Ars rhetorica Valerius Apsines Leonard Spengel Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2027.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States Rhetores Graeci Leonardi Spengel Valerius Apsines Teubner Leipzig 1853 1 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΑΨΙΝΟΤ ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ. (682) Ald. 467 Walx.
ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.

Εἴρηται μέν τινα καὶ τοῖς πρὸ ἡμῶν περὶ προοιμίου, 1 τί τέ ἐστι προοίμιον, ὅτι ἀρχὴ τοῦ σύμπαντος λόγου, καὶ πόθεν λαμβάνεται προοίμιον, ὅτι ἐκ προσώπου ἢ ἐκ πράγματος ἢ ἐξ ἀμφοῖν ὁ δέ τοι θεῖος Βασιλικὸς κἀκεῖνο προσέθηκεν, ὅτι δυοῖν θάτερον, ἐξ ἐννοίας τῶν ἀκουόντων ἀντιπιπτούσης ἡμῖν, ἢ ἐξ ὑποκειμένου λαμβάνομεν τὸ προοίμιον. ἐγὼ δὲ καὶ ταῦτα ἐπαινέσαιμ’ ἂν καὶ ἀποδεξαίμην· ἴσως δʼ ἄν τι καὶ αὐτὸς συνεισενεγκεῖν ὡς εἰς κοινὸν ἔρανον δυνηθείην, οὐκ ἀχρεῖον οὐδʼ ἀνωφελές, ἀλλὰ διʼ οὗ καὶ ἑτοιμότερον καὶ καιριώτερον ληψόμεθα προοίμιον. πῶς οὖν ληψόμεθα ῥᾳδίως; ἐὰν τὰ ὁμογενῆ διέλωμεν· ὁμογενῆ δὲ λέγω, ὅσα κατά τι συμβεβηκὸς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ἢ κατὰ περίστασιν ἢ κατὰ τὴν ἔκβασιν ἢ κατὰ τὰς ποιότητας τῶν προσώπων 468 ἢ κατὰ τρόπους ἢ κατʼ ἄλλο τι· ἐν τούτοις οὖν εὑρόντες ἔννοιαν τὴν κατὰ πάντων τῶν ὁμογενῶν ἁρμόττουσαν οὕτως ἂν τὴν ἐφʼ ἑκάστου ἁρμόττουσαν εἰσόμεθα.

Ἔστι τοίνυν πρῶτον ἐκεῖνο θεώρημα ἐξ ἐπαίνου τῶν ἀκουόντων. πότε οὖν αὐτῷ χρηστέον ἐπὶ ποίων ὁμογενῶν προβλημάτων, ἐν οἷς ἂν πείσαντές τι τοὺς ἀκούοντας ἕτερον δεύτερον εἰσηγησόμεθα ἐν τούτοις γὰρ ἁρμόσει ἐπαινέσαι τοὺς ἀκούοντας ἐφʼ οἷς ἤδη ἐπείσθησαν· πρῶτον μὲν ἄξιον ὑμᾶς ἐπαινέσαι, ὦ ἄνδρες, ἀνθʼ ὧν 1 τοῖς τὰ βέλτιστα λέγουσιν ἡμῖν τὸν νοῦν προσέσχετε ἀρτίως, καὶ τῶν τἀναντία λεγόντων καὶ ἐξαπατώντων ὑπερείδετε· καὶ ἔπειτα δὲ τὰ ἀκόλουθα τούτοις προσθήσειν δοκῶμεν, οἷον ὡς ἐπʼ ἐκείνων τῶν προβλημάτων· ὁ Περικλῆς πείσας εἴσω τειχῶνμένειν, μετὰ ταῦτα πείθει αὐτοὺς δῃῶσαι κοὶ τὴν Ἀττικήν.

Ἄλλο. Θεμιστοκλῆς πείσας ἐκλείπειν τὴν πόλιν γράφει αὐτοὺς καὶ ἐμπρῆσαι τὸ ἄστυ.

Ἄλλο. Κατέσκαψάν τινες πόλιν.οἱ διαφυγόντες ἔκριναν τοὺς κατασκάψαντας ἐπὶ τῶν Ἑλλήνων, καὶ ἐνίκησαν, εἶτα περὶ τῆς τιμωρίας ὄντος τοῦ λόγου ἀξιοῦσιν αὐτοὺς τὰ ἴσα πάσχειν.

Ἄλλο. Ὁ Αἰσχίνης ἀνελὼν τὸν Τίμαρχον γράφει ἀναιρεῖν τὸν τριηραρχικὸν νόμεν. καὶ γὰρ οὗτος ὁρᾷς ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει.

Ἄλλο. Ὁ Ὑπερίδης γράψας ἔπεισε μόνῳ χρῆσθαι συμβούλῳ Δημοσθένει, ἐν Ἐλατείᾳ ὄντος Θιλίππου, εἶτα γράφει καὶ φρουρὰν αὐτῷ διδόναι.

469

Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ  τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.

Ἄλλο. Ἐπαινεσόμεθα δὲ κα τότε τοὺς ἀκούοντας, ὅταν πεποιηκότες μὲν ὦσι πρᾶξίν τινα καλήν, γράφωμεν δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι οἷον μετὰ τὰ Μηδικὰ (683) ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα, ὡς καὶ ἐπʼ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπʼ Ἀθήνας πλεῖν καὶ πάλιν ἐπʼ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν Πελοπποννησιακὸν πόλεμον· γράφει τις καὶ τὰ τρόπαια 1 ἀναιρεῖν· ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα προβλήματα ὁμογενῆ μυρία τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει τῷ ἀπὸ ἐπαίνου.

Ἔτι γε μὴν καὶ τὸ ἐξ ἀκολούθου ἄλλο θεώρημα. ἐν τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτʼ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, τοῦτ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο 470 τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα ὁρῶ, ἡγοῦμαιῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον.

Ὁπόταν δὲ εἰσηγησάμενός τινα γνώμην διαμάρτῃς, εἶτα ἄλλην εἰσηγεῖσθαι μέλλῃς, ἁρμόσει σοι ἐσχηματισμένως τὸ ἐκ βαρύτητος θεώρημα, οἷον εἰ λέγοις· ἀλλʼ εἰ καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλʼ ἅ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθὰι τῆς θαλάττης.

Ἄλλο. Ὁ Κλέων ἡττήθη ὑπὸ Διοδότου, καὶ τὸ δεύτερον ἀποστάσης τῆς Μυτιλήνης γράφει ἀθῷον αὐτὴν ἐᾶν καὶ ὅσα ἄλλα τοιαῦτα προβλήματα ἐσχηματισμένα ὑποπίπτει τῷ προειρημένῳ θεωρήματι τῷ ἐκ βαρύτητος, οἷον ὡς καὶ ἐπʼ ἐκείνου ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον 1 θεὸν νομίζειν τὸν Φίλιππον· ἀντειπών ὁ  Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύσασθαι Θιλίππῳ, καὶ ἕτερα τοιαῦτα.

Ἄλλο. Ἐπάν τις ἤδη κεκρατηκὼς ἔν τινι, εἶτα αὖ πάλιν περί τινος ἀντιλέγῃ σοι ἢ ἐγκαλῇ, ἁρμόσει σοι τὸ ἐκ διαβολῆς θεώρημα. οἷον εἰ λέγοις, τὸ μὲν ἐπῆρθαι τοῦτον 471 ἐφʼ οἷς ἐκράτησεν ἀρτίως, θαυμαστὸν οὐδέν. ὡς ἐπʼ ἐκείνου· κρατήσας ὁ ἄνυτος καὶ Μέλητος τοῦ Σωκράτους γράφει καἲ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν. ὁ γὰρ Ἄνυτος καὶ Μέλητος τῷ ἐξ ἀκολούθου θεωρήματι χρήσονται, ἀκόλουθον εἶναι λέγοντες τοῦτʼ ἐκείνῳ· καὶ τῷ ἀπʼ ἐπαίνου τῶν δικαστῶν, ὥσπερ εἴπομεν ὁ δὲ ἀντιλέγων τῷ ἐκ διαβολῆς· τὸ μὲν ἐπῆρθαι Ἄνυτόν τε παὶ Μέλητον οἷς ἐκράτησαν, θαυμαστὸν οὐδέν. καὶ πάλιν ἐπʼἐκείνου ὁ Μειδίας ἐκράτησε τοῦ Δημοσθένουρ τὸν περὶ τῆς ἀσεβείας εἰσελθόντος λόγον· καὶ μετὰ ταῦτα Δημοσθένης ὕβρεως αὐτὸν ἐγράψατο καὶ Μειδίας παραγράψας κατὰ τὸν νόμον τὸν περὶ τῶν αὐτῶν δὶς κρίσιν εἶναι κεκωλυκότα· ἁρμόσει γὰρ τῷ Δημοσθένει λέγειν, ὡς οὐδὲν θαυμαστὸν ἐπαρθέντα Μειδίαν τῇ προτέρᾳ νίκῃ ἐπὶ τὴν παραγραφὴν θαρροῦντα ἥκειν, ὡς πᾶν ὁτιοῦν ἐξὸν αὐτῷ λέγειν τε καὶ πράττειν· καὶ πάλιν ἐπʼ ἐκείνου. κρατήσας ὁ Φίλιππος ἐν Χαιρωνείᾳ ἐξῄτησε τὸν Δημοσθένην· ἀντιλέγει τις· λέξει γὰρ ὡς οὐδὲν θαυμαστὸν ἄνθρωπον ὑβριστὴν φύσει βραχείας λαβόμενον καὶ ἀδοκήτου τύχης ἐπῆρθαι.

Ἄλλο. Ὁπόταν συνεχῶς τις κρίνηται, ἁρμόσει τὸ ἐκ βαρύτητος θεώρημα· οἷον εἰ λέγοις, οὐκ ἦν, ὡς ἔοικε, πέρας οὐδὲν κρίσεως καὶ δικῶν ἡμῖν, οἷον ὡς ἐπʼ ἐκείνου· (684) συνεχῶς τις κρινόμενος τυραννίδος ἐπιθέσεως πλούσιος ἐξαργυρίσας τὴν οὐσίαν ἔρριψεν εἰς θάλασσαν, καὶ κρίνεται· καὶ ἐπʼ ἐκείνου· ὁ Δημοσθένης κριθεὶς μετὰ Χαιρώνειαν ἀπέφυγε, καὶ σιωπῶν πάλιν κρίνεται 1 λέξει γὰρ οὐκ ἦν πέρας κρίσεως ἡμῖν οὐδέ τις τρόπος 472 πρὸς ἀποφυγὴντούτων ὅπου καὶ ἐπὶ τοῖς ἐναντίοις κρίνομαι, πρότερον μὲν πολιτείας, νῦν δὲ σιωπῆς· καὶ ἐπʼ ἐκείνου ὁ Ἰσοκράτης κριθεὶς σιωπῆς ἀπέφυγεν, ὑποσχόμενος πολιτεύσεσθαι, καὶ γράψας ἀφίστασθαι τῆς θαλάσσης πάλιν κρίνεται. καὶ ἐπʼἐκείνου· τρεῖς τις ἔχων παῖδας τοῖς δύο κριθεῖσι φόνου συνειπὼν ἐνίκησε, τοῦ τρίτου πάλιν αἰτιαθέντος ἐπὶ φόνῳ ἑαυτὸν προσαγγέλλει λέξει γὰρ καὶ οὗτος, ἐγὼ μὲν ἤλπισα πέρας ἕξειν κινδύνου καὶ πραγμάτων, ἀπήντηκε δὲ τἀναντία, ὥστε πανταχόθεν ἀναγκαῖον γίγνεσθαι περὶ ἀπαλλαγῆς τοῦ βίου βουλεύσασθαι. ἁρμόσει δέ σοι τὸ θεώρημα καὶ ἐπʼ ἐκείνου τοῦ γένους, ὅταν τινὲς συμφορᾷ περιπεσόντες, εἶτα ἀπαλλαγὴν αὐτοῖς εὑράμενοι κρίνωνται, οἷον οἱ ῥήτορες ἐξεδόθησαν τῷ Φιλίππῳ· ἀφεθέντες οὐ πολιτεύονται καὶ κρίνονται· ἁρμόσει γὰρ καὶ τούτοις τὸ ἐκ βαρύτητος· οὐκ ἦν, ὡς ἔοικεν, ἀπαλλαγὴ τῶν κακῶν ἡμῖν, εἰ πρότερον μὲν περὶ ἐκδόσεως εἰς κίνδυνον ἤλθομεν ἐπὶ τῇ πολιτείᾳ, νῦν δʼ αὖ πάλιν εἰς δικαστήριον ἥκομεν ἐπὶ τῇ σιωπῇ. καὶ πάλιν ἐπʼ ἐκείνου· ἐν μανίᾳ τινὶ ὄντι ἔχρησεν ὁ θεὸς ἀπαλλαγὴν τῆς νόσου ἔσεσθαι, ἐὰν ἀνδροφονήσῃ. σωφρονήσας κρίνεται φόνου. λέξει γὰρ καὶ οὗτος, οὐκ ἦν, ὡς ἔοικεν, ἡμῖν ἀπαλλαγὴ τῆς βαρείας τύχης, εἰ καὶ πρότερον μὲν ἐν συμφοραῖς ἦμεν, νῦν δὲ ἐπειδή περ ἐκείνων ἀπηλλάγμεθα, πάλιν κρινόμεθα.

Ἄλλο. Ἔφαμεν συνεχῶς κρινόμενον τί δεῖ ποιεῖν· 473 φέρε οὖν καὶ περὶ κατηγόρου εἴπωμεν. ὅταν τοίνυν κατηγορῶμεν συνεχῶς κριθέντος, δεῖ σκοπεῖν, πότερον ἐν ἐκείνοις ἡττήθη, καὶ εἰ μὲν πρότερον ἡττημένος εἴη, ἐπαινεῖν τοὺς δικαστὰς τοὺς καὶ πρότερον καταγνόντας 1 αὐτοῦ. εἰ δὲ κεκρατηκὼς εἴη, δυοῖν θάτερον ποιεῖν, ἢ τὴν δεινότητα αὐτοῦ προεπισημήνασθαι, διʼ ἣν τοιοῦτός ἐστιν, οἷος κρατεῖν ὧν βούλεται. εἰ δὲ μὴ τοῦτο, ἐκ περιττότητος, ὅτι οὐ τὸν αὐτὸν τρόπον ὑμεῖς τε τούτῳ καὶ αὐτὸς ὑμῖν κέχρηται. ὑμεῖς μὲν γὰρ ὑπολαμβάνοντες βελτίω ἔσεσθαι αὐτὸν πολλάκις ἠξιώσατε, ὁ δὲ ὥσπερ ἀμυνόμενος ὑμᾶς πολλῷ δεινότερα διατέθεικεν.

Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς τί σε λυπεῖ. διοικοῦ δὴ ἐν τοῖς προοιμίοις αὐτὸ καὶ προεπισημαίνου. λυπεῖ δέ σε ἢ πλῆθος ἀντιδίκων εἰ πολλοὶ εἶεν, οἷον, δέκα νέοι ὤμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· ἁρμόσει οὖν λέγειν, ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἡμῖν πρὸς ἄνδρας πολλούς καὶ θρασεῖς ἀγωνίζεσθαι. λυπεῖ δὲ οὐ μόνον πλῆθος, ἀλλὰ καὶ δεινότης ἀντιδίκου, ὡς ἐπʼ ἐκείνου· οἱ ῥήτορες πρὸ τῶν ἐκκλησιῶν βουλευόμενοι κρίνονται. καὶ πάντα ῥήτορα νικῶντα γράφει τις ἐλαύνειν. λυποῦσι δὲ καὶ συστάσεις τινῶν καὶ παρασκευαί, ὡς ἐν τῷ παραπρεσβείας ἐστὶνεὑρεῖν.

2 Ἕπεται τούτῳ ἑξῆς ὁλοκλήρως περὶ ἀντιπιπτόντων 474 εἰπεῖν ἐπὶ πλέον διεξελθόντα, ἢ τοῖς πρὸ ἡμῶν περὶ αὐτῶν λέλεκται. ἀντιπίπτοντα τοίνυν ἐστὶ τὰ μὲν ἐξ ἀντιθέσεως τῶν παρὰ τοῦ ἀντιδίκου, ἃ τοῖς κεφαλαίοις φυλακτέον, τὰ δὲ ἐξ ἐννοίας τῶν ἀκουόντων, ἁ ἐν τοῖς προοιμίοις θεραπευτέον. ἀντιπίπτει δὲ τὰ μὲν ἐκ προσώπου, τὰ δὲ ἐκ πράγματος, τὰ δὲ ἐξ αἰτίας. τὰ μὲν οὖν ἐκ προσώπου τριχῆ λαμβάνεται, ὅταν πρὸς ἔνδοξον πρόσωπον, ἢ κατὰ ἐνδόξου προσώπου λέγῃς, στρατηγοῦ δημαγωγοῦ, ἢ κατὰ πόλεως ἐνδόξου πολλὰ δὲ τοιαῦτα ὁμογενῆ προβλήματα. ἢ ὅταν πρὸς πρόσωπον λέγῃς οἰκειότατα (685) ἔχον πρὸς σέ, οἷον μητέρα ἀδελφούς πατέρα ἢ ἄλλον τινὰ τῶν πρὸς γένους ἢ φιλίας, ἢ ὅταν αὐτὸς ὢν νέος εἰς δικαστήρια εἰσίῃς ἐπὶ τῷ συμβουλεύειν πρὸ τῶν 2 ἄλλων, καὶ δοκῇς πέρα τῆς ἡλικίας θρασύνεσθαι, ἢ ὅταν τῶν μὴ σφόδρα πιστευομένων περὶ μεγάλων πραγμάτων εἰσίῃς. ἐν γὰρ τούτοις δεῖ σε τὴν παρὰ τῶν ἀκουόντων ἔννοιαν ἀντιπίπτουσανε ἀεὶ διοικεῖσθαι ἐν προοιμίοις ἢ αἰτίας εὐλόγους λέγοντα, δι’ ἃς καίπερ νέος ὢν εἰσῆλθες· ἢ ἀκούσιον τὸν ἀγῶνα λέγοντα, ἐὰν πρὸς ἔνδοξα πρόσωπα εἰσίῃς· ἀναγκαῖον δὲ ἐν τῷ ὑπὲρ μεγάλων τὸν ἀγῶνα εἶναι, ἢ δυσχεραίνοντα ἐπʼ αὐτῷ τούτῳ τῷ εἰς ἀνάγκην ἀγῶνος ἥκειν, ἐὰν πρὸς συγγενεῖς ἢ φίλους ὄντας πρότερον εἰσίῃς.

Γίγνεται δὲ ἐκ πράγματος προοίμιον ἀντιπῖπτον, ἢ ὅταν περὶ μικρῶν δοκῇς σπουδάζειν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος· ἢ ὅταν ἀτοπίαν ἔχειν δόξῃ, ὃ μέλλεις λέγειν, καὶ οὐκ ἄν ἑτοίμως πρόσοιντο αὐτὸ οἱ ἀκούοντες, ὡς ἐπʼ ἐκείνου, ὁ Θεμιστοκλῆς ἀξιοῖ δῃῶσαι τὴν πόλιν ἐκλιπόντων τῶν Ἀθηναίων αὐτήν· αὐτὸ γὰρ τὸ πρᾶγμα ὁ παρῄνει ἄτοπονεἶναι δοκεῖ ἢ ὅταν ἐπαχθές 475 τι δοκῇς λέγειν, ὡς ὁ ἀναιρεῖν νόμον γράφων, ἢ ὅταν παράδοξόν τι δοκῇς λέγειν, ὡς ὁ συμβουλεύων πλεῦσαι βασιλεῖ διὰ τοῦ Ἄθω δοκεῖ γὰρ παράδοξον εἶναι καὶ παρὰ τὴν ὑπόνοιαν τῶν πολλῶν ἢ ὅταν ἀηδές τι δοκῇς λέγειν, καὶ οὐ κεχαρισμένον τι ποιῶν τοῖς ἀκούουσιν, ὡς ὁ γράφων παῦσαι τὰς διανομὰς ἐπιλειπουσῶν τῶν τεχνῶν, καὶ ὅσα τοιαῦτα ὁμογενῆ.

Γίνεται δὲ ἀντιπῖπτον καὶ ἀπὸ αἰτίας, ὅταν οἱ ἀκούοντες ὑποπτεύωσι τὴν αἰτίαν, διʼ ἣν ἐπὶ τὴν κατηγορίαν ἥκεις,οἷον ὅταν πρὸς ἔχθραν τινῶν ἢ χάριν ἢ ὀργὴν δοκῇς  λέγειν, ἢ ὅταν ὑπὲρ ἑαυτοῦ δοκῇς σπουδάζειν, ἀλλὰ μὴ τοῦ κοινῇ συμφέροντος, ὡς ἐπʼ ἐκείνου· ἐξαιτοῦντος Φιλίππου τὸν Δημοσθένην μετὰ Χαιρώνειαν, αὐτὸς Δημοσθένης ἐνίσταται. δοκεῖ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, 2 ἀλλʼ οὐχὶ τοῦ κοινῇ συμφέροντος σπουδάζειν τοῦτο οὖν παντάπασιν ἀναιρήσει τὸ δοκεῖν ὑπὲρ ἑαυτοῦ σπουδάζειν, ἢ συντρέχων τῷ καὶ ὑπὲρ αὑτοῦ σπουδάζειν τὸ τῆς πόλεως συμπλέξει.

Ἄλλο. Ἔστι καὶ τοιοῦτον γένος προβλημάτων, ἐν οἷς βραδύτερον δοκεῖς ἐπεξιέναι δέον πάλαι, ὡς ἐπʼ ἐκείνου· πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· καὶ πάλιν· πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης αὐτὴν διορύξαι· δοκεῖ γὰρ ὁ Δημοσθένης μετὰ πολλὰς καταδρομὰς βραδέως συμβουλεύειν. τοῦτο οὖν αὐτὸ λέξει ἐν προοιμίῳ, ὅτι ὡς μὲν πολὺ βέλτιόν ἦν πάλαι τινὰ ἐπανόρθωσιν γενέσθαι τῶν περὶ Χερρόνησον, ὅτε καὶ πρῶτον 476 κατέδραμε Φίλιππος, εὖ οἶδα, οὐ μὴν ἀλλʼ ἕως ἐλπὶς ἦν ἀφέξεσθαι τὸν Φίλιππον τῶν συμμάχων ἐπεῖχον, ἐπεὶ δὲ τὸ πρᾶγμα ἔτι μᾶλλον αὔξεται. καὶ ἐπʼ ἐκείνου δὲ χρήσῃ τῷ θεωρήματι. συνεχῶς πλούσιος πένητος ἀνδριάντα ποιεῖ, καὶ κρίνεται ὑπʼ αὐτοῦ ὕβρεως. χρήσεται γὰρ ὁ πένης τῷ αὐτῷ θεωρήματι, οἷον ἔδει μὲν καὶ πάλαι τούτῳ ἐπεξελθεῖν, ὅτε καὶ πρῶτον ὑβρίζειν ἤρξατο. ἢ ἄλλως μεθοδεύσει τὸ θεώρημα, ὅτι ἕως μὲν οἷός τʼ ἦν φέρειν τὴν τούτου ὕβριν, κατεῖχον ἐμαυτόν καὶ ὅλως ἐπὶ πάντων σοι τὸ θεώρημα ἁρμόσει, ἐν οἷς ἄν τις πάλαι καὶ ἐκ πολλοῦ καὶ ἐν πολλοῖς ἀδικήσας νῦν κρίνηται.

Ἄλλο θεώρημα. Ἔστι πολὺ γένος προβλημάτων τῶν ἐξ ἀποβάσεως τοῦδέ τινος λεχθέντος ἢ γραφέντος. οἷον ἐκ νόμου ἢ ψηφίσματος ἀπέβη τι δεινόν, καὶ κρίνεται ὁ δοκῶν τὴν αἰτίαν παρέχειν· ἐν γὰρ τούτοις ἁρμόσει λέγειν, ὅτι βέλτιον μὲν ἦν πρὶν ἐκβῆναί τι δυσχερὲς ἐκ λογισμοῦ πεφυλάχθαι τὸ παθεῖν τι δεινόν, καὶ τὸν κατασκευάζοντα ἀνόνητον πεποιηκέναι τοῦ σκαιωρήματος, δεύτερον δὲ τῇ πείρᾳ διδάσκεσθαι οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψε τὸ περὶ Χαριδήμου ψήφισμα ὁ Ἀριστοκράτης, 2 Χερρονήσου ὑπὸ Χαριδήμου κατειλημμένης κρίνεται ὁ Ἀριστοκράτης ὁρᾷς ἐνταῦθα ἐκ τοῦ ψηφίσματος οἷον ἀπέβη τὸ περὶ Χερρόνησον. λέξεις οὖν ὅτι βέλτιον ἦν πρὶν ἐκβῆναι τοῦτο δίκην παρʼ αὐτοῦ ἀπῃτηκέναι καὶ τὸ ψήφισμα λελυκέναι οὕτω γὰρ οὐκ ἂν ἀπέβη τι δεινόν.(686) καὶ πάλιν ἐπʼ ἐκείνου· ἔπεισέ τις Σκύθας τοὺς νομάδας πόλιν οἰκῆσαι, καὶ νοσούντων αὐτῶν κρίνεται· καὶ πάλιν  477 ἐπʼ ἐκείνου· ἔπεισέ τις ῥήτωρ ἐν στάσει καὶ ὅπλα παραδοῦναι τῷ στρατηγῷ, καὶ τυραννήσαντος αὐτοῦ κρίνεται ὁ ῥήτωρ συνειδότος. καὶ ὅλως εὑρήσεις τοσαῦτα προβλήματα τὰ ὑποπίπτοντα τούτῳ τῷ γένει, ὅσα οὐκ ἄλλῳ. ἐπὶ δὲ τῶν τοιούτων κἀκείνῳ χρήσῃ τῷ θεωρήματι, ὅπου τι δεινόν· ἃ μὲν ἀπολελαύκαμεν τῆς τούτου συμβουλῆς ἑωράκατε. ἀλλὰ τοῦτο μὲν τὸ ἐννόημα ἐπιπολαιότερον, ἐκεῖνο δὲ βαρύτερον ἐν τῷ αὐτῷ γένει τούτῳ τῷ ἐξ ἀποβάσεως, καὶ ὅσα δὲ ἐν καταφορᾷ κεῖται, ἁρμόττει τούτῳ, πρῶτον μέν, εἰδὼς ὑμᾶς, ὦ δικασταί, καὶ τῶν νόμων καὶ τῆς καθεστώσης πολιτείας πολλὴν σπουδὴν πεποιημένους οὐ μικρὰ ὁρῶν τὴν πόλιν εἰς ταῦτα βλαπτομένην ὑπὸ τούτου τὸν παρόντα τοῦτον ἐνεστησάμην ἀγῶνα, νομίζων οὔτε τὴν τῶν ἀντιδίκων δεινότητα καὶ βίαν, οὔτε ἄλλο τι τούτων οὐδὲν ἔσεσθαι τῶν παρʼ ἡμῖν δικαίων δυνατώτερον.

Ἄλλο δεύτερον. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἅπασιν ἀγῶσι παρὰ τῶν κατηγορούντων τὴν αἰτίαν τῆς κατηγορίας μαθεῖν δεῖ, ἐν δὲ τῷ παρόντι τούτῳ αὐτοὶ φθάνοντες πρὸ τῶν λόγων τῶν ἡμετέρων προεπίστασθε, ὡς εἰς ἅπαντας τὰ τετολμημένα ἐκπεφοίτηκεν, ὥστε μὴ ἁμαρτεῖν τὸν εἰπόντα μὴ δικαστὰς μόνον ὑμᾶς, ἀλλὰ καὶ κατηγόρους εἶναι.

