De abstinentia Porphyrius August Nauck Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2034.tlg003.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Opuscula Tria August Nauck Porphyrius Teubner Leipzig 1860 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ

Τῶν πρὸς ἡμᾶς ἡκόντων, ὦ Φίρμε, πυθόμενος ὡς τῆς ἀσάρκου καταγνοὺς τροφῆς ἐπὶ τὴν ἔνσαρκον ἀναδεδράμηκας πάλιν βοράν, κατʼ ἀρχὰς μὲν ἠπί- στουν, τῆς τε σῆς σωφροσύνης στοχαζόμενος καὶ τῆς εὐλαβείας ἣν πρὸς τοὺς ταῦτα ὑποδείξαντας παλαιούς τε ὁμοῦ καὶ θεοφόβους ἄνδρας πεποιήμεθα. ἐπεὶ δὲ καὶ ἄλλοι ἐπὶ τοῖς πρώτοις μηνύοντες τὴν ἀγγελίαν ἐβεβαίουν, τὸ μὲν ἐπιπλήττειν σοι, οὕτε κατὰ τὴν παροιμίαν φυγῇ κακοῦ τὸ ἄμεινον εὑρόντι, οὔτε κατὰ τὸν Ἐμπεδοκλέα τὸν μὲν πρότερον ἀποδυσαμένῳ βίον, εἰς δὲ τὸν βελτίω ὑποστρέψαντι, ἀγροῖκόν τʼ εἶναι ἐδόκει καὶ πόρρω τῆς κατὰ τὸν λογισμὸν πειθοῦς εὑ- ρισκομένης· τὸ δʼ αὖ διὰ τοῦ λόγου τὸν ἔλεγχον τῶν ἁμαρτημάτων ἐκκαλύπτειν ἀφʼ οἵων τε εἰς οἷα κατα- βέβηκας μηνύειν, τῆς τε πρὸς ἀλλήλους φιλίας ἀντά- ξιον καὶ τῶν πρὸς ἀλήθειαν τὸν αὐτῶν βίον συν- ταξαμένων εἶναι ἐδικαίουν.

καὶ γάρ μοι κατʼ ἐμαυ- τὸν λογιζομένῳ τὴν τῆς μεταθέσεως αἰτίαν, ὑγείας μὲν καὶ ῥώμης, ὡς ἄν ὁ πολὺς καὶ ἰδιώτης φαίη ὄχλος, οὐκ ἄν μεταβαλέσθαι σε φήσαιμι· τοὐναντίον γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν περὶ φιλοσοφίαν πόνων τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῇ τε πείρᾳ γινώσκειν πάρεστιν ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι᾿ ἀπάτην οὖν ἢ τὸ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρό- νησιν τὸ οὕτως ἢ ἐκείνως διαιτᾶσθαι, διʼ ἄλλην ἴσως αἰτίαν ἥν ἀγνοῶ, φόβον τῆς ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα ἐπὶ τὰ πρόσθεν ἀναδρα- μεῖν σε παρανομήματα ἐφαίνετο. οὐ γὰρ δὴ διʼἀκρα- σίαν καὶ πόθον τῆς ὀψοφάγου λαιμαργίας καταφρο- νῆσαι τῶν πατρίων ἧς ἐζήλωκας φιλοσοφίας νόμων φήσαιμι ἄν σε, οὐδʼ ἐλάττω τὴν φύσιν τῶν παρά τι- σιν ἰδιωτῶν εἶναι, οἵ νόμους ἐναντίους οἷς ἔζων πρό- τερον καταδεξάμενοι τομάς τε μορίων ὑπομένουσι, καί τινων ζῴων, ὧν πρόσθεν ἐνεφοροῦντο, ἀπόσχοιντο ἂν μᾶλλον ἢ ·κρεῶν ἀνθρωπείων.

ἐπεὶ δέ τινες τῶν ἀφικομένων καὶ λόγους ἀπεμνημόνευον, οὕς κατὰ τῶν ἀπεχομένων ἐποιοῦ, οὐ σχετλιάζειν μόνον, ἀλλὰ καὶ νεμεσᾶν παρῆν, εἰ ψυχροῖς καὶ ἄγαν ἑώλοις σοφι- σματίοις πεισθέντες αὐτούς τε ἀπατᾶν καὶ παλαιὸν δόγμα καὶ θεοῖς φίλον ἀνατρέπειν ὑπεμείνατε. ὅθεν μοι ἐδόκει μὴ μόνον τὸ οἰκεῖον ὑποδεικνύναι ὡς ἔχει, ἀλλὰ καὶ τὰ τῶν ἐναντίων πολλῷἰσχυρότερα τῶν ὑφʼ ὑμῶν λεγομένων ὄντα καὶ πλήθει καὶ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς συναγαγεῖν τε καὶ λῦσαι, οὐδʼ ὑπὸ τῶν ἐμβριθῶν δοκούντων εἶναι, οὐχ ὅτι τῶν ἑώλων καὶ ἐπιπολαίων σοφισμάτων τὸ ἀληθὲς ἡττημένον δεικνύντα. ἴσως γὰρ ἀγνοεῖς ὅτι τῇ ἀποχῇ τῶν ἐμψύχων οὐκ ὀλίγοι ἀντειρήκασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων οἵ τʼ ἀπὸ τοῦ περιπάτου καὶ τῆς στοᾶς καὶ τοῦ Ἐπικούρου τὸ πλεῖστον τῆς ἀντιλογίας πρὸς τὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους ἀποτεινόμενοι φιλο- σοφίαν, ἧς ζηλωτὴς εἶναι ἐσπούδακας· τῶν τε φιλο- λόγων συχνοὶ καὶ Κλώδιός τις Νεαπολίτης πρὸς τοὺς ἀπεχομένους τῶν σαρκῶν βιβλίον κατεβάλετο. ὧν τὰς πραγματευτικὰς καὶ κοινὰς πρὸς τὸ δόγμα ζητή- σεις παραθήσομαι, τὰς ἰδίως πρὸς τὰ τοῦ Ἐμπεδο- κλέους φερομένας κατασκευὰς παραιτησάμενος.

εὐθὺς τοίνυν φασὶν οἱ ἀντιλέγοντες τὴν δικαιο- σύνην συγχεῖσθαι καὶ τὰ ἀκίνητα κινεῖσθαι, ἐὰν τὸ δίκαιον μὴ πρὸς τὸ λογικὸν μόνον τείνωμεν, ἀλλὰ καὶ πρὸς τὸ ἄλογον· οὐ μόνον τοὺς ἀνθρώπους καὶ τοὺς θεοὺς πρὸς ἡμᾶς ἡγούμενοι, οἰκείως δὲ καὶ πρὸς τὰ ἄλογα θηρία τὰ μηδὲν ἡμῖν προσήκοντα ἔχοντες, καὶ οὐχὶ τοῖς μὲν πρὸς ἔργον χρώμενοι, τοῖς δὲ πρὸς ἐδωδήν, ἔκφυλα καὶ ἄτιμα τῆς κοινωνίας καθάπερ πολιτείας νομίζοντες. ὁ γὰρ καθάπερ ἀνθρώποις καὶ τούτοις χρώμενος φειδόμενός τε καὶ μὴ βλάπτων, προσάπτων τῇ δικαιοσύνῃ ὅ μὴ δύναται φέρειν, καὶ τὸ δυνατὸν αὐτῆς ἀπόλλυσι καὶ διαφθείρει τῷ ἀλλο- τρίῳ τὸ οἰκεῖον. γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένοις τὸ ζῆν ἀδύ- νατον καὶ ἄπορον, καὶ τρόπον τινὰ θηρίων βίον βιω- σόμεθα τὰς ἀπό τῶν θηρίων προέμενοι χρείας.

ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθ- μῷ μυριάδας, οἵ τροφὴν σάρκας, ἄλλο δὲ οὐδὲν ἴσα- σιν. ἀλλὰ καὶ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐναργὴς τέχνη, τίς κόσμος διαίτης, ἄν ὡς πρὸς ὁμόφυλα τὰ ζῷα διακεώμεθα ἀβλαβῶς καὶ μετὰ εὐλαβείας αὐτοῖς προσφερώμεθα; εἰπεῖν γὰρ ἔργον οὐδέν. οὐδὲ φάρμακον οὐδὲ ἴαμα τῆς ἢ τὸν βίον ἀναιρούσης ἀπορίας ἢ τὴν δικαιοσύνην ἔχομεν, ἄν μὴ τὸν ἀρχαῖον νόμον καὶ ὅρον φυλάττωμεν, ᾧ καθʼ Ἡσίοδον ὁ Ζεὺς τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην πρὸς ἀλλήλους.

οἷς δὲ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς, οὐδὲ ἡμῖν πρὸς ἐκεῖνα γίνεται τὸ ἀδικεῖν. ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτε εὐρεῖαν ἄλλην οὔτε λεπτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπο- λελοίπασιν. ὅ γὰρ ἤδη εἰρήκαμεν, τὴν φύσιν αὐτάρκη μὲν οὐκ οὖσαν, ἀλλʼ ἐνδεῆ πολλῶν, εἰργομένην δὲ τῆς ἀπὸ τῶν ζῴων βοηθείας ἄρδην ἀναιρεῖν καὶ κα- τακλείειν εἰς τὸν ἄπορον καὶ ἀνόργανον καὶ ἀκτήμονα τῶν ἀναγκαίων βίον. φασὶ δὲ οὐκ εὐτυχῶς διαβιῶναι τοὺς πρώτους γενομένους· οὐδὲ γὰρ ἐπὶ τῶν ζῴων ἵστασθαι τὴν δεισιδαιμονίαν, ἀλλὰ καὶ ἐπὶ τὰ φυτὰ βιάζεσθαι. τί γὰρ μᾶλλον ὁ βοῦν ἀποσφάττων καὶ πρόβατον ἀδικεῖ τοῦ κόπτοντος ἐλάτην ἢ δρῦν ; εἴγε καὶ τούτοις ἐμφύεται ψυχὴ κατὰ τὴν μεταμόρφωσιν. τῶν μὲν οὖν ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου τὰ κυ- ριώτατα ταῦτα.

οἱ δὲ ἀπὸ τοῦ Ἐπικούρου ὥσπερ γενεαλογίαν μα- κρὰν διεξιόντες φασὶν ὡς οἱ παλαιοὶ νομοθέται, ἀπι- δόντες εἰς τὴν τοῦ βίου κοινωνίαν τῶν ἀνθρώπων καὶ τὰς πρὸς ἀλλήλους πράξεις, ἀνόσιον ἐπεφήμισαν τὴν ἀνθρώπου σφαγὴν καὶ ζημίας οὐ τὰς τυχούσας προσ- ῆψαν, τάχα μὲν καὶ φυσικῆς τινὸς οἰκειώσεως ὑπαρ- χούσης τοῖς ἀνθρώποις πρὸς ἀνθρώπους διὰ τὴν ὁμοιό- τητα τῆς μορφῆς καὶ τῆς ψυχῆς εἰς τὸ μὴ προχείρως φθείρειν τὸ τοιοῦτον ζῷον ὥσπερ ἕτερόν τι τῶν συγ- κεχωρημένων· οὐ μὴν ἀλλὰ τήν γε πλείστην αἰτίαν τοῦ δυσχερανθῆναι τοῦτο καὶ ἀνόσιον ἐπιφημισθῆναι τῷ μὴ συμφέρειν εἰς τὴν ὅλην τοῦ βίου σύστασιν ὑπο- λαβεῖν. ἀπὸ γὰρ τῆς τοιαύτης ἀρχῆς οἱ μὲν παρακο- λουθήσαντες τῷ συμφέροντι τοῦ διορίσματος οὐδὲν προσεδεήθησαν ἄλλης αἰτίας τῆς ἀνειργούσης αὐτοὺς ἀπὸ τῆς πράξεως ταύτης, οἱ δὲ μὴ δυνάμενοι λαβεῖν αἴσθησιν ἱκανὴν τούτου, τὸ μέγεθος τῆς ζημίας δε- διότες ἀπείχοντο |τοῦ κτείνειν προχείρως ἀλλήλους. ὧν ἑκάτερον φαίνεται καὶ νῦν ἔτι συμβαῖνον. καὶ γὰρ οἱ μὲν θεωροῦντες τὸ συμφέρον τῆς προειρημένης διατάξεως ἑτοίμως ἐπʼ αὐτῆς μένουσιν, οἱ δὲ μὴ δε- κτικοὶ τούτου τὰς ἀπειλὰς φοβούμενοι τῶν νόμων· ἅς ἕνεκα τῶν ἀσυλλογίστων τοῦ χρησίμου διώρισάν τινες, παραδεξαμένων αὐτὰς τῶν πλειόνων.

οὐδὲν γὰρ ἐξ ἀρχῆς βιαίως κατέστη νόμιμον οὔτε μετὰ γρα- φῆς οὕτε ἅνευ γραφῆς τῶν διαμενόντων νῦν καὶ δια- δίδοσθαι πεφυκότων, ἀλλὰ συγχωρησάντων αὐτῷ καὶ τῶν χρησομένων. φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ σώ- ματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διή- νεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαν- τες ἀλόγως αὐτοῦ πρότερον αἰσθανομένους καὶ πολ- λάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπι- τιμίων καταπλήξαντες. οὐ γὰρ ἦν ἑτέρῳ χρῆσθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ φόβῳ τῆς ἀφωρισμένης ὑπὸ τοῦ νόμου ζημίας. αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώ- πων καὶ κωλύει τοῦ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσι- τελὲς πράττειν. εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο νόμων, ἀλλʼ αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο [τῶν ἀπειρημένων], τὰ δὲ ἔπραττον [τῶν προστεταγμένων]. ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ θεωρία τῶν μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν· ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσι- τελοῦν. ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ συναναγκάζει τὸ δέον ποιεῖν.

ἐπεὶ καὶ τὸν ἀκούσιον φόνον οὐκ ἔξω πάσης ζημίας κατέστησαν οἱ νομοθέ- ται, ὅπως μηδεμίαν ἐνδῶσι πρόφασιν τοῖς ἑκουσίως τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρου- μένοις, ἀλλʼ ὅπως μὴ ἀφύλακτον μηδὲ ἠμελημένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμ- βαίνειν. οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας διʼ ἅς καὶ τὸ καθʼ ἑκούσιον τρόπον φθείρειν ἀλλήλους. ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀν- θρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουληθέντες κωλῦσαι τὴν βλάπτουσαν τοὺς πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύ- της ἁμαρτίας. οἶμαι δʼ ἔγωγε καὶ τοὺς συγκεχωρημέ- νους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβά- νειν τὰς εἰθισμένας διὰ τῶν καθαρμῶν παρʼ οὐδε- μίαν ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγησαμένων ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅ τι πλεῖστον βούλεσθαι τοὺς ἀνθρώπους ἀφιστάναι. παν- ταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσοντος ἑτοίμως πράτ- τειν τὸ μὴ συμφέρον οἱ τυχόντες. ὅθεν οὐ μόνον ζη- μίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνιδόντες, ἀλλὰ καὶ ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφη- μίσαντες εἶναι τοὺς ὁπωσοῦν ἄνθρωπον ἀνελόντας, μὴ χρησαμένους καθαρμοῖς. τὸ γὰρ ἀνόητον τῆς ψυ- χῆς ποικίλως παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶ- σαν ἡμερότητα, προσμηχανωμένων ἐπὶ τῆς ἀλόγου φορᾶς ἐπιθυμίας τιθασεύματα τῶν ἐξ ἀρχῆς τὰ πλή- θη διοικησάντων· ὧν ἐστὶ καὶ τὸ μὴ κτείνειν ἀλλή- λους ἀκρίτως.

τῶν δὲ λοιπῶν ζῴων εἰκότως οὐδὲν διεκώλυσαν φθείρειν οἱ πρῶτοι διορίσαντες ἅ τε δεῖ ποιεῖν ἡμᾶς καὶ ἃ μή· τὸ γὰρ συμφέρον ἐπὶ τούτων ἐκ τῆς ἐναντίας ἀπετελεῖτο πράξεως. οὐ γὰρ δυνατὸν ἦν σώζεσθαι μὴ πειρωμένους ἀμύνεσθαι τοῦτο συν- τρεφομένους μετʼ ἀλλήλων. διαμνημονεύοντες δέ τι- νες τῶν τότε χαριεστάτων, ὡς αὐτοῦ τε ἀπέσχοντο τοῦ κτείνειν διὰ τὸ χρήσιμον πρὸς τὴν σωτηρίαν, τοῖς τε λοιποῖς ἐνεποίουν μνήμην τοῦ ἀποβαίνοντος ἐν ταῖς μετʼ ἀλλήλων συντροφίαις, ὅπως ἀπεχόμενοι τοῦ συγ- γενοῦς, διαφυλάττωσι τὴν κοινωνίαν, ἣσυνήργει πρὸς τὴν ἰδίαν ἑκάστου σωτηρίαν. οὐ μόνον δὲ χρήσιμον ἦν τὸ χωρίζεσθαι μηδὲ λυμαντικὸν ποιεῖν μηδὲν τῶν ἐπὶ τὸν αὐτὸν τόπον συνειλεγμένων πρὸς τὸν τῶν ἀλ- λοφύλων ἐξορισμὸν ζῴων, ἀλλὰ καὶ πρὸς ἀνθρώπους τοὺς ἐπὶ βλάβῃ παραγιγνομένους. μέχρι μὲν οὖν τι- νὸς διὰ ταύτην ἀπείχοντο τοῦ συγγενοῦς, ὅσον ἐβάδι- ζεν εἰς τὴν αὐτὴν κοινωνίαν τῶν ἀναγκαίων καὶ χρείας τινὰς παρείχετο πρὸς ἑκάτερον τῶν εἰρημένων· ἐλ- θόντος δὲ ἐπὶ πλέον τοῦ χρόνου καὶ τῆς διʼ ἀλλήλων γενέσεως μακρὰν προηκούσης, ἐξεωσμένων δὲ τῶν ἀλλοφύλων ζῴων καὶ τῆς παρασπάσεως, ἐπιλογισμὸν ἔλαβόν τινες τοῦ συμφέροντος ἐν ταῖς πρὸς ἀλλήλων τροφαῖς, οὐ μόνον ἄλογον μνήμην.

ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλ- λήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατασκευά- ζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην. πειρώμε- νοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πό- λεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολου- θήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλ- λον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετʼ ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν· ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τοὺτου φθορὰν διατηρού- μενον. ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθʼ ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. οὐ- δὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτʼ ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγ- καίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχουσαν τῆς καθ- εστώσης λυμαίνοιτʼ ἄν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετ- έχον, τὸ δὲ μόνον τὴν ἀνεθεἵσαν ἡμῖν ἐκ τῆς γῆς τρο- φὴν καταναλίσκον. διʼ ὅ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἀπλῶς τῶν ἀγρίων προσα- γορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἕππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. ὅθεν τὰ μὲν ἄρδην φθεί- ρομεν,τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.

διὰ παραπλησίους ταῖς εἰρημέναις αἰτίας καὶ τὰ περὶ τὴν ἐδωδὴν διορισθῇναι τῶν ἐμψύχων νομιστέον ὑππὸ τῶν ἐξ ἀρχῆς ταῦτα καταλαβόντων νόμῳ, ἐπὶ δὲ τῶν οὐκ ἐδωδίμων αἴτιον τὸ συμφέρον καὶ ἀσύμφο- ρον· ὥστε τοὺς λέγοντας ὅτι πᾶν τὸ καλὸν καὶ δί- καιον κατὰ τὰς ἰδίας ὑπολήψεις ἐστὶ περὶ τῶν νενο- μοθετημένων, ἠλιβάτου τινὸς γέμειν εὐηθείας. οὐ γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλʼ ὅνπερ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ ἑτέρων μυρίων εἰδῶν, ἀλλὰ διαμαρτάνουσιν ἐν πολ- λοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. καὶ γὰρ τὰ παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλʼ οἱ μὲν τῶν ἀδιαφόρων δοξάζον- τες εἶναι παραλείπουσιν, οἱ δὲ τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθόλου συμφέροντα πανταχοῦ τινὲς οἴονται συμφέρειν. ὅθεν διὰ τὴν αἰ- τίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὐτοὺς λυσι- τελῆ καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν· ὧν ἔστι καὶ τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας ἴδιον, οἷς οὐκ ἀναγκαῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. εἰ μὲν οὖν ἠδύναντο ποιή- σασθαί τινα συνθήκην ὥσπερ πρὸς ἀνθρώπους οὕτω καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μηδὲ πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγνετο πρὸς τὴν ἀσφάλειαν. ἐπειδὴ δὲ τῶν ἀμηχά- νων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων λόγον, διὰ μὲν τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευάσασθαι πρὸς τὴν ἀπὸ τῶν ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλλὸ περ ἢ τῶν ἀψύ- χων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν εἰς τὸ κτείνειν αὐτά, μόνως ἔστι τὴν ἐνδεχο- μένην ἔχειν ἀσφάλειαν. τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπι- κουρείων.

λοιπὸν δὲ ὁ πολὺς καὶ δημώδης ἄνθρωπος ἃ λέ- γειν εἴωθεν παραθετέον. τοὺς γὰρ παλαιούς φασιν τῶν ἐμψύχων ἀποσχέσθαι οὐ διʼ εὐσέβειαν, διὰ δὲ τὸ μήπω εἰδέναι τὴν τοῦ πυρὸς χρῆσιν· ὡς δʼ ἔμαθον, τιμιώτατόν τε καὶ ἱερώτατον νομίσαι Ἑστίαν τε προσ- ειπεῖν καὶ συνεστίους ἀπὸ τούτου γενέσθαι καὶ λοι- πὸν χρήσασθαι τοῖς ζῴοις. εἶναι μὲν γὰρ κατὰ φύσιν ἀνθρώπῳ τὸ σαρκοφαγεῖν, παρὰ φύσιν δὲ τὸ ὠμοφα- γεῖν. πυρὸς οὖν εὑρεθέντος ἀπολαβεῖν τὸ κατὰ φύσιν διʼ ἑψήσεως, προσεμένους τὰ κρέα. διʼ ἃ “ὠμοφάγοι” μὲν οἱ “θῶες” καὶ ἐν ὀνείδει τὸ “ὠμὸν βεβρώθοις Πρίαμον” καὶ “ὤμι” ἀποτεμνόμενον κρέα ἔδμεναι,ʼʼ ὡς ἂν δὴ τοῖς ἀθέοις ἀποδεδομένης τῆς τῶν κρεῶν ὠμο- αγίας..... “κρεῶν πίνακας παρέθηκεν ἀείρας παν- τοίων.” τὸ μὲν οὖν πρῶτον οὐ προσεφέροντο τὰ ἔμ- ψυχα· οὐ γὰρ ἦν ὠμοφάγον ζῷον ὁ ἄνθρωπος· ὡς δὲ ἡ τοῦ πυρὸς εὑρέθη χρῆσις, πυρικμήτοις οὐ μόνον τοῖς κρέασιν, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὡς εἰπεἴν, τοῖς πλείστοις βρωτοῖς ἐχρῶντο. ὅτι μὲν γὰρ οὐκ ὠμοφά- γον ὁ ἄνθρωπος δηλοῖ τινὰ ἔθνη ἰχθυοφάγα· τοὺς γὰρ ἰχθῦς ὀπτῶσιν, οἱ μὲν ἐπειδὰν αἱ πέτραι μάλιστα διάπυροι γένωνται ὑπὸ τοῦ ἡλίου, οἱ δὲ καὶ ἐν ἄμμῶ. ὅτι δὲ σαρκοφάγον, αὐτὸ τοῦτο δηλοῖ τὸ μηδὲν ἔθνος ἀπέχεσθαι ἐμψύχων· καὶ οὐ κατὰ διαστροφὴν οἱ Ἕλ- ληνες προσήκαντο, ἐπεὶ καὶ τοῖς βαρβάροις ταὐτόν ἐστιν ἔθος.

ὁ δὲ κελεύων μὴ ἐσθίειν καὶ ἄδικον ἡγού- μενος, οὐδὲ κτείνειν δίκαιον ἐρεῖ οὐδὲ ψυχὰς ἀφαι- ρεῖσθαι. ἀλλὰ μὴρρ πρός γε τὰ θηρία πόλεμος ἡμῖν ἔμφυτος ἅμα καὶ δίκαιος. τὰ μὲν γὰρ ἑκόντα ἐπιτί- θεται τοῖς ἀνθρώποις, ὥσπερ λύκοι καὶ λέοντες· τὰ δʼ οὐχ ἑκόντα, ὥσπερ οἱ ἔχεις· πατηθέντες γὰρ ἐνίοτε δάκνουσιν· καὶ τὰ μὲν τοῖς ἀνθρώποις ἐπιτίθεται, τὰ δὲ τοὺς καρποὺς φθείρει· ὑπὲρ ὧν πάντων μέτιμεν ταῦτα, καὶ τὰ κατάρξαντα θηρία κτείνομεν καὶ τὰ μὴ κατάρξαντα, ὡς μή τι πρὸς αὐτῶν πάθωμεν. οὐκ ἔστιν γὰρ ὅστις ἰδὼν ὄφιν οὐκ ἔκτεινε δυνάμενος, ὡς μήτʼ αὐτὸς δηχθείη μήτʼ ἄλλος ἀπλῶς ἄνθρωπος· οὐ γὰρ μόνον ἐστὶ μῖσος κατὰ τῶν κτεινομένων, ἀλλὰ καὶ στοργὴ πρὸς ἄνθρωπον ἀνθρώπου. δικαίου δʼ ὄντος τοῦ πρὸς τὰ θηρία πολέμου, πολλῶν ἀπεχόμεθα τῶν συνανθρωπούντων. ὅθεν οἱ Ἕλληνες οὔτε κυνοφα- γοῦσιν, οὔθʼ ἵππους ἐσθίουσιν οὔτʼ ὄνους· ὗς μέντοι ἐσθίουσιν, ὡς ταὐτοῦ γένους τοῖς ἀγρίοις τὸ ἥμερον· ὡσαύτως τε τοὺς ὄρνιθας. οὐδὲ γάρ ἐστι χρήσιμον πρὸς ἄλλο τι ὗς ἢ πρὸς βρῶσιν. Φοίνικες δὲ καὶ Ἰου- δαῖοι ἀπέσχοντο, ὅτι οὐδʼ ὅλως ἐν τοῖς τόποις ἐφύετο· ἐπεὶ οὐδὲ νῦν ἐν Αἰθιοπίᾳ φασὶν ὁρᾶσθαι τὸ ζῷον τοῦτο. ὡς οὖν κάμηλον ἢ ἐλέφαντα Ἐλλήνων οὐδεὶς θεοῖς ἔθυσε, παρʼ ὅσον οὐδʼ ἤνεγκεν ἡ Ἑλλὰς ταῦτα τὰ ζῷα, οὕτως οὐδʼ ἐν Κύπρῳ ἢ Φοινίκῃ θεοῖς προσ- ήχθη τὸ ζῷον τοῦτο, παρʼ ὅσον οὐκ ἦν ἐντόπιον· οὐδὲ Αἰγύπτιοι θεοἵς θύουσιν ὗν παρὰ τὴν αὐτὴν αἰτίαν. τὸ δʼ ὅλως ἀπέχεσθαι τοῦ ζῴου τινὰς ὅμοιόν ἐστιν τῷ μηδʼ ἄν ἡμᾶς ἐθελῆσαι καμήλεια ἐσθίειν.

διὰ τί δʼ ἂν τις καὶ ἀπόσχοιτο τῶν ἐμψύχων; ἆρά γε τὴν ψυχὴν χείρω ποιεῖ ἢ τὸ σῶμα; δῆλον δʼ ἐστὶν ὡς οὐδέτερον. τὰ γὰρ σαρκοφαγοῦντα ζῷα συνετώτερα τῶν ἄλλων. θηρευτικὰ γοῦν ἐστὶ καὶ τέχνην ἔχει ταύτην, ἀφʼ ἧς περιποιεῖται τὸν βίον, ἰσχύν τε καὶ ἀλκὴν κέκτηται, ὥσπερ λέοντες καὶ λύκοι· ὥσθʼ ἡ κρεοφαγία οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα λυμαίνεται. δῆλον δʼ ἐστὶ κἀκ τοῦ τοὺς ἀθλητὰς τὰ σώματα κρείσσω τῇ κρεοφαγίᾳ παρέχειν, κἀκ τῶν ἰατρῶν, οἵ τὰ ἐκ τῆς ἀρρωστίας σώματα ἀναλαμβάνουσι ταῖς κρεοφαγίαις. τοῦ δὲ μὴ ὑγιῶς δοξάσαι τὸν Πυθαγόραν σημεῖον οὐ μικρόν· τῶν γὰρ σοφῶν ἀνδρῶν οὐδεὶς ἐπείσθη, οὔτε τῶν ἑπτὰ οὔτε τῶν ὕστερον γενομένων φυσικῶν, ἀλλʼ οὐδʼ ὁ σοφώτατος Σωκράτης οὐδʼ οἱ ἀπὸ Σωκράτους.

φέρε δὲ καὶ πεισθῆναι πάντας ἀνθρώπους τῷ δόγματι. τίνα τοίνυν ἡ ἐπιγονὴ τῶν ζῴων ἔξει μοῖραν; ὗς μὲν γὰρ ὅσα τίκτει καὶ λαγὼς οὐδένα λανθάνει. πρόσθες δὲ καὶ τἄλλα ζῷα πάνθʼ ἀπλῶς. πόθεν οὖν τούτοις ἡ νομή, καὶ τί πείσονται οἱ γεωργοί; καὶ γὰρ φθειρο- μένων τῶν καρπῶν τοὺς φθείροντας οὐκ ἀποκτείνου- σιν, ἡ γῆ τε τὸ πλῆθος οὐκ οἴσει τῶν ζῴων, τό τε θνή- σκοντα ἐκ τῆς σηπεδόνος φθορὰν ἐμποιήσει, λιμοῦ τε κατασχόντος οὐκ ἔσται καταφυγή. θάλασσα μὲν γὰρ καὶ ποτσμοὶ καὶ λίμιναι ἰχθύων πεπλήσονται, ὁ δὲ ἀὴρ ὀρνίθων, ἡ δὲ γῆ πλήρης ἑρπετῶν παντοίων.

πόσοι δὲ πρὸς θεραπείαν ἐμποδισθήσονται ἀπεχόμενοι τῶν ζῴων; τοὺς γοῦν τῶν ὄψεων ἀποτυφλουμένους ἔστιν ἰδεῖν ἔχεως βρώσει τηρήσαντας ὅρασιν. Κρατεροῦ τοῦ ἰατροῦ οἰκέτης ξένῳ περιπεσὼν νοσήματι, τῶν σαρκῶν ἀπόστασιν λαβουσῶν ἐκ τῶν ὀστῶν, τοῖς μὲν φαρμά- κοις ὠφέλητο οὐδέν· ἰχθύος δὲ τρόπῳ ἔχει σκευα- σθέντι καὶ βρωθέντι διεσώθη, τῆς σαρκὸς συγκολλη- θείσης. πολλὰ δὲ καὶ ἄλλα ζῷα θεραπεύει προσενε- χθέντα καὶ τῶν ζῴων ἕν ἕκαστον μέρος. ὅ δὴ πάντα παραιρεῖται ὁ παραιτούμενος τὰ ἔμψυχα.

εἰ δέ, ὡς φασί, καὶ τὰ φυτὰ ψυχὴν ἔχει, ποῖος ἄν εἴη ὁ βίος, μήτε ζῴων μήτε φυτῶν ἡμῶν ἀποτεμνόντων; εἴπερ δὲ μὴ ἀσεβεῖ ὁ τὰ φυτὰ κατακόπτων, οὐδʼ ὁ τὰ ζῷα.

ἀλλʼ οὐ χρῆναι φήσει τις κτείνειν τὸ ὁμόφυλον, εἴ γε ὁμοούσιοι αἱ τῶν ζῴων ψυχαὶ ταῖς ἡμετέραις. ἀλλʼ εἰ μὲν ἑκούσας τις εἰσκρίνεσθαι τὰς ψυχὰς δίδωσι, νεό- τητος ἐρώσας ἄν τις φαίη εἰσκρίνεσθαι [ἐν γὰρ ταύτῃ πάντων ἀπόλαυσις]. διὰ τί οὖν οὐκ εἰς ἀνθρώπου πάλιν εἰσεδύοντο φύσιν; εἰ δὲ ἑκούσας μὲν καὶ νεό- τητος ἔρωτι, διὰ δὲπαντὸς εἴδους ζῴων, κεχαρισμένον ἄν εἴη αὐταῖς τὸ ἀναιρεῖσθαι. ἡ γὰρ ἐπάνοδος ταχίων ἐπὶ τὸν ἄνθρωπον, τά τε σώματα ἐσθιόμενα λύπην οὐκ ἂν ἐντίκτοι ταῖς ψυχαῖς ὡς ἄν ἀπηλλαγμέναις αὐ- τῶν, ἔρως δʼ ἂν αὐταῖς εἴη ἐν ἀνθρώπου φύσει γενέ- σθαι, ὥσθʼ ὅσον ἂν λυποῖντο ἐκλείπουσαι τὸ ἀνθρώ- πινον, ἐπὶ τοσοῦτο χαίροιεν ἀπολείπουσαι τὰ ἄλλα σώματα. ταχίων γὰρ ἡ ἐπὶ τὸν ἂνθρωπον ἐπάνοδος, ὅς τῶν ἀλόγων δεσπόζει πάντων ὡς ὁ θεὸς ἀνθρώ- πων. αἰτία τοίνυν ἱκανὴ ἀναιρεῖν τὰ ἂλογα ζῷα, ἐφʼ ὅσον ἀδικεῖ κτείνοντα τοὺς ἀνθρώπους. εἰ δʼ εἰσὶν αἱμὲν τῶν ἀνθρώπων ἀθάνατοι ψυχαί, αἱ δὲ τῶν ἀλό- γων θνηταί, οὐκ ἀδικοῦμεν οἱ ἄνθρωποι τὰ ἄλογα κτείνοντες, ὥσπερ ὠφελοῦμεν, εἴπερ εἰσὶν ἀθάνατοι, κτείνοντες· εἰς ἐπάνοδον γὰρ τῆς ἀνθρωπἴνης φύσεως τοῦτο δρῶμεν.

εἰ δʼ ἀμύνομεν, οὐκ ἀδικοῦμεν, ἀλλʼ ἀδικοῦντα μετερχόμεθα. ὥστʼ εἰ μὲ νἀθάνατοι αἱ ψυ- χαί, κτείνοντες ὠφελοῦμεν· εἰ δὲ αἰ τῶν ἀλόγων θνη- ταί, κτείνοντες οὐδὲν ἀσεβὲς πράττομεν. εἰ δὲ καὶ ἀμύνομεν, πῶς οὐκ ἐν δίκῃ πράττομεν; ὄφιν μὲν οὖν καὶ σκορπίον, κἄν μὴ ἐπίωσιν ἡμῖν, κτείνομεν, ἵνα μηδʼ ἄλλος πρὸς αὐτῶν τι πάθῃ, τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀμύνοντες· ἐπιχειροῦντα δὲ τοῖς ἀνθρώ- ποις ἢ τοῖς συνανθρωποῦσιν ἢ τοῖς καρποῖς, πῶς οὐκ ἂν δικαίως κτείνοιμεν;

εἰ δʼ ἅπαξ ἀδικίαν τις ταύτην ἡγεῖται, μήτε γάλακτι χρήσθω μήτʼ ἐρίῳ μήτε ὠοῖς, μήτε μέλιτι. ὡς γὰρ ἄνθρωπον ἀδικεῖς ἀφαιρούμενος τὴν ἐσθῆτα, οὕτως καὶ τὴν ὄιν πέξας· ἐσθὴς γὰρ αὕτη τοῦ προβάτου· καὶ τὸ γάλα οὐ σοὶ γέγονεν, ἀλλὰ τοῖς ἀποκυηθεῖσι τέκνοις· ἥ τε μέλισσα ταύτην αὑτῇ τρο- φὴν συνελέξατο, ἣν ἀφελόμενος ἡδονὴν σαυτῷ κατε- σκεύασας. καὶ τὸν τῶν Αἰγυπτίων λόγον σεσίγηκα, ὅτι καὶ τῶν φυτῶν ἀδικοῦμεν ἁπτόμενοι. εἰ δὲ ταῦθʼ ἡμῶν χάριν γέγονεν, καὶ ἡ μέλισσα ἡμῖν δουλεύουσα τὸ μέλι ἐργάζεται καὶ τὸ ἔριον ἐπιφύεται τῶν προβά- των, ὅ ἡμῖν κόσμος καὶ ἀλέα.

αὐτοῖς δὲ τοῖς θεοῖς εἰς εὐσέβειαν συντελοῦντες ζῷα θύομεν· καὶ αὐτῶν ὁ μὲν Ἀπόλλων λυκοκτόνος, ἡ δὲ Ἄρτεμις θηροκτόνος· ἐπεὶ καὶ οἱ ἡμίθεοι καὶ οἱ ἥρωες πάντες καὶ γένει καὶ ἀρετῇ ἡμῶν προύχοντες ἐδοκίμασαν τὴν τῶν ἐμψύ- χων προσφοράν, ὥστε καὶ θεοῖς θύειν δωδεκῇδας καὶ ἑκατόμβας. ὁ δὲ Ἡρακλῆς ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τούτῳ ὑμνεῖται, ὅτι βουφάγος ἦν.

τὸ δὲ λέγειν ὅτι πόρρωθεν Πυθαγόρας ἠσφαλίζετο τῆς ἀλληλοφαγίας ἀποκρουόμενος τοὺς ἀνθρώπους, εὔηθες. εἰ μὲν γὰρ οἱ κατὰ Πυθαγόραν πάντες ἄνθρωποι ἀλλήλους ἤσθιον, ληρώδης ὁ καὶ τῶν ἄλλων ζῴων ἀποσπῶν τοὺς ἀνθρώπους, ἵνα τῆς ἀλληλοφαγίας ἀποστήσῃ. διὰ τούτου γὰρ ἔμελλε μᾶλλον αὐτοὺς προτρέψεσθαι, ἀποφαίνων ὡς ἴσον ἐστὶν ἀλλήλους ἐσθίειν καὶ ὑῶν τε καὶ βοῶν σάρκας ἐμφορεῖσθαι. εἰ δὲ μὴ ἦν ἀλληλο- φαγία τότε, τί ἔδει τούτου τοῦ δόγματος; εἰ δʼ ἑαυτῷ καὶ τοῖς ἑταίροις τὸν νόμον ἐτίθει, αἰσχρὰ ἡ ὑπόθε- σις· ἀλληλοφάγους γὰρ ἀποδείκνυσι τοὺς Πυθαγόρᾳ συμβιώσαντας.

τοὐναντίον δὲ συμβήσεσθαι ὧν οὗτος ἐστοχάζετο. εἰ γὰρ ἀποστησόμεθα τῶν ἐμψύχων, οὐ μόνονπλούτου τοῦ τοιούτου καὶ ἡδονῆς ἀπολειψόμεθα, . ἀλλὰ καὶ τὰς ἀρούρας ἀπολοῦμεν φθειρομένας ὑπὸ τῶν θηρίων, ὑπό τε ὄφεων καταλήψεται πᾶσα ἡ γῆ αὶ κτῶν πετεινῶν, ὥστε καὶ τοὺς ἀρότους χαλεπῶς γίγνεσθαι καὶ τὰ σπαρέντα εὐθύς τε ὑπὸ τῶν ὀρνίθων ἀναλέγεσθαι καὶ τὰ τελεωθέντα ὑπὸ τῶν τετραπόδων ἅπαντα ἀναλίσκεσθαι. τοσαύτης δὲ ἀπορίας βρωτῶν γιγνομένης, ἀνάγκη πικρὰ καταλήψεται ἐπʼ ἀλλήλους τραπέσθαι.

καὶ μὴν καὶ οἱ θεοὶ συντάξεις τε πολλοῖς θεραπείας ἕνεκα δεδώκασιν τὰς ἐκ θηρίων, καὶ πλή- ρης γε ἡ ἱστορία, ὡς αὐτοὶ προσέταξάν τισι καὶ θύειν αὐτοῖς καὶ προσφέρεσθαι τῶν τυθέντων. ἐν δὲ τῇ καθόδῳ τῶν Ἡρακλειδῶν οἱ ἐπὶ τὴν Δακεδαίμονα στρατεύοντες μετʼ Εὐρυσθένους καὶ Προκλέους ἐν ἀπορίᾳ τῶν ἀναγκαίων ὄφεις ἔφαγον, οὓς ἔδωκεν ἡ γῆ τότε τροφὴν τῷ στρατοπέδῳ. ἄλλῳ δὲ στρατῷ πεινῶντι κατὰ τὴν Διβύην ἐνέπεσε νέφος ἀκρίδων. ἐν τοῖς Γαδείροις καὶ τόδε συνέτυχε. Βόγος ἦν βασι- λεὺς Μαυρουσίων ὁ ἐν Μεθώνῃ σφαγεὶς ὑπʼ Ἀγρίπ- πα· οὗτος ἐπεχείρησε τῷ Ἡρακλείῳ πλουσιωτάτῳ ὄντι ἱερῷ. ἔστι δὲ νόμος τοῖς ἱερεῦσιν ὁσημέραι τὸν βω- μὸν αἱμάσσειν. τοῦτο δὲ ὅτι οὐ γνώμῃ γίγνεται ἀν- θρώπων, ἀλλὰ κατὰ θεόν, ὁ τότε καιρὸς ἀπέδειξε. τῆς γὰρ πολιορκίας ἐγχρονιζομένης ἐπέλιπε τὰ ἱερεῖα. ὁ. δὲ ἱερεὺς ἐν ἀπορίᾳ γενόμενος ὄνειρον ὁρᾷ τοιόνδε. ἐδόκει ἑστάναι μέσος τῶν στηλῶν τῶν Ἡρακλείων, ἔπειτʼ ἄντικρυς τοῦ βωμοῦ ὁρᾶν ὄρνιν καθεζόμενον καὶ πειρώμενον ἐφίπτασθαι· ἐπιπτάντα δὲ εἰς τὰς χεῖρας ἐλθεῖν αὐτοῦ· ᾧ δὴ καὶ τὸν βωμὸν αἱμάξαι. τοῦτʼ ἰδὼν ἅμʼ ἡμέρᾳ ἐξαναστὰς ἐπὶ τὸν βωμὸν ἦλθεν καὶ ὥσπερ ἐν τῷ ὀνείρῳ στὰς ἐπὶ τοῦ πύργου ἀποβλέ- πει· ὁρᾷ τε τὸν ὄρνιν ἐκεῖνον οἷον ἐν τοῖς ὕπνοις, ἐλπίσας τε ἐκβαίνειν τοὐνύπνιον ἔστη. καταπτὰς δʼ ὁ ὄρνις ἐπὶ τοῦ βωμοῦ ἐκαθέζετο, εἰς τὰς χεῖράς θʼ αὑτὸν ἔδωκε τοῦ ἀρχιερέως, καὶ οὕτως ἱερεύθη καὶ ὁ βωμὸς ᾑμάχθη. τούτου δʼ ἐστὶν ἐνδοξότερον τὸ γεγο- νὸς ἐν Κυζίκῳ. πολιορκοῦντος γὰρ αὐτὴν Μιθραδά- του ἡ τῆς Περσεφόνης ἑορτὴ ἐπέστη, ἐν ᾗ βοῦν χρὴ θῦσαι. αἱ δʼ ἱεραὶ ἀγέλαι ἐνέμοντο τῆς πόλεως ἄντι- κρυς, ἐξ ὧν ἔδει τὸ ἱερεῖον γενέσθαι, ἤδη δὲ ἦν καὶ τὸ σημεῖον ἐπικείμενον. τῆς δʼ ὥρας αἰτούσης ἡ βοῦς ἐμυκήσατο διενήξατό τε τὸν πόρον· ὥς τε ἀνέῳξαν τὴν πύλην οἱ φύλακες, ἡ δὲ δρόμῳ διῇξε κἀπὶ τοῦ βωμοῦ παρέστη, τῇ θεῷ τε ἐτελέσθη τὸ θῦμα. οὐκ ἀπεικότως ἄρα εὐσεβέστατον εἶναι νομίζουσι τὸ πλεῖ- στα θῦσαι, εἴπερ ἀρεστὸν θεοῖς φαίνεται τὸ θύειν.

ποία δὲ ἄν τις γένοιτο πόλις, εἰ πόντες οἱ πολῖται ταύ- την ἔχοιεν τὴν γνώμην; πῶς γὰρ ἄν ἀμύναιντο πολε- μίους ἐπὶ σφᾶς ἰόντας, τὴν μεγίστην ποιούμενοι φυ- λακὴν μή τινα αὐτῶν ἀποκτείνωσιν; παραχρῆμα τοί- νυν ἀνάστατοι γίγνοιντʼ ἄν· ἄλλα δʼ ὅσα δυσχερῆ συμβαίνειν ἀνάγκη, μακρὸν ἄν ἔργον εἴη λέγειν. ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτείνειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόντων γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βε- . βρεγμένους, τῶν δὲ μετʼ ἐκείνους ταύτην μὲν ἀποδο- κιμασάντων τὴν δίαιταν, διὰ δὲ τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένωντοῖς ἀθληταῖς, πρῶτον περιε- λόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρουσαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς.

τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται. μέλλοντες δὲ πρός τε ταύτας καὶ τὰς τῶν πολλῶν ὑπολήψεις ἀντιλέγειν εἰκότως ἄν προλέγοιμεν ταῦτα.

πρῶτον μὲν τοίνυν ἰστέον ὡς οὐ παντὶ τῷ βίῳ τῶν ἀνθρώπων ὁ λόγος μου τὴν παραίνεσιν οἴσει· οὔτε γὰρ τοῖς τὰς βαναύσους τέχνας μετερχομένοις, οὔτʼ ἀθληταῖς σωμάτων, οὐ στρατιώταις, οὐ ναύταις, οὐ ῥήτορσιν, οὐ τοῖς τὸν πραγματικὸν βίον ἐπανελομέ- νοις· ἀνθρώπῳ δὲ λελογισμένῳ, τίς τ’ ἔστι καὶ πόθεν ἐλήλυθεν ποῖ τε σπεύδειν ὀφείλει, τά τε περὶ τροφὴν κἀν τοῖς ἄλλοις καθήκουσιν ἐξηλλαγμένα τῶν κατὰ τοὺς ἄλλους βίους ὑποτιθεμένῳ. οὐδὲν ἄρα πρὸς τοὺς ἄλλους ἢ τοιούτους γρύξαιμεν ἄν· οὐδὲ γὰρ ἐν τῷ κοι- νῷ τούτῳ βίῳ ἡ αὐτὴ δήπου παραίνεσις τῷ τε καθεύ- δοντι καὶ εἰ τύχοι τοῦτο διὰ βίου σπουδάζοντι τά τε ὑπνωτικὰ πανταχόθεν παρασκευασαμένῳ, καὶ τῷ προθυμουμένῳ μὲν τὸν ὕπνον ἀποκρούειν, πᾶν δὲ τὸ περὶ αὑτὸν πρὸς ἀγρυπνίαν συντάξαντι. ἀλλὰ τῷ μὲν ἀνάγκη καὶ μέθην καὶ κραιπάλην καὶ πλησμονὴν ὑπο- τίθεσθαι, σκοτεινόν τε οἶκον καὶ στρωμνὴν μαλακὴν εὐρεῖάν τε καὶ πίειραν, ὡς φασὶν οἱ ποιηταί, παραι- νεῖν ἐκλέγεσθαι, καὶ πᾶν καρωτικὸν ἀργίας τε καὶ λήθης ποιητικόν, εἴτε ὀσφραντὸν εἴτʼ ἐπίχριστον εἴτε ποτὸν ἢ βρωτὸν προσάγειν φάρμακον· τῷ δὲ νηφά- λιον μὲν καὶ ἄοινον τὸ ποτόν, λεπτὸν δὲ τὸ σιτίον καὶ ἐγγὺς τεῖνον ἀποσιτίας, φωτεινὸν δὲ τὸν οἶκον καὶ ἀέρος λεπτοῦ καὶ πνεύματος μέτοχον, φροντίδων δὲ καὶ μερίμνης ἀνακίνησιν σύντονον ποιεῖσθαι, κοὶ τὴν κοίτην λιτήν τε καὶ ξηρὰν παρασκευάζειν. εἰ μὲν γὰρ πρὸς τοῦτο πεφύκαμεν, λέγω δὲ τὸ διαγρυπνεῖν, ὡς ἔνι μάλιστα ὀλίγον τι διδόντες τῷ ὕπνῳ, καθʼ ὅσον οὐκ ἐν χώρῳ ἐσμὲν τῷ τῶν διʼ αἰῶνος ἀγρύπνων, ἢ οὐδὲ πρὸς τὸ καθεύδειν συνέστημεν, ἄλλος ἂν εἴη λόγος καὶ μακρῶν δεόμενος ἀποδείξεων.

