Ad Marcellam Porphyrius August Nauck Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2034.tlg005.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Opuscula Tria August Nauck Porphyrius Teubner Leipzig 1860 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΠΡΟΣ ΜΑΡΚΕΛΛΑΝ.

Ἐγώ σέ, Μάρκελλα, θυγατέρων μὲν πέντε, δυοῖν δὲ ἀρρένων οὖσαν μητέρα,τῶν μὲν καὶ ἔτι νηπίων, τῶν δὲ ἤδη εἰς γάμου ἡλικίαν ἡβᾶν ἐφορμούντων, εἱλόμην ἔχειν σύνοικον, μὴ καταδείσας τὸ πλῆθος τῶν εἰς τὰς χρείας αὐτοῖς ἐσομένων ἀναγκαίων, οὔτε παιδοποιίας χάριν τῆς ἀπὸ τοῦ σώματος, ἔχειν κεκρικὼς παῖδας τούς τῆς ἀληθινῆς σοφίας ἐραστάς, τά τε σὰ τέ- κνα, εἰ φιλοσοφίας τῆς ὀρθῆς ἀντιλάβοιτό ποτε ὑφʼ ἡμῖν ἀνατρεφόμενα· οὔτε μὴν διὰ χρημάτων περιου- σίαν ἢ ὑμῖν ἢ ἐμοὶ προσοῦσαν· ἀγαπητὸν γὰρ καὶ τῶν ἀναγκαίων τὸ τυχὸν οὖσιν ἀκτήμοσιν· οὔτε ἀπὸ τῆς ἄλλης διακονίας ῥᾳστώνην τινά μοι προσδοκήσας εἰς τὸ γῆρας ἀποκλίναντι ἔσεσθα· ἐπίνοσον γάρ σοι τὸ σῶμα καὶ ἰατρείας μᾶλλον τῆς παρὰ τῶν ἄλ- λων δεόμενον ἢ ἄλλοις ἐπικουρεῖν τι ἢ παραστατεῖν ἐπιτήδειον· οὔτε δι᾿ ἄλλην οἰκονομίαν ἢ θήραν δόξης καὶ ἐπαίνων παρὰ τῶν ἀνυποστάτων ἐθελοντὶ τὸ τοι- οῦτον βαστάσαι ψιλῆς ἕνεκα τῆς εἰς τὸ εὖ ποιεῖν προ- θυμίας· τοὐναντίον γὰρ ὑπ᾿ ἀβελτηρίας τῶν πολι- τῶν σου καὶ τῷ πρὸς ἡμὰς φθόνῳ βλασφημίαις τε πολλαῖς περιπέπτωκα καὶ παρὰ πᾶσαν προσδοκίαν εἰς θανάτου κίνδυνον ὑπʼ αὐτῶν διʼ ὑμὰς περιέστην.

τούτων οὖν χάριν οὐδενὸς κοινωνὸν ἕτερον τοῦ βίου πεποίηκα, διττῆς δὲ μᾶλλον ἕνεκα εὐλόγου αἰτίας. μιᾶς μέν, καθʼ ἣν ἀπομειλίξασθαι κρίνας τοὺς γε- νεθλίους θεούς κατὰ τὸν ἐν τῷ δεσμωτηρίῳ Σωκρά- την, δημιώδη μουσικὴν πρὸ τῆς ἐν φιλοσοφίᾳ συνή- θους ἐνεργείας διαθεῖναι ἑλόμενον, ἀσφαλείας ἕνεκα τῆς ἐκ τοῦ βίου ἀπαλλαγῆς· οὑτωσὶ γὰρ καὶ αὐτὸς ἀπομειλιττόμενος τούς ἐν τῇ κωμῳδοτραγῳδίᾳ προ- στάτας δαίμονας τὸν γαμικὸν ὕμνον ἀγωνίσασθαι οὐκ ὤκνησα ἀσμενέστατα, καὶ πλήθει τῶν σῶν τέκνων συντυχὼν καὶ τῇ προσούσῃ περισκελείᾳ τῶν ἀναγ- καίων τῇ τε πονηρίᾳ τῶν ἐνυβρισάντων. οὐδὲν γὰρ παρεῖται τῶν εἰς τὸ δρᾶμα συμβαίνειν εἰωθότων, οὐ ζηλοτυπία, οὐ μῖσος, οὐ γέλως, οὐ διαπληκτισμός τε καὶ ὀργαί· πλήν γε ὅτι οὐ περὶ ἡμὰς, περὶ δὲ τούς ἄλλους ὑπουργοῦντας τοῖς δαίμοσι τουτὶ τὸ θέατρον ἡμεῖς ὑπεκρίθημεν.

ἑτέρας δὲ θειοτέρας καὶ οὐδὲν τῇ δημώδει ταύτῃ ἐοικυίας, καθ᾿ ἣν ἀγασθείς σου τὴν πρὸς τὴν ὀρθὴν φιλοσοφίαν ἐπιτηδειότητα τῆς φύσεως, οὐκ ᾠήθην προσήκειν ἀνδρὸς φίλου μοι στερηθεῖσαν συλλήπτορος ἔρημόν σε καταλι- πεῖν καὶ προστάτου σώφρονος καὶ τῷ σῷ τρόπῳ ἐπιτηδείου. ἀποσοβήσας δὲ πάντας τοὺς ἐπηρεάζειν μέλλοντας ἐν προσποιήσει, ἤνεγκα μὲν τὰς παραλό- γους ὕβρεις, ἐβάστασα δὲ τὰς ἐπιβουλὰς εὐσχημόνως· ἐλευθερῶν δὲ τὸ εἰς ἐμὲ περιῆκον παντὸς τοῦ δεσπό- ζειν ἐπιχειροῦντος ἀνεκαλεσάμην εἰς τὸν ἑαυτῆς τρό- πον, μεταδιδοὺς φιλοσοφίας ἀκόλουθόν τε τῷ βίῳ λόγον ἐπιδεικνύμενος. καὶ τίς γὰρ ἂν ἄλλος μοι πρό γε σοῦ μάρτυς ἂν εἴη ἀκριβέστερος, ἣν αἰσχυνοίμην ἀφοσιούμενος ἢ τὰ κατʼ ἐμαυτὸν ἀποκρύπτων, ἀλλ᾿ οὐχὶ πρὸς ἀλήθειαν ἀπʼ ἀρχῆς εἰς τέλος τῇ μάλιστά τὴν ἀλήθειαν προτιμώσῃ καὶ διὰ ταύτην ἕρμαιον ἡγη- σαμένῃ τὴν συνοίκησιν, πάντα τὰ εἰς αὐτὴν καὶ διʼ αὐτῆς πραχθέντα ὑπομιμνῆσκον.

συγχωρούντων οὖν τῶν πραγμάτων ἐπὶ πλέον αὐτόθι διατρίβειν ἐπ᾿ ἐξου- σίας ἂν ἦν σοι ὥσπερ ἐκ παρακειμένων πηγαίων να- μάτων τὸ ποτὸν ἀπαρύεσθαι δαψιλέστερόν τε καὶ πρόσφατον, καὶ μὴ ἀγαπᾶν ὅσον ἂν τῆς δόσεως συν- τείνοι πρὸς τὸ χρήσιμον, θαρρεῖν δὲ καὶ διαναπαυ- σαμένῃ παρέχεσθαι ἐκ τοῦ ῥᾴστου δι᾿ ἐξουσίας τὴν ἀνάκτησιν. καλούσης δὲ τῆς τῶν Ἑλλήνων χρείας καὶ τῶν θεῶν συνεπειγόντων αὐτοῖς ὑπακούειν μὲν σὲ καίπερ οὖσαν προθυμοτάτην μετὰ τοσαύτης ἀκο- λουθίας θυγατέρων ἀδύνατον ἦν. ἄνευ δὲ σοῦ ταύ- τας ῥίπτειν οὕτως ἐν σκαιοῖς ἀνθρώποις ἀβουλίας εἶναι ὁμοῦ καὶ ἀδικίας ἔργον ὑπείληφα. μένειν δὲ ἐνταυθοῖ βιαζόμενος τήν τε τοῦ αὖθις ἐντυχεῖν ἐλ- πίδα προϊσχόμενος εἰκότως σοι παραινέσαιμι᾿ ἂν ἀντ- ἐχομένῃ τῶν δοθέντων ἐν τοῖς δέκα μησὶν οἷς μοι συνῴκησας μὴ πόθῳ καὶ ἐπιθυμίᾳ τοῦ πλείονος καὶ τὸ ὂν ἤδη ἐκβαλεῖν. σπεύδω μὲν γὰρ ὃν ἂν δύνω- μαι τρόπον τὴν ταχίστην πάλιν ἀναλαβεῖν.