Τρίτον δὲ τοῦτο οὐ μίαν δέ, ὡς ἔοικεν, ὦ ἄνδρες δικασταί, 478 2 γνώμην οὐδὲ τὴν αὐτὴν ἔχειν μοι συμβαίνει περὶ τῶν τούτῳ τετολμημένων· καὶ γὰρ δύσκολον εἶναι καὶ ῥᾷστον ἐμαυτῷ νομίζω τοῦτον τὸν ἀγῶνα καθεστηκέναι. αὐτῶν μὲν γὰρ ἕνεκα τῶν πραγμάτων καὶ πάνυ ῥάδιον, οὕτω πολύ τι τὸ πλῆθος καὶ τὸ μέγεθός ἐστι τῶν τετολμημένων δύσκολον δὲ ἐκείνῃ, ὅτι μὴ ῥᾷστον ἐφικέσθαι τῶν τετολμημένων· οὐ μὴν διὰ τοῦτο ἡγοῦμαι προσήκειν ἐμαυτῷ τὴν κατηγορίαν ἀφεῖναι, ἀλλʼ ὡς ἂν οἷός τε ὦ δεῖξαι τὰ τούτῳ τετολμημένα καὶ παραστῆσαι.ὧδε παραδείγματος ἕνεκα, οἱ ἐπὶ τοῖς Ποτιδαιάταις κρινόμενοι Ἀθηναῖοι, καὶ ὁ ἐπὶ ταῖς Εὐμενίσι, καὶ ὁ ἐπὶ τῷ λοιμῷ τῶν Σκυθῶν, καὶ ἐπὶ πάντων, ὅπου μέγα τι καὶ ὡμολογημένον ἀδίκημα.

Ἄλλο θεώρημα. Εἰρήκαμεν ἐν τοῖς ἐξ ἀποβάσεως, τί δεῖ ποιεῖν τὸν κατήγορον· φέρε οὖν εἴπωμεν, τί δεῖ ποιεῖν τὸν φεύγοντα. ἐὰν τοίνυν ἐκβεβηκὸς τι ἄτοπον ὡμολογημένον, τὸ μὲν ἀνιαρὸν αὐτὸ εἶναι σύντρεχε, τὸ δὲ ἑξῆς ἀναίρει λέγων, ὡς οὐ δικαίως αὐτὸς φεύγει· οὐ γὰρ ἐπʼ ἐκείνοις αὐτὰ συνεβούλευσεν, οὐδʼ ἂν προσεδόκησεν, ὡς ἐπʼ ἐκείνου ὁ Φίλιππος ἔδωκεν αἵρεσιν τοῖς Ἀθηναίοις, πότερον βούλονται ὅπλοις ἢ λόγοις δικάζεσθαι ὁ Δημοσθένης συνεβούλευσε λόγοις, καὶ αὐτὸς εἰπὼν ἡττήθη καὶ κρίνεται. ὁρᾷς ὅτι ὡμολογημένον ἐστὶ κακὸν καὶ ἄτοπον τὸ περὶ τὴν ἧτταν· καὶ πάλιν ἐπʼ ἐκείνου· ἔγραψεν ὁ Ἀριστοκράτης τὸ περὶ τοῦ Χαριδήμου 479 ψήφισμα, ἀποστάσης Χερρονήσου κρίνεται. κἀνταῦθα τὸ ἐκβὰν ὡμολογημένον ἐστὶν ἄτοπον. οὐκ ἄτοπον οὖν εἰπεῖν, τὸ μὲν οὖν ὑμᾶς ἐπὶ τοῖς συμβεβηκόσιν ἀγανακτεῖν, οὐδὲν ἀπεικός· οὐ μὴν χρὴ τούτων εἰς ἐμὲ τὴν αἰτίαν ἔχειν, ὃς οὐκ ἐπὶ τούτοις εἰσήνεγκα τὸν νόμον. καὶ ὅλως ἐπὶ πάντων ἁρμόσει τῶν τοιούτων. ἐπὶ δὲ τῶν κατηγόρων ἐξ ἀποβάσεως ἁρμόσει μέν σοι καὶ τὰ προειρημένα θεωρήματα, οὐχ ἥκιστα δὲ κἀκεῖνο· εἰ μὲν ἐξαρκεῖ 2 τὸ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν, οὐκ ἄξιον μέν, φέρειν δʼ οὕτως ἀνάγκη. εἰ δὲ καὶ τιμωρίαν χρὴ λαβεῖν. ὁπόταν δὲ κρίνειν τινὰ μέλλῃς μεταβολῆς καιροῦ βελτίονος γενομένης, ἧς πρότερον μὴ οὔσης οὐκ ἠδύνασο κρίνειν, ἁρμόσει σοι λέγειν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ δεδώκασιν ἡμῖν καιρόν, οἷον μάλιστα ηὐχόμεθα ἢ οὕτως, πάλαι δυσχεραίνων τοῖς συμβεβηκόσι καὶ τετολμημένοις  ὑπὸ τούτου, νῦν ἐπειδὴ καιροῦ ἐλαβόμην ὡς ἐπʼ ἐκείνου ὁ Ἰσμηνίας ἐπαυλήσας ταῖς Θήβαις κρίνεται μετὰ τὸν Ἀλεξάνδρου θανάτου, καὶ πάλιν ὁ Πύθων μετὰ τὴν Φιλίππου τελευτὴν κρίνεται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. καὶ ἐκ τοῦ ἀπολογουμένου βιάσῃ λέγων(687) συνήδεσθαι καὶ αὐτὸς ἐν τῷ παρόντι καιρῷ, ἵνα εἰ καί τις ἦν πρότερον διαβολὴ ταύτην ἐξέλῃς. ὁπόταν δέ σε λυπῇ τι ἢ ἀπὸ καιροῦ χαλεποῦ ἢ ἀπὸ δυνάμεως ἐχθρῶν ἀπὸ κέρδους δοκοῦντος ὑπὸ τῶν ἐναντίων προτείνεσθαι, τοῦτο αὐτὸ προαναίρει καὶ προθεράπευε λέγων τἀναντία ὑπειληφέναι περὶ τῶν ἀκουόντων ἢ ὥς τινες οἴονται. ἢ οὕτως ἐξ ἀτόπου προτάσεως· εἰ μὲν ἑώρων παραπλησίως ὑμᾶς διακειμένους τούτοις, οἷον τοῦ μὲν ἀπὸ καιροῦ φοβεροῦ καὶ δυνάμεως ἐχθρῶν ἐκεῖνο, ὡς 480 ἐπὶ τῶν Θετταλῶν, οἷς ἐπαπειλεῖ βασιλεὺς ἐπαφεῖναι τὸν Πηνειόν. ἀπὸ δὲ τοῦ κέρδους ,ὡς ἐκεῖνο, Αἰσχίνης προῖκα ἐκόμισε σῖτον παρὰ τοῦ Φιλίππου πεμφθεὶς πρὸς Κερσοβλέπτην, καὶ κρίνεται. ἐξ ἀπολογίας. ὁπόταν δέ τι εὖ πεποιηκέναι φάσκοντες ἔτι καὶ κρινώμεθα, ἁρμόσει τὸ ἐκ βαρύτητος οὕτως· ᾤμην μὲν ἔγωγε καὶ ἐπαίνων τεύξεσθαι. ἢ οὕτως· οὐκ ἄν προσεδόκησα τοιοῦτον ἀπαντήσειν τέλος, οἷον μετὰ νίκην τις κρινόμενος χρήσεται τούτῳ, ὡς ἐπʼ ἐκείνου· στρατηγὸς καθελών μέρος τι τοῦ τείχους ἐξελθών ἐνίκησε, καὶ κρίνεται. ἐκ δὲ τοῦ κατηγόρου 2 αὐτῷ τούτῳ συμπλεκόμεθα λέγοντες, οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις τὰ μέγιστα ἠδικηκὼς ἔτι καὶ φιλοτιμῆται τοῖς πραχθεῖσιν.

Ἄλλο. Ἐν ἐκείνοις δὲ τοῖς προβλήμασιν, ἐν οἷς δοκοῦμέν τι ὑπὲρ αὑτῶν σπουδάζειν, καὶ τοῦ ἰδίου ἕνεκα συμφέροντος εἰσηγεῖσθαί τι, καὶ τὸ τῆς πόλεως συμφέρον συμπλέκειν ἄξιον· εἰ δέ γε ἔνδοξον εἴη τὸ πρόσωπον τὸ λέγον, λέξει ὅτι εἰ μὲν ἑώρων, ὑπὲρ ἐμαυτοῦ μόνου ὂν τὸ σκέμμα, ἐσιώπων ἄν, ἐπεὶ δὲ καὶ τῆς πόλεως. οἷον ὡς ἐπʼ ἐκείνου τὸν Περικλέα αἰτοῦσιν οἱ Λακεδαιμόνιοι ἐπὶ ὑποσχέσει εἰρήνης, αὐτὸς ἀντιλέγει. ὅταν ἔν τινι δυσκολίᾳ καιροῦγράφῃς τινὰς ἐπανορθώσεις, ἁρμόσει τὸ ἐξ ἀτόπου προτάσεως θεώρημα· οἷον εἰ μὲν ἐξαρκεῖ 481 τὸ ἀνιᾶσθαι ἢ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν εἰς παραμυθίαν ὧν πὰσχομεν, ἐμοὶ μὲν οὐ συνδοκοῦν, χρῆσθε δὲ ὅ τι καὶ δοκεῖ· εἰ δ’ ὅπως ἐπανορθωθήσεται δεῖ σκοπεῖν, οἷον ὡς ἐπʼ ἐκείνου· τοῖς νοσοῦσι Σκύθαις συμβουλεύει τις μεθίστασθαι. ἢ πάλιν, κατατρεχομένης τῆς Χερρονήσου γράφει ὁ Δημοσθένης διορύξαι τὸν Ἰσθμόν,ὁ δὲ ἀντιλέγων τοῖς τοιούτοις πῆ μὲν συνδραμεῖται ἐν προοιμίοις πῆ δὲ οὔ ὅτι μὲν γὰρ δεῖ ἐπανορθοῦσθαι τὰ συμβαίνοντα καὶ αὐτὸς φήσει εἰδέναι, οὐ μὴν διὰ τοῦ τρόπου οὗ ὑφηγεῖται ἢ ἐκεῖνο τὸ θεώρημα· οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις παριῇ μὲν ὡς ἐπανορθωσόμενός τι τῶν κοινῶν, χείρω δὲ τὰ κοινὰ ποιῇ. ἄλλο τοῦτο σφοδρότερον.

Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς ἀτόπου τινὸς συμβαίνοντος εἰσηγούμεθά τι, ἁρμόσει τὸ ἐξ εὐχῆς θεώρημα, οἷον εἰ λέγοις, ηὐξάμην ἄν μήτε τι τῶν τοιούτων γενέσθαι, μήτε ἐμὲ ἐπὶ τούτοις τοῖς προγεγενημένοις σύμβουλον παριέναι, ὡς ἐπʼ ἐκείνου· μετὰ Χαιρώνειαν ἤδῃ γράφει Ὑπερίδης τούς ἀτίμους ἐπιτίμους ποιεῖν.

Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς φαμὲν 2 θεοὺς προσημαίνειν τι, ἁρμόσει τὸ θεώρημα τὸ ἐξ ἐνδόξου κρίσεως, οἷον, ἱκανῶς μὲν καὶ πρὸ ἡμῶν τὸ ὅ τι χρὴ πράττειν οἱ κρείττους σύμβουλοι προὔφηναν, ὡς ἐπʼ ἐκείνου· ἔδει τοὺς ἀριστέας διαμονομαχεῖν δύο ἀδελφῶν μονομαχούντων ἔδυ ὁ ἥλιος, καὶ γράφει τις λῦσαι τὸν νόμον.

Ἄλλο. ὅταν εὐχῇ χρηστέον, ὅταν ᾗ ἱερατικὸν τὸ πρόσωπον ὁ λέγων ἢ ὑπὲρ ἱερωσύνης, ἢ ἡ πόλις ἱερά, οἷον ἡ Δελφῶν ἢ Δηλίων, ὥσπερ Ἀριστείδης ἐποίησεν ἐν προοιμίοις, ἢ περὶ πανηγύρεως θεοῦ ᾖ ὁ λόγος· οἷον ἐπιόντος πολέμου ἔφη τις ἀναβάλλεσθαι τὰ Ὀλύμπια, ἀντιλέγει τις.

Ἄλλο. Ὁπόταν δʼ ἐν τῷ καλουμένῳ χρώματι μέλλῃς λέγειν, ὅτι καλῶς διὰ φιλανθρωπίαν ἢ διʼ ἄλλην τινὰ καλὴν αἰτίαν ἐποίησας τοῦτο ἐφʼ ᾧ κρίνῃ,ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε αὐτὸ τοὐναντίον δόξαν χρηστὴν καὶ καλὴν ἀποίσεσθαι ἐφʼ οἷς ἔδρασα, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ (688) νεοσφαγὲς σῶμα.

Ἄλλο. Ἐν πᾶσι τοῖς ἀντεγκληματικοῖς ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε καὶ τοὺς συναχθεσθησομένους ἐμοὶ γεγενῆσθαι, καὶ οἴκτου πλέον ἢ ὀργῆς ἀξιώσεσθαι, οἷον ὡς ἐπʼ ἐκείνου· ἀριστεύς πορνεύοντα τὸν υἱὸν ἀνεῖλε καὶ κρίνεται.

Ἄλλο. Ἐν ταῖς συνηγορίαις ἄξιον ὁρᾶν ὑπὲρ ὧν λέγομεν, οἷον ἢ ὑπὲρ συγγενῶν, ὡς ὁ Λυσίας πολλαχοῦ, οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν ἢ ὑπὲρ φίλων, ὡς ἐν τῷ Ἀμαρτύρῳ Ἰσοκράτης. ἐν δὲ ταῖς τῶν ἀλλοτρίων προσώπων συνηγορίαις σκοπεῖν χρὴ εἰ ἔνδοξα εἴη ἢ ἄδοξα, καὶ εἰ μὲν ἔνδοξα εἴη, συντρέχειν τῷ καὶ ὑπὲρ 2 τούτων σπουδάζειν· εἰ δὲ ἄδοξα, συμπλέκειν αὐτὰ τοῖς ἐνδόξοις. ὅταν ἄδοξον τὸ ὑποκείμενον πρόσωπον ἢ τὸ 483 ἀντιλέγον, τὸ ἐκ ποιότητος καταφορικὸν ἁρμόσει σοι, οἷον, οὐκ ἦν αὐτάρκη τούτῳ τὰ πρότερον τετολμημένα· ἢ οὕτως, εἴη μὲν ἂν ἔν τι καὶ τοῦτο τῆς τούτου πονηρίας. ἢ οὕτω θαυμαστὸν μὲν οὐδὲν τὸ τοιοῦτον ὄντα τοιαῦτα τετολμηκέναι. ἐν δὲ ταῖς ἀμφισβητήσεσι καὶ τοῖς ἀμφισβητηματικοῖς δεῖ ὁρᾶν τὰ διάφορα, οἷον εἰ πράγματι ἢ καιρῷ ἢ προσώπῳ ἢ τρόπῳ διαλλάττοι καὶ ἐκ τούτου λαμβάνειν τὰ προοίμια. ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτοῦ ἰδίαν πρόσαγε, οἷον πἐρὶ μεγάλων ἥκομεν· καὶ ἡ κατασκευὴ ἰδία προσετέθη ὡς ἐν τῷ περὶ εἰρήνης Ἰσοκράτους· ὅπου γὰρ περὶ πολέμου καὶ εἰρήνης, μεγάλα. κάλλιστον δὲ καὶ ἐν τούτοις τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.

3 Ἐν τοῖς ἐσχηματισμένοις εἰ μὲν ἄλλου προειρηκότος αὐτὸς μετʼ ἐκεῖνον λέγοις, ἁρμόσει σοι τὸ ἐξ ὑποθέσεως προοίμιον, οἷον ἔδει μὲν τὸν προειρηκότα καὶ ταὐτὰ προσθεῖναι· καὶ γὰρ ἦν ἑπόμενα τούτοις, οἷον ὁ Περικλῆς 484 ἔγραψε δῃοῦν τὴν Ἀττικήν, καὶ γράφει Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρξασθαι. ἐν δὲ τοῖς τοιούτοις ἐκεῖνο αὐτό, ὃ βούλει ἀνύσαι, ὡς ἀναιρῶν εἴσαγε· οὐχ ὅτι ἂν ἄλλος ἐποίησε, τοῦτο ἐγὼ ποιήσων ἀφῖγμαι.

Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς δοκῶν τις εὐ ποιεῖν ὑπόνοιαν ἔχει ὡς μετὰ ἐπιβουλῆς αὐτὸ ποιῶν, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἔπεμψαν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι παρὰ βασιλέαπερὶ χρημάτων. ἔδωκεν ἑκατέροις ·ἐπανελθόντων αὐτῶν ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπὶ βασιλέα στρατεύειν. ἐν τοῖς τοιούτοις οὖν ἁρμόσει τὸ ἀπὸ οἰκείας κρίσεως θεώρημα· ἐβουλόμην, ὦ δικασταί, τοῦτον ὡς ἀληθῶς κήδεσθαι τῶν ἡμετέρων πραγμάτων, καθάππερ 3 φάσκει, νῦν δὲ τοὐναντίον φαίνεται πράττων, καὶ δόξαν παρέχων ὡς εὐ ποιῶν ἡμᾶς οὐκ ἐλαχίστην βλάβην τοῖς κοινοῖς κατασκευάζει, ὡς μικρὸν ὕστερον, εἰ προσέχοιτε, δείξω.

Ἄλλο. Ἐν ταῖς προσαγγελίαις ἁρμόσει σοι ἐκεῖνο τὸ θεώρημα, ὅταν ὃ βούλει ὡς ἀναιρῶν τιθῇς, οἷον ὡς ἐπʼ ἐκείνης τῆς ὑποθέσεως· Κὔπολις ἁλοὺς ξενίας δημοσίᾳ ἐπράθη. πριάμενος αὐτὸν ὁ Λύκων ἐγχειρίζει τὸν παῖδα, ὁ δὲ ἑαυτὸν προσαγγέλλει. ἐν γὰρ τοῖς τοιούτοις τῷ θεωρήματι τούτῳ χρηστέον ὡς προειρήκαμεν, οὕτω λέγοντα, οὔτε ἐλευθερίαν πράττων ἐμαυτῷ, οὔθʼ ὅπως ἂν ἀπαλλαγείην τῆς παρούσης ταύτης δουλείας, ὥς τις ἴσως τῶν ἀκουόντων ὑμῶν ὑπολαμβάνει, παρελήλυθα, ἀλλὰ θανάτου δεόμενος.

Ἐν πάσῃ παραγραφῇ ἐκ μὲν τοῦ παραγραφομένου ἁρμόσει σοι ἡ τοῦ ἀντιπίπτοντος λύσις, τὸ δὲ ἀντιπῖπτον ἐστὶ τὸ μὴ θαρρεῖν τῇ εὐθυδικίᾳ καὶ διὰ τοῦτο ἐπὶ τὴν παραγραφὴν βαδίζειν. τοῦτο οὖν εὐθὺς ἐν ἀρχῇ ἀναιρήσεις 485 λέγων οὕτως· ὅσον μὲν ἐν αὐτοῖς τοῖς πράγμασι καὶ τῷ τεθαρρηκέναι τούτοις, οὐδὲν ἐδεήθην παραγραφῆς,(689) οὕτω καὶ χωρὶς ταύτης θαρρῶν τοῖς δικαίοις εἰς ὑμᾶς ἐλήλυθα. ἐπειδὴ δὲ καὶ τοῦτο οἱ νόμοι τοῖς ἀγωνιζομένοις παρεσχήκασιν, ᾠήθην καλῶς ἔχειν ἐμαυτῷ μὴ παρεῖναι τὸ δίκαιον, ὅπερ ἡμῖν δεδώκασιν οἱ ἐν τοῖς παραγραφικοῖς ἁρμόττει ἔννοια προοιμιακὴ κἀκείνη ἐπὶ τοῦ ἀπολογουμένου εἰπεῖν, πολλῶν ὄντων, ὠ δικασταί, τῶν περὶ τοῦτον τὸν ἀγῶνα γεγενημένων ὑπὸ κατηγόρου, ἅ τις ἂν εἰκότως θαυμάσειεν, οὐδενὸς ἧττον, εἰ καὶ μὴ παντὸς μᾶλλον, τοῦτό μοι δοκεῖ δικαίως ἄν τις αὐτοῦ θαυμάσαι, τὸ πρὸ ψήφου τῆς τῶν δικαζόντων ἀτιμίαν ἡμῖν προστιμᾶν. τὸ γὰρ ὅπως μὴ μεθέξομεν 3  λόγου σπουδάζειν, τί πότ’ ἐστιν ἄλλο πράττοντος, προστιμῶντος ἡμῖν ἀτιμίαν σαφῆ.

Ἔστι καὶ τοιοῦτο γένος ζητήματος, ἑν οἷς πρότερόν τις κακῶς πεποιηκὼς μετὰ ταῦτα ἐλπίζων ὑπʼ αὐτῶν τῶν ἠδικημένων κακῶς πείσεσθαι αὐτὸς ταῦτα ἃ ἀφῄρηται δώσειν ὑπισχνεῖται, οἷον ὡς ἐπʼ ἐκείνου· νοσοῦντι τῷ Φιλίππῳ ἔχρησεν ὁ θεὸς μὴ ἄλλως λῆξαι τῆς νόσου, εἰ μὴ ὑπὲρ αὐτοῦ εὔξαιντο Ἀθηναῖοι· ἀπέσταλκεν Ἀμφίπολιν διδούς, καὶ βουλεύονται. καὶ ἐπʼ ἐκείνου ὁμοίως· ἐψηφίσαντο οἱ Ἕλληνες πολεμεῖν κατὰ Φιλίππου, πέπομφεν 486 ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος, καὶ βουλεύονται. ἐν γὰρ τοῖς τοιούτοις ἅπασι τὸ προκαταρκτνκὸν ἐνθύμημα ἐκεῖνο, εἰ καὶ πάνυ πολὺν ἐπέσχε χρόνον ὁ Φίλιππος, ζητῶν ὅπως ἂν τἀναντία τούτοις οἷς προείρηται πράξειεν, οὐκ ἂν ἑτέρως μοι δοκεῖ τοῦτο ποιῆσαι, ἢ τοῦτον τὸν τρόπον, ὃν νυνὶ πεποιηκὼς φαίνεται. τὸ γὰρ ὧν ἐποίησε πρότερον ὑπομιμνήσκειν ταῦτα ἐπεσταλκότα, πῶς οὐχ ὅπερ εἴρηκα πράττοντός ἐστι.

Ἄλλο. Ἐπειδὴ τοίνυν εἰρήκαμεν τί δεῖ ποιεῖν ἐν ταῖς παραγραφαῖς τὸν παραγραφόμενον, φέρε σκεψώμεθα, τί προσήκει καὶ τὸν ἀντιλέγοντα πράττειν. ὁ τοίνυν ἀντιλέγων τῇ παραγραφῇ αὐτὸ τοῦτο τὸ θεώρημα ἀναστρέψας ἐρεῖ οὕτως. ἦν μὲν οὐκ ἄδηλον τοῦτο, ὦ δικασταί, ὅτι τὸν λόγον παρεὶς τὸν περὶ τῶν ἐγκλημάτων, ὧν ἡμεῖς ἐγκαλοῦμεν, διὰ τὸ μὴ θαρρεῖν τοῖς δικαίοις προφάσεις τινὰς εὑρήσει καὶ διαδύσεις, διʼ ὧν ἑαυτῷ τὸ μὴ δοῦναι δίκην ποριεῖται, ἐγὼ δὲ ἡγοῦμαι προσήκειν ὑμῖν, τοῦ τε ὅρκου ὃν ὀμωμοκότες κάθησθε φροντίζουσι καὶ τοῦ δικαίαν ἐνεγκεῖν τὴν ψῆφον περὶ ὧν κρίνετε, τούτοις μὲν μὴ προσέχειν, τῶν δὲ περὶ ὧν ἡμεῖς ἐγκαλοῦντες ἥκομεν ἀπαιτεῖν τὸν λόγον.

Ἄλλο. Ἐν πᾶσι δὲ τοῖς ἀντιπίπτουσιν ἐξ ἐννοίας προοιμιακῆς, ὅπου σὺ τὸ ἀντιπῖπτονλύσεις, ὁ ἐναντίος 3 αὐτὸ θήσει. πολλῶν δὲ ὄντων τῶν ἐξ ἐννοίας ἀντιπιπτόντων, ὡς μικρῷ πρόσθεν εἰρήκαμεν, ἓν ἑλώμεθα παραδείγματος ἕνεκεν, οἷον δοκεῖς διὰ φθόνον λέγειν, τῷ δὲ ἐναντίῳ ἁρμόσει αὐτῷ τοὐτῷ χρήσασθαι ἀναστρέψαντι 487 καὶ λέγοντι οὐκ ἔστιν ἄδηλον, ὦ δικασταί, τοῦτο ὅτι φθόνῳ καὶ βασκανίᾳ τὴν γραφὴν ταύτην καὶ τὴν κατηγορίαν συνθεὶς οὗτος εἰς ὑμᾶς εἰσελήλυθεν.

Ἄλλο. Ἐν πᾶσι τοῖς ζητήμασιν, ἐν οἷς καὶ αὐτὸς ὁ κατηγορῶν φανερῶς καὶ μέγα τι ἠδίκηται, τῷ κατὰ συνδρομὴν χρήσεται προοιμίῳ οὕτως· οἱ μὲν ἄλλοι πάντες οἱ παριόντες εἰς ὑμᾶς, ἐπειδάν τινος κατηγορεῖν μέλλωσι, τοῦτο αὐτοῖς ὑπάρχειν ἀξιοῦσι παρʼ ὑμῶν, τὸ μὴ διʼ ἔχθραν δοκεῖν κατηγορεῖν· ἐγὼ δὲ οὐ τοῦτο ἂν ἀρνηθείην, καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ φαινοίμην μισῶν τὸν τηλικαῦτα κακῶς ὑμᾶς ἠδικηκότα, καὶ ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐκ τοῦ αὐτοῦ γένους πολλοὶ τυραννοῦσι καὶ ἀξιοῖ τις ἐλαύνεσθαι τὸ γένος. καὶ ἐπʼ ἐκείνου· λῃσταί τινες ἀφήρπασαν παῖδα πένητος δημαγωγοῦ ἀπέστειλαν ἐπὶ τοὺς λῃστὰς πλούσιον διάφορον τῷ πένητι ὁ δὲ τὸν παῖδα τῶν λῃστῶν ἐκβαλόντων οὐκ ἀνείλετο, ἀλλὰ περὶ σύλληψιν ἔσχε τὴν τοῦ πλοίου. καὶ ἐπανελθὼν δημοσίᾳ κρίνεται.