τῷ δὲ ἅπαξ τὸ γοήτευμα τῆς ἐνταῦθʼ ἡμῶν διατριβῆς καὶ τοῦ οἴκου, ἐν ᾧ διάγομεν, ὑποπτεύσαντι τό τε αὑτοῦ ἄγρυ- πνον φύσει κατιδόντι καὶ τὸ ὑπνοποιὸν τοῦ χώρου, ἐν ᾧ διατρίβει, φωράσαντι, τούτῳ διαλεγόμενοι τὴν ἀκό- λουθον τῇ τε ὑποψίᾳ τοῦ χώρου καὶ τῇ αὑτοῦ γνώσει τροφὴν παραδίδομεν, τοὺς καθεύδοντας ἐᾶν παρειμέ- νους ἐν τοῖς σφῶν δεμνίοις παρακελευόμενοι, εὐλα- βούμενοι μὴ ὥσπερ ὀφθαλμίας οἱ εἰς τοὺς ὀφθαλμιῶν- τας ἐμβλέποντες ἢ χάσμης οἱ συνόντες τοῖς χασμωμέ- νοις, οὕτως νυσταγμῶν ἐμπλησθῶμεν καὶ ὕπνου, ψυγ- μοῦ τε πλήρους ὄντος τοῦ τόπου, ἐν ᾧ διατρίβομεν, ἐπιτηδείως τε ἔχοντος ὀφθαλμοὺς ῥευματίζειν, ἅτε καὶ λιμνώδους ὄντος, καὶ πρὸς καρηβαρίαν καὶ λήθην πάντας τῶν ἐν αὐτῷ καθελκουσῶν ἀναθυμιάσεων. εἰ μὲν οὖν καὶ οἱ νομοθέται τὰ κατὰ τοὺς νόμους διέ- ταξαν ταῖς πόλεσι πρὸς τὸν θεωρητικὸν ἀνάγοντες βίον καὶ ζωὴν τὴν κατὰ νοῦν, χρῆν δήπου πειθομένους ἐκείνοις κοὶ τὰς περὶ τῶν τροφῶν προσίεσθαι συγχω- ρήσεις. εἰ δὲ οὗτοι μὲν πρὸς τὸν κατὰ φύσιν λεγόμε- νον μέσον βίον ἀφορῶντες, καὶ ἃ πρόσοιντʼ ἂν καὶ οἱ πολλοί, οἷς τὰ ἐκτὸς ἀγαθὰ ἢ κακὰ καὶ τὰ τοῦ σώμα- τος ὡσαύτως ὑπείληπται, νομοθετοῦσιν, τί τις ἂν τὸν τούτων παραφέρων νόμον ἀνατρέποι βίον νόμου μὲν παντὸς γραπτοῦ καὶ πρὸς τοὺς πολλοὺς κειμένου κρείττονα, τὸν δὲ ἄγραφον καὶ θεῖον μάλιστα διώ- κοντα; ἔχει γὰρ οὕτως.

οὐκ ἔστιν ἡ εὐδαιμονικὴ ἡμῖν θεωρία λόγων ἄθροισις καὶ μαθημάτων πλῆθος, ὡς ἄν τις οἰηθείη, συνισταμένη κατὰ τοῦτο, οὐδʼ ἐν τῷ ποσῷ τῶν λόγων λαμβάνει τὴν ἐπίδοσιν· οὕτω γὰρ οὐδὲν ἄν ἐκώλυεν τοὺς πᾶν μάθημα συνάγοντας εἶναι εὐδαίμονας. νῦν δʼ οὐχ ὅπως πᾶν μάθημα συμπλη- ροῖ τὴν θεωρίαν, ἀλλʼ οὐδὲ τὰ περὶ τῶν ὄντως ὄντων, ἐὰν μὴ προσῇ καὶ ἡ κατ᾿ αὐτὰ φυσίωσις καὶ ζωή. τριῶν γάρ, φασίν, ὡς καθʼ ἕκαστον σκοπὸν τελῶν ὄντων, ἡμῖν τοῦ τυχεῖν τῆς τοῦ ὄντος θεωρίας τὸ τέλος, τῆς τεύξεως τελούσης τὴν κατὰ δύναμιν τὴν ἡμετέραν σύμφυσιν τῷ θεωροῦντι καὶ θεωρουμένῳ· οὐ γὰρ εἰς ἄλλο, ἀλλʼ εἰς τὸν ὄντως αὐτὸν ἡ ἀναδρομή· οὐδὲ πρὸς ἄλλο, ἀλλὰ πρὸς τὸν ὄντως αὐτὸν ἡ σύμφυσις. αὐτὸς δὲ ὄντως ὁ νοῦς, ὥστε καὶ τὸ τέλος τὸ ζῆν κατὰ νοῦν. καὶ πρὸς τοῦτο καὶ οἱ λόγοι καὶ τὰ μαθήματα τὰ ἔξωθεν, καθαρτικὸν ἐπέχοντα τρόπον ἡμῶν, οὐ συμπληρωτικὸν τῆς εὐδαιμονίας. ὅθεν εἰ μὲν ἐν λό- γων ἀναλήψει ἀφώριστο τὸ εὔδαιμον, οἷόν τʼ ἦν ὀλι- γωροῦντας καὶ τροφῶν καὶ ποιῶν ἔργων τυγχάνειν τοῦ τέλους. ἐπεὶ δὲ ζωὴν δεῖ ἀντὶ ζωῆς ἀλλάξασθαι τῆς νῦν διὰ λόγων καὶ ἔργων καθαρθέντας, φέρε ποῖοι λόγοι καὶ τίνα ἔργα εἰς ταύτην ἡμᾶς καθίστησι σκεψώμεθα.

ἆρʼ οὖν οὐ τὰ μὲν χωρίζοντα ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν κατʼ αὐτὰ παθῶν, ἀνάγοντα δὲ πρὸς νοερὰν καὶ ἀφάνταστον ἀπαθῆ τε ζωὴν καθʼ ὅσον οἷόν τε, ταῦτα ἄν εἴη· τὰ δʼ ἐναντία ἀλλότρια καὶ ἀποβολῆς ἄξια; καὶ μᾶλλον ὅσῳ τοῦ μὲν ἀφίστη- σιν, πρὸς ὅ δὲ κατασπᾷ, οἶμαι ἀκόλουθον εἶναι συγ- χωρεῖν. ἐοίκαμεν γὰρ τοῖς εἰς ἀλλόφυλον ἔθνος ἢ ἑκοῦσιν ἀπεληλυθόσι καὶ μὴ μόνον τῶν οἰκείων ἐξ- ορίστοις, ἀλλὰ καὶ ἐκ τῆς ξένης ἐμπλησθεῖσι παθῶν τε καὶ ἐθῶν καὶ νομίμων ἐκφύλων καὶ πρὸς ταῦτα ῥοπὴν ἐσχηκόσιν. ὅνπερ οὖν τρόπον ὁ ἐκεῖθεν εἰς τὰ οἰκεῖα μέλλων ἐπανήκειν οὐ μόνον προθυμεῖται ὁδεύ- ειν, ἀλλὰ καί, ἵνα παραδεχθῇ, μελετᾷ μὲν ἀποτίθε- σθαι πᾶν εἴ τι προσέλαβεν ἀλλόφυλον, ἐπαναμιμνή- σκει δʼ ἑαυτὸν ὧν ἔχων ἐπελάθετο, ὧν ἄνευ παρα- δεχθῆναι οὐχ οἷόν τε πρὸς τῶν οἰκείων· τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς δεῖ ἐντεῦθεν, εἴπερ πρὸς τὰ ὄντως

τε καὶ λύπη· ὧν παρασκευαστικὴ μὲν ἡ αἴσθησις καὶ ἡ κατὰ τὴν αἴσθησιν ἀντίληψις, αἵ τε συνομαρτοῦσαι ταῖς αἰσθήσεσι φαντασίαι τε καὶ δόξαι καὶ μνῆμαι, ἐκ δὲ τούτων ἐγειρόμενα τὰ πάθη καὶ πᾶσα ἡ ἀλογία παχυνομένη κατάγει τὴν ψυχὴν καὶ τοῦ οἰκείου περὶ τὸ ἂν ἀποστρέφει ἔρωτος. ἀποστατέον ἄρα εἰς δύνα- μιν τούτων. αἱ δὲ ἀποστάσεις διὰ τῶν ἐκκλίσεων τῶν κατὰ τὰς αἰσθήσεις παθῶν καὶ τῶν κατὰ τὰς ἀλογίας, αἱ δὲ αἰσθήσεις ἢ διὰ τῶν ὁρατῶν ἢ τῶν ἀκουστῶν ἢ γευστῶν ἢ ὀσφραντῶν ἢ ἁπτῶν. οἷον γὰρ μητρόπολις ἡ αἴσθησις ἦν τῆς ἐν ἡμῖν ἐκφύλου τῶν παθῶν ἀποι- κίας. φέρε γὰρ ἴδε καθʼ ἑκάστην ὅσον τὸ ὑπέκκαυμα εἰσρεῖ τῶν παθῶν εἰς ἡμᾶς, τοῦτο μὲν ἐκ τῆς κατὰ τὰς θέας ἵππων τε ἁμίλλης καὶ ἀθλητῶν ἢ τῶν ἐκλε- λυγισμένων ὀρχήσεων, τοῦτο δὲ ἐκ τῆς ἐπιβλέψεως τῆς πρὸς τὸ θῆλυ, αἳ δέλεαρ τοῦ ἀλογίστου παντοίαις ἐπιθέτοις παγίσι χειροῦνται τὸ ἄλογον.

κατὰ γὰρ πάντα τὰ τοιαῦτα ἐκβακχευομένη ὑπὸ τῆς ἀλογίας ἀναπηδᾶν τε ποιεῖ καὶ ἐκβοᾶν καὶ κεκραγέναι, τῆς ἔξω ταραχῆς ἀπὸ τῆς ἔνδον ἐκκαομένης, ἣν ἀνῆψεν ἡ αἴσθησις. αἱ δὲ διὰ τῶν ἀκοῶν ἐμπαθεῖς οὖσαι κινήσεις ἔκ τε ποιῶν ψόφων καὶ ἤχων, αἰσχρορρημοσύνης τε καὶ λοιδορίας, ὡς τοὺς μὲν πολλοὺς τέλεον τοῦ λογισμοῦ ἐκδεδυκότος φέρεσθαι ποιοῦσιν οἰστρουμένους, τοὺς δʼ οὖ θηλυνομένους παντοίας στροφὰς ἑλίττεσθαι. θυμιαμάτων δὲ χρήσεις ἢ εὐώδεις πνοαί, αἵ τε τοὺς οὑτῶν ἔρωτας τοῖς ἐρασταῖς ἐμπορευόμεναι, τίνα λε- λήθασιν, ὅσην τῆς ψυχῆς τὴν ἀλογίαν πιαίνουσιν; περὶ γὰρ τῶν διὰ τῆς γεύσεως τί ἄν τις καὶ εἴποι πα- θημάτων, διπλοῦ μάλιστʼ ἀνταῦθα τοῦ δεσμοῦ συμ- πλεκομένου· τοῦ μὲν ὃν ἐκ τῆς γεύσεως τὰ πάθη πιαί- νει, τοῦ δὲ ὃν ἐκ τῆς ἐμφορήσεως τῶν ἀλλοτρίων σω- μάτων βαρύν τε καὶ δυνατὸν ἐργαζόμεθα; φάρμακα γάρ, ὥς πού τις τῶν ἰατρῶν ἔφη, οὐ μόνα τὰ σκευα- στὰ ὑπὸ τῆς ἰατρικῆς, ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν εἰς τροφὴν παραλαμβανόμενα σιτία τε καὶ ποτά· καὶ πολὺ μᾶλλον τὸ θανάσιμον ἐκ τούτων τῇ ψυχῇ ἀναδίδοται ἢ ἐκ τῶν φαρμακειῶν εἰς διάλυσιν τοῦ σώματος κατα- σκευάζεται. αἰ δὲ ἀφαὶ μόνον οὐ σωματοῦσαι τὴν ψυ- χὴν καὶ εἰς ἀνάρθρους ψόφους, οἷα δὴ σῶμα, πολλά- κις ἐκπίπτειν ἠρέθισαν. ἐξ ὧν αἱ μνῆμαι καὶ αἱ φαν- τασίαι αἵ τε δόξαι ἀθροιζόμεναι ἑσμὸν τῶν παθῶν ἐγείρονσαι, φόβων, ἐπιθυμιῶν, ὀργῶν, ἐρώτων, φίλ- τρων, λυπῶν, ζήλων, μεριμνῶν, νοσημάτων, τῶν ὁμοίων παθῶν πλήρη ἀπέδειξαν.

διʼ ὃ πολὺς μὲγ ὁ ἀγὼν τούτων καθαρεῦσαι, πολὺς δὲ ὁ πόνος ἀπαλλα- γῆναι αὐτῶν τῆς μελέτης, καὶ νύκτωρ καὶ μεθʼ ἡμέ- ραν τῆς κατὰ τὴν αἴσθησιν ἀναγκαίας συμπλοκῆς ἡμῖν παρούσης. ὅθεν ὅση δύναμις ἀποστατέον τῶν τοιού- των χωρίων, ἐν οἷς καὶ μὴ βουλόμενόν ἐστιν περιπί- πτειν τῷ πάθει· καὶ εὐλαβητέον τὴν ἐκ τῆς πείρας μάχην καὶ εἰ βούλει καὶ νίκην καὶ τὴν ἐκ τῆς ἀπειρίας ἀγυμνασίαν.

οὕτως γὰρ καὶ τῶν πρόσθεν ἀκούομεν κλέα ἀνδρῶν, Πυθαγορείων τε καὶ σοφῶν· ὧν οἱ μὲν τὰ ἐρημότατα χωρία κατῴκουν, οἱ δὲ καὶ τῶν πόλεων τὰ ἱερὰ καὶ τὰ ἄλση, ἐξ ὧν ἡ πᾶσα ἀπελήλαται τύρβη. Πλάτων δὲ τὴν Ἀκαδήμειαν οἰκεῖν εἵλετο, οὐ μόνον ἔρημον καὶ πόρρω τοῦ ἄστεος χωρίον, ἀλλὰ καί, ὡς φασίν, ἐπίνοσον. ἄλλοι δὲ καὶ τῶν ὀφθαλμῶν οὐκ ἐφείσαντο πόθῳ τῆς ἔνδον ἀπερισπάστου θεωρίας. εἰ δέ τις οἴεται συνανθρωπεύων καὶ ἐμπιπλὰς τὰς αἰ- σθήσεις τῶν κατʼ αὐτὰς παθῶν αὐτὸς μένειν ἀπαθής, λέληθεν αὑτὸν καὶ τοὺς αὐτῷ πειθομένους ἀπατῶν ἀγνοῶν τε ὡς πολὺ τῶν παθῶν καταδεδούλωται αὐτῇ ὑπὸ τοῦ πλήθους οὐκ ἀλλοτριώσει. οὐ γὰρ δὴ μά- την οὐδὲ τῆς φύσεως καταψευδόμενος τῶν φιλοσόφων ἔλεγεν ὁ φάς· “οὗτοι δέ που ἐκ νέων πρῶτον εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου) δικαστή- ριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιρειῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσιν κῶμοι, οὐδὲ ὄναρ πράττειν προσί- σταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονός, πρὸς ἀν- δρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θα- λάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν. οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐ- δοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα, πανταχῇ πέτεται κατὰ Πίνδαρον, εἰς τῶν ἐγγὺς οὐ- δὲν ἑαυτὴν συγκαθιεῖσα.

” διὰ γὰρ τούτων ὁ Πλάτων οὐ καθιέντα εἰς τὰ εἰρημένα φησὶν ἐξ αὐτῶν μένειν ἀπαθῆ, ἀλλʼ ἐκ τοῦ εἰς μηδὲν αὐτῶν συγκαθιέναι. διʼ ὃ οὔτε τὴν ὁδὸν οἶδεν, ὅπου τὸ δικαστήριον ἢ βουλευτήριον, οὔτʼ ἄλλο οὐδὲν τῶν κατὰ μέρος. οὐκ οἶδε μὲν καὶ ἀπαντᾷ, ἀπαντῶν δὲ καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις ἀπʼ αὐτῶν, ὅτι οὐδὲν οὐκ οἶδεν, ἀλλὰ τοὐ- ναντίον ἀπεχόμενον αὐτῶν φησίν, καὶ μὴ εἰδότα, οὐδʼ ὅτι οὐκ οἶδεν, εἰδέναι. εἰς δὲ δεῖπνα καθιέναι οὐδὲ ὄναρ, φησίν, προσίσταται αὐτῷ. σχολῇ ἄρα ἀγανακτήσειεν ἂν ζωμῶν καὶ κρεᾳδίων ἀποστερούμε- νος. ἢ ὅλως προσήσεται ταῦτα; οὐχὶ δὲ πάντα ἡγη- σάμενος μικρὰ μὲν καὶ οὐδὲν ἐκ τῆς ἀποχῆς, με- γάλα δὲ καὶ βλαβερὰ ἐκ τῆς προσαγωγῆς, παραδειγ- μάτων ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονε- στάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, τῷ μὲν ὁμοιώσεται, τῷ δὲ ἀνομοιώσεται, τὸν εἰκότα βίον ζῶν ὁμοιοῦται, λιτόν τε τοῦτον καὶ αὐτάρκη καὶ ἥκιστα τοῖς θνητοῖς ἐμφορούμενον;

ὡς ἕως ἄν τις περὶ βρωτῶν- ρηται καὶ συνηγορῇ ὡς καὶ τόδε βρωτέον, ἀλλʼ οὐκ, εἰ οἷόν τε ἦν, ἀπάσης τροφῆς ὅτι ἀφεκτέον διανοῆ- ται,τοῖς πάθεσι συναγορεύων, δοξοκοπεῖ, ὡς μηδὲν διαφερόμενος περὶ ὧν διαφέρεται. βίᾳ μὲν τοίνυν ἑαυτὸνὁ φιλοσοφῶν οὐκ ἐξάξει· βιαζόμενος γὰρ οὐδὲν ἧττον ἐκεῖ μένει, ὅθεν ἀπελθεῖν βιάζεται· οὐ μὴν τὸν δεσμὸν παχύνων ἀδιάφορόν τι πράττειν ἡγήσεται. ὥστε τὸ ἀναγκαῖον μόνον διδοὺς τῇ φύσει καὶ τοῦτο κοῦφον καὶ διὰ κουφοτέρων τροφῶν, πᾶν τὸ παρὰ τοῦτο ὡς εἰς ἡδονὴν συντεῖνον παραιτήσεται. πέπει- σται γὰρ κατὰ τὸν εἰπόντα, ὡς ἧλος ψυχῆς πρὸς τὰ σώματα ἐτύγχανεν ἡ αἴσθησις· αὐτῇ τῇ ῥώσει τοῦ πάθους ἑαυτῆς συγκολλῶσα καὶ οἷον καθηλοῦσα τὴν ψυχὴν πρὸς τὴν διὰ τοῦ σώματος ἀπόλαυσιν. εἰ γὰρ μὴ ἐνεπόδιζεν· τὰ αἰσθήματα τῇ τῆς ψυχῆς καθαρᾷ ἐνεργείᾳ, τί δεινὸν ἦν ἐν σώματι εἶναι ἀπαθῆ μένοντα τῶν διὰ σώματος κινημάτων;

πῶς δʼ ἂν ἐπέκρινας καὶ εἶπας ὅ πέπονθας, μὴ πάσχων μηδὲ παρὼν οἷς ἔπαθες; νοῦς μὲν γάρ ἐστι πρὸς αὐτῷ, κἂν ἡμεῖς μὴ ὦμεν πρὸς αὐτῷ. νοῦ δὲ ὁ παρεκβὰς ἐκεῖ ἐστὶν ὅπου καὶ παρεξῆλθεν, καὶ δια- θέων γε ἄνω καὶ κάτω τῇ τῆς ἀντιλήψεως προσοχῇ ἐκεῖ πάρεστιν ὅπου ἡ ἀντίληψις. ἄλλο δὲ ἦν μὴ προσέχειν τοῖς αἰσθητοῖς τῷ πρὸς ἄλλοις εἶναι, ἄλλο δὲ τὸ ἀφιστάντα νομίζειν ἑαυτὸν μὴ παρεῖναι. οὐ δὴ 16. τὸν θαυμάσιον Πλάτωνα. δείξει τις τοῦτο συγχωροῦντα τὸν Πλάτωνα, εἴγε μὴ ἑαυτὸν ἀπατῶντα τοῦτόν τις ἐπιδείξειεν. ὁ δὴ καθ- ιεὶς εἰς βρωτῶν παραδοχὰς καὶ εἰς θέας ἑκὼν τὰς διʼ ὄψεως ὁμιλίας τε καὶ γέλωτας αὐτῇ τῇ καθέσει ἐκεῖ ἐστὶν ὅπου καὶ τὸ πάθος· ὁ δὲ πρὸς ἄλλοις ὤν καὶ ἀποστάς, οὗτός ἐστιν ὁ διὰ τὴν ἀπειρίαν γέλωτα παρέχων οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, καὶ ὅταν καθῇ, εἰς πᾶσαν ἀπορίαν ἐμπίπτων, ἀλλʼ οὐκ ἐξαναισθητῶν, οὐδὲ ἐξακριβῶν μέν, τῷ δὲ ἀλό- γῳ μόνον ἐνεργῶν (οὐ γὰρ τοῦτο εἰπεῖν ἐτόλμησε Πλάτων), ἀλλʼ ὡς ἔν τε ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενός, ἐκ τοῦ μὴ μεμελετηκέναι, φησίν· ἀπορῶν οὖν γελοῖος φαίνεται, ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις, οὐ προσποιητῶς, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι.

ὥστε διὰ τὴν ἀπειρίαν καὶ ἀποχὴν οὐκ οἶδεν οὐχ ὅτι εἰς πεῖραν καθιεὶς καὶ διὰ τοῦ ἀλόγου ἐνεργῶν, οἷός τέ ἐστιν θεωρεῖν τὰ κατὰ τὸν νοῦν ἀκραιφνῶς· οὐδὲ τῶν δύο ψυχὰς ἡμᾶς ἔχειν λεγόντων, δύο προσ- οχὰς ἡμῖν δεδωκότων. δύο γὰρ ἂν οὕτω ζῴων συν- έρξεις ἐποίουν, ἅ ἐνεδέχετο, ἄλλου πρὸς ἄλλοις ὄντος, τὸ ἕτερον τοῦ ἑτέρου μὴ προσποιεῖσθαι τὰ ἔργα.

τί δὲ ἔδει καὶ μαραίνειν τὰ πάθη καὶ ἀπο- θνήσκειν ἀπʼ αὐτῶν καὶ τοῦτο μελετᾶν καθʼ ἡμέραν, εἰ οἷόν τʼ ἦν ἐνεργεῖν ἡμᾶς κατὰ νοῦν πρὸς τὰ θνητὰ συναπτομένους ἂνευ τῆς τοῦ νοῦ ἐπιβλέψεως, ὥς τινες ἀπεφαίνοντο; “νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει.ʼʼ εἰ δʼ ἐσθίων πολυτελῆ καὶ πίνων οἶνον τὸν ἥδιστον οἷός τε εἶ πρὸς τοῖς ἀύλοις εἶναι, διὰ τί οὐχὶ καὶ παλ- λακίσι συνὼν καὶ δρῶν ἅ μηδὲ λέγειν καλόν; παν- ταχοῦ γὰρ τοῦ ἐν ἡμῖν παιδὸς ἦν ταῦτα τὰ πάθη, καὶ ὅσῳ αἰσχρά, οὐ πρὸς αὐτὰ φήσεις κατασπᾶσθαι. τίς γὰρ ἡ διακλήρωσις τούτου, τὰ μὲν μὴ οἷόν τε εἶναι πάσχειν μὴ ὄντα πρὸς αὐτοῖς, τὰ δὲ ἕτερα συγχωρεῖν ἀποτελεῖν πρὸς τοῖς νοητοῖς ὄντα; οὐ γὰρ ὅτι τάμεν ὑπείληπται εἶναι αἰσχρὰ παρὰ τοῖς πολλοῖς, τὰ δὲ οὔ αἰσχρὰ γὰρ πάντα ὡς πρός γε τὴν κατὰ νοῦν ζωήν, καὶ πάντων ἀφεκτέον καθάπερ τῶν ἀφροδισίων. ὀλίγον δὲ τῇ φύσει τροφῶν συγχωρητέον διὰ τὴν τῆς γενέσεως ἀνάγκην. ὅπου γὰρ αἴσθησις καὶ ταύτης ἀντίληψις, ἐκεῖ τοῦ νοητοῦ ἡ ἀπόστασις· καὶ ὅσῳ τῆς ἀλογίας ἀνακίνησις, τόσῳ τοῦ νοεῖν ἀπόστασις. οὐ γὰρ ἐνδέχεται τῇδε κἀκεῖσε φερόμενον, ἐνταῦθα ὄντα, εἶναι ἐκεῖ. οὐ γὰρ μέρει ἡμῶν, ἀλλʼ ὅλοι τὰς προσοχὰς ποιούμεθα.

τὸ δὲ οἴεσθαι κατὰ τὴν αἴσθη- σιν παθαινόμενον πρὸς τοῖς νοητοῖς ἐνεργεἴν πολ- λοὺς καὶ τῶν βαρβάρων ἐξετραχήλισεν, οἵ ἐπὶ πᾶν εἶδος ἡδονῆς προῆλθον ἐκ καταφρονήσεως, λέγοντες καὶ τῶν δύνασθαι πρὸς ἄλλοις ὄντα τῇ ἀλογίᾳ χρῆ- σθαι τούτοις ἐπιτρέπειν. ἤδη γάρ τινων ἀκήκοα τῇ σφῶν δυστυχίᾳ συναγορευόντων τοῦτον τὸν τρόπον. οὐ γὰρ ἡμᾶς μολύνει, φασί, τὰ βρώματα, ὥσπερ οὐδὲ τὴν θάλατταν τὰ ῥυπαρὰ τῶν ῥευμάτων· κυρι-. εύομεν γὰρ βρωτῶν ἀπάντων, καθάπερ ἡ θάλασσα τῶν ὑγρῶν πάντων. εἰ δὲ ἡ θάλασσα κλείσειε τὸ ἑαυτῆς στόμα, ὥστε μὴ δέξασθαι τὰ ῥέοντα, ἐγένετο καθʼ ἑαυτὴν μὲν μεγάλη, κατὰ δὲ τὸν κόσμον μικρά, ὡς μὴ δυναμένη στέξαι τὰ ῥυπαρά. εὐλαβηθεῖσα δὲ μολυνθῆναι, οὐκ ἂν δέξαιτο. ἀλλὰ διὰ τοῦτο δὴ πάντα δέχεται, γιγνώσκουσα τὸ ἑαυτῆς μέγεθος, καὶ οὐκ ἀποστρέφεται τὰ εἰς ἑαυτὴν ἐρχόμενα. καὶ ἡμεῖς οὖν, φασίν, ἐὰν εὐλαβηθῶμεν βρῶσιν, ἐδουλώθη- μεν τῷ τοῦ φόβου φρονήματι. δεῖ δὲ πάνθʼ ἡμῖν ὑποτετάχθαι. ὕδωρ μὲν γὰρ ὀλίγον συνακτὸν ἐάν τι δέξηται ῥυπαρόν, εὐθέως μιαίνεται καὶ θολοῦται ὑπὸ τῆς ῥυπαρίας· βυθὸς δὲ οὐ μιαίνεται. οὕτω δὴ καὶ βρώσεις τῶν ὀλίγων περιγίγνονται· ὅπου δὲ βυ- θὸς ἐξουσίας, πάντα δέχονται καὶ ὑπʼ οὐδενὸς μιαί- νονται. τοιούτοις δʼ ἑαυτοὺς ἀπατῶντες ἀκόλουθα μὲν οἷς ἠπάτηντο ἔδρων, ἀντὶ δʼ ἐλευθερίας εἰς τὸν τῆς κακοδαιμονίας βυθὸν αὐτοὺς φέροντες ἔπνιξαν. τοῦτο καὶ τῶν κυνικῶν τινὰς παντορέκτας ἐποίησεν, προσπλακέντας τῷ αἰτίῳ τῶν ἁμαρτημάτων αὐτοῖς, ὅ δὴ καλεῖν εἰώθασιν ἀδιάφορον.

ἀνὴρ δὲ εὐλαβὴς καὶ ὕποπτος πρὸς τὰ γοητεύματα τῆς φύσεως, τήν τε τοῦ σώματος φύσιν κατασκεψάμενος καὶ ὡς ἥρμοσται ὀργάνου δίκην πρὸς τὰς δυνάμεις τῆς ψυχῆς γνούς, οἶδεν ὡς ἕτοιμον φθέγξασθαι τὸ πάθος, ἄν τε βου- λώμεθα ἂν τε μή, κρουσθέντος τοῦ σώματος ὑπὸ τῶν ἔξωθεν καὶ τοῦ κρούσματος εἰς ἀντίληψιν ἀφικομέ- νου. ἡ γὰρ ἀντίληψις ἐτύχgκεν οὖσα ἡ φθέγξις, φθέγξασθαι δʼ οὐκ ἔστι τὴν ψυχὴν μὴ ὅλην πρὸς τὸ φθέγμα ἐπιστραφεῖσαν καὶ τὸ ἐπιστατικὸν ὄμμα πρὸς τοῦτο μεταθεῖσαν. ὅλως δὲ τῆς ἀλογίας τὸ ἄχρι τί- νος καὶ πῶς καὶ πόθεν καὶ πρὸς οὕς ἐπικρίνειν οὐκ ἐχούσης, καθ’ ἑαυτὴν δὲ ἀνεπισκέπτου ὑπαρχούσης, ἂν ἐπιβρίσῃ, ἵπποις ἐοικυίας ἄνευ ἡνιόχου, ἀμή- χανόν ἐστιν ἢ διοικεῖν τι καθηκόντως πρὸς τὰ ἔξω ἢ τροφῆς καιρὸν καὶ μέτρα γιγνώσκειν, μὴ οὐχὶ τοῦ ἡνιόχου ἐφεστῶτος ὄμματος, ὃς τὰ κινήματα ῥυθμί- ζει καὶ ἡνιοχεῖ τῆς τυφλῆς καθʼ ἑαυτὴν ἀλογίας. ὁ δὲ τὴν ἐπίστασιν τοῦ λογισμοῦ ἀφαιρῶν τῆς ἀλογίας, ἐπιτρέπων δὲ αὐτῇ φέρεσθαι κατὰ τὴν οἰκείαν φύ- σιν, οἷος ἂν εἴη τῇ ἐπιθυμίᾳ συγχωρήσας εἰς ὅσον βούλεται προχωρεῖν τῆς οἰκείας κινήσεως, καὶ τῷ θυμιῷ ὡσαύτως. καλὸν γοῦν ἡμῖν τὸ σπουδαῖον ποι- ήσει καὶ τὰ ἔργα αὐτοῦ λελογισμένα ἀκάθεκτον ὑπὸ τοῦ ἐφεστῶτος λογισμοῦ ποιῶν ἐν ταῖς τοῦ ἀλόγου ἐνεργείαις.

καίτοι ταύτῃ διενηνοχέναι φαίνεται ὁ σπουδαῖος τοῦ φαύλου, ὅτι ὁ μὲν πανταχοῦ τὸν λο- γισμὸν ἔχει παρεστῶτα καὶ κρατοῦντα καὶ ἡνιοχοῦντα τὸ ἄλογον, ὁ δὲ πολλὰ πράττει παριεὶς τῷ λογισμῷ καὶ σὺν τούτῳ πράττειν ἅ πράττει. διʼ ὅ καὶ ὁ μὲν ἀλόγιστος λέγεται καὶ φερόμενος ὑπὸ τῆς ἀλογίας, ὁ δὲ λελογισμένος καὶ ἐγκρατὴς παντὸς ἀλογίστου· καὶ τὸ ἁμαρτάνειν ἄρα τοῦτο τοῖς πολλοῖς καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς γίνεται, ἔμπαλιν δὲ κατορθοῦν τοῖς σπουδαίοις, ὅτι οί μὲν ἐφῆκαν τῷ παιδὶ δρᾶν καθʼ ἑαυτὸν ἃ βούλε- ται, οἱ δὲ τῷ παιδαγωγῷ, καὶ μετὰ τούτου τὰ καθʼ ἑαυτούς κυβερνῶσιν. ὥστε καὶ ἐν βρωτοῖς καὶ ἐν ταῖς ἄλλαις ταῖς διὰ τοῦ σώματος ἐνεργείαις ἢ ἀπο- λαύσεσιν παρὼν μὲν ὁ ἡνίοχος ἀφορίζει τὸ σύμμε- τρον καὶ τὸ εὔκαιρον, ἀπὼν δὲ καὶ ὡς φασίν τινες πρὸς τοῖς ἑαυτοῦ ὤν, εἰ μὲν καὶ τὴν ἡμετέραν πρόσε- ξιν ἔχει παρʼ ἑαυτῷ, οὐδʼ ἐπιτρέπει τῇ ἀλογίᾳ παθαίνεσθαι οὐδʼ ὅλως τι ἐνεργεῖν. εἰ δʼ ἀφῆκε ταύτην πρὸς τῷ παιδὶ εἶναι ἄνευ αὑτοῦ, ἀπώλεσε τὸν ἄνθρωπον συρόμενον ὑπὸ τῆς ἀνοίας τοῦ ἀλό- μου.

ὅθεν τοῖς σπουδαίοις ἡ ἀποχὴ μᾶλλον οἰκειο- τέρα καὶ βρωτῶν καὶ τῶν διὰ σώματος ἀπολαύσεων καὶ πράξεων τῆς ἐφάψεως, τῷ δεῖν ἐφαπτόμενον τῶν σωματικῶν καταβαίνειν ἀπὸ τῶν οἰκείων ἠθῶν εἰς παιδαγωγίαν τοῦ ἐν ἡμῖν ἀλογίστου· ἐν δὲ ταῖς τροφαῖς καὶ μᾶλλον· οὐδὲ γὰρ τοῦ μέλλοντος ἐξ αὐ- 14. σημείωσαι ὅτι παῖδα λέγει τὴν ἄλογον τῆς ψυχῆς δὑναμιν. τῶν ἐπιλογιστικὸν τὸ ἄλογον. φύσει γὰρ ἀνεπίγνω- μον τοῦ ἀπόντος τὸ ἄλογον. τῶν δὲ τροφῶν εἰ μὲν ἦν ἀπηλλάχθαι ὥσπερ τῶν ὁρατῶν ἀρθέντων (ἔξεστι γὰρ πρὸς ἄλλοις εἶναι κοιμίσαντα τὰς ἀπʼ αὐτῶν φαντασίας), μέτριον ἄν ἦν, τῇ ἀνάγκῃ εἴξαντα τῆς θνητῆς φύσεως ἐπʼ ὀλίγον, εὐθὺς ἀπηλλάχθαι. ἐπεὶ δὲ καὶ παρολκῆς χρόνου χρεία καὶ πέψεως καὶ ἀνα- δόσεως καὶ τῆς πρὸς τούτοις συνεργείας τῆς ἐξ ὕπνου τε καὶ ἡσυχίας τῆς τε ἄλλης ἀργίας καὶ μετὰ ταῦτα τῆς ἐκ τῆς ἀναδόσεως ποιᾶς κράσεως περιττωμάτων τε διαχωρήσεως, ἀνάγκη τὸν παιδαγωγὸν παρεῖναι, ὅς τὰ κοῦφα καὶ ἀνεμπόδιστα ἑαυτῷ ἐκλεξάμενος, ταῦτʼ ἐπιτρέψει τῇ φύσει, τὸ μέλλον προορώμενος καὶ ὅσον τὸ ἐμπόδιον, συγχωρήσαντος ταῖς ἐπιθυ- μίαις φορτίον οὐκ εὐάγκαλον ἐπεισάγειν ἡμῖν διʼ ὀλίγην ἡδονήν, ἧς ἐν τῷ καταδέχεσθαι αὐτὰ εἰς τὴν κατάποσιν ἀντιλαμβάνονται.

οὐκ ἀπεικότως ἄρα τὸ πολὺ καὶ περιττὸν ὁ λόγος ἀποκρίνας εἰς ὀλίγον πε- ριγράφει τὸ ἀναγκαῖον, εἰ μέλλει μήτε πορίζων ἕξειν πράγματα διὰ τὸ δεῖσθαι πλειόνων, μήτε εὐτρεπῆ ποιῶν πλειόνων τῶνὑπηρετησομένωνδεήσεσθαι,μήτε ἐσθίων πλειόνων ἡδονῶν ἀντιλήψψεσθαι,μήτεπληρού- μενος πολλῆς ἀργίας ἐμπλήσεσθαι, μήτε παχυτέρου φορτίου ἐμπιπλάμενος ὑπνώδης γίγνεσθαι, μήτε τῶν πιαινόντων τὸ σῶμα πληρούμενος ἰσχυρότερον μὲντὸν δεσμόν, αὐτὸν δὲ ἀργότερον πρὸς τὰ οἰκεῖα ποιήσειν καὶἀσθενέστερον.δειξάτω τοίνυνὴμῖντιςἀνήρ,σπεύ- δων ὡς ἔνι μάλιστα ζῆν κατὰ νοῦν καὶ ἀπερίσπαστος ἐκ τῶν κατὰ τὸ σῶμα παθῶν εἶναι, ὡς εὐπορωτέρα μὲν ἡ κρεοφαγία τῶν ἐκ τῶν ἀκροδρύων καὶ ἐκ λαχάνων ὄψων, εὐτελεστέρα δὲ ἡ τούτων παρασκευὴ τῆς τῶν ἀψύχων καὶ μαγείρων ὅλως μὴ δεομένης, ἀνήδονος δὲ καθʼ ἑαυτὴν παραβαλλομένη πρὸς τὴν ἄψυχον, κου- φοτέρα δὲ ἐν ταῖς πέψεσιν τῆς ἑτέρας, κἀν ταῖς ἀνα- δόσεσιν ταῖς εἰς τὸ σῶμα ταχυτέρα τῆς ἐκ λαχάνων ἀναδόσεως, πρός τε τὰς ἐπιθυμίας ἧττον ἐρεθίζουσα, καὶ εἰς πάχος καὶ ῥώμην σώματος ἔλαττον συμβαλλο- μένη τῆς ἀψύχου διαίτης.

εἰ δὲ τοῦτο οὕτε ἰατρῶν τις οὔτε φιλοσόφων, οὐ γυμναστής, οὐκ ἰδιώτης εἰπεῖν ἐτόλμησεν,τί οὐκ ἀφιστάμεθα ἑκόντες τοῦ σωματικοῦ φορτίου; τί οὐκ ἐλευθεροῦμεν αὐτοὺς ἅμα τῇ ἀπο- στάσει ἐκ πολλῶν (οὐ γὰρ ἑνὸς ἦν, ἀλλὰ μυρίων, τοῖς ἐλαχίστοις ἐθίσαντα αὐτὸν ἀρκεῖσθαι, ἀπηλλά- χθαι), χρημάτων περιουσίας, οἰκετῶν πλειόνων ὑπη- ρεσίας, σκευῶν πλήθους, ὑπνώδους καταστάσεως, νόσων σφοδρότητος καὶ πλήθους, ἰατρῶν δεήσεως, ἐρεθισμῶν πρὸς ἀφροδίσια, ἀναθυμιάσεων παχυτέ- ρων, περιττωμάτων πλήθους, παχύτητος τοῦ δε- σμοῦ, ῥώμης πρὸς πράξεις ἐγειρούσης, Ἰλιάδος κα- κῶν· ὧν ἡ ἄψυχος καὶ λιτὴ τροφὴ καὶ πᾶσιν εὐπό- ριστος ἀφαιρεῖται ἡμᾶς, εἰρήνην παρασκευάζουσα τῷ τὰ σωτήρια ἡμῖν ἐκπορίζοντι λογισμῷ. οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ κλέπται καὶ οἱ πολέμιοι, ἀλλ᾿ ἐκ τῶν κρεοφάγων οἱ συκοφάν- ται καὶ τύραννοι. τῆς δὲ τοῦ πολλῶν δεῖσθαι ἀρθεί- σης αἰτίας καὶ τοῦ πλήθους τῶν εἰσαγομένων ἐἰς τὸ σῶμα περιαιρεθέντος τοῦ τε βάρους τῶν ἀναδιδομέ- νων κουφισθέντος, ἐλεύθερον τὸ ὄμμα καπνοῦʼτε καὶ κύματος τοῦ σωματικοῦ ἐκτὸς καθωρμισμένον γίγνεται.

καὶ τοῦτο οὔτε ὑπομνήσεως οὔτε ἀποδεί- ξεως διὰ τὴν αὐτόθεν προσοῦσαν ἐνάργειαν χρῄζει. ὅθεν οὐ μόνον οἱ κατὰ νοῦν ζῆν ἐσπουδακότες καὶ τέλος τὸν κατʼ αὐτὸν βίον ἐνστησάμενοι ἀναγκαίαν πρὸς τὸ τέλος ὁρῶσι τὴν τούτων ἀποχὴν, ἀλλὰ καὶ πᾶς σχεδὸν οἶμαι φιλόσοφος τὴν εὐτέλειαν πρὸ τῆς πολυτελείας ἐγκρίνων ἀποδέξαιτʼ ἄν μᾶλλον τὸν ὀλίγοις ἀρκούμενον τοῦ πλειόνων δεομένου. καὶ (ὃ παράδοξον τὅς πολλοὅς δόξειεν ἄν εἶναι) τοῦτο λέ- γοντας καὶ ἐκτιμῶντας εὑρίσκομεν [λέγω δὲ] τοὺς ἡδονὴν οἰομένους τὸ τέλος τῶν φιλοσοφησάντων. τῶν γὰρ Ἐπικουρείων οἱ πλείους ἀπʼ αὐτοῦ τοῦ κορυ- φαίου ἀρξάμενοι μάζῃ καὶ τοῖς ἀκροδρύοις ἀρκούμε- νοι φαίνονται, τά τε συγγράμματα ἐμπεπλήκασι τὸ ὀλιγοδεὲς τῆς φύσεως ἀφηγούμενοι καὶ τὸ ἐκ τῶν λιτῶν καὶ εὐπορίστων ἱκανῶς αὐτῆς τὸ ἀναγκαῖον ἰώμενον παριστάντες.

ὥρισται γάρ, φησίν, ὁ τῆς φύσεως πλοῦτος καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε ἦν καὶ δυσπόριστος. τὸ γὰρ κατʼ ἔνδειαν ἐνοχλοῦν τὴν σάρκα ἐξαιρεῖται καλῶς καὶ αὐτάρκῶς τὰ εὐπόριστα, ἁπλῆν ἔχοντα φύσιν ὑγρῶν τε καὶ ξηρῶν· τὸ δὲ λοιπὸν ὅσον εἰς πολυτέ- λειαν πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρε- ξιν οὐδʼ ἀπʼ ἀλγοῦντός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦντος ἢ νύττοντος μόνον ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαίροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διεψευσμένων δογμάτων, ἣ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδʼ εἰς τὸ διαλῦον τὴν σύστασιν ἐκ τοῦ μὴ παρεῖναι. ἱκανὰ γὰρ καὶ τὰ τυχόντα διακρατῆσαι ταῦτα ἦν, ὧν ἀναγ- καίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὴν ὀλιγότητά ἐστιν εὐπόριστα· καὶ τῷ μὲν κρεοφαγίας ἁπτομένῳ χρεία καὶ τῶν ἀψύχων, τῷ δὲ ἀρκουμένῳ τοῖς ἀψύχοις ἐξ ἡμισείας καὶ τοῦτο εὐπό- ριστον καὶ ὀλίγων δεόμενον ἀναλωμάτων τὸ τῆς πα- ρασκευῆς.

δεῖ δέ, φασίν, οὐχ ἑτοιμασάμενον τὰ ἀναγκαῖα, προσθήκῃ τῇ φιλοσοφίᾳ χρὴσθαι, ἀλλὰ παρασκευασάμενον τὸ θαρρεῖν τῇ ψυχῇ γνησίως, οὕτως ἀντέχεσθαι τῶν καθʼ ἡμέραν. κακῷ γὰρ φρον- τιστῇ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψομεν, ἄνευ φιλοσο- φίας τὸ ἀναγκαῖον συμμετρούμενοι τῆς φύσεως καὶ παρασκευάζοντες. διʼ ὃ φιλοσοφοῦντα δεῖ καὶ τού- των προνοεῖν καὶ ἐφʼ ὅσον ἂν ἡ παρʼ ἐκείνοις ἔντο- νος ἐπιμέλεια παραδιδῷ. ἐφʼ ὅσον δὲ ἐκεῖθέν τι ἀφαιρεῖται, ὃ μὴ κυριεύσει τῆς τελείας ἐκθαρρήσεως, μὴ προσίεσθαι πρὸς τὴν χρημάτων τε καὶ τροφῶν παρασκευήν. σὺν φιλοσοφίᾳ τοίνυν ἁπτέον τούτων, καὶ εὐθὺς προσπεσεῖται ὅτι πολλῷ κρεῖττον τὸ ἐν αὐτοῖς μεταδιώκειν ἐλάχιστόν τε καὶ λιτὸν καὶ κοῦ- φον. ἐλάχιστον γὰρ καὶ τὸ ὀχληρὸν ἐκ τοῦ ἐλαχίστου.

