Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
Α Τίς ἡ ἀρχὴ κατὰ Πυθαγόραν τῆς εἰς παιδείαν καὶ φιλοσοφίαν εἰσαγωγῆς, καὶ
πῶς κοινοτάτη ἐστὶ καὶ εἰς πάντα τὰ εἰς φιλοσοφίαν ἀγαθὰ διατείνουσα, τίς τε
αὐτῆς ἡ τάξις καὶ ὅτι τριχῇ διαιρεῖται, καὶ πῶς ἀεὶ
πρόεισιν ἐπὶ
τὸ καθαρώτερον.
B Γνωμικὰ ὁμοιώματα προτρεπτικὰ ἀπὸ τῶν ἐναργῶν πᾶσι κινοῦντα ἡμῶν τὴν προθυμίαν ἐπὶ τὸ γενναίως ἀντιλαμβάνεσθαι τῆς κοινῶς κατὰ πᾶσαν αἵρεσιν νοουμένης ἀρετῆς.
Γ Πυθαγορικαὶ γνῶμαι προτρεπτικαὶ ἔμμετροι, εἰς πᾶσαν τὴν ἀρίστην καὶ θειοτάτην φιλοσοφίαν παρακαλεῖν δυνάμεναι.
Δ Ἐπιστημονικαὶ ἔφοδοι εἰς προτροπὴν τείνουσαι τῆς θεωρητικῆς φιλοσοφίας μετὰ
τοῦ καὶ διδασκαλίαν παρέχειν
Ε Πυθαγορικαὶ ἰδίως προτροπαὶ πολὺ παραλλάττουσαι τὰς παρὰ τοῖς ἄλλοις φιλοσόφοις παρακλήσεις καὶ ἰδίας ποιούμεναι τὰς ἐφόδους.
F Σύμμικτοι προτροπαὶ πρός τε τὴν πρακτικὴν καὶ πολιτικὴν ἀρετὴν καὶ πρὸς τὴν τῆς τελειοτέρας κατὰ νοῦν σοφίας κτῆσίν τε καὶ χρῆσιν.
Ζ Ἰδιάζουσαι παρακλήσεις πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν καὶ διαφερόντως τὴν κατὰ νοῦν ζωήν, αἱ μὲν ἀπὸ τῆς τοῦ ὄντως ἀνθρώπου φύσεως, αἱ δὲ ἀπὸ τῶν ἐναργῶν ὑπομιμνῇσκουσαι τουτὶ τὸ προκείμενον.
Η Ὑπομνήσεις ἀπὸ τῶν κοινῶν ἐννοιῶν παραμυθούμεναι τὸ πρώτως ὀρεκτὸν καὶ διʼ ἑαυτὸ αἱρετὸν φιλοσοφίας, ἐναργῶς τε προάγουσαι εἰς τὴν προτροπὴν ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν.
Θ Ἀπὸ τοῦ βουλήματος τῆς φύσεως ἔφοδος εἰς προτροπὴν
κατὰ τὴν
Πυθαγόρου ἀπόκρισιν, ἣν εἶπε τοῖς ἐν Φλιοῦντι πυνθανομένοις τίς ἐστι καὶ
τίνος ἕνεκα γέγονε· ταύτῃ γὰρ ἑπομένως συλλογιζόμεθα τὴν προτροπὴν
Ι Ὅτι καὶ μεγάλας ὡφελείας παρέχεται πρὸς τὸν βίον
ἡ θεωρητικὴ
φρόνησις, ὑπομνήσεις πλείονες καὶ ἀπὸ πλειόνων ἀφορμῶν τρόποι τε τῆς χρείας
ὑποδείκνυνται διάφοροι καὶ πρὸς πολλὰ τέλη τῶν συμφερόντων ἡμῖν
συμβαλλόμενοι.
ΙΑ Ὅτι τῷ τὸν κατὰ νοῦν ἑλομένῳ βίον καὶ τὸ χαῖρον
διαφερόντως
ὑπάρχει.
ΙΒ Ἀπὸ τοῦ πρὸς εὐδαιμονίαν φέρειν φιλοσοφίαν τελέως καὶ ἀληθῶς ἔφοδος εἰς προτροπὴν τοῦ φιλοσοφεῖν τελέαν καὶ ἀνυσιμωτάτην.
ΙΓ Ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ἔφοδοι εἰς προτροπὴν
κατὰ τὰς
Πυθαγορικὰς ὑποθέσεις καὶ κατὰ τὰς ἀληθεῖς περὶ ψυχῆς δόξας.
ΙΔ Ἀπὸ τοῦ βίου τοῦ ἐν φιλοσοφίᾳ καὶ τῆς ὅλης ζωῆς τοῦ φιλοσόφου ἀφορμαὶ εἰς
προτροπήν, ὁμοῦ ἐξ
ΙΕ Ἀπὸ τῆς παιδείας καὶ ἀπαιδευσίας ἡ προτροπή, εἰ
εἰ καὶ αὐτά τέ ἐστι τοιαῦτα καὶ ἔοικε τοιούτοις τισὶν ἑτέροις
οἷσπέρ ἐστιν αὐτά, καὶ ὅτι φιλοσοφία μὲν παιδείας ἐστὶν ἡγεμών, τὸ δὲ
ἐναντίον κατάρχει ἀπαιδευσίας.
IF Ἄλλαι ἔφοδοι ἀπὸ τοῦ τέλους τῆς παιδείας προτρέπουσαι
ἐπὶ τὴν
συγγενῆ πρὸς τὸ παιδεύεσθαι φιλοσοφίαν, τό τε ἔργον ὁμοῦ τῆς φιλοσοφίας
ἐπιδεικνύουσαι καὶ τὴν ὅλην αὐτῆς ἐπιμέλειαν περὶ τὰς ἀρίστας ἐνεργείας τῶν
τῆς ψυχῆς δυνάμεων.
ΙΖ Ἀπὸ τῶν παλαιῶν λόγων καὶ τῶν ἱερῶν μύθων τῶν
τε ἄλλων καὶ
τῶν Πυθαγορικῶν ὑπομνήσεις εἰς προτροπὴν ἐπὶ τὸν σώφρονα καὶ μέτριον καὶ
κεκοσμημένον βίον· αἱ δὲ αὐταὶ μεταβάλλουσι τὴν διάνοιαν ἡμῶν ἐκ τοῦ πρὸς
τὴν ἀκολασίαν καὶ τοῦ κατὰ τὴν ἡδονὴν βίου.
ΙΗ Ἀπὸ τῶν ἐναργῶς περὶ τὸ σῶμα φαινομένων τάξεων
καὶ ἀπὸ τοῦ
περὶ αὐτὸ κόσμου κατὰ τὴν ἀνάλογον μετάβασιν τῆς διανοίας ἐπὶ ψυχὴν
μεταβαίνοντες ποιούμεθα τὴν προτροπὴν γνωρίμως τοῖς ἀκούουσι καὶ πιθανῶς διὰ
τὸ ἀπὸ τῶν ἐναργῶν αὐτὴν προιέναι.
ΙΘ Ἀπὸ τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν ἔφοδος εἰς προτροπὴν
ὡς ὄντων
κυριωτάτων εἰς εὐδαιμονίαν, καὶ ἀπὸ
K Μεμιγμέναι ὑποθῆκαι προτροπαῖς κοινῇ διήκουσαι ἐπὶ πάντα τὰ ἀγαθὰ καὶ τὰ μέρη πάντα τὰ ἐν φιλοσοφίᾳ καὶ τὰ τέλη τοῦ βίου, ὧν στοχάζεται ἡ ἀρετή.
ΚΑ Τίς ἡ συμβολικὴ προτροπὴ καὶ πῶς γίνεται διὰ
συμβόλων,
ἀνάπτυξίς τε καὶ κοινὴ τῶν συμβόλων καὶ ἰδία ἑκάστου, μόνον ἀπʼ αὐτῶν τὸ
προτρεπτικὸν ἐξηγουμένη ποσαχῶς γίνεται, τὴν δὲ ἄλλην πραγματείαν περὶ τῶν
συμβόλων ἀλλαχοῦ ὑπερτιθεμένη.
Ι. Περὶ μὲν Πυθαγόρου καὶ τοῦ κατʼ αὐτὸν βίου τῶν τε Πυθαγορικῶν ἀνδρῶν τὰ
σύμμετρα ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, ἀρχώμεθα δὲ τὸ λοιπὸν αὐτοῦ τῆς
αἱρέσεως ἀπὸ τῆς κοινῆς εἰς πᾶσαν παιδείαν καὶ μάθησιν καὶ
ἀρετὴν παρασκευῆς, ἥτις οὐ κατὰ μέρος ἀπολαβοῦσα πρὸς ἕν τι τῶν πάντων
παρασκεύαζει τὸν ἄνθρωπον ἐπιτήδειον, ἀλλʼ ὡς ἁπλῶς εἰπεῖν τὰς ἐν αὐτῷ
προθυμίας προτρέπει εἰς πάντα μὲν τὰ μαθήτὰ
ἀγαθὰ εὑρίσκει, οὕτως καὶ τὴν προτροπὴν δεῖ ὁδῷ προιέναι
ἀρχομένην ἀπὸ τῶν κοινῶν. εἰς γὰρ φιλοσοφίαν ἀπλῶς παρορμήσει καὶ πρὸς αὐτὸ
τὸ φιλοσοφεῖν
κατὰ γένος ἀπασῶν ἐπαινουμένων καὶ παρὰ τὰ ἀνθρώπινα ἐπιτηδεύματα
πρεσβευομένων κατά τινα κοινὸν καὶ δημώδη προτρεπτικὸν τρόπον. μετὰ δὲ ταῦτα
μέσῃ τινὶ μεθόδῳ χρηστέον, οὔτε παντάπασι δημώδει οὔτε μὴν ἄντικρυς
Πυθαγορικῇ, ἀλλʼ οὐδὲ ἀπηλλαγμένῃ
ὁλοσχερῶς ἑκατέρου τοῦ τρόπου
τούτου. ἐν δὲ ταύτῃ κοινάς τε πάσης φιλοσοφίας τάξομεν παρορμήσεις, ὥστε
εἰς ἃς προτρέπειν τῶν Πυθαγορικῶν,
ὥστε οἰκεῖον γίγνεσθαι τὸν τρόπον τῶν
ἀποδείξεσιν, οἷον διά τινος γεφύρας
ἢ κλίμακος κάτωθεν εἰς ὕψος ἀνιόντες. ἐπὶ δὲ τῷ τέλει τὰ ἴδια προτρεπτικὰ
τῆς Πυθαγορικῆς αἱρέσεως συντάξομεν, ἀλλότρια καὶ ἀπόρρητα τρόπον τινὰ πρὸς
τὰς ἄλλας ἀγωγὰς ὑπάρχοντα.
II. Ἀρξώμεθα δὲ τὸ λοιπὸν ἀπὸ τῶν ὡς πρὸς ἡμᾶς πρώτων. ἔστι δὴ τὰ ἐναργῆ
ταῦτα καὶ φαινόμενα πᾶσι καὶ μηδέπω προειληφότα τὴν οὐσίαν τῆς ἀρετῆς, κατὰ
δὲ τὰς κοινὰς ἐννοίας περὶ αὐτῆς ἀνεγείροντα ἡμῶν τὴν προθυμίαν κατά τινας
γνωρίμους τοῖς πολλοῖς
γνώμας, ἀπεικαζομένας πρὸς τὰ ἐναργῆ
δείγματα τῶν ὄντων. ἔχουσι δὲ αὗται ὧδέ πως·
Ψυχῇ ζῶντας ἡμᾶς τῇ ταύτης ἀρετῇ ῥητέον εὖ ζῆν, ὡς ὀφθαλμοῖς ὁρῶντας τῇ
τούτων ἀρετῇ καλῶς
ἅπτεσθαι. καθάπερ εἰς ἄσυλον τέμενος τὴν ἀρετὴν περὶ κοινωνίας βίου καὶ παραμονῆς. ἀρετῇ μὲν θαρσητέον ὡς
σώφρονι γαμετῇ, τύχῃ δʼ ὡς ἀστάτῳ πιστευτέον ἑταίρᾳ. κρεῖττον μετὰ πενίας
ἀρετὴν ὑποληπτέον ἢ πλοῦτον μετὰ κακίας, ὀλιγοσιτίαν
μετὰ ὑγείας
ἢ πολυφαγίαν μετὰ νόσου. βλαβερὰ μάλιστα τροφῆς μὲν ἀφθονία τῷ τὸ σῶμα,
κτήσεως δὲ
καὶ τῷ
μοχθηρῷ τὸ τεθνάναι τοῦ ζῆν. τῶν κατὰ σοφίαν θεωρημάτων ἀπολαυστέον ἐφόσον
οἷόν τε, καθάπερ ἀμβροσίας καὶ νέκταρος· ἀκήρατόν τε γὰρ τὸ ἀπʼ αὐτῶν ἡδὺ
καὶ τὸ τε ποιεῖν, καὶ εἰ
μὴ ἀδίους, ἀιδίων γε ἐπιστήμονας.
μεγάλων
μυστηρίων τὸ μικρὰ παραδοτέον, καὶ πρὸ φιλοσοφίας παιδείαν. ὁ μὲν τῆς γῆς
καρπὸς διʼ ἐνιαυτοῦ, καθʼ ἕκαστον δὲ ὥρας μόριον ὁ
φύσεως ἄξιον
ἐνέγκηται τὸν καρπόν.
Τοιαῦτα ἄν τις ἀπὸ τῶν ἐναργῶν γνωμικὰ ὁμοιώματα παρατιθέμενος κοινῶς ἂν εἰς φιλοσοφίαν προτρέψειεν.
III. Ἔστι δὲ καὶ ἄλλος τύπος γνώμαις χρώμενος
καὶ αὐτός, οὐκέτι δὲ διὰ παραβολῆς ἀντιπαρατιθεὶς τὰς
ἔρωτά τε καὶ προθυμίαν τῶν καλῶν διεγείρων, καὶ
διὰ τούτων παρακαλεῖ·
τοῖς θεοῖς ὁμοίους, ἡ δὲ τῶν ἀνθρωπίνων
ἐπιστήμη τάς τε ἀνθρωπίνας ἀρετὰς παρέχει καὶ τῶν ἡμετέρων πραγμάτων
ἐμπείρους ποιεῖ, τά τε ἀπὸ τούτων ὠφέλιμα καὶ βλαβερὰ διακρίνει, καὶ τὰ μὲν
φυλάττεται τὰ δὲ περιποιεῖ, καὶ ὅλως τὴν σύστασιν ἥτις ἐστὶ τῆς
ἀνθρωπίνης ζωῆς λόγῳ τε καὶ ἔργῳ καταμανθάνει.
ῥᾳδίως ἐξιέναι καὶ τῶν δεσμῶν ἀπολύεσθαι.
Ἡ δὲ μετὰ ταύτην γνώμη εἰς φυσιολογίαν ποιεῖται τὴν παράκλησιν καὶ πᾶσαν τὴν
περὶ τὸν οὐρανὸν θεωρίαν. ἡ γὰρ τούτου φύσις ἀεί ἐστιν ὁμοία κατὰ τὴν αὐτὴν
περιφορὰν ὡσαύτως περιοῦσα, ἣν ἐάν τις καταμάθῃ,
οὔτʼ ἄν
ἀπροσδόκητά ποτε προσδοκήσειεν, οὔτʼ ἂν ἀγνοήσειέ τι τῶν κατʼ ἀνάγκην αὐτῷ
μελλόντων
Ἄι δὲ ἐπὶ τούτοις γνῶμαι ἀπὸ τῆς προαιρετικῆς ἐν ἡμῖν ζωῆς ποιοῦνται τὴν
παράκλησιν, οἷον
τῇ δυνάμει τῶν δοθέντων ἐκ φύσεως αὐτῷ πλεονεκτημάτων
ἐστὶν ἀνάξιος. οὐδὲν οὖν ἄλλο λέγει ἢ τοῦτο, ὅτι ἡμεῖς τὸν δαίμονα
αἱρούμεθα, καὶ ὅτι αὐτοὶ ἑαυτοῖς ἐσμεν ἐν τύχης τάξει καὶ δαίμονος, καὶ ὅτι
εὐδαίμονας αὐτοὶ ἑαυτοὺς παρασκευάζομεν· ὃ πρὸς
μόνον τὸ καλὸν
προτρέπει καὶ τὴν τούτου τιμὴν διʼ ἑαυτὸ αἱρετὴν ἐπιδείκνυσι.
Παραπλήσια δὲ τούτῳ καὶ τὰ τοιαῦτά ἐστιν·
ἀκούειν, ὑπὸ δὲ τῆς αἰσθήσεως ἐπισκοτεῖσθαι, δαιμονίως
καθʼ ἑαυτὴν τῆς ψυχῆς, ἥντινα
μελέτην θανάτου προσαγορεύομεν.
Καὶ ἄλλος δʼ ἐστὶ προτρεπτικὸς τρόπος ἐφεξῆς ἀπὸ τῆς διαβολῆς τῶν κακῶν. οὐ
γὰρ ἀνεκτόν ἐστι κυλινδρίοις ἐοικότας
Ἡ δὲ μετὰ ταῦτα γνώμη ἐστὶ τοιαύτη·
κυριωτάτην
ζωήν, ἀλλʼ ὡς συνοπαδὸν συνακολουθοῦσαν
εἰς ὄλεθρον σωτηρίας ἀρχὴν παρέχει, καὶ τὴν μὲν
ἐπεισοδιώδη καὶ δευτέραν συνεπομένην ὑπόστασιν ὡς ἀλλοτρίαν ἐκτὸς μεθίησι,
τὴν δὲ πρωτουργὸν καὶ ἀφʼ ἑαυτῆς καὶ ἐν ἑαυτῇ πάντα ἔχουσαν τελεωτάτην ζωὴν
προσείληφε. διὰ πάντα οὖν ταῦτα ἐκείνην
μὲν ὡς ἐπὶ βραχύτατον
συστέλλειν ἄξιον, ταύτην
Πρός γε μὴν τὴν θείαν τελειότητα καὶ τὴν μετὰ θεῶν συνεπομένην ἀρίστην
κατάστασιν αἱ τοιαῦται
γνῶμαι παρακαλοῦσι·
θείαν
εὐδαιμονίαν ἡ μεμιγμένη ταῖς εὐχαῖς καὶ ἀνακλήσεσι τῶν θεῶν καὶ μάλιστα τοῦ
βασιλέως αὐτῶν
ἐστι
καὶ ὁποία· μεθʼ ἧς ἀνιόντες τὸ ἀρχηγὸν θεῖον γένος τῶν ἀνθρώπων κατοψόμεθα,
καὶ εἰς αὐτὸ ἐνιδρυθέντες τέλος ἕξομεν τοῦ προτεθέντος ὑπὸ τῶν θεῶν τοῖς
ἀνθρώποις μακαριωτάτου βίου.
Ἐπὶ τέλει τοίνυν πρὸς τὴν μετάστασιν τῆς ψυχῆς
προτρέπει καὶ τὴν
ζωὴν αὐτῆς τὴν καθʼ ἑαυτήν, καθʼ ἣν ἀπήλλακται τοῦ σώματος καὶ τῶν τῷ σώματι
συνηρτημένων φύσεων. λέγει δὲ οὕτως·
εἰς τὴν αὐτὴν οὐσίαν τε ἀποκαθίστασθαι
παρέχει καὶ μετὰ θεῶν περίοδον, ἥνπερ εἴχομεν καὶ πρότερον πρὶν ἐλθεῖν εἰς
ἀνθρώπινον εἶδος. πέφηνεν ἄρα καὶ ἡ τῶν τοιούτων παρακλήσεων μέθοδος εἰς ὅλα
τὰ γένη τῶν ἀγαθῶν καὶ πρὸς πάντα τὰ εἴδη τῆς βελτίονος
ζωῆς
ἡμᾶς προτρέπουσα.
IV. Εἰ δὲ δεῖ λοιπὸν καὶ ἐπὶ τὰς ἐσωτερικάς τε καὶ ἐπιστημονικὰς προτροπὰς
ὁρμῆσαι, προχειρισώμεθα πρώτας ἐκείνας, ὅσαι μετὰ τοῦ διδαχὴν παρέχειν τῶν
κυριωτάτων καὶ πρώτων οὐσιῶν ὁμοῦ καὶ προτρέπουσιν
ἐπὶ τὴν
θεολογικὴν καὶ νοερὰν αὐτῶν ἀνεύρεσίν τε καὶ μάθησιν, καὶ πρὸς τὴν
πρεσβυτάτην σοφίαν παρακαλοῦσιν. Ἀρχύτας τοίνυν ἐν τῷ Περὶ σοφίας εὐθὺς
ἀρχόμενος προτρέπει οὕτως· ῾τοσοῦτον
πράγμασιν, ὅ σον ὄ ψις
μὲν αἰσθασίων σώματος, νόος δὲ ψυχᾶς, ἅλιος δὲ ἄστρων. ὄψις τε γὰρ
ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντὶ καὶ νόος ὕπατος λόγω
καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄ ψις καὶ
δύναμις τῶν
τιμιωτάτων ὑ πάρχων. ἅλιός γε μὰν ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόντῶν·
ὀξυτάτην τῶν αἰσθήσεων καὶ ἀκριβεστάτην καὶ τιμιωτάτην πᾶσι πρόδηλον, καὶ
τὸ τὸν ἥλιον τῶν ἄστρων ὑπερέχειν οὐδένα λέληθε, καὶ τὸ τὸν νοῦν τῆς ψυχῆς
εἶναι ἐξάρχοντα ἐν ταῖς κοιναῖς ἐννοίαις προειλήφαμεν. ἀπὸ δὴ τούτων τὸ
διαφέρον παραδηλοῖ
τῆς σοφίας πρὸς ἅπαντα τὰ ἀνθρώπινα πράγματα
γνωρίμως καὶ ἐπιστημονικῶς, ὥστε εὐμαθὲς εἶναι τὸ ἀληθὲς καὶ εὔληπτον τοῖς
ἀκούουσι τὸ κρυπτόμενον ἐν ἀφανεῖ. πρὸς τούτοις τοίνυν καὶ ἀπὸ τῶν διαφορῶν
ἑκάστου ἥ τε εἴδησις τῆς σοφίας καὶ ἡ πρὸς
αὐτὴν προτροπὴ
ἀναδιδάσκεται. τοῦτο μὲν γάρ, εἰ ἡ
εἰ ὁ νόος ὕπατος λόγω καὶ
διανοίας τὸ δέον
τελειοτάτων ἐνεργειῶν ὑπάρχει· τοῦτο δʼ αὖ, εἰ ὁ ἥλιος
ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόντων· ὁρῆταί τε γὰρ διʼ αὐτῶ πάντα καὶ
γεννῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ
ζωπυρῆται μετʼ
αἰσθάσιος· δῆλόν που καὶ ἀπὸ τούτων γίγνεται ὡς
ὀφθαλμός ἐστι καὶ ζωὴ τῶν νοερῶν ἡ σοφία, καὶ τὸ ὁρᾶσθαι τοῖς νοουμένοις
παρέχει πᾶσι καὶ τὸ εἶναι
δὴ καὶ ἐν ἡμῖν ὡσαύτως. τὴν δὴ τοιαύτην τε καὶ
τοσαύτην αἰτίαν καὶ τοσαῦτα ἀγαθὰ παρέχουσαν τίς
Ἡ μὲν οὖν ἀπὸ τοῦ τίμιον εἶναι τὴν σοφίαν
προϊοῦσα εἰς προτροπὴν
ἔφοδός ἐστι τοιαύτη, ἡ δὲ ἀπὸ τοῦ ὄντως ἀνθρώπου ὑπομιμνῄσκουσα τῆς ἐπὶ τὰ
αὐτὰ προτροπῆς διὰ τῶν ἑξῆς ἐπιδείκνυται τῶν οὕτω λεγομένων· ‘ἄνθρωπος
πάντων ζῴων ἐπὶ πολλὸν γέγονε σοφώτατος· θεωρῆσαί τε γὰρ δυνατός
ἐντι τὰ ἐόντα καὶ ἐπιστάμαν καὶ φρόνασιν λαβὲν αὐτῶν ἀπάντων. παρὸ καὶ
ἐνεχάραξε τε τῶν ὀνυμάτων τε καὶ ῥημάτων. τοῖς μὲν γὰρ φθόγγοις τᾶς
φωνᾶς τόπος ἀφώρισται φάρυγξ καὶ στόμα καὶ ῥῖνες. ὥσπερ δὲ τῶν φθόγγων, διʼ
ὧν τὰ ὀνύματά τε καὶ ῥήματα τυπούμενα σαμαίνεται,
γέγονεν
ἄνθρωπος ὄργανον, οὕτω δὲ
θεῶ.ʼ αὕτη ἡ ἔφοδος ἐπὶ τὴν
προτροπὴν ἀπὸ τῆς φύσεως γέγονε τοῦ ἀνθρώπου. εἰ γὰρ σοφώτατός ἐστι καὶ
θεωρῆσαι τὰ ὄντα δυνατός, τῆς θεωρητικῆς αὐτὸν καὶ θεολογικῆς σοφίας δεῖ
ἀντιποιεῖσθαι· καὶ εἴπερ ἐπιστήμην καὶ φρόνησιν λαβεῖν ἀπάντων δύναμιν
σημασίαι
ἐνυπάρχουσι τῶν ὀνομάτων τε καὶ ῥημάτων, διὰ τοῦτο τῆς λογικῆς αὐτὸν
φιλοσοφίας πάσης ἀντιλαμβάνεσθαι προσήκει, ἐπειδὴ οὐ τῶν σημαινομένων μόνον
πάσης γνώσεως μεταθεῖν ἐπιστημονικῶς περὶ πάντα τὰ γένη τῶν
ὄντων· αὐτόν τε τὸν νοῦν καθʼ ἑαυτὸν καὶ τὸν καθαρώτατον λόγον ἐπισκοπεῖσθαι
ἄξιον· καὶ ὅσαι ἀπʼ αὐτοῦ ἀρχαὶ ἐνδίδονται εἰς τὰ καλὰ καὶ ἀγαθὰ τοῦ
ἀνθρωπίνου βίου, καὶ ὅσα περὶ ἀρετῶν
ἐπιλογιζόμεθα καθόλου, καὶ
ὅσα περὶ μαθημάτων ἢ ἄλλων τινῶν τεχνῶν ἢ ἐπιτηδευμάτων μανθάνομεν, προσήκει
προθύμως ἀναδιδάσκεσθαι. καὶ οὕτω πρὸς
Ποιεῖται δὲ καὶ ἄλλην σύμμικτον ἔφοδον ἐπὶ τὰ αὐτὰ προτρέπουσαν ὧδέ πως· ῾
γέγ ονε καὶ συνέστα ὁ ἄνθρωπος ποττὸ θεωρῆσαι τὸν λόγον τὰς τῶ ὅλω φύσιος·
καὶ τᾶς σοφίας ὦν ἔργον
ἐν τούτοις σύμμικτον, ἐκεῖνό ἐστι·
τῇ γὰρ ἰδίᾳ φύσει τὴν κοινὴν συνεκέρασεν, ὡς ἐχουσῶν τούτων συμφωνίαν πρὸς
ἀλλήλας. εἰ γὰρ ὅ τε λόγος τοῦ ἀνθρώπου θεωρητικός ἐστιν ἐν τῷ λόγῳ τᾶς τῶ
ὅλω φύσιος καὶ ἡ σοφία τοῦ ἀνθρώπου κτᾶται καὶ θεωρεῖ τὰν
τῶν
ἐόντων φρόνασιν, ὁμοῦ μὲν ὁμολογία οὖσα ἀποδέδεικται τῆς μεριστῆς τοῦ λόγου
καὶ τῆς τοῦ
τοίνυν ἐν τούτοις τοιαύτη νοείσθω
σύμμιξις· ἐν ταὐτῷ γὰρ παρορμᾶν ἐπιχειρεῖ εἴς τε τὴν πρακτικὴν καὶ
θεωρητικὴν φιλοσοφίαν. τὸ μὲν γὰρ κτήσασθαι φρόνησιν ποιητικῆς τινός ἐστι
καὶ πρακτικῆς ἀρετῆς ἔργον, ἧς τέλος οὐ τὸ κατιδεῖν ἀπλῶς οὑτωσίν, ἀλλὰ
τὸ προσλαβεῖν αὐτὸ διὰ τῶν ἐνεργειῶν, τό γε μὴν θεωρῆσαι τοῦ
θεωρητικοῦ νοῦ ἐνέργημα ὑπῆρχδ. πρὸς ἀμφότερα τοίνυν ἡ προτροπὴ δεόντως
γέγονεν.