ἀδήλου δὲ ἐν ταῖς ἀποδημίαις τοῦ μέλλοντος ὄντος ἀναγκαῖόν σοι παραμυθούμενον τῷ λόγῳ ἅμα ἐπισκήπτειν, οἰ- κειότερον δ᾿ εἴποιμ᾿ ἂν τοῦ σαυτῆς καὶ ἐν σεαυ- τῇ “οἴκου κήδεσθαι καὶ ἔμπεδα πάντα φυλάσσειν” , καταλειπόμενος οὐδὲν ἀπεικότως τοῦ ἐν τραγῳδίαις Φιλοκτήτου “ἕλκεϊ μοχθίζοντος” , πλὴν ὅτι τῷ μὲν τὸ ἕλκος ὑπὸ “ὀλοόφρονος ὕδρου” , σοὶ δʼ ἐπιγνούσῃ τὸ εἰς τὴν γένεσιν πτῷμα ὅσον καὶ οἷον ἡμῖν τῆς ψυχῆς περιέστη, οὐ τῶν θεῶν ἡμᾶς ὑπεριδόντων, ὡς ἐκεῖ- νον οἱ Ἀτρεῖδαι, ἀλλὰ σωτήρων γενομένων καὶ οὐκ ἐπιλαθομένων. πολλοῖς δή σε παλαίσμασι καὶ ἐπω- δύνοις εἰς ἀγῶνα ἐμπεσοῦσαν νῦν μάλιστα φιλοσο- φίας τοῦ μόνου ἀσφαλοῦς πείσματος ἀντεχομένην παρακαλῶ μὴ ταῖς ἀμηχανίαις ταῖς ἐκ τῆς ἡμετέρας ἀπουσίας πλέον ἐνδοῦναι τοῦ προσήκοντος μηδὲ πόθῳ τῆς παῤ ἡμῖν διδασκαλίας καὶ τὸ δοθὲν ἤδη ἐκκροῦ- σαι, μηδὲ πρὸς τὸ πλῆθος τῶν περιεστώτων ἀλλοτρί- ων ἀπαυδήσασαν ἔκδοτον σεαυτὴν τῷ σύροντι ποτα- μῷ τῶν πραγμάτων ἐᾶσαι, ἀλλὰ λογισαμένην ὡς οὐ διὰ ῥᾳστώνης ἡ τῶν ὄντως ἀγαθῶν κτῆσις τοῖς ἀν- θρώποις περιγίνεται, αὐτοῖς τούτοις τοῖς συγκυρή- μασιν εἰς ἄσκησιν τοῦ προσδοκωμένου χρήσασθαι βίου, ὅσα καὶ μόνα τῶν ἄλλων ἀντίπαλα τῆς σῆς καρτερίας εἰς τὸ παρατρέψαι σε καὶ βιάσαι εἶναι δύ- ναται. τὰ μὲν γὰρ τῶν ἐπιβουλῶν εὐκαταφρόνητα πάντῃ τοῖς ὧν οὐχ ἡμεῖς κύριοι ἐθίσασιν ἀτιμάζειν καὶ μᾶλλον εἰς ἐκείνους κεκρικόσι τὴν ἀδικίαν ἀνα- στρέφειν ἢ βλάπτειν γε τούτους οἷς τῶν μάλιστα παῤ ἑαυτοῖς δρωμένων ἐναντίων οὐ μεγάλη τῆς ζημίας ἡ ἐλάττωσις εἶναι ὑπελήφθη.

τὴν δὲ τοῦ ἐπωφελοῦν- τος τὴν ψυχὴν ἀπουσίαν, πατρός τε ὁμοῦ καὶ ἀνδρὸς καὶ διδασκάλου καὶ συγγενῶν, εἰ δὲ βούλει, καὶ τῆς πατρίδος τὴν εὔνοιαν εἰς αὑτὸν συνῃρηκότος, δοκοῦ- σαν περιέχειν εὔλογον τῆς δυσχερείας τὴν αἰτίαν, παρηγοροίης ἂν θεωρὸν προστησαμένη τὸν λόγον, οὐ τὸ πάθος. πρῶτον μὲν ὡς οὐκ ἦν ἄλλως, ὅπερ ἔφην, πρὸς τῶν μελλόντων νόστου δὴ μιμνήσκεσθαι ἐκ τῆς ἐνταυθοῖ ξένης καταγωγῆς τὸ δι᾿ ἡδονῆς καθάπερ ἱππήλατόν τι χωρίον καὶ ῥᾳστώνης ποιεῖσθαι τὴν ἐπάνοδον. αὐτὸ γὰρ τὸ πρᾶγμα ὡς οὐδὲν ἄλλο ἄλλῳ ἀντίκειται πράγματι, ἡδονή τε καὶ ῥᾳθυμία τῇ πρὸς θεούς ἀνόδῳ. ἐπεὶ οὐδὲ τὰ ὑψηλότερα τῶν ὀρῶν ἀκινδύνως καὶ πόνων ἄνευ ἦν ἀναβαίνειν, οὐδ᾿ ἀπὸ τῶν μυχῶν τοῦ σώματος διὰ τῶν εἰς τὸ σῶμα καταγωγῶν, ἡδονῆς τε καὶ ῥᾳθυμίας, ἀνακύπτειν. διὰ γὰρ μερίμνης ἡ ὁδὸς καὶ τῆς ἀναμνήσεως τοῦ πτώματος. κἂν ᾖ τὰ συμβαίνοντα δυσχερῆ, τὸ δύσκολον πρὸς ἀνάβασιν οἰκεῖον· ὅτι καὶ τὸ ῥεῖα ζώειν παρὰ θεοῖς, πεπτωκόσι δὲ εἰς τὴν ἔγερσιν ἐναντιώτατον ὡς ἂν εἰς λήθην ἄγον τῷ ἀλλοτρίῳ καὶ τῷ ὕπνῳ συντελοῦν, ἂν καθεύδωμεν ὑπὸ τῶν ψυχα- γωγούντων ἡμὰς ἐνυπνίων βουκολούμενοι.

ἐπεὶ καὶ τῶν πεδῶν αἱ μὲν ἐκ χρυσοῦ βαρυτάτου ὄντος διὰ τὴν εὐπρέπειαν εἰς κόσμον μᾶλλον συντελοῦσι καὶ φέρειν τὸν δεσμὸν δι᾿ αὐτῶν ἐνήγαγον τῷ κούφῳ τὰς δι᾿ ἀφροσύνην τοῦ βάρους ἀναισθήτους γυναῖκας· αἱ δὲ τοῦ σιδήρου συνιέναι τῶν ἁμαρτημάτων ἠνάγκα- σαν καὶ λυπήσασαι μεταγινώσκειν καὶ ζητεῖν τοῦ βά- ρους ἀπαλλαγὴν πορίσασθαι· τοῦ χρυσοῦ δὲ διὰ τὴν τέρψιν εἰς ἀγανάκτησιν οὐ τὴν τυχούσαν ποδλλάκις συντελούσης τῆς ἀλύσεως. ὅθεν καὶ ἔδοξε τοῖς σώ- φροσι τὰ ἐπίπονα τῶν ἡδέων μᾶλλον συντελεῖν εἰς ἀρετήν, καὶ τὸ μοχθεῖν ἄριστον εἶναι ἀνδρί τε ὁμοίως καὶ γυναικὶ ἢ ἐξοιδαίνειν τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς χαλωμένην. παντὸς γὰρ καλοῦ κτήματος πόνους δεῖ προηγεῖσθαι, καὶ πονεῖν ἀνάγκη τὸν τυχεῖν ἀρετῆς σπουδάζοντα. ἀκούεις δὲ καὶ τὸν Ἡρακλέα τούς τε Διοσκούρους καὶ τὸν Ἀσκληπιὸν τούς τε ἄλλους ὅσοι θεῶν παῖδες ἐγένοντο ὡς διὰ τῶν πόνων καὶ τῆς καρτερίας τὴν μακαρίαν εἰς θεοὺς ὁδὸν ἐξετέλεσαν. οὐ γὰρ ἐκ τῶν δι᾿ ἡδονῆς βεβιωκότων ἀνθρώπων αἱ εἰς θεὸν ἀναδρομαί, ἀλλ᾿ ἐκ τῶν τὰ μέγιστα τῶν συμβαινόντων γενναίως διενεγκεῖν μεμαθηκότων.