ἃ δʼ ἂν συνεφελκύσηται ἡ παρασκευὴ ἐμπόδια ἐκ τῆς τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζο- μένων πραγματείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἔκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθουθας ὀχλήσεις. δεῖ μέντοι τῷ φιλοσόφῳ καὶ τὴν ἐλπίδα τοῦ μηδὲν ὑπολείψειν παρεῖναι διὰ βίου. ταύτην δὲ τὰ μὲν εὐ- πόριστα ίκανῶς διασώζει, τὰ δὲ πολυτελῆ ποιεῖ δυσ- έλπιστον· οἱ γοῦν πολλοὶ διὰ τοῦτο, καίπερ πολλὰ κεκτημένοι, ὡς ὑπολειψόντων ἀνήνυτα μοχθοῦσιν. ἀρκεῖσθαι δὲ τοῖς εὐπορίστοις καὶ λιτοτάτοις ποιεῖ τὸ μνημονεύειν ὅτι πρὸς μὲν τῆς ψυχῆς ἀξιόλογον ταρα- χῆς λύσιν οὐθὲν ἰσχύειν πέφυκεν οὐδʼ ὁ πᾶς πλοῦτος συναχθείς, τὸ δὲ τῆς σαρκὸς ὀχληρὸν ἐξαιρεῖ καὶ τὰ πάνυ μέτρια καὶ τυχόντα πᾶσάν τε εὐποριστίαν κε- κτημένα· ὑπολείποντα δὲ καὶ. τὰ τοιαῦτα οὐ ταράττει τὸν ἀποθνήσκειν μελετῶντα. ἔτι καὶ τὸ ἀλγεινὸν τὸ διʼ ἐνδείας πολλῆς ἠπιότητος ἢ τὸ διὰ πληρώσεως μετ- έχει, ἐὰν μή τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ· ἃ τε ποικιλία τὥν τροφῶν οὐχ ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλʼ οὐδὲ τὴν ἐν τῇ σαρκὶ ἡδονὴν συν- επαύξει. πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλγη- δόνος ὑπεξαιρέσει. ὡς τό γε τῆς σαρκοφαγίας οὐδʼ ἔλυέν τι ὀχληρὸν τῆς φύσεως, οὐδʼ ὃ μὴ συντελού- μενον ἐπʼ ἀλγηδόνα ἠνύετο· τὴν δὲ βιαίαν χάριν εἶχε καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμμονήν, πρὸς δὲ ποικιλίαν ἡδονῶν συνεβάλ- λετο, ἐοικὸς ἀφροδισίοις ἢ ξενικῶν οἴνων πόσεσιν, ὧν καὶ χωρὶς διαμένειν δύναται ἡ φύσις. ὧν δὲ χω- ρὶς οὐκ ἄν ὑπομείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥᾳδίως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθε- ρίας ἡσυχίας τε καὶ πολλῆς ῥᾳστώνης πορίζεσθαι.

ἔτι δὲ οὐδὲ πρὸς ὑγείαν τὰ κρέα συντελεῖ, ἀλλὰ μᾶλλον τῇ ὑγείᾳ ἐμποδίζει. διʼ ὧν γὰρ ὑγεία ἀνα- κτᾶται, διὰ τούτων καὶ διαμένει. ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης, ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν. εἰ δὲ μὴ πρὸς τὴν Μίλωνος ῥώμην τὰ ἄψυχα συμβάλλεται μηδὲ ὅλως πρὸς ἐπίτασιν ἰσχύος, οὐδὲ γὰρ ῥώμης οὐδὲ ἐπιτάσεως ἰσχύος χρεία τῷ φιλοσόφῳ, εἰ μέλλοι θεωρίᾳ καὶ μὴ πράξεσι καὶ ἀκολασίαις προσέχειν. οὐδὲν δὲ θαυμαστὸν τοὺς πολλοὺς οἴεσθαι εἰς ὑγίειαν συντελεἵν τὴν κρεοφα- γίαν· τῶν γὰρ αὐτῶν ἦν καὶ τὰς ἀπολαύσεις οἴεσθαι ὑγείας εἶναι τηρητικὰς καὶ τὰ ἀφροδίσια, ἃ ὤνησε μὲν οὐδένα τινά, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν. εἰ δʼ οἱ πολλοὶ μὴ τοιοῦτοι, οὐδὲν πρὸς ἡμᾶς· οὐδὲ γὰρ φιλίας καὶ εὐνοίας πιστόν τι καὶ διαμόνιμον ἐν τοῖς πολλοῖς· οὐδὲ δεκτικοὶ τούτων οὐδὲ σοφίας οὐδὲ τῶν ἀξιόλογόν τι ἐχόντων σοφίας μορίων, οὐδὲ τοῦ συμ- φέροντος οὕτε τοῦ ἰδίου οὔτε τοῦ κοινοῦ συνετὸς ὁ πολύς, οὐδὲ ἐθῶν φαύλων καὶ ἀστείων κρίσιν ποι- εἴσθαι δυνάμενος. πρός τε τούτοις πολύ τὸ ἀσελγὲς καὶ ἀκρασίας γέμον ἐν τοῖς πολλοῖς. διʼ ὃ οὐδὲ φοβη- τέον, μήποτε οὐκ ὦσιν οἱ βῥωσόμενοι τὰ ζῷα.

πάν- τῶν μὲν γὰρ φρονησάντων τὰ ἄριστα, οὐδεμία χρεία ὀρνιθευτικῆς, ἰξευτῶν, ἁλιέων, συβωτῶν. αὐτὰ δὲ αὐτὰ διοικοῦντα τὰ ζῷα καὶ μὴ ἔχοντα τὸν ἐπιμελό- μενον καὶ ἐφεστῶτα ταχέως φθείρεται καὶ δαπανᾶ- ται πρὸς τῶν ἐπιτιθεμένων καὶ τὸ πλῆθος ἀναλισκόν- των, ὥσπερ ἐπὶ μυρίων ὧν οὐ γεύονται ἄνθρωποι ζῴων συμβέβηκε· μενούσης δὲ τῆς κατὰ ἀνθρώπους ποικίλης καὶ παντοίας ἀφροσύνης ἔσονται μυρίοι καὶ οἴ ταῦτα λαιμαργήσοντες. τηρεῖν τε χρὴ τὴν ὑγείαν οὐ φόβῳ θανάτου, ἀλλʼ ἕνεκα τοῦ μὴ ἐμποδίζεσθαι πρὸς τὰ ἀγαθὰ τὰ ἐκ τῆς θεωρίας. διατηρητικὸν δὲ αὐτῆς μάλιστα μὲν ἡ τῆς ψυχῆς ἀτάραχος κατάστασις καὶ ἡ πρὸς τὸ ὄντως ὄν διάθεσις τῆς διανοίας. πολύ γὰρ τὸ ἄχρι σώματος ἐντεῦθεν ἀφικνούμενον, ὡς πείρᾳ διέδειξαν ἡμῶν ἑταῖροι, καὶ ἀρθρῖτιν νόσον περί τε πόδας καὶ χεῖρας τοσαύτην οὖσαν, ὡς ὅλων ὀκτὼ ἐτῶν φέρεσθαι βασταζομένους, ἀποκροῦσαι ἅμα τῇ ἐκστάσει τῶν χρημάτων καὶ πρὸς τὸ θεῖον ἐπιβλέ- ψει· συναπέθεντο γοῦν ἄμα τοῖς χρήμασι καὶ ταῖς φροντίσιν καὶ τὴν νόσον τοῦ σώματος, ὥστε πολύ πρὸς ὑγίειαν καὶ τὸ πᾶν ἐκ τῆς ποιᾶς ψυχῆς καταστά- σεως εἰς τὸ σῶμα κάτεισιν. συμβάλλεται δὲ ὡς ἐπὶ πλεῖστονʼκαὶ ἡ τῆς τροφῆς ἐλάττωσις. καθόλου δὲ ὀρθῶς ὁ Ἐπίκουρος ἔφασκεν εὐλαβητέον εἶναι τρο- φήν, ὓν ἀπολαῦσαι μὲν ποθοῦμεν καὶ διώκομεν, συντελεσθεῖσαν δʼ ἐν ἀχαρίστῳ τίθεμεν. τοιαύτη δὲ πᾶσα ἡ δαψιλὴς καὶ παχεῖα. καὶ τοῦτο πάσχουσιν οἱ περὶ ταύτην ἐπτοημένοι, ἢ ἀναλώμασιν ἢ νόσοις ἢ πλησμονῇ ἢ ἀσχολίαις περιπίπτοντες.

διʼ καὶ ἐπὶ τῶν λιτῶν φυλακτέον τὸ πλήσμιον, καὶ πανταχοῦ σκεπτέον τί διὰ τῆς ἀπολαύσεως ἢ κτήσεως γίγνεται καὶ πηλίκον ἔχει μέγεθός καὶ τίνος ὀχληροῦ λυτικὸν σαρκὸς ἢ ψυχῆς· μηδὲ διὰ .... χάριν ἡ περὶ ἑκά- στου . ... ἔντασις γίγνεται, ὥσπερ ὁτω ... . βίος κεκύηται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλʼ ἔχεσθαι ὅρου καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις, καὶ λογίζε- σθαι ὡς ὁ φοβούμενος ἐμψύχων ἀποχήν, εἴπερ διʼ ἡδονὴν ἅπτεται κρεοφαγίας, τὸν θάνατον φοβεῖται. εὐθὺς γὰρ τῇ στερήσει τῶν βρωτῶν συνάπτει ἀορί- στου τινὸς δεινοῦ παρουσίαν, ἐξ ἧς ὁ θάνατος. παρὰ δὲ τὰς τοιαύτας καὶ τὰς ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἄπληστος ὄρεξις γίγνεται καὶ πλούτων καὶ χρη- μάτων καὶ δόξης τοῦ συναυξήσειν τε νομίζειν τὸ πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου, καὶ τὸ κατὰ τὸν θάνατον δεινὸν ὡς ἀπέραντον φο- βεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτελείας οὐδὲ ἐγγὺς τείνει τῆς διʼ αὐταρκείας τῷ πεπειραμένῳ γιγνομέ- νης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν, ὅσων αὐτὸς χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης δὲ τῆς περὶ τὰ ἀφροδίσια πτοίας, τίς ἔξω φιλοτιμία, τίς λοιπὸν χρεία πλούτου ἀργοῦ, εἰς μηδὲν ἡμῖν χρησι- μεύοντος, ἀλλὰ μόνον βαρήσοντος; ὡς τὸ πεπληρῶ- σθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ ἀκραιφνής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε. τῆς τοῦ κόρου ἡδονῆς, οὐ τῆς κατὰ τὴν πενίαν πλη- σμονῆς, καὶ γεύεσθαι, ἵνα ... . διὰ πάντων διέλθῃ, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον ἢ τὸ ἀόριστον. οὕτω γὰρ καὶ τούτῳ εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέ- σται διὰ τῆς αὐταρκείας καὶ ὁμοιώσεως τοῦ θεοῦ, οὕτως οὐδʼ αὐτὸ ἐπὶ πλέον ποθήσει οὐδὲ τὸν χρόνον ὡς προσθήσοντα αὐτῷ μεῖζον ἀγαθόν, οὕτως δʼ αὖ ἀληχθινῶς πλουτήσει τῷ φυσικῷ ὅρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς, οὕτως οὐκ ἐπʼ ἐλπίσι κρε- μήσεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἐχούσης τοῦ γε-. νέσθαι· θορυβωδεστάτη γὰρ αὕτη· ἀλλʼ ἐν αὐταρ- κείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεἴ· οὐδὲ ἀγωνιάσει μὴ τὸν πλείονα χρόνον παραμένειν.

πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον πρὸς Διός, τὸν μὲν κακο- παθοῦντα ἢ ἐν περιστάσει ὄντα ἰσχυρᾷ τῶν ἔξωθεν ἢ ἐν δεσμοῖς εἰλημμένον οὐδʼἔννοιαν ἔχειν τροφῆς, οὐδὲ πόθεν πορισθήσεται φροντίζειν, ἀλλὰ καὶ παρατιθε- μένης παραιτεῖσθαι τὴν ἀναγκαίαν· τὸν δὲ ὄντως δεσμιώτην κατατεινόμενον ταῖς ἔνδον κακοπαθείαις ζητεῖν ἐδεσμάτων παρασκευήν, ποικιλίας φροντίζειν, διʼ ὧν τὸν δεσμὸν παχύνει; καὶ πῶς ταῦτα ἀνδρῶν ἦν ἐγνωκότων ἃ πεπόνθασιν, οὐχὶ φιληδούντων οἷς πεπόνθασιν, καὶ ἐν οἷς εἰσὶν οὐκ εἰδότων; οἷς ἀντί- στροφον τὸ πάθος ἢ τοῖς εἰδόσι δεσμώταις τὴν ἑαυ- τῶν συμφορὰν γίγνεται. τῷ γὰρ ὑπάρχοντι βίῳ ἀχα- ριστοῦντες καὶ ταραχῆς ἀπλάτου γέμοντες, τοῦ ἀπόν- τος εἰς πλήρωσιν ἐφίενται. οὐδεὶς γὰρ ἀπὸ τοῦ πάντα αὐτῷ εὔλυτα εἶναι τὰ κατὰ τοὺς θορύβους ἔρχεται ἐπὶ τραπεζῶν καὶ κλινῶν ἀργυρῶν ὀρέξεις καὶ μύ- ρων καὶ μαγείρων καὶ σκευῶν καὶ ἐσθήτων καὶ δεί- πνων ἐπὶ πᾶν πλῆθος καὶ ποικιλίας καὶ πολυτελείας ἀνθρώπων ἡκόντων, ἀλλʼ ἀπὸ ἀχρηστίας παντὶ τῷ ὑπάρχοντι βίῳ καὶ ἀγαθῶν ἀορίστου γενέσεως καὶ ταραχῆς ἀπλάτου. ὥσθʼ οἱ μὲν οὐ μέμνηνται τῷ τὸ παρὸν ἀποκρούειν, οἱ δὲ τὸ μὴ παρὸν ζητοῦσι τῷ ἀχαριστεῖν τῷ παρόντι.

ἑκατέρως δὲ ὁ θεωρητικὸς τοῦ λιτοῦ τῆς διαίτης ἀνθέξεται· καὶ γὰρ οἶδεν ἐν οἷς ἐστιν δεσμοῖς· ὥστε πολυτελείας ὀρέγεσθαι οὐ δύναται, καὶ τὸ λιτὸν ἀγαπῶν οὐ ζητήσει ἐμψύχων βρώσεις, ὡς οὐκ ἀρκούμενος τῇ τῶν ἀψύχων.

εἰ δὲ καὶ μὴ τοιαύτη ἦν ἡ τοῦ σώματος φύσις ἐπὶ τοῦ φιλοσόφου καὶ οὕτως εὐάγωγος καὶ διὰ τῶν τυ- χόντων εὐίατος, ἔδει δὲ καὶ ἀλγηδόνας ὑπομένειν ἕνεκα τῆς ἀληθινῆς σωτηρίας, ἆρʼ οὐκ ἄν ὑπεμείνα- μεν; οὐ γὰρ δὴ νοσήματος στέρεσθαι δεῖ, ὅπου σπου- δάζοντες πάνθʼ ὑπομένομεν, τεμνόμενοι, φοινισσό- μενοι, καιόμενοι, πικρὰ φάρμακα πίνοντες, καθαιρό- μενοι διὰ γαστρός, διʼ ἐμέτων, διὰ ῥινῶν, μισθούς τε προσαναλίσκοντες τοῖς ταῦθʼ ἡμὰς διατιθεῖσιν, οὐχὶ δὲ τοῦ ἔνδον χάριν νοσήματος (ὡς ἂν τὸν ὑπὲρ ἀθανασίας ἀγῶνα ἀθλοῦντες καὶ θεοῦ συνουσίας, ὧν κωλυόμεθα διὰ τὴν τοῦ σώματος συνουσίαν) πάνθʼ ὑπομενοῦμεν εὐλόφως; εἰ καὶ μετʼ ἀλγηδόνων ποιεῖσθαι τὰς ὑπομονὰς ἐχρῆν καὶ οὐ δήπου τοῖς νό- μοις τοῦ σώματος ἕπεσθαι βιαίοις οὖσι καὶ ἀντικειμιέ- νοις τοῖς τοῦ νοῦ νόμοις κοί ταῖς ὁδοῖς ταῖς σωτηρίοις ὑπομένομεν. ὅπου δὲ νῦν οὐδὲ περὶ ἀλγηδόνων ὑπο- μονῆς φιλοσοφοῦμεν, ἀλλὰ περὶ ἡδονῶν οὐκ ἀναγ- καίων ἀποβολῆς, τίς λοιπὸν ἀπολογία τοῖς ἀπαναι- σχυντεῖν πρὸς τὴν αὐτῶν ἀκρασίαν βουλομένοις;

εἰ γὰρ δεῖ μηδὲν ὑποστειλὰμενον μετὰ παρρησίας εἰ- πεῖν, οὐκ ἔστιν ἄλλως τυχεῖν τοῦ τέλους ἢ προσηλω- θέντα μέν, εἰ χρὴ φάναι, τῷ θεῷ, ἀφηλωθέντα δὲ καὶ σώματος καὶ τῶν διὰ τούτου τῆς ψυχῆς ἡδυπταθειῶν, διʼ ἔργων ἡμῖν τῆς σωτηρίας, οὐ διʼ ἀκροάσεως λό- γων ψιλῆς γινομένης. θεῷ δὲ οὐδὲ τῶν μερικῶν τινί, οὐχ ὅτι τῷ ἐπὶ πᾶσιν καὶ ὑπὲρ τὴν ἀσώματον φύσιν ἀπλῶς μεθʼ ὁποίας οὖν διαίτης καὶ ὅλως σαρκοφα- γίας ἐνῆν οἰκειοῦσθαι, ἀλλʼ ἁγνείαις παντοίαις καὶ ψυχῆς καὶ σώματος μόλις καταξιοῦσθαι τῆς ἐκείνου ἐπαισθήσεως, φύντι τε καλῶς καὶ ζῶντι ὁσίως καὶ καθαρῶς. ὥσθʼ ὅσῳ ὁ πάντων πατὴρ ἀπαθέστερος καὶ καθαρώτερος καὶ αὐταρκέστατος, ἅτε πόρρω ὑλι- κῆς ἐμφάσεως ἱδρυμένος, τόσῳ τὸν προσιόντα αὐτῷ παντοίως καθαρόν τε καὶ ἁγνὸν εἶναι προσήκει, ἀρ- ξάμενον ἀπὸ τοῦ σώματος καὶ τελευτῶντα εἰς τὸ εἴσω, καθʼ ἕκαστον τῶν μερῶν ἢ ὅλως τῶν προσόντων τὴν κατὰ φύσιν ἑκάστῳ ἁγνείαν ἀπονέμοντα. ἀλλʼ ἴσως πρὸς μὲν ταῦτα οὐδεὶς ἂν ἀντείποι, ἀπορήσειε δʼ ἂν πῶς ἐν ἁγνείᾳ τίθεμεν τὴν ἀποχὴν, καίτοι ἐν ταῖς θυσίαις μηλοσφαγοῦντές τε καὶ βουθυτοῦντες ἁγνήν τε ταύτην νομίζοντες τὴν ἱερουργίαν καὶ θεοῖς κεχα- ρισμένην. διʼ ὃ μακροῦ δεομένων λόγου πρὸς τὴν τούτων διάλυσιν, ἀπʼ ἄλλης ἀρχῆς τὰ περὶ τῶν θυ- σιῶν διαληπτέον.

IBΔIΟN ΔΕΥΤΕΡΟΝ

Τῶν περὶ λιτότητος καὶ ἁγνείας ζητημάτων ἐχό- μενοι εἰς τὸν περὶ τῶν θυσιῶν, ὦ Καστρίκιε, λόγον ἀφικόμεθα δυσδιαίτητόν τε ὁμοῦ καὶ πολλῆς ἐξηγή- σεως δεόμενον, εἰ μέλλοιμεν ἀληθῶς τε ἅμα καὶ τοῖς θεοῖς εὐαρέστως τὴν περὶ αὐτοῦ κρίσιν διαθήσειν. διʼ ὃ εἰς ἴδιον σκέμμα τὸν τόπον ὑπερβαλλόμενοι, νῦν τὰ φαινόμενα ἡμῖν καὶ ὅσα δυνατὸν ἐξαγορεύειν ἐροῦμεν, τὸ παρορώμενον πρότερον εἰς τὴν ἐξ ἀρχῆς προκειμένην ὑπόθεσιν εὐθύναντες.

πρῶτον μὲν γὰρ οὐ φαμὲν εἶναι ἀκόλουθον τῷ ἀναιρεῖν τὰ ζῷα τὸ δεῖν ἐξ ἀνάγκης αὐτὰ καὶ ἐσθίειν, οὐδʼ ὁ τὸ ἕτερον διδούς, λέγω δὲ τὸ σφάττειν, τίθησι πάντως καὶ τὸ ἐσθίειν. αὐτίκα πολεμίους μὲν ἐπιόν- τας οἱ νόμοι ἀμύνεσθαι συνεχώρησαν, ἐσθίειν δʼ οὐ - τοὺς οὐκέτʼ εἶναι κατʼ ἄνθρωπον δέδοκται. δεύτερον οὐκ εἰ δαίμοσιν ἢ θεοῖς ἢ τισι δυνάμεσιν θῦσαί τι τῶν ἐμψύχων προσήκει διά τινας αἰτίας εἴτε γνω- στὰς εἴτε καὶ ἀγνώστους ἀνθρώποις, διὰ τοῦτο παὶ θοινᾶσθαι ἐξ ἀνάγκης δεῖ τὰ ζῷα. δειχθήσεται γὰρ ἄνθρωπος παραλαμβανόμενος ἐν θύμασι καὶ ζῷα, ὧν οὐκ ἄν τις οὐδὲ τῶν εἰωθότων σαρκοφαγεῖν ἀνθρώ- πων ὑπομείνειεν ἂν γεύσασθαι. καὶ μὴν ἐπὶ τοῦ φο- νεύειν ζῷα τὸ αὐτὸ παρορᾶται πλημμέλημα. οὐ γὰρ εἴ τινα δεῖ, καὶ πάντα, ὡς οὐδʼ εἰ τὰ ἄλογα ζῷα, πάν- τως καὶ ἀνθρώπους.

ἣ τε ἀποχὴ τῶν ἐμψύχων, καθά- περ κἀν τῷ πρώτῳ ἐλέγομεν, οὐχ ἀπλῶς πᾶσιν ἀν- θρώποις παραγγέλλεται, ἀλλὰ τοῖς φιλοσόφοις, καὶ τούτων μᾶλλον τοῖς ἐκ τοῦ θεοῦ καὶ τῆς τούτου μι- μήσεως τὴν σφῶν εὐδαιμονίαν ἀνάψασιν. οὐδὲ γὰρ ἐν τῷ πόλεως βίῳ τὰ αὐτὰ οἱ νομοθέται τοῖς τε ἰδιώ- ταις καὶ τοῖς ἱερεῦσιν ἀφωρίσαντο πρακτέα, ἀλλʼ ἔστιν ἐν οἷς συγχωρήσαντες τοἵς πολλοῖς τὰ κατὰ τὴν τροφὴν καὶ τὸν ἄλλον βίον, τοὺς ἱερέας χρῆσθαι τοῖς αὐτοῖς διεκώλυσαν, θάνατον ἢ ζημίας μεγάλας θέν- τες τὰ ἐπιτίμια.

μὴ συγχεομένων ἄρα τούτων, ἀλλ’ ὃν προσήκει τρόπον διακρινομένων, τὰ πλεῖστα τῶν ἀντιλεγομένων εὑρίσκεται μάταια. τὰ γὰρ πλεῖστα ἢ ὅτι φονεύειν δεῖ διὰ τὰς βλάβας τὰς ἀπʼ αὐτῶν μη- νύσαντα καὶ τὸ ὅτι ἐσθίειν ὡς ἀκόλουθον λαμβάνει, ἢ ὅτι ἐν ταῖς θυσίαις καὶ ζῷα παρελήφθη, συλλογίζε- ται ὡς καὶ ἀνθρώποις ἄρα βρωτέον ταῦτα. καὶ πάλιν εἴ τινα διὰ τὸ ἄγριον ἀναιρετέον, ἀξιοῦσιν ὡς ἀκό- λουθον τὸ δεῖν φονεύειν καὶ τὰ ἥμερα· καὶ εἴ τισι βρωτέον, οἷον ἀθληταῖς καὶ στρατιώταις καὶ τοῖς διὰ σώματος τὴν ἐργασίαν ποιουμένοις, ὅτι καὶ φιλοσό- φοις· καὶ εἴ τισι τούτων, καὶ πᾶσι· πασῶν τῶν ἀκο- λουθιῶν τούτων μοχθηρῶν τε οὐσῶν καὶ οὐδεμίαν ἀνάγκην τῆς θέσεως παραστῆσαι δυναμένων. καὶ ὅτι μὲν πᾶσαι μοχθηραί, ἐναργῶς αὐτόθεν τοῖς μὴ ἐρι- στικοῖς προσπίπτει. ἡμεῖς μέντοι τὰς μὲν ἤδη εὐθύ- ναντες, τὰς δὲ προῖόντος τοῦ λόγου ἐλέγξειν μέλλον- τες, νῦν τὸ περὶ τῶν θυσιῶν σκέμμα διευκρινήσομεν, τάς τε ἀρχὰς ὅθεν γεγόνασιν ἀφηγούμενοι, καὶ τίνες καὶ ποῖαι ἦσαν αἱ πρῶται, πῶς τε μετέβρλλον καὶ πότε, καὶ εἰ πάντα θυτέον τῷ φιλοσόφῳ, τίσιν τε θυ- σίαι αἱ διὰ τῶν ζῴων γίγνονται· καὶ ὅλως πᾶν τὸ πα- ρακείμενον, τὰ μὲν αὐτοὶ ἐφευρίσκοντες, τὰ δὲ παρὰ τῶν παλαιῶν λαμβάνοντες ἀναγράψομεν, τοῦ συμμέ- τρου καὶ οἰκείου τῇ ὑποθέσει στοχαζόμενοι κατὰ δύ- ναμιν. ἔχει δὲ οὕτως.

ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφʼ οὗ τό γε πάντων λογιώτατον γένος, ὡς φησὶν Θεόφραστος, καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν ἤρξατο πρῶτον ἁφοʼ Ἑστίας τοῖς οὐρανίοις θεοῖς θύειν οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ γενεαῖς ὕστερον παρελήφθη ταῦτα, καὶ πλάνης καὶ μαστὴρ ὁ ἄνθρωπος γιγνόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολ- λῶν πόνων καὶ δακρύων σταγόνας τούτων ἀπήρξατο τοῖς θεοῖς· οὐ τούτων οὖν ἔθυον πρότερον, ἀλλὰ χλόης, οίονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέ- δωκεν ἡ γῆ,τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέ- τειον γεννωμένην πόαν, ἧς δρεπόμενοι φύλλα καὶ ῥί- ζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοὺς κατέ- καιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσία δεξιούμενοι καὶ διὰ τοῦ πυρὸς ἀπαθανατίζον- τες αὐτοῖς τὰς τιμάς. τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνα- τον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὄν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς θυμιάσεως τῶν ἀπὸ γῆς θυ- μιατήριά τε ἐκάλουν καὶ τὸ θύειν καὶ θυσίας· ἃ δὴ ἡμεῖς ὡς τὴν ὑστέραν πλημμέλειαν σημαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θε- ραπείαν καλοῦντες θυσίαν. τοσοῦτον δὲ τοῖς παλαι- οἵς τοῦ μὴ παραβαίνειν τὸ ἔθος ἔμελεν, ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισαγόντων δὲ ἕτερον ἀρασαμένους, ἀρώματα τὰ θυμιώμενα προσαγορεύ- σοι. τὴν δὲ ἀρχαιότητα τῶν εἰρημένων θυμιαμάτων κατίδοι τις ἂν, ἐπιβλέψας ὅτι πολλοὶ καὶ νῦν ἔτι θύ- ουσι συγκεκομμένα τῶν εὐωδῶν ξύλων τινά. ὅθεν μετὰ τὴν ἐξ ἀρχῆς πόαν δενδροφυούσης ἤδη τῆς γῆς, πρώτης δρυὸς καρποφαγήσαντες, τῆς μὲν τροφῆς διὰ τὴν σπάνιν μικρά, τῶν δὲ φύλλων αὐτῆς πλείω τοῖς θεοἵς εἰς τὰς θυσίας ἀνὴπτον. μετὰ δὲ ταῦτα ὁ βίος ἐπὶ τὴν ἥμερον ἢδη τροφὴν μεταβαίνων καὶ θύματα τὰ ἐκ τῶν καρπῶν “ἅλις δρυὸςʼʼ ἔφη.

τοῦ δὲ Δημη- τρίου καρποῦ μετὰ τὸν χέδροπα πρώτου φανέντος κριθῶν, ταύταις ἀπʼ ἀρχῆς μὲν οὐλοχυτεῖτο κατὰ τὰς πρώτας θυσίας τὸ τῶν ἀνθρώπων γένος· ὕστερον δὲ ἐρεξαμένων τε αὐτὰς καὶ τὴν τροφὴν ψαισαμένων τὰ μὲν τῆς ἐργασίας ὄργανα θείαν τοῖς βίοις ἐπικουρίαν παρασχόντα κρύψαντες εἰς ἀπόρρητον, ὡς ἱεροἵς αὐ- τοῖς ἀπήντων. τοῦ δʼ ἀληλεμένου βίου παρὰ τὸν πρόσθεν μακαρισθέντος, ἀπήρξαντο τῆς ψαισθείσης τροφῆς πρῶτον εἰς πῦρ τοῖς θεοῖς. ὅθεν ἔτι καὶ νῦν πρὸς τῷ τέλει τῶν θυσιῶν τοῖς ψαισθεἵσι θυλήμασι χρώμεθα, μαρτυροῦντες μὲν τῷ πραττομένῳ τὴν ἐξ ἀρχῆς τῶν θυμάτων αὔξησιν, οὐ συνορῶντες δὲ τί- νων χάριν τούτων ἕκαστα δρῶμεν. ἀφʼ ὧν ὁρμωμέ- νοις ἡμἴν, καὶ τῶν καρπῶν ἀλλὰ καὶ τῶν πυρῶν ἀφθο- νωτέρων γιγνομένων, προσετίθεντο πελάνων ἤδη καὶ τῶν λοιπῶν ἀπάντων ἀπαρχαὶ τοῖς θεοἴς εἰς τὰς θυσίας· πολλὰ μὲν ἀνθολογούντων, οὐκ ἐλάττω δὲ τούτων μιγνύντων τόκε, εἰ τι καλὸν εἶχον ἐν βίῳ καὶ πρέπον ὀσμῇ πρὸς θείαν αἴσθησιν. καὶ τὰ μὲν στέ- φοντες, τὰς δʼ εἰς πῦρ δωρούμενοι θείας ἑτέρας στα- γόνας οἴνου καὶ μέλιτος· ἔτι δʼ ἐλαίου ταἵς χρείαις ἀνευρίσκοντες ἀπήρχοντο καὶ τούτων τοῖς αἰτίοις θε- οῖς.

οἷς μαρτυρεῖν ἔοικεν καὶ ἡ Ἀθήνησιν ἔτι καὶ νῦν δρωμένη πομπὴ Ἡλίου τε καὶ Ὡρῶν. πομπεύει γὰρ εἰλυσπόα ἄγρωστις ἐπὶ πυρηνίων ἡγηρίας, ὄσπρια, δρῦς, μιμαίκυλα, κριθαί, πυροί, παλάθη ἡγητη- ρία, ἀλεύρων πυρίνων καὶ κριθίνων φθοῖς, ὀρθο- στάτης, χύτρος. πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρ- χῶν τοἵς ἀνθρώποις προιουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη, ὠμότη- τος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθʼ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀν- θρώπων καὶ τοὺς βωμοὺς αἰμιαξάντων, ἀφʼ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγὰρ οὖν τὸ δαιμόνιον, ὡς φησὶν ὁ Θεόφραστος, τούτων ἐκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν. καθʼ ὃ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώ- πων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηθὲν ἡμῶνβελτίους 3. πέλανα πέμματα ἐκ παιπάλης, ἥ ἐστι λεπτότατον ἄλευρον εἰς θυσίαν ἐπιτήδειον. ἢ οἱ μέλιτι δεδευμένοι καρποί. ἢ θεοὶ ἀπαρχαί τινες. ἢ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ πε- ριπεπηγὸς καὶ ἐξηραμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτὸν καὶ κόμι. καὶ ὁ τοῦ μάντεως μισθὸς ὀβολός. ἡγεἵσθαι τὴν φύσιν εἶναι τοὺς θεούς· οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οὐδεμίαν ἀπαρχὴν τῶν ὑπαρχόντων ποιούμενοι τοἵς θεοἵς· οἱ δὲ κακό- θυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.

διʼ ὃ Θῶες μὲν οἱ ἐν μεθορίοις Θρᾴκης οίκήσαντες μηδενὸς ἀπαρ- χόμενοι μηδὲ θύοντες, ἀνάρπαστοι κατʼ ἐκεῖνον ἐγέ- νοντο τὸν χρόνον ἐξ ἀνθρώπων, καὶ οὔτε τοὺς οἰ- κοῦντας οὔτε τὴν πόλιν οὔτε τὸν τῶν οἰκήσεων θεμέ- λιον ἐξαίφνης οὐδεὶς εὑρεῖν ἐδύνατο· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐθέλεσκον ἀλλήλων ἴσχειν, οὐδʼ ἀθανάτους θεραπεύειν ἤθελον, οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, ἣ θέμις ἀθανάτοις. τοιγὰρ οὖν αὐτοὺς Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς οὐκ ἐδίδουν μακάρεσσιν οὐδʼ ἀπήρχοντο τούτοις, καθάπερ ἦν δίκαιον. Βασ- σάρων δὲ δὴ τῶν τὸ πάλαι τὰς Ταύρων θυσίας οὐ μό- νον ζηλωσάντων, ἀλλὰ καὶ τῇ τῶν ἀνθρωποθυσιῶν βακχείᾳ βορὰν τούτων προσθεμένων (καθάπερ ἡμεῖς νῦν ἐπὶ τῶν ζῴων· ἀπαρξάμενοι γὰρ τὰ λοιπὰ δαῖτα τιθέμεθα), τίς οὐκ ἀκήκοεν ὅτι μετὰ μανίας προσπί- πτοντές τε καὶ δάκνοντες ἀλλήλους, ἔτι δὲ πρὸς ἀλή- θειαν αἱμοδαιτοῦντες οὐκ ἐπαύσαντο πρὶν τὸ γένος ἐξαναλῶσαι τῶν πρώτων παρʼ αὐτοῖς τῆς τοιαύτης ἁψαμένων θυσίας;

ὑστέρα μὲν τοίνυν καὶ νεωτάτη ἡ διὰτῶν ζῴων θυσία, τὴν δὲ αἰτίανλαβοῦσα οὐκ εὐχά- ριστον ὡς ἡ ἐκ τῶν καρπῶν, ἀλλὰ λιμοῦ ἢτινος ἄλλης δυστυχίας περίστασιν. αὐτίκα τῶν κατὰ μέρος παρʼ Ἀθηναίοις ἀναιρέσεων αἱ αἰτίαι ἢ ἀγνοίας ἢ ὀργὰς ἢ φόβουςτὰς ἀρχὰς ἔχουσιν.τὴν μὲν γὰρ τῶν συῶν σφα-, γὴν ἀκουσίῳ ἁμαρτίᾳ Κλυμένης προσάπτουσιν, ἀπρο- αιρέτως μὲν βαλούσης, ἀνελούσης δὲ τὸ ζῷον. διʼ ὃ καὶ εὐλαβηθέντα αὐτῆς τὸν ἄνδρα, ὡς παράνομον διαπεπραγμένης, Πυθῶδε ἀφικόμενον χρήσασθαι τῷ τοῦ θεοῦ μαντείῳ. τοῦ δὲ θεοῦ τῷ συμβάντι ἐπιτρέ- ψαντος, ἀδιάφορον λοιπὸν νομίσαι τὸ γιγνόμενον. ἐπι- σκόπῳ δέ, ὃς ἦν ἔκγονος τῶν θεοπρόπων, βουληθέντι προβάτων ἀπάρξασθαι, ἐπιτρέψαι μὲν φασὶ τὸ λόγιον, σὺν πολλῇ δὲ εὐλαβείᾳ. ἔχει γὰρ οὕτως· οὔ σε θέμις κτείνειν ὀίων γένος ἐστὶ βέβαιον, ἔγγονε θειοπρόπων· ὓ δʼ ἑκούσιον ἄν κατανεύσῃ χέρνιβʼ ἐπιθύειν τὸ δʼ, ἐπίσκοπε, φημὶ δικαίως.

αἶγα δʼ ἐν Ἰκορίῳ τῆς Ἀττικῆς ἐχειρώσαντο πρῶ- τον, ὅτι ἄμπελον ἀπέθρισεν· βοῦν δὲ Δίομος ἔσφαξε πρῶτος,ἰερεύς ὢν τοῦ Πολιῶς Διός, ὅτι τῶν Διπο- λείων ἀγομένων καὶ παρεσκευασμένων κατὰ τὸ πά- λαι ἔθος τῶν καρπῶν ὁ βοῦς προσελθὼν ἀπεγεύσατο τοῦ ἱεροῦ πελάνου· συνεργοὺς γὰρ λαβὼν τοὺς ἄλ- λους ὅσοι παρῆσαν, ἀπέκτεινε τοῦτον. καὶ παρὰ μὲν Ἀθηναίοις τοιαῦται κατὰ μέρος ἀποδίδονται αἰτίαι, ἄλλαι δὲ παρʼ ἄλλοις λέγονται· πλήρεις δὲ πᾶσαι οὐκ εὐαγῶν ἀπολογιῶν. λιμὸν δὲ οἱ πλεῖστοι αἰτιῶνται καὶ τὴν ἐκ τούτου ἀδικίαν. διʼ ὃ γευσάμενοι τῶν ἐμ- ψύχων ἀπήρξαντο καὶ τούτων, εἰωθότες τῆς τροφῆς ἀπέχεσθαι. ὅθεν οὐδὲ πρεσβύτερον τὸ θυσιῶν ὑπάρ- χον τῆς ἀναγκαίας τροφῆς ἐκ τούτου ἀφορίζοι ἄν τοἵς ἀνθρώποις τὸ βρωτέον, ἑπόμενον δὲ οἷς ἐγεύσαντο καὶ ἀπήρξαντο, οὐκ ἀναγκάζοι προσίεσθαι ὡς εὐσε- βές, οὗ μὴ εὐσεβῶς τοῖς θεοῖς ἀπήρξαντο.

μηνύει δὲ οὐχ ἥκιστα ἐξ ἀδικίας πᾶν τὸ τοιοῦτο λαβεῖν τὴν ἀρ- χὴν τὸ μὴ ἐν παντὶ ἔθνει τὰ αὐτὰ ἢ θύειν ἢ ἐσθίειν, ἐκ δὲ τῆς χρείας τῆς πρὸς αὐτοὺς στοχάζεσθαι τοῦ καθήκοντος. παρὰ γοῦν Αἰγυπτίοις καὶ οίνιξι θᾶττον ἄν τις ἀνθρωπείων κρεῶν γεύσαιτο ἢ θηλείας βοός. αἴτιον δὲ ὅτι χρήσιμον τὸ ζῷων ὄν τοῦτο ἐσπάνιζεν παρʼ αὐτοἵς. διʼ ὃ ταύρων μὲν καὶ ἐγεύσαντο καὶ ἀπήρξαντο, τῶν δὲ θηλειῶν φειδόμενοι τῆς γονῆς ἕνεκα, ἐν μύσει τὸ ἅψασθαι ἐνομοθέτησαν· καίτοι γε τῆς χρείας ἐφʼ ἑνὸς καὶ ταὐτοῦ γένους τῶν βοῶν τό τε εὐσεβὲς καὶ τὸ ἀσεβὲς διώρισαν. ὧν δὴ τοῦτον ἐχόν- των τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμιψυχα τοὺς τῷ ὄντι εὐσεβεῖνἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις.

πρῶτον μὲν ὅτι ἐξ ἀνάγκης μείζονος, ὡς ἔφαμεν,ἡμᾶς καταλαβού- σης κατήρξαντο αὐτῶν· λιμοὶ γὰρ αἴτιοι καὶ πόλεμοι, οἵ καὶ τοῦ γεύσασθαι ἀνάγκην ἐπήγαγον. ὄντων οὦν τῶν καρπῶν, τίς χρεία τῷ τῆς ἀνάγκης χρῆσθαι θύ- ματι; ἔπειτα τῶν εὐεργεσιῶν τὰς ἀμοιβὰς καὶ τὰς χάριτας ἄλλοις μὲν ἄλλας ἀποδοτέον κατὰ τὴν ἀξίαν τῆς εὐποιίας, τοἵς δὲ εἰς τὰ μέγιστα ἡμᾶς εὖ πεποιη- κόσιν τὰς μεγίστας καὶ ἀπὸ τῶν τιμιωτάτων, καὶ μά- λιστα εἰ αὐτοὶ εἶεν τούτων πάροχοι. κάλλιστα δὲ καὶ τιμιώτατα ὧν ἡμᾶς οἱ θεοὶ εὖ ποιοῦσιν, οἱ καρποί· διὰ γὰρ τούτων ἡμᾶς σώζουσιν καὶ νομίμιως ζῆν παρέ- χουσιν· ὥστε ἀπὸ τούτων αὐτοὺς τιμητέον. καὶ μὴν θύειν δεἵ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐ- θὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν ὁ θεὸς εἰς χρῆσιν δέδωκεν, ἀλλ’ οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι κατὰ τοὔνομα. ὅσιος δὲ οὐδεὶς ὅς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβη κἂν φυτά, μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρπούς ὁ ἀφελόμε- νος ἄλλων ὁσίως θύει, τά γε τούτων τιμιώότερα παν- τελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίγνεται μεῖζον· ψυχὴ δὲ πολλῷ τιμιώ- τερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα τὰ ζῷα οὐ προσῆκεν.

ἀλλʼ ἴσως τις ἂν εἴποι ὅτι καὶ τῶν φυτῶν ἀφαιροῦμέν τι· οὔ; οὐχ ὁμοία ἡ ἀφαί- ρεσις· οὐ γὰρ παρὰ ἀκόντων. καὶ γὰρ ἡμῶν ἐασάν- των αὐτά, μεθίει τοὺς καρπούς· καὶ ἡ τῶν καρπῶν λῆψις οὐ μετʼ ἀπωλείας αὐτῶν, καθάπερ ὅταν τὰ ζῷα τὴν ψυχὴν πρόηται. καὶ τὴν παρὰ τῶν μελιττῶν δὲ τοῦ καρποῦ παραληψιν ἐκ τῶν πόνων ἡμῶν γιγνομέ- νην, κοινὴν ἔχειν προσήκει καὶ τὴν ὄνησιν. συνά- γουσι γὰρ αἱ μέλιτται ἐκ τῶν φυτῶν τὸ μέλι, ἡμεῖς δὲ αὐτῶν ἐπιμελούμεθα. διʼ ὃ καὶ δεῖ οὕτω μερίζε- σθαι, ὡς μηδεμίαν αὐταῖς γίγνεσθαι βλάβην. τὸ δʼ ἄχρηστον μὲν ἐκείναις, ἡμῖν δὲ χρήσιμον εἴη ἂν μι- σθὸς ὁ παρʼ ἐκείνων. ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. καὶ γὰρ ἄλλως πάντα μὲν τῶν θεῶν ἐστίν, ἡμῶν δὲ δοκοῦσιν εἶναι οἱ καρποί· ἡμεῖς γὰρ καὶ σπεί- ρομεν αὐτοὺς καὶ φυτεύομεν κοί ταῖς ἄλλαις ἐπιμελεί- αις ἀνατρέφομεν. θυτέον οὖν ἑκ τῶν ἡμετέρων, οὐ τῶν ἀλλοτρίων· ἐπεὶ καὶ τὸ εὐδάπανον καὶ εὐπόριστον τοῦ δυσπορίστου ὁσιώτερον καὶ θεοῖς κεχαρισμένον, καὶ τὸ ῥᾷστον τοῖς θύουσιν πρὸς συνεχῆ εὐσέβειαν ἕτοιμον. τὸ τοίνυν μήθʼ ὅσιον μήτʼ εὐδάπανον οὐ πάνυ θυ- τέον, εἰ καὶ παρείη.

ὅτι δʼ οὐ τῶν εὐπορίστων καὶ εὐδαπάνων τὰ ζῷα, θεωρητέον, εἰς τὸ πολὺ τοῦ γέ- νους ἡμῶν ὁρῶντας. οὐ γὰρ εἴ τινές εἰσι “πολύρρη- νες” καὶ “πολυβοῦται” τῶν ἀνθρώπων, τοῦτο σκε- πτέον· πρῶτον μὲν ὅτι πολλὰ τῶν ἐθνῶν οὐκ ἔκτηται τῶν θυσίμων ζῴων οὐθέν, εἰ μή τις τῶν ἀτίμων λέ- γοι· δεύτερον δὲ ὅτι τῶν ἐν αὐταῖς ταῖς πόλεσιν οἰ- κούντων οἱ πλεῖστοι σπανίζουσι τούτων. εἰ δὲ καὶ τῶν ἡμέρων τις καρπῶν λέγοι σπανίζειν, ἀλλʼοὐ τῶν γε λοιπῶν τῶν ἐκ γῆς φυομένων· οὐδʼ οὕτω χαλε- πὸν τοὺς καρποὺς ὡς τὰ ζῷα πορίσασθαι. ῥᾴων γὰρ ὁ πόρος τῶν καρπῶν καὶ τῶν ἀπὸ γῆς ἢ ὁ τῶν ζῴων. τὸ δὲ εὐδάπανον καὶ εὐπόριστον πρὸς συνεχῆ εὐσέ- βειαν συντελεῖ καὶ πρὸς τὴν ἀπάντων.

καὶ μαρτυρεῖ γε ἡ πεῖρα ὅτι χαίρουσιν τούτῳ οἱ θεοὶ ἢ τῷ πολυδα- πάνῳ. οὐ γὰρ ἄν ποτε τοῦ Θετταλοῦ ἐκείνου τοὺς χρυσόκερως βοῦς καὶ τὰς ἑκατόμβας τῷ Πυθίῳ προσ- ἀγοντος μᾶλλον ἔφησεν ἡ Πυθία τὸν Ἑρμιονέα κεχα- ρίσθαι θύσαντα τῶν ψαιστῶν ἐκ τοῦ πηριδίου τοῖς τρισὶ δακτύλοις. προσεπιβαλόντι δὲ διὰ τὸ ῥηθὲν τὰ λοιπὰ πάντα τῆς πήρας ἐπὶ τὰν βωμόν, εἶπε πάλιν ὅτι δὶς τόσον ἀπέχθοιτο τοῦτο δράσας ἢ πρότερον ἦν κε- χαρισμένος. οὕτω τὸ εὐδάπανον φίλον θεοῖς, καὶ μὰλ- λον τὸ δαιμόνιον πρὸς τὸ τῶν θυόντων ἦθος ἢ πρὸς τὸ τῶν θυομένων πλῆθος βλέπει.

τὰ παραπλήσια δὲ καὶ Θεόπομπος ίστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μδάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δʼ εἰ- θίσθαι τοἵς θεοῖς καθʼ ἕκαστον ἐνιαυτὸν θυσίας ποι- εἴσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς· τὰ μὲν διʼ εὐπο- ρίαν τῶν ὑπαρχόντων, τὰ δὲ διʼ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῷ θεῷ καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηρια- σόμενον· οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν τούς θεούς ἐρέσθαι τὴν Πυθίαν, τὸν ἄρι- στα καὶ προθυμότατα Ιὸ δαιμόνιον γεραίροντα θε- σπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας, ὑπολαμβάνοντα δοθήσεσθαι αὑτῷ τὸ πρωτεῖον. τὴ δὲ ίέρειαν ἀποκρίνασθαι, πάντων ἄριστα θεραπεύειν τοὺς θεούς Κλέαρχον κατοικοῦντα ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας. τὸν δʼ ἐκπλαγέντα ἐκτόπως ἐπιθυμῆσαι τὸν ἄνθρωπον ἰδεῖν καὶ ἐντυχόντα μαθεἵν, τίνα τρό- πον τὰς θυσίας ἐπιτελεῖ. ἀφικόμενον οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονἦσοι μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλʼ οὐδʼ ἂν αὐτὴν τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὐτοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δʼ οὖν συντυ- χόντα τῷ ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῷ, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾷ. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις, κατὰ μιῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ίερῶν, ἅ δὴ τοὺς προγόνους καταλιπεἵν, καὶ τι- μᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ ποπάνοις· κατʼ ἐνι- αυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλείποντα οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θεραπεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ίερεῖα κατακόπτοντα, ἀλλʼ ὅ τι ἂν παρατύχῃ ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων,ἃ ἑκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρ- χὰς ἀπονέμειν· καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ καθα- γιζειν αὐτοῖς· αὐτὸν δὲ τῇ αὐταρκείᾳ προσεσχηκότα τοῦ θὔσαι βοῦς προνοεῖσθαι.

