Historia philosophiae (fragmenta) Porphyrius August Nauck Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2034.tlg027.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Opuscula Tria August Nauck Porphyrius Teubner Leipzig 1860 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin

Suidas v. Πορφύριος: ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. — εἰς τὴν Ἰουλιανοῦ τοῦ Χαλδαίου φιλοσόφου ἱστορίαν ἐν βιβλίοις δ. Vbi duorum operum titulos coaluisse vidit Valesius: φιλόσοφον ἱστορίαν correxit Toupius, atque ita codex E. Theodoretus therap. ll p. 35, Πλούταρχος δὲ καὶ Ἀέτιος τὰς τῶν φιλοσόφων ἐκ- παιδεύουσι δόξας· τὸν αὐτὸν δὲ καὶ ὁ Πορφύριος ἀνεδέξατο πόνον, τὸν ἑκάστου βίον ταῖς δόξαις προσ- τεθεικώς. lV p. 61, 22: εἰ δέ τις οἴεται κἀμὲ συ- κοφαντῆσαι τοὺς ἄνδρας τὴν παμπόλλην αὐτῶν δια- φωνίαν ἐξελέγχοντα, ἀναγνώτω μὲν Ἀετίου τὴν περὶ ἀρεσκόντων ξυναγωγήν, ἀναγνώτω δὲ Πλου- τάρχου τὴν περὶ τῶν τοῖς φιλοσόφοις δοξάντων ἐπι- τομήν· καὶ Πορφυρίου δὲ ἡ φιλόσοφος ἱστορία πολλὰ τοιαῦτα διδάσκει. p. 72, 8: ἃ δέ γε ξὺν θεῷ λέξω, ἐκ τῶν Πλουτάρχῳ καὶ Πορφυρίῳ καὶ μέντοι καὶ Ἀετίῳ ξυγγεγραμμένων ἐρῶ. Eunapius vit. sophist. p. sq.: τὴν φιλόσοφον ἱστορίαν καὶ τοὺς τῶν φι– λοσόφων ἀνδρῶν βίους Πορφύριος καὶ Σωτίων ἀνελέξαντο. ἀλλʼ ὁ μὲν Πορφύριος, οὕτω συμβάν, εἰς Πλάτωνα ἐτελεύτα καὶ τοὺς ἐκείνου χρόνους· Σωτίων δὲ καταβὰς φαίνεται, καίτοι γε ὁ Πορφύ- ριος ἦν νεώτερος. “Gregor. Abulpharagius in Hist. Dynast. p. 84 Porphyrium nominat Syrum, et inter alia eius scripta librum historiae philosophorum laudat, cuius tracatus quartus extet Syriace· REINESIVS.

ΒΙΒΛΙΟΝ.

Eusebius chron. p. 139 sive Anecd. Paris. vol. 2 p. 140: τὰ δʼ ἀπὸ τῆς Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος οὐδʼ αὐτὰ μὲν ἠξιώθη μνήμης ἐντελοῦς· ὅμως δʼ ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῆς φιλοσόφου ἱστορίας ὧδέ ως ἐπιτέμινεται πρὸς λέξιν.

Πορφυρίου ἀπὸ τοῦ πρώτου λόγου τῆς φιλοσό- φου ἱστορίας.

ἀπὸ τῆς ἁλώσεως Ἰλίου ἐπὶ τὴν τῶν Ἡρακλει- δῶν εἰς τὴν Πελοπόννησον κάθοδον ἔτη π φησὶν εἶναι ὁ Ἀπολλόδωρος· ἀπὸ δὲ τῆς καθόδου εἰς τὴν Ἰωνίας κτίσιν ἔτη ξ ἐντεῦθεν εἰς Λυκοῦργον ἔτη θ καὶ ἑκατὸν καὶ πεντήκοντα· ἀπὸ δὲ Λυκούργου εἰς τὴν πρώτην ὀλυμπιάδα ὀκτὼ καὶ ἑκατόν. τὰ δὲ πάντα ἀπὸ τῆς ἀλώσεως Ἰλίου ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ἑπτὰ καὶ υ. Anecd. Paris. vol. 2 p. 188, 28: ἀπὸ δὲ Ἰλίου ἁλώσεως ἐπὶ τὴν πρώτην ὀλυμ- πιάδα ἔτη ζ καὶ υ· τοῦτο γὰρ καὶ Πορφυρίῳ δοκεῖ. Cf. C. Müller in fragm. hist. Graec. vol. 3 p. 689.

