ΤΟΥ ΑΥΤΟΥ
ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ
ΤΕΤΑΡΤΟΣ.
John i. 1. 1. ἘΚ Θεοῦ Θεός ἐστιν ὁ Λόγος, καὶ ‘Θεὸς’ γὰρ ‘ἦν ὁ
Rom. ix. 5. Λόγος·᾿ καὶ πάλιν, ‘ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν
ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.ʼ Καὶ
ἐπειδὴ ἐκ Θεοῦ Θεός ἐστι, καὶ τοῦ Θεοῦ Λόγος, Σοφία, Υἱὸς,
καὶ δύναμίς ἐστιν ὁ Χριστὸς, διὰ τοῦτο εἷς Θεὸς ἐν ταῖς θείαις
γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ Θεοῦ Υἱὸς ὢν ὁ Λόγος,
Cp. Euseb. de Eccl. Theol. i 10. Supr. 15. εἰς αὐτὸν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι Πατέρα
καὶ Υἱὸν, μονάδα δὲ θεότητος ἀδιαίρετον καὶ ἄσχιστον. Λεχθείη
δʼ ἂν καὶ οὕτω ‘μία ἀρχὴʼ θεότητος, καὶ οὐ δύο ἀρχαί· ὅθεν κυρίως
Dion. rom. in de Decr. Nic. 26. καὶ ‘μοναρχία’ ἐστίν. Ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἐστι φύσει Υἱὸς ὁ
Λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθʼ ἑαυτὸν ὑφεστὼς, οὐδʼ ἔξωθεν
ταύτης γεγονὼς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία
γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος Υἱὸς, ἰδία Σοφία, ἴδιος
Λόγος, ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην, ἐν ταύτῃ
John i. 1. τῇ ‘ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.᾿ Θεὸς
γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστι, διὰ τοῦτο καὶ ‘Θεὸς
ἦν ὁ Λόγος.᾿ Ὥσπερ δὲ μία ἀρχὴ. καὶ κατὰ τοῦτο εἶς Θεὸς,
οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις
Exod. iii. 14. Cp. iii. 63. μία ἐστὶν ἡ λέγουσα, ‘ Ἐγώ εἰμι ὁ ὢν,ʼ καὶ οὐ δύο, ἵνα μὴ δύο
ἀρχαί· ἐκ δὲ τῆς μιᾶς, φύσει καὶ ἀληθῶς Υἱὸς, ὁ Λόγος, ἡ Σοφία,
ἡ δύναμις ἰδία ὑπάρχουσα αὐτῆς, καὶ ἐξ αὐτῆς ἀχώριστος.
Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαὶ, οὕτως ὁ ἐκ τῆς μιᾶς
ii. 35. Λόγος οὐ διαλελυμένος, ἢ ἁπλῶς φωνὴ σημαντικὴ, ἀλλὰ
ii. 28. οὐσιώδης Λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ Υἱὸς ἀληθῶς.
Εἰ γὰρ δὴ μὴ οὐσιώδης εἴη, ἔσται ὁ Θεὸς ‘λαλῶν εἰς ἀέρα.᾿ καὶ Cor. xiv. 9.
σῶμα οὐδὲν πλέον ἔχων τῶν ἀνθρώπων. Ἐπειδὴ δὲ οὐκ ἔστιν Cp. Ath. c. Gent. 40.
ἄνθρωπος, οὐκ ἂν εἴη οὐδὲ ὁ Λόγος αὐτοῦ κατὰ τὴν τῶν ἀνθρώπων
ἀσθένειαν. Ὥσπερ γὰρ μία οὐσία ἡ ἀρχὴ, οὕτως εἷς οὐσιώδης
καὶ ὑφεστὼς ὁ ταύτης Λόγος καὶ ἡ Σοφία. Ὡς γὰρ ἐκ Cp.Euseb. c. Marc. iii. 4. 21.
Θεοῦ Θεός ἐστι, καὶ ἐκ σοφοῦ Σοφία, καὶ ἐκ λογικοῦ Λόγος, καὶ
ἐκ Πατρὸς Υἱός· οὕτως ἐξ ὑποστάσεως ὑπόστατος, καὶ ἐξ οὐσίας
οὐσιώδης καὶ ἐνούσιος, καὶ ἐξ ὄντος ὤν.
ii. 2.
2. Ἐπεὶ εἰ μὴ οὐσιώδης Σοφία, καὶ ἐνούσιος Λόγος, καὶ ὢν Cp.de Syn. 41.
Υἱὸς, ἀλλὰ ἀπλῶς σοφία, καὶ λόγος, καὶ υἱὸς ἐν τῷ Πατρὶ, εἴη
ἂν αὐτὸς ὁ Πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, Cp. ii. 38; i. 28.
ἀκολουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ
Πατὴρ, καὶ ὁ Υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν, καὶ γεννώμενος ὑφʼ
ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ Λόγος, καὶ Σοφία, καὶ Υἱὸς, οὐχ
ὑφέστηκε δὲ, καθʼ οὖ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα.
Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς
εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν Θεόν.
Ἀλλʼ εἰ τοῦτο, εἴη ἂν αὐτὸς ἑαυτοῦ Πατὴρ καὶ Υἱός· Πατὴρ Euseb. de Ecel. Th. ii. 12.
μὲν, ὅτε σοφὸς, Υἱὸς δὲ, ὅτε Σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις
ταῦτα ἐν τῷ Θεῷ· ἄπαγε· ἀπρεπὲς τοῦτο εὑρεθήσεται γὰρ
σύνθετος ὁ Θεὸς ἐξ οὐσίας καὶ ποιότητος· πᾶσα γὰρ ποιότης Ep. ad Æg. 16; ad Afros, 8.
ἐν οὐσίᾳ ἐστί. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς, ἀδιαίρετος οὖσα,
σύνθετος φανήσεται, τεμνομένη εἰς οὐσίαν καὶ συμβεβηκός. Cp. i. 36 ; de Decr. Nic. 22.
Πευστέον οὖν τῶν προπετῶν· ‘Ὁ Υἱὸς Σοφία καὶ Λόγος ἐκηρύχθη
τοῦ Θεοῦ· πῶς τοίνυν ἐστίν ; εἰ μὲν ὡς ποιότης, ἐδείχθη
τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ Θεὸς, καὶ τὸ ἐκ τούτου ἄτοπον
εἴρηται παρὰ Σαβελλίῳ.ʼ Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ Cp. iii. 4, 36.
τοῦ Πατρὸς, κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ
πυρὸς φῶς, οὕτως ἐκ Θεοῦ Λόγος, καὶ Σοφία ἐκ σοφοῦ, καὶ ἐκ
Πατρὸς Υἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος
μένει, καὶ ὁ ταύτης Υἱὸς Λόγος οὐκ ἀνούσιος, οὐδὲ οὐχ ὑφεστὼς,
ἀλλʼ οὐσιώδης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον,
εἴη ἂν πάντα, ἃ λέγεται, κατʼ ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. Εἰ i. 9; ii. 37.
δὲ φευκτέον τὸ ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς Λόγος οὐσιώδης
ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς Πατὴρ, οὕτως ἀληθῶς Σοφία.
Κατὰ τοῦτο οὖν δύο μὲν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς Πατὴρ
Ath. Exp. Fid. 2. καὶ Υἱὸς, ἀλλὰ ὁ Πατὴρ Πατὴρ, καὶ ὁ Υἱὸς Υἱός· ἓν δὲ, ὅτι
Υἱὸς τῆς οὐσίας τοῦ Πατρός ἐστι φύσει, ἴδιος ὑπάρχων Λόγος
John x. 30. i. 19. αὐτοῦ. Τοῦτο ὁ Κύριος ἔλεγεν, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’
Οὔτε γὰρ ὁ Λόγος κεχώρισται τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἄλογος
πώποτε ἦν ἢ ἐστι. Καὶ ὁ Λόγος οὖν Θεὸς, καὶ ὁ Πατὴρ οὐκ
John xiv. 10. ἄλογος· διὰ τοῦτο, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,
εἴρηκε.
3. Καὶ πάλιν ὁ Χριστὸς Λόγος τοῦ Θεοῦ ἐστι. Πότερον οὖν
ἀφʼ ἑαυτοῦ ὑπέστη, καὶ ὑποστὰς προσκεκόλληται τῷ Πατρί ; ἢ
Cp. ii. 19. ὁ Θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ ‘Λόγον’; Εἰ μὲν
οὖν τὸ πρῶτον, λέγω δὴ τὸ ‘ἑαυτῷ ὑπέστη καὶ Θεός ἐστι,᾿ δύο
ἂν εἶεν ἀρχαὶ, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ Πατρὸς ἴδιος, διὰ
i. 26. τὸ μὴ αὐτοῦ τοῦ Πατρὸς, ἀλλʼ ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται,
εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ Θεοῦ λέγειν
αὐτόν· εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ
ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλʼ ἐπὶ τοῦ
αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν, καὶ γεννώμενον
καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ
ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δὲ, ἔσται καὶ γεννῶν, καὶ μὴ
γεννῶν· γεννῶν μὲν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δὲ, ὅτι
μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατʼ ἐπίνοιαν λεγόμενος
Cp. Epiph. Hær. 72. 11. ὁ αὐτὸς ‘Πατὴρ’ καὶ ‘Υἱός.’ Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν
δύο, Πατὴρ καὶ Υἱός· ἓν δὲ, ὅτι ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ
Θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν ‘γέννημα,ʼ μόνον
δὲ λέγει ὑπάρχειν τὸν Λόγον σὺν τῷ Θεῷ, φοβηθήτω ὁ τοιοῦτος
μὴ. φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγόμενον, ἐμπέσῃ εἰς
ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν Θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς
μονάδος εἶναι τὸν Λόγον, ἀλλʼ ἁπλῶς κεκολλῆσθαι τῷ Πατρὶ
Cp. iii. 3. Λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας Πατέρα
τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον
δʼ ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ Πατρὸς λάβοι· εἰς γὰρ Πατὴρ, καὶ
Cp. the Quicunque, 24. οὐ δύο, ἀλλʼ ἐκ τοῦ ἑνὸς ὁ Υἱός. Ὥσπερ οὖν οὐ δύο Πατέρες.
ἀλλʼ εἶς, οὕτως οὐ δύο ἀρχαὶ, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιδης
ὁ Υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς
μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον,
τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός.
4. Λεκτέον οὖν· Ὁ Θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ
τοὐναντίον ἄσοφος καὶ ἄλογος ; Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν
ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι
σοφὸς, καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν Λόγον καὶ
τὴν σοφίαν, ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προδεδωκὼς
αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ
αὐτοῦ, δῆλον ὅτι οὐκ ‘ἐξ οὐκ ὄντων, οὐδʼ ‘ἦν ποτε ὅτε οὐκ ἦν·᾿
ἀεὶ γὰρ ἦν· ἐπεὶ καὶ οὗ ἐστιν εἰκὼν, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ Cp. iii. 28.
λέγωσιν ὅτι ‘σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν Cp. i. 5.
ἑαυτῷ σοφίαν καὶ ἴδιον Λόγον, οὐ τὸν Χριστὸν δὲ, ἀλλʼ ἐν ᾦ καὶ
τὸν Χριστὸν ἐποίησεʼ λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ
Λόγῳ γέγονε, δῆλον ὅτι καὶ τὰ πάντα· καὶ αὐτὸς ἃν εἴη περὶ
οὗ λέγει Ἰωάννης, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁψαλμῳδὸς δὲ, John i. 3.
‘πάντα ἐν σοφίᾳ ἐποίησας.᾿ Εὑρεθήσεται δὲ ὁ Χριστὸς ψευδό. Ps. ciii. 24.
μενος, ‘ἐγὼ ἐν τῷ Πατρὶ,᾿ ὄντος ἑτέρου ἐν τῷ Πατρί. Καὶ,
‘ὁ Λόγος δὲ σὰρξ ἐγένετο,ʼ οὐκ ἀληθὲς κατʼ αὐτούς· εἰ γὰρ, ἐν
ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σὰρξ, ὁ δὲ Χριστὸς οὐκ
ἔστιν ἐν τῷ Πατρὶ Λόγος, δι᾿ οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ
Χριστὸς οὐ γέγονε σὰρξ, ἀλλʼ ἴσως ὠνομάσθη ‘Λόγος’ ὁ Χριστός.
Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα
οὐ δι᾿ αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλʼ ἐν ἐκείνῳ, ἐν ᾦ καὶ ὁ
Χριστός. Εἰ δὲ φήσαιεν, ὡς ποιότητα εἶναι ἐν τῷ Πατρὶ τὴν c. 2.
σοφίαν, ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἐν τοῖς ἔμπροσθεν
ἄτοπα εἰρημένα. Ἔσται γὰρ σύνθετος, καὶ αὐτὸς ἑαυτοῦ Υἱὸς
καὶ Πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτοὺς,
ὅτι ὁ ἐν τῷ Θεῷ Λόγος οὐκ ἂν εἴη κτίσμα, οὐδὲ ἐκ τοῦ μὴ
ὄντος· ὄντος δὲ ἅπαξ ἐν Θεῷ Λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ
λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,ʼ ὁ διὰ τοῦτο
καὶ μονογενὴς ὢν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς
οὗτος Υἱὸς, ὅς ἐστι Λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ
τούτων ὁ Θεὸς, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα iii. 66.
Λόγῳ δημιουργεῖ, οὕτω κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα
τὸν Λόγον, διʼ οὗ καὶ δημιουργεῖ, καὶ κτίζει, καὶ οἰκονομεῖ τὰ
πάντα. Τῷ γὰρ Λόγῳ καὶ τῇ Σοφίᾳ τὰ πάντα γέγονε, καὶ τῇ
δτατάξει αὐτοῦ διαμένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ ‘Υἰοῦ·’ εἰ ἄγονος, καὶ ἀνενέργντος ὁ Θεός· γέννημα γὰρ αὐτοῦ Ps. cxviii. 91.
ὁ Υἱὸς, διʼ οὗ ἐργάζεται· εἰ δὲ μὴ, αἱ αὐταὶ ἐρωτήσεις καὶ τὰ
αὐτὰ ἄτοπα τοῖς ἀναισχυντοῦσιν ἀκολουθήσει.
Deut. iv. 4. 5. Ἐκ τοῦ Δευτερονομίου· ‘Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ
τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον.᾿ Ἐκ τούτου δυνατὸν
εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς
John x. 30. τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν
ἐσμεν·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ τὰ δὲ
γενητὰ, ὅτʼ ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ
i. 20. Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα,
πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα.
i. 26. Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ
γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει.
Deut. iv. 7. Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι ‘ποῖον ἔθνος μέγα, ᾧ ἐστιν
Jer. xxiii. 23. αὐτῷ Θεὸς ἐγγίζων;ʼ καὶ ἀλλαχοῦ, ‘Θεὸς ἐγγίζων ἐγώ·ʼ τοῖς
γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ,
οὐκ ἐγγίζει, ἀλλʼ ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ
σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ
Deut. xiii. 4. Δευτερονομίῳ, ‘τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.᾿
To c. 9. Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.
Cp. iii. 36. 6. Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν,
Matt. xxviii. 18. διὰ τὸ ὑπονοεῖν τὸν Κύριον ἐνδεᾶ, ὅταν λέγῃ, ‘ἐδόθη μοι,᾿
Phil. ii. 9. Eph. i. 20. καὶ ἐὰν λέγῃ ὁ Παῦλος, ‘διὰ τοῦτο ὑπερύψωσεν
αὐτὸν,ʼ καὶ, ‘ἐκάθισεν ἐν δεξιᾷ,ʼ καὶ τὰ τοιαῦτα, λεκτέον ὅτι ὁ
Qu. καὶ Υὶὸς γεγ νἱὸς. Κύριος ἡμῶν, Λόγος ὢν Υἱὸς τοῦ Θεοῦ, ἐφόρεσε σῶμα, καὶ
γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα, μεσίτης γενόμενος Θεοῦ καὶ
ἀνθρώπων, τὰ μὲν Θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ Θεῷ διακονῇ.
Cp. iii. 54. Ὅταν οὖν λέγηται πεινᾷν, καὶ δακρύειν, καὶ κοπιᾷν, καὶ ‘Ἐλωῒ,
Al. τὰ πάθη. Ἐλωῒ,’ ἀνθρώπινα ὄντα καὶ ἡμέτερα πάθη δέχεται παρʼ ἡμῶν,
καὶ τῷ Πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ
Matt. xxviii. 18. ἐξαφανισθῇ· ὅταν δὲ, ὅτι ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘ἔλαβον,ʼ
John. x. 18. καὶ, ‘διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς,ʼ τὰ παρὰ τοῦ Θεοῦ
Cap. i. 38—43. εἰς ἡμᾶς ἐστι χαρίσματα διʼ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ Λόγος
ἐνδεὴς ἦν, ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ
ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ Λόγου δίδοται ἡμῖν·
διὰ τοῦτο, ὡς αὐτῷ ‘διδόμενα,ʼ ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ
καὶ ἐνηνθρώπησεν, ἵνα, ὡς αὐτῷ διδόμενα, εἰς ἡμᾶς διαβῇ.
Ἅνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων. Λόγος δὲ πάλιν ii.16, 65.
μόνος οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ Λόγος, καὶ τότε Cp. ii. 69.
ἐξουσίαν ἡμῖν μετέδωκε, καὶ ‘ὑπερύψωσεν.᾿ Ἐν ἀνθρώπῳ γὰρ
ὢν ὁ Λόγος ‘ὑπερύψωσεʼ τὸν ἄνθρωπον· καὶ ἐν ἀνθρώπῳ ὄντος
τοῦ Λόγου, ‘ἔλαβεν ὁ ἄνθρωπος. Ἐπεὶ οὖν τοῦ Λόγου ὄντος
ἐν σαρκὶ, ὑψώθη ὁ ἄνθρωπος, καὶ ἔλαβεν ἐξουσίαν, διὰ τοῦτο
εἰς τὸν Λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι᾿ αὐτὸν ἐδόθη· διὰ γὰρ
τὸν ἐν ἀνθρώπῳ Λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσπερ
‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὕτω καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ Λόγου
εἴληφε. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ Λόγος λέγεται
εἰληφέναι· ἵνα δειχθῇ ὅτι οὐκ ἄξιος ὢν ὁ ἄνθρωπος λαβεῖν, ὅσον
κεν εἰς τὴν ἀὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα Λόγον
εἴληφεν. Ὅθεν ἐάν τι λέγηται ‘δίδοσθαιʼ τῷ Κυρίῳ, ἤ τι τοιοῦτον,
νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρῄζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ
διὰ τοῦ Λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς
τὴν χάριν λαμβάνει, οὐ χρήζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει.
7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, Cp. ii. 55. ad. Epiet. 6.
καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι·
οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν
αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ.
Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς·᾿ Cp. John xvii 7-9.
καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ
ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν,
συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων
ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν
ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται,
καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν.
Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ
αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν
ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘ Ἐχαρίσατοʼ
οὖν ‘αὐτῷ,᾿ ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ
‘ἡμᾶς ἐν αὐτῷ.᾿ Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ
λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων,
καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν
ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.᾿
8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ
Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν
Cp. de Syn. 25. βασιλείας· ἔστι δὲ γελοῖον· ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς
τῷ Υἱῷ, πρόδηλον ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ·
ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ
c. 2. λέγοντες μόνον ὄνομα εἶναι ‘Υἱοῦ,᾿ ἀνούσιον δὲ καὶ ἀνυπόστατον
εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὸν Λόγον τοῦ Πατρὸς,
προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, ‘ἦν ποτε ὅτε οὐκ
ἦν·᾿ ἔστι δὲ καὶ τοῦτο γελοῖον· οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ
μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κᾂν χρόνῳ διδόντων. Καὶ
οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι.
Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται
αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατʼ ἐπίνοιαν ‘Λόγον’
λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες,
ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατʼ ἐπίνοιαν ‘Υἱὸν᾿ λέγεσθαι τὸν
To. c. 11. Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες.
Cp. c. 5. 9. ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν Τὰ δύο ἓν εἶναί φατε, ἢ
Cp. iii. 4. τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν
τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθὲν, καὶ
μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ
c. 2. ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα, τὸν αὐτὸν Υἱὸν καὶ
Πατέρα λέγοντος, καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν ‘Υἱὸς,’ τὸν
Πατέρα, ὅτε δὲ ‘Πατὴρ,’ τὸν Υἱόν. Εἰ δὲ τὰ δύο ἓν, ἀνάγκη
Cp. i. 9. δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα, καὶ κατὰ τὸ ὁμοούσιον
εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς εἶναι τὸν
Λόγον· ὥστε δύο μὲν εἶναι, ὅτι Πατήρ ἐστι καὶ Υἱὸς, ὅ ἐστι
Λόγος, ἓν δὲ, ὅτι εἴς Θεός. Εἰ γὰρ μὴ οὕτως ἐστὶν, ἔδει εἰπεῖν,
ἐγώ εἰμι ὁ Πατὴρ,ʼ ἣ. ‘ἐγὼ καὶ ὁ Πατήρ εἰμι.᾿ Νῦν δὲ ἐν
τῷ ‘ἐγὼ,᾿ τὸν Υἱὸν σημαίνει· ἐν δὲ τῷ καὶ ὁ Πατὴρ,᾿ τὸν
γεννήσαντα· ἐν δὲ τῷ ‘ἓν,’ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον
c. 2. αὐτοῦ. Οὐ γὰρ καθʼ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σοφία ἐστὶν,
ἢ ὁ αὐτὸς Πατὴρ καὶ Λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ
πατέρα εἶναι· ἡ δὲ θεία διδασκαλία οἶδε Πατέρα καὶ Υἱὸν, καὶ
σοφὸν καὶ σοφίαν, καὶ Θεὸν καὶ Λόγον· καθόλου μέντοι φυλάττει
iii. 6. 16. ἀδιαίρετον, καὶ ἀδιάσπαστον, καὶ ἀμέριστον κατὰ πάντα.
10. Ἐὰν δὲ, ὅτι δύο ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἀκούων τις
διαβάλλοι, ὡς ‘δύο θεῶνʼ καταγγελλομένων (τοιαῦτα γάρ τινες
ἑαυτοῖς ἀναπλάττονται, καὶ εὐθέως γελῶσιν, ὅτι ‘δύο θεοὺς
λέγετε’)· λεκτέον πρὸς τοὺς τοιούτους· Εἰ ὁ Πατέρα καὶ Υἱὸν
γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ‘ἕνα,’ ἀναιρεῖν
τὸν Υἱὸν, καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων ‘δύο’ Ἑλληνίζει,
οὐκοῦν ὁ λέγων ‘ἓν’ Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο,
ἀλλʼ ὥσπερ ὁ λέγων ‘Πατέρα καὶ Υἱὸν δύοʼ ἕνα Θεὸν λέγει,
οὕτως ὁ λέγων ‘ἕνα Θεὸν δύο φρονείτω Πατέρα καὶ Υἱὸν, ἕν Cp. Quicun- que, 3, 16.
ὄντας τῇ θεότητι, καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ
ἀχώριστον εἶναι τὸν Λόγον ἀπὸ τοῦ Πατρός. ἔστω δὲ παράδειγμα
ἀνθρώπινον, τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο
μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι
τὸ ἀπαύγασμα αὐτοῦ.
11. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσι· c. 8.
κἀκεῖνοι γάρ φασι διʼ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, Cp. ii. 24, 30.
ὥσπερ τοῦ Θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἣ
‘προβάληται’ κατʼ ἐκείνους, ἢ ‘κτίσῃ’ κατὰ τούτους. Ἀρειανοὶ
μὲν οὖν πλέον ἡμῖν ἢ τῷ Υἱῷ χαρίζοντι· οὐ γὰρ ἡμεῖς δι᾿
ἐκεῖνον, φασὶν, ἀλλʼ ἐκεῖνος διʼ ἡμᾶς γέγονεν· εἴγε διὰ τοῦτο
ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι᾿ αὐτοῦ κτίσῃ ὁ Θεός. Οὕτοι
δὲ, ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες, ἔλαττον τῷ Θεῷ ἢ ἡμῖν
διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μὲν, ἐνθυμούμενοι
δὲ, ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι·
τὸν δὲ Θεὸν σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ
ἰσχύειν αὐτὸν βούλονται· εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν,
λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ
Λόγος, ἐν τῷ Θεῷ ὢν, τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι.