18. λιβανωτός ἐστι τὸ ἐκ Λιβάνου γιγνόμενον ἄρωμα. ψαιστὰ δέ εἰσιν ἄλφιτα ἐλαίῳ καὶ οἴνῳ δεδευμένα ἀπὸ τῆς τοῦ μύλου πε- ριψήσεως, ἅπερ ἐπεθυμίων τοῖς θεοῖς. πόπανα δὲ πλακουντία πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.

παρʼ ἐνίοις δʼ ἱστορεῖται τῶν συγγραφέων, τῶν Τυρρηνῶν μετὰ τὸ κρατῆσαι Καρχηδονίων ἑκατόμβας κατὰ πολλὴν ἔριν τὴν πρὸς ἀλλήλους ἐκπρεπεῖς παρα- στησάντων τᾷ Ἀπόλλωνι, εἶτα πυνθανομένων αἷς ἡσθείη μάλιστα, παρʼ ἐλπίδα πᾶσαν αὐτὸν ἀποκρίνα- σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗ- τος, σκληρὰ γεωργῶν πετρίδια· κατιών δὲ ἀπὸ τοὔ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πή- ρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελε- σάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαίνεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται, ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ· τεκμήριον δʼ· ὅταν γὰρ ἑκατόμβας τινὲς θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος πάντων καὶ λιβανωτὸς ἐπετέθη. ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα, τὸ δὲ μικρὸν αὐτὸ τοῦτʼ ἀρεστὸν τοῖς θεοῖς. καὶ Μένανδρος δʼ ἐν Δυσκόλῳ φησίν· ὁ λιβανωτὸς εὐσεβὴς καὶ τὸ πόπανον· τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ ἅπαν τεθέν.

διὰ τοῦτο καὶ τοῖς κεραμεοῖς ἀγγείοις καὶ τοῖς ξυ- λίνοις καὶ πλεκτοῖς ἐχρῶντο καὶ μᾶλλον πρὸς τὰς δη- μοτελεῖς ἱεροποιίας, τοιούτοις χαίρειν πεπεισμένοι τὸ θεῖον. ὅθεν καὶ τὰ παλαιότατα ἤδη κεραμεᾶ καὶ ξύ- λινα ὑπάρχοντα μᾶλλον θεῖα νενόμισται διά τε τὴν 12. τοῦτο καὶ Σώπατρος προφέρει ἐν ταῖς ἐκλογαῖς τῶν ἱστο- ριῶν. ὕλην καὶ τὴν ἀφέλειαν τῆς τέχνης. τὸν γοῦν Αίσχύ- λον φασί, τῶν Δελφῶν ἀξιούντων εἰς τὸν θεὸν γρά- ψαι παιᾶνα, εἰπεῖν ὅτι βέλτιστα Τυννίχῳ πεποίη- ται· παραβαλλόμενον δὲ τὸν αὑτοῦ πρὸς τὸν ἐκείνου ταὐτὸν πείσεσθαι τοῖς ἀγάλμασιν τοῖς καινοῖς προς τὰ ἀρχαῖα· ταῦτα γὰρ καίπερ ἀφελῶς πεποιημένα, θεῖα νομίζεσθαι, τὰ δὲ καινὰ περιέργως εἰργασμένα θαυμάζεσθαι μέν, θεοῦ δὲ δόξαν ἧττον ἔχειν. καὶ τὸν Ἡσίοδον οὖν εἰκότως τὸν τῶν ἀρχαίων θυσιῶν νόμον ἐπαινοῦντα εἰπεῖν, ὥς κε πόλις ῥέζῃσι, νόμος δʼ ἀρχαῖος ἄριστος.

οἱ δὲ τὰ περὶ τῶν ἱερουργιῶν γεγραφότες θυσιῶν τὴν περὶ τὰ πόπανα ἀκρίβειαν φυλάττειν παραγγέλλουσιν, ὡς ἀρεστὴν τοῖς θεοῖς ταύτην ἢ τὴν διὰ τῶν ζῴων θυσίαν. καὶ Σοφοκλῆς διαγρά- φων τὴν θεοφιλῆ θυσίαν φησὶν ἐν τῷ Πολυΐδῳ, ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δʼ ἀμπέλου σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη· ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τʼ ἐλαίας καὶ τὸ ποικιλώτατον ξουθῆς μελίσσης κηρόπλαστον ὄργανον. σεμνὰ δʼ ἦν τῶν πρὶνὑπομνήματα ἐν Δήλῳ ἐξ Ὑπερ– βορέων ἀμαλλοφόρων. δεῖ τοίνυν καθηραμένους τὸ ἦθος ἰέναι θύσοντας, τοῖς θεοῖς θεοφιλεῖς τὰς θυ- σίας προσάγοντας, ἀλλὰ μὴ πολυτελεῖς. νῦν δὲ ἐσθῆτα μὲν λαμπρὰν περὶ σῶμα μὴ καθαρὸν ἀμφιε- σαμένοις οὐκ ἀρκεῖν νομίζουσι πρὸς τὸ τῶν θυσιῶν ἁγνόν ὅταν δὲ τὸ σῶμα μετὰ τῆς ἐσθῆτός τινες λαμπρυνάμενοι, μὴ καθαρὰν κακῶν τὴν ψυχὴν ἔχον- τες ἴωσι πρὸς τὰς θυσίας, οὐδὲν διαφέρειν νομί- ζουσιν, ὥσπερ οὐ τῷ θειοτάτῳ γε τῶν ἐν ἡμῖν χαί- ροντα μάλιστα τὸν θεὸν διακειμένῳ καθαρῶς, ἅτε συγγενεῖ πεφυκϲτι. ἐν γοῦν Ἐπιδαύρῳ προεγέγρα- πτο, ἁγνὸν χρὴ ναοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι· ἁγνείη δʼ ἔστι φρονεῖν ὅσια.

ὅτι δὲ οὐ τῷ εὐόγκῳ χαίρει ὁ θεὸς τῶν θυσιῶν, ἀλλὰ τῷ τυχόντι, δῆλον ἐκ τοῦ τῆς καθʼ ἡμέραν τρο- φῆς, κἂν ὁποία τις οὖν αὕτη παρατεθῇ, ταύτης πρὸ τῶν ἀπολαύσεων πάντας ἀπάρχεσθαι μικρὸν μέν, ἀλλὰ τῷ μικρῷ τούτῳ παντὸς μᾶλλον μεγάλη τίς ἐστι τιμή. διὰ πολλῶν δὲ ὁ Θεόφραστος ἐκ τῶν παρʼ ἑκά- στοις πατρίων ἐπιδείξας, ὅτι τὸ παλαιὸν τῶν θυσιῶν διὰ τῶν καρπῶν ἦν τῶν ἐπετείων πρότερον τῆς πόας λαμβανομένης, καὶ τὰ τῶν σπονδῶν ἐξηγεῖται τοῦτον τὸν τρόπον. τὰ μὲν ἀρχαῖα τῶν ἱερῶν νηφάλια παρὰ πολλοῖς ἦν (νηφάλια δʼ ἐστὶν τὰ ὑδρόσπονδα), τὰ δὲ μετὰ ταῦτα μελίσπονδα· τοῦτον γὰρ ἕτοιμον παρὰ μελιττῶν πρῶτον ἐλάβομεν τὸν ὑγρὸν καρπόν· εἶτʼ ἐλαιόσπονδα · τέλος δʼ ἐπὶ πᾶσιν τὰ ὕστερον γεγο- νότα οἰνόσπονδα.

μαρτυρεῖται δὲ ταῦτα οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαν- τικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρʼ Ἐμπεδοκλέους, ὃς περί τε τῶν θυμά- των καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδʼ ὁ Κρόνος οὐδ’ ὁΠὸσειδῶν, ἀλλὰ Κύπρις βασίλεια, ἣ ἐστιν ἡ φιλία τὴν οἵ γʼ εὐσεβέεσσιν ἀγάλμασιν ίλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόσμοις σμύρνης τʼ ἀκράτου θυσίαις λιβάνου τε θυώδους ξουθῶν τε σπονδὰς μελίτων ῥιπτοῦντες ἐς οὖδας, (ἅπερ καὶ νῦν ἔτι σώζεται παρʼ ἐνίοις οἷον ἴχνη τινὰ τῆς ἀληθείας ὄντα ) ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός.

τῆς γὰρ οἶμαι φιλίας καὶ τῆς περὶ τὸ συγγενὲς αἰσθήσεως πάντα κατεχούσης, οὐδεὶς οὐθὲν ἐφόνευεν, οἰκεῖα εἶναι νομίζων τὰ λοιπὰ τῶν ζῴων. ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων ἀρχὴ κατέσχε, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὄντως ἐφοείδετο τῶν οἰκείων. σκεπτέον δʼ ἔτι καὶ ταῦτα. ὥσπερ γὰρ οἰκειότητος οὕσης ἡμῖν πρὸς τοὺς ἀνθρώ- πους, τούς κακοποιοὺς καὶ καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας φερομένους πρὸς τὸ βλάπτειν τὸν ἐντυγχάνοντα ἀναιρεῖν ἡγούμεθα δεῖν καὶ κολάζειν ἅπαντας· οὕτως καὶ τῶν ἀλόγων ζῴων τὰ ἄδικα τὴν φύσιν καὶ κακοποιὰ πρός τε τὸ βλά- πτειν ὡρμημένα τῇ φύσει τοὺς ἐμπελάζοντας ἀναι- ρεῖν ἴσως προσήκει, τὰ δὲ μηθὲν ἀδικοῦντα τῶν λοιπῶν ζῴων μηδὲ τῇ φύσει πρὸς τὸ βλάπτειν ὡρ- μημένα ἀναιρεῖν τε καὶ φονεύειν ἄδικον δήπου, ὥσ- περ καὶ τῶν ἀνθρώπων τοὺς τοιούτους. ὃ δὴ καὶ ἐμφαίνειν ἔοικεν δίκαιον ἡμῖν μηδὲν εἶναι πρὸς τὰ λοιπὰ τῶν ζῴων, διὰ τὸ βλαβερὰ ἄττα τούτων εἶναι καὶ κακοποιὰ τὴν φύσιν, τὰ δὲ μὴ τοιαῦτα, καθά- περ καὶ τῶν ἀνθρώπων.

ἆρʼ οὖν θυτέον τὰ τοῦ σφάττεσθαιτοῖς θεοῖς; καὶ πῶς, εἴ γε φαῦλα τὴν φύσιν ἐστίν; οὐθὲν γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἀνά- πηρα θυτέον. κακῶν δὲ οὕτως ἀπαρχὴν καὶ οὐ τι- μῆς ἕνεκα τὰς θυσίας ποιήσομεν. εἰ δʼ ἄρα θυτέον τοῖς θεοῖς τὰ ζῷα, τὰμηθὲν ἀδικοῦντα τούτων ἡμᾶς θυτέον. οὐκ ἀναιρετέον δὲ ὡμολογηκότες μηθὲν ἡμᾶς ἀδικοῦντα τῶν λοιπῶν ζῴων, ὥστε οὐδὲ θυ- τέον αὐτὰ τοῖς θεοῖς. εἰ οὖν οὔτε ταῦτα θυτέον οὔτε τὰ κακοποιά, πῶς οὐ φανερὸν ὅτι παντὸς μᾶλ- λον ἀφεκτέον καὶ οὐ θυτέον ἐστὶ τῶν λοιπῶν ζῴων οὐδέν, ἀναιρεῖν γε μέντοι τούτων ἕτερ’ ἄττα προσ- ήκει;

καὶ γὰρ ἄλλως τριῶν ἕνεκα θυτέον τοῖς θε- οῖς· ἢ γὰρ διὰ τιμὴν ἢ διὰ χάριν ἢ διὰ χρείαν τῶν ἀγαθῶν. καθάπερ γὰρ τοῖς ἀγαθοῖς ἀνδράσιν, οὕτω κἀκείνοις ἡγούμεθα δεῖν ποιεῖσθαι τὰς ἀπαρχάς· τι- μῶμεν δὲ τοὺς θεοὺς ἢ κακῶν μὲν ἀποτροπήν, ἀγα- θῶν δὲ παρασκευὴν ἡμῖν γενέσθαι ζητοῦντες, ἢ προπεπονθότες εὑ ἢ ἵνα τύχωμεν ὡφελείας τινὸς ἢ κατὰ ψιλὴν τὴν τῆς ἀγαθῆς αὐτῶν ἕξεως ἐκτίμησιν. ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τού- των τινὸς ἕνεκα θυτέον. καὶ γὰρ ἃ θύομεν, τού- των τινὸς ἕνεκα θύομεν. ἆρʼ οὖν τιμῆς ἡγήσαιτʼ ἂν τυγχάνειν ἡμῶν ὁ θεός, ὅταν ἀδικοῦντες εὐθὺς θεὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτʼ ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦν- τες τὰ μηδὲν ἐδικοῦντα τῶν ζῴων, ἀδικήσειν ὁμο- λογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοι- πῶν ζῴων οὐθέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας. ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδι- δοὺς οὐκ ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς χάριν ἀποδιδούς καὶ τιμήν. ἀλλʼ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστʼ οὐδʼ ἐλπιζομένης εὐεργεσίας, θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμή- χανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρα- κτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶν ζῷα τὸ παράπαν τοῖς θεοῖς.

ταῖς γὰρ ἐκ τῶν θυμάτων ἀπολαύσεσι τὸ περὶ τούτων ἀληθὲς ἐξαλείφειν πειρώμενοι λαν- θάνομεν ἡμᾶς αὐτούς, οὐ γὰρ δὴ τὸν θεόν. τῶν μὲν οὖν ἀτίμων ζῴων, ἃ μηδεμίαν εἰς τὸν βίον ἡμῖν παρέχεται χρείαν, καὶ τῶν οὐδεμίαν ἀπόλαυσιν ἐχόντων οὐθὲν θύομεν τοῖς θεοῖς. τίς γὰρ δὴ πώ- ποτε ἔθυσεν ὄφεις καὶ σκορπίους ὒ πιθήκους ἢ τι τῶν τοιούτων ζῴων; τῶν δὲ τοῖς βίοις ἡμῶν χρείαν τινὰ παρεχομένων ἢ καί τι εἰς ἀπόλαυσιν ἐν αὐτοῖς ἐχόντων οὐθενὸς ἀπεχόμεθα, σφάττοντες ὡς ἀληθῶς καὶ δέροντες ἐπὶ προστασίας τοῦ θείου. βοῦς γὰρ καὶ πρόβατα, πρός τε τούτοις ἐλάφους καὶ ὄρνιθας, αὐτούς τε τοὺς καθαριότητος μὲν οὐδὲν κοινωνοῦν- τας, ἀπόλαυσιν δὲ ἡμῖν παρέχοντας σιάλους σφάτ- τομεν τοῖς θεοῖς ὧν τὰ μὲν τοῖς βίοις ἡμῶν ἐπι- κουρεῖ συμπονοῦντα, τὰ δὲ εἰς τροφὴν ἤ τινας ἄλ- λας χρείας ἔχει βοήθειαν. τὰ δὲ οὐθὲν τούτων δρῶντα διὰ τὴν ἐξ αὐτῶν ἀπόλαυσιν ὁμοίως τοῖς ἔχουσι τὸ χρήσιμον ὑπὸ τῶν ἀνθρώπων ἀπόλλυται ταῖς θυσίαις. ἀλλʼ οὐκ ὄνους οὐδʼ ἐλέφαντας οὐδὲ ἄλλο τῶν συμπονούντων μέν, οὐκ ἐχόντων δὲ ἀπό- λαυσιν θύομεν. καίτοι καὶ χωρίς γε τοῦ θύειν οὐκ ἀπεχόμεθα τῶν τοιούτων, σφάττοντες διὰ τὰς ἀπο- λαύσεις, καὶ θύομεν αὐτῶν τῶν θυσίμων οὐ τὰ τοῖς θεοῖς, πολὺ δὲ μᾶλλον τὰ ταῖς τῶν ἀνθρώπων ἐπι- θυμίαις κεχαρισμένα, καταμαρτυροῦντες ἡμῶν αὐ- τῶν, ὅτι τῆς ἀπολαύσεως χάριν ἐμμένομεν τοῖς τοι- ούτοις θύμασιν.

καίτοι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφρα- στος, ζῳοθυτοῦντες εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον κε- λεύοιεν θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. oὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατʼ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἕνα τοῦ δει- νοῦ μὴ ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶ- σιν νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γέ- νος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴνθεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦν- τες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκᾐ καὶ οὐκ ἐπιθτν- μίᾳ τοῦτο πράξαντες. μάθοι δʼ ἄν τις ἐπιβλέψας τοὺς λογιωτάτους πάντων Αἰγυπτίους, οἳ τοσοῦτον ἀπεῖχον τοῦ φονεύειν τι τῶν λοιπῶν ζῴων, ὥστε τὰς τούτων εἰκόνας μιμήματα τῶν θεῶν ἐποιοῦντο. οὕτως οἰκεῖα καὶ συγγενῆ ταῦτα τοῖς θεοῖς ἐνόμιζον εἶναι καὶ τοῖς ἀνθρώποις.

ἀπʼ ἀρχῆς μὲν γὰρ αἱ τῶν καρπῶν ἐγίνοντο τοῖς θεοῖς θυσίαι· χρόνῳ δὲ τῆς ὁσιότητος ἡμῶν ἐξαμελησάντων, ἐπεὶ καὶ τῶν καρπῶν ἐσπάνισαν, καὶ διὰ τὴν τῆς νομίμου τρο- φῆς ἔνδειαν εἰς τὸ σαρκοφαγεῖν ἀλλήλων ὥρμησακ, τότε μετὰ πολλῶν λιτῶν ίκετεύοντες τὸ δαιμόνιον, σφῶν αὐτῶν ἀπήρξαντο τοῖς θεοῖς πρῶτον, οὐ μό- νον ὅ τι κάλλιστον ἐνῆν αὐτοῖς καὶ τοῦτο τοῖς θεοῖς καθοσιοῦντες, ἀλλὰ καὶ πέρα τῶν καλλίστων προσ- επιλαμιβάνοντες τοῦ γένους· ἀφʼ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Αυκαίοις, οὐδʼ ἐν Καρ- χηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον τῆς τοῦ νομίμου χάριν μνήμης ἐμφύλιον αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς, καίπερ τῆς παρʼ αὐτοῖς ὁσίας ἐξειργούσης τῶν ἱερῶν, τοῖς κεριρραντηρίοις κηρύγματι, εἴ τις αἵματος ἀνθρω- πείου μεταίτιος. ἐντεῦθεν οὖν μεταβαίνοντες ὑπάλ- λαγμα [πρὸς τὰς θυσίας] τῶν ἰδίων ἐποιοῦντο σωμά- των τὰ τῶν λοιπῶν ζῴων σώματα, καὶ πάλιν κόρῳ τῆς νομίμου τροφῆς εἰς τὴν περὶ εὐσεβείας λήθην ἰόντες, ἐπιβαίνοντες ἀπληστίᾳ καὶ οὐθὲν ἄγευστον οὐδὲ ἄβρωτον περιλείποντες. ὅπερ καὶ περὶ τὴν ἐκ τῶν καρπῶν τροφὴν νῦν συμβαίνει περὶ πάντας. ὅταν γὰρ τῇ προσφορᾷ τὴν ἀναγκαίαν ἔνδειαν κου- φίσωνται, ζητοῦντες τοῦ κόρου τὸ περιττὸν ἐκπο- νοῦσι πρὸς βρῶσιν πολλὰ τῶν σωφροσύνης ἔξω κειμένων. ὅθεν ὡς οὐκ ἄτιμα ποιούμενοι τὰ θεοῖς θύματα, γεύσασθαι τούτων προήχθησαν, καὶ διὰ τὴν ἀρχὴν τῆς πράξεως ταύτης προσθήκη ἡ ζῳο- φαγία γέγονεν τῇ ἀπὸ τῶν καρπῶν τροφῇ τοῖς ἀν- θρώποις. καθάπερ οὖν τὸ παλαιὸν ἀπήρξαντό τε τοῖς θεοῖς τῶν καρπῶν, καὶ τῶν ἀπαρχθέντων ἀσπα- στῶς μετὰ τὴν ὁσίαν ἐγεύσαντο, οὕτω τῶν ζῴων καταρξάμενοι ταὐτὸν ἡγοῦντο δεῖν τοῦτο δρᾶν, καί- περ τὸ ἀρχαῖον οὐχ οὕτως τῆς ὁσίας ταῦτα βραβευ- σάσης, ἀλλʼ ἐκ τῶν καρπῶν ἕκαστον τῶν θείων τι- μῶντες. τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀν- θρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνη- ρέσκετο, ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός, ἀλλὰ μύσος τοῦτʼ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤια γυῖα.

θεωρῆσαι δὲ ἔστιν ἐκ τοῦ περὶ Δῆλον ἔτι σωζομένου βωμοῦ, πρὸς ὃν οὐθενὸς προσαγομένου παρʼ αὐτοῖς οὐδὲ θυομένου ἐπʼ αὐτοῦ ζῴου, εὐσε- βῶν κέκληται βωμός. οὕτως οὐ μόνον ἀπείχοντο τῶν ζῴων θύοντες, ἀλλὰ καὶ τοῖς ἱδρυσαμένοις τοῦ- τον ὁμοίως καὶ τοῖς χρωμένοις αὐτῷ μετέδοσαν τῆς εὐσεβείας. διʼ ὅπερ οἱ Πυθαγόρειοι τοῦτο παραδε- ξάμενοι κατὰ μὲν τὸν πάντα βίον ἀπείχοντο τῆς ζῳο- φαγίας, ὅτε δὲ εἰς ἀπαρχήν τι τῶν ζῴων ἀνθʼ ἑαυ- τῶν μερίσειαν τοῖς θεοῖς, τούτου γευσάμενοι μόνον, πρὸς ἀλήθειαν ἄθικτοι τῶν λοιπῶν ὄντες ἔζων. ἀλλʼ οὐχ ἡμεῖς· ἐμπιπλάμενοι δὲ εἰς πολλοστὸν ἀφικό- μεθα τῆς ἐν τούτοις παρὰ τὸν βίον παρανομίας. καὶ γὰρ οὔτε φόνῳ τοὺς τῶν θεῶν βωμούς χραίνειν δεῖ, οὔτε ἁπτέον τοῖς ἀνθρώποις τῆς τοιαύτης τροψῆς, ὡς οὐδὲ τῶν ἰδίων σωμάτων, ἀλλὰ ποιητέον παράγ- γελμα τῷ παντὶ βίῳ τὸ ἐν Ἀθήναις ἔτι σωζόμενον.

τὸ γὰρ παλαιόν, ὡς καὶ πρόσθεν ἐλέγομεν, καρποὺς τοῖς θεοῖς τῶν ἀνθρώπων θυόντων, ζῷα δὲ οὔ, οὐδὲ εἰς τὴν ἰδίαν τροφὴν καταχρωμένων, λέγεται κοινῆς θυσίας οὔσης Ἀθήνησιν Δίομον ἢ Σώπατρόν τινα, τῷ γένει οὐκ ἐγχώριον, γεωργοῦντα δὲ κατὰ τὴν Ἀττικήν, ἐπεὶ πελάνου τε καὶ τῶν θυλημάτων ἐπὶ τῆς τραπέ- ζης ἐναργῶς κειμένων, ἵνα τοῖς θεοῖς ταῦτα θύοι, τῶν βοῶν τις εἰσιὼν ἀπʼ ἔργου τὰ μὲν κατέφαγεν, τὰ δὲ συνεπάτησεν· αὐτὸν δʼ ὑπεραγανακτήσαντα τῷ συμ- βάντι, πελέκεως τινος πλησίον ἀκονωμένου, τοῦ- τον ἁρπάξαντα, πατάξαι τὸν βοῦν. τελευτήσαντος δὲ τοῦ βοός, ὡς ἔξω τῆς ὀργῆς καταστὰς συνεφρό- νησεν οἷον ἔργον ἦν εἰργασμένος, τὸν μὲν βοῦν θάπτει, φυγὴν δὲ ἑκούσιον ἀράμενος ὡς ἠσεβηκώς, ἔφυγεν εἰς Κρήτην. αὐχμῶν δὲ κατεχόντων καὶ δεινῆς ἀκαρπίας γενομένης, ἐπερωτῶσι κοινῇ τὸν θεόν. ἀνεῖλεν ἡ Πυθία, τὸν ἐν Κρήτῃ φυγάδα ταῦτα λύσειν, τόν τε φονέα τιμωρησαμένων καὶ τὸν τε- θνεῶτα ἀναστησάντων ἐν ᾗπερ ἀπέθανε θυσίᾳ λῷον ἔσεσθαι γευσαμένοις τε τοῦ τεθνεῶτος καὶ μὴ κα- τασχοῦσιν. ὅθεν ζητήσεως γενομένης καὶ τοῦ Σω- πάτρου μετὰ τῆς πράξεως ἀνευρεθέντος, Σώπατρος νομίσας τῆς περὶ αὐτὸν δυσκολίας ἀπαλλαγήσεσθαι ὡς ἐναγοῦς ὄντος, εἰ κοινῇ τοῦτο πράξειαν πάντες, ἔφη πρὸς τοὸς αὐτὸν μετελθόντας, δεῖν κατακο- πῆναι βοῦν ὑπὸ τῆς πόλεως. ἀπορούντων δὲ τίς ὁ πατάξων ἔσται, παρασχεῖν αὐτοῖς τοῦτο, εἰ πολίτην αὐτὸν ποιησάμενοι κοινωνήσουσι τοῦ φόνου. συγ- χωρηθέντων οὖν τούτων, ὡς ἐπανῆλθον ἐπὶ τὴν πό- λιν, συνέταξαν οὕτω τὴν πρᾶξιν, ἥπερ καὶ νύν δια- μένει παρʼ αὐτοῖς.

ὑδροφόρους παρθένους κατέλε- ξαν· αἱ δʼ ὕδωρ κομίζουσιν, ὅπως τὸν πέλεκυν καὶ τὴν μάχαιραν ἀκονήσουσιν. ἀκονησάντων δὲ ἐπώ- δωκεν μὲν τὸν πέλεκυν ἕτερος, ὁ δʼ ἐπάταξε τὸν βοῦν, ἄλλος δʼ ἔσφαξε· τῶν δὲ μετὰ ταῦτα δειράν- των, ἐγεύσαντο τοῦ βοὸς πάντες. τούτων δὲ πρα- χθέντων τὴν μὲν δορὰν τοῦ βοὸς ῥάψαντες καὶ χόρ- τῳ ἐπογκώσαντες ἐξανέστησαν, ἔχοντα ταὐτὸν ὅπερ καὶ ζῶν ἔσχε σχῆμα, καὶ προσέζευξαν ἄροτρον ὡς ἐργαζομένῳ. κρίσιν δὲ ποιούμενοι τοῦ φόνου πάν- τας ἐκάλουν εἰς ἀπολογίαν τοὺς τῆς πράξεως κοι- νωνήσαντας. ὡς δὲ αἰ μὲν ὑδροφόροι τοὺς ἀκονή- σαντας αὐτῶν ῇτιῶντο μᾶλλον, οἱ δὲ ἀκονήσαντες τὸν ἐπιδόντα τὸν πέλεκυν, οὗτος δὲ τὸν ἐπισφάξαντα, καὶ ὁ τοῦτο δράσας τὴν μάχαιραν, καθʼ ἧς οὔσης ἀφώνου τὸν φόνον κατέγνωσαν. ἀπὸ δʼ ἐκείνου μέχρι τοῦ νῦν ἀεὶ τοῖς Διπολείοις Ἀθήνησιν ἐν ἀκρο- πόλει οἱ εἰρημένοι τὸν αὐτὸν τρόπον ποιοῦνται τὴν τοῦ βοὸς θυσίαν. θέντες γὰρ ἐπὶ τῆς χαλκῆς τρα- πέζης πέλανον καὶ ψαιστά, περιελαύνουσι τοὺς κα- τανεμηθέντας βοῦς, ὧν ὁ γευσάμενος κόπτεται. καὶ γένη τῶν ταῦτα δρώντων ἔστιν νῦν· οἱ μὲν ἀπὸ τοῦ πατάξαντος Σωπάτρου βουτύποι καλούμενοι πάντες, οἱ δʼ ἀπὸ τοῦ περιελάσαντος κεντριάδαι· τοὺς δʼ ἀπὸ τοῦ ἐπισφάξαντος δαιτροὺς ὀνομάζου- σιν διὰ τὴν ἐκ τῆς κρεανομίας γιγνομένην δαῖτα. πληρώσαντες δὲ τὴν βύρσαν, ὅταν πρὸς τὴν κρίσιν ἀχθῶσι, κατεπόντωσαν τὴν μάχαιραν.

οὕτως οὔτε τὸ παλαιὸν ὅσιον ἦν κτείνειν τὰ συνεργὰ τοῖς βίοις ἡμῶν ζῷα, νῦν τε τοῦτο φυλακτέον ἐστὶ πράττειν. καὶ καθάπερ πρότερον οὐχ ὅσιον ἦν τοῖς ἀνθρώποις ἅπτεσθαι τούτων, οὕτως νῦν τροφῆς χάριν ἅπτε- σθαι τῶν ζῴων οὐχ ὅσιον ἡγητέον. οὐδʼ ἄρα τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ἁγιστείαν ποιητέον, ἀλλʼ ὅτι γε τὸ πάθος ἐκ τῶν σωμάτων καθʼ ἑαυτὸ πᾶν ἐκ- πεμπτέον τοῦτο, ἵνα μὴ τῆς τροφῆς ἐξ ὧν οὐ προσ- ήκει ποριζομένης, σύνοικον ἔχωμεν τὸ μίασμα τοῖς ἰδίοις βίοις. καὶ γὰρ εἰ μηθὲν ἄλλο, πρός γε τὴν κατʼ ἀλλήλων ἐκεχειρίαν μεγάλα πάντες ὀνηθείημεν ἄν. οἷς γοῦν ἡ αἴσθησις τοῦ τῶν ἀλλοφύλων ἅπτε- σθαι ζῴων ἀπέκλινεν, τούτων ὁ νοῦς πρόδηλός ἐστιν ὁμοφύλων ἀφεξόμενος. πάντων μὲν οὖν ἴσως ἦν κράτιστον εὐθὺς ἀποσχέσθαι ἐπεὶ δʼ ἀναμάρτη- τος οὐδείς, λοιπὸν ἀκεῖσθαι τοῖς ὕστερον διὰ τῶν καθαρμῶν τὰς πρόσθε περὶ τὴν τροφὴν ἁμαρτίας. τοῦτο δὲ ὁμοίως γένοιτʼ ἄν, εἰ πρὸ ὀμμάτων ποιη- σάμενοι τὸ δεινὸν ἀνευφημήσαιμεν κατὰ τὸν Ἐμ- πεδοκλέα λέγοντες οἴμοι, ὅτʼ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, πρὶν σχέτλιʼ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι. τὸ γὰρ τοῖς ἁμαρτήμασι συναλγεῖν τὴν οἰκείαν αἲ- σθησιν, εὕρασθαί τι τοῖς ὑπάρχουσι κακοῖς ἄκος ζητούντων βίον, ἵνα καθάπερ ἁγνὰ θύματα τῷ δαι- μονίῳ τῶν ἀνθρώπων ἕκαστος ἀπαρχόμενος τύχῃ τῆς ὁσίας καὶ τῆς παρὰ θεῶν ὡφελείας.

πάντων δὲ μάλιστα καὶ πρώτη ἡ τῶν καρπῶν ἐστίν, ἧς καὶ ἀπαρκτέον μόνης τοῖς θεοῖς καὶ τῇ γῇ τῇ τούτους ἀναδούσῃ. κοινὴ γάρ ἐστιν αὕτη καὶ θεῶν καὶ ἀν- θρώπων ἑστία, καὶ δεῖ πάντας ἐπὶ ταύτης ὡς τρο- φοῦ καὶ μητρὸς ἡμῶν κλινομένους ὑμνεῖν καὶ φι- λοστοργεῖν ὡς τεκοῦσαν· οὕτως γὰρ τῆς τοῦ βίου καταστροφῆς τυχόντες πάλιν ἀξιωθείημεν ἄν εἰσορᾶν τὸ σύμπαν γένος τῶν ἐν οὐρανῷ θεῶν, οὕς νῦν ὁρῶντας τιμὰν τούτοις ὧν συναίτιοι ἡμῖν εἰσίν, ἀπαρ- χομένους μὲν τῶν ὑπαρχόντων καρπῶν καὶ πάντας, οὐκ ἀξιόχρεως δʼ εἰς τὸ θύειν θεοῖς πάντας ἡμᾶς ἡγουμένους. καθάπερ γὰρ οὐ πᾶν θυτέον αὐτοῖς, οὕτως οὐδʼ ὑπὸ παντὸς ἴσως κεχάρισται τοῖς θεοῖς.

ὰ μὲν δὴ κεφάλαια τοῦ μὴ δεῖν θύειν ζῷα χω- ρὶς τῶν ἐμιβεβλημένων μύθων ὀλίγων τε τῶν ὑφʼ ἡμῶν προσκειμένων καὶ συντετμημένων ἐστὶν τῶν Θεοφράστου ταῦτα.

ἐγὼ δὲ τὰ μὲν κεκρατηκότα παρʼ ἑκάστοις νόμιμα λύσων οὐκ ἔρχομαι· οὐ γάρ μοι περὶ πολιτείας νῦν πρόκειται λέγειν· δεδωκότων δὲ τῶν νόμων, ἐν οἷς πολιτευόμεθα, καὶ διὰ τῶν λι- τοτάτων καὶ ἀψύχων γεραίρειν τὸ θεῖον, τὸ λιτό- τατον αἱρούμενοι νόμῳ τε πόλεως θύσομεν καὶ αὐτοὶ σπουδάσομεν τὴν προσήκουσαν θυσίαν ποιεῖσθαι, καθαροὶ πανταχόθεν τοῖς θεοῖς προσιόντες. ὅλως δʼ εἰ τὸ τῆς θυσίας ἀπαρχῆς ἔχει ἀξίαν καὶ εὐχαρι- στίαν ὧν παρὰ θεῶν ἔχομεν εἰς τὰς χρείας, ἀλογώ- τατον ἂν εἴη αὐτοὺς ἀπεχομένους τῶν ἐμψύχων τοῖς θεοῖς τούτων ἀπάρχεσθαι. οὔτε γὰρ χείρους ἡμῶν οἱ θεοί, ἵνα τούτων αὐτοὶ δέωνται, ἡμῶν μὴ δεο- μένων, οὔτε ὅσιον ἀπαρχὴν διδόναι ἧς ἡμεῖς ἀπε- χόμεθα τροφῆς. ἐπεὶ καὶ τὸ ἔθος τοιοῦτο κατειλή- φαμεν τῶν ἀνθρώπων ὅτε μὲν οὐχ ἥπτοντο ἐμιψύχου βορᾶς οὐδʼ ἀπαρξαμένων ἀπὸ τῶν ζῴων, ἀφʼ οὗ δʼ ἐγεύσαντο καὶ θεοῖς ἀπαρξαμένων· ὥστε καὶ νῦν καθήκει δήπου τὸν ἀποσχόμενον ἐκείνων ἀπάρχεσθαι ὧν καὶ θιγγάνει.

θύσομεν τοίνυν καὶ ἡμεῖς· ἀλλὰ θύσομεν, ὡς προσήκει, διαφόρους τὰς θυσίας ὡς ἂν διαφόροις δυνάμεσι προσάγοντες· θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθη- τῶν μήτε θυμιῶντες μήτε ἐπονομάζοντες· οὐδὲν γὰρ ἔστιν ἔνυλον, ὃ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρ- τον. διʼ ὃ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδʼ ὁ ἔνδὸν, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύομεν αὐτόν. δσῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦλόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ διʼ ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωρ- γὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξόμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασιν τὴν θεω- ρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.

νῦν δὲ τοῦτο μὲν ποιεῖν ὀκνοῦσι καὶ πολλοὶ τῶν φιλοσοφεῖν ἐσπουδακότων, δοξοκοποῦντες δὲ μᾶλλον ἢ τὸ θεῖον τιμῶντες περὶ τὰ ἀφιδρύματα στρέφονται, οὐδὲ πῇ ἀπαντητέον ἢ μὴ ἐπεσκεμμένοι, οὐδὲ παρὰ τῶν θεοσόφων μαθεῖν σπουδάσαντες, ἄχρι τίνος καὶ πόσου κἀνταῦθα πα- ραβλητέον. ἀλλʼ ἡμεῖς οὐδὲν διοισόμεθα τούτοις, μή πῃ δὲ καὶ αὐτοὶ τοιοῦτον σπουδάσομεν διαγι- γνώσκειν, καὶ τοὺς ὁσίους καὶ παλαιοὺς ἐκμιμησό- μεθα, τὸ πλέον ἀπαρχόμενοι ἐκ τῆς θεωρίας, ἧς ἡμῖν αὐτοὶ δεδώκασι, καὶ ἧς ἐν χρείᾳ πρὸς τὴν ὄν- τως σωτηρίαν καθεστήκαμεν.

οἱ γοῦν Πυθαγόρειοι περὶ τοὺς ἀριθμοὺς καὶ τὰς γραμμὰς σπουδάζοντες ἀπὸ τούτων τὸ πλέον τοῖς θεοῖς ἀπήρχοντο, τὸν μέν τινα ἀριθμὸν Ἀθηνᾶν καλοῦντες, τὸν δέ τινα Ἄρτεμιν, ὥσπερ οὖ ἄλλον Ἀπόλλωνα, καὶ πάλιν ἄλλον μὲν δικαιοσύνην, ἄλ- λον δὲ σωφροσύνην· καὶ ἐπὶ τῶν διαγραμμάτων ὁμοίως. καὶ οὕτως ἠρέσκοντὀ τοὺς θεοὺς ταῖς τοι- αύταις ἀπαρχαῖς, ὡς καὶ τυγχάνειν αὐτῶν καλοῦν- τας ἕκαστον τοῖς ἀναθήμασι καὶ κεχρῆσθαι πολλά- κις πρὸς μαντείαν καὶ εἴ τινος πρὸς ἐξέτασιν δέοιντο. θεοῖς γε μὴν τοῖς ἐντὸς οὐρανοῦ πλανωμένοις τε καὶ ἀπλανέσιν, ὧν ἡγεῖσθαι θετέον ἥλιον πάν- των σελήνην τε δευτέραν, πῦρ τε ἤδη ξυγγενὲς ἀνά- πτοιμεν ἂν ἅ τε φησὶν ὁ θεολόγος ποιήσωμεν. φησὶ δὲ ἔμψυχον οὗτος θύειν μηδὲ ἕν, ἀλλʼ ἄχρις ἀλφί- των καὶ μέλιτος καὶ τῶν ἐκ γῆς ἀκροδρύων τῶν τε ἄλλων ἀνθέων ἀπάρχεσθαι· μηδὲ ἀφʼ ᾑμαγμένης ἐσχάρας ἔστω τὸ πῦρ, καὶ ὅσα φησὶν ἐκεῖνος· τί γὰρ δεῖ μεταγράφειν ταῦτα; οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσι δέ, ἀλλʼ ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις, καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις, καὶ ἄχρι τίνος αὐτῶν δεομένων. ἐμοὶ δὲ τὰ μὲν ἄλλα εὔστομα κείσθω, ἅ 30. Ἰωνικῶς ἀντὶ τοῦ εὔφημα. καὶ εὐστομεῖν ἀντὶ τοῦ εὐφημεῖν λέγουσιν. δʼ οὖν τῶν Πλατωνικῶν τινὲς ἐδημοσίευσαν, ταῦτα ἀνεμέσητον παρατιθέντα τοῖς εὐξυνέτοις μηνύειν τὰ προκείμενα· λέγουσι δὲ ὧδε.

ὁ μὲν πρῶτος θεὸς ἀσώ- ματός τε ὢν καὶ ἀκίνητος καὶ ἀμέριστος καὶ οὔτε ἔν τινι ὤν οὔτʼ ἐνδεδεμένος εἰς ἑαυτόν, χρῄζει οὐδενὸς τῶν ἔξωθεν, ὥσπερ εἴρηται, οὐ μὴν οὐδʼ ἡ τοῦ κό- σμου ψυχὴ ἔχουσα μὲν τὸ τριχῇ διαστατὸν καὶ αὐτο- κίνητον ἐκ φύσεως, προαιρεῖσθαι δὲ πεφυκυῖα τὸ καλῶς καὶ εὐτάκτως κινεῖσθαι καὶ κινεῖν τὸ σῶμα τοῦ κόσμου κατὰ τοὺς ἀρίστους λόγους. δέδεκται δὲ τὸ σῶμα εἰς ἑαυτὴν καὶ περιείληφεν, καίπερ ἀσώ- ματος οὖσα καὶ παντὸς πάθους ἀμέτοχος. τοῖς δὲ λοιποῖς θεοῖς, τῷ τε κόσμῳ καὶ τοῖς ἀπλανέσι καὶ πλανωμένοις, ἔκ τε ψυχῆς καὶ σώμιατος οὖσιν ὁρα- τοῖς θεοῖς, ἀντευχαριστητέον τὸν εἰρημένον τρόπον διὰ τῶν θυσιῶν τῶν ἀψύχων. λοιπὸν οὖν ἡμῖν ἐστὶ τὸ τῶν ἀοράτων πλῆθος, οὓς δαίμονας ἀδιαστόλως εἴρηκε Πλάτων. τούτων δὲ οἱ μὲν κατονομασθέν- τες ὑπὸ τῶν ἀνθρώπων παρʼ ἑκάστοις τυγχάνουσι τιμῶν τʼ ἰσοθέων καὶ τῆς ἄλλης θεραπείας, οἱ δὲ ὡς τὸ πολὺ μὲν οὐ πάνυ τι κατωνομάσθησαν, ὑπʼ ἐνίων δὲ κατὰ κώμας ἢ τινας πόλεις ὀνόματός τε καὶ θρησκείας ἀφανῶς τυγχάνουσιν. τὸ δὲ ἄλλο πλῆ- θος οὕτω μὲν κοινῶς προσαγορεύεται τῷ τῶν δαι- μόνων ὀνόματι, πεῖσμα δὲ περὶ πάντων τοιοῦτόν ἐστιν, ὡς ἄρα καὶ βλάπτοιεν ἂν εἰ χολωθεῖεν ἐπὶ τῷ παρορᾶσθαι καὶ μὴ τυγχάνειν τῆς νενομισμένης θεραπείας, καὶ πάλιν εὐεργετοῖεν ἂν τοὺς εὐχαῖς τε αὐτοὺς καὶ λιτανείαις θυσίαις τε καὶ τοῖς ἀκολού- θοις ἐξευμενιζομένους.

συγκεχυμένης δὲ τῆς περὶ αὐτῶν ἐννοίας καὶ εἰς πολλὴν διαβολὴν χωρούσης, ἀναγκαῖον διαστεῖλαι λόγῳ τὴν φύσιν αὐτῶν. ἴσως γὰρ ἀναγκαῖον φασὶν ὅθεν ἡ πλάνη γέγονεν τοἵς ἀνθρώποις περὶ αὐτῶν ἀναφαίνειν. διαιρετέον οὖν τὸν τρόπον τοῦτον. ὅσαι μὲν ψυχαὶ τῆς ὅλης ἐκπε- φυκυῖαι μεγάλα μέρη διοικοῦσι τῶν ὑπὸ σελήνην τόπων, ἐπερειδόμεναι μὲν πνεύματι, κρατοῦσαι δὲ αὐτοῦ κατὰ λόγον, ταύτας δαίμονάς τε ἀγαθοὺς νο- μιστέον καὶ ἐπʼ ὠφελείᾳ τῶν ἐρχομένων πάντα πραγ- ματεύεσθαι, εἴτε τινῶν ἀφηγοῖντο ζῴων, εἴτε καρ- πῶν ἀποτεταγμένων, εἴτε καὶ τῶν ἕνεκα τούτων, οἷον ὄμβρων, πνευμάτων μετρίων, εὐδίας, τῶν. τε ἄλλων ἃ τούτοις συνεργεῖ, εὐκρασίας τε ὡρῶν τοῦ ἔτους, ἡμῖν οὖ τεχνῶν τε καὶ τῶν κατὰ μουσικὴν παιδείας τε συναπάσης ἰατρικῆς τε καὶ γυμναστικῆς τινος τούτοις ὁμοίας. τούτους γὰρ ἀδύνατόν ἐστι καὶ τὰς ὡφελείας ἐκπορίζειν καὶ πάλιν οὖ βλάβης ἐν τοῖς αὐτοῖς αἰτίους γίγνεσθαι. ἐν δὲ τούτοις ἀριθ- μητέον καὶ τοὺς πορθμεύοντας, ὡς φησὶ Πλάτων, καὶ διαγγέλλοντας τὰ παρʼ ἀνθρώπων θεοῖς καὶ τὰ παρὰ θεῶν ἀνθρώποις, τὰς μὲν παρʼ ἡμῶν εὐχὰς ὡς πρὸς δικαστὰς ἀναφέροντας τοὺς θεούς, τὰς δὲ ἐκείνων παραινέσεις καὶ νουθεσίας μετὰ μαντειῶν ἐκφέροντας ἡμῖν. ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύ- ματος οὐ κρατοῦσιν, ἀλλʼ ὡς τὸ πολὺ καὶ κρατοῦν- ται, διʼ αὐτὸ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν. αὗται δʼ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δʼ ἂν εἰκότως λέγοιντο.

καὶ εἰσὶν οἱ σύμπαντες οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνά- μεως ἀόρατοί τε καὶ τελέως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλʼ ἐν σχήμασι πλείο- σιν ἐκτυπούμεναι αἰ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσίν ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους. τὸ δὲ πνεῦμα μέν ἐστι σωματικόν, πα- θητικόν ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸεἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον. καὶ γὰρ ἀπορρεἴν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. ἐν συμ- μετρίᾳ μὲν οὖν τὸ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώμιατα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περόγειον τόπον, οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρὰς καὶ αἰφνιδίους οἷον ἐνέδρας ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώσεις, πῇ μὲν λανθάνειν πειρώ- μενοι, πῇ δὲ βιαζόμενοι. ὅθεν ὀξέα μὲν τὰ ἀπʼ ἐκείνων πάθη· αἱ δʼ ἀκέσεις καὶ κατορθώσεις αἰ ἀπὸ τῶν κρειττόνων δαιμόνων βραδύτεραι δοκοῦσιν. πᾶν γὰρ τὸ ἀγαθὸν εὐήνιόν τε ὂν καὶ ὁμαλὸν τάξει πρόεισιν καὶ τὸ δέον οὐχ ὑπερβαίνει. οὕτως δέ σοι δοξάζοντι οὐδέποτʼ ἂν εἰς τὸ ἀτοπώτατον ἐμ- πίπτειν ἐνέσται, τὸ περὶ τῶν ἀγαθῶν τὰ κακὰ ὑπο- λαμβάνειν καὶ περὶ τῶν κακῶν τὰ ἀγαθά· οὐ γὰρ ταύτῃ μόνον ὁ λόγος ἄτοπός ἐστιν, ἀλλὰ καὶ τὰς περὶ τῶν θεῶν φαυλοτάτας ὑπολήψεις λαμιβάνοντες οἱ πολλοί, διαδιδόασιν καὶ εἰς τοὺς λοιποὺς ἀνθρώ- πους.