Ἐν πᾶσι τοῖς ζητήμασιν ἐν οἷς στρατηγὸς ἠδίκηται, εἶτα ἰδιωτικὴν ἀπενήνεκται γραφήν, ἁρμόσει τὸ μὲν οὖν προοίμιον ἐκεῖνο· ἐβουλευσάμην μὲν ὡς καὶ δημοσίᾳ καὶ κοινῇ τὴν πόλιν ἠδικηκότα τοῦτον εἰς ὑμᾶς (690) εἰσφέρειν· τὸ γὰρ τοὺς στρατηγεῖν ὑφʼ ἡμῶν κεχειροτονημένους πάσχειν ὑπὸ τούτου κακῶς, τῆς πόλεως, οὐκ ἴδιον τοῦ στρατηγοῦ τὸ ἀδίκημανομίζω καθεστηκέναι οὐ μὴν ἀλλὰ καὶ νῦν προσδοκῶν ὑμᾶς ὁμοίως ἀγανακτήσειν, 488 ὡς ἂν εἰ καὶ δημοσίᾳ κατηγόρουν, τὴν παροῦσαν 3 ταύτην γραφὴν ἀπηνεγκάμην. ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐγέλασεν Ἀλκιβιάδης ὑπισχνουμένου τοῦ Κλέωνος τὰ περὶ Πύλον, καὶ ἐπανελθὼν ὕβρεως αὐτῷ δικάζεται. καὶ ἐπʼ ἐκείνου· ὁ Ἀλκιβιάδης ἐκώμασεν ἐπὶ τὸ δεσμωτήριον ὄντων τῶν τριακοσίων καὶ ἔφη, γενναῖοι, καί, ὑπὸ Κλέωνος, καὶ δικάζεται αὐτῷ ὁ Κλέων ὕβρεως. καὶ ἐπʼ ἐκείνου· νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· οὐκ ἀνέῳξε Κλέωνι ὁ Νικίας εἴσω τῆς προθεσμίας ἄγοντι τοὺς τριακοσίους, καὶ δικάζεται αὐτῷ ὕβρεως.

ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.

4 Προκατάστασίς ἐστιν ἔφοδος πρὸς τὰς ἀποδείξεις ἢ κατασκευὴ τῶν ἀποδείξεων. προκαθιστάμεθα δὲ ἐν τοῖς ζητήμασι τοῖς ἐκ διανοίας ἐξετάσεως· γίνεται δὲ αὕτη τριχῶς· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν ἢ τῶν ἀκουόντων ἢ τῶν ἀντιδίκων ἢ ἐξ ἀντιπίπτοντος ἀναιρέσεως, 489 ἢ προσυστάσεως, ἢ προδιαβολῆς, ἢ προδιορισμοῦ, ἢ ἀντεξετάσεως τῶν προτέρων καὶ τῶν νῦν, ἢ αὐτὸ τὸ κεφάλαιον τὸ πρῶτον καταστατικῶς εἰσάγεται, τουτέστιν ἀνηπλωμένως καὶ ἀφηγηματικῶς, ἢ νόημα κεφαλαίου ἀπολαβὼν ὡς κατάστασιν εἰσάγεις, οἷα πολλὰ παρὰ Ἀριστείδῃ, ἢ τρόπον παρεισφέρομεν, ἢ ἀπὸ ἐπαγγελίας.

Ἐπειδὴ τοίνυν τοὺς τρόπους τῶν προκαταστάσεων ἀκηκόαμεν καὶ περὶ τῆς χρήσεως ἑκάστου, ἐν ᾧ τουτέστι χρηστέον, εἴπωμεν. ἑαυτῶν τοίνυν τὴν διάνοιαν ἐξετάζομεν, ὁπόταν αὐτὸ ὃ πεποιήκαμεν δοκῇ μὴ ἰσχυρόν, ἀλλὰ μᾶλλον πρὸς τοῦ ἐναντίου, τῇ δὲ διανοίᾳ ἰσχύσωμεν. ἔστω τοίνυν τοῦ γένους τῶν ζητημάτων παράδειγμα νέος πλούσιος ἀφορῶν πρὸς τὴν ἀκρόπολιν καὶ δακρύων, κρινόμενος τυραννίδος ἐπιθέσεως καὶ δημοσίᾳ 4 φεύγων.

Τὴν δὲ τῶν ἀκουόντων γνώμην ἐξετάσομεν, ὅταν ὃ μὲν πεπσιήκασι δοκῇ καθʼ ἡμῶν εἶναι, ἐκ δὲ τῆς ἐξετάσεως τῆς γνώμης ὑπὲρ ἡμῶν φαίνηται πεποιημένον, ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· οἱ Ἀθηναῖοι τυραννευόμενοι ὑπὸ τῶν τριάκοντα ὑπὸ ἑνὸς ἀξιοῦσι τυραννεῖσθαι. ἐξετάσουσι γὰρ οὗτοι τὴν γνώμην τῶν Δακεδαιμονίων πρὸς τὸ χρήσιμον ἑαυτοῖς λέγοντες, ὅτι καὶ αὐτὴν τὴν τυραννίδα κατεστήσατε οὐκ ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλʼ ἐπὶ νουθεσίᾳ μᾶλλον καὶ ἐπανορθώσει τῶν πραγμάτων· διὰ τοῦτο γοῦν καὶ πάντας κατεστήσατε, ὡς ἂν μέτρια εἴη, καὶ ἐπάξεις· εἰ μὲν οὖν ἀπήντηκε τὰ ἐλπισθέντα.

Τὴν δὲ τοῦ ἀντιδίκου γνώμην ἐξετάζειν ὀφείλομεν τότε, ὁπόταν τὸ πρόσωπον ἄδοξον, ἢ δοκῇ μὲν φιλάνθρωπόν 490 τι ποιεῖν, μετὰ διανοίας δὲ μοχθηρᾶς, ὡς ἐπ᾿  ἐκείνου· ἐν πολιορκίᾳ τινὲς δτέπεμεψαν παρὰ τύραννον σῖτον αἰτοῦντες· ὁ δὲ ἔδωκε καθʼ ὁδὸν διηρπάσθη. πάλιν ᾔτησαν, ὁ δὲ αὐτὸς ἥκει κομίζων· καὶ βουλεύονται εἰ χρὴ δέχεσθαι ὁ γὰρ ἀντιλέγων ἐξετάζει τὴν γνώμην αὐτοῦ, λέγων τίνι διανοίᾳ βούλεται αὐτὸς εἰσελθεῖν, καὶ δοκεῖν τι φιλανθρώπως ποιεῖν· ἅμα καὶ τὴν ἁρπαγὴν τοῦ σίτου διαβάλλων, ὡς οὐκ ἅνευ αὐτοῦ πέπρακται· τὴν δὲ γνώμην ἐξετάζοντας τότε χρὴ μάλιστα καθίστασθαι  ὅταν ἐκ τῆς ἀποβάσεως ἔχωμεν συνιστάναι τὸ κακούργημα· ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος. Αἰσχίνης ἐπέμφθη πρεσβευτὴς παρὰ τὸν Φίλιππον· καταλαβὼν αὐτὸν τεθνεῶτα συνέθετο πρὸς Ἀλέξανδρον καὶ κρίνεται παραπρεσβείας· ἐὰν γὰρ λέγωμεν, ὅτι οὗτός ἐστιν ὁ καὶ τὴν ἀρχὴν συμπείσας εἰρήνην ποιήσασθαι πρὸς τὸν Φίλιππον, ἵνα μὴ τοῖς γενομένοις ἀγανακτοῦντες διακωλύσητε 4 τὴν ἐπιβουλήν, ἣν ἐπεβούλευσε τοῖς Ἕλλησιν, ἔχομεν ἐκτοῦ συμβεβηκότος συστῆσαι· ὡς καὶ ἐπʼ ἐπείνου Ἐλάτειαν καταλαβόντος Φιλίππου, νόμου ὄντος ἐν (691) τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου ἀξιοῦντος Δημοσθένους αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἐνίσταται, καὶ ὅσα γε τούτοις ἐστὶ παραπλήσια. ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις ζητήμασιν, ἐν οἷς ἀπέσταλται στέφανος ἢ πρεσβεῖα, ἢ δωρεὰ παρά τινος τῶν πολεμίων, τὴν γνώμην ἐξετάζοντες τοῦ πέμψαντος, οὕτω καταστησόμεθα 491 λέγοντες, οὐκ εὐνοϊκῶς οὐδὲ καθαρῶς, ἀλλὰ σύν τινι τέχνῃ καὶ πανουργίᾳτοῦτο πεπρᾶχθαι, ἤτοι συγκροῦσαι βουλομένου τὰς πόλεις διαβάλλειν ἡμᾶς, ἀποπειρωμένου πῶς ἔχομεν γνώμης περὶ τῶν πραγμάτων· καὶ ἔστω παράδειγμα τὸ ζήτημα ἐκεῖνο πέπομφε Φίλιππος ψηφισαμένων τῶν Ἑλλήνων πολεμεῖν αὐτῷ, ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος ἃς ἀπολώλεκε, καὶ βουλεύονται· καὶ πάλιν ἐκεῖνο· ἐπέσταλκεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι λέγων εἰληφότα Δημοσθένην πεντήκοντα τάλαντα· καὶ κρίνεται δωροδοκίας. καὶ ἔτι ἐκεῖνο· πέπομφε βασιλεὺς χρυσοῦν στέφανον τῇ ἀρίστῃ τῶν. πόλεων, ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπʼ αὐτὸν στρατεύειν.

Ἐξ ἀντιπίπτοντος δὲ ἀναιρέσεως ἀντικαθιστάμεθα, ὅταν ᾖ πλείονα τὰ ἀντιπίπτοντα ἐκ τῆς διανοίας τῶν ἀκουόντων, καὶ δέῃ τὰ μὲν ἐν προοιμίοις ἀνελεῖν, τὰ δὲ ἐν καταστάσει ἢ ὅταν ἕν μὲν τὸ ἀντιπῖπτον, ἰσχυρὸν δὲ διʼ ὅλου ἀνθιστάμενον τῷ λόγῳ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἓν μὲν γὰρ τὸ ἀντιπῖπτον τὸ δοκεῖν εὐεργέτην εἶναι Χαρίδημον ἔθηκεν δὲ αὐτὸ καὶ ἔν τε προοιμίοις καὶ ἐν κεφαλαίοις καὶ ἐν καταστάσει.

Ἐκ προσυστάσεως δὲποιησόμεθα κατάστασιν, ὁπόταν μὴ τῷ πρώτῳ κεφαλαίῳ εὐθὺς ἐπιβῶμεν, ἀλλὰ προσυνιστῶμεν αὐτὸ ὡς ἀναγκαῖον ἐν πρώτοις τεθῆναι, καὶ εἰς 4 τὰ μέγιστα διάφορον, οἷον ὅταν νόμιμον ἢ ἄλλο τι μέλλῃς ἐξετάζειν κεφάλαιον πρῶτον, εἶτα μὴ ἔχῃς ἄλλην κατάστασιν μηδὲ διήγησιν, καὶ εἰ βουληθείης τὸ κεφάλαιον προεπισημήνασθαι. γίνεται μὲν γὰρ καὶ διηγήσεως οὔσης 492 προσύστασις κεφαλαίου, ὅταν ἰσχυρόν· γίνεται δὲ καὶ μὴ οὔσης μήτε διηγήσεως μήτε καταστάσεως, οἷον εἰ κατάστασις, ὃ τοίνυν μάλιστα τὸν τῶν ἀνθρώπων συνέχει βίον.

Ἐκ προδιαβολῆς δὲ ὁπόταν τὰ τοῦ ἀντιδίκου ἢ τὰ περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται ἢ ἐκ διορισμοῦ ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ, ὅταν ἄλλη κατάστασις μὴ  ᾖ.

Προσδιοριζόμεθα δὲ ὁπόταν ἀκόλουθα οἷς προδιοριζόμεθα ᾖ τὰ μέλλοντα ἐπιφέρεσθαι, οἷον δεῖ παρὰ πρεσβευτοῦ τῶνδε καὶ τῶνδε λαβεῖν εὐθύνας, ὡς ἐὰν μὴ πάντα δυνώμεθα ἐπιδεῖξαι, περιττὸν τὸ ἐπαγγέλλεσθαι πάντα, ἀλλʼ ἐκεῖνα ἃ δυνάμεθα.

Ἐξ ἀντεξετάσεως δὲ καθιστάμεθα ἐν πᾶσι τοῖς ἐξ ἀποβάσεως, οἷον ὡς ἐπʼ ἐκείνου Σκύθαι νομάδες πόλιν ᾤκησαν, καὶ νοσοῦσι συμβουλεύει τις αὐτοῖς τοῦ προτέρου ἔχεσθαι βίου. ἐὰν γὰρ ἀντεξετάσῃς, λέξεις οἷα πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν.

Τὸ δὲ κεφάλαιον αὐτὸ καταστατικῶς εἰσάγεται, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν· ,,ἐγὼ γάρ, ὦ ἄνδρες, σφόδρʼ ἄν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων·“ τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· 493 4 μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.

Τὸ δὲ ἐκ τρόπου ἁρμόσει σοι καὶ ἐνίοις τῶν ἐσχηματισμένων, ἐν οἷς εἰσηγησαμένου τινὸς καὶ πείσαντος σὺ τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν (692) τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι. λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλʼ ὁ σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὐ γε ποιῶν καὶ καθʼ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφʼ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων ἡμῶν τούς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δʼ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼμὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν χρημάτων εἰςφορᾶς.

494 Ἀπὸ ἐπαγγελίας δὲ καθιστάμεθα, ὁπόταν οἱ ἀκούοντες ἐπιζητῶσι τόδε τι κεφάλαιον, δηλονότι τὸ συνέχον, σύ δὲ λέγῃς σπεύδειν μὲν ἐπʼ αὐτὸ καὶ ἡδέως ἂν ἀπʼ αὐτοῦ τὴν ἀρχὴν ποιήσασθαι, εἶναι δὲ ἀναγκαῖον ἄλλα τινὰ πρὸ αὐτοῦ εἰπεῖν, ἢ ὁπόταν δοκῇς μέρει τινὶ τῶν κεφαλαίων ἀσθενὴς εἶναι καὶ λέγῃς μὴ οὕτως ἀσθενῆ δείξειν, ἀλλὰ καὶ ἰσχυρότατα ἢ ὁπόταν τοῦ ἐναντίου δοκοῦντος ἰσχυρίζεσθαί τινι κεφαλαίῳ λέγῃς ἐπαγγελλόλενος, 4 οὐ πρὸς ἐκείνου μᾶλλον ἢ πρὸς ἡμῶν εἶναι.

ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.

Ὅτι μὲν αἱ διηγήσεις πραγμάτων γενομένων ἐκθέσεις, 5 καὶ ὅτι μάλιστα πιθανότητος καὶ σαφηνείας δεῖ ἐν διηγήσει, καὶ ὅτι διττὸν τὸ γένος τῶν διηγήσεων, τὸ μὲν διὰ ψιλῶν πραγμάτων, τὸ δὲ μετὰ διανοιῶν ἐξεταζομένων καὶ κατασκευῶν προστιθεμένων, ἑτέροις λέγειν ἀφίημι, καὶ ὅτι αἱ μὲν ἱστορικαί, ὧν πολὺ εἶδος ἐν συγγραφαῖς, αἱ δὲ ἀγωνιστικαὶ οἷον παρὰ τοῖς πολιτικοῖς. ἔλθοιεν δʼ ἄν ποτε καὶ ἱστορικαὶ πρὸς πολιτικόν. ἔσται μὲν πολιτικὸς ὁ λόγος, δεῖ δὲ τὸ ὕπτιον αὐτῶν ἐπανορθοῦσθαι διὰ τῶν γοργῶν σχημάτων. ἐῶ δὲ κἀκεῖνο λέγειν, ὅτι ὁ μὲν Λυσίας κατὰ ὄρθωσιν ἀνηπλωμένως τὰς διηγήσεις, ὁ δὲ Δημοσθένης πλαγιάζων μετʼ ἐννοίας εἰσάγει, καὶ ὁ μὲν ψιλάς, ὁ δὲ συμπερινοῶν τι αὐταῖς. εἰ δὲ δὴ βούλει κἀκεῖνο μαθεῖν, ὅτι πρώταις διηγήσεσιν οὐ 495 χρὴ προεκκενοῦν τὰ πράγματα, ἀλλὰ συμμέτρως, καὶ ὅτι ἐνίοτε οὐ διηγητέον, ὅταν καθʼ ἡμῶν ἡ διήγησις ᾖ, ὅταν δὲ τὰ μὲν τῶν πραγμάτων ὑπὲρ ἡμῶν ᾖ, τὰ μὲν ὑπὲρ ἡμῶν διηγητέον, τὰ δὲ καθʼ ἡμῶν ἐν ταῖς ἀντιθέσεσι, τηρητέον καὶ λυτέον ἔτι γε μὴν ἐκεῖνο εἰδέναι ἄξιον, ὅτι διήγησις τοῦ ἀφηγηματικοῦ τούτῳ διαφέρει, ὅτι ἡ μὲν διήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἐν τῷ πράγματι τῷ κρινομένῳ ἀφήγησις, τὸ δὲ ἀφηγηματικὸν πολλάκις κἀν τοῖς κεφαλαίοις τίθεται, ὅταν ᾖ ἐκ παραδειγμάτων, ἢ λύσιν γεγονότων τιθέντες ἀφηγηματικῷ σχήματι εἰσάγωμεν. εἰδέναι δὲ χρή, ὅτι καταστάσεως ἀφήγησις ταύτῃ διενήνοχεν , ὅτι ἡ μὲν ἀφήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἔκθεσις, ἡ δὲ κατάστασις ἐξἰδίας 5 ἐννοίας τοῦ λέγοντος καὶ τὰ ἀντιπίπτοντα προαναιρ εῖ ἐκ τῆς τῶν ἀκουόντων ἐννοίας· καὶ ἡ μὲν διδάσκει τὸ πρᾶγμα, ἡ δὲ προκαθίστησι τοὺς ἀκροατὰς πῶς δεῖ ἀκούειν τῶν πραγμάτων.

Ταῦτα μὲν οὖν καθολικώτερον ἐπὶπασῶνδιηγήσεων, νῦν δὲ ὥσπερ εἰώθαμεν περὶ τῶν γενικῶν διηγήσεων εἴπωμεν. ὅπου ἂν δωρεὰν ἢ αὐτοὶ αἰτῶμεν, ἢ ἄλλῳ γράψωμεν μέγα τι κατειργασμένῳ, ἁρμόσει διηγεῖσθαι τὰ πεπραγμένα οὐχ ἁπλῶς, ἀλλὰ προπαραιτησάμενον μηδενὶ ἐπαχθὲς παραστῆναι, καὶ τὸ ἄκοντα δοκεῖν λέγειν αὐτά. ἔσται δὲ καὶ αὔξησις τῆς εὐεργεσίας οὐκ ἐὰν ἁπλῶς διέλθῃς τὰ κατωρθωμένα, ἀλλʼ ἐὰν πρότερον αὐξήσῃς τὸ μέγεθος τῶν προτέρων συμφορῶν ἃς ἀπήλλαξεν, 496 ἢ τὴν δύναμιν τῶν ἐχθρῶν ἣν ἔπαυσεν, οἷον ὡς ἐν τῷ Ἕρμωνι Ἀψίνης ἢ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· γράφει τις τὸν Κόνωνα μετὰ τὴν ἀνάστασιν τῶν τειχῶν τῶν αὐτῶν τιμῶν Ἁρμοδίῳ καὶ Ἀριστογείτονι τυγχάνειν. προνοητέον δὲ ἐν τοῖς τοιούτοις ὅπως μὴ πάντα (693) ἐκκενώσῃς τὰ κατωρθωμένα ἐν διηγήσει, ἀλλὰ καὶ τοῖς κεφαλαίοις φυλάξῃς τινά· κἀκείνου δὲ προνοητέον, ὅπως ἂν διατρίβων ἐπιτρέχειν δοκῇς ἕνεκα τοῦ ἐπαχθοῦς, καὶ μάλιστα ὅταν περὶ σεαυτοῦ λέγῃς. ἔσται δὲ τοῦτο ἐὰν τὰ πολλὰ διάγῃς, καὶ τὰ μὲν παραλείπεινλέγῃς οὐδὲν ἧττον ἐργαζόμενος αὐτά, τὰ δὲ προηγουμένως εἰσάγων.

Ἐν τοῖς ἐξ ἀποβάσεως ζητήμασιν (ἐξ ἀποβάσεως δὲ λέγω ὅπου ψηφίσματος ἢ νόμου ἢ ἄλλου τινὸς τοιούτου γραφέντος ἢ πραχθέντος τοιοῦτό τι ἀπέβη) ἁρμόσει σοι εἰσάγειν τὴν διήγησιν ἐξ ἀντεξετάσεως, οἷα ἦν τὰ πρότερον καὶ οἷα νῦν συμβέβηκεν, ὡς ἐπʼ ἐκείνου ἔθηκεν ὁ Λεπτίνης τὸν νόμον, οὐ πέμπει τὸν σῖτον ὁ Λεύκων, καὶ κρίνεται ὁ Λεπτίνης ἁρμόσει σοι λέγειν· σκέψασθε τοὺς καιροὺς παρʼ ἀλλήλους θέντες τούς τε πρότερον καὶ τοὺς νῦν. οὐκοῦν πρότερον μὲν καὶ τῇ παρὰ τῶν 5 ἀγαθῶν ἀνδρῶν εὐνοίᾳ καὶ δόξῃ καὶ εὐπορίᾳ καὶ παρασκευῇ τῇ πάσῃ ἡ πόλις εὐθήνει, ὡς μὴ μόνον αὐτῶν ἔχειν τὰ ἐφʼ ἡμέραν, ἀλλὰ καὶ διακόσια τάλαντα,ἃ διῴκησε Καλλισθένης προσπεριγενέσθαι τὰ δὲ νῦν ὁρᾶτε οἷα συμβαίνει διὰ τὸν νόμον. καὶ πάλιν ἐπʼ ἐκείνου Σκύθαι πόλιν ᾤκησαν, καὶ νοσούντων ἀξιοῖ τις ἀφίστασθαι τῆς πόλεως· καὶ γὰρ ἐνταῦθα τῷ κατὰ ἀντεξέτασιν Ἀψίνης ἐχρήσατο.

Ἐν τοῖς ἐξ ἀκολούθου προβλήμασιν(ἐξ ἀκολούθου δὲ 497 λέγω, ὅταν ἤτοι δεδογμένου τινὸς ἤδη ἢ πεπραγμένου ἄλλο ἑξῆς εἰσηγώμεθα) ἁρμόσει λέγειν ὅτι ἤδη μὲν τὸ πλεῖστον μέρος τῆς συμβουλῆς προκατείργασται· ὅπου γὰρ τόδε καὶ τόδε πέπρακται καὶ ἐνταῦθα σύμμετρός ἐστιν ἡ διήγησις τῶν πεπραγμένων, οἷον ὡς ἐπʼ ἐκείνου, μετὰ τὰ ἐν Κυζίκῳ γράφει Ἀλκιβιάδης ἐπὶ Σικελίαν πλεῖν. ἁρμόσει γὰρ τούτῳ λέγειν ἐν τῇ διηγήσει οὕτως ἤδη μὲν οὖν προκατείργασται τοῦ πρὸς Σικελιώτας πολέμου πλεῖστον μέρος· ἐν οἷς γὰρ εἶχον τὰς πλείστας ἐλπίδας Συρακούσιοι Λακεδαιμονίοις, οὗτοι πῶς κακῶς διάκεινται ἐνθυμήθητε. κἀνταῦθα σύμμετρος ἡ διήγησις τῶν πεπραγμένων· καὶ πάλιν ὡς ἐπʼ ἐκείνου, μετὰ τὴν νίκην ὁ Ἑρμοκράτης γράφει ἐπʼ Ἀθήνας πλεῖν.

Ὅπου ἂν ἀδόξου προσώπου καὶ διαβεβλημένου κατηγορώμεν, ὡς καὶ ἄλλοις τισὶν ἄνευ τῆς γραφῆς δοκεῖν ὑπεύθυνον δοκεῖν εἶναι, ἁρμόσει σοι τὴν διήγησιν οὐ ψιλὴν εἰσάγειν, ἀλλὰ μετὰ κατηγορίας οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται. ἁρμόσει γὰρ εἰσβαλεῖν οὕτως· Ἀριστογείτονιτούτῳ οὐκ ἤρκει τὰ ἄλλα σύμπαντα, οὐ νόμων καταλύσεις, ὑφʼ ὧν κωλύεται τῆς πολιτείας, οὐ κλοπαὶ δημόσιαι, οὐ τὰ ὀφλήματα, οὐ τὸ αἰτίαν παρασχεῖν καὶ αὐτῆς τῆς 5 ἀπορίας, ἀλλʼ ἔτι καὶ τοῖ σδʼ ἐπετόλμησεν. ὅταν ἐνδόξου προσώπουκατηγορῶμεν, ἁρμόσει ἐν ἀρχῇ τῆς διηγήσεως καὶ δοῦναί τινα ἔπαινον αὐτῷ, οἷον, ἐγὼ τὸν μὲν ἄλλον τἀνδρὸς οὐκ αἰτιῶμαι βίον,εἰ δὲ βούλεσθε, καὶ ἐπαινῶ  τὰ πλείω, ἀλλʼ ὤφελέ γε μέχρι τούτου ἵστασθαι. νῦν 498 δὲ ὑποδείξας ἀρχὴν ἐκ τοῦ πιστευθῆναι καλὴν οἷα εἰργάσατο σκέψασθε. ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης, Αύσανδρος ἀρχὴν ὑποδείξας καλήν· ἢ πάλιν ἐπʼ ἐκείνου, ὁ Λυκοῦργος ὁ θεὶς τὸν τῆς ξενηλασίας νόμον κρίνεται. εἰ δὲ ἀμφίδοξον εἴη, ἁρμόσει αὐτὰ τὰ πεπραγμένα ψιλὰ διεξελθεῖν.

Ὅταν συνεχῶς πραττόμενα τινα καὶ ἀποτροπὴν αὐτῶν εἰσηγώμεθα, ἁρμόσει οὕτως εἰσάγειν· ἐμὲ γὰρ καὶ πάλαι ἐλύπει τὰ πραττόμενα, καὶ ἐζήτουν ἀποφυγήν τινα, οὐ μὴν ἀλλὰ τέως μὲν ἐπεῖχον, καὶ λέξεις αἰτίας, διʼ ἃς ἐπέσχες. νῦν δὲ εἰς μέσον ἤνεγκα τὴν ἐμαυτοῦ γνώμην ὁρῶν εἰς ἀπέραντον μὲν ὑμῖν προχωροῦν τὸ δεινόν,  συμβαίνοντα δὲ καὶ ταῦτα· ὡς ἐπʼ ἐκείνου, πολλάκις ἐπὶ Κατάνην ἐρρύη τὸ πῦρ, καὶ βουλεύονται περὶ μετοικισμοῦ. καὶ πάλιν, πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου, ἢ πάλιν, πολλάκις κατατρέχοντος  Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης τὸν Ἰσθμὸν διορύξαι. ἀλλὰ κἂν ἐν πολλῷ τινι χρόνῳ ᾖ μεμενηκώς, ὡς ἐπὶ τῷ Περικλεῖ ὁ Ἀριστείδης ἐποίησεν.

