Περὶ τῶν ἐσχηματισμένων προβλημάτων Valerius Apsines Leonard Spengel Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2027.tlg002.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States Rhetores Graeci Leonardi Spengel Valerius Apsines Teubner Leipzig 1853 1 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΑΨΙΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΣΧΗΜΑΤΙΣΜΕΝΩΝ ΠΡΟΒΛΗΜΑΤΩΝ. 534 (727)

Τῶν ἐσχηματισμένων προβλημάτων τὰ μέν ἐστι κατὰ τὸ ἐναντίον, τὰ δὲ πλάγια, τὰ δὲ κατʼ ἔμφασιν. ἐναντίον μὲν οὖν ἐστιν, ὅταν τὰ ἐναντία κατασκενάζωμεν οὗ λέγομεν, οἷον, ᾔτησαν Ἀθηναῖοι παρὰ Λακεδαιμονίων εἰρήνην, οἱ δὲ ἀντῄτησαν Περικλέα. βουλεύονμένων τῶν Ἀθηναίων αὐτὸς ὁ Περικλῆς ἀξιοῖ ἀπιέναι· ὁμολογουμένως γὰρ ὁ Περικλῆς, εἰ καὶ λέγει πέμπεσθαι, ἀλλὰ σχήματι λόγου χρῆται. πλάγιον δέ ἐστιν, ὅταν μετὰ τοῦ κατασκευάζειν τὸ ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ λόγος, οἷον, πλούσιος ἐν λιμῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι πένητα πρὸς σφαγήν, οὐ δέδωκεν ὁ δῆμος, ὁ πένης ἑαυτὸν προσαγγέλλει. ἐνταῦθα γὰρ τὸ ἐναντίον ὁ λόγος βούλεται καὶ ἐκ πλαγίου κατασκευάζει τὸ μὴ εἶναι σῖτον, καὶ εἰ ἔστιν ἀπλῶς λαβεῖν ἄνευ τοιαύτης ἀντιδόσεως. κατὰ ἔμφασιν δέ ἐστιν ὅταν λέγειν μὴ δυνάμενοι τῷ κεκωλῦσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐν σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου, οἷον, τὸν μαινόμενον φεύγειν ὁ νόμος ἐκέλευεν· φήμης οὔσης ὅτι σύνεστιν ὁ πατὴρ τῇ γυναικὶ τοῦ υἱοῦ ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν· ἐνταῦθα 535 γὰρ τῷ μὲν δοκεῖν περὶ τοῦ φεύγειν διαλέγεται καὶ τούτῳ τῷ λόγῳ ἐπερείδεται, διʼ ὅλου δὲ δοκεῖ ἐμφαίνειν τὴν τοῦ πατρὸς μοιχείαν τὴν κατὰ τῆς γυναικός.