μέγιστος δὲ ἆθλος τοῦ νῦν σοι προκειμένου εὖ οἶδα καὶ αὐτὸς ὡς οὐκ ἂν γένοιτο ἄλλος, ἡγουμένῃ μετ᾿ ἐμοῦ καὶ τῆς σωτηρίας τὴν ὁδὸν καὶ τὸν ταύτης καθ- ηγεμόνα καταλείψειν. ἔχει δὲ οὐχ οὕτω παντάπασι δυσκαρτερήτως σοι τὰ παρόντα, εἰ παρεῖσα τὴν ἐκ τοῦ πάθους ἀλόγιστον ταραχὴν μὴ περὶ φαύλων ἡγήσῃ μεμυῆσθαι ὧν εἰς φιλοσοφίαν τὴν ὀρθὴν παρὰ τῶν θείων ἐτελέσθης λόγων· ὧν τὴν βεβαίαν ἀκρόασιν αἱ πράξεις ἐλέγχειν εἰώθασι. τὰ γὰρ ἔργα τῶν δογμά- των ἑκάστου φέρειν πέφυκε τὰς ἀποδείξεις· καὶ δεῖ οὕτως βιοῦν ὅστις ἐπίστευσεν, ἵνα καὶ αὐτὸς πιστὸς ᾖ μάρτυς περὶ ὧν λέγει τοῖς ἀκροωμένοις. τίνα οὖν ἦν ἄρα ἃ παρὰ τῶν σαφέστατ᾿ εἰδότων τὰ κατ᾿ ἀν- θρώπους μεμαθήκαμεν; ἆρ᾿ οὐχ ὅτι μὲν σοὶ ἐγὼ οὐχ ὁ ἁπτὸς οὗτος καὶ τῇ αἰσθήσει ὑποπτωτός, ὁ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὼς τοῦ σώματος, ὁ ἀχρώματος καὶ ἀσχημάτιστος, καὶ χερσὶ μὲν οὐδαμῶς ἐπαφητός, δια- νοία δὲ μόνῃ κρατητός; λαμβάνομεν δὲ οὐ παρὰ τῶν ἔξωθεν τὰ εἰς τὰ παρ᾿ αὐτῶν ἡμῖν ἐντεθειμένα· τοὐνδόσιμον δὲ μόνον ὥσπερ ἐν χορῷ εἰς ἀνάμνησιν ἡμᾶς ἄγον ὧν ἔχοντες παρὰ τοῦ δεδωκότος ἐπλανή- θημεν.

πρὸς δὲ τούτοις οὐχ ὅτι πᾶν πάθος ψυχῆς εἰς σωτηρίαν αὐτῆς πολεμιώτατον, καὶ ἀπαιδευσία μὲν τῶν παθῶν πάντων μήτηρ, τὸ δὲ πεπαιδεῦσθαι οὐκ ἐνπολυμαθείας ἀναλήψει, ἐν ἀπαλλάξει δὲ τῶν ψυ- χικῶν παθῶν ἐθεωρεῖτο; πάθη δὲ νοσημάτων ἀρχαί ψυχῆς δὲ νόσημα κακία· κακία δὲ πᾶσα αἰσχρόν· τὸ δὲ αἰσχρὸν τῷ καλῷ ἐναντίον· καλοῦ δὲ ὄντος τοῦ θείου ἀμήχανον αὐτῷ σὺν κακίᾳ πελάζειν· καθαροῦ γὰρ μὴ καθαρὸν ἐφάπτεσθαι οὐδὲν ὁ Πλάτων φησὶ θεμιτὸν εἶναι. δι᾿ ὃ καὶ μέχρι τοῦ νῦν καθαρεύειν δεῖ τῶν παθῶν τε καὶ τῶν διὰ τὸ πάθος ἁμαρτημά- των. ἆρ᾿ οὖν οὐ τοιαῦτα ἦν οἷς μάλιστα συνῄνεις, ὡς γράμματα θεῖα ἐνόντα παρὰ σαυτῇ διὰ τῆς τῶν λόγων ἐνδείξεως ἀναγινώσκουσα; πῶς οὗν οὐκ ἄτο- πον τὴν πεπεισμένην ἐν σοὶ εἶναι καὶ τὸ σῶζον καὶ τὸ σωζόμενον καὶ τό γε ἀπολλύον καὶ τὸ ἀπολλύμενον τόν τε πλοῦτον καὶ τὴν πενίαν τόν τε πατέρα καὶ τὸν ἄνδρα καὶ τῶν ὄντως ἀγαθῶν καθηγεμόνα, κε- χηνέναι πρὸς τὴν τοῦ ὑφηγητοῦ σκιάν, ὡς δὴ τὸν ὄντως ὑφηγητὴν μὴ ἐντὸς ἔχουσαν μηδὲ παρὰ σαυτῇ πάντα τὸν πλοῦτον; ὃν ἀνάγκη ἀπολλύναι καὶ δια- φεύγειν πρὸς τὴν σάρκα καταβαίνουσαν ἀντὶ τοῦ σώ- ζοντος καὶ σωζομένου.

τῆς μὲν οὖν ἐμῆς σκιὰς καὶ τοῦ φαινομένου εἰ- δώλου οὔτε παρόντων ὠνήσω τι οὔτ᾿ ἀπόντων ἐπώ- δυνος ἡ ἀπουσία τῇ μελετώσῃ φεύγειν ἀπὸ τοῦ σώ- ματος. ἐμοῦ δὲ καθαρῶς τύχοις ἂν μάλιστα καὶ παρ- όντος καὶ συνόντος νύκτωρ καὶ μεθʼ ἡμέραν σὺν καθαρῷ καὶ τῷ καλλίστῳ τῆς συνουσίας καὶ μηδὲ χωρισθῆναι οἵου τε ὄντος, εἰ μελετῴης εἰς ἑαυτὴν ἀναβαίνειν συλλέγουσα ἀπὸ τοῦ σώματος πάντα τὰ διασκεδασθέντα μέλη καὶ εἰς πλῆθος κατακερματι- σθέντα ἀπὸ τῆς τέως ἐν μεγέθει δυνάμεως ἰσχυού- σης ἑνώσεως. συνάγοις δʼ ἂν καὶ ἑνίζοις τὰς ἐμφύτους ἐννοίας καὶ διαρθροῦν συγκεχυμένας καὶ εἰς φῶς ἕλ- κειν ἐσκοτισμένας πειρωμένη. ἀφ᾿ ὧν ὁρμώμενος καὶ ὁ θεῖος Πλάτων ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ τὰς ἀνακλήσεις πεποίηται. ἔτι εἰ μνημονεύοις, διαρ- θροίης δ᾿ ἂν ἅ γε ἀκήκοας διὰ τῆς μνήμης ἀναπεμ- παζομένη τοῖς τε τοιούτοις τῶν λόγων ὡς ἀγαθοῖς συμβούλοις ἀξιοῦσα προσέχειν καὶ λοιπὸν τὰ γνω- σθέντα διὰ τῶν ἔργων ἀσκοῦσα, διὰ δʼ αὖ τοῦ πο- νεῖν συντηροῦσα.

λέγει δὲ ὁ λόγος πάντῃ μὲν καὶ πάντως παρεῖναι τὸ θεῖον, νεὼν δὲ τούτῳ παρ᾿ ἀν- θρώποις καθιερῶσθαι τὴν διάνοιαν μάλιστα τοῦ σο- φοῦ μόνην, τιμήν τε προσήκουσαν ἀπονέμεσθαι τῷ θεῷ ὑπὸ τοῦ μάλιστα τὸν θεὸν ἐγνωκότος· τοῦτον δὲ εἶναι εἰκότως μόνον τὸν σοφόν, ᾧ τιμητέον διὰ σοφίας τὸ θεῖον καὶ κατακοσμητέον αὐτῷ διὰ σοφίας ἐν τῇ γνώμῃ τὸ ἱερόν, ἐμψύχῳ ἀγάλματι τῷ νῷ ἐνει- κονισαμένου ἀγάλλοντα . . . . θεὸς μὲν γὰρ δεῖται οὐδενός, σοφὸς δὲ μόνου θεοῦ. οὐ γὰρ ἂν ἄλλος καλὸς κἀγαθὸς γένοιτο ἢ ὁ νοῶν τό τε ἀγαθὸν καὶ καλόν, ὅπερ ἐξέχει τοῦ θείου· οὐδ᾿ αὖ ἄλλος κακο- δαίμων ἄνθρωπος ἢ ὁ πονηρῶν δαιμόνων ἐνδιαίτημα τὴν ψυχὴν κατασκευάσας. ἀνθρώπῳ δὲ σοφῷ θεὸς θεοῦ δίδωσιν ἐξουσίαν. καὶ καθαίρεται μὲν ἄνθρω- πος ἐννοίᾳ θεοῦ, δικαιοπραγίαν δὲ ἀπὸ θεοῦ ὁρμώ- μενος διώκει.