Ὁπόταν τις εὖ δοκῇ ποιεῖν, καὶ ἀντιλέγῃς αὐτῷ ἢ (694) κατηγορῇς, μᾶλλον καταστάσεως χώρα ἔσται, καὶ τὴν γνώμην αὐτοῦ ἐξετάσεις, μεθʼ ἧς ποιεῖ, ὡς ἐπὶ τοῦ βασιλέως τοῦ μετὰ τὰ Μηδικὰ πέμψαντος τῇ ἀρίστῃ τῶν πόλεων στέφανον· ἐξετάσεις γὰρ αὐτοῦ τὴν γνώμην, ὅτι συγκροῦσαι βούλεται τὰς πόλεις· ἢ πάλιν ἐπʼ ἐκείνου· ἔπεμψε στέφανον Φίλιππος τῇ θεῷ μετὰ Ὄλυνθον.

Ὁπόταν ἡττηθῶμεν ἐν τῇ προτέρᾳ κρίσει, καὶ περὶ ἑτέρων πάλιν ἀγωνιζώμεθα, ἁρμόσει ἐν τῇ βαρύτητι 5 ἀπολογήσασθαι καὶ ἅψασθαι τῶν δικαστῶν, οἷον εἰ λέγοις· 499 τὰ μὲν οὖν πρώην κεκριμένα ὅπως δήποτε ἔσχεν, ἀφίημι καὶ οὐ λέγω τοῦτο ὅτι πολλὰ καὶ παραπεισθέντες πολλάκις ἔπραξαν δικασταί, οὔτε εἰς τοῦτο φέροντες δίκαια· ἐκ δὲ τοῦ ἐναντίου αὐτὸ τοῦτο συμπεπλέχθαι καὶ λέγειν ἤδη μὲν οὖν μαρτύριον ἱκανὸν τῆς τούτου πονηρίας ἡ πρώην κρίσις.

Ὁπόταν ἀδίκημά τι κατά τινος κατηγορῶμεν, οἷον τυραννίδα, ὡς εἰ Κριτίαν κρίνοντες,ἁρμόσει ἐπισημηναμένῳ τὸ μέγεθος τοῦ τολμήματος, ὡς οὐκ ἐφικτὸν λόγῳ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν· καὶ ἔσται καθʼὑπογραφὴν ὁ λόγος.

Ὁπόταν ἀδίκημά τινος κατηγορῶμεν, δοκοῦν μικρὸν εἶναι, ἄξιον τοῦτο αὐτὸ ἐπισημηνάμενον, ὡς οὐ χρὴ προλαμβάνειν οὐδὲ προκαταγινώσκειν τοῦ ἀγῶνος, ὡς περὶ μικρῶν, ἀλλὰ περιμένειν τὴν ἀκρόασιν οὕτω διηγεῖσθαι. Ὁπόταν πάθος μέλλωμεν διεξιέναι, οἷον λοιμώδη φθορὰν τι τοιοῦτον,ἁρμόσει ἐπισημηνάμενον ἐν καταστάσει, ὡς ἔστιν οἰκτρὰ καὶ ἀνιαρὰ τὰ ῥηθησόμενα, ἀναγκαῖα δέ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν, εἶτα προαγαγεῖν διʼ ὑπογραφῆς τὸν λόγον· ταῖς γὰρ ὑπογραφαῖς μάλιστα τὰ πάθη χαίρει ἐν ταῖς διηγήσεσι. μὴ πειρῶ εἰς τὰ καθʼ ἕκαστα καθιέναι εἰ δὲ μή γε, εἰς εὐτέλειαν ἐκπεσεῖται ὁ λόγος· ἀλλὰ τὰ μὲν προφανῶς εἰπὲ ἐν εἴδει, τὰ δʼ ἐν γένει ἔνια δὲ καὶ ἀποσιωπᾶν καὶ παραλείπειν.

Ὁπόταν ἀτόπου τινὸς συμβαίνοντος εἰσηγῆταί τις τρόπον ἐπανορθώσεως, καὶ αὐτὸς μὲν οἷα τὰ συμβαίνοντα διηγήσηται, ὁ δὲ ἀντιλέγων αὐτῷ τὸν τρόπον τῆς ἐπανορθώσεως μέμφηται, πῶς προκαταστήσεται, λέλεκται. 5 φήσει γὰρ ὅτι ἐγὼ μὲν προσεδόκων τοῦτον λέξειν 500 πρὸς ἐπανόρθωσιν τῶν δυσχερῶν, οἷα καὶ ὑμῶν ἤκουον τῶν πλείστων λεγόντων, καὶ αὐτὸς αὐτίκα δὴ λέξω ὁ δὲ οἷα εἰσηγήσατο ὁρᾶτε.

Ὅλως δὲ καθόλου τῶν διηγήσεων αἱ μέν εἰσι παθητικαί, αἱ δὲ ἠθικαί, αἱ δὲ σφοδραί, αἱ δὲ πάνυ ἐν βαρύτητι, αἱ δὲ ἐγκωμιαστικαί, αἱ δὲ μέσαι· τῶν δὲ μέσων αἱ μὲν δημόσιαι αἱ δὲ ἰδιωτικαί. αἱ μὲν οὖν ἐγκωμιαστικαὶ καὶ εὐεργεσιῶν διέξοδον ἔχουσιν· αὗται τοίνυν πομπικώτεραι καὶ πανηγυρικώτεραι· πρόσεστι δὲ αὐταῖς τὸ ἐπαχθές· τοῦτο τοίνυν ἐπανορθωτέον ἢ διὰ τῶν προπαραιτήσεων, ἤ τῷ ἀναγκαῖον δεικνύναι τὸν λόγον τὰ πολλὰ προσποιούμενον παραλείπειν, ἢ ἐξ ἀναιρέσεως τὰ πολλὰ εἰσάγοντα, ἢ ἀσυνδέτως· τάχιον γὰρ φαντασίαν ποιεῖ τὸ σχῆμα, ἤγουν τὸ κατʼ ἐπιδρομήν, ὡς ἔφη Ἀψίνης ἐν τῷ κατὰ Μειδίου γεγενῆσθαι, ἐπειδή περ ἔμελλεν αὐτὸν ἐγκωμιάσειν.

Αἱ παθητικαὶ διηγήσεις οὐ πολὺν ἔχειν ὀφείλουσι κόσμον, ἐκλύουσι γὰρ τὸ ἐναργὲς τοῦ πάθους. χρήσιμοι γὰρ ἐν αὐταῖς καὶ αἱ διαπορήσεις·τί χρή, σιγᾶν ἢ λέγειν; καὶ οἱ μελλησμοί· ἐγὼ μὲν καὶ πρὸς αὐτῷ καθιστάμενος τῷ πάθει ἀναχωρῶ καὶ διαμέλλω. χρήσιμοι δʼ ἐν αὐταῖς καὶ αἱ ἀντεξετάσεις τῶν προτέρων προγεγενημένων εὐπραγιῶν, καὶ ὅτι ἔδει μὲν ἄχρι τούτων προελθεῖν, λέγειν δὲ ἀνάγκη· καὶ τὸ διὰ μέσου γενόμενον τῆς ἀφηγήσεως ἀποσιωπήσει χρήσασθαι οὐκέτʼ ἂν δυναίμην τὰ πλείω λέγειν. χρήσιμοι δὲ ἐν αὐταῖς καὶ οἱ σχετλιασμοὶ καὶ αἱ ἐπαναλήψεις Θῆβαι δὲ Θῆβαι. χρήσιμοι δὲ καὶ αἱ ὑπογραφαί· ὑπογραφὰς δὲ λέγω τὰ τοιαῦτα, ,,οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα. ταῦτα γὰρ ὑπογραφικὰ καλεῖται.

Αἱ σφοδραὶ διηγήσεις μάλιστα κατὰ τῶν ἐνδόξων 5 γίνονται. εἰσάγονται δὲ οὐ ψιλαί, ἀλλὰ πολλάκις μετὰ 501 κατηγορίας, ὅταν μὴ μόνον εἴπωμεν τὸ κρινόμενον(695) ἀλλὰ καὶ τὸν ἄλλον βίον τοῦ κρινομένου. παρακατηγορήσομεν δὲ συμμέτρως· ἐξαγώνιον γὰρ τοιοῦτον δοκεῖ. καὶ κατὰ ἀναίρεσιν ἐνίοτε αὐτὰ εἰσάξομεν· οὐ λέγω τόδε οὐδὲ τόδε. ἐνίοτε δὲ καὶ ἀξιοπιστίας ἕνεκα καὶ παραλείπειν ἔνια προσποιησόμεθα διὰ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν, καὶ οὐχ ἀπλῶς λέξομεν ἃ τετόλμηκεν, ἀλλὰ καὶ ·τὴν διάνοιαν προσεξετάζοντες. ἁρμόσει δὲ ἐν ταῖς τοιαύταις ἀποστατικὰ σχήματα καὶ ὅσα ἀκμαῖα· καὶ γὰρ τὰ εἰς ἀρχὴν ἀνάγοντα εἰσάγειν ἁρμόσει αἱ δὲ ἀρχαὶ τῶν τετολμημένων χρήσιμοι· καὶ μὴ ἀνεπισημάντως προσβάλῃς, ἀλλʼ ἐν καταστάσει τὸ μέγεθος ἐπισημηνάμενος.

Αἰ ἠθικαὶ διηγήσεις διχῶς νοοῦνται, ἢ ὡς ἐσχηματισμέναι, ἢ ὡς ἦθος ἔχουσαι ὑφειμένον. καὶ περὶ μὲν τῶν ἐσχηματισμένων κάλλιον ἐν τῷ περὶ προκαταστάσεως λέλεκται αἱ δʼ ὑφειμέναι διηγήσεις, ὅταν ἢ πρὸς οἰκεῖον πρόσωπον ἢ ἔνδοξον γίνωνται. ἐν ταύταις προσκατηγορίας μὲν οὐ σφόδρα καιρός· αὐτὰ δὲ τὰ πράγματα δεῖ λέγειν, ἢ τοῦ προσώπου προσάπτεσθαι, καί τι καὶ δοῦναι τὴν πρώτην τῷ ἀντιδίκῳ καὶ ἐπαινέσαι, οἷον ἐγὼ τὸν μὲν ἄλλον βίον τἀνδρὸς οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ ἐπαινῶ τὰ πλείω, πλὴν ἀλλʼ ὤφελεν ἄχρι τούτου ἵστασθαι, ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης ἠθικῶς ἥψατο τῆς διηγήσεως μάλα τὴν πρώτην ἐπαινέσας ἔνδοξον γὰρ ἦν τὸ πρόσωπον. ὅταν δὲ τὸ μὲν πρᾶγμα ἄδοξον ᾖ, τὸ δὲ πρόσωπον ἔνδοξον ἢ τοὔμπαλιν, ἀτελὲς τὸ ἦθος ὄταν 502 δὲ ἀμφότερα δοκοῦντα ἔνδοξα, πλεῖον τὸ ἦθος καὶ ἡ ἀπαγγελία ἐνταῦθα ἐπιμελεστέρα. καὶ αἱ παραιτήσεις χρήσιμοι γίνονται. ἐνίοτε δὲ οὐδὲ διηγητέον ἐν τοῖς τοιούτοις αἱ γὰρ περὶ μεγάλων ἀφηγήσεις ἐν τοῖς δημοσίοις 5 καὶ κόσμου μετέχουσι πλείονος καὶ κατὰ πλαγιασμὸν εἰσάγονται καὶ κατʼ ἐμβολὰς προαναιροῦνται.

ΠΕΡΙ ΛΥΣΕΩΝ ΚΑΙ ΑΝΤΙΘΕΣΕΩΝ.

6 Τῶν ἀντιθέσεων αἱ μέν εἰσιν ἔντεχνοι, αἱ δὲ ἄτεχνοι. ἄτεχνοι μὲν οὖν ὅσαι ἢ ἀπὸ γεγονότων ἢ ἀπὸ ἐγγράφων τίθενται. ἀπὸ γεγονότων μὲν ὡς ἐκεῖναι, ὅσαι ἀπὸ παραδειγμάτων, οἷον ὡς ἐν τῷ κατὰ Μειδίου· ,,ἀπήγγελλε τοίνυν τίς μοι περιϊόντα αὐτὸν συυλλέγειν καὶ πυνθάνεσθαι, τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον τὸν πρόεδρον καὶ τὰ ἑξῆς ἀπὸ ἐγγράφων δέ, ὅταν ἢ νόμος ἢ ψήφισμα ἡμῖν ἀντιτεθῇ. ἄτεχνοι δὲ αἱ τοιαῦται καλοῦνται, διότι οὐκ ἐξ ἰδίας ἐπινοίας εὑρίσκει ταύτας ὁ ῥήτωρ, ἐξ ὡρισμένων δὲ καὶ γεγονότων ἔχει τὴν ὕλην. ἔντεχνοι δὲ καλοῦνται, ὅσας εὑρὼν αὐτὸς ὁ ῥήτωρ εὑρὼν ἀντιτίθησιν ἡμῖν, οἷον ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἀλλά, νὴ Δία, φήσει ὡς ἐκ τοῦ νόμου τούτου λειτουργήσουσιν οἱ πλουσιώτατοι.“ ὡς ἐπὶ τὸ πλεῖστον δὲ αἱ ἄτεχνοι ἰσχυρότεραί εἰσι τῶν ἐντέχνων. διὰ τί ; ὅτι αἱ μὲν ἀφʼ 503 ὡρισμένων πραγμάτων λαμβάνονται καὶ σχεδὸν ὡμολογημένων, ταύτας δʼ εὕρηκεν ὁ ῥήτωρ, καὶ δεῖ αὐτὰς κριθῆναι. χρὴ δὲ τὰς μὲν ἰσχυρὰς ἀντιθέσεις, (ἰσχυρόταται δέ εἰσιν αἱ συνεκτικώταται τοῦ ἀντιδίκου) προδιαβάλλσντα εἰσάγειν ὡς μεμηχανημένας, καὶ ἀδόξοις τοῖς ὀνόμασι καὶ ὡς μάλιστα πειρᾶσθαι αὐτὰς ἀσθενῶς εἰσάγειν ἢ προσθέντα τι ὄνομα ἄδοξον ἢ ἀφελόντα, οἷον ὡς ἐπʼ ἐκείνου οἷον οἱ νησιῶται πωλοῦσι τὰ γένη, καὶ οὕτω πέμπουσι τὸν φόρον, καὶ βουλὴ πρόκειται. ἐνταῦθα τί ἐστι τὸ συνεκτικώτατον τοῦ ἀντιδίκου, τὸ συμφέρον· σὺ οὖν πῶς ἂν εἰσάγοις τὴν ἀντίθεσιν; ὃν 6 ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν εἰ γὰρ ἀπέδρα λαβὼν ἀργύριον, ἕπεται τὸ ἀτύχημα λογίζεσθαι τὸ συμβάν. Ἴδωμεν τοίνυν ἑκάστου τὸν καιρόν. ὅταν μὲν οὖν πάνυ θαρρῶμεν τῇ λύσει, συνάψομεν τῇ ἀντιθέσει καὶ τὰς κατασκευὰς καὶ ποιήσομεν ἀξιοπιστίαν· τότε δὲ δοκοῦμεν πάνυ θαρρεῖν τῇ λύσει, εἰ καὶ κατασκευάσαντες τὴν ἀντίθεσιν πολλὰς παρέχομεν τὰς λύσεις, τὰς κατασκευὰς δὲ αὐτῆς διελόντες ὡς ἀντιθέσεις εἰσάγομεν, ἵνα πυκνὸς καὶ ἀγωνιστικὸς ὁ λόγος γένηται, ὡς ἐν τῷ δευτέρῳ τῶν Φιλιππιπῶν· μία μὲν γὰρ ἦν ἀντίθεσις, ὅτι φοβερὸς ὁ Φίλιππος. κατασκευαὶ δὲ τούτου τίνες; ὅτι χωρία εἴληφεν, ὅτι συμμάχους ἔχει, ὅτι πεζεταίρους ἴσχει, ὅτι τὸν Μακεδονικὴν δύναμιν περιέχει. ταύτας 503 γὰρ τὰς κατασκευὰς ὡς ἀντιθέσεις εἰσήγαγε, δι ἃς εἴπομεν αἰτίας.

Ἐνίοτε δὲ καὶ τὸ ἑπόμενον τῇ ἀντιθέσει προστίθεται, ἵνα ἀπʼ αὐτοῦ λαβὴν ἔχοντες ῥᾷον λύωμεν, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης· προειπὼν γὰρ τὴν ἀντίθεσιν, ,,ὡς ὁ τῶν τριηροποιῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πέντε ἡμιτάλαντα, εἶτα προστιθεὶς τὸ ἑπόμενον, ,,καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν. ἐκ τούτου ἔσχεν ἀφορμὴν τῆς λύσεως. δεῖ δὲ καὶ πιθανὰ εἶναι τὰ λεγόμενα, ἵνα μὴ ἡμεῖς αὐτὰ κακοτεχνοῦντες δοκῶμεν ·προσάγειν, ἀλλʼ αὐτὴ ἡ φύσις τῶν πραγμάτων ἐφέλκεσθαι.

Ἐνίοτε δὲ καὶ μὴ θέντες ἀντίθεσιν τὰς λύσεις αὐτῆ ς τίθεμεν. τοῦτο δὲ γίνεται, ὅταν ἢ πάνυ βαρύνῃ ἡμᾶς ἡ ἀντίθεσις ἐκ προφανοῦς τεθεῖσα, καὶ δέῃ αὐτὴν προανελεῖν λεληθότως ὡ ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης. τίς γὰρ ἦν πάνυ βαρύνουσα αὐτὸν ἀντίθεσις; ὅτι ἄπιστοι ἡμῖν Ὀλύνθιοι. τοῦτο τοίνυν μὴ θεὶς ἐκ προφανοῦς λέλυκε λεληθότως· ,,πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτʼ ἄσμενος πρὸς 6 Ὀλυνθίους, ἐναντίως ἔχει. καὶ γάρ ἐστι τύραννος Φίλιππος καὶ ὄλεθρος φύσει τοῖς δημοκρατουμένοις, καὶ ὑπὲρ μεγάλων Ὀλυνθίοις ὁ κίνδυνος, εἰ πεισθήσονται. καὶ ἐκ παραδείγματος· καὶ ἴσασιν ἅ τε Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένους. ταῦτα τοίνυν ἐστὶ συστατικὰ τοῦ πιστοὺς μὲν ἡμῖν μένειν, ἀπίστους δὲ τῷ Φιλίππῳ. ὅρα πῶς μὴ θεὶς τὴν ἀντίθεσιν τὰς λύσεις αὐτῆς τέθεικεν. 506 κἀν τῷ ὑπὲρ τοῦ στεφάνου τὰ αὐτὰ πεποίηκεν. τίς γὰρ ἦν ὁ ἀντιτεθεὶς παρʼΑἰσχίνου λόγος; ὅτι οὐδὲ προσήκων ἦν ἡμῖν ὁ πόλεμος, ὦ Δημόσθενες, ἀλλʼ ἐπʼ ἄλλους ᾔει Φίλιππος, σὺ δὲ ἀλλότριον πόλεμον ἐπεσπάσω, τούτου ἦν ἡ λύσις. ὁ δὲ μὴ θεὶς τὴν ἀντίθεσιν τὴν λύσιν αὐτῆς τέθεικεν εἰπών, ,,ἀλλὰ μὴν τὸν τότε συμβάντα ἐν τῇ πόλει (697) θόρυβον. τί γὰρ ἐκ τούτου συνίστατο; ὅτι προσήκων ἡμῖν ὁ πόλεμος, ἐθορυβούμεθα. ἢ οὖν βαρυνούσης ἡμᾶς τῆς ἀντιθέσεως προεισάγομεν τὰς λύσεις, ἢ ὅταν μὴ οὕσης καταστάσεως δέῃ τὰς λύσεις καταστατικῶς ἀλλʼ οὐκ ἀγωνιστικῶς τεθῆναι, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης· ,,ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἂν καὐτὸς ἡγούμην φοβερὸν τὸν Φίλιππον εἰ γὰρ ὡς ἀντίθεσιν καὶ λύσιν ἐποίει, οὕτως ἂν εἶπεν, ἀλλὰ νὴ Δία φοβερὸς Φίλιππος, ἢ ἐξ ἀδίκων ηὔξηται· νῦν δὲ καταστατικῶς εἰσήγαγε τὰς λύσεις, διʼ ἣν εἶπον αἰτίαν.

Ἐνίοτε δὲ καὶ ἡ μία ἀντίθεσις πλεονάκις εἰσάγεται,ὡς ἐν τῷ πρὸς Λεπτίνην· τίς γὰρ ἦν ἀντίθεσις, ὅτι ἀνάξιοί τινές εἰσι τῆς ἀτελείας. τοῦτο πολλάκις εἰσήγαγεν. ,,ἔστι δὲ τοῦτο δῆλον ὅτι Λεπτίνης δίκαιον μὲν οὐδὲν ἐρεῖ, φήσει δʼἀναξίους τινὰς εἶναι καὶ πάλιν· ,,νὴ Δία ἀνάξιοι γάρ τινές εἰσι, καὶ πάλιν ,,εἶτʼ ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς 6 καὶ Μεσσήνιοί τινες ἀτελεῖς εἰσὶν ἀθρόοι καὶ παμπληθεῖς καὶ δοῦλοι καὶ μαστιγίαι.“

Πολλάκις δὲ τὴν αὐτὴν ἀντίθεσιν λαμβάνομεν, ὅταν δαψιλεῖς ἔχωμεν ἐν αὐτῇ τὰς λύσεις καὶ δέῃ αὐτὰς διαιρεθῆναι, ἢ ὅταν ἰσχυρὰ δοκῇ εἶναι ἡ ἀντίθεσις καὶ δέῃ αὐτὴν ἀκριβῶς ἐξελεγχθῆναι. ὅταν δὲ μέλλῃς τὴν ἀντίθεσιν εἰσάγειν, δεήσει σοι καὶ ποικίλων τῶν σχημάτων καὶ τῶν εἰσαγωγῶν, ἵνα τὸ προσκορὲς ἀφέλῃς.

Ἐνίοτε δὲ καὶ δύο ἀντιθέσεις κατὰ ταὐτὸ  συνάπτοντες εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῶ στρατηγῷ, ἔστʼ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπʼ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν διʼ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δʼ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δʼ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπʼ 508 αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα, δεύτερον δέ τοῦτο οὐκ ἂν εἴπομεν, εἰ μὴ ᾔδειμεν καὶ 6 αὐτοὶ δύο ἀντιθέσεις τεθεικότες. γίνεται δὲ τοῦτο καὶ συνάπτεται ἀντίθεσις ἀντιθέσει, ὅταν ἢ μίαν ἔχωμεν λύσιν θεῖναι, καὶ ἔστι τοῦτο ἄκρας δυνάμεως δεῖγμα, ἢ ὅταν ἕπωνται ἀλλήλαις αἱ ἀντιθέσεις καὶ συνᾴδωσιν, ὡς μίαν εἶναι δοκεῖν. ὅταν δὲ τοῦτο ποιήσῃς καὶ μέλλῃς διαφόρους πρὸς ἑκατέραν τιθέναι λύσεις, ἐπιμελητέον σοι καὶ τῶν σχημάτων σαφῶν καὶ εὐκρινῶν, ὡς μὴ σύγχυσιν εἶναι, ἀλλὰ τοῦ ἑνὸς εὐκρινῶς ἀποδειχθέντος οὕτως ἐπὶ τὸ ἕτερον μεταβῆναι.

Πολλάκις δὲ καὶ ἐκ  μάχης εἰσάγονταιἀντιθέσεις, ὅταν ἐναντίαι ὦσιν ἀλλήλαις, καὶ ποτὲ μὲν τοίνυν λέγουσιν, ὡς οὐκ ἔπραξαν, ποτὲ δὲ ὡς ἔπραξαν μέν, δικαίως δέ γε.

ΠΕΡΙ ΛΥΣΕΩΣ.

Λύσεων δὲ καθολικοὶ τρόποι εἰσὶ δύο, κατὰ ἀνατροπὴν 7 καὶ κατὰ μέθοδον καὶ κατὰ ἀνατροπὴν μὲν οὖν, ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ διʼ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ (698) κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνῆσθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς 509 τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα.

Εἰσὶ δὲ τῶν ἀνατροπῶν αἱ μὲν ἁπλαῖ,αἷς ἥδε ἡ μέθοδος εἰσπίπτει, αἱ δὲ ἐκ περιουσίας, ὡς ἐπʼ ἐκείνου· εὐεργέτης 7 ὁ Χαρίδημος, οὐκ εὐεργέτης· τοῦτο ἀπλοῦν εἶτα μεθʼ ὑπερβολῆς, οὐ μόνον οὐκ εὐεργέτης, ἀλλὰ καὶ τάδε ἠδίκηκε. γίνεται γὰρ μέθοδος ἢ κατὰ περιτροπήν, ὅταν ἐξ αὐτῆς ἣν ἂν εἴπῃ ὁ ἀντίδικος ἀντιθέσεως περιτρέπῃς αὐτόν, ὡς ἐν τῷ παραπρεσβείας ὀργιεῖται, φησί, Φίλιππος, εἰ καταψηφιεῖσθε τῶν πεποιημένων τὴν εἰρήνην· πρὸς τοῦτο ἀπήντησε τῷ κατὰ περιτροπήν. ,,ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας. ἢ κατὰ σύγκρουσιν, ὃ καὶ αὐτὸ δόξαι ἂν περιτροπῆς εἶναι, ὅταν μὴ λύσιν τιθῶμεν, ἀλλ αὐτὰς τὰς ἀντιθέσεις συγκρούωμεν ὡς ἐναντίας ἀλλήλαις, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· οὔ φημι δίκαιονεἶναι περὶ ἀμφοῖν λέγειν, ὡς οὐ παρὰ τὸν νόμον ἐστὶ τὸ ψήφισμα, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις· εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ τὰς ναῦς ἔξεστι, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτε οὐ πεποίηνται. ἢ κατὰ μείωσιν γίνεταιλύσις, ἐπὰν ἀνελεῖν μὲν μὴ δυνώμεθα πάντη τὸ ὑπὸ τοῦ κατηγόρου λεγόμενον, ἀλλὰ συγχωρήσαντες ἐλαττώσωμεν αὐτό, ὡς ἐν τῷ πρὸς Λεπτίνην 510 ,,ἀλλὰ χορηγούς, φησίν, ,,διὰ τοῦ νόμου ἕξομεν· “τοῦτο ἐμείωσεν εἰπών, ὀλίγους εἶναι καὶ πέντε ἢ ἕξ. δεῖ δὲ πιθανῶς ποιεῖσθαι τὰς μειώσεις. ἢ τοὐναντίον κατὰ αὔξησιν, ὅταν ὁ μὲν ἀντίδικος ἐλαττώσῃτὸ πρᾶγμα, σὺ δὲ κατʼ αὔξησιν ἀπαντήσῃς κατὰ πηλικότητα ἢ ποσότητα ἢ ἄλλο τι τῶν αὐξητικῶν ἢ κατὰ ἀντιπαράστασιν, ὅταν μὴ δυνάμενοι ἀνελεῖν τὸ παρὰ τοῦ ἀντιδίκου πάντη ἀντιπαραστήσωμεν αὐτῷ ἕτερον, ἢ καλὸν ἢ κακόν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· χορηγοὺς πολλοὺς ἡμῖν δίδωσιν ὁ νόμος. τοῦτο ἔλυσε πρῶτον μὲν κατὰ μείωσιν, ὡς ἐδείχθη ἐπάνω, εἶτα κατ᾿ ἀντιπαράστασιν ἀτόπου· χορηγοὺς δίδωσιν, ἀλλʼ εἰς αἰσχύνην ἄγει, ἀλλʼ εὐεργετῶν ἀφαιρεῖται. κατὰ δʼ ἀντιπαράστασιν ἀγαθῶν, ὡς ἐν 7 ἐκείνῳ ἀδικεῖς τὰς ναῦς ἐμπρήσας· ἀλλὰ νίκην πεποίηκα,  ἀλλὰ φυγῆς ἀπήλλαξα. ἡ δὲ ἀντιπαράστασις τὰ πολλὰ ἀπὸ τῶν ἐκβάσεων εὑρίσκεται, οἷον εὐπορίαν ποιεῖ τὸ μισθοῦ μυεῖν. ἀλλὰ τοῦτο ἐκβήσεται, ἀδοξία, ὀργὴ παρὰ θεῶν. ἠδίκησας διελὼν τὸ τεῖχος, ἀλλὰ νίκη ἀπέβη.