Suidas v. Ὅμηρος: καὶ γέγονε δὲ πρὸ τοῦ τε– θὴναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζ Πορφύριος δὲ ἐν τῇ φιλοσόφῳ ίστορίᾳ πρὸ ρλβ φη– σίν ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυ- τοῖς ὕστερον υζ. τινὲς δὲ μετὰ ρξ ἐνιαυτούς τῆς Ἰλίου ἁλώσεως τετέχθαι ίστοροῦσιν Ὅμηρὸν· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοε.

Suidas v. Ἡσίοδοσ Κυμαῖος: ἦν δὲ Ὁμήρου κατά τινας πρεσβύτερος, κατὰ δὲ ἄλλους σύγχρονος. Πορ– φύριος καὶ ἄλλοι πλεῖστοι νεώτερον ἑκατὸν ἐνιαυ– τοῖς ὁρίζουσιν, ὡς λβ μόνους ἐνιαυτοὺς συμπροτε- ρεῖν τῆς πρώτης ὀλυμπιάδος.

Cyrillus c. lulian. l p. 28 A: Πορφύριος μὲν οὖν ὁ πικροὺς ἡμῶν καταχέας λόγους καὶ τῆς Χρν- στιανῶν θρησκείας μόνον οὐχὶ κατορχούμενος τοὺς ὠνομασμένους σοφούς τὸν ἀριθμὸν ὄντας ἑπτὰ τὴν τοιάνδε κλῆσιν ἁρπάσαι φησὶν ἐξ αἰτίας τοιᾶσδε. γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ βιβλίῳ τῆς φιλοσό- φου ἱστορίας. “ἐννέα δὲ ὄντων ἑπτὰ κληθῆναι σο- φοὺς ἐξ αἰτίας τοιαύτης. ἁλιέως βόλον νεανίσκοις ἀποδομένου ἰχθύων συνέβη χρυσοῦν τρίποδα ἐν τῷ βόλῳ εὑρεθῆναι τοῦ δὲ ἁλιέως ἰχθῦς ἀλλὰ μὴ τρί- ποδα πεπρακέναι λέγοντος καὶ τῶν νεανίσκων εἰς τὴν αὐτῶν τύχην ἀναφερόντων τὴν εὕρεσιν, ἔδοξε τῷ θεῷ τὴν κρίσιν ἐπιτρέψαι. τοῦ δὲ χρήσαντος διδόναι τὸν τρίποδα τῷ σοφῷ, Θάλητι πρώτῳ ὁ τρίπους προσηνέχθη. ὁ δὲ πρὸς Βίαντα ἀπέπεμψεν, ἐκεῖνον φάμενος εἶναι τὸν σοφόν· ὁ δὲ πρὸς ἕτερον πέμπει, κἀκεῖνος πρὸς ἄλλον, ἕως εἰς τοὺς ἑπτὰ τοῦ τρίποδος ἐκπεριαχθέντος καὶ πάλιν ὑποστρέψαντ- τος ἐπὶ τὸν πρῶτον, ἔδοξεν ἀναθεῖναι τῷ θεῷ· τοῦ- τον γὰρ εἶναι πάντων τὸν σοφώτατον.“

Suidas: Φερεκύδης Ἀθηναῖος, πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν. ἔγραψεν Αὐτόχθονας, ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας, ἐν βιβλίοις δέκα· παραινέσεις διʼ ἐπῶν. Πορφύ- ριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχε- ται, ἀλλʼ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγρα- φῆς. Locus num huc referendus sit, non negο posse dubitari.

Vitam Pythagorae, quam primo φιλοσόφου ἱστο- ρίας libro inclusam fuisse docet Cyrilllus c. lulian. l p. 19 C et lX p. 300 B, infra exhibebimnus p. 14 sqq.

ΒΙΒΛΙΟΝΒ.

Diserte laudaum hunc lihrumm nusquam repperimnus.

Suidas: Ἐμπεδοκλῆς Μέτωνος· οἱ δὲ Ἀρχι- νόμου, οἱ δʼ Ἐξαινέτου, καὶ ἀδελφὸν ἔσχε Καλλι- κρατίδην. ἠκροάσατο δὲ πρώτου Παρμενίδου, οὗτι- νος, ὡς φησὶ Πορφύριος ἐν φιλοσόφῳ ίστορίᾳ, ἐγέ- νετο παιδικά. Vide Κarstenium de Emped. p. 48.

