ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα
πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἶ μὲν πολλοὶ τούτῳ
τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν
αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ᾿ οὐκ
ἀσώματον.
ὁ δὲ Πλάτων᾿ τῷ φύσει αὐτῆς ἀπαθεῖ
ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι.”
Ταῦτά μοι ἀπὸ τῶν Σεβήρου τοῦ Πλατωνικοῦ
Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις
καὶ τόδε περὶ τῆς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ
φωστήρων ἀρχῆς.
Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ
καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον,
καθ᾿ ὃν γεννητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου
πεποιημένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς
οὐσίας συνέστη, οὐκέθ᾿ ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ
νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἑπινομίδι
“ Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεὸν, ὦ
Μέγιλλε καὶ Κλεινία ; σχεδὸν οὐρανὸν, ὃν καὶ δικαιότατον,
ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοὶ,
Εἶθ᾿ ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα
“Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς, μεγίστους καὶ τιμιωτάτους
καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους
τὴν τῶν ἄστρων φύσιν λεκτέον, καὶ ὅσα μετὰ τούτων
αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ
τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος , ἔχον ἔδραν
τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν
μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.”
Διὰ τούτων θεοὺς εἰπὼν εἰναι τοὺς δηλωθέντας
περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν
ἐν Τιμαίῳ τάδε διεξέρχεται
“Ὅ τι πυρ’ πρὸς τὸν ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ,
καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς τὴν γῆν,
ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν.
καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν
τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας
λογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ’
εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων
πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”
Εἶτ’ ἐπιλέγει
“Ψυχὴν δ’ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησε.”
Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων
“Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς
χρόνου γένεσιν, ἔνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη,
καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες,
τες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γἐγονε·
σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν
εἰς τὰς περιφορὰς , ἃς ἡ θατέρου περίοδος ᾔει.”
Καὶ ἐπιλέγει
‟Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα τό τε προσταχθὲν ἔμαθε.”
Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται λέγων ὧδε
“Μεταβάλλει μέντοιγε πάνθ’ ὅσα μέτοχά ἐστι
ψυχῆς , ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν·
μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης
τάξιν καὶ νόμον· μικρότερα μὲν τῶν ἠθῶν
μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται,
Εἰ δὴ οὖν μεταβάλλει πάνθ’ ὅσα μέτοχά ἐστι
ψυχῆς ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν,
οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι
ψυχῆς κατ’ αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι
λέγει
δ’ οὖν πάλιν ἐν Τιμαίῳ
‘ Ἐπεὶ δ’ οὖν πάντες ὅσοι τε περιπολοῦσι φανεγένεσιν
ρῶς καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσι θεοὶ
ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας
τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ
τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ
δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ
ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε,
ἀθάνατοι μὲν οὖν οὐκ ἐστὲ, οὐδ’ ἄλυτοι τὸ
Ταῦτα ὁ Πλάτων’. εἰκότως δῆτα Μώσης καὶ
τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ
θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν
ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων
ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργὸν , τὸν δὴ τὰ
πάντα θείῳ λόγῳ συνδήσαντάτε καὶ συναρμοσάμενον,
μόνον ἡγεῖσθαι θεὸν , καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν
νομοθετεῖ τιμὴν 5 λέγων μὴ ἰδὼν τὸν ἥλιον,
καὶ τὴν σελήνην, καὶ πάντας τοὺς ἀστέρας, καὶ πάντα
τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσης
αὐτοῖς.”
ἑρμηνεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος
ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη
λέγων πρὸς λέξιν
‟Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας
ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας , οἷς τὰς τῶν
γιγνομένων ἀπάντων αἰτίας ἀνέθεσαν. Μωσεῖ δ’ ὁ
κόσμος ἔδοξεν εἷναι καὶ γεννητὸς, καὶ πόλις ἡ μεγίστη
ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν
τοὺς ἐν οὐρανῷ πάντας, οἶον πλάνητες καὶ ἀπλανεῖς
ἀστέρες· ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ
περιγείους φύσεις.
τοὺς δὲ λεχθέντας ἄρχοντας
οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς
ὑπάρχους οὐ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν,
θοῦν, πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον
τῶν γεγονότων τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα
ἡνίοχον τοῖς ὑπεζευγμένοις , ὡς αὐτουργοῖς,
τῶν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας. ὧν
εὐθυβόλως
πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων
ὡς θεῶν ἀποδοχήν. οἱ γὰρ ἰδόντες ἡλίου μὲν
προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας,
ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν
γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται,
σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ
τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’
ὑποτοπήσαντες.
εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν, ὅτι καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ συνέστησαν.
Καὶ ἐπάγει λέγων
“Ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν
οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ
διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὅς οὐ μόνον θεός
ἐστι νοητῶν τε καὶ αἰσθητῶν, ἀλλὰ καὶ ἁπάντων δημιουργός.
ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ
θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γεννητῷ,
φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ
μεγίστῃ.”
Ταῦτα τῆς Ἑβραίων εὐσεβείας τὰ ὡς ἀληθῶς
ἀκήρατά τε καὶ θεῖα μαθήματα πρὸ τῆς τετυφωμένης
Ἑλλήνων φίλον ἡγοῦμαι καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ
συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονηκότα, Μωσέως
δ’ ἐν παραθέσει καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν
τὸ ἐλλιπὲς ἐπιδεικνὺς αὐτοῦ τῆς διανοίας.
καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευασμένῳ
μυρί’ ἄττα καταιτιᾶσθαι , οἷα τὰ σεμνὰ καὶ σοφὰ
αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα, ἢ οἶα
‟Ἴσως δὴ, εἶπον, παρὰ τὸ εἰωθὸς γελοῖα ἂν
οὐ μόνον τὰς νέας, ἀλλ’ ἤδη καὶ τὰς πρεσβυτέρας,
ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ
καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι.”
Καὶ ἐπιλέγει ἑξῆς
“Ο δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ
Φησὶ δὲ καὶ ἐν ἑβδόμῳ τῶν Νόμων
“ ‘Ως ἄρα δεήσει τοὺς παῖδας καὶ τὰς παῖδας
Τίθησι δ’ ἐν αὐτῷ καὶ τάδε
“Ἡ δὲ αὖ που παρ’ ἠμῖν κόρη καὶ δέσποινα,
εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν
Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδὲ πη νομοθετεῖ
“Ἐν δὲ τούτοις μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε
πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς
φοιτῶντας ὅσα τε πρὸς μουσικὴν, οὐχ ὅν μὲν ἄν ὁ
πατὴρ βούληται, φοιτῶντα, ὃν δ' ἄν μὴ, ἐῶντα τῆς
παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα
κατὰ τὸ δυνατὸν, ὡς τῆς πόλεως μᾶλλον ἤ τῶν γεννητόρων
ὄντας, παιδευτέον ἐξ ἀνάγκης.
ταυτὰ δὲ δὴ
ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ’ ἄν τοῦτον
τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι
μὲν πρέπον ἄν εἴη, γυναιξὶ δὲ οὐκ ἄν πρέπον.”
Καὶ πάλιν ἑξῆς ὑποβάς φησι
“Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον 25
πάντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης
ῥίψεως καὶ πελταστικῆς καὶ ἁπάσης ὁπλομαχίας
τε εἶναι δεῖ κοινοὺς, ἀρνυμένους μισθὸν παρὰ τῆς
πόλεως, καὶ τούτων μαθητἀς τοὺς ἐν τῇ πόλει παῖ-
ὅπλων ἡμμένας.”
Ἀλλ’ οὐδὲ τούτοις ὁ Ἑβραίων ἐπινεύσειε λόγος,
ἀντιφθέγξεται δὲ τἀναντία, μηδ’ ἐπ’ ἀνδρῶν
ῥώμαις, μὴ ὅτι γε γυναικῶν τὴν ἐν πολέμοις ἀνατιθεὶς
παρὰ τοῦδε συμμαχίαν. λέγει δ’ οὐν ‟ἐὰν μὴ κύριος
οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἶ οἰκοδομοῦντες
αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν , εἰς
μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
ὁ δέ γε θαυμαστὸς
φιλόσοφος θέα ὡς καὶ εἰς τὸν γυμνικὸν εἰσάγει
τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων
“Γυναιξὶ Γυναιξὶ δὲ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον
καὶ δίαυλον καὶ ἔφιππον καὶ δόλιχον, ἐν αὐτῷ
τῷ δρόμῳ ἁμιλλωμέναις· ταῖς δὲ τριακαιδεκέτεσι
εἴκοσιν ἐτῶν μηδ’ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ
δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν
ἅμιλλαν τούτων τῶν δρόμων.
καὶ τὰ μὲν περὶ
δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτ’ ἔστω· τὰ δὲ
κατ’ ἰσχὺν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων τὰ νῦν
ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἔνα τε πρὸς ἔνα
διαμαχομένους καὶ δύο πρὸς δύο.”
Καὶ ἑξῆς εἰπὼν
“ Ταυτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας, χρὴ τούτους νομοθετεῖν κελεύειν·”
‟Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα, τῶν μέχρι γάμων.”
Εἶτα πάλιν τούτοις ἑξῆς συνάψας τοὺς περὶ
πελταστικῆς καὶ παγκρατίου καὶ τόξου λίθων τε ἐκ
χειρὸς βολῆς καὶ διὰ σφενδόνης νόμους, ἵππων τε
πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν
ἐπάγει λέγων
‘Θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν
οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ
αὐτῶν τῶν ἔμπροσθεν παιδευμάτων εἰς ἔθος ἰόντων
ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους
κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.”
Τοσαῦτα τοῦ Πλάτωνος τὰ περὶ γυναικῶν. τοῦ δ’ αὐτοῦ καὶ ὁ θαυμάσιος ὅδε τυγχάνει νόμος
Ἐάν τις παῖδας θηλείας καταλίπῃ, δἰ ἀδελφῶν
τε καὶ ἀδελφιδῶν ἐπανιὼν, ἔμπροσθεν μὲν τῶν ἀρρένων,
ὕστερον δὲ θηλειῶν ἐνὶ γένει· τὴν δὲ τοῦ
τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς
σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας,
γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας.”
Ἀλλὰ καὶ ἐν ταῖς ἑορταῖς δεῖν αὐτάς φησι γυμνὰς χορεύειν ἐν ἕκτῳ τῶν Νόμων λέγων οὕτως
“Τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς
παιδιὰς ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας, κούρους
τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ
θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχοὐσης
εἰκυίας προφάσεις, γυμνοὺς καὶ γυμνὰς μέχρι
περ αἰδοῦς σώφρονος ἑκάστων.”
Πρὸς τούτοις ἅπασιν ἐπάκουσον καὶ τῶνδε
“Tούτῳ, ἦν δ’ ἐγὼ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν
τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε. Τίς; Τὰς γυναῖκας
ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας
εἶναι κοινὰς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν·
καὶ τοὺς παῖδας αὖ κοινοὺς, καὶ μήτε γονέα ἔκγονον
Καὶ ἑξῆς ἐπιλέγει
“Εἰκὸς, ἔφη. Σὺ μὲν τοίνυν, ἦν δ’ ἐγὼ, ὁ νομοθέτης
αὐτοῖς, ὥσπερ τοὺς ἄνδρας, οὕτω καὶ τὰς γυναῖκας
ἐκλέξας παραδώσεις καθόσον οἶόν τε ὁμοφυεῖς·
ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις
καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ’ ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου
ἄξονται πρὸς τὴν ἀλλήλων μίξιν. ἢ οὐκ ἀναγκαῖά
σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἠ δ’ ὃς,
ἀλλ’ ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων
δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν
πολὺν λεών.”
Ἀλλὰ τούτων μὲν ἴσως τις ἑτέρως διηγήσεται
τὴν τοῦ λόγου διάνοιαν, μὴ τὸ νομιζόμενον φὰς ὑποβάλλειν.
μὴ γὰρ ἀδιαστόλως εἰπεῖν πάσας εἷναι
κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν
ἐξεῖναι, ἀλλ’ ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ
κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν.
οὕτω γὰρ εἶναι κοινὰς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα
φαίη τις εἶναι κοινὰ, οἷς προσήκει διανεμόμενα
πρὸς τῶν ἐπιτετραμμένων. καὶ δὴ ταῦθ’ οὕτως .
τί δ᾿ ἂν εἴποις μαθὼν ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει, λέγων ὧδε;
“Γυναικὶ μὲν, ἦν δ᾿ ἐγὼ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος
μέχρι τεσσαρακονταέτιδος τίκτειν τῇ πόλει·
ἀνδρὶ δὲ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ,
τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.”
Οἷς ἐπιλέγει
“ Ὅταν δὲ δὴ, οἶμαι , αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες
τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που
ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾗ ἂν ἐθέλωσι.”
Καὶ ἐπιλέγει
“ Διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ
εἰς φῶς ἐκφέρειν κύημα μηδὲν, ἐὰν γένηται· ἐὰν δέ
τις βιάσηται, οὕτω τιθέναι ὡς οὐκ οὔσης τροφῆς τῷ
τοιούτω.”
Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει
“ Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ
μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἅλλαις
ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ,
ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ
φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ
δ᾿ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἶον πνεῦμα ἤ
τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν
οὐκ ἔχει.”
Καὶ ἐπιλέγει ἐξῆς
Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μὲν, ἀσθενεστέρως
δὲ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι·
καὶ δὴ, οἶον εἰκὸς, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ
ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ
ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγοι πρὸς τὸν ἡνίοχον,
σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται,
οἷός ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὐτοῦ μέρος Χαρίσασθαι
τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. . . .
ἐὰν
μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν
νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν
τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς ἑαυτῶν
καὶ κόσμιοι ὄντες.”
Εἶτα μεθ’ ἕτερα ἐπιλέγει
“Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ
φιλοτίμῳ δὲ χρήσωνται, τάχ’ ἄν που ἐν μέθαις ἤ
τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε
τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτὸ,
τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην
καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη
χρῶνται μὲν αὐτῇ, σπάνια δὲ, ἅτε οὐ πάσῃ δεδογμένα
τῇ διανοίᾳ πράττοντες.
φίλω μὲν οὑν καὶ τούτω,
ἧττον δὲ ἐκείνων ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ
ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγου-
ἐν
δὲ τῇ τελευτῇ ἄπτεροι μὲν, ὡρμηκότες δὲ πτεροῦσθαι
ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς
ἐρωτικῆς μανίας φέρονται. εἰς γὰρ σκότον καὶ τὴν
ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις
ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν
βίον διαγαγόντας εὐδαιμονεῖν μετ’ ἀλλήλων πορευομένους,
καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα,
ἐραστοῦ φιλία.”
Τοιαῦτα μὲν τὰ Πλάτωνος, ἀλλ’ οὐ τὰ Μωσέως,
ὃς διαρρήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ
τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν
προφερόμενος δίκην. φησὶ γοῦν “ὃς ἂν κοιμηθῇ μετὰ
ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι·
θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι.” καὶ
“ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην
γυναικός.” τί δεῖ τανῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ
ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι,
προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ
καταμηνύσαντα θησαυρὸν ὑφ’ ἑτέρου τινὸς εὑρημένον;
ἐπάκουσον δὲ καὶ τῶνδε, ἔνα μή με συκοφαντεῖν
ὑπολάβῃς
“Ὅ τι δ’ ἂν ὁ θεὸς, φησὶν, ἀναιρῇ περί
τῶν κτημάτων καὶ τοῦ κινήσαντος, τοῦθ’ ἡ πόλις
ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν
μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω,
μὴ μηνύων δὲ κακίας· δοῦλος δὲ ἂν ᾖ, ὁ μηνύσας
Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας
τι τῶν ἀπειρημένων, ἀλλ’ ὁ ἑτέρου πλημμελήσαντος
μὴ καταμηνύσας. καὶ ἄλλως δὲ καθαρὸν
ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε.
λέγει δ’ οὖν
“ Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν καθηράσθω,
ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω
τῷ κεκτημένῳ.”
Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο
“Ἂ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον,
δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται
πραχθὲν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι
προσῆκέ τῳ πάσχειν, πασχέτω· δύο δ’ ἐξ
ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸν αὑτοῦ θυμόν.”
Καὶ τούτῳ προστίθησιν ἐξῆς ἕτερον τοιόνδε
νόμον
“Ὁ δὲ θυμῷ μὲν, μετ’ ἐπιβουλῆς δὲ κτείνας, τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπροσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς Χρόνον.”
Εἶθ’ ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ
“Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν
Καὶ πάλιν ἑξῆς φησιν
‘Ἐὰν δὲ, ὃ γίγνεται μὲν, ὀλιγάκις δὲ, διὰ θυμὸν
πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ
βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις
καθαίρεσθαι καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων
δὲ τῶν κτεινάντων ἀπαλλάττεσθαι γυναῖκά
τε ἀπὸ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς, καὶ μήποτ’
ἔτι κοινῇ παιδοποιήσασθαι.”
Καὶ τούτοις ἐπιφέρει
“Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι’ ὀργὴν κτείνῃ
καὶ
ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν, ἢ ἀδελφὴ ἀδελφὸν
ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν
καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς
γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι
καὶ τούτοις ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας
ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς
ἀδελφὸς
δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης,
ἤ τινι τοιούτῳ τρόπῳ, ἀμυνόμενος ἄρχοντα
χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας ἔστω
καθαρός. καὶ ἐὰν πολίτης πολίτην ὡσαύτως, ἢ ξένος
ξένον. ἐὰν δὲ ἀστὸν ξένος, ἢ ξένον ἀστὸς ἀμυνόμενος
κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι·
καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. ἐὰν δὲ αὖ δοῦλος
ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας
Ὃς ἂν
σύλλογον μηδένα μιαίνων, ἐάν τέ τις ἀπαγορεύῃ
τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή. ὁ γὰρ
νόμος ἀπαγορεύει . . . ὁ δὲ μὴ ἐπεξιὼν δέον ἢ μὴ
προαγορεύων εἰργέσθω τῶν ἐντὸς ἀνεψιότητος—τὸ
δὲ δεύτερον ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ
τελευτήσαντος γιγνέσθω.—Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ
ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ
γυναῖκα, φευγέτω ἀειφυγίαν.”
Τοιοῦτοι μὲν οἶ τοῦ φιλοσόφου νόμοι. εἰ δὲ
χρὴ καὶ τοὺς Μώσεως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον
οἷα περὶ τῶν φονικόν διατάττεται “ἐὰν
τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω.
εἰ δὲ οὐχ ἑκὼν, ἀλλ’ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας
αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.
ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι
αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου
μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα
αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω.
ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν
δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος
περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται
ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ
ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν
παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς
χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν
τοιαῦτα δὴ
καὶ τὰ Μώσεως. αὖθις δὲ ὁ Πλάτων’ τίνα τρόπον
καὶ δι’ ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν
οἰκέτην προστάττει ἐπάκουσον
“Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ
ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ
ὁπόταν βούληται καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων
πείσας, ἑπόμενος τῷ λόγῳ τῷ μὴ κινεῖν ὅ τι μὴ κατέθετο,
ἐκεῖνος ἀεὶ ζημιούσθω. ἐὰν δὲ δοῦλος μὴ
πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του πῶν
Τοιαῦτα μὲν τὰ κατὰ τῶνδε οὐκ ἄξια τῆς
Πλάτωνος μεγαλονοίας. ὡς δὲ σεμνὰ καὶ φιλάνθρωπα
τὰ παρὰ Μωσεῖ μάθοις ἂν ἐπακούσας ὧδέ πη
λέγοντος “ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμπελῶνα τοὐ πλησίον,
φαγῇ σταφυλὴν, ὅσον ψυχήν σου ἐμπλησθῆναι,
εἴς τ’ ἄγγος οὐκ ἐμβαλεῖς.” καὶ πάλιν “ἐὰν εἰσέλθῃς
εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξῃς στάχυς
ἐν ταῖς χερσί σου, δρέπανον οὐ μὴ ἐπιβάλλῃς
ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου.” καὶ αὖθις ἐὰν
ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ
δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραφήσῃ λαβεῖν
αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ
καὶ τῇ χήρᾳ ἔσται, ἔνα εὐλογήσῃ σε κύριος ὁ
ἐπανατρυγήσεις τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ
τῇ χήρᾳ ἔσται ταῦτα.”
Καὶ ταῦτα μὲν τὰ παρὰ Μωσεῖ. δῆλα δὲ τὰ
Πλάτωνος ἐν οἶς μυρία εὕροις ἂν ἀνεπίληπτα, ὧν
δὴ μάλιστα τῶν παρ᾿ αὐτῷ τὰ σεμνὰ καὶ κράτιστα
ἀποδεχόμενοι τοῖς μὴ τοιούτοις μακρὰ χαίρειν φαμέν.
ἀλλὰ γὰρ τούτων ὧδε διεξωδευμένων , ἀποδοθείσης
τε αἰτίας δι᾿ ἣν οὐ κατὰ Πλάτωνα φιλοσοφεῖν ἐγνώκαμεν,
ὥρα καὶ τὰ τῆς λοιπῆς ὑποσχέσεως εἰς πέρας
ἀγαγεῖν, καὶ τάς γε ἄλλας αἱρέσεις τῆς Ἑλληνικῆς
ἐπιθεωρῆσαι φιλοσοφίας.
Ὅσα μὲν εἰπεῖν τε καὶ ἀκοῦσαι ἦν ἀμφὶ τῆς
κατὰ Πλάτωνα φιλοσοφίας τῆς τε τούτου πρὸς τὰ
Ἑβραίων λόγια συμφωνίας, δι᾿ ἥν τὸν ἄνδρα καταπεπλήγμεθα,
καὶ αὖ πάλιν τῆς πρὸς αὐτοὺς διαφω-
βοηθέντων.
καὶ τούτων αὖ πάλιν τὸν ἐκ τῆς
ἀληθείας ὄλισθον οὐκ αὐτὸς οὐδὲ παρ᾿ ἐμαυτοῦ, διὰ
δὲ τῆς αὐτῶν πάλιν τῶν Ἑλληνικῶν φωνῶν μαρτυ-
ἐπὰν δὲ
τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις, θεῷ τε
τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων
ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων
εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ,
οὐκέτ’ οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι,
εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν
αὐτὴν πρὸ θνητῶν λογισμῶν τε καὶ στοχασμῶν τιμώμεθα.
τοῦτο δέ μοι πᾶν ὁ τῆς παρούσης Προπαρασκευῆς
δείξειν πεφιλοτίμηται λόγος, εἰς ἀπόκρισιν
ὁμοῦ καὶ ἀπολογίαν τῶν δὴ πευσομένων, τί δὴ
τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων
λέγω, προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ
γὰρ ἤδη δι’ ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω.
Ἡγοῦμαι δὲ δεῖν πρώτιστα πάντων ἄνωθεν
ἀπάρξασθαι, καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα
γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν,
τίνες ποτὲ γεγόνασι, καὶ ὁποίων ἔτυχεν ἡ
κατ’ αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ’
ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν, καὶ τίνες
ποτ’ ἦσαν καὶ οἵδε, τάς τε πρὸς ἀλλήλους λογομαχίας
αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν
ἄλλων αἱρέσεων τὰς διαστάσεις, τῶν τε δοξῶν τὰς
ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους
καὶ φιλοτίμως διαπληκτιζομένους, ὥσπερ ἐπὶ σκηνῆς
αὐτίκα γοῦν μάλα
θεασώμεθα ὅπως μὲν ὁ Πλάτων’ τοὺς πρὸ αὐτοῦ
Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν
πρεσβεύουσι τὸ μηθὲν ὄντα παρίστων.
καὶ τὰ
δεινὰ δὲ καὶ ἀκριβῆ τῆς τῶν Στωïκῶν λεπτολογίας
ὑφ’ ἑτέρων αὖ πάλιν ὄψει καταγελώμενα, πάντας τε
πανταχόθεν κατὰ τῶν πέλας κονιομένους καὶ μάχην
καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ Χειρῶν
περιέξει
δ’ ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς
ἀληθείας ἀπάσης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς
πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας
ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν
εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους,
καὶ τούς τε κατ’ Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη
ἔμπαλιν δὲ
τούτοις συναποδύσομεν τοὺς ἀμφὶ Ξενοφάνην καὶ
Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς
αἰσθήσεις ἀνελόντας.
οὐ παρήσομεν δὲ οὐδὲ τοὺς
τῆς ἡδονῆς προμάχους, ἀλλὰ καὶ τούτων τὸν ἀριστέα
Ἐπίκουρον σὺν τοῖς εἰρημένοις καταλέξομεν. πρὸς
ἅπαντας δὲ ὁμοῦ τοῖς σφετέροις αὐτῶν βέλεσι τὸν
κατ’ αὐτῶν ἀντιθήσομεν ἔλεγχον.
καὶ τῶν ἐπίκλην
δὲ φυσικῶν ἁπάντων ὁμοῦ τῶν τε δογμάτων τὰς
Οἱ μέν γε Ἑβραῖοι ἄνωθεν ἐξ αἰῶνος μακροῦ
καὶ αὐτῆς, ὡς ἔπος εἰπεῖν, ἀπὸ πρώτης ἀνθρωπογονίας
τὴν εὐσέβειαν καὶ ἀληθῆ φιλοσοφίαν ἀνηρευνηκότες,
ἀκήρατον καὶ ἐπὶ τοὺς μετέπειτα ταύτην
διατετηρήκασι, παῖς παρὰ πατρὸς θησαυρὸν λόγων
ἀληθῶν ὑποδεξάμενοί τε καὶ φυλάξαντες, ὡς μήτ’
ἐπιθεῖναι μήτ’ ἀφελεῖν τινὰ τοῖς ἅπαξ κεκριμένοις
τολμῆσαι.
οὔτ’ οὖν ὁ πάνσοφος Μώσης, πάντων
οὔθ’ οἱ μετὰc
ἐκλάμψαντες, διάφωνόν τι ῥῆμα πρός τε σφᾶς
αὐτοὺς ἢ πρὸς τὰ Μωσεῖ καὶ τοῖς πάλαι θεοφιλέσι
ἀλλ’
οὐδὲ τὸ καθ’ ἡμᾶς διδασκαλεῖον, ἐκεῖθέν ποθεν ὁρμώμενον
καὶ δι’ ἐνθέου δυνάμεως ὁμοῦ πᾶσαν Ἑλλάδα
τε καὶ τὴν βάρβαρον ἐμπλῆσαν, διάφωνόν τι
τοῖς πρόσθεν ἐμπεριείληφεν, εἰ μή τις φαίη ὅτι μὴ
καὶ τὰ μὲν ἡμέτερα
τοιαῦτα, μιᾷ διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων
καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα,
οὔτε νόμων διατάξεις οὔτ’ ἐχθρῶν ἐπιβουλαὶ οὔτι
πολεμίων πολλάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς
ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν δύναμιν ἐπιδέδεικται.
τὰ δὲ τῆς Ἑλλήνων φιλοσοφίας ἐπὶ
σαλεύσαντα τίνα ποτὲ τὴν ἰσχὺν ἐπεδείξατο νυνὶ
θεασώμεθα, πρώτους ἁπάντων εἰς τὸν ἀγῶνα καθιέντες
τοὺς φυσικοὺς ἐπικληθέντας· οἱ δὴ πρόσθεν ἢ
τὴν πρὸς Παρμενίδην καὶ τοὺς ἀμφ’ αὐτὸν
διαμάχην ἐξελέγχει.
ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼν
ἑταῖρος, ὁ Πρωταγόρας, ἄθεον ἐκτήσατο δόξαν·
λέγεται γοῦν τοιᾷδε κεχρῆσθαι εἰσβολῇ ἐν τῷ Περὶ
θεῶν συγγράμματι “Περὶ μὲν θεῶν οὐκ οἶδα οὔθ’
ὡς εἰσὶν οὔθ’ ὡς οὐκ εἰσὶν οὔθ’ ὁποῖοί τινες ἰδέαν.”