Γίνεται δὲ ἀντιπαράστασις ἢ ἀφʼ ἑνὸς τῶν τελικῶν κεφαλαίων, ἢ κατʼ ἀντιπαράστασιν τρόπου, ἢ κατʼ ἐνδόξου κρίσιν, ἢ δήμου ἢ νόμου ἢ παραδείγματος ἢ προγονικῆς δόξης ἢ δίκης, καὶ καθόλου κατʼ ἀντιπαράστασιν προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν.παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα,καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· 511 ναί φησι κερδαλέα γράφεις, ἀλλʼ αἰσχρά, ἀλλὰ λυπηρά, ἀλλʼ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατʼ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω ἑτέρως χρήματα δεῖ πορίζειν, οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, βελτίων ἕτερος τρόπος ἐπανορθώσεως καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ (699) προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν, πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, ,,καὶ ἐπὶ τῶν 7 προγόνων ἐν Σαλαμῖνι διπλασίας μὲν ἡ πόλις τριήρεις παρέσχε τῶν ἄλλων. δεῖ δὲ ἐν ταῖς ἀντιπαραστάσεσι σκοπεῖν ὅπως τῶν ὑπὸ τοῦ ἀντιδίκου εἰρημένων τὰ ὑφʼ ἡμῶν λεγόμενα εὐλογώτερα φαίνηται.

Γίνεται δὲ λύσις καὶ ἐν διανοίας ἐξετάσει, ὅταν ἢ νομοθέτου διάνοιαν ἐξετάζωμεν, οἷον νόμος σοι ἐναντιοῦται, 512 οὐ ταύτῃ τῇ διανοίᾳ γέγραπται ὁ νόμος ἀλλʼ ἑτέρᾳ· δεῖ σκοπεῖν ὅπως ἂν εὔλογος φανῇ ἡ ὑφʼ ἡμῶν λεγομένη διάνοια· οἷον, ὁ ξένος κεκώλυται ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. εἰ ὁ νόμος κωλύει, ἐπὶ κακῷ τῆς πόλεως ἀναβαίνειν κωλύει, οὐ τὸν ἀριστεύειν μέλλοντα. γίνεται δὲ καὶ ψηφίσματος καὶ παντὸς ῥητοῦ λύσις ἐπὶ τὸ πολὺ ἐκ διανοίας ἐξετάσεως. καὶ μαρτυριῶν λύσις, ἢ κατʼ ἀντιπαράστασιν, ὡς ἐδείχθη, μαρτυριῶν ἄλλων εἰκότων,ἢ ἐκ διανοίας ἐξετάσεως· καταμαρτυρεῖ σοῦ ὁ δεῖνα, τὴν διάνοιαν πρὸς χάριν ἢ διʼ ἔχθραν. πολλάκις δὲ καὶ ἑαυτῶν διάνοιαν παρεχόμεθα ἐν λύσει ἐξετάζοντες, ὃ καὶ χρωματικὸν καλοῦσί τινες, οἷον τυραννίδος ἐπιθυμεῖς, ἢ διὰ τί δακρύεις; δακρύω ἐλεῶν τοὺς ἐν τυραννίδι, καὶ τὰ ἐκ τυραννίδος κακὰ ἐνθυμούμενος. ὥσπερ δὲ ἔφην ῥητὸν ἐκ διανοίας λύεσθαι, οὕτω καὶ διάνοιαν ἐκ ῥητοῦ, οἷον τῇδε τῇ διανοίᾳ ὁ νόμος γέγραπται, οὐδαμοῦ τοῦτο τῷ ῥητῷ πρόσκειται.

Γίνεται δὲ λύσις καὶ ἀπὸ τοῦ ἐναντίου καθʼ ὑπέρθεσιν. ὅταν οὐ ἐγκαλούμεθα, τὸ ἐναντίον δείξωμεν ὡς ἀλυσιτελὲς ἢ ὡς οὐκ ἐνδεχόμενον, ὡς ἐν τῷ περὶ στεφάνου· ἄνισον πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τοῦτο ἐλύθη πρῶτον ἐκ παραδείγματος, ὅτι καὶ ἐπὶ τῶν προγόνων ἐπράχθη, εἶτα καὶ ἐκ τοῦ ἐναντίου καθʼ ὑπόθεσιν. εἰ δʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, τί ποιεῖν ἂν ἢ τί λέγειν οἴεσθε τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους, καὶ πάλιν προῖών που λέγε πρὸς τὴν ἀντίθεσιν, ἀλλʼ 7 ἄτολμος εἶ καὶ μαλακός, διότι πταῖσμα γέγονε διὰ τὴν ἔξοδον τὴν μετὰ Θηβαίων ἀπὸ τοῦ ἐναντίον λαβών, ,, εἰ 513 δὲ νῦν μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν ἐγένετο, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος περιέστη φόβος, τί ἂν εἰ που τῆς Ἀττικῆς ταὐτὸ τοῦτο πάθος ἐγένετο προσδοκῆσαι ἐχρῆν; καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, ὕβρις τὸ πρᾶγμα, ὦ Δημόσθενες, οὐκ ἀσέβεια. ἡ λύσις ἐκ τοῦ ἐναντίου καθʼὑπόθεσιν,ἐγὡ δὲ οἶδα ὅτι εἰ μὴ προὐβαλλόμην αὐτόν, οὑναντίος ἂν εὐθέως ἧκέ μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει.

Γίνεται δὲ λύσις καὶ ἐκ διαφορὰς· οἷον ἐν τῷ πρὸς Λεπτίνην, Λακεδαιμόνιοι, φησί, καὶ Θηβαῖοι οὐδένα τιμῶσι.  τούτου ἐκ διαφορᾶς ἡ λύσις, ὅτι ἀνομοίου πράγματος ἐμνήσθης· Λακεδαιμόνιοι γὰρ καὶ ἡμεῖς καὶ Θηβαῖοι οὔτε νόμοις οὔτε ἔθεσιν οὔτε πολιτείᾳ τῇ αὐτῇ χρώμεθα. καὶ πλέον ἕξει τὸ εἶδος ἐν ταῖς λύσεσι ταῖς πρὸς παράδειγμα.

Γίνεται δὲ καὶ ἐκ τοῦ ὁμοίου ἢ συλλογιστικῶς λύσις, ὡς ἐπʼ ἐκείνου, ὁ νόμος κελεύει τὸν ἐξ ἑταίρας  μὴ λέγειν, ἢ ἴσον τούτου κωλύειν τὸν νόμον τὸν ἐκ πόρνου γεγονότα· ὁμοίως γὰρ καὶ οὗτος ἐπονείδιστος ἐκ γένους καὶ ἐν ἀσελγείᾳ τέθραπται, καὶ ἑξῆς κατὰ αὔξησιν ὅτι μεῖζόν ἐστι.

Καὶ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἰδέα λύσεων οὐκ ἀγεννής, ὅταν λέγωμεν ὅτι κατὰ τοῦτον τὸν λόγον πολλῶν καὶ ἄλλων ἀποστατέον, καὶ εἰς ἀπέραντον προβήσεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐξαπατᾶται,φησίν, ὁ δῆμος, καὶ διὰ τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον 514 ἀπαγωγῇ χρησόμενος· ,,τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι(700) 7 κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστιν ἐφʼ ὅτῳ τοῦτο οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες ἐψηφίσασθε, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτό τι συμβαίνειν ἀνάγκη. καὶ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· ἀποστατέον, φησί, τῶν γάμων ἡμῖν διὰ τὰ προσόντα λυπηρά· τί οὖν κατὰ τοῦτον τὸν λόγον κωλύσει πολλῶν καὶ ἄλλων ἀποστῆναι τῶν κατὰ τὸν βίον, καὶ πολιτείας καὶ κτήσεως καὶ ἀποδημιῶν, ἐπειδὴ ἔσθʼ ὅτε καὶ ἐν τούτοις λυπηρόν τι συμβαίνει.

Γίνονται δὲ λύσεις καὶ ἐκτοῦ ἐλλιποῦς, ἢ παραγραφικῶς ἢ κατὰ χρόνον ἢ τόπον.

Γίνεται λύσις καὶ μεταστατικῶς ἢ  ἐπὶ τὰ ἐν ἡμῖν πάθη ἢ συγγνωστά, οἷον ἀδικεῖς,φησίν,ὑβρίσας· ἢ συγγνωστὸς διὰ μέθην ἢ διὰ μανίαν. ἐπὶ τὰ ἐκτὸς δέ, ὡς ἐν τῷ περὶ στεφάνου· ,,ἥττης γέγονας αἴτιος, ὦ Δημόσθενες· κυρία τούτου ἡ τύχη. ἔτι δʼ ἔστιν ὅτε καὶ λύσις λύσει συνεμπίπτει, καὶ ἡ μέθοδος τῇ ἀνατροπῇ ἐκ τῶν αὐτῶν ἐνίοτε ὁρμᾶσθαι δοκεῖ, οὐ χρὴ δὲ θαυμάζειν, ἐπεὶ καὶ στάσις στάσει συνεμπίπτει.

Ἡμεῖς δὲ τοὺς τόπους τῶν λύσεώ σοι παρεχόμεθα, οὓς εἰδὼς ῥᾷον εὐπορήσεις λύσεων. ἔτι δὲ κἀκεῖνο χρή σε εἰδέναι, ὅτι οὐ πάσαις ταῖς λύσεσι χρῆσθαι ῥᾴδιον, ἀλλὰ ταῖς ἐμπιπτούσαις. ἔστω δὴ καὶ ἀντίθεσις ἐπὶ τῶν ὀμοσάντων μὴ γῆμαι καὶ κρινομένων, ὅτι πολλὰ λυπηρὰ τοῖς γάμοις παρακολουθεῖ, καὶ γυναικῶν ἀσέλγεια καὶ παίδων πονηρία. ἐνταῦθα οὐ δυνάμεθα κατὰ ἀνατροπὴν 515 ἀπαντῆσαι, ὅτι οὐδὲν λυπηρὸν συμβαίνει, ψεῦδος γάρ, ἀλλὰ μεθοδεύω αὐτὸ πρῶτον κατὰ μείωσιν, οὐ πᾶσι τὰ αὐτὰ κατʼ ἀντιπαράστασιν ἀγαθοῦ, οὐ δεῖ τὰ προσόντα λυπηρὰ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ ἀγαθά, ἔστι δὲ ταῦτα παιδοποιΐα,διαδοχὴ γένους, κλήρου, πολιτείας, τὸ γηροκομίαν ἕξειν. εἶτα κατὰ αὔξησιν, καὶ μείζω τὰ ἀγαθὰ 7 τῶν λυπηρῶν. εἶτα ἀντιπαραστάσει τρόπου, χρὴ δὲ διʼ ἑτέρου τρόπου τὰ ἄτοπα φυλάττεσθαι, σωφρονίζειν τὰ γύναια, τοὺς παῖδας ἀμείνους ποιεῖν τῇ ἀγωγῇ, διὰ τῶν ἐπιτηδευμάτων. εἶτα κατὰ ἐνδόξου κρίσιν, οὕτω πᾶσι τοῖς κατὰ τὴν πόλιν δοκεῖ, οὕτω καὶ τοῖς νόμοις οἳ περὶ γάμων διαλέγονται, οὕτω πᾶσιν ἀνθρώποις νενόμισται. εἶτα διανοίας ἐξέτασις, οὐ ταύτῃ τῇ διανοίᾳ ὤμοσαν, ἀλλʼ ἀσελγείας καὶ μοιχειῶν ὑπόθεσίς ἐστιν αὐτοῖς ὁ ὅρκος. εἶτʼ ἀπὸ τοῦ ἐναντίου, εἰ τὸ γαμεῖν ἔχει τινὰ λυπηρά, πόσῳ τὸ μὴ γαμεῖν λυπηρότερον, τὸ εἶναι ἄοικον, ἀνέστιον, ἄπαιδα, οὐχ αὑτῷ οὐ πόλει χρήσιμον. εἶτα ἡ εἰς ἄτοπον ἀπαγωγή, ὅτι καὶ ἄλλα πολλὰ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων κατὰ τοῦτον τὸν λόγον ἀναιρήσουσιν, οἷς τι τῶν λυπηρῶν πρόσεστιν. εἶτα μεταστατικῶς, τὸ μὲν δυστυχῆσαι περὶ γάμον τύχης ἐστὶν ἔγκλημα, τὸ δʼ ἄγαμον εἶναι γνώμης πονηρία. εἶτα ἐξ ἀποβάσεως τί συμβήσεται, εἰ τούσδε καὶ ἄλλοι μιμήσονται. ἔφαμεν δὲ τὸ τῆς ἀντιπαραστάσεως καὶ τὴν ἀπόβασιν εἶναι.

Χρὴ δὲ τὰς μὲν ἀσθενεστέρας λύσεις προτέρας τιθέναι, τὰς δὲ ἰσχυροτέρας δευτέρας· εἰ γὰρ αἱ ἰσχυρότεραι πρότεραι τεθεῖεν, οὐκέτι χώραν ἕξουσιν αἱ ἀσθενέστεαι. εἰσάγονται δʼ αἱ μὲν ἀσθενέστεραι, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ παράλειψιν, αἱ δὲ ἰσχυρότεραι ὡς ἐπὶ τὸ πλεῖστον προηγουμένως ἐπισημαινομένων ἡμῶν τὰς δυνάμεις 516 αὐτῶν. ἐνίοτε μέντοι καὶ αἱ ἰσχυρότεραι κατὰ παράλειψιν τίθενται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τῶν ἀτόπων ἐστὶ παραλείψω. ἐνίοτε καὶ συνεισάγονται ταῖς ἀντιθέσεσιν αἱ λύσεις, ὡς ἐν τῷ παραπρεσβείας· ,,οὕτω τοίνυν πολλὰ καὶ δεινὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιϊὼν λέγει,τί δʼ ἄν εἰποις περὶ Δημοσθένους,ὃς 7 τῶν συμπρέσβεων κατηγορεῖ ἔξεστι γάρ σοι ἀνατρέψαι τὴν εἰσαγωγὴν καὶ ποιῆσαι λύσιν, κατηγορεῖς τῶν συμπρέσβεων· ναί, πολλὰ γὰρ καὶ δεινὰ πεπρεσβεύπασι. πολλάκις τῇ εἰσαγωγῇ τῆς ἀντιθέσεως συνεισάγεται ἡ λύσις, καὶ ἔμφασις ὅλως λύσεως γίνεται διʼ ἑνὸς ῥήματος, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, ,, εἰ δὲ λέγεις τὰ πρὸς (701) Θηβαίους δίκαια, Αἰσχίνη, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγῃ. “ τὸ γὰρ νυνὶ καὶ ἀντὶ λύσεως ὅλης ἤρκει. ἐχρῆν γὰρ καὶ τότε. διττὴ δʼ ἡ χρῆσις παρὰ τῷ Δημοσθένει ἢ γὰρ προτάττει τὸ ἐξ ἀνατροπῆς καὶ ἐπάγει τὸ ἐκ μεθόδου συγχωρήσας, εἶτα περιτρέψας ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· ,,ἐγὼ δὲ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δʼ οἶδα σαφῶς. ἄχρι τούτου ὡς ἔχων ἀνατρέψαι ἀπέφηνεν. εἶθʼ ἑξῆς συγχωρήσας περιέτρεψεν. ,,οὐ μὴν ἀλλὰ εἰ τοῦτο τοιοῦτόν ἐστι τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία. εἶτα περιτρέψας ὡς ἐν ἐκείνῳ· ,,ἐγὼ δὲ εἰ τοῦτο τοιοῦτόν ἐστιν, οὐκ ἔχω ὅ τι μεῖζον κατηγορήσω. εἶτα ἑξῆς κατὰ ἀνατροπήν· ,,οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ἡμῖν οὕτω μᾶλλον.

Τῶν δὲ λύσεων ἀπασῶν τῶν προειρημένων αἱ μέν 517 εἰσιν ἐξ ἰδιότητος, αἰ δὲ ἐκ κοινότητος. ἐκ κοινότητος μέν, ὡς παρὰ Θουκυδίδῃ ἐκεῖνο· ,,ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τούς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθέτωσαν ὡς πᾶσα ἀποικία εὐ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δʼ ἀλλοτριοῦται. ἐκ κοινότητος ἡ λύσις ἡ δʼ ἐξῆς ἐξ ἰδιότητος· ,,ὡς δʼ ἠδίκουν σαφές ἐστ.“

ΠΕΡΙ ΠΑΡΑΔΕΙΓΜΑΤΟΣ.

8 Παραβολὴ παραδείγματος τούτῳ διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπʼ ἀψύχων ἢ ζῴων ἀλόγων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, ὡς παρʼ Ὁμήρῳ,

ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ. 8 ἀπὸ δὲ ἀψύχων ὡς παρὰ Δημοσθένει· ,,ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου. τὰ δὲ παραδείγματα ἐκ γεγονότων ἤδη λαμβάνεται προσώπων, ὡς παρὰ Δημοσθένει ,,λέγεται κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.· πᾶν παράδειγμα ἔχει μὲν τὴν ὕλην ἐκ τῶν γεγονότων, λαμβάνεται δὲ ἢ ἐξ οἰκείων ἢ ἐξ ἀλλοτρίων. τὰ μὲν ἐξ οἰκείων ἀγωνιστικώτερα καὶ προσεχέστερα, καὶ τοῦτο χρὴ ἐπισημαίνεσθαι, ὡς παρὰ Δημοσθένει· ,,οὐ γὰρ ἀλλοτρίοις ἀλλʼ οἰκείοις ἡμῖν χρωμένοις 518 παραδείγμασιν εὐδαίμοσιν ἔξεστι γενέσθαι.· τὰ δὲ ἀπʼ ἀλλοτρίων προσώπων λαμβανόμενα ἔστι μὲν οὐχ ὁμοίως προσεχῆ, δεῖ δὲ αὐτὰ ὅμως μὴ ἀπηρτῆσθαι. χρήσιμοι δʼ ἐπʼ αὐτῶν καὶ αἰ προπαραιτήσεις, ὡς ἐπ᾿  ἐκείνου ὁ Δημοσθένης· ,,βούλομαι δʼὑμῖν ἐν Λοκροῖς ὡς νομοθετοῦσι, διηγήσασθαι οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται.“ εἰ μὲν οὖν ἀπʼ ἀλλοτρίου προσώπου ἀδόξου δὲ γίνοιτο, χρὴ κατʼ ἐπιτίμησιν αὐτὸ εἰσάγειν· οἷον ,,αἰσχύνομαι μὰ τοὺς θεοὺς εἰ Μεγαρεῖς τόδε ἔπραξαν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι μὴ πράξετε.“ εἰ δὲ ἀπʼ ἐνδόξου, οὕτω· ,,καλὸν δʼ ὑμῖν ζηλῶσαι τοὺς ἄνδρας καὶ τὰ ἐκείνων, ἔστι δὲ ταῦτα. χρὴ δὲ τὰ παραδείγματα γνώριμα εἶναι καὶ σαφῆ, καὶ μὴ πάνυ ἀρχαῖα μηδὲ μυθώδη, συνᾴδοντα δὲ τοῖς ὑποκειμένοις καὶ μὴ ἀπομηκύνεσθαι ἄγαν, εἰ μὴ ἀπὸ μεγάλων εἴη τὸ παράδειγμα, ὁποῖον τὸ περὶ Ἀλκιβιάδου ἐν τῷ κατὰ Μειδίου.

Χρεία δὲ ἐν προοιμίοις μὲν οὐ πάνυ τι παραδείγματος, ἐν δὲ τῷ ἄλλῳ λόγῳ, καὶ ἤτοι προτάττομεν τούς λογισμοὺς τῶν παραδειγμάτων ἢ ἐπάγομεν· ἔστι δὲ ἰσχυρότατον ἐν λόγῳ τὸ παράδειγμα· λαμβάνεται δʼ ἀπὸ τεσσάρων, ἀπὸ ὁμοίου, ἀπʼ ἐναντίου, ἀπὸ μείζονος, ἀπʼ 8 ἐλάττονος. ἀπὸ ὁμοίου μέν, οἷον δίκην εἰσπράξασθε παῤ 519 αὐτοῦ. καὶ γὰρ ὁ δεῖνα πρότερον τὰ ἴσα ἀδικήσας δἴκην ἔδωκεν. ἀπὸ ἐναντίου δὲ οὕτω· συμφέρει σῶσαι τούσδε καὶ γὰρ τοῖσδε μὴ βοηθήσαντες ἐβλάβητε. ἀπὸ δὲ μείζονος· οὐκ ἄξιος οὗτος τυχεῖν τῆς τιμῆς ταύτης· ὁ δεῖνα γὰρ καὶ μείζονα εὐεργετήσας οὐκ ἔτυχεν τηλικαύτης τιμῆς. ἔξιτε ἐπὶ τὸν πόλεμον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν μείζους κινδύνους ὑπέστησαν. ἀπὸ δὲ ἐλάττονος· ἀποκτείνατε τοῦτον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν ἐλάττω ἠδικηκότα τὸν δεῖνα ἀπέκτειναν. ἀπὸ ἐλαττόνων προσώπων, οἷον οἱ δεῖνες ἀσθενέστεροι ὄντες ὑμῶν τάδε ἔπραξαν.

(702)

Τίθεται δὲ τῶν παραδειγμάτων τὰ μὲν ἀπὸ ὡρισμώνων, ὡς ἐν τῷ κατὰ Μειδίου· „λέγεται τοίνυν κατὰ τὴν παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.“ ἀορίστως δʼ οἷον εἰ λέγοις, οὐκ ἐφ᾿ ἡμῶν μόνον, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ χρόνου ἔθος ἔστιν ὑμῖν τοῖς κινδυνεύουσιν βοηθεῖν καὶ κοινὴν παρέχειν τὴν πόλιν.

Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „μλέγεται κατὰ τίην παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ᾿ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ 520 ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ᾿ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ᾿ ἀλλήλων ὑπόνοιαν ἐμποιεῖ, ἢ καὶ ὑποβάλλεται τὰ παραδείγματα. ἐνίοτε δὲ 8 καὶ ἀτελῆ ταῦτα ἐῶμεν ἄχρι τοῦ χρησίμου μνησθέντες, ὡς ἐν τῷ πρὸς Λεπτίνην ἐν τῷ περὶ τοῦ τειχισμοῦ τοῦ Θεμιστοκλέους· „λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπών, κἂν ἀφίκηταί τις ἐκ Λακεδαίμονος κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων ὡς τοὺς Λακεδαιμονίους. λόγων δὲ γενομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων, ὡς Ἀθηναῖοι τειχίζουσιν τὴν πόλιν, ἀρνεῖσθαι.“ εἶτα οὐκ ἐπεξῆλθε διὰ τέλους τῷ παραδείγματι, ἀλλ᾿ ἄχρι τοῦ χρησίμου κατὰ τὸ προκείμενον εἰπών τὰ ἑξῆς εἴασεν ἐπενεγκών „καὶ πάντες ἴσως ἐπίστασθε ὃν τρόπον ἐξαπατῆσαι λέγεται.

ΠΕΡΙ ΛΥΣΕΩΝ ΠΑΡΑΔΕΙΓΜΑΤΩΝ.

Περιείληπται μὲν καὶ ταῦτα ἐν τῷ περὶ λύσεων, ἴδωμεν 9 δὲ κἀνταῦθα ἀκριβέστερον. πᾶν παράδειγμα λύεται κατ᾿ ἀνατροπήν, ὡς ἐπʼ ἐκείνου ἐν τῷ κατ᾿ Ἀνδροτίωνος· ,,φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παῤ ὑμῶν δωρεάν εἶτα κατ᾿ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ᾿ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾿ οἶδα σαφῶς. γίνεται δὲ 521 παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου, ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν. εὑρίσκεται δ᾿ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δἰ ἔχθραν ἢ κατὰ καιρόν ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ 9 δ᾿ ἐν ἱερῷ. ἢ κατὰ ποιότητα προσώπου, ὡς ἐν τῷ πρὸς Λεπτίνην, Θηβαῖοι γὰρ φησὶν οὐδένα τιμῶσι, τοῦτο ἔλυσεν ἐκ διαφορᾶς τῆς πρὸς ἕτερον· Θηβαῖοι γὰρ φησὶν ἀπηνεῖς, ἡμεῖς δὲ φιλάνθρωποι καὶ δίκαιοι ἢ ἐκ διαφρᾶς τῆς περὶ πολιτείαν ἢ δύναμιν ἢ ἄλλο τι τῶν τοιούτων.

Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου,  οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ᾿ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿  εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“ γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ 522 τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ (703) πολὺ μᾶλλον ἁλίσκοιο.“

ΠΕΡΙ ΕΝΘΥΜΗΜΑΤΩΝ.

