Oratio II contra Arianos Athanasius William Bright Harvard Library Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2035.tlg131.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States The Orations of St. Athanasius against the Arians William Bright Athanasius Clarendon Oxford 1884 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.

1. ἘΓΩ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατʼ αὐτῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφʼ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ’ ὅπως, οὐδὲ οὕτως καταδύονται· 2 Pet. ii. 22. ἀλλʼ ὡς χοῖροι καὶ κύνες περὶ ‘τὰ ἵδια ἐξεράματα’ καὶ τὸν ἑαυτῶν ‘βόρβορον κυλιόμενοι,ʼ ‘μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις Prov. viii, 22. γεγραμμένον, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα Heb. iii. 2. αὐτοῦ,ʼ μήτε τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ φιλονεικοῦσιν ἁπλῶς, λέγοντες ‘ποίημα καὶ κτίσμαʼ εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδʼ ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ‘ἐξ οὐκ ὄντων,ʼ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ·ʼ ἀλλʼ ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων γραφῶν, τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παῤ αὐτῶν· φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδʼ ὅλως εἰδέναι τὸν Χριστιανισμόν. Εἰ Rom. xi. 32. γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς ‘συνέκλειον’ εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλʼ ἐρωτῶντες ἐμάνθανον, ὅτι ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ John i. 1. Λόγος·᾿  ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο·ʼ παρὰ δὲ τοῦ Πέτρου, ‘Κύριον Ib. 14. Acts ii. 36. καὶ Χριστὸν αὐτὸν ἐποίησε·’ καὶ διὰ μὲν Σολομῶνος, ὡς παῤ αὐτοῦ·᾿ τοῦ Κυρίου, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα Prov. viii. 22. αὐτοῦ·᾿ παρὰ δὲ τοῦ Παύλου, ‘τοσούτῳ κρείττων γενόμενος Heb. i. 4. τῶν ἀγγέλων·᾿ καὶ πάλιν, ‘ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου Phil. ii. 7. λαβών·᾿ καὶ αὖθις, ‘Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου Heb. iii. 1, 2. μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατʼ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον, (4.) (ἵνα τούτου πρῶτον μνησθῶ,) νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παῤ αὐτῶν τὸ λῆμμα.

2. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορείσθω καὶ ἐπʼ αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱὸς, μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπʼ αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατʼ ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι λόγον, μὴ Σοφίαν, μηδʼ ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε ‘διὰ Λόγουʼ καὶ ‘ἐν σοφίᾳʼ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθʼ ὑμᾶς ἐν ᾧ καὶ διʼ οὗ τὰ πάντα ποιεῖ; εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλʼ ἔρημος, κατʼ αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργικὴν ἐνέργειαν ἔχειν αὐτὸν i. 14. λέγοντες οὐκ αἰσχύνονται; καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητὴς, πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν Πατέρα τοῦ iii. 62. ἰδίου Λόγου. Εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτʼ ἄν; πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλʼ ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν John i. 3. οἱ ἀσεβεῖς· ‘διʼ αὐτοῦ γὰρ γέγονεν ἡ κτίσις· καὶ δῆλον ἂν εἴη ὅτι, ποιητὴς ὢν, ὁ Θεὸς ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλʼ ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βούλεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γινομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον Cp. iv. 1. ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια,  καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δημιουργεῖν τοῦ γεννᾷν τὸν Θεάν. Τὸ μὲν Cp. i. 14. γὰρ ‘Υἱὸς’ ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος.

3. Οὐκοῦν τοῦ λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι Υἱὸν Θεοῦ, ἀλλὰ ποίημα ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν Υἱὸν εἶναι τὸν Κύριον. Εἱ δὲ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμολόγηται δὲ ὁ υἱὸς οὐκ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ γεννῶντος εἶναι, μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προεῖπον, ἐὰν καὶ ἐπʼ αὐτοῦ τοῦ Λόγου ἀντὶ τοῦ ‘τῷ γεννήσαντι,’ ‘τῷ ποιήσαντιʼ ὀνομάζουσιν οἱ ἅγιοι, ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιούτων, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. Οὐ γὰρ αἱ λέξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. Καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλʼ αἱ οὐσίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. Διὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ ‘ἐποίησε,ʼ καὶ τὸ ‘ἐγένετο,’ καὶ τὸ ‘ἔκτισε,ʼ κυρίως ἐπʼ αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. Ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τότε τὸ ‘ἐποίησε,ʼ καὶ τὸ ‘ἐγένετο’ καὶ τὸ ‘ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπʼ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει· ἀλλʼ ἀντὶ τοῦ ‘ἐγέννησε,ʼ τῷ ‘ἐποίησεν,’ ἀδιαφόρως τις κέχρηται ῥήματι. Πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς ‘δούλουςʼ ἑαυτῶν ὀνομάζουσι, καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολλάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι ‘τέκναʼ καλοῦσι, καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆσιν· τὸ μὲν γὰρ ἐπʼ ἐξουσίας, ὡς πατέρες, λέγουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάῤῥα γοῦν ‘τὸν Ἀβραὰμ 1 Pet. iii. 6. κύριον ἐκάλει,ʼ καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν ἀπόστολος Φιλήμονι τῷ κτησαμένῳ συνῆπτεν ὡς ‘ἀδελφὸν’ Philem. 10. Ὠνήσιμον τὸν δοῦλον· ἡ δὲ Βηρσαβεὲ, καίτοι μήτηρ οὖσα, τὸν υἱὸν ἐκάλει ‘δοῦλον,ʼ λέγουσα τῷ πατρὶ, ‘τὸν δοῦλόν σου 3 Kings (1 K. 1. 19. Σολομῶνα·’ εἶτα καὶ Νάθαν ὁ προφήτης, εἰσελθὼν, τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ Δαβὶδ, ὅτι ‘Σολομῶνα τὸν δοῦλόν σου· καὶ Ib. 26. οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν ‘δοῦλον, ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνωσκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως οὐκ ἠγνόουν τὸ γνήσιον. Κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ υἱὸς τῇ φύσει τοῦ Δαβίδ.

4. Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμεθα καλῶς, καὶ ἀκούοντες ‘δοῦλον’ τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱὸν, οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀληθῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος, λέγωσιν οἱ ἅγιοι, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·ʼ ἢ Heb. iii. 2. αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ, ‘Κύριος ἔκτισέ μέ·’ καὶ ‘ἐγὼ Ps. cxv. (cxvi.) 16. δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου·ʼ καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνείσθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλʼ, ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούοντες Σολομῶνα ‘δοῦλον,’ ὁμολογοῦσιν υἱὸν,  πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν, ἀλλʼ ὅταν μὲν ἀκούωσι ‘γέννημα, καὶ Λόγον, καὶ Σοφίαν,ʼ βιάζονται παρερμηνεύειν, καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκούοντες δὲ ‘ποιήματος’ φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύτας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ; Πῶς οὖν καὶ οὗτοι οὐ Prov. xx.  23. ‘βδελυκτοὶʼ παρὰ τῷ Κυρίῳ δείκνυνται, ‘δισσὰ στάθμιαʼ παῤ ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλʼ ἴσως τὸ μὲν ‘δοῦλος’ ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται, τὸ δὲ ‘τῷ ποιήσαντι’ κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ Cp. Isa. xxxvi. 6. τοῦτο κάλαμος τεθλασμένος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ ‘δοῦλος’ λέγεται ὁ Σολομῶν, καίπερ ὢν υἱὸς, οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ‘ποιουμένους καὶ κτιζομένους καὶ γινομένουςʼ τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Isa. xxxviii. 19. ‘Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου᾿. Καὶ αὐτὸς μὲν ἔλεγε, ‘ποιήσω·’ ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βιβλίῳ, καὶ τῇ Ib. xxxix. 7; 4 Kings (2 K.) xx.18. τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· ‘καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ.’ Ἀντὶ τοῦ ‘γεννᾷνʼ ἄρα τὸ ‘ποιήσω’ εἴρηκε· καὶ τοὺς ἐξ αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ διαφέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. Gen. iv. 1. Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν, ‘Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.’ Ἀντὶ τοῦ ‘τεκεῖν,ʼ ἄρα καὶ αὐτὴ τὸ ‘ἐκτησάμην’ εἴρηκε. Καὶ γὰρ πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ ‘ἐκτησάμην.ʼ Καὶ οὐ διὰ τὸ ‘ἐκτησάμην, ’ νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. Ib. xlviii. 5. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσὴφ, ‘Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς Καὶ ἡ Job i. 2. Υραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν, ‘ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς·’ ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· ‘Ἐὰν Cp. i. 56. δὲ γένωνταί τινι υἱοί καὶ, ‘ἐὰν ποιήσῃ υἱόν.’

5. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες ὅτι ἕως ὁμολογοῦνται υἱοὶ κἂν λέγῃ τις, ἐγένοντο,ʼ ἢ ‘ἐκτησάμην,ʼ ἢ ‘ἐποίησα,ʼ οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. Διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη. Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, ‘τῷ ποιήσαντι αὐτὸν,ʼ οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν. Δέδεικται γὰρ ὅτι ἡ τοῦ, ‘ἐποίησε,’ λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πατρὸς, κἂν λέγηται ἐπʼ αὐτοῦ τὸ ‘ἐποίησεν,’ ἢ τὸ ‘ἐγένετο,ʼ οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλʼ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεχίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ‘ἐποίησα,’ καὶ ‘ἐκτησάμην,’ καὶ, ‘ἐγένετο,’ Οὐκοῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὄψέ ποτε ἐκ τῶν εἰρημένων ἀποθέσθαι τὴν ἀσεβῇ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κύριου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ᾆρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ Λόγου καὶ τῆς Σὀρίας, γέγονε, καθὼς γέγραπται· ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο, Ps. ciii. (civ.) 24. καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.ʼ Εἰ δὲ αὐτός ἐστιν ὁ John i. 3. Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάντα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν, οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα.

6. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι ‘σύμπαν Eccl. xii. 14. τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.᾿ Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθʼ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καί που λοιπὸν ἡ κρίσις, κρινομένου τοῦ κριτοῦ;   τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰ ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθʼ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς Λόγος, ἐν ᾧ τὰ Heb. iii. 2. ποιήματα γίνεταί τε καὶ κρίνεται; εἰ δʼ, ὅτι γέγραπται, ‘πιστὸν ὄντα,ʼ πάλιν ταράττει αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπʼ αὐτοῦ τὸ ‘πιστὸν,ʼ ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Deut. xxxii. 4. Μωσεῖ μὲν λέγοντι, ‘ὁ Θεὸς πιστὸς καὶ ἀληθινός·’ τῷ δὲ 1 Cor. x. 13. Παύλῳ γράφοντι, ‘πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε,ʼ Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλʼ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ γραφῇ περὶ ‘τοῦ πιστοῦ·’ τὸ μὲν ὡς πιστεύον, τὸ δὲ, ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπʼ ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ· πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθὼς ψάλλει Ps. cxliv. (cxlv.) 13. Δαβὶδ, ‘πιστός ἐστιν ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ ὁ Κύριος,’ καὶ Heb. i. 18. ἀξιόπιστός ἐστι, καὶ ‘ἀδύνατόν ἐστιν αὐτὸν ψεύσασθαι.’ Καὶ, 1 Tim. v. 16. ‘εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα,ʼ διὰ τὸ καλῶς πιστεύειν, Ib. iii. 1. πιστὴ καλεῖται. ‘Πιστὸς δὲ ὁ λόγος,ʼ ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,’ οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδʼ ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλʼ ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.

7. Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐτῶν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς, ‘ἐποίησε,ʼ λέξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν ‘ἐποίησε’ λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλʼ ὅτε ‘ὁ Λόγος σὰρξ ἐγένετο οὕτω γὰρ γέγραπται· ‘Ὄθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως Heb. iii. 1, 2. ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχίερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.’ Πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα, πότε δὲ ‘ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ ἀπόστολος εἴρηκε, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿ (μὴ γένοιτο· ποιῶν γάρ ἐστιν ὁ Λόγος, οὐ ποιούμενος αὐτός·) ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρχιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἀπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλʼ ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, Exod. xxviii. and xxxix. τὸν ποδήρη, αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, John i. 1. καὶ Θεὸς ἦν ὁ Λόγος ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ.

8. Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποίηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογράφει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν, ὁ αὐτὸς ὢν, οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, ‘Ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς,’ οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, Qu. λειτουργίᾳ. ἄνθρωπος· ἀλλʼ ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρχιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν σάρκα λαβὼν, ἀλλʼ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ ‘γέγονε, καὶ τὸ ‘πεποίηται,᾿ οὐχ ὅτι Cp. iii. 41. ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις, ἀλλʼ ὅτι Λόγος, ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεῖς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέγειν ἢ, πιστὸν ὄντα τῷ John i. 1. ποιήσαντι αὐτόν;’ Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος,ʼ οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι. Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἂν ἠρώτησε, ‘Τίς τοῦτον ἐποίησεν ἄνθρωπον; τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ‘ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστειλεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ ἀπόστολος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ Heb. ii. 14–18; iii. 1, 2. πρὸς Ἑβραίους ταῦτα· ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρατὸς ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.’

9. Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα; Πότε γὰρ ‘πεποίηται,ʼ καὶ πότε ‘ἀπόστολοςʼ γέγονεν, εἰ μὴ ὅτε ‘παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός;’ Καὶ πότε γέγονεν ‘ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς ἢ ὅτε ‘κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη;’ ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἒστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής. Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς διʼ αὐτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυτὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθʼ ἡμέραν παρερχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη ‘τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα Heh. x. 14. διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ‘ἀπαράβατον καὶ ‘ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην’ Ib. vii. 24. πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι, λέγοντος· ‘Ὥστε καὶ οἱ 1 Pet. iv. 19. πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς·’ πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλʼ ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο.

10. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παῤ αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλεσθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους, τῷ χρόνῳ διαφθείρονται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατʼ αὐτῶν Cf. Jer. ix. 3, xv. 18; ὁ λόγος βοᾷ, ὅτι ‘πίστις οὐκ ἴσχυσενʼ ἐν αὐτοῖς, καὶ ‘ὕδωρ ψευδές Deut. xxxii. 20. εἰσι,ʼ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