κενῷ συνεχῶς καὶ ὀξέως κινεῖται.”
ὁ δὲ Ἡράκλειτος
ἀρχὴν τῶν πάντων ἔφη εἶναι τὸ πῦρ, ἐξ οὗ τὰ
πάντα γίνεται, καὶ εἰς ὃ ἀναλύεται. ἀμοιβὴν γὰρ
εἶναι τὰ πάντα, χρόνον τε ὡρίσθαι τῆς τῶν πάντων
εἰς τὸ πῦρ ἀναλύσεως καὶ τῆς ἐκ τούτου γενέσεως.
οἵδε μὲν οὖν πάντα κινεῖσθαι ἔφασαν· ὁ δὲ Παρμενίδης,
“Ἐκ δὲ δὴ φορᾶς τε καὶ κινήσεως καὶ κράσεως
ποιητῶν οἷ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας
μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, εἰπὼν
Ἔμοιγε.
Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέοθαι;”
Εἶθ’ ἐξῆς προïὼν τῷ λόγῳ ἐπιφέρει λέγων
“ Προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου
λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην
ταύτην οὐσίαν διακρούοντα, εἴτε ὑγιὲς εἴτε σαθρὸν
φθέγγεται. μάχη δ’ οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδ’
ὀλίγοις γέγονε.
Πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν c Ἰωνίαν ἐπιδίδωσι πάμπολυ. οἱ γὰρ τοῦ Ἡρακλείτον ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως.
Τῷ τοι, ὠ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς 9 ὥσπερ αὐτοὶ ὑποτείνονται.
Παντάπασι μὲν οὖν. καὶ γὰρ, ὠ Σώκρατες,
περὶ τούτων τῶν Ἡρακλειτείων, ἢ ὥσπερ σὺ λέγεις
Ὁμηρείων τε καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς
περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι εἶναι,
οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν.
ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δὲ
ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν
μέρει ἀποκρίνασθαί τε καὶ ἐρέσθαι, ἧττον αὐτοῖς ἔνι
ζητῇς λόγον λαβεῖν, τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ
καινῶς μετωνομασμένῳ, περανεῖς δὲ οὐδέποτε οὐδὲν
πρὸς οὐδένα αὐτῶν, οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους,
ἀλλ’ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον
ἐὰν εἶναι μήτ’ ἐν λόγῳ μήτ’ ἐν ταῖς αὑτῶν ψυχαῖς,
ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι. τούτῳ
δὲ πάνυ πολεμοῦσι, καὶ καθ’ ὅσον δύνανται πανταχόθεν
Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους
ἑώρακας, εἰρηνεύουσι δὲ οὐ συγγέγονας· οὐ γάρ σοι
ἑταῖροί εἰσιν. ἀλλ’, οἶμαι, τὰ τοιαῦτα τοῖς μαθηταῖς
ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους
αὑτοῖς ποιῆσαι.
Ποίοις μαθηταῖς, ὠ δαιμόνιε; οὐδὲ γίγνεται τῶν
τοιούτων ἕτερος ἑτέρου μαθητὴς, ἀλλ’ αὐτόματοι
ἀναφύονται, ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας,
καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται
πάρα μὲν οὑν τούτων, ὅπερ ῃα ἔρων, οὐκ αν
Καὶ μετρίως γε λέγεις. Τὸ δὲ δὴ πρόβλημα
ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων, μετὰ
ποιήσεως ἐπικρυπτομένων τοὺς πολλοὺς, ὡς ἡ γένεσις
τῶν πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεῦμα τυγχάνει
καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων, ἅτε
σοφωτέρων, ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ
σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες
καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ
Πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕν τε πάντα
ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν ἑαυτῷ, οὐκ ἔχον χώραν ἐν
ᾗ κινεῖται.
Τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα;
Κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων
ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἰ
ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ᾿
ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία.”
Ταῦτα μὲν ἐν Θεαιτήτῳ. Μεταβὰς δὲ ἑξῆς ἐπὶ
Τὸν Σοφιστὴν αὖθις περὶ τῶν πρὸ αὐτοῦ γενομένων
φυσικῶν φιλοσόφων τοιάδε φησίν
“Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι
Καὶ πᾶς ὅστις ἡμῖν πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ
ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστι. — Μῦθόν
παρέχεται· δύο δὲ ἕτερος εἰπὼν, ὑγρὸν καὶ ξηρὸν ἢ
θερμὸν καὶ ψυχρὸν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι.
τὸ δὲ παρ’ ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους
τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος
τῶν πάντων καλουμένων, οὕτω διεξέρχεται τοῖς μύθοις.
Ἰάδες δέ τινες καὶ Σικελικαὶ ὕστερον Μοῦσαι
ξυνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα
καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἴν ἐστιν, ἔχθρᾳ δὲ
μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν·
ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον
ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ
αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς
τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω
μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε
πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δ’
ἵν᾿ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν
εὐπορώτερον εἰπεῖν ὅ τι ποτέ ἐστιν.
Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.
Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἶον γιγαντομαχία
τις εἷναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς
ἀλλήλους.
Πῶς;
Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα
εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες
ἄλλο ἀκούειν.
Ἦι δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων πλέον οἷς προσέτυχον.
Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες
μάλα εὐλαβῶς ἄνωθεν ποθὲν ἀμύνονται, νοητὰ
ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν
οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην
ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες
ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φε-
Ἀληθῆ.”
Διὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς
φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς
περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ
τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς
Ἐβραίων δόγμασι καὶ τῇ Μώσεως συντρέχειν περὶ
τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν.
Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους
φέρε τῷ λόγῳ θεωρήσωμεν. Πλάτωνά φασιν ἐν Ἀκα-
Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης,
εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατρι-
τούτους δὲ ἀφ᾿ ἑστίας ἀρξαμένους
εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας
τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς
δογμάτων , ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν
θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι, ἅμα
τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων
οὐδένας μὲν ὄντας, πλὴν εἰ μὴ εἶς που ἢ δεύτερος
ἐν ὅλῳ τῷ βίῳ, ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς
τὸν ἀριθμὸν, οὐδ᾿ αὐτοὶ πάμπαν ἀλλότριοι τῆς
ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν
Πλάτωνα διαδεξάμενοι τοιοίδε τινες διαβέβληνται.
Πολέμωνα γάρ φασι διαδέξασθαι Ἀρκεσίλαον, ὃν
λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ
ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν ῾Ησιόδου
τουτὶ τὸ ἀπόφθεγμα
μετὰ
δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον,
τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης
Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. ἔνιοι δὲ καὶ
τετάρτην προστιθέασι τὴν τῶν περὶ τὸν Φίλωνα καὶ
Χαρμίδην. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν
τῶν περὶ τὸν Ἀντίοχον.
Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε δια-
“Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος
μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ
Σπευσίππου, Πολέμωνα δὲ ἐκδεξάμενον τὴν σχολὴν
παρὰ Ξενοκράνους, ἀεὶ τὸ ἦθος διετείνετο τῶν
δογμάτων σχεδόν τι ταὐτὸν, ἕνεκά γε τῆς μήπω ἐποχῆς
ταυτησὶ τῆς πολυθρυλήτου τε καὶ εἰ δή τινων
τοιούτων ἄλλων. ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες,
τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ
τινι αἰτίᾳ ἄλλῃ οὐκ ἀφιλοτίμῳ ἴσως.
καὶ οὐ μὲν
βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτην, μᾶλλον
μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. καὶ γάρ με δάκνει ὅτι
μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων σώζοντες τῷ Πλάτωνι
κατὰ πάντα πάντη πᾶσαν ὁμοδοξίαν. καίτοι ἄξιος ἦν
αὐτοῖς ὁ Πλάτων’, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ
μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου,
τοῦτο δὲ οἶ Ἐπικούρειοι οὐκ ὤφελον μὲν, μαθόντες
δ’ οὖν ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία
θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ
συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς
προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ
τοῖς μετέπειτα Ἐπικουρείοις μηδ’ αὐτοῖς εἰπεῖν πω
ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς
μηδὲν, ὅτου καὶ μνησθῆναι · ἄξιον· ἀλλ᾿
ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ,
κοινὸν ἴνα νοῦν, μίαν γνώμην ἐχούσῃ·
τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα
ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα
καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς
ἐλέγχου, οἱ μέν τινες αὐτόν ἐμμεμενηκότες ἔτι, οἶ
δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις,
ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι·
καὶ μᾶλλον ὅσοι πλέον ἐπὶ τὸ τεχνικὸν
ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους
ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφηθμοῖς
ἐπετίμων θάττον.
πολὺ μέντοι τούτων
πρότερον ταὐτὰ ἔπαθον οἶ ἀπὸ Σωκράτους ἀφελκύσαντες
διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος,
ἰδίᾳ δὲ Ἀντισθένης, καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί
αἴτιον δὲ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους
καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ
ῥυθμοῖς, οἶ διακούσαντες τοῦτο μὲν ἠγνόουν,
ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης
αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι.
ὁ δὲ Πλάτων’ πυθαγορίσας, ᾔδει δὲ τὸν Σωκράτην
μηδαμόθεν ἢ ἐκεῖθεν διὰ τὰ αὐτὰ ταῦτα εἰπεῖν τε
καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο
σατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε δὲ εἰς τὸ
ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα.
τοῦτο δὲ χρὴ μαθόντας ἡμὰς ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον
τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προυθέμεθα
χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ
ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον·
ὡς νῦν μανικώτερον ἢ Πενθεῖ τινι προσῆκε
διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ’ ἐξ ὅλου
ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς.
ὅπως οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους,
τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανφρώπου,
τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον
ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον,
“ Ἀλλ’ “Ἀλλ᾿ οὐ γάρ τι ταῦτα διαιτήσων περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως· ἃ δὲ προυδέδοκτο καὶ εἶμι ἐκεῖσε, ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης.
Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος
καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι
ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει,
εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ
ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι
ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς
Κράντορα τὸν Πλατωνικὸν καὶ Διόδωρον, εἶτα Πύρρωνα,
ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικὸς, ὑπὸ
Διοδώρου δὲ σοφιστὴς, ὑπὸ δὲ Πύρρωνος ἐγένετο
ὃ καὶ ἐλέγετο
περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παραγωγὸν καὶ
ὑβριστικον,
ταῖς οὖν Διοδώρου, διαλεκτικοῦ ὄντος, λεπτολογίαις
καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν κἀντεῦθεν,
ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος καὶ
δύσκριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος,
οὐδέν τε εἰδὼς, ὡς αὐτὸς ἔφη, γενναῖος
ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ
σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.”
Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη
οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ
οὐδαμῶς. ὠνομάζετο οὖν
ὥσπερ γὰρ αἱ ἔμπουσαι ἐν τοῖς φαντάσμασι τοῖς
τῶν λόγων ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφάρματτεν,
ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτὸς οὔτε
τοὺς ἄλλους ἐᾶν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ
σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα
κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο θαυμαστῶς, ὅτι
μήτε τί αἰσχρὸν ἢ καλὸν , μήτε ἀγαθὸν μήτε αὖ κα-
ἢ δι᾿ ὅσων κατεσκευάκει.
ἦν οὖν ὕδραν
τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ᾿ ἑαυτοῦ, ἀμφότερα
ἀλλήλων δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως, πλὴν
τοῖς ἀκούουσιν ἤρεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον
ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος
ἥδιστος , ἐπεί τε προσειθίσθησαν ἀποδέχεσθαι
αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσώπου τε
καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης.
δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ᾿ ἔσχεν
ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικὰ, διὰ τὸ καλὸς
εἶναι , ἔτι ὢν ὡραῖος , τυχὼν ἐραστοῦ Κράντορος τοῦ
Ἀκαδημαικοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν
φύσιν οὐκ ἀφυὴς, τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ,
θερμουργὸς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν
ρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψὰ,
ὡμιληκὼς δὲ Πύρρωνι· (ὁ δὲ Πυρρῶν ἐκ Δημοκρίτου
ὥρμητο ὁπόθεν γέ ποθεν·) οὗτος μὲν δὴ ἔνθεν
Μνασέας γοῦν
καὶ Φιλόμηλος καὶ Τίμων οἶ σκεπτικοὶ σκεπτικὸν αὐτὸν
προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναι-
λεχθεὶς οὖν αἰτίᾳ τῶν Πυρρωνείων Πυρρώνειος,
αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς
ἔτι. ἦν μὲν τοίνυν Πυρρώνειος , πλὴν τοῦ
ὀνόματος· ᾿Ακαδημαϊκὸς δ᾿ οὐκ ἦν , πλὴν τοῦ λέγεσθαι.
οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος
ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσί-
ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα,
ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν
φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τῆς σηπίας προβαλέσθαι
πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ᾿ οὖν ἐγὼ οὐ πείθομαι.
οἱ δ᾿ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος
καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις
συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν
ἐκ Πολέμωνος ὡρμήθησαν ἐπιλανθάνονται, διαστάντες
δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες,
οἱ᾿ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο
ὑπ᾿ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι.
ἡλίσκοντο δὲ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε
ἀρχὴν ἕλοιεν μήτε μάχεσθαι ἀφορμήν. ἡ μὲν δὴ
ἀρχὴ ἦν τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι·
τὸ δὲ μηδ᾿ ἔχειν τινὰ ἀφορμὴν, ἣν εἷπον μόνον ἕν
τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταλη-
ὅπερ νῦν μὲν οὐκ
Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ
Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ
Κηφισόδωρος, ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον
ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἐώρα, αὐτοῦ μὲν
Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ
καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς
κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει
ᾗ λέγεται ὑπονοῶν.
πλὴν οὗτος μὲν ὁ
ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν
ἐβούλετο. ὁ μέντοι Ζήνων καὶ αὐτὸς, ἐπειδὴ
τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει,
λέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως,
ἕνεκά γε τῆς εἰρήνης ταύτης. εἰ δ’ οὐκ ἀγνοῶν μὲν
ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν,
πολὺ κάκιον ἢ προσήκει κυνί.
πλὴν διέδειξέ γε
μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου.
ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου, ἢ δέει τῶν Στωϊκῶν,
τῶν Ζήνωνι εἰς Πλάτωνα καλῶς τε καὶ αἰδημόνως
τὸν δ᾿ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος
ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς
παρ᾿ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ
οὐδὲν ὤκνει.
καὶ περὶ μὲν τῶν ἄλλων ἃ ἐμεμάχητο
ἐκείνῳ οὔτ᾿ ἴσως εἰπεῖν ἔχω, εἴτε καὶ εἶχον,
οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι· τὸ δὲ δόγμα τοῦτο
αὐτοῦ πρώτου εὑρομένου, καὐτὸ καὶ τὸ ὄνομα βλέπων
εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις , τὴν καταληπτικὴν
φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ᾿ αὐτήν. ὁ δ᾿ ἐν
ἔχων, ἀλλ᾿ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς
δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει,
καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει,
λέγων ὡς οὔτ᾿ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν
τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν
Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος
ἀφ᾿ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγα-
οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι.
ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλολόγος
οὐδ᾿ ἐργάτις χαρίτων, ὑφ᾿ ὧν ὁ Ἀρκεσίλαος
τὰ μὲν περικρούων , τὰ δὲ ὑποτέμνων, ἄλλα δ᾿ ὑπο
σκελίζων, κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν.
τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς
δὲ λέγων ἦν καταπεπληγμένων , δεδειγμένον πως
τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἷναι μήτ᾿ οὖν
“Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι
ἡδύ. ἢν μὲν δὴ Λακύδης ὑπογλισχρότερος, καί τινα
οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι
ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν.
ἐγὼ
δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. ταμιεύων γὰρ
αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ
οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην
εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν
δακτύλιον διὰ τοῦ κλείθρου.
τοῦτο οὑν τὸ σοφὸν
οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προίοι Λακύδης εἰς
περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν,
κἄπειτα ὡς σφίσιν ἦν θυμὸς, τὸ μὲν φαγόντες, τὰ
δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα
ἐποίουν, ἀπέκλειον μὲν, ἐσημαίνοντο δὲ, καὶ τὸν δακτύλιον
ὁ οὖν Λακύδης
πλήρη μὲν καταλιπὼν, κενὰ δὲ εὑρισκόμενος τὰ
σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι
παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν,
εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς
ἐδόκει, τὴν ἐποχὴν, καὶ ἔφη “τοῦτο μὲν ἀναμφίλεκτον
κἄπειτα ἀρξάμενος περιηγεῖτο
τὴν ὅλην τοῦ ταμιείου συμβᾶσαν αὐτῷ πάθην.
τί οὖν ἂν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως
ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε
ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ
χερσὶν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα
μὲν εἴσω τὸν δακτύλιον, αὖθις δ’ ἐλθὼν ἀνοίξας
τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα,
πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω;
οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε ἐλθόντα τινὰ κλέψαι
καὶ ὅς
ἀκούων, ἦν γὰρ ὑβριστὴς, ἐκδεξάμενος τὸ πᾶν ὡς
ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν,
ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν, γελῶν τε ἔτι καὶ
καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. ὥστε
ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον
ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμιείου ἐχρῆτο ἀκαταληψίᾳ,
ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην
ἐπεφιλοσοφήκει.
οὐ μέντοι ἀλλὰ οἴ γε παῖδες φόρτακες
ἦσαν, καὶ οὐ θατέρᾳ ληπτοὶ, οἶοι δὲ οὗτοι οἱ
Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες,
εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο
αὐτοῦ τὴν σφραγῖδα, καὶ τοτὲ μὲν ἑτέραν ἀντ’
ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ
τὸ γραμματεῖον θεωρῶν, ἢ σεσημασμένον μὲν, σφραγῖδι
αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ,
ἠκριβολογεῖτο ἂν καὶ ἀπεδείκνυε· τῶν δ’ ἡττωμένων
τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ
σφραγὶς αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι·
καὶ μὴν αὐτός γε ἔφη σημηνάμενος μνημονεύειν, καὶ
ἀπεδείκνυε, καἲ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο
πρὸς αὐτοὺς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν.
οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου αὐτοί
γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι, ἐπεὶ σοφῷ γε ὄντι
δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ ὥστε καὶ ἀμνημονεύτῳ·
μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν
τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις
καὶ λέγοντος οὐκ Ἀκαδημαϊκὰ, αὐτοὶ φοιτῶντες
εἰς Στωϊκῶν τινος τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον,
κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν
ἀντίτεχνοι κλέπται ἈκαδημαΪκοί· ὁ δὲ Στωϊκοῖς ἐνεκάλει·
οἶ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ
ὑπὸ ἀκαταληψίας οὐκ ἄνευ τωθασμῶν τινων.
διατριβαὶ
οὖν ἦσαν πάντων ἐκεῖ καὶ λόγοι καὶ ἀντιλογίαι·
καὶ ὁ Λακύδης
τέως μὲν ἠπόρει, μήτε λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν
τὴν τοῖς ἑαυτοῦ δόγμασι βοήθειαν, εἴτε μὴ ἐξελέγχοι
πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον
τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεοὺς, καὶ
τελευτῶν δὲ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην
ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν
ἐστωικεύετο πρὸς τοὺς παῖδας, τῶν παίδων δὲ τὰ
Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα
ἔχοιεν, οἰκουρὸς ἢν φίλος τοῦ ταμιείου προκαθήμενος.
αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. ἄλλως, ἔφη, ταῦτα, ὦ
παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ
ζῶμεν.”
Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. τούτου
Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ’ αὐτοῦ τῶν
γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ
οἶ μετὰ τοῦτον.
μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος
τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν.
λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο ᾖ καὶ ὁ Ἀρκεσίλαος·
καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν,
καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα·
μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν
διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ
ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ
ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ
πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν
παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δ’ οὖν καὶ ὁ
Νουμήνιος περὶ αὐτοῦ ταῦτα
“Καρνεάδης δὲ ἐκδεξάμενος παρ’ Ἡγησίνου,
Καὶ ἐξῆς ἐπιλέγει
“Ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἀπέφερεν, ἀντιλογίας
τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων,
πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε
καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου.
τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος,
ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος γὰρ
περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας
ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ἠσθῆσθαι,
κακὸν δὲ ἦν ἂν
κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ,
μὴ χαλάσας τι σμικρὸν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον
ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ
θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε
τι ζῷον ἢ μὴ ζῷον εἶναι.
τοῦτο οὖν ὑπανεὶς,
ὥσπερ οἷ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον
ἑαυτοὺς ἱεῖσιν εἰς τἀς αἰχμὰς, καὐτὸς ἐνδοὺς δυνατώτερον
ἐπελθεῖν. ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι,
τηνικαῦτα ἤδη καὶ οὑ προυδέδεκτο ἑκὼν ἠμέλει καὶ
τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος
ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος
τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ
λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ
πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε
παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον
ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον,
καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς
εἷναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου,
ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ.
ἢν οὖν ὀνείρατα
συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω.
καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίξετο.
ἦν δὲ κλέπτων μὲν ἀφανὴς, φαινόμενος
δὲ λῃστὴς, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ
σφόδρα παρεσκευασμένους.
πάσα γοῦν Καρνεάδου
διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλως, ἐπεὶ καὶ
οἶς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι.
Ἀντίπατρος
οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἤκουσέ τις
αὐτοῦ, φασὶν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο
καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς
ὕστερον, οὔτε νῦν δυνάμενα, καὶ τότε ἦν ἀδυνατώτερα
πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα
εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην.
ὅμως δὲ, καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀπορρήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἀπιτυχόντων.”
Εἶτα ἑξῆς φησι
“Καρνεάδου δὲ γίνεται γνώριμος Μέντωρ μὲν
πρῶτον, οὐ μὴν διάδοχος· ἀλλ’ ἔτι ζῶν Καρνεάδης
Καὶ πάλιν ἐπιφέρει λέγων
“Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν,
τοῖς ψεύσμασιν ἐκαλλωπίζετο καὶ ὑπ’ αὐτοῖς
τὰ ἀληθῆ ἠφάνιζε. παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς
ψεύσμασι, καὶ ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον.
ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν
κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ
δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ.”
Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. διάδοχος
δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος,
μεθ’ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονευει
ταύτα
“Ὁ δὲ Φίλων ἄρα οὗτος μὲν ἐκδεξάμενος
τὴν διατριβὴν ὑπὸ χαρμονῆς ἐξεπέπληκτο, καὶ χάριν
ἀποδιδοὺς ἐθεράπευε, καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ
ὡς δὲ προἰ·όντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ
συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ
τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν
ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. πολλὴν δῆτ’
ἔχων ἤδη τὴν διαίσθησιν ὑπερεπεθύμει, εὖ οἶσθ’
ὅτι, τῶν ἐλεγξόντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα
βαλὼν αὐτὸς ἑκὼν φεύγειν.
Φίλωνος δὲ γίνεται
ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ
Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος
περὶ διαδοχῆς μνημονεύεται. ὥρα δ’ οὖν ἄνωθεν
τὸν λόγον ἀναλαβόντας τῶν φυσικῶν φιλοσόφων
τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι,
οἱ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς
εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν
παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς
τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις αὐτοῖς
τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες,
ἐκράτει
μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν
ἡ πολύθεος δεισιδαιμονία, νεῴ τε καὶ ἱερὰ καὶ
μυστήρια τῶν θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως
παρὰ πᾶσιν ἐφυλάττοντο. οὐ δὴ οὖν οὐδὲ φιλοσοφίας
ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὸ τῆς θεοσοφίας
προειλήφει· οὐδ’ ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς
τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις καὶ μάχεσθαι, ἢ τὴν
μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν πλανᾶσθαί
τε καὶ τὰ βαρβάρων ὑποσυλᾶν, οἴκοι δέον μένοντας
παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοὶ, ἢ
παρὰ τῶν θεολόγων ἀνδρῶν τοὺς ἀληθεῖς καὶ ἀδιαπτὡτους
περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους,
περὶ ὧν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν,
μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες;
τί
ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν;
ἀλλὰ γὰρ εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς
χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν τὴν παλαιὰν τῶν
ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν
τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν;
ὅτι μὲν οὑν ἐξ ἀνθρωπίνων στοχασμῶν καὶ πολλῆς
λογομαχίας καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς
καταλήψεως, ἡ παρὰ τοῖς Ἕλλησιν. ὑπέστη φιλοσοφία,
ἐκ τῆς πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ
Πορφυρίου μάθοις ἂν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος
ἐν τούτοις
“Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν
καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις συγγενῶν φιλοσοφημάτων,
περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ
τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δὲ ἐκ στοχασμοῦ
τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως.”
Καὶ ὑποβὰς ἑξῆς ἐπιφέρει λέγων
“.Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλὴ, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνηται ἡ πρὸς τὸ κρεῖττον συνουσία, εἰ παρεῖται τὸ μέρος τοῦτο εἰς ἐξέτασιν, μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται.”
Ἀλλὰ καὶ ἐν οἶς ἀντέγραψε Βοηθῷ περὶ ψυχῆς ὁ αὐτὸς ὧδε γράφων ὁμολογεῖ πρὸς λέξιν
Ως τὰ μὲν τῶν ἐννοιῶν καὶ τὰ τῆς ἱστορίας
ἀναμφιλέκτως συνίστησι τὴν ψυχὴν εἶναι ἀθάνατον·
οἶ δὲ εἰς ἀπόδειξιν παρὰ τῶν φιλοσόφων κομισθέντες
εὺρεσιλογίαν τῶν ἐριστικῶν. τίς γὰρ λόγος τῶν ἐν
φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος τοῖς ἑτεροδόξοις, ὅπου
Καὶ ἐν οἷς δὲ ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων
φιλοσοφίας” διαρρήδην ὁμολογεῖ τοὺς Ἕλληνας πεπλανῆσθαι,
ἐπιμαρτυρόμενος τὸν ἑαυτοῦ θεὸν, ὡς
τοῦτο καὶ τοῦ Ἀπόλλωνος διὰ χρησμῶν ἐξειπόντος,
καὶ βαρβάροις μᾶλλον ἢ Ἕλλησι τὴν εὕρεσιν τῆς ἀληθείας
ἐπιμαρτυρήσαντος, καὶ δὴ καὶ Ἑβραίων μνημονεύσαντος
ἐν τοῖς μαρτυρηθεῖσι.
μετὰ γοῦν τὴν τοῦ χρησμοῦ παράθεσιν ἐξῆς τούτοις κέχρηται τοῖς ἐπιλόγοις
“ Ἀκήκοας πόσος πόσος πόνος, ἵν’ ὑπὲρ σώματός τις τὰ
καθάρσια θύσῃ, οὐχ ὅτι τῆς ψυχῆς τὴν σωτηρίαν
ἐξεύρῃ; χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή
τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαρ·οι μὲν
ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες
ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς
ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ
οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις.”
Ταῦτα ὁ φιλόσοφος, μᾶλλον δὲ ὁ αὐτοῦ· θεός.