Ἐπεὶ τοίνυν μᾶλλον τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα τῆς σοφίας ἀγαθὸν
διαφαίνεται, καὶ ἡ προτροπὴ
τελεωτέρα πρὸς αὐτὸ γίγνεται διὰ
τῶν τοιούτωοον· ῾ἁ σοφία οὐ περί τι ἀφωρισμένον ἐντὶ τῶν ἐόντων,
πάντα
τὰ ἐόντα ὡς ὄ ψις περὶ πάντα τὰ ὁρατά. τὰ ὦν καθόλω πᾶσι συμβεβακότα συνιδὲν
καὶ θεωρὲν τᾶς σοφίας οἰκῇον, καὶ διὰ τοῦτο σοφία τὰς τῶν ἐόντων ἀπάντων
ἀρχὰς ἀνευρίσκει.ʼ πάλιν γὰρ ἐνταῦθα οὐκ ἀφορίζει περί τι
ὁρατοῖς ἐπιβάλλει, τούς τε καθόλου λόγους πάντων φησὶν αὐτὴν
περιέχειν, καὶ πρὸς τούτῳ θεωρεῖν καὶ διαλογίζεσθαι· μόνην δὲ καὶ ἀνυπόθετον
εἶναι ἐπιστήμην, ἅτε δὴ τῶν ὄντων πάντων τὰς ἀρχὰς ἀνευρίσκουσαν καὶ περὶ
τῶν οἰκείων ἑαυτῆς ἀρχῶν δυναμένην
λόγον διδόναι. εἰς καλὸν ἄρα
συμβαίνει ἡ ἔφοδος τῆς προτροπῆς· εἰ γὰρ τῆς τοιαύτης σοφίας οὔτε
καθολικωτέραν οὔτε τελειοτέραν οὔτε κοινοτέραν
βουλομένους κατὰ λόγον
καὶ νοῦν εὐδαιμονεῖν.
Ἐν τῷ τέλει τοίνυν πρὸς αὐτὸ τὸ ἀκρότατον ἄνεισιν ἡ παράκλησις ὧδέ πως· ῾
ὅστις ὦν ἀναλῦσαι οἷός τέ
οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ
παναλαθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφʼ ἇς δυνατὸς ἐσσεῖται
τὸν θ ε ὸν κατο ψεῖσθαι καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ καὶ τάξει τᾷ ἐκείνω
κατακεχωρισμένα,
καὶ ταύταν ἁρματήλατον ὁδ ὸν ἐκποριὅστις
δὴ καὶ ἐν τούτοις τὸ τέλος ἐπέθηκε τῆς θεολογικῆς
προτροπῆς, μὴ ἵστασθαι ἀξιῶν ἐπὶ τῶν πολλῶν ἀρχῶν καὶ πάντων τοῦ ὄντος
γενῶν, ἀναλύσειν δὲ προθυμούμενος ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν ἀρχὴν τὰ πάντα,
ἀπὸ δὲ τῆς μιᾶς διαιρῶν κατὰ ἀριθμὸν ὡρισμένον τὰ
πλησίον τοῦ
ἑνὸς καὶ οὕτως ἀεὶ τὰ πορρωτέρω ἀφιστάμενα καὶ διιστάμενα ἐπισκοπῶν, ἕως ἂν
ἐπὶ τὰ σύνθετα καὶ ἐκ πολλῶν συνεστηκότα συναριθμήσηται
ἀπὸ
τοῦ ἑνὸς ἐπὶ τὸ πλῆθος. ἐπεὶ δὲ μάλιστα ἀληθείας
εἰς ἓν διὰ τῆς ὁριστικῆς ἐπιστήμης, τοῦ τε ἑνὸς ὄντα θεωρητικόν, ὅπερ τέλος
ἐστὶ πάσης θεωρίας. καὶ τούτου δʼ ἔτι κυριώτερον ἀγαθὸν ἐπήγαγε, τὸ ὥσπερ
ἀπὸ σκοπιᾶς ἐντεῦθεν δύνασθαι τὸν θεὸν καθορᾶν καὶ πάντα τὰ ἐν τῇ συστοιχίᾳ
τοῦ θεοῦ. εἰ γὰρ πάσης
ἀληθείας καὶ εὐδαιμονίας οὐσίας τε καὶ
αἰτίας καὶ τῶν ἀρχῶν ὁ θεὸς ἐξηγεῖται, σπουδαστέον ἐν τούτῳ
οὐκέτι διωρισμένως τὰ τελευταῖα ἀπὸ τῶν πρώτων διακρίνουσα, ἀλλʼ
εἰς ἓν τὰ συναμφότερα ταῦτα συλλαβοῦσα ἀρχάς τε καὶ τέλος καὶ μέσον ὁμοῦ
συνέχουσα. τοιαύτη γάρ ἐστιν ἡ θεία αἰτία, ἧς δεῖ ἀντέχεσθαι τοὺς μέλλοντας
εὐδαιμονήσειν. οὕτω μὲν
οὖν ἡ προτροπὴ διὰ πάντων διεξελθοῦσα
τῶν τε ἐν
V. Δεῖ δὲ λοιπὸν αὐταῖς ταῖς Πυθαγορικαῖς διαιρέσεσι
προσχρῆσθαι
εἰς τὸ προτρέπειν. πάνυ γὰρ ἐντρεχῶς καὶ τελειότατα καὶ πρὸς τὰς ἄλλας
φιλοσοφίας ἐξηλλαγμένως οἱ κατὰ τήνδε τὴν αἵρεσιν διῄρουν ἑπόμενοι ταῖς
ἐκείνου διδασκαλίαις τὸν εἰς παρόρμησιν ἐπὶ φιλοσοφίαν λόγον, εὐμηχάνως
ἐπιρρωννύντες καὶ
πιστούμενοι ἀποδείξεσιν ἐπιστημονικωτάταις
μηδὲν ἀνακόλουθον συναγαγούσαις. εἰσὶ δὲ τοιαῦται·
Πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν, εὖ δὲ πράττομεν, εἰ ἡμῖν πολλὰ ἀγαθὰ
παρείη. ἀγαθὰ δὲ τὰ μέν ἐστι κατὰ σῶμα, ὥστε ἱκανῶς αὐτὸ παρεσκευάσθαι
πρὸς τὴν κατὰ φύσιν συμμετρίαν καὶ
δὴ ἐλέγομεν
ἀγαθὰ κεκτημένος εἴη, χρῷτο δὲ αὐτοῖς μή, οὐκ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων
τῶν ἀγαθῶν κτῆσιν. δεῖ ἄρα μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα
εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς, ἢ οὐδὲν ὄφελος τῆς κτήσεως
γίγνεται.
ἀλλʼ οὐδὲ τὸ χρῆσθαι μόνον ἐξαρκεῖ, ἀλλὰ δεῖ
προσεἷναι
περὶ ὁτιοῦν τὸ ἀπεργαζόμενον τὸ ὀρθῶς χρῆσθαι ἐπιστήμη
παρέχεται· καὶ περὶ τὴν χρείαν οὖν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου
τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι χρῆσθαι τοῖς τοιούτοις ἐπιστήμη
ἡγουμένη καὶ κατορθοῦσά ἐστι τὴν πρᾶξιν. οὐ
μόνον οὖν εὐτυχίαν,
ἀλλὰ καὶ εὐπραγίαν ἡ ἐπιστήμη
τούτοις, καὶ ὅτι ὁ μὲν τὰ εἰρημένα ἀγαθὰ κεκτημένος ἄνευ νοῦ
πλείονα πράξει, ὁ δὲ τὰ ἐναντία ἔχων τὰ κακὰ ἐλάττονα. ἐν
κεφαλαίῳ ἄρα κινδυνεύει πάντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου
αὐτοῖς ὁ λόγος εἶναι, ὅπως αὐτά γε καθʼ
αὐτὰ πέφυκεν ἀγαθὰ
εἶναι, ἀλλʼ, ὡς ἔοικεν, ὧδε ἔχει·
μόνη τοίνυν ἡ μὲν σοφία
ἀγαθόν ἐστιν, ἡ δὲ ἀμαθία κακόν. ἐπειδὴ τοίνυν εὐδαίμονες μὲν εἶναι
προθυμούμέθᾳ
δεῖ δή, ὡς
ἔοικεν, ἐκ παντὸς τρόπου πάντα ἄνδρα παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος
ἔσται· μόνον γὰρ τοῦτο τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖ τὸν ἄνθρωοπον.
ἀναγκαῖον οὖν φιλοσοφεῖν τοῖς βουλομένοις εὖ πράττειν· ἡ δὲ φιλοσοφία ὄρεξίς
ἐστι καὶ κτῆσις
ἐπιδτήμης, οὐχ ἥτις κτητικὴ μόνον ἐστὶ τῶν
δοκούντων ἀγαθῶν, οὔθʼ ἥτις ποιητικὴ αὐτῶν, χρηστικὴ δὲ οὔ. τοιαύτης οὖν δεῖ
ἐπιστήμης, ἐν συμπέπτωκεν
πρὸς τὸν ἡγεμόνα νοῦν, αὕτη ἂν εἴη ἧς δεῖ
ἀντιποιεῖσθαι. καὶ γὰρ τὸ θεωρεῖν καὶ κρίνειν ἐν αὑτῇ ἔχει καὶ τὰς ἀρχὰς
ἔχει τῆς ὀρθῆς χρήσεως τῶν ἀγαθῶν, ἧς τυχόντες καλῶς ἂν τὸν ἐπίλοιπον βίον
διεξέλθοιμεν.
προτρεπτικὴ
ἔφοδος.
Ἄλλη δέ ἐστι παρὰ αὐτοῖς τοιαύτη διαίρεσις· ὡς ἔστι μέν τι ψυχὴ ἔστι δέ τι
σῶμα ἐν ἡμῖν, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται, καὶ τὸ μὲν χρῆται τὸ δʼ ἐστὶ
τοιοῦτον οἶον ᾧ χρῆται, καὶ τὸ μὲν θεῖον καὶ
ἀγαθὸν καὶ
οἰκειότατον ἡμῖν, τὸ δὲ ἄλλως συνηρτημένον ὑπουργίας τινὸς ἕνεκα καὶ χρείας
ἐχόμενον τῆς εἰς τὸν κοινὸν βίον τὸν ἀνθρώπινον. δεῖ τοίνυν τοῦ ἄρχοντος
μᾶλλον ἀλλὰ μὴ τοῦ ἀρχομένου, καὶ τοῦ θειοτέρου καὶ οἰκειοτέρου ἡμῖν ἀλλὰ μὴ
τοῦ καταδεεστέρου
ἐπιμελεῖσθαι.
Ταύτῃ δʼ ἐστὶ παραπλησία τοιαύτη διαίρεσις· ὡς τριχῇ τὰ ἡμέτερα πάντα
διῄρηται, εἴς τε ψυχὴν καὶ σῶμα καὶ τὰ τοῦ σώματος· τούτων δὲ τὰ μέν ἐστι
πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ τρίτα· καὶ προηγουμένως
τὸ σῶμα, πάντα δὲ τῆς ψυχῆς ἕνεκα διατάττειν καὶ τῶν τῆς ψυχῆς
ἀρχουσῶν δυνάμεων. εἰ δὴ τοῦτο οὕτως ἔχει, οὐδὲν τῶν δεόντων πράττουσιν ὅσοι
χρημάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχουσι, δικαιοκύνης
τοῖς χρήμασι, καὶ τοῦ μὲν ζῆν καὶ ὑγιαίνειν φροντίζουσι τῷ
σώματι, τοῦ δὲ ὀρθῶς χρῆσθαι τῇ ζωῇ καὶ τῇ ὑγείᾳ ἀμελοῦσι, καὶ τῆς μὲν ἄλλης
παιδείας ἐπιμελοῦνται διʼ ἣν οὐδέποτε ὁμονοητικὴν φιλίαν κτήσασθαι δύνανται,
τὴν δὲ τῆς ὁμονοίας ἀρχηγὸν ἐπιστήμην
παρορῶσιν ἥτις διὰ
φιλοσοφίας μόνης κάλλιστα παραγίγνεται, καὶ ταῖς μὲν πράξεσιν ἐπιχειροῦσι,
τὸ δὲ πῶς δεῖ πράττειν ἕκαστον τῶν ἔργων οὔτε ἴσασιν οὔτε λογίζονται.
Ἀπʼ ἄλλης δὲ ἀρχῆς διαιροῦσι τὰ τοιαῦτα· χωρὶς
δήπουθέν ἐστιν αὐτὸς ἕκαστος, τὸ ἑαυτοῦ, ἅ ἐστι τῶν αὐτοῦ.
αὐτὸς μὲν οὖν ἕκαστός ἐστιν ἡμῶν ἡ ψυχή, τὸ δʼ αὐτοῦ ἐστι τὸ σῶμα καὶ τὰ τοῦ
σώματος, ἃ δʼ ἐστὶ τῶν αὐτοῦ, τὰ χρήματά ἐστιν, ὅσα τοῦ σώματος ἕνεκα
κτώμεθα. καὶ ἐπιστῆμαι τοίνυν τρεῖς εἰσιν ἐπὶ
τοῖς τρισὶ
τούτοις πράγμασιν. ὁ μὲν οὖν τὰ τοῦ σώματος γινώσκων, τὰ αὐτοῦ ἀλλʼ οὐχ
αὐτὸν ἔγνωκεν.
ὅθεν οἱ ἰατροὶ οὐχ ἑαυτοὺς γιγνώσκουσι καθόσον ἰατροί, οὐδὲ οἱ παιδοτρίβαι
καθόσον παιδοτρίβαι. καὶ ὅσοι δὲ πορρωτέρω τῶν ἑαυτῶν τὰ περὶ τὸ σῶμα
γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται, ὡς οἱ γεωργοὶ
γιγνώσκειν· οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοι γιγνώσκουσι. διὰ ταῦτα δὴ καὶ βάναυσοι
αὗται αἰ τέχναι δοκοῦσιν εἶναι. μόνη δὲ σωφροσύνη ἐστὶν ἡ τῆς ψυχῆς γνῶσις,
καὶ τῷ ὄντι ἡμετέρα ἀρετὴ μόνη ἐκείνη ὑπάρχει, ἥτις τὴν ψυχὴν βελτίονα
ἀπεργάζεται. ταύτης ἄρα μάλιστα
ἀντιποιεῖσθαι ἄξιον τοὺς
βουλομένους ὁμολογουμένως
Τῆς δὲ αὐτῆς ἔχεται γνώμης καὶ ταῦτα· ὡς τῶν
ἡμετέρων κτημάτων
μετὰ θεοὺς ψυχὴ θειότατον οἰκειότατόν τέ ἐστι, τὰ δʼ ἡμέτερα διττὰ πάντα
ἐστὶ πᾶσι, τὰ μὲν κρείττω καὶ ἀμείνω δεσπόζοντα, τὰ δὲ ἥττω καὶ χείρω δοῦλα.
τὰ δεσπόζοντα οὖν προτιμητέον τῶν δουλευόντων. οὕτως οὖν τὴν ψυχὴν μετὰ
θεοὺς
τῶν ἄλλων προτιμητέον πάντων· τιμᾶ δὲ αὐτὴν οὐχ. ὁ
χείρονα ἐκ βελτίονος ἀπεργαζόμενος, οὐδʼ ὁ κακῶν καὶ μεταμελείας ἐμπιπλὰς
αὐτήν, οὐδʼ ὁ φεύγων τοὺς ἐπαινουμένους πόνους καὶ φόβους καὶ ἀλγηδόνας καὶ
λύπας (ἄτιμον γὰρ αὐτὴν ἀπεργάζεται ὁ τοιοῦτος), οὐδʼ
ὁ φεύγων
τὸν θάνατον (τὴν γὰρ λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τῆς ψυχῆς τὴν καθʼ ἑαυτὴν
ζωὴν δυσχεραίνοιτο ἂν ὁ τοιοῦτος), οὐδʼ ὁ πρὸ ἀρετῆς προτιμῶν
οὖσιν ἀρίστοις παραδείγμασι καὶ τὸ τοῖς ἀμείνοσιν ἕπεσθαι τὰ χείρονα, ὅσα
γενέσθαι βελτίω δύναται, καὶ τὸ φεύγειν μὲν τὸ κακόν, ἰχνεῦσαι δὲ καὶ ἑλεῖν
τὸ πάντων ἄριστον, καὶ ἑλόντα αὖ κοινῇ ξυνοικεῖν τὸν ἐπίλοιπον βίον. τοῦτο
δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ δεόντως
φιλοσοφεῖν, ὥστʼ ἐξ ἅπαντος
τρόπου φιλοσοφητέον τοῖς βουλομένοις εὐδαιμονεῖν.
Τελέως δʼ ἂν καὶ οὕτως ἐπὶ τὸ αὐτὸ ἐκ διαιρέσεως ἐπέλθοιμεν. τρία τριχῇ ψυχῆς
ἐν ἡμῖν εἴδη κατῴκισται, τὸ μὲν ᾧ λογιζόμεθα, τὸ δὲ ᾧ θυμούμεθα, τρίτον δὲ ᾧ
ἐπιθυμοῦμεν. τυγχάνει δʼ ἕκαστον αὐτῶν κινήσεις ἔχον. τὸ
μὲν οὖν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον
ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δὲ ἐν γυμνασίοις ἐρρωμενέστατον· διὸ
φυλακτέον, ὅπως ἂν ἔχωσι τὰς κινήσεις πρὸς ἀλλήλας συμμέτρους.
διαφερόντως δὲ δὴ τὸ κυριώτατον τῆς ψυχῆς εἶδος, ὅπερ δαίμονα ὁ θεὸς ἑκάστῳ
δέδωκε καὶ ὅπερ ἀπὸ γῆς
φιλονεικίας ἐσπουδακότι καὶ ταῦτα σφόδρα
διαπονοῦντι πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι, καὶ παντάπασι καθόσον
μάλιστα δυνατὸν γίγνεσθαι θνητῷ, τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ
τοιοῦτον ηὐξηκότι·
τούτου μηδὲν μέρος
ἀπολείπειν, ἅτε δὴ ἀεὶ θεραπευοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον
τὸν
ξυγγενεῖς εἰσι
κινήσεις αἱ τοῦ παντὸς διανοήσεις καὶ
δὲ τὸ κατανοοῦν
ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος
ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.
οὐ γὰρ δὴ λυσιτελεῖ τὸ παντοδαπὸν θηρίον ὥσπερ τὴν ἐπιθυμίαν εὐωχοῦντας
ποιεῖν ἰσχυρόν,
οὐδὲ τὸν λέοντα οἷον τὸν θυμὸν καὶ τὰ περὶ τὸν
λέοντα τρέφειν ἄξιον καὶ ἰσχυρὰ ποιεῖν ἐν ἡμῖν,
ποιεῖν· ἀλλὰ πολὺ μᾶλλον τὸν ἐν ἡμῖν θεῖον ἄνθρωπον
τοῦ πολυκεφάλου θρέμματος ἐγκρατῆ ποιητέον,
οὕτως αὐτὰ θρέψει. καὶ ὁ μὲν τοιοῦτος κατὰ πάντα ἔσται ἄριστος,
ὁ δʼ ἐναντίος οὐδὲν ὑγιὲς ἔχει. καὶ τὸ μὲν καλὸν ἐν τῷ τοιούτῳ διαφαίνεται
(ὑπὸ γὰρ τῷ θείῳ τὰ θηριώδη τῆς φύσεως ὑποτάττεται), τὸ δʼ αἰσχρὸν ἐν τῷ
ἐναντίῳ· ὑπὸ γὰρ τῷ ἀγρίῳ τὸ ἥμερον
δουλοῦται, καὶ τὸ βέλτιστον
ὑπὸ τῷ μοχθηροτάτῳ καὶ τὸ ἑαυτῷ θειότατον ὑπὸ τῷ ἀθεωτάτῳ τε καὶ μιαρωτάτῳ
δουλοῦται καὶ ἐπὶ τῇ αὐτοῦ ψυχῇ πλημμελεῖ. καὶ μὴν τό γε ἀκολασταίνειν διὰ
τὰ τοιαῦτα πάλαι
εἰς ἐλευθερίαν πέρα τοῦ δέοντος. καὶ
ἡ αὐθάδεια δὲ καὶ δυσκολία ψέγεται, ὅταν ὁ θυμὸς ἀναρμόστως αὔξηται καὶ
συντείνηται. τρυφὴ δὲ ἐπὶ τῇ τοῦ αὐτοῦ ἀνέσει ψέγεται, ὅταν ἐν αὐτῷ δειλίαν
ἐμποιῇ. κολακεία δὲ καὶ ἀνελευθερία παρενοχλεῖ, ὅταν τις τὸ θυμοειδὲς
ὑπὸ τῷ ὀχλώδει θηρίῳ ποιῇ, καὶ ἕνεκα χρημάτων καὶ τῆς ἐκείνου
ἀπληστίας προπηλακιζόμενον ἐθίζῃ ἐκ νέου ἀντὶ λέοντος πίθηκον γίγνεσθαι. καὶ
τἆλλα δὲ ἀπὸ τούτου δῆλα ὡς ἐστὶ δεινά, ὅσα τὸ βέλτιστον ἐν ἡμῖν
ὑπὸ τοῦ θείου καὶ φρονίμου ἀρχόμενοι. οὕτω γὰρ
εἰς δύναμιν πάντες ὅμοιοι ἐσόμεθα καὶ φίλοι τῷ
τούτῳ ἀντικαταστήσωημεν φύλακα ὅμοιον καὶ ἄρχοντα
ἔπειτα τὴν τοῦ σώματος ἕξιν καὶ τροφὴν οὐχ ὅπως τῇ θηριώδει καὶ ἀλόγῳ ἡδονῇ
ἐπιτρέψας ἐνταῦθα τετραμμένος ζήσει, ἀλλʼ οὐδὲ πρὸς ὑγείαν βλέπων, οὐδὲ
τοῦτο πρεσβεύων, ὅπως ἰσχυρὸς ἢ ὑγιὴς ἢ καλὸς ἔσται, ἐὰν μὴ καὶ σωφρονήσειν
μέλλῃ ἀπʼ αὐτῶν· ἀλλʼ ἀεὶ
τὴν ἐν τῷ σώματι ἁρμονίαν τῆς ἐν τῇ
ψυχῇ ἕνεκα ξυμφωνίας ἁρμοττόμενος φανεῖται, ἐάνπερ μέλλῃ τῇ ἀληθείᾳ μουσικὸς
εἶναι. οὐκοῦν καὶ τὴν ἐν τῇ τῶν χρημάτων κτήσει σύνταξιν οὐκ εἰς ἄπειρον
αὐξήσει
ἑαυτῷ πολιτείαν καὶ φυλάττων, μή τι
παρακινῇ αὐτοῦ τῶν ἐκεῖ διὰ πλῆθος οὐσίας ἢ διʼ ὀλιγότητα, οὕτω κυβερνῶν
προσθήσει καὶ ἀναλώσει τῆς οὐσίας καθόσον
αὐτὸν ποιήσειν, τὰς δὲ φεύξεται ἰδίᾳ καὶ
δημοσίᾳ, ἃς ἂν ἡγῆται λύσειν τὴν ὑπάρχουσαν ἔξιν. καὶ ἑνὶ δηλονότι τῷ πάντα
τὰ ἄλλα ἀνταλλάσσεσθαι ἐπιχειρήσει ἑνὸς τούτου μόνου, τοῦ φρόνησιν
κτήσασθαι,
Εἰς ταὐτὸ δὲ φέρει τέλος καὶ ἡ τοιάδε ἔφοδος. πᾶσα φύσις ὥσπερ ἔχουσα λόγον
οὐθὲν μὲν εἰκῇ ποιεῖ, ἕνεκα δέ τινος πάντα, καὶ μᾶλλον τοῦ ἕνεκά τινος τὸ
εἰκῆ ἐξορίσασα πεφρόντικεν ἤπερ αἱ τέχναι, ὅτι καὶ φύσεως αἰ τέχναι ἦσαν
μιμήματα. τοῦ δὲ ἀνθρώπου συνεστῶτος
φύσει ἐκ ψυχῆς τε καὶ
σώματος, βελτίονος δὲ οὔσης τῆς ψυχῆς τοῦ σώματος καὶ ἀεὶ τοῦ βελτίονος
ἕνεκα ὑπηρετουμένου τοῦ χείρονος, καὶ τὸ σῶμα τῆς ψυχῆς
λόγον ἔχοντος. ἐν δὲ τῷ λόγον ἔχοντι ὁ νοῦς· ὥστε τοῦ νοῦ ἕνεκα
πάντα εἶναι ἀναγκάζει ἡ ἀπόδειξις. τοῦ δʼ αὖ νοῦ αἱ νοήσεις ἐνέργειαι,
ὁράσεις οὖσαι νοητῶν, ὡς τοῦ ὁρατικοῦ ἐνέργεια ὁρᾶν τὰ ὁρατά. νοήσεως οὖν
καὶ νοῦ
ἀνθρώποις, εἴπερ τὰ μὲν ἄλλα τῆς ψυχῆς ἕνεκα αἱρετά, νοῦς δὲ τὸ βέλτιστον
τῶν κατὰ ψυχὴν μόνον, τοῦ δὲ βελτίστου τὰ ἄλλα συνέστηκε χάριν. πάλιν δὲ τῶν
διανοήσεων ἐλεύθεραι μὲν ἦσαν ὅσαι διʼ αὐτὰς αἱρεται, δούλαις δὲ ἐοικυῖαι αἱ
διʼ ἄλλα τὴν γνῶσιν
ἀπερείδουσαι· κρεῖττον δὲ πανταχοῦ τὸ διʼ
αὑτὸ τοῦ διʼ ἄλλο, ὅτι καὶ τὸ ἐλεύθερον τοῦ μὴ τοιούτου. χρωμένων δὴ τῶν
πράξεων τῇ διανοίᾳ, κἂν αὐτὸς
ψιλὸν τὸ
θεωρεῖν αἱρεταὶ τιμιώτεραι καὶ κρείττους τῶν πρὸς ἄλλα χρησίμων· διʼ αὑτὰς
δὲ τίμιοι αἱ θεωρίαι καὶ αἱρετὴ ἐν ταύταις τοῦ νοῦ ἡ σοφία, διὰ δὲ πράξεις
αἰ κατὰ φρόνησιν· ὥστε τὸ ἀγαθὸν καὶ τίμιον ἐν ταῖς κατὰ σοφίαν θεωρίαις,
θεωρίαις δὲ οὐ
δήπου πάλιν ταῖς τυχούσαις· οὐ γὰρ πᾶσα ἀπλῶς
κατάληψις τίμιον, ἀλλʼ ἡ τοῦ ἄρχοντος σοφοῦ ὄντος καὶ τῆς ἐν τῷ παντὶ ἀρχῆς,
αὕτη καὶ σοφίᾳ σύνοικος καὶ οἰκείως ἂν ὑποκέοιτο. αἰσθήσεως μὲν οὖν καὶ νοῦ
ἀφαιρεθεὶς ἄνθρωπος φυτῷ γίγνεται παραπλήσιος,
νοῦ δὲ μόνου
ἀφῃρημένος ἐκθηριοῦται, ἀλογίας
διεξόδοις τοῦ νοῦ ζῆν
μελετητέον, πᾶν τὸ τῆς προσοχῆς
ἀνθρώποις ἀναγκαίῳ, οὐδʼ
ὅλως τὸν νοῦν ἀσπαστέον διὰ τὰς χρείας
γὰρ καὶ κατʼ ἀξίαν ἡ κρίσις καὶ μόνη πασῶν ἱκανὴ τὴν ἀληθινὴν
ἀνθρώποις εὐδαιμονίαν παρασκευάζειν.