Ἄλλο. Τῶν ἐσχηματισμένως προαγομένων ζητημάτων, ἐν οἷς τὸ διʼ ὑπονοίας ἐστὶ καὶ ἐμφάσεως, ὅταν ἄλλο μέν τι διοικῆται, ἄλλο δέ τι σπουδάζειν προσποιῆται διʼ ἑτέρων λύων, τὰ εἴδη πολλά ἐστιν ἓν γὰρ κἀκεῖνο τὸ εἶδος τοῦ ἐσχηματισμένου τρόπου, περὶ οὐ πρότερονἐλέγομεν, ὅταν ὑποτιμώμενος αὐτῷ μείζονος διὰ τούτου ταῦτα καθαιρῇ, ἐφʼ οἷς ἑά λωκε· καὶ ἔστιν οἱονεὶ λύοντος τὰ κεκριμένα. Δημοσθένης ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν ἐάλω, καὶ ὁ μὲν Ὑπερείδης αὐτῷ τιμᾶται φυγῆς, ὁ δὲ ἀποθνήσκειν αἱρεῖται. πάλιν ὁ Μιλτιάδης ἐπὶ τοῖς περὶ Πάρον ἑάλωκε, καὶ ὁ μὲν Ξάνθιππος αὐτῷ τιμᾶται φυγῆς, ὁ δὲ ἀνθυποτιμᾶται θανάτου. τί οὖν δεῖ ποιεῖν ἐν τούτοις πᾶσι; βαρύτητι χρῆσθαι. ἡ δὲ βαρύτης ἔξει μέγεθος, ἐὰν προάγηται κατηγορεῖν ἑαυτοῦ, καὶ οἷα τετόλμηκεν. ἐνταῦθα μέντοι βαρέως τὴν κατηγορίαν καθʼ ἑαυτοῦ εἰσάξει, τὰς δὲ λύσεις πρὸς τὰ ἐγκλήματα ἐν τρόπῳ αὐξήσεως παραλαμβάνοντες. οἷον ὁ Δημοσθένης λέγει, ὅτι εἰκότως τεθνήξεται, διότι νεώτερος μὲν ὢν οὐδὲν αἰσχρὸν ἐπὶ λήμματι προείλετο, πρεσβύτατος δὲ γενόμενος τηνικαῦτα δεδωροδόκηκε, καὶ παρὰ Φιλίππου 536 μὲν οὐκ ἔλαβον, οὐδὲ παρὰ Ἀλεξάνδρου διδόντων οὐκ ἐλάττω, ὑπὸ δὲ τῶν δούλων τῶν ἐκείνου διεφθάρην, καὶ πρότερον μὲν οἴκοθεν προεῖτο καὶ εἰς αἰχμαλώτων λύσεις καὶ θυγατέρων ἐκδόσεις. ὅσα οὖν ἐστι τὰ λύοντα τὰς αἰτίας, ταῦτα ἐν τρόπῳ αὐξήσεως παραλήψεται. τοῦτο καὶ ἐπὶ τοῦ Μιλτιάδου, ὅταν λέγῃ πονηρότατος προδότης γεγενῆσθαι, καὶ ὅτι ἐξηπάτηκε τὸν δῆμον, πρότερον μεγάλην δόξαν παραστήσας, νῦν δὲ ἄλλος φανείς, καὶ ὅτι συγγνώμης τυχεῖν οὐκ ἄξιος, εἰ μὴ λαβών παρὰ βασιλέως χρήματα πολλὰ διδόντος Παρίους ὑπῆλθε καὶ ἐθαύμασε τὰ παρὰ τούτων διδόμενα. καὶ ταῦτα μὲν ὡς ἐν προκαταστάσει, τὰ δὲ προκαταρκτικὰ ἔσται σοι ἐν τούτοις· καί γε ἐλεγκτικῶς ἐρεῖς φάσκων ὅτι