ἆρ’ οὖν ἄξιον μετὰ ταῦθ’ ἡμῖν ἐπιμέμψασθαι, ὅτι
δὴ τοὺς πεπλανημένους Ἕλληνας καταλείψαντες τὰ
Εβραίων εἱλόμεθα, τῶν ἑέ ἀληθείας καταλήψει μεμαρτυρημένων;
τί δὲ χρὴ παρὰ φιλοσόφων μαθήσεσθαι
διόπερ εὖ μοι δοκοῦμεν καὶ μετὰ κρίσεως ἑξητασμένης,
οὐχὶ δ’ ἀλόγως, ὡς ἂν τοιούτων καταπεφρονηκέναι,
ἔνα δ’ οὖν καὶ αὐτοῖς ἔργοις τἀς τῶν θαυμαστῶν φιλοσόφων λογομαχίας μάθοις, τάς τε περὶ ἀρχῶν καὶ περὶ θεῶν καὶ τῆς τοῦ παντὸς συστάσεως διαφωνίας μικρὸν μὲν ὕστερον ἐκθήσομαί σοι τὰς αὐτῶν φωνάς.
πρῶτον δ’ ἐπειδὴ περιφέρουσιν ἄνω καὶ
κάτω θρυλοῦντες τὰ μαθήματα, δεῖν ἐξ ἅπαντος
φάσκοντες τοὺς μέλλοντας ἐν πείρᾳ τῆς τοῦ ἀληθοῦς
γὰρ ἄνευ μὴ δύνασθαι λόγιον ἄνδρα καὶ φιλόσοφον
ἀποτελεσθῆναι, ἀλλ’ οὐδὲ τῆς τῶν ὄντων ἀληθείας
ψαῦσαι, μὴ τούτων ἐν ψυχῇ τῆς γνώσεως προτυπωθείσης·)
εἶτ’ ἐπανατεινάμενοι τῇ μαθήσει τῶν εἰρημένων
ἐπ’ αὐτοῦ μονονουχὶ τοῦ αἰθέρος βαίνειν μετέωροι
ἀρθέντες οἴονται, ὡς δὴ τὸν θεὸν αὐτὸν ἐν τοῖς
ἀριθμοῖς περιφέροντες, ἡμᾶς τε, ὅτι μὴ τὰ ὅμοια
ζηλοῦμεν, βοσκημάτων κατ’ οὐδὲν διαφέρειν ἡγοῦνται,
ταύτῃ δέ φασι μηδὲ θεὸν, μηδέ τι τῶν σεμνῶν
ὀρθῶς ἔχον ἀπευθύνωμεν, τὸν ἀληθῆ λόγον ἀντὶ
φωτὸς αὐτοῖς παραβάλλοντες.
ὁ δὲ μυρίους μὲν
ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους
γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σωκράτης
ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε μάθοις ἂν
Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη
“Ἐδίδασκε δὲ καὶ μέχρις ὅτου δέοι ἔμπειρον
ἢ ἔργον ἀποδεῖξαι. οὕτω δὲ τοῦτο ῥᾴδιον
εἶναι μαθεῖν, ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει
ἅμα τήν τε γῆν ὁπόση ἐστὶν εἰδέναι , καὶ ὡς
μετρεῖται ἐπιστάμενον ἀπιέναι.
τὸ δὲ μέχρι τῶν
δυσξυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν
ἀπεδοκίμαζεν· ὅ τι μὲν γὰρ ὠφελοίη ταῦτα οὐκ ἔφη
ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἠν. ἔφη δὲ ἱκανὰ
αὐτὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων
ἐκέλευε δὲ καὶ ἀστρονομίας ἐμπείρους γίγνεσθαι,
καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς
καὶ ἐνιαυτοῦ δύνασθαι γινώσκειν, ἕνεκα τοῦ πορείας
τε καὶ πλοῦ καὶ φυλακῆς , καὶ ὅσα ἄλλα ἢ νυκτὸς
ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτ᾿ ἔχειν τεκμηρίοις
χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγινώσκοντα.
καὶ ταῦτα δέ ῥᾴδια μαθεῖν παρά τε νυκτο-
τὸ δὲ μέχρι τούτου ἀστρονομίαν
μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ
περιφορᾷ ὄντα, καὶ τοὺς πλανήτας καὶ ἀσταθμήτους
ἀστέρας γνῶναι, καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς
γῆς, καὶ τὰς περιόδους, καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντα
κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν
μὲν γὰρ οὐδεμίαν οὐδ’ ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι
οὐδὲ τούτων γε ἀνήκοος ἢν. ἔφη δὲ καὶ ταῦτα ἱκανὰ
εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ
ὠφελίμων ἀποκωλύειν.
ὅλως δὲ τῶν οὐρανίων ᾗ
δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα
οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον
φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.
ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ
ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἶ ἄνθρωποι ῥᾳδίως
τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων
δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει
ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν
χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων
λαμπρότατος ὢν διαμένει.
ἐκέλευε δὲ καὶ
Ταῦτα Ξενοφῶν ἐν Ἀπομνηυμονεύμασιν. ἐν ἐπιστολῇ
δὲ ὁ αὐτὸς τῇ πρὸς Αἰσχίνην περὶ Πλάτωνος
καὶ τῶν αὐχούντων τὴν τοῦ παντὸς φισιολογίαν τοιαυτα
γράφει
“Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμὰς παντὶ δῆλον·
ἀπόχρη δὲ τῷ κρείττονι τῆς δυνάμεως αὐτοὺς
θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλοις
εἰδέναι πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον,
ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένων, τοσῷδε
τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις
ἄχθος φέρει. πότε γὰρ, ὠ Αἰσχίνη, Σωκράτους
ἀκήκοε τις οὐρανίων πέρι λέγοντος; ἢ γραμμὰς
εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικὴν
μὲν γὰρ ἴσμεν αὐτὸν μέχρι ὤτων συνιέντα· διετέλει
δὲ ἑκάστοτε αὐτοῖς λέγων τί καλὸν καὶ τί ἀνδρεία
δικαιοσύνη τε καὶ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν
αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ’ ἄλλα, ἢ ἀδύνατον ἀνθρώποις
ἁλῶναι ἔφασκεν, ἢ μύθων εἶναι συγγενῆ, μετ’
ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε
μὲν ταῦτα, οὐχὶ δὲ ἔπραττε. γράφειν δὲ τὰ πραχθέντα
εἰδότι σοι, καίπερ οὐκ ἀηδὲς ἐσόμενον, χρόνον
ἔχει, ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι,
ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἶς Σωκράτης οὐκ
ἤρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ
δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον.
τερατώδους σοφίας, ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον
ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος, καὶ ἀντὶ
διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.”
Ταῦτα Ξενοφῶν τὸν Πλάτωνα αἰνιττόμενος. ὁ δέ γε Πλάτων’ ἐν Πολιτείᾳ περὶ γυμναστικῆς καὶ μουσικῆς τάδ’ ἱστορεῖ φάναι τὸν Σωκράτην
“Tί ἂν οὖν εἴη, ὖ αύκων, μάθημα ψυχῆς
ὁλκὸν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν; τόδε δ’ ἐννοῶ
λέγων ἅμα· οὐκ ἀθλητὰς μέντοι πολέμου ἔφαμεν
τούτους ἀναγκαῖον εἷναι νέους ὄντας; Ἔφαμεν γάρ.
Δεῖ ἄρα καὶ τοῦτο προσέχειν τὸ μάθημα ὃ ζητοῦμεν
Δεῖ μέντοι, ἔφη, εἴπερ οἶόν τε.
Γυμναστικῇ πη καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο
ἡμῖν. Ἠν ταῦτα, ἔφη. Καὶ γυμναστικὴ μέν
που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε·
σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. Φαίνεται.
Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μάθημα. Οὐ
γάρ. Ἀλλ᾿ ἄρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν;
Ἀλλ᾿ ἦν ἐκείνη γ’, ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς,
εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας,
κατά τε ἁρμονίαν εὐαρμοστίαν τινὰ, οὐκ ἐπιστήμην,
παραδιδοῦσα, καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν,
ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα
ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι
ἦσαν· μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον,
οἶον σὺ νῦν ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ.
Ἀκριβέστατα,
ἦν δ’ ἐγὼ, ἀναμιμνήσκεις με· τῷ γὰρ ὄντι
Εἶθ᾿ ἑξῆς προϊὼν ἐπιλέγει
Μή ποτ’ αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανἐν
καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες ἀνήνυτα
ὥσπερ οἱ ἀστρονόμοι ποιοῦσι.
Νὴ τοὺς θεοὺς, ἔφη,
καὶ γελοίως γε, πυκνώματ’ ἄττα ὀνομάζοντες καὶ
ἠχὴν καὶ σμικρότατον εἶναι τοῦτο διάστημα ᾧ μετρητέον,
οἶ δ’ ἀμφισβητοῦντες ὡς ὅμοιον ἤδη φθεγγομένων,
Σὺ
μὲν, ἦν δ’ ἐγὼ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς
πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν
κολλόπων στρεβλοῦντας. ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν
γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ
εἰρῆσθαι.
ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ’ οὐκ εἰς προβλήματα ἀνίασιν, ἐπισκοπεῖν τίνες ξύμφωνοι ἀριθμοὶ καὶ τίνες οὒ, καὶ διὰ τί ἑκάτεροι.
Ἀλλὰ γὰρ καὶ ταῦθ’ ἡμῖν πρὸ ὁδοῦ κείσθω,
ἀπολογουμένοις ὅτι μὴ δίχα διανοίας ὀρθῆς καὶ τῆς
ἀντιδοξίας, γράφει δὴ ἀθρόως ἀπάντων τῶν
Πλατωνικῶν ὁμοῦ καὶ Πυθαγορείων τῶν τε ἔτι πρεσβυτέρων
φυσικῶν φιλοσόφων ἐπικεκλημένων καὶ αὖ
“ Θαλῆς ὁ Μιλήσιος, εἶς τῶν ἑπτὰ σοφῶν,
ἀρχὴν τῶν ὄντων ἀπεφήνατο εἶναι τὸ ὕδωρ. δοκεῖ
δὲ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας, καὶ ἀπ’ αὐτοῦ
πρεσβύτερος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι
πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. στοχάζεται
δὲ ἐκ τούτου πρῶτον ὅτι πάντων ζῴων ἡ
γονὴ ἀρχή ἐστι, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ
πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι
πάντα τὰ φυτὰ ὑγρῷ τρέφεταί τε καὶ καρποφορεῖ,
ἀμοιροῦντα δὲ ξηραίνεται. τρίτον δὲ, ὅτι καὶ αὐτὸ
τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων
περὶ τοῦ ὕδατος,
“Ἀναξίμανδρος δὲ ὁ Μιλήσιός φησι τῶν ὄντων
τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα
γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ
γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι
εἰς τὸ ἐξ οὗ γίνεται. λέγει δ’ οὖν, διότι τὸ ἀπέραντόν
ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ καὶ ἡ γένεσις ἡ ὑφιστα-
οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη
εἶναι ἐνεργείᾳ, ἐὰν μὴ τὸ ποιοῦν ὑπόθηται.”
“Ἀναξιμένης δὲ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων
τὸν ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίνεσθαι
καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἶον ἡ ψυχὴ, φησὶν,
ἡ ἡμετέρα ἀήρ ἐστι· συγκρατεῖ γὰρ ἡμᾶς· καὶ ὅλον
τὴν ὕλην τῶν ὄντων ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν
αἴτιον χρὴ τιθέναι. οἷον, οὐκ ἄργυρος ἀρκεῖ πρὸς
τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τοῦτ’ ἔστιν
ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ ξύλων
καὶ τῆς ἄλλης ὕλης.”
“Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος
ἀρχὴν τῶν πάντων τὸ πῦρ. ἐκ τοῦ πυρὸς γὰρ τὰ
πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι·
συστελλόμενον γῆ γίγνεται· ἔπειτα ἀναχαλωμένην
τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι,
ἀναθυμιώμενον δὲ ἀέρα γίνεσθαι. πάλιν δὲ τὸν κόσμον
καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι
ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα,
τέλος δὲ καθότι εἰς τοῦτο ἀναλύεται τὰ πάντα.”
” Δημόκριτος, ᾧ μετὰ πλεῖστον Ἐπίκουρος ἠκο-
λόγῳ θεωρητὰ, ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ
καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον
καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς
ὁ δὲ Ἐπἐκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν.
ἀνάγκη γὰρ, φησὶ, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους
πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. εἶναι δὲ τὰ σχήματα
τῶν ἀτόμων περιληπτὰ , οὐκ ἄπειρα· μὴ γὰρ
εἶναι μήτε ἀγκιστροειδεῖς , μήτε τριαινοειδεῖς , μήτε
κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα,
αἶ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχή-
ἄθραυστον λέγει , ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δέ
ἐστιν ἄτομος σαφές· καὶ γάρ ἐστι στοιχεῖα καὶ ζῷα
κενὰ καὶ ἡ μονάς.”
“ Ἐμπεδοκλῆς Μέτωνος, Ἀκραγαντῖνος, τέτταρα
μὲν στοιχεῖα , πῦρ , ἀέρα , ὕδωρ , γῆν , δύο δὲ
ἀρχὰς καὶ δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν
ἐστιν ἑνωτικὴ, τὸ δὲ διαιρετικόν. φησὶ δὲ οὕτως
Τοσαύτη μὲν ἡ τῶν πρώτων φυσικῶν φιλοσόφων
διαφωνία, τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν
δόξα, οὐ θεὸν, οὐ ποιητὴν, οὐ δημιουργὸν, οὐδέ
τι τῶν ὅλων αἴτιον, οὐδὲ μὴν θεοὺς, οὐδ’ ἀσωμάτους
δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας, οὐδ’
ὅλως τι τῶν ἐκτὸς αἰσθήσεων ἐν ταῖς ἀρχαῖς ὑποθεμένων.
μόνος δ’ οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας
μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις νοῦν τὸν
πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος
μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν·
μηλόβοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι’ αὐτὴν
εἴασε, τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων
διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας
ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ
κινοῦντος αὐτὴν αἰτίου.
“ἦν γὰρ ἐν ἀρχῇ φησὶν)
ὁμοῦ τὰ πράγματα πεφυρμένα, νοῦς δὲ εἰσελθὼν
αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε.” θαυμάσαι δ’
ἔστιν ὡς οὗτος πρῶτος παρ’ Ἕλλησι τοῦτον θεολογήσας
λέγεται δὲ μηδὲ οὗτος
σῶον φυλάξαι τὸ δόγμα. ἐπιστῆσαι μὲν γὰρ νοῦν
τοῖς πᾶσι, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ
τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. ἐπάκουσον δ’
οὖν οἶα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς
αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις
“Ἀλλ᾿ ἀκούσας μέν ποτε ἐκ βιβλίου τινὸς,
ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώσκοντος, καὶ λέγοντος
ἔχῃ.
εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ
ἑκάστου, ὅπη ἢ γίνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο
δεῖν περὶ αὐτοῦ εὑρεῖν , ὅπη βέλτιστον αὐτόν ἐστιν
ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν. ἐκ δὴ τοῦ
λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ
καὶ περὶ αὐτοῦ καὶ περὶ τῶν ἄλλων ἀλλ᾿ ἢ τὸ ἄριστον
καὶ τὸ βέλτιστον. ἀναγκαῖον δὴ εἶναι τὸν αὐτὸν
τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν γὰρ εἷναι
ταῦτα δὴ λογιζόμενος
ἄσμενος εὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ
τῶν ὄντων κατὰ νοῦν ἐμαυτῷ, τὸν Ἀναξαγόραν, καί
μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν
ἢ στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσασθαι
τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον, καὶ
ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι· καὶ εἰ ἐν μέσῳ
φαίη εἶναι αὐτὴν , ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν
καὶ δὴ καὶ περὶ ἡλίου οὕτω παρεσκευάσμην
ὡσαύτως πευσόμενος, καὶ σελήνης καὶ τῶν ἄλλων
ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ
τῶν ἄλλων παθημάτων , πή ποτε ταῦτ᾿ ἄμεινόν ἐστιν
ἕκαστον καὶ ποιεῖν καὶ πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν
ποτ᾿ αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ κεκοσμήσθαι,
ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι
βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν ὥσπερ ἔχει.
ἑκάστου
εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον. ἀπὸ δὴ θαυμαστῆς,
ὦ ἑταῖρε, ἐλπίδος ᾠχόμην φερόμενος. ἐπεὶ δὲ
προϊὼν καὶ ἀναγινώσκων ὁρῶ ἄνδρα τῷ μὲν νῷ αὐδὲν
χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ
διακοσμεῖν τὰ πράγματα , ἀέρας δὲ καὶ αἰθέρας καὶ
ὕδατα αἰτιώμενον καὶ ἄλλα πολλὰ καὶ ἄτοπα.
καί
μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι , ὥσπερ ἂν εἴ τις
κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἑξ ὀστῶν καὶ
νεύρων, καὶ τὰ μὲν ὀστᾶ ἐστι στερεὰ καὶ διαφυὰς
ἔχει χωρὶς ἀπ᾿ ἀλλήλων, τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι
καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν
σαρκῶν τε καὶ δέρματος , ὃ συνέχειν αὐτά.
αἰωρουμένων
οὖν τῶν ὀστῶν ἐν ταῖς αὐτῶν ξυμβολαῖς
φωνάς τε καὶ ἀέρας καὶ ἀκοὰς καὶ ἄλλα ἄττα
μυρία τοιαῦτα αἰτιώμενος , ἀμελήσας τὰς ὡς ἀληθῶς
αἰτίας λέγειν , ὅτι ἐπειδὴ Ἀθηναίοις ἔδοξε βέλτιον
εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ
βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον
παραμένοντα ὑπέχειν τὴν δίκην, ἣν ἂν κελεύσω-
ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα
τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ περὶ Βοιω-
ἀλλ’ αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν
ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν
καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω, οὐκ ἂν οἷός
τε ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι
διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττω,
Εἶτα ἐπιλέγει
Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιθεὶς τῇ γῇ ὑπὸ
τοὐ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ
καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν
δὲ τοῦ ὡς οἶόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν
οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ
οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ ἡγοῦνται τούτου
ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ ἀθανατώτερον
καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς
τὸ ἀγαθὸν καὶ δέον ξυνδεῖν καὶ συνέχειν οὐδὲν
οἴονται.”
Τοσαῦτα ὁ Σωκράτης περὶ τῆς Ἀναξαγόρου
φυσικοὶ καὶ ἄλλοι Ξενοφάνης καὶ Πυθαγόρας, συνακμάσαντες
Ἀναξαγόρᾳ, ἀφθαρσίας θεοῦ καὶ ψυχῆς
ἀθανασίας ἐφιλοσόφησαν· ἐκ τούτων τε καὶ μετὰ
τούτους αἶ τῆς Ἑλλήνων φιλοσοφίας ὑπέστησαν αἱρέσεις,
τῶν μὲν τοῖσδε, τῶν δὲ ἑτέροις ἐξηκολουθηκότων,
τινῶν δὲ καὶ ἰδίας δόξας ἐπινενοηκότων.
“Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας
ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος
ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δὲ
εἰσήγαγε προστάτην ταύτης τῆς δόξης, καὶ
συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ. ”
Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως
“Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ’ ἀρχὰς
τὰ σώματα, νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ
τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων’ οὐχ
ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά.”
Οἷς ἐπιλέγει
“Ἁμαρτάνουσιν δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν
ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων, καὶ τούτου
χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον
καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον τε πᾶσι
τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὄν
καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ
καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν,
ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν
ἀκίνητα τὰ σώματα, ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο,
ἢ ἐγρηγόρει, ἢ οὐδέτερον τούτων. ἢ οὔτε τὸ
πρῶτον ἔστι δέξασθαι· πᾶς γὰρ θεὸς αἰώνιος· οὔτε
τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεὸς, ἐτεθνήκει·
αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν. ἀλλά γε
ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ τοῦ
θεοῦ ἐγγὺς ὕπνου κεχώρισται.
εἰ δὲ ἦν ὁ θεὸς
ἐν μακαριότητι. καὶ οὔτε κατὰ τὸ πρῶτόν ἐστι
μακάριος ὁ θεός· τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν
οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον· μηδὲν γὰρ ἐλλείπων
κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δὲ,
εἴπερ ὁ θεός ἐστι καὶ τῇ τούτου φροντίδι τὰ κατὰ
ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ,
τὸ δὲ ἀστεῖον τὸ ἐναντίον πάσχει; Ἀγαμέμνων
τε γὰρ
καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων
τὸν ἀνθρώπινον βίον καθαρὰς, ὑπὸ
Δηϊανείρας φαρμακευθεὶς ἐδολοφονήθη.”
“Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν.
Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς.
Δημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν τοῦ κόσμου ψυχήν.
Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεόν·
καὶ τὸ ἀγαθὸν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ
νοῦς τὴν δ’ ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ
Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε
“ Σωκράτης καὶ Πλάτων ἕν τὸ μονοφυὲς καὶ αὐτοφυὲς, τὸ μοναδικὸν, τὸ ὄντως ὄν ἀγαθόν. πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ᾿ ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος
χωριστὸν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντὸς , ἥτις
ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ᾿ αὐτοῦ καλούμενον·
οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος
καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον , κινούμενον
κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος, αἴτιος
τῆς κινήσεως κατ᾿ ἐνέργειαν.
Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ
τεχνικὸν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος
πάντας τοὺς σπερματικοὺς λόγους, καθ᾿ οὓς
ἕκαστα καθ᾿ εἱμαρμένην γίνεται. καὶ πνεῦμα μὲν
διῆκον δι᾿ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον
δι᾿ ὅλης τῆς ὕλης, δι᾿ ἧς κεχώρηκε. θεὸν
δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν,
τὸν δ᾿ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν [πάντας] τοὺς
θεοὺς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν
τῆς τῶν εἰδώλων φύσεως. ὁ δ᾿ αὐτὸς ἄλλας
τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ
ἄτομα, τὸ κενὸν, τὸ ἄπειρον , τὰς ὁμοιότητας , αὗται
δὲ λέγονται ὁμοιομέρειαι, καὶ τὰ στοιχεῖα.”
Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων
παῖδες τοῖς χρόνοις ἀποδείκνυνται
καθ’ οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων
ἀρχαιολογίας·.
οὐκ ἦν ἄρα παλαιτάτη παρὰ πᾶσιν
μένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων
πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν.
αὕτη δὲ ἣν θεοὺς μὲν οὐδαμῶς, οὐδέ τινας θείας
δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους
θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος.
φέρ’ οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ
διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς
ἀντειρημένα διασκεψώμεθα.
“Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν
φωνὴν ἀφιέντες. οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις
καὶ τἀς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον
τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν
Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος
τὸν μὲν οὖν
πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες·
νυνὶ μέντοι τοσοῦτον λεκτέον εἴποιμεν γὰρ ἂν ὡς
ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ
γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος.
ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ
γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι·
πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι
ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι
πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει,
πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. ὥστε
πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον τὸ
χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὄν οὐκ ἔσται·
καὶ μὴν οὐδὲ ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις.
ταύτῃ δὲ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τἀς
αἰσθήσεις, ἅτε δὴ πιστεύων , οἶμαι, ταῖς ὑγιαινούσαις
μᾶλλον ἢ ταῖς νοσούσαις. εἰκότως ἄρα καὶ δεινός
τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι
μὴ μεμηνὼς ἕλοιτ᾿ ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν,
ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο.
τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμέ-
νους γε διότι μάτην ἔχοιεν αὐτὰς , εἰπόντας ἅπερ
ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ
τόξων,
τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις
νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστι· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώμενοι διατελοῦσιν αὐταῖς.
ὅ γέ τοι Μέλισσος
ἐθέλων ἐπιδεικνύναι διότι τῶν φαινομένων καὶ ἐν
καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν
καὶ τὸ ὂν τοιοῦτον οἶον πρῶτον ἔδοξεν ἡμῖν εἶναι,
καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ᾿ εἶναι
ὅμοιον οἷόν περ ἐστὶν ἕκαστον. νῦν δὲ φαμὲν ὀρθῶς
ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν
τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι, καὶ τὸ ψυχρὸν θερμὸν,
καὶ τὸ σκληρὸν μαλακὸν, καὶ τὸ μαλακὸν σκληρόν.
ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος
οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων.
ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ᾿ ἢ τὰς
αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν
αὐταῖς.
ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι
σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γε
τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν.
ἤδη μέντοι θαρροῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν
τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν
τὴν τῶν πραγμάτων παραλαμβάνοντας.”
Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὃς
δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ
τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς
καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ’ ἐν αἰσθήσει
μήτ’ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας
δ’ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἶ ἀντιδοξάζοντες μα-
θεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος
ὧδέ πη πρὸς λέξιν ἔχοντος
“ Ἀναγκαίως δ’ ἔχει πρὸ παντὸς διασκέ-
ἐγένοντο μὲν οὑν καὶ τῶν πάλαι
τινὲς οἶ ἀφέντες τήνδε τὴν φωνὴν, οἷς ἀντείρηκεν
Ἀριστοτέλης. ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ
Πυρρῶν ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ
καταλέλοιπεν, ὁ δὲ μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν
τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν·
πρῶτον μὲν 5 ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον
τὰ
μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ’ ἴσης
ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα, διὰ τοῦτο
μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν
ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς
δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους
εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλόν
ἐστιν ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν, ἢ οὔτε
ἔστιν οὔτ’ οὐκ ἔστιν.
τοῖς μέντοι διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν.”
“Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ
ταῦτα· σκεψώμεθα δ᾿ εἰ ὀρθῶς λέγουσιν. ἐπεὶ τοίνυν
ἐπ᾿ ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι, καὶ διὰ
τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι, μηδὲ δοξάζειν,
εἰκότως ἂν, οἶμαι, πύθοιτό τις αὐτῶν, ἆρά γε δια-
b εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ᾿ οὐχ ἀμαρτάνομεν
οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες
ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν
ἀξιοῦντες μὴ διαφέρειν αὐτά.
καὶ μὴν εἰ καὶ
δοίημεν αὐτοῖς ἐπ᾿ ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον
ὡς οὐκ ἂν διαφέροιεν οὐδ᾿ αὐτοὶ τῶν πολλῶν. τίς
οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς
μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ᾿ ὑμνεῖ μόνον;
ἔτι γε μὴν εἰ ἐπ᾿ ἴσης ἐστὶν ἀδιάφορα πάντα
διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ
τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτά
ἐστιν ἢ οὐκ ἔστιν; ἢ, ὡς φησι Τίμων, διὰ τί ναί καὶ
διὰ τί οὔ, καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται
τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες.
ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν
διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ
τοῦτο ποιεῖν, καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαί-
κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας
ἐλέγχουσιν ὡς εὖ εἰδότες.
ἀνάγκη τε τοὺς φά-
τὼς ἢ εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει
νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι.
ὡς δ’ οὐδὲν τοῦτο τοίνυν ὁ ἀξιῶν ἤτοι δηλοῖ τὸ
πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ
ἔνεστιν. ἀλλ’ εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’
οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι,
ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα
πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ εἶναι καὶ
μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ
ψεῦδος, ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ
χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι
πιστεύειν ἑαυτῷ φησι δεῖν.
ἄξιον δὲ ζητῆσαι
εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν
ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον.
ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει
τοὺς ἐννέα διεξίῃ τρόπους (κατὰ τοσούτους γὰρ ἀποφαίνειν
ἄδηλα τὰ πράγματα πεπείραται) πότερον αὐτὸν
φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα ; φησὶ
τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι.
πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγό-
εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν;
εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν
ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων
εἰδέναι.
καὶ μὴν ὁπότε γε τοιαῦτα διεξίοιεν,
οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες
ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα· τὸ
δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὑν
αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’
οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν.
ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διη-
καὶ ἃ μὴ οἶσθα διηγούμενος; τί γὰρ μᾶλλον
ἐνέτυχες αὐτῷ ἢ οὐκ ἐνέτυχες, καὶ διελέχθης ἢ
οὐ διελέχθης;
αὐτός τε ἐκεῖνος ὁ θαμαστὸς
Πυρρῶν ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος;
ἢ καθάπερ οἶ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν
τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν
φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων.
ἁπλῶς δὲ θαυμάσαι
τις ἂν οἱ Τίμωνος σίλλοι καὶ αἷ κατὰ πάντων
ἀνθρώπων βλασφημίαι, καὶ αἱ μακραὶ στοιχειώσεις εἰς
Αἰνησιδήμου, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί
δήποτε βούλεται αὐτοῖς. εἰ μὲν γὰρ οἰόμενοι κρείττους
ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι, καὶ διὰ
καθάπερ ἀξιοῖ Πυρρῶν. ὥστε εἰ πεισθείημεν αὐτοῖς,
ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ
συμφορώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι.
πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα
καὶ ἀνεπίκριτα δύναιτ’ ἂν εἶναι; καὶ πῶς ἀσυγκατάθετιο
καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; εἰ δ’ οὐδὲν
ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ
τί Τίμων φησὶν
ἐκεῖνον ἢ τὸν Μελητίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ
διενεγκεῖν.
ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ
ταῦτα. ποῖος γὰρ ἂν γένοιτο πολίτης, ἢ δικαστὴς, ἢ
σύμβουλος, ἢ φίλος, ἢ ἀπλῶς εἰπεῖν ἄνθρωπος, ὅ γε
τοιοῦτος ; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν
ὡς ἀληθῶς οἰόμενος εἶναι κακὸν, ἢ αἰσχρὸν, ἢ δίκαιον,
ἢ ἄδικον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι
ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει
περὶ τοῦ Πύρρωνος
ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, ὅτι δέοι
μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις.
εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ
συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. τί
δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολουθεῖν
ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηδὲν, μηδὲ ἔχοντάς
τι ὅτῳ κρινοῦμεν;
ἐκεῖνο μὲν γὰρ καὶ παντά-
καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν
οἶ χρώμενοι τούτῳ. βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς
καὶ μηδὲ τὸ στόμα διαίρειν.
ἀλλὰ μὴν
οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον καὶ ὁ
τούτων λόγος. τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται κἀν
τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς
ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον
ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκατα-
ὅτι δ’ οὐκ οἴονται τὸν ἄνθρωπον ἀδόξαστον
εἶναι καὶ ὡδὶ καταμάθοι τις ἄν. ἀδύνατον
γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. τὸ δ’ αἰσθάνεσθαι
γνωρίζειν τι ἢν. ὅτι δὲ καὶ πιστεύει τῇ
καὶ μὴν ἡδόμενοί γε καὶ
πονοῦντες ἴσμεν· οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ
τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις
τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι ;
περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον
ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν,
τί λέγοι τις ἄν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ
ἐπεφύκειμεν ὑπολαμβάνειν. ἀλλ’ ἔγωγε ἐῶ τἄλλα
“Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν
τρόπον τοῦτον φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν καὶ
παρὰ τοὺς νόμους ὡδὶ κατίδοιμεν ἄν. εἰ γὰρ αὖ τῷ
ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ
ἐν ὕπνῳ ζῆν ἡμὰς εἰκῆ καὶ ἐμπλήκτως ; ὥστε
φλυαροῖεν ἂν οἱ νομοθέται καὶ στρατηγοὶ καὶ οἶ παισεύοντες.
ἀλλ’ ἔμοιγε δοκοῦσιν οἶ μὲν ἄλλοι πάντες
ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι,
μᾶλλον δὲ μεμηνέναι μανίαν ἐρρωμένην οἶ ταῦτα
ληροῦντες.
οὐχ ἥκιστα μέντοι τοῦτο καταμάθοι
τις ἂν κἀκεῖθεν. Ἀντίγονος γοῦν ὁ Καρύστιος κατὰ
τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀναγράψας αὐτῶν
τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ
κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, σκωπτόμενον δ’
ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη ἄνθρωπον
ἐκδῦναι. Φιλίστης δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης,
ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν
θυσίαν καὶ μὴ παρασχομένου, τοῦ μέντοι Πύρρωνος
πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος
ἐστὶν ὄφελος.”
“Ὀρθῶς δ᾿ ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες
αὐτὸν ἐγένοντο καὶ τίνας ἐξήλωσεν αὐτός. ὁ
μὲν οὖν Πύρρων Ἀναξάρχου τινὸς ἐγένετο μαθητὴς,
ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ᾿ οὕτως εὐτυχὴς,
ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχὼν χρηστὸν
μὲν οὐδὲν οὔτε εὗρεν οὔτε συνεγράψατο, κακῶς δὲ
πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ᾿
ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος καὶ καλῶν
ἐγένετο
καὶ λέγων
μηδενὸς δ᾿ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ
ἐγένοντο τὸ παράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ
τῇ κατ᾿ Αἴγυπτον Αἰνγςίσημός τις ἀναζωπυρεῖν
ρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. καὶ σχεδὸν οἱ μὲν
κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων
ταύτην εἰσὶν οὗτοι.
ὅτι μὲν οὖν τὴν τοιαύτην εἴτε αἵρεσιν εἴτε ἀγωγὴν λόγων εἴτε ὅπη καὶ
Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύρρωνα
φιλοσοφεῖν νομιζομένους. συγγενῆ δ᾿ αὐτοῖς εἴη
ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς κατὰ Ἀρίστιππον
τὸν Κυρηναῖον , μόνα λέγοντας εἶναι τὰ πάθη καταληπτά.
Σωκράτους δ᾿ ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ
τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν,
ἀφ᾿ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους
ἔκθεσιν εἴληφεν. ἦν δ᾿ ὁ Ἀρίστιππος ὑγρὸς πάνυ
εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι.
ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς
ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοὐ λέγειν τέλος
εἶναι τὸ ἡδέως ζῆν.
τούτου γέγονεν ἀκουστὴς σὺν
ἄλλοις καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη· ἥτις γεννήσασα
παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς εἰσαχθεὶς ὑπ᾿ αὐτῆς
εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη·
ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν
ἐντάττων τὴν κατὰ κίνησιν. τρεῖς γὰρ ἔφη καταστάσεις
μὲν καθ᾿ ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν
χειμῶνι· ἑτέραν δὲ καθ᾿ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι
ἀφομοιουμένην· εἶναι γὰρ λείαν κίνησιν τὴν
ἡδονὴν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ · τὴν δὲ τρίτην
μέσην εἶναι κατάστασιν, καθ᾿ ἣν οὔτε ἀλγοῦμεν
οὔτε ἡδόμεθα , γαλήνῃ παραπλησίαν οὖσαν. τούτων
δ᾿ οὖν καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν
ἔχειν, πρὸς οὓς ἀντιλέλεκται ταῦτα.
“Ἑξῆς δ’ ἂν εἶεν οἱ λέγοντες μόνα τὰ
καταληπτά· τοῦτο δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης.
οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί
τινος, οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παραστὰς
αὐτοὺς παίοι καὶ κεντῴη· καιόμενοι γὰρ ἔλεγον ἢ
τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ
καῖον εἴη πῦρ, ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν.
τοὺς δὴ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἂν εἰ δὴ
τοῦτο γοῦν ἴσασιν αὐτοὶ, διότι πάσχουσί καὶ αἰσθάνονται.
μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν
ἂν ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ’ αὖ γνωρίζουσιν,
οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ “ἐγὼκαίομαι”
λόγος ἦν καὶ οὐ πάθος.
ἀλλὰ μὴν ἀνάγκη
γε τρία ταῦτα συνυφίστασθαι τό τε πάθος αὐτὸ
καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. ὁ τοίνυν ἀντιλαμβανόμενος
τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἂν καὶ τοῦ πάσχοντος.
οὐ γὰρ δὴ ὅτι μὲν εἰ τύχοι, θερμαίνεται
γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει·
καὶ νῦν ἢ πέρυσι, καὶ Ἀθήνησιν ἢ ἐν Αἰγύπτῳ, καὶ
ζῶν ἢ τεθνεὼς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος.
οὐκ-
ἔτι
γε μὴν ὁ πάσχων τι πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς
ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. πόθεν οὖν ἔξει
λέγειν ὅτι τοῦτο μέν ἐστιν ἡδονὴ, τοῦτο δὲ πόνος; ἢ
ὅτι γευόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; καὶ τῇ
μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς
δ’ ὠσὶν ἀκούων; ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι
χρὴ, τοδὶ δὲ φεύγειν; εἰ δὲ μηδὲν τούτων γνοῖεν,
εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί
τι καὶ ἀποφαίνονται.
πρὸς δὴ τοὺς τοιούτους τίς
ἂν εἴη λόγος; θαυμάσαι μέντοι τις ἂν εἰ ἀγνοοῦσι
πότερον ἐπὶ τῆς γῆς εἰσιν ἢ ἐν τῷ οὐρανῷ· πολλῷ
δὲ θαυμασιώτερον εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες
φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ
τὰ τρία, καὶ τὸ ἕν καὶ τὰ δύο πόσα ἐστίν. οὐδὲ γὰρ
ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε
ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδεῖεν
ἂν, οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον.
οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων
ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν ἢ δακρύσαιεν ἕξουσιν
εἰπεῖν ὅτι τόδε μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν.
δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς συνίασιν.
οὐδὲν οὖν οἴ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ
μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ
πάρα φύσιν.”
Πρὸς δὴ τοὺς οὕτω διακειμένους εἰ καὶ μυρία
συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας,
καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν
ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον
καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην.
τὸν μὲν οὖν
Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι, ἀρχὰς
δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν
ὂν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι περὶ φύσεως
εἰσβολῇ ἐχρήσατο τοιαύτῃ οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν,
τὸν δὲ Πρωταγόραν λόγος
ἔχει κεκλῆσθαι ἄθεον. γράφων γέ τοι καὶ αὐτὸς περὶ
θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο ‘περὶ μὲν οὖν θεῶν
οὐκ οἶδα οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὁποῖοί τινες ἰδέαν·
πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι.᾿
τοῦτον Ἀθηναῖοι φυγῇ ζημιώσαντες τὰς βίβλους
αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν.
ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι
πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρήσεις θεασώμεθα.”
“Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει
καὶ ταῖς φαντασίαις μόναις δεῖν πιστεύειν. ἔνιοι
πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχὴν, ὡς ἐν
ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ᾿ ἴσμεν ἔοικε μὲν
καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ
μὴν ἀλλ᾿ ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης.
οὗτος γὰρ ἔφη μέτρον εἶναι πάντων χρημάτων τὸν
ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δ᾿ οὐκ ὄν-
πρὸς δὲ τούτους
εἴποι τις ἂν ἃ καὶ Πλάτων ἐν Θεαιτήτῳ· πρῶ-
τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές
ἐστιν; ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανό-
ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε
μὲν, αἰσθάνεται δ’ οὐκέτι. καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ
μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ καὶ εἴσεται
καὶ οὐκ εἴσεται.
πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῆ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη.
καὶ
μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ
ἔμπειροι τῶν ἀπείρων, καὶ διὰ τοῦτο μᾶλλον προορᾷ
τὸ μέλλον ἔσεσθαι κυβερνήτης καὶ ἰατρὸς καὶ στρατηγός.
ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον
καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης, καὶ τὸ ἐνδεχόμενον,
καὶ τὸ κατὰ φύσιν, καὶ τὸ παρὰ φύσιν. οὕτω δ’ ἂν
εἴη ταὐτὸ καὶ ὂν καἰ οὐκ ὄν. οὐδὲν γὰρ κωλύει ταὐτὸ
τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ
ἂν εἴη ἄνθρωπος καὶ ξύλον· ἔσθ’ ὅτε γὰρ φαίνεται
ταὐτὸ τῷδε μὶν ἄνθρωπος, τῷδε δὲ ξύλον.
ἅπας
τε λόγος ἀληθὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής·
καὶ οἶ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν
ποιεῖν. καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἶ αὐτοὶ
σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή.
πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ
γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομέ-
νοῦς ἔχειν νοῦν καὶ λόγον.”
Εἶθ’ ἑξῆς
“Ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες οἶ πᾶσαν
καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ
καὶ περὶ τούτων εἴπωμεν. ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι
μήποτε, εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἷναί
τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα
βέβαιον οὐδ’ ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν
ἔπειτα δὲ σκοπῶν
ἴδοι τις ἂν οὐδὲ τῶν ἄλλων κριτηρίων ἀεὶ καὶ διὰ
παντὸς ἀψευδὲς οὐδὲν, οἶον λέγω ζυγὸν, ἢ τόρνον,
ἤ τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον
ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν· καὶ τουτονὶ μὲν χρώμενον
τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται.
καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει
τοσοῦτον διαφέρειν αὐτάς. ἄλλαι γάρ εἰσιν ἐγγύθεν
καὶ πόρρωθεν, καὶ νοσούντων καὶ ἐρρωμένων, καὶ
τεχνιτῶν καὶ ἀτέχνων, καὶ φρονίμων καὶ ἀφρόνων.
τὰς δὲ δὴ τῶν μεμηνότων παντάπασιν ἂν εἴη ἄτοπον
λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ
ὁπόταν μέντοι φῶσιν
ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν
οὐδ’ ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες· ἐπὶ
γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι, κἀπὶ τῶν γραφῶν
καὶ μυρίων ἄλλων, ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. διὸ
καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν
ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς
ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι.
καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες
ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ
εἶναι. τοὐναντίον γὰρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται,
καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’
παρεστῶτα.”
Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες
εἶναι πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν
ἀληθῆ δῆλον ἐκ τούτων· ἀλλὰ γὰρ καὶ τούτων οὕτως
ἐχόντων αὖθις οἶ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου
διαδοχῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον
καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος
ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι.
λέγεται δὲ
ὁ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν
δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν· ὑπό τινων
δ’ ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσι-
“Ἐπειδή ἐστι γνῶσις διττὴ, ἡ μὲν τῶν
πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν,
ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον
ἔχειν ἡμὰς, τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ
τοσούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν
εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος,
ὥστ’ ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι.
διότι μὲν γάρ ἐστιν ἑαυτὸ δείκνυσιν, ὁποῖον δ’ ἐστὶν
ἑτέρου δεῖ τοῦ κρίνοντος. εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον
ἡ αἴσθησις λέγει, πότερον δ’ αἱρετὸν ἢ φευκτὸν
ὁ λόγος.
αὐτοί γε τοί φασιν οὐ πᾶσαν ἡδονὴν
ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ
δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι
γὰρ αὐτὰ τῷ ποσῷ καὶ οὐ τῷ ποιῷ.
δῆλον οὖν
ὡς τό γε ποσὸν οὐδὲν ἀλλ’ ἢ ὁ λόγος κρίνει· τὸ γὰρ
ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους,
ὅπως ἡσθείημεν ἡδονὰς μείζους, καὶ τὸ συμφέρει
τὸ δ’ ὅλον αἶ μὲν αἰσθήσεις
καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες
ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ
αἶ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν
αὐτῶν. ταύτῃ δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι
πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες
ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ
τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη
ποιὰ ἄττα γίνεται δι’ ἡμὰς καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν.
διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται,
καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. ὧν οὕτως
ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα
τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι
καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν.
ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις
καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις, ὁ
δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ
νοῦν.”
Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους.
Καθ’ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς
ἀπονεμουμεν.
Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;
Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὠ Πρώταρχε,
καὶ λαβόμενος, βλέψας εἰς τρία, νοῦν καὶ
ἀλήθειαν καὶ ἡδονὴν, πολὺν ἐπισχὼν χρόνον, ἀπόκριναι
σαυτῷ πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς
ἀληθείᾳ.
Τί δὲ χρόνου δεῖ; πολὺ γὰρ, οἶμαι, διαφέρετον.
ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς
δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια,
αἱ· δὴ μέγισται δοκοῦσιν εἷναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην
εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων
τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων·
νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων
ὁμοιότατόν τε καὶ ἀληθέστατον.
Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως
Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας.
οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν
Καλῶς εἴρηκας. ὅμως δ᾿ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;
Ἄρ᾿ οὖν φρόνησιν μὲν καὶ νοῦν, Σώκρατες, οὐδεὶς πώποτε οὔθ᾿ ὕπαρ οὔτ᾿ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτώ ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς, οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον;
Ὀρθῶς.
Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς
μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον
ἐπ᾿ αὐταῖς ἤ τὸ πάντων αἴσχιστον ἑπόμενον
ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες
κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα δι-
δόντες , ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.
Πάντη δὴ φήσεις, ὦ Πρώταρχ, ὑπό τε ἀγγέλων
πέμπων καὶ παροῦσι φράζων ὡς ἡδονὴ κτῆμα
οὐκ ἔστι πρῶτον οὐδ᾿ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν
πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ
Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.
Δεύτερον μὲν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ
τὸ τέλειον καὶ ἱκανὸν καὶ πάνθ᾿ ὁπόσα τῆς γενέσεως
αὖ ταύτης ἐστί.
Ἔοικε γοῦν.
Τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.
Ἴσως.
Ἀρ᾿ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθε-
Τάχ΄ ἄν.
Πέμπτας τοίνυν ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς ἐπιστήμας, ταῖς δὲ αἰσθήσεσιν ἑπομένας.
Ἴσως.
Ἔκτῃ δ’ ἐν γενεᾷ,
φησὶν Ὀρφεὺς,
εἰρημένοις.
Οὐκοῦν χρή.
Ἴθι δὴ, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν δια-
Ποῖον δή;
Φίληβος τἀγαθὸν ἔθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.
Τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.
Ναί. τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ
γὰρ δὴ κατιδὼν ἅπερ νῦν διελήλυθα, καὶ δυσχεράνας
τὸν Φιλήβου λόγον οὐ μόνον, ἀλλὰ καὶ ἄλλων
πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ
βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.
Ἠν ταῦτα.
Ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον
ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν
Εἰπες γὰρ οὑν.
Καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἀνεφάνη.
Ἀληθέστατα.
Οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;
Ὀρθότατα.
Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ’ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.
Πῶς γὰρ οὔ;
Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ
Ἔοικεν.
Πρῶτον δέ γε οὐδ’ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι
καὶ τὰ ἄλλα ξύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν
διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ
πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας
εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους
εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόρῳ
μεμαντευμένων ἑκάστοτε λόγων.
Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.”
Ταῦτα ὁ Πλάτων’. ἐγὼ δέ σοι καὶ Διονυσίου,
παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς
οὕτως ἐχούσας αὐτοῦ φωνάς
Πότερον ἴν ἐστι συναφὲς τὸ πᾶν, ὡς ἡμῖν
ἄπειρα, ὥς τισιν ἄλλοις ἔδοξεν, οἳ πολλαῖς τῆς διανοίας
παραφοραῖς καὶ ποικίλαις προφοραῖς ὀνομάτων
τὴν τῶν ὅλων ἐπεχείρησαν κατακερματίζειν οὐσίαν,
ἄπειρόν τε καὶ ἀγέννητον καὶ ἀπρονόητον ὑποτίθενται;
οἶ μὲν γὰρ ἀτόμους προσειπόντες ἄφθαρτά
τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα, καί
τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι,
ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῷ
φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ
ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας
οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν
τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους
ἀποτελεῖν.
ταύτης δὲ τῆς δόξης ’Επίκουρος
γεγόνασι καὶ Δημόκριτος· τοσοῦτον δὲ δὲ διεφώνησαν
τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας
ἀτόμους ὁ Δημόκριτος ὑπέλαβεν. ἀτόμους δὲ
εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον
στερρότητα.
οἶ δὲ τὰς ἀτόμους μετονομάσαντες
ἀμερῆ φασιν εἶναι σώματα, τοῦ παντὸς μέρη,
ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ
εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιὸν
Διόδωρον γεγονέναι· ὄνομα δὲ, φασὶν,
αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος ἐκάλεσεν ὄγκους,
παρ’ οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ
ὄνομα.”
Ταῦτ’ εἰπὼν ἐξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ καὶ διὰ τούτων
‟Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων
εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο τὰ
καλὰ δημιουργήματα; ὣν ἕκαστόν τε καθ’ ἑαυτὸ γενόμενον
ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ
συλλήβδην ὁμοίως ἅπαντα. καὶ εἶδε γὰρ, φησὶν, ὁ
θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.
ἀλλ’ οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ
παρὰ πόδας νουθετοῦνται παραδειγμάτων, ἐξ ὧν
δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν
ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς
ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν
ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον
συνεστάναι τοῦτο ἔμελεν.
ἱμάτιόν τε γὰρ οὐ χωρὶς
ἱστουργοῦ συνισταμένων τῶν στημόνων οὐδὲ τῆς
κρόκης αὐτομάτως παρεμπλεκομένης ἀνυφαίνεται· εἰ
δὲ κατατριβείη, τὰ λακισθέντα διαρριπτεῖται ῥάκη.
οἰκία τε ἀνοικοδομεῖται καὶ πόλις οὐ τοὺς μέν τινας
δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ
ἀναπηδῶντας εἰς τὰς ἐπιβολὰς, ἀλλὰ κατὰ χώραν ὁ
τοιχοδόμος τοὺς εὐθέτους ἐπιφέρει· κατ’ καταρριφθείσης
δὲ, ὡς ἂν παρείκῃ, κατενεχθεὶς ἕκαστος ἀπεσφάλη.
καὶ κατασκευαζομένης νεὼς οὐχ ἡ μέν τις ὑπέβαλεν
ἑαυτὴν τρόπις, ὁ δὲ κατὰ μέσην ἑαυτὸν ἱστὸς
ὤρθωσε, καὶ τῶν ἄλλων ἕκαστον ξύλων ἣν ἔτυχεν
ἐξ ἑαυτοῦ θέσιν κατέλαβεν· οὐδὲ τὰ λεγόμενα ἑκατὸν
τῆς ἁμάξης ξύλα καθ’ ὃν εὗρε κενὸν τόπον ἕκαστον
συνεπάγη, ἀλλ’ ὁ τέκτων ἑκατέρας συνεκόμισε
καίριον· εἰ δὲ διαλυθείη ἡ ναῦς ἐνθαλασσεύουσα, ἢ
φερομένη κατὰ γῆν ἅμαξα, ὅπη τύχῃ τὰ ξύλα τὰ μὲν
οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς
ἀθεάτους ἐκεῖνοι καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ
ὁμοίως ἐκείνῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ
θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ τὸ ἀκατέργαστόν σου εἴδοσαν
οἶ ὀφθαλμοί μου.”
ὅταν δὲ καὶ ἅ φασιν
ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ’ ὑπαὐτῶν
ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι,
τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἐρίθους, ὧν
καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος χειροτεχνῶν ἐξ ἑαυτοῦ;
ἢ τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ
πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον
κόσμον, ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων
κεκοσμῆσθαι καὶ γεγονέναι κόσμον ἀκοσμίαν;
πῶς δὲ κινήσεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου
προάγεσθαι φορᾶς; πῶς δὲ τὴν παναρμόνιον τῶν
οὐρανίων χορείαν ἐξ ἀμούσων καὶ ἀναρμόστων συνᾴδειν
ὀργάνων;”
Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆςαὐ τῆς
ἀπασῶν οὐσίας καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως,
πλὴν τῶν μεγεθῶν, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ
μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν
ἂν, σώματα, ἢ μακραίωνά γε κατὰ τὸν οὕτως
ὀνομάσαντα, φαινόμενά τε καὶ ἀφανῆ· φαινόμενα
γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται.
τὰ δὲ μακροβιώτατα ζῷά τε καὶ φυτά· ζῷα μὲν
ἔν τε ὄρνισιν, ὥς φασιν, ἀετοὶ κόρακές τε καὶ φοίνι-
φυλλορροεῖ· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ τῶν
γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελῆ, ὦν ἐστι
καὶ ὁ ἄνθρωπος, ὡς εἷπέ τις ἁγία περὶ αὐτοῦ γραφή
βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος.’
ἀλλὰ
τοὺς συνδέσμους φήσουσι τῶν ἀτόμων διαλλάττοντας
αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς.
τὰ μὲν γὰρ ὑπ’ αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι
λέγειν, ὥστ’ αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι
πιλήματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν
ὡς ἢ θᾶττον ἢ μὴ μετὰ πολὺ τῆς κολλήσεως
αὐτῶν ἀφίστασθαι· καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ
πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων
συμμεμίχθαι. ”
‟ Τίς οὖν ὁ φυλοκρινῶν συναγείρων τε καὶ
ἀναχέων καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον,
τάσδε δὲ ὡδὶ, ἵνα ἡ σελήνη γένηται, καὶ ἑκάστας
συμφέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φαῦσιν
ἀστέρος; οὔτε γὰρ αἱ ἡλιακαὶ τοσαίδε καὶ τοιαίδε
καὶ ὧδέ πως ἑνωθεῖσαι πρὸς ἐργασίαν σελήνης ἂν
καταβεβήκεσαν, οὔτε αἶ τῶν σεληνιακῶν ἀτόμων
῾ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη
δόξα ἀστέρων·” ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν
καὶ εἰ μὲν ἀνεπαίσθητος αὐτῶν ὡς ἀψὐχων
ἡ σύμπηξις ἐγένετο, ἐπιστήμονος αὐταῖς ἔδει
δημιουργοῦ· εἰ δὲ ἀπροαίρετος καὶ κατ’ ἀνάγκην,
ὡς ἀλόγων, ἡ σύνερξις, σοφός τις αὐτὰς ἀγελάρχης
συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουρ-
τοὺς ὁπλίτας, τούς τε ἀκοντιστὰς καθ’ ἑαυτοὺς, καὶ
χωρὶς τοὺς τοξότας, καὶ τοὺς σφενδονήτας ἔνθα
ἐχρῆν διετάξατο, ἔνα ἀλλήλοις οἶ ὁμόσκευοι συμμαχοῖεν.
εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα
διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχι-
στα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα
μεταβησόμεθα.”
Εἶτα τούτοις ἐξῆς ἐπιλέγει
‟ Εἰ δὲ μήτε λέξις μήτε ἐκλογὴ μήτε τάξις αὐταῖς
ἄρχοντος ἐπικέοιτο, αὐταὶ δὲ ἐφ’ ἑαυτῶν αὑτὰς ἐκ
τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι, καὶ
τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν,
αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ κατὰ
τὸν ποιητὴν ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο
ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν
ἀστέρων ἀναπεφλεγμένων, ἔνα καὶ ὅλον στεφανώσωσι
τὸν οὐρανὸν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν
εἰκῆ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς
Εἶτα μεθ’ ἕτερά φησιν
“ Ἀλλ’ οὐδὲ τὰ φανερὰ ὁρῶσιν οὗτοι οἱ
πολλοῦ γε δέουσι συνορᾶν καὶ τὰ ἀφανῆ.
ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ἐποπτεύειν τεταγμένας
καὶ δύσεις μήτε τῶν ἄλλων μήτε τὰς ἐκπρεπεστάτας
ἡλίου, μηδὲ χρῆσθαι ταῖς δι’ αὐτῶν δεδωρημέναις
ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν
ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν.
ἐξελεύσεται γὰρ ἄνθρωπος (φησὶν) ἐπὶ τὸ ἔργον αὑτοῦ
καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἴως ἑσπέρας.”
ἀλλ’ οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν
κατέσπευσε πορείαν.”