καὶ ἐν ἐκείνοις αἰθύγματα, σοφίας δὲ θεωρητικῆς ταῦτα μὲν
παντελῶς ἄμοιρα, μόνοις δὲ μέτεστι θεοῖς· ὡς αἰσθήσεσί γε καὶ ὁρμαῖς πολλῶν
ἤδη ζῴων τῆς ἀκριβείας καὶ τῆς ἰσχύος λείπεται ἄνθρωπος, καὶ μόνον τοῦτο
ὄντως ἀγαθὸν ἀναφαίρετον, ὅ δὴ περιέχειν συγχωροῦσι
τὴν τοῦ
ἀγαθοῦ ἔννοιαν, οὐδαμῶς μὲν τοῖς
ἔνεστι τῷ βίῳ.
τίνος γὰρ τίς αὐτὸν ἀφαιρήσεται τὸν πάλαι τῶν ἀφαιρεθῆναι οἵων τε ἑαυτὸν
ἀλλοτριώσαντα,
αἱ πρὸς τὴν τελειοτάτην σοφίαν Πυθαγορικαὶ παρακλήσεις.
VI. Ἐπεὶ δὲ ἀνθρώποις διαλεγόμεθα, ἀλλʼ οὐχὶ τοῖς τὴν θείαν μοῖραν τῆς ζωῆς
πρόχειρον ἔχουσι, δεῖ
πλέον θάτερον ἀπεργάζεται τοῖς μὴ δεόντως αὐτοῖς
διάξειν ὠφελίμως. ἔτι τοίνυν ἄλλαι μέν εἰσιν αἱ ποιοῦσαι ἕκαστον τῶν ἐν τῷ
βίῳ πλεονεκτημάτων ἐπιστῆμαι, ἄλλαι δὲ αἰ χρώμεναι ταύταις, καὶ ἄλλαι μὲν αἱ
ὑπηρετοῦσαι, ἕτεραι δὲ αἱ ἐπιτάττουσαι, ἐν αἷς ἐστιν ὡς ἂν ἡγεμονικωτέραις
ὑπαρχούσαις τὸ κυρίως ὂν ἀγαθόν.
εἰ τοίνυν μόνη ἡ τοῦ κρίνειν
ἔχουσα τὴν ὀρθότητα καὶ ἡ τῷ λόγῳ χρωμένη καὶ ἡ τὸ ὅλον ἀγαθὸν θεωροῦσα,
ἥτις ἐστὶ φιλοσοφία, χρῆσθαι πᾶσι καὶ ἐπιτάττειν κατὰ φύσιν δύναται,
φιλοσοφητέον ἐκ παντὸς τρόπου, ὡς μόνης φιλοσοφίας τὴν ὀρθὴν κρίσιν καὶ
τὴν ἀναμάρτητον ἐπιτακτικὴν φρόνησιν ἐν ἑαυτῇ περιετάττειν
χούσης. ἔτι τοίνυν, ἐπεὶ τὰ δυνατὰ καὶ ὠφέλιμα πάντες αἱρούμεθα,
παραδεικτέον ὡς τῷ φιλοσοφεῖν ἀμφότερα ταῦτα ὑπάρχει, καὶ ὅτι τὴν χαλεπότητα
τῆς κτήσεως ὑποδεεστέραν ἔχει τοῦ μεγέθους τῆς ώφελείας·
τὰ γὰρ
ῥᾴω πάντες ἥδιον πονοῦμεν. ὅτι μὲν οὖν τὰς
τῶν χειρόνων. τῶν γὰρ ὡρισμένων καὶ τεταγμένων ἐπιστήμη μᾶλλόν ἐστιν ἢ
τῶν ἐναντίων, ἔτι δὲ τῶν αἰτίων ἢ τῶν ἀποβαινόντων. ἔστι δʼ ὡρισμένα καὶ
τεταγμένα τἀγαθὰ τῶν κακῶν μᾶλλον, ὥσπερ ἄνθρωπος ἐπιεικὴς ἀνθρώπου φαύλου·
τὴν αὐτὴν γὰρ ἔχειν
ἀναγκαῖον αὐτὰ πρὸς ἄλληλα διαφοράν. αἴτιά
τε μᾶλλον τὰ πρότερα τῶν ὑστέρων· ἐκείνων γὰρ ἀναιρουμένων ἀναιρεῖται τὰ τὴν
οὐσίαν ἐξ ἐκείνων ἔχοντα, μήκη μὲν ἀριθμῶν, ἐπίπεδα δὲ μηκῶν, στερεὰ δὲ
ἐπιπέδων, στοιχεῖα δὲ τῶν ὀνομαζομένων συλλαβῶν. ὥστε
εἴπερ ψυχὴ μὲν σώματος ἄμεινον (ἀρχικώτερον γὰρ τὴν φύσιν
ἐστί), περὶ δὲ σῶμα τέχναι καὶ φρονήσεις εἰσὶν ἰατρική τε καὶ γυμναστική
(ταύτας γὰρ ἡμεῖς ἐπιστήμας τίθεμεν καὶ κεκτῆσθαί τινας αὐτάς φαμεν), δῆλον
ὅτι
καὶ τέχνη, καὶ δυνατοὶ λαβεῖν αὐτήν ἐσμεν,
εἴπερ γε καὶ τῶν μετʼ ἀγνοίας πλείονος καὶ γνῶναι χαλεπωτέρων. ὁμοίως δὲ καὶ
τῶν περὶ φύσεως· πολὺ γὰρ πρότερον ἀναγκαῖον τῶν αἰτίων καὶ τῶν στοιχείων
τῶν ἄλλων τι γιγνώσκειν ἐκείνας ἀγνοοῦντας· πῶς γὰρ ἄν τις ἢ
λόγον γνωρίζοι συλλαβὰς ἀγνοῶν, ἢ ταύτας ἐπίσταιτο μηδὲν τῶν στοιχείων
εἰδώς;
Ὅτι μὲν οὖν τῆς ἀληθείας καὶ τῆς περὶ ψυχὴν ἀρετῆς ἐστιν ἐπιστήμη καὶ διότι
δυνατοὶ λαβεῖν αὐτάς
ἐσμεν, ταῦτα ἡμῖν εἰρήσθω περὶ αὐτῶν· ὅτι
δὲ μέγιστόν ἐστι τῶν ἀγαθῶν καὶ πάντων ὠφελιμώτατον τῶν ἄλλων, ἐκ τῶνδε
δῆλον. πάντες γὰρ ὁμολογοῦμεν ὅτι δεῖ μὲν τὸν σπουδαιότατον ἄρχειν καὶ τὸν
τὴν φύσιν κράτιστον, τὸν δὲ νόμον ἄρχοντα καὶ κύριον εἶναι μόνον· οὗτος
μάλιστα τὰ κατὰ τὰς οἰκείας ἕξεις (τὸ μὲν γὰρ δικαίως
ὅτι κατὰ τὴν κυριωτάτην κρίσιν κράτιστόν ἐστι τῶν
Ἡρακλέους
στήλας καὶ πολλάκις κινδυνεύειν, διὰ δὲ φρόνησιν μηδὲν πονεῖν μηδὲ δαπανᾶν.
ἡ μὴν ἀνδραποδῶδές γε τοῦ ζῆν ἀλλὰ μὴ τοῦ ζῆν εὖ γλίχεσθαι, καὶ ταῖς τῶν
πολλῶν αὐτὸν ἀκολουθεῖν δόξαις ἀλλὰ
Καὶ περὶ μὲν ὡφελείας καὶ μεγέθους τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω,
διότι δὲ πολλῷ ῥᾴστη τῶν ἄλλων ἀγαθῶν ἡ κτῆσις αὐτῆς, ἐκ τῶνδε
πεισθείη τις ἄν. τὸ γὰρ μήτε μισθοῦ παρὰ τῶν ἀνθρώπων γινομένου τοῖς
φιλοσοφοῦσι, διʼ ὃν συντόνως
τὴν φιλοσοφίαν εἶναι ῥᾳστώνης. ἔτι δὲ τὸ πάντας φιλοχωρεῖν ἐπ᾿ αὐτῇ καὶ
βούλεσθαι σχολάζειν ἀφεμένους τῶν ἄλλων ἀπάντων, οὐ μικρὸν τεκμήριον ὅτι
μεθʼ ἡδονῆς ἡ προσεδρεία γίγνεται· πονεῖν γὰρ οὐδεὶς ἐθέλει πολὺν χρόνον.
πρὸς δὲ τούτοις ἡ χρῆσις πλεῖστον
διαφέρει πάντων· οὐδὲ γὰρ
δέονται πρὸς τὴν
VΙΙ. Ἴδοι δʼ ἄν τις τὸ αὐτὸ γνωριμώτερον ἀπὸ τούτων. τὸ φρονεῖν καὶ τὸ
γιγνώσκειν ἐστὶν αἱρετὸν καθʼ αὐτὸ τοῖς ἀνθρώποις (οὐδὲ γὰρ ζῆν δυνατὸν ὡς
ἀνθρώποις ἄνευ τούτων), χρήσιμόν τε εἰς τὸν βίον ὑπάρχει·
καὶ κατὰ φρόνησιν ἐνεργήσασιν τελειοῦται. καὶ μὴν
εἴτε τὸ ζῆν εὐδαιμόνως ἐν τῷ χαίρειν ἐστὶν εἴτε ἐν τῷ τὴν ἀρετὴν ἔχειν εἴτε
ἐν τῇ φρονήσει, κατὰ ταῦτα πάντα φιλοσοφητέον· ταῦτα γὰρ μάλιστα καὶ
εἰλικρινῶς διὰ τοῦ φιλοσοφεῖν ἡμῖν παραγίγνεται. ἔτι τοίνυν τὸ
μέν ἐστι ψυχὴ τῶν ἐν ἡμῖν τὸ δὲ σῶμα, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται, καὶ τὸ
μὲν χρῆται τὸ δʼ ὑπόκειται ὡς ὄργανον. ἀεὶ τοίνυν πρὸς τὸ ἄρχον καὶ τὸ
χρώμενον συντάττεται ἡ τοῦ ἀρχομένου καὶ τοῦ ὀργάνου χρεία. τῆς δὲ ψυχῆς τὸ
μὲν λόγος ἐστὶν ὅπερ κατὰ
βελτίονος ἄρα φύσει βελτίων ἐστὶν ἡ κατὰ φύσιν ἀρετή. βέλτιον δὲ τὸ κατὰ
φύσιν ἀρχικώτερον καὶ
ὃ
κελεύει καὶ κωλύει, καὶ δεῖν ἢ μὴ δεῖν φησι
ἔτι τοίνυν ὅταν ὅ πέφυκεν ἔργον
ἑκάστου μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθʼ αὐτὸ λεγόμενον κάλλιστα ἀποτελῇ, τότε
καὶ τοῦτο ἀγαθὸν εἶναι λεκτέον, ταύτην τε
καὶ μεριστοῦ πλείους καὶ
διάφοροί εἰσιν ἐνέργειαι, τοῦ δὲ τὴν φύσιν ἁπλοῦ καὶ μὴ πρὸς τὶ τὴν οὐσίαν
ἔχοντος μίαν ἀναγκαῖον εἶναι τὴν καθʼ αὐτὸ κυρίως ἀρετήν. εἰ μὲν οὖν ἀπλοῦν
τι ζῷόν ἐστιν ὁ ἄνθρωπος καὶ κατὰ λόγον καὶ νοῦν τέτακται αὐτοῦ ἡ οὐσία, οὐκ
ἄλλο ἐστὶν αὐτοῦ ἔργον ἢ μόνη ἡ ἀκριβεστάτη ἀλήθεια καὶ τὸ
περὶ τῶν ὄντων ἀληθεύειν· εἰ δʼ ἐστὶν ἐκ πλειόνων δυνάμεων συμπεφυκός, δῆλόν
ἐστιν ὡς ἀφʼ οὗ πλείω πέφυκεν ἀποτελεῖσθαι, ἀεὶ τούτων τὸ βέλτιστον ἔργον
ἐστίν, οἶον ἰατρικοῦ ὑγεία καὶ κυβερ
νήτου σωτηρία. βέλτιον δὲ οὐδὲν ἔχομεν λέγειν ἔργον τῆς
διανοίας ἢ τοῦ διανοουμένου τῆς ψυχῆς ἡμῶν ἀληθείας. ἀλήθεια ἄρα τὸ
κυριώτατον ἔργον ἐστὶ τοῦ μορίου τούτου τῆς ψυχῆς. τοῦτο δὲ δρᾶ κατʼ
ἐπιστήμην
ταύτῃ δʼ ἐστὶ θεωρία τὸ κυριώτατον τέλος.
ὅταν γὰρ δυοῖν ὄντοιν θάτερον διὰ θάτερον αἱρετὸν ᾖ, βέλτιόν ἐστι τοῦτο καὶ
μᾶλλον αἱρετὸν διʼ ὅπερ αἱρετόν ἐστι καὶ θάτερον, οἷον ἡδονὴ μὲν τῶν ἡδέων,
ὑγεία δὲ τῶν ὑγιεινῶν· ταῦτα γὰρ ποιητικὰ λέγεται τούτων.
ἔργον αὐτῆς οὐδεμία τῶν
κατὰ μέρος λεγομένων ἀρετῶν· πασῶν γάρ ἐστι βελτίων, τὸ δὲ ποιούμενον τέλος
ἀεὶ κρεῖττόν ἐστι τῆς ποιούσης ἐπιστήμης· οὐδὲ μὴν
γὰρ δεῖ τὸ τέλος εἶναι τοῦ
γιγνομένου, οὐδὲν δὲ βέλτιον εἶναι φρονήσεως, πλὴν εἴ τι τῶν εἰρημένων,
τούτων δὲ οὐδὲν ἕτερον αὐτῆς ἐστιν ἔργον. θεωρητικήν τινα ἄρα φατέον εἶναι
ταύτην τὴν ἐπιστήμην, ἐπείπερ ἀδύνατον ποίησιν εἶναι τὸ τέλος. τὸ φρονεῖν
ἄρα καὶ τὸ θεωρεῖν ἔργον τῆς ἀρετῆς ἐστι καὶ τοῦτο πάντων
ἐστὶν αἱρετώτατον τοῖς ἀνθρώποις, ὥσπερ οἶμαι καὶ τὸ τοῖς ὄμμασιν ὁρᾶν, ὅ
καὶ ἕλοιτό τις ἂν ἔχειν, εἰ καὶ μή τι μέλλοι γίγνεσθαι διʼ αὐτὸ παρʼ αὐτὴν
τὴν ὄψιν ἕτερον. ἔτι εἰ τὸ ὁρᾶν ἀγαπῶμεν διʼ
ἑαυτό, ἱκανῶς
μαρτυρεῖ τοῦτο ὅτι πάντες τὸ φρονεῖν καὶ τὸ γιγνώσκειν ἐσχάτως ἀγαπῶσιν. ἔτι
εἴ τις
ἀληθὴς δόξα φρονήσει ὅμοιον, εἴπερ αἱρετὸν τὸ δοξάζειν
διακρίνεται τοῦ μὴ ζῆν, καὶ ταύτης παρουσίᾳ καὶ δυνάμει τὸ ζῆν
διώρισται, καὶ ταύτης ἐξαιρουμένης οὐκ ἔστιν ἄξιον ζῆν ὥσπερ ἀναιρουμένου
τοῦ ζῆν αὐτοῦ διὰ τὴν αἴσθησιν. τῆς δὲ αἰσθήσεως ἡ τῆς ὄψεως διαφέρει
δύναμις τῷ σαφεστάτη εἶναι, καὶ διὰ
τοῦτο καὶ μάλιστα αἱρούμεθα
αὐτήν· αἴσθησις δὲ πᾶσα δύναμίς ἐστι γνωριστικὴ διὰ σώματος, ὥσπερ ἡ
τὴν ψυχὴν αἱρούμεθα,
πάλαι δὲ εἴπομεν ὅτιπερ δυοῖν ἀεὶ μᾶλλον αἱρετὸν ᾧ μᾶλλον ὑπάρχει ταὐτόν,
τῶν μὲν αἰσθήσεων τὴν ὄψιν ἀνάγκη μάλιστα αἱρετὴν εἶναι καὶ τιμίαν, ταύτης
δὲ καὶ τῶν ἄλλων ἀπασῶν αἱρετωτέρα καὶ τοῦ ζῆν ἐστιν ἡ φρόνησις κυριωτέρα
τῆς ἀληθείας· ὥστε πάντες ἄνθρωποι τὸ φρονεῖν μάλιστα
διώκουσι. τὸ γὰρ ζῆν ἀγαπῶντες τὸ φρονεῖν καὶ τὸ γνωρίζειν ἀγαπῶσι· διʼ
οὐδὲν γὰρ
VIII. Οὐ χεῖρον δʼ ἔτι καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὑπομνῆσαι τὸ προκείμενον,
ἀπὸ τῶν ἐναργῶς
πᾶσι φαινομένων. παντὶ δὴ οὖν τοῦτό γε πρόδηλον,
ὡς οὐδεὶς ἂν ἕλοιτο ζῆν ἔχων τὴν μεγίστην ἀπʼ ἀνθρώπων
οὐκοῦν ἀφροσύνην, ὡς
ἔοικε, μάλιστα πάντες φεύγουσιν. ἐναντίον δὲ φρόνησις ἀφροσύνῃ, τῶν δʼ
ἐναντίων ἑκάτερον τὸ μὲν φευκτόν ἐστι τὸ δὲ αἱρετόν.
τὸν λόγον
φαίνεται τὸ πάντων αἱρετώτατον οὐ διʼ ἕτερόν τι τῶν συμβαινόντων, ὡς
μαρτυροῦσιν αἰ κοιναὶ ἔννοιαι. εἰ γὰρ καὶ πάντα τις ἔχοι, διεφθαρμένος δὲ
εἴη καὶ νοσῶν τῷ φρονοῦντι, οὐχ αἱρετὸς ὁ βίος· οὐδὲν γὰρ ὄφελος οὐδὲ τῶν
ἄλλων ἀγαθῶν.
ὥστε πάντες καθόσον αἰσθάνονται τοῦ φρονεῖν καὶ
γεύεσθαι δύνανται τούτου τοῦ πράγματος, οὐδὲν οἴονται τἆλλα εἶναι, καὶ διὰ
ταύτην τὴν αἰτίαν οὔτʼ ἂν μεθύων οὔτε παιδίον οὐδʼ ἄν εἷς ἡμῶν ὑπομείνειεν
εἶναι διὰ τέλους τὸν βίον. διὰ δὴ τοῦτο καὶ τὸ καθεύδειν
καὶ τὸ ἐγρηγορέναι πλὴν τῷ τὴν ψυχὴν τότε
μὲν πολλάκις ἀληθεύειν, καθεύδοντος δὲ ἀεὶ διεψεῦσθαι· τὸ γὰρ τῶν ἐνυπνίων
εἴδωλόν ἐστι καὶ ψεῦδος ἅπαν.
Καὶ τὸ φεύγειν δὲ τὸν θάνατον τοὺς πολλοὺς δείκνυσι τὴν φιλομάθειαν τῆς
ψυχῆς. φεύγει γὰρ ἃ
μὴ γιγνώσκει, τὸ σκοτῶδες καὶ τὸ μὴ δῆλον,
φύσει
δέ εἰσιν, ὡς ἔοικε, τοῦ
φρονῆσαί τι καὶ ἰδεῖν. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ χαίρομεν τοῖς συνήθεσι καὶ
πράγμασι καὶ ἀνθρώποις, καὶ φίλους τούτους καλοῦμεν τοὺς γνωρίμους. δηλοῖ
οὖν ταῦτα σαφῶς ὅτι τὸ γνωστὸν καὶ
ἐστιν· εἰ δὲ τὸ γνωστὸν καὶ τὸ σαφές, δῆλον ὅτι
καὶ τὸ γιγνώσκειν ἀναγκαῖον καὶ τὸ φρονεῖν ὁμοίως.
Πρὸς δὴ τούτοις, ὥσπερ ἐπὶ τῆς οὐσίας οὐχ ἡ
αὐτῆς οἶμαι δεόμεθα
πρός τε τὸ ζῆν μόνον καὶ πρὸς τὸ ζῆν καλῶς. τοῖς μὲν οὖν πολλοῖς πολλὴ
συγγνώμη τοῦτο πράττειν (εὔχονται μὲν γὰρ εὐδαιμονεῖν, ἀγαπῶσι δὲ κἂν μόνον
δύνωνται ζῆν), ὅστις δὲ οἴεται μὴ
Γνοίη δʼ ἄν τις τὸ αὐτὸ καὶ ἀπὸ τούτων, εἰ
θεωρήσειεν ὑπʼ αὐγὰς
τὸν ἀνθρώπειον βίον. εὑρήσει γὰρ τὰ δοκοῦντα εἶναι μεγάλα τοῖς ἀνθρώποις
πάντα ὄντα σκιαγραφίαν. ὅθεν καὶ λέγεται καλῶς τὸ μηδὲν εἶναι τὸν ἄνθρωπον
καὶ τὸ μηδὲν εἶναι βέβαιον τῶν ἀνθρωπίνων. ἰσχύς τε γὰρ καὶ μέγεθος καὶ
κάλλος
γέλως ἐστὶ καὶ οὐδενὸς ἄξια, κάλλος τε παρὰ τὸ μηδὲν
τιμαὶ δὲ καὶ δόξαι τὰ ζηλούμενα μᾶλλον
τῶν λοιπῶν ἀδιηγήτου γέμει φλυαρίας· τῷ γὰρ καθορῶντι τῶν ἀιδίων τι ἠλίθιον
περὶ ταῦτα σπουδάζειν. τί δʼ ἐστὶ μακρὸν ἢ τί πολυχρόνιον τῶν ἀνθρωπίνων;
ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν, οἶμαι, καὶ βίου βραχύτητα καὶ
τοῦτο φαίνεται πολύ. τίς ἂν οὖν εἰς ταῦτα βλέπων
προσδεσμεύοντας κατʼ
ἀντικρὺ τοῖς ζῶσι νεκροὺς ἀντιπροσώπους ἕκαστον πρὸς ἕκαστον μέρος
προσαρμόττοντας, οὕτως ἔοικεν ἡ ψυχὴ διατετάσθαι καὶ προσκεκολλῆσθαι πᾶσι
τοῖς αἰσθητικοῖς τοῦ σώματος μέλεσιν. οὐδὲν οὖν θεῖον ἢ μακάριον ὑπάρχει
τοῖς ἀνθρώποις, πλὴν ἐκεῖνό γε μόνον ἄξιον σπουδῆς, ὅσον ἐστὶν
ἐν ἡμῖν νοῦ καὶ φρονήσεως· τοῦτο γὰρ μόνον ἔοικεν εἶναι τῶν ἡμετέρων
ἀθάνατον καὶ μόνον θεῖον. καὶ παρὰ τὸ τῆς τοιαύτης δυνάμεως δύνασθαι
κοινωνεῖν, καίπερ ὢν ὁ βίος ἄθλιος φύσει καὶ χαλεπός,
ὅμως
οὕτως ᾠκονόμηται χαριέντως, ὥστε δοκεῖν πρὸς τὰ ἄλλα θεὸν εἶναι τὸν
ἄνθρωπον. ῾ ὁ νοῦς γὰρ ἡμῶν
ἐντεῦθεν, ὡς τὰ ἄλλα γε
πάντα φλυαρία τις ἔοικεν εἶναι πολλὴ καὶ λῆρος.
Οὕτως ἄν τις τὰς ἀπὸ τῶν
κατʼ ἐπιστήμην καὶ τὸν τοῦ νοῦ βίον.
IX. Ἄνωθεν δὲ ἀρχόμενοι ἀπὸ τοῦ τῆς φύσεως βουλήματος ἐπὶ τὴν αὐτὴν προτροπὴν
προχωοροῦμεν oὑτωσί. τῶν γινομένων τὰ μὲν ἀπό τινος διανοίας καὶ τέχνης
γίνεται, οἷον οἰκία καὶ πλοῖον (ἀμφοτέρων γὰρ τούτων αἰτία τέχνη τίς ἐστι
καὶ διάνοια), τὰ δὲ διὰ
τέχνης μὲν οὐδεμιᾶς, ἀλλὰ διὰ φύσιν·
ζῴων γὰρ καὶ φυτῶν αἰτία φύσις, καὶ κατὰ φύσιν γίνεται πάντα τὰ τοιαῦτα.
ἀλλὰ μὴν καὶ διὰ τύχην ἔνια γίνεται τῶν
γίνεσθαί φαμεν. τῶν μὲν οὖν ἀπὸ τύχης
γιγνομένων
τοῦτο ὅτι βέλτιόν ἐστιν ἢ τὸ διὰ
τοῦτο γιγνόμενον. λέγω δʼ ὅσων καθʼ αὑτὴν ἡ τέχνη πέφυκεν αἰτία καὶ μὴ κατὰ
συμβεβηκός· ὑγείας μὲν γὰρ ἰατρικὴν μᾶλλον ἢ νόσου κυρίως ἂν θείημεν,
οἰκοδομικὴν δὲ οἰκίας, ἀλλʼ οὐ τοῦ καταβάλλειν. πᾶν ἄρα ἕνεκά του γίγνεται
τὸ κατὰ τέχνην, καὶ τοῦτο τέλος αὐτῆς τὸ βέλτιστον, τὸ
μέντοι διὰ τύχην οὐ γίνεται ἕνεκά του· συμβαίη μὲν γὰρ ἂν καὶ ἀπὸ τύχης τι
ἀγαθόν, οὐ μὴν ἀλλὰ κατά γε τὴν τύχην καὶ καθόσον ἀπὸ τύχης οὐκ ἀγαθόν,
ἀόριστον δʼ ἀεὶ τὸ γιγνόμενόν ἐστι κατʼ αὐτήν.