περιπάπτουσιν αὐτοῖς οἱ κατήγορροι, μεγάλα μὲν κατηγοροῦντες, τιμώμενοι δὲ ὀλίγων καὶ ἐλαττόνων, καὶ ὡς ἀπορῶν ἐρεῖς καὶ τεθαυμακώς, τί ποτʼ ἐπῆλθεν αὐτοῖς ἀντὶ μεγάλων ἐγκλημάτων ὁρίσαι μικρὰ ἐπιτίμια καὶ κατʼ ἀρχὰς εὐθέως, ὡς εἰ καὶ πρότερον διημάρτανες γνώμης (728) ἐνδιδοὺς ἑαυτὸν πρὸς ἀδικήματα, ἀλλὰ νῦν γε βελτίων φαίνῃ. ταῖς δὲ ἀντιθέσεσι προσήκει ἐνδιατρίβειν καὶ κατασκευὰς ἀντεπάγειν τῶν ἀντιθέσεων τὰς εἰς τὸν σκοπὸν συντεινούσας, οἷον ὅταν λέγῃς, ἀλλὰ νὴ Δία φιλανθρωπεύεσθε. δεῖ δὲ πρότερον καὶ κατʼ εἶδος λέγειν, καὶ  διεξέρχεσθαι μέχρι πολλοῦ τίνα ἐστὶ διʼ ἃ δεῖ φιλανθρωπεύεσθαι. ὑπὲρ γὰρ σοῦ ἐστι ταῦτα διαιρεῖσθαι. δεῖ σε ἑαυτῷ ἀνθρώπων βελτιόνων χείρων γέγονας. καὶ πάλιν τοιαῦτα εἰσάξεις, ὅσα ἐστὶν ἀνατρεπτικὰ τῶν κατὰ σοῦ, ὅτι οὐκ ἔστι τῶν αὐτῶν δίκην μὲν ἐπιβάλλειν, ὡς ἐπὶ ἀδικήματι, περιορᾶν δʼαὐτοὺς ζῶντας καὶ μὴ λυμαίνεσθαι, 537 καὶ ὡςιεἴη αὐτοῖς ὁ βίος ἀβίωτος, ὀνείδη ἐχόντων διὰ τὰ πρότερον πολιτεύματα, καὶ τοῖς κατʼ εἶδος ἐνδιατρίψεις οὐδὲν ἧττον, ἅμα καὶ ἐν ἐπιλόγοις αὖθις ἀναμνήσεις περὶ τῶν πεπολιτευμένων καὶ πεπραγμένων, ἐὰν λέγῃς, ὅτι μὴ συγχωρηθῆναί σοι δεῖ ἀποφεύγειν, ἀνθʼ ὧν πρότερον ἠδίκεις. ταῦτα γάρ ἐστι τὰ ὠφελοῦντα τὸν λόγον, αἱ πράξεις αἱ προγεγονυῖαι. σχήμασι δὲ χρήσῃ σχετλιαστικοῖς ὅταν λέγῃς· ὢ τῆς ἐμῆς ἀδοκήτου τύχης, καὶ νέος μὲν ὤν, ὦ γῆ καὶ θεοί, τίσιν εἰκὸς καὶ αὐτὸν οὕτω βουλεύσασθαι; καὶ παράνοιαν καὶ παραφροσύνην κατὰ ἑαυτοῦ λέγων καὶ ὅσα τοιαῦτα ὀνόματα τὴν βαρύτητα πλείω ἐργάσῃ. οὐκ ὀκνήσεις δὲ καὶ θετικώτερον ἐπεξιέναι τῷ κατὰ τῶν προδοτῶν λόγῳ, ἢ κατὰ τοῦ ἀδικήματος ἐκείνου ἐφʼ ᾧ κρίνῃ· ἀξιόπιστον γάρ σοι ποιεῖ τὸ τοιοῦτο τὸν λόγον. παραλήψῃ δὲ αὐτὰ οὐκ ἀκαίρως, ἀλλὰ ἐν τῇ συστάσει τοῦ ὅτι ἄχρι θανάτου δεῖ γενέσθαι τὸ τίμημα· τὸ γὰρ ἀδίκημα μέγα καὶ χαλεπόν.