πάσης πράξεως καὶ παντὸς ἔργου καὶ λόγου θεὸς ἐπόπτης παρέστω καὶ ἔφορος. καὶ πάντων ὧν πράτ- τομεν ἀγαθῶν τὸν θεὸν αἴτιον ἡγώμεθα· τῶν δὲ κα- κῶν αἴτιοι ἡμεῖς ἐσμὲν οἱ ἑλόμενοι, θεὸς δὲ ἀναίτιος. ὅθεν καὶ εὐκτέον τὰ ἄξια θεοῦ. καὶ αἰτώμεθα ἃ μὴ λάβοιμεν ἂν παρ᾿ ἑτέρου· καὶ ὧν ἡγεμόνες οἱ μετʼ ἀρετῆς πόνοι, ταῦτα εὐχώμεθα γενέσθαι μετὰ τοὺς πόνους· εὐχὴ γὰρ ῥᾳθύμου μάταιος λόγος. ἃ δὲ κτη- σάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ· δῶρον γὰρ θεοῦ πᾶν ἀναφαίρετον· ὥστε οὐ δώσει ἃ μὴ καθέξεις. ὧν δὲ τοῦ σώματος ἀπαλλαγεῖσα οὐ δεηθήσῃ, ἐκείνων καταφρόνει· καὶ ὧν ἂν ἀπαλλαγεῖσα δεηθῇς, ταῦτά σοι ἀσκουμένῃ τὸν θεὸν παρακάλει γενέσθαι συλλή- πτορα. οὔκουν δεήσῃ οὐδενὸς ὧν καὶ ἡ τύχη δοῦσα πολλάκις πάλιν ἀφαιρεῖται. οὐ δεῖ πρὸ καιροῦ τινὸς τὴν αἴτησιν ποιεῖσθαι, ἀλλʼ ὅταν σοι ὁ θεὸς ἐν σοὶ οὖσαν φύσει τὴν ὀρθὴν αἴτησιν ἐκφαίνῃ.

δι᾿ ὧν μάλιστα καὶ αὐτὸς ἐνοπτρίζεσθαι πέφυκεν, οὔτε διὰ σώματος ὁρατὸς ὢν οὔτε διὰ ψυχῆς αἰσχρᾶς καὶ ὑπὸ τῆς κακίας ἐσκοτισμένης. κάλλος γὰρ ἐκείνου τὸ ἀκή- ρατον καὶ φῶς τὸ ζωτικὸν ἀληθείᾳ διαλάμπον· κακία δὲ πᾶσα ὑπ᾿ ἀγνοίας διέψευσται καὶ ὑπὸ αἴσχους διέστραπται. ταῦτ᾿ οὖν θέλε καὶ αἰτοῦ τὸν θεὸν ἃ θέλει τε καὶ ἔστιν αὐτός, εὖ ἐκεῖνο γινώσκουσα ὡς ἐφ᾿ ὅσον τις τὸ σῶμα ποθεῖ καὶ τὰ τοῦ σώματος σύμ- φυλα, ἐπὶ τοσοῦτον ἀγνοεῖ τὸν θεὸν καὶ τῆς ἐκείνου ἐνοράσεως ἑαυτὸν ἀπεσκότισε, κἂν παρὰ πᾶσι τοῖς ἀνθρώποις ὡς θεὸς δοξάζηται. σοφὸς δὲ ἄνθρωπος ὀλίγοις γινωσκόμενος, εἰ δὲ βούλει, καὶ ὑπὸ πάντων ἀγνοούμενος, γινώσκεται ὑπὸ θεοῦ. ἑπέσθω τοίνυν ὁ μὲν νοῦς τῷ θεῷ, ἐνοπτριζόμενος τῇ ὁμοιώσει θεοῦ τῷ δὲ νῷ ἡ ψυχή· τῇ δ᾿ αὖ ψυχῇ ὑπηρετείτω τὸ σῶμα, εἰς ὅσον οἷόν τε, καθαρᾷ καθαρόν. ἀπὸ γὰρ τῶν παθῶν ταύτης μιαινόμενον εἰς αὐτὴν πάλιν ἐπανα- στρέφεται τὰ μιάσματα.

τῇ δὲ ψυχῇ τῇ θεοφιλεῖ καὶ τῷ θεοφιλεῖ νῷ ἐν τῷ καθαρῷ σώματι ἔστωσαν καὶ πρᾶξις ἀκόλουθος καὶ λόγος, αἱρετωτέρου σοι ὄντος λίθον εἰκῆ βαλεῖν ἢ λόγον, καὶ τὸ ἡττᾶσθαι τἀληθῆ λέγοντα ἢ νικᾶν ἀπατῶντα· τὸ γὰρ νικῆσαν ἀπάτῃ ἐν τῷ ἤθει ἥττηται. μάρτυρες δὲ κακῶν ψευ- δεῖς λόγοι. ἀδύνατον τὸν αὐτὸν φιλόθεόν τε εἶναι καὶ φιλήδονον καὶ φιλοσώματον. ὁ γὰρ φιλήδονος καὶ φιλοσώματος, ὁ δὲ φιλοσώματος πάντως καὶ φι- λοχρήματος, ὁ δὲ φιλοχρήματος ἐξ ἀνάγκης ἄδικος, ὁ δὲ ἄδικος καὶ εἰς θεὸν καὶ εἰς πατέρας ἀνόσιος καὶ εἰς τούς ἄλλους παράνομος. ὥστε κἂν ἑκατόμβας θύῃ καὶ μυρίοις ἀναθήμασι τούς νεὼς ἀγάλλῃ, ἀσεβής ἐστι καὶ ἄθεος καὶ τῇ προαιρέσει ἱερόσυλος. δι᾿ ὃ καὶ πάντα φιλοσώματον ὡς ἄθεον καὶ μιαρὸν ἐκτρέπεσθαι χρή.

καὶ οὗ ταῖς δόξαις οὐκ ἂν χρήσαιο, τούτῳ μήτε βίου μήτε λόγου τοῦ περὶ θεοῦ κοινώνει. λόγον γὰρ περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις λέγειν οὐκ ἀσφα- λές· καὶ γὰρ καὶ τἀληθῆ λέγειν ἐπὶ τούτων περὶ θεοῦ καὶ τὰ ψευδῆ κίνδυνον ἴσον φέρει. οὔτε αὐ- τόν τινα προσῆκεν ἀνοσίων ἔργων μὴ καθαρεύοντα φθέγγεσθαι περὶ θεοῦ, οὔτε εἰς τοιούτων ἀκοὰς ἐμ- βάλλοντα τὸν περὶ θεοῦ λόγον οἴεσθαι μή μιαίνειν· ἀλλ᾿ ἀκροᾶσθαι καὶ λέγειν τὸν περὶ θεοῦ λόγον ὡς ἐπὶ θεοῦ. προηγείσθω οὖν τοῦ περὶ θεοῦ λόγου τὰ θεοφιλῆ ἔργα, καὶ σιγάσθω ὁ περὶ αὐτοῦ λόγος ἐπὶ πλήθους· ἀνοικειοτάτη γὰρ θεολογία κενοδοξίᾳ ψυχῆς. νόμιζε αἱρετώτερον εἶναι σιγᾶν ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. ἀξίαν σε ποιήσει θεοῦ τὸ μηδὲν ἀνάξιον θεοῦ μήτε λέγειν μήτε πράττειν μήτε πάντως εἰδέναι ἀξι- οῦν. ὁ δὲ ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἂν εἴη.