Suidas: Γοργίας Χαρμαντίδου Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλαΐτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς π ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. Cf. Frei in Museo Rhen. N. F. VII p. 533.

ΒΙΒΛΙΟΝΓ.

Socrates hist. eccl. 3, 23: Πορφύριος μὲν γὰρ τοῦ κορυφαιοτάτου τῶν φιλοσόφων Σωκράτους τὸν βίον διέσυρεν ἐν τῇ γεγραμμένῃ αὐτῷ φιλοσόφῳ ἱστορίᾳ καὶ τοιαῦτα περὶ φυτοῦ γράψας κατέλειπεν οἷα ἂν μήτε Μέλητος μήτε Ἄνυτος οἱ γραψάμενοι Σωκράτην εἰπεῖν ἐπεχείρησαν. Eadem Niceph. Call. hist. eccl. 10, 36.

Cyrillus c. lulian. Vl p. 185 B: καὶ ἀπιστήσειε μὲν ἂν ἴσως ἅπας τις οὖν τοῖς περὶ τούτου (de So- crate) λόγοις, οὐ μὴν ἔτι καὶ τοῖς Πορφυρίου γράμ- μασιν ἀντερεῖ, ὃς τὸν ἑκάστου τῶν ἀρχαιοτέρων ἀπεσημήνατο βίον· σκοπὸς γὰρ οὗτος γέγονεν αὐτῷ καὶ πολλῆς ἠξίωσε τὸ χρῆμα σπουδῆς. ἔφη τοίνυν ὡδὶ περὶ αὐτοῦ “λέγει δὲ ὁ Ἀριστόξενος ἀφηγού- μενος τὸν βίον τοῦ Σωκράτους ἀκηκοέναι Σπινθά- ρου τὰ περὶ αὐτοῦ, ὃς ἦν εἷς τῶν τούτῳ ἐντυχόν- των. τοῦτον λέγειν ὅτι οὐ πολλοῖς αὐτός γε πιθα- νωτέροις ἐντετυχηκώς εἴη· τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς πᾶσι δὲ τοῖς εἰρημένοις τὴν τοῦ εἴδους ἰδιότητα. γίνεσθαι δέ που τοῦτο ὅτε μὴ ὀργίζοιτο ὅτε δὲ φλεχθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην· οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε πράγματος.“ Eadem fere Theodo- retus therap. XIl p. 174, 23.

Cyrillus c. lulian. Vl p. 208 A: γράφει δὲ οὕτω περὶ αὐτοῦ (de Socrate) Πορφύριος ἐν τῷ τρίτῳ φιλο- σόφων ἱστορίας· “τούτων δὲ οὕτω σαφηνισθέντων λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιωμένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυ- θευμένα ἐπʼ ὀλίγον φυλοκρινοῦντες, καταλιπόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο σὺν τῷ πατρὶ τὴν λιθοτομικήν, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος. οὐδὲν γὰρ ἐνέκοπτεν αὐτῷ τοῦτο πρὸς σοφίαν, πρὸς ὀλίγον γε χρόνον ἐργασθέν. εἰ δὲ δὴ ἑρμογλύφος ἦν, καὶ μᾶλλον· καθάρειος γὰρ ἡ τέχνη καὶ οὐ πρὸς ὀνείδους.“ καὶ μεθʼ ἕτερα· δημιουργὸν γὰρ γε– νέσθαι τὸν Σωκράτην πατρῴᾳ τέχνῃ χρώμενον τῇ λατυπικῇ καὶ Τίμαιος ἐν τῇ ἐνάτῃ λιθουργεῖν φησὶ μεμαθηκέναι Σωκράτην. εἰ δὲ ὁ μὲν διὰ δυσμέ- νειαν ἀναξιόπιστος, Τίμαιος δὲ διὰ ἡλικίαν, νεώ– τερος γὰρ ὁ Ἀριστόξενος, Μενεδήμῳ τῷ Πυρραίῳ χρηστέον, Πλάτωνος μὲν.γεγονότι μαθητῇ, πρεσβυ- τέρῳ δὲ γεγονότι Ἀριστοξένου, λέγοντι ἐν τῷ Φιλο- κράτους ὅτι οὐκ ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς ὡς λιθουργοῦ λαλῶν οὔτε ὑπὲρ τῆς μητρὸς ὡς μαίας.“ lnitium huius loci, λέγωμεν περὶ τοῦ Σωκράτους — οὐ πρὸς ὀνείδους, habet etiam Theo- doretus therap. l p. 8, 11, qui ibidem pergit p. 8, 22: καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκρά- την χρησάμενον. ἀλλʼ ἴσως τὴν μὲν πρώτην ἡλι– κίαν λιθουργῶν διετέλεσεν, ὕστερον δὲ λόγων ποιη- τικῶν καὶ ῥητορικῶν ἐρασθεὶς παιδείας μετέλαχεν. ἀλλʼ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· πᾶν γὰρ τοὐναντίον εἶπεν ὁ Πορφύριος· λέγει δὲ οὕτως “εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἀπλῶς εἰπεῖν· σχεδὸν γὰρ οὐδὲ γράμματα πάνυ τι ἐπίστασθαι· ἀλλʼ εἶναι γελοῖον, ὁπότε τι δέοι ἢ γράψαι ἢ ἀναγνῶναι, βατταρίζοντα ὥσπερ τὰ παιδία.“

Cyrillus c. lulian. Vl p. 186 C: γέγραφε γὰρ ὡδὶ πάλιν περὶ αὐτοῦ (de Socrate) Πορφύριος· “ἐν δὲ τοῖς περὶ τὸν βίον τὰ μὲν ἄλλα εὔκολον καὶ μι– κρᾶς δεόμενον παρασκευῆς εἰς τὰ καθʼ ἡμέραν γεγε– νῆσθαι· πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφο– δρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι· γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. δύο δὲ ἔχειν γυναῖκας ἅμα, Ξανθίππην μὲν πολῖ– τιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου, θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίπ– πην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς αὐτῷ Λαμπροκλῆς ἐγένετο, τὴν δὲ Μυρτὼ γάμῳ, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος. Res easdem perstringit Cyrillus c. lulian. VIl p. 226B, ipsa verba appnit Theodoretus therap. XIl p. 174, 37, qui extremis verbis Σωφρο- νίσκος καὶ Μενέξενος haec subicit: “αὗται δὲ συνά- πτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὴ παύσαιντο ἐπὶ τὸν Σωκράτη ὥρμων διὰ τὸ μηδέποτε αὐτὰς μαχο- μένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. εἶναι δὲ φησὶν αὐτὸν ἐν ταῖς ὁμιλίαις αἰνῶς τε φιλαπεχθήμονα καὶ λοίδορον. καὶ ὑβριστικόν.“ καὶ ταῦτα δὲ περὶ τοῦ βίου Σωκρά– τους ὁ Πορφύριος ἔφη. “ἐλέγετο δὲ περὶ αὐτοῦ ὡς ἄρα παῖς ὢν οὐκ εὐ βιώσειεν οὐδὲ εὐτάκτως. πρῶ- τον μὲν γὰρ φασὶν αὐτὸν τῷ πατρὶ διατελέσαι ἀπειθοῦντα, καὶ ὁπότε κελεύσειεν αὐτὸν λαβόντα τὰ ὄργανα τὰ περὶ τὴν τέχνην ἀπαντᾶν ὁπουδήποτε, ὀλιγωρήσαντα τοῦ προστάγματος περιτρέχειν αὐτὸν ὅπου δή ποτε δόξειεν. ἤδη δὲ περὶ τὰ ἑπτακαίδεκα ἔτη προσελθεῖν αὐτῷ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν φάσκοντα ἐραστὴν εἶναι· τὸν δὲ Σωκρά- την οὐκ ἀπώσασθαι τὴν ἔντευξίν τε καὶ ὁμιλίαν τὴν πρὸς τὸν Ἀρχέλαον, ἀλλὰ γενέσθαι παρʼ αὐτῷ ἔτη συχνά, καὶ οὕτως ὑπὸ τοῦ Ἀρχελάου προτραπῆναι ἐπὶ τὰ φιλόσοφα.“ εἶτα μετʼ ὀλίγα “ἦν δὲ καὶ τῶν ἐπιτιμωμένων καὶ τάδε Σωκράτει ὅτι εἰς τοὺς ὄχλους εἰσωθεῖτο καὶ τὰς διατριβὰς ἐποιεῖτο πρὸς ταῖς τρα- πέζαις καὶ πρὸς τοῖς Ἑρμαῖς.“ cf. Suidas v. Σω- κράτης: Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδική- ματος χωρίς, ὡς Πορφύριος ἐν τῇ φιλοσόφῳ ἱστο- ρίᾳ φησίν. Theodoretus therap. IV p. 56, 19: καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύ- ριος, εἰς ἀκολασίαν ἡνίκα νέος ἦν ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύ- πους, τοὺς δὲ τῆς φιλοσοφίας ἐκμάξασθαι.

Stephanus Βyz. p. 193, 17: Γάδρα, πόλις Παλαιστίνης. Πορφύριος τρίτῳ φιλοσόφου ἱστο- ρίας. τὸ ἔθνικὸν Γαδρηνός, ὡς Βόστρα Βοστρηνός καὶ Γαγγρηνός.

ΒΙΒΛΙΟΝ Δ.

Cyrillus c. Iulian. VI p. 208 D: καίτοι φησὶ καὶ περὶ αὐτοῦ (de Platone) Πορφύριος· “ἐπαιδεύθη δὲ ὁ Πλάτων παρὰ μὲν Διονυσίῳ γράμματα, παρὰ δὲ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ τὰ κατὰ τὴν γυμνα- στικήν· φασὶ δὲ καὶ Ἴσθμιά τινες καὶ Πύθια νικῆ- σαι αὐτόν.‘‘

Cyrillus c. Iulian. I p. 31 A: Πορφύριος δὲ φησὶν ἐν βιβλίῳ τετάρτῳ φιλοσόφου ἱστορίας δοξά- σαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα δὲ αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγο- μένας προσηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστι- κῶς αὐτοῦ κατηγορεῖν. εἰ δὲ ὅλως ἐκ τῶν παῤ ἡμῖν ὀνομάτων χρή τι τολμῆσαι λέγειν περὶ αὐτοῦ, μᾶλ- λον τὴν τοῦ ἑνὸς προσηγορίαν καὶ τὴν τἀγαθοῦ τακτέον ἐπʼ αὐτοῦ. τὸ μὲν γὰρ ἐμφαίνει τὴν περὶ αὐτὸν ἁπλότητα καὶ διὰ τοῦτο αὐτάρκειαν· χρῄζει γὰρ οὐδενός, οὐ μερῶν, οὐκ οὐσίας, οὐ δυνάμεων, οὐκ ἐνεργειῶν, ἀλλʼ ἔστι πάντων τούτων αἴτιος. τἀγαθὸν δὲ παρίστησιν ὅτι ἀπʼ αὐτοῦ πᾶν ὅ τι περ ἀγαθόν ἐστιν, ἀπομιμουμένων κατὰ τὸ δυνατὸν τῶν ἄλλων τὴν ἐκείνου, εἰ οὕτω χρὴ φάναι, ἰδιότητα καὶ διʼ αὐτῆς σωζομένων.

Cyrillus c. Iulian. VIII p. 271 A: γράφει τοί- νυν Πορφύριος ἐν βιβλίῳ τετάρτῳ φιλοσόφου ἱστο- ρίας· ἄχρι γὰρ τῶν τριῶν ὑποστάσεων ἔφη Πλά- των τὴν τοῦ θεοῦ προελθεῖν οὐσίαν. εἶναι δὲ τὸν μὲν ἀνωτάτω θεὸν τἀγαθόν, μετʼ αὐτὸν δὲ καὶ δεύ- τερον τὸν δημιουργόν, τρίτον δὲ τὴν τοῦ κόσμου ψυχήν· ἄχρι γὰρ ψυχῆς τὴν θεότητα προελθεῖν (eadem repetit I p. 34A), λοιπὸν δὲ τὸ ἄθεον ἀπὸ τῆς σωματικῆς ἐνῆρχθαι διαφορὰς. ἀλλʼ οἵ γε προει- ρημένοι καὶ πρὸς τοῦτο ἀντιλέγουσι, φάσκοντες μὴ δεῖν τἀγαθὸν συναριθμεῖν τοῖς ἀπʼ αὐτοῦ. ἐξῃρῆ- σθαι γὰρ ἀπὸ πάσης κοινωνίας διὰ τὸ εἶναι ἀπλοῦν πάντῃ καὶ ἄδεκτόν τινος συμβάσεως· ἀπὸ δὲ τοῦ νοῦ, ἀρχὴ γὰρ οὗτος, τὴν τριάδα μίαν σωθὴναι.

Cyrillus c. Iulian. I p. 34C: καὶ πάλιν ὁ αὐτὸς Πορφύριος περὶ Πλάτωνος· διʼ ὃ ἐν ἀπορρή- τοις περὶ τούτων αἰνιττόμενος φησί, περὶ τὸν βασι- λέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖ- νον αἴτιον πάντων καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα· ὡς γὰρ πάντων μὲν περὶ τοὺς τρεῖς ὄντων θεούς, ἀλλʼ ἤδη πρώτως μὲν περὶ τὸν πάντων βασιλέα, δευτέρως δὲ περὶ τὸν ἀπʼ ἐκείνου θεόν, καὶ τρίτως περὶ τὸν ἀπὸ τούτου.

Cyrillus c. lulian. l p. 32C: φησὶ γὰρ ὁ Πορφύριος ἐν τετάρτῳ βιβλίῳ φιλοσόφου ἱστορίας ὡς εἰπόντος Πλάτωνος περὶ τοῦ ἀγαθοῦ οὕτως· ἀπὸ δὲ τούτου τρόπον τινὰ ἀνθρώποις ἀνεπινόητο νοῦν γενέσθαι τε ὅλον καὶ καθʼ ἑαυτὸν ὑφεστῶτα, ἐν ᾧ δὴ τὰ ὄντως ὄντα καὶ ἡ πᾶσα οὐσία τῶν ὄν. των. ὅ δὴ καὶ πρώτως καλὸν καὶ αὐτοκαλὸν παρʼ ἑαυτοῦ τῆς καλλονῆς ἔχον τὸ εἶδος. προῆλθε δὲ προαιώνιος ἀπʼ αἰτίου τοῦ θεοῦ ὡρμημένος, αὐτο- γέννητος ὤν καὶ αὐτοπάτωρ· οὐ γὰρ ἐκείνου κινου- μένου πρὸς γένεσιν τὴν τούτου ἡ πρόοδος γέγονεν, ἀλλὰ τούτου παρελθόντος αὐτογόνως ἐκ θεοῦ, παρ- ελθόντος δὲ οὐκ ἀπʼ ἀρχῆς τινὸς χρονικῆς· οὕπω γὰρ χρόνος ἦν. ἀλλʼ οὐδὲ χρόνου γενομένου πρὸς αὐτόν ἐστί τι ὁ χρόνος· ἄχρονος γὰρ ἀεὶ καὶ μόνος αἰώνιος ὁ νοῦς. ὥσπερ δὲ ὁ θεὸς ὁ πρῶτος καὶ μό- νος ἀεί, κἄν ἀπʼ αὐτοῦ γένηται τὰ πάντα,· τῷ μὴ τούτοις συναριθμεῖσθαι μηδὲ τὴν ἀξίαν συγκατα- τάττεσθαι δύναται τῇ ἐκείνου ὑπάρξει, οὕτω καὶ ὁ νοῦς αἰώνιος μόνος καὶ ἀχρόνως ὑποστάς, καὶ τὰ ἐν χρόνῳ αὐτὸς χρόνος ἐστίν, ἐν ταυτότητι μένων τῆς ἑαυτοῦ αἰωνίας ὑποστάσεως. Cf. Cyrillus c. lul. l p. 28D: γεγράφασι δὲ περὶ τούτων (de philosophis dei naturam definientibus) Πλούταρχός τε καὶ ἕτεροι τῶν παρʼ αὐτοῖς λογάδων καὶ ὁ θρασὺς καθʼ ἡμῶν Πορφύριος.

lohannes Malal. chronogr. p. 56, 11: τὸν δὲ Πλούταρχον τὸν Χερονήσιον (immo τὸν Χαιρωνέα) Πορφύριος ἐν τῇ φιλοσόφῳ αὐτοῦ χρονογραφίᾳ ἐδόξασε. Cf. Wyttenbach. in Plut. vol. 1 praef. p. 45.

Tzetzes Chil. 11, 532: δευτέρως δὲ ἐγκύκλια μαθήματα καλοῦνται ὁ κύκλος, τὸ συμπέρασμα πάντων τῶν μαθημάτων, γραμματικῆς, ῥητορικῆς, αὐτῆς φιλοσοφίας, καὶ τῶν τεσσάρων δὲ τεχνῶν τῶν ὑπʼ αὐτὴν κει- μένων, τῆς ἀριθμούσης, μουσικῆς καὶ τῆς γεωμετρίας καὶ τῆς οὐρανοβάμονος αὐτῆς ἀστρονομίας. ἐγκύκλια μαθήματα δευτέρως ταῦτα πάντα, ὡς ἔγραψε Πορφύριος ἐν βίοις φιλοσόφων καὶ ἕτεροι μυρίοι δὲ τῶν ἐλλογίμων ἄνδρες.