ἀλλὰ μὴν τό γε
κατὰ φύσιν ἕνεκά του γίγνεται, καὶ
ἀδυνατεῖν, οἷον αὐτίκα καὶ περὶ τὰς γενέσεις· ἔνια
δὲ πολλῶν δεῖται τεχνῶν πρὸς σωτηρίαν κατά τε τὴν
πρώτην γένεσιν καὶ πάλιν κατὰ τὴν ὑστέραν τροφήν. εἰ τοίνυν ἡ τέχνη μιμεῖται
τὴν φύσιν, ἀπὸ ταύτης ἠκολούθηκε καὶ ταῖς τέχναις τὸ τὴν γένεσιν ἅπασαν
ἕνεκά του γίγνεσθαι. τὸ γὰρ ὀρθῶς γιγνόμενον
ἅπαν ἕνεκά του
γίγνεσθαι θείημεν ἄν. οὐκοῦν τό γε καλῶς, ὀρθῶς· καὶ τὸ μὲν γιγνόμενον
γίγνεται, γέγονε δὲ τὸ γεγονὸς τό γε μὴν κατὰ φύσιν ἅπαν καλῶς, εἴπερ τὸ
παρὰ φύσιν φαῦλον καὶ τῷ κατὰ 144 Κ. φύσιν
τις ἂν καὶ ἀφʼ ἑκάστου τῶν
ἐν ἡμῖν μερῶν· οἷον εἰ κατανοοῖς τὸ βλέφαρον, ἴδοις ἂν ὡς οὐ μάτην ἀλλὰ
βοηθείας χάριν τῶν ὀμμάτων γέγονεν, ὅπως ἀνάπαυσίν τε παρέχῃ καὶ κωλύῃ τὰ
προσπίπτοντα πρὸς τὴν ὄψιν. οὐκοῦν ταὐτόν ἐστιν οὗ τε ἕνεκα γέγονέ τι καὶ οὗ
ἕνεκα δεῖ γεγονέναι· οἷον εἰ πλοῖον ἕνεκα τῆς κατὰ θάλατταν
κομιδῆς ἔδει γίγνεσθαι, διὰ τοῦτο καὶ γέγονε. καὶ μὴν τά γε ζῷα τῶν φύσει
τε καὶ κατὰ φύσιν γέγονε. καὶ τοῦτό ἐστι τῶν ὄντων οὐ χάριν ἡ
φύσις ἡμᾶς ἐγέννησε καὶ ὁ θεός. τί δὴ τοῦτό ἐστι Πυθαγόρας ἐρωτώμενος, τὸ
θεάσασθαιʼ εἶπε
καὶ Ἀναξαγόραν δέ φασιν εἰπεῖν ἐρωτηθέντα τίνος ἂν
ἕνεκα ἕλοιτο γενέσθαι τις καὶ ζῆν, ἀποκρίνασθαι πρὸς τὴν ἐρώτησιν· ὡς ῾τοῦ
θεάσασθαι τὰ περὶ τὸν οὐρανὸν καὶ
εἰ τοίνυν παντὸς ἀεὶ τὸ τέλος ἐστὶ βέλτιον (ἕνεκα γὰρ
τοῦ τέλους πάντα γίγνεται τὰ γιγνόμενα, τὸ δʼ οὐ ἕνεκα βέλτιον καὶ βέλτιστον
πάντων), τέλος δὲ κατὰ φύσιν τοῦτό ἐστιν ὃ κατὰ τὴν γένεσιν πέφυκεν ὕστατον
ἐπιτελεῖσθαι περαινομένης τῆς γενέσεως συνεχῶς· οὐκοῦν
πρῶτον
μὲν τὰ κατὰ τὸ σῶμα τῶν ἀνθρώπων λαμβάνει τέλος, ὕστερον δὲ τὰ κατὰ τὴν
ψυχὴν, καί πως ἀεὶ τὸ τοῦ βελτίονος τέλος ὑστερίζει τῆς γενέσεως.
δῆλον ὅτι καὶ ἐσμὲν ἕνεκα τοῦ φρονῆσαί τι καὶ μαθεῖν. καλῶς ἄρα
κατά γε τοῦτον τὸν λόγον Πυθαγόρας εἴρηκεν ὡς ἐπὶ τὸ γνῶναί τε καὶ θεωρῆσαι
πᾶς ἄνθρωπος ὑπὸ τοῦ θεοῦ συνέστηκεν. ἀλλὰ τοῦτο τὸ γνωστὸν πότερον ὁ κόσμος
ἐστὶν ἤ τις ἑτέρα φύσις,
σκεπτέον ἴσως ὕστερον, νῦν δὲ τοσοῦτον
ἱκανὸν τὴν πρώτην ἡμῖν. εἰ γάρ ἐστι κατὰ φύσιν τέλος ἡ φρόνησις, ἄριστον ἂν
εἴη πάντων τὸ φρονεῖν. ὥστε τὰ μὲν ἄλλα δεῖ πράττειν ἕνεκα τῶν ἐν αὐτῷ
γιγνομένων ἀγαθῶν, τούτων δὲ αὐτῶν τὰ μὲν ἐν τῷ σώματι τῶν
ἐν
πλεῖστον. τὰ
μὲν γὰρ διʼ ἕτερον ἀγαπώμενα τῶν
ἄπειρον οἴχεται προϊόν, ἀλλʼ ἵσταταί που. γελοῖον οὖν
ἤδη παντελῶς τὸ ζητεῖν ἀπὸ παντὸς ὠφέλειαν ἑτέραν παρʼ αὐτὸ τὸ πρᾶγμα, καὶ
τί οὖν ἡμῖν ὄφελος;ʼ καὶ ‘τί χρήσιμον;ʼ ἐρωτῶν. ὡς ἀληθῶς γάρ, ὅπερ λέγομεν,
ἂν γένοιτο, μόνον δὲ
καταλείπεται τὸ διανοεῖσθαι καὶ θεωρεῖν, ὅνπερ καὶ νῦν ἐλεύθερόν φαμεν βίον
εἶναι. εἰ δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, πῶς οὐκ ἂν αἰσχύνοιτο δικαίως ὅστις ἡμῶν
ἐξουσίας γενομένης ἐν μακάρων οἰκῆσαι νήσοις ἀδύνατος εἴη διʼ ἑαυτόν; οὐκοῦν
οὐ
μεμπτὸς ὁ μισθός ἐστι τῆς ἐπιστήμης τοῖς ἀνθρώποις, οὐδὲ
μικρὸν τὸ γιγνόμενον ἀπʼ αὐτῆς ἀγαθόν. ὥσπερ γὰρ τῆς δικαιοσύνης, ὥς φασιν
οἱ σοφοὶ τῶν ποιητῶν, ἐν Ἅιδου κομιζόμεθα τὰς δωρεάς, οὕτω τῆς φρονήσεως
μὴ φαίνηται χρησίμη οὖσα μηδʼ ὠφέλιμος· οὐ γὰρ
ἔσεσθαι (αὐτὴ γὰρ ἡ θεωρία κρείττων πολλῶν ἐστι
χρημάτων), καὶ τὰ Διονύσια δὲ θεωροῦμεν οὐχ ὡς ληψόμενοί τι παρὰ τῶν
ὑποκριτῶν ἀλλὰ καὶ προσθέντες, πολλάς τε ἄλλας θέας ἑλοίμεθα
προτιμητέον πάντων τῶν δοκούντων εἶναι χρησίμων.
οὐκ
οἴεσθαι δεῖν θεωρεῖν ἀμισθί. οὕτω μὲν οὖν ἀπὸ τοῦ βουλήματος τῆς φύσεως
ἐπιόντες προετρέψαμεν ἐπὶ τὸ φρονεῖν ὡς ἐπὶ ἀγαθόν τε ὑπάρχον καὶ διʼ αὐτὸ
τίμιον, κὰν μηδὲν ἀπʼ αὐτοῦ χρήσιμον γίγνηται ὡς πρὸς τὸν ἀνθρώπινον
βίον.
X. Ἀλλὰ μὴν ὅτι γε καὶ ὡφελείας τὰς μεγίστας
μέλλοντας ἀγαθοὺς ἰατροὺς ἔσεσθαι καὶ
γυμναστὰς περὶ φύσεως ἐμπείρους εἶναι, οὕτω καὶ τοὺς ἀγαθοὺς νομοθέτας
ἐμπείρους εἶναι δεῖ τῆς φύσεως, καὶ πολύ γε μᾶλλον ἐκείνων. οἱ μὲν γὰρ τῆς
τοῦ σώματος ἀρετῆς εἰσι δημιουργοὶ μόνον, οἱ δὲ περὶ τὰς τῆς
ψυχῆς ἀρετὰς ὄντες καὶ περὶ πόλεως εὐδαιμονίας καὶ κακοδαιμονίας διδάξειν
προσποιούμενοι πολὺ δὴ μᾶλλον προσδέονται φιλοσοφίας. καθάπερ γὰρ ἐν ταῖς
ἄλλαις τέχναις ταῖς δημιουργικαῖς ἀπὸ τῆς φύσεως εὕρηται τὰ βέλτιστα τῶν
ὀργάνων, οἷον ἐν τεκτονικῇ στάθμη
καὶ κανὼν καὶ τόρνος τὰ μὲν
ὕδατι καὶ φωτὶ καὶ ταῖς αὐγαῖς τῶν ἀκτίνων ληφθέντων, πρὸς ἃ κρίνοντες τὸ
κατὰ τὴν αἴσθησιν ἱκανῶς εὐθὺ καὶ λεῖον βασανίζομεν,
τρίτων καὶ πολλοστῶν, τούς τε λόγους ἐξ ἐμπειρίας λαμβάνουσι·
τῷ δὲ φιλοσόφῳ μόνῳ τῶν ἄλλων ἀπʼ αὐτῶν τῶν ἀκριβῶν ἡ μίμησίς ἐστιν· αὐτῶν
γάρ ἐστι θεατής, ἀλλʼ οὐ μιμημάτων. ὥσπερ οὖν οὐδʼ οἰκοδόμος ἀγαθός ἐστιν
οὗτος ὅστις κανόνι μὲν μὴ χρῆται
μηδὲ τῶν ἄλλων μηδενὶ τῶν
τοιούτων ὀργάνων, ἑτέροις δὲ οἰκοδομήμασι παραβάλλων, ὁμοίως ἴσως κἂν εἴ τις
τοιούτων, οὐκ ἀγαθὸς
νομοθέτης οὐδὲ σπουδαῖος· οὐ γὰρ ἐνδέχεται μὴ καλοῦ μίμημα καλὸν εἶναι, μηδὲ
θείου καὶ βεβαίου τὴν φύσιν ἀθάνατον καὶ βέβαιον, ἀλλὰ μόνον ὅτι μόνου τῶν
δημιουργῶν τοῦ φιλοσόφου καὶ νόμοι βέβαιοι καὶ πράξεις εἰσὶν ὀρθαὶ καὶ
καλαί.
οὐδενός ἐστι (μόνον γὰρ αὐτῆς ἔργον ἐστὶ τὸ κρίνειν καὶ
δηλοῦν ἕκαστον τῶν ὁρατῶν), ἡμῖν δὲ παρέχει τὸ πράττειν τι διʼ αὐτὴν καὶ
βοηθεῖ πρὸς τὰς πράξεις ἡμῖν τὰ μέγιστα (σχεδὸν γὰρ ἀκίνητοι παντελῶς ἂν
εἶμεν στερηθέντες αὐτῆς), οὕτω δῆλον ὅτι καὶ τῆς ἐπιστήμης
θεωρητικῆς οὔσης μυρία πράττομεν κατʼ αὐτὴν ὅμως ἡμεῖς, καὶ τὰ μὲν
λαμβάνομεν τὰ δὲ φεύγομεν τῶν πραγμάτων,
XI. Ὅτι τοίνυν τοῖς ἑλομένοις τὸν κατὰ νοῦν βίον καὶ τὸ ζῆν ἡδέως μάλιστα
ὑπάρχει, δῆλον ἄν γένοιτο ἐντεῦθεν.
φαίνεται διττῶς λέγεσθαι τὸ
ζῆν, τὸ μὲν κατὰ δύναμιν τὸ δὲ κατʼ ἐνέργειαν· ὁρῶντα γὰρ εἶναί φαμεν ὅσα τε
ἔχει τῶν ζῴων ὄψιν καὶ δυνατὰ πέφυκεν ἰδεῖν, κἂν μύοντα τυγχάνῃ, καὶ τὰ
χρώμενα τῇ δυνάμει καὶ προσβάλλοντα τὴν ὄψιν. ὁμοίως δὲ καὶ τὸ ἐπίστασθαι
καὶ τὸ γιγνώσκειν, ἕν μὲν τὸ χρῆσθαι καὶ θεωρεῖν λέγομεν, ἕν δὲ
τὸ κεκτῆσθαι τὴν δύναμιν καὶ τὴν ἐπιστήμην ἔχειν. εἰ τοίνυν τῷ μὲν
αἰσθάνεσθαι τὸ ζῆν διακρίνομεν καὶ τὸ μὴ ζῆν, τὸ δʼ αἰσθάνεσθαι διττόν,
κυρίως μὲν τὸ χρῆσθαι ταῖς αἰσθήσεσιν ἄλλως
δὲ τὸ δύνασθαι
(διόπερ φαμὲν αἰσθάνεσθαι
αἰσθάνεσθαί τινος. διὰ τοῦτο καὶ εἰς τοῦτο
βλέποντες, ὅταν οὖν λέγηταί τι ταὐτὸν ἑκάτερον δυοῖν ὄντοιν, δὲ θάτερον
λεγόμενον ἢ τὸ ποιεῖν ἢ τὸ πάσχειν, τούτῳ μᾶλλον ἀποδώσομεν ὑπάρχειν τὸ
λεχθέν, οἷον ἐπίστασθαι μὲν μᾶλλον τὸν χρώμενον τοῦ τὴν
ἐπιστήμην ἔχοντος, ὁρᾶν δὲ τὸν προσβάλλοντα τὴν ὄψιν τοῦ δυναμένου
προσβάλλειν. οὐ γὰρ μόνον τὸ μᾶλλον λέγομεν καθʼ ὑπεροχὴν ὧν ἄν εἶς ᾖ λόγος,
ἀλλὰ καὶ κατὰ τὸ πρότερον εἶναι τὸ δὲ ὕστερον, οἷον τὴν ὑγείαν τῶν ὑγιεινῶν
μᾶλλον ἀγαθὸν εἶναί φαμεν,
τῇ ψυχῇ τοῦ μόνον ἔχοντος· διὰ γὰρ ἐκεῖνον καὶ
τοῦτον ζῆν φαμεν, ὅτι τοιοῦτός ἐστιν οἷος ἐκεῖνος πάσχειν ἢ ποιεῖν. οὐκοῦν
τό γε χρῆσθαι παντὶ τοῦτʼ ἐστίν, ὅταν εἰ μὲν ἑνὸς ἡ δύναμίς ἐστι, τοῦτο αὐτὸ
πράττῃ τις, εἰ δὲ πλειόνων τὸν ἀριθμόν, ὅ ἂν τούτων τὸ βέλτιστον,
οἷον αὐλοῖς, ἤτοι μόνον ὅταν αὐλῇ χρῆταί τις ἢ μάλιστα· ἴσως γὰρ ἐπὶ
τούτῳ καὶ τὰ τῶν ἄλλων.
λογίζεσθαι. ἁπλοῦν ἄρα ἤδη τοῦτο καὶ παντὶ συλλογίζεσθαι ῥᾴδιον ὅτι ζῇ
μᾶλλον ὁ διανοούμενος ὀρθῶς καὶ μάλιστα πάντων ὁ μάλιστα ἀληθεύων, οὗτος δέ
ἀποδοτέον, τοῖς φρονοῦσι καὶ τοῖς φρονίμοις. εἰ δὲ
ἀλλὰ μὴν ἥ γε τελεία ἐνέργεια καὶ ἀκώλυτος ἐν ἑαυτῇ ἔχει τὸ
χαίρειν, ὥστε ἂν εἴη ἡ θεωρητικὴ ἐνέργεια πασῶν ἡδίστη. ἔτι τοίνυν ἕτερόν
ἐστιν τὸ ἡδόμενον πίνειν καὶ τὸ ἡδέως πίνειν· οὐδὲν γὰρ κωλύει μὴ διψῶντά
τινα μηδὲ οἵῳ χαίρει πόματι προσφερόμενον
πίνοντα χαίρειν, μὴ
τῷ πίνειν ἀλλὰ τῷ συμβαίνειν ἅμα θεωρεῖν ἢ θεωρεῖσθαι καθήμενον. οὐκοῦν
τοῦτον ἥδεσθαι μὲν καὶ ἡδόμενον πίνειν φήσομεν, ἀλλʼ οὐ τῷ πίνειν οὐδὲ ἡδέως
πίνειν. οὐκοῦν οὕτως καὶ βάδισιν καὶ καθέδραν καὶ μάθησιν καὶ πᾶσαν κίνησιν
ἐροῦμεν ἡδεῖαν ἢ λυπηράν, οὐχ ὅσων συμβαίνει λυπεῖσθαι
ἀπὸ τῆς χρήσεως γιγνομένην φαμὲν εἶναι τῆς ψυχῆς· τοῦτο γάρ
ἐστι τὸ ζῆν ἀληθῶς. εἰ τοίνυν καὶ πολλαὶ ψυχῆς εἰσι χρήσεις, ἀλλὰ κυριωτάτη
γε πασῶν ἡ τοῦ φρονεῖν ὅ τι μάλιστα. δῆλον τοίνυν ὅτι καὶ τὴν γιγνομένην ἀπὸ
τοῦ φρονεῖν καὶ θεωρεῖν ἡδονὴν ἢ μόνην
ἢ μάλιστα ἀναγκαῖον ἀπὸ
τοῦ ζῆν εἶναι. τὸ ζῆν ἄρα ἡδέως καὶ τὸ χαίρειν ὡς ἀληθῶς ἤτοι μόνοις ἢ
μάλιστα ὑπάρχει τοῖς φιλοσόφοις. ἡ γὰρ τῶν ἀληθεστάτων νοήσεων ἐνέργεια καὶ
ἀπὸ τῶν μάλιστα ὄντων πληρουμένη
αὕτη πασῶν
ἐστι καὶ πρὸς εὐφροσύνην ἀνυσιμωτάτη. ὥστε καὶ διʼ αὐτὸ τὸ χαίρειν τὰς
ἀληθεῖς καὶ ἀγαθὰς ἡδονὰς φιλοσοφητέον ἐστὶ τοῖς νοῦν ἔχουσιν.
ΧII. Εἰ δὲ δεῖ μὴ μόνον ἀπὸ τῶν μερῶν τοῦτο συλλογίσασθαι, ἀλλὰ καὶ ἀπὸ τῆς
ὅλης εὐδαιμονίας ἄνωθεν
τὸ αὐτὸ κατασκευάσαι, λέγωμεν διαρρήδην
ὅτι δὴ ὡς ἔχει πρὸς εὐδαιμονίαν τὸ φιλοσοφεῖν, οὕτω καὶ πρὸς τὸ σπουδαῖον
ἡμῖν ἢ φαῦλον εἶναι αὐτὸ διακεῖσθαι. πάντα γὰρ τὰ μὲν πρὸς τοῦτο τὰ δὲ διὰ
τοῦτο πᾶσιν
τὰ δὲ ἡδέα διʼ ὧν εὐδαιμονοῦμεν. οὐκοῦν
τὴν εὐδαιμονίαν τιθέμεθα ἤτοι φρόνησιν εἶναι καί τινα σοφίαν ἢ τὴν ἀρετὴν ἢ
τὸ μάλιστα χαίρειν
ἐν ἡμῖν, ἥδιστόν τε πάντων ἐστὶν ὡς ἓν
πρὸς ἕν ἡ φρόνησις. ὁμοίως δὲ κἂν ταῦτα πάντα ταὐτὰ φῇ τις εἶναι τὴν
εὐδαιμονίαν, ὁριστέον ἐστὶ τὸ φρονεῖν. ὥστε φιλοσοφητέον ἂν εἴη πᾶσι τοῖς
δυναμένοις· ἢ γάρ τοι τοῦτʼ ἐστὶ τὸ τελέως εὖ ζῆν, ἢ μάλιστά γε πάντων ὡς
ἓν εἰπεῖν αἴτιον ταῖς ψυχαῖς. ἀλλʼ ἐνταῦθα μὲν διὰ τὸ παρὰ
φύσιν ἴσως εἶναι τὸ γένος ἡμῶν χαλεπὸν τὸ μανθάνειν τι καὶ σκοπεῖν ἐστι, καὶ
μόλις αἰσθάνοιτο, διὰ τὴν ἀφυίαν καὶ τὴν παρὰ φύσιν ζωήν· ἄν δέ ποτε
δυνηθῶμεν σωθῆναι πάλιν ὅθεν ἐληλύθαμεν, δῆλον
ὡς ἥδιον καὶ
ῥᾷον αὐτὸ ποιήσομεν πάντες. νῦν μὲν γὰρ ἀφειμένοι τῶν ἀγαθῶν διατελοῦμεν
πράττοντες τὰ ἀναγκαῖα, καὶ μάλιστα πάντων οἱ μάλιστα μακάριοι δοκοῦντες
εἶναι τοῖς πολλοῖς· ἐὰν δὲ τῆς οὐρανίας ὁδοῦ λαβώμεθα καὶ ἐπὶ τὸ σύννομον
ἄστρον τὴν
ζωὴν τὴν ἑαυτῶν ἀπερείσωμεν, τότε φιλοσοφήσομεν ζῶντες ἀληθῶς
καὶ θεώμενοι θεωρίας ἀμηχάνους τὸ κάλλος, ἀτενίζοντες τῇ ψυχῇ πρὸς τὴν
ἀλήθειαν ἀραρότως καὶ θεώμενοι τὴν τῶν θεῶν ἀρχήν, εὐφραινόμενοι καὶ
χαίροντες συνεχῶς ἀπὸ τοῦ θεωρεῖν, ἡδόμενοι
XIII. Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν περὶ φιλοσοφίας
ἐννοιῶν ποιήσασθαί
τινα ἐπὶ τοῦτο παράκλησιν, ἴθι δὴ καὶ ἀπὸ τούτων ἐπέλθωμεν οὑτωσί.
κινδυνεύουσιν ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς
ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι.
καὶ μάλα
ἀπαλλαγὲν αὐτὸ καθʼ αὑτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ
τὴν ψυχὴν τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθʼ αὐτὴν εἶναι. τούτου δὴ οὖν
οὕτως ἔχοντος, εἰκότως δὴ οὐκ ἔστι φιλοσόφου ἀνδρὸς ἐσπουδακέναι περὶ τὰς
ἡδονὰς καλουμένας τὰς τοιάσδε, οἷον σίτων
τε καὶ ποτῶν, οὐδὲ
τὰς τῶν ἀφροδισίων· ἀλλʼ οὐδὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα θεραπείας ἐντίμους
ἡγήσεται ὁ τοιοῦτος, οἷον ἱματίων διαφερόντων κτήσεις καὶ ὑποδημάτων, καὶ
τοὺς ἄλλους καλλωπισμοὺς τοὺς περὶ τὸ σῶμα οὐ τιμᾷ, ἀτιμάζει δὲ καθόσον μὴ
πολλὴ
καὶ
δοκεῖ γέ που διὰ τοῦτο τοῖς πολλοῖς ἀνθρώποις, ᾧ μηδὲν ἡδὺ τῶν τοιούτων μηδὲ
μετέχει αὐτῶν, οὐκ ἄξιον εἶναι ζῆν, ἀλλʼ ἐγγύς τι τείνειν τοῦ τεθνάναι ὁ
μηδὲν φροντίζων τῶν ἡδονῶν αἵ διὰ τοῦ σώματός εἰσι. καὶ μὴν περί γε αὐτὴν
τὴν τῆς φρονήσεως
κτῆσιν ἐμπόδιον τὸ σῶμα, ἐάν τις αὐτὸ ἐν τῇ
ζητήσει
εἰ αὗται τῶν περὶ τὸ σῶμα αἰσθήσεων μὴ ἀκριβεῖς
εἰσι μηδὲ σαφεῖς, σχολῇ αἵ γε ἄλλαι· πᾶσαι γάρ που τούτων φαυλότεραί εἰσιν.
οὐκοῦν εἰ ἡ ψυχὴ τῆς ἀληθείας
πάντως που ἐν τῷ λογίζεσθαι, εἴπερ που
ἄλλοθι, κατάδηλον αὐτῇ γίγνεταί τι τῶν ὄντων. λογίζεται δέ γέ που τότε
κάλλιστα, ὅταν αὐτὴν τούτων μηδὲν παραλυπῇ, μήτε ἀκοὴ μήτε ὄψις μήτε ἀλγηδὼν
μηδέ τις ἡδονή, ἀλλʼ ὅτι μάλιστα αὐτὴ καθʼ αὑτὴν γίγνηται
ἐῶσα
χαίρειν τὸ σῶμα, καὶ καθόσον δύνηται μὴ κοινωνοῦσα αὐτῷ μηδὲ ἁπτομένη
ὀρέγηται τοῦ ὄντος. οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει
τὸ σῶμα καὶ φεύγει ἀπʼ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθʼ αὐτὴν γίγνεσθαι.
Μάλιστα δὲ ἔσται τοῦτο δῆλον ἀπὸ τῆς τῶν εἰδῶν
ἐν τῷ διανοεῖσθαι μήτε ἄλλην αἴσθησιν ἐφέλκων μηδεμίαν μετὰ
τοῦ λογισμοῦ, ἀλλʼ αὐτῇ καθʼ αὐτὴν εἰλικρινεῖ τῇ διανοίᾳ χρώμενος αὐτὸ καθʼ
αὐτὸ εἰλικρινὲς ἕκαστον ἐπιχειροίη θηρεύειν τῶν ὄντων, ἀπαλλαγεὶς ὅ τι
μάλιστα ὀφθαλμῶν τε καὶ ὤτων καὶ ὥς ἔπος εἰπεῖν
ξύμπαντος τοῦ
σώματος, ὡς ταράττοντος καὶ οὐκ ἐῶντος τὴν ψυχὴν κτήσασθαι ἀλήθειάν τε καὶ
φρόνησιν, ὅταν κοινωνῇ. οὗτος γάρ ἐστιν, εἴπερ τις ἄλλος, ὁ τευξόμενος τοῦ
ὄντος. ἀνάγκη δὴ οὖν ἐκ πάντων τούτων παρίστασθαι δόξαν τοιάνδε τινὰ τοῖς
γνησίοις φιλοσόφοις,
ὥστε καὶ πρὸς ἀλλήλους τοιαῦτα ἄττα
λέγειν, ὅτι κινδυνεύει τι ὥσπερ ἀτραπὸς ἐκφέρειν ἡμᾶς μετὰ
φαμὲν δὲ τοῦτο εἶναι τὸ ἀληθές. μυρίας μὲν γὰρ
ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν
ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτε οὐδέν. καὶ
γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ
τούτου ἐπιθυμίαι. διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι
γίνονται, τὰ δὲ χρήματα ἀναγκαζόμεθα
κτᾶσθαι διὰ τὸ σῶμα,
δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας
πέρι διὰ πάντα ταῦτα. τὸ δὲ ἔσχατον πάντων ὅτι, ἐάν τις ἡμῖν καὶ σχολὴ
γένηται ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσιν αὖ
πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει,
ὥστε μὴ δύνασθαι ὑπ᾿ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται
ὅτι, εἰ μέλλομέν
ὡς
ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμέν τε καί φαμεν ἐρασταὶ εἶναι, φρόνησις,
ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δὲ οὔ. εἰ γὰρ μὴ οἷόν τε
μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν τὰ ἕτερα, ἢ οὐδαμοῦ ἔστι
κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι·
τότε γὰρ αὐτὴ καθʼ αὐτὴν
ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δὲ οὔ. καὶ ἐν ἂν ζῶμεν, οὕτως ὡς
ἔοικεν ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅ τι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ
σώματι μηδὲ κοινωνῶμεν, ὅ τι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου
μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. κάθαρσις
δὲ τοῦτο ξυμβαίνει, ὅπερ πάλαι ἐν τῷ λόγῳ λέγεται, τὸ χωρίζειν ὅ τι μάλιστα
ἀπὸ τοῦ σώματος
οἰκεῖν κατὰ τὸ δυνατὸν καὶ ἐν τῷ νῦν παρόντι καὶ ἐν τῷ
ἔπειτα μόνην καθʼ αὐτήν, ἐκλυομένην ὥσπερ ἐκ δεσμῶν ἐκ τοῦ σώματος. τοῦτο δὲ
θάνατος ὀνομάζεται, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος. λύειν δέ γε αὐτήν,
ὥς φαμεν, προθυμοῦνται ἀεὶ μάλιστα
καὶ μόνοι οἱ φιλοσοφοῦντες
ὀρθῶς, καὶ τὸ μελέτημα αὐτὸ τοῦτό ἐστι τῶν φιλοσόφων, λύσις καὶ χωρισμὸς
ψυχῆς ἀπὸ σώματος. ὥστε τὸ μέγιστον ἡμῖν ἀγαθὸν ἡ φιλοσοφία παρέχουσα, τὴν
ἀπαλλαγὴν τῶν ἐν τῇ ψυχῇ καὶ γενέσει δεσμῶν, περισπούδαστος ἂν
εἴη διαφερόντως.