10 Εἶπον ὅτι εἰς δύο τέμνεται τὸ ἐπιχείρημα ἢ εἰς παράδειγμα ἢ εἰς ἐνθύμημα· λείπεται δὲ περὶ ἐνθυμημάτων εἰπεῖν. πᾶν ἐνθύμημὰ γίνεται ἢ ἀπὸ ἐλάττονος, ἢ ἀπὸ παρακειμένου, ἢ ἀπὸ ἐναντίου, ἢ ἀπὸ μείζονος, ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, ἢ συλλογιστικῶς, ἢ ἐκ διλημμάτου, ὅταν δύο ἐναντία θεὶς ἐξ ἀμφοῖν ἕλῃς, ἢ ἀπὸ οὐσίας, ἢ ἀπὸ τῶν ἀποβάσεων τῶν ἐνδεχομένων, ἢ κατὰ πρόσληψιν, ἢ ἐκ τοῦ ἐκλειφθέντος, ἢ ἐξ ἀκολούθου συλλογιστικῶς, ἢ ἐκ μάχης. ὁ μὲν οὖν ἀπὸ τοῦ ἐλάττονος τόπος φύσει μὲν αὐξητικός· τοιοῦτος δ᾿ ἐστίν, οἷον ἐπὶ τοῦ τὸ ναυτικὸν διαφθείραντος καὶ κρινομένου, φέρε, εἰ γὰρ μίαν ναῦν διαφθεῖραι παράνομον, πολύ γε δή που 10 δεινότερον ὅλον ναυτικὸν διαφθεῖραι. λαμβάνεται δὲ ἀπὸ τοῦ ἐλάττονος ὁ τόπος ἢ ἀπὸ προσώπου, οἷον, εἰ δὲ δὴ τῶν δούλωντινὰ ὕβρισεν, οὐκ ἂν ἦν ἔνοχος τῷ νόμῳ, εἰ καὶ τὸ τοὺς δούλους ὑβρίζειν δεινόν, πῶς οὐ πολ ὺ μᾶλλον τοὺς ἐλευθέρους. ἢ οὕτω, φέρε, εἰ δ᾿ ἐν ἄλλῃ πόλει τὰ τοιαῦτα ὕβρισεν, οὐκ ἂν ἔδωκεν δίκην; εἰ δὲ καὶ τὸ ἐν ἄλλῃ πόλει τοιαῦτα τολμᾶν αἰσχρόν, πολὺ δή που δεινότερον ἐν τῇ ἐλευθέρᾳ ταύτῃ. εἰ δὲ περὶ ἀσεβείας, εἰ ἀνθρώπους ἀδικεῖν δεινόν, πῶς οὐ τοὺς θεοὺς 523 χαλεπώτερον; ἢ ἀπὸ πράγματος, φέρε, εἰ δὲ χρήμασιν ἐζημίωσαν, οὐκ ἂν ἦν δεινόν; εἰ τοίνυν καὶ τὸ εἰς χρήματα ζημιοῦν χαλεπόν ἐστι, πόσῳ μᾶλλον δεινότερον τό γ᾿ εἰς αὐτὸ τὸ σῶμα; ἢ ἀπὸ καιροῦ, φέρε, εἰ δʼ ἐν ἄλλῳ τινὶ καιρῷ ὕβρισεν, οὐκ ἂν ἦν δεινόν; εἰ δ᾿ ἐν ἄλλῳ δεινόν, ἐν ἱερομηνίᾳ χαλεπώτερον· ἢ ἀπὸ τόπου, φέρε, εἰ δ᾿ ἐν ἄλλῳ τόπῳ ὕβρισεν, οὐκ ἂν ἦν χαλεπόν; εἰ δὲ ἐν βεβήλῳ, πολὺ δή που δεινότερον ἐν ἱερῷ. ἢ ἀπὸ τρόπου, μεμισήκατε τοὺς ἀνδροφόνους, εἰ δ᾿ ἀπλῶς ἀνελεῖν δεινόν, πῶς οὐ μᾶλλον τῷ πυρί; ἀπὸ παρακειμένου δὲ λαμβάνεται μάλιστα κατὰ τὸ ὁμοιογενές, οἷον ἓν γένος ἀρχή, εἶδος δʼ αὐτῆς χορηγός, θεσμοθέτης, ἄρχων. εἴη ἂν οὖν ταῦτα ὁμοιογενῆ ὁ δὴ ἀπὸ τούτων λαμβάνων ἀπὸ παρακειμένου λαμβάνει, οἷον ὡς παρὰ τῷ Δημοσθένει, εἰ δὲ θεσμοθέτην ὕβρισεν, οὐκ ἂν ἔδωκε δίκην; εἶτα ἡ κατασκευή· ὁ γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἐστὶν ὄνομα, ἀλλὰ τῆς πόλεως· εἰ δὲ τοὺς θεσμοθέτας ὑβρίζειν δεινὸν καὶ δημόσιον ἀδίκημα διὰ τὸ τῆς ἀρχῆς δίκαιον, οὐδὲν ἧττον καὶ τοὺς χορηγούς, οἷον κατὰ τοῦ τὸν στρατηγὸν ἀνελόντος, τί παράκειται, ὁ στρατιώτης. ἀπὸ δὴ τούτου λήψῃ τὸ ἐνθύμημα· τάχα γὰρ ἂν ἔλθοι εἰς τὸν ἀπὸ τοῦ ἐλάττονος τόπον ἢ ἀπὸ τοῦ μείζονος· 10 ἠδίκησέ τις δημιοσίᾳ τὴν πόλιν, εἶτα ἰδιώτην. λαμβάνω δὴ ἀπὸ τούτου ἐνθύμημα ἀποδεικτικόν· εἰ μὲν 524 γὰρ περὶ τοῦς ἄλλους ἦν μέτριος, τάχʼ ἄν τις διηπίστησε, περὶ δὲ τὴν πόλιν πονηρὸς γενόμενος ταχὺ ἂν ἐπέσχεν ὁ μηδὲ σοῦ μείζονος φεισάμενος. ἢ οὕτως, εἰ γὰρ καὶ ἃ κοινῇ πάντες προσεκρούσαμεν ἀλλήλοις ἀφεῖται ἀμνημόνευτα, ταχὺ ἂν ἑνὶ ἀνδρὶ μνησικακεῖν προσήκοι ὧν ἰδίᾳ φησὶ πεπονθέναι. ἢ συλλογιστικῶς, ὡς παρὰ Δημοσθένει· ,,τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ·“ καὶ πάλιν· „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ·“ καὶ ἀπὸ τοῦ διλημμάτου, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος· ,,ἡδέως δʼ ἂν ἐροίμην αὐτὸν πότερον ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφήν, ἢ τοὐναντίον ἄδικον καὶ παράνομον· εἰ μὲν γὰρ ἄδικον καὶ ἀσύμφορον, δικαίως ἂν διὰ ταῦτα ἀποθάνοι· εἰ δὲ δικαίαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, πῶς νῦν τἀναντία τούτων ἀξιοῖ ψηφίζεσθαι τούτους.“ ὁρᾷς πῶς ἐξ ἀμφοῖν ἔλαβεν. ἢ ἀπὸ τοῦ ἐναντίου, (704) οἷον, εἰ τοῦ Καλλιξένου τις κατηγοροίης ἐξομνυμένων τῶν στρατηγῶν· ὥσπερ οὖν εἴ τι τοιοῦτον ἔγραψε ψήφισμα, δἰ οὗ ἀφθονίαν στρατηγῶν παρείχετο, τιμῶν ἂν καὶ δωρεῶν ἐτύγχανεν, οὕτως ἡνίκα εἰς ἀπορίαν ἀνδρῶν ἥκομεν δἰ αὐτόν, τῆς ἐσχάτης ὀργῆς ἄξιος. ἢ ἐκ τοῦ ἀκολούθου συλλογιστικῶς, ὡς παρὰ Δημοσθένει· 525 „ὥσπερ γὰρ εἴ τις ἐκείνων προεάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἐὰν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει.“ ἐξ ἀποβάσεως καθ᾿ ὑπόθεσιν τοῦ ἐνδεχομένου, ὡς ἐν τῷ πρὸς Βοιωτόν· „εἰ δὲ καὶ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος.“ ἐνδεχόμενον γὰρ ἦν τοιοῦτόν τι συμβῆναι. ἢ ἐκ τοῦ ἐκλειφθέντος· εἰ μὲν γὰρ ἐθάρρει τοῖς δικαίοις, ἀντειπεῖν ἐχρῆν ὅτι δὲ οὐκ ἀντεῖπεν, 10 αὐτὸς ἑαυτοῦ τὸ μὴ θαρρεῖν καταμαρτυρεῖ. ἢ κατὰ πρόσληψιν. οἷον εἰ περὶ εὐεργετῶν λέγοις, οἷον, εἰ δὲ πρὶν πρᾶξαι καθυπέσχετο πράξειν, εἰ δοίητε τὰς δωρεάς, οὐκ ἂν ὑπέσχεσθε δώσειν; ἃ τοίνυν πρὶν παθεῖν ἐδώκατε ἂν ἢ δώσειν ὑπέσχεσθε, ταῦτα παθόντες οὐ δώσετε; ἢ ἐκ τῆς οὐσίας, οἷον ἐπὶ ταῖς γαμηθείσαις, εἰ γάρ ἐστιν ἴδιον τῶν γάμων ἡ συνοίκησις ἢ τὰ συμβόλαια, ὅτε ταῦτα πέπρακται, οὐκ εἶναι γάμον καὶ τοῦτο φήσομεν; ἀπὸ τοῦ παρελθόντος χρόνου, τὸ μὴ γενόμενον οἷον ἂν ἦν εἰ ἐγένετο, ὡς ἐν τῷ πρὸς Λεπτίνην· „ὑμεῖς τιμῶντες ποτὲ Ἰφικράτην καὶ ἄλλους τινὰς εὖ πεποιήκατε·“ εἶτα ἐπάγει ἐνθυμηματικῶς, „εἰ τοίνυν ὥσπερ δἰ Ἰφικράτην καὶ Πολύστρατον καὶ ἄλλους τινὰς εὖ πεποιήκατε, δἰ αὑτὸν οὕτως εἰ καὶ Χαβρίας ἠξίωσεν ὑμᾶς τινὰς τούτων εὖ ποιῆσαι, οὓς νῦν αἰτιώμενοι πάντας ἀφαιρεῖσθαι κελεύουσιν, οὐκ ἂν ἐδώκατε; ἐγὼ μὲν οἶμαι.“ εἶτα πάλιν ἡ ἐπαγωγὴ ἐνθυμηματικῶς. ἴδιον δὲ ἐνθυμήματος δριμύτητος δόξαν ἀποτελεῖν, καὶ ἔστιν ἀγωνιστικόν τε ἅμα καὶ ἐλεγκτικόν. ἤδη δέ ποτε καὶ παράδειγμα ἐνθυμηματικῶς εἰσάγεται, οἷόν ἐστιν· „εἰ 526 γὰρ ὅθʼ ἥκομεν ἐβοηθήσαμεν Κὐβοεῦσιν·“ ἢ ἐκ μάχης· ,,καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα χαλκοῦν ἐν ἀγορᾷ στῆσαι, αὐτῶν δὲ τῶν νόμων ὑπερορῶντες φαίνεσθε, δἰ οὓς κἀκεῖνον ὑπερβαλλόντως συμβέβηκε τιμᾶσθαι.“ καὶ πάλιν· „πῶς δ᾿ οὐκ ἂν εἴη τὸ συμβὰν ἄλογον, εἰ νομοθετοῦντες μὲν ὀργίζεσθε τοῖς πονηροῖς, ἐπ᾿ αὐτοφώρῳ δέ τινας λαβόντες ἀφήσετε· μαχόμενον γὰρ τὸ τιμᾶν τὸν νομοθέτην τῷ ἀτιμάζειν τοὺς νόμους, καὶ τὸ μισεῖν τοὺς πονηροὺς τῷ πάλιν ἀθῴους ἐᾶν. μάχη δ᾿ ἐστίν, ὅταν τις τὰ ἐναντία ἑαυτῷ ποιήσῃ. ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, καὶ τὸν μὲν νομοθέτην ἕνα ὄντα 10 πᾶσιν ὑπὲρ ὑμῶν ἀπεχθάνεσθαι, ὑμᾶς δὲ συλλεγέντας μηδ᾿ ὑπὲρ ὑμῶν αὐτῶν ἐνδείξασθαι τοὺς πονηροὺς μισοῦντας. ἢ ἐκ κρίσεως ἐνδόξου· διὸ καὶ τὰς τιμωρίας ὁ Σόλων τοῖς μὲν ἰδιώταις βραδείας ἐποίησε, τοῖς δὲ ἄρχουσι καὶ δημαγωγοῖς ταχείας. βουλόμενος γὰρ ἀποδεῖξαι ὅτι δεῖ τοὺς ἐν ταῖς ἀρχαῖς ταχέως τιμωρεῖσθαι, ἐπεχείρησεν ἀπὸ κρίσεως ἐνδόξου. ἢ ἀπὸ διαφορὰς, „τοὺς μὲν οὖν ἄλλους ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, τουτονὶ δὲ Αἰσχίνην πολὺ τοὐναντίον τούτων·“ τοῦτο προοίμιον μέν ἐστιν, ἔλθοι δ᾿ ἂν καὶ εἰς ἐπιχείρημα ὁ τόπος. ἢ παραβολικῶς, εἶδος δ᾿ ἐπιχειρήματος καὶ ἡ παραβολή· ,,ὥσπερ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων, ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν ἁμάρτῃ τις, βραχεῖαν 527 τὴν βλάβην ἐποίησεν, ἐπειδὰν δὲ ὁ κυβερνήτης σφαλῇ, κοινὴν τὴν ἀτυχίαν καὶ μεγάλην τοῖς συμπλέουσιν ἤνεγκεν.

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΕΦΑΛΛΙΩΝ ΚΑΤΑΣΚΕΥΗΣ.

11 Περὶ μὲν τῶν στάσεων καὶ τῶν ἑκάστῃ ἐμπιπτόντων κεφαλαίων ἱκανῶς τοῖς πρὸ ἡμῶν λέλεκται, νυνὶ δὲ ἴδωμεν αὐτὰ τὰ κεφάλαια τὰ κυριώτατα τῶν κεφαλαίων, ἐκ ποίων τόπων σύγκειται καὶ κατὰ ποίας κατασκευὰς συνίσταται. καὶ πρῶτόν γε περὶ τῶν τελικῶν εἴπωμεν. ἔστι δὲ ταῦτα, νόμιμον, δίκαιον, συμφέρον, ἔνδοξον, δυνατόν, εἰ βούλει σαφὲς πρὸς τούτοις. καὶ πρῶτόν γε περὶ τοῦ νομίμου.

(705)
Περὶ νομίμου.

Τὸ νόμιμον κεφάλαιόν ἐστι τῶν ἄγαν ἰσχυρῶν. λαμβάνει δὲ τὰς συστάσεις ἀπὸ χρόνου, ἀπὸ ποιότητος τοῦ γράψαντος, ἀπὸ διανοίας τοῦ γράψαντος, ἀπὸ κοινῆς κρίσεως, ἀπὸ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὡς ὀρθῶς 11 ἔχει. ἀπὸ μὲν τοῦ χρόνου, ὡς εἰ λέγοις, οὐ καὶ χθὲς καὶ πρώην ὁ νόμος γέγραπται, ἀλλ᾿ ἀμύθητος μὲν ἐξ οὗ χρόνος γέγραπται, ἐν δὲ τούτῳ τοσούτῳ ὄντι ἀκίνητος μένει, ὡς καὶ παρὰ Δημοσθένει· ,,οὗτος καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων.“ ἀπὸ δὲ προσώπου, „τίς ὁ γράψας; οὐ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν παῤ ὑμῖν εὐδοκιμούντων.“ „καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα ἐν ἀγορᾷ στήσετε.“ ἀπὸ διανοίας δὲ τοῦ γράψαντος, 528 ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. συνιστὰς γὰρ τὸν νόμον ὡς καλῶς ἔχοντα τὸν κελεύοντα ἀστεφάνωτον εἶναι δεῖν τὴν βουλὴν εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τὴν αἰτίαν ἐξήτασε δἰ ἣν γέγραπται ὁ νόμος, „ἄξιον τοίνυν ἰδεῖν τί δή ποτε ἐὰν τἆλλα ἡ βουλὴ δοκῇ καλῶς βουλεῦσαι, καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, οὐκ ἔξεστι λαβεῖν τὴν δωρεάν. εὑρήσετε γὰρ τοῦτο ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. καὶ πάλιν περὶ τοῦ τῆς ἑταιρήσεως νόμου λέγων, ,,ἄξιον τοίνυν καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, ὅσην πρόνοιαν ἐποιήσατο τῆς πολιτείας ἐν ἅποσιν οἷς ἐτίθει νόμοις.“ καὶ πάλιν προϊών που λέγει· „ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν.“ ἢ ἐξ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὁ νόμος, ὅτι περὶ μεγάλων ἢ τῶν πρὸς θεοὺς ἢ τῶν πρὸς ἀνθρώπους, καὶ ὅτι ἄνευ τούτων οἰκεῖν οὐκ ἔνι, ὡς παρὰ Δημοσθένει· „ὀρθῶς καὶ καλῶς ἔχων ὁ νόμος ὡς τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ, ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί. ἢ ἐκ κοινῆς κρίσεως, ὡς ἐν τῷ κατὰ Μειδίου „τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησι μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις.“

Διαβάλλεται δὲ νόμος ἀπὸ τῶν ἐναντίων, ὅτι καινός, ὅτι οὐκ ἀξιόπιστος ὁ γράψας ἢ τὸ πρᾶγμα ὃ διαγορεύει 11 οὐκ ἀνεκτόν, ἢ ὅτι ταῖς δόξαις πάντων μάχεται, ὅτι διάνοια τοῦ γράψαντος μοχθηρά, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους. εἰ δὲ τὸν νόμον μὴ διαβάλλοις, φαίης δὲ οὐ δυνατὸν εἶναι αὐτῷ ἐν τῷ παρόντι χρῆσθαι, ἢ ἐκ διανοίας 529 αὐτὸν ἐξετάσεις, ὅτι οὐκ ἐπὶ τούτοις γέγραπται, κατ᾿ ἀντιπαράστασιν κεφαλαίων. εἰ δὲ καὶ ξενικῷ νόμῳ χρῷο, προσυστήσας τὸ πρόσωπον εἰσάξεις, ὡς Δημοσθένης ἐν τῷ Λοκρικῷ νόμῳ.

Περὶ ἔθους. τὸ δὲ ἔθος καὶ ἀντὶ τοῦ νομίμου παραλαμβάνεται· ἔχει δὲ ὕλην καὶ τὰς κατασκευὰς ἐκ τῶν γεγονότων καὶ παραδεδομένων· λαμβάνεται δὲ διχῶς ἢ ἐξ ἰδιότητος τοῦ ὑποκειμένου προσώπου ἢ ἐκ κοινότητος, ὡς ἐπʼ ἐκείνου· βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάψαι τοὺς δέκα στρατηγούς· ἀπὸ κοινότητος μέν, ὅτι κοινῇ πᾶσιν ἀνθρώποις καθέστηκε θάπτειν τοὺς οἰχομένους συνήθεια· ἐξ ἰδιότητος δὲ τοῦ ὑποκειμένου προσώπου, ὅτι Ἀθηναίοις καὶ τοὺς ἀλλοτρίους νεκροὺς θάπτειν ἔθος, οἷα τὰ περὶ Ἀργείους ἔπραξαν, πολύ γε δήπου πρότερον τοὺς οἰκείους προσήκει. οὐκοῦν καὶ ἀπὸ τῶν ἐναντίων αἱ ἀνατροπαί, ἢ ὅτι ἄλλοις ἢ ὅτι ἡμῖν οὐκ ἔθος, τὰ δόγματα καὶ ἀντὶ νόμων ἰσχύει. καὶ σχεδὸν ἀπὸ τῶν αὐτῶν ἐννοιῶν κατασκευάζεται, ὅτι ὀρθῶς ἔχει ἀπὸ τῶν βουλευσαμένων, εἰ ἔνδοξον εἴη πρόσωπον τὸ ὑποκείμενον, καὶ οὐχ οἷον πρὸς ἀπάτην τι δοκεῖν βουλεύεσθαι, εἰ δὲ καὶ αὐτὸ τὸ δόγμα συντρέχον καὶ τοῖς νόμοις τοῖς προγονικοῖς φαίνοιτο· ἀπὸ τοῦ ἐλλείποντος, εἰ οὐδ᾿ ἀντείποι τις τῶν νῦν ἀντιλεγόντων· ἀπὸ ἐνδόξου κρίσεως, ὅτι καὶ οἱ νόμοι φυλάττειν κύριά φησι κελεύουσι τὰ τοῦ δήμου δόγματα. ἐκ διαφορᾶς· ταύύτῃ διενήνοχεν ἡ δημοκρατία τυραννίδος, ὅτι ἡ μὲν ἄκυρον ποιεῖ τὸν δῆμον, ἡ δὲ κύριον. ἐκ τοῦ ἐλάττονος· εἰ καὶ τὰς ἰδίας ὁμολογίας φυλάττειν ἔννομον, πολὺ δήπου τὰς τοῦ δήμου.

Περὶ δικαίου. 11

Τὸ δίκαιον διχόθεν συνίσταται ἀπὸ προσώπου ἢ ἀπὸ 530 (706) πράγματος· ἀπὸ μὲν προσώπου· δίκαιον βοηθεῖν, ἀστυγείτονες γάρ, εἰ οὓτω τύχοι, ἢ ὁμογενεῖς ἢ φίλοι ἢ εὐεργέται· ἢ πάλιν ἀπὸ τῶν ἐναντίων, εἰ τιμωρεῖσθαι κελεύοις, ὅτι ἐχθροί, ὅτι προϋπῆρξαν, ὅτι ἀλλόφυλοι. ἀπὸ δὲ πράγματος, ὅτι ἴσον, ὅτι πρὸς τὴν ἀξίαν, ὅτι καὶ πᾶσι τοῖς τὰ δίκαια φρονήσασιν οὕτως ἔδοξεν.

Περὶ συμφέροντος.

Τὸ συμφέρον κατασκευάζεται ἀπὸ τῶν ἐκβάσεων οἷα ἐκβήσεται πεισθεῖσι. τέλειαι δὲ ἀποδείξεις συμφέροντος, ὅταν ἐπʼ ἄμφω ἀποδείξῃς, τί μὲν ἔσται πεισθεῖσι, τί δὲ εἰ μὴ ὑπακούσαιεν, ὡς παρὰ Δημοσθένει ἐν Ὀλυνθιακοῖς. ἀλλὰ ἡλίκα γ᾿ ἐστὶ τὰ διάφορα ὑμᾶς ἐκεῖ πολεμεῖν ἢ παῤ ὑμῖν ἐκεῖνον, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι· ἔτι τελεία ἐστὶν ἐξέτασις συμφέροντος, ὅταν δείξωμεν, ὅτι καὶ ἡμεῖς ὠφεληθησόμεθα καὶ τοὺς ἐχθροὺς βλάψομεν. ἔτι καὶ ἀπὸ τοῦ χρόνου, ὅτι οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν πάντα χρόνον ἐκ τούτων ἄμεινον οἰκήσομεν. ἐκ παραδείγματος, ὅτι καὶ πρότερον πράξασι ταῦτα συνήνεγκε. καὶ ἀπὸ τοῦ ἐναντίου, ὅτι ἐλλειφθέντα ἔβλαψεν.

Περὶ δυνατοῦ. 531

Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων, συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ.

11 Περὶ ἐν δόξου.

Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν.

Αἱ δὲ ἄτεχνοι πίστεις ἔγγραφα, βάσανοι, περὶ ὧν ἐν τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μεάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν.

ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.

12 Ὁ ἐπίλογος τόπος τριμερής ἐστιν· ἔχει γὰρ καὶ ἀνάμνησιν τῶν εἰρημένων καὶ ἔλεον καὶ δείνωσιν, ἡ δὲ δείνωσις 532 κατὰ τὴν αὔξῃσιν θεωρεῖται τούτων τοίνυν περὶ πρώτου τοῦ τῆς ἀναμνήσεως διαλέξομαι.

Κατὰ τοῦτον δὲ θεωρεῖται ἡ καλουμένη ἀνακεφαλαίωσις τῶν διὰ πολλῶν εἰρημένων, τῆς δὲ ἰδέας τοῦ λόγου τῆς πραγματικῆς καλουμένης· εἰς δύο γὰρ εἴδη ὁ πᾶς λόγος διαιρεῖται, (λέγω δὲ νῦν λόγον τὸν δικανικόν) τό τε πραγματικὸν καὶ τὸ παθητικόν· ὑποτάσσεται δὲ τῷ πραγματικῷ μὲν ἥ τε διήγησις καὶ ἡ ἀπόδειξις· τῷ δὲ παθητικῷ τὸ προοίμιον καὶ ὁ ἐπίλογος. πῶς οὖν εἰπόντες τοῦ λόγου τῆς ἰδέας τῆς παθητικῆς τὸν ἐπίλογον τὴν ἀνάμνησιν τόπον οὖσαν αὐτοῦ μέρος πραγματικῆς εἶναί φαμεν; ὅτι κατὰ τοῦτον τὸν τόπον ἀνακεφαλαίωσιν ποιούμεθα τῶν ἀποδείξεων· ἐπεὶ οὖν τῶν πραγμάτων ἀνάμνησιν κεφαλαιώδη ποιούμεθα, διὰ τοῦτο πραγματτικὸς οὗτος ὁ τόπος, ἰδικὸς ὢν τοῦ ἐπιλόγου.

Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι τῶν λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ 12 ἡ χρῆσις αὐτῆς γίνεται. ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ (707) Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ καὶ κατὰ μέσον τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε 533 τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, τοῦθʼ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον.

Πῶς οὖν ἀναμνήσομεν, ὑποδείξομεν ἤδη τοὺς τόπους τῆς ἀναμνήσεως κεφαλαιωδῶς λέγοντες, ἐπέδειξα μὲν 12 τοὺς νόμους ὑμῖν παῤ οὕς ἐστι τὸ ψήφισμα εἰρημένον, ἐξήτασα τὰ τῷ Χαριδήμῳ πεπραγμένα ἐξ ὧν ἐφάνη δίκαιος οὐκ ὢν τῆς δωρεᾶς ταύτης τυχεῖν, καὶ ὡς οὐ συνοίσει: τῇ πόλει, καὶ τοῦτο γέγονε γνώριμον.

543

Ἀναμνήσομεν δὲ καὶ διὰ προσωποποιΐας. τί δ᾿ ἐστὶν ἡ προσωποποιΐα, ἀλλαχόθι που δεδηλώκαμεν, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον τί τέ ἐστι καὶ πῶς δἰ αὐτῆς ἀναμνήσομεν, δῆλον ποιήσω. ἔστι μὲν οὖν προσωποποιΐα παραγόμενον πρόσωπον τὸ οὐκ εἰς τὸ δικαστήριον παρόν, ἀποδημῶν πατὴρ ἢ τεθνεώς, ἢ πατρίς, ἢ στρατηγία, ἢ νομοθεσία, ἢ ἕτερον τῶν τούτοις παρεοικότων. τοιοῦτο μὲν οὖν ἐστὶν ἡ προσωποποιΐα. διὰ ταύτης δὲ τῶν εἰρημένων ἀνάμνησις οὕτω γίνεται, οἷον ἐπὶ Μιλτιάδου κρινομένου 544 μετὰ Πάρον. ἀναμνῆσαι γάρ ἐστι τοῦ Μιλτιάδου καὶ Κίμωνος δικαίων παρεισάγοντας τὸν καιρὸν τὸν Μηδικόν ὑπολάβετε, ω Ἀθηναῖοι, τὸν καιρὸν ἐκεῖνον αὐτὸν παρόντα νῦν ὑπὲρ Μιλτιάδου ποιεῖσθαι τοὺς λόγους. καὶ ὑποθεὶς τὸ πρόσωπόν τις τοὺ καιροῦ κεφαλαιωδῶς ὑπομνήσει τοῦ φόβου τοῦ κατασχόντος αὐτούς, τῶν τε τοῖς Ναξίοις συμβεβηκότων καὶ τῆς τῶν Ἐρετριέων ἀναστάσεως, πῶς ἔπεισε τὸν πολέμαρχον τῆς ψήφου τῆς αὐτοῦ γενέσθαι, πῶς δὲ τῶν στρατιωτῶν ἡγήσατο τῆς νίκης, τῆς φυγῆς τῆς τῶν βαρβάρων. κέχρηται δὲ καὶ ὁ Δημοσθένης προσωποποιΐᾳ πρόσωπον ὑποθεὶς τὸν καιρὸν αὐτὸς αὐτῷ. ἐκεῖνος μὲν οὖν ἐν ἀρχῇ τοῦ πρώτου τῶν Ὀλυνθιακῶν τὸν καιρὸν παρεισήγαγε, καὶ ἐπὶ τέλει δὲ τοῦ λόγου ἥρμοσεν ἂν παρεισαχθεὶς εἰς τὴν ἀνάμνησιν τῶν εἰρημένων· „ὁ γὰρ παρὼν καιρὸς ταύτας ἀφίησι τὰς φωνάς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν, ὅτι ἡ τῆς πόλεως τύχη βελτίων τῆς Φιλίππου, ὅτι πολλὰ πρὸς τὸ νικᾶν ἐστὶν ὑμῖν πλεονεκτήματα, ὅτι ἀσθενῆ τὰ τοῦ Φιλίππου παντάπασιν, ὅτι ἀναιρεθέντων Ὀλυνθίων ἐν τῇ ὑμῶν αὐτῶν ἀμυνεῖσθε τὸν βάρβαρον. οὕτως ἀνέμνησεν ἂν διὰ τῆς προσωποποιΐας τὰ κεφαλαιωδῶς τῶν εἰρημένων.