Εἰ μὲν οὖν ἀτελὴς ἦν, ἐν Θεῷ ὢν, γεννηθεὶς δὲ τέλειος γέγονεν,
ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε διʼ ἡμᾶς γεγέννηται· δι᾿ iii. 51.
ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος
ἦν ἐν Θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ·
ἐδύνατο γὰρ, καὶ ἐν Πατρὶ ὢν, δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται,
ἢ γεγέννηται οὐ διʼ ἡμᾶς, ἀλλʼ ὅτι ἀεὶ ἐκ τοῦ Πατρός
ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν,
ἀλλὰ τὸ ‘ἐκ ΘΕοῦ’ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.
Nic. Cr.
12. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Πατρὸς τολμῶντες φανήσονται.
Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι
αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι, λαλήσαντα. Καὶ πόθεν
προσείληφε; καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο, ἔχων ἐν ἑαυτῷ τὸν
Λόγον, ποιεῖν, περιττῶς γεννᾷ, δυνάμενος καὶ σιωπῶν ποιεῖν.
Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι ἐν τῷ Θεῷ ἦν ὁ Λόγος, ἄρα
γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ Θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν
John xiv. 10. λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί;’ Εἰ δὲ νῦν ἐν
τῷ Πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ Πατρὶ, ὥσπερ καὶ νῦν ἐστι,
Cp. Euseb. c. Marc. ii. 2. 40. καὶ περιττὸν τὸ λέγειν, ‘Διʼ ἡμᾶς γεγέννηται, καὶ μεθʼ ἡμᾶς
ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν.᾿ Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν,
οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλʼ ἔστιν ὥσπερ ἦν ἀεὶ, καὶ ὡσαύτως
καὶ κατὰ τὰ αὐτὰ ἔχων· ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται.
Εἰ γὰρ, ὅπερ ἦν τοῦτʼ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὢν, δῆλον
ὅτι οὐκ ἔστι νῦν ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν Θεῷ ἦν
πρότερον, καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον ὅτι οὐκ ἔστι νῦν
ἐν τῷ Θεῷ ὁ Λόγος. Ἀλλʼ ἐλέγχει τούτους ὁ Κύριος, λέγων,
‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ οὕτω γάρ ἐστι νῦν,
ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτω νῦν ἐστιν, ὥσπερ ἦν ἀεὶ, δῆλον ὅτι
οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν Θεῷ ἡσυχία
Cp. i. 14, 21. 28. Cp. c. 9. ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλʼ ἔστιν ἀεὶ Πατὴρ, καὶ Υἱὸς ὁ τούτου
Λόγος, οὐκ ὀνόματι μόνον ‘Λόγος,’ οὐδὲ κατʼ ἐπίνοιαν ‘Υἱὸς’ ὁ
Λόγος, ἀλλʼ ὑπάρχων ὁμοούσιος τῷ Πατρὶ, οὐ διʼ ἡμᾶς γεννηθεὶς,
ἡμεῖς γὰρ δι᾿ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι᾿ ἡμᾶς ἐγεννήθη,
καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει
αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δὲ ἵνα ᾖ ὅπερ πρότερον
ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ
γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα
τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ Θεῷ, σιωπήσει
πάλιν ὁ Θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν, σιωπῶντος
αὐτοῦ, ἡσυχία, καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ
γὰρ προελθόντος τοῦ Λόγου, γέγονεν ἡ κτίσις, καὶ ὑπῆρξεν,
c. 14. 25. οὕτω παλινδρομοῦντος τοῦ Λόγου, οὐχ ὑπάρξει ἡ κτίσις. Τίς
οὖν χρεία τοῦ γενέσθαι, εἰ παύσεται; ἢ τί καὶ ἐλάλει ὁ Θεὸς,
ἵνα μετὰ ταῦτα σιωπήσῃ; τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται;
τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελε; Τί δὲ πάλιν
ἔσται, ἄδηλον, ἢ γὰρ σιωπήσει ἀεὶ, ἢ πάλιν γεννήσει, καὶ
ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει (ἢ γὰρ ἂν
διέμεινεν ἡ γενομένη) ἀλλʼ ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην
παύσει, καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον.
13. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε, διαβεβαιουμένων ii. 11.
‘συστέλλεσθαιʼ καὶ πάλιν ‘ἐκτείνεσθαι᾿ τὸν Θεὸν μετὰ τῆς De Syn. 27. s. 6. Cp. Euseb. Ecel. Th. ii. 6. 2 ; iii. 4. 2 ; Epiph. Haer. 72. 10.
κτίσεως, καὶ ἀπείρως παύεσθαι, Τὸ γὰρ πλατυνόμενον ἀπὸ
στενότητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον
ἐκτείνεται· καὶ αὐτὸ μὲν ἔστι, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει.
Εἰ τοίνυν ἡ μονὰς, πλατυνθεῖσα, γέγονε τριὰς, ἡ δὲ μονάς
ἐστιν ὁ Πατὴρ, τριὰς δὲ Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα, πρῶτον
μὲν πλατυνθεῖσα ἡ μονὰς, πάθος ὑπέμεινε, καὶ γέγονεν ὅπερ οὐκ Cp. i. 17.
ἦν· ἐπλατύνθη γὰρ, οὐκ οὖσα πλατεῖα· ἔπειτα εἰ αὐτὴ ἡ μονὰς
ἐπλατύνθη εἰς τριάδα, τριὰς δέ ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον
Πνεῦμα, ὁ αὐτὸς ἄρα Πατὴρ γέγονε καὶ Υἱὸς καὶ Πνεῦμα κατὰ
Σαβέλλιον· ἐκτὸς εἰ μὴ ἡ λεγομένη παρ᾿ αὐτῷ μονὰς ἄλλο τί c. 2.
ἐστι παρὰ τὸν Πατέρα· οὐκ ἔτι οὖν ‘πλατύνεσθαιʼ ἔδει λέγειν,
ἀλλʼ ἡ μονὰς τριῶν ποιητικὴ, ὥστε εἶναι μονάδα, εἶτα καὶ Cp. de Syn. 45.
Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα. Εἰ γὰρ ἐπλατύνθη αὕτη, καὶ
ἐξέτεινεν ἑαυτὴν, αὐτὴ ἂν εἴη ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν,
πλατυνθεῖσα, οὐκ ἔτι μονάς ἐστι· μονὰς δὲ οὖσα, οὔπω ἦν
τριάς. Καὶ ὁ Πατὴρ ἄρα ὢν οὔπω ἦν Υἱὸς καὶ Πνεῦμα· γενόμενος
δὲ ταῦτα, οὐκ ἔτι Πατὴρ μόνον ἐστί. Ταῦτα δὲ καταψευδόμενος
ἄν τις εἴποι, τοῦ Θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων·
τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου ; ἢ τί ἐστι Cp. i. 16.
τὸ πλατυνόμενον, ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον ;
ταὐτὸν γάρ ἐστι, χρόνῳ μόνον διαφέρον ἑαυτοῦ.
14. Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος, πρὸς Κορινθίους
ἐπιστέλλων, ‘Μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ 2 Cor. vi. 12.
ὑμεῖς, Κορίνθιοι· τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν
μεταβάλλειν συμβουλεύει, Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν
πάλιν Κορίνθιοι καὶ στενοχωρούμενοι, οὐκ ἄλλοι ἐτύγχανον,
ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ Πατὴρ ἐπλατύνθη εἰς
τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ Πατὴρ μόνος. Τὸ αὐτὸ δὲ
πάλιν Φνσὶν, ‘ἡ καρδία ἡμῶν πεπλάτυνται·᾿ καὶ ὁ Νῶε γέγει, Ib. 11.
‘Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ· ᾿ ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Gen. ix
Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ μὲν οὖν ἡ μονὰς ἐπλάτυνεν,
Corr. εἰ δὲ αὐτῇ. ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτὴ ἐπλάτυνεν, αὐτὴ ὂν
εἴη, ὅπερ ἐπλατύνθη· τί δέ ἐστιν ἢ ὁ Υἱὸς καὶ Πνεῦμα
ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα, καλόν· Τίς ἡ ἐνέργεια
τοῦ τοιούτου πλατυσμοῦ; ἢ, ὡς ἐπʼ αὐτῆς ἀληθείας, διὰ τί
ὅλως ἐπλατύνθη; τὸ γὰρ μὴ μένον τὸ αὐτὸ, ἀλλʼ ὕστερον
πλατυνόμενον, ἔχειν ἀνάγκῃ δεῖ τὴν αἰτίαν, δι᾿ ἣν καὶ ἐπλατύνθη.
Εἰ μὲν οὖν ἵνα Λόγος καὶ Πνεῦμα συνῇ αὐτῷ, περιττὸν
τὸ λέγειν, ‘μονὰς,ʼ εἶτα, ‘ἐπλατύνθη·’ οὐ γὰρ ὕστερον Λόγος
Cp. i. 19. καὶ Πνεῦμα, ἀλλʼ ἀεὶ, ἵνα μὴ ἄλογος ὁ Θεὸς κατὰ τοὺς Ἀρειανούς.
Ὥστε, εἰ ἀεὶ ἦν Λόγος καὶ Πνεῦμα, ἀεὶ πλατεῖα, καὶ οὐ
πρῶτον μονάς. Εἰ δὲ ὕστερον ἐπλατύνθη, ὕστερον καὶ Λόγος.
Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλατύνθη, καὶ γέγονε τότε τριὰς,
ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν τριάς. Φανήσεται δὲ ὁ
Πατὴρ καὶ γεγονὼς σὰρξ,ʼ εἴγε αὐτὸς, μονὰς ὢν, ἐν τῷ ἀνθρώπῳ
ἐπλατύνθη· καὶ τάχα λοιπὸν μονὰς ἔσται, καὶ σὰρξ, καὶ, τὸ
τρίτον, Πνεῦμα, εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ ὀνόματι
μόνον τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον· δυνατὸν
γὰρ ἦν, καὶ μονάδα μένουσαν αὐτὴν, πάντα ποιεῖν· οὐ γὰρ
ἐνδεὴς ἦν πλατυσμοῦ ἡ μονὰς, οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι.
Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ Θεοῦ νοεῖν
καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον, εἰ γὰρ διὰ
τὴν κτίσιν ἐπλατύνθη, ἕως δὲ μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις, πάλιν
c. 12. δὲ ἔσται μετὰ τὴν συντέλειαν μονὰς ἀπὸ πλατυσμοῦ, ἀναιρεθήσεται
καὶ ἡ κτίσις. Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτως
παυομένου τοῦ πλατυσμοῦ παύσεται καὶ ἡ κτίσις.
15. Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ ‘πλατύνεσθαιʼ λέγειν εἰς
τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες
τολμῶσι διαιρεῖν Λόγον καὶ Υἱὸν, καὶ λέγειν ἄλλον μὲν εἶναι
τὸν Λόγον, ἕτερον δὲ τὸν Υἱὸν, καὶ πρότερον μὲν εἶναι τὸν
Λόγον, εἶτα τὸν Υἱόν· φέρε, καὶ περὶ τούτων ἴδωμεν. Ἔστι
(1.) δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν
(2.) ἀνέλαβεν ὁ Σωτὴρ, αὐτὸν εἶναι τὸν Υἱὸν λέγουσιν· οἱ δὲ τὸ
συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν Λόγον, Υἱὸν τότε γεγενῆσθαι,
(3.) ὅτε συνήφθησαν· ἄλλοι δέ εἰσιν οἱ λέγοντες, αὐτὸν
τὸν Λόγον τότε Υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν· ‘Ἀπὸ γὰρ
Λόγου,’ φασὶ, ‘γέγονεν Υἱὸς, οὐκ ὢν πρότερον Υἱὸς, ἀλλὰ Λόγος Cp. Macrostich, de Syn. 26. s. 5.
μόνον.’ Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν
τὸν Θεὸν, καὶ ἀρνεῖσθαι τὸν Υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον,
ὅτι, ὀνομάζοντες ‘Λόγον,ʼ ἀρνοῦνται αὐτὸν Υἱὸν εἶναι. Εἰ μὲν
γὰρ οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ ὁ Λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο
εἶναι Υἱόν· εἰ δὲ ἐκ τοῦ Θεοῦ ἐστι διὰ τί μὴ συνορῶσιν ὅτι τὸ
ἔκ τινος ὑπάρχον ‘υἱόςʼ ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ i. 14.