Ἀλλὰ μὴν καὶ ἡ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω διακειμένοις μάλιστα προσήκει,
καὶ ἡ σωφροσύνη, ἣν καὶ οἱ πολλοὶ ὀνομάζουσι σωφροσύνην, τὸ περὶ τὰς
ἐπιθυμίας μὴ ἐπτοῆσθαι ἀλλʼ ὀλιγώρως ἔχειν καὶ
δήπου ὅτι τὸν θάνατον ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων
κακῶν. οὐκοῦν φόβῳ μειζόνων ὑπομένουσιν αὐτῶν οἱ ἀνδρεῖοι τὸν θάνατον, ὅταν
ὑπομένωσι. τῷ δεδιέναι ἄρα καὶ δέει ἀνδρεῖοί εἰσι πάντες πλὴν οἱ φιλόσοφοι.
καίτοι ἄλογόν γε δέει τινὰ καὶ δειλίᾳ
ἀνδρεῖον εἶναι. τί δὲ οἱ
κόσμιοι αὐτῶν; οὐ ταὐτὸν τούτῳ πεπόνθασιν; ἀκολασίᾳ τινὶ σώφρονές εἰσι;
καίτοι φαμέν γε ἀδύνατον εἶναι, ἀλλʼ ὅμως αὐτοῖς συμβαίνει τούτῳ ὅμοιον τὸ
πάθος τὸ περὶ ταύτην τὴν
στερηθῆναι καὶ
ἐπιθυμοῦντες ἐκείνων, ἄλλων ἀπέχονται ὑπʼ ἄλλων κρατούμενοι. καίτοι καλοῦσί
γε ἀκολασίαν τὸ ὑπὸ τῶν ἡδονῶν ἄρχεσθαι· ἀλλʼ ὅμως συμβαίνει αὐτοῖς
κρατουμένοις ὑφʼ ἡδονῶν κρατεῖν ἄλλων ἡδονῶν. τοῦτο δʼ ὅμοιόν ἐστιν ὅ νῦν δὴ
ἔλεγον, τρόπον τινὰ διʼ ἀκολασίαν αὐτοὺς σεσωφρονίσθαι. οὐ
τοίνυν αὕτη ἐστὶν ἡ ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας
πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσθαι, μείζω πρὸς ἐλάττω, ὥσπερ
νομίσματα, ἀλλʼ ἐκεῖνο μόνον τὸ
νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάττεσθαι,
φρόνησις, καὶ τούτου μὲν πάντα καὶ μετὰ τούτου ὠνούμενά τε καὶ πιπρασκόμενα
τῷ ὄντι ᾖ καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληθὴς
ἀρετὴ μετὰ φρονήσεως, καὶ προσγινομένων
ὄντι ἐστὶ κάθαρσίς τις τῶν τοιούτων
πάντων, καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία καὶ αὐτὴ ἡ φρόνησις
μὴ καθαρμός τις ᾖ. καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι
καταστήσαντες οὐ φαῦλοι εἶναι, ἀλλὰ τῷ ὄντι πάλαι αἰνίττεσθαι ὅτι ὅς ἂν
ἀμύητος
ἢ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται, ἐν βορβόρῳ κείσεται, ὁ
δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει.
εἰσὶ γὰρ δή, φασὶν οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ
τε
ἢ οἱ πεφιλοσοφηκότες. εἰ τοίνυν καὶ ἀρετὴν
τελείαν
ἀλλὰ τούτων ἕνεκα οἱ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν
κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἀπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς
αὐτούς, οὐχὶ οἰκοφθορίαν τε καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ
φιλοχρήματοι· οὐδὲ αὖ ἀτιμίαν τε καὶ ἀδοξίαν μοχθηρίας
δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ οἱ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν.
τοιγάρτοι τούτοις μὲν ἅπασιν ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ μὴ
σώματι πλάττοντες
ἐκείνῃ ἑπόμενοι, ἐκείνη ὑφηγεῖται.
γιγνώσκουσι γὰρ οἱ φιλομαθεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία
ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ
ὥσπερ διʼ ἑργμοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν
διʼ αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ κυλινδουμένην, καὶ τοῦ ἑργμοῦ τὴν
δεινότητα κατιδοῦσα ὅτι διʼ ἐπιθυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος
ξυλλήπτωρ εἴη τῷ δεδέσθαι, — ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι
οὕτω παραλαβοῦσα ἡ φιλοσοφία
ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα
παραμυθεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης
αὐτὴν δὲ εἰς αὐτὴν ξυλλέγεσθαι καὶ ἀθροίζεσθαι
παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλʼ ἢ
τὸ μὲν τοιοῦτον αἰσθητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ
νοητόν τε καὶ ἀειδές. ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι ἡ τοῦ
ὡς ἀληθῶς φιλοσόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν
ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό, ὅτι δὴ
ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται ἄμα τε ἡσθῆναι σφόδρα ἢ λυπηθῆναι ἐπὶ τούτῳ
καὶ ἡγεῖσθαι, περὶ ὅ ἂν πάσχῃ μάλιστα τοῦτο, τοῦτο ἐναργέστατόν
μάλιστα ὁρατά. οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα
καταδεῖται ψυχὴ ὑπὸ σώματος, ἐπεὶ ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα
προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν
ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ. ἐκ γὰρ
τοῦ ὁμοδοξεῖν
τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγκάζεται, οἶμαι, ὁμότροπός τε καὶ
ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς Ἅιδου καθαρῶς ἀφικέσθαι, ἀλλʼ ἀεὶ
ἀναπλέα τοῦ σώματος ἐξιέναι, ὥστε ταχὺ πάλιν πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ
σπειρομένη μὴ
οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι ἑαυτὴν λύειν, λυούσης δὲ ἐκείνης αὑτὴν
παραδιδόναι ταῖς ἡδοναῖς
καὶ τὸ θεῖον καὶ τὸ
ἀδόξαστον θεωμένη καὶ ὑπʼ ἐκείνου τρεφομένη, ζῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν
ζῇ, καὶ ἐπειδὰν τελευτήσῃ εἰς τὸ ξυγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη
ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν. ἐκ δὴ τῆς τοιαύτης ἐφόδου φαίνεται ἡμῖν
φιλοσοφία ἀπαλλαγὴν τῶν ἀνθρωπίνων δεσμῶν παρέχειν καὶ λύσιν
τῆς γενέσεως καὶ περιαγωγὴν ἐπὶ τὸ ὄν καὶ γνῶσιν τῆς ὄντως ἀληθείας καὶ
κάθαρσιν ταῖς ψυχαῖς. εἰ δὲ ἐν τούτῳ μάλιστά ἐστιν ἡ ὄντως εὐδαιμονία,
σπουδαστέον περὶ αὐτήν, εἴπερ ὄντως βουλόμεθα
μακάριοι
εἶναι.
Ἀλλὰ μὴν καὶ τόδε διανοηθῆναι ἄξιον, ὅτι εἴπερ
ἂν δεινὸς εἶναι, εἴ τις αὐτῆς ἀμελήσει. εἰ μὲν
γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἄν ἦν
αὐτῇ ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς
βελτίστην τε καὶ φρονιμωτάτην γενέσθαι. οὐδὲν γὰρ ἄλλο ἔχουσα εἰς Ἅιδου ἡ
ψυχὴ ἔρχεται πλὴν τῆς παιδείας τε καὶ τροφῆς, ἃ δὴ καὶ λέγεται μέγιστα
ὠφελεῖν ἢ βλάπτειν τὸν τελευτήσαντα εὐθὺς ἐν ἀρχῇ
ὧν δὴ ἕνεκα χρὴ πᾶν
ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον
χαίρειν, ὡς
ἀλλοτρίους τε ὄντας καὶ πλέον θάτερον
τὴν εἰς Ἅιδου
πορείαν, ὡς πορευσόμενος ὅταν ἡ εἱμαρμένη καλῇ. τούτων δὴ οὖν οὕτως ἐχόντων
οὐ χρημάτων δεῖ ἐπιμελεῖσθαι ὅπως ἔσται ὡς πλεῖστα, οὐδὲ δόξης καὶ τιμῆς,
ἀλλὰ φρονήσεως καὶ ἀληθείας καὶ τῆς ψυχῆς, ὅπως ὡς βελτίστη ἔσται. οὐ γὰρ
δεῖ
τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖσθαι, τὰ δὲ φαυλότερα
περὶ πλείονος. οὔτε σωμάτων οὖν ἐπιμελεῖσθαι οὔτε χρημάτων δεῖ πρότερον,
οὐδὲ οὕτως σφόδρα ὡς τῆς ψυχῆς, ὅπως ὡς ἀρίστη ἔσται· οὐ γὰρ ἐκ χρημάτων
ἀρετὴ γίγνεται, ἀλλʼ ἐξ ἀρετῆς χρήματα
καὶ τἆλλα ἀγαθὰ τοῖς
ἀνθρώποις πάντα καὶ ἰδίᾳ καὶ
ἀγαθὰ τὰ εἰς εὐδαιμονίαν φέροντα, καὶ ὁ τούτου ἐγγύτατα
παρεσκευασμένος οὗτος ἂν μάλιστα μακαριώτατος διαζήσειεν. τοιαῦται ἔστωσαν
καὶ αἰ ἀπὸ τούτων ἐπὶ τὴν εἰς φιλοσοφίαν προτροπὴν ἔφοδοι.
XIV. Δεῖ δὲ καὶ ἀπὸ τοῦ βίου τῶν κορυφαίων
ἐν φιλοσοφίᾳ ἀνδρῶν
ἑπομένως ταῖς Πυθαγόρου ὑποθήκαις ποιήσασθαι τὴν προτροπήν. οἱ γὰρ τοιοῦτοί
που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον
ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους
δὲ
καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι· σπουδαὶ δὲ
ἑταιρειῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ
ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἢ τί
τῳ κακόν ἐστιν ἐκ προγόνων
γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν,
μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες.
ἡ δὲ διάνοια,
ταῦτα πάντα ἡγησαμένη σμικρὰ
ἀστρονομοῦντα καὶ. ἀναβλέποντα
πεσόντα εἰς φρέαρ Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι
λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ὄπισθεν αὐτοῦ καὶ
παρὰ πόδας λανθάνοι
ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι
τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει, ἀλλʼ
ὀλίγου καὶ
ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ
ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτηρίας παρεχομένη. ἔν τε γὰρ
ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν αὐτὸς οὐκ εἰδὼς κακὸν
οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι·
ἀπορῶν οὖν γελοῖος
φαίνεται· ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ
προσποιήτως,
γάλα, δυσκολώτερον δὲ
ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς,
ἀγροῖκον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον
πλέθρα ἢ ἔτι πλείω
ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ
ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς
γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλύ καὶ ἐπὶ
σμικρὸν
ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ
δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων
μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ
βασιλεῖς
γεγόνασιν ὁτῳοῦν, ἀλλʼ ἐπὶ πέντε καὶ
εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν
Ἀμφιτρύωνος
αὐτῷ
τύχη, καὶ ὁ πεντηκοστὸς ἀπʼ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ
χαυνότητα ἀνοήτου ψυχῆς
ἢ βασιλείας πέρι καὶ ἀνθρωπίνης
ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπίσκεψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα
τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν,
— περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν
ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα
ἀποδίδωσιν. ἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ
ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν
διακονεῖν, ἀναβάλλεσθαι
ἔσεσθαι.
τὰ μὲν οὖν κακὰ οὔτʼ ἀπολέσθαι δυνατόν (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι
ἀνάγκη), οὔτʼ ἐν θεοῖς αὐτὰ ἱδρύσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν
τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι
δὲ
ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως
γενέσθαι. ἀλλὰ γὰρ οὐ πάνυ ῥᾴδιον πεῖσαι, ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι
δεῖν πονηρίαν μὲν φεύγειν ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν
ἐπιτηδευτέον τὸ δʼ οὔ, ἵνα δὴ
δικαιότατος. περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης
ἀνδρὸς καὶ ἡ οὐδένειά τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ
ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δὲ ἄλλαι δεινότητές
τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις
γιγνόμεναι
φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ
πράττοντι μακρῷ ἄριστʼ
ἣν ἀδύνατον ἐκφυγεῖν. παραδειγμάτων γὰρ ἐν τῷ
ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ
ἀνομοιούμενοι. οὗ δὴ τίνουσι δίκην ζῶντες τὸν
εἰκότα βίον ᾧ ὡμοιοῦντο. ἐὰν δὲ εἴπωμεν ὅτι, ἐὰν μὴ ἀπαλλαγῶσι τῆς
δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς
ἕξουσι, κακοὶ κακοῖς ξυνόντες, ταῦτα
δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται, καὶ μάλα
δὴ ὑπέρογκον φρονοῦντες. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ
δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν
ἀνδρικῶς
πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φεύγειν, τότε ἀτόπως τελευτῶντες οὐκ
ἀρέσκουσιν
τε εἶναι καὶ
εὐδαιμονέστερος φαίνεται τῶν ἐν φιλοσοφίᾳ διαγόντων, οὐδὲν ἄλλο χρὴ πράττειν
ἢ φιλοσοφίας ἀντιλαμβάνεσθαι γενναίως.
XV. Μετὰ ταῦτα δὴ ἀπεικάσαι δεῖ τοιούτῳ πάθει τὴν ἡμετέραν φύσιν παιδείας τε
πέρι καὶ ἀπαιδευσίας. ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει,
μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν
δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ
πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν,
φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον
ὄπισθεν αὐτῶν,
μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμωτῶν ἐπάνω ὁδόν, παρʼ ἣν εἶναι τειχίον
ᾠκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρόκειται
ἀνθρώπους σκεύη τε παντοδαπὰ ὑπερέχοντα τοῦ τειχίου καὶ ἀνδριάντας καὶ ἄλλα
ζῷα λίθινά τε καὶ ξύλινα καὶ παντοῖα εἰργασμένα, οἷον εἰκός, τοὺς μὲν
φθεγγομένους, τοὺς δὲ σιγῶντας τῶν παραφερόντων. τὴν δὴ ἄτοπον εἰκόνα ταύτην
καὶ τοὺς δεσμώτας τοὺς
ἀτόπους θὲς εἶναι ὁμοίους ἡμῖν. τοὺς γὰρ
τοιούτους πρῶτον μὲν ἑαυτῶν τε καὶ ἀλλήλων οἴει ἄν τι ἑωρακέναι ἄλλο πλὴν
τὰς σκιὰς τὰς ὑπὸ τοῦ πυρὸς εἰς τὸ κατʼ ἀντικρὺ αὐτῶν τοῦ σπηλαίου
προσπιπτούσας; οὐδὲν ἄλλο. πῶς γάρ, εἰ ἀκινήτους γε τὰς κεφαλὰς
ἔχειν ἠναγκασμένοι εἶεν διὰ βίου; τί δὲ τῶν παραφερομένων; 94 A. οὐ ταὐτὸν
τοῦτο; τί μήν; εἰ οὖν διαλέγεσθαι οἷοί τʼ εἶεν πρὸς ἀλλήλους, οὐ ταῦτα ἡγῇ
οὐκ ἂν ἄλλο τι νομίζοιεν τὸ ἀληθὲς ἢ τὰς τῶν
σκευαστῶν σκιάς. πολλὴ ἀνάγκη. σκόπει οὖν αὐτῶν λύσιν τε καὶ ἴασιν τῶν τε
δεσμῶν καὶ τῆς ἀφροσύνης, οἵα τις ἂν εἴη, εἰ φύσει τοιάδε ξυμβαίνοι αὐτοῖς·
ὁπότε τις λυθείη καὶ ἀναγκάζοιτο ἐξαίφνης ἀνίστασθαί τε
καὶ
περιάγειν τὸν αὐχένα καὶ βαδίζειν καὶ πρὸς τὸ φῶς ἀναβλέπειν, πάντα δὲ ταῦτα
ποιῶν ἀλγοῖ τε καὶ διὰ τὰς μαρμαρυγὰς ἀδυνατοῖ καθορᾶν ἐκεῖνα ὧν τότε τὰς
σκιὰς ἐώρα, τί ἂν οἴει αὐτὸν εἰπεῖν, εἴ τις αὐτῷ λέγοι ὅτι τότε μὲν ἑώρα
φλυαρίας, νῦν δὲ μᾶλλόν
τι ἐγγυτέρω τοῦ ὄντος καὶ πρὸς μᾶλλον
ὄντα τετραμμένος
πάντως δήπου. οὐκοῦν κἂν εἰ πρὸς αὐτὸ τὸ
φῶς ἀναγκάζοι αὐτὸν βλέπειν, ἀλγεῖν τε ἂν τὰ ὄμματα καὶ φεύγειν
ἀποστρεφόμενον πρὸς ἐκεῖνα ἃ
αὐτὸν βίᾳ διὰ τραχείας τῆς ἀναβάσεως καὶ
ἀνάντους, καὶ μὴ ἀνείη πρὶν ἐξελκύσειεν εἰς τὸ τοῦ ἡλίου φῶς, ὀδυνᾶσθαί τε
ἂν καὶ ἀγανακτεῖν ἑλκόμενον; καὶ
ἄνω ὄψεσθαι· καὶ πρῶτον μὲν τὰς σκιὰς ἂν ῥᾷστα καθορῴη, καὶ
μετὰ τοῦτο ἐν τοῖς ὕδασι τά τε τῶν ἀνθρώπων καὶ τὰ τῶν ἄλλων εἴδωλα, ὕστερον
δὲ αὐτά· ἐκ δὲ τούτων τὰ ἐν τῷ οὐρανῷ καὶ αὐτὸν τὸν οὐρανὸν νύκτωρ ἂν ῥᾷον
θεάσαιτο, προσβλέπων τὸ
τῶν ἄστρων τε καὶ σελήνης φῶς, ἤ μεθʼ
ἡμέραν τὸν ἥλιόν τε καὶ τὸ τοῦ ἡλίου. τελευταῖον δή, οἶμαι, τὸν ἥλιον οὐκ ἐν
ὕδασιν οὐδʼ ἐν ἀλλοτρίᾳ ἕδρᾳ φαντάσματα
μετὰ ταῦτʼ ἄν ἤδη συλλογίζοιτο περὶ αὐτοῦ, ὅτι οὗτος ὁ τάς τε
ὥρας παρέχων καὶ ἐνιαυτοὺς καὶ πάντα ἐπιτροπεύων τὰ ἐν τῷ ὁρωμένῳ τόπῳ, καὶ
ἐκείνων ὧν σφεῖς ἑώρων τρόπον τινὰ πάντων αἴτιος. δῆλον γὰρ ὅτι ἐπὶ ταῦτα ἂν
μετʼ ἐκεῖνα ἔλθοι. τί οὖν; ἀναμιμνῃσκόμενον
αὐτὸν τῆς πρώτης
οἰκήσεως καὶ τῆς ἐκεῖ σοφίας καὶ τῶν τότε ξυνδεσμωτῶν οὐκ ἂν οἴει αὐτὸν μὲν
εὐδαιμονίζειν τῆς μεταβολῆς, τοὺς δὲ ἐλεεῖν; καὶ μάλα. τιμαὶ δὲ καὶ ἔπαινοι
εἴ τινες ἦσαν αὐτοῖς τότε παρʼ ἀλλήλων καὶ γέρα τῷ ὀξύτατα καθορῶντι
τὰ παριόντα, καὶ μνημονεύοντι μάλιστα ὅσα τε πρότερα αὐτῶν καὶ
ὕστερα εἴωθε καὶ ἅμα πορεύεσθαι, καὶ ἐκ τούτων δὴ δυνατώτατα ἀπομαντευομένῳ
τὸ μέλλον ἥξειν, δοκεῖς ἂν αὐτὸν ἐπιθυμητικῶς αὐτῶν ἔχειν καὶ
γνωματεύοντα διαμιλλᾶσθαι τοῖς ἀεὶ δεσμώταις ἐκείνοις, ἐν ᾧ
ἀμβλυωπεῖ, πρὶν καταστῆναι τὰ ὄμματα, οὗτος δὲ ὁ χρόνος μὴ πάνυ ὀλίγος εἴη
τῆς συνηθείας, ἆρα οὐ γέλωτʼ ἂν παρέχοι, καὶ λέγοιτο ἂν περὶ αὐτοῦ, ὡς
ἀναβὰς ἄνω διεφθαρμένος ἤκει τὰ ὄμματα, καὶ ὅτι
οὐκ ἄξιον οὐδὲ
πειρᾶσθαι ἀνιέναι, καὶ τὸν ἐπιχειροῦντα λύειν τε καὶ ἀνάγειν, εἴ πως ἐν ταῖς
χερσὶ δύναιντο λαβεῖν καὶ ἀποκτείνειν, ἀποκτιννύναι ἄν; σφόδρα γε. ταύτην
τοίνυν τὴν εἰκόνα προσαπτέον ἅπασαν ὡς ἀληθῶς τοῖς λεγομένοις, τὴν μὲν διʼ
ὄψεως
φαινομένην ἕδραν τῇ τοῦ δεσμωτηρίου οἰκήσει ἀφομοιοῦντα,
τὸ δὲ τοῦ πυρὸς ἐν αὐτῇ φῶς τῇ τοῦ ἡλίου
ἐν τῷ γνωστῷ τελευταία ἡ
τοῦ ἀγαθοῦ ἰδέα καὶ μόγις ὁρᾶσθαι, ὀφθεῖσα δὲ συλλογιστέα εἶναι ὡς ἄρα πᾶσι
πάντων αὕτη ὀρθῶν τε καὶ καλῶν αἰτία, ἔν τε ὁρατῷ
τοσοῦτον πρόκειται τὸ διάφορον αὐτῆς πρὸς τὴν ἀπαιδευσίαν, τί ἄν ἄλλο
ἁρμόζοι ἢ παιδείας ἀντιλαμβάνεσθαι καὶ φιλοσοφίας, τῶν δὲ νῦν δοκούντων
εἶναι περισπουδάστων τοῖς πολλοῖς ἀφίεσθαι ὡς οὐδεμίαν ἐχόντων εἰς
εὐδαιμονίαν ῥοπὴν ἀξιόλογον;
XVI. Ἔτι τοίνυν, εἰ ταῦτα ἀληθῆ, δεῖ νοῆσαι περὶ αὐτῶν τοιόνδε τι, τὴν
παιδείαν οὐχ οἷόν τινες ἐπαγγελλόμενοί
σημαίνει ταύτην
τὴν ἐνοῦσαν ἑκάστῳ δύναμιν ἐν τῇ ψυχῇ καὶ τὸ ὄργανον ᾧ καταμανθάνει ἕκαστος,
οἷον εἰ ὄμμα μὴ δυνατὸν ἦν ἄλλως ἢ ξὺν ὅλῳ τῷ σώματι στρέφειν πρὸς τὸ φανὸν
ἐκ τοῦ σκοτώδους, οὕτως ξὺν ὅλῃ τῇ ψυχῇ ἐκ τοῦ γιγνομένου περιακτέον
εἶναι, ἕως ἂν εἰς τὸ ὄν καὶ τοῦ ὄντος τὸ φανότατον δυνατὴ
γένηται ἀνασχέσθαι θεωμένη· τοῦτο δʼ εἶναί φαμεν τἀγαθόν. τούτου τοίνυν
αὐτοῦ τέχνη ἂν εἴη, τῆς περιαγωγῆς, τίνα τρόπον ὡς ῥᾷστά τε καὶ ἀνυσιμώτατα
μεταστραφήσεται, οὐ τοῦ ἐμποιῆσαι αὐτῷ
ὁρᾶν, ἀλλʼ ὡς ἔχοντι μὲν αὐτό, οὐκ ὀρθῶς δὲ τετραμμένῳ οὐδὲ
βλέποντι οἷ ἔδει, τοῦτο δεῖ μηχανήσασθαι. αἱ μὲν τοίνυν ἄλλαι ἀρεταὶ
καλούμεναι ψυχῆς κινδυνεύουσιν
χρήσιμόν τε καὶ ὠφέλιμον καὶ ἄχρηστον αὖ καὶ
βλαβερὸν
ὥστε ὅσῳ ἂν ὀξύτερον βλέπῃ, τοσούτῳ
πλείω κακὰ ἐργαζόμενον; τοῦτο μέντοι τὸ τῆς τοιαύτης φύσεως εἰ ἐκ παιδὸς
εὐθὺς κοπτόμενον περιεκόπη τὰς τῆς γενέσεως ξυγγενεῖς ὥσπερ μολυβδίδας, αἳ
δὴ ἐδωδαῖς τε καὶ τοιούτων ἡδοναῖς τε καὶ λιχνείαις
προσφυεῖς
γιγνόμεναι περὶ τὰ κάτω στρέφουσι τὴν τῆς ψυχῆς ὄψιν, ὧν εἰ ἀπαλλαγὲν
περιεστρέφετο εἰς τὰ ἀληθῆ, καὶ ἐκεῖνα ἂν τὸ αὐτὸ τοῦτο τῶν αὐτῶν ἀνθρώπων
ὀξύτα
Νῦν δὴ οὖν, ὁπότε ἐνταῦθα γεγόναμεν, καὶ τὸ
δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ἀσκοῦντας καὶ ζῆν καὶ
τεθνάναι. τούτῳ οὖν ἑπώμεθα, εἰ βουλοίμεθα ὄντως εὐδαιμονήσειν.
XVII. Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν παλαιῶν λόγων καὶ
λέγονται οἱ μηδενὸς δεόμενοι εὐδαίμονες εἶναι, καὶ ὡς τῶν
ἀπεράντους ἐχόντων τὰς ἐπιθυμίας δεινὸς ὁ βίος. οὐ γάρ τι θαυμάζοιμʼ ἄν, εἰ
Εὐριπίδης ἀληθῆ ἐν τοῖσδε λέγει, λέγων τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι
κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; καὶ
ἡμεῖς τῷ ὄντι ἴσως
τέθναμεν· ἤδη γάρ του ἔγωγε καὶ ἤκουσα τῶν σοφῶν, ὡς νῦν ἡμεῖς τέθναμεν, καὶ
τὸ μὲν σῶμά ἐστιν ἡμῖν σῆμα, τῆς δὲ ψυχῆς τοῦτο, ἐν ᾧ ἐπιθυμίαι εἰσί,
τυγχάνει ὄν οἷον ἀναπείθεσθαι καὶ
κομψὸς ἀνήρ,
ἴσως Σικελικός τις ἢ Ἰταλικός τις, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόν τε καὶ
πιστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους· τῶν δὲ ἀνοήτων τοῦτο τῆς
ψυχῆς, οὗ αἱ ἐπιθυμίαι εἰσί, τὸ ἀκόλαστον αὐτοῦ καὶ οὐ στεγανόν, ὡς
τετρημένος εἴη
πίθος διὰ τὴν ἀπληστίαν ἀπεικάσας. τοὐναντίον δὴ οὗτος τοῖς
πολλοῖς ἀνθρώποις ἐνδείκνυται, ὡς τῶν ἐν Ἅιδου, τὸ ἀειδὲς δὴ λέγων, οὗτοι
ἀθλιώτατοί εἰσιν οἱ ἀμύητοι, καὶ φοροῖεν εἰς τὸν τετρημένον πίθον ὕδωρ ἑτέρῳ
τοιούτῳ τετρημένῳ κοσκίνῳ. τὸ δὲ κόσκινον
ἄρα λέγει, ὡς ἔφη ὁ
πρὸς ἐμὲ λέγων, τὴν ψυχὴν εἶναι· τὴν δὲ ψυχὴν κοσκίνῳ ἀπείκασε τὴν τῶν
ἀνοήτων ὡς τετρημένην, ἅτε οὐ δυναμένην στέγειν διʼ ἀπιστίαν
εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων.