ἄτομοι γὰρ ὑμῖν
φέρουσιν, ὢ τυφλοὶ, καὶ ὑετοὺς, ἔνα ἡ γῆ τροφὰς
ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ’ αὐτῆς ζῴοις ἀνῇ; θέρος
τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς
τρυφὴν καρποὺς λάβητε; καὶ διὰ τί μὴ ταῖς ἀτόμοις
Καὶ μετὰ βραχέα φησὶν
ὁ δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων,
οὓς αἷ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι
συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας
οὓς κατειλήφασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν
ἀλλ’ οὐκ
ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδ’ οὖσαι; ἀλλὰ
θείων λογίων ἐπακούσατε “ ἐν κρίσει κυρίου τὰ
αὐτοῦ. ἀπ’ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε
μερίδας αὐτῶν, ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὑτοῦ
καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.
Καὶ μετὰ βραχέα φησὶν
Η τίς οὕτως εὔτακτος πεδιάδα γῆν διώδευσε
φάλαγξ, οὐ προθέοντος οὐδενὸς, οὐκ ἐκτρεπομένου,
οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων,
ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες
ἀεὶ προίασιν, ὁ συνεχής τε καὶ ἀδιάστατος ἀόχλητός
τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός;
ἀλλ’
αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλα-
κοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος
οἶ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν
οἱ τῶν ἀτόμων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ καὶ
τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες,
πόθεν ἡ κυκλοφορικῂ τῶν οὐρανίων
καὶ περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος
οὕτω σφενδονηθέντος, ἀλλὰ τοσούτου κυκλικοῦ χοροῦ
κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινου-
ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν.
καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ
ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν
Ταῦτ’ εἰπὼν μυρία τε ἄλλα τούτοις ἐπαγαγὼν
ἐξῆς κατασκευάζει διὰ πλειόνων τὸ πρόβλημα
ἀπό τε τῶν κατὰ μέρος στοιχείων τοῦ παντὸς, ἀπό
τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων, καὶ δὴ καὶ
“ Καὶ οὔτε ἑαυτοὺς οὔτε τὰ περὶ ἑαυτοὺς
ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας
εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα
καὶ ποιητὴν ἑαυτοῦ “ αἱ χεῖρές σου ἔπλασάν με καὶ
ἐποίησάν με· ” καὶ προσεπεξειργάσατο ἂν ὡς
τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον “ ἢ
ὥσπερ γάλα με ἤμελξας, ἐτύρευσας δέ με ἴσα τυρῷ;
δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις
με ἔνειρας ; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοὶ, ἡ δὲ
ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.
πόσας
γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ καὶ ποταπὰς ἐξ ἑαυτοῦ
ηὐξύνθησαν ; καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς
τὰς Ἐπικούρου ἀτόμους προσκαλεσαμένη τὰς μὲν
ἐπημφίεσεν αὐτῶν δέρμα καὶ σάρκα γενομένας, ταῖς
δὲ ὀστωθείσαις ἠνώρθωται, ταῖς δὲ συνεδέθη νευρορραφουμένη;
τά τε ἄλλα πολλὰ μέλη καὶ
σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν,
οὐ γὰρ
τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ πρόνοια.
ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς
ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ.
τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ
τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε, καὶ τοῖς μέ-
λεσι πᾶσι τήν τε πρὸς ἄλληλα κοινωνίαν περιέβαλε
καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν.
ὧν
τὰ μὲν ὁλοσχερῆ καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας ἣν
ἔχει δύναμιν πρόδηλα· κεφαλῆς ἡγεμονία, καὶ περὶ
τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν
αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι
δὲ ἀκοαὶ, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις
καθάπερ ἀνιχνεύουσα καὶ διερευνωμένη, καὶ
(κεφαλαιωδῶς
γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου προνοίας ἔργων
ἐπιδραμούμεθα, μετ’ ὀλίγον ἀκριβέστερον τοῦ
θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα
κοῦντα λογιώτερον ἀποτεινώμεθα.)
χειρῶν διακονία,
δι’ ὧν ἐργασίαι τε παντοῖαι καὶ πολυμήχανοι
τελοῦνται τέχναι ταῖς κατὰ μέρος δυνάμεσιν εἰς μίαν
συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι, καὶ
κατοχαὶ δακτύλων, ἀγκώνων τε καμπαὶ, πρός τε τὸ
σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι,
ἔνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται·
ποδῶν ὑπηρεσία, δι’ ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ
περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα,
οἶ μὲν γὰρ εἰς ἢν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην
περὶ πάντων καὶ τὴν εἰς ἑαυτοὺς
τῶν ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν
ἀνατιθέασι.
τὴν δὲ ἐνεργεστέραν ἔτι
τούτων ἐπίσκεψιν καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν
ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες
ἐξεθείασαν τὴν φύσιν, ἡμεῖς δὲ ὕστερον ὡς
ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν.
καθόλου δὲ καὶ συλλήβδην ὅλον τοῦτο τὸ σκῆνος
τίς τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλὸν, ὄρθιον, εὔρυθμον,
εὐαίσθητον, εὐκίνητον, εὐεργὸν, παντουργόν;
ἡ τῶν ἀτόμων ἄλογος, φασὶ, πληθύς. ἀλλ’ οὐδ’ ἂν
εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν, οὐδ’
ἀνδριάντα λίθινον ξέσαιεν, οὐδ’ ἂν εἴδωλον ἀργυροῦν
ἢ χρυσοῦν χωνεύσασαι προαγάγοιεν·
ἀλλὰ
τέχναι καὶ χειρουργίαι τούτων ὑπ’ ἀνθρώπων εὕρηνται
σωματουργοί. ὧν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι
δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρω-
ψυχὴ
δὲ καὶ νοῦς καὶ λόγος πόθεν ἐγγέγονε τῷ φιλοσόφῳ;
ἢ παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων
ἀτόμων ταῦτ’ ἠρανίσατο, κἀκείνων αὐτῷ τι
ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσεν;
καὶ ὥσπερ
ὁ Ἠσιόδου μῦθος τὴν Πανδώραν φησὶν ὑπὸ τῶν
φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἔμπειροι
καὶ σοφαὶ πάντων αἱ ἄτομοι μοῦσαι.
ἡ γὰρ
“ Ἐργάζεσθαι δέ γε καὶ διοικεῖν καὶ
τε καὶ προκήδεσθαι καὶ τὰ τοιαῦτα τοῖς μὲν
δυνατοῖς καὶ συνετοῖς καὶ σώφροσιν, οἵους εἶναι
χρὴ τοὺς φιλοσόφους, (πόσῳ γε μᾶλλον τοὺς θεούς;)
οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα,
καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἶς τὸ
ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων
ἡμᾶς τε σεμνότερον παιδεύει προφήτης, θεοπρεπῆ
μὲν ὄντως ἔργα τὰ κατ’ ἀρετὴν ὑπάρχειν λέγων, τὸν
δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον “
γὰρ (φησὶν) ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.”
καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσοῦν τέχνης καὶ ἀτελεστέροις
διὰ τὸ τῆς πείρας ἄηθες καὶ τὸ τῶν ἔργων
ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἶ δὲ
προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ
Δημόκριτος γοῦν αὐτὸς, ὥς φασιν, ἔλεγε βούλεσθαι
μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν
οἶ βασιλείαν γενέσθαι, καὶ ταῦτα μάτην καὶ
ἀναιτίως αἰτιολογῶν, ὡς ἂν ἀπὸ κενῆς ἀρχῆς καὶ
ὑποθέσεως πλανωμένης ὁρμώμενος, καὶ τὴν ῥίζαν καὶ
τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν,
σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ
ἀγνώμονας.
τῶν γοῦν Ὑποθηκῶν ἀρχόμενος λέγει
Ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν
ἰδίης ἀνοίης.” φύσει γὰρ γνώμη τύχῃ μάχεται·
τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρα-
ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ
εὐτυχῆ τὴν φρόνησιν, ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι
τὴν τύχην.
οἶ μὲν οὑν τῶν βιωφελῶν ἔργων
ἐπιστάται ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται,
ἐπαίνου τε ὀρέγονται καὶ Κλεοῦς ἐφ’ οἶς αὐτῶν
προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες,
οἶ δ’ ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἶ δέ γε
φιλόσοφοι καὶ σφόδρα παιδεύειν ἐπιχειροῦντες ἀν-
ἢ τολμήσουσιν Ἐπίκουρος
ἢ Δημόκριτος εἰπεῖν ὡς ἀσχάλλουσι φιλοσοφοῦντες ;
ἀλλ’ οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο.
καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ’
τοὺς δὲ θεοὺς περὶ ὧν οἶ μὲν ποιηταὶ
παρ’ αὐτοῖς ᾄδουσι δοτῆρας ἐάων, οὗτοι δὲ οἶ
φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι, θεοὶ πάντων
ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι· καὶ τίνι τρόπῳ
τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς
τι ὁρῶντες, (ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην
κατασκευὴν προσνέμοντες, ἵν ἐκ τοῦ θεῖναι, τοῦτ’
ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς· (τούτου γὰρ
ἕνεκα πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς
μόνος ἐστὶ θεός·) μήτε διοίκησιν ἢ κρίσιν
ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι,
ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐ-
τοῖς;
“Ἤ τοῦ κόσμου προκύψας Ἐπίκουρος καὶ
οὐράνιον ὑπερβὰς περίβολον, ἢ διά τινων κρυφίων
ἃς μόνος οἶδεν ἐξελθὼν πυλῶν, οὓς ἐν τῷ κενῷ κατεῖδε
θεοὺς, καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφήν·
κἀκεῖθεν ἐπιθυμητὴς γενόμενος τῆς ἡδονῆς καὶ
τῆς ἐν τῷ κενῷ ζηλωτὴς διαίτης, οὕτω πάντας ἐπὶ
τὴν τοῦ μακαρισμοῦ τούτου μετουσίαν ἐξομοιωθησομένους
ἐκείνοις τοῖς θεοῖς παρακαλεῖ, συμπόσιον αὐτοῖς
μακάριον, οὐχ ὅπερ οἶ ποιηταὶ τὸν οὐρανὸν ἣ
τὸν Ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν, ἔκ τε τῶν
ἀτόμων τὴν ἀμβροσίαν αὐτοῖς παρατιθεὶς καὶ προπίνων
αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ ;
καὶ δὴ καὶ
ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει,
ὀμνύς τε συνεχῶς μὰ Δία” καὶ “νὴ Δία,”
τε τοὺς ἐντυγχάνοντας καὶ πρὸς οὓς διαλέγοιτο “πρὸς
γὰρ ἀδιανόητος ἦν ἡ παρ’ αὐτῷ καὶ ματαία
ὑπόκρισις ἡ τῶν θεῶν ὀνομασία.
ἀλλὰ τοῦτο μὲν
πρόδηλον, ὅτι μετὰ τὸν Σωκράτους θάνατον κατεπτηχὼς
Ἀθηναίους ὡς μὴ δοκοίη τοῦθ’ ὅπερ ἦν ἄθεος
κενὰς αὐτοῖς ἀνυποστάτων θεῶν τερατευσάμενος
ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε
νοεροῖς ὀφθαλμοῖς, ἔνα τῆς ἐναργοῦς ἄνωθεν
φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικὸς θεατὴς κατακούσας
οὔτε τῇ διανοίᾳ κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ
ἂν ὅτι “τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, καὶ ὅτι
κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ μετὰ
γάρ φησι “κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν
αὐτὴν τῶν ἀγαθῶν αὑτοῦ. ψυχὴν παντὸς ζῴου
ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.”
εἰ δὲ μὴ
τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παμποίκιλον
τῶν ζῴων πολυπλήθειαν, τὰ χερσαῖα, τὰ πτηνὰ,
τὰ ἔνυδρα, καὶ κατανοησάτωσαν ὡς ἀληθὴς ἐπὶ
τῇ πάντων κρίσει γέγονεν ἡ μαρτυρία τοῦ δεσπότου
του καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέφηνε
καλά. ”
Ταῦτά μοι ἀπὸ πλείστων ἐξήνθισται τῶν
πρὸς Ἐπίκουρον Διονυσίῳ τῷ καθ’ ἡμᾶς ἐπισκόπῳ
πεποιημένων. μετελθεῖν δὲ καιρὸς τοὺς περὶ τὸν
Ἀριστοτέλην καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν,
τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων
Τὴν πολύθεον τῶν ἐθνῶν ἀπάντων πλάνην ἐν
ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπελέγξαι
πρὸ πολλοῦ θέμενος ἐπὶ συστάσει καὶ ἀπολογίᾳ τῆς
πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν
οἰκείων θεῶν παῖδες τῶν παρ’ αὐτοῖς θεολόγων τε
καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς
σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω
που εἰς οὐρανὸν καὶ τὰ κόσμου μέρη πρὸς τῆς γενναίας
φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων
ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην,
καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν
τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.
τηρητέον γοῦν ὡς ὅτι μάλιστα οἶ πρεσβύτατοι
τῶν παρ’ αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας
εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες
ἐμαρτυρήθησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε
καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν
τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων
μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν
τῶν θεῶν γάμους καὶ παιδοποιίας, θρήνους τε καὶ
μέθας, καὶ τῶν μὲν πλάνας, τῶν δ’ ἔρωτας, τῶν δὲ
ὀργὰς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ
πλὴν ὅμως ἐκ περιουσίας
καὶ τούτων αὐτῶν τὰς τετραγῳδημένας ἐν φυσικαῖς
ἀποδόσεσι κομπείας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων
εὑρεσιλογίας εἰς φανερὸν ἤγαγον· οὐ
ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον,
τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης
ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἐξῆς μετὰ
μεταβὰς δὲ ἐκεῖθεν ἐπὶ τὰ Ἑβραίων λόγια, τίσι
ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν
θεολογίαν, τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν,
καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρημένην, ἐν
ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστησάμην.
εἶθ’ ἑξῆς τὸν Ἑλληνικὸν ἀπελέγξας τρόπον, ὅπως
τε πάντα παρὰ βαρβάρων ὠφέληντο, καὶ ὡς οὐδὲν
τῶν παρ’ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς
Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν
τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρτυρας ποιησάμενος.
οὐ μὴν ἀλλὰ καὶ τοὺς ἑτεροδοξοῦντας ἡμῖν
ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε
τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τούτου
κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων
τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν
τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ
ἧς εἰσέτι δεῦρο τὸν ὕστατον ἐπέχοντες λόγον, πεντεκαιδίκατον
ὄντα τῆς ἐν χερσὶ πραγματείας, τὸ λεῖπον
τοῖς διεξωδευμένοις ἀποδώσομεν, τὰ σεμνὰ τῆς
γενναίας τῶν ‘Eλλήνων φιλοσοφίας ἔτι καὶ νῦν εἰς
φῶς ἕλκοντες, πρὸ ὀφθαλμῶν τε τοῖς πᾶσι τὴν ἐν
αὐτοῖς ἀχρηστομάθειαν ἀπογυμνοῦντες, καὶ πάντων
γε πρότερον παριστῶντες ὅτι μὴ ἀγνοίᾳ τῶν παρ’
αὐτοῖς θαυμαζομένων, ὀλιγωρίᾳ δὲ τῆς ἐν αὐτοῖς
ἀνωφελοῦς σχολῆς, ἥκιστα αὐτῶν πεφροντίκαμεν, τῆ
τῶν κρειττόνων ἀσκήσει τὰς ἑαυτῶν ἀναθέντες ψυχάς.
τούτου δὴ οὖν σὺν θεῷ διὰ τῆς ἀληθείας
ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς
ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν
ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγγελικῆς Ἀποδείξεως,
γματείας.
Ἠν δὲ τοῦτο ἐπιμεμφόμενον ἡμῖν, ὅτι δὴ τὰ
Εβραίων λόγια τῶν πατρίων προτιμήσαντες οὐ τὸν
ὅμοιον τῷ Ἰουδαίων βίον ζηλοῦντες προειλόμεθα·
πρὸς ὃ μετὰ τὴν τοῦ παρόντος λόγου συμπλήρωσιν,
θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτῃ
γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ’ ἑνὶ
δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ
τό γε μὴν παρὸν,
ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἡ
κατὰ Πλάτωνα φιλισοφία τοτὲ μὲν τοῖς Ἑβραίων συμφωνοῦσα
λόγοις , τοτὲ δὲ πρὸς αὐτοὺς διεστῶσα, ἐν
οἷς ἐλήλεγκται καὶ πρὸς τὰ αὐτὴ ἀρέσκοντα διαφωνοῦσα·
τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς
ἐπικληθέντας φιλοσόφους, τά τε τῆς Πλάτωνος διαδοχῆς
καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην
καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους
τούς τε ἄλλους ἐξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προ-
ὤρα καὶ τὸν ἄλλον
τῦφον τῶν ἀπ᾿ Ἀριστοτέλους τῶν τε Στωϊκῶν
φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι, καὶ
τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς
ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ
τοῖσδε σεμνολογούμενα, τά τε πρὸς αὐτοὺς αὖ πάλιν
ὑπὸ τῶν οἰκείων ἀντιλεγόμενα.
οὕτω γὰρ καὶ τῆς
ἁπάντων προτετιμήκαμεν.
ἄρξομαι δὲ ἀπὸ τῶν
Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι,
φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες
ἦσαν καὶ οὗτοι. ἐμοὶ δ᾿ οὐ φίλον τὸν ἄνδρα οὐδ᾿
αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων
ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι
ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περι-
“Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος
ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα
δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα
ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπιαμένου
τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν
αὐτόν;
ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ
Ταυρομενίτου λέγοντος ἐν ταῖς ἱστορίαις ἀδόξου
θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας
κλεῖσαι;
τίς δ’ ἂν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου
τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος;
καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους
ὄντας. οἴονται οὐν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους
λέγειν αὐτὸν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος
Ἀριστοτέλην.
καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις
ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου ἐριστικοῦ.
ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ
Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους
καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ
κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα
ψυχρὰ προφερόμενος, ὡς γεγραφότων ἄλλων περὶ τοῦ
γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ
ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ
τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία
αὐτοῦ διαφθεῖραι.
τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν
κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ
Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν.
ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις
ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητὴς, τρυφερὸν καὶ τένθην καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι.
πάντα δ’ ὑπερπαίει
μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἷναι
θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν
Αθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον
τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα
ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια
χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.
καὶ σχεδὸν οἶ
μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν·
ὣν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἶ
δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ
ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ
μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ’ ἐκείνων εἰρημένα
λέγοντας, παντάπασιν ἐὰν δεῖ χαίρειν, καὶ μάλιστα
τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν,
ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες
τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη
περὶ αὐτοῦ τοιοῦτον οὐδὲν εἰρηκὼς τῶν τότε
ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην,
εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα.
οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν
τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ
αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν·
φανερὸν οὑν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις,
βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν
ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ
φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν
μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας
αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν
ἂν οὗτοί γε.
τὰ μὲν οὑν ἄλλα προδήλως πέπλασται·
δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι’ ἃ ψέγουσί
γραμμα τοιοῦτον
ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι.
περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς.
περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως
αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς
ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου, διὰ τὴν πρὸς
ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα
καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας
συμφορὰς τὸν ἀδελφὸν αὐτῆς.”
Εἶθ’ ἑξῆς
“Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν
Ἀριστοτέλης ἔγημεν Ἐρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς
Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους
ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν
Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.
Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν
τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ
γνῶσίν τε καὶ φιλίαν δι’ εὐσεβείας συντελουμένην
ὑποθεμένων, εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων
τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην
τὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης
οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ
καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς
περιουσίας, ὦν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς
ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν
ἀπελέγχοντες οἶ Πλάτωνος γνώριμοι πάρεστι μα-
“ Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ
τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν
ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν
καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ
κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο,
μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ
ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας
μεμψάμενος.
τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον
τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις
οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι
πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ
ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ
Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ
κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ
δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν,
ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ
καὶ χρυσὸν ,
μιᾷ
γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν
μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω
καὶ ἐν ὕψει κείμενα.
ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦρ-
τὴν, ἃ μὴ πέφυκε φύειν,
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου
τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που
πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος
μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων
ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὠ
Περιπατητικὲ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις
ἐπ’ αὐτὰ τοὺς φιλοπλάτωνας;
ποῦ σοι τῆς αἱρέσεως
τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν
τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων
γινόμενον, ὥς φησι Πλάτων’;
τίς οὖν
ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια ; καὶ πόθεν
τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων
γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ’ αὐτοῦ; ἑ κ’
ποίων γραφῶν; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς,
μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν οὔτ’
ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς.
αἶ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι,
Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν
ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες
περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον ἄν τις
καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή.
οὐ γὰρ ἐπιτρέπουσιν
τρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν
ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ’
πῶς οὖν οὐ καθῄρηται καὶ
καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; ναί· ἀλλὰ πολὺ
τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι.
τί δὴ τοὺτο; καὶ γὰρ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ
τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν
πᾶσι κοινόν.
ὁπόταν οὑν τις ἐκ τούτων τῶν δο-
γμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν
αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα,
εὐδαίμονά φησιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν, οὐδὲ ὁ
ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαίμων
καὶ μακάριος εἷναι.
τὸν δὲ τὴν ἀρετὴν
ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις
δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν
εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ’, εἰ γένοιτο,
παραμένειν ἀεί.
Φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη
ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον ὦ
ποιητά·
οὐδ’ αὐτοετεὶ, οὐδ’ αὐτομηνὶ, ἀλλ’ αὐτῆς
ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται.
τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά·
τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν
διασώζειν ἀσθενής.
τούτοις οὑν τις ἐντραφεὶς,
καὶ τούτοις ἀρεσκόμενος τοῖς λόγοις, τίνα
τρόπον ἢ αὐτὸς συνᾴσεται τοῖς Πλάτωνος‚ ἢ ἄλλους
πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις
κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι, κἂν πίττα καὶ
σταυρὸς, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρ-
ρυῇ‚ ἔτι ὁ δίκαιος εὐδαίμων καὶ μακάριος.
ὑπὸ
κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ
ἀθλητήν τινα νικηφόρον‚ τὸν δικαιότατον, ὅτι
οὗτός ἐστιν εὐδαιμονέστατος‚ ὁ ἐξ αὐτῆς τῆς δικατοσύνης
αὐτῶν προσάξεις τῷ Πλάτωνι.
τί γὰρ εἰ τῶν ἀγα-
θῶν‚ ὡς φῄς‚ τὰ μὲν τίμια‚ καθάπερ οἱ θεοὶ‚ τὰ δὲ
τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα‚ οὐ
τί δ’,
εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθὰ, τὰ δὲ οὐ πᾶσιν;
σιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθὰ, τὰ δὲ σώματος, τὰ
δ’ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγαθῶν τὰ μὲν δυνάμεις,
τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ
τέλη, τὰ δὲ ὕλαι, τὰ δὲ ὄργανα,. κἂν τὰς δέκα κατηγορίας
παρὰ σοῦ μάθῃ τις δεκαχῆ διανέμειν τἀγαθὸν,
τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγματα;
ἴως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει
λαλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ’ ἄττα πρὸς τὴν
εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν
τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων’ δ’ ἐκ περιουσίας
κοινόν· ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλά-
τωνος.
τοῦ Κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας
Πἀλιν Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν,
οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως,
τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς δια-
τεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ
“Ὅντος ὄντος δ’ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν
πείσματος‚ ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον
ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν
ὁ μὲν Πλάτων’ εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει.
φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν
ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευ-
όμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι,
ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός.
τούτου δὲ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν,
εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον
καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα
πεφροντικέναι καὶ τῶν ἀνθρώπων.”
Καὶ μετὰ βραχέα
Καὶ ὁ μὲν Πλάτων’ οὕτως. ὁ δὲ τὴν δαιμονίαν
ταύτην φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις
ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι
πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος,
τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ’ ἃ
βούλεται Πλάτων’ παρακαλέσαι καὶ πιστώσαιτο τὰ
εἰρημένα;
πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός
γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη.
πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέ-
πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ
ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν
ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν
πεφωρακότων κρατεῖν δυνατός ἐστιν. ὥστε ἕτοιμόν
τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις.
ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν , ὅστις
τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν, καὶ τὴν ἐκ
θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς
σωτηρίαν τοῦ τεθνεῶτος.
παραπλησίως δὲ τούτῳ
καὶ ὁ Περιπατητικός. οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν
σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία
τὴν ἀδικίαν ἐπιρρώννυσι. τί οὖν, φήσαι τις ἂν, ἐν
ταυτῷ τάττεις Ἀριστοτέλην καὶἘπίκουρον ; πάνυ μὲν
τί γὰρ διαφέρει
πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ
μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν
κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων
ἀποστῆσαι; κατ᾿ ἴσον γὰρ παρ᾿ ἀμφοτέροις τὸ
ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους , καὶ ἴση τοῖς
ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια τὸ δὲ ἐκείνων μενόντων
κατ᾿ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν
μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ
ταύτῃ γε καὶ κατ᾿ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις
ἀπὸ θεῶν γίνεται.
τὰς γοῦν βελτίονας ἀπορροίας
κατ’ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ
οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται.
πρόνοιαν
γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι
τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν
ἐκεῖνο
δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ
πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς
θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταυτὸν
ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε
καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον
αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ
παραιτούμενος.
ὁ δὲ περιττὸς ἡμῖν οὑτος τῆς φύσεως
οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ
αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικουρου
τινες μαντεύονται, ὡς ἄρα μὴ κάτα γνώμην,
ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατέ-
νειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν.
τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρὸς‚ ὅτι
αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμὰς ἐνέργειαν, ἐξ ἧς μόνης
κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ’ ἂν
αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς.
οὐ γὰρ
θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν
παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπι-
στεῖν τοῖς θεοῖς.”
Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεοκοποῦντα
τοῖς εἰρημένοις προστίθησι‚ πρὸς τὸν αὐτὸν ἀποτει-
νόμενος μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον.
Πάλιν Μώσεως γεννητὸν εἶναι τὸν κόσμον
Μωσεῖ φιλοσοφοῦντος‚ τὴν ἐναντίαν κἀν τούτῳ ὁ
Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέν-
τος συγγραφέως‚ ὧδε πρὸς ῥῆμα γράφοντος
“ Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν,
δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογι-
σάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε
τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα
μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ
ἀγέννητον αὐτοῦ.
παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν
ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι‚ οἶς ἀρέσκει
καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι.
δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν‚ εἰ περὶ
τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην
διείλεκται.
παραλαβὼν γὰρ ‚ φησὶν, ὁ θεὸς πᾶν
ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου
μετὰ τὴν τῶν ὅλων δημιουργίαν.
ἐπειδὴ γὰρ,
φησὶ, γεγένησθε‚ (λέγει δὲ πρὸς τοὺς θεοὺς) ἀθάνατοι
μὲν οὐκ ἐστὲ οὐ δ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὴν
ἀλλ’,
ὅπερ ἔφην‚ πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους,
ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ’ ἡσυχίας
πραέσιν ἐλ·έγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ
τούτους Ἀριστοτέλης μεταθεῖναι‚ τῇ μὲν κατηγορίᾳ
τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας‚ τὸ δὲ ἁλῶναι
δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι
Πλάτωνι.