καὶ τιμήσεις μὲν ἄριστα τὸν θεόν, ὅταν τῷ θεῷ τὴν σαυ- τῆς διάνοιαν ὁμοιώσῃς· ἡ δὲ ὁμοίωσις ἔσται διὰ μό- νης ἀρετῆς· μόνη γὰρ ἀρετὴ τὴν ψυχὴν ἄνω ἕλκει καὶ πρὸς τὸ συγγενές. καὶ μέγα οὐδὲν ἄλλο μετὰ θεὸν ἢ ἀρετή. μείζων ἀρετῆς θεός· θεὸς δὲ ἄνθρω- πον βεβαιοῖ πράσσοντα καλά· κακῶν δὲ πράξεων ·κακὸς δαίμων ἡγεμών. ψυχὴ οὖν πονηρὰ φεύγει μὲν θεόν, πρόνοιαν δὲ θεοῦ εἶναι οὐ βούλεται, νόμου τε θείου τοῦ πάντα φαῦλον κολάζοντος ἀποστατοῖ πάν- τως. ψυχὴ δὲ σοφοῦ ἁρμόζεται πρὸς θεόν, ἀεὶ θεὸν ὁρᾷ, σύνεστιν ἀεὶ θεῷ. εἰ δὲ χαίρει τῷ ἀρχομένῳ τὸ ἄρχον, καὶ θεὸς σοφοῦ κήδεται καὶ προνοεῖ· καὶ διὰ τοῦτο μακάριος ὁ σοφός, ὅτι ἐπιτροπεύεται ὑπὸ θεοῦ. οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τίμιον παρὰ θεῷ, ἀλλὰ τὰ ἔργα. σοφὸς γὰρ ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ· ἄνθρωπος δὲ ἀμαθὴς καὶ εὐχόμενος καὶ θύων μιαίνει τὸ θεῖον. μόνος οὖν ἱερεὺς ὁ σοφός, μόνος θεοφιλής, μόνος εἰδὼς εὔξασθαι.

καὶ ὁ σοφίαν ἀσκῶν ἐπιστήμην ἀσκεῖ τὴν περὶ θεοῦ, οὐ λιτανεύων ἀεὶ καὶ θύων, διὰ δὲ τῶν ἔργων τὴν πρὸς θεὸν ἀσκῶν εὐσέβειαν. θεῷ γὰρ εὐάρεστος οὔτε δόξαις ἀνθρώπων οὔτε σοφιστῶν κεναῖς φωναῖς γένοιτ᾿ ἄν τις· αὐτὸς δὲ ἑαυτὸν καὶ εὐάρεστον ποιεῖ θεῷ καὶ ἐκθεοῖ τῇ τῆς ἰδίας διαθέσεως ὁμοιότητι τῷ μετὰ ἀφθαρσίας μακαρίῳ· καὶ αὐτὸς ἑαυτὸν ἀσεβῆ καὶ δυσάρεστον ποιεῖ τῷ θεῷ, οὐχ ὑπὸ θεοῦ πάσχων κα- κῶς, ἀγαθοποιὸν γὰρ μόνον τὸ θεῖον, ἀλλ᾿ ὑφ᾿ ἑαυ- τοῦ διά τε ἄλλα καὶ τὴν περὶ θεοῦ κακὴν δόξαν. ἀσεβὴς οὐχ οὕτως ὁ τὰ ἀγάλματα τῶν θεῶν μὴ πε- ριέπων ὡς ὁ τὰς τῶν πολλῶν δόξας τῷ θεῷ συνά- πτων. σὺ δὲ μηδὲν ἀνάξιόν ποτε ὑπολάβῃς περὶ θεοῦ μήτε τῆς μακαριότητος αὐτοῦ μήτε τῆς ἀφθαρσίας.

οὗτος γὰρ μέγιστος καρπὸς εὐσεβείας ἢ τιμᾶν τὸ θεῖον κατὰ τὰ πάτρια, οὐχ ὡς ἐκείνου προσδεομένου, ἀλλ᾿ ἀπὸ τῆς ἐκείνου εὐλαβεστάτης καὶ μακαρίας σεμνότητος εἰς τὸ σέβας αὐτοῦ ἐκκαλουμένου. βωμοὶ δὲ θεοῦ ἱερουργούμενοι μὲν οὐδὲν βλάπτουσιν, ἀμε- λούμενοι δὲ οὐδὲν ὠφελοῦσιν. ὅστις δὲ τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν ἑαυτὸν δοξά- ζων τοῦ θεοῦ κρείττων εἶναι. οὐ χολωθέντες οὖν οἱ θεοὶ βλάπτουσιν, ἀλλ᾿ ἀγνοηθέντες· ὀργὴ γὰρ θεῶν ἀλλοτρία, ὅτι ἐπ᾿ ἀβουλήτοις μὲν ἡ ὀργή, θεῷ δὲ οὐ- δὲν ἀβούλητον. μὴ τοίνυν μίαινε τὸ θεῖον ἀνθρω- πίναις ψευδοδοξίαις· οὔτε γὰρ ἐκεῖνο βλάψεις τό γε μακάριον διὰ παντὸς καὶ οὗ πᾶσα βλάβη τῆς ἀφθαρ- σίας ἐξελήλαται, σαυτὴν δὲ τυφλώσεις πρὸς τὴν τῶν μεγίστων καὶ κυριωτάτων διάγνωσιν.

σὺ δὲ ταῦτα λέγειν με ἡγοῦ οὐ παραγγέλλοντα σέβειν θεόν· γε- λοῖος γὰρ ὁ τοῦτο παραγγέλλων ὡς ἐπιδιστάζειν ἐνόν- τος περὶ τούτου· καὶ οὐχ ὅτι τινὰ ποιοῦντες ἢ δοξά- ζοντες περὶ θεοῦ καλῶς τοῦτον σέβομεν. οὔτε δά- κρυα καὶ ἱκετεῖαι θεὸν ἐπιστρέφουσιν οὔτε θυμπόλια θεὸν τιμῶσιν οὔτε ἀναθημάτων πλῆθος κοσμοῦσι θεόν, ἀλλὰ τὸ ἔνθεον φρόνημα καλῶς ἡδρασμένον συνάπτει θεῷ. χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. θυηπολία δὲ ἀφρόνων πυρὸς τροφὴ καὶ τὰ παρὰ τούτων ἀναθήματα ἱεροσύλοις χορηγία τῶν ἀκολασιῶν. σοὶ δέ, ὥσπερ εἴρηται, νεὼς μὲν ἔστω τοῦ θεοῦ ὁ ἐν σοὶ νοῦς. παρασκευαστέον δὲ αὐτὸν καὶ κοσμητέον εἰς καταδοχὴν τοῦ θεοῦ ἐπιτήδειον. μηδὲ ἐφήμερος ὁ κόσμος ἔστω καὶ τὰ τῆς παραδοχῆς καὶ πάλιν γέλωτες καὶ ἀφροσύναι καὶ τὸ χώρημα τοῦ πονηροῦ δαίμονος.

ἐὰν οὖν ἀεὶ μνημονεύῃς ὅτι ὅπου ἂν ἡ ψυχή σου περιπατῇ καὶ τὸ σῶμα ἐνεργὸν ἀποτελῇ, θεὸς παρέ- στηκεν ἔφορος ἐν πάσαις σου ταῖς βουλαῖς καὶ ταῖς πράξεσιν, αἰδεσθήσῃ μὲν τοῦ θεωροῦ τὸ ἄληστον, ἕξεις δὲ τὸν θεὸν σύνοικον. κἂν τὸ στόμα οὖν σου πρόφασίν τινα πράγματος ἄλλου του διαλέγηται, μετὰ τῆς γνώμης τὸ φρόνημα τετράφθω πρὸς τὸν θεόν. οὕτως γάρ σοι καὶ ὁ λόγος ἔνθεος ἔσται διὰ φωτὸς τοῦ θεοῦ τῆς ἀληθείας λαμπρυνόμενος καὶ ῥᾷον προχωρῶν. θεοῦ γὰρ γνῶσις ποιεῖ βραχύν λό- γον.