φέρε δὴ οὖν καὶ ἄλλην εἰκόνα εἴπω ἐκ τοῦ αὐτοῦ γυμνασίου τὴν νῦν. σκόπει γὰρ
εἰ τοιόνδε δοκεῖ περὶ τοῦ βίου ἑκατέρου, τοῦ τε σώφρονος καὶ τοῦ ἀκολάστου,
οἷον εἰ δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν, καὶ τῷ μὲν
ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, ὁ μὲν οἴνου ὁ δὲ μέλιτος
ἀλλʼ ἕνεκα τούτων ἡσυχίαν ἔχοι· τῷ δʼ ἑτέρῳ τὰ μὲν νάματα, ὥσπερ καὶ ἐκείνῳ,
δυνατὰ μὲν πορίζεσθαι εἴη, χαλεπὰ δέ, τὰ δὲ ἀγγεῖα τετρημένα καὶ σαθρά,
ἀναγκάζοιτο δὲ ἀεὶ καὶ νύκτα καὶ ἡμέραν πιμπλάναι αὐτά, ἢ τὰς ἐσχάτας
λυποῖτο λύπας ἆρα τοιούτου
ὄντος τοῦ βίου, οὐκ ἔσται
εὐδαιμονέστερος ὁ τοῦ
διαζῆν· ὁ δὲ
πεπληρωμένος εἰσάπαξ τῶν οἰκείων ἀγαθῶν αὐτάρκης ἀεὶ διαμένει πάντα τὸν
χρόνον. τοιαύτη τίς ἐστι καὶ ἡ ἀρχαιοπρεπὴς παράκλησις ἐπὶ τὴν τῆς ἀρετῆς
ἐπιτήδευσιν.
ΧVIII. Ταύτῃ δʼ ἐστὶ συγγενὴς καὶ ἄλλη ἔφοδος
αἰσχρὰ ἀλλοτριοῦσα τὴν προαίρεσιν ἡμῶν, τῶν δὲ ἀγαθῶν
ἀντιλαμβάνεσθαι παντὶ σθένει παρακελευομένη, καὶ πρὸς τὰ καλὰ οἰκειοῦσα ἡμῶν
τὴν διάνοιαν ἐξ ἅπαντος τρόπου. οἷον εἰ τὰ πάθη τοῦ σώματος φευκτὰ καὶ τὰ
νοσήματα, πολὺ δήπου πρότερον τὰ
τῆς ψυχῆς, καὶ εἰ ἡ νόσος τοῦ
σώματος οὐ βιωτὸν ἡμῖν τὸν βίοτον ἀπεργάζεται, πολὺ δήπου πρότερον ἡ ἀδικία
νόσος οὖσα τῆς ψυχῆς ἀφόρητόν ἐστι τῷ
ᾧ ζῶμεν, πλημμελῶς ἔχῃ καὶ στασιάζῃ
πρὸς ἑαυτό, οὐκ ἔνεστιν ὀρθῶς διαβιῶναι. μετίωμεν δὴ καὶ ἐπὶ θάτερα κατὰ τὸν
αὐτὸν τρόπον. ὥσπερ γὰρ τάξεως καὶ κόσμου τὰ ἡμέτερα σώματα τυχόντα χρηστὰ
ἂν εἴη, ἀταξίας δὲ μοχθηρά, οὕτως καὶ ἡ ψυχὴ ἀταξίας
μὲν
τυχοῦσα ἔσται πονηρά, χρηστὴ δὲ ἡ τάξεώς τινος καὶ κόσμου ἐπιλαβοῦσα. ἐπὶ
μὲν οὖν τῷ σώματι ὄνομά ἐστι τῷ ἐκ τῆς τάξεώς τε καὶ τοῦ κόσμου γιγνομένῳ
ὄνομα κεῖται. ὥσπερ γὰρ ἐπὶ ταῖς τοῦ σώματος τάξεσι τὸ ὑγιεινὸν
ἀποδίδομεν, ἐξ οὗ ἐν αὐτῷ ὑγίεια γίγνεται καὶ ἄλλη ἀρετὴ τοῦ σώματος, οὕτως
ἐπὶ ταῖς τῆς
καὶ δῶρον
ἐάν τι διδῶσι, δώσουσι, καὶ ἐάν τι ἀφαιρῶνται, ἀφαιρήσονται, πρὸς τοῦτο ἀεὶ
τὸν νοῦν
ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπίῃ. τί γὰρ ὄφελος σώματί γε κάμνοντι καὶ
μοχθηρῶς διακειμένῳ ἢ σιτία πολλὰ διδόναι καὶ τὰ ἥδιστα ἢ ποτὰ ἢ ἄλλο
ὁτιοῦν, ὅ μὴ ὀνήσει αὐτὸν ἔσθʼ ὅ τι πλέον ἢ τοὐναντίον, κατά γε τὸν δίκαιον
λόγον, καὶ ἔλαττον; ἔστι ταῦτα.
οὐ γὰρ οἶμαι λυσιτελεῖν μετὰ
μοχθηρίας σώματος ζῆν
ἔπος εἰπεῖν οὐδέποτε ἐῶσιν
ἐμπίπλασθαι ὧν ἐπιθυμεῖ. ἀλλὰ μὴν καὶ περὶ ψυχὴν ὁ αὐτὸς τρόπος· ἕως μὲν ἂν
πονηρὰ ᾖ, ἀνόητός τε οὖσα καὶ ἀκόλαστος καὶ ἄδικος καὶ ἀνόσιος, εἴργειν
αὐτὴν δεῖ τῶν ἐπιθυμιῶν καὶ μὴ ἐπιτρέπειν, ἀλλʼ αὐτὰ ποιεῖν ἃ ἂν ποιῶν
βελτίων ἔσται. οὐ γάρ που αὐτῇ ἄμεινον τῇ ψυχῇ.
XIX. Δύναιτο δʼ ἄν τις καὶ κατʼ ἰδίαν ἀπὸ τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν ἐπεξελθεῖν τῷ
προκειμένῳ, δεικνύων αὐτῶν τὸ τέλεον καὶ κύριον εὐδαιμονίας. ὅσῳ γὰρ ἡ ψυχὴ
τοῦ σώματος προέχει, τοσούτῳ μᾶλλον καὶ
εὐκαταφρόνητα, τὰ δὲ τῆς ψυχῆς τίμια καὶ σεμνά. καὶ τὸ ἀγαθὸν οὖν οὐ τὸ αὐτό
ἐστιν ὅπερ τὸ ἡδύ, καὶ τοῦ ἀγαθοῦ ἕνεκα πρακτέον τὸ ἡδύ, οὐ τὸ ἀγαθὸν ἕνεκα
τοῦ ἡδέος. ἡδὺ δέ ἐστι τοῦτο, οὗ παραγενομένου ἡδόμεθα, ἀγαθὸν δέ, οὗ
παρόντος ἀγαθοί ἐσμεν. ἀλλὰ
μὴν ἀγαθοί γέ ἐσμεν καὶ ἡμεῖς καὶ
τὰ ἄλλα πάντα, ὅσα ἀγαθά ἐστιν, ἀρετῆς τινος παραγενομένης. ἀλλὰ μὲν δὴ γε
ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος
ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν.
τάξει ἄρα τεταγμένον τι καὶ κεκοσμημένον ἐστὶν ἡ ἀρετὴ ἑκάστου, ὡς φαίη ἄν
τις σωφρόνως λογιζόμενος γὰρ ὁ
ἑκάστου οἰκεῖος ἀγαθὸν παρέχει ἕκαστον τῶν ὄντων. ὅθεν δὴ καὶ ψυχὴ κόσμον
ἔχουσα τὸν αὐτῆς ἀμείνων
τῆς ἀκοσμήτου. ἀλλὰ μὴν ἥ γε κόσμον
ἔχουσα κοσμία, ἡ δέ γε κοσμία σώφρων· ἡ ἄρα σώφρων ψυχὴ ἀγαθή.
προσήκοντα πράττων. καὶ μὴν περὶ μὲν ἀνθρώπους
οὔτε διώκειν οὔτε φεύγειν ἃ μὴ προσήκει, ἀλλὰ δεῖ καὶ
πράγματα καὶ ἀνθρώπους καὶ ἡδονὰς καὶ λύπας φεύγειν καὶ διώκειν, καὶ
ὑπομένοντα καρτερεῖν ὅπου δεῖ. ὥστε πολλὴ ἀνάγκη τὸν σώφρονα, ὥσπερ
διήλθομεν, δίκαιον ὄντα καὶ ἀνδρεῖον καὶ ὅσιον ἀγαθὸν
ἄνδρα
εἶναι τελέως, τὸν δὲ ἀγαθὸν εὖ τε καὶ καλῶς πράττειν ἃ ἂν πράττῃ, τὸν δὲ εὖ
πράττοντα μακάριόν τε καὶ εὐδαίμονα εἶναι, τὸν δὲ πονηρὸν καὶ κακῶς
πράττοντα ἄθλιον· οὗτος δʼ ἂν εἴη ὁ ἐναντίως ἔχων τῷ σώφρονι, ὁ ἀκόλαστος.
εἰ δή ἐστι ταῦτα ἀληθῆ,
τὸν βουλόμενον, ὡς ἔοικεν, εὐδαίμονα
εἶναι σωφροσύνην μὲν διωκτέον καὶ ἀσκητέον, ἀκολασίαν δὲ φευκτέον
πόλις, ἐπιθετέον δίκην καὶ
κολαστέον, εἰ μέλλει εὐδαίμων
ἀνθρώπῳ προσφιλὴς εἴη ὁ τοιοῦτος οὔτε θεῷ· κοινωνεῖν γὰρ ἀδύνατος· ὅτῳ γὰρ
μὴ ἔνι κοινωνία, φιλία οὐκ ἂν εἴη. φασὶ δὲ οἱ σοφοὶ καὶ οὐρανὸν καὶ γῆν καὶ
θεοὺς καὶ ἀνθρώπους τὴν κοινωνίαν συνέχειν καὶ φιλίαν καὶ κοσμιότητα καὶ
σωφροσύνην καὶ δικαιότητα,
καὶ τὸ ὅλον τοῦτο διὰ ταῦτα κόσμον
καλοῦσιν, οὐκ ἀκοσμίαν οὐδὲ ἀκολασίαν. τὸν δὲ μὴ προσέχοντα τούτοις λέληθεν
ὅτι ἡ ἰσότης ἡ γεωμετρικὴ καὶ ἐν θεοῖς καὶ ἐν ἀνθρώποις μέγα δύναται· διʼ ἃ
πλεονεξίαν οἴονται δεῖν ἀσκεῖν· γεωμετρίας γὰρ ἀμελοῦσι.
τὸ μὲν οὖν ὅλον τῆς εὐδαίμονος ζωῆς πέρι οὕτως ἔχει. καὶ ἕπεται
δὲ αὐτὴν τὸ καλῶς αἱρεῖσθαι μᾶλλον τελευτᾶν, οἷς ἐστιν ἐξουσία ζῆν μὴ καλῶς,
πρὶν παῖδάς
τῷ γὰρ τοὺς αὑτοῦ αἰσχύναντι ἀβίωτόν ἐστι, καὶ τῷ
τοιούτῳ οὔτε τις ἀνθρώπων οὔτε θεῶν φίλος ὑπάρχει οὔτʼ ἐπὶ γῆς οὔτε ὑπὸ γῆν
τελευτήσαντι. χρὴ οὖν πάντα ἄνδρα, ἐάν τι καὶ ἄλλο ἀσκῇ, μετʼ ἀρετῆς ἀσκεῖν,
εἰδότα ὅτι τούτου λειπόμενα ἅπαντα καὶ κτήματα
καὶ ἐπιτηδεύματα
αἰσχρὰ καὶ κακά. οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ μετὰ ἀνανδρίας
ἄλλης ἀρετῆς πανουργία,
οὐ σοφία φαίνεται. ὧν ἕνεκα πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως
προθυμίαν πειρᾶσθαι δεῖ ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖταί τις τοὺς
πρόσθεν προγόνους εὐκλείᾳ·
καλοκἀγαθίαν· ἡ μὲν
γὰρ ἐν τούτοις νίκη τιμὴν φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττᾶταί τις, αἰσχύνην.
μάλιστα δʼ ἄν
οὐκ ἔστιν αἴσχιον
ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ διʼ ἑαυτόν, ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι
μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγαλοπρεπής· χρῆσθαι δὲ
καὶ χρημάτων καὶ τιμῶν θησαυρῷ, καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι, αἰσχρὸν
καὶ ἄνανδρον,
ἀπορίᾳ ἰδίων αὑτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. ἀφʼ
ἑαυτῶν γὰρ ἄρχεσθαι δεῖ πάντων τῶν ἀγαθῶν καὶ τῶν εἰς εὔκλειαν καὶ
εὐδαιμονίαν φερόντων. πάλαι γὰρ δὴ τὸ Μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ
λέγεσθαι· τῷ γὰρ ὄντι εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ
εἰς ἑαυτὸν
ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν
καὶ φρόνιμος, οὗτος γιγνομένων
χρημάτων καὶ παίδων καὶ διαφθειρομένων μάλιστα πείσεται τῇ παροιμίᾳ· οὔτε
γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται
φοβουμένους ἄγαν, εἰ δεῖ
τελευτᾶν ἐν τῷ παρόντι ἢ ἄλλο τι πάσχειν τῶν ἀνθρωπίνων. διατεταμένως γὰρ δὴ
δεῖ ταύτην ἔχειν τὴν δόξαν, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος
εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρός, ἐάν τε μικρὸς
καὶ ἀσθενής, καὶ ἐὰν πλουτῇ καὶ μή. ἐὰν δʼ ἄρα πλουτῇ Κινύρα τε
καὶ Μίδα μᾶλλον, δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ· καὶ οὔτʼ ἂν
μνησαίμην, φησὶν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, οὔτʼ ἐν λόγῳ ἄνδρα τιθοίμην,
ὅς μὴ πάντα τὰ λεγόμενα
καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ
κτῷτο, καὶ δηίων τοιοῦτος ὢν ὀρέγοιτο ἐγγύθεν ἱστάμενος, ἄδικος δὲ ὢν μήτε
τολμῷ ὁρῶν φόνον αἱματόεντα μήτε νικῷ θέων Θρηίκιον Βορέην, μηδὲ ἄλλο αὐτῷ
μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε.
τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. λέγεται
γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον
τάχιστα. ὁ δὲ ἐμὸς
λόγος ταδὶ λέγει, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν
ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ
καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν
κακὸν
τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ
λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης καὶ ἀρετῆς ἀπάσης, ἔλαττον δέ, ἂν ὡς
ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη. λέγω γὰρ δὴ σαφῶς τὰ μὲν κακὰ λεγόμενα
ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά, τὰ δὲ
ἀγαθὰ
τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά. καὶ ὁ μὲν ἀδίκως ζῶν καὶ
ὑβριστικῶς ἐξ ἀνάγκης
ἀληθέστατα ἐροῦμεν. εἰ τοίνυν καὶ τὰ
ἀγαθὰ τῷ κατʼ ἀρετὴν βίῳ μάλιστα συνήρτηται, καὶ τότε ἐστὶν ἀγαθὰ ὄντως, καὶ
τὸ χαίρειν τῷ φιλοσοφεῖν μόνῳ συνέπεται, πάντων ἕνεκα χρὴ τοῦτον τὸν βίον
προαιρεῖσθαι τοὺς βουλομένους ὄντως εὐδαιμονεῖν.
XX. Οἶμαι τοίνυν οὐκ ἀνάρμοστον εἶναι ἐνταῦθα καὶ τὴν διὰ τῶν ὑποθηκῶν
προτροπὴν ἤδη πως συνεγγίζουσαν εἰς τὴν ὑφήγησιν τὸ πῶς δεῖ βιοῦν, καὶ μάδἂν
θεοσέβειαν ἀσκεῖν. αὕτη δὲ οὐκ ἂν παραγένοιτο, εἰ μή τις ἀφομοιώσειε τῷ
θεραπευομένῳ τὸ θεραπεῦον, τὴν δὲ ὁμοιότητα ταύτην οὐκ ἄλλη τις ἢ φιλοσοφία
παρέχει. ἀλλὰ μὴν καὶ ἀψεύδειαν δεῖ περὶ πολλοῦ ποιεῖσθαι·
καὶ πρὸς ἀνθρώπους κατὰ τὴν ἀνθρωπίνην ἡγεῖται
ἡμῖν πάντων τῶν θείων καὶ ἀνθρωπίνων ἀγαθῶν.
δύναμιν ἑκάστου ἐπίστασθαι προσήκει, καὶ
ὡς χρηστέον αὐτοῖς ἐστι· ταῦτα δὲ οὐκ ἔνεστι μαθεῖν μὴ τὴν ἀρετὴν εἰδότας,
πρὸς ἣν καὶ τὴν δύναμιν καὶ τὴν χρῆσιν τῶν νόμων ἀναφέρομεν· ἡ δὲ τῆς ἀρετῆς
ἐπιτήδευσις διὰ φιλοσοφίας παραγίγνεται· ὥστε καὶ
πρὸς ταύτην
ἡγεμών ἐστι φιλοσοφία. ἔτι τοίνυν εἰδέναι δεῖ πῶς πρὸς ἀνθρώπους ὁμιλητέον,
τοῦτο δὲ οὐκ ἄν τις διαγνοίη μὴ τὸν τοῦ προσήκοντος ἀπολογισμὸν ἐπὶ πασῶν
τῶν πράξεων ἐπεσκεμμένος. τὴν ἀξίαν τε καὶ ἀπαξίαν εἰδὼς ἑκάστου τῶν
ἀνθρώπων,
καὶ δυνάμενος διακρίνειν τὰ ἤθη καὶ τὰς φύσεις
ἑκάστων καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τοὺς κατὰ πάντα ταῦτα συναρμόζοντας
λόγους. ἀλλὰ μὴν τούτων γε
οὐδεμία ἂν ἄλλη, ὡς ἐγᾦμαι, ἢ μόνη φιλοσοφία. αὕτη γὰρ διαμελετᾷ
καρτερεῖν καὶ τοῦ θανάτου καταφρονεῖν ἐγκράτειάν τε ἐπιτηδεύει διʼ ὅλου τοῦ
βίου, καὶ πρὸς μὲν τοὺς πόνους ἐναθλεῖ γενναίως, τῶν δὲ ἡδονῶν ὑπερορᾷ
παντάπασι. μόνης ἄρα ταύτης ἀντιλαμβάνεσθαι
χρὴ τοὺς
βουλομένους τῶν θείων καὶ ἀνθρωπίνων ἀγαθῶν πάντων μεταλαγχάνειν. ὡς γὰρ
ἁπλῶς εἰπεῖν, ὅ τι ἄν τις ἐθέλῃ ἐξεργάσασθαι εἰς τέλος τὸ βέλτιστον, ἐάν τε
σοφίαν ἐάν τε ἀνδρείαν ἐάν τε εὐγλωσσίαν ἐάν τε ἀρετὴν ἢ τὴν σύμπασαν ἢ
μέρος τι αὐτῆς, ἐκ τῶνδε
οἷόν τε εἶναι κατεργάσασθαι. φῦναι μὲν
πρῶτον δεῖν,
πασῶν τῶν τεχνῶν, φιλοσοφίας; πόνους τε δεῖ
πάντας ὑφίστασθαι γενναίως καὶ χρόνον πολὺν καταναλίσκειν εἰς τὴν μάθησιν
προθυμίαν τε εἰσφέρεσθαι
συγχρονισθὲν μὲν γὰρ ἕκαστον τούτων καὶ αὐτίκα τε ἀρξάμενον καὶ συναυξηθὲν
εἰς τέλος λαμβάνει βέβαιον τὴν δόξαν καὶ τὸ κλέος διὰ τάδε, ὅτι πιστεύεταί
τε ἤδη ἀνενδοιάστως, καὶ ὁ φθόνος τῶν ἀνθρώπων οὐ
μηνύουσι, τὰ δὲ καταψεύδονται μεμφόμενοι παρὰ τὸ δίκαιον. οὐ
γὰρ ἡδὺ τοῖς ἀνθρώποις ἄλλον τινὰ τιμᾶν (αὐτοὶ γὰρ στερίσκεσθαί τινος
ἡγοῦνται), χειρωθέντες δὲ ὑπὸ τῆς ἀνάγκης αὐτῆς καὶ κατὰ σμικρὸν ἐκ πολλοῦ
ἐπαχθέντες ἐπαινέται καὶ ἄκοντες ὅμως
γίγνονται· ἅμα δὲ καὶ οὐκ
ἀμφιβάλλουσιν, εἴτε ἄρα τοιοῦτος ἄνθρωπός ἐστιν οἷος φαίνεται, ἢ ἐνεδρεύει
καὶ θηρεύεται τὴν δόξαν ἐπὶ ἀπάτῃ, καὶ ἃ ποιεῖ, ταῦτα καλλωπίζεται
ὑπαγόμενος τοὺς ἀνθρώπους· ἐν ἐκείνῳ δὲ τῷ τρόπῳ, ᾦ ἐγὼ προεῖπον, ἀσκηθεῖσα
ἡ
ἀρετὴ πίστιν ἐμποιεῖ περὶ ἑαυτῆς καὶ εὔκλειαν. ἑαλωκότες γὰρ
ἤδη κατὰ τὸ ἰσχυρὸν οἱ ἄνθρωποι οὔτε τῷ φθόνῳ ἔτι δύνανται χρῆσθαι οὔτε
ἀπατᾶσθαι ἔτι οἴονται. ἔτι δὲ καὶ ὁ χρόνος συνὼν μὲν ἑκάστῳ ἔργῳ καὶ
πράγματι πολὺς καὶ διὰ μακροῦ κρατύνει τὸ ἀσκούμενον,
ὁ δὲ
ὀλίγος χρόνος οὐ δύναται τοῦτο ἀπεργάζεσθαι. καὶ τέχνην μὲν ἄν τις τὴν κατὰ
λόγους πυθόμενος καὶ μαθὼν οὐ χείρων τοῦ διδάσκοντος ἂν γένοιτο ἐν ὀλίγῳ
χρόνῳ, ἀρετὴ δὲ ἥτις ἐξ ἔργων πολλῶν
βλάβη τοιάδε· τοὺς
γὰρ ἐξαπιναίως καὶ ἐξ ὀλίγου χρόνου ἢ πλουσίους ἢ σοφοὺς ἢ ἀγαθοὺς ἢ
ἀνδρείους γενομένους οὐκ ἀποδέχονται ἡδέως οἱ ἄνθρωποι. εἰ δὴ ταῦτα ἀληθῆ
λέγομεν, καὶ οὐχ οἷόν τε ἄλλως τὴν
παραγίγνεσθαι ἢ διὰ μόνης φιλοσοφίας, καὶ τοῦτο σαφὲς γέγονεν ἐκ τούτων, ὡς,
εἰ βουλοίμεθα τελείως ἀγαθοὶ γενέσθαι εὐκλείας τε καὶ εὐδαιμονίας ὄντως
μεταλαβεῖν, οὐκ ἄλλο τι πρακτέον ἡμῖν ἢ φιλοσοφητέον.
Ἔτι τοίνυν καὶ ἥδε ἡ παραίνεσις ἐπὶ τὸ αὐτὸ
τέλος φέρει, ὡς,
ὅταν τις ὀρεχθείς τινος τοῦτο κατεργασάμενος ἔχῃ αὐτὸ εἰς τέλος, ἐάν τε
εὐγλωσσίαν ἐάν τε σοφίαν ἐάν τε ἰσχύν, τούτῳ εἰς ἀγαθὰ καὶ νόμιμα
καταχρῆσθαι δεῖ· εἰ δὲ εἰς ἄδικά τε καὶ ἄνομα χρήσεταί τις τῷ ὑπάρχοντι
ἀγαθῷ, πάντων κάκιστον
εἶναι τὸ τοιοῦτον καὶ ἀπεῖναι κρεῖσσον
αὐτὸ ἢ παρεῖναι·
εἶναι, ἐκ τίνος ἂν λόγου ἢ ἔργου ἄριστος εἴη·
τοιοῦτος δʼ ἄν εἴη ὁ πλείστοις ὠφέλιμος ὤν. εἰ μέν τις χρήματα διδοὺς
εὐεργετήσει τοὺς πλησίον, ἀναγκασθήσεται κακὸς εἶναι πάλιν αὖ συλλέγων τὰ
χρήματα·
κεκτημένου μηδὲν ἔχων. πῶς ἂν οὖν δή τις μὴ χρήματα νέμων ἀλλὰ
ἄλλῳ δή τινι τρόπῳ εὐποιητικὸς ἂν εἴη ἀνθρώπων, καὶ ταῦτα μὴ σὺν κακίᾳ ἀλλὰ
σὺν ἀρετῇ; καὶ προσέτι δωρούμενος πῶς ἂν ἔχοι τὴν δόσιν ἀνέκλειπτον; ὧδε οὖν
ἔσται τοῦτο, εἰ τοῖς νόμοις τε
καὶ τῷ δικαίῳ ἐπικουροίη· τοῦτο
γὰρ τάς τε πόλεις καὶ τοὺς ἀνθρώπους τὸ συνοικίζον καὶ τὸ συνέχον εἶναι.