ἓν γὰρ δὴ καὶ τοῦτο τῆς μεγίστης βλάβης τῆς ἀπὸ τῶν κακοεργῶν δαιμόνων θετέον, ὅτι αὐτοὶ αἄτιοι γιγνόμενοι τῶν περὶ τὴν γῆν παθημάτων, οἷον λοιμῶν, ἀφοριῶν, σεισμῶν, αὐχμιῶν καὶ τῶν ὁμοίων, ἀναπείθουσιν ἡμᾶς, ὡς ἄρα τούτων αἴτιοί εἰσιν οἵ- περ καὶ τῶν ἐναντιωτάτων [τουτέστιν τῶν εὐφο- ριῶν], ἑαυτοὺς ἐξαιροῦντες τῆς αἰτίας καὶ αὐτὸ τοῦτο πραγματευόμενοι πρῶτον, τὸ λανθάνειν ἀδικοῦντες. τρέπουσίν τε μετὰ τοῦτο ἐπὶ λιτανείας ἡμὰς καὶ θυσίας τῶν ἀγαθοεργῶν θεῶν ὡς ὠργισμένων. ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσιν, μεταστῆσαι ἡμᾶς ἐθέλον- τες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφʼ ἑαυ- τοὺς ἐπιστρέψαι. πᾶσι γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γινομένοις αὐτοὶ χαίρουσι, καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα, τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσιν καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίαις τε οὖ, ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενὴ τούτων. τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλή- μασιν ὑπάγειν, ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντʼ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλί- γοι. ἡ δʼ αἰτία διʼ ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν, καὶ πάλιν οὐ τὰ πλήθη σύμφωνα ταῖς ἑαυτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα, ἐπερρώσθη φρονεῖν ἔτι μᾶλλον περὶ τῶν θεῶν τ᾿ὰ τοιαῦτα.

τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσεν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ κήλησίν τε ἐμποιῆσαι καὶ πί- στιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ· δέον ἐμπέ- δως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ· οὐ γὰρ θερμότητος, ὡς φη- σὶν Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. δικαιότατον δὲ δή― που φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδʼ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλά- πτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγα- θοεργῷ· τὰ δʼ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο. τούτων δὲ κατὰ πολλὰ μέρη λυμαινομέ- νων τὸ θνητόν, ἐνίοτε δὲ καὶ κατὰ μεγάλα, καθʼ ἕνα μὲν γὰρ οὐκ ἔσθʼ ὅτε οὐχὶ οἱ ἀγαθοὶ οὐκ ἀνιᾶσι τὰ καθʼ ἑαυτούς, ἀλλὰ καὶ προσημαίνουσιν εἰς δύ- ναμιν τοὺς ἐπηρτημένους ἀπὸ τῶν κακοεργῶν κιν- δύνους, καὶ διʼ ὀνειράτων ἐμφαίνοντες καὶ διὰ ἐν- θέου ψυχῆς ἄλλων τε πολλῶν. καὶ εἰ ἱκανός τις εἴη τὰ σημαινόμενα διαιρεῖσθαι, πᾶς ἂν γιγνώσκοι καὶ προφυλάττοιτο. πᾶσι γὰρ σημαίνουσιν, οὐ πᾶς δὲ ξυνίησι τὰ σημαινόμενα, οὐδὲ πᾶς τὰ γεγραμ- μένα δύναται ἀναγινώσκειν, ἀλλʼ ὁ μαθὼν γράμματα. διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐκτε- λεῖται. τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐ- τῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν δια- πραττόμενοι.

πλήρεις γὰρ πάσης φαντασίας οὗτοι καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τού των φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακο- δαίμονες. πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων΄, καὶ μάλιστα ἡ ἀπάτη. τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες “λοιβῇ τε κνίσῃ τε”, διʼ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν κνίσαις.

διʼ ὃ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυ- σίαις, διʼ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιού- τους· σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνόμιοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς. ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δʼ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον. ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλʼ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα, θεῷ μὲν καὶ τοῖς ἀμφʼ αὐτὸν ὁμοιοῦ- σθαι (ὃ γίνεται διʼ ἀπαθ είας καὶ τῆς περὶ τῶν ὄν- τως ὄντων διηρθρωμένης διαλήψεως καὶ τῆς πρὸς αὐτὰ ταῦτα ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαί- μοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι ὥστε κατὰ τὰ εἰρημένα τῷ Θεοφράστῳ θύσομεν καὶ ἡμεῖς. οἷς καὶ οἱ θεολόγοι συνεφώνησαν, εἰδότες ὡς καθʼ ὅσον τῆς τῶν παθῶν ἐξαιρέσεως ἀμελοῦμεν τῆς ψυχῆς, κατὰ τοσοῦτον τῇ πονηρᾷ δυνάμει συναπτόμεθα, καὶ δεήσει καὶ ταύ- την ἀπομειλίττεσθαι. ὡς γὰρ φασὶν οἱ θεολόγοι, τοῖς δεδεμένοις ὑπὸ τῶν ἐκτὸς καὶ μηδέπω κρατοῦ- σιν τῶν παθῶν ἀναγκαῖον ἀποτρέπεσθαι καὶ ταύτην τὴν δύναμιν· εἰ δὲ μή γε, πόνων οὐ λήξουσι.

μέ- χρι δὴ τούτων τὰ περὶ τῶν θυσιῶν δεδηλώσθω. πλὴν ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, μὴ εἶναι ἀναγκαῖον ὡς, εἰ θυτέον ζῷα, καὶ βρωτέον πάντως, νῦν ἐξ ἀνάγκης τὸ μὴ δεῖν ἐσθίειν, εἴπερ καὶ θύειν ἀνάγκη ποτέ, ἐπιδείκνυται. πάντες γὰρ ἐν τούτῳ ὡμολό- γησαν οἱ θεολόγοι ὡς οὔτε ἁπτέον ἐν ταῖς ἀποτρο- παίοις θυσίαις τῶν θυομένων, καθαρσίοις τε χρη- στέον. μὴ γὰρ ἴοι τις εἰς ἄστυ μηδʼ εἰς οἶκον ἴδιον, μὴ πρότερον ἐσθῆτα καὶ σῶμα ποταμοῖς ἢ πηγῇ ἀποκαθήρας, φασίν. ὥστε καὶ οἷς ἐπέτρεψαν θύειν, ἀπέχεσθαι τῶν θυομένων τούτοις παρήγγειλαν, προ- αγνεύειν τε ἀποσιτίαις καὶ μάλιστα ταῖς ἀποχαῖς τῶν ἐμψύχων. εἶναι γὰρ τὴν ἁγνείαν φυλακὴν πρὸς εὐλάβειαν, οἷον σύμβολον ἢ σφραγῖδα θείαν περὶ τοῦ μηδὲν παθεῖν ὑπʼ ἐκείνων, οἷς πρόσεισι καὶ ἀπομειλίττεται. ἐναντίως γὰρ διακείμενος οἷς δρᾷ καὶ θειοτέρως, ὅτι καὶ καθαρωτέρως, καὶ κατὰ σῶμα καὶ κατὰ τὰ πάθη τῆς ψυχῆς μένει ἀβλαβής, οἷον ἔρυμα περιβεβλημένος τὴν ἁγνείαν.

διʼ ὅ καὶ ἄχρι τῶν γοήτων ἀναγκαία ἔδοξεν ἡ τοιαύτη προφυλακή, οὐ δύναται μέντοι διὰ παντός· ἀσελγείας γὰρ ἕνεκα ἐνοχλοῦσι δαίμονας πονηρούς· ὥστε οὐ γοήτων ἦν ἡ ἁγνεία, ἀλλὰ θείων καὶ θεοσόφων ἀνδρῶν, φυ- λακὴν δὲ φέρουσα πανταχοῦ τοῖς χρωμένοις τὴν πρὸς τὸ θεῖον οἰκείωσιν. ὡς εἴθε διὰ παντὸς αὐτῇ καὶ γόητες ἐχρῶντο, καὶ οὐκ ἄν γοητεύειν προυθυμή- θησαν, ἀποκεκλεισμένοι ὑπὸ ταύτης ἀπολαύειν ὧν ἕνεκα ἀσεβοῦσιν. ὅθεν παθῶν ὄντες πλήρεις καὶ πρὸς ὀλίγον ἀπεχόμενοι τῶν ἀκαθάρτων βρώσεων, μεστοὶ ὄντες ἀκαθαρσίας, δίκας τίνουσι τῆς εἰς τὰ ὅλα παρανομίας, τὰ μὲν ὑπʼ αὐτῶν ὧν ἐρεθίζουσι, τὰ δὲ καὶ ὑπὸ τῆς πάντʼ ἐφορώσης τὰ θνητὰ καὶ ἔργα καὶ διανοήματα δίκης. ἀνδρὸς ἄρα θείου ἡ ἔσω καὶ ἡ ἐκτὸς ἁγνεία, ἀποσίτου μὲν παθῶν ψυ- χῆς σπουδάζοντος εἶναι, ἀποσίτου δὲ καὶ βρώσεων αἳ τὰ πάθη κινοὑσιν, σιτουμένου δὲ θεοσοφίαν καὶ ὁμοιουμένου ταῖς περὶ τοῦ θείου ὀρθαῖς διανοίαις καὶ ἰερωμένου τῇ νοερᾷ θυσίᾳ καὶ μετὰ λευκῆς ἐσθῆ- τος καὶ καθαρᾶς τῷ ὄντι τῆς ψυχικῆς ἀπαθείας καὶ τῆς κουφότητος τοῦ σώματος προσιόντος τῷ θεῷ, οὐκ ἐξ ἀλλοτρίων καὶ ὀθνείων χυμῶν καὶ πα- θῶν ψυχικῶν βεβαρημένου.

οὐ γὰρ δὴ ἐν μὲν ἱε- ροῖς ὑπʼ ἀνθρώπων θεοῖς ἀφωρισμένοις καὶ τὰ ἐν ποσὶ καθαρὰ δεῖ εἶναι καὶ ἀκηλίδωτα πέδιλα, ἐν δὲ τῷ ναῷ τοῦ πατρός, τῷ κόσμῳ τούτῳ, τὸν ἔσχατον καὶ ἐκτὸς ἡμῶν χιτῶνα τὸν δερμάτινον οὐχ ἁγνὸν προσήκει διατηρεῖν καὶ μεθʼ ἀγνοῦ διατρίβειν ἐν τῷ ναῷ τοῦ πατρός. εἰ μὲν γὰρ ἐν τῷ μεμολύνθαι αὐτὸν μόνον ὁ κίνδυνος ἔκειτο, ἐνῆν παριδεῖν ἴσως καὶ καταρρᾳθυμῆσαι. νῦν δὲ παντὸς τοῦ αἰσθη- τοῦ σώμιατος ἀπορροίας φέροντος δαιμονίων ὑλικῶν, ἅμα τῇ ἀκαθαρσίᾳ τῇ ἔκ σαρκῶν καὶ αἱμάτων πάρ- εστιν ἡ ταύτῃ φίλη καὶ προσήγορος δύναμις διʼ ὁμοιότητα καὶ οἰκειότητα.

ὅθεν ὀρθῶς οἱ θεολόγοι τῆς ἀποχῆς ἐπεμέλοντο, καὶ ὁ Αἰγύπτιος ταῦθʼ ἡμῖν ἐμήνυσεν αἰτίαν ἀποδιδοὺς φυσικωτάτην, ἣν ἐκ τῆς πείρας ἐδοκίμασεν. ἐπεὶ γὰρ ψυχὴ φαύλη καὶ ἄλο- γος, ἣ τὸ σῶμα ἀπέλιπε βίᾳ συληθεῖσα, προσμένει τούτῳ, ὅπου γε καὶ τῶν ἀνθρώπων αἱ τῶν βίᾳ ἀποθανόντων κατέχονται πρὸς τῷ σώματι, ὃ καὶ τοῦ μὴ βίᾳ ἑαυτὸν ἐξάγειν ἦν κωλυτικόν, ἐπεὶ οὖν τῶν ζῴων αἱ βίαιοι σφαγαὶ ἐμφιληδεῖν τὰς ψυχὰς οἷς ἀπολείπουσιν ἀναγκάζουσιν, διείργεται δὲ οὐδα- μῶς ψυχὴ ἐκεῖ εἶναι, ὅποι τὸ συγγενὲς καθέλκει αὐτήν, ὅθεν καὶ ὀδυρόμεναι ὤφθησαν πολλαί, καὶ αἱ τῶν ἀτάφων παραμένουσι τοῖς σώμασιν, αἷς καὶ οἱ γόητες καταχρῶνται πρὸς αὑτῶν ὑπηρεσίαν, βια- ζόμενοι τῇ τοῦ σώματος ἢ μέρους τοῦ σώματος κατ- οχῇ· ἐπεὶ οὖν ταῦτα ἱστόρησαν καὶ φύσιν ψυχῆς φαύλης καὶ συγγένειαν καὶ ἡδονήν, ἣν ἔχει πρὸς τὰ σώματα ἐξ ὧν ἀπεσπάσθη, εἰκότως ἐφυλάξαντο τὴν τῶν σαρκῶν θοίνην, ἵνα ἀλλοτρίαις ψυχαῖς βι- αίοις καὶ ἀκαθάρτοις πρὸς τὸ συγγενὲς ἑλκομέναις μὴ ἐνοχλοῖντο μηδὲ ἐμποδίζοιντο προσέρχεσθαι μό- νοι τῷ θεῷ, δαιμόνων τῇ παρουσίᾳ ἐνοχλούντων.

ὅτι γὰρ ὁλκὸν τῆς ψυχῆς ἡ τοῦ συγγενοῦς σώματος φύσις, ἡ πεῖρα τούτους ἐδίδαξεν διὰ πλειόνων. οἱ γοῦν ζῴων μαντικῶν ψυχὰς δέξασθαι βουλόμενοι εἰς ἑαυτούς, τὰ κυριώτατα μόρια καταπιόντες, οἷον. καρδίας κοράκων ἢ ἀσπαλάκων ἢ ἱεράκων, ἔχουσι παροῦσαν τὴν ψυχὴν καὶ χρηματίζουσαν ὡς θεὸν καὶ εἰσιοῦσαν εἰς αὐτοὺς ἅμα τῇ ἐνθέσει τῇ τοῦ σώματος.

εἰκότως ἄρα ὁ φιλόσοφος καὶ θεοῦ τοῦ ἐπὶ πᾶσιν ίερεὺς πάσης ἀπέχεται ἐμψύχου βορᾶς, μόνος μόνῳ διʼ ἑαυτοῦ θεῷ προσιέναι σπουδάζων ἄνευ τῆς τῶν παρομαρτούντων ἐνοχλήσεως, καὶ ἔστιν εὐλαβὴς τὰς τῆς φύσεως ἀνάγκας ἐξιστορηκώς. ἵστωρ γὰρ πολλῶν ὁ ὄντως φιλόσοφος καὶ σημειωτικὸς καὶ καταληπτικὸς τῶν τῆς φύσεως πραγμάτων καὶ συνετὸς καὶ κόσμιος καὶ μέτριος, πανταχόθεν σώζων ἑαυτόν· καὶ ὥσπερ ὅ τινος τῶν κατὰ μέρος ἱερεὺς ἔμπειρος τῆς ἱδρύσεως τῶν ἀγαλμάτων αὐτοῦ τῶν τε ὀργιασμιῶν καὶ τελετῶν καθάρσεών τε καὶ τῶν ὁμοίων, οὕτως ὁ τοῦ ἐπὶ πᾶσιν θεοῦ ἱερεὺς ἔμπει- ρος τῆς αὐτοῦ ἀγαλματοποιίας καθάρσεών τε καὶ τῶν ἄλλων διʼ ὧν συνάπτεται τῷ θεῷ.

εἰ δὲ οἱ τῶν τῇδε ἱερεῖς καὶ ἱεροσκόποι καὶ τάφων ἀπέχεσθαι κελεύουσιν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις, καὶ ἀνδρῶν, ἀνοσίων καὶ ἐμμήνων καὶ συνουσιῶν καὶ θέας ἤδη, αἰσχρᾶς καὶ πενθικῆς καὶ ἀκροάσεως πάθος ἐγει- 27. ὡς οἶμαι τὸν θεῖον λέγειν Μωσέα. ρούσης (ἐπεὶ πολλάκις φαίνεται διὰ τοὺς παρόντας ἀκαθάρτους ταράττει τὸν ἱεροσκόπον διʼ ὃ καὶ τὸ θύειν ἀκαίρως καὶ βλάβην μείζονα φέρειν ἢ κέρ- δος φασίν), ἦ που γε ὁ τοῦ πατρὸς ἱερεὺς αὐτὸς τάφος γίγνεσθαι νεκρῶν σωμάτων ὑπομενεῖ αὐτὸς μιασμάτων πλήρης, ὁμιλητὴς σπουδάζων γενέσθαι τῷ κρείττονι; ἀρκεῖ ὅτι τὰ τοῦ θανάτου μέρη ἐπὶ τῶν καρπῶν εἰς τὴν ἐνταῦθα ἡμῶν ζωὴν παραλαμ- βάνομεν. ἀλλὰ μήπω περὶ τούτων· ἔτι δὲ τὰ περ- τῶν θυσιῶν διακριτέον.

φαίη γὰρ ἄν τις ὅτι πολύ μέρος ἀναιροῦμεν μαντείας τῆς διὰ σπλάγχνων ἀπε- χόμενοι τῆς τῶν ζῴων ἀναιρέσεως. οὐκοῦν ὁ τοι- οῦτος ἀναιρείτω καὶ τοὺς ἀνθρώπους· ἐπιφαίνεται γὰρ μᾶλλον, ὡς φασίν, τοῖς τούτων σπλάγχνοις τὰ μέλλοντα· καὶ πολλοί γε τῶν βαρβάρων διʼ ἀνθρώ- πων σπλαγχνεύονται. ἀλλʼ ὥσπερ ἀδικίας καὶ πλε- ονεξίας ἦν τὸ ἕνεκα μαντείας ἀναιρεῖν τὸν ὁμόφυλον, οὕτω καὶ τὸ ἄλογον ζῷον σφάττειν μαντείας ἕνεκα ἄδικον. πότερα δὲ τὰ σημεῖα οἱ θεοὶ ἐπιφαίνουσιν ἢ δαίμονες ἢ ἡ ψυχὴ ἀπαλλαττομένη τοῦ ζῴου πρὸς τὴν πεῦσιν ἀποκρίνεται διὰ τῶν ἐν τοῖς σπλάγχνοις σημείων, οὐκ ἔστιν τοῦ παρόντος λόγου ἐρευνῆσαι.

οἷς μέντοι ὁ βίος ἔξω κυλίεται, τούτοις ἐπιτρέπομεν ἅπαξ ἀσεβήσασιν εἰς ἑαυτούς φέρεσθαι ᾗπερ καὶ φέρονται. ὃν δʼ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφι- στάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος με- μελέτηκεν ἀφίστασθαι. οὐ γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμ 4. πολλῷ πλέον. τὸ δὲ ἤπου ἴσως σχεδόν. πορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ προκοπῆς καὶ τῆς ἄλλης παῤ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζη- τεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύ- σει τὸ σαφές· αὐτὸς δὲ διʼ ἑαυτοῦ, ὡς λέγομεν, προσιών τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγ- χνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας, καὶ ἀντὶ μάντεως “Διὸς μεγάλου ὀαριστὴς” εὐχόμενος γενέσθαι.

εἰ δʼ ἄρα καὶ ἐπείξειέ τι τῶν τῆς ἀνάγκης, εἰσίν οἱ τῷ οὕτω ζῶντι τῷ οἰκέτῃ τοῦ θεοῦ καὶ διʼ ὀνειράτων καὶ συμβόλων καὶ διʼ ὄττης ἀγαθοὶ δαίμονες προτρέ- ποντες καὶ μηνύοντες τὸ ἀποβησόμενον καὶ ὃ ἀναγ- καῖον φυλάξασθαι. μόνον γὰρ ἀποστῆναι δεῖ τοῦ κακοῦ καὶ ἐπιγνῶναι τὸ ἐν τοῖς ὅλοις τιμιώτατον καὶ πᾶν τὸ ἐν τῷ ὅλῳ ἀγαθὸν φίλον καὶ προσήγο- ρον. ἀλλὰ δεινή τις ἡ κακία καὶ τῶν θείων ἀμσ- θία καταφρονεῖν ὧν οὐκ οἶδεν καὶ ἐπισύρειν, ἐπειδὴ ταῦτα οὐ φωναῖς ἐξακούστοις ἡ φύσις βοᾷ, νοερὰ δὲ οὖσα διὰ νοῦ μυσταγωγεῖ τούς ταύτην σέβοντας. κἂν μέντοι τις θυτικὴν παραδέξηται προγνώσεως ἕνεκα τοῦ μέλλοντος, οὐχ ἕπεται ταύτῃ καὶ τὸ ἐσθί- ειν δεῖν ἐξ ἀνάγκης καὶ σάρκας παραδέχεσθαι, κα- θάπερ οὐδὲ τὸ θύειν ὁπωσοῦν ἢ θεοῖς ἢ δαίμοσιν εἰσηγεῖται τὴν βρῶσιν. ἡ γοῦν ἱστορία οὐ μόνον ὧν Θεόφραστος ἐμνήσθη, ἀλλὰ καὶ ἄλλων πλειόνων τὴν μενήμην παρέδωκεν ὡς καὶ ἀνθρώπους θυόντων τῶν πάλαι, καὶ οὐ δήπου διὰ τοῦτο καὶ βρωτέον ἀνθρώ- πους.

καὶ ὅτι ταῦτα οὐχ ἀπλῶς, ἀλλὰ πλήρους οὔ- σης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα πα- ραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτ- νιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι μὲν τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγα- γόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἄντικρυς τοῦ Ἀρι- στοβούλης ἕδους, οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνίδι ὀνο- μαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι ὑφʼ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομιάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν.

τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσε, κατὰ τούς Σελεύκου χρόνους τοῦ θεολόγου γενό- μενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσή- κατο δʼ ὁ δαίμων ἀντὶ ἀνθρώπου τὸν βοῦν οὕτως ἰσάξιόν ἐστιν τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο, καθάπερ οἱ ζητούμενοι καθαροὶ μό- σχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθʼ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τούς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμα- δίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενώ- δῳ, ὡς φησὶν Κὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λα- κεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.

Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφο- ραῖς πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλ- τάτων τινὰ ἐπιφημίζοντες Κρόνῳ, καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιά- θων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψεν, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἐλλάδα γλῶσσαν διʼ ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησὶν τούς Κουρῆτας τὸ πα- λαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσιν φησὶ Πάλ- λας ὁ ἄριστα τὰ περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατʼ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσεν, καὶ Δουμαθηνοὶ δὲ τῆς Ἀραβίας κατʼ ἔτος ἕκαστον ἔθυον παῖδα, ὄν ὑπὸ βωμὸν ἔθα- πτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τούς Ἕλληνας πρὶν ἐπὶ πολεμίους ἐξιέναι ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πρα- ξιθέας θυγατέρα ἀνεῖλον. ἀλλʼ ἔτι γε νῦν τίς ἀγνο- εῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Αατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; καὶ οὐ δήπου τούτου ἕνεκα βρωτέον καὶ σάρκας ἀνθρώπων, ἐπείπερ διά τινα ἀνάγκην εἰς θυσίαν ἄνθρωπος παρελήφθη. καὶ γὰρ ἐν λιμοῖς πολιορκούμενοί τινες ἀλλήλων ἐγεύ- σαντο, καὶ ὅμως ἐναγεῖς οὗτοι ἐνομίσθησαν καὶ τὸ πρᾶγμα ἀσεβές.

καὶ μετά γε τὸν πρῶτον πόλεμον τὸν γενόμενον Ῥωμαίοις περὶ Σικελίας πρὸς Καρ- χηδονίους ἀποστάντων τῶν Φοινίκων μισθοφόρων 15. σημείωσαι καὶ Βούλγαροι τοῦτο ἐποίουν πρὸ τοῦ δέ- ξασθαι τὸ ἅγιον βάπτισμια. καὶ συναποστησάντων τοὺς Λίβυας, Ἀμίλκας ὁ Βάρκας ἐπικαλούμενος, ἐπιστρατεύσας αὐτοῖς εἰς λιμὸν οὕτως περιέστησεν, ὡς τὸ μὲν πρῶτον τούς πίπτοντας ἐν ταῖς μάχαις ἐσθίειν ἐπιλειπόντων πάν- των, δεύτερον τούς αἰχμαλώτους, τρίτον τούς οἰκέ- τας, ὕστερον δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμῆσαι καὶ κλήρῳ τούς συστρατιώτας ἐσθίειν. ἀλλʼ ὅ γε Ἀμίλκας λα- βὼν ὑποχειρίους διὰ τῶν ἐλεφάντων συνεπάτησεν, ὡς οὐχ ὅσιον ἔτι τοῖς ἄλλοις ἀνθρώποις αὐτούς ἐπι- μίγνυσθαι, καὶ οὔτε αὐτὸς παρεδέξατο διὰ τὸ τολ- μῆσαί τινας τὴν ἀνθρωποφαγίαν οὔθ᾿ ὁ υἱὸς αὐτοῦ Ἀννίβας, ᾧ συνεβούλευέ τις εἰς τὴν ταλίαν στρα- τεύοντι ἐθίσαι ἀνθρωποφαγεῖν τὸν στρατόν, ὡς μὴ τροφῆς ἀποροῖεν. οὐ τοίνυν ἐπεὶ λιμοὶ καὶ πόλεμοι αἴτιοι τῆς τῶν ἄλλων ζῴων βρώσεως γεγόνασιν, ἐχρῆν ταύτην καὶ διʼ ἡδονὴν παραδέξασθαι, καθάπερ οὐδὲ τὴν ἀνθρωποφαγίαν προσηκάμεθα· οὐδὲ ἐπεὶ ἔθυσάν τισι δυνάμεσιν ζῷα, ἐχρῆν καὶ ἐσθίειν αὐτά. οὐδὲ γὰρ ἀνθρώπους θύσαντες ἐγεύσαντο τούτου γε ἕνεκα σαρκῶν ἀνθρωπίνων.

ἀλλʼ ὅτι μὲν τῷ θύειν οὐχ ἕπεται τὸ καὶ ἐσθί- ειν πάντως τὰ ζῷα, διὰ τούτων ἀποδέδεικται.

ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις κα- ταμαθόντες, καὶ τοῦτο πεπίστωται παρʼ αὐτῶν τῶν θεολόγων. καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοί, οἵ οὐκ ἐνοχλήσουσιν ἡμῖν ἀπαρχο- μένοις ἐκ μόνων ὧν ἐσθίομεν καὶ τρέφομεν ἤ τὸ σῶμα ἤ τὴν ψυχήν, καὶ τούτου μέμνηνται. ὀλίγα δʼ ἔτι προσθέντες, ὡς καὶ αἱ ἀδιάστροφοι ἔννοιαι τῶν πολλῶν ἐπιβάλλουσι τῇ ὀρθῇ περὶ τῶν θεῶν ὑπολήψει, τὸ βιβλίον περιγράψομεν. λέγουσι γοῦν καὶ τῶν ποιητῶν οἱ ἐπʼ ὀλίγον σωφρονοῦντες· τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένως εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε; ἄλλος δὲ φησίν ψαιστά, λιβανωτόν, πόπανα· ταῦτʼ ὠνήσομαι. οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς τὰ νῦν.

ἐπεὶ καὶ Ἀπόλλων παραινῶν θύειν κατὰ τὰ πάτρια, τοῦτʼ ἔστιν κατὰ τὸ ἔθος τῶν πατέρων, ἐπανάγειν ἔοι- κεν εἰς τὸ παλαιὸν ἔθος. τὸ δὲ παλαιὸν διὰ ποπά- νων καὶ τῶν καρπῶν ἦν, ὡς ἀπεδείξαμεν. ὅθεν καὶ θυσίαι καὶ θυηλαὶ καὶ θυμέλαι ἐκαλοῦντο, καὶ αὐτὸ τὸ θύειν τοῦ θυμιᾶν εἴχετο καὶ τοῦ νῦν παρʼ ἡμῖν λεγομένου ἐπιθύειν. ὃ γὰρ ἡμεῖς νῦν θύειν λέγομεν ἕρδειν ἔλεγον. ἔρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἡδ᾿ αἰγῶν.

ἀγνοοῦσιν δὲ οἱ τὴν πολυτέλειαν εἰσαγαγόντες εἰς τὰς θυσίας, ὅπως ἄμα ταύτῃ ἑσμὸν κακῶν εἰσήγα- γον, δεισιδαιμονίαν, τρυφήν, ὑπόληψιν τοῦ δεκά- ζειν δύνασθαι τὸ θεῖον καὶ θυσίαις ἀκεῖσθαι τὴν ἀδικίαν. πόθεν οἱ μὲν τριττύας χρυσόκερως, οἱ δʼ ἑκατόμβας, Ὀλυμπιὰς δʼ ἡ Ἀλεξάνδρου μήτηρ πάντα χίλια ἔθυεν, ἅπαξ τῆς πολυτελείας ἐπὶ τὴν δεισι- δαιμονίαν προαγούσης; ὅταν δὲ νέος θεούς χαίρειν πολυτελείαις γνῷ καί, ὡς φασίν, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότʼ ἂν ἑκὼν σωφρο- νήσειεν; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλ- λοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, με- γίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται;

θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής, οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρ- έργως δέ, ἀλλὰ σύν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπα- ναστάσεσίν τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δό- σεσιν. οὐ γὰρ δὴ ἄνθρωπος μὲν ἐρεῖ· εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με, ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν· τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην· θεὸς δὲ οὐκ ἀρκεῖται τούτοις. διʼ ὅπερ ὁ Πλάτων, τῷ μὲν ἀγαθῷ θύειν, φησί, προσήκει καὶ προσο- μιλεῖν ἀεὶ τοῖς θεοῖς εὐχαῖς καὶ ἀναθήμασι καὶ θυ- σίαις καὶ τῇ πάσῃ θεραπείᾳ, τῷ δὲ κακῷ μάτην περὶ θεοὺς τὸν πολύν εἶναι πόνον. ὁ γὰρ ἀγαθὸς οἶδεν ἃ θυτέον καὶ ὧν ἀφεκτέον καὶ τίνα προσε- νεκτέον καὶ τίνων ἀπαρκτέον, ὁ δὲ φαῦλος ἐκ τῆς οἰκείας διαθέσεως καὶ ὧν αὐτὸς ἐσπούδακεν, προσά- γων τοῖς θεοῖς τὰς τιμὰς ἀσεβεῖ μᾶλλον ἢ εὐσε- βεῖ. διʼ ὅ οὐδʼ οἴται δεῖν τοῖς φαύλοις ὁ Πλάτων ἐθισμοῖς συμπεριφέρεσθαι τὸν φιλόσοφον· οὕτε γὰρ τοῖς θεοῖς εἶναι φίλον οὕτε τοῖς ἀνθρώποις συμ- φέρον, ἀλλὰ μεταβάλλειν μὲν πειρᾶσθαι εἰς τὸ ἄμει- νον, εἰ δὲ μή, αὐτὸν πρὸς αὐτὰ μὴ μεταβάλλεσθαι, μετιέναι δὲ τὴν ὀρθὴν ὀδὸν αὐτὸν πορευόμενον μήτε κινδύνους τούς ἀπὸ τῶν πολλῶν εὐλαβούμενον μήτε τὴν ἄλλην, εἴ τις γίγνοιτο βλασφημία. καὶ γὰρ δεινὸν ἂν εἴη, Σύρους μὲν τῶν ἰχθύων μὴ ἂν γεύσασθαι μηδὲ τούς Ἕβραίους συῶν, Φοινίκων τε τούς πολλούς καὶ Αἰγυπτίων βοῶν θηλειῶν, ἀλλὰ καὶ βασιλέων πολλῶν μεταβαλεῖν αὐτούς σπουδα- σάντων θάνατον ὑπομεῖναι μᾶλλον ἢ τὴν τοῦ νό- μου παράβασιν, ἡμᾶς δὲ τούς τῆς φύσεως νόμους καὶ τὰς θείας παραγγελίας φόβων ἕνεκα ἀνθρωπί- νων ἤ τινος βλασφημίας τῆς ἀπὸ τούτων αἱρεῖσθαι παραβαίνειν. ἡ μέγα ὁ θεῖος χορὸς σχετλιάσειεν ἂν θεῶν τε ὁμοῦ καὶ ἀνδρῶν θείων πρὸς ἀνθρώ- πων φαύλων δόξας ὁρῶν ἡμὰς κεχηνότας καὶ τὸν παρὰ τούτων φόβον ὑφορωμένους, οἵ καθʼ ἡμέραν μελέτην ἐν τῷ βίῳ τὸ ἀποθνήσκειν τοῖς ἄλλοις πε- ποιήμεθα.

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

Ὡς μὲν οὔτε πρὸς σωφροσύνην καὶ λιτότητα οὕτε πρὸς εὐσέβειαν, αἳ μάλιστα πρὸς τὸν θεωρη- τικὸν συντελοῦσι βίον, ἡ τῶν ἐμψύχων βρῶσις συμ- βάλλεται, ἀλλὰ μᾶλλον ἐναντιοῦται, διὰ τῶν φθα- σάντων, ὦ Φίρμε Καστρίκιε, δυεῖν βιβλίων ἀπεδεί- ξαμεν. τῆς δὲ δικαιοσύνης τὸ κάλλιστον ἐν τῇ πρὸς τούς θεούς εὐσεβείᾳ κεκτημένης, ταύτης δὲ ὡς ἔνι μάλιστα διὰ τῆς ἀποχῆς συνισταμένης, οὐ δέος ἐστὶ περὶ τοῦ πρὸς ἀνθρώπους δικαίου, μή πῃ τοῦτο παραθραύσωμεν, τήν γε πρὸς τούς θεούς ὁσίαν δια- σώζοντες. Σωκράτης μὲν οὖν πρὸς τούς ἡδονὴν διαμ- φισβητοῦντας εἶναι τὸ τέλος, οὐδ᾿ ἂν πάντες, ἔφη, σύες καὶ τράγοι τούτῳ συναινῶσι, πεισθήσεσθαι ἐν τῷ ἥδεσθαι τὸ εὔδαιμον ἡμῶν κεῖσθαι, ἔστʼ ἂν νοῦς ἐν τοῖς πᾶσι κρατῇ· ἡμεῖς δέ, οὐδʼ ἂν πάντες λύκοι ἢ γῦπες τὴν κρεωφαγίαν δοκιμάζωσιν, οὐ συγχωρή- σομεν τούτοις δίκαια λέγειν, ἔστ᾿ ἂν ὁ ἄνθρωπος ἀβλαβὲς ᾖ φύσει καὶ ἀφεκτικὸν τοῦ διὰ τῆς ἄλλων βλάβης αὐτῷ τὰς ἡδονὰς πορίζεσθαι. ἐς οὖν τὸν περὶ τῆς δικαιοσύνης λόγον μεταβαίνοντες, ἐπείπερ ταύτην πρὸς τὰ ὅμοια δεῖν μόνα παρατείνειν εἰρή- κασιν οἱ ἀντιλέγοντες, καὶ διὰ τοῦτο τὰ ἄλογα δια- γράφουσι τῶν ζῴων, φέρε ἡμεῖς τὴν ἀληθῆ τε ὁμοῦ καὶ Πυθαγόρειον δόξαν παραστήσωμεν, πᾶσαν ψυχήν, ᾗ μέτεστιν αἰσθήσεως καὶ μνήμης, λογικὴν ἐπιδει- κνύντες· τούτου γὰρ ἀποδειχθέντος, εἰκότως καὶ κατὰ τούτους πρὸς πᾶν ζῷον τὸ δίκαιον παρατενοῦμεν. ἐροῦμεν δὲ τὰ παρὰ τοῖς παλαιοῖς συντόμως ἐπν- τέμνοντες.

διττοῦ δὴ λόγου κατὰ τούς ἀπὸ τῆς στοᾶς ὄντος, τοῦ μὲν ἐνδιαθέτου, τοῦ δὲ προφο- ρικοῦ, καὶ πάλιν τοῦ μὲν κατωρθωμένου, τοῦ δὲ ἡμαρτημένου, ποτέρου ἀποστεροῦσι τὰ ζῷα διαρ- θρῶσαι προσῆκον. ἆρά γε τοῦ ὀρθοῦ μόνου, οὐχ ἀπλῶς δὲ τοῦ λόγου; ἢ παντελῶς παντὸς τοῦ τε ἔσω καὶ τοῦ ἔξω προϊόντος; ἐοίκασι δὴ τὴν παντελῆ στέρησιν αὐτῶν κατηγορεῖν, οὐ τὴν τοῦ κατωρθω- μένου μόνον. οὕτω γὰρ ἄν οὐκ ἄλογα, λογικὰ δὲ ἦν ἔτι τὰ ζῷα, καθάπερ σχεδὸν πάντες κατʼ αὐτούς οἱ ἄνθρωποι. σοφὸς μὲν γὰρ ἢ εἷς ἢ καὶ δύο κατʼ αὐτοὺς γεγόνασιν, ἐν οἷς μόνοις ὁ λόγος κατώρθω- ται, οἱ δὲ ἄλλοι φαῦλοι πάντες· κἂν οἱ μὲν ὦσι προκόπτοντες, οἱ δὲ χύσιν τῆς φαυλότητος ἔχοντες, εἰ καὶ πάντες ὁμοίως λογικοί· ὑπὸ δὲ τῆς φιλαυτίας προαγόμενοι ἄλογα φασὶν τὰ ζῷα ἐφεξῆς τὰ ἄλλα σύμπαντα, τὴν παντελῆ στέρησιν τοῦ λόγου διὰ τῆς ἀλογίας μηνύειν ἐθέλοντες· καίτοι εἰ χρὴ τἀλη- θὲς εἰπεῖν, οὐ μόνον ἀπλῶς ὁ λόγος ἐν πᾶσι τοῖς ζῴοις θεωρεῖται, ἐν πολλοῖς δὲ αὐτῶν καὶ ὑποβολὰς ἔχων πρὸς τὸ τέλειον.

ἐπεὶ τοίνυν διττὸς ἦν, ὁ μὲν ἐν τῇ προφορᾷ, ὁ δὲ ἐν τῇ διαθέσει, ἀρξώμεθα πρότερον ἀπὸ τοῦ προφορικοῦ καὶ τοῦ κατὰ τὴν φωνὴν τεταγμένου. εἰ δὴ προφορικός ἐστι λόγος φωνὴ διὰ γλώττης σημαντικὴ τῶν ἔνδον καὶ κατὰ ψυχὴν παθῶν κοινοτάτη γὰρ ἡ ἀπόδοσις αὕτη καὶ αἱρέσεως οὐδέπω ἐχομένη, ἀλλὰ μόνον τῆς τοῦ λόγου ἐννοίας· τί τούτου ἄπεστι τῶν ζῴων ὅσα φθέγγεται; τί δὲ οὐχὶ καὶ ἃ πάσχει τι, πρότερον καὶ πρὶν εἰπεῖν ὅ μέλει, διενοήθη; λέγω δὲ διάνοιαν τὸ ἐν τῇ ψυχῇ κατὰ σιγὴν φωνούμενον. τοῦ τοίνυν ὑπὸ τῆς γλώττης φωνηθέντος, ὅπως ἂν καὶ φωνηθῇ, εἴτε βαρβάρως εἴτε Ἑλληνικῶς εἴτε κυνικῶς ἢ βοϊκῶς, λόγου γε ὄντος μέτοχα τὰ ζῷα τὰ φωνητικά, τῶν μὲν ἀνθρώπων κατὰ νόμους τούς ἀνθρωπείους φθεγγομένων, τῶν δὲ ζῴων κατὰ νόμους οὓς παρὰ τῶν θεῶν καὶ τῆς φύσεως εἴληχεν ἕκαστὸν. εἰ δὲ μὴ ἡμεῖς ξυνίεμεν, τί τοῦτο; οὐδὲ γὰρ τῆς Ἰνδῶν οἱ Ἕλληνες, οὐδὲ τῆς Σκυθῶν ἢ Θρᾳκῶν ἢ Σύρων οἱ ἐν τῇ Ἀττικῇ τραφέντες· ἀλλʼ ἴσα κλαγγῇ γερά- νων ὁ τῶν ἑτέρων τοῖς ἑτέροις ἦχος προσπίπτει. καίτοι ἐγγράμματος τοῖς ἑτέροις ἡ αὐτῶν καὶ ἔναρ- θρος, ὡς καὶ ἡμῖν ἡ ἡμετέρα· ἄναρθρος δὲ καὶ ἀγράμματος ἡ τῶν Σύρων φέρε εἰπεῖν ἢ τῶν Περ- σῶν; ὡς καὶ πᾶσιν ἡ τῶν ζῴων. καθάπερ γὰρ ἡμεῖς ψόφου μόνου ἀντιλαμβανόμεθα καὶ ἢχου, ἀξύνετοι ὄντες τῆς φέρε Σκυθῶν ὁμιλίας, καὶ κλαγ- γάζειν δοκοῦσι καὶ μηδὲν διαρθροῦν, ἀλλ᾿ ἐνὶ ψόφῳ χρῆσθαι μακροτέρῳ ἢ βραχυτέρῳ, τὸ παρηλλαγμέ- νον δὲ αὐτοῦ εἰς σημασίαν οὐδαμῶς προσπίπτει, ἐκείνοις δὲ εὐσύνετος ἡ φθέγξις καὶ πολύ τὸ διά- φορον ἔχουσα, καθάπερ ἡμῖν ἡ συνήθης· οὕτως καὶ ἐπὶ τῶν ζῴων ἡ ξύνεσις μὲν ἐκείνοις κατὰ γένος ἰδίως προσπίπτει, ἡμῖν δὲ ὁ ψόφος μόνος ἐξάκου- στος, τῆς σημασίας ἐκλειπούσης, διὰ τὸ μηδένα δι- δαχθέντα τὴν ἡμετέραν διδάξαι ἡμᾶς διὰ τῆς ἡμε- τέρας τὴν ἑρμηνείαν τῶν λεγομένων παρὰ τοῖς ζῴοις. καίτοι εἰ δεῖ πιστεύειν τοῖς παλαιοῖς καὶ τοῖς ἐφʼ ἡμῶν καὶ τῶν πατέρων γεγονόσιν, εἰσὶν οἳ λέγον- ται ἐπακοῦσαι καὶ σύνεσιν ἔχειν τῆς τῶν ζῴων φθέγξεως· ὡς ἐπὶ μὲν τῶν παλαιῶν ὁ Μελάμπους καὶ ὁ Τειρεσίας καὶ οἱ τοιοῦτοι, οὐ πρὸ πολλοῦ δὲ Ἀπολλώνιος ὁ Τυανεύς, ἐφʼ οὐ καὶ λέγεται, ὅτι τοῖς ἑταίροις συνόντος, χελιδόνος ἐπιπτάσης καὶ φθεγγομένης, εἶπεν ὅτι μηνύει ἡ χελιδών ταῖς ἄλ- λαις ὄνον πρὸ τοῦ ἄστεως πεπτωκέναι σίτου βαστά- ζοντα φορτίον, ὅ δὴ κεχύσθαι εἰς τὴν γῆν τοῦ ἀχθοφοροῦντος πεπτωκότος. ἑταῖρος δὲ ἡμῶν ἐξη- γεῖτό τις, οἰκέτου εὐτυχῆσαι παιδός, ὃς πάντα ξυνίει τὰ φθέγματα τῶν ὀρνίθων, καὶ ἦν πάντα μαντικὰ καὶ τοῦ μετʼ ὀλίγον μέλλοντος ἀγγελτικά· ἀφαιρεθῆναι δὲ τὴν σύνεσιν, τῆς μητρὸς εὐλαβη- θείσης μὴ δῶρον αὐτὸν βασιλεῖ πέμψειεν, καὶ καθεύ- δοντος εἰς τὰ ὦτα ἐνουρησάσης.

ἀλλʼ ἳνα ταῦτα παρῶμεν διὰ τὸ ξύμφυτον ἡμῖν πάθος τῆς ἀπιστίας, ἀλλὰ τῶν γε ἐθνῶν τινὰ εἰς ἔτι καὶ νῦν ὅπως ξυγ- γένειαν ἔχει πρός τινων ζῴων σύνεσιν τῆς φθέγ- ξεως, οὐδεὶς οἶμαι ἠγνόηκεν. Ἄραβες μὲν κοράκων ἀκούουσιν, Τυρρηνοὶ δʼ ἀετῶν τάχα δʼ ἂν καὶ ἡμεῖς καὶ πάντες ἄνθρωποι συνετοὶ ἦμεν πάντων τῶν ζῴων, εἰ καὶ ἡμῶν τὰ ὦτα δράκων ἔνιψε. δη- λοῖ γε μὴν καὶ τὸ ποικίλον καὶ. διάφορον τῆς φθέγ- ξεως αὐτῶν τὸ σημαντικόν. ἄλλως γοῦν ἀκούεται ὅταν φοβῆται φθεγγόμενα, ἄλλως ὅταν καλῇ, ἄλ- λως ὅταν εἰς τροφὴν παρακαλῇ, ἄλλως ὅταν φιλο- φρονῆται, ἄλλως ὅταν προκαλῆται εἰς μάχην· καὶ τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς καὶ σφόδρα δυσπα- ρατήρητον τὴν παραλλαγὴν εἶναι διὰ τὸ πλῆθος καὶ τοῖς τὸν βίον εἰς τούτων τήρησιν καταθεμένοις. κορώνης γοῦν καὶ κόρακος οἰωνισταὶ ἄχρι τινὸς πλήθους τὸ διάφορον σημειωσάμενοι, τὸ λοιπὸν εἴασαν, ὡς οὐκ ὄν ἀνθρώπῳ εὐπερίληπτον. ὅταν. δὲ πρὸς ἄλληλα φθέγγηται φανερά τε καὶ εὔσημα, εἰ καὶ μὴ πᾶσιν ἡμῖν γνώριμα, φαίνηται δὲ καὶ ἡμὰς μιμούμενα καὶ τὴν Ἐλλάδα γλῶτταν ἐκμαν- θάνοντα καὶ συνιέντα τῶν ἐφεστώτων, τίς οὕτως ἀναιδὴς ὡς μὴ συγχωρεῖν εἶναι λογικά, διότι αὐτὸς οὐ συνίησιν ὧν λέγουσιν; κόρακες γοῦν καὶ κίτται ἐριθακοί τε καὶ ψιττακοὶ ἀνθρώπους μιμοῦνται καὶ μέμνηνται ὧν ἂν ἀκούσωσιν καὶ διδασκόμενοι ὑπα- κούουσι τῷ διδάσκοντι, καὶ πολλοί γε ἐμήνυσαν διʼ ὧν ἐδιδάχθησαν καὶ τοὺς ἁμαρτάνοντας κατὰ τὸν οἶκον. ἡ δʼ Ἰνδικὴ ὕαινα, ἣν κοροκότταν οἱ ἐπιχώριοι καλοῦσι, καὶ ἄνευ διδασκάλου οὕτω φθέγ- γεται ἀνθρωπικῶς, ὡς καὶ ἐπιφοιτᾶν ταῖς οἰκίαις καὶ καλεῖν ὅν ἂν ἴδῃ εὐχείρωτον αὐτῇ, καὶ μιμεῖ- ταί γε τοῦ φιλτάτου καὶ ᾧ ἄν πάντως ὑπακούσειεν ὁ κληθεὶς τὸ φθέγμα· ὡς καίπερ εἰδότας τοὺς Ἰν- δούς διὰ τῆς ὁμοιότητος ἐξαπατᾶσθαι καὶ ἀναλί- σκεσθαι ἐξιόντας τε καὶ πρὸς τὸ φθέγμα ὑπακούον- τας. εἰ δὲ μὴ πάντα μιμεῖται, μηδὲ πάντα εὐμαθῆ τῆς ἡμετέρας, τί τοῦτο; οὐδὲ γὰρ ἄνθρωπος πᾶς εὐμαθὴς ἢ μιμητικὸς οὐχ ὅτι τῆς τῶν ζῴων, ἀλλʼ οὐδὲ πέντε που διαλέκτων τῶν παρʼ ἀνθρώποις. τινὰ δὲ καὶ τῷ μὴ διδάσκεσθαι ἴσως οὐ φθέγγεται ἢ καὶ τῷ ὑπὸ τῶν ὀργάνων τῶν τῆς φωνῆς ἐμπο- δίζεσθαι. ἡμεῖς γοῦν, κατὰ Καρχηδόνα πέρδικος ἐπιπτάντος ἡμέρου, τρέφοντες τοῦτον, τοῦ χρόνου προϊόντος καὶ τῆς συνηθείας εἰς πολλὴν ἡμερότητα αὐτὸν μεταβαλούσης, οὐ μόνον σαίνοντος καὶ θερα- πεύοντος ᾐσθόμεθα καὶ προσπαίζοντος, ἀλλʼ ἤδη καὶ ἀντιφθεγγομένου πρὸς τὸ ἡμέτερον φθέγμα καὶ καθʼ ὅσον ἦν δυνατὸν ἀποκρινομένου, ἀλλοίως ἢ καλεῖν ἀλλήλους εἰώθασιν οἱ πέρδικες. οὔκουν σιω- πῶντος, φθεγξαμένου δʼ ἀντεφθέγξατο μόνον.