Ἄλλο. Ἑτέρα φύσις τῶν ἐσχηματισμένων, ὅταν τινὲς τοῖς πρότερον εἰρημένοις ὑπʼ αὐτῶν τὰ ἐναντία συμβουλεύσωσιν, οἷον χειμῶνι ἐχρήσατο ἐπὶ Σκελίαν στόλος πεμφθείς, καὶ ἐπανῆκεν εἰς τὸν Πειραιᾶ, καὶ τὰς ἐναντίας γνώμας Νικίας καὶ Ἀλκιβιάδης. καὶ πάλιν, Κλέων καὶ Διόδοτος τὸ δεύτερον ἀποστάντων Μυτιληναίων ἐναντία λέγουσι· καὶ ὁ Δημοσθένης Φιλίππου ἐξαιτοῦντος τὰς τριήρεις ἀντειπών καὶ ἡττηθεὶς καὶ τὰ πληρώματα συμπέμπειν ἀξιοῖ τί οὖν δεῖ ποιεῖν ἐν τούτοις τὸ 538 ἀντιπῖπτον ἐκεῖνο λύειν, ὅτι τὰ ἐναντία γράφεις, λογισμούς εἰς τοῦτο παραλαμβάνειν διʼ ὧν τὰ πρότερα ἐδοκίμασε. διὰ τούτων τὸ ἑαυτοῦ δόγμα κρατύνειν, οἷον ἐὰν Νικίας λέγῃ τὸ ἀντιπῖπτον ἐκεῖνο, ὅτι θαυμάζουσίν τινες διὰ τί πρότερον ἐγένετό μοι δοκεῖ, ἔπειτα δὲ ἕτερα ἀντέλεγε, καὶ οὐχ ἅπερ πρότερον αὐτὸν ἔπεισεν, ἐκεῖνα συμβουλεύσαι. ταῦτα κατασκευαστικὰ ὧν βούλεται κρατῆσαι, βούλεται δὲ αὐτοὺς ἀποτρέψαι τῆς στρατείας. τίνα οὖν ἐστι κατασκευαστικά; ὅτι ἄρα πόλεμον μέγαν κεκινημένον καὶ οὐδαμοῦ λυσιτελοῦν τὸ διπλοῦς ἐπʼ αὐτούς ποιῆσαι πολέμους καὶ τὸ μῆκος τοῦ πλοῦ ὅτι ἐνεθυμεῖτο, καὶ πάντα ὅσα συστατικὰ τοῦ μὴ συμφέρειν ἐπʼ ἐκείνους στρατεύειν καὶ οὕτως μεταβήσεται· ἀλλʼ ἔδοξεν, καὶ οὐ δεῖ ἐναντιοῦσθαι τοῖς δόξασι. καὶ τὸ τοῦ Ἀλκιβιάδου μέρος τὸν αὐτὸν ἕξει τρόπον, λέγοντος κἀκείνου ὑφʼ ὧν ἀνεπείθετο μὴ ὀκνῆσαι τὴν στρατείαν, λύοντος ταῦτα τὰ ἀντικείμενα διʼ ἅπερ φαίη τις ἂν μὴ δεῖν στρατεύειν, καὶ ὅσα περὶ τοῦ πολέμου τοῦ πρὸς Λακεδαιμονίους, ὅτι ἑώρων δύναμιν ἀντιπολεμοῦσαν ἑτέραν, ἢ ὅτι οὐ δύναται Λακεδαιμονίους κατείργειν. καὶ ὅτι κωλύειν ἐνόμιζε προσήκειν τούς ἐκεῖθεν βοηθούς ἐλθεῖν Λακεδαιψονίοις, καὶ ὅτι ῥᾷστον ἑλεῖν Σκελίαν διὰ τὸ στασιάζειν ἐν ἀλλήλοις, καὶ ὅτι τὸ μέγεθος τῶν πόλεων προτρέπεται μᾶλλον καὶ παροξύνει ἐφίεσθαι τῶν ἐκεῖ πόλεων, καὶ ὅτι κατασχεῖν ἑώρων οἷόν τε τὰ ὀνείδη, καὶ ὅτι βασιλεὺς ὅλης Κύπρου δύναται κρατεῖν, νήσου καὶ ταύτης οὔσης. εἰσάξεις δέ που καὶ τὰ τοιαῦτα 539 ἀπὸ τῆς ἀρχῆς ἀρξάμενος