τοῦ Λόγου Πατήρ ἐστιν ὁ Θεὸς, διὰ τί μὴ καὶ ὁ Λόγος Υἱὸς ἂν
εἴη τοῦ ἑαυτοῦ Πατρός; ‘πατὴρʼ γὰρ τίς ἐστι καὶ λέγεται, οὗ
ἐστιν ὁ υἱός· καὶ ‘υἱόςʼ τίς ἐστι καὶ λέγεται ἐκείνου, οὗ ἐστιν ὁ
πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι Πατὴρ ὁ Θεὸς, οὐδὲ ὁ
Λόγος Υἱὸς ἂν εἴη· εἰ δὲ Πατὴρ ὁ Θεὸς, εἰκότως ἂν εἴη καὶ ὁ
Λόγος Υἱός. Εἰ δὲ ὕστερον μὲν Πατὴρ καὶ πρῶτον Θεὸς, Ἀρειανῶν i. 5.
μὲν τὸ φρόνημα· ἔπειτα, ἄτοπονμεταβάλλεσθαι τὸν Θεόν, σωματικὸν
γάρ· εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιητὴς, ἰστέον,
ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολὴ, οὐχὶ τοῦ Θεοῦ.
16. Εἰ μὲν οὖν ποίημα καὶ ὁ Υἱὸς, καλῶς ἂν ὕστερον Πατὴρ
καὶ ἐπʼαὐτοῦ· εἰ δὲ οὐ ποίημα ὁ Υἱὸς, ἀεὶ ἄρα ὁ Πατὴρ, ἀεὶ καὶ
ὁ Υἱός. Εἰ δὲ ἀεὶ ὁ Υἱὸς, αὐτὸς ἂν εἴη ὁ λόγος. Εἰ γὰρ μὴ
Υἱὸς εἴη ὁ Λόγος, καὶ τοῦτό τις ἀποτολμῶν εἴποι, ἢ τὸν Λόγον
‘Πατέραʼ λέγει, ἢ τὸν Υἱὸν κρείττονα τοῦ λόγου. Τοῦ γὰρ Υἱοῦ
‘ἐν κόλποις ὄντος τοῦ Πατρὸς,’ ἀνάγκη ἢ μὴ εἶναι πρὸ Υἱοῦ τὸν John i. 18.
Λόγον· οὐδὲν γάρ ἐστι πρὸ τοῦ ὄντος ἐν τῷ Πατρί· ἢ εἰ ὁ Λόγος
ἄλλος ἐστὶ παρὰ τὸν Υἱὸν, ὁ Λόγος ἂν εἴη ὁ Πατὴρ, ἐν ᾧ ἐστιν
ὁ Υἱός. Εἰ δὲ οὐκ ἔστιν ὁ Λόγος Πατὴρ, ἀλλὰ λόγος, ἐκτὸς ἂν
εἴη ὁ Λόγος τοῦ Πατρὸς, ὄντος τοῦ Υἱοῦ ἐν τοῖς κόλποις τοῦ
Πατρός. Οὐ γὰρ ἀμφότερα, ὅ τε Λόγος καὶ ὁ Υἱὸς, ἐν τοῖς
κόλποις, ἀλλʼ ἕνα εἶναι δεῖ, καὶ τοῦτον τὸν Υἱὸν, ὅς ἐστι μονογενής.
Καὶ πάλιν, εἰ ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς,
κρείττων εὑρεθήσεται ὁ Υἱὸς τοῦ Λόγου· ‘οὐδεὶς γὰρ γινώσκει Matt. xi. 27.
τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς,’ οὐχ ‘ὁ Λόγος.’ Ἢ τοίνυν οὐκ οἶδεν ὁ
Λόγος, ἢ εἰ οἶδε, ψεῦδος τὸ ‘οὐδεὶς γινώσκει. Τὸ αὐτὸ δὲ καὶ
ἐπὶ τοῦ ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, καὶ, ‘ἐγὼ καὶ John xiv. 9; x. 30.
ὁ Πατὴρ ἕν ἐσμεν Υἱοῦ γάρ εἰσι φωναὶ, καὶ οὐ Λόγου κατ᾿
αὐτούς· δῆλον δὲ ἀπὸ τῶν εὐαγγελίων. Κατὰ γὰρ τὸν Ἰωάννην,
λέγοντος τοῦ Κυρίου, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐβάστασαν Ib. x. 30—38.
λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. Ἀπεκρίθη αὐτοῖς ὁ
Ἰησοῦς· Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός· διὰ
ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ
Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας,
καὶ ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· Ἀπεκρίθη
αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ
ὑμῶν, ὅτι ‘‘ἐγὼ εἶπα, θεοί ἐστε; ᾿᾿ εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς
οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφὴ,
ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε,
ὅτι “βλασφημεῖς,” ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι ; εἰ οὐ ποιῶ τὰ
ἔργα τοῦ Πατρὸς, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ
πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι
ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί·’ Καίτοι, ὅσον ἐκ τοῦ
προφανοῦς δεῖ νοεῖν, οὔθʼ ὅτι ‘Θεός εἰμι,’ οὐδʼ ὅτι ‘Υἱὸς Θεοῦ
εἰμι,᾿ εἶπεν, ἀλλʼ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.᾿
17. Οὁ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι ‘ἓν’ ἐνόμιζον κατὰ
Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν Πατέρα· ὁ δέ γε Σωτὴρ
ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν, ὅτι ‘εἰ καὶ Θεὸν
εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον, Ἐγὼ εἶπα, θεοί ἐστε·᾿
εἶτα τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν’ σαφηνίζων, ἐν τῷ Υἱῷ
τὴν πρὸς τὸν Πατέρα ἑνότητα ἀποδέδωκε λέγων, ‘ὅτι εἶπον, Υἱός
εἰμι τοῦ Θεοῦ.᾿ Εἰ γὰρ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν
τοῦ ‘ἕν ἐσμεν ἀποδέδωκε τῷ Υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν
Πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ᾿ ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ Υἱός ;
Ἐπιφέρει γοῦν, ‘ἵνα γινώσκητε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ
Πατὴρ ἐν ἐμοί.’ Τὸ γὰρ ‘ἓν’ ἐπεξηγούμενος, οὐκ ἐν τῷ αὐτὸ
εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλʼ ἐν τῷ αὐτὸν ἐν τῷ
Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τὴν συνάφειαν καὶ τὸ ἀχώριστον.
Cp. iii. 4. Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ
εἰπεῖν οὐχ, ‘ὁ Πατήρ εἰμι,᾿ ἀλλὰ, ‘ὁ Υἱὸς τοῦ Θεοῦ·᾿ καὶ
Ἄρειον ἐν τῷ εἰπεῖν, ‘ἕν ἐσμεν.᾿ Εἰ τοίνυν ὁ Υἱὸς ἄλλο, καὶ
ὁ Λόγος ἄλλο, οὐχ ὁ Λόγος ἕν ἐστι πρὸς τὸν Πατέρα, ἀλλʼ ὁ
Υἱός· οὐδὲ ὁ τὸν Λόγον ‘ἑωρακὼς ἑώρακε τὸν Πατέρα,ʼ ἀλλʼ ὁ
τὸν Υἱόν. Τούτων δὲ δεικνυμένων, ἢ μείζων ὁ Υἱὸς τοῦ Λόγου,
ἢ πλεῖον οὐδὲν ὁ Λόγος τοῦ Υἱοῦ ἔχει. Τί γὰρ μεῖζον ἢ τελειότερον
τοῦ ‘ἓν,ʼ καὶ τοῦ ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν
ἐμοὶ,᾿ καὶ τοῦ ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;’ Καὶ γὰρ John xiv. 9. 10.
καὶ αὗται αἱ φωναὶ τοῦ Υἱοῦ εἰσι. Φησὶ γοῦν ὁ αὐτὸς Ἰωάννης,
‘Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πέμψαντά με·᾿ καὶ, ‘ὁ ἐμὲ δεχόμενος, Ib. xii. 45. Matt. x. 40. John xii. 46- 48.
δέχεται τὸν ἀποστείλαντά με·ʼ καὶ ‘ἐγὼ φῶς εἰς τὸν
κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ
μείνῃ·᾿ καὶ, ‘Ἐάν τίς μου ἀκούσῃ τῶν λόγων, καὶ μὴ φυλάξῃ,
ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ
ἵνα σώσω τὸν κόσμον. Ὁ λόγος δὲ ὃν ἀκούει, ἐκεῖνος κρινεῖ
αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι.᾿ Ib. xiv. 12.
Τὸ κήρυγμα δέ φησι κρίνειν τὸν μὴ φυλάξαντα τὴν ἐντολήν.
‘Εἰ γάρ,ʼ φησι, ‘μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίον οὐκ Ib. xv. 22.
εἶχον· νῦν δὲ πρόφασιν οὐχ ἕξουσι, φησὶ, ἀκηκοότες μοῦ τῶν
ῥημάτων, διʼ ὧν σωτηρίαν καρπίζονται οἱ φυλάσσοντες.ʼ
18. Ἴσως μὲν οὖν ἂν εἴποιεν ἀναιδῶς, μὴ Υἱοῦ. ἀλλὰ Λόγου
εἶναι τὴν φωνὴν ταύτην. Ἀλλʼ ἐν τοῖς ἀνωτέρω λεχθεῖσι δῆλον
ἐγένετο ὅτι Υἱός ἐστιν ὁ λέγων. Ὁ γὰρ λέγων ἐνταῦθα, ‘οὐκ
ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι,᾿ δείκνυται οὐκ ἄλλος
εἶναι ἢ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Φησὶ γὰρ ἐν τοῖς ἔμπροσθεν
ὁ αὐτὸς Ἰωάννης, ‘Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, Ib. iii. 16-19.
ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων
ἐπʼ αὐτὸν μὴ ἀπόληται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν
ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον,
ἀλλʼ ἴνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Ὁ πιστεύων εἰς αὐτὸν οὐ
κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς
τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ
κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ
ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ
ἔργα.᾿ Εἰ ὁ λέγων, ‘οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον,
ἀλλʼ ἵνα σώσω αὐτὸν,ʼ αὐτός ἐστιν ὁ λέγων, ‘ὁ θεωρῶν ἐμὲ, Ib. xii. 45.