ὅπου δ᾿ ἂν λήθη παρεισέλθῃ θεοῦ, τὸν κακὸν δαίμονα ἀνάγκη ἐν σοὶ οἰκεῖν· χώρημα γὰρ ἡ ψυχή, ὥσπερ μεμάθηκας, ἢ θεῶν ἢ δαιμόνων. καὶ θεῶν μὲν συνόντων πράξει τὰ ἀγαθὰ καὶ διὰ τῶν λόγων καὶ διὰ τῶν ἔργων· ὑποδεξαμένη δὲ ψυχὴ τὸν κακὸν σύνοικον διὰ πονηρίας πάντα ἐνεργεῖ. ὅταν οὖν ἴδῃς ἅνθρωπον τοῖς κακοῖς χαίροντα καὶ δρῶντα, γίνωσκε τοῦτον ἠρνῆσθαι μὲν τὸν θεὸν ἐν τῇ γνώμῃ, πονη- ροῦ δὲ δαίμονος ὄντα ἐνδιαίτημα. θεὸν οἱ μὲν εἶναι νομίζοντες καὶ διοικεῖν ἅπαντα τοῦτο γέρας ἐκτήσαντο διὰ τῆς γνώσεως καὶ τῆς βεβαίας πίστεως, τὸ μεμα- θηκέναι ὅτι ὑπὸ θεοῦ προνοεῖται πάντα καὶ εἰσὶν ἄγγελοι θεῖοί τε καὶ ἀγαθοὶ δαίμονες ἐπόπται τῶν πραττομένων, οὓς καὶ λαθεῖν ἀμήχανον. καὶ δὴ τοῦτο οὕτως ἔχειν πεπεισμένοι φυλάττονται μὲν μὴ διαπίπτειν τοῖς κατὰ τὸν βίον, πρὸ ὄψεως ἔχοντες τὴν τῶν θεῶν ἀναπόδραστον ἐφόρασιν· εὐγνώμονα δὲ βίον κτησάμενοι μανθάνουσι θεούς γινώσκονταί τε γινωσκομένοις θεοῖς.

οἱ δὲ μήτε εἶναι θεούς πι- στεύσαντες μήτε προνοίᾳ θεοῦ διοικεῖσθαι τὰ ὅλα, δίκης κόλασιν πεπόνθασι τὸ μήτε ἑαυτοῖς πιστεύειν μήθ᾿ ἑτέροις ὅτι θεοὶ εἰσὶ καὶ οὐκ ἀλόγῳ φορᾷ διοι- κεῖται τὰ πάντα. εἰς κίνδυνον οὖν ἄφατον ἑαυτούς ἐμβαλόντες ἀλόγῳ ὁρμῇ καὶ εὐδιαπτώτῳ τοῖς κατὰ τὸν βίον ἐπιτίθενται καὶ πάντα δρῶσιν ἃ μὴ θέμις, ἀναιρεῖν πειρώμενοι τὴν περὶ θεοὺς ὑπόληψιν. καὶ δὴ τούτους μὲν ἀγνοίας ἕνεκα καὶ ἀπιστίας θεοὶ δια- φεύγουσιν· αὐτοὶ δὲ θεοὺς καὶ τὴν ὀπαδὸν τῶν θεῶν Δίκην οὔτε φυγεῖν οὔτε λαθεῖν δύνανται· βίον δὲ κα- κοδαίμονα καὶ πλανήτην ἑλόμενοι ἀγνοοῦντες θεούς γινώσκονται θεοῖς καὶ τῇ δίκῃ τῇ παρὰ θεῶν.

κἂν θεούς τιμὰν οἴωνται καὶ πεπεῖσθαι εἶναι θεούς, ἀρε- τῆς δὲ ἀμελῶσι καὶ σοφίας, ἤρνηνται θεοὺς καὶ ἀτι- μάζουσιν. οὔτε γὰρ ἄλογος πίστις δίχα τοῦ ὀρθῶς ζῆν ἐπιτυχὴς θεοῦ, οὔτε μὴν τὸ τιμᾶν θεοσεβὲς ἄνευ τοῦ μεμαθηκέναι ὅτῳ τρόπῳ χαίρει τὸ θεῖον τιμώμενον. εἰ μὲν γὰρ προχοαῖς ἢ θυηλαῖς τερπό- μενον πείθεται, οὐκ ἂν εἴη δίκαιον τῷ τὴν ἴσην πάν- τας ἀμοιβὴν αἰτεῖν μὴ τὴν ἴσην λαχόντας τύχην. εἰ δὲ τούτων οὐδὲν ἧττον, μόνῳ δὲ ἥδεται τῷ καθα- ρεύειν τὴν διάνοιαν, ὃ δὴ δυνατὸν ἐκ προαιρέσεως παντί τῳ προσεῖναι, πῶς οὐκ ἂν εἴη δίκαιον; εἰ δὲ ἐξ ἀμφοῖν τὸ θεῖον θεραπευόμενον ἥδεται, ἱερείοις μὲν κατὰ δύναμιν, διανοίᾳ δὲ ὑπὲρ δύναμιν αὐτὸ τιμητέον. εὔχεσθαι θεῷ οὐ κακόν, ὡς τὸ ἀχαριστεῖν πονηρότατον.

κακῶν ἀνθρώπῳ οὐδεὶς θεὸς αἴτιος, ἀλλὰ αὐτὸς ἑαυτῷ ὁ ἑλόμενος. εὐχὴ ἡ μὲν μετὰ φαύ- λων ἔργων ἀκάθαρτος καὶ διὰ τοῦτο ἀπρόσδεκτος ὑπὸ θεοῦ· ἡ δὲ μετὰ καλῶν ἔργων καθαρά τε ὁμοῦ καὶ εὐπρόσδεκτος· τέσσαρα στοιχεῖα μάλιστα κεκρα- τύνθω περὶ θεοῦ· πίστις, ἀλήθεια, ἔρως, ἐλπίς. πιστεῦσαι γὰρ δεῖ ὅτι μόνη σωτηρία ἡ πρὸς τὸν θεὸν ἐπιστροφή, καὶ πιστεύσαντα ὡς ἔνι μάλιστα σπου- δάσαι τἀληθῆ γνῶναι περὶ αὐτοῦ, καὶ γνόντα ἐρα- σθῆναι τοῦ γνωσθέντος, ἐρασθέντα δὲ ἐλπίσιν ἀγα- θαῖς τρέφειν τὴν ψυχὴν περὶ τοῦ βίου. ἐλπίσι γὰρ ἀγαθαῖς οἱ ἀγαθοὶ τῶν φαύλων ὑπερέχουσι. στοι- χεῖα μὲν οὖν ταῦτα καὶ τοσαῦτα κεκρατύνθω.

τρεῖς δὲ νόμοι διακεκρίσθωσαν οἵδε· εἷς μὲν ὁ τοῦ θεοῦ, ἕτερος δὲ ὁ τῆς θνητῆς φύσεως, τρίτος δὲ ὁ θετὸς κατʼ ἔθνη καὶ πόλεις. ὁ μὲν οὖν τῆς φύσεως ἀφο- ρίζων τὰ μέτρα τῶν χρειῶν τοῦ σώματος καὶ τὸ ἐν ταύταις δεικνὺς ἀναγκαῖον τὸ μάτην κὰκ περιττοῦ σπουδαζόμενον ἐλέγχει. ὁ δὲ θετός τε καὶ κατ᾿ ἔθνη διατεταγμένος κατὰ συνθήκην τὴν πρὸς ἀλλήλους κρατύνει κοινωνίαν διὰ τῆς πρὸς τὰ τεθέντα ὁμολο- γίας. ὁ δʼ αὖ θεῖος ὑπὸ μὲν τοῦ νοῦ σωτηρίας ἕνεκα ταῖς λογικαῖς ψυχαῖς κατὰ τὰς ἐννοίας διετάχθη, δι᾿ ἀληθείας δὲ τῶν ἐν αὐταῖς πεπραγμένων εὑρίσκεται. παραβαίνεται δὲ ὁ μὲν τῆς φύσεως κεναῖς δόξαις ἀγνοηθεὶς ὑπὸ τῶν τῇ ἄγαν φιλοσωματίᾳ προσκει- μένων τῷ σώματι· ὑπερβαίνεται δὲ καταφρονού- μένος ὑπὸ τῶν ὑπεράνω γινομένων τοῦ σώματος καὶ διὰ τὸ σῶμα. ὁ δὲ θετὸς καιρῷ μὲν ὑποτάττεται ἄλλοτε ἀλλοῖος γραφόμενος κατὰ τὸ βίαιον τῆς τοῦ κρατοῦντος δυναστείας, εἰς κόλασιν δὲ ἀπάγει τὸν ἁλόντα, οὔτε τοῦ λαθόντος οὔτε τῆς προαιρέσεως ἐφικέσθαι δυνάμενος ἑκάστου.