Ἔτι ἀναμνήσομεν ἐξ ὑποτυπώσεως τινὸς μέλλοντος γίνεσθαι πράγματος, ὡς Πολύευκτος ἐν τῷ κατὰ Δημάδου. ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς εἰκόνος τῷ Δημάθῃ,(708) ὁ δὲ κατηγορεῖ τοῦ ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς 545 ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ ἀνδριάντος. ,,τί γάρ, φησί, ,,σχῆμα ἕξει, τὴν ἀσπίδα προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ ἀκροστόλιον νεὼς ἕξει; “ ἔπειτα πυνθάνεται, ,,ποίας; ἢ τῆς τοῦ πατρός; ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰςαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ Δία στήσεται προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν; οὕτως μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς τυχεῖν ταύτης ἄξιον.

Ἔτι ἀναμιμνήσκειν ἐστὶν ἐκ τῆς καλουμένης ἠθοποιΐας. ἔστι δὲ ἠθοποιΐα λόγος περιτιθέμενος προσώποις ὑποῦσιν, οἷον,τίνα νῦν ἐροῦσιν οἱ θεασόμενοί με ἀγόμενον εἰς τὸ οἴκημα; Μιλτιάδης οὗτος ὁ στρατηγήσας τῆς ἐν Μαραθῶνι μάχης, ὁ τὴν νίκην παρασκευάσας τῇ πόλει, ὁ τοὺς βαρβάρους σφήλας τῆς ἐλπίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ Ὑπερείδης ὑπὲρ Λυκούργου λέγων· ,,τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον; οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε πόρους, ᾠκοδόμησε δὲ τὸ θέατρον, τὸ ᾠδεῖον,τὰ νεώρια, τριήρεις ἐποιήσατο, λιμένας. τοῦτον 546 ἡ πόλις ἡμῶν ἠτίμωσε, καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.“ κέχρηται καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ τὴν ἀδελφὴν αὑτῆς τὸν Αἴγισθον καὶ τὴν μητέρα ἀποκτεῖναι κελευούσῃ καὶ τὴν Κλυταιμνήστραν, πειρᾶται δὲ αὐτὴν ἀναπείθειν ἐξ ἠθοποιΐας· οἱ γὰρ βλέποντες ἡμὰς, φησί, τὰ καὶ τὰ ἐροῦσι. καὶ ἐν Ἀπολογίᾳ δὲ Σωκράτους ὁ Πλάτων διʼ ἠθοποιΐας ἀναμιμνήσκει. τοιοῦτος μὲν οὖν ἐστὶν οὗτος ὁ λόγος.

Ἐπαναμνήσομεν δὲ καὶ διὰ τῆς συγκρίσεως τῶν ἀμφοτέροις δικαίων,οἷον,ὁ μὲν ἤκει πρὸς ὑμᾶς τῆς ἀδείας τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμἴν τηλικαύτης αἴτιος ζημίας, προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ταῦτα διεπράξατο ἐγὼ δὲ ὑπάγων αὐτὸν τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθʼ ὧν ἐζημίωσε τὸ κοινόν. καὶ ὁ μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν· ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων δίκαια· ἐγὼ μὲν ἀξιῶν ὑμῖν τούς νόμους εἶναι κυρίους δευρὶ πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρʼ ὑμῖν τούς ὑμετέρους εὐεργέτας, ὁ δὲ τούς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὡ μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ 547 κοινὸν μέλλει βλάπτεσθαι.

Ἔτι δὲ ἀναμνήσομεν διὰ ψηφίσματος εἰσφορᾶς, ὡς ὁ Ὑπερίδης ψηφίσματος κατηγορῶν ὑπὸ Δημάδου γραφέντος, πρόξενον Εὐθυκράτην εἶναι γράψαντος, αὐτοῦ εἰσφέρει ψήφισμα διʼ οὗ ποιεῖται τὴν ἀνακεφαλαίωσιν τῶν εἰρημένων ἃ μὲν γὰρ οὗτος, φησίν, εἰσκεκόμικεν, οὐκ ἔχει τὰς ἀληθεῖς αἰτίας τῆς προξενίας, ἐγὼ δὲ εἰ δεῖ πρόξενον ὑμῶν αὐτὸν γενέσθαι, διʼ ἃ τούτων τεύξεται γράψας εἰσφέρω. ἔπειτα τὸ ψήφισμα εἰσφέρει δεδόχθαι γάρ φησι πρόξενον αὐτὸν εἶναι, διότι τὰ Φιλίππῳ συμφέροντα καὶ πράττει καὶ λέγει, ὅτι γενόμενος ἵππαρχος τοὺς Ὀλυνθίων ἱππέας προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξας αἴτιος τοῦ Χαλκιδέων. ὑπῆρξεν ὀλέθρου, ὅτι ἀλούσης Ὀλύνθου τιμητὴς ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆς πόλεως περὶ Χαιρώνειαν ἡττηθείσης οὔτε ἔθαψε τῶν τεθνεώτων τινάς, οὔτε τῶν ἁλόντων οὐδένα ἐλύσατο· διὰ τούτων κεφαλαιωδῶς ἀναμιμνήσκει τῶν παρʼ ὅλην τὴν κατηγορίαν εἰρημένων κατʼ αὐτοῦ.

Ἔτι ἀναμνήσομεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατὰ ταύτην κεφαλαιούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν, οἷον, τί δὲ ἀφιέντες (709) γράψετε; ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας.

Ἔστιν ἀναμιμνήσκειν διὰ νόμων εἰσφορὰς, ὡς ἀναμιμνήσκειν ὑπάρχει διὰ ψηφίσματος εἰσφορᾶς, οἷον, 548 ὑπολαμβάνετέ με νῦν νόμον εἰσφέρειν μηδένα ἐπιβουλεύειν τοῖς ἀλλοτρίοις παισίν, ἐξουσίαν ἔχειν τοὺς πατέρας τῶν υἱέων, τούς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους εἶναι τῶν ἀλλοτρίων παίδων τούς μηδὲν προσήκοντας αὐτοῖς, τούς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς.

Ἔτι ἀναμνήσομεν διʼ ὑπογραφῆς ἤτοι εἰκόνος ἢ ἀνδριάντος ἢ τάφου ἢ τῶν τοιούτων τινός, οἷον καὶ τὸν Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθών γὰρ ἔφη ,,ἀποκτείνατέ με, ὦ Θηβαῖοι.ἐκεῖνο δέ μοι παρʼ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο. δύναται δὲ ὁ Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριών γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ 549 τούτων ἕκαστον, διʼ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι.

Ἔστι δὲ ἀναμιμνήσκειν τῶν εἰρημένων καὶ καθʼ ἕτερον τρόπον τῷ σχήματι τῆς πεύσεως χρώμενον, ἀνερωτῶντα τοὺς δικαστάς, διὰ τί ἀφήσετε τὸν φεύγοντα, ὡς Αἰσχίνης πεποίηκε. πυνθάνεται γὰρ τῶν δικαστῶν διὰ τί ἀφήσετε τὸν Κτησιφῶντα; ὅτι νόμιμον τὸ ψήφισμα; ἀλλὰ δέδεικται παρὰ τοὺς νόμους γεγραμμένον· ὅτι Δημοσθένης εὔνους τῇ πόλει; ἀλλὰ καὶ οὗτος δέδεικται κακόνους ὢν τῷ δήμῳ. ὅτι Κτησιφῶν αὐτὸς ἐξ ἀγνοίας τὸ ψήφισμα ἁμαρτὼν ἔγραψεν,ἀναγκάσαντος αὐτόν τινος; οὐδὲ διὰ τούτων οὐδὲν αὐτοῦ ἀποψηφιεῖσθε.

Τοσαυταχῶς οὖν ἀναμιμνήσκειν ὑπάρχει, τουτέστι χρῆσθαι τῇ ἀνακεφαλαιώσει καλουμένῃ· ἀναμνήσομεν γὰρ καὶ ἐπερωτῶντες τοὺς δικαστὰς τὰς αἰτίας, διὰ τί φήσουσι τούς κρινομένους ἐᾶν, ἔπειτα ἐξ ἐπιγράμματος, καὶ τούτου διχῶς θεωρουμένου, ἐξ εἰσφορὰς νόμου, ἐκ ψηφίσματος, ἐκ τῆς γνωσιγραφίας, ἐκ τῆς παραθέσεως ἀμφοτέρων τῶν δικαίων συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς κεφαλαιώδους ἐκθέσεως τῶν εἰρημένων. καὶ περὶ μὲν τῆς ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει.

Περὶ ἐλέου. 550

Ἐπειδὰν δὲ μέλλωμεν κινεῖν ἔλεον, προπαρασκευάσομεν τὸν δικαστὴν πρὸς τοῦτο ἡμῖν ἐπιτηδείως ἔχειν· οὐ γὰρ ἐξαίφνης ἐπιχειρεῖν δεῖ τούτῳ τῷ τόπῳ, ἀλλὰ μετὰ προπαρασκευῆς τινος· ἀνύσομεν γάρ τι καὶ οὕτω μᾶλλον τῶν δικαστῶν ἀναπεπεισμένων καὶ παρωξυσμένων πρὸς τὸ ἐλεεῖν τὸν κρινόμενον. πῶς οὖν προπαρασκευάσομεν; τοῦτον τὸν τρόπον· κοινῷ τόπῳ χρησόμεθα τῷ περὶ ἐλέου καὶ φιλανθρωπίας, καὶ περὶ τοῦ δεῖν φρονεῖν ἀνθρώπινα καὶ ἡμέροις χαίρειν μᾶλλον ἤπερ ἀποτόμοις, τὸ τοιοῦτονεἶναι λέγοντες πολύ καὶ χρηστὸν καὶ φιλάνθρωπον καὶ τρόπου πεπαιδευμένου, καὶ τοὺς ρὕτως ἔχοντας ἐπαινεῖσθαι μᾶλλον τῶν οὕτως οὐκ ἐχόντων, καὶ ὅσον διαφέρουσιν οἱ ἄνθρωποι τῶν θηρίων,(710) τοσοῦτον διαφέρειν τούς ἐλεήμονας τῶν ἀνηλεῶν. καὶ ἔτι φήσομεν τοὺς οὕτως ἔχοντας εἴ ποτε ἄρα δεηθεῖεν τῆς παρʼ ἄλλων φιλανθρωπίας, ῥᾷον αὐτῆς τυγχάνειν. δεῖν δʼ ὄντας ἀνθρώπους προορᾶσθαι τὸ μέλλον. Ἀθήνῃσι μὲν οὖν λέγοντες καὶ ἀπὸ κρίσεως καὶ ἀπὸ ἔργων γεγενημένων τὸν κοινὸν τόπον τοῦτον κατασκεάσομεν· Ἐλέου βωμός ἐστι παρʼ ὑμῖν, θεὸς εἶναι δοκεῖ παρʼ ὑμῖν ἡ κοινὴ πάντων φιλανθρωπία, ἐπὶ τούτῳ παρὰ τοῖς ἄλλρις εὐδοκιμεῖτε πᾶσι, μὴ οὖν ἀλλοιωθῆτε νῦν. καὶ παραδείγματα προοισόμεθα, τοὺς καταφυγόντας μὲν ἐπὶ τὸν βωμόν, μὴ ἀτυχήσαντας δὲ ὧν ἠξίωσαν, οἷον τοὺς Ἡρακλείδας, καὶ εἰ δή τινες ἕτεροι λέγονται τὸ ὅμοιον αὐτοῖς ποιῆσαι. εἰ δὲ παρʼ ἄλλοις ἐσμέν, παράδειγμα τὸ 551 τῶν Ἀθηναίων προοισόμεθα καὶ ἐπαινεσόμεθα τοὺς Ἀθηναίους, καὶ ἐὰν μὲν ὦσι φίλοι, ὡς καὶ περὶ φίλων διαλεξόμεθα, εἰ δʼ ἐχθροὶ τῶν Ἀθηναίων τινές, προθεραπεύσομεν τὸν λόγον, ὡς ὁ Αἰσχίνης· μέλλων γὰρ λέγειν πεπραγμιένον τι τοῖς Λακεδαιμονίοις, προθεραπεύει τοῦτο καλὸν εἶναι λέγων μιμεῖσθαι καὶ τὰς ἀλλοτρίας καὶ τὰς οἰκείας ἀρετάς.

Οὐ μόνον δὲ τούτῳ τῷ τόπῳ πρὸς τὸν ἔλεον τοὺς δικαστὰς παρασκευάσομεν, ἀλλὰ καὶ ἀναμιμνήσκοντες τῶν τοῖς φεύγουσι διʼ αὐτοὺς πεπραγμένων, λόγου χάριν, οὗτος μέντοι πένης ὢν οὐκ ὂν αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς ἐκ χρημάτων γέγονεν ὑμῖν καὶ ἐκ τῶν ὄντων τὰ δυνατὰ αὐτῷ χρήσιμος, αὑτόν γε μὴν ἔταξεν ἐπὶ τὰ τῇ πόλει συμφέροντα. καὶ γάρ τοι δημηγορῶν ὠφέλει τὸ κοινὸν νόμους εἰσφέρων ψηφίσματα· ὑπὲρ δὲ τῶν δικαίων ἐπρέσβευσεν,ἐστρατήγησεν.ἔτι προπαρασκευάσομεν πρὸς τὸ ἐλεεῖσθαι τοὺς κρινομένους τὰ ὑπʼ αὐτῶν φιλανθρώπως πρὸς ἄλλους πεπραγμένα διεξιόντες· ἐνὸν αὐτῷ παρὰ τοῦ δεῖνος τιμωρίαν ἀδικηθέντι λαβεῖν ἀφεῖκεν· ἐν μέντοι τῷ παρασκευαστικῷ πρὸς τὸν ἔλεον τούτῳ οἰκείῳ χρησόμεθα τῷ παρόντι πράγματι.

Μετὰ μέντοι τοὺς κοινοὺς τόπους τοὺς τὴν παρασκευὴν ἔχοντας πρὸς τὸν ἔλεον ἀπὸ τοῦ παρὰ τὴν ἀξίαν καλουμένου τὸν ἔλεον κινήσομεν· παρὰ τὴν ἀξίαν δὲ ἔστι τὸ ταῦτα πάσχειν τινά, ἅπερ αὐτῷ δοκεῖεἶναι ἧττον, οἷον τὸ πένεσθαι τοὺς ἐν πλούτῳ γεγονότας, τὸ φεύγειν δημαγωγούς, τὸ ἀτιμίᾳ περιπεπτωκέναι στρατηγούς, 579 συνελόντι δʼ εἰπεῖν ἡ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρω μεταβολὴ κατὰ τὸν τόπον θεωρεῖται τὸν παρὰ τὴν ἀξίαν καλούμενον, οἷον ὁ Δημοσθένης ἐπιστέλλει πως τοῖς Ἀθηναίοις περὶ τῆς καθόδου τῆς ἑαυτοῦ. οἶμαι μὲν ὅτι καὶ αὐτὸς κινεῖ τὸν ἔλεον ἐκτοῦ παρὰ τὴν ἀξίαν θεωρεῖσθαι εἰ δὲ καὶ παραλέλειπται τοῦτο αὐτῷ, ὑπῆρχεν ἄν κινῆσαι τὸν ἔλεον αὐτῷ τόνδε τὸν τρόπον, ἀλλὰ νῦν ὁ πρότερον διοικῶν τὰ ὑμέτερα πράγματα κε λαμπρὸς καὶ περίβλεπτος ὢν καὶ ὑπὸ τῶν πάντων ζηλούμενος οὐ μόνον τούτων ἀφῄρημαι, ἀλλὰ καὶ τῆς πατρίδος ἐξελήλαμαι. καὶ ἱκέτης ἄλλων γίνομαι ὁ τέως ἄλλους εὐεργετῶν.

Ἔτι κινήσομεν ἔλεον καὶ ἀπὸ τοῦ καλουμένου παρὰ 580 τὴν ἐλπίδα, οἷον, ἤλπιζον δημαγωγῶν καὶ τὰ ὑμέτερα πράττων καὶ τολμήσας διὰ τὰ ὑμῖν συμφέροντα προςκροῦσαι τοῖς πλουσίοις ἀποκεῖσθαί μοι παρʼ ὑμῖν ἀντὶ τούτου τὴν χάριν, εἰ δὲ μὴ μᾶλλον εὐδοκιμήσειν τῶν πλουσίων, ἀλλʼ οὖν ἀπολαύσειν αὐτοῖς τῆς τιμῆς τῆς ἴσης· νυνὶ δὲ τούτων ἀπάντων ἐσφάλην, ᾔτησέ με παρʼ ὑμῶν ὁ πλούσιος δωρεάν, ὑμεῖς ἔδοτε, ψήφισμα περὶ τούτων ἐκυρώσατε. δύναται δέ τις τὸν τόπον τοῦτον κινεῖν πολλαχῶς· ἤλπισα γηροβοσκὸν παῖδα ἔσεσθαί μοι. ὁ δὲ οὐ μόνον οὐδὲν τούτων ποιεῖ, ἀλλὰ καὶ συκοφαντεῖ καὶ παρανοεῖν φησὶ καὶ δῆσαι βούλεται. καὶ στρατηγὸς (721) κρινόμενος ἐπὶ νίκῃ γεγενημένῃ ἀπὸ τούτου τοῦ τόπου εἰς τὸν ἔλεον εὐπορήσει λημμάτων.

Ἔτι ἔλεον κινήσομεν ἀπὸ τῆς εὐδαιμονίας τῆς πρὸ τοῦ αὔξοντες αὐτήν, ὡς ἐπὶ Μιλτιάδου, οὗτος μέντοι παρʼ ὑμῖν εὐδοκιμῶν πρὸ τοῦ καὶ τιμῆς καὶ στρατηγίας ἠξιωμένος οὐκ ἐπὶ τῆς αὐτῆς τούτοις χώρας μένει, ἀλλʼ, ὁρᾶτε γὰρ τὴν μεταβολὴν αὐτοῦ τῆς τύχης, κρίνεται μὲν ὡς ἀδικῶν τὴν πόλιν, κεκόμισται δὲ νοσῶν εἰς τὸ δικαστήριον, ἔχει δὲ τὴν ἐλπίδα τῆς ἀφέσεως οὐκ ἐν τοῖς ἑαυτοῦ λόγοις, ἀλλʼ ἐν οἷς ἄλλοι μέλλουσιν ὑπὲρ αὐτοῦ λέγειν. καὶ ὡς ἐπὶ τῶν Ἀθηναίων λόγου χάριν, εἴ τινες ἠξίουν τοὺς Λακεδαιμονίους καταλῦσαι τὴν ἀρχὴν τῶν τριάκοντα. τὴν γὰρ εὐδαιμονίαν τὴν οὖσαν τῇ πόλει πρὸ τοῦ ἐπιών τις καὶ αὔξων καὶ τὰ παρόντα δεινὰ νῦν αὐτοῖς καταριθμούμενος καὶ ἀξιῶν ἐλέου τυχεῖν αὐτοὺς 581 νῦν δόξει δικαίως κεκινηκέναι τὸν τόπον τοῦτον, ὅτι καὶ αὐτῶν τῶν Δακεδαιμονίων οἱ Ἀθηναῖοι μείζονες ὄντες οὐκέτι μὲν ἀμφισβητοῦσι τῶν πρωτείων τῆς Ἑλλάδος, κεῖνται δʼ ἐπʼ ἄλλοις κριθησόμενοι ἐν τῇ τῶν ἠδικημένων φιλανθρωπίᾳ, καὶ ὁμηρεύοντες ὡς Ἀλέξανδρον ἀπάγονται· ἡμεῖς δέ φησιν ἡ κοινὴ τῆς Ἐλλάδος καταφυγή, πρὸς ἣν ἐβάδιζον αἱ πανταχόθεν πρεσβεῖαι, νῦν κινδυνεύομεν περὶ τοῦ ἐδάφους τῆς πατρίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ ὁ Εὐριπίδης. λέγει γοῦν καὶ ἡ Ἑκάβη παρʼ αὐτῷ ἤμην τύραννος κεἰς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν. οὐ Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. τὴν εὐπαιδίαν καὶ τὸ γήμασθαι τυράννῳ καὶ τὸ ἐκ τυράννων γεγενῆσθαι ἀντιπαρατίθησι καὶ τὰ παρόντα δεινά. φησὶν οὖν εὐθὺς καὶ ταῦτʼ ἐπεῖδον δορὶ πεσόνθʼ Ἑλληνικῷ, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα ἤκουον, ἀλλὰ τοῖσδʼ ἐπεῖδον ὄμμασιν αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείου Διός, αὐτὴ δὲ δούλη ναῦς ἐπʼ Ἀργείων ἔβην. ἡ ἀντιπαράθεσις τοῖς ἀγαθοῖς τῶν κακῶν τὸν ἔλεον κεκίνηκεν. ἐλεεινοὶ μὲν γάρ εἰσι καὶ οἱ ὁπωσοῦν δυστυχοῦντες, ἐλεεινότεροι δὲ εἶναι δοκοῦσιν οἱ ἐκ λαμπρᾶς 582 εὐδαιμονίας συμφοραῖς μεγάλαις χρώμενοι. ἐπειδὰν δέ τινας τὸν περὶ αὐτῶν κινοῦντες ἔλεον ἀτυχοῦντας ἐπιδεῖξαι θέλωμεν, πάσχοντας αὐτούς κακῶς ἀποδείξομεν ἀπὸ τριῶν τόπων, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τὰ ἐκτὸς καλούμενα· καὶ κατὰ μὲν ψυχὴν οὕτως, λύπην περὶ αὐτὸν λέγοντες ἢ παράνοιαν ἢ τι τῶν τούτοις ἐοικότων. ἔστι δὲ καὶ ὁ ἔρως τῶν τῆς ψυχῆς παθῶν ἔλεον οὖν κινήσει τις καὶ περὶ τοῦ ἔρωτος διεξελθὼν εἰ βιασάμενός τις ἧς ἤρα, ἐπὶ ταύτῃ κινδυνεύοι. τὰ δὲ κατὰ σῶμα οὕτω θεασόμεθα, εἰ τέτρωται, εἰ πληγὰς ἢ μάστιγας ἀνεδέξατο περὶ τὸ σῶμα, εἰ δεσμοῖς κέχρηται, ἤ τινι τοιαύτῃ ταλαιπωρίᾳ. ἐπειδὰν δὲ τῶν τοιούτων ὁτιοῦν προφερόμενος ἐθέλοι τὸν ἔλεον ἐξεργάσασθαι, οὐχ ἀπλῶς δεῖ τὸ στοιχεῖον τοῦ ἐλέου λέγειν, ἀλλʼ ἐπεξιένα σαφῶς καὶ τὰ παρακολουθοῦντα αὐτοῖς, οἷον εἰ λύπη ἢ ἔρως ἢ μανία· τούτων γὰρ ἕκαστον πρᾶγμά ἐστι, καὶ κινεῖ μὲν ἔλεον καὶ ἀπλῶς λεχθέν, μᾶλλον δὲ κινήσει, ὅταν τὰ παρακολουθοῦντατῷ ἔρωτι ἐπεκδιδάσκωμεν ἢ τῇ μανίᾳ ἢ τῇ λύπῃ ἢ ὁτῳδήποτε τῶν τῆς ψυχῆς παθῶν, οἷον, ἐν τίσι γάρ ἐστιν οὗτος, οὐκ οἶδεν, οὐ γυναῖκα γνωρίζει, οὐ παῖδας τοὺς ἑαυτοῦ, οὐ νόμους, οὐ τὸ δίκαιον ἐπίσταται. οὐ συνίησιν ἡμέρας, οὐχ ἡλίου φῶς. φεύγει τὰ τοῖς ἄλλοις ἥδιστα δοκοῦντα εἶναι, ποθεῖ δὲ ἃ φεύγουσιν ἄλλοι, ἐρημίᾳ χαίρει καὶ ἐπεμβαίνει πυρί, καὶ τὸν μετὰ θηρίων μᾶλλον ἀσπάζεται βίον. ἔλαβον τὰ παρακολουθοῦντα τῇ μανίᾳ ἁρμοζόντων ἀπάντων αὐτῶν εἰς τὸν ἔλεον. ὁμοίως καὶ ἐπὶ τοῦ λυπουμένου καὶ ἐπὶ τοῦ ἐρῶντος ἐν μέρει ἐκ τῶν παρακολουθούντων 583 καὶ ἔρωτι καὶ λύπαις λαμβάνοιντʼ ἂν καὶ οἱ περὶ τούτων ἑκάστουλόγοι, ἅμα τε αὐξήσουσι τὸ στοιχεῖον τοῦ ἐλέου καὶ τοὺς δικαστὰς ἐπισπάσονται πρὸς τὸ οἰκεῖον αὐτοῦ. τὸν αὐτὸν τρόπον καὶ ὅταν τῶν ἀπὸ τοὺ σώματος παθῶν κινήσωμεν τὸν ἔλεον, πηρώσεως ἢ δεσμῶν ἢ ἀπὸ τραύματος, (722) καὶ τὰ τούτοις παρακολουθοῦντα ληψόμεθα.τίνα τοίνυν τῇ πηρώσει παρακολουθεῖ; σκότος πολὺ καὶ τὸ μηδενὶ χαίρειν τοῖς αὐτοῖς τοῖς ἄλλοις δύνασθαι, καὶ τῶν ἄλλων ἕκαστα. τὰ δὲ ἐκτὸς καλούμενα θεωρεῖται ἐν σπάνει τροφῆς ἢ χρημάτων. καὶ ἀπὸ τούτων οὖν ἔλεον κινήσομεν λόγου χάριν. καὶ ὁ τέως σὺν πᾶσι τρυφῶν καὶ ἑτέρους εὐ ποιῶν ἐνδεής ἐστι καὶ τοῦ πιεῖν καὶ τοῦ φαγεῖν, παρʼ ἄλλων ἐρανίζεται τροφάς. ὁπόταν μέντοι λαμβάνωμεν τὰ παρακολουθοῦντα τοῖς ἐκτὸς καὶ τοῖς κατὰ σῶμα καὶ τοῖς κατὰ ψυχήν, παραπεφυλαγμένως τοῦτο ποιήσομεν· οὐ γὰρ ταῦτα πάντα ἐροῦμεν κινεῖν τὸν ἔλεον πειρώμενοι τὰ λεχθέντα· ἔλεον οὖν ὁμοίως κινεῖ οἷον ζημία εἰς χρήματα καὶ ἀφαίρεσις οἰκέτου, καὶ τούτων ἕκαστον, ἀλλὰ δουλεία,αίχμαλωσία, θάνατος παιδὸς ἢ γυναικός, τὰ δὲ ἐξέχειν δοκοῦντα τῶν κακῶν καὶ ἐφʼ οἷς λεχθεῖσιν παρακολουθεῖ τὸ δακρύειν, ταῦτα προοισόμεθα καὶ τὰ παρακολουθοῦντα αὐτοῖς ἐπελευσόμεθα, τίνα παιδοτροφίᾳ παρηκολούθησεν, ἐν τίσι νῦν ἐστιν γάμων χηρείᾳ.