θεωρεῖ τὸν πέμψαντά με·᾿ ὁ δὲ ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ
μὴ κρῖναι αὐτὸν, ὁ μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ· δῆλον ὅτι ὁ
αὐτὸς Υἱός ἐστιν ὁ λέγων, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά
με.᾿ Καὶ γὰρ ὁ λέγων, ‘ὁ πιστεύων εἰς ἐμὲ,’ καὶ,
‘ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, ἐγὼ οὐ κρίνω αὐτὸν,᾿ αὐτός
ἐστιν ὁ Υἱὸς, περὶ οὗ ταῦτά φησιν, ‘ὁ πιστεύων εἰς αὐτὸν οὐ
κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς
Cp. John iii. 19. τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.᾿ Καὶ πάλιν, ‘καὶ
αὕτη ἐστὶν ἡ κρίσις τοῦ μὴ πιστεύοντος εἰς τὸν Υἱὸν, ὅτι τὸ φῶς
ἐλήλυθεν εἰς τὸν κόσμον,ʼ καὶ οὐκ ἐπίστευσαν αὐτῷ, δηλονότι
τῷ Υἱῷ· αὐτὸς γὰρ ἂν εἴη ‘τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον
τὸν ἐρχόμενον εἰς τὸν κόσμον· καὶ ὅσον χρόνον ἐπὶ γῆς
ὑπῆρχε κατὰ τὴν ἐνανθρώπησιν, φῶς εἰς τὸν κόσμον ἦν, ὡς ἔφη
Ib. xii. 36, 46. αὐτός· ‘ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ
φωτὸς γένησθε· ἐγὼ γὰρ φῶς,᾿ φησὶν, ‘εἰς τὸν κόσμον ἐλήλυθα.᾿
19. Καὶ τούτου τοίνυν δειχθέντος, δῆλον ὅτι Υἱός ἐστιν ὁ
Λόγος. Εἰ δὲ ὁ Υἱός ἐστι τὸ φῶς τὸ εἰς τὸν κόσμον ἐληλυθὸς,
ἀναντιῤῥήτως διὰ τοῦ Υἱοῦ ὁ κόσμος ἐγένετο. Ἐν γὰρ τῇ ἀρχῇ
τοῦ εὐαγγελίου περὶ τοῦ βαπτιστοῦ λέγων Ἰωάννου ὁ εὐαγγελιστής
φησιν, ‘οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ
τοῦ φωτός·᾿ Ἦν γὰρ, ὡς προέφημεν, ‘τὸ φῶςʼ αὐτὸς ὁ Χριστὸς
‘τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς
τὸν κόσμον.’ Εἰ γὰρ ‘ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ
ἐγένετο,’ ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν Λόγον τοῦ Θεοῦ, περὶ οὗ
καὶ πάντα διʼ αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους
ἀναγκασθήσονται λέγειν, ἵνʼ ὁ μὲν δι᾿ Υἱοῦ, ὁ δὲ διὰ τοῦ Λόγου
εἴη γεγονώς· ἢ, εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον
καὶ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ Λόγον πρὸ πάσης κτίσεως·
δι᾿ αὐτοῦ γὰρ γέγονεν. Οὐκοῦν εἰ ὡς διὰ τοῦ Λόγου, οὕτω καὶ
διὰ Υἱοῦ τὰ πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ
ταὐτὸν εἴη ἂν εἰπεῖν, ὡς ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος,ʼ ἐν ἀρχῇ ἦν ὁ
Υἱός. Εἰ δὲ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης, ‘ἐν ἀρχῇ ἦν ὁ Υἱὸς,᾿
οὐχ ἁρμόζειν φήσουσι τῷ Υἱῷ τὰ τοῦ Λόγου, ὥρα καὶ τὰ τοῦ
Ib. x. 30. Υἱοῦ μὴ ἁρμόζειν τῷ Λόγῳ. Τοῦ δὲ Υἱοῦ ἐδείχθη τὸ ‘ἐγὼ καὶ
Ib. i. 18. ὁ Πατὴρ ἕν ἐσμεν,ʼ καὶ τὸ, ‘ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς,᾿
Al. om. ὑπ. αυτ. ὑπάρχειν αὐτόν· καὶ τὸ, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με·ʼ
κοινὸν μέντοι πρός τε τὸν Λόγον καὶ τὸν Υἱὸν τὸ τὸν κόσμον διʼ
αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι
τὸν Υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γιγνομένων εἶναι.
Καὶ τὸ πρὸς Φίλιππον δὲ λεγόμενον οὐ τοῦ Λόγου κατʼ αὐτοὺς
Ib. xiv, 9-13. ἂν εἴη, ἀλλὰ τοῦ Υἱοῦ. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· ‘Τοσοῦτον
χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς
ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν
τὸν Πατέρα; οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ
ἐν ἐμοί ἐστι; τὰ ῥήματα, ἃ ἐγὼ λαλῷ ὑμῖν, ἀπʼ ἐμαυτοῦ οὐ
λαλῶ· ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.
Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, εἰ
δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν,
ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ
μείζονα τούτων ποιήσει, ὅτι ἔγω πρὸς τὸν Πατέρα πορεύομαι.
Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα
δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.᾿ Οὐκοῦν εἰ ὁ Πατὴρ δοξάζεται ἐν
τῷ Υἱῷ, ὁ Υἱὸς ἂν εἴη ὁ λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ
Πατὴρ ἐν ἐμοί·᾿ αὐτὸς καὶ τὸ, ‘ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν
Πατέρα. Αὐτὸς γὰρ ὁ ταῦτα λέγων Υἱὸν ἑαυτὸν δείκνυσιν
ἐπάγων, ‘ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.᾿
20. Eἰ μὲν οὖν τὸν ἄνθρωπον, ὃν ἐφόρεσεν ὁ Λόγος, αὐτὸν (1.)
εἶναι λέγουσι τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, καὶ μὴ τὸν Λόγον
Υἱὸν, ὁ ἄνθρωπος ἂν εἴη ἀκολούθως ὁ ‘ἐν τῷ Πατρὶ,ʼ ἐν ᾧ καὶ ὁ
Πατὴρ ‘ἐν αὐτῷ·’ καὶ ὁ ἄνθρωπος ἂν εἴη, ὁ ‘ἓν’ ὢν αὐτὸς καὶ ὁ
Πατὴρ, καὶ ‘ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ‘τὸ φῶς τὸ ἀληθινόν·
Ἀναγκασθήσονται δὲ καὶ ‘δι᾿ αὐτοῦ’ τοῦ ἀνθρώπου εἰπεῖν
τὸν κόσμον γεγενῆσθαι, καὶ τὸν ἄνθρωπον εἶναι τὸν ‘ἐλθόντα μὴ
κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι’ αὐτόν· αὐτὸν δὲ εἶναι καὶ πρὶν
Ἀβραὰμ γενέσθαι. ‘Ἰησοῦς’ γὰρ, φησὶν, ‘εἷπεν αὐτοῖς· Ἀμὴν, John viii. 58.
ἀμὴν λέγω ὑμίν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.’ Καὶ πῶς
οὐκ ἄτοπον κατʼ αὐτοὺς τὸν ἐκ σπέρματος Ἀβραὰμ μετὰ δύο καὶ Matt. i 17.
τεσσαράκοντα γενεὰς γενόμενον λέγειν, ‘πρὶν’ Ἀβραὰμ γενέσθαι,’
ὑπάρχειν; πῶς δὲ οὐκ ἄτοπον, εἰ ἡ σὰρξ, ἣν ἐφόρεσεν ὁ
Λόγος, αὕτη ἐστὶν ὁ Υἱὸς, λέγειν τὴν ἐκ Μαρίας σάρκα ταύτην
εἶναι, διʼ ἧς ὁ κόσμος ἐγένετο; πῶς δὲ φήσουσι καὶ τὸ ‘ἐν John i. 10.
τῷ κόσμῳ ἦν;’ τὸ γὰρ πρὸ τῆς κατὰ σάρκα γενέσεως τοῦ Υἱοῦ
σημαίνων ὁ εὐαγγελιστὴς, ἐπήγαγε λέγων, ‘ἐν τῷ κόσμῳ ἦν.’
Πῶς δὲ εἰ μὴ ὁ Λόγος Υἱός ἐστιν, ἀλλʼ ὁ ἄνθρωπος Υἱὸς, δύναται
τὸν κόσμον σῶσαι, εἶς ὢν καὶ αὐτὸς τοῦ κόσμου; Εἰ δὲ
ἀναισχυντοῖεν ἐπὶ τούτοις, ποῦ ἔσται ὁ Λόγος, τοῦ ἀνθρώπου
ὄντος ‘ἐν τῷ Πατρί;ʼ πόστος δὲ ἔσται ὁ Λόγος πρὸς τὸν Πατέρα,
τοῦ ἀνθρώπου καὶ τοῦ Πατρὸς ‘ἓν᾿ ὄντων; Εἱ δὲ ὁ ἄνθρωπος
μονογενής ἐστι, πόστος ἔσται ὁ Λόγος; Ἢ γὰρ δεύτερον
εἶναι αὐτὸν λέξειέ τις· ἢ εἰ ὑπὲρ τὸ μονογενές ἐστιν, αὐτὸς ἂν
εἴη ὁ Πατήρ. ἅσπερ γὰρ εἷς ἐστιν ὁ Πατὴρ, οὕτως ἓν καὶ τὸ
ἐξ αὐτοῦ μονογενές. Τί δὲ καὶ πλέον ὁ Λόγος ἔχει τοῦ ἀνθρώπου,
εἴ γε οὐχ ὁ Λόγος Υἱός ἐστι; Διὰ μὲν γὰρ Υἱοῦ καὶ τοῦ
Λόγου ὁ κόσμου γεγενῆσθαι γέγραπται, καὶ κοινόν ἐστι τῷ τε
Λόγῳ καὶ τῷ Υἱῷ τὸ δημιουργεῖν τὸν κόσμον· τὸ δὲ ὁρᾶν τὸν
Πατέρα οὐκ ἔτι ἐν τῷ Λόγῳ γέγραπται, ἀλλʼ ἐν τῷ Υἱῷ· καὶ τὸ
σώζειν τὸν κόσμον οὐκέτι διὰ τοῦ Λόγου ἐλέχθη, ἀλλὰ διὰ τοῦ
John. xiv. 9. μονογενοῦς Υἱοῦ, ‘Εἶπεʼ γὰρ, φησὶν, ‘ὁ Ἰησοῦς· Τοσοῦτον
χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς
ἐμὲ. ἑώρακε τὸν Πατέρα.᾿ Καὶ τὸν Πατέρα δὲ οὐχ ὁ Λόγος
γέγραπται γινώσκειν, ἀλλʼ ὁ Υἱός· ὁρᾷν δὲ τὸν Πατέρα οὐχ ὁ
Λόγος εἴρηται, ἀλλʼ ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον
τοῦ Πατρός.᾿
21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται
μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ
ἄλλος ὁ Λόγος; πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλʼ
Ib. iii. 36. εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι· φησὶ γὰρ ὁ Ἰωάννης, ‘ Ὁ
πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ
Cp. ii. 41. οὐκ ὄψεται ζωήν.᾿ Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾦ πάσης
πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ ‘εἰς Λόγον.᾿ ἀλλʼ ‘εἰς Πατέρα
καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμαʼ δίδοται. Εἴπερ οὖν κατʼ αὐτοὺς
ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ
Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν
ὁ Λόγος κατʼ αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ
βαπτίσματος δόσει; Ἀλλʼ ἴσως ἂν εἴποιεν, ‘Ἐν τῷ τοῦ
Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ
Cp. iii. 15; Tom. ad Antioch. 5; ad Serap. i. 12. τὸ Πνεῦμα; ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; καὶ ἄνθρωπος
μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται,
τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα
κατʼ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλʼ εἰς τετράδα, Πατέρα, καὶ
Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι,
εἰς ἕτερον καταφεύγουσι, καί φασι ‘μὴ τὸν ἄνθρωπον καθʼ
ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε
(2.) Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα
Υἱὸς “ὡς αὐτοὶ λέγουσιν,” ὀνομάζεται.’ Τί τοίνυν τίνος αἴτιον,
καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; ἢ, ἴνα λευκότερον
εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱὸς, ἢ διὰ τὸν Λόγον ἡ
σὰρξ Υἱὸς λέγεται; ἢ οὐδʼ ὁπότερον τούτων, ἀλλʼ ἡ ἀμφοῖν
σύνοδος; Εἰ μὲν οὖν ὁ Λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν
σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ
τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς
λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς
γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος
μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν
εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν
εἶναι τὸν Υἱὸν, ὃι᾿ ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.
22. Ἐπεὶ εἰ. μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν
ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται
μᾶλλον, λέγων, ‘ὁ Πατήρ μου,’ καὶ, ‘ἐγὼ ἐκ τοῦ Πατρός;’ John v. 17.
Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ Cf. ib. xvi. 28.
μόνος αὐτὸς ‘ἐξῆλθεν ἐκ τοῦ Πατρός.’ έγει δέ ποτε καὶ ἡμῶν
αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν ‘κεκοινωνηκέναι τῇ ἡμετέρᾳ Heb. ii. 14.
τέρα σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν᾿, ἐπειδὴ
ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται
καὶ ἡμῶν Πατήρ. ‘Ἀπέστειλε’ γὰρ, φησὶ, ‘τὸ Πνεῦμα τοῦ Gal. iv. 6.
Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ Cp. ii. 59.
Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ
ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὥν οὐκ ἔστιν εἰς
τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη.
Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη
πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν
‘υἱῶν,’ εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱὸν. ‘Υἱοὺς’ γὰρ, Isa. i. 2.
φησὶν, ‘ἐγέννησα·’ καὶ ἐπὶ Νῶε, ‘ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ·’ Gen. vi. 2.
καὶ ἐν τῇ δῇ· ‘Οὐκ αὐτὸς οὖτός σου Πατήρ;’ Οὐκοῦν ἦν καὶ Deut. xxxii. 6.
ὁ ἀληθῶς Υἱὸς, δι᾿ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατʼ ἐκείνους πάλιν
οὐδʼ ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον,
ἀνάγκη μηδʼ ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον,
μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, διʼ ἢν καὶ συνήφθησαν·
καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ.
Οὑκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἰός. Τούτων
(3.) δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες ‘μὴ τὸν ἄνθρωπον
εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν
Cp. Euseh. c. Marc. ii. 1. 1. ἀρχῇ μὲν εἶναι Λόγον ἀπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι
Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ
Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον
σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός.᾿
Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον
ἐναργῆ.
23. Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν Υἱὸς, ἡ ἐνανθρώπησις
αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν Υἱὸν, ἢ τὸ
συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἑπειτα, εἰ
πρῶτον Λόγος, καὶ ὕστερον Υἱὸς, φανήσεται ὕστερον ἐγνωκὼς
τὸν Πατέρα, καὶ οὐ πρότερον· οὐ γὰρ ᾖ Λόγος γινώσκει, ἀλλʼ
Matt. xi. 27. ᾗ Υἱός· ‘οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός.᾿
Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ‘ἐν κόλποις τοῦ Πατρὸςʼ
γέγονε, καὶ ὕστερον αὐτὸς καὶ ὁ Πατὴρ ‘ἓν᾿ γεγόνασι, καὶ ὕστερον
τὸ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.᾿ Ταῦτα γὰρ πάντα
ἐφʼ Υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν,
c. 2. ‘Οὐδὲν ἦν ὁ Λόγος, ἀλλʼ ὄνομα μόνον Οὔτε γὰρ ἐν ἡμῖν μετὰ
τοῦ Πατρὸς, οὔτε ὁ τὸν Λόγον ἑωρακὼς ἔβλεπε τὸν Πατέρα,
οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ Πατήρ· διὰ γὰρ Υἱοῦ γινώσκεται ὁ
Πατήρ· οὕτω γὰρ καὶ γέγραπται, ‘καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.’
Μήπω δὲ ὄντος τοῦ Λόγου Υἱοῦ, οὐδέπω τις ἐγίνωσκε τὸν Πατέρα.
Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; αὐτὸς γὰρ
Cp. 1 K (I Sam.)ii. 27. ἐν ταῖς Βασιλείαις φησὶν, ‘Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς
πάντας τοὺς πατέρας ὑμῶν.᾿ Εἰ δὲ ἀπεκαλύφθη Θεὸς, δῆλον
ὅτι ἦν ὁ ἀποκαλύπτων Υἱὸς, ὡς αὐτός φησι, ‘καὶ ᾧ ἐὰν ὁ Υἱὸς
ἀποκαλύψῃ. Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον
εἶναι τὸν Λόγον, καὶ ἄλλον εἶναι τὸν Υἱόν. Πόθεν δὲ ἄρα τὴν
τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ, ‘διὰ τὸ
μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ, ἀλλὰ περὶ Λόγου,ʼ καὶ διὰ
τοῦτο νεώτερον ὑπονοεῖν τοῦ Λόγου τὸν Υἱὸν διαβεβαιοῦνται,
‘ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλʼ ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη.
Ταῦτʼ ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν
Cp. S. Aug. c. Faust. iv. 1. τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων
καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιῇ, τῶν δὲ τῇ νέᾳ
ἀντιλεγόντων· ἔπειτα κατʼ αὐτοὺς, εἰ τὰ ἐν τῇ παλαιῇ κείμενα
προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστι, καὶ ἐκ τῶν
γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ
‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,ʼ τό τε μονογενὴς,᾿ καὶ τὸ ‘ὁ John x. 30.
ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·ʼ οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλʼ Ib. i. 18. Ib. xiv. 9.
ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.
24. Οὐ μὴν δὲ, ἀλλʼ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ
πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ Ὑἱός μου εἶ σὺ, Ps. ii. 7.
ἐγὼ σήμερον γεγέννηκά σε·’ καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ, ‘Εἰς Ib. ix.
τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.᾿ καὶ
ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, Ib. xliv. (xlv.)
τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, δὴ ὑπὲρ τοῦ ἀγαπητοῦ·᾿
καὶ ἐν τῷ Ἡσαΐᾳ, ‘Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ Isa. v. 1.
ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ.ʼ
Τὸ δὲ ἀγαπητὸς τίς ἂν εἴη ἢ Υἱὸς μονογενής; ὡς καὶ
ἐν τῷ ἑκατοστῷ ἐννάτῳ, ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά Ps. cix. (cx.) 3.
σε,’ περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δὲ, ‘πρὸ Prov. viii. 25.
δὲ πάντων τῶν βουνῶν γεννᾷ με·᾿ καὶ ἐν τῷ Δανιὴλ, ‘καὶ ἡ Dan. iii. 25.
ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ,ʼ καὶ ἄλλα πλείονα. Εἰ
τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ Υἱὸς,
ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ‘ναὶ,ʼ φασὶ, Cp. Euseb. Ecel. Th. i. 18. 4.
‘κεῖται μὲν, προφητικῶς δὲ ἔστω.ʼ Οὐκοῦν καὶ περὶ τοῦ Λόγου
προφητικῶς εἰρῆσθαι λεχθείη ἄν· οὐ γὰρ τὸ μὲν, τὸ δέ. Εἰ
γὰρ τὸ ‘Υἱός μου εἶ σὺ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ
Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν Οὐ γὰρ εἶπεν, Ps. xxxii. (xxxiii.) 6.
‘ἐγένοντο,ʼ οὐδὲ ‘ἐποίησεν.᾿ Ὅτι δὲ τὸ ‘ἐστερέωσεν᾿ ἐπὶ
μέλλοντος, φησίν· ‘Ὁ Κύριος ἐβασίλευσεν·᾿ εἶτα· ‘Καὶ γὰρ Ib. xcii. (xciii.) 1.
ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται Καὶ εἰ τὸ ἐν
τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘ὑπὲρ τοῦ ἀγαπητοῦ,ʼ ἐπὶ μέλλοντος, Ib. xliv. (xlv. ) 1.
δῆλον ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ ‘ἐξηρεύξατο ἡ καρδία
μου Λόγον ἀγαθόν.’ Καὶ εἰ τὸ ἐκ γαστρὸςʼ ἐπὶ ἀνθρώπου, Ib. cix. (cx.) 3.
ἄρα καὶ τὸ ‘ἐκ καρδίας·᾿ Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ
καρδία σωματικόν. Εἰ δὲ τὸ ‘ἐκ καρδίαςʼ ἀίδιον, καὶ τὸ ‘ἐκ
γαστρὸς ἀίδιον· καὶ εἰ ὁ μονογενὴς ἐν κόλποις, καὶ ὁ ἀγαπητὸς
ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ
ἀγαπητὸν, ὡς τὸ ‘οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.’ Οὐ γὰρ Matt. iii. 17.
δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων, εἶπε τὸ ‘ἀγαπητὸς,’ ἵνα
μὴ τοὺς ἄλλους μισεῖν δόξῃ· ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ
μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ. Καὶ τῷ’ Ἀβραὰμ γοῦν σημᾶναι
Gen. xxii. 2. θέλων ὁ Λόγος τὸ μονογενὲς, φησί· ‘προσένεγκε τὸν υἱόν σου
τὸν ἀγαπητόν.’ Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν
Ἰσαάκ. Ἔστιν ἄρα ὁ Λόγος Υἱὸς, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς
Υἱὸς, ἀλλʼ ἀεὶ Υἱός. Εἰ γὰρ μὴ Υἱὸς, οὐδὲ λόγος· καὶ εἰ
μὴ λόγος, οὐδὲ Υἱὸς. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς Υἱός ἐστι. Τί δέ
ἐστιν ἐκ τοῦ Πατρὸς εἰ μὴ Λόγος, ὁ ἐκ καρδίας προελθὼν, καὶ ἐκ
γαστρὸς γεννηθείς; οὐ γὰρ ὁ Πατὴρ Λόγος ἐστίν· οὐδὲ ὁ Λόγος
Πατήρ ἐστιν· ἀλλʼ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ ὁ μὲν ηεννᾷ, ὁ
δὲ γεννᾶται.
Cp. i. 5. 25. Μαίνεται μὲν οὖν Ἄρειος, ‘ἐξ οὐκ ὄντων᾿ εἶναι λέγων τὸν
Υἱὸν, καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν.’ Μαίνεται δὲ καὶ Σαβέλλιος,
c. 2. λέγων τὸν Πατέρα εἶναι Υἱὸν, καὶ ἔμπαλιν τὸν Υἱὸν εἶναι
Πατέρα, ὑποστάσει μὲν ἓν, ὀνόματι δὲ δύο· μαίνεται δὲ καὶ
παραδείγματι χρώμενος τῇ τοῦ Πνεύματος χάριτι· φησὶ γὰρ,
1 Cor. xii. 4. Ὥσπερ ‘“διαιρέσεις) χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα,” οὕτω
c. 13. καὶ ὁ Πατὴρ ὁ αὐτὸς μὲν ἔστι, πλατύνεται δὲ εἰς Υἱὸν καὶ
Πνεῦμα,’ Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ
Πνεύματος, οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ ἐστιν, ἔσται ὁ Πατὴρ Λόγος
καὶ Πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος Πατὴρ, ᾧ δὲ Λόγος, ᾧ δὲ
Πνεῦμα, πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν
Υἱὸς καὶ Πνεῦμα, τῷ δὲ ὄντι Πατὴρ μόνον· ἀρχὴν μὲν ἔχων τὸ
γίνεσθαι Υἱὸς, παυόμενος δὲ τοῦ λέγεσθαι Πατήρ· καὶ ἐνανθρωπήσας
μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας· καὶ ψευδόμενος
μὲν τῷ λέγειν, ‘ἐγὼ καὶ ὁ Πατὴρ, τῷ δὲ ὄντι αὐτὸς ὢν
ὁ Πατήρ· καὶ ὅσα ἄλλα ἐπὶ Σαβελλίου ἄτοπα ἀπαντᾶ. Ἀνάγκη
δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ Υἱοῦ καὶ τοῦ Πνεεύματος, τῆς
χρείας πληρωθείσης· καὶ ἔσται λοιπὸν ἄχρι παιδιᾶς τὰ γινόμενα,
ὅτι μὴ ἀληθείᾳ ἀλλʼ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ
ὀνόματος τοῦ Υἱοῦ κατʼ αὐτοὺς, παύσεται καὶ τοῦ βαπτίσματος
c. 11. ii. 25. ἡ χάρις· ‘εἰς’ γὰρ ‘Υἱὸν’ ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς
τῆς κτίσεως; εἰ γὰρ ἵνα ἡμεῖς κτισθῶμεν προῆλθεν ὁ Λόγος,
καὶ, προελθόντος αὐτοῦ, ἐσμεν, δῆλον ὅτι, ἀναχωροῦντος αὐτοῦ
εἰς τὸν Πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὔτω γὰρ ἔσται,
ὥσπερ ἦν· οὕτως οὐκ ἔτʼ ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκέτι c. 14.
γὰρ προελθόντος, οὐκέτι ἡ κτίσις ἔσται.
26. Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ Υἱὸς οὐκ ἀρχὴν ἔχει
τοῦ εἶναι, ἀλλʼ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ Πατρί
ἐστι, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ, λέγων οὕτως,
‘Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεντοῖς ὀφθαλμοῖς ἡμῶν, Ι John i. 1, 2.
ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγουτῆς
ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν,
καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν
Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.᾿ Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ
γέγονεν, ἀλλʼ ‘ἦν πρὸς τὸν Πατέρα,ʼ ἐν τῷ τέλει τῆς ἐπιστολῆς
τὸν Υἱὸν εἶναί φησι τὴν ζωήν· γράφει δʼ οὖν· ‘Καί ἐσμεν ἐν τῷ Ib. v. 20.
ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ Cp. iii. 19.
ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.᾿ Εἰ δὲ ὁ Υἱός ἐστιν ἡ ζωὴ,
καὶ αὕτη πρὸς τὸν Πατέρα, καὶ εἰ ὁ Υἱὸς ἦν πρὸς τὸν Πατέρα,
λέγει δὲ ὁ αὐτὸς, ‘καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,ʼ ὁ Υἱὸς ἂν John i. 1.
εἴη ὁ Λόγος, ὁ ἀεὶ ὢν πρὸς τὸν Πατέρα. Ὡσπερ δὲ ὁ Υἱὸς
Λόγος ἐστὶν, οὕτως ὁ Θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὁ μέντοι
Υἱὸς κατὰ τὸν᾿ Ἰωάννην ‘Θεὸςʼ οὐχ ἀπλῶς, ἀλλʼ ‘ἀληθινὸς Θεόςʼ
ἐστι. Καὶ γὰρ κατὰ τὸν αὐτὸν τοῦτον, ‘καὶ Θεὸς ἦν ὁ Λόγος·᾿ Ibid.