ὁ δέ γε θεῖος ἀγνοεῖται μὲν ψυχῇ δι᾿ ἀφροσύνην καὶ ἀκολασίαν ἀκαθάρτῳ, ἐκλάμπει δὲ δι᾿ ἀπαθείας καὶ φρονήσεως. καὶ οὔτε ὑπερβῆναι τοῦτον δυνατόν, οὐδὲν γὰρ τούτου ὑπερ- άνω, οὔτ᾿ αὐτοῦ καταφρονῆσαι· οὐ γὰρ ἐκλάμψαι αὐτὸν οἷόν τε ἐν τῷ καταφρονεῖν αὐτοῦ μέλλοντι· οὔτε τύχαις καιρῶν τρέπεται, ὅτι κρείττων ἦν τῆς τύχης καὶ πάσης βίας πολυτρόπου ἰσχυρότερος. νοῦς δὲ αὐτὸν μόνος γινώσκει μεταλλεύων αὐτοῦ τὴν ἔρευναν καὶ τετυπωμένον ἐν αὑτῷ ἐξευρίσκει τροφήν τε ἀπʼ αὐτοῦ πορίζει τῇ ὥσπερ σώματι αὐτοῦ ψυχῇ. νοῦ γὰρ σῶμα ψυχὴν λογικὴν θετέον, ἣν τρέφει ὁ νοῦς τὰς ἐν αὐτῇ ἐννοίας, ἃς ἐνετύπωσε καὶ ἐνεχά- ραξεν ἐκ τῆς τοῦ θείου νόμου ἀληθείας, εἰς ἀναγνώ- ρισιν ἄγων διὰ τοῦ παρ᾿ αὐτῷ φωτός· καὶ διδάσκα- λος αὐτὸς γινόμενος καὶ σωτὴρ καὶ τροφεύς καὶ φύ- λαξ καὶ ἀναγωγός, κατὰ σιγῆς μὲν φθεγγόμενος τὴν ἀλήθειαν, τὸν δὲ θεῖον αὐτῆς ἐξελίττειν νόμον διδοὺς διὰ τῆς εἰς αὐτὸν ἐμβλέψεως ἐν ταῖς εἰς αὐτὸν ἐπι- βολαῖς ἐν αὐτῇ τετυπωμένον ἐξ ἀιδίου ἐπιγινώσκει.

κατανοητέον οὖν πρῶτόν σοι τὸν τῆς φύσεως νόμον, ἀπὸ δὲ τούτου ἀναβατέον ἐπὶ τὸν θεῖον, ὃς καὶ τὸν τῆς φύσεως διέταξε νόμον· ἀφ᾿ ὧν ὁρμωμένη οὐδα- μοῦ εὐλαβήσῃ τὸν ἔγγραφον. οἱ γὰρ ἔγγραφοι νόμοι χάριν τῶν μετρίων κεῖνται, οὐχ ὅπως μὴ ἀδικῶσιν, ἀλλʼ ὅπως μὴ ἀδικῶνται. ὁ τῆς φύσεως πλοῦτος ἀληθῶς φιλόσοφος ὥρισται καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε καὶ δυσπόριστος. ὁ οὖν τῇ φύσκ κατακολουθῶν καὶ μὴ ταῖς κεναῖς δόξαις ἐν πᾶσιν αὐτάρκης· πρὸς γὰρ τὸ τῇ φύσει ἀρκοῦν πᾶσα κτῆσίς ἐστι πλοῦτος, πρὸς δὲ τὰς ἀορί- στους ὀρέξεις καὶ ὁ μέγιστος πλοῦτος ἐστίν. οὐ σπά- νιόν γε εὑρεῖν ἄνθρωπον πρὸς τὸ τῆς φύσεως τέλος πλούσιον καὶ πρὸς τὰς κενὰς δόξας. οὐδεὶς γὰρ τῶν ἀφρόνων οἷς ἔχεί ἀρκεῖται, μᾶλλον δὲ οἷς οὐκ ἔχει ὀδυνᾶται. ὥσπερ οὖν οἱ πυρέσσοντες διὰ κακοήθειαν τῆς νόσου ἀεὶ διψῶσι καὶ τῶν ἐναντιωτάτων ἐπιθυ- μοῦσιν, οὕτω καὶ οἱ τὴν ψυχὴν κακῶς ἔχοντες δια- κειμένην πένονται πάντων ἀεὶ καὶ εἰς πολυτρόπους ἐπιθυμίας ὑπὸ λαιμαργίας ἐμπίπτουσιν.

ἁγνεύειν οὖν καὶ οἱ θεοὶ δι᾿ ἀποχῆς βρωμάτων καὶ ἀφροδι- σίων προσέταξαν, εἰς τὸ τῆς φύσεως, ἣν αὐτοὶ συν- ἐστησαν, ἐπάγοντες βούλημα τούς εὐσέβειαν μετιόν- τας, ὡς ἅπαντος τοῦ παρὰ τὸ βούλημα πλεονάζοντος μιαροῦ καὶ θανασίμου. φοβούμενος γὰρ ὁ πολὺς τὸ λιτὸν τῆς διαίτης, διὰ τὸν φόβον ἐπὶ πράξεις πορεύε- ται τὰς μάλιστα πλοῦτον παρασκευαζούσας. καὶ πολ- λοὶ τοῦ πλούτου τυχόντες οὐ τὴν ἀπαλλαγὴν τῶν κακῶν εὗρον, ἀλλὰ μεταβολὴν μειζόνων. δι᾿ ὃ φασὶν οἱ φιλόσοφοι οὐδὲν οὕτως ἀναγκαῖον ὡς τὸ γινώσκειν καλῶς τὸ μὴ ἀναγκαῖον, πλουσιωτάτην δὲ εἶναι πάν- των τὴν αὐτάρκειαν καὶ σεμνὸν τὸ μηδενὸς δεῖσθαι λαμβάνονται. δι᾿ ὃ καὶ μελετᾶν παρακελεύονται οὐχ ὅπως τι ποριστέον ἀναγκαῖον, ἀλλ᾿ ὅπως μᾶλλον θαρρήσομεν μὴ πορισθέντος.

μηδὲ αἰτιώμεθα τὴν σάρκα ὡς τῶν μεγάλων κακῶν αἰτίαν μηδʼ εἰς τὰ πράγματα τρέπωμεν τὰς δυσφορίας, ἐν δὲ τῇ ψυχῇ τὰς τούτων αἰτίας μᾶλλον ζητῶμεν καὶ ἀπορρήξαντες πᾶσαν ματαίαν τῶν ἐφημέρων ὄρεξιν καὶ ἐλπίδα ὅλοι γενώμεθα ἑαυτῶν. ἢ γὰρ διὰ φόβον τις κακοδαιμονεῖ ἢ δι᾿ ἀόριστον καὶ κενὴν ἐπιθυμίαν· ἅ τις χαλινῶν δύναται τὸν μακάριον ἑαυτῷ περιποιῆσαι λογισμόν. ἐφʼ ὅσον δ᾿ ἂν ἀμηχανῇς, λήθῃ τῆς φύσεως ἀμηχα- νεῖς· αὑτῇ γὰρ ἀορίστους φόβους καὶ ἐπιθυμίας προσβάλλεις. κρεῖσσον δέ σοι θαρρεῖν ἐπὶ στιβάδος κατακειμένῃ ἢ ταράττεσθαι χρυσῆν ἐχούσῃ κλίνην καὶ πολυτελῆ τράπεζαν. ἐξ ἐργασίας θηριώδους οὐ- σίας μὲν πλῆθος σωρεύεται, βίος δὲ ταλαίπωρος συν- ίσταται.

ἀφυσιολόγητον μηδὲν ἡγοῦ βοώσης τῆς σαρκὸς βοᾶν τὴν ψυχήν. σαρκὸς δὲ φωνὴ μὴ πεινῆν, μὴ διψῆν, μὴ ῥιγοῦν. καὶ ταῦτα τὴν ψυχὴν χαλεπὸν μὲν κωλῦσαι, ἐπισφαλὲς δὲ παρακοῦσαι τῆς παραγγει- λάσης φύσεως αὐτῇ διὰ τῆς προσφυοῦς αὐτῇ αὐταρ- κείας καθ᾿ ἡμέραν καὶ τὰ περὶ τῆς ψυχῆς μικρότερα διδάσκειν νομίζειν, καὶ εὐτυχοῦντας μὲν γινώσκειν ἀτυχεῖν, δυστυχοῦντας δὲ μὴ περὶ μέγα τίθεσθαι ὧν τὸ εὐτυχεῖν· καὶ δέχεσθαι μὲν ἀθορύβως τὰ παρὰ τῆς τύχης ἀγαθά, παρατετάχθαι δὲ πρὸς τὰ παρ᾿ αὐτῆς δοκοῦντα εἶναι κακά· καὶ ὡς ἐφήμερον μὲν πᾶν τὸ τῶν πολλῶν ἀγαθόν ἐστι, σοφία δὲ καὶ ἐπι- στήμη οὐδαμῶς τύχης κοινωνεῖ.