ἱστο- ρεῖται δὲ καὶ τῶν ἀφθόγγων τινὰ οὕτως ἑτοίμως ὑπακούειν τοῖς δεσπόταις, ὡς οὐκ ἂν ἄνθρωπος τῶν συνήθων. ἡ γοῦν Κράσσου τοῦ Ῥωμαῖκοῦ μύραινα ὀνομαστὶ καλουμένη προσῄει τῷ Κράσσῳ, ὅν καὶ οὕτως διέθηκεν, ὡς πενθῆσαι ἀποθανοῦσαν, τριῶν τέκνων ἀποβολὴν πρότερον μετρίως ἐνεγκόντα. καὶ ἐγχέλεις δὲ πολλοὶ ἱστόρησαν τὰς ἐν Ἀρεθούσῃ καὶ σαπέρδας τούς περὶ Μαίανδρον ὑπακούοντας τοῖς καλοῦσιν. οὐκοῦν φαντασία ἡ αὐτὴ τῇ τοῦ λέγον- τος, ἐάν τε ἐπὶ γλῶτταν ἐξικνῆται, ἐάν τε μή. πῶς οὖν οὐκ ἄγνωμον μόνην λόγον τὴν ἀνθρώπου φω- νὴν λέγειν, ὅτι ἡμῖν ξυνετή, τὴν δὲ τῶν ἄλλων ζῴων παραιτεῖσθαι; ὅμοιον γὰρ ὡς εἰ κόρακες τὴν σφῶν μόνην ἠξίουν εἶναι φωνήν, ἡμᾶς δʼ εἶναι ἀλόγους, διότι οὐκ αὐτοῖς εὔσημα φθεγγόμεθα ἢ οἱ Ἀττικοὶ εἰ μόνην τὴν Ἀτθίδα ἔλεγον φωνήν, τούς δὲ ἄλλους ἀλόγους ἡγοῦντο τούς λέξεως Ἀττικῆς ἀμοιροῦντας. καίτοι θᾶττον ἂν κόρακος ξύνεσιν λάβοι ὁ Ἀττικὸς ἢ Σύρου ἢ Πέρσου συρί- ζοντος καὶ περσίζοντος. ἀλλὰ μήποτε ἄτοπον ἐκ τῆς εὐσυνέτου φθέγξεως ἢ μὴ ἢ τῆς σιγῆς καὶ φω- νῆς τὸ λογικὸν κρίνειν καὶ τὸ ἄλογον. οὕτως γὰρ καὶ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τούς ἄλλους τῷ μὴ φθέγ- γεσθαι φαίη ἄν τις μὴ εἶναι λογικούς. ἀλλʼ οἵ γε θεοὶ σιγῶντες μηνύουσι, καὶ συνιᾶσιναὐ τῶν ὄρνιθες θᾶττον ἢ ἄνθρωποι καὶ συνέντες ἀπαγγέλλουσιν ὡς δύνανται καὶ τοῖς ἀνθρώποις εἰσὶ κήρυκες ἄλλοι ἄλλων θεῶν· Διὸς μὲν ἀετός, Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ, Ἥρας δὲ πελαργός, Ἀθηνᾶς δὲ οὖ κρέξ τε καὶ γλαῦξ, ὡς Δήμητρος γέρανος καὶ ἄλλων ἄλλοι. καὶ μὴν καὶ ἡμῶν οἱ παρατηροῦντες καὶ οἱ σύντροφοι γιγνώσκουσιν αὐτῶν τὰ φθέγματα. ὁ γοῦν κυνηγέτης ἀπὸ τῆς ὑποκρίσεως ᾔσθετο τοῦ κυνὸς ὑλακτοῦντος νῦν μὲν ὅτι ζητεῖ τὸν λαγών, νῦν δὲ ὅτι εὗρεν, νῦν δὲ ὅτι διώκει, νῦν δὲ ὅτι ἔλαβεν, καὶ πλανωμένου ὅτι πλανᾶται. καὶ ὁ βου- κόλος οἶδεν ὅτι ἡ βοῦς πεινῇ ἢ διψῇ ἢ κέκμηκεν ὀργὰ ἢ τὸν μόσχον ζητεῖ· καὶ λέων βρυχώμενος δηλοῖ ὅτι ἀπειλεῖ, καὶ λύκος ὠρυόμενος ὅτι κακῶς πράσσει, καὶ οἶς βληχώμεναι οὐκ ἔλαθον τὸν ποι- μένα ὅτου δέονται.

οὐ τοίνυν οὐδὲ ἐκεῖνα ἔλαθεν ἡ τῶν ἀνθρώπων φωνή, οὐκ ὀργιζομένων, οὐ φιλο- φρονουμένων, οὐ καλούντων, οὐχ ἡ διώκουσα, οὐχ ἡ αἰτοῦσα, οὐχ ἡ διδοῦσα, οὐδὲ μία ἀπλῶς, ἀλλὰ πάσαις οἰκείως ὑπήκουσαν. ὅπερ ἀδύνατον ποιεῖν μὴ τοῦ ὁμοίου τῇ συνέσει τῷ ὁμοίῳ ἐνεργοῦντος. σωφρονίζονται δὲ καὶ μέλεσιν καὶ ἥμεροι ἐξ ἀγρίων γίγνονται ἔλαφοι καὶ ταῦροι καὶ ἕτερα ζῷα. δια- λεκτικῆς μὲν γὰρ αὐτοὶ φασὶν οἱ τὸ ἄλογον αὐτῶν καταψηφιζόμενοι ἐπαΐειν τούς κύνας, κεχρῆσθαί τε τῷ θεὰ πλειόνων διεζευγμένῳ ἰχνεύοντας, ὅταν εἰς τριόδους ἀφίκωνται. ἤτοι γὰρ ταύτην ἢ ἐκείνην ἢ τὴν ἑτέραν ἀπεληλυθέναι τὸ θηρίον οὔτε δὲ ταύτην, οὔτε ταύτην· ταύτην ἄρα, καθʼ ὓν λοιπὸν καὶ διώκειν. ἀλλʼ ἕτοιμον λέγειν φύσει ταῦτα ποιεῖν ὅ τι μηδεὶς αὐτὰ ἐξεδίδαξεν, ὡς δὴ καὶ ἡμῶν τὸν λόγον οὐ φύσει κεκληρωμένων, εἰ καί τινα τίθεμεν τῶν ὀνομάτων αὐτοὶ διὰ τὸ καὶ πρὸς τοῦτο ἐπιτηδείως ἔχειν κατὰ φύσιν. εἰ μέντοι πιστεύειν δεῖ Ἀριστοτέλει, καὶ διδάσκοντα ὤφθη οὐ μόνον τῶν ἄλλων τι ποιεῖν τὰ τέκνα τὰ ζῷα, ἀλλὰ καὶ φθέγγεσθαι, ὡς ἀηδὼν τὸν νεοττὸν ᾄδειν. καὶ ὡς αὐτός γε φησίν, πολλὰ μὲν παρʼ ἀλλήλων μανθάνει ζῷα, πολλὰ δὲ καὶ παρʼ ἀνθρώπων, καὶ πᾶς αὐτῷ ἀληθεύοντι μαρτυρεῖ, πᾶς μὲν πωλοδάμνης, πᾶς δὲ ἱπποκόμος τε καὶ ἱππεὺς καὶ ἡνίοχος, πᾶς δὲ κυνηγέτης τε καὶ ἐλε- φαντιστὴς καὶ βουκόλος καὶ οἱ τῶν θηρίων διδά- σκαλοι οἵ τε τῶν ὀρνίθων πάντες. ἀλλʼ ὁ μὲν εὐγνώμων καὶ ἐκ τούτων μεταδίδωσι συνέσεως τοῖς ζῴοις, ὁ δὲ ἀγνώμων καὶ ἀνιστόρητος αὐτῶν φέρε- ται συνεργῶν αὐτοῦ τῇ εἰς αὐτὰ πλεονεξίᾳ. καὶ πῶς γὰρ οὐκ ἔμελλεν κακολογήσειν καὶ διαβαλεῖν ἃ κατακόπτειν ὡς λίθον προῄρηται; ἀλλʼ Ἀριστο- τέλης γε καὶ Πλάτων Ἐμπεδοκλῆς τε καὶ Πυθαγό- ρας Δημόκριτός τε καὶ ὅσοι ἐφρόντισαν τὴν ἀλή- θειαν περὶ αὐτῶν ἑλεῖν, ἔγνωσαν τὸ μετέχον τοῦ λόγου.

δεικτέον δὲ καὶ τὸν ἐντὸς αὐτῶν καὶ ἐν- διάθετον. φαίνεται δὲ ἡ παραλλαγή, ὡς φησί που καὶ Ἀριστοτέλης, οὐκ οὐσίᾳ διαλλάττουσα, ἀλλʼ ἐν τῷ μᾶλλον καὶ ἧττον θεωρουμένη· καθάπερ πολλοὶ οἴονται καὶ τὴν θεῶν πρὸς ἡμὰς ἐξηλλάχθαι, οὐ κατʼ οὐσίαν οὔσης τῆς διαφορὰς ταύτης, ἀλλὰ κατὰ τὸ ἀκριβὲς ἢ μὴ τοῦ λόγου. καὶ ὅτι μὲν ἄχρι γε αἰ- σθήσεως τῆς τε ἄλλης ὀργανώσεως τῆς τε κατὰ τὰ αἰ- σθητήρια καὶ τῆς κατὰ σάρκα ὁμοίως ἡμῖν διάκειται, πᾶς σχεδὸν συγκεχώρηκεν. καὶ γὰρ οὐ μόνον τῶν κατὰ φύσιν παθῶν τε καὶ κινημάτων τῶν διὰ τού- των ὁμοίως ἡμῖν κεκοινώνηκεν, ἀλλʼ ἤδη καὶ τῶν παρὰ φύσιν καὶ νοσωδῶν ἐν αὐτοῖς θεωρουμένων. οὐκ ἂν δέ τις εὖ φρονῶν διὰ τὸ ἐξηλλαγμένον τῆς ἕξεως τοῦ σώματος ἄδεκτα λογικῆς εἴποι διαθέσεως, ὁρῶν καὶ ἐπʼ ἀνθρώπων πολλὴν τὴν παραλλαγὴν τῆς ἕξεως κατά τε γένη καὶ ἔθνη, καὶ ὅμως λογι- κούς συγχωρῶν πάντας. ὄνος μέν γε κατάρρῳ ἁλίσκεται, κἂν εἰς πνεύμονα αὐτῷ ῥυῇ τὸ νόσημα, ἀποθνήσκει ὥσπερ ἄνθρωπος· ἵππος δὲ καὶ ἔμπυος γίνεται καὶ φθίνει, ὥσπερ ἄνθρωπος, καὶ τέτανος λαμβάνει ἵππον καὶ ποδάγρα καὶ πυρετὸς καὶ λύσσα, ὁπότε καὶ κατωπιᾶν λέγεται. καὶ ἡ κύουσα ἵππος, ἐπειδὰν ὀσφρήσηται λύχνου ἀπεσβεσμένου, ἀμβλί- σκει ὡς ἄνθρωπος. πυρέττει δὲ καὶ βοῦς καὶ μαίνεται, καθάπερ καὶ ὁ κάμηλος. κορώνη δὲ ψωριᾷ καὶ λεπριᾷ, ὡς καὶ κύων οὗτος μέν γε καὶ ποδαγριᾷ καὶ λυσσᾷ. ὗς δὲ βραγχᾷ, καὶ ἔτι μᾶλ- λον κύων, καὶ τὸ πάθος ἐν ἀνθρώπῳ ἀπὸ τοῦ κυνὸς κυνάγχη κέκληται. καὶ ταῦτα μὲν γνώριμεα, ἐπεὶ σύννομα ταῦτα ἡμῖν τὰ ζῷα, τῶν δὲ ἄλλων ἐσμὲν ἄπειροι διὰ τὸ ἀσύνηθες. καὶ εὐνουχιζόμενα δὲ μαλακίζεται· οἱ μέν γε ἀλεκτρυόνες οὐδὲ ᾄδου- σιν ἔτι, ἀλλὰ τὴν φωνὴν ἐπὶ τὸ θῆλυ μεταβάλ- λουσιν ὥσπερ ἄνθρωποι, βοός τε κέρατα καὶ φω- νὴν οὐκ ἔστι διαγνῶναι τομίου καὶ θήλεος· οἱ δὲ ἔλαφοι οὐκ ἔτι ἀποβάλλουσι τὰ κέρατα, ἀλλὰ συνέ- χουσιν, ὡς εὐνοῦχοι τὰς τρίχας, μὴ ἔχοντες δὲ οὐ φύουσιν, ὥσπερ οἱ πρὶν πώγωνα φῦσαι ἐκτμηθέν- τες. οὕτως σχεδὸν ἀπάντων τὰ σώματα ὁμοίως τοῖς ἡμετέροις κατὰ τὰ πάθη.

τά γε μὴν τῆς ψυ- χῆς πάθη ὅρα εἰ μὴ πάντα ὅμοια· καὶ πρῶτά γε τὴν αἴσθησιν. οὐ γὰρ δὴ ἀνθρώπου μὲν ἡ γεῦσις χυ- μῶν, ἡ δὲ ὄψψις χροιῶν, ἢ ὀσμῶν ἡ ὄσφρησις ἀντι- λαμβάνεται, ἢ ψόφων ἡ ἀκοή, ἢ θερμῶν ἢ ψυχρῶν ἡ ἀρὴ ἢ τῶν ἄλλων ἁπτῶν, οὐχὶ δὲ καὶ τῶν ζῴων ἀπάντων ὁμοίως. οὐδὲ ταύτης μὲν ἀφῄρηται τὰ ζῷα διὰ τὸ μὴ εἶναι ἄνθρωποι, λογικῆς δὲ ἀμοι- ροῦσι διὰ τοῦτο· ἐπεὶ οὕτω γε καὶ οἱ θεοὶ διὰ τὸ μὴ εἶναι ἄνθρωποι λογικῆς στερήσονται, ἢ ἡμεῖς, εἴπερ οἱ θεοὶ λογικοί αἰσθήσεως μέν γε καὶ πλεο- νεκτεῖν ἔοικεν μᾶλλον τὰ ζῷα. τίς μὲν γὰρ ἀνθρώ- πων τοσοῦτον βλέπει (οὐδὲ γὰρ ὁ μυθευόμενος Λυγκεὺς) ὅσον ὁ δράκων; ὅθεν καὶ τὸ βλέπειν δρακεῖν λέγουσιν οὁ ποιηταί. τὸν δὲ ἀετὸν “καὶ ὑψόθ᾿ ἐόντα οὐκ ἔλαθε πτώξ.” τίς δὲ ὀξυηκοώτε- ρος γεράνων, αἳ ἀπὸ τοσούτων ἀκούουσιν ὅπως οὐδὲ ἀνθρώπων τις ὁρᾷ. τῇ μὲν γὰρ ὀσφρήσει τοσούτῳ πλεονεκτεῖ σχεδὸν πάντα τὰ ζῴα, ὡς ἐκεί- νοις προσπίπτειν τὰ ἡμὰς λανθάνοντα, καὶ κατὰ γένος ἐπιγινώσκειν ἕκαστον ἤδη καὶ ἐξ ἴχνους ὀσφραινόμενα. οἱ δὲ ἄνθρωποι ἡγεμόσι κυσὶ χρῶν- ται, οἷ δεῖ ἐλθεῖν ἐπὶ σύν ἢ ἔλαφον· καὶ ἡμῶν μὲν ὀψὲ ἡ τοῦ ἀέρος κατάστασις ἅπτεται, τῶν δὲ ἄλλων ζῴων εὐθύς, ὡς τούτοις τεκμηρίοις χρῆσθαι τοῦ μέλλοντος. τὴν δὲ τῶν χυμῶν διάκρισιν οὕτως οἶδεν, ὡς ἐξακριβοῦν καὶ τὰ νοσερὰ καὶ τὰ ὑγιεινὰ καὶ τὰ δηλητήρια, ὡς οὐδὲ ἀνθρώπων οἱ ἰατροί. φρονιμώτερα δὲ φησὶν ὁ Ἀριστοτέλης εἶναι τὰ εὐαισθητότερα. σωμάτων δὲ πρααλλαγαὶ εὐπαθῆ μὲν ἤ δυσπαθῆ ποιῆσαι δύνανται, καὶ μᾶλλον καὶ ἧττον πρόχειρον ἔχειν τὸν λόγον, κατʼ οὐσίαν δὲ τὴν ψυχὴν ἐξαλλάττειν οὐ δύνανται, ὅπου γε οὐδὲ τὰς αἰσθήσεις οὐδὲ τὰ πάθη ἔτρεψαν, οὐδὲ τέλεον ἐκβεβηκυίας ἐποίησαν. ἐν οὖν τῷ μᾶλλον καὶ ἧτ- τον ἡ διαφορὰ συγχωρείσθω, οὐκ ἐν τῇ τελείᾳ στερήσει· οὐδʼ ἐν τῷ καθάπαξ τὸ μὲν ἔχειν, τὸ δὲ μή· ἀλλʼ ὡς ἐν ἑνὶ γένει τὸ μὲν ὑγιεινότερον σῶμά ἐστιν, τὸ δὲ ἧττον, καὶ ἐπὶ νόσου ὁμοίως πολύ τὸ διάφορον, ἔν τε εὐφυΐαις καὶ ἀφυίαις, οὕτω καὶ ἐν ψυχαῖς ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη καὶ τῆς φαύλης ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον· καὶ τῶν ἀγαθῶν οὐχ ἡ αὐτὴ ἰσότης, οὐδὲ ὁμοίως Σωκράτης ἀγαθὸς καὶ Ἀριστοτέ- λης καὶ Πλάτων, οὐδʼ ἐν ὁμοδόξοις ἡ ταὐτότης. οὐ τοίνυν οὐδʼ εἰ μᾶλλον ἡμεῖς νοοῦμεν ἢ τὰ ζῷα, διὰ τοῦτο ἀφαιρετέον τῶν ζῴων τὸ νοεῖν, ὥσπερ οὐδὲ τὸ πέτεσθαιτούς πέρδικας, ὅτι μᾶλλον αὐτῶν οἱ ἱέρακες πέτονται οὐδὲ τούς ἄλλους ἱέρακας, ὅτι καὶ τούτων καὶ τῶν ἄλλων ἀπάντων ὁ φασσοφόνος. συμπάσχειν μὲν οὖν δοίη ἄν τις ψυχὴν σώματι καὶ πάσχειν τι πρὸς αὐτοῦ εὖ ἢ κακῶς διακειμένου, μεταβάλλειν δὲ τὴν αὐτῆς φύσιν οὐδαμῶς. εἰ δὲ συμπάσχει μόνον καὶ χρῆται αὐτῷ ὡς ὀργάνῳ, δράσειε μὲν ἂν διʼ αὐτοῦ πολλά, ἀλλοίως ὠργανωμένου ἢ ὡς ἡμῖν, ὧν ἡμεῖς δρᾶν ἀδύνατοι, καὶ συμπάθοι ἄν πως διακειμένου, οὐ μέντοι τὴν αὐτῆς ἐξαλλάξειε φύσιν.

ὅτι τοίνυν καὶ λογικὴ ἐν αὐτοῖς ἔστιν καὶ οὐκ ἀφῄρηται φρο- νήσεως ἐπιδεικτέον. πρῶτον μὲν ἕκαστον οἶδεν, εἴτε ἀσθενές ἐστιν εἴτε ἰσχυρόν, καὶ τὰ μὲν φυλάτ- τεται, τοῖς δὲ χρῆται, ὡς πάρδαλις μὲν ὀδοῦσιν, ὄνυξι δὲ λέων καὶ ὀδοῦσιν, ἵππος δὲ ὁπλῇ καὶ βοῦς κέρασιν, καὶ ἀλεκτρυών μὲν πλήκτρῳ, σκορπίος δὲ κέντρῳ· οἱ δʼ ἐν Αἰγύπτῳ ὄφεις πτύσματι (ὅθεν καὶ πτυάδες καλοῦνται) ἐκτυφλοῦσι τὰς ὄψεις τῶν ἐπιόν- των, ἄλλο δὲ ἄλλῳ χρῆται, σῶζον ἑαυτὸ ἕκαστον. πάλιν τὰ μὲν ἐκποδὼν νέμεται τῶν ἀνθρώπων, ὅσα ἰσχυρά· τὰ δὲ ἀγεννῆ ἐκποδών μὲν τῶν ἐσχυροτέ- ρων θηρίων, τοὔμπαλιν δὲ μετὰ τῶν ἀνθρώπων· καὶ ἢ πορρωτέρω μέν, ὡς στρουθοὶ ἐν ὀροφαῖς καὶ χελιδόνες, ἢ καὶ συνανθρωποῦντα, ὡς οἱ κύνες. ἀμείβει δὲ καὶ τόπους κατὰ τὰς ὥρας, καὶ πᾶν ὅσον τὸ πρὸς τὸ συμφέρον οἶδεν. ὁμοίως δʼ ἄν τις καὶ ἐπὶ ἰχθύων ἴδοι τὸν τοιοῦτον λογισμὸν καὶ ἐπʼ ὀρ- νίθων. ἃ δὴ ἐπὶ πλέον συνῆκται τοῖς παλαιοῖς ἐν τοῖς περὶ ζῴων φρονήσεως, τοῦ ταῦτα πολυπραγ- μονήσαντος ἐπὶ πλέον Ἀριστοτέλους λέγοντος πᾶσι τοῖς ζῴοις μεμηχανῆσθαι πρὸς τὸν βίον καὶ σωτη- ρίαν αὐτῶν τὴν οἴκησιν.

ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἦ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξη- σιν λαμβανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογικὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλʼ ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λό- γον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις διδάσκονται δὲ τὰ μὲν ὑπʼ ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀν- θρώπων. καὶ ἔχει γε μνήμην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριω- τάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώπων. αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρό- πιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλʼ οὐ τά γε ζῷα· ζωογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώπειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνω- δίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περιστεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεν- νῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώμενον καὶ ἑαυτό. παρατηρήσας δʼ ἄν τις κατίδοι καὶ σύν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τού σαίνειν τῷ τρέ- φοντι καὶ ἐπιγιγνώσκειν τὸν δεσπότην καὶ μηνύειν τὸν ἐπίβουλον.

τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ; τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς τούς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαρ- γῶν δικαιοσύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πε- φυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττε- ται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλογίαν αὐτῶν κατη- γορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς τὸν νοῦν δια- δύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέ- σαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν ἀποφηναμέ- νοις.

θαυμάσειε δʼ ἄν τις τούς τὴν δικαιοσύνην ἐκ τοῦ λογικοῦ συνιστάντας καὶ τὰ μὴ κοινωνοῦντα τῶν ζῴων ἄγρια καὶ ἄδικα λέγοντας, μηκέτι δὲ ἄχρι τῶν κοινωνούντων τὴν δικαιοσύνην ἐκτείνον- τας. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων οἴχεται τὸ ζῆν ἀρθείσης τῆς κοινωνίας, οὕτω κἀκείνοις. ὄρ- νιθες γοῦν καὶ κύνες καὶ πολλὰ τῶν τετραπόδων, οἷον αἶγες, ἵπποι, πρόβατα, ὄνοι, ἡμίονοι, τῆς μετὰ ἀνθρώπων κοινωνίας ἀφαιρεθέντα ἔρρει. καὶ ἡ δημιουργήσασα αὐτὰ φύσις ἐν χρείᾳ τῶν ἀνθρώ- πων κατέστησεν τούς τε ἀνθρώπους εἰς τὸ χρῄζειν αὐτῶν, τὸ δίκαιον ἔμφυτον αὐτοῖς τε πρὸς ἡμᾶς καὶ ἡμῖν πρὸς αὐτὰ κατασκευάσασα. εἰ δέ τινα πρὸς ἀνθρώπους ἀγριαίνει, θαυμαστὸν οὐδέν ἀλη- θὲς γὰρ ἦν τὸ τοῦ Ἀριστοτέλους, ὡς ἀφθονίαν εἰ τῆς τροφῆς πάντα ἐκέκτητο, οὔτʼ ἂν πρὸς ἄλληλα οὔτε πρὸς ἀνθρώπους ἔσχεν ἂν ἀγρίως· ταύτης γὰρ χάριν, καίτοι ἀναγκαίας καὶ εὐτελοῦς οὔσης, αἵ τε ἔχθραι καὶ αἰ φιλίαι αὐτοῖς, καὶ τοῦ τόπου ἕνεκα. ἄνθρωποι δὲ εἰ οὕτως εἰς στενὸν κομιδῇ κατεκέ- κλειντο ὡς τὰ ζῷα, πόσῳ ἂν 'ἀγριώτεροι καὶ τῶν δοκούντων ἀγρίων ἐγένοντο; διέδειξεν δὲ καὶ ὁ πόλεμος καὶ λιμός, ὅπου οὐδὲ γεύσασθαι φείδονται ἀλλήλων· καὶ ἄνευ γε πολέμου καὶ λιμοῦ τὰ σύν- τροφα καὶ ἥμερα τῶν ζῴων κατεσθίουσιν.

ἀλλὰ φαίη τις ἄν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμὰς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄ- ρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοι- νωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμιᾶς πε- ποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώπων οὐ πᾶς ἡμῖν συν- τίθεται, καὶ οὐδεὶς τὸν μὴ συνθέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδούλευσεν ἀνθρώ- ποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπʼ ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τούς δεσπότας ὑπηρέτας καὶ ἐπιμεληχ- τὰς αὐτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θη- λειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια παντὶ οὖσο τυγχάνει· καὶ το- σοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ διʼ αὐτά, διʼ ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄνθρωποι δὲ ἐπʼ οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐ- δένα οὕτως ἀποθνήσκειν εὔχονται ὡς τοῦτον.

οὕτω δʼ ἐστὶ λογιστικὰ ὦν δρᾷ, ὥστε πολλάκις ἐπιστά- μενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, διʼ ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται, εἰ δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολ- λάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφίσματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας εἰ- δότα ὅτι ἀλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖ- ροι περιεῖδε φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κάκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέστερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰκοῦντά ἐστι λογικά, οὕτω φασὶ τὰ τὸ μετʼ ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα τὰ ἔνυδρα διαφέρειν, εἶθʼ οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦ- μεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν.

ὅταν δὲ καὶ τέχνας ἀναλαμβάνῃ καὶ ταύτας ἀνθρωπίνας, ὀρχεῖσθαι μαν- θάνοντα καὶ ἡνιοχεῖν μονομαχεῖν τε καὶ καλοβατεῖν, ἤδη δὲ καὶ γράφειν καὶ ἀναγινώσκειν αὐλεῖν τε καὶ κιθαρίζειν καὶ τοξεύειν καὶ ἱππεύειν, ἔτι ἀμφισβη- τήσεις εἰ τὸ δεχόμενον ἔχει, τοῦ παραδεχθέντος ἐν αὐτοῖς θεωρουμένου; ποῦ γὰρ δέχεται, εἰ μὴ ὁ λόγος ὑπῆν ἐν ᾧ συνίστανται αἱ τέχναι; οὐδὲ γὰρ ὡς ψόφου τῆς φωνῆς ἡμῶν ἀκούει, ἀλλὰ καὶ τῶν· σημείων τῆς διαφορᾶς ἔστιν αὐτοῖς ἐπαίσθησις, ἥτις δὴ ἐκ συνέσεως λογικῆς παραγίνεται. ἀλλὰ κακῶς, φασί, ποιεῖ τὰ ἀνθρωπικά. οὐδὲ γὰρ ἄνθρωποι πάντες καλῶς· ἢ μάτην ἄν ἀγῶνα καὶ νικῶντες ἦσαν καὶ ἡττώμενοι. ἀλλʼ οὐ βουλεύονται, φασίν, οὐδʼ ἐκκλησιάζουσιν οὐδὲ δικάζουσιν. ἡ γὰρ ἄν- θρωποι, εἰπέ μοι, πάντες; οὐχὶ δὲ πολλοῖς, πρὶν βουλεύσονται, αἰ πράξεις; πόθεν δὲ καὶ ἐπιδείξειεν ἄν τις ὅτι οὐ βουλεύονται; τούτου μὲν γὰρ τεκμή- ριον οὐδεὶς εἰπεῖν ἔχει· τοῦ δʼ ἐναντίου οἱ κατὰ μέρος περὶ τῶν ζῴων συγγράφαντες ἔδειξαν. λοι- πὸν δὲ τὰ ἄλλα ἕωλα, ὅσα κατʼ αὐτῶν ῥητορεύεται· οἷον ὅτι πόλεις αὐτοῖς οὐκ εἰσίν οὐδὲ γὰρ τοῖς ἁμαξοβίοις Σκύθαις φήσω οὐδὲ τοῖς θεοῖς. οὐδὲ νόμοι γραπτοί, φασίν, παρὰ τοῖς ζῴοις· οὐδὲ γὰρ παρὰ ἀνθρώποις, ἄχρις εὐδαιμόνουν. Ἆπις δὲ λέ- γεται. πρῶτος νομοθετῆσαι παρʼ Ἕλλησιν, ὅτε ἐδεή- θησαν.

ἀνθρώύποις μὲν οὖν διὰ τὴν λαιμαργίαν οὐ δοκεῖ λόγον ἔχειν τὰ ζῷα· θεοῖς δὲ καὶ θείοις ἀν- δράσιν ἐξ ἴσου τοῖς ἱκέταις τετίμηται. καὶ χρῶν γε ὁ θεὸς Ἀριστοδίκῳ τῷ Κυμαίῳ ἱκέτας τοὺς στρου- θούς αὐτοῦ ἔφη εἶναι. Σωκράτης δὲ καὶ ὤμνυεν κατʼ αὐτῶν, καὶ ἔτι πρὸ αὐτοῦ Ῥαδάμανθυς. Αἰ- γύπτιοι δὲ καὶ θεούς ἐνόμισαν, εἴτε ὄντως θεούς ἡγούμενοι, εἴτε ἐξεπίτηδες τὰ τῶν θεῶν εἴδη βου- πρόσωπα καὶ ὀρνιθοπρόσωπα καὶ τῶν ἄλλων ποι- οὐντες, ὅπως αὐτῶν ἐξ ἴσου καὶ τῶν ἀνθρώπων ἀπέχοιντο, εἴτε καὶ διʼ ἄλλας αἰτίας μυστικωτέρας. οὕτω δὴ καὶ οἱ Ἕλληνες τῷ μὲν τοῦ Διὸς ἀγάλ- ματι κριοῦ προσῆψαν κέρατα, ταύρου δὲ τῷ Διο- νύσου τὸν δὲ Πᾶνα ἐξ ἀνθρώπου καὶ αἰγὸς συνέ- θηκαν, τὰς δὲ Μούσας ἐπτέρωσαν καὶ τὰς Σειρῆ- νας, κατὰ τὰ αὐτὰ δὲ τήν τε Νίκην καὶ τὴν Ἶριν καὶ τὸν Ἔρωτα καὶ τὸν Ἑρμῆν. Πίνδαρος δὲ ἐν προσοδίοις πάντας τούς θεούς ἐποίησεν, ὁπότε ὑπὸ Τυφῶνος ἐδιώκοντο, οὐκ ἀνθρώποις ὁμοιω- θέντας, ἀλλὰ τοῖς ἀλόγοις ζῴοις· ἐρασθέντα δὲ Πασιφάης Δία γενέσθαι μὲν ταῦρον, νῦν δὲ ἀετὸν καὶ κύκνον. διʼ ὧν τὴν πρὸς τὰ ζῷα τιμὴν οἱ παλαιοὶ ἐνεδείκνυντο· καὶ ἔτι μᾶλλον, ὅταν τὸν Δία θρέψαι λέγωσιν αἶγα. Κρησὶ δὲ νόμος ἦν Ῥα- δαμάνθυος, ὅρκον ἐπάγεσθαι πάντα τὰ ζῷα. οὐδὲ Σωκράτης τὸν κύνα καὶ τὸν χῆνα ὀμνύς ἔπαιζεν, ἀλλὰ κατὰ τὸν τοῦ Διὸς καὶ Δίκης παῖδα ἐποιεῖτο τὸν ὅρκον, οὐδὲ παίζων ὁμοδούλους αὐτοῦ ἔλεγεν τοὺς κύκνους. αἰνίσσεται δὲ καὶ ὁ μῦθος ὡς ὁμό- ψυχά ἐστιν ἡμῖν, καὶ χόλῳ μὲν θεῶν μεταβαλεῖν ἐξ ἀνθρώπων εἰς ζῴα, μεταβαλόντας δὲ λοιπὸν ἐλεεῖσθαι καὶ φιλεῖσθαι. τοιαῦτα γὰρ τὰ περὶ δελ- φίνων λεγόμενα καὶ τὰ περὶ ἀλκυόνων ἀηδόνων τε καὶ χελιδόνων.

αὐχεῖ δὲ καὶ τῶν παλαιῶν ἕκαστος, ὅστις εὐτύχησεν τῆς ἐκ ζῴων ἀνατροφῆς, οὐχ οὕ- τως τούς πατέρας ὡς τούς 'ανθρεψαμ;ενους, ὁ μὲν λύκαιναν, ὁ δὲ ἔλαφον, ἄλλος αἶγα, ἄλλος μέλιτ- ταν, Σεμίραμις δὲ τὰς περιστεράς, Κῦρος δὲ κύνα, κύκνον δὲ Θρᾷξ, καὶ τοὔνομα τοῦ θρέψαντος ἔφε- ρεν. ὅθεν καὶ θεοῖς ἐπωνυμίαι, Διονύσῳ μὲν Εἰρα- φιώτης, Ἀπόλλωνι δὲ Λύκειος καὶ Δελφίνιος, Ποσει- δῶνι δὲ Ἵππιος, καὶ Ἀθηνᾷ Ἵππία. ἡ δʼ Ἑκάτη ταῦρος, κύων, λέαινα ἀκούουσα μᾶλλον ὑπακούει. εἱ δʼ ὅτι θύοντες αὐτὰ κατεσθίουσι, διὰ τοῦτο ὥσπερ αὐτοὺς παραμυθούμενοι ἄλογα λέγουσιν, εἴποιεν ἂν καὶ οἱ τοὺς πατέρας ἑστιώμενοι Σκύθαι ἀλόγους εἶναι τοὺς πατέρας.

διὰ μὲν τούτων καὶ ἄλλων, ὧν ἐξῆς μνησθησόμεθα τὰ τῶν παλαιῶν ἐπιτρέχοντες, δείκνυται λογικὰ ὄντα τὰ ζῷα, τοῦ λόγου ἐν τοῖς πλείστοις ἀτελοῦς μὲν ὄντος, οὐ μὴν παντελῶς ἐστερημένου. τῆς δὲ δικαιοσύνης πρὸς τὰ λογικὰ οὕσης, καθάπερ φασὶν οἱ ἀντιλέγοντες, πῶς οὐχὶ καὶ πρὸς ταῦτα εἴη ἂν ἡμῖν τὸ δέκαιον; οὐ γὰρ καὶ πρὸς τὰ φυτὰ παρατενοῦμεν τὸ τῆς δικαιο- σύνης, διὰ. τὸ φαίνεσθαι πολὺ τὸ πρὸς τὸν λόγον ἀσύγκλωστον. καίτοι κἀνταῦθα τοῖς καρποῖς χρῆ- σθαι εἰώθαμεν, οὐ μὴν σὺν τοῖς καρποῖς κατακό- πτειν καὶ τὰ πρέμνα· τὸν δὲ σιτικὸν καρπὸν καὶ τὸν τῶν χεδρόπων αὐανθέντα καὶ εἰς γῆν πίπτοντα καὶ τεθνηκότα συλλέγομεν. ζῴων δὲ τὰ θνησείδια οὐκ ἄν τις προσενέγκαιτο· ὥστε πολύ τὸ ἄδικον ἐν τούτοις. ἀρχὴν δέ, ὡς καὶ Πλούταρχός φησιν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τού- τοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ παρέχει τοῖς ἀναγκαίοις τὴν ἄχρι τινὸς βλάβην, εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζώντων μενόντων· τὸ δʼ ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριότητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγκαίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱε- ρεῖς θεῶν, πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύον- τες, ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγά- νοντα τῆς τοιαύτης τροφῆς ζῶσιν καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζοίμεθα πολεμεῖν, μηδὲ οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλὰ ἢ πρὸς μηθὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν, ἢ πρὸς πάντα χρω- μένους μὴ ζῆν; ὥσπερ οὖν ἐπʼ ἀνθρώπων ὁ μὲν αὐτοῦ σωεηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων πορι- ζόμενος ἐπιθυμιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρα- τὴς καὶ πονηρός, οὕτως τὰς μὲν εἰς φυτὰ βλάβας καὶ πυρὸς καὶ ναμάτων ἀναλώσεις κουράς τε προ- βάτων καὶ γάλα βοῶν τε ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμην. ζῷα δὲ ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλαμένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν, ἀλλʼ ἡδονῆς καὶ λαιμαργίας ποι- ουμένους τέλος, ὑπερφυὲς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γάρ, ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν, ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς, ὡς Αἰσχύλος φησίν, ἀντίδουλα καὶ πόνων ἐκδέκτορα χειρωσάμενοι καὶ καταζεύξαντες.

ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολ- λύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγ- καίου πρὸς σωτηρίαν ἢ καλοῦ πρὸς ἀρετὴν ἀφαι- ρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνε- σθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτε- σθαι, διʼ ὃ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰ- κείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνω- νος. πῶς δὲ οὐκ ἄλογον, πολλούς τῶν ἀνθρώπων ἐπʼ αἰσθήσει μόνον ζῶντας ὁρῶντας, νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλούς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τού- τους οἴεσθαι δίκαιόν τι εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀρο- τῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μη- δὲν εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν;

ἀλλʼ ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμὰς αὐτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύ- νας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστιν τῶν χα- ρίτων τὸ ἥδιστον, οὐ διʼ ἄλλο τι πλὴν θύεσθαι ἐγε- γόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἄλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζω- μοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεα τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλʼ ὡς αὐτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυ- μίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέπον- τος μετέχειν, σκοπείτω, τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον, ὅν Καρνεάδης ἔλεγεν· ἕκαστον τῶν φύσει γεγονότων ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγ- χάνῃ τέλους, ὡφελεῖται. κοινότερον δὲ τὸ τῆς ὠφε- λείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, 'ἀκουστέον. ἡ δὲ ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ κατα- βρωθῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέφυκε, καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώ- πων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησό- μεθα μυίαις, ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορ- πίοις, ἐχίδναις; ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγ- γάνειν μιαρὰ καὶ κατʼ ὀδμὰς δυσανάσχετα καὶ φθέγ- γεται δεινὸν καὶ ἀτερπές, τὰ δʼ ἄντικρυς ὀλέθρια τοῖς ἐντυγχάνουσι· φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, ἃ μυρία βόσκειν Ὅμηρός φησιν ἀγάστον- νον Ἀμφιτρίτην, τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουρ- γός, ὅπῃ χρήσιμα τῇ φύσει γέγονεν; εἰ δὲ οὐ πάντα φασὶν ἡμῖν καὶ διʼ ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγ- χυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι καὶ χρώ- μενοι βλαβερῶς τοῖς οὐ διʼ ἡμᾶς, ἀλλʼ ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμὰς ὁρίζοντες οὐκ ἄν φθάνοιμεν ἑαυτούς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες. ἡμῖν μὲν γὰρ οὐθὲν ἀπʼ ἐκείνων ὑπάρχει τὸ παρά- παν ὠφελεῖσθαι τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τούς παραπίπτοντας ἀνθρώπους, βορᾷ χρῆται, μη- δὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδι- κίαν, ἡμεῖς δὲ ὕβρει καὶ τρυφῆς ἕνεκα παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις τὰ πλεῖστα τῶν ζῴων φονεύομεν. ἐξ ὧν δὴ καὶ τὸ μὲν φονι- κὸν καὶ θηριῶδες ἡμῶν ἐπερρώσθη καὶ τὸ πρὸς οἶκτον ἀπαθές, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμ- βλυναν οἱ πρῶτοι τοῦτο τολμήσαντες. οἱ δὲ Πυ- θαγόρειοι τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο τοῦ φιλανθρώπου καὶ φιλοικτίρμονος. ὥστε πῶς οὐχ οὗτοι πρὸς δικαιοσύνην μᾶλλον ἤγει- ραν ἢ οἱ φθείρεσθαι λέγοντες ἐκ τούτων τὴν συν- ήθη δικαιοσύνην; ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμιένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον.

ναί, φασίν, ἀλλʼ ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντί γε τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρ- χειν, καὶ μὴ μόνην ἐν τοσοῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην, ὥσπερ ἡμῶν μὴ τοῦτο συγχωρούντων ἢ πολύ τὸ ἄλογον ἐπιδεικνύν- των ἐν τοῖς οὖσιν. πολύ γὰρ δήπου καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι, καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως· ἀλλὰ πᾶν εὐ- θὺς τὸ ἄψυχον, ἄλογον ὂν καὶ ἀνόητον, ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν, ἀλλὰ τὴν ἔμ- ψυχον φύσιν ἔχειν τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φαν- ταστικόν, τὸ δὲ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθη- τικόν, τὸ δὲ ἀναίσθητον, ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐ- τὸν ἡ φύσις ἔχῃ γένος, οἷον ἰσορρόπους. ἀλλʼ ἄτοπον τοῦτό γε. εἰ δὲ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύ- χου τὸ μὲν αἰσθανόμενον, τὸ δὲ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον, τὸ δὲ ἀφαντασίωτον, ὅτι πᾶν ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φαν- ταστικὸν πέφυκεν, οὐδʼ οὕτως ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου, τὸ δὲ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηθὲν οἰομένους αἰ- σθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγου- σιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχειν καὶ αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν, ἀλλὰ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν, ὄντων δὲ ἀλλοτρίων, οὐδὲ ἀκα- ρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι, τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οἦν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει, τὰς δὲ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπη- ρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πε- φυκόσιν. ὧν γὰρ ἂν ἀφέλῃς παντάπασι προσδοκίαν, μνήμη, πρόθεσιν, παρασκευήν, τὸ ἐλπίζειν, τὸ δεδοικέναι, τὸ ἐπιθυμεῖν, τὸ ἀσχάλλειν, οὔτε ὀμ- μάτων ὄφελος παρόντων οὔτε ὤτων, αἰσθήσεως τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλ- γεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων, ὡς οὐδὲ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει. καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευο- μένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθεν καὶ μετα- θεῖ καὶ διώκει τῶν προειρημένων ἕκαστον ἀναλε- γόμενος· ᾗ καὶ λέλεκται,

νοῦς ὁρᾷ, νοῦς ἀκούει, τὰ δʼ ἄλλα κωφὰ καὶ τυφλά ὡς τοῦ περὶ τὰ ὄμματα καὶ τὰ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διʼ ὃ καὶ Κλεομένης ὁ βασιλεὺς παρὰ πότον εὐδοκιμοῦν- τος ἀκροάματος, ἐρωτηθεὶς εἴ οἱ φαίνεται σπουδαῖον, ἐκέλευεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοπον- νήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν.

ἀλλʼ ἔστω μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὐτῆς ἔργον· ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καὶ μὴ παρόντων ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς, καὶ παρα- σκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρα- τρα καὶ πάλιν οὖ τοῖς ἀλοῦσιν ἀποδράσεις τῶν ἐπι- τιθεμένων; καίτοιγε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν 14. οἶμαι Ἡράκλειτον τοῦτο λέγειν. ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζό- μενοι σημείωσιν ἐπιτελειώσεως, τὴν δʼ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πρά- ξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυ- θότος, οὐ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τού- των γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσιν, κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα, πολλὰ μὲν θυμῶν, πολλὰ δὲ φόβων καὶ νὴ Δία φθόνων καὶ ζηλοτυπιῶν. αὐτοὶ δὲ κύ- νας ἁμαρτόντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κε- νῆς, ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδο νῆς δὲ τῆς μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστιν, τῆς δὲ διʼ ὀμμάτων γοητεία. χρῶνται δὲ ἑκατέραις ἐπὶ τὰ θηρία· κηλοῦνται μὲν ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς, καὶ τούς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται μελιζόμενοι ταῖς σύριγξι, καὶ τὴν θρίσ- σαν ᾀδόντων ἀναδύεσθαι καὶ προιέναι λέγουσιν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήτε ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευά- ζεσθαι μήτε μνημονεύειν, ἀλλʼ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καὶ ὡσανεὶ παρασκευάζεσθαι τὴν ἀη- δόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσαν- εὶ φοβεῖσθαι τὸν ἔλαφον, οὐκ οἶδα τί χρήσονται. τοῖς λέγουσι μηδὲ βλέπειν μηδὲ ἀκούειν, ἀλλʼ ὡσαν- εὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν, μηδὲ φω- νεῖν ἀλλʼ ὡσανεὶ φωνεῖν, μηδὲ ὅλως ζῆν ἀλλʼ ὡσαν- εὶ ζῆν. ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγό- μένα παρὰ τὴν ἐνάργειαν ὁμοίως, ὡς ὁ εὐγνώμων ἂν πεισθείη. ὅταν δὲ τοῖς ἀνθρωπίνοις ἤθεσιν καὶ βίοις καὶ πράξεσιν καὶ διαίταις τὰ τῶν ζῴων παρα- τιθεὶς πολλὴν ἐνορῶ φαυλότητα, καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονεν, μηδένα τῶν ζῴων ἔμφανῆ στοχασμὸν μηδὲ προκοπὴν μηδὲ ὄρεξιν, ἀποροίην ἂν πῶς ἡ φύσις δέδωκε τὴν ἀρχὴν τοῖς ἐπὶ τὸ τέ- λος ἐξικέσθαι μὴ δυναμένοις· ἡ τοῦτο μὲν οὐδʼ ἐκείνοις ἄτοπον εἶναι δοκεῖ. τὴν γοῦν πρὸς τὰ ἔκ- γονα φιλοστοργίαν, ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὐ φασὶν αὐτοῖς οὐδʼ ἀξιοῦσι μετεῖναι δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεν- νητικῶν μορίων οὐδὲν ἐνδεῖ καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθʼ ἡδονῆς τούτοις ἔχουσαι, πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δὲ ἄλλως μὴ καταγέλαστόν ἐστι τοὺς Σωκράτεις καὶ τούς Πλάτωνας καὶ τούς Ζήνωνας οὐδὲν ἐλαφρο- τέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φά- σκειν, ἀλλʼ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ κα- θαρὸν μηδʼ ἀπηκριβωμένον πρὸς ἀρετήν, ὡς στέρη- σιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν προσεῖναι, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται. καὶ γὰρ δειλίαν πολ- λοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ὑπάρχουσαν.