ἔλεγέ τε ὁ Υἱὸς, ‘ἐγώ εἰμι ἡ ζωή.᾿ Οὐκοῦν ὁ Υἱὸς Λόγος ἐστὶ Ib. i. 18.
καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ Πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ
εἰρημένον, ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,᾿ Ib. i. 18.
δείκνυσι τὸν Υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ λέγει ὁ Ἰωάννης ‘Υἱὸν,᾿
τοῦτον ‘χεῖραʼ ὁ Δαβὶδ ψάλλει λέγων· ‘Ἱνατί ἀποστρέφεις τὴν Ps. lxxiii. (lxxiv.) 11.
χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου;’
Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ Υἱὸς ἐν κόλπῳ, ὁ Υἱὸς ἂν
εἴη ἡ χεὶρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ Υἱὸς, διʼ οὗ ἐποίησε τὰ πάντα ὁ Cp. ii. 71.
Πατήρ. ‘Ἡ χείρ σουʼ γὰρ, φησὶν, ‘ἐποίησε ταῦτα πάντα,ʼ καὶ, Isa. Ixvi. 2.
‘τῇ χειρὶ ἐξήγαγε τὸν λαόν·ʼ οὐκοῦν διὰ τοῦ Υἱοῦ. Εἰ δὲ καὶ Deut. vii 8. Ps. lxxvi. (lxxvii.) 10. Ib. xliv. (xlv.)
‘αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,ʼ καὶ πάλιν, ‘εἰς τὸ
τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦʼ ὁ
ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ
θεία φωνή· ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,᾿ Ἴσον ἄρα Matt. iii. 17.
ἐστὶν ‘ αὕτη ἡ χείρ μου᾿ τῷ ‘ οὗτος ὁ Υἱός μου.᾿
27. Ἐπειδὴ δέ τινεσ τῶν ἀπαιδεύτων, ἀναιροῦντες τὸ εἶναι
Υἱὸν, εὐτελίζουσι τὸ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’
ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ
ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας, (μὴ γὰρ ἂν ἐπὶ
Θεοῦ ἁρμόζειν γαστέρα λέγειν), ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν
οὖν, ὅτι ἡ ‘γαστὴρʼ ἀνθρώπινόν ἐστι, διὰ τοῦτο ἀλλότριον Θεοῦ,
δῆλον ὅτι καὶ ἡ ‘καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον· ἀκολουθεῖ
γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων
δὴ ἀνθρωπίνων ὄντων, ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων
τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ
γαστρὸς γέννημα. Καὶ ὥσπερ, καρδίας Θεοῦ λεγομένης, οὐκ
ἀνθρωπίνην νοοῦμεν αὐτήν· οὕτως ἐὰν ‘ἐκ γαστρὸς ἡ γραφὴ
λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ
γραφῇ ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν.
Ps. cxviii. (cxix.) 73. Isa. lxvi. 2. Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· ‘Αἱ χεῖρές σου
ἐποίησάν με, καὶ ἔπλασάν με·’ καὶ, ‘ἡ χείρ μου ἐποίησε ταῦτα
Ps. cxlviii. 5. πάντα·’ καὶ, ‘αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Ἁρμοζόντως
ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν Υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον,
τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει,
τὸν δὲ γεννᾷ ἐξἑαυτοῦ, Λόγον, Σοφίαν. ‘Γαστὴρ’ γὰρ καὶ ‘καρδία’
τὸ ἴδιον καὶ γνήσιον δηλοῦσι, Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον
ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν.
28. Τί οὖν, φασὶ, καὶ τὸ ‘πρὸ τοῦ ἑωσφόρου;’ Ἐγὼ δʼ ἂν
εἴποιμι, εἰ τὸ πρὸ τοῦ ἑωσφόρου τούτου θαυμαστὴν δείκνυσι τὴν
ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς
ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι
ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν;
ἔπειτα διαφέρει τὸ ‘γεννῆσαι’ τοῦ ἐξαγαγεῖν· τὸ μὲν γὰρ
γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς, τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν
ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος
ἁρμόζει ἡ φωνὴ, ἰστέον ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν
Cp. Luke ii. 8, 10. ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη ‘νυκτὸς,’ ἀλλʼ ὅτε ὁ ἄγγελος
ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νὺξ, οὐ γὰρ
εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην
τὴν διαφορὰν τίθησιν ἡ γραφὴ, καὶ τὸ μὲν γεγεννῆσθαι πρὸ
ἑωσφόρου φησί τὸ δὲ ἐκ γαστρὸς πρόοδον ὀνομάζει, ὡς ἐν
Ps. xxi. (xxii.) 9. εἰκοστῷ πρώτῳ ψαλμῷ, ‘σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός.’
Ἄλλως τε οὐκ εἶπε ‘πρὸ ἀνατολῆς ἑωσφόρου,’ ἀλλʼ ἁπλῶς ‘πρὸ
ἑωσφφόρου.’ Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητὸν,
ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα· πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ
ἄστρα· ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν
δυνατόν· ἐν γὰρ τῇ Ἀποκαλύψει φησὶν, ‘Ἐγὼ τὸ Α καὶ Rev. xxii. 13-17.
τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος.
Μακάριοι οἱ πλατύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία Qu. πλύ-νοντες.
αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν
εἰς τὴν πόλιν. Ἔξω οἱ κύνες, καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι,
καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ποιῶν καὶ φιλῶν
ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι
ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος
Δαβὶδ, ὁ ἀστὴρ ὁ λαμπρὸς, ὁ πρωϊνός. Καὶ τὸ Πνεῦμα καὶ ἡ
νύμφη λέγουσι, Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου· καὶ ὁ
διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν· Εἰ τοίνυν
τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ, ὁ λαμπρὸς, ὁ πρωϊνὸς, δῆλόν ἐστι
τὸ κατὰ σάρκα τοῦ Σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ
ἐκ τοῦ Θεοῦ γέννημα· ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ, ‘ἐξ
ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπιφανείας Τὸ γὰρ
πρὸ ἑωσφόρου ἴσον ἐστὶ τῷ ‘πρὸ τῆς σαρκώσεως τοῦ Λόγου.’
29. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ Υἱοῦ κείμενα,
εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ
τὰ μὴ κείμενα ἐν τῇ παλαιᾶ νεώτερά ἐστι, λεγέτωσαν οἱ οὕτω
φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ ‘Παρακλήτου’ Πνεύματος
εἴρηται; περὶ Πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ
‘Παρακλήτου’ δὲ οὐδαμῶς. Ἆῤ οὖν ἕτερόν ἐστι τὸ Πνεῦμα τὸ
ἅγιον, καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος,
ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον
εἰπεῖν τὸ Πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον Πνεῦμα,
καὶ ἕτερον τὸν Παράκλητον. Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ Πνεῦμα,
καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ· ὡς
εἷς καὶ αὐτὸς Λόγος Υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. Cp. i. 39.
Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοὶ, οὐ δι᾿ ἄλλου ἀλλʼ ἢ διὰ τοῦ Cp. Isa. lxiii. 16.
Υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας Υἱὸς
ὁ τοῦ Θεοῦ, πῶς ‘πρὸ πάντων’ ἐστὶν, ὄντων πρὸ αὐτοῦ υἱῶν; Col. i. 17, 15.
Πῶς δὲ καὶ ‘πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος;
Ἀλλʼ οὔτε δεύτερος ὁ Παράκλητος· πρὸ πάντων γὰρ ἦν· οὔτε
John i. 1. νεώτερος ὁ Υἱός· ‘ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος·ʼ καὶ ὡς ταὐτὸν τὸ
Πνεῦμα καὶ Παράκλητος, οὕτω ταὐτὸν ὁ Υἱὸς καὶ Λόγος· καὶ ὥς
Ib. xiv. 26. φησιν ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος, ‘ὁ δὲ Παράκλητος, τὸ
Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου,ʼ ταὐτὸν
λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος
Ib. i. 14. λέγει, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ
ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.᾿
Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλε.
Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ Πνεῦμα τὸ
ἅγιον, ἀλλʼ ἓν καὶ ταὐτόν· οὕτως οὐκ ἄλλος Λόγος, καὶ ἄλλος
Υἱὸς, ἀλλʼ ὁ Λόγος μονογενής ἐστι. Δόξαν γὰρ οὐκ αὐτῆς
εἶπε τῆς σαρκὸς, ἀλλʼ αὐτοῦ τοῦ Λόγου. Ὁ τοίνυν τολμῶν
διαιρεῖν Λόγον καὶ Υἱὸν, διαιρείτω καὶ Πνεῦμα καὶ Παράκλητον.
Εἰ δὲ ἀδιαίρετον τὸ Πνεῦμα, ἀδιαίρετος καὶ ὁ Λόγος, ὁ αὐτὸς ὢν
Υἱὸς, καὶ σοφία, καὶ δύναμις. Τὸ δὲ ‘ἀγαπητὸνʼ καὶ Ἕλληνες
ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν ‘μονογενής.ʼ
Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως
μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας·
Hom. Od. ii. 363-366. ‘Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν,
μοῦνος ἐὼν ἀγαπητός ; ὁ δʼ ὤλετο τηλόθι πάτρης
Διογενὴς Ὀδυσεὺς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.’
Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ‘ἀγαπητὸςʼ λέγεται.
30. Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως, διαιροῦντες τὸν Λόγον
ἀπὸ τοῦ Υἱοῦ, φάσκουσι τὸν μὲν Υἱὸν εἶναι τὸν Χριστὸν, τὸν δὲ
Λόγον ἄλλον εἶναι· καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν
Πράξεων, ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται.
Acts x. 36. Ἒστι δὲ τοῦτο· ‘τὸν Λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ,
εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων
Routh, Rell. Sacr. iii. 301. Κύριος.’ Φασὶ γὰρ, ὡς τοῦ Λόγου διὰ Χριστοῦ λαλήσαντος,
ὡς καὶ ἐπὶ τῶν προφητῶν, ‘τάδε λέγει Κύριος·ʼ ἄλλος μὲν ἦν ὁ
προφήτης, ἄλλος δὲ ὁ Κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν
1 Cor. i. 7, 8. ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ‘ἀπεκδεχομένους
τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ
βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ.’ Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου
Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλʼ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ
βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτω τὸν Λόγον ἀπέστειλεν ὁ
Πατὴρ σάρκα γενόμενον, ἵνα διʼ ἑαυτοῦ ἄνθρωπος γενόμενος
κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει, ‘οὖτός ἐστι πάντων Κύριος·’
Κύριος δὲ πάντων ὁ Λόγος ἐστί.
31. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρὼν, ‘Πρόσελθε πρὸς τὸ Levit. ix. 7.
θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ
ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου,
καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν,
καθάπερ ἐνετείλατο Κύριος τῷ Μωσεῖ.’ δοῦ τοίνυν ἐνταῦθα,
καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως, ὡς περὶ ἑτέρου Μωσέως
αὐτὸς Μωσῆς λέγων ἐστὶ, ‘καθάπερ ἐνετείλατο Κύριος τῷ
Μωσεῖ.’ Οὕτω τοίνυν καὶ περὶ τοῦ θείου Λόγου ἐὰν λέγῃ ὁ
μακάριος Πέτρος, ‘ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ
Χριστοῦ,’ οὐ χρὴ ἕτερον μὲν τὸν Λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν,
ἀλλʼ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς τὴν θείαν αὐτοῦ
καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ
καὶ νοοῖτο διχῶς, ἀλλʼ οὐχ ὡς τοῦ Λόγου κεχωρισμένου, κατὰ Cp. iii. 29.
τὸν θεσπέσιον Ἰωάννην, ‘καὶ ὁ Λόγος σὰρξ ἐγένετο,’ εἰρηκότα, John i. 14.
‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον
πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ
Σαμοσατέως, ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. ‘Χριστὸς γὰρ τὸ Cp. c. Apollin. i. 13.
συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ,
‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.’ Εἰ τοίνυν λέγει ὁ 1 Cor. i. 24.
Πέτρος τὸν Λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς
Ἰσραὴλ,’ τοῦτο σημαίνων νοείσθω, τὸν Λόγον σαρκωθέντα τοῖς
υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵνʼ ᾖ συνᾴδων τῷ ‘καὶ ὁ Λόγος John i. 14.