οὐκ ἀπορεῖν τού- των πόνος ἐστίν, ἀλλὰ φεύγειν μᾶλλον τὸν ἀνόνητον ἐκ τῶν κενῶν δοξῶν πόνον. ἔρωτι γὰρ φιλοσοφίας ἀληθινῆς πᾶσα ταραχώδης καὶ ἐπίπονος ἐπιθυμία ἐκ- λύεται. κενὸς ἐκείνου φιλοσόφου λόγος ὑφ᾿ οὗ μηδὲν πάθος ἀνθρώπου θεραπεύεται· ὥσπερ γὰρ ἰατρικῆς οὐδὲν ὄφελος ἣ μὴ τὰς νόσους τῶν σωμάτωνθεραπεύει, οὕτως οὐδὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς ἐκβάλ- λει πάθος. ταῦτα μὲν οὖν καὶ τὰ πρὸς τούτοις ὅμοια ὁ τῆς φύσεως παραγγέλλει νόμος.

ὁ δὲ θεῖος ἐκβοᾷ ἐν καθαρῷ διανοίας τόμῳ· εἰ μὴ τὸ σῶμα οὕτω σοι συνηρτῆσθαι φυλάσσεις ὡς τοῖς ἐμβρύοις κυοφορου- μένοις τὸ χορίον καὶ τῷ σίτῳ βλαστάνοντι τὴν καλά- μην, οὐ γνώσῃ σεαυτήν. οὐδὲ γὰρ ἄλλος ὅστις μὴ οὕτω δοξάζει ἔγνω ἑαυτόν. ὥσπερ οὖν τὸ χορίον συγγενόμενον καὶ ἡ καλάμη τοῦ σίτου, τρυχωθέντα δὲ ῥίπτεται ἑκάτερα, οὕτω καὶ τὸ συναρτώμενον τῇ ψυχῇ παρείκῃ σῶμα οὐ μέρος ἀνθρώπου· ἀλλ᾿ ἵνα μὲν ἐν γαστρὶ γένηται, προσυφάνθη τὸ χορίον, ἵνα δὲ ἐπὶ γῆς γένηται, συνεζύγη τὸ σῶμα. ὅσῳ τις τέτρα- πται πρὸς τὸ θνητόν, τοσούτῳ τὴν ἑαυτοῦ γνώμην ἀσύμμετρον παρασκευάζει πρὸς τὸ τῆς ἀφθαρσίας μέγεθος· καὶ ὅσῳ τῆς τοῦ σώματος προσπαθείας ἀφί- σταται, τοσούτῳ μέτρῳ τῷ θείῳ πελάζει. ὁ συνετὸς ἀνὴρ καὶ θεοφιλὴς ὅσα οἱ ἄλλοι μοχθοῦσι τοῦ σώμα- τος ἕνεκα, τοσαῦτα ὑπὲρ τῆς ψυχῆς σπουδάσεται πονῆσαι, οὐ τὸ μεμνῆσθαι ὧν ἤκουσεν αὔταρκες εἶναι νομίζων, τὸ δὲ ἀνατρέχειν εἰς ἃ δεῖ δι᾿ ὧν ἤκουσεν μελετῶν.

γυμνὸς δὲ ἀποσταλεὶς γυμνητεύων καλέσει τὸν πέμψαντα. μόνου γὰρ τοῦ μὴ τοῖς ἀλλο- τρίοις πεφορτισμένου ἐπήκοος ὁ θεός, καὶ τῶν καθα- ρῶν ἀπὸ τῆς φθορᾶς ὑπερκείμενος. μέγα ἡγο σοι ἐφόδιον εἰς βίον μακάριον τὸ δεδεμένον ἐν φύσει δῆσαι τὸν δήσαντα. ἐδέθημεν γὰρ φύσεως δεσμοῖς οἷς ἡμὰς περιέβαλε, κοιλίᾳ, μορίοις, λαιμῷ, τοῖς ἄλλοις μέρεσι τοῦ σώματος καὶ ταῖς δι᾿ αὐτῶν χρή- σεσι καὶ ἡδυπαθείαις καὶ τοῖς ὑπὲρ τούτων φόβοις. ἐὰν οὖν τούτων τῆς γοητείας ὑπεράνω γενώμεθα καὶ τῆς ἐπιβουλῆς φυλαξώμεθα τὴν παγίδα, ἐδήσαμεν τὸν δήσαντα. μήτε οὖν εἰ ἄρρην εἶ μήτε εἰ θήλεια τὸ σῶμα πολυπραγμόνει, μηδὲ γυναῖκα ἴδῃς σαυτήν, ὅτι μηδ᾿ ἐγω σοι ὡς τοιαύτῃ προσέσχον. φεῦγε τῆς ψυχῆς πᾶν τὸ θηλυνόμενον, ὡς εἰ καὶ ἄρρενος εἶχες τὸ σῶμα περικείμενον. ἐκ παρθένου γὰρ ψυχῆς καὶ ᾐθέου νοῦ τὰ τικτόμενα μακαριώτατα· ἐξ ἀδιαφθόρων γὰρ τὰ ἄφθορα· ἃ δὲ τίκτει τὸ σῶμα, μιαρὸν πᾶσι τοῖς θεοῖς ἐνομίσθη.

μεγάλη οὖν παιδεία ἄρχειν τοῦ σώματος. πολλάκις κόπτουσί τινα μέρη ἐπὶ σωτηρίᾳ τοῦ σώματος· σὺ δ᾿ ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς ἕτοιμος ἔσο τὸ ὅλον σῶμα ἀποκόπτειν. ὧν γὰρ ἕνεκα ζῆν ἐθέλεις, καὶ ἀποθανεῖν μὴ κατόκνει. ἡγείσθω τοί- νυν πάσης ὁρμῆς ὁ λόγος ἐξορίζων τούς δεινοὺς δε- σπότας καὶ ἀθέους ἀφ᾿ ἡμῶν· ὅτι καὶ χαλεπώτερον δουλεύειν πάθεσιν ἢ τυράννοις. ἀδύνατον δ᾿ εἶναι ἐλεύθερον τὸν ὑπὸ παθῶν κρατούμενον· ὅσα γὰρ πάθη ψυχῆς, τοσοῦτοι καὶ ὠμοὶ δεσπόται.

οἰκέτας πειρῶ μὴ ἀδικεῖν μηδὲ ὀργιζομένη κολάσῃς· κολάζειν δὲ μέλλουσα πεῖθε πρότερον ὅτι ἐπὶ συμφέροντι κο- λάζεις, διδοῦσα αὐτοῖς καιρὸν ἀπολογίας. παραιτοῦ εἰς τὴν κτῆσιν τοὺς αὐθάδεις. τὰ πολλὰ ἄσκει αὐ- τουργεῖν· λιτὸν γὰρ καὶ εὔπορον τὸ τῆς αὐτουργίας, καὶ δεῖ ἑκάστῳ τῶν μερῶν πρὸς ὃ ἡ φύσις κατε- σκεύασε χρῆσθαι τοὺς ἀνθρώπους, τῆς φύσεως ἄλλου μὴ δεομένης. τοῖς γὰρ μὴ χρωμένοις τοῖς ἰδίοις, καταχρωμένοις δὲ τοῖς ἄλλοις διπλοῦν τὸ φορτίον καὶ πρὸς τὴν δεδομένην τὰ μέρη φύσιν ἀχάριστον. ψι- λῆς δὲ ἕνεκα ἡδονῆς μηδέποτε χρήσῃ τοῖς μερεσι πολλῷ γὰρ κρεῖττον τεθνάναι ἢ δι᾿ ἀκρασίαν τὴν ψυχὴν ἀμαυρῶσαι . . . . κακίαν ἐνδιορθουμένη τῆς φύσεως . . . . οἷα δὲ οἰκέταις κοινωνοῦσα τιμῆς μ ταδίδου τοῖς βελτίοσιν. οὐκ ἔσθʼ ὅπως γὰρ οὖν ἄν- θρωπον ἀδικοῦντα σέβειν θεόν· ἀλλὰ κρηπὶς εὐσε- βείας σοι νομιζέσθω ἡ φιλανθρωπία καὶ . . . .