ἐκείνης κατὰ τὸν ἀκμαῖονλόγον, ὡς δεινὸν εἰ τῶν μὲν Κέυκλάδων καὶ Σποράδων ὅπως ἄρξομεν τοσαύτην σπουδὴν ποιούμεθα καὶ τῶν κατʼ Αἰγαῖον ἐφιέμεθα, τῆς δὲ ἑσπέρας ἑτέροις παραχω (729) ρήσομεν, καὶ ἐξὸν προαγαγεῖν μέχρι τοῦ Ἰονίου, ἡμεῖς δὲ ὀκνήσομεν. τί οὖν ἐμποδών; ὁ χειμὼν δηλαδή. καὶ ταῦτα ἐρεῖς οὐκ ἐξιών, ἐπεὶ ἐναντίον ἑαυτῷ ποιήσεις, καὶ ἐν τούτῳ δὲ τὰς ἀντιθέσεις ἰσχυρῶς εἰσάξεις. ὑπὲρ σοῦ γάρ εἰσιν οἱ λόγοι οἱ ἐν αὐταῖς περιεχόμενοι, οἷον ἐὰν λέγῃ Ἀλκιβιάδης ἀλλὰ νὴ Δία, φήσει τις, ἀλλʼ ἔδοξε, καὶ πολλοὶλόγοι περὶ αὐτῶνἐγένοντο, καὶ οὐκ ἐν μιᾷ ἐκκλησίᾳ ἐβουλευσάμεθα περὶ αὐτῶν. ὅσῳ γὰρ πλείω παραλαμβάνει, τοσούτῳ πλέον ἀνύει τὸ βούλημα. τὴν μέντοι λύσιν λέγων, ἀλλὰ χειμῶνες καὶ θάλαττα, καὶ ἄλλα πολλὰ. ἀφ’ ὧν πόνοι συνέβαινον, καὶ ἄλλα πολλὰ τὰ ἐκκρούοντα, καὶ ὡς μὲν οὐκ ἀπροσδόκητον καὶ χειμῶνι περιπεσεῖν πλέοντα θάλατταν, οὐκ ἄδηλον καθέστηκεν, οὐ μὴν τοσούτῳ χειμῶνι χρήσασθαι· καὶ γάρ, εἰ μηδὲν φαῦλον ἀπήντησε, τοῦτο τῇ τύχῃ λογιστέον, αὐτούς δὲ οὐ προσήκει παραβάλλεσθαι ἐκ χειμῶνος εἰς χειμῶνα. καὶ πολλὰ ἐκ παραλείεως τοιαῦτά τις λέξει· καὶ ὡς οὐ νῦν πρῶτον ἐπειράθημεν χειμῶνος κατὰ θάλατταν, ἀλλʼ εἰωθότα, οὐκ ἀγνοῶ. ὅμως ὑφορῶμαι μή τι οἰώνισμα ᾖ, ὁ δὲ Νικίας ἔμπαλιν ἐρεῖ, ὅτι καὶ ἔδοξε καὶ ταῦτα αὐτοῦ ἀντιλέγοντος καὶ ἀποτρέποντος. τίς ὁ λόγος σοι ἔσται.

Μετέλθωμεν δὲ καὶ ἐπʼ ἐκεῖνο τὸ εἶδος, ὅπου τις λύει τὰ δόξαντα, ἢ νόμον,οἷον Ὑπεριθης ἀξιῶντὸν Δημοσθένην 540 δημόσιον εἶναι δοῦλον, ἐπειδὴ ξενίας ἑάλω. ἐνταῦθα εἰσάξεις τὰ ὑπὲρ Δημοσθννους, καὶ ἐπιδείξεις ἄξιον ὄντα αὐτὸν καὶ ἐλευθερίας, οὐ μόνον τοῦ δουλείας ἀπηλλάχθαι. ἠγνόητο δʼ ἄν σοι τοῦτον τὸν τρόπον εἴσοδος τοῦ λόγου ὑπὲρ Δημοσθένους, ὅτι ὑμεῖς προσδοκᾶτε ἐρεῖν· καὶ ἐν ταῖς ἀγγελίαις δὲ ταὐτὸν ποιήσεις, ὅπερ ἐπὶ τῶν τιμήσεων ἔφαμεν· βαρύτητι γὰρ χρήσῃ καὶ σχετλιασμοῖς καὶ τοῖς τοιούτοις. παραλαμβάνομεν δὲ κἀκεῖνο τὸ εἶδος, οἷον Δημοσθένης ἀξιοῖ ἐκδίδοσθαι αὐτὸν τοῦ Φιλίππου ἐξαιτοῦντος ἢ τὸν