κατὰ δὲ τὴν ἡμετέραν ἀκοὴν, ἀξιοῦντος
Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον
ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν‚ καὶ περιθέντος
πρότερον ἐποίησε τὸν κόσμον‚ καὶ ποιήσας εἰσαεὶ
βουλόμενός γε σῶον διαφυλάξει‚ καὶ ταύτῃ δὴ γεν-
νητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ
κόσμου‚ τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ;”
Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν
τούτων, ὅτι οὐ πάντως‚ εἰ τι γέγονεν, ἀνάγκη τοῦτο
φθαρῆναι, πάλιν δ’ οὐδ’ εἴ τι μὴ φθαρήσεται, τοῦτο
ἀναγκαῖον ἀγέννητον εἶναι. οὔτε γὰρ μίαν αἰτίαν
τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ ἀγεννήτου συγχωρητέον οὔτε
πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους
ἀλλ’ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου, καὶ τό
τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάν-
τος, τό τε μὴ ἀπολλύμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι
λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ
δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεὸν, ᾗ χρώμενος
ἀγαθὸν ἂν τι ποιήσαι; ὃ γὰρ οὔπω πρότερον
γέγονε, τοῦτο, φησὶν‚ οὐκ ἂν γένοιτο.
τοσοῦτον
συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν
πραγμάτωνἦν ἦν ἄνευ θεοῦ βουλήσεωςκαὶ δυνάμεως ἐπινοῆσαι
οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησάμενον
γεννητὸν ὄν.
ὅταν δὲ τὴν ἀρίστην τις
αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν
πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν
χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ
τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων.
καὶ ὁ
μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι,
ἱκανὸς δέ τις καὶ ἀνδριάντα μὴ ὄντα πρότερον
ὄντα ποιῆσαι‚ καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ
τεκτηνάμενος παρέσχε τοῖς δεομένοις‚ καὶ τῶν ἄλλων
τεχνιτῶν ἕκαστος‚ ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας,
ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι
τὰ καλὰ, (ἀγαθὸς γὰρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ
οὐδενός) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ
δυνατός; καὶ μὴν καὶ οἶ λοιποὶ τεχνῖται πρὸς ἄμφω
ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς·
ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον.
ὁ γάρ τις ὅλον ποιῆσαι δυνατὸς‚ τοῦτο πῶς
ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν
τι δεῖ καινὸν, εἴπερ μέλλοι τις ὅλως ποιητὴς,
καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώζεσθαι· τὸ γὰρ
εὑ γενόμενον ἐθέλειν λύειν κακοῦ.
μείζων δὲ
πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα
μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ
θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ
γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος
οἰχήσεται καὶ οὐ παραμενεῖ;
τίνος αἰτίας
βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ
αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ
προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν
κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις
αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνο
ἀλλὰ γὰρ εἰς τὸν περὶ
τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι.
δῆλον μὲν καὶ ὃ προυθέμεθα, ὡς οὐκ ἂν
εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν
ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.”
Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης
οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθε-
“ Περὶ γοῦν τῶν καλουμένων στοιχείων, ἐξ
ὧν πρώτων σώματα συνέστηκε, Πλάτων᾿ μὲν ἑπόμε-
τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης
δὲ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ
φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη , προσκατηρίθμησε
τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν
πέμπτην οὐσίαν , πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως
τῇ φύσει χρησάμενος , μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθε-
εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέτταρας
εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία
τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ
Περιπατητικὸς, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ᾿ ἄν.
λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρὸν,
ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ μαλακὸν ἢ σκληρὸν , ἢ
κοῦφον ἢ βαρὺ, ἢ ἀραιὸν ἢ πυκνὸν, καὶ εὑρισκόντων
ὅτι οὐκ ἂν ἕτερόν τι εἴη τὸ μεθέξον τούτων τινὸς
παρὰ τὰ τέτταρα· (εἰ μὲν γὰρ θερμὸν, ἢ πῦρ ἢ ἀήρ·
εἰ δὲ ψυχρὸν , ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρὸν, πῦρ
ἢ γῆ· εἰ δὲ ὑγρὸν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακὸν,
φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον· σῶμα
δὲ μήτε βαρὺ, μήτε κοῦφον , μήτε μαλακὸν, μήτε
σκληρὸν, μήτε ὑγρὸν, ἀλλὰ μήτε ξηρὸν , μονονουχὶ
λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν
αὐτῷ, τὰς δὲ δυνάμεις, δι᾿ ὧν σῶμα πέφυκε γί-
ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀποστήσεται· ὥστε οὐδαμῆ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος.
ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα,
ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βού-
λεται τρέπεσθαι μεταβάλλειν τ᾿ εἰς ἄλληλα· ὁ δὲ ἐπὶ
μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ
ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου
τινὸς πράγματος γεννητὴς εἶναι δοκῆ, περιττὸν μὲν
ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι
τοῦδε τοῦ ἀνδρὸς κεφαλὴν , ἄλλου δὲ τὸ στέρνον,
ἑτέρου δὲ τὴν ζώνην, εἰς ταυτὸν συνθέντες ἐνίοτε
μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὐτοὺς
ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ
δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν,
οὐκ αὐτῶν.
ὡσαύτως δὲ καὶ Ἀριστοτέλης ἀκούων
Πλάτωνος ὅτι ἐστί τις οὐσία νοητὴ καθ᾿ αὑτὴν ἀσώ-
ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν
ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ᾿
ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ᾿ ὧν δὲ τὸ ἀπαθὲς
εἶναι λαβὼν, σῶμα ἀπαθὲς ἐτεκτήνατο.
ἐπὶ μὲν
οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν διαφερόντων,
οὔτι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν
τὰ τοιαῦτα καὶ Ὅμηρος
ὄμματα
δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον
ἀσώματον ἀναγκαίως ὁμολογοῖτ᾿ ἄν.”
Ἔτι καὶ τούτοις πρόσσχωμεν τὸν νοῦν ἐν ὅσοις
“Ἔπειτα τούτοις ἑπόμενα πολλὰ ἐν οἷς
ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν , περὶ
ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δὲ, ἅτε οὐκ ἐθέλων
πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθα-
ἔτι ὁ μὲν, κατ’ εἶδος ἀφθαρσίαν ἀπονέμων
αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ
ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις, ἡ
ἴση τοῦ μεγέθους αὐτοῦ φάσις· οὐ γὰρ ἂν ἤθελεν
ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὧν ἀφίησι λαμβάνοντα·)
ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας
αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος
μήτε προσιόντος.
ἔτι ὁ μὲν πρὸς τῇ κοινῇ
κινήσει τῶν ἄστρων, καθ’ ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι
κινοῦνται πάντες οἶ ἀστέρες οἴ τε ἀπλανεῖς
δῶσιν‚ ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε
καὶ ’π’ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· (σφαιρικοὶ
γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν
ἕκαστος κινοῖτο περιδινούμενος·) ὁ δὲ καὶ ταύτης
ἀφαιρεῖται τῆς κινήσεως αὐτοὺς‚ ἣν ὡς ἔμψυχοι
κινοῦνται, μόνην δὲ ἀπολείπει τὴν ὑπ’ ἄλλων τῶν
περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν.
καὶ
δὴ καί φησι τὴν γινομένην φαντασίαν ἡμῖν ἀπὸ τῶν
ἀστέρων ὡς κινουμένων πάθος εἶναι τῆς ἡμετέρας
δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς
τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος,
ἀλλ’ οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη
τούτων ἕκαστον ζῷον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ
σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν· (πᾶν γὰρ σῶμα
ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι ἄψυχον, ᾧ δὲ ἔνδοθεν
καὶ ἐξ ἑαυτοῦ ἔμψυχον·) κινούμενον δὲ, ἅτε θεῖον
ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοὐ λόγου μαρτυροῖτο
ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν
πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως
ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται νικώμενος
ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι,
παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο
εὕρημα τοῦ σώματος.
ὁ μὲν γὰρ Πλάτων,
ὄντων τεττάρων σωμάτων καὶ πάντων φύσει κινουμένων
ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὸ
ἐκτὸς, γῆς δ’ ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὸ
μεταξὺ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ
κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσ-
ένειμε σώματι, πάντ’ εὐκόλως αὑτὸν ἐξαπατήσας.
τοῖς μὲν γὰρ ἐπ’ εὐθείας κινουμένοις αἷ βαρύτητες
καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο,
τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον
μήτε κουφότητος, ἀκινησίας μᾶλλον·
οὐ τῆς ἐν
κύκλῳ κινήσεως τοῖς ἐπ’ εὐθείας κινουμένοις τὸ σχῆμα
τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ’ ἡ ῥοπή· σῶμα οὐ
μόνον ἐν μέσῳ τεθὲν ὁμοίου τινὸς οὐχ ἔξει πῆ κλιθῇ,
ἀλλ’ ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινὶ οὐχ ἕξει τῆς ἐπί
τι κλίσεως αἰτίαν‚
ἔτι τοῖς μὲν ἄλλοις σώμασιν
ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι
πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ
πέμπτῳ δὲ ἐκείνῳ‚ μηδέποτε ἐκβαίνοντι τῶν αὐτοῦ
καὶ περὶ τῶν ἄλλων
σωμάτων‚ ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται
φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι.
ζητήσαντος γὰρ τοῦ Πλάτωνος εἰ ἔστι φύσει βαρὺ
τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι σκεψαμένου
εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω‚ εἴτε μὴ‚ καὶ
ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων
πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις
ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον
ἀφ’ οὗ ἀναχωροῖεν‚ καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ
τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτω
ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ αὐτῶν
εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι·
ὅδε ἀντιτίθησι,
καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται,
τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον· καὶ τὸν μὲν τόπον
τὸν ἐν μέσῳ κάτω φησὶ, τὸν δὲ πέριξ ἄνω.”
Ἀλλὰ περὶ μὲν κόσμου, καὶ ἐξ ὧν οὗτος, καὶ
τῶν κατ’ οὐρανὸν τοσοῦτον ἀλλήλων ἀφεστήκατον.
ταῦτα μὲν οἵδε. Μώσης δὲ καὶ τὰ Ἑβραίων λόγια
τούτ’ ὢν οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως‚ ὅτι μηδὲ
πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις
λυσιτελεῖν ἐνομίσθη.
“Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν;
δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν‚ ἀλλ’
ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων’
μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει, καὶ πολλοὺς
πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλά-
τωνος ἡ φιλοτιμία γέγονε‚ συναγωνιζομένοις τῷ τε
ἥ τε
γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε
τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ
νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι
δυνηθείσης‚ τά τε τῆς φύσεως πράγματα πάντα κατὰ
τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι
ψυχὴ γὰρ πᾶσα, φησὶ, παντὸς ἐπιμελεῖται
τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ’
ἐν ἄλλοις εἴδεσι γινομένη. ἀλλὰ μὴν καὶ τὰ τῆς
ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς
ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἶ μαθήσεις
ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σώζεσθαι
καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται.
εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος‚ οὐδὲ ἀνάμνησις.
φιλοσοφίαν Πλάτωνος.
τίς οὖν ἐστιν ὁ πρῶτος
ἐγχειρήσας ἀντιτάξασθαι ἀποδείξεσι, καὶ τὴν ψυχὴν
ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως;
τίς δ’ ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ
ἄλλων οἷ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ’‚ εἰ
μὴ καὶ τοῦτο‚ δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν
τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῆς ψυχῆς·
ὁ
καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν
ἀποφῆναι τὴν ψυχήν.
οὔτε γὰρ πνεῦμα οὔτε
πῦρ οὔτε ὅλως σῶμα, ἀλλ’ οὐδὲ ἀσώματον, οἶον εἶναί
τὸ λογίσασθαι;
οὐ γὰρ ψυχῆς ταῦτά
οὐ γὰρ ἡ ψυχὴ, φησὶν, ἀλλ᾿ ὁ ἄνθρωπός ἐστιν ὁ
τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος.
τούτῳ τοιγαροῦν ἑπόμενος Δικᾳίαρχος , καὶ τἀκόλουθον
ἱκανὸς ὢν θεωρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν
τῆς ψυχῆς. ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν
ταῦτα γὰρ ἅπας τις
συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ
σκοπεῖσθαι καὶ καθ᾿ ὃν δήποτε τρόπον διανοεῖσθαι.
ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις
καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας, ὡς οὐ
ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς ;
ἂν οὑν τις
ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα ἀφελόμενος ἑτέρῳ
τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται
καταλέλοιπεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη.
τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθάνατον εἶναι
θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ
ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ᾿ ὃν αὐτο-
ναί· ἀλλὰ κατά γε τὴν
ἀθάνατον εἶναι , τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ
ἄφθαρτον εἶναι. τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν
φύσιν ὁ νοῦς, ὅθεν ὢν, καὶ πόθεν ἐπεισκρινόμενος
τοῖς ἀνθρώποις, καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς
ἂν εἰδείη· εἰ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ
νοῦ, καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ
λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ
σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος.
πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι.
ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι,
ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ
τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν,
Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι
τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων
τὸ τοιοῦτο.”
Ταῦτα μὲν ὁ Ἀττικός. συνάψω δὲ αὐτοῖς καὶ τὰ Πλωτίνου τόνδ᾿ ἔχοντα τὸν τρόπον
“ Τὸ δὲ τῆς ἐντελεχείας ὧδ᾿ ἄν τις ἐπισκέ-
εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς
μορφὴ ἀνδριάντος πρὸς χαλκόν· καὶ διαιρουμένου
τοῦ σώματος συμμερίζεσθαι τὴν ψυχὴν , καὶ ἀποκο-
καὶ μὴν ἐντελεχείας οὔσης, οὐδὲ ἐναντίωσιν λόγου
πρὸς ἐπιθυμίας· ἕν δὲ καὶ ταὐτὸν δι’ ὅλου πεπονθέναι
τὴν οὖν λογιζομένην
νῆν ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον,
ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’
ἡ αἰσθητικὴ‚ εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων
τοὺς τύπους ἔχει‚ αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα
ἕξει· εἰ δὲ μὴ‚ οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες·
ἀλλ’ ἀδύνατον ἄλλως δέχεσθαι, εἰ οὕτως ἐνεῖεν.
οὐκ ἄρα οὖσ’ ἀχώριστος ἐντελέχεια.
καὶ μὴν οὐδὲ
ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια
ἀχώριστος ῇ.
ἀλλ’ οὐδὲ τοῦτο φαίνεται οὕτως
ἔχον. εἰ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν,
καὶ αὐξανομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν,
καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν‚ ἡ ψυχὴ δηλονότι
ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἴν τι συνεστάλη·
οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ
εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος
φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν‚ τί κωλύει καὶ ὅλως
χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ
τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ
φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων
ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ
εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι
τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα
μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ
πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σ΄σματα
οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν
ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις‚ ἀλλ’ οὐκ
οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ’ ἂν, γινόμενον
καὶ ἀπολλύμενον‚ ὄντως δὲ οὐδέποτε ὂν, μεταλήψει
δὲ τοῦ ὄντος σωζόμενον, καθ’ ὅσον ἂν αὐτοῦ μετα-
λαμβάνον.”
Επειδὴ δὲ καὶ τὰ Πλωτίνου διήλθομεν, συνιδεῖν
“Πρὸς δὲ τὸν ἐντελέχειαν τὴν ψυχὴν εἰπόντα
καὶ ἀκίνητον παντελῶς οὖσαν κινεῖν ὑπειληφότα ῥητέον
κινουμένης‚ πόθεν δὲ καὶ ἐπὶ τῆς τοῦ ζῴου συστάσεως
αἶ τῆς ὡς ζῴου ψυχῆς βουλαί τε καὶ σκέψεις
Εἶθ’ ἑξῆς ἐπιλέγει
Τὸ δὲ βαρύτητι ἀπεικάζειν τὴν ψυχὴν ἢ ποιό-
τησι μονοειδέσι καὶ ἀκινήτοις σωματικαῖς‚ καθ’ ἃς
ἢ κινεῖται ἢ ποιόν ἐστι τὸ ὑποκείμενον, ἐκπεπτωκότος
ὢν ἄνευ τῆς τούτου ἐκλάμψεως.
ἀλλ’ οὔτε ἡ θέρμη
τοῦ ὕδατος ἡ θερμότης ἦν τοῦ πυρὸς οὔτε τὸ πῦρ,
οὔτε τὸ ἐναέριον φῶς τὸ σύμφυτον τό ἡλίῳ φῶς·
ἐν τῷ σώματι κατατακθεῖσα, δι’ ἣν καὶ πνοῆς τινος
ζωτικῆς μετέσχε τὸ σῶμα.”
Εἶθ’ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει
“Τὰ μὲν οὖν ἄλλα ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλ-
λοι αἰσχύνην ἡμῖν φέρει. πῶς γὰρ οὐκ αἰσχρὸς ὁ
ἐντελέχειαν τιθεὶς τὴν ψυχὴν λόγος σώματος φυσικοῦ
ὀργανικοῦ; πῶς δὲ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά
πως ἔχειν αὐτὴν ἀποδιδοὺς‚ ἢ πῦρ νοερὸν‚ τῇ περι-
ψύξει καὶ οἶον βαφῇ τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθὲν,
ὅ τε ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν
d τὴν γεννᾶσθαι ἀποφαινόμενος;"
Ὁν δὴ λόγον ἐν Νόμοις ἀσεβῶν ἀσεβῆ εἶναι ἀπε- φήνατο. αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι. ἐπὶ δὲ τῷ λέγοντι αὐτοκίνητον οὐσίαν οὐκ ἄν τις, φησὶν, αἰσχυνθείη.
“Ἕτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν
τὰ πάντα διήκουσαν διὰ πάντων‚ καὶ ταύτην
ὑφ’ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν
ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχὴν,
καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον‚ καὶ ἐκ τούτων συνάγοντος
ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ
κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης
οὐ γὰρ εἶναι τὴν φύσιν ψυχὴν, καὶ τὰ
περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι. εἶναι γὰρ ἐφ᾿
ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ τὰς αἰτίας. τῶν
ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ
ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν
καὶ πρόνοιαν καὶ ψυχήν· τὸ μὲν γλαφυρὸν ἐν
ταῖς τοιαύταις διαιρέσεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον
οὐ συνορῶν.
εἰ γὰρ μὴ μία τις εἴη δύναμις
ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα
καὶ συνέχουσα, οὔτ᾿ ἂν εὐλόγως τὸ πᾶν οὔτε
καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ᾿ αὐτῆς ἦν
ἄρ᾿ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς
πάγκαλον τῷ λόγῳ διαφυλάξειν , οἷόν περ φαίνεται,
μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου
κοινωνίᾳ.
καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν
ἕκαστα εἶναί φησιν, οἶον ἀρχὴν εἶναι κινήσεως, τοῦτο
δὲ εἶναι ψυχὴν οὐ βούλεται· καίτοι καὶ τοῦ Πλάτωνος
αὐτοῦ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν
ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν
ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μά-
μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνό-
τῶν ὀνομάτων, ἀλλ᾿ οὐκ ἐκ τῶν δυνάμεων, τῶν πραγμάτων
λαμβανομένων.”
"Tὸ δὲ κεφάλαιον καὶ τὸ κῦρος τῆς Πλά-
ἐπ᾿ Ἀριστοτέλει , περιύβρισται. οὐ γὰρ δυνάμενος
ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν
πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνω-
χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις,
οἵας Πλάτων’ ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ
φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα.
τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος
φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ
ἀίδιον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὴ πόνος τε καὶ
ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. ὁ μὲν γὰρ μετασχὼν
καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ
καὶ διὰ
τοῦτο Πλάτων’ τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν
ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ ὡντινωνοῦν
ἀποδοῦναί φησιν οἶόν τε εἶναι καλῶς, ἂν μὴ
τούτων μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ
τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί
τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν·
οἵ
τ’ αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν
πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται πάνυ
ἀναγκαίως. οὐδὲν γὰρ ἔτι τὸ Πλατωνικὸν ἀπολείπεται,
συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. ταῦτα
γάρ ἐστιν οἶς μάλιστα τῶν ἄλλων ὑπερέχει.
νοήσας
γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἀπάντων πατέρα καὶ
δημιουργὸν καὶ δεσπότην καὶ κηδεμόνα, καὶ γνωρίζων
ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο
ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν
ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα·
δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά περ
μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα,
καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος,
περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν
καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον
τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.”
Τοσαῦτα ὁ Ἀττικός. παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκεσθέντες μετα- βησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν.
Σωκράτους
τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης. Ἡρακλεωτκός
τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι
τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς
γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν.
τούτου δὲ ἀκουστὴς γέγονε Διογενὴς ὁ κύων, ὃς
καὶ αὐτὸς θηριωδέστατα φρονεῖν δόξας πολλοὺς ἐπηγάγετο.
τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο
Ζήνων ὁ Κιτιεὺς, ὁ τῆς τῶν Στωϊκῶν φιλοσόφων
αἱρέσεως καταστὰς ἀρχηγός
Ζήνωνα δὲ Κλεάνθης
διεδέξατο, Κλεάνθην δὲ Χρύσιππος, τοῦτον δὲ Ζήνων
ὁ ἕτερος καὶ οἶ καθεξῆς. λέγονται δ’ οὗτοι πάντες
διαφερόντως καὶ βίου στερροῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι.
τά γέ τοι τῆς κατ’ αὐτοὺς φιλοσοφίας
δόγματα ὧδέ πως ἔχει
“ Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος, τούτου δ᾿ ἀρχὰς ὕλην καὶ θεὸν, ὡς Πλάτων. ἀλλ᾿ οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον ‚ ἐκείνου τὸ πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἷναι λέγοντος.
ἔπειτα
τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν
εἱμαρμένην καὶ ἐπιστήμην καὶ ἀλήθειαν καὶ νόμον
εἶναι τῶν ὄντων ἀδιάδραστόν τινα καὶ ἄφυκτον.
ταύτῃ δὲ πάντα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον ὑπέρευ,
καθάπερ ἐν εὐνομωτάτῃ τινὶ πολιτείᾳ.”
“Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι
προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἷναί
φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀΐδιον καὶ θεόν.
οὐσίας ποιὸν προσαγορεύεσθαι , τὸ κατὰ τὴν διακόσμησιν
τὴν τοιαύτην διάταξιν ἔχον.
διὸ κατὰ μὲν
τὴν προτέραν ἀπόδοσιν ἀΐδιον τὸν κόσμον εἶναί φασι,
κατὰ δὲ τὴν διακόσμησιν γεννητὸν καὶ μεταβλητὸν
κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας.
καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον
ἀΐδιον εἶναι καὶ θεόν· λέγεσθαι δὲ κόσμον σύστημα
ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν
γενομένων.
ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς,
τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς
κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους,
διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος·
τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως
νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ
ὅλα διοικοῦντα θεὸν‚ εὐεργετικὸν ὄντα καὶ χρηστὸν
ἀρετάς.
διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ
τοῦ ζῆν αἴτιος ἡμῖν ἐστί. καθ’ ὅσον δὲ εἰρομένῳ
λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀιδίου προσονομαζεσθαι
εἱμαρμένην· Ἀδράστειαν δὲ, ὅτι οὐδὲν
ἔστιν αὐτὸν ἀποδιδράσκειν· Πρόνοιαν δ’, ὅτι πρὸς
τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα.
ἡγεμονικὸν δὲ τοῦ
κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι, διὰ τὸ
μέγιστον τῶν ἄστρων ὑπάρχειν, καὶ πλεῖστα συμ-
βάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ
τισὶ δὲ
τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι
τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον
καὶ εἰλικρινέστατον‚ ἅτε πάντων εὐκινητότατον
ὄντα, καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.”
Ταῦτα μὲν οὖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου
προκείσθω· πρὸς δὲ τὴν περὶ θεοῦ τῶν Στωϊκῶν
δόξαν ἀπαρκεῖ παραθέσθαι τὰς Πορφυρίου λέξεις
ἐν τοῖς πρὸς Βόηθον ἀντιγραφεῖσιν αὐτῷ Περὶ ψυχῆς
τοῦτον ἐχούσας ’τον τρόπον
“Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες
ἀίδιον καταλείπειν‚ καὶ φθείρειν μὲν πάντα
ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ
ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἷναι, τὸ τοιοῦτον δ’
εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες,
τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀίδιόν
ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ
ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ
αὑτόν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν
τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μη-
κύνοι;"
“’Αλλὰ τί δή ἐστι τὸ ὅν; ἆρα ταυτὶ τὰ στοι-
χεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἶ ἄλλαι δύο
αὐτὰ ἐξ ἀλλήλων γινόμενα, καὶ ἐπαλλασσόμενα, καὶ
μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς;
σῶμα μὲν
ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. ἀλλ’ ἄρα ταυτὶ μὲν
οὒ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν· ἀλλὰ καὶ αὐτὴ παν-
τὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μ·ένειν. ποταμὸς
γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος‚ βάθος καὶ πλάτος
καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
Ὡστε καλῶς ὁ λόγος εἴρηκε, φὰς‚ εἰ ἔστιν ἄπει-
ρος ἡ ὕλη‚ ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος,
ἄλογος· εἰ δὲ ἄλογος‚ ἄγνωστος. ἄγνωστον δέ γε
οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς τεταγμένα
γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτα-
κτον οὐχ ἔστηκεν· ὅ τι δὲ μὴ ἕστηκεν οὐκ ἂν εἴη ὄν.
τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν
τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι
ἀθέμιστον εἷναι. δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ
τί οὖν δή; ἠ ἔχομεν
παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; ναί·
τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν
ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι.
ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; παντὸς μᾶλλον.
εἰ μὴ
τύχοι δὲ τούτου, ἄρα μείνειεν ἄν; παντὸς ἧττον. τί
οὑν ἐστι τὸ κατασχῆσον; εἰ μὲν δὴ καὶ τοῦτο εἴη
εἰ μέντοι χρὴ
αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις
κεκυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ
κατέχῃ‚ ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε
τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη
ἕστηκε‚ καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν σωματική.
οὔτε γοῦν γίνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται
ἄλλην οὐδεμίαν‚ καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη
πρεσβεῦσαι τὸ ἀσώματον.”
‘Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ b τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦσθαι πάντα, κατὰ περιόδους τινὰς τὰς μεγίστας εἰς πῦρ αἰθερῶδες ἀναλυομένων πάντων.
Καὶ ἑξῆς ἐπάγει
“ Ἐκ τούτων δὲ δῆλον ὅτι Χρύσιππος ἐπὶ τῆς
οὐσίας οὐ ταύτην παρείληφε τὴν σύγχυσιν· ἀδύνατον
γάρ· ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην.
οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περιόδους τῆς μεγίστης
γινομένης φθορὰς κυρίως παραλαμβάνουσι τὴν
φθορὰν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογματί-
ζοντες‚ ἣν δὴ καλοῦσιν ἐκπύρωσιν‚ ἀλλ’ ἀντὶ τῆς
ἀρέσκει γὰρ τοῖς Στωϊκοῖς φιλοσόφοις
τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν, οἷον εἰς σπέρ-
μα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν
διακόσμησιν‚ οἴα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα
τῶν ἀπὸ τῆς αἱρέσεως οἶ πρῶτοι καὶ πρεσβύτατοι
“Ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λό-
γος, καὶ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη
τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα,
τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’
αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστα-
σις.
ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας δια-
κοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐ-
τὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ
ἀϊδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς ἀρχῆς
αἰτίαν καὶ πᾶσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος
οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι
δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας,
καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς. οἵα γὰρ ἐφ’
ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα‚ τοιούτου τινὸς
κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγεννήτου· γενέσεως
γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως
ταύτης. ὃν τρόπον δ’ ἀγέννητός ἐστι καὶ ἀναιρεθῆναι
ἀδύνατόν ἐστιν αὐτὴν, οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε
ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν.”
“ Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἷναι ὃ με-
τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ’
ἄλλου πνεύματος, μέρος ψυχῆς τῆς τοῦ θήλεος καὶ
συμφυὲς γενόμενον, κρυφθέν τε φύει κινούμενον
Καὶ μετὰ βραχέα ἐπιλέγει
‘Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγρματα
παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς
ἄλλους φυσικούς φησιν ὅτι Ζήνων τὴν ψυχὴν λέγει
αἴσθησιν, ἢ ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος
γὰρ ἐμφανίσαι ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι
νοεραὶ ἀεὶ γίνονται εἴκασεν αὐτὰς τοῖς ποταμοῖς,
λέγων οὕτως ‘ποταμοῖσι τοῖσίν αὐτοῖσιν ἐμβαίνουσιν
ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ
ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.’
ἀναθυμίασιν μὲν
οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων,
αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει ὅτι
ἴδια ψυχῆς ἐστι.”
Καὶ μεθ’ ἕτερα
῾Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασὶν, ὃ καλοῦσιν
αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν,
καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς
προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ
ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ τὰς τῶν ἀποθανόντων
ψυχάς.
ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου
Καὶ ἔτι μετ’ ὀλίγα
“Τὴν δὲ ψυχὴν γεννητήν τε καὶ φθαρτὴν λέγουσιν·
οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι,
ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν·
τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως
τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς
τὸ δὲ διαμένειν τὰς ψυχὰς
οὕτω λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γινόμενοι
τοῦ σώματος χωρισθέντος καὶ εἰς ἐλάττω μεταβαλόντος
οὐσίαν τὴν τῆς ψυχῆς. τὰς δὲ τῶν ἀφρόνων καὶ
ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.”
Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα
ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου Διδύμου συνειλεγμένα.
πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν
δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ’ ἡμὰς συν-
τόμως ἀντειρημένα διὰ τούτων
"Συνελόντι δ’ εἰπεῖν, πόρρω μοι δοκοῦσιν
ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς
ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπἱφήναντο. πῶς γὰρ ὅλως
ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ
κατ’ αὐτὴν θεῖναι; ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μί-
ξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους
τί γὰρ ἡ τοῦ πνεύματος
ἡμῖν λεπτότης πρὸ ἔργου γένοιτ’ ἂν εἰς φαντασίας
ὢν τύχοι τριπόδων καὶ θεραπαινῶν, (ὡν φησιν Ὅμηρος
τοὺς μὲν αὐτομάτους εἰς τὸν ἀγῶνα δι’ αὑτῶν
χωρεῖν, τὰς δὲ συνεργάζεσθαι τῷ δεσπότῃ, καὶ μηδενὸς
οἴων οἶ ζῶντες ἔχουσι πλεονεκτημάτων ἀπολείπεσθαι)
μή τί γε δὴ τῶν ἔκ ταὐτομάτου ψηγμάτων,
καὶ αὖ τοῖς ἐπὶ τῶν αἰγιαλῶν προσέοικε λίθοις, εἰς
Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν
δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς διαλεχθεῖσι
καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι
τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γὰρ, ὠ πρὸς
θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ
ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοικέναι τήν θ’ ἡμετέραν
καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν, τοῦτο μὲν
φαντασίας καὶ μνήμας οἵους τε εἶναι σώζειν διαρκεῖς,
τοῦτο δὲ ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων
εἰς σύνεσιν αραγμάτων; ἠ τἄρα καὶ τοὺς θεοὺς καὶ
οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ
ἔχοντες, ὅμως τὰ μὲν ἐκ τῆς κοινῆς ἐπινοίας τῶν ἀνθρώπων,
τὰ δὲ ἐξ ἐπιπνοίας τῶν Μουσῶν, ἣ κινεῖν
Tαῦτά σοι καὶ ὁ Λογγπινος. ἐπάκουσον δὲ καὶ Πλωτίνου τὰ τοιάδε πρὸς τοὺς αὐτοὺς ἀποτεινομένου
“Εέ έστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἤ φθείρεται πᾶς, ἤ φθείφεται πᾶς, ἤ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστὶν, αὐτὸς ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος.
ἁπλοῦν μὲν δή τι οὺκ ἄν εἴη ἄνθρωπος, ἀλλ’ ἔστιν
Τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται
μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ
παρῇ τοῖς ὄγκοις.
κἄν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἕν οὑκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν c καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἀπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. Καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα,
καὶ ταύτῃ φθορὰν ἄν ὑπομένοι.
ὥστε εἰμὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δ’ ἄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἄη ἄν ἤ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸς ὁ ἄνθρωπος εἴη ἄν ἤ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸ
“ Τοῦτο οὖν τίνα φύσιν ἔχει ; ἢ σῶμα μὲν ὂν
δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ
κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατὰ ἄλλον σκεπτέον. πρῶτον
δὲ σκεπτέον εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι
ψυχὴν, ἀναλύειν.
ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν
ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα τὴν ψυχὴν, εἰ
μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη , ἤτοι ἑκάτερον
αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν
τί ἂν οὖν εἴη σῶμα, ζωὴν παρ᾿ αὑτοῦ ἔχον; πῦρ γὰρ
καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ᾿ αὑτῶν· καὶ
ὅτῳ πάρεστι τούτων ψυχὴ, τοῦτο ἐπακτῷ κέχρηται
ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι.
αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωὴν,
εἰ δὲ ἕκαστον ζωὴν ἔχει, καὶ ἓν ἀρκεῖ·
μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι
καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ
οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γενέσθαι. δεῖ
ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε
τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς.
οὐ γὰρ ὅτι σύνθετον,
ἀλλ᾿ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν,
ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντὶ, εἴπερ λόγος προσελθὼν
τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ᾿ ἂν προσέλθοι
λόγος ἢ παρὰ ψυχῆς.”
“Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ ἀτόμους ἢ ἀμερῆ
καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος, τὸ
μὲν ὅσον ὑλικὸν παρ’ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσου-
σιν· ὕλη γὰρ ἄποιον) τὸ δὲ κατὰ τὸ εἶδος τεταγμέ-
νον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ
εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ
τούτων ἔσται ἡ ψυχή · καὶ οὐκ ἔστ’ αὖ σῶμα , οὐ γὰρ
ἐξ ὕλης καὶ αὐτὸ, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύ-
σομεν.
εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ’ οὐκ οὐσίαν
φήσουσιν εἶναι, ἀφ’ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν
ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη ἑαυ-
τὴν μορφοῖ, οὐδὲ ἑαυτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι
εἶναι τὸ χορηγὸν ζωῆς, εἴτε τῇ ὕλῃ ἡ χορηγία, εἴθ’
ῥεῖ γὰρ, καὶ ἐν φορᾷ
αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτ’ ἂν ὡς τάχιστα, εἰ πάντα
σώματα εἴη, κἂν εἰ ὄνομα ἐνὶ αὐτῶν ψυχήν τις θεῖτο.
τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν, ὕλης
μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ
στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος
αὐτήν.
τάχα δ’ ἂν οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν
εἴη. λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ
τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ gφερόμενον
εἰκῆ ποιήσει;
τίς γὰρ τάξις ἐν πνεύματι
ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.”
“Μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας
ἀγόμενοι ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον
αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν
τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς ἢ πνεύματος οὐ
δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι,
τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν
ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν
ψυχῆς δυνάμεσιν ἱδρῦσθαι.
εἰ δὲ μηδὲν παρὰ
τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τὸ δὲ
πολυθρύλητον αὐτοῖς πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν,
ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύ-
σιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχὴ,
ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δέ πως ἔχον πνεῦμα
ἢ τῶν ὄντων τι φήσουσιν, ἢ μηδέν.
ἀλλ’
εἰ μὲν μηδὲν, πνεῦμα ἂν εἴη μόνον, τὸ δέ πως ἔχον
ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν
ἡ σχέσις, καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην,
ἐν ὕλῃ μὲν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι
ἐξ ὕλης, λόγος ἂν εἴη τις, καὶ οὐ σῶμα, καὶ φύσις ἑτέρα
ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον
ἢ ψυχρὸν, ἢ σκληρὸν ἢ μαλακὸν, ὑγρόν τε ἢ πεπηγὸς,
μέλαν τε ἢ λευκὸν, καὶ πάντα ὅσα ποιότητες
σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμὸν,
οὐ γὰρ πυρὸς τὸ ψύχειν,
οὐδε τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ’ ἣ γε ψυχὴ καὶ
“Τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ
μίαν, μιᾶς οὒσης παντὸς σώματος κινήσεως ; εἰ δὲ
σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ
ὃσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ
ἢ ψυχρὸν εἶναι.
τὸ δὲ καὶ ἐν χρόνοις αὒξειν,
καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ
γένοιτο ; ᾧ προσήκει μὲν αὒξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ
τοῦ αὒξειν εἶναι, ἢ ὃσον παραληφθείη ἂν ἐν ὓλης
ὂγκῳ ὑπηρετοῦν τῷ δι’ αὐτοῦ τὴν αὒξην ἐργαζομένῳ·
καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὒξοι, ἀνάγκη καὶ αὐτὴν
ψυχὴ ἒσται τὸ προστιθέμενον, ἢ ἂψυχον σῶμα.
καὶ εἰ μὲν ψυχὴ, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς
προστιθεμένης ; εἰ δὲ ἂψυχον τὸ προστιθέμενον, πῶς
τοῦτο ψυχὠσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει
καὶ ἓν ἒσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῳ
μεταλήψεται ; ἀλλ’ οὐχ ὣσπερ ξένη ψυχὴ αὓτη ἐν
ἀγνοίᾳ ἒσται ὧν ἡ ἑτερα οἶδε· καὶ ὣσπερ ὁ ἂλλος
πῶς
οὑν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνῶσις οἰκείων, οὐδέ-
ποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι,
φύσις δὲ σώματος μεριζόμενον εἰς πλείω, ἕκαστον
μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ· εἰ τοσόνδε μέ·
γεθος ψυχὴ, ὃ ἂν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ
πᾶν ποσὸν ἀφαιρέσει τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο.
εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν
τῇ ποιότητι ταὐτὸν μένοι, ᾐ μὲν σῶμα, ἕτερόν
τί τοίνυν φήσουσιν οἶ τὴν ψυχὴν σῶμα εἶναι λέγον-
τες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς
ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχὴ, οἵα ἐστὶ
καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος;
οὐδὲν
ἄρα τὸ μέγεθος συνεβάλλετο τῇ οὐσίᾳ αὐτῆς·
(καίτοι ἔδει γε, ποσοῦ τινος ὄντος) καὶ ὅλον πολλαχῆ,
ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ
αὐτὸ ὅλον εἶναι, καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν.
εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ
ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος
ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ
οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ
“ Ὅτι δὲ εἰ σῶμα εἴη ἡ ψυχὴ, οὔτε τὸ αἰσθάνεσθαι,
οὔτε τὸ νοεῖν, οὔτε τὸ ἐπίστασθαι, οὔτε ἀρεταὶ
οὐ γὰρ ἄλλο μὲν ῥινὸς, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταυτὸν
ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι᾿ ὀμμάτων, τὸ δὲ
δι᾿ ἀκοῆς, ἔν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι
ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων
ἐλθόντων ; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι,
γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου,
εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπὶ
ἄμφω τὰ πέρατα αἱ σίσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται
εἰς ἕν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον ἢ ἄλλο·
τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἔξει, ὥσπερ
ἂν εἰ ἐγὼ μὲν ἄλλου , σὺ δὲ ἄλλου αἴσθοιο.
καὶ εἰ ὲν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, εἰς ἓν
συναιρεθήσεται, ὅπερ καὶ φαίνεται · συναιρεῖται γὰρ
καὶ ἐν αὐταῖς ταῖς κόραις · (ἢ πῶς ἂν τὰ μέγιστα διὰ
τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν.
ἀλλὰ γὰρ
ἕν ἐστι τὸ πᾶν· πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ
καὶ ἕκαστον
δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις
αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, οἷον τοῦ
αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας.
καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου, οὐκ
ἂν ἄλλῳ τρόπῳ γένοιτο τὸ αἰσθάνεσθαι ἢ οἷον ἐν
κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ’
οὖν εἰς αἷμα εἴτ’ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων.
εἰ μὲν οὖν ὡς ἐν σώμασιν ὑγροῖς,
εἰ δ’ ἐμμενοῦσιν οἶ τύποι, ἣ
οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων,
ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων
ἄλλων ἐκεῖνοι οἶ πρότερον ἀπολοῦνται, ὥστε οὐδὲν
ἔσται τὸ μνημονεύειν. εἰ δέ ἐστι τὸ μνημονεύειν καὶ
ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις, οὐκ ἐμποδιζόντων
τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.”
“Ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως
ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγε-
μονοῦν αἰσθάνεται, καὶ ὅλη ψυχὴ τὸ αὐτὸ πάσχει.
πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι,
ἀνάυ-
ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην, καὶ πολλὰς
αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος
γίγνεσθαι, καὶ τούτων ἁπαςῶν ὕστερον τὸ ἡγεμονοῦν
αἰσθέσθαι, καὶ γῆς ἑαυτοῦ παρὰ ταύτας.
Τὸ δὲ
ἀληθὶς, ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύσῳ
ἀλγήματος· [ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ ὅτι
ὁ ταρςὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ
ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας· τό τε ἡγεμο-
νοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος] αἰσθάνε-
σθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν
εἰ τοίνυν κατὰ διάδοσιν τὴν
αἴσθησιν ὄγκου ὄντος, ἄλλου παθόντος, ἄλλου γνῶσιυ
εἶναι. Παντὸς γὸρ μεγέθους, εἰ τὸ μὲν ἄλλο, τὸ δὲ
ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον,
ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τὶθεσθαι τὸ αἰσθαόμενον,
οἶον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αἀτὸ εἶναι. Τοῦτο δὲ
ἄλλῳ τινὶ τῶν ὄωτων ἢ σώματι ποιεῖν προςήκει.”
“Ὅτι δὲ οὐδὲ νοεῖν οἶόν τε εἰ σῶμα ἡ εψχὴ
ὁτιοῦν εἴη δεικτέον ἐκ τῶνδε. Εἰ γὰρ τὸ αἰσθάνεσθαί
ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντισθαί
ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι
τῶν αἰσθητῶν, οὐκ ἄν εἴη καὶ τὸ νοεῖν
τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταυτὸν ἔσται τῷ
αἰσθάνεσθαι.
Εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώματος
ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα
αὖ τὸ νοῆσον εἶναι, ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις,
νοητῶν δὲ ἡ νόησις. Εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν
πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος
νοήσει καὶ τῶ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ
μέρει τινὶ ἀμερεῖ αὐτοῦ; εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται
τὸ νοῆσον. οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν·
ἀρκεῖ γὰρ καὶ ἴν τι.
εἰ μὲν οὖν συγχωρήσονται
τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστι, εἶναι τῶν
πάντη σώματος καθαρωτάτων, αὐτὸ ἑκάστου, ἀνάγκη
καὶ τὸ νοοῦν σώματος καθαρὸν ὂν, ἢ γιγνόμενον,
γινώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν
εἷναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων
γίγνονται, τοῦ νοῦ χωρίζοντος.
οὐ γὰρ δὴ μετὰ
ψυχὴν σώματος αὐτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ
ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δὲ οἶμαι καὶ
τὸ καλὸν καὶ τὸ δίκαιον, καὶ ἡ τούτων ἄρα νόησις.
ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὐτῆς ὑποδέξεται καὶ
ἐν αὐτῇ ἀμερῆ κείσεται.”
“Πῶς δ’ ἂν καὶ σώματος ὄντος τῆς ψυχῆς,
ἀρεταὶ αὐτῆς σωφροσύνη καὶ δικαιοσύνη, ἀνδρεία
τε καὶ ἄλλαι; πνεῦμά τι γὰρ, ἢ αἷμά τι, τὸ σωφρο-
νεῖν εἴη ἢ δικαιότης, ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία
ἡ εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις,
καθ’ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα.
ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύ-
ματι εἷναι προσήκοι ἂν, σωφρονεῖν δὲ τί δεῖ πνεύ-
ματι; ἀλλ’ οὖν τοὐναντίον, ἐν περιπτύξεσι καὶ ἁφαῖς
εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως
ψύχεος ἶμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπλοῖς καὶ λείοις
πελάσει; τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι;
πότερον δὲ ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρη-
μάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτεται,
ἢ γίνεταί τῳ ἡ ἀρετὴ καὶ ὠφελεῖ καὶ πάλιν
φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ
ἂν ἐκεῖνο πάλιν μένοι. δεῖ ἄρα ἀιδίων εἶναι καὶ
μενόντων, οἷα καὶ τὰ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀϊδίων
καὶ μενόντων, οὐ σωμάτων. καὶ δεῖ ἄρα καὶ ἐν ᾧ
ἔσται , τοιοῦτον εἶναι· ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ
μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. ”
“ Εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες
θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας
ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ
τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν,
τὰς οὖν δυνάμεις τῶν ἀσωμάτων
μεταβιβάσαντες εἰς τὰ σώματα οὐδεμίαν ἐκείνοις
καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις
δυνάμεσι δύναται ἃ δύναται ἐκ τῶνδε δῆλον. ὁμο-
λογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι,
καὶ πὰν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα πο-
σὸν εἶναι , ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες
τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ,
ἕτερον σώματος εἷναι.
πῶς γὰρ μὴ ποσὸν οὖσα
σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μὴν, ὅπερ
καὶ ἄνω που ἐλέγετο, εἰ πὰν σῶμα μεριζόμενον καὶ
τοῦ σώματος ἐφ’ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης
μένει, οἷον ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον
ἔπειτα εἰ σώματα
ἦσαν αἶ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν
δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν
δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν
τῶν ὄγκων μικραὶ, ὀλίγοι δὲ μικρότατοι τόν ὄγκων
μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει
τὸ ποιεῖν ἀναθετέον· ἀμεγέθει ἄρα.
τὸ δὲ ὕλην
δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ
δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ
ἀσωμάτους εἶναι; μηδ’ ὅτι πνεύματος ἢ αἵματος ἀπο-
στάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν
ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν
οὐδὲ ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων
οὔτε αἷμα, ψυχὴ δέ.”
“Ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παν-
τὸς, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν
ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι
ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον,
ἀπολέσασα τὸ εἶναι ψυχὴ, ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν
κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν. οὐκ ἄρα ἔχομεν ψυχήν.
τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκράσθαι ὅλον δι’
ὡς ὅπου ἂν ᾐ καὶ θάτερον, εἶναι ἴσον ὄγκον
ἀμφοτέρων, καὶ τὸ πάν κατεχόντων, καὶ μηδεμίαν
αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν
ἀπολείψει ὅ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη
διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ
σμικρότερον· ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι
τῷ μείζονι·) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει
ἀνάγκη τοίνυν εἰ καθ᾿ ὁτιοῦν σημεῖον,
καὶ μὴ μεταξὺ σῶμα ἔσται· ὃ μὴ τέτμηται , εἰς σημεῖα
τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον.
εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης (ὃ γὰρ ἂν λάβῃς
σῶμα διαίρετόν ἐστι) οὐ δυνάμει μόνον , ἐνεργείᾳ
δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι᾿ ὅλου
χωρεῖν δυνατὸν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι᾿ ὅλων· ἀσώματος
ἄρα.”
“Τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ
πνεῦμα λέγειν , ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν
ψυχὴν γίνεσθαι , λεπτοτέραν ἐν ψυχρῷ γενομένην·
ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν
θερμῷ γίγνεται, καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν. ἀλλ᾿
οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας
τὰς ἔξω γιγνομένην.
συμβαίνει οὖν αὐτοῖς
τὸ χεῖρον πρῶτον ποιεῖν, καὶ πρὸ τούτου ἄλλο ἔλαττον,
εἰ οὖν καὶ ὁ
θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ
ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν
μηδὲ νοῦν, μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος
πρότερον τοῦ ἐνεργείᾳ καὶ νοῦ γένοιτο, οὐδὲ ἥξει εἰς
ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου
παρ᾿ αὐτὸ προτέρου; εἰ δ᾿ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν,
ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει,
καίτοι τὸ ἀεὶ μένειν
τὸ αὐτὸ, εἴπερ τὸ δυνάμει ἕξει, καθ᾿ ἑαυτὸ εἰς ἐνέργειαν
ἥξει , καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου,
οἷον ὀρεκτὸν ὄν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον
καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὄν ἀεί·
“ Ἐπεὶ δὲ καὶ ἄλλης φύσεως , δεῖ ζητεῖν τίς
ὡς
γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι
οἶον πάθημα ἐπ᾿ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν
τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει
ὅτι δὲ ἀδύνατον , πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν
εἴρηται.
καὶ γὰρ ὅτι τὸ μὲν πρότερον ἡ ψυχἠ, ἡ
δ᾿ ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ
τῷ σώματι καὶ μάχεται πολλαχῆ, ἁρμονία δὲ
οὐκ ἂν οὔσα ταῦτα ποιοῖ· καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ
ἁρμονία οὐκ οὐσία· καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων,
ἐξ ὧν συνέσταμεν , ἐν λόγῳ οὖσα, ὑγίεια ἂν εἴη· καὶ
ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἶον ἐπὶ τῶν ὀργάνων,
τὸν μουσικὸν, τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν
ἁρμονίαν, λόγον ἔχοντα παρ᾿ αὐτῷ , καθ᾿ ὃν ἁρμόσει.
οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παρ᾿ αὑτῶν οὔτ᾿
ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν δυνήσεται.
ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι,
καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν
Ταῦτα μὲν ἀπὸ τῶν Πλωτίνου πρὸς τὴν τῶν
Στωϊκῶν περὶ ψυχῆς δόξαν, σωματικὴν φασκόντων
αὐτὴν εἶναι. ἀλλ᾿ ἐπεὶ αὐταρκῶς τά τε πρὸς Ἀριστοτέλην
ἕλην καὶ τὸν Περίπατον, τά τε πρὸς τὴν τῶν
ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς,
ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, τά τε
ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν,
καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς
πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς
ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς
κόσμου μόρια μετενηνόχασι.
διό μοι ἀναγκαῖον
εἶναι δοκεῖ καὶ τὰς περὶ τῶνδε δόξας ὁμοῦ συναγαγεῖν,
τάς τε διαστάσεις αὐτῶν καὶ τοῦ τύφου τὸ μάταιον
Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων
ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν
τοῦτον γράφει τὸν τρόπον
“Περὶ ἡλίου.
Ἀναξίμανδρος κύκλον εἷναι ὀκτωαιεικοσαπλασίονα
Ξενοφάνης, ἐκ πυριδίων τῶν φαινομένων συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον ἐκ νεφῶν πεπυρωμένων.
Οἱ Στωϊκοὶ, ἄναμμα νοερὸν ἐκ θαλάσσης.
Πλάτων, ἐκ πλείστου πυρός.
Ἀναξαγόρας , Δημόκριτος, Μητρόδωρος, μύδρον ἢ πέτρον διάπυρον.
Ἀριστοτέλης , σφαῖραν ἐκ τοῦ πέμπτου
σώματος.
Φιλόλαος ὁ Πυθαγόρειος δίσκον ὑαλοειδῆ, δεχόμενον
μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν,
διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε προσεοικέναι
ἡλίου τὸ ἐν οὐρανῷ πυρῶδες τῇ ἀπὸ τοῦ ἐνόπτρου
κατὰ ἀνάκλασιν διασπειρομένη πρὸς ἡμὰς αὐγῇ· καὶ
γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον
εἰδώλου.
Ἐμπεδοκλῆς δύο ἡλίους· τὸν μὲν ἀρχέτυπον
πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς
τὸ ἡμισφαίριον ἀεὶ καταντικρὺ τῆς ἀνταυγείας
συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου. ὡς δὲ
βραχέως εἰρῆσθαι συντεμόντα, ἀνταύγειαν εἶναι τοῦ
περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον.
Ἐπίκουρος, γήινον πύκνωμα, κισσηροειδὲς,
καὶ σπογγοειδὲς ταῖς κατατρήσεσιν, ὑπὸ τοῦ πυρὸς
ἀνημμἐνον.”
“Περὶ μεγέθους ἡλίου.
Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ᾿ οὗ τὴν ἐκπνοὴν ἔχει , καὶ ὑφ᾿ οὖ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς.
Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου.
Ἡράκλειτος, εὖρος ποδὸς ἀνθρωπείου.
Ἐπίκουρος πάλιν φησὶν ἐνδέχεσθαι τὰ προειρημένα
πάντα· ἢ τηλικοῦτον ἡλίκος φαίνεται, ἢ
“Περὶ σχήματος ἡλίου.
Ἀναξιμένης πλατὺν ὡς πέταλον.
Ἡράκλειτος, σκαφοειδῆ , ὑπόκυρτον.
Οἱ Στωϊκοὶ σφαιροειδῆ ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.
Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.”
Τοιοῦτος μὲν αὐτοῖς ὁ μέγας τῶν κατ᾿ οὐρανὸν φαινομένων θεὸς ἥλιος. Μωσης δὲ καὶ τὰ Ἑβραίων λόγια οὐδὲν τούτων περιεργάζονται.
“Περὶ σελήνης.
Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα
τῆς γῆς, ὡς ἐπὶ τοῦ ἡλίου , πλήρη πυρὸς,
ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ. ὅμοιον
δὲ εἶναι ἁρματείῳ τροχῷ, κοίλην ἔχοντα τὴν ἁψῖδα,
καὶ πυρὸς πλήρη, ἔχοντα μίαν ἐκπνοήν.
Ξενοφάνης νέφος εἶναι πεπιλημένον.
Οἱ Στωϊκοὶ μικτὸν ἐκ πυρὸς καὶ ἀέρος.
Πλάτων ἐκ πλείονος τοῦ γεώδους.
Ἀναξαγόρας, Δημόκριτος, στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.
Ἡράκλειτος γῆν ὁμίχλῃ περιεχομένην
Πυθαγόρας κατὰ τὸ πυροειδὲς σῶμα.
“Περὶ μεγέθους σελήνης.
Οἱ Στωϊκοὶ μείζονα τῆς γῆς ἀποφαίνονται, ὡς
καὶ τὸν ἥλιον.
Παρμενίδης ἴσον τῷ ἡλίῳ· καὶ γὰρ ἀπ’ φωτίζεται.”
“Περὶ σχήματος σελήνης.
Οἱ Στωϊκοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον.
Ἡράκλειτος σκαφοειδῆ.
Ἐμπεδοκλῆς δισκοειδῆ. ἄλλοι κυλινδροειδῆ.”
“Περὶ φωτισμοῦ σελήνης.
Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.
Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην·
Θαλῆς καὶ οἶ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.
Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ
τὴν σελήνην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι
τοὺς ἀστέρας, δεχομένους τε τὰ ἀπὸ τῆς ὑγρὰς ἀναθυμιάσεως,
θυμιάσεως, φωτίζεσθαι πρὸς τὴν φαντασίαν·
μὲν τὸν ἥλιον , ἐν καθαρωτέρῳ γὰρ ἀέρι
φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολερῷ, διὰ τοῦτο καὶ
‟Τίς ἡ οὐσία τῶν πλανήτων ἄστρων καὶ ἀπλανῶν.
Θαλῆς γεώδη μὲν, ἔμπυρα δὲ τὰ ἄστρα.
Ἐμπεδοκλῆς πύρινα, ἐκ τοῦ πυρώδους, ὅπερ
ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην
διάκρισιν.
Ἀναξαγόρας τὸν περικείμενον ἀέρα πύρινον μὲν εἷναι κατὰ τὴν οὐσίαν, τῇ δ’ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα, τούτους ἠστερικέναι.