πάλιν οὖν καὶ ἐκ τούτου τὰ αὐτὰ συμβαίνει· εἰ γὰρ τὴν ὀρθὴν χρῆσιν πάντων
τῶν ἐν τῷ βίῳ
νόμον φιλοσοφία παραδίδωσι γνησίως, οὐδὲν
ἄλλο δεῖ πράττειν ἢ φιλοσοφεῖν ἀληθινῶς τοὺς βουλομένους τῆς τελειοτάτης
ζωῆς μεταλαμβάνειν. καὶ μὴν ἐγκρατέστατόν γε δεῖ εἶναι πάντα ἄνδρα
διαφερόντως· τοιοῦτος δʼ ἂν μάλιστα, εἴ τις τῶν χρημάτων κρείσσων
εἴη πρὸς ἃ πάντες διαφθείρονται, καὶ τῆς ψυχῆς ἀφειδὴς ἐπὶ τοῖς δικαίοις
ἐσπουδακὼς καὶ τὴν ἀρετὴν μεταδιώκων· πρὸς ταῦτα γὰρ δύο οἱ πλεῖστοι
ἀκρατεῖς εἰσι. διὰ τοιοῦτον δέ τι ταῦτα πάσχουσιν· φιλοψυχοῦσι μέν, ὅτι
τοῦτο ἢ ζωή ἐστιν ἢ ψυχή· ταύτης
οὖν φείδονται καὶ ποθοῦσιν
αὐτὴν διὰ φιλίαν τῆς ζωῆς καὶ συνήθειαν ᾗ συντρέφονται· φιλοχρηματοῦσι
δὲ ταῖς ψυχαῖς,
αἱ δὲ τοῖς χρήμασι. τούτων δὴ οὖν
ἀλλήλους φιλοτιμίαι καὶ
οἱ ζῆλοι καὶ αἱ δυναστεῖαι, διʼ ἃς τὰ χρήματα περὶ πολλοῦ ποιοῦνται, ὅτι
συμβάλλεται εἰς τὰ τοιαῦτα. ὅστις δέ ἐστιν ἀνὴρ ἀληθῶς ἀγαθός, οὗτος οὐκ
ἀλλοτρίῳ κόσμῳ περικειμένῳ τὴν δόξαν θηρᾶται, ἀλλὰ τῇ αὑτοῦ ἀρετῇ. διόπερ
ἐπεὶ
φιλοσοφία εἰς ἑαυτὸν ἀνηρτῆσθαι ποιεῖ τῷ ἀγαθῷ πάντα,
παθῶν δὲ καὶ τῆς ἔξω χρείας ἀφίστησιν, εἴη ἂν χρησιμωτάτη πασῶν πρὸς τὸν
εὐδαίμονα βίον. καὶ περὶ φιλοψυχίας δὲ ὧδε ἄν τις πεισθείη, ὅτι, εἰ μὲν
τε εἶναι καὶ ἀθανάτῳ τὸν λοιπὸν χρόνον, συγγνώμη
ἄν πολλὴ τῷ φειδομένῳ τῆς ψυχῆς· ἐπεὶ δὲ ὑπάρχει τῷ βίῳ μηκυνομένῳ τό τε
γῆρας κάκιον ὄν ἀνθρώποις καὶ μὴ ἀθάνατον εἶναι, καὶ ἡ ἀμαθία ἤδη ἐστὶ
μεγάλη καὶ συνήθεια πονηρῶν λόγων τε καὶ ἐπιθυμημάτων,
ταύτην
περιποιεῖν ἐπὶ δυσκλείᾳ, ἀλλὰ μὴ ἀθάνατον
Ἔτι τοίνυν οὐκ ἐπὶ πλεονεξίαν ὁρμᾶν δεῖ, οὐδὲ τὸ κράτος τὸ ἐπὶ τῇ πλεονεξίᾳ
ἡγεῖσθαι ἀρετὴν εἶναι, τὸ δὲ τῶν νόμων ὑπακούειν δειλίαν· πονηροτάτη γὰρ
αὕτη ἡ διάνοιά ἐστι, καὶ ἐξ αὐτῆς πάντα τἀναντία τοῖς ἀγαθοῖς γίνεται, κακία
τε καὶ βλάβη. εἰ γὰρ
ἔφυσαν μὲν οἱ ἄνθρωποι ἀδύνατοι καθʼ ἕνα
ζῆν, συνῆλθον δὲ πρὸς ἀλλήλους τῇ ἀνάγκῃ εἴκοντες, πᾶσα δὲ ἡ ζωὴ αὐτοῖς
εὕρηται καὶ τὰ τεχνήματα πρὸς αὐτήν,
ἐκείνης τῆς κατὰ ἕνα διαίτης), διὰ ταύτας
τοίνυν τὰς ἀνάγκας τόν τε νόμον καὶ τὸ δίκαιον ἐμβασιλεύειν τοῖς ἀνθρώποις
καὶ οὐδαμῇ μεταστῆναι ἂν αὐτά· φύσει γὰρ ἰσχυρὰ ἐνδεδέσθαι ταῦτα. εἰ μὲν δὴ
γένοιτό τις ἐξ ἀρχῆς φύσιν τοιάνδε ἔχων, ἄτρωτος τὸν χρῶτα
ἄνοσός τε καὶ ἀπαθὴς καὶ ὑπερφυὴς καὶ ἀδαμάντινος τό τε σῶμα καὶ τὴν ψυχήν,
τῷ τοιούτῳ ἴσως ἄν τις
τις εἴη, ὡς οὐκ ἂν γένοιτο, τοῖς μὲν νόμοις συμμαχῶν καὶ τῷ δικαίῳ καὶ ταῦτα
κρατύνων καὶ τῇ ἰσχύι χρώμενος ἐπὶ ταῦτά τε καὶ τὰ τούτοις ἐπικουροῦντα,
οὕτω μὲν ἂν σῴζοιτο ὁ τοιοῦτος, ἄλλως δὲ οὐκ ἂν διαμένοι· δοκεῖν γὰρ ἂν τοὺς
ἅπαντας ἀνδειλίαν
δίκην σῳζόμενον. χωρὶς δὲ τούτων αὐτὸ διʼ αὑτὸ αἱρετόν ἐστι τὸ
δίκαιον, καὶ φύσει πρὸς αὐτὸ πεφύκαμεν. κἂν μηδὲν οὖν τῶν ἔξωθεν
περιγίγνηται κἂν ἐλαττώματά τινα συμβαίνῃ ἀνθρώπινα, δικαιοπραγεῖν ἄξιον, ὡς
τούτου ὄντος πᾶσι τιμιωτάτου.
Μαθεῖν δὲ ἄξιον καὶ ταῦτα περὶ τῆς εὐνομίας τε καὶ ἀνομίας, ὅσον διαφέρετον
ἀλλήλοιν, καὶ ὅτι μὲν εὐνομία ἄριστον εἴη καὶ κοινῇ καὶ ἰδίᾳ, ἡ ἀνομία δὲ
γίγνεται πρότερα.
Πίστις μὲν πρώτη ἐγγίγνεται ἐκ τῆς εὐνομίας μεγάλα ὠφελοῦσα τοὺς ἀνθρώπους
τοὺς σύμπαντας, καὶ τῶν μεγάλων ἀγαθῶν τοῦτό ἐστι· κοινὰ γὰρ τὰ χρήματα
γίγνεται ἐξ αὐτῆς, καὶ οὕτω μὲν ἐὰν καὶ ὀλίγα
ᾖ ἐξαρκεῖ ὅμως
κυκλούμενα, ἄνευ δὲ ταύτης οὐδʼ ἂν πολλὰ ᾖ ἐξαρκεῖ.
Καὶ αἱ τύχαι δὲ αἱ εἰς τὰ χρήματα καὶ τὸν βίον, αἵ τε ἀγαθαὶ καὶ μή, ἐκ τῆς
εὐνομίας τοῖς ἀνθρώποις προσφορώτατα κυβερνῶνται· τούς τε γὰρ εὐτυχοῦντας
ἀσφαλεῖ αὐτῇ χρῆσθαι καὶ ἀνεπιβουλεύτῳ, τούς τε αὖ
δυστυχοῦντας ἐπικουρεῖσθαι ἐκ τῶν εὐτυχούντων διὰ τὴν ἐπιμιξίαν τε καὶ
πίστιν, ἅπερ ἐκ τῆς εὐνομίας γίγνεται.
Τόν τε αὖ χρόνον τοῖς ἀνθρώποις διὰ τὴν εὐνομίαν εἰς μὲν τὰ πράγματα ἀργὸν γίγνεσθαι, εἰς δὲ τὰ ἔργα τῆς ζωῆς ἐργάσιμον.
Φροντίδος δὲ τῆς μὲν ἀηδεστάτης ἀπηλλάχθαι
τοὺς ἀνθρώπους ἐν τῇ
εὐνομίᾳ, τῇ δὲ ἡδίστῃ συνεῖναι· 298 Κ πραγμάτων μὲν γὰρ φροντίδα ἀηδεστάτην
εἶναι, ἔργων δὲ ἡδίστην.
Εἴς τε αὖ τὸν ὕπνον ἰοῦσιν, ὅπερ ἀνάπαυμα κακῶν ἐστιν ἀνθρώποις, ἀφόβους μὲν
καὶ ἄλυπα μεριμνῶντας
ἔρχεσθαι εἰς αὐτόν, γιγνομένους δὲ ἐπʼ
αὐτοῦ ἕτερα τοιαῦτα πάσχειν, καὶ μὴ ἐμφόβους ἐξάπινα καθίστασθαι
πόνους δὲ τῇ ἀντιλήψει ἀγαθῶν ἐλπίσιν εὐπίστοις καὶ
εὐπροσδοκήτοις ἀνακουφίζοντας, ὧν πάντων τὴν εὐνο- μίαν αἰτίαν εἶναι.
Καὶ τὸ κακὰ μέγιστα τοῖς ἀνθρώποις πορίζον, πόλεμον ἐπιφερόμενον εἰς
καταστροφὴν καὶ δούλωσιν, καὶ
τοῦτο ἀνομοῦσι μὲν μᾶλλον
ἐπέρχεσθαι, εὐνομουμένοις δʼ ἧσσον.
Καὶ ἄλλα δὲ πολλά ἐστιν ἐν τῇ εὐνομίᾳ ἀγαθά,
ἀποβαίνοντα τάδε ἐστίν.
Ἄσχολοι μὲν πρῶτον οἱ ἄνθρωποι πρὸς τὰ ἔργα γίγνονται καὶ ἐπιμελοῦνται τοῦ
ἀηδεστάτου, πραγμάτων
Αἵ τε τύχαι αἰ φλαῦραι καὶ αἰ ἀγαθαὶ εἰς τἀναντία ὑπηρετοῦσιν· ἥ τε γὰρ
εὐτυχία οὐκ ἀσφαλής ἐστιν ἐν
Ὅ τε πόλεμος ἔξωθεν μᾶλλον ἐπάγεται καὶ ἡ οἰκεία στάσις ἀπὸ τῆς αὐτῆς αἰτίας,
καὶ ἐὰν μὴ πρόσθεν γίγνηται, τότε συμβαίνει· ἔν τε πράγμασι συμβαίνει
Καὶ οὔτε ἐγρηγορόσιν ἡδείας τὰς φροντίδας εἶναι οὔτε ἐς τὸν ὕπνον
ἀπερχομένοις ἡδεῖαν τὴν ὑποδοχὴν
ἀλλὰ ἐνδείματον, τήν τε
ἀνέγερσιν ἔμφοβον καὶ πτοοῦσαν τὸν ἄνθρωπον ἐπὶ μνήμας κακῶν ἐξαπιναίους
ἄγειν· ἅπερ ἐκ τῆς ἀνομίας ταῦτά τε καὶ τὰ ἄλλα κακὰ τὰ προειρημένα ἅπαντα
ἀποβαίνει.
Γίνεται δὲ καὶ ἡ τυραννίς, κακὸν τοσοῦτόν τε
καὶ τοιοῦτον, οὐκ
ἐξ ἄλλου τινὸς ἢ ἀνομίας. οἴονται δέ τινες τῶν ἀνθρώπων, ὅσοι μὴ ὀρθῶς
συμβάλλονται, τύραννον ἐξ ἄλλου τινὸς καθίστασθαι καὶ τοὺς ἀνθρώπους
στερίσκεσθαι τῆς ἐλευθερίας οὐκ αὐτοὺς αἰτίους ὄντας, ἀλλὰ βιασθέντας ὑπὸ
τοῦ κατασταθέντος
τυράννου, οὐκ ὀρθῶς ταῦτα λογιζόμενοι· ὅστις
γὰρ
ἕνα μοναρχία περισταίη, εἰ μὴ τοῦ νόμου ἐξωσθέντος τοῦ τῷ πλήθει
συμφέροντος; δεῖ γὰρ τὸν ἄνδρα τοῦτον, ὅς τὴν δίκην καταλύει καὶ τὸν νόμον
τὸν πᾶσι κοινὸν καὶ συμφέροντα ἀφαιρήσεται, ἀδαμάντινον γενέσθαι, εἰ μέλλει
συλήσειν ταῦτα παρὰ τοῦ πλήθους τῶν
ἀνθρώπων εἷς ὢν παρὰ
πολλῶν· σάρκινος δὲ καὶ ὅμοιος τοῖς λοιποῖς γενόμενος ταῦτα μὲν οὐκ ἂν
δυνηθείη ποιῆσαι, τἀναντία δὲ ἐκλελοιπότα καθιστὰς μοναρχήσειεν ἄν· διὸ καὶ
γιγνόμενον τοῦτο ἐνίους τῶν ἀνθρώπων λανθάνει. εἰ τοίνυν τοσούτων μὲν αἰτία
κακῶν
ἐστιν ἀνομία, τοσοῦτον δὲ ἀγαθὸν εὐνομία, οὐκ ἄλλως
ἔνεστι τυχεῖν εὐδαιμονίας εἰ μή τις νόμον ἡγεμόνα προστήσαιτο τοῦ οἰκείου
βίου. οὗτος δʼ ἐστὶ λόγος ὀρθός,
οἴκοις καὶ αὐτῷ τινι ἑκάστῳ πρὸς
ἑαυτόν. εἰ τοίνυν τὸν τοιοῦτον λόγον περὶ ἀγαθῶν καὶ κακῶν ὄντα καὶ καλῶν
καὶ αἰσχρῶν οὐχ οἷόν τε ἄλλως μαθεῖν καὶ
τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων.
XXI. Τελευταῖον δὴ τρόπον εἰς προτροπὴν τίθεμεν τὸν ἀπὸ τῶν συμβόλων, τὸν
μὲν ἴδιον ὄντα τῆς αἱρέσεως
συμβόλων
ὅσα ἂν ἀξιομνημόνευτα ἡμῖν φαίνηται καὶ τὸ προτρεπτικὸν εἶδος
παραδεικνύῃ ἐκθέμενοι, διεγνώκαμεν ἐξήγησιν ποιήσασθαι τὴν πρέπουσαν
αὐτῶν εἰς παράκλησιν, ἐκ τοῦ τοιούτου νομίζοντες πλήρη καὶ ἐντελεστέραν
προτροπὴν εἰς φιλοσοφίαν ἐνήσειν τοῖς
τούτων
κυριωτάτας περὶ ἑκάστου δόξας ἐγκαταμίξομεν, κατὰ τοῦτο πάλιν οἰκεῖον
μὲν Πυθαγορικῶν, ἀλλότριον δὲ τῶν ἄλλων φιλοσόφων καλῶς ἔχει τίθεσθαι
αὐτό. λεληθότως δέ, ὡς εἰκός, ἀποπαιδαγωγήσει μὲν τοῦτο ἡμᾶς ἀπὸ τῶν
ἐξωτερικῶν ἐννοιῶν, προσάξει δὲ καὶ
οἰκειώσει μάλιστα ταῖς
προκειμέναις καὶ κατὰ τήνδε τὴν αἵρεσιν τεχνολογουμέναις παρακλήσεσιν,
οἷά τις γέφυρα ἢ κλῖμαξ κάτωθεν ἄνω καὶ εἰς ὕψος ἐκ βάθους ἀνιμῶσα
πολλοῦ καὶ ἀνάγουσα τὴν ἑκάστου τῶν γνησίως προσεξόντων διάνοιαν· εἰς
γὰρ τὸ τοιοῦτο καὶ ἐμηχανήθη
κατὰ μίμησιν καὶ ἀπόμαξιν τῶν
προλεχθέντων. οἱ γὰρ παλαιότατοι καὶ αὐτῷ συγχρονήσαντες καὶ
τίθεσθαι τὰ φραζόμενα ὑπʼ αὐτῶν, ἀλλὰ κατὰ τὴν
νενομοθετημένην αὐτοῖς ὑπὸ Πυθαγόρου ἐχεμυθίαν μυστηρίων καὶ πρὸς τοὺς
ἀτελεστέρους τρόπων ἀπορ- ρήτων ἥπτοντο καὶ διὰ συμβόλων ἐπέσκεπον τὰς
πρὸς ἀλλήλους διαλέξεις ἢ συγγραφάς. καὶ εἰ μή τις αὐτὰ
τὰ
σύμβολα ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει περιλάβοι, γελοῖα ἂν καὶ
γραώδη δόξειε τοῖς ἐντυγχάνουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας.
ἵνʼ οὖν
καὶ κατὰ τὸ ἀκροατικὸν ἀποδώσομεν ἑκάστου συμβόλου τὰς ἐπιλύσεις, μηδὲ
τὰ παρʼ αὐτοῖς ἀπόρρητα καὶ ἐχεμυθούμενα πρὸς τοὺς ἀνεισάκτους
παραλιπόντες ἀνεξέταστα. ἔστω δὲ τὰ φρασθησόμενα σύμβολα ταῦτα·
α΄. Εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ
βιωτικὸν
μήτε λέγε μήτε πράττε.
βʹ. Ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε 312K προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις 132 A αὐταῖς παριὼν γένοιο.
γʹ. Ἀνυπόδητος θῦε καὶ προσκύνει.
δʹ. Τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε.
εʹ. Μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν.
ϛʹ. Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος.
ζ΄. Ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει.
η΄. Πῦρ μαχαίρῃ μὴ σκάλευε.
θʹ, Ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν.
ι΄. Ἀνδρὶ ἐπανατιθεμένῳ μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ ἀποτιθεμένῳ.
ια΄. Εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε,
εἰς δὲ
ποδόνιπτρον τὸν εὐώνυμον.
ιβ΄. Περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει.
ιγʹ. Ζυγὸν μὴ ὑπέρβαινε.
ιδ΄. Ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου Ἐρινύες γὰρ μετέρχονται.
ιεʹ. Πρὸς ἥλιον τετραμμένος μὴ οὔρει.
ις΄. Δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε.
ιζ΄. Ἀλεκτρυόνα τρέφε μὲν μὴ θῦε δέ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται.
ιη΄. Ἐπὶ χοίνικι μὴ καθέζου.
ιθʹ. Γαμψώνυχον μηδὲν παράτρεφε.
κ΄. Ἐν ὁδῷ μὴ σχίζε.
κα΄. Χελιδόνα οἰκίᾳ μὴ δέχου.
κβ΄. Δακτύλιον μὴ φόρει.
κγ΄. Θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ.
κδ΄. Παρὰ λύχνον μὴ ἐσοπτρίζου.
κε΄. Περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων.
κϛ΄. Ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι.
κζ΄. Παρὰ θυσίᾳ μὴ ὀνυχίζου.
κη΄. Δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε.
κθ΄. Στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε.
λ΄. Καρδίαν μή τρῶγε.
λα΄. Ἐγκέφαλον μὴ ἔσθιε.
λβʹ, Ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε.
λγ΄. Ἐρυθῖνον μὴ προσλαμβάνου.
λδ΄. Χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε.
λε΄. Χρυσὸν ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ.
λϚ΄. Προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ
λζ΄. Κυάμων ἀπέχου.
λη΄. Μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ.
λθ΄. Ἐμψύχων ἀπέχου.
Ταῦτα δὴ πάντα κοινῶς μὲν προτρεπτικά ἐστι
εὐσέβειαν καὶ τὴν θείαν ἐπιστήμην
ἐστὶ παρακλητικά.
αʹ Τὸ γὰρ εἰς ἱερὸν ἀπιόντα προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε
λέγειν μήτε πράττειν τηρεῖ τὸ θεῖον ᾗπέρ ἐστι καθʼ αὐτὸ ἀμιγὲς ἄχραντον,
τῷ τε καθαρῷ τὸ καθαρὸν ἐθίζει συνάπτειν
καὶ ποιεῖ μηδὲν ἐφέλκεσθαι ἀπὸ τῶν ἀνθρωπίνων εἰς
οὐδὲν οὖν ἄλλο παρακελεύεται ἐν τούτοις ἢ τοὺς
λόγους τοὺς ἱεροὺς καὶ τὰς θείας πράξεις μὴ συμμιγνύναι τοῖς ἀνθρωπίνοις
ἀστάτοις ἤθεσι.
β΄ Τούτῳ δὲ συνῳδόν ἐστι καὶ τὸ ἑξῆς τὸ ὁδοῦ πάρεργον οὐκ εἰσιτέον εἰς
ἱερὸν οὐδὲ προσκυνητέον
τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις
αυταῖς παριὼν γένοιο. εἰ γὰρ ὁμοίῳ τὸ ὅμοιον φίλον τέ ἐστι καὶ
προσήγορον, δῆλον ὅτι καὶ ἀρχηγικωτάτην οὐσίαν ἐχόντων τῶν θεῶν ἐν τοῖς
ὅλοις,
δʼ ἄλλου τις ἕνεκα αὐτὴν
ποιοῖτο, δεύτερον οὕτω θήσεται τὸ πάντων προηγούμενον καὶ ἀναστρέψει τὴν
ὅλην τάξιν τῆς ὅλης θεραπείας τε καὶ γνώσεως. ἔτι γὰρ τὰ τίμια ἀγαθὰ οὐ
δεῖ τῶν ἀνθρωπίνων χρησίμων ἐν ὑστέρᾳ μοίρᾳ τίθεσθαι, οὐδὲ ἐν τέλους μὲν
τάξει τὰ ἡμέτερα, ἐν προσθήκης δὲ μέρει τὰ κρείττονα
οὔτε ἔργα οὔτε διανοήματα.
γʹ Ἡ δʼ ἐπὶ τὸ αὐτὸ προτροπὴ καὶ ἀπὸ τοῦ ἑξῆς γένοιτο ἄν· τὸ γὰρ
ἀνυπόδητος θῦε καὶ προσκύνει ἓν μὲν σημαίνει τὸ δεῖν κοσμίως καὶ μετρίως
καὶ μὴ ὑπερέχοντας τῆς ἐν τῇ γῇ τάξεως τοὺς θεοὺς
θεραπεύειν καὶ τὴν ὑπὲρ αὐτῶν γνῶσιν ποιεῖσθαι, ἕτερον δὲ τὸ δεῖν δεσμῶν
χωρὶς καὶ εὔλυτον ὄντα
ἔχειν καὶ ἕτοιμα πρὸς τὴν μετουσίαν τῶν θεῶν.
κε΄ Καὶ ἄλλο δέ τι τούτοις ὅμοιον εἰς τὴν αὐτήν τε ἀρετὴν προτρέπον ἐστὶ
τὸ τοιοῦτον σύμβολον· περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων
δογμάτων. ἱκανῶς γὰρ τὸ δόγμα τοῦτο σεβαστικὸν
ὑπάρχει καὶ
ἐμφαντικὸν τῆς τῶν θεῶν ὑπεροχῆς, ἐφοδιάζον ἡμᾶς καὶ ὑπομιμνῇσκον ὅτι
οὐκ ἀπὸ τῆς ἡμῶν αὐτῶν συγκρίσεως χρὴ τεκμαίρεσθαι καὶ τὴν
τε νόσων ποικιλίᾳ καὶ ὄγκου μικρότητι καὶ τῆς
ἐπὶ τὸ μέσον φορᾶς τῇ βαρήσει καὶ ὑπνωδίᾳ καὶ
τῆς φύσεως ἔχομεν ἐξαίρετα, ἀλλʼ
ὅμως πάντῃ τῶν θεῶν ἀπολειπόμεθα, καὶ οὔτε δύναμιν τὴν αὐτὴν οὔτε ἀρετὴν
ἴσην πρὸς αὐτοὺς ἔχομεν. γνῶσιν οὖν θεῶν διαφερόντως τοῦτο εἰσηγεῖται,
ὡς πάντα δυναμένων αὐτῶν. διὰ τοῦτο δὴ οὖν περὶ θεῶν μηδὲν ἀπιστεῖν
παραγγέλλει. πρόσκειται δὲ μηδὲ περὶ θείων δογμάτων, τῶν τῇ
Πυθαγορικῇ φιλοσοφίᾳ δοκούντων· ταῦτα γὰρ ὑπὸ μαθημάτων καὶ ἐπιστήμονος
θεωρίας ἠσφαλισμένα ἀληθῆ καὶ ἀδιάψευστα μόνα ὑπάρχει,
παραινεῖν τὰ αὐτὰ καὶ τὸ διὰ
μαθημάτων χωρεῖν·
θεῶν μήτε περὶ
οὐσίας μήτε περὶ δυνάμεως, μηδὲ μὴν περὶ τῶν Πυθαγορικῶν δογμάτων
τερατολογεῖσθαι δοκούντων τοῖς ἀνεισάκτοις καὶ μαθημάτων ἀμυήτοις· ὥστε
τὸ ῾ μὴ ἀπίστειʼ ἴσον ἐστὶ τῷ μετέρχου καὶ κτῶ ἐκεῖνα διʼ οὐκ
ἀπιστήσεις, τουτέστι μαθήματα καὶ
ἐπιστημονικὰς
ἀποδείξεις.
δ΄ Οἶμαι δʼ ὅτι καὶ τὸ ἐπὶ τούτοις εἰς τὸ αὐτὸ συντείνει·
χωριστὴν καὶ θείαν μεταδιώκειν ἀξιοῖ,
καὶ τὰ μὲν δοξάσματα τὰ κοινά φησι δεῖν ὑπερορᾶν, τὰ δὲ ἴδια
ποιεῖσθαι, καὶ τὰ
μὲν ἀνθρώπινα ἔθη ἐᾶν ὡς δημώδη, τὰς δὲ τῶν θεῶν θρησκείας ὡς
ὑπερεχούσας τὴν δημώδη ζωὴν ἀνταλλάττεσθαι.
ε΄ Συγγενὲς δʼ ἐστὶ τούτῳ καὶ τὸ ἐφεξῆς· μελανούρου
συνάπτεσθαι, τῆς τε ἐνύλου φύσεως χωρίζεσθαι καὶ
Ταῦτα μὲν οὖν εἰς θεῶν γνῶσιν καὶ θρησκείαν
ποιεῖται τὴν
παράκλησιν, εἰς δὲ σοφίαν τὰ τοιαῦτα·
ϛʹ Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. πρῶτον γάρ ἐστι σοφίας
ἔργον τὸ τὸν λόγον ἐπιστρέφειν εἰς ἑαυτὸν καὶ ἐθίζειν μὴ ἔξω προϊέναι,
τελεοῦσθαί τε καθʼ ἑαυτὸν καὶ ἐν τῇ πρὸς ἑαυτὸν
ἐπιστροφῇ καὶ μετὰ τοῦτο ἐν τῷ τοῖς θεοῖς ἕπεσθαι· οὐδὲν
γὰρ ἄλλο οὕτω τελειοῖ τὸν νοῦν ἢ ὅταν ἐπιστρεφόμενος εἰς ἑαυτὸν τοῖς
θεοῖς συνακολουθῇ.
ζʹ Τὸ δὲ ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει καὶ αὐτὸ τῆς θείας σοφίας ἐστὶ
γνώρισμα·
αἰνίττεται γὰρ ὡς δεῖ τῶν θείων οὐσιῶν καὶ
δυνάμεων τὴν ὁμοιότητα ἀγαπᾶν, καὶ ὅταν ἐνεργῶσι, τὸν
η΄ Τὸ δὲ μαχαίρῃ πῦρ μὴ σκάλευε φρονήσεώς
ἐστι παρακλητικόν·
ἐγείρει γὰρ ἡμῖν τὴν ἔννοιαν τὴν προσήκουσαν περὶ τοῦ μὴ δεῖν πυρὸς
πλήρει καὶ θυμοῦ ἀνθρώπῳ μήτε ἀντιτιθέναι λόγον τεθηγμένον μήτε ἐρίζειν.
πολλάκις γὰρ κινήσεις τῷ λόγῳ τὸν ἀμαθῆ καὶ ταράξεις καὶ πείσῃ δεινὰ καὶ
ἀηδῆ. μάρτυς τοῖς
καὶ εἶναι ἠρεμαῖον ἐκ μὲν νείκους γίγνεται φιλία
σβεννυμένου πυρὸς θυμικοῦ, καὶ αὐτὸς οὐκ ἄφρων εἶναι δόξεις.