Δημοσθένην ἢ τὰς τριήρεις. ἐν αὐξήσει κεῖται τὰ κατὰ τὸν Δημοσθένην,αῦξοντος τὰ καθʼ αὑτόν, καὶ ἀξίωμα ἔξει ὁ λόγος. εὐθὺς δὲ κατʼ ἀρχὰς συστήσεις πόσου ἄξιος ἀπὸ τῆς κρίσεως τῆς τοῦ Φιλίππου. ἐρεῖς οὖν ὅτι ἐλελήθειν μείζονος ὢν ἤπερ ἐνόμιζον. ὁ γοῦν Φίλιππος ἐν ἴσῳ τὸ κατʼ ἐμὲ τίθεται ταῖς τριήρεσιν, εἶτα ὅτι φθονοῦσί μοί τινες φιλοτιμίας. εἶτα περὶ φιλανθρωπίας ἐρεῖς τῶν Ἀθηναίων, καὶ οὕτως εἰσάξεις τὸν ὑπὲρ Δημοσθένους λόγον, ὅτι ὑπὲρ τοὺς στεφάνους, ὑπὲρ τὰς ἀναρρήσεις τὰ νυνί ἔξεις οὖν σκέψιν νῦν προσθεῖναι περὶ Δημοσθένους καὶ τῶν τριήρων· διὰ τοῦτο οὖν ἐπιδίδωσιν ἑαυτόν, ἵνα μήτις εἴπῃ, ὅτι Δημοσθένης προὔδωκε τὰς τριήρεις Φιλίππῳ, καὶ Δημοσθένει οὐκ ἔστι τὸν αὐτὶ τὴν πολιτείαν σατε διαμεῖναί με ἐπὶ τῆς ὑπαρχούσης 541 δόξης, οὐδὲν προῦδωκατῶν τῆς πόλεως. καὶ κατʼ εἶδος λέγων, πονηρότερος ὑμῖν οὐκ ἄν γενοίμην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, οἳ ἐν μέρει τινὶ ἔβλαψαν τὴν πόλιν, ἐγὼ δὲ τοῖς ἅπασι φανοῦμαι, εἶτα ἡ ἀντίθεσις ἐν τοῖς πράγμασιν.

Ἄλλο. Ἀριστον δὲ εἰς σχηματισμὸν παράγγελμα τὸ δοκεῖν ἐναντία λέγειν· ὃ γάρ ἐστιν ἐν τοῖς ἄλλοις προβλήμασιν ἁμάρτημα, τοῦτό ἐστιν ἐν τούτοις κατόρθωμα, οἷον εἰ τύχοι, πλούσιος πένητα ᾒτησεν ἀποκτεῖναι, καὶ ὁ δῆμος ἔδωκε· μετὰ ταῦτα ἰδιώτης ἐπανῆκεν ὁ πλούσιος ἀῇιστεύσειν ἐπαγγειλάμενος, καὶ προσαγγέλλει ἑαυτὸν ὁ πένης· ἐνταῦθα γάρ, εἰ τύχοι, πρῶτον λέγει περὶ τῆς δωρεὰς, διʼ ἣν πρῶτον ἐγκαλεῖ τοῖς δεδωκόσι, καὶ φανερῶς μὲν ἐπαινεῖ καὶ τὸν αἰτήσαντα καὶ τοὺς δεδωκότας. καὶ ὁ ἔπαινος ἐν μὲν τῇ ἀρχῇ καὶ τῇ περιβολῇ μόνον περιγράφεται, ἡ δὲ ἐργασία αὐτοῦ ἄλλο τι δύναται, οἷον ἐγὼ καὶ τὸν αἰτήσαντα ἐπαινῶ. πολέμιον γὰρ φονεῦδαι ἐσπούδακενἀντηγωνισμένον πολλάκις αὐτῷ καὶ φυλάττοντα τὴν δημοκρατίαν, τῆς ἐλευθερίας προεστῶτα. ἀλλὰ καὶ ὑμᾶς τούς δεδωκότας ἐγκωμιάσαι καλόν ὁ πλοῦτος (730) ἐξεδυσώπησεν ὑμᾶς. ἐφοβήθητε τὸν πλούσιον τὰ τῆς ὑποσχέσεως ἦν λαμπρὰ καὶ δυνατὰ κατεργάσασθαι μόνον τούς πολεμίους ἐστὶ τοῦ πλουσίου.