Κινεῖ δὲ ἔλεον καὶ τὰ ἀπρεπῆ καὶ τὰ αἰσχρά, καὶ οἶς ἂν ὄνειδος προσῇ περί τινων λεγόμενα, ἐπειδὴ νῦν αὐτῶν κίνδυνος καὶ παθεῖν, ὡς Ὅμηρος περὶ τῆς Ἀνδρομάχης καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις. 584 καὶ τὰ ἑξῆς ἅπαντα ὑπὸ τοῦ Ἕκτορος εἰρημένα τὸν ἔλεον τὸν τῆς Ἀνδρομάχης κινεῖ. ἀλλὰ καὶ ἡ Ἀνδρομάχη τὰ παρακολουθοῦντα τῇ ὀρφανίᾳ περὶ τοῦ παιδὸς λέγουσα τοῦ ἑαυτῆς καὶ αὐτὴ τὸν ἔλεον κινεῖ, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος καὶ τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε καὶ χείλεα μέντʼ ἐδίηνε καὶ δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέραχήρην. ἐν πολιτικῷ δὲ ζητήματι ἀπὸ τῶν ἀπρεπῶν οὕτως ἔλεον κινήσομεν, οἷον πλούσιος ἐχθροῦ πένητος παῖδα ἀριστεὺς πρὸς ἀναίρεσιν ᾔτησεν,ἔδωκεν ἡ πόλις, εὐθὺς αὐτὸν ὁ πατὴρ ἀναιρεῖσθαι βούλεται. ἐνταῦθα ἀπὸ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἔλεον ὁ πένης κινήσει, ἥξεις πρὸς τὸν πλούσιον, παιδίον, καὶ οὗτος ἔσται σου κύριος, ἐξουσίαν ἀνελεῖν ἔχων· πῶς οὖν σοι χρήσεται νέῳ ὄντι καὶ ὥραν ἔχοντι ;τὰ ὑπὸ τῶν νόμων ἀπειρημένα ποιήσει μετʼ ἐξουσίας, ἃ καὶ τούς παθόντας οἱ νόμοι κωλύουσι δημηγορεῖν, ἐπεὶ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἕκαστον ἔλεον κινήσει. ἀλλὰ καὶ ὁ Ἀγαμέμνων ἔλεον ἐκίνησεν ἐπὶ τοῦ Μενελάου τετρωμένου ἔκ τινος τῶν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων καί κέ τις ὧδʼ ἐρέει Τρώωνὑπερηνορεόντων τύμβῳ ἐπιθρώσκων Μενελάου κυδαλίμοιο, καὶ τὰ ἑξῆς. δύναται τοίνυν τούτοις ὁμοίως ὁ πένης ἐπὶ τοῦ παιδὸς ἔλεον κινῆσαι· οὐ γὰρ μόνον ἅ τις πείσεται 385 ὄντα αἰσχρὰ λέγειν χρή, ἀλλὰ καὶ τί περὶ αὐτῶν ἐροῦσιν ἕτεροί τινες· τίνα τοίνυν ἐρεῖ ὑμῶν αὐτῶν ἕκαστος; οὐ ταῦτα δή, τὴν ὕβριν, τὴν αἰσχύνην τοῦ σώματος, τὰ ὄνειδος ἡμῖν ἀμφοτέροις φέροντα; ἐπὶ ταῦτα οὖν αὐτὸν δώσετε;

Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἤ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν ἔχει μᾶλλον τῶν ἀκουόντων αὐτά, ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· ,,Θῆβαι δὲ Θῆβαι πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται ἀλλʼ οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθών τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· ,,περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες. ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν συμφορὰς ὀξὺ ἄκουσμα ὄν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον, οὕτως ἐπακριβὲς ἐπὶ πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς  Ὅμηρος, ἄνδρας μὲν κτείνουσι, πόλιν θέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, (723) ἀπὸ τῶν ἐνεχομένων ἁλώσει πόλεως τὸν ἔλεον ἐκίνησεν, ὧν ἐκινδύνευσεν ἡ πόλις παθεῖν εἰ δὲ δὴ πάντα διεξῄει 586 τὰ παρακολουθοῦντα πόλεως ἁλώσει, γελοῖος ἄν ἦν καὶ μικροπρεπής.

Κινεῖ δὲ ἔλεον ἐν τοῖς μάλιστα καὶ ἡ ἐνάργεια ἡ τῶν ἀτυχούντων καὶ ἠθοποιΐα καὶ χαρακτηρισμὸς ὁ περὶ αὐτῶν γινόμενος, ὡς ὁ Δημοσθένης περὶ τοῦ Στράτωνος· ,κάλει δὲ καὶ τὸν Στράτωνα αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα. οὗτος τὰς ἐφʼ ἡλικίας στρατείας ἐστρατευμένος ἔστηκε τὰ νῦν σιωπῶν, οὐδὲ ὀδύρασθαι τὰς ἑαυτοῦ συμφορὰς ἐξουσίαν ἔχων. ἐχαρακτήρισε γὰρ αὐτὸν σιωπῶντα παραστήσας δικαστηρίῳ, καὶ ἦθος περιέθηκεν αὐτῷ τὸ τοῦ σιωπῶντος καὶ δεδοικότος λέγειν. ἠθοποιΐαν δὲ τὴν διὰ λόγων τόνδε τὸν τρόπον ποιήσομεν, οἷον, τίνα δʼ ἔλεγε σφαττόμενός τις, ἢ βιαζομένη παρθένος ἢ ὁτιοῦν τις κινδυνεύων παθεῖν; ὡς ἐπὶ ταύτης τῆς ὑποθέσεως, τοῖς φυγάσι συμφεύγειν τοὺς παῖδας, ἔφευγέ τις, συνέφευγεν αὐτῷ καὶ ἡ γυνὴ κύουσα, τὸ τεχθὲν παιδίον κατιὸν μετὰ τῆς μητρὸς ἀπέκτεινέ τις, καὶ φόνου κρίνεται. ἐνταῦθα ἔστι διʼ ἠθοποιΐας ἔλεον κινῆσαι περιθέντας λόγους τινὰς τῇ μητρὶ τοῦ παιδός, οὓς εἶπε παραιτουμένη τὴν ἀναίρεσιν αὐτοῦ.

Κινεῖ δὲ ἔλεον καὶ τὸ τῆς ὁμοιοπαθείας στοιχεῖον, οἷον ὑπὲρ παιδός τις ἀγωνίζεται ἢ μητρὸς ἢ πατρός οὗτος εἰ καὶ λέγοι τούς δικαστὰς ἐν τοῖς αὐτοῦ γενέσθαι πεάθεσιν, ἔλεον κινήσει, οἶς αὐτὸς ἐπεπόνθει, ἐπιστήσας τοὺς ὄντας κυρίους τῆς ψήφου. κεκίνηκε τοῦτον τὸν τόπον καὶ Ὅμηρος ἐν Λύτροις· τὸ γὰρ μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, καὶ τὰ τούτοις ἐξῆς εἰς τὴν ὁμοιοπάθειαν αὐτὸν ἄγει. 587 ἐπειδὰν μέντοι πρὸς τοὺς δικαστὰς τοιοῦτόν τι λέγωμεν, τὸ δοκεῖν τι κατʼ αὐτῶν φυλαξόμεθα. χρησόμεθα οὖν τῇ προδιορθώσει καλουμένῃ, οἷον, τὰ μὲν οὖν ἐμοὶ συμβεβηκότα  μηδενὶ συμβαίη παθεῖν ὑμῶν, ἀλλʼ οὐδὲ συμβήσεται τῶν θεῶν ὑμῖν εὐμενῶν ὄντων ὅσοις δὲ ὑμῶν θυγατέρες εἰσὶ παρθένοι, νομισάτω τούτων ἕκαστος ἡρπάσθαι τὴν ἑαυτοῦ καὶ ὑπὸ τοσούτων τὴν βίαν πεπρᾶχθαι,  καὶ τὰ ἑξῆς εἰ λέγοι, ἔλεόν τινα κινήσει ἀπὸ τοῦ στοιχείου τοῦ προειρημένου.

Ἔτι κινήσομεν ἔλεον αὐτοὶ κατηγοροῦντες ἑαυτῶν. τοῦτό ἐστι μὲν εὑρεῖν καὶ παρὰ τοῖς τραγικοῖς ποιηταῖς, ἀμέλει παρὰ τῷ Εὐριπίδῃ ἡ τοῦ Πενθέως μήτηρ Ἀγαυὴ ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὐτῆς, ἔλεον δὲ κινεῖ. ἐν δικανικῇ δὲ ὑποθέσει οὕτως· πένης μὲν ὑπὸ πλουσίου ἐξῃτημένος, ἀξιῶν δὲ ἤδη τεθνάναι μέλλοντος τοῦ πλουσίου καὶ διατρίβοντος· οὗτος αὐτοῦ κατηγορῶν τῆς προαιρέσεως καὶ τῆς ἀντιπολιτείας ἔλεον κινήσει. τί γὰρ ἔδει μοι τῆς ἔχθρας τῆς πρὸς τὸν πλούσιον; τί δὲ ἐμαυτὸν παρεξῆγον; διὰ τοὺς νόμους ἐρεῖ τις ἴσως καὶ τὴν δημοκρατίαν καὶ ὑμῶν αὐτῶν ἕκαστον τί οὖν ὤνησέ με ταῦτα; οἱ νόμοι προδεδώκασιν, ἐγκαταλέλοιπεν ἡ δημοκρατία, ὑμεῖς αὐτοί μἐ καταψηφίσασθε. καὶ πάλιν, γήμας τις καὶ ἐκ τοῦ γάμου δίκας ἔχων καὶ πράγματα αὐτὸς ἑαυτοῦ κατηγορεῖ, καὶ παῖδας ποιησάμενος ἄλλος. καὶ συνελόντι εἰπεῖν πολλαχῶς ὁ τόπος 588 οὗτος μεθοδεύεσθαι πέφυκε.

Κινεῖ δὲ ἔλεον καὶ λόγος πρὸς τόπον τινὰ γιγνόμενος, οἷον πρὸς βῆμα, πρὸς δικαστήριον· παράδειγμα τούτου τὸ τοῦ Σοφοκλέους, πεποίηκε δὲ Οἰδίποδα πρὸς τὸν Κιθαιρῶνα διαλεγόμενον ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου,τί μʼ οὐ λαβὼν ἔκτεινας; καὶ πάλιν Ἡρακλέα που διαλεγόμενον πεποίηκε πρὸς τοὺς βραχίονας αὐτοῦ καὶ τὸ στέρνον· ξαινόμενος γὰρ ὑπὸ τοῦ φαρμάκου φησίν· ὦ στέρνʼ, ὦ φίλοι βραχίονες, ὑμεῖς, καὶ τὰ ἑξῆς. δύνανται δὲ καὶ οἱ προσόντες λόγοι γινόμενοι κινεῖν ἔλεον κατὰ τὸ ὑποκείμενον· εἴ τις ἠριστευκὼς πολλάκις κρίνοιτο προδοσίας διὰ τὰ ἀπὸ τῶν πολεμίων εἰλημμένα. ὡς εἰ Δημοσθένης παρὰ τοῖς Ἀθηναίοις κρίνοιτο περὶ τῶν ἐν Αἰτωλίᾳ τὰ ἐξ Ἀμβρακίας ὅπλα κομίσας, ἄγοι δὲ αἰχμάλωτα.

(724)

Κινεῖ δʼ ἔλεον καὶ τὸ δέον γενέσθαι οὐ γεγενημένον, γενόμενον δὲ ὅπερ οὐκ ἔδει γενέσθαι, οἷον εἰ πατὴρ ὑπὲρ παιδὸς εἰσίοι δίκην ἀνῃρημένου, τὸ δέον γενέσθαι λέγων, δεικνύς αὐτὸ μὴ γεγενημένον, ἔλεον κινήσει, οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν.

589

Κινεῖ δʼ ἔλεον καὶ λόγος τις γινόμενος πρὸς κτήματα τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπʼ εἰκόνος ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς κεκομισμένα ὀστέα αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν. ἔπειτατούτοις συνάπτει τὸν παρʼ ἐλπίδας τόπον καλούμενον καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ κοίτης μικρὸς ἐν μικρῷ, καὶ ἐπιτίμησιν αὐτῷ συνέπλεξεν, ὥσπερ μήποτε ὤφελε, φησίν, ἀλλὰ πρότερον τεθνήκειν· ἔπειθʼ ἃ ἔδει τεθνεῶτος αὐτοῦ γεγονέναι ὡς οὐ γεγονότα διέξεισιν· οὐ γὰρ ἔθαψά σε φησὶν οὐδὲ περιέστειλα.

Κινεῖ δὲ ἔλεον καὶ ὁ πρὸς πατρίδα λόγος γινόμενος περὶ τοῦ τεθνεῶτος, λόγου χάριν, ἔστω τις Ἀθηναῖος ἀνῃρημένος· ἐὰν ἀποστρέφῃ τις τὸν λόγον εἰς τὰς Ἀθήνας, 590 ἔλεον κινήσει παρὰ τοῦ τεθνεῶτος, οἷον ἡ μὲν ὠτακουστεῖ καὶ καραδοκεῖ περὶ αὐτοῦ τὸ μέλλον καὶ ὅσον οὐδέπω ἥξειν οἴεται, καὶ ἕξειν δημηγόρον, στρατηγόν, ὁ δὲ πόρρω τῆς ἑαυτοῦ τέθνηκε. καὶ οἱ πρὸς τὰ παιδία τῶν τεθνεώτων γονέων λόγοι γινόμενοι κινοῦσιν ἔλεον, ἵνα τῶν μέν τις τὴν ὀρφανίαν ὀδύρηται καὶ τὰς ταύτῃ παρακολουθούσας συμφορὰς καὶ τὸ ἀναίσθητον αὐτῶν ἐν οἷς δυστυχοῦσιν· τῶν γονέων δὲ τό τε γῆρας καὶ τὴν ἐρημίαν καὶ τὰ ταύτῃ παρακολουθοῦντα· γυναικὸς πάλιν δὲ χηρείαν, καὶ ὅσα ταύτῃ παρακολουθεῖν πέφυκε. καὶ ἀπʼ αὐτοῦ δέ τις τοῦ τεθνεῶτος ἔλεον κινεῖν δύναται, ἐὰν μὲν ᾖ διὰ φαρμάκων ἀνῃρημένος, καὶ τὰ παρακολουθήσαντα  τῇ φαρμακίᾳ διεξιὼν τὰς ὀδύνας, ταλαιπωρίας, τὸ μῆκος τῆς νόσου, τὸ σῶμα λυμανθὲν τοῦ ἀνθρώπου ὑπὸ τῶν φαρμάκων ἐὰν δὲ βιαίως, τὰ ἐπόντα τραύματα, τὸν τρόπον τῆς ἀναιρέσεως. τοῦτον τὸν τόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος. ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ ἐν ταῖς χερσὶ κρατοῦσα καθʼ ἕκαστον αὐτῶν οἰπτίζεται. ἀπὸ τούτου τοῦ τόπου καὶ Ξενορῶν τὴν Πάνθειαν ἄριστα συνεπέδειξεν οἶκτόν τινα καὶ ἔλεον περιτιθεὶς  τῷ πάθει. πρῶτον μὲν γὰρ ἠθοποίησε τὸ σχῆμα τῆς γυναικός, ἱσταμένης ἐπὶ πένθει καὶ δακρυούσης, ἔπειτα τὸν Ἀβραδάτην παρακείμενον διηγήσατο, καὶ πῶς δεξαμένη τὴν χεῖρα ἀποκοπεῖσαν κατεφίλησε. καὶ 591 Ἑκάβη τὸν Ἀστυάνακτα τοῦτον πενθοῦσα τὸν τρόπον, κεφαλῆς τε αὐτοῦ ψαύουσα καὶ χειρῶν καὶ τοῦ λοιποῦ σώματος.

Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης καὶ κρινέσθω ἐπʼ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσουσιν ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων αὐτοῦ πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον.

Κινεῖ δὲ ἔλεον καὶ ἡ τῶν ἐχθρῶν ἐπʼ αὐτοῖς ἐσομένη χαρὰ δηλουμένη καὶ νὴ Δία τις ἡδονή· ἡ γοῦν λέκτρα (725) καὶ ἀπὸ τῆς περὶ τὸν Αἴγισθον καὶ Κλυταιμνήστραν χαρᾶς οὔσης κινεῖ τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν ἐχθρὸν ἰδεῖν ἐπʼ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ  τινός;

Κινήσομεν δὲ ἔλεον κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ τεθνεῶτος Ὑπερείδης ἐν τῷ κατὰ Ἀρχεστράτου ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί, καὶ 592 Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὐτοῦ λέγει γάρ, ὡς ἀκρατὴς λύπης γενηθεῖσα. αὐτὴν ἀπέκτεινε. κεκίνηκε τοῦτον τὸν λόγον καὶ ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινούς αὐτούς εἰπών αὐτῷ προσφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς ὄντα πάθη λόγῳ, πῶς τέ εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι.

Κινεῖ δὲ ἔλεον καὶ τὰ ὑπὸ τῶν ἀτυχούντων ἢ λεγόμενα ἢ πραττόμενα δηλούμενα, ὥς πού τις τῶν παλαιῶν τῶν Θηβῶν ἁλουσῶν ἔλεον κεκίνηκε τὰ ὑπὸ τῶν ἀγομένων εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα διεξιών, τούς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν,ἀπὸ ἀναθημάτων, ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς ἀκούουσι· καὶ ἐπʼ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἄν λέγειν. καὶ ἐκ τῆς διαθέσεως τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς Ἰφιγενείας θάνατον, τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς, ὅταν δόμους μὲν τούσδε προσίδω κενούς, 593 κενοὺς δὲ παρθενῶνας; καὶ τὰ ἑξῆς ἐπὶ τούτοις. καὶ πένητα δὲ ἐκ τῶν περὶ αὐτὸν γενησομένων παθῶν, εἰ μὴ δημηγορήσει διὰ τὸν πλούσιον, ἐστὶ κινῆσαι τὸν ἔλεον· εἰ γὰρ τοῦτον δημηγοροῦντα βλέποιμι αὐτὸς τούτου τυχεῖν μὴ δυνάμενος, τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιών ἕκαστον τῶν τούτοις ὁμοίων.

Ἔτι ἔλεον κινήσομεν τὴν ἐρημίαν ὀδυρόμενοι τὴν ἑαυτῶν, οἷον ἐπὶ γῆς ἀλλοτρίας τις κρίνεται. ἀπὸ τῆς ἐρημίας οὖν οἶκτον κινήσει· ὁ μὲν ἀγών ἐστί μοι τηλικοῦτος, κινδυνεύω περὶ ψυχῆς καὶ τοῦ σώματος, καὶ μόνος ἐν ὑμῖν ἀγωνίζομαι, οὐ συγγενεῖς ἔχων, οὐχ ἡλικιώτας, ἐπʼ ἀλλοτρίας ἀγνὼς καὶ ἐν ἀγνῶσι καὶ ἐπὶ τῆς αὐτοῦ δέ  τις ἀγωνιζόμενος ὀδύροιτʼ ἄν τὴν ἐρημίαν τὴν οὖσαν αὐτῷ πένης ὢν ἢ κατεστασιασμένος οἰκείους οὐκ ἔχων, ἢ ἔχων μὲν ὑπʼ αὐτῶν δὲ προδεδομένος.

Κινεῖ δὲ ἔλεον κἀν τοῖς μάλιστα καὶ ὁ τῆς ἐντολῆς καλούμενος τόπος· πολλαχῶς δὲ αὐτῷ χρησόμεθα, οἷον, τίνα δὲ ἐνετείλατο ὁ τελευτῶν καὶ ὑπονοῶν ἐκ φαρμάκων ἀνῃρῆσθαι, ἢ τίνα πάλιν τρωθεὶς μέν τις, μέλλων δὲ τελευτᾶν, ἢ καὶ νὴ· Δία τίνα ἀριστεύς ἐνετείλατο τῇ γυναικί, οὐκ ἀξιῶν αὐτὴν γήμασθαι ἐντὸς πενταετίας, ἢ ἀποθνήσκων πατὴρ ἐγχειρίζων παῖδας ἐπιτρόποις, καὶ παρακαταθήκην διδούς, ἢ μέλλων ἀποδημεῖν, ἢ ἀγόμενος παρὰ τύραννον. ἔστι δὲ ἐντελλομένους ποιεῖν καὶ τοὺς κρινομένους· ἐπισκήπτω δὲ ὑμῖν, εἰ καταψηφιεῖσθέ μου ὡς προδεδωκότος μετὰ τρεῖς ἀριστείας τὴν πόλιν, 594 ἀνελεῖν μου τὰς εἰκόνας, ἐξαλεῖψαί μου τὸ ὄνομα, καθελεῖν τὰ τρόπαια, τὰ ὑπομνήματα τῶν ἀριστειῶν. κέχρηται τῷ τῆς ἐντολῆς τόπῳ καὶ ὁ Σωκράτης· μέλλων γὰρ πιεῖσθαι τὸ κώνιον ἐντέλλεται τοῖς ἐπιτηδείοιςαὑτοῦ μήτε κλαῦσαι μήτε ὀδύρασθαι, καὶ ἁ ποιοῦντες περὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν γυναῖκα χαρίζοιντʼ ἂν αὐτῷ. δεῖ δὲ τὰς ἐντολὰς εὔγνωμόν τι ἔχειν καὶ εὐσεβές, ὁποία ἐστὶν (726) ἡ Σωκράτους καὶ τῶν δέκα στρατηγῶν ἀπολογία.

Περὶ πάθους.

Τὸ πάθος πολὺ μὲν ἐν ποιήσει τῇ τραγικῇ, ἥξει δέ ποτε καὶ εἰς τὸν πολιτικόν, ὅταν πόλει ἢ προσώπῳ τινὶ τῶν παῤ ἀξίαν συμβάντων κακῶν μινημονεύσῃς, οἷα τὰ περὶ Φωκέας. τὴν δὲ λέξιν δεῖ εἶναι ἄπλαστον καὶ ἀκαλλώπιστον· τὸ γὰρ καλλωπίζειν οὐ τοῦ θρηνοῦντος, τὴν δὲ σύνθεσιν μᾶλλον ἄνετον, τὰ δὲ σχήματα γοργότερα καὶ ἀκμαιότερα. καὶ ταῦτα μὲν ἀμυδρότερα, ἴδωμεν δὲ καὶ καθʼ ἕκαστα.

Πάθος ποιοῦσιν αἱ ἀντεξετάσεις μάλιστα πρὸς τὰ πρότερα, οἷον πρότερον μὲν ἐν ᾦ ἦν ἡ τύχη καὶ ὅτι λαμπροτέρα,  νῦν δὲ οἵοις πέπτωκεν, ὡς παῤ Εὐριπίδῃ, πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾷσαι φίλον· πρὸς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.

Πάθος ποιοῦσι καὶ αἱ παραθέσεις πρὸς ἕτερον· οἷον εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφʼ ἑνὸς τυραννεῖσθαι εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, 595 ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι.

Πάθος ποιοῦσι καὶ αἱ ὑπερβολαὶ ἐν τῷ ἀορίστῳ· τούτων δὲ δεινότερα οὐ γέγονεν οὐδὲ μείζω πράγματα ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δὲ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ.

Πάθος ποιοῦσι καὶ αἱ ποιότητες τῶν προσώπων ἐξεταζόμεναι, τίς ὢν δεινὰ πέπονθεν, οἷον ὅτι καλὸς κἀγαθός, ἢ ὅτι εὐεργέτης· ὡς περὶ τῶν Φωκέων ὁ Δημοσθένης· τίνες ὄντες ταῦτα πεπόνθασι. καὶ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ὑπὲρ ἡμῶν ἔθεντο. πάθος γίνεται καὶ ἀπὸ τοῦ ἐναντίου· οὐ μόνον τίς ὢν πέπονθεν, ἀλλὰ καὶ ὑπὸ τίνος, ὡς ἐν τῷ περὶ Στράτωνος λόγῳ Δημοσθένης· ,,καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου.”

Ἐν τοῖς πάθεσι καὶ αἱ διαπορήσεις χρήσιμοι εὐθὺς ἐν ἀρχῇ· τί πρῶτον ἢ τί τελευταῖον εἴπω; οὕτως· ἀπορῶ τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλʼ ἀλυσιτελὲς τοῦτό γε·ἀλλὰδιεξελθεῖν δεῖ; ἀλλ᾿ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν.

Πάθος ποιοῦσιν καὶ αἱ δεινώσεις· ,,θέαμα δεινόν. πάθος ποιοῦσι καὶ οἱ σχετλιασμοί, φεῦ καὶ οἴμοι· πάθος ποιεῖ καὶ τὰ ἀνακλητικά· ,,θέαμα δεινόν, ὦ γῆ καὶ θεοί.“ πάθος ποιοῦσι καὶ οἱ διπλασιασμοί, Θῆβαι δὲ Θῆβαι.

Ἐν τοῖς πάθεσιν οὐ πολύν δεῖ εἶναι τὸν κόσμον, 596 οὐδʼ ἐπεμβάλλεσθαι τὰς ἐννοίας, ἀλλὰ κομματικὰ τὰ πλείω. ἐὰν μὲν βουληθῇς συνέχειαν ποιῆσαι ἐν τῷ πάθει, κατὰ τὸ ἀσύνδετον εἰσάξεις· ,,οἰκίαικατεσκαμμέναι, τείχη περιῃρημένα ἐὰν δὲ βουληθῇς ἔτι μᾶλλον αὐξῆσαι, τοῖς δικαστικοῖς σχήμασι χρήσῃ· οὐ τοίνυν τοῦτο ἀπέχρησε μόνον, ἀλλʼ ἐκεῖνο τούτου οἰκτρότερον συνέβη.

Πάθος δὲ κινήσομεν οὐ μόνον ἐφʼ οἷς προπεπόνθαμεν, ἀλλὰ καὶ ἐφʼ οἷς δέος ἐστὶ μὴ πάθωμεν, ὡς ἐν τῇ Πλαταιέων δημηγορίᾳ· τὰ γὰρ συμβησόμενα ἐν πάθει εἰσάγει· μηδὲ τὴν Πλαταιΐδα Θηβαΐδα ποιήσητε, μηδὲ ἱερὰ καὶ τάφους προπατόρων ἀτιμωρήτους, καὶ ὅσα ἄλλα παθαινόμενος λέγει.

Ἐν τοῖς πάθεσι καὶ αἱ πλάσεις ἐνίοτε, οἷα εἰκὸς εἰρηκέναι ἐχθρὸν ἐπεμβαίνοντα, οἵας φωνὰς ἀφεῖναι τὸν πάσχοντα. τὰ πάθη ὑποπτά ἐστι τοῖς ἀκούουσι· δοκεῖ γάρ τις οὐ θαρρῶν τοῖς λογισμοῖς ἐξ ἐπιβουλῆς ἐπὶ τὸ ἐλεεινὸν καταφεύγειν· διὸ δεῖ ἐμφαίνειν, ὅτι καὶ τοῖς λογισμοῖς τεθαρρήκαμεν, καὶ τὸ πάθος δὲ ἀναγκαῖόν ἐστι λεχθῆναι. δεῖ δὲ τὸ πάθος ἐν τῷ πολιτικῷ μέτρον ἔχειν, ἵνα μὴ εἰς τραγῳδίαν ἐμπέσῃ, πλὴν εἰ μὴ ἡ ὑπόθεσις τραγικὴ εἴη.