ὁ δὲ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει, πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύ- σει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν. ἔπειτα τὴν διαφορὰν ἐμποδών οὖσαν οὐ συνορᾷ. λόγος μὲν γὰρ ἐγγίνεται φύσει, σπουδαῖος δὲ ὁ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας. διʼ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστι, τὴν δὲ ὀρ- θότητα καὶ σοφίαν οὐδὲ ἄνθρωπον εἰπεῖν κεκτημέ- νον ἔχουσι, κἂν μυρίοι δὲ ὦσιν. ὥσπερ ὄψεώς ἐστιν πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἑέρακες βλέπουσι καὶ τέττιγες, οὐδὲ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λο- γικῷ μέτεστιν ὡσαύτως τῆς δεχομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος. ἐπιδείγματά γε πολλὰ κοι- νωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τούς πορισμούς καὶ τὰς οἰκονομίας, ὥσπερ᾿ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας, δειλίας, ἀβελτερίας, ἔνεστιν αὐ- τοῖς. ὅθεν καὶ ζητήσεις τινὲς συνίστανεαι, τῶν μὲν τὰ χερσαῖα προῆχθαι λεγόντων, τῶν δὲ τὰ θαλάττια. καὶ δῆλόν ἐστι παραβαλλομένων ἵππων χερσαίων τοῖς ποταμίοις· οἱ μὲν γὰρ τρέφουσι τούς πατέρας, οἱ δὲ κτείνουσιν, ἵνα τὰς μητέρας ὀχεύωσι· καὶ πε- ριστεραῖς πάλιν περδίκων· οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν ἐν μέρει θάλποντες, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τούς νεοττούς. ὄνοις δὲ καὶ προ- βάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότη- τος, οὐλ οἶδ᾿ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χε- λιδόνας· ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτου- σαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελι- δόνες ἔξω στρεφομένους διδάσκουσαι τούς νεοττούς ἀφιέναι τὸ περίττωμα. καὶ μὴν δένδρον δένδρου οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον, οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέον- τος· ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βρα- δύτερον οὐκ ἔστιν, οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδὲ ἀκρατέστερον, ὅπου μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δὲ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποί- ηκεν. ἀλλʼ οὐ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμα- θείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. καὶ γὰρ ἐκείνων πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ, τοῦτο δὲ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν ἀλλʼ οὐ διὰ τοῦτο κωφὸς οὐδὲ τυφλὸς οὐδὲ ἀδύνατος ὁ ἄνθρωπός ἐστιν ἀλλὰ καὶ θέομεν, εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν, εἰ καὶ χεῖρον ἱεράκων· ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον.

εἰ δὲ μὴ πολλὰ ἦν πολλοῖς συνηγ- μένα καὶ εἰρημένα, μυρία ἂν παρηγάγομεν εἰς ἐπί- δειξιν τῆς τῶν ζῴων εὐφυΐας. ἐκεῖνο δʼ ἔτι σκε- πτέον. ἔοικεν γὰρ τοῦ πεφυκότος ἢ μέρους ἢ δυνά- μεως κατὰ φύσιν τι δέχεσθαι, τοῦ αὐτοῦ εἶναι καὶ εἰς τὸ παρὰ φύσιν ἐμπίπτειν πηρωθὲν ἢ νοσῆσαν, ὥσπερ ὀφθαλμοῦ μὲν εἰς τυφλότητα ἐμπίπτειν, σκέ- λους δὲ εἰς χωλότητα, καὶ γλώττης εἰς ψελλότητα, ἄλλου δὲ μηδενός. οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυ- κότος ὁρᾶν, οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν, ψελλόν τε καὶ ἄναυδον καὶ τραυλὸν μὴ γλῶσσαν ἐχόντων οὐδʼ ἂν παραπαίοντα ἢ παράφρονα εἴποις οὐδὲ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν. οὐ γὰρ ἔστιν ἐν πάθει γενέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πά- θος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσίς ἔστιν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἔτι δὲ καὶ ἵπποις· ἔνιοι δὲ καὶ βοῦς φασὶ μαίνεσθαι καὶ ἀλώπεκας. ἀρκεῖ δὲ τὸ τῶν κυνῶν ἀναμφισβή- τητον γάρ ἐστι, καὶ μαρτυρεῖ λόγον καὶ διάνοιαν ἔχειν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγ- χεομένης ἡ λεγομένη λύσσα καὶ μανία πάθος ἐστίν. οὕτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτοῖς οὔτε ἀκοὴν ὁρῶ- μεν, ἀλλʼ ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ πα- ρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστιν· καὶ γὰρ ἡ συνήθεια ταῦτά τε κατηγορεῖ τῶν παραφρονούντων, μὴ εἶναι παρʼ αὐτοῖς ἀλλὰ ἐκ- πεπτωκέναι τῶν λογισμῶν· οὕτως ὁ τούς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων, ἀλλʼ οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπτωκότος, ἀγνο- εἰν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συν- τρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἔξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.

τὰ μὲν δὴ τοῦ Πλουτάρχου ἐν πολλοῖς βιβλίοις πρὸς τούς ἀπὸ τῆς στοὰς καὶ τοῦ περιπάτου εἰς ἀπάντησιν εἰρημένα ἐστὶν τοιαῦτα. Θεόφραστος δὲ καὶ τοιούτῳ κέχρηται λόγῳ.

τοὺς ἐκ τῶν αὐ- τῶν γεννηθέντας, λέγω δὲ πατρὸς καὶ μητρός, οἰκείους εἶναι φύσει φαμὲν ἀλλήλων καὶ τοίνυν καὶ τούς ἀπὸ τῶν αὐτῶν προπατόρων σπαρέντας οἰκείους ἀλλήλων εἶναι νομίζομεν, καὶ μέντοι καὶ τοὺς ἑαυτῶν πολίτας τῷ τῆς τε γῆς καὶ τῆς πρὸς ἀλλήλους ὁμιλίας κοινωνεῖν. οὐ γὰρ ἐκ τῶν αὐ- τῶν ἔτι τούς τοιούτους ἀλλήλοις φύντας οἰκείους αὐτοῖς εἶναι κρίνομεν, εἰ μὴ ἄρα τινὲς τῶν πρώτων αὐτοῖς προγόνων οἱ αὐτοὶ τοῦ γένους ἀρχηγοὶ πε- φύκασιν ἢ ἀπὸ τῶν αὐτῶν. οὕτω δέ, οἶμαι, καὶ τὸν Ἐλληνα μὲν τῷ Ἕλληνι, τὸν δὲ βάρβαρον τῷ βαρβάρῳ, πάντας δὲ τούς ἀνθρώπους ἀλλήλοις φα- μεὲν οἰκείους τε καὶ συγγενεῖς εἶναι δυοῖν θάτερον, ἢ τῷ προγόνων εἶναι τῶν αὐτῶν, ἢ τῷ τροφῆς καὶ ἠθῶν καὶ ταὐτοῦ γένους κοινωνεῖν. οὕτως δὲ καὶ τούς πάντας ἀνθρώπους ἀλλήλοις τίθεμεν καὶ συγ- γενεῖς. καὶ μὴν πᾶσι τοῖς ζῴοις αἵ γε τῶν σωμά- των ἀρχαὶ πεφύκασιν αἱ αὐταί. λέγω δὲ οὐκ ἐπὶ τὰ στοιχεῖα ἀναφέρων τὰ πρῶτα· ἐκ τούτων μὲν γὰρ καὶ τὰ φυτά ἀλλʼ οἷον σπέρμα, σάρκας καὶ τὸ τῶν ὑγρῶν τοῖς ζῴοις σύμφυτον γένος. πολύ δὲ μᾶλλον τῷ τὰς ἐν αὐτοῖς ψυχὰς ἀδιαφόρους πεφυκέναι, λέγω δὴ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς, ἔτι δὲ τοῖς λο- γισμοῖς, καὶ μάλιστα πάντων ταῖς αἰσθήσεσιν. ἀλλʼ ὥσπερ τὰ σώματα, οὕτω καὶ τὰς ψυχὰς τὰ μὲν ἀπη- κριβωμένας ἔχει τῶν ζῴων, τὰ δὲ ἧττον τοιαύτας, πᾶσί γε μὴν αὐτοῖς αἱ αὐταὶ πεφύκασιν ἀρχαί. δη- λοῖ δὲ ἡ τῶν παθῶν οἰκειότης· εἰ δὲ ἀληθές ἐστι τὸ λεγόμενον, ὡς ἡ τῶν ἠθὼν γένεσίς ἐστι τοιαύτη, φρονοῦσι μὲν ἅπαντα φῦλα, διαφέρουσι δὲ ταῖς ἀγωγαῖς τε καὶ ταῖς τῶν πρώτων κράσεσι, παντά- πασιν ἂν οἰκεῖον εἴη καὶ συγγενὲς ἡμῖν τὸ τῶν λοι- πῶν ζῴων γένος. καὶ γὰρ τροφαὶ αἱ αὐταὶ πᾶσιν αὐτοῖς καὶ πνεύμιατα, ὡς Κὐριπίδης, καὶ φοινίους ἔχει ῥοὰς τὰ ζῷα πάντα καὶ κοινοὺς ἀπάντων δεί- κνυσι γονεῖς οῦρανὸν καὶ γῆν.

ὥστε συγγενῶν ὄν- των, εἰ φαίνοιτο κατὰ Πυθαγόραν καὶ ψυχὴν τὴν αὐτὴν εἰληχότα, δικαίως ἄν τις ἀσεβὴς κρίνοιτο τῶν οἰκείων τῆς ἀδικίας μὴ ἀπεχόμενος. οὐ μὴν ὅτι τινὰ ἄγρια αὐτῶν, διὰ τοῦτο τὸ οἰκεῖον ἀποκέ- κοπται. οὐθὲν γὰρ ἧττον, ἀλλὰ καὶ μᾶλλον τῶν ἀνθρώπων ἔνιοι κακοποιοί τε τῶν πλησίον εἰσὶ καὶ φέρονται πρὸς τὸ βλάπτειν τὸν ἐντυχόντα καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας· διʼ ὃ καὶ ἀναιροῦμεν τούτους, οὐ μέντοι ἀποκόπτο- μεν τὴν πρὸς τὸ ἥμερον σχέσιν. οὕτως οὖν, εἰ κα τῶν ζῴων τινὰ ἄγρια, ἐκεῖνα μὲν ὡς τοιαῦτα ἀναν- ρετέον καθάπερ καὶ τούς τοιούτους ἀνθρώπους, τῆς δὲ πρὸς τὰ λοιπὰ καὶ ἡμερώτερα σχέσεως οὐκ ἀπο- στατέον· ἑκατέρως δὲ οὐδέτερα βρωτέον, ὡς οὐδὲ τοὺς ἀδίκους τῶν ἀνθρώπων. νῦν δὲ πολύ τὸ ἄδι- κον ποιοῦμεν ἀναιροῦντες μὲν καὶ τὰ ἥμερα, ὅτι καὶ τὰ ἄγρια καὶ τὰ ἄδικα, ἐσθίοντες δὲ τὰ ἥμερα· κατʼ ἄμφω γὰρ ἄδικοι, ὅτι ἥμερα ὄντα ἀναιροῦμεν καὶ ὅτι ταῦτα θοινώμεθα, καὶ ψιλῶς ὁ τούτων θά- νατος εἰς τὴν βορὰν ἔχει τὴν ἀναφοράν. προσθείη δʼ ἄν τις τούτοις καὶ τὰ τοιαῦτα. ὁ γὰρ λέγων ὅτι. ὁ παρεκτείνων τὸ δίκαιον ἄχρι τῶν ζῴων φθείρει τὸ δίκαιον, ἀγνοεῖ ὡς αὐτὸς οὐ τὴν δικαιοσύνην διασώζει, ἀλλʼ ἡδονὴν ἐπαύξει, ἥ ἐστι δικαιοσύνῃ πολέμιον. ἡδονῆς γοῦν οὔσης τέλους, δείκνυται δικαιοσύνη ἀναιρουμένη. ἐπεὶ ὅτι τὸ δίκαιον συναύ- ξεται διὰ τῆς ἀποχῆς τίνι οὐ δῆλον; ὁ γὰρ ἀπεχό- μενος παντὸς ἐμψύχου, κὰν μὴ τῶν συμβαλλόντων αὐτῷ εἰς κοινωνίαν, πολλῷ μᾶλλον πρὸς τὸ ὁμο- γενὲς τῆς βλάβης ἀφέξεται. οὐ γὰρ ὁ τὸ γένος φι- λῶν τὸ εἶδος μισήσει, ἀλλὰ μᾶλλον ὅσῳ μεῖζον τὸ γένος τὸ τῶν ζῴων, τοσούτῳ καὶ πρὸς τὸ μέρος καὶ τὸ οἰκεῖον ταύτην διασώσει. ὁ τοίνυν τὴν οἰκείω- σιν πεποιημένος πρὸς τὸ ζῷον, οὗτος καὶ τό τι ζῷον οὐκ ἀδικήσει· ὁ δὲ μόνον περιγράψας ἐν ἀνθρώπῳ τὸ δίκαιον ἕτοιμός ἐστιν ὡς ἐν στενῷ ἀπορρῖψαι τὴν ἔφεξιν τῆς ἀδικίας. ὥστε καὶ τοῦ Σωκρατικοῦ ὄψου ἥδιον τὸ Πυθαγόρειον. ὁ μὲν γὰρ ὄψον τροφῆς τὸ πεινῆν ἔλεγε, Πυθαγόρας δὲ τὸ μηθένα ἀδικεῖν καὶ ἐφηδύνειν δικαιοσύνῃ τὸ ὄψον. ἡ γὰρ φυγὴ τῆς ἐμψύχου τροφῆς φυγὴ ἦν τῶν περὶ τὴν τροφὴν ἀδικημάτων. οὐ γὰρ δὴ μὴ μετὰ κακώσεως ἑτέρου τὴν ἑαυτῶν σωτηρίαν ἀμήχανον ἡμῖν ὁ θεὸς ἐποίη- σεν· ἐπεὶ οὕτω γε τὴν φύσιν ἡμῖν ἀρχὴν ἀδικίας προσετίθει· μήποτε δὲ καὶ ἀγνοεῖν οὗτοι ἐοίκασι τὸ ἰδίωμα τῆς δικαιοσύνης, ὅσοι ἐκ τῆς πρὸς ἀνθρώ- πους οἰκειώσεως εἰσάγειν ταύτην ᾠήθησαν· αὕτη μὲν γὰρ φιλανθρωπία τις ἂν εἴη. ἡ δὲ δικαιοσύνη ἐν τῷ ἀφεκτικῷ καὶ ἀβλαβεῖ κεῖται παντὸς ὅτου οὖν τοῦ μὴ βλάπτοντος. καὶ οὕτως γε νοεῖται ὁ δίκαιος, οὐκ ἐκείνως· ὡς διατείνειν τὴν δικαιοσύνην καὶ ἄχρι τῶν ἐμψύχων κειμένην ἐν τῷ ἀβλαβεῖ. διʼ ὃ καὶ ἡ οὐσία αὐτῆς ἐν τῷ τὸ λογιστικὸν ἄρχειν τοῦ ἀλόγου, ἕπεσθαι δὲ τὸ ἄλογον. ἄρχοντος γὰρ τού- του, τοῦ δʼ ἑπομένου, πᾶσα ἀνάγκη ἀβλαβῆ εἶναι πρὸς πᾶν ὅτι οὖν ἄνθρωπον. συνεσταλμένων γὰρ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ ὀργῶν μεμα- ρασμένων, τοῦ δὲ λογισμοῦ τὴν οἰκείαν ἔχοντος ἀρχήν, εὐθύς ἡ ὁμοίωσις ἕπεται ἡ πρὸς τὸ κρεῖτ- τον. τὸ δὲ ἐν τῷ παντὶ κρεῖττον πάντως ἦν ἀβλα- βές, καὶ αὐτὸ μὲν διὰ δύναμιν καὶ σωστικὸν πάν- των καὶ εὐποιητικὸν πάντων καὶ ἀπροσδεὲς πάν- των· ἡμεῖς δὲ διὰ μὲν δικαιοσύνην ἀβλαβεῖς πάν- των, διὰ δὲ τὸ θνητὸν ἐνδεεῖς τῶν ἀναγκαίων. ἡ δὲ τῶν ἀναγκαίων λῆψις οὐ βλάπτει οὔτε φυτά, ὅταν ἃ ἀποβάλλουσι λἅβωμεν, οὔτε καρπούς, ὅταν τεθνηκότων χρησώμεθα τοῖς καρποῖς, οὔτε πρόβατα, ὅταν διὰ τῆς κουρᾶς αὐτὰ μᾶλλον ὀνήσωμεν καὶ τοῦ γάλακτος κοινωνήσωμεν παρέχοντες αὐτοῖς τὴν ἐξ ἡμῶν ἐπιμέλειαν. διʼ ὃ προσπίπτει ὁ δίκαιος οἷον ἐλαττωτικὸς ἑαυτοῦ τῶν κατὰ σῶμα, οὐκ ἀδικεῖ δὲ ἑαυτόν· αὔξεται γὰρ τῇ τούτου παιδαγωγίᾳ καὶ ἐγκρα- τείᾳ τὸ ἐντὸς ἀγαθόν, τοῦτʼ ἔστιν ἡ πρὸς θεὸν ὁμοίωσις.

οὔτε τοίνυν ἡδονῆς οὔσης τέλους ἡ ὄν- τως σώζεται δικαιοσύνη, οὔτε τῶν ἃ κατὰ φύσιν συμπληρούντων τὴν εὐδαιμονίαν, ἢ ἐκκειμένων γε πάντων. ἐν πολλοῖς γὰρ τὰ τῆς ἀλόγου κινήματα φύσεως καὶ αἰ χρεῖαἱ ἀδικίας κατάρχει. αὐτίκα τῆς ζῳοφαγίας ἐδεήθησαν, ἵνα τὴν φύσιν, ὡς φασίν, διαφυλάξωσιν ἀλύπητον καὶ ἀνενδεᾶ ὧν ὀρέγεται. τοῦ δʼ ὁμοιοῦσθαι θεῷ ὄντος τέλους ὡς ἔνι μάλιστα, σώζεταιτὸ ἀβλαβὲς ἐν ἅποσιν. ὅνπερ τοίνυν τρόπον ὁ πάθεσιν ἀγόμενος πρὸς μόνα τέκνα καὶ γυναῖκα ἀβλα- βής, τῶν δὲ ἄλλων καταφρονητικὸς καὶ πλεονέκτης, ὡς ἂν τοῦ ἀλόγου κρατοῦντος ἐν αὐτῷ, πρὸς τὰ θνητὰ ἐγείρεται καὶ ταῦτα ἐκπλήττεται ὁ δὲ λόγῳ ἀγόμενος καὶ πρὸς πολίτην τηρεῖ τὸ ἀβλαβὲς καὶ ἔτι μᾶλλον πρὸς ξένους καὶ πρὸς πάντας ἀνθρώπους, ὁ τὴν ἀλογίαν ἔχων ὑπήκοον, καὶ αὐτὸς παρʼ ἐκεί- νους λογικώτερος, διὰ ταῦτα δὲ καὶ θειότερος· οὕ- τως ὁ μὴ μόνον στήσας τὸ ἀβλαβὲς ἐν ἀνθρώποις, παρατείνας δὲ καὶ εἰς τὰ ἄλλα ζῷα μᾶλλον ὅμοιος θεῷ, καὶ εἰ ἄχρι φυτῶν δυνατόν, ἔτι μᾶλλον σώζει τὴν εἰκόνα. εἰ δὲ μή, ἀλλʼ ἐντεῦθέν γε τὸ τῆς φύ- σεως ἡμῶν ἐλάττωμα, ἐντεῦθεν τὸ θρηνούμενον πρὸς τῶν παλαιῶν, ὡς

τοίων ἔκ τʼ ἐρίδων ἔκ τε νεικέων γενόμεσθα, ὅτι τὸ θεῖον ἀκήρατον καὶ ἐν πᾶσιν ἀβλαβὲς σώζειν οὐ δυνάμεθα· οὐ γὰρ ἐν πᾶσιν ἦμεν ἀπροσδεεῖς· αἰτία δὲ ἡ γένεσις καὶ τὸ ἐν τῇ πενίᾳ ἡμὰς γενέσθαι, τοῦ πόρου ἀπορρυέντος. ἡ δὲ πενία ἐξ ἀλλοτρίων τὴν σωτηρίαν καὶ τὸν κόσμον, διʼ οὗ τὸ εἶναι ἐλάμβανεν, ἐκτᾶτο. ὅστις οὖν πλειόνων δεῖται τῶν ἔξωθεν, ἐπὶ πλέον τῇ πενίᾳ προσήλωται· καὶ ὅσῳ πλεόνων ἐνδεής, τοσούτῳ θεοῦ μὲν ἄμοιρος, πενίᾳ δὲ σύνοικος. τὸ γὰρ θεῷ ὅμοιον τῇ ὁμοιώσει εὐθύς πλοῦτον ἔχει τὸν ἀληθινόν. πλουτῶν δὲ οὐδεὶς καὶ χρῄζων μηδενὸς ἀδικεῖ ἕως γὰρ ἀδικεῖ, κἂν πάντα ἔχῃ χρήματα κἂν πάντα τῆς γῆς πλέθρα, πένης ἐστὶν πενίᾳὑπάρχων σύνοικος. διὰ ταῦτα δὴ καὶ ἄδικος καὶ ἄθεος καὶ ἀσεβὴς καὶ πάσῃ κακίᾳ ἔνοχος, ἧς τὴν ὑπά- στασινἡ πρὸς τήν ὕλην τῆς ψυχῆς πτῶσις κατὰ στέρη- σιν τοῦ ἀγαθοῦ παρήγαγεν. λῆρος οὖν πάντα, ἕως τις τῆς ἀρχῆς ἀπέσφαλται, καὶ ἐνδεὴς πάντων, ἕως οὐ πρὸς τὸν πόρον οὐ βλέπει, εἴκει τε τῷ θνητῷ τῆς φύσεως αὐτοῦ, ἕως τὸν ὄντως ἑαυτὸν οὐκ ἐγνώρισεν. δεινὴ δὲ ἡ ἀδικία πείθειν ἑαυτὴν καὶ δεκάζειν τοὺς ὑπʼ αὐτῆς συνεχομένους, διότι σύν ἡδονῇ προσομιλεῖ τοῖς τροφίμοις. ὥσπερ δὲ ἐν βίων αἱρέσεσιν ἀκρι- βέστερος κριτὴς ὁ πεῖραν ἀμφοῖν εἰληφὼς τοῦ θατέ- ρου πειραθέντος μόνου, οὅτως ἐν αἱρέσεσι καὶ φυ- γαῖς καθηκόντων ἀσφαλέστερος κριτὴς ὁ ἐκ τοῦ ἐπαναβεβηκότος κρίνων καὶ τὸ ἧττον τοῦ κάτωθεν κρίνοντος τὰ προκείμενα. ὥστε ὁ κατὰ νοῦν ζῶν τοῦ κατὰ τὴν ἀλογίαν ἀκριβέστερος ὁριστὴς ὧν τε αἱρετέον καὶ ὧν μή· διῆλθεν γὰρ καὶ διʼ ἀλογίας, ἅτε ἐξ ἀρχῆς ταύτῃ προσομιλήσας ὁ δὲ ἄπειρος ὢν τῶν κατὰ νοῦν πείθει τούς ὁμοίους, παῖς ἐν παισὶ φλυαρῶν. ἀλλʼ εἰ πάντες, φασί, τούτοις πεισθεῖεν τοῖς λόγοις, τί ἡμῖν ἔσται; ἠ δῆλον ὡς εὐδαιμονή- σομεν, ἀδικίας μὲν ἐξορισθείσης ἀπʼ ἀνθρώπων, δικαιοσύνης δὲ πολιτευομένης καὶ παρʼ ἡμῖν, καθά- περ καὶ ἐν οὐρανῷ. νῦν δʼ ὅμοιον, ὡς εἰ αἱ Δαναΐδες ἠπόρουν τίνα βίον βιώσονται ἀπαλλαγεῖ- σσαι τῆς περὶ τὸν τετρημένον πίθον διὰ τοῦ κοσκί- νου λατρείας. τί γὰρ ἔσται ἀποροῦσιν, εἰ παυσαί- μεθα ἐπιφοροῦντες εἰς τὰ πάθη ἡμῶν καὶ τὰς ἐπι- θυμίας, ὧν τὸ πᾶν διαρρεῖ ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις καὶ ὑπὲρ τῶν ἀναγκαίων στερ- γόντων ἡμῶν βίον. τί τοίνυν πράξομεν, ἐρωτᾷς, ὦ ἄνθρωπε; μιμησώμεθα τὸ χρυσοῦν γένος, μιμησώ- μεθα τοὺς ἐλευθερωθέντας. μεθʼ ὧν μὲν γὰρ Αἰδὼς καὶ Νέμεσις ἥ τε Δίκη ὁμιλεῖ, ὅτι ἠρκοῦντο τῷ ἐκ γῆς καρπῷ· καρπὸν γάρ σφισιν ἔφερεν ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον. οἱ δέ γε ἐλευθερωθέντες ἃ πάλαι τοῖς δεσπόταις ὑπηρετοῦντες ἐπόριζον, ταῦτα ἑαυτοῖς πορίζουσιν. οὐκ ἄλλως καὶ σύ τοίνυν ἀπαλλαγεὶς τῆς τοῦ σώ- ματος δουλείας καὶ τῆς τοῖς πάθεσι τοῖς διὰ τὸ σῶμα λατρείας, ὡς ἐκεῖνα ἔτρεφες παντοίως τοῖς ἔξωθεν, οὕτως αὐτὸν θρέψεις παντοίως τοῖς ἔνδο- θεν, δικαίως ἀπολαμβάνων τὰ ἴδια καὶ οὐκ ἔτι τὰ ἀλλότρια βίᾳ ἀφαιρούμενος.

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκοφαγίαν προσεμένων, ἀπολογίας δὲ αὐτοῖς ἀναι- σχύντους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δʼ ἔτι μερι- κῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγ- γελία ἐξαπατᾶ τούς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σο- φῶν μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκα- νῶς εἰς μέγεθος τῆς ἀδικίας τούς ἀκούοντας προα- γούσης ὑπʼ ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκ- βαλεῖν πειρασόμεθα.

ἀρξώμεθα δʼ ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυρούντων ὄντες οἰκειό- τατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ περιπατη- τικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλά- δος ἀφηγούμενος, τούς παλαιοὺς καὶ ἐγγύς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζε- σθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλους καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμι- ψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυ- σοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν, τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐθε- λημοὶ ἥσυχοι ἔργʼ ἐνέμοντο σύν ἐσθλοῖσιν πολέεσσιν. ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν· εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο· εἰκότως. οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθʼ ἑτέραν μηδεμίαν ἀπλῶς. τὸ δʼ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παυτὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφήν, ἀλλ᾿ ἧς ἡ φύσις ἰσχυροτέρα, προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλʼ ὡς τὰ πολλὰ τὴν ἐλάττω τῇς ἱκανῆς διὰ τὴν σπάνιν. ἀλλὰ μην οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους. ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρ- χεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστή- σατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγά- λων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκό- τως ἐκεῖνος ὁ βίος ἐγίγνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθʼ ὅν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαν- τες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κα- κοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευ- σαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα ἐν τῷ αὐτῷ βίῳ συνεισῆλθε πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλʼ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἱ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζό- μενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἱ δʼ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δο- κούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶ- δος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλλη- νικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμέ- νου τῶν παλαιοτάτων, ὄν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διʼ ὃ πό- λεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισ- ῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμα- στὸν τῶν τολμησάντων τὴν ἀποχὴν τῶν ζῴων ἀδι- κίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης.

ὃ δὴ καὶ ὕστερον Λυ- κοῦργον τὸν Λακεδαιμόνιον συνιδόντα, καίπερ κε- κρατηκότος τοῦ γεύεσθαι ἐμψύχων, οὕτως τὴν πο- λιτείαν συντάξαι, ὡς ἥκιστα τῆς ἐκ τούτων τροφῆς δεῖσθαι. τὸν γὰρ κλῆρον ἑκάστων οὐκ ἐν ἀγέλαις βοῶν καὶ προβάτων αἰγῶν τε καὶ ἵππων ἡ χρημά- των περιουσίᾳ ἀφορίσαι, ἀλλʼ ἐν γῆς κτήσει φερού- σης ἀποφορὰν ἀνδρὶ ἑβδομήκοντα κριθῶν μεδίμνους, γυναικὶ δὲ δώδεκα, καὶ τῶν ὑγρῶν καρπῶν ἀναλό- γως τὸ πλῆθος. ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον τρο- φῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανήν, ἄλλου μηδε- νὸς δεησομένοις. ὅθεν καὶ φασὶν ὡς ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην ὁρῶν τὴν γῆν καὶ τὰς ἅλωνας παραλ- λήλους καὶ ὁμιαλεῖς, ἐμειδίασέν τε καὶ εἶπε πρὸς τούς παρόντας, ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων. τοιγὰρ οὖν ἐξῆν αὐτῷ τρυφὴν ἐξελάσαντι τῆς Σπόρτης ἀκυρῶσαι πᾶν νόμισμα χρυσοῦν καὶ ἀργυροῦν, μόνῳ δὲ χρῆσθαι τῷ σιδηρῷ, καὶ τούτῳ ἀπὸ πολλοῦ σταθ- μοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔχοντι· ὥστε δέκα μνῶν ἀμοιβὴν ἀποθήκης μεγάλης ἐν οἰκίᾳ δεῖσθαι καὶ ζεύγους ἄγοντος. οὐ κυρωθέντος ἐξέπεσεν ἀδικημάτων γένη πολλὰ τῆς Λακεδαίμονος. τίς γὰρ ἢ κλέπτειν ἔμελλεν ἢ δωροδοκεῖν ἢ ἀποστερεῖν ἢ ἁρπάζειν ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κεκτῆσθαι ζἢλωτόν, ἀλλὰ μηδὲ κατακόψαι λυσιτελές; ἔμελλον δὲ καὶ τέχναι ἄχρηστοι ἐξελαθήσεσθαι σύν τούτοις, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων. τὸ γὰρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τούς ἄλλους Ἕλλη- νας οὐδὲ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδὲ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τούς λιμένας, οὐδʼ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυ- σῶν τις, οὐ χαλκῶν καλλωπισμάτων δημιουργός, 24. οὐδενὸς ἀξίων. ῥῶπος γὰρ ὁ παντοδαπὸς ἢ καὶ ὁ λε- πτὸς φόρτος, ἀλλὰ καὶ μῖγμα χρώματος ἐξ οὑ καὶ ῥω- ποπώλης ὁ ταῦτα πιπράσκων. ἅτε δὴ νομίσμιατος οὐκ ὄντος. ἀλλʼ οὕτως ἀπερη- μωθεῖσα κατὰ μικρὸν ἡ τρυφὴ τῶν ζωπυρούντων καὶ τρεφόντων αὐτὴ διʼ ἑαυτῆς ἐμαραίνετο· καὶ πλέον οὐδὲν ἦν τοῖς πολλὰ κεκτημένοις ὀδὸν οὐκ ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλʼ ἐγκατῳκοδο- μμεημένης καὶ ἀργούσης. διʼ ὅ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρʼ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων, ὡς φησὶ Κριτίας, ὁ Λακωνικὸς εὐδο- κίμει μάλιστα πρὸς τὰς στρατείας. τὰ γὰρ ἀναγ- καίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῇ χρόᾳ, καὶ τοῦ θολεροῦ προσ- κόπτοντος καὶ προσισχομένου τοῖς ἄμβωσι, καθα- ρώτερον ἐπλησίαζε τῷ στόματι τὸ πινόμενον. αἴτιος δὲ καὶ τούτων ὁ νομοθέτης, ὡς φησὶν ὁ Πλούταρ- χος. ἀπηλλαγμένοι γὰρ οἱ δημιουργοὶ τῶν ἀχρή- στων ἐν τοῖς ἀναγκαίοις ἐπεδείκνυντο τὴν καλλιτε- χνίαν.

ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγεν, τὴν τῶν συσσι- τίων κατασκευήν, ὥστε δειπνεῖν μετʼ ἀλλήλων συν- ιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλίναντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶν δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαι- νομένους καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώ- ματα πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμο- νήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας· καὶ τρόπον τινὰ νοσηλείας καθη- μερινῆς δεομένην. μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τούτου τὸ τὸν πλοῦτον ἄζηλον, ὡς φησὶν Θεόφραστος, καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινό- τητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. χρῆσις γὰρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειφις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλουσίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ. θρυλλούμενον ἐν μόνῃ τῇ Σπτάρτῃ βλέπεσθαι τυ- φλὸν ὄντα τὸν Πλοῦτον καὶ κείμενον ὥσπερ γρα- φὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προ- δειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπλη- ρωμένους, ἀλλʼ ἐπιμελῶς οἱ λοιποὶ φυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετʼ αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν μαλθακιζόμενον δίαι- ταν. διʼ ὃ καὶ φιδίτια προσηγόρευον ταῦτα, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπάρχοντα σἴτια, ἀντὶ τοῦ λάβδα τὸ δέλτα λαμβάνοντες, εἴτε ὡς πρὸς εὐ- τέλειαν καὶ φειδὼ συνεθιζόντων. συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ, πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσί- των ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμίμνεα πέντε· πρὸς δὲ τούτοις, εἰς ὀψωνίαν μικρόν τι κομιδῇ νομίσματος.

εἰκότως ἄρα οὕτω λιτῶς καὶ σωφρόνως δειπνούντων καὶ οἱ παῖδες ἐφοίτων εἰς τὰ συσσίτια ὥσπερ εἰς διδασκα- λεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γὰρ ἐδό- κει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνασχέ- σθαι· μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο. τοιαύτη μὲν ἡ τῶν Λακεδαι- 25. σκώύμματος, κολακείας, γελωτοποιίας· εἴρηται δὲ ἀπὸ τοῦ λοχεῖν ἐν τοῖς βωμοῖς πρὸς τό τι ἀπὸ τῶν θυμάτων λαβεῖν. μιονίων περὶ τὴν δίαιταν λιτότης, καίπερ εἰς πλῆ- θος νενομοθετημένη. διʼ ὃ καὶ ἀνδρικώτεροι καὶ σωφρονέστεροι καὶ τοῦ ὀρθοῦ μᾶλλον φροντίζοντες οἱ ἐκ ταύτης τῆς πολιτείας ἀναβαίνοντες παραδέ- δονται τῶν ἐκ τῶν ἄλλων, διεφθαρμένων καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν· καὶ δῆλον ὡς τοιαύτῃ πο- λιτείᾳ οἰκεῖον τὸ τῆς ἀποχῆς τῆς παντελοῦς, ταῖς δὲ διεφθαρμέναις τὸ τῆς βρώσεως.

μεταβάντι δὲ εἰς τὰ ἄλλα ἔθνη, ὅσα εὐνομίας τε καὶ ἡμερότητος τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἐπεστράφη, φανερὸν ἔσται ὡς πρός τε τὴν σωτη- ρίαν τῶν πόλεων καὶ τὸ συμφέρον αὐταῖς εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλὰ γοῦν εἴς τινας τὸ τῆς ἀποχῆς προσ- ετέτακτο· οἱ δὲ ὑπὲρ τῆς πόλεως θύοντες τοῖς θεοῖς καὶ θεραπεύοντες ἀπεμειλίττοντο τὰς τῶν πολλῶν ἁμαρτίας. ὅπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἀφʼ ἑστίας λεγόμενος παῖς ἀντὶ πάντων τῶν μυουμένων ἀπο- μειλίσσεται τὸ θεῖον, ἀκριβῶς δρῶν τὰ προστεταγ- μένα, τοῦτο κατὰ τὰ ἔθνη καὶ τὰς πόλεις οἱ ἱερεῖς δύνανται ἀντὶ πάντων θύοντες καὶ τὸ θεῖον προσ- αγόμενοι διὰ τῆς εὐσεβείας εἰς τὴν σφῶν κηδεμο- νίαν. τοῖς τοίνυν ἱερεῦσι τοῖς μὲν τῶν ζῴων πάν- των, τοῖς δέ τινων πάντως προστέτακται ἀπέχεσθαι τῆς βορὰς, ἄν τε Ἑλληνικὸν ἔθος σκοπῇς ἄν τε βάρ- βαρον, καὶ μέντοι παρʼ ἄλλοις ἄλλως· ὥστ· τοὺς πανταχοῦ παραληφθέντας φαίνεσθαι πάντων ἀπε- χομένους, εἴ τις τούς πάντας ὡς ἕνα ὑπολάβοι. εἰ τοίνυν οἱ τῆς σωτηρίας τῶν πόλεων προεστῶτες καὶ τὴν εὐσέβειαν αὐτῶν τὴν πρὸς τούς θεούς πεπι- στευμέννοι τῶν ζῴων ἀπέχονται, πῶς ἄν τις τολμή- σειεν ὡς ἀσύμφορον ταῖς πόλεσι τὴν ἀποχὴν αἰτι- ᾶσθαι;

τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαι- ρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαί φησι παρʼ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τό- πον μὲν ἐξελέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι, παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ καθάπερ τινὰ ἱερὰ ζῷα πάντων τιμώντων τούς φι- λοσόφους, ἠρεμαίοις δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ τὰς πανηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους. καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατʼ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. ἀπειπά- μενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργασίαν καὶ πόνους ἀν- θρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει, διὰ μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, διʼ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμ- μένην τινὰ καὶ ἀρχαιοπρεπῆ. τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ πάσης μὲν ἔξω τίθη- σιν πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. λιτότητα δὲ ἐπετήδευ- σαν καὶ καταστολὴν ἐγκράτειάν τε καὶ καρτερίαν τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. σεμινοὺς δὲ αὐτούς παρεῖχεν καὶ τὸ δυσεπίμικτον, οἵ γε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχε- δὸν οὐδὲ ἄλλων τῳ θεωρούμενοι, ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας, ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι. τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς θρησκείας οὐδενὶ συνεβίουν· ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγύς, ἤτοι φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος· εἰ δέ που γένοιτο, μέχρι μειδιά- σεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος αἱ χεῖρες. καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικόν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου γὰρ οἱ μὲν οὐδʼ ὅλως, οἱ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς ἐμπόδιον εἰς εὕρεσιν, ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον, ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι· εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον· τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. ἐλαίου δʼ ἀπείχοντο μὲν ὡς τὸ πολύ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς· εἰ δέ που μετὰ λαχά- νων χρήσαιντο, παντελῶς ὀλίγῳ καὶ ὅσον παρηγο- ρῆσαι τὴν αἴσθησιν.

τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γινομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. πολύς τις οὕτως τρυφῆς ἀπεκέκλειστο πόρος. τῶν δὲ κατʼ αὐτὴν τὴν Αἴγυπτον ἰχθύων τε ἀπείχοντο πάντων καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα· πτηνῶν δὲ ὅσα σαρ- κοφάγα· πολλοὶ δὲ καὶ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδʼ ᾠὸν προσ- ίεντο. καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάν- τητον ἐποιοῦντο παραίτησιν, οἷον τῶν βοῶν τὰς θηλείας παρῃτοῦντο, τῶν δʼ ἀρρένων ὅσα δίδυμα κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις καὶ τιμωμένοις ἐμφερῆ, ἢ καθʼ ὅντινʼ οὖν οἷον ἀπεικασμὸν ἐξείη ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. μυρίαι δʼ ἄλλαι παρατηρήσεις τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφρα- γιστῶν ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. πε- ριεργότερον δʼ ἔτι περὶ τὰ πτηνά, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γάρ, ἔφασαν, πολλαχῇ τὸ ζῷον συλ- λαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν. ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐ- τῶν περιίσταντο τὸ γένος. κοιναὶ μὲν δὴ θρησκεῖαέ τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθʼ ἕκαστον θεόν· αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προ- λαμβάνων ἡμερῶν ἀριθμόν, οἱ μὲν δυεῖν καὶ τετ- ταράκοντα, οἱ δὲ τούτων πλείους, οἱ δὲ ἐλάσσους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ὁμιλίας γυναικείας· ἄρ- ρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοί- της καὶ πρὸ ἀρίστου καὶ πρὸς ὕπνον. εἰ δέ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζοντι. κοίτη δὲ αὐτοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάις, ἐπέπλεκτο· ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν καὶ ὀλιγοσιτίαν παρὰ πάντα τὸν βίον.

μαρτυρία δʼ αὐτῶν τῆς ἐγκρατείας, ὅτι περιάπτοις μήτʼ ἐπῳδαῖς χρώμενοι διῆγον ἄνοσοι καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἀνεδέχοντο βάρη καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. διῄρουν δὲ νύκτα μὲν εἰς ἐπι- τήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθʼ ἣν τρὶς ἢ τετρά- κις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τού- τους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρή- μασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκ- πονοῦντες ἀεί τι καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. τὸ δʼ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξί, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευ- θεριάζοντες. ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διη- νεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον ἐγκράτειαν· οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπʼ Αἰγύπτου, διευλαβούμενοι ξενι- κὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκα- σμένοις. πολύς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις· μικρὰ δʼ εἰ καταγνωσθεῖεν παραβαί- νοντες, ἀπηλαύνοντο. καὶ τὸ μὲν κατʼ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστο- λισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεω- κόρων πλῆθος καὶ ὑπουργῶν τοῖς θεοῖς καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετʼ ἀκριβείας καὶ ἐγκρα- τείας τοσῆσδε.

τοιαῦτα μὲν τὰ κατʼ Αἰγυπτίους ὑπʼ ἀνδρὸς φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα:

ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ διʼ ἀν- θρώπου μόνου τὸ θεῖον διῆλθεν, οὔτε ψυχὴ ἐν μό- νῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διʼ ὃ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρ- νέων σώματα καὶ ἀνθρώπων· εἴκασται γὰρ παρʼ αὐτοῖς τις μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπικείμενα. διʼ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσι νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο Λυκοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν τοῦ θεοῦ διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται μάλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δει- κνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτʼ οὖν σέβονται τὰ μέτοχα καὶ μάλιστα πλέον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετ- έχοντα· μετὰ ταῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβονται κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται. ὁ δὲ μετʼ ὀλίγον φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώ- πῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου· ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. ἔτι δʼ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώ- πων, ὡς Ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον εἰς τοὺς ὀφθαλμούς, ἐν οἷς τὸ ἡλιακὸν κατοικεῖν πεπιστεύκασι φῶς, καὶ ζῆν μὲν ἐπὶ πλείονα ἔτη κατειληφότες, μετὰ δὲ τὸν βίον ἰσχὺν ἔχειν μαν- τικὴν καὶ εἶναι λογικώτατον ἀπολυθέντα τοῦ σώ- ματος καὶ προγνωστικώτατον, τελεῖν τε ἀγάλματα καὶ ναοὺς κινεῖν. κάνθαρον δὲ ἀμαθὴς μὲν βδε- λυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύ- πτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάν- θαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλ- ματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀντανα- φέρει ποσὶν ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτως δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσι καὶ ἄλλο τι περὶ κροκοδείλου, περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθʼ ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. ἀμαθὴς δὲ ἄνθρωπος οὐδὲ αὐτὸ τοῦτο ὑπώπτευσεν, ὅπως οὐ τῇ κοινῇ φορᾷ καὶ μηδὲν γινωσκούσῃ παρηνέχθησαν δηλον- ότι καὶ αὐτοὶ διʼ ἀμαθίας ὁδεύσαντες, ὑπερβάντες δὲ τὴν τῶν πολλῶν ἄγνοιαν, ᾗ πρώτῃ πᾶς ἐντυγ- χάνει, τὰ τοῖς πολλοῖς οὐδενὸς ἄξια αὐτοὶ εἰς σέβας 0. κατηξίωσαν.

προσγέγονε δʼ αὐτοῖς οὐχ ἧττον τῶν εἰρημένων κἀκεῖνο εἰς πίστιν τοῦ σεβάσματος καὶ τὰ ζῷα. τὴν γὰρ ψυχὴν ἀπολυθεῖσαν τοῦ σώματος κατέλαβον παντὸς ζῴου λογικήν τε οὖσαν καὶ προ- γνωστικὴν τοῦ μέλλοντος καὶ χρηματιστικὴν δραστν- κήν τε πάντων, ὧν καὶ ἄνθρωπος ἀπολυθείς. διʼ ὃ εἰκότως ἐτίμησαν καὶ ὡς οἷόν τέ ἐστιν ἀπέσχοντο αὐτῶν. πολλοῦ δὲ ὄντος λόγου διʼ ἣν αἰτίαν διὰ τῶν ζῴων οἱ Αἰγύπτιοι τοὺς θεοὺς ἐσέφθησαν καὶ μείζονος τῆς παρούσης πραγματείας, ἀρκεῖ τὰ δε- δηλωμένα περὶ αὐτῶν. ἐκεῖνο μέντοι οὐ παραπεμ- πτέον, ὅτι τοὺς ἀποθανόντας τῶν εὖ γεγονότων ὅταν ταριχεύωσιν, ἰδίᾳ τὴν κοιλίαν ἐξελόντες καὶ εἰς κιβωτὸν ἐνθέντες, μετὰ τῶν ἄλλων ὧν διαπράτ- τονται ὑπὲρ τοῦ νεκροῦ, καὶ τὴν κιβωτὸν κρατοῦν- τες πρὸς τὸν ἤλιον μαρτύρονται; ἑνὸς τῶν ὑπὲρ τοῦ νεκροῦ ποιουμένου λόγον τῶν ταριχευτῶν. ἔστι δὲ καὶ ὁ λόγος, ὃν ἡρμήνευσεν Ἔκφαντος ἐκ τῆς πατρίου διαλέκτου, τοιοῦτος “ὦ δέσποτα ἥλιε καὶ θεοὶ πάντες οἱ τὴν ζωὴν τοῖς ἀνθρώποις δόντες, προσδέξασθέ με καὶ παράδοτε τοῖς ἀιδίοις θεοῖς σύν- οικον. ἐγὼ γὰρ τοὺς θεούς, οὓς οἱ γονεῖς μοι παρέδειξαν, εὐσεβῶν διετέλουν ὅσον χρόνον ἐν τῷ ἐκείνων αἰῶνι τὸν βίον εἶχον, τούς τε τὸ σῶμιά μου γεννήσαντας ἐτίμων ἀεί· τῶν τε ἄλλων ἀνθρώπων οὐδένα οὔτε ἀπέκτεινα οὔτε παρακαταθήκην ἀπε- στέρησα οὔτε ἄλλο οὐδὲν ἀνήκεστον διεπραξάμην. εἰ δέ τι ἄρα κατὰ τὸν ἐμαυτοῦ βίον ἥμαρτον ἢ φα- γὼν ἢ πιὼν ὧν μὴ θεμιτὸν ἦν, οὐ διʼ ἐμαυτὸν ἥμαρτον, ἀλλὰ διὰ ταῦτα” δείξας τὴν κιβωτόν, ἐν ἡ γαστὴρ ἦν. καὶ ταῦτα εἰπὼν εἰς τὸν ποταμὸν ἀφίησι, τὸ δὲ ἄλλο σῶμα ὡς καθαρὸν ταριχεύει. οὕτως ἀπολογίας δεῖσθαι ᾠήθησαν πρὸς τὸ θεῖον ὑπὲρ ὧν ἔφαγον καὶ ἔπιον, καὶ διὰ ταῦτα ὑβρίσαι.