θ΄ Τούτῳ δὲ συμμαρτυρεῖ καὶ τὸ ἑξῆς· τὴν ὀξίδα
χρῆσθαι παρακελεύεται
καὶ μὴ θυμῷ. τὸ μὲν γὰρ ὀξὺ τῆς ψυχῆς, ὅπερ θυμὸν καλοῦμεν, λογισμοῦ καὶ
φρονήσεως ἐστέρηται (ζεῖ γὰρ ὁ θυμὸς ὥσπερ λέβης πυρὶ θαλπόμενος), οὐθὲν
εἰς τὸ πρόσθεν γιγνόμενον μερίζων
ἀποστρέφοντα τὴν ψυχὴν τοῦ
θυμοῦ, ἐπιλαμβανόμενον ἑαυτοῦ πολλάκις· ὥσπερ
ι΄ Τὸ δὲ φορτίον συνανατιθέναι, συγκαθαιρεῖν δὲ μή, εἰς ἀνδρείαν
προτρέπει. πᾶς μὲν γὰρ
ἀνατιθέμενος φορτίον πόνου καὶ
ἐνεργείας σημαίνεται πρᾶξιν, ὁ δὲ καθαιρούμενος ἀναπαύσεως καὶ ἀνέσεως,
δὲ οἱ Πυθαγόρειοι ἐφήμιζον τόδε τὸ
σύμβολον
παραγίγνεται, ἀλλʼ οὐκ ἐκ τοῦ ἀποκνεῖν.
ιαʹ Τὸ δὲ εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα πάρ εχε, εἰς δὲ ποδόνιπτρον
τὸν εὐώνυμον εἰς τὴν πρακτικὴν φρόνησιν παρακαλεῖ, τὰς μὲν σπουδαίας
πράξεις ὡς δεξιὰς περιτίθεσθαι παραγγέλλον τὸ , τὰς δὲ φαύλας ὡς ἀριστερὰς ἀποτίθεσθαι παντάπασι καὶ
ἀπορρύπτεσθαι.
σύμβολον
ιβʹ Μάλιστα δὲ τὸ περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει παρακλητικόν ἐστιν
εἰς τὸν κατὰ φρόνησιν
ἀόριστον οὖσαν αὐτὴν
ὁρίζει, περιάγει τε ὥσπερ ἐκ σκότου εἰς φῶς. περὶ πάντων μὲν οὖν τῶν ἐν
τῇ ζωῇ
ιγ΄ Τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν δικαιοπραγεῖν
παρακελεύεται
καὶ προτιμᾶν ἰσότητα καὶ μετριότητα θαυμαστῶς καὶ τὴν τελειοτάτην ἀρετὴν
γιγνώσκειν δικαιοσύνην, ἧς συμπληρωτικαὶ αἱ λοιπαὶ καὶ ἧς ἄνευ τῶν ἄλλων
οὐδὲν ὄφελος· καὶ οὐ παρέργως αὐτὴν εἰδέναι
χρή, ἀλλὰ διὰ
θεωρημάτων καὶ ἐπιστημονικῆς ἀποδείξεως. τοῦτο δὲ οὐδεμιᾶς ἄλλης ἔργον
ἐστὶ τέχνης εἰδέναι καὶ ἐπιστήμης πλὴν μόνης φιλοσοφίας τῆς κατὰ
Πυθαγόραν, ἥτις ἐξαιρέτως τῶν ἄλλων τὰ μαθήματα προτιμᾷ.
ιδ΄ Εἰς ταὐτὸ δὲ φέρει καὶ τὸ ἀποδημῶν τῆς οἰκίας
μελέτην ποιοῦ ἐπὶ
τὰ νοητὰ καὶ ἄυλα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀμεταστρεπτὶ
χωρῶν διὰ τῶν προσηκόντων μαθημάτων. ἀποδημία μὲν γὰρ μετάστασις τόπου,
θάνατος δὲ ὁ τῆς ψυχῆς χωρισμὸς ἀπὸ τοῦ σώματος, οὗτος δὲ τὸ φιλοσοφεῖν
ὡς ἀληθῶς καὶ
ἄνευ αἰσθητηρίων καὶ σωματικῶν ἐνεργειῶν
καθαρῷ τῷ νῷ χρῆσθαι εἰς κατάληψιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας, ἥπερ
ἐπέγνωσται σοφία οὖσα. φιλοσοφεῖν δὴ ἐπιβαλλόμενος μὴ ἐπιστρέφου μηδὲ
καθέλκου πρὸς τὰ πρότερα καὶ ἐν συντροφίᾳ σοι διατελέσαντα σωματικά·
μετάνοια γὰρ ἐκ τούτου πολλή σοι παρέψεται ἐμποδιζομένῳ εἰς
τὰς ὑγιεῖς καταλήψεις ὑπὸ τῆς περὶ τὰ σωματικὰ ἀχλύος. τὴν δὲ μετάνοιαν
Ἐρινὺν μετωνόμασε.
ιε΄ Τὸ δὲ πρὸς ἥλιον τετραμμένος μὴ οὔρει ἐκεῖνο προτρέπει· μηδὲν ζῳῶδες
ἐπιβάλλου ποιεῖν,
φιλοσόφει δὲ τὸν οὐρανὸν ὁρῶν καὶ τὸν
ἥλιον, φῶς τέ σοι τῆς ἀληθείας ἡγείσθω, καὶ μηδέποτε μέμνησο ταπεινόφρων
εἶναι ἐν φιλοσοφίᾳ, ἐπὶ θεοὺς δὲ καὶ
ἀληθείας καθαίρων
σεαυτὸν καὶ τραπεὶς ἐπὶ τὴν τοιαύτην ἐπιτήδευσιν θεολογίαν τε καὶ
φυσιολογίαν καὶ σφαιρικῶν ἐπίγνωσιν αἰτιολογίαν τε τὴν ὑπὲρ πάντα ταῦτα
μηκέτι ζῳῶδές τι ποίει μηδὲ βοσκηματῶδες.
ιϚ΄ Τὸ δὲ αὐτὸ παραγγέλλει καὶ
αὐτὸ φύσει
μιασμῶν ἀποσοβητικὸν ὑπάρχον, μηδʼ ἀντιμάχεσθαι τῇ φυσικῇ ἐπιτηδειότητι
αὐτοῦ μολύνοντα τὸ μολυσμῶν κωλυτικόν, ἀλλὰ μᾶλλον μὴ μίσγειν μηδὲ
κατακιρνᾶν τὰ σοφίας ἴδια τοῖς τῆς ζῳωδίας· δᾳδίον μὲν γὰρ διὰ τὴν
εὐφέγγειαν φιλοσοφίᾳ παρα
βέβληται, θᾶκος δὲ διὰ τὴν
χαμαιπέτειαν ζῳωδίᾳ.
ιζ΄ Τὸ δὲ ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δέ·
καὶ ἀλληλουχίας συμπαθείας τε καὶ συμπνοίας
μεγάλα τεκμήρια. ὥστε προτρέπει τῆς τοῦ παντὸς θεωρίας καὶ φιλοσοφίας
ἀντιλαμβάνεσθαι. ἐπεὶ γὰρ ἀπόκρυφος φύσει ἡ περὶ τοῦ παντὸς ἀλήθεια, καὶ
δυσθήρατος ἱκανῶς· ζητητέα δὲ ὅμως ἀνθρώπῳ καὶ ἐξιχνευτέα μάλιστα
διὰ φιλοσοφίας. διὰ γὰρ ἄλλου τινὸς ἐπιτηδεύματος οὕτως
ἀδύνατον· αὕτη δὲ μικρά τινα ἐναύσματα παρὰ
ιη΄ Τὸ δὲ ἐπὶ χοίνικι μὴ καθέζου Πυθαγορικώτερον ἐκδέξαιτʼ ἄν τις ἐκ τῶν
αὐτῶν τοῖς ἄνωθεν ὁρμώμενος.
χοίνικι ἀλλὰ θεωρίᾳ καὶ μαθήσει μετρεῖται.
ιθ΄ Τὸ δὲ γαμψώνυχον μηδὲν παράτρεφε Πυθαγορικώτερον συμβουλεύει·
κοινωνικὸς ἴσθι, μεταδοτικός,
ἀλλὰ μὴ πάντα μὲν λαμβάνειν
ἀπλήστως, διδόναι δὲ μηδέν. ἡ γὰρ τῶν γαμψωνύχων φυσικὴ διοργάνωσις
λαβεῖν μὲν τάχιστα καὶ ῥᾳδίως δεδημιούργηται, ἀφεῖναι δὲ ἢ μεταδοῦναι
οὐκέτι διὰ τὴν ἔνστασιν ἀγκύλων ὄντων τῶν ὀνύχων, ὃν τρόπον καὶ αἰ
κρεάγραι
πεφύκασιν ἐπισπᾶσθαι μὲν τάχιστα, ἀφιέναι δὲ
δυσχερῶς, εἰ μή τις ἄρα ὑπερεπικλίνῃ αὐτὰς ἀναστρέφων. προσαρτηθεισῶν δὴ
ἡμῖν ὑπὸ τῆς φύσεως τῶν χειρῶν, ἵνα διʼ αὐτῶν διδῶμέν τε καὶ δεχώμεθα
κατὰ τὸν
οὐκ ἀγκύλων αὐταῖς προσπεφυκότων, οὐ
μιμητέον ἐν τοῖς τοιούτοις τὰ γαμψώνυχα ἑτέρῳ τρόπῳ δημιουργηθέντα ὑπὸ
τοῦ πλάσαντος, ἀλλὰ μᾶλλον κοινωνητέον ἀλλήλοις καὶ μεταληπτέον,
προτρεπομένους εἰς τὸ τοιοῦτον ὑπʼ αὐτῶν τῶν τὰ ὀνόματα τιθεμένων, οἳ
τὴν
δεξιὰν τῶν χειρῶν ἐντιμοτέραν ὠνόμασαν οὐ μόνον ἀπὸ τοῦ
δέχεσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ δεκτὴν ὑπάρχειν ἐν τῷ μεταδιδόναι.
δικαιοπραγητέον ἄρα, διὰ δὲ τοῦτο
κ΄ Τὸ δὲ ἐν ὁδῷ μὴ σχίζε δηλοῖ ὅτι ἕν μὲν τὸ
ἀληθές, πολυσχιδὲς δὲ τὸ ψεῦδος· δῆλον δὲ ἐκ τοῦ τὸ μέν τι
ἕκαστον μοναχῶς λέγεσθαι εἴπερ ὑγιῶς λέγοιτο, τὸ δέ τι οὐχὶ ἕκαστον
ἀπείροις τρόποις. ὁδὸς δὴ ἡ φιλοσοφία δοκεῖ εἶναι. λέγει οὖν ὅτι αἱροῦ
φιλοσοφίαν ἐκείνην καὶ τὴν ἐπὶ σοφίαν ὁδόν, ἐν ᾗ οὐ
σχίσεις
οὐδὲ ἀντιλεγόμενα δογματίσεις, ἀλλὰ ἑστῶτα καὶ τὰ αὐτὰ ἑαυτοῖς ἀποδείξει
ἐπιστημονικῇ βεβαιωθέντα διὰ μαθημάτων καὶ θεωρίας, ὅ ἐστι Πυθαγορικῶς
φιλοσόφει. δύναται δὲ καί, — ἐπειδὴ ἡ διὰ τῶν
νεώτεροι κατακόρως χρῶνται καὶ τὸν θεὸν καὶ τὰς ποιότητας καὶ τὴν
ψυχὴν καὶ τὰς ἀρετὰς καὶ ἀπλῶς πάντα τὰ ἐν τοῖς οὖσιν αἴτια κυριώτατα
νομίζοντες σῶμα εἶναι, εὐολίσθητός ἐστι καὶ εὐανάτρεπτος, ὡς δηλοῦσιν αἰ
τῶν δοκούντων τι λέγειν περὶ αὐτῆς ποικιλώταται
ἐπιχειρήσεις· ἡ δὲ
καὶ εὐσταθής, ἑδραίας καὶ ἀκλινοῦς
ἀποδείξεως δημιουργός, — συμβουλεύει τοίνυν ἡμῖν τὸ παράγγελμα, ἐπειδὰν
φιλοσοφῶμεν καὶ τὴν δηλουμένην ὁδὸν ἀνύωμεν, ψεύγειν μὲν τὴν τῶν
σωματικῶν καὶ πολυσχιδῶν ἐπιβολὴν καὶ ἀποδοχήν, προσοικειοῦσθαι δὲ τῇ
τῶν
κα΄ Τὸ δὲ χελιδόνα οἰκίᾳ μὴ δέχου συμβουλεύει· ῥᾴθυμον καὶ μὴ διηνεκῶς
φιλοπονοῦντα μηδὲ ἐπίμονον
αἱρετιστὴν καὶ γνώριμον εἰς τὰ σὰ
δόγματα μὴ ἐπιδέχου, δεόμενα συνεχοῦς καὶ εὐτονωτάτης προσοχῆς καὶ
φερεπονίας διὰ τὴν τῶν ἐν αὐτοῖς ποικίλων μαθημάτων
τι
τοῦ ἐνιαυτοῦ αὕτη ἐπιφοιτᾷ ἡμῖν καὶ ὡσανεὶ ἐπιξενοῦται πρὸς βραχὺν
καιρόν, τὸ δὲ πλεῖον ἀφίσταται καὶ ἀφανὴς ἡμῖν ὑπάρχει.
κβʹ Τὸ δὲ δακτύλιον μὴ φόρει ἀκολούθως τῷ Πυθαγορικῷ ἀρέσκοντι ἕλκομεν
εἰς τὴν παράκλησιν οὕτως·
ἐπεὶ δεσμοῦ τρόπῳ περίκειται τοῖς
φοροῦσιν ὁ δακτύλιος, ἴδιον ἔχων τὸ μὴ ἄγχειν μηδὲ κακουχεῖν ἀλλά πως
ἁρμόζειν καὶ προσφυῶς ἔχειν, δεσμὸς δὲ τοιοῦτός τις καὶ τὸ σῶμα τῇ ψυχῇ
ὑπάρχει, τὸ οὖν δακτύλιον μὴ φόρει φιλοσόφει φησὶν ὡς ἀληθῶς
μαθημάτων καταγιγνομένην· ἀλλὰ καὶ ἀπόλυε
σαυτοῦ τὰ ἁμαρτήματα καὶ ἀνθολκὰ καὶ κωλυσιεργὰ
κγ΄ Τὸ δὲ θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ κατὰ τὴν προλεχθεῖσαν ἔννοιαν
προτροπῇ χρῆται τοιᾷδε·
φιλοσόφει καὶ ἀσωμάτους πρὸ παντὸς
ἡγοῦ θεοὺς ὑπάρχειν· τὸ γὰρ κυριώτατον ῥίζωμα τῶν Πυθαγορικῶν δογμάτων
τοῦτʼ ἐστίν, ἐξ οὐ τὰ πάντα σχεδὸν ἤρτηται καὶ ὑφʼ οὗ μέχρι τέλους
κρατύνεται· μὴ νόμιζε δὲ μορφαῖς αὐτοὺς κεχρῆσθαι ὅσαι εἰσὶ σωματικαί,
μηδὲ προσδεδέσθαι ὑποστάσει ὑλικῇ καὶ οἷον δεσμῷ ὑλικῷ
σώματι, ὥσπερ τὰ ἄλλα ζῷα. αἱ δὲ ἐπὶ δακτυλίοις γλυφαὶ τόν τε δεσμὸν διʼ
αὐτοῦ τοῦ δακτυλίου ἐμφαίνουσι καὶ τὴν σωματότητα τό τε αἰσθητὸν εἶδος
προσόψεως, ἧς χωριστέον μάλιστα τὸ τῶν
θεῶν γένος ὡς ἀίδιόν τε καὶ νοητὸν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ
ἔχον, ὡς ἐν τῷ Περὶ θεοῦ ἰδίως καὶ 360 Κ πληρέστατα τεχνολογεῖται.
κδ΄ Τὸ δὲ παρὰ λύχνον μὴ ἐσοπτρίζου Πυθαγορικώτερον
συμβουλεύει τὸ φιλοσόφει μὴ προστρέχων μὴ ταῖς κατʼ αἴσθησιν φαντασίαις,
αἵτινες φῶς μέν τι περὶ τὰς καταλήψεις ποιοῦσι, λυχνοειδὲς μέντοι καὶ
οὐχὶ φυσικὸν οὐδὲ ἀληθές, ἀλλὰ μᾶλλον ταῖς κατὰ τὸ νοητικὸν
ἐπιστημονικαῖς, ἀφʼ ὧν λαμπροτάτη τις εὐαυγία
καὶ
ἀδιάπταιστος περὶ τὸ τῆς ψυχῆς ὄμμα συνίσταται
κε΄ Τὸ δὲ περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει
κτᾶσθαι ἐκεῖνα τὰ μαθήματα, διʼ ἃ οὐκ ἀπιστήσεις οὐκέτι περὶ θεῶν καὶ
περὶ θείων δογμάτων ἔχων τὰ μαθήματα καὶ τὰς ἐπιστημονικὰς
ἀποδείξεις.
κϚ΄ Τὸ δὲ ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι δηλοῖ κρατεῖν τῶν παθῶν διὰ λόγου
φιλοσόφου ἐπέχειν τε τὸ
εὐμετάβλητον καὶ οὐ μόνιμον τῶν
ἀνθρωπίνων παθῶν· ὑπομίμνῃσκε δὲ σαυτὸν τοῦ ὀρθοῦ λόγου, μήτε ἄρα
εὐτυχίαις ἐπιχαυνοῦ μήτε συμφοραῖς συνταπεινοῦ ἐν οὐθετέρῳ μεταβολῆς
ἔννοιαν ὑπολογιζόμενος. τὸν δὲ γέλωτα ὑπὲρ πάντων τῶν παθῶν ὠνόμασεν,
ὅτι μόνος
μάλιστα ἐκφανῶς μηνύεται, ὥσπερ τι ἐπάνθημα
ὑπάρχων καὶ ἐπίφλεγμα μέχρι προσώπου τῆς διαθέσεως. ἴσως δὲ
παραγγέλλει, ἐπειδὴ ἀνθρώπου ἴδιον παρὰ τὰ ἄλλα ζῷα οὗτος
(ὁρίζονται γοῦν τινες ζῷον αὐτὸ γελαστικὸ εἶναι), δηλοῦται ὑπὸ τοῦ
παραγγέλματος τὸ μὴ
κζ΄ Τὸ δὲ παρὰ θυσίᾳ μὴ ὁνυχίζου περὶ φιλίας ἐστὶ προτρεπτικόν· τῶν γὰρ
οἰκείων καὶ προσηκόντων
δʼ ἐξ ἀποστήματος πολλοῦ προσῳκειωμένοι, οἷον
ἀνεψιάδαι ἢ πατραδέλφων γαμβροντιδεῖς ἢ τοιοῦτοί τινες, ἐοίκασιν ἑκάστου
ἡμῶν τοῖς μέρεσιν ὧν τεμνομένων ἄλγησις οὐδεμία παραγίνεται, οἷον θριξὶ
καὶ ὄνυξι καὶ τοῖς ὁμοίοις. βουλόμενος οὖν ἐκείνους τοὺς συγγενεῖς
δηλῶσαι τοὺς παρὰ τὸν ἄλλον χρόνον ἠμελημένους διὰ τὴν
ἀπόστασιν, τοῖς ὄνυξιν ἐχρήσατο καὶ εἶπε· μὴ ἀποτίθεσο παντάπασι
τούτους, ἀλλʼ ἔν γε θυσίαις, εἰ καὶ τῷ ἄλλῳ χρόνῳ παρημελήθησαν, πρόσαγε
κηʹ Τὸ δὲ δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε μὴ
ὄρεγε ῥᾳδίως φησὶ δεξιάν, τουτέστι μὴ ἀνάσπα μηδὲ ἀνιμᾶν
ἐπιχείρει δεξιὰν ὀρέγων τοῖς ἀνεπιτηδείοις καὶ ἀνοργιάστοις, ἔτι δὲ διὰ
παιδευμάτων τε καὶ διδαγμάτων, ἃ πολλῷ χρόνῳ δοκιμασθεῖσιν ἀξίοις εἶναι
τοῦ
μεταλαβεῖν ἐγκρατείας τε καὶ πενταετοῦς σιωπῆς καὶ τῆς
ἄλλης βασάνου μόγις δίδοται.
κθ΄ Τὸ δὲ στρωμάτων ἐξαναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε
τοῦτο παραγγέλλει, ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος νοητοῖς λοιπὸν καὶ
ἀσωμάτοις προσοικείου σεαυτόν. ἐκ τοῦ οὖν τῆς ἀμαθίας ὕπνου
καὶ νυκτοειδοῦς σκότους ἐξανιστάμενος μηδὲν συνεπισπῶ σεαυτῷ σωματικὸν
εἰς τὸ τῆς φιλοσοφίας
λ΄ Τὸ δὲ καρδίαν μὴ τρῶγε σημαίνει τὸ μὴ δεῖν τὴν ἕνωσιν τοῦ παντὸς καὶ
τὴν σύμπνοιαν διασπᾶν,
καὶ κοινωνικός.
ἐκ δὲ τούτου φιλοσοφεῖν παραινεῖ· μόνη γὰρ αὕτη ἐπιστημῶν καὶ τεχνῶν
οὔτε ἐπιλυπεῖται ἀγαθοῖς ἀλλοτρίοις οὔτε ἐπιχαίρει κακοῖς τοῖς πέλας,
ἄτε φύσει συγγενεῖς καὶ οἰκείους ὁμοιοπαθεῖς τε καὶ κοινῇ ὑποκειμένους
τύχῃ ἀπροόρατόν τε τὸ μέλλον
ἔχοντας τοὺς ἀνθρώπους πάντας
ὁμαλῶς ἀποφαίνουσα· διόπερ συμπαθεῖς τε καὶ φιλαλλήλους παραγγέλλει
εἶναι, κοινωνικόν τε ὡς ἀληθῶς καὶ λογικὸν ζῷον.
λαʹ Τούτῳ δὲ ἔοικε καὶ τὸ ἐγκέφαλον μὴ ἔσθιε· καὶ γὰρ αὐτὸς οὗτος
ἡγεμονικόν ἐστι τοῦ φρονεῖν
ὄργανον. αἰνίττεται οὖν ὡς οὐ
δεῖ καλῶς βεβουλευμένα πράγματα καὶ δόγματα διασιλλαίνειν μηδὲ
διαδάκνειν, καλῶς δʼ ἂν εἴη βεβουλευμένα τὰ διὰ φρενῶν
τῆς ψυχῆς εἴδους ὀργάνων, καρδίας καὶ ἥπατος, ἀλλὰ διὰ τοῦ καθαροῦ
τοῦ λογιστικοῦ τὰ τοιαῦτα ἐθεωρήθη·
τε καὶ ἐπιστήμην καὶ τὸ σύνολον σοφίαν κτώμεθα
καὶ ὡς ἀληθῶς φιλοσοφοῦμεν, καὶ μὴ συγχεῖν μηδὲ ἀφανίζειν τὰ διʼ αὐτοῦ
ἴχνη.
λβ΄ Τὸ δὲ ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε λέγει τοῦτο·
εὐκαταφρόνητα τὰ σύμφυτα μέν σοι, ἀψυχότερα δέ πως, ὥσπερ τιμιώτερα τὰ
ψυχικώτερα· οὕτως δὴ καὶ ἐπειδὰν φιλοσοφεῖν ἐπιβάλῃ,
προτίμα
μὲν τὰ διὰ ψυχῆς καὶ νοῦ ἄνευ αἰσθητηρίων ἀποδεικνύμενα διὰ θεωρηματικῆς
ἐπιστήμης, καταφρόνει δὲ καὶ κατάπτυε τῶν ἄνευ νοητικοῦ φωτὸς
δοξαζομένων διὰ τῶν συμφύτων ψιλῶς αἰσθητηρίων, ἃ μηκέτι εὐτονεῖ τῇ τοῦ
νοῦ ἀιδιότητι παρομαρτεῖν.
λγ΄ Τὸ δὲ ἐρυθῖνον μὴ προσλαμβάνου φαίνεται
πρὸς τὴν τοῦ ὀνόματος ἐτυμολογίαν ψιλὴν συμβεβλῆσθαι.
ὑπό τε νοῦ καὶ
ἀσθενοῦς διανοίας. διὰ δὲ τούτου νοεῖται τὸ μὴ αὐτὸς τοιοῦτος ἴσθι.
λδ΄ Τὸ δὲ χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε σημαίνει συγχύσεως καὶ
παχυτῆτος, ὅπερ ἐστὶ σωματικῶν καὶ αἰσθητῶν ἀποδείξεων, ἐκλανθάνεσθαι
φιλοσοφεῖν
ἐπιβαλλόμενον, νοηταῖς δὲ χρῆσθαι μᾶλλον
ἀποδείξεσιν. ἡ δὲ σποδὸς ἀντὶ τῆς κόνεως τῆς ἐπὶ τοῖς ἄβαξι παρελήφθη,
ἐφʼ ἧς αἱ ἀποδείξεις συμπεραίνονται.
λε΄ Χρυσὸν δὲ ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ, οὐ γυναικὶ λέγει, ἀλλʼ
αἱρέσει καὶ φιλοσοφίᾳ,
ᾗπέρ ἐστι πολὺ τὸ σωματικὸν καὶ
κατάφορον εἰς βαρύτητα.
λϛʹ Τὸ δὲ προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον παραγγέλλει
τοῦτο· φιλοσόφει καὶ μαθήματα μέτιθι μὴ παρέργως, καὶ διʼ αὐτῶν ὥσπερ
διαβάθρας ἐπὶ τὸ προκείμενον χώρει· κατάπτυε δὲ τῶν προτιμωμένων καὶ
πρεσβευομένων τοῖς πολλοῖς,
καὶ προτίμα τὴν Ἰταλικὴν
φιλοσοφίαν τὴν τὰ ἀσώματα καθʼ αὑτὰ θεωροῦσαν τῆς Ἰωνικῆς τῆς τὰ σώματα
προηγουμένως ἐπισκοπουμένης.
λζ΄ Τὸ δὲ κυάμων ἀπέχου συμβουλεύει φυλάττεσθαι πᾶν ὅσον ἐστὶ φθαρτικὸν
τῆς πρὸς θεοὺς ὁμιλίας καὶ
τῆς θείας μαντικῆς.
ληʹ Τὸ δὲ μολόχην μεταφύτευε μέν, μὴ ἔσθιε δέ, αἰνίττεται μὲν ὅτι
συντρέπεται τῷ ἡλίῳ τὰ τοιαῦτα φυτὰ καὶ παρατηρεῖν ἀξιοῖ τοῦτο,
πρόσκειται δὲ τὸ μεταφύτευε, τουτέστιν ἐπιστὰς τῇ αὐτοῦ φύσει
καὶ τῇ πρὸς τὸν ἥλιον διατάσει καὶ συμπαθείᾳ μὴ ἀρκοῦ δὲ ζῷα ἤδη καὶ λίθους καὶ
ποταμοὺς καὶ πάσας ἁπλῶς φύσεις·
πολύχουν γὰρ εὑρήσεις καὶ
πολύτροπον θαυμασίως δὲ δαψιλὲς τὸ τῆς τοῦ κόσμου ἑνώσεως καὶ συμπνοίας
σημαντικόν, ὥσπερ ἀπὸ ῥίζης καὶ ἀφετῆρος τῆς μολόχης
δίκην μεταφυτεύοντος.
λθʹ Τὸ δὲ ἐμψύχων ἀπέχου ἐπὶ δικαιοσύνην προτρέπει καὶ πᾶσαν τὴν τοῦ συγγενοῦς τιμὴν καὶ τὴν τῆς ὁμοίας ζωῆς ἀποδοχὴν καὶ πρὸς ἕτερα τοιαῦτα πλείονα.
Διὰ πάντων δὴ οὖν τούτων φανερὸς γέγονε καὶ ὁ διὰ τῶν συμβόλων
προτρεπτικὸς τύπος ἔχων πολὺ τὸ ἀρχαιότροπον καὶ Πυθαγορικόν. ἀλλʼ ἐπεὶ
διὰ πάντων διεξεληλύθαμεν τῶν προτρεπτικῶν τρόπων, ἐνταῦθα
καταπαύομεν τοὺς εἰς παράκλησιν τείνοντας λόγους.