Διογενὴς κισσηρώδη τὰ ἄστρα, διαπνοὰς αὐτὰ νομίζει τοῦ κόσμου. πάλιν δὲ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς Ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον.
Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.
Πλάτων’ ἐκ μὲν τοὐ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων, κόλλης δίκην.
Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους
δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ,
καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς
καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.
Ἡρακλείδης δὲ καὶ οἶ Πυθαγόρειοι ἕκαστον
τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα
τε καὶ] αἰθέρα ἐν τῷ ἀπείρῳ. ταῦτα τὰ δόγματα ἐν
τοῖς Ὀρφικοῖς ἐμφέρεται · κοσμοποιοῦσι γὰρ
τῶν ἀστέρων.
Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.”
“Περὶ σχήματος ἀστέρων.
Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.
Κλεάνθης κωνοειδεῖς.
Ἀναξιμένης ἥλων δίκην καταπεπηγμένων τῷ
Τοιαῦτα τοῖς θαυμαστοῖς φιλοσόφοις τὰ περὶ ὧν
φασι φαινομένων θεῶν ἐξευρήματα. οἷα δὲ καὶ περὶ
τοῦ παντὸς διειλήφασιν ἐκ τῆς αὐτῆς μάνθανε τοῦ
Πλουτάρχου φωνῆς
‟Πῶς συνέστη ὁ κόσμος.
ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι
ἐσχημάτισται ’τον τρόπον τοῦτον. τῶν ἀτόμων σωματων
ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν
ἀθροιζομένων δὲ ἐν ταυτῷ
ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ
λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλίβετο κατὰ τὴν
σύνοδον τῶν σωμάτων, εἴς τε τὸ μετέωρον ἀνεφέρετο.
ὡς οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις
μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ νετεωρον,
ἐκωλύετο δὲ ταῦτα φέρεσθαι κάτω , ἐπιέζετο
καὶ πρὸς τούτους τὸ πλῆθος
τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις
κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. τῆς
δ’ αὐτῆς ἐχόμεναι φύσεως αἶ ἄτομοι, ποικίλαι οὖσαι,
καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν
τὸ δὲ πλῆθος τῶν
ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ
τοῦτον ἐξέθλιβε. πνευματούμενος δὲ οὗτος κατὰ τὴν
κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγενήθη
ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων ὁ οὐρανὸς, πῦρ,
ἀήρ.
πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ,
πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων
πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας , προσεθλίβετο
πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ
τὴν ὑγρὰν φύσιν ἐγέννα.
ῥευστικῶς δ’ αὕτη δια-
κειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ
δυναμένους χωρῆσαί τε καὶ στέξαι· ἢ καθ’ ἑαυτὸ
Τοιαύτη καὶ ἡ θαυμάσιος αὐτῶν κοσμογονία.
συνῆπται δὲ τούτοις ἄλλη τις πλείστη λογομαχία, παν-
τοίων πέρι προτάσεων ἀπορησάντων εἰ χρὴ τὸ πᾶν
ἕν ἢ πολλὰ ἡγεῖσθαι ’ καὶ εἰ ἕνα τὸν κόσμον ἣ πλείους
καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει
θεοῦ διοικούμενος, εἴτε καὶ τἀναντία ’ καὶ εἰ ἄφθαρ-
τος ἢ φθαρτός ’ καὶ πόθεν τρέφεται ’ καὶ ἀπὸ ποίου
ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ
κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί
τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα
φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν
φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων
ταῦτα δὲ πάντα διὰ μυρίων τοῖς
περὶ ὧν ὁ λόγος κατεσκευασμένα ἐπειδὴ τεμὼν ὁ
Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ
αὐτοὶ πρὸς σφάς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον
ἔστησαν, μάχας τε καὶ πολέμους, πλέον δ’ οὐδὲν καθ’
ἑαυτῶν ἐξῆψαν, τὰ τῶν πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων
ἀπελέγξαντες , πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν
περὶ τούτων ἐποχὴν γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε;
προσθήσω δὲ ἑξῆς τοῖς εἰρημένοις ὅσα
καὶ περὶ τῶν προσγειοτέρων ἐπηπόρησαν· περὶ γῆς
σχήματος, καὶ περὶ θέσεως καὶ ἐγκλίσεως αὐτῆς· καὶ
ἔτι περὶ θαλάσσης· ὡς ἂν εἰδείης ὅτι μὴ περὶ μόνων
ἀλλ’ ὅτι καὶ ἐν τοῖς περιγείοις διαπεφωνήκασιν.
ἴνα δὲ τῶν σοφῶν ἔτι μᾶλλον τὴν σοφίαν ἀποθαυμάσῃς,
προσθήσω καὶ ὅσα περὶ ψυχῆς καὶ τοῦ ἐν
αὐτῇ ἡγεμονικοῦ διεμαχήσαντο, οὐδὲ σφᾶς αὐτοὺς
ἐπιγνῶναι οἵας εἶεν φύσεως δεδυνημένοι. ἀλλὰ γὰρ
ἀνίωμεν ἐπὶ τὰ πρῶτα τῶν εἰρημένων.
‟Εἰ ἔν τὸ πάν.
Οἱ μὲν οὑν ἀπὸ τῆς Στοὰς ἕνα κόσμον ἀπεφή-
ναντο, ὃν δὴ καὶ τὸ πὰν ἔφασαν εἷναι καὶ τὰ σωμα-
τικά.
Ἐμπεδοκλῆς δὲ κόσμον ἴνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην.
Πλάτων’ δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ
κόσμος καὶ ἓν τὸ πὰν ἐκ τριῶν· ἐκ τοῦ μὴ ἔσεσθαι
τέλειον, ἐὰν μὴ πάντα ἐμπεριέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι
ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ
μὴ ἔσεσθαι ἄφθαρτον , ἐάν τι ἐξωτέρω αὐτοῦ ᾗ.
πρὸς δὲ τὸν Πλάτωνα λεκτέον ὅτι οὐ τέλειος ὁ κόσμος,
ἐστι τέλειος, ἀλλ’ οὐ πάντα περιέχει· καὶ πολλὰ
παραδείγματά ἐστιν, ὥσπερ ἐπ’ ἀνδριάντων καὶ
οἰκιῶν καὶ ζωγραφιῶν· πῶς δὲ τέλειος, εἴπερ
τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δὲ
οὐκ ἔστιν, οὐδὲ δύναται εἶναι, γεννητὸς ὤν.
Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ
πεδίῳ ἔνα στάχυν γεννηθῆναι καὶ ἴνα κόσμον ἐν
τῷ ἀπείρῳ. ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος δῆλον
ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. εἰ γὰρ ὁ μὲν κόσμος
κόσμος γέγονεν,] ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ
τὰ πάντα γέγονεν αἴτια, ἐκεῖ καὶ ἀποτελέσματα. αἴτια
δὲ ἤτοι αἶ ἄτομοι, ἢ τὰ στοιχεῖα.”
‟Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος.
[Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον καὶ διοικούμενον.]
Δημόκριτος δὲ] καὶ Ἐπίκουρος, καὶ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν, οὔτ’ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι , φύσει δέ τινι ἀλόγῳ.
Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων, οὔτε
μὴν αἰσθητικὸν,] οὔτε λογικὸν, οὔτε νοερὸν, οὔτε
προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων
πάντων κοινωνεῖν—σφαίρας γὰρ περιέχειν ἐμψύχους
καὶ ζωτικάς—τὰ δὲ περίγεια μηδενὸς αὐτῶν· τῆς δ’
εὐταξίας κατὰ συμβεβηκὸς, οὐ προηγουμένως
μετέχειν.
‟Εἰ ἄφθαρτος ὁ κόσμος.
Πυθαγόρας τε καὶ Πλάτων καὶ οἶ Στωϊκοὶ γεννητὸνὑπὸ
θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν, ὅσον ἐπὶ
τῇ φύσει — αἰσθητὸν γὰρ εἶναι, διότι σωματικόν —
οὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ.
Ἐπίκουρος φθαρτὸν , ὅτι γεννητὸν, ὡς ζῷον, ὡς φυτὸν.
Ξενοφάνης ἀγέννητον καὶ ἀίδιον καὶ ἄφθαρτον κόσμον.
Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητὸν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.”
‟Πόθεν τρέφεται ὁ κόσμος.
Ἀριστοτέλης, εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος.
Πλάτων, αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.
Φιλόλαος, διττὴν εἷναι τὴν φθορὰν, τοτὲ
"'Απὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν.
Οἶ’ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου ’ ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχειου.
Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακρι-
θῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφ’ ᾦ τὴν γῆν , ἐξ ἧς
ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς σφαίρας ἀναβλὺσαι
τὸ ὕδωρ , ἐξ οὗ θυμιαθῆναι τὸν ἀέρα· καὶ γενέ-
σθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος , τὸν δὲ ἥλιον
ἐκ τοῦ πυρός ’ πιληθῆναι δὲ ἐκ τῶν ἄλλων τὰ περίγεια.
Πλάτων’ ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς
παράδειγμα τοῦ νοητοῦ κόσμου ’ τοῦ δὲ ὁρατοῦ προτέραν
μὲν τὴν ψυχὴν , μετὰ δὲ ταύτην τὸ σωματοειθὲς,
τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ
ἀέρος δεύτερον.
Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν,
ἅπερ καλεῖται καὶ μαθηματικὰ, ἐκ μὲν τοῦ κύβου
φησὶ γεγονέναι τὴν γῆν· ἐκ δὲ τῆς πυραμίδος τὸ
πῦρ ’ ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα ’ ἐκ δὲ τοῦ εἰκοσαέθρου
τὸ ὕδωρ ’ ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ
παντὸς σφαῖραν.
Πλάτων’ δὲ καὶ ἐν τούτοις πυθαγορίζει.”
“Περὶ τάξεως κόσμου.
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπ’
ρεὸν ὑπάρχον.
Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας,
ἔνια δὲ πυκνά· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ
δὲ ἀκίνητα.
Πλάτων’ πῦρ πρῶτον , εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα, ἐφ’ ᾧ ὕδωρ , τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα συνάπτει τῷ πυρί.
Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ , πέμπτον
Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι, μηδὲ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων , ἀλλὰ πάντα πως ἀλλήλων μεταλαμβάνειν.”
‟Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι.
Διογένης, Ἀναξαγόρας, μετὰ τὸ συστῆναι τὸν
κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθηναί
πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν
αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνα τὰ μὲν
ἀοίκητα γένηται, τὰ δὲ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ
ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.
Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐπικλιθῆναι τἀς ἄρκτους καὶ τὰ βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον.”
‟Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν.
Οἱ μὲν ἀπὸ Πυθαγόρου, ἐκτὸς εἷναι τοῦ κόσμου κενὸν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος, καὶ ἐξ οὗ.
Οἱ δὲ Στωϊκοὶ, εἰς ὃ καὶ τῇ ἐκπυρώσει ἀναλύεται, ἄπειρον.
Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ περὶ κενοῦ.]
Πλάτων’, Ἀριστοτέλης, μήτ’ ἐκτὸς τοῦ κόσμου
διάκενον εἶναι μήτ’ ἐντός.”
‟Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά.
Πυθαγόρας, Πλάτων’, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά.
Ἐμπεδοκλῆς, δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικὸν , ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
‟Περὶ οὐρανοῦ, τίς ἡ τούτου Ἀναξιμένης τὴν περιφορὰν τῆς ἔξωθεν ζώνης εἶναι.
Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν, ἐξ ἀέρος συμπαγέντος ὑπὸ τοῦ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
Ἀριστοτέλης ἐκ πέμπτου σώματος, ἢ ἐκ θερμοῦ
καὶ ψυχροῦ μίγματος.”
“Περὶ δαιμόνων καὶ ἡρώων.
Παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον.
Θαλῆς, Πυθαγόρας, Πλάτων’, οἱ Στωϊκοὶ,
δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ
ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων· καὶ
ἀγαθοὺς μὲν τὰς ἀγαθὰς; κακοὺς δὲ τὰς φαύλας.
Ἐπίκουρος δὲ οὐδὲν τούτων ἐγκρίνει.”
“Περὶ ὕλης.
Ὕλη ἐστὶ τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.
Οἶ’ ἀπὸ Θαλέω καὶ Πυθαγόρα καὶ οἶ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλων τὴν ὕλην.
Οἱ ἀπὸ Δημοκρίτου, ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.
Ἀριστοτέλης καὶ Πλάτων’ τὴν ὕλην σωματοειδῆ,
ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον μὲν
ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν,
οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ
τὰ ἀμερῆ, καὶ τὰς ἀτόμους, ἄμορφον.”
“Περὶ ἰδέας.
Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφε-
στῶσα καὶ καθ’ ἑαυτὴν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους
ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως.
Σωκράτης καὶ Πλάτων’ χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνουσιν, ἐν τοῖς νοήμασι καὶ ἐν ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας.
Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ
μὴν κεχωρισμένας τῆς ὕλης , ἔξω γεγονὼς τοῦ ὑπὸ
τοῦ θεοῦ.
Οἶ’ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα τὰς ἰδέας.”
‟Περὶ τάξεως
Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κίνει σθαι τοὺς ἀστέρας.
Οἱ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους, ἐν ὕψει καὶ βάθει.
Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ
ταῦτα τοὺς πλάνητας, ἐφ’ οἷς ἥλιον , Φωσφόρον,
σελήνην.
Πλάτων’ μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον
Φαίνοντα λεγόμενον , τὸν τοῦ Κρόνου· δεύτερον
Φαέθοντα , τὸν τοῦ Δῖός· τρίτον Πυρόεντα , τὸν τοῦ
Ἄρεως· τέταρτον Ἑωσφόρον, τὸν τῆς Ἀφροδίτης·
πέμπτον Στίλβοντα, τὸν τοῦ Ἑρμοῦ· ἕκτον ἥλιον·
ἕβδομον σελήνην.
Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων’, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.
Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι· μετ’ αὐτὸν τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλάνητας.”
‟Περὶ τῆς τῶν ἄστρων φορᾶς καὶ κινήσεως.
Ἀναξαγόρας, Δημόκριτος, Κλεάνθης, ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
Ἀλκμαίων καὶ οἶ μαθηματικοὶ τοὺς πλάνητας τοῖς ἀπλανέσιν ἐναντίους· ἀπὸ γὰρ δυσμῶν ἐπ’ ἀντιφέρεσθαι.
Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ’ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.
Ἀναξιμένης οὐχ ὑπὸ γῆν, περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας.
Πλάτων’ καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι
τὸν ἥλιον, τὸν Φωσφόρον, τὸν Στίλβοντα.”
‟Πόθεν φωτίζονται οἱ ἀστέρες.
Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου καταλάμπεσθαι.
Ἡράκλειτος καὶ οἶ Στωϊκοὶ τρέφεσθαι τοὺς
ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.
Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ, ἀλλ’ ἀίδια.
Πλάτων’ κοινῶς τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα
‟Περὶ τῶν καλουμένων Διοσκούρων.
Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.
Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ
δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.”
“Περὶ ἐκλείψεως ἡλίου.
Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς αελήνης
αὐτὸν ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσει
γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένην
τῷ δίσκῳ.
Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοης ἀποκλειομένου.
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν,
κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.
Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς
ταῖς ἀνατολαῖς γίγνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλει-
Ἔνιοι πύκνωμα τῶν ἀοράτων ἐπερχομένων τῷ δίσκῳ νεφῶν.
Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν,
Ξενοφάνης πολλοὺς ἡλίους τἶναι καὶ σελήνας,
κατὰ τὰ κλίματα τῆς γῆς, καὶ ἀποτομὰς, καὶ ζώνας·
κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα
ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένης ὑφ’ ἡμῶν, καὶ οὕτως
‟Περὶ ἐκλείψεως σελήνης.
Ἀναξίμανδρος τοὐ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.
Βηρωσσὸς κατὰ τὴν πρὸς ἡμὰς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους.
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν.
Τῶν Πυθαγορείων τινὲς ἀνταύγειαν καὶ ἐπίφραξιν
γῆς, ἢ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι, κατ’
ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως
ἴως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ , καὶ
πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθ’
ἣν τελέως σβέννυται.
Πλάτων, Ἀριστοτέλης, οἱ Στωϊκοὶ καὶ μαθηματικοὶ
συμφωνοῦσι τὰς μὲν μηνιαίους ἀποκρύψεις
" Περὶ ἐμφάσεως αὐτῆς, καὶ διὰ τί γεώδης
φαίνεται.
Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην
διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ’ ἡμίν
γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν. εἶναι γὰρ
πεντεκαιδεκαπλασίονα τὰ ἐπ’ αὐτῆς ζῷα, μηδὲν σωματικὶν
ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην τῷ
μήκει.
Ἀναξαγόρας ἀνωμαλότητα διὰ τοῦ συγκρίμα-
τος, διὰ τὸ ψυχροειδὲς ἅμα καὶ γεῶδες· παραμεμιχθαι
γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες · ὅθεν καὶ ψευθοφαῆ
λέγεσθαι τὸν ἀστέρα.
Οἱ Στωϊκοὶ, διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας, μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.”
Περὶ τῶν ἀποστημάτων αὐτῆς.
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ
τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς.
Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιθεκαπλάσιον.
Ἐρατοσθένης , τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς
σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν
δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ὄη σταδίων.”
Πέρι ἐνιαυτῶν.
Ενιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λ΄ ·
Δῖός δὲ δώδεκα, Ἄρεως δὲ δυεῖν, ἡλίου δὲ ιβ΄ μῆνες·
οἶ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι
Τὸν δὲ μέγαν ἐνιαυτὸν οἶ μὲν ἐν τῇ ὀκταετηρίθι
ὀκτακισχιλίων ἡλιακῶν. Διογενὴς, ἐκ πέντε καὶ ἑξήκοντα
καὶ τριακασίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ
Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων
τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται.
θέα δὲ καὶ τὰ περὶ γῆς.
‟Περὶ γῆς.
Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν.
Ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα.
Οἱ Στωϊκοὶ, τὴν γῆν μίαν καὶ πεπερασμένην.
Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι.
Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος.”
“Περὶ σχήματος γῆς.
Θαλῆς καὶ οἱ Στωϊκοὶ, σφαιροειδῆ τὴν γῆν.
Ἀναξίμανδρος λίθῳ κίονι προσφερῆ τῶν ἐπι- πέδων.
Ἀναξιμένης τραπεζοειδῆ.
Λεύκιππος τυμπανοειδῆ.
Δημόκριτος δισκοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μέσῳ.”
“Περὶ θέσεως τῆς γῆς.
Οἶ’ ἀπὸ Θαλέω τὴν γῆν μέσην.
Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρρι- ζῶσθαι.
Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον· τοῦτο γὰρ εἷναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα· τρίτην δὲ ἣν οἰκοῦμεν γῆν , ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι· παρ’ ὁ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ.
Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένονς
‟Περὶ κινήσεως γῆς.
Οἶ’ μὲν ἄλλοι μένειν τὴν γῆν.
Φιλόλαος δὲ ὁ Πυθαγόρειος , κύκλῳ περιφέρερθαι
περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ , ὁμοιοτρόπως
Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος
κινοῦσι μὲν τὴν γῆν , οὐ μὴν μεταβατικῶς,
ἀλλὰ τρεπτικῶς, τροχοῦ δίκην ἐν ἄξονι στρεφομένην,
ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς, περὶ τὸ ἴδιον
αὐτῆς κέντρον.
Δημόκριτος κατ’ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.”
Τούτων καὶ περὶ γῆς διαπεφωνημένων τοῖς γενναίοις ἄκουε καὶ τῶν περὶ θαλάσσης.
“Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς
Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἷναι τῆς
Ἀναξαγόρας τοῦ κατ᾿ ἀρχὰς λιμνάζοντος ὑγροῦ
περικαέντος ὑπό τῆς ἡλιακῆς πεοιφορᾶς, καὶ τοῦ λιπαοῦ
λοιπὸν ὑποστῆναι. εἰς ἁλυκίδα καὶ πικρίαν τὸ
λοιπὸν Ἐμπεδοκλῆς.
Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου, διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν.
Ἀντιφῶν ἱδρῶτα τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν
ὑγρὸν ἀπεκρίθη , τῷ καθεψηθῆναι παραλυκίσασα,
ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.
Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς c μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.
Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ
μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ
Ταῦτα μὲν οὖν καὶ περὶ θαλάσσης. ὅπως δὲ
οἱ περὶ τοῦ παντὸς κόσμου οὐρανίων τε πέρι καὶ αἰθερίων
καὶ τῆς τῶν ὅλων καταλήψεως φυσιολογεῖν ἐπαγγειλάμενοι
οὐδὲ τὰ καθ’ ἑαυτοὺς ᾔδεσαν, μάθοις ἂν
ἐξ ὧν καὶ περὶ τούτων ὧδέ πως διαπεφωνήκασιν.
‟Περὶ μερῶν τῆς ψυχῆς.
Πυθαγόρας, Πλάτων’, κατὰ μὲν τὸν ἀνωτάτω
λόγον, διμερῆ τὴν ψυχήν· τὸ μὲν γὰρ ἔχειν λογικὸν,
τὸ δὲ ἄλογον. κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τρι-
Οἶ’ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν συνεστάναι, πέντε
τῶν αἰσθητικῶν, ὁρατικοῦ, ὀσφραντικοῦ, άκουστικοῦ,
γευστικοῦ , ἁπτικοῦ· ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου
δὲ σπερματικοῦ , ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ,
ἀφ’ οὗ ταῦτα πάντα τέτακται διὰ τῶν οἰκείων
Δημόκριτος, Ἐπίκουρος, διμερῆ τὴν ψυχὴν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθ’ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον.
Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φύσει
ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀφανῶς
τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος
διαπνεομένου.
“Περὶ τοῦ ἡγεμονικοῦ.
Πλάτων’, Δημόκριτος, ἐν ὅλῃ τῇ κεφαλῇ.
Στράτων ἐν μεσοφρύῳ.
Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.
Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις.
Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι.
Ἐπίκουρος, οἷ Στωϊκοὶ πάντες, ἐν ὅλῃ τῇ καρδίᾳ.
Διογενὴς ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, c ἥτις ἐστὶ πνευματική.
Ἐμπεδοκλῆς δὲ ἐν τῇ τοῦ αἵματος συστάσει.
Οἶ’ δ’ ἐν τῷ περικαρδίῳ ὑμένι· οἶ δ’ ἐν τῷ
Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν κὰρ δίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.”
Τοσαῦτα μὲν δὴ καὶ τὰ περὶ τῶνδε. ἆρ’ οὖν
οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς
τούτων ἀπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιοπονίας
ἀνακεχωρηκέναι, καὶ τῶν μὲν εἰρημένων
ἀγαθοῦ κτῆσιν ἀνθρώποις) μόνης δὲ τῆς ἀμφὶ τὸν
πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι, καὶ διὰ
σώφρονος βίου τῆς τε ἄλλης κατ’ ἀρετὴν θεοφιλοῦς
πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ πάντων
θεῷ;
ἀλλ’ εἰ καὶ σὺ βασκανίᾳ καὶ φθόνῳ
τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι’ ὄκνου φέρεις,
φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος
Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαληθῶς
ἐξενηνεγμένος. τοὺς γοῦν μετεωρολέσχας ἐκείνους
μωραίνοντας ἀπεδείκνυεν καὶ μηδὲν μαινομένων διαφέρειν
μνημονευμασιν
‟Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν
οὔτε ἀνόσιον, οὔτε πράττοντος εἶδεν, λέγοντος
ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν ἀπάντων
φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο,
καὶ πρῶτον μὲν αὐτῶν
ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ
ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων
φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ
δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα
πράττειν.
ἐθαύμαζε δὲ, εἰ μὴ φανερὸν αὐτοῖς
ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν,
ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων
λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ
τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.
τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ
δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ
τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ
ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους
εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν
καὶ λίθους τοὺς τυχόντας καὶ θηρία σέβεσθαι. τῶν
τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς
μὲν δοκεῖν ἕν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ
πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι , τοῖς δὲ
οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί
τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι
ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι.
ἐσκόπει δὲ περὶ αὐτῶν
καὶ τάδε· ἆρ’ ὥσπερ οἱ τἀνθρώπινα μανθάνοντες
ἡγοῦνται τοῦθ᾿ ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε
τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἶ
τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς
ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν ὅταν βούλωνται
καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου
περὶ μὲν οὖν τῶν ταῦτα
πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν
ἀσεβές· τί καλὸν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον·
τί σωφροσύνη, τί μανία.”
Ταῦτα μὲν οὖν ὁ Σωκράτης. μετὰ δὲ αὐτὸν
οἶ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον , ἔπειθ’ ὕστερον
οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς
δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα
μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύ-
σεως λόγους πᾶν τοὐναντίον , μήτε καταληπτοὺς εἰναι
μήτ’, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι.
μηδὲν
γὰρ ἡμῖν ἔσεσθαι πλέον , ἀλλ’ οὐδ’ εἰ μετεωρότεροι
τοῦ Πέρσεως ἀρθέντες
οὐ
γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους
ἢ ἀνδρειοτέρονς ἢ σωφρονεστέρους ἡμὰς ἔσεσθαι,
μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους , ὧν χωρὶς
οὐχ οἷόν τε εὐδαιμονεῖν.
ὅθεν ὀρθῶς εἶπε Σωκράτης
ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ
οὐδὲν πρὸς ἡμᾶς. εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ
ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμὰς,
ταύτῃ δὲ
καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου
φυσιολογίᾳ ζητεῖν
καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ
τήν τ’ αὖ διαφωνίαν παμπόλλην οὖσαν·
τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς
καὶ μὴν εἴ τι
καὶ ἄλλο πάντων ἄριστά μοι δοκεῖ περὶ τούτων αὐτῶν
ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι
τάδε
ὁρᾷς ὡς ἤδη καὶ ἀλλήλους σκώπτουσιν οἱ γενναῖοι;
τὴν γοῦν πρὸς ἀλλήλους φιλονεικίαν αὐτῶν
τάς τε μάχας καὶ τὰς διαστάσεις ἔτι πρὸς τοῖς εἰρημένοις
ὁ δηλωθεὶς ἀνὴρ τοῦτον ὑπογράφει τὸν
τρόπον
Ἀλλὰ γὰρ καὶ τῆς τῶνδε πρὸς σφὰς αὐτοὺς
ἀποδεδειγμένης στάσεως τε καὶ μάχης, τῆς τε μηδὲν
ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς
παιδείας τε καὶ μαθήσεως τῶν λοιπῶν ἁπάντων,
ἐν οἷς εἰσέτι νῦν ἀποσεμνύνονται φιλοσόφων
παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ’ οἰκείαις
αὐτῶν ἀποδείξεσιν· οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας
εἰς φανερὸν τεθείσης, δι’ ἣν τὰ τῶνδε αποστραφέντες
τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν τῆς
τὰ δὲ τῆς ἐντελεστέρας πραγματείας,
τῆς κατὰ τὴν Εὐαγγελικὴν Ἀπόδειξιν, ἤδη
λοιπὸν ἐπισκεπτέον ἀφ’ ἑτέρας λόγων ἀρχῆς , τῆς δὴ
λειπούσης τῷ προβλήματι, τὴν διδασκαλίαν ποιησομένοις.
λείπει δ’ ἄρα πρὸς τοὺς ἐκ περιτομῆς
ἐπιμεμψαμένους ἀποκρίνασθαι , τί δή ποτε άλλόφυλοι
ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα,
μηδὲν ἡμῖν, ὡς ἂν αὐτοὶ φαῖεν, προσηκούσαις·
ἢ τί δὴ τὰ παρ’ αὐτοῖς ἀσπαζόμενοι λόγια
οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ’ αὐτοῖς παρέχομεν
νόμῳ.