τῶν δὲ γινωσκομένων ἡμῖν Ἰουδαῖοι, πρὶν ὑπʼ Ἀν- τιόχου τὸ πρότερον τὰ ἀνήκεστα παθεῖν εἰς τὰ νό- μιμα τὰ ἑαυτῶν, ὑπό τε Ῥωμαίων ὕστερον, ὅτε καὶ τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἑάλω καὶ πᾶσι βατὸν γέγονεν οἷς ἄβατον ἦν, αὐτή τε ἡ πόλις διεφθάρη, διετέλουν πολλῶν μὲν ἀπεχόμενοι ζῴων, ἰδίως δὲ ἔτι καὶ νῦν τῶν χοιρίων. τῶν δὲ παρʼ αὐτοῖς φιλοσο- φιῶν τριτταὶ ἰδέαι ἦσαν, καὶ τῆς μὲν προΐσταντο Φαρισαῖοι, τῆς δὲ Σαδδουοκαῖοι, τῆς δὲ τρίτης, ἣ καὶ ἐδόκει σεμνοτάτη εἶναι, Ἐσσαῖοι. οἱ οὖν τρίτοι τοιοῦτον ἐποιοῦντο τὸ πολίτευμα, ὡς πολλαχοῦ Ἰώ- σηπος τῶν πραγματειῶν ἀνέγραψεν, καὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰουδαῖκῆς ἱστορίας, ἣν διʼ ἑπτὰ βι- βλίων συνεπλήρωσεν, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, ἣν διὰ εἴκοσι βιβλίων ἐπραγματεύ- σατο, καὶ ἐν τῷ δευτέρῳ τῷ πρὸς τοὺς Ἓλληνας, εἰσὶ δὲ δύο τὰ βιβλία. εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰου- δαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλεον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφον- ται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑπο- πίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρʼ αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμ- βάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· κατα- φρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον παρʼ αὐτοῖς τὸ κοινωνικόν, οὐδʼ ἔστιν εὑρεῖν κτήσει τινὰ παρʼ αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόν- τας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθʼ ὑπεροχὴν πλούτου, τῶν δʼ ἑκάστου κτημάτων ἀναμεμιγμιένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλιφῇ τις ἄκων, σμή- χεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ οἱ τῶν κοινῶν ἐπιμεληταί, καὶ αἱρετοὶ πρὸς ἀπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δὲ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλʼ ἐν ἑκάστῃ κατοικοῦσι πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρʼ αὐτοῖς, παὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις. διʼ ὃ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνε- κα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδʼ ἀγοράζουσίν τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὸ παρʼ ἑαυτοῦ τὸ παρʼ ἐκείνου χρήσιμον ἀντικομίζεται. καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρʼ ὧν ἂν ἐθέλωσιν.

πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἣλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἅς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως ἔπειτα πάλιν εἰς ἕν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκε- πάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθισάντων δὲ μεθʼ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθη- σιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέ- σματος ἑκάστῳ. προκατεύχεται δʼ ὁ ἱερεὺς τῆς τρο- φῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δʼ ἐπεύ- χεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθʼ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπʼ ἔργα μέχρι δείλης τρέπονται. δειπνοῦσι δʼ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξέ- νων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαί- νεται. τούτου δʼ σἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με- τρεῖσθαι παρʼ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τῷ δὲ ζηλοῦντι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλʼ ἐπʼ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθεν- ται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβά- νει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται·

πρὶν δὲ τῆς κοινῆς ἅψα- σθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶ- τον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώ- πους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτʼ ἐξ ἐπιτάγματος, μισήσειν δὲ ἀεὶ τοὺς ἀδί- κους καὶ συναγωνιεῖσθαι τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐ- τὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι ἢ τινι πλείονι κόσμῳ τοὺς ὑποτεταγμέ- νους ὑπερλαμπρύνεσθαι, τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὲ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθʼ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτόυ τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμιά- των ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃ- στείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιοῦ- τοι μὲν οἱ ὅρκοι· οἱ δʼ ἁλόντες καὶ οἱ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ τὸ σῶμα διαφθειρόμενοι ἀπόλλυνται. διʼ ὃ δὴ πολ- λοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρ- τήμασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντές τε θοἱματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δʼ ἐστὶν αὐ- τῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ὀλιγότης, ὡς τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώ- θασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται τὴν καρ- τερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καό- μενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵνʼ ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φά- γωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέ- δειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, ἐπεὶ 23. τῷ παρʼ αὐτοῖς σαββάτῳ. οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπο- μένουσι, μειδιῶντες δʼ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρω- νευόμενοι τῶν τὰς βασάνους προσφερόντων εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρʼ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυ- σικῇ κατασπωμένας· ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δουλείας ἀπηλλαγμέ- νας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἵ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἄν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι. σπάνιον δέ, εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι. τοιοῦτο μὲν τὸ τῶν Ἐσ- σαίων παρὰ τοῖς Ἰουδαίοις τάγμα.

πᾶσί γε μὴν ἀπη- γόρευτο ὑὸς ἐσθίειν ἢ ἰχθύων τῶν ἀφολιδώτων, ἃ σελάχια καλοῦσιν Ἕλληνες, τι τῶν μωνύχων ζῴων. ἀπηγόρευτο δὲ καὶ μηδὲ τὰ ἱκετεύοντα καὶ οἷον προσ- φεύγοντα ταῖς οἰκίαις ἀναιρεῖν, οὐχ ὅτι μὴ ἐσθίειν. οὐδὲ νεοττοῖς ἐπέτρεψεν ὁ νομοθέτης τοὺς γονέας συν- εξαιρεῖν, φείδεσθαι δὲ κελεύει κἀν τῇ πολεμίᾳ τῶν συνεργαζομένων ζῴων καὶ μὴ φονεύειν. καὶ οὐκ ἐφο- βήθη μὴ πληθῦναν τὸ γένος τῶν μὴ θυομένων ζῴων λιμὸν ἐργάσηται τοῖς ἀνθρώποις· ᾔδει γὰρ πρῶτον μὲν ὅτι τὰ πολύτοκα ὀλιγοχρόνια, ἔπειτα ὡς πολὺ τὸ ἀπολλύμενον, ὅταν μὴ τύχῃ τῆς ἐξ ἀνθρώπων ἐπι- μελείας, καὶ μὴν καὶ ὅτι ἔστιν ἄλλα ζῷα, ἃ τῷ πλη- 2.μεγαλοφρονοῦντες, ὑποκρινόμιενοι· νῦν δὲ προσποιούμενοι. 14. ὅτι ἐκ τῆς ἀρίστης διαγωγῆς τὸ προφητεύειν. θύνοντι ἐπιτίθεται. τεκμήριον δέ, ὅτι πολλῶν ἀπε- χόμεθα, οἷον σαυρῶν, σκωλήκων, μυῶν, ὄφεων, κυ- νῶν, καὶ ὅμως οὐ δέος μὴ ἐκ τῆς ἀποχῆς λιμώττον- τες διαφθαρῶμεν πληθυνόντων. ἔπειτα οὐ ταὐτὸν τὸ ἐσθίειν τῷ φονεύειν, ἐπεὶ καὶ τούτων ἀναιροῦν- τες τὰ πολλὰ οὐδενὸς ἔτι γευόμεθα.

καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχεσθαι τῶν ζῴων καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν, ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐτοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. προἴόντος δὲ τοῦ χρόνου, ὡς φησὶ Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκληπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα τὸν γένει μὲν Φοίνικα, βασιλεύσαντα δὲ Κυπρίων τὴν σαρκο- φαγίαν παραδεχθῆναι ἐκ τοιαύτης παρανομίας. λέγει δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ περὶ Κύπρου καὶ Φοινίκης ταῦτα. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλʼ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱερεῖον θῦσαι μυθεύονται, ψυχὴν ἀντὶ ψυ- χῆς αἰτουμένους. εἶτα τούτου γενομένου ὁλοκαυτί- ζειν τὸ τυθέν. ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱε- ρείου πεσεῖν σάρκα εἰς γῆν, ἥν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον ἀβουλήτως προσαγαγεῖν τῷ στό- ματι τοὺς δακτύλους, ἀκούμενον τὴν κατάκαυσιν. γευσάμενον δὲ τῆς κνίσσης ἐπιθυμῆσαι καὶ μὴ ἀπο- σχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μεταδοῦναι. γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην πα- ραδοῦναι, ὅς οὐ πολλοῦ χρόνου διαλιπόντος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχε ποιούμενος, ὅτι δὲ τῶν αὐτῶν κρεῶν ἔφαγε, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέ- πιπτεν. ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαίνοντος καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτο- μένων, οὕτω δὴ ἀποστῆναι τοῦ κολάζειν. τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινεν· λέγει γάρ· παράδειγμα τοὺς Σύρους λάβε· ὅταν φάγωσʼ ἰχθὺν ἐκεῖνοι διά τινα αὑτῶν ἀκρασίαν, τοὺς πόδας καὶ τὴν γαστέρα οἰδοῦσιν, ἔλαβον σακίον, εἶτʼ εἰς τὴν ὁδὸν ἐκάθισαν αὐτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν ἐξιλάσαντο τοῦ ταπεινῶσαι σφόδρα.

παρὰ γε μὴν τοῖς Πέρσαις οἱ περὶ τὸ θεῖον σοφοὶ καὶ τούτου θεράποντες μάγοι μὲν προσαγορεύονται· τοῦτο γὰρ δηλοῖ κατὰ τὴν ἐπιχώριον διάλεκτον ὁ μά- γος· οὕτω δὲ μέγα καὶ σεβάσμιον γένος τοῦτο παρὰ Πέρσαις νενόμισται, ὥστε καὶ Δαρεῖον τὸν Ὑστάσπου ἐπιγράψαι τῷ μνήματι πρὸς τοῖς ἄλλοις ὅτι καὶ μα- γικῶν γένοιτο διδάσκαλος. διῄρηντο δὲ οὗτοι εἰς γένη τρία, ὡς φησὶν Εὒβουλος ὁ περὶ τὴν τοῦ Μί- θρα ἱστορίαν ἐν πολλοῖς βιβλίοις ἀναγράψας, ὧν οἱ πρῶτοι καὶ λογιώτατοι οὔτʼ ἐσθίουσιν ἔμψυχον οὔτε φονεύουσιν, ἐμμένουσι δὲ τῇ παλαιᾷ τῶν ζῴων ἀπο- χῇ· οἱ δὲ δεύτεροι χρῶνται μέν, οὐ μέντοι τῶν ἡμέ- ρων ζῴων τι κτείνουσιν· οὐδʼ οἱ τρίτοι ὁμοίως τοῖς ἄλλοις ἐφάπτονται πάντων· καὶ γὰρ δόγμα πάντων ἐστὶ τῶν πρώτων τὴν μετεμψύχωσιν εἶναι, ὅ καὶ ἐμ- φαίνειν ἐοίκασιν ἐν τοῖς τοῦ Μίθρα μυστηρίοις. τὴν γὰρ κοινότητα ἡμῶν τὴν πρὸς τὰ ζῷα αἰνιττόμενοι διὰ τῶν ζῴων ἡμᾶς μηνύειν εἰώθασιν· ὡς τοὺς μὲν μετέχοντας τῶν μὐιῶν ὀργίων μύστας λέοντας καλεῖν, τὰς δὲ γυναῖκας λεαίνας, τοὺς δὲ ὑπηρετοῦντας κό- ρακας. ἐπί τε τῶν πατέρων ... ἀετοὶ γὰρ οὗτοι καὶ ἱέρακες προσαγορεύονται. ὅ τε τὰ λεοντικὰ παρα- λαμβάνων περιτίθεται παντοδαπὰς ζῴων μορφάς· ὧν τὴν αἰτίαν ἀποδιδοὺς Πάλλας ἐν τοῖς περὶ τοῦ Μί- θρα τὴν κοινὴν φησὶ φορὰν οἴεσθαι, ὡς πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου ἀποτείνειν· τὴν δὲ ἀληθινὴν ὑπό- ληψιν καὶ ἀκριβῆ περὶ τῶν ἀνθρωπίνων ψυχῶν αἰ- νίττεσθαι, ἅς παντοδαποῖς περιέχεσθαι σώμασι λέ- γουσι. καὶ γὰρ Δατίνων τινὰς τῇ σφῶν διαλέκτῳ ἄπρους καὶ σκώπρους λασούρους τε καὶ μερούλους καλεῖν. καὶ θεοὺς δὲ τούτους δημιουργοὺς οὕτω προσ- ηγόρευσαν· τὴν μὲν Ἄρτεμιν λύκαιναν, τὸν δὲ Ἥλιον σαῦρον, λέοντα, δράκοντα, ἱέρακα, τὴν δʼ Ἑκάτην ἵππον, ταῦρον, λέαιναν, κύνα. τῆς δὲ Φερρεφάττης παρὰ τὸ φέρβειν τὴν φάτταν φασὶν οἱ πολλοὶ τοὔ- νομα τῶν θεολόγων· ἱερὸν γὰρ αὐτῆς ἡ φάττα. διʼ ὃ καὶ αἱ τῆς Μαίας ἱέρειαι ταύτην αὐτῇ ἀνατιθέασι. Μαῖα δὲ ἡ αὐτὴ τῇ Φερσεφόνῃ ὡς ἄν μαῖα καὶ τρο- φὸς οὖσα· χθονία γὰρ ἡ θεὸς καὶ Δημήτηρ ἡ αὐτή. καὶ τὸν ἀλεκτρυόνα δὲ ταύτῃ ἀφιέρωσαν. διʼ ὅ καὶ ἀπέχονται οἱ ταύτης μύσται ὀρνίθων ἐνοικιδίων. παρ- αγγέλλεται γὰρ καὶ Ἐλευσἳνι ἀπέχεσθαι καὶ κατοι- κιδίων ὀρνίθων καὶ ἰχθύων καὶ κυάμων ῥοιᾶς τε καὶ μήλων, ·καὶ ἐπʼ ἴσης μεμίανται τό τε λεχοῦς ἅψασθαι καὶ τὸ θνησειδίων. ὅστις δὲ φασμάτων φύσιν ἱστό- ρησεν, οἶδε καθʼ ὅν λόγον ἀπέχεσθαι χρὴ πάντων ὀρνίθων, καὶ μάλιστα ὅταν σπεύδῃ τις ἐκ τῶν χθο- νίων ἀπαλλαγῆναι καὶ πρὸς τοὺς οὐρανίους θεοὺς ἱδρυνθῆναι. ἀλλʼ ἡ κακία, ὅπερ πολλάκις ἔφαμεν, ἱκανὴ συναγορεύειν ἑαυτῇ, καὶ μάλιστα ὅταν ἐν οὐκ εἰδόσι ποιῆται τοὺς λόγους. διὰ γὰρ τοῦτο οἱ μέτριοι τῶν κακῶν ματαιολογίαν ἡγοῦνται τὴν τοιαύτην παρ- αίτησιν καὶ τὸ δὴ λεγόμενον γραῶν ὕθλον, οἱ δὲ δεισιδαιμονίαν· οἱ δʼ ἐπίδοσιν ἐν τῇ σφῶν πονηρίᾳ πεποιημένοι ἕτοιμοι οὐ μόνον βλασφημεῖν κατὰ τῶν ταῦτα παραινούντων τε καὶ ὑποδεικνύντων, ἀλλʼ ἤδη καὶ ἁγνὸν εἰς γοητείαν καὶ τῦφον διαβάλλειν. ἀλλʼ οὗτοι μὲν δίκας καὶ παρὰ θεοῖς καὶ παῤ ἀνθρώποις ὧν ἁμαρτάνουσιν ἐκτίνοντες αὐτῇ πρῶτον τῇ τοιαύ- τῃ διαθέσει ἱκανὴν τιμωρίαν διδόασιν. ἡμεῖς δʼ ἔτι τῶν ἀλλοφύλων ἐθνῶν ἑνὸς μνημονεύσαντες ἐνδόξου τε καὶ δικαίου περί τε τὰ θεῖα πεπιστευμένου εὐσε- βοῦς, ἐπʼ ἄλλα μεταβησόμεθα.

Ἰνδῶν γὰρ τῆς πολι- τείας εἰς πολλὰ νενεμημένης, ἔστι τι γένος παῤ αὐ- τοῖς τὸ τῶν θεοσόφων, οὓς γυμνοσοφιστὰς καλεῖν εἰώθασιν Ἕλληνες. τούτων δὲ δύο αἱρέσεις· ὧν τῆς μὲν Βραχμᾶνες προΐστανται, τῆς δὲ Σαμαναῖοι. ἀλλʼ οἱ μὲν Βραχμᾶνες ἐκ γένους διαδέχονται ὥσπερ ἱερα- τείαν τὴν τοιαύτην θεοσοφίαν, Σαμαναῖοι δὲ λογά- δες εἰσὶν κὰκ τῶν βουληθέντων θεοσοφεῖν συμπλη- ρούμενοι. ἔχει δὲ τὰ κατʼ αὐτοὺς τοῦτον τὸν τρόπον, ὡς Βαρδησάνης ἀνὴρ Βαβυλώνιος ἐπὶ τῶν πατέρων ἡμῶν γεγονὼς καὶ ἐντυχὼν τοῖς περὶ Δάνδαμιν πε- πεμμένοις Ἰνδοῖς πρὸς τὸν Καίσαρα ἀνέγραψεν. πάν- τες γὰρ Βραχμᾶνες ἑνός εἰσι γένους· ἐξ ἑνὸς γὰρ πα- τρὸς καὶ μιᾶς μητρὸς πάντες κατάγουσι· Σαμαναῖοι δὲ οὐκ εἰσὶ τοῦ αὐτοῦ γένους, ἀλλʼ ἐκ παντὸς τοῦ τῶν Ἰνδῶν ἔθνους, ὡς ἔφαμεν, συνειλεγμένοι· οὔτε δὲ βασιλεύεται Βραχμὰν οὔτε συντελεῖ τι τοῖς ἄλλοις. τούτων δὲ οἱ φιλόσοφοι οἱ μὲν ἐν ὄρει οἰκοῦσιν, οἱ δὲ περὶ Γάγγην ποταμόν. σιτοῦνται δὲ οἱ μὲν ὄρειοι τήν τε ὀπώραν καὶ γάλα βόειον βοτάναις παγέν, οἱ δὲ περὶ τὸν Γάγγην ἐκ τῆς ὀπώρας, ἣ πολλὴ περὶ τὸν ποταμὸν γεννᾶται. φέρει δὲ ἡ γῆ σχεδὸν καρ- πὸν ἀεὶ νέον καὶ μέντοι καὶ τὴν ὄρυζαν πολλήν τε καὶ αὐτόματον, ᾗ χρῶνται ὅταν τὸ τῆς ὀπώρας ἐπιλίπῃ. τὸ δʼ ἄλλου τινὸς ἅψασθαι ἢ ὅλως θι- γεῖν ἐμψύχου τροφῆς ἴσον καὶ τῇ ἐσχάτῃ ἀκαθαρ- σίᾳ τε καὶ ἀσεβείᾳ νενόμισται. καὶ τοῦτο αὐτοῖς τὸ δόγμα· θρησκεύουσί τε τὸ θεῖον καὶ εὐσεβοῦσι περὶ αὐτὸ καθορῶνται. τὸν τοίνυν χρόνον τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὸν πλεῖστον εἰς ὕμνους τῶν θεῶν ἀπέ- νειμαν καὶ εὐχάς, ἑκάστου ἰδίαν καλύβην ἔχοντος καὶ ὡς ἔνι μάλιστα ἰδιάζοντος. κοινῇ γὰρ Βραχμᾶνες μέν ειν οὐκ ἀνέχονται οἰ δὲ πολλὰ διαλέγεσθαι· ἀλλʼ ὅταν συμβῇ τοῦτο, ἀναχωρήσαντες ἐπὶ πολλὰς ἡμέρας οὐ φθέγγονται, πολλάκις δὲ καὶ νηστεύουσι. Σαμα- ναῖοι δὲ εἰσὶ μέν, ὡς ἔφαμεν, λογάδες. ὅταν δὲ μέλλῃ εἰς τὸ τάγμα τις ἐγγράφεσθαι, πρόσεισι τοῖς ἄρ- χουσι τῆς πόλεως, ὅπου δʼ ἂν τύχῃ τῆς πόλεως ἢ τῆς κώμης, καὶ τῶν κτημάτων ἐξίσταται πάσης τε τῆς ἄλλης οὐσίας, ξυράμενος δὲ τοῦ σώματος τὰ περιττὰ λαμβάνει στολὴν ἄπεισί τε πρὸς Σαμαναίους, οὔτε πρὸς γυναῖκα οὔτε πρὸς τέκνα, εἰ τύχοι κεκτημένος, ἐπιστροφὴν ἤ τινα λόγον ἔτι ποιούμενος ἠ πρὸς αὑ- τὸν ὅλως νομίζων. καὶ τῶν μὲν τέκνων ὁ βασιλεὺς κήδεται, ὅπως ἔχωσι τὰ ἀναγκαῖα, τῆς δὲ γυναικὸς οἱ οἰκεῖοι. ὁ δὲ βίος τοῖς Σαμαναίοις ἐστὶ τοιοῦτος. ἔξω τῆς πόλεως διατρίβουσι διημερεύοντες ἐν τοῖς περὶ τοῦ θείου λόγοις, ἔχουσι δὲ οἴκους καὶ τεμένη ὑπὸ τοῦ βασιλέως οἰκοδομηθέντα, ἐν οἷς οἰκονόμοι εἰσὶν ἀπότακτόν τι λαμβάνοντες παρὰ τοὐ βασιλέως εἰς τροφὴν τῶν συνιόντων. ἡ δὲ παρασκευὴ γίνεται ὀρύζης καὶ ἄρτων καὶ ὀπώρας καὶ λαχάνων. καὶ εἰσ- ελθόντων εἰς τὸν οἶκον ὑπὸ σημαίνοντι κώδωνι οἱ μὴ Σαμαναῖοι ἐξίασιν, οἱ δὲ προσεύχονται. εὐξαμέ- νων δὲ πάλιν διακωδωνίζει καὶ οἱ ὑπηρέται ἑκάστῳ τρυβλίον δόντες (δύο γὰρ ἐκ ταὐτοῦ οὐκ ἐσθίουσι) τρέφουσιν αὐτοὺς τῇ ὀρύζῃ· τῷ δὲ δεομένῳ ποικιλίας προστίθεται λάχανον ἢ τῆς ὀπώρας τι. τραφέντες δὲ συντόμως ἐπὶ τὰς αὐτὰς διατριβὰς ἐξίασιν. ἀγύναιοι δʼ εἰσὶ πάντες καὶ ἀκτήμονες, καὶ τοσοῦτον αὐτῶν τε καὶ τῶν Βραχμάνων σέβας ἔχουσιν οἱ ἄλλοι, ὥστε καὶ τὸν βασιλέα ἀφικνεῖσθαι παρʼ αὐτοὺς καὶ ἱκε- τεύειν εὔξασθαί τι καὶ δεηθῆναι ὑπὲρ τῶν καταλαμ- βανόντων τὴν χώραν συμβουλεῦσαι τὸ πρακτέον.

αὐτοὶ δὲ οὕτω πρὸς θάνατον διάκεινται, ὡς τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λει- τουργίαν ἀκουσίως ὑπομένειν, σπεύδειν δὲ τὰς ψυ- χὰς ἀπολῦσαι τῶν σωμάτων. καὶ πολλάκις, ὅταν εὖ ἔχειν σκέψωνται, μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ μηδὲ ἐξελαύνοντος ἐξίασι τοῦ βίου, προειπόντες μέν- τοι τοῖς ἄλλοις· καὶ ἔστιν οὐδεὶς ὁ κωλύσων, ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους τῶν τεθνηκότων ἐπισκήπτουσί τινα. οὕτως βεβαίαν καὶ ἀληθεστάτην αὐτοί τε καὶ οἱ πολλοὶ ταῖς ψυχαῖς τὴν μετʼ ἀλλήλων εἶναι δίαιταν πεπιστεύκασιν. οἱ δʼ ἐπειδὰν ὑπακούσωσι τῶν ἐντεταλμένων αὐτοῖς, πυρὶ τὸ σῶμα παραδόντες, ὅπως δὴ καθαρωτάτην ἀποκρίνωσι τοῦ σώματος τὴν ψυχήν, ὑμνούμενοι τε- λευτῶσι· ῥᾷον γὰρ ἐκείνους εἰς τὸν θάνατον οἱ φίλ- τατοι ἀποπέμπουσιν ἢ τῶν ἄλλων ἀνθρώπων ἕκαστοι τοὺς πολίτας εἰς μηκίστας ἀποδημίας. καὶ σφᾶς μὲν αὐτοὺς δακρύουσιν ἐν τῷ ζῆν διαμείναντας, ἐκείνους δὲ μακαρίζουσι τὴν ἀθάνατον λῆξιν ἀπολαμβάνοντας, καὶ οὐδεὶς οὔτε παρὰ τούτοις οὔτε παρὰ τοῖς ἄλλοις τοῖς εἰρημένοις σοφιστὴς προελθών, οἷοι βροτοὶ νῦν παρʼ Ἕλλησιν, ἀπορεῖν ἔδοξε λέγων, ἐὰν ὑμᾶς πάν- τες μιμήσωνται, τί ἡμῖν ἔσται; οὐδὲ διὰ τούτους συν- εχύθη τὰ τῶν ἀνθρώπων· οὔτε γὰρ ἐμιμήσαντο πάν- τες, οἵ τε μιμούμενοι εὐνομίας μᾶλλον, οὐ συγχύ- σεως τοῖς ἔθνεσι γεγόνασιν αἴτιοι. καὶ μὴν οὐδὲ ὁ νόμος τούτους ἠνάγκασεν, ἀλλὰ τοῖς ἄλλοις ἐπιτρέ- ψας σιτεῖσθαι κρέασι τούτους αὐτονόμους εἴασε καὶ ἐσέφθη ὡς αὐτοῦ κρείττονας, οὐ μὴν ὡς ἀδικίας κατ- άρχοντας ὑπήγαγε τῇ παρʼ αὐτοῦ δίκῃ, ἀλλὰ τοὺς ἑτέρους. πρὸς μέντοι τοὺς ἐρωτῶντας “τί ἔσται μι- μησαμένων πάντων τοὺς τοιούτους;ʼʼ ῥητέον τὸ τοῦ Πυθαγόρου· καὶ γὰρ βασιλέων πάντων γενομένων δυσδιέξακτος ὁ βίος, φησίν, ἔσται, καὶ οὐ δήπου φευκτέον τὸ τῆς βασιλείας· καὶ σπουδαίων ἁπάντων οὐκ ἔστιν εὑρεῖν πολιτείας διέξοδον τηρούσας τὴν ἀξίαν τῇ σπουδαιότητι, καὶ οὐ δήπου τοσοῦτον ἄν τις μανείη, ὡς μὴ πᾶσιν ἐπιβάλλειν ἡγεῖσθαι σπουδαίοις εἶναι προθυμεῖσθαι. πολλὰ μέντοι καὶ ἄλλα ὁ νόμος τῷ μὲν χυδαίῳ συνεχώρησεν, οὐχ ὅτι δὲ φιλοσόφῳ, ἀλλʼ οὐδὲ τῷ καλῶς πολιτευομένῳ ἐπέτρεψεν. οὐδὲ γὰρ ἐκ πάσης τέχνης παραδέξαιτʼ ἂν εἰς τὸ πολίτευμα, καίτοι οὐκ ἐκώλυσε μὴ μετιέναι τὰς τέχνας, οὐδʼ ἐκ παντὸς ἐπιτηδεύματος, καὶ ὅμως τοὺς ἐκ τῶν βαναύ- σων ἄρχειν ἀπείργει, ὅλως τε ἐν αἷς δικαιοσύνης χρεία καὶ τῆς ἄλλης ἀρετῆς, τῆς προστατείας κωλύει. ἐπεὶ οὐδʼ ἑταίραις ὁμιλεῖν ἀπαγορεύει τοῖς πολλοῖς, ἀλλὰ καὶ πραττόμενος τὰς ἑταίρας τὸ μίσθωμα, ἐπο- νείδιστον ἡγεῖται μετρίοις ἀνδράσι καὶ αἰσχρὰν τὴν πρὸς ταύτας ὁμιλίαν· τό τʼ ἐν καπηλείοις διαζῆν οὐ κεκώλυκεν ὁ νόμος, καὶ ὅμως ἐπονείδιστον τῷ με- τρίῳ. τοιοῦτον οὖν τι καὶ τὸ τῆς διαίτης φαίνεται· καὶ οὐχ ἥτις τοῖς πολλοῖς συγκεχώρηται, ταύτην ἄν τις καὶ τοῖς βελτίστοις συγχωρήσειε. φιλοσοφῶν δὲ ἀνὴρ μάλιστʼ ἄν τοὺς ἱεροὺς ἑαυτῷ ὑπογράψειε νό- μους, οὓς θεοί τε καὶ ἄνθρωποι ἀφώρισαν θεοἵς ἑπό- μενοι. οἱ δʼ ἱεροὶ πεφήνασι νόμοι κατὰ ἔθνη καὶ κατὰ πόλεις ἁγνείαν μὲν προστάττοντες, ἐμψύχων δὲ βρῶσιν ἀπαγορεύοντες τοῖς ἱεροῖς ἤδη καὶ εἰς πλῆ- θος πίνειν κωλύοντες ἢ διʼ εὐσέβειαν ἢ διά τινας βλάβας ἐκ τῆς τροφῆς· ὥστε ἢ τοὺς ἱερέας μιμητέον πᾶσι πειστέον τοῖς νομοθέταις. ἑκατέρως γὰρ πάν- των ἀφεκτέον τὸν νόμιμόν τε τελείως καὶ εὐσεβῶς· εἰ γὰρ κατὰ μέρος τινὲς διʼ εὐσέβειάν τινων ἀπέχον- ται, ὁ πρὸς πάντα εὐσεβὴς πάντων ἀφέξεται.

μικροῦ με παρῆλθε καὶ τὸ Εὐριπίδειον παραθέσθαι, ὅς τοὺς ἐν Κρήτῃ τοῦ Διὸς προφήτας ἀπέχεσθαι φησὶ διὰ τούτων· λέγουσι δʼ οἱ κατὰ τὸν χορὸν πρὸς τὸν Μίνω· Φοινικογενοῦς παῖ τῆς Τυρίας τέκνον Εὐρώπας καὶ τοῦ μεγάλου Ζανός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών, οὕς αὐθιγενὴς τμηθεῖσα δοκὸς στεγανοὺς παρέχει Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσʼ ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου. ἁγνὸν δὲ βίον τείνομεν ἐξ οὗ Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς τάς τʼ ὠμοφάγους δαίτας τελέσας μητρί τʼ ὀρείῳ δᾷδας ἀνασχὼν καὶ Κουρήτων βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δʼ ἔχων εἵματα φεύγω γένεσίν τε βροτῶν καὶ νεκροθήκης οὐ χριμπτόμενος τήν τʼ ἐμψύχων βρῶσιν ἐδεστῶν πεφύλαγμαι.

ἁγνείαν γὰρ ἐτίθεντο οἱ ἱεροὶ τὴν πρὸς τοὐναντίον ἀμιξίαν, μολυσμὸν δὲ τὴν μῖξιν. ὅθεν τὴν μὲν τῶν καρπῶν τροφὴν οὐκ ἐκ νεκρῶν ληφθεῖσαν οὐδὲ οὖ- σαν ἔμψυχον τῇ φύσει προσφέροντες τὰ ὑπὸ τῆς φύ- σεως διοικούμενα μὴ μιαίνεσθαι ᾤοντο, τῶν δὲ ζῴων αἰσθητικῶν ὄντων τὰς σφαγὰς καὶ ἀφαιρέσεις τῶν ψυχῶν ὡς. πρὸς τοὺς ζῶντας μιασμοὺς ἡγοῦντο, καὶ πολλῷ μᾶλλον τὸ αἰσθητικὸν γενόμενσν σῶμα ἀφῃ- ρημένον τῆς αἰσθήσεως καὶ νεκρὸν μιγνύειν τῇ αἰ- σθήσει τοῦ ζῶντος. διʼ ὅ ἐν πᾶσιν ἡ ἁγνεία ἐν ἀπο- θέσει μὲν καὶ ἀφέξει τῶν πολλῶν καὶ ἐναντίων, μονώσει δὲ καὶ λήψει τῶν οἰκείων καὶ προσφυῶν. διʼ ὅ καὶ τὰ ἀφροδίσια μιαίνει· σύνοδος γὰρ θήλεος καὶ ἄρρενος. καὶ κρατηθὲν μὲν τὸ σπέρμα ψυχῆς παρ- έσχε μίανσιν τῇ πρὸς τὸ σῶμα ὁμιλίᾳ, μὴ κρατηθὲν δὲ τῇ νεκρώσει τοῦ παρατεθέντος. ἡ δὲ πρὸς ἄρσε- νας ἀρσένων, καὶ ὅτι εἰς νεκρὸν καὶ ὅτι παρὰ φύσιν· καὶ καθάπαξ ἀφροδίσια καὶ ὀνειρώξεις, ὅτι ψυχῆς σώματι μεμιγμένης καὶ πρὸς τὴν ἡδονὴν κατασπωμέ- νης. μιαίνει δὲ καὶ τὰ πάθη τῆς ψυχῆς τῇ συμπλοκῇ τοῦ ἀλόγου, θηλυνομένου τοῦ ἐντὸς ἄρρενος. καὶ γάρ πως καὶ ὁ μολυσμὸς καὶ ἡ μίανσις δηλοῖ τὴν μῖξιν τὴν ἑτερογενοῦς πρὸς ἕτερον, καὶ μάλισθʼ ὅταν δυσέκνιπτον γένηται. ὅθεν καὶ ἐπὶ τῶν βαμμάτων, ἃ δὴ διὰ μίξεων συνίσταται, εἴδους ἄλλου ἂλλῳ συμ- πλεκομένου, μιαίνειν φασίν·

ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. καὶ ἔμπαλιν τὰς μίξεις φθορὰς οἱ ζωγράφοι λέγουσιν, ἡ δὲ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκραιφνὲς καὶ ἀκήρατον. καὶ γὰρ ὕδωρ γῇ ἀναμι- χθὲν ἔφθαρται καὶ οὐκ ἔστιν ἀκραιφνές, τὸ δὲ διαρ- ρέον καὶ διαφεῦγον διακρούεται τὴν προσφερομένην γῆν, ὅταν, φησὶν ὁ Ἡσίοδος, ἀπὸ κρήνης ῥέῃ ἀενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος. καὶ ὑγιεινόν γε τὸ πῶμα, ὅτι ἀδιάφθορον καὶ ἄμικτον. καὶ θήλεια μὴ ἀναδεξαμένη εἰς ἑαυτὴν ἀναθυμίασιν σπέρματος ἄφθορος λέγεται· ὥστε καὶ φθορὰ καὶ μίανσις ἡ τοῦ ἐναντίου μῖξις, εἰ δὴ πρὸς τὰ ζῷα ἡ νεκρῶν καὶ ἡ πρὸς αἴσθησιν ζησάντων εἰς τὰ ζῶντα ἔνθεσις καὶ σαρκῶν νεκρῶν εἰς ζώσας εἰκότως φέρει μόλυσμα καὶ τῇ φυσικῇ ἡμῶν μίανσιν, ὥσπερ οὐ καὶ ψυχὴ ὅταν ἐνσωματῶται, μεμόλυνται. διʼ ὅ καὶ ὁ γενόμενος μιαίνεται μίξει τῆς ψυχῆς τῇ πρὸς τὸ σῶμα, καὶ ὁ ἀποθανών, ὅταν σῶμα καταλίπῃ νεκρόν, ἀλλόφφυ- λον τῷ ζῶντι καὶ ἀλλότριον. μιαίνεται δὲ καὶ ἡ ψυχὴ ὀργαῖς, ἐπιθυμίαις, πλήθει παθῶν, ὧν συναιτία πως καὶ ἡ δίαιτα. ὡς δὲ ὕδωρ διὰ πέτρας ἀπορρέον ἀδιάφθορον τοῦ διʼ ἐλῶν ἰόντος τῷ μὴ πολλὴν ἰλὺν ἀποσπᾶν, οὕτω καὶ ψυχὴ διὰ ξηροῦ σώματος καὶ μὴ χυμοῖς ἀλλοτρίων σαρκῶν ἀρδομένου τὰ ἑαυτῆς διοι- κοῦσα κρείττων καὶ ἀδιάφθορος καὶ πρὸς σύνεσιν ἑτοιμοτέρα. ἐπεὶ καὶ ταῖς μελίτταις τὸ καλὸν μέλι φασὶ φέρειν τὸ ξηρότατον καὶ δριμύτατον θύμον. μιαίνεται τοίνυν ἡ διάνοια, μᾶλλον δὲ ὁ διανοούμε- νος, ὅταν ἢ φανταστικῇ ἢ δοξαστικῇ ἀναμίγνυται καὶ ταῖς τούτων ἐνεργείαις τὰς ταύτης συγκεράσηται· καθαρμὸς δὲ ὁ πάντων τούτων χωρισμὸς καὶ ἁγνεία ἡ μόνωσις καὶ τροφὴ τὸ τηροῦν ἕκαστον ἐν τῷ εἶναι. οὕτως γὰρ καὶ λίθου τροφὴν τὸ αἴτιον τοῦ συμμέ- νειν εἴποις ἄν καὶ τοῦ ἑκτικῶς διαμένειν, καὶ φυ- τοῦ τὴν διατηροῦσαν ἐν τῷ αὔξειν καὶ καρπογονεῖν, καὶ ζῴου σώματος τὴν τηροῦσαν αὐτοῦ τὴν σύστασιν. ἄλλο δʼ ἦν τρέφειν, ἄλλο πιαίνειν, καὶ ἄλλο τὸ ἀναγ- καῖον διδόναι, ἄλλο τὸ τρυφὰς πορίζειν. διάφοροι τοίνυν αἰ τροφαὶ κατὰ τὸ διάφορον τῶν τρεφομένων. καὶ δεῖ πάντα μὲν τρέφειν, σπουδάζειν δὲ πιαίνειν τὰ ἐν ἡμῖν κυριώτατα. ψυχῆς οὖν λογικῆς τροφὴ ἡ τηροῦσα λογικήν. νοῦς δὲ αὕτη· ὥστε νῷ θρεπτέον καὶ σπουδαστέον πιαίνειν ἀπὸ τούτου ἢ ἀπὸ τῶν βρω- τῶν τὴν σάρκα. ὁ μὲν γὰρ τὴν αἰώνιον ἡμῖν ζωὴν συνέχει, τὸ δὲ σῶμα πιαινόμενον λιμώττειν τὴν ψυ- χὴν ποιεῖ τῆς μακαρίας ζωῆς καὶ τὸ θνητὸν αὔξει, παραιροῦν καὶ ἐμποδίζον πρὸς τὸν ἀθάνατον βίον, μιαίνει τε ἐνσωματοῦν τὴν ψυχὴν καὶ κατασπῶν πρὸς τὸ ἀλλότριον. ὁ δὲ μάγνης λίθος σιδήρῳ ψυχὴν δί- δωσι πλησίον γενομένῳ, καὶ ὁ βαρύτατος ἀνακουφί- ζεται σίδηρος πνεύματι προσανατρέχων λίθου. πρὸς θεὸν δὲ τίς ἀναρτηθεὶς ἀσώματόν τε καὶ νοερὸν τρο- φὴν πολυπραγμονήσει τὴν πιαίνουσαν τὸ ἐμπόδιον πρὸς νοῦν σῶμα, οὐχὶ δὲ εἰς ὀλίγον καὶ εὐπόρι- ριστον συστείλας τῆς σαρκὸς τὸ ἀναγκαῖον αὐτὸς θρέ- ψεται προσπεφυκὼς τῷ θεῷ μᾶλλον ἢ σίδηρος τῷ μάγνητι; εἰ γὰρ καὶ τῆς ἐκ τῶν καρπῶν οἷόν τʼ ἦν ἄνευ πραγμάτων τροφῆς ἀποστῆναι, εἰ μὴ τοῦτʼ ἦν ἡμῶν τῆς φύσεως τὸ φθαρτόν. εἰ γάρ, καθάπερ φησὶν Ὅμηρος, μηδὲ σίτου ἐδεήθημεν μηδὲ ποτοῦ, ἳνʼ ὄντως ἦμεν ἀθάνατοι· καλῶς τοῦτο τοῦ ποιητοῦ παραστήσαντος, ὡς οὐ μόνον τοῦ ζῆν, ἀλλὰ καὶ τοῦ ἀποθνήσκειν ἡ τροφὴ ὑπῆρχεν ἐφόδιον. εἰ οὖν μηδὲ ταύτης ἐδεήθημεν, τόσῳ ἂν ἦμεν μακαριώτεροι, ὅσῳ καὶ ἀθανατώτεροι. νῦν δʼ ἐν θνητῷ ὄντες ἔτι θνητοτέ- ρους, εἰ χρὴ οὕτως εἰπεῖν, ἀγνοοῦμεν ἑαυτοὺς ποιοῦν- τες τῇ τούτου προσέσει, οὐ πολὺ τὸ ἐνοίκιον, ὡς φησί που Θεόφραστος, τῷ σώματι διδούσης τῆς ψυχῆς τῆς ἐν αὐτῷ κατοικήσεως, ἀλλʼ ὅλην ἑαυτὴν προστιθεί- σης. ὡς εἴθε τὴν μυθευομένην ἄλιμον καὶ ἄδιψον ἦν κεκτῆσθαι, ἵνα τις τὸ διαρρέον τοῦ σώματος ἐπι- σχὼν διʼ ὀλίγου πρὸς τοῖς ἀρίστοις ἦν, πρὸς οἷσπερ ὤν καὶ θεός· ἐστι θεός. ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἀποκλαύσαιτο πρὸς ἀνθρώπους τοσοῦτον ἐσκοτωμέ- νους, ὡς τὸ ἑαυτῶν κακὸν περιέπειν, μισεῖν δὲ πρῶ- τον μὲν ἑαυτοὺς καὶ τὸν ὄντως αὐτοὺς τεκόντα, ἔπειτα καὶ τοὺς ὑπομιμνήσκοντας κἀκ τῆς μέθης ἀνανῆψαι παρακαλοῦντας; διʼ ὅ μήποτε τῶν τοιούτων ἀφεμέ- νους χρὴ ἐπὶ τὰ λειπόμενα τῶν ζητημάτων μεταβαί- νειν·

οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρα- τεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλο- δύτας ἢ Ἰχθυοφάγους ἀγνοοῦσιν ὡς διʼ ἀνάγκην, τῆς χώρας ἀκάρπου οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περι- έστησαν τῆς τροφῆς τὸ ἀναγκαῖον. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρἦσθαι δύνασθαι ἀπο- ρίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν διʼ ἀνάγκην. τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θη- ριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀν- θρωπίνης καταψεύδεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμ- φισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρωποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιω- τάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευ- τήσαντας. διʼ ὃ καὶ φθάσαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γεγηρακότας. Γιβαρη- νοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς ἐγγυτάτω γέρον- τας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύ- θαι δὲ συγκατορύττουσι ζῶντας καὶ ἐπισφάττουσι ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μέντοι κυσὶ παραβάλλουσι ζῶντας τοὺς γε- γηρακότας. καὶ τοῦτʼ ἐπιχειρήσας καταλῦσαι Στασά- νωρ ὁ Ἀλεξάνδρου ὕπαρχος μικροῦ τὴν ἀρχὴν ἀπέ- βαλεν. ἀλλʼ ὥσπερ οὐ διὰ τούτους τὴν πρὸς τοὺς ἀνθρώπους ἡμερότητα κατελύσαμεν, οὕτως οὐδὲ τὰ διʼ ἀνάγκην σαρκοφαγοῦντα ἔθνη μιμησόμεθα, τὰ δὲ εὐσεβῆ καὶ θεοῖς μᾶλλον ἀνακείμενα. τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δημο- κράτης ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρό- νον ἀποθνήσκειν.

λοιπὸν δὲ καὶ κατὰ ἄνδρα ὀλίγας μαρτυρίας τῆς ἀποχῆς παραφέρωμεν· ἕν γὰρ καὶ τοῦτʼ ἦν τῶν ἐγκλημάτων. τῶν τοίνυν Ἀθήνησι νο- μοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὐ Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξενο- κράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σί- νεσθαι. τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντευποιεῖν ἐφʼ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφʼ ὧν ἔδωκαν ἡμῖν ὠφελίμων εἰς τὸν βίον ἀπαρχὰς ποι- εῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοη- θεὶς ὁ Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μά- λιστα τῶν ζῴων ἥμερα διασώζειν. εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἄν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γί- γνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι. πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημέ- νων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου. ὅθεν ὕστερον παρανομοῦντες, ὅτε ἥψαντο τῶν ζῴων μετὰ πολλῆς ἀνάγκης καὶ ἁμαρτημάτων ἀκουσίων, ὥσπερ ἐπεδείξαμεν, ἐπὶ τοῦτο πεπτώκασιν. ἐπεὶ καὶ Δράκοντος νόμος μνημονεύεται τοιοῦτος, θεσμὸς αἰ- ώνιος τοῖς Ἀτθίδα νεμομένοις, κύριος τὸν ἅπαντα χρόνον, θεοὺς τιμᾶν καὶ ἥρωας ἐγχωρίους ἐν κοινῷ ἑπομένοις νόμοις πατρίοις, ἰδία κατὰ δύναμιν, σὺν εὐφημίᾳ καὶ ἀπαρχαῖς καρπῶν καὶ πελάνοις ἐπετείοις· τοῦ νόμου ἀπαρχαῖς καρπῶν, οἷς χρῆται ὁ ἄνθρωπος, τιμᾶν τὸ θεῖον προστάττοντος καὶ πελάνοις.......