Ἔστι καὶ ἕτερος τρόπος ὃν δεῖ παραλαμβάνειν εἰς τὰ ἐσχηματισμένα κατὰ παράλειψιν καὶ ἀποσιώπησιν, οἷον, ἀλλ᾿ οὐδ᾿ ὑμῖν ὀνειδίζω τοῖς δεδωκόσι μοι πρὸς τὴν τελευτήν. ὡνείδιζον γὰρ ἄν, εἰ ταῦτ᾿  ἔλεγον νόμωνὄντων,ἀκμαζούσης δημοκρατίας, διαρρήδην τῶν νομοθετῶν ἀπαγορευόντων μὴ καθʼ ἑνὸς γράφειν, μὴ βουλεύειν φόνον, 542 μὴ θανάτου αἰτίαν παρέχειν. ἔστι δὲ καὶ ἕτερος τρόπος· δέον κατηγορεῖν ἐν τῇ πραγματείᾳ οὐ διʼ ἐναντίας παραμυθίας αὐτὸν ἀξιοῦμεν, ὡς ἐπὶ τῆς αὐτῆς ὑποθέσεως, ὅτι ἰδιώτης ἐπανῆλθεν. ἀλλʼ οὐθέν σοι δεινὸν πέπρακται μὴ τυχόντι τῆς ἀριστείας· ἐπεθύμησας γὰρ διὰ τὴν τελευτὴν τὴν ἐμήν. ἀλλὰ τί γὰρ ἂν πάθοις ἐν τρυφῇ τραφείς, ἁβροδίαιτος ὢν τὸν βίον; τὰ δὲ τηλικαῦτα τῶν κατορθωμάτων σκληρῶν δεῖται τῶν σωμάτων. εἰ δὲ ἠτύχηκας, ἀτυχοῦσι καὶ οἱ πλούσιοι πολλάκις. ἀλλʼ ἡ πόλις ἤλπισεν ἐν σοὶ μάτην. διαμαρτάνουσι τῶν ἐλπίδων καὶ πόλεις, καθόλου δὲ πανταχοῦ καὶ ἐν παντὶ χωρίῳ τῆς τοιαύτης ὑποθέσεως τὰ ἐναντία λέγειν χρή· οὕτω προαιρούμεθα ἐπείτοι καὶ ἐν ῥήματι πληροῦται διάνοια ἐσχηματισμένη, καὶ μάλιστα ἐν τῷ διὰ μέσου καὶ ἀμφιβόλῳ, οἷον εἰ κακοηθιζοίμεθα πότερον ἐπὶ τῇ αὐτοῦ γυναικί, μάλιστα εἰ παῖς ἡμῖν εἴη γεγενημένος ἐξ αὐτῆς, οἷον, οὗτός ἐστι τὰ πάντα ἐπὶ τῆς οἰκίας δεσπότης, ἀνήρ, πάντων ἡμῶν πατήρ· μάλιστα δʼ ἐν ταῖς προδιηγήσεσιν αἱ προκατασκευαὶ κακίαν ἐχέτωσαν, ἔγημα ἐγώ μὴ προαιρούμενος, ὁ πατὴρ ἠνάγκασε, διηγεῖτο, ἔλεγεν εὐσχήμων εὐγενὴς εἶναι. ἔστι δʼ ἐκεῖνο μέγιστον παράγγελμα ἐν τοῖς ἐσχηματισμένοις, τὸ μὴ πάντα πληροῦν ἐν αὐτοῖς, μήπως δειχθῇ τὸ σχῆμα.

Τέλος Ἀψίνου.