σὰρξ ἐγένετο.’ Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι, καὶ τὸν Λόγον μὲν,
καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα,
ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπʼ αὐτοῦ χωρίζουσι, Cp. c. Apolin. ii. 15.
λέγοντες ‘διὰ Ἰησοῦ Χριστοῦ’ αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία
φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ, ἐνταῦθα χωρίζοντες τῆς θείας Qu. εἰ γὰρ.
σαρκώσεως, θεῖον νοοῦσι, σμικρύνουσινἄρα ἀκούοντεσ αὐτὸν ‘σάρκα
γεγενῆσθαι,’ καὶ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι,
τροπὴν τοῦ Λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.
Cp. i. 40.
32. Ἀλλʼ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ὃν τρόπον γὰρ
2 Cor. v. 4. ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, ‘καταποθέντος
τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς,ʼ καὶ αὐτοζωῆς ὄντος, καθὰ
John xi. 25. πρὸς τὴν Μάρθαν ὁ Κύριος ἔφη, ‘Ἐγώ εἰμι ἡ ζωή·᾿ οὕτω καὶ
ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ ‘διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι
τὸν Λόγον,’ τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ
ἀκούων τις τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ ἂν νομίσοι μηκέτι
C. Apollin. i 12. οὖν εἶναι Λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται· οὕτω καὶ Λόγον
ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ, τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω
μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ
Cp. iii. 14. τὸ πρὸς αὐτὴν τὴν Θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν
τὴν ἑνότητα τοῦ θείου Λόγου καὶ ἀνθρώπου δείξειε. Φησὶ γὰρ,
Luke i. 35. ‘Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου
ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς
Cp. ad Max. 3. Θεοῦ,᾿ Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν Λόγον χωρίζουσι,
σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ
Matt. xxviii. 19. ἄρα ἀπεστάλη διʼ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ, λέγων· ‘Πορευθέντες
μαθητεύσατε πάντα τὰ ἔθνη.ʼ
33. Ἔθος δὲ τοῦτο τῇ γραφῇ, ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις
Cf. Num. x. 29. ἐκφράζειν· οὕτω γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· ‘εἶπεʼ
γὰρ, φησὶ, ‘Μωσῆς τῷ ‘Ραγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῇ᾿
Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουὴλ.
ἀλλὰ εἰς ἦν Μωσῆς. Εἰ γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ σοφία
ὁμοίως χρηματίζει καὶ δύναμις, καὶ δεξιὰ, καὶ βραχίων, καὶ ὅσα
ii. 66. τοιαῦτα· ἥνωται δὲ φιλανθρώπως ἡμῖν, τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος,
καὶ ταύτῃ ἀνακραθεὶς, ἄρα αὐτὸς ὁ Λόγος καὶ τὰ λοιπὰ
εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην ‘ἐν
John i. 1–3. ἀρχῇ μὲν εἶναι τὸν Λόγον, καὶ τοῦτον πρὸς τὸν Θεὸν, καὶ αὐτὸν
Θεὸν, καὶ πάντα διʼ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδὲν,’
πλάσμα τοῦ Θεοῦ Λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν
Cp. the Quicunque, v. 35. ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος,
πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν
ἀτελεύτητον, καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων
αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου
τὸν Λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ
Cp. iii. 10. προφήταις, ἀποσταλεῖσι παῤ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων
στόλων Κύριον; πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; ii. 15; iii. 54.
Ἡνωμένος δὲ τῷ Λόγῳ, εἰκότως χρηματίζοι Χριστὸς, καὶ Υἱὸς
Θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν
ὑπόστασιν περὶ αὐτοῦ, καὶ εἰπόντος, καὶ ἀποστελῶ τὸν Υἱόν Qu. Ps. ii?
μου τόν Χριστόν·ʼ καὶ ἐν τῷ Ἰορδάνῃ, ‘Οὔτός ἐστιν ὁ Υἱός Matt, iii. 17.
μου ὁ ἀγαπητός.᾿ Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν, εἰκότως
ὑπέδειξεν ὡς οὗτός ἐστιν, ὃν εἶπεν ἀποστεῖλαι.
34. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστὸν, Λόγον τὸν c. 31.
θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης
νηδύϊ ὁ Λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς
τὸν Ἀδὰμ ἐκ τῆς γῆς· μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών
φησι, τὸν Λόγον εἰδὼς καὶ ‘σοφίανʼ χρηματίζουσαν φανερῶς·
‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·ʼ ὃν καὶ ὁ ἀπόστολος Prov. ix. 1.
ἑρμηνεύων λέγει, ‘οὗ οἶκός ἐσμεν ἡμεῖς·᾿ καὶ ἀλλαχοῦ δὲ ‘ναὸνʼ Heb. iii. 6; 1 Cor. iii. 16.
προσαγορεύει, καθότι πρέπον Θεῷ ἐν ναῷ κατοικεῖν, σὗ καὶ εἰκόνα
τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταξεν·
ὅθεν τῆς ἀληθείας φανείσης, πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ
τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν,
ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν, οὐκ ἠπείλησεν, ἀλλʼ
εἰδὼς ὡς αὐτοὶ καθʼ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς, ‘Λύσατε John ii. 19.
τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·ʼ σαφῶς
δεικνὺς ὁ ἡμέτερος Σωτὴρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα
αὐτόθεν ἔχει τὴν διάλυσιν. ‘Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ Ps. cxxvi. (cxxvii.) 1.
οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες,
καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες.᾿ Τὰ τοίνυν τῶν Ἰουδαίων Cp. i. 8.
λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται· ‘τεθεμελίωται Matt vii. 29; xvi. 18.
γὰρ ἐπὶ τὴν πέτραν,ʼ ‘καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν
αὐτῆς.᾿ Ἐκείνων ἦν τὸ λέγειν, ‘Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς John x. 33.
σεαυτὸν Θεόν;᾿ τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει· ὅθεν Cp. iii. 51.
εἰκότως τὰ παῤ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει. ‘Ἀλλʼ ἡμεῖς Eph. iv. 20-24.
οὐχ οὕτως ἐμάθομεν τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσαμεν, καὶ
παῤ αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν
φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ
τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι
τῆς ἀληθείας Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς
νοείσθω.
35. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ ‘Χριστὸν,’
ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον, διδάσκων
Acts x. 38. ‘Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·’
Ib. ii. 22. καὶ πάλιν πρὸς Ἰουδαίους, ‘Ἰησοῦν τὸν ἀπὸ Ναξαρὲτ, ἄνδρα
ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς·’ καὶ πάλιν ὁ μακάριος
Ib. xvii. 31. Παῦλος πρὸς Ἀθηναίους, ‘ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν
πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν·’ ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε
τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν· ἐξ ὧν
μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς
ῥήμασι τῶν ἀγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας
ἄνθρωπον τοῦ Θεοῦ Λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ
μὲν χρίσιν,’ ποτὲ δὲ ‘ἀποστολὴν,’ ἄλλοτε δὲ ‘ἀνάδειξιν. Τὸ
τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὸν, καὶ εἰλικρινῆ
τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον
τοῦ Θεοῦ Λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ανθρώπου· (μὴ) γένοιτο·
John x. 30; xiv. 9. πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’
καὶ ‘ὁ ἑωρακὼς ἐμὲ. ἑώρακε τὸν Πατέρα;’) διʼ οὗ καὶ μετὰ
Ib. xx. 19. τὴν ἀνάστασιν, τὸ αὐτὸ, ‘κεκλεισμένων· τῶν θυρῶν,’ εἰσερχόμενον
πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ
Luke xxiv. 39. τούτου δυσπειθὲς, διαλύσαντα τῷ εἰπεῖν, ‘ψηλαφήσατέ με, καὶ
βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε
ἔχοντα ’ καὶ οὐκ εἶπε, ‘τόνδε,’ ἢ, ‘τὸν ἄνθρωπόν μου,
Cp. iii. 31, 33. ὃν ἀνείληφα,’ ἀλλʼ ‘ἐμέ.’ Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν
δυνήσεται ὁ Σαμοσατεὺς. ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ Θεοῦ
Λόγου διελεγχθείς· καὶ ἀπʼ αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου, ἄρτι μὲν
Qu. πληρο-φοροῦντος. πρὸς πάντας τὴν πεῦσιν προσάγοντος, καὶ πληροφορῶν ἀπό τε
τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται.
Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν, ἢ οἱ διδόντες, ἥψαντο τῶν
χειρῶν. ‘Ἐπέδωκαν’ γὰρ, φησὶν, ‘αὐτῷ ἰχθύος ἀπτοῦ μέρος,
καὶ ἀπὸ μελισσίου κηρίου· καὶ φαγὼν ἐνώπιον αὐτῶν,’ λαβὼν
τὰ ἐπίλοιπα, ἀπέδωκεν αὐτοῖς. δοῦ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ
Θωμᾶς, ἀλλʼ ὅμως διʼ ἑτέρας μεθόδου, τὴν πληροφορίαν αὐτοῖς
Luke xxiv. 42, 43. παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις,
John xx. 27. παρὰ Θωμᾶ μάθε· ‘Φέρεʼ γάρ ‘σου,’ φησὶ, ‘τὴν χεῖρα καὶ
Cp. ad Epict. 10. βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ
βλέπε τὰς χεῖράς μου.’ Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ
Θεὸς Λόγος, καὶ ὅλον αὐτὸν ἄνθρωπόν τε καὶ Θεὸν ὁμοῦ, ἄρτι Cp. iii. 6, 41: c. Apollin. i. 7.
μὲν τοῦ Λόγου καὶ τὴν αἴσθησιν τοῖς ἀγίοις διὰ σώματος, ὡς
ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν ‘τῶν θυρῶν κεκλεισμένων,’
παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς, καὶ τὴν πληροφορίαν
παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς βεβαίωσιν, καὶ τοῖς ἀπίστοις
εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.
36. Διορθούσθω τοιγαροῦν καὶ Παῦλος Σαμοσατεὺς, τῆς θείας
κατήκοος γεγενημένος φωνῆς, ‘τὸ σῶμά μου,ʼ λέγοντος, καὶ οὐχὶ Matt. xxvi. 26.
‘τὸν Χριστὸν ἕτερον παῤ ἐμὲ τὸν Λόγον,ʼ ἀλλὰ ‘σὺν ἐμοὶ
αὐτὸν, καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ Λόγος, τὸ Cp. i. 47.
δὲ χρισθὲν ὑπʼ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς
κληθείη ἂν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ.᾿ Τὸ τοίνυν
‘ἀποστολὴν᾿ τοῦ Λόγου σημαίνεσθαι, ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν
ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται Σωτὴρ, οὐ δι᾿ ἕτερόν τι, ἀλλʼ
ἢ διὰ τὸ τῷ Θεῷ Λόγῳ ἡνῶσθαι. Ταὐτὸ σημαίνεται τὸ ῥητὸν
τοῦτο τῷ ‘ὁ πέμψας με Πατὴρ,᾿ καὶ, ‘ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, John viii. 10.
ἀλλʼ ὁ Πατήρ με ἀπέστειλε.᾿ Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον Ib. 42.
ἕνωσιν, σὺν γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον
φύσιν διὰ τῆς ὁρωμένης, ‘ἀποστολὴνʼ ὠνόμασεν. Οὐ γὰρ δὴ Cp. iii. 43, 53, 58.
Θεὸς τόπους ἀμείβει, καθʼ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους,
τῷ τῆς μικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ
ἐπιδεικνύμενος· πῶς γὰρ ὁ ‘τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν;ʼ Jer. xxiii. 24.
ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ‘ἀποστολὴνʼ οἱ δίκαιοι
ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ Θεὸς Λόγος Χριστὸς οὖν Qu. om. second οὔν.
ὁ ἐκ Μαρίας, Θεὸς ἄνθρωπος· οὐχ ἕτερός τις Χριστὸς, ἀλλʼ εἷς
καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων ἐκ Πατρός, οὗτος ἐπʼ ἐσχάτων ἐκ
τῆς παρθένου· ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν
ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν·
ὁρώμενος δὲ, φημὶ, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος
ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν Cp. c. Apollin. i. 14.
ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ
προσκύνησις, ὃς ἦν πρώην, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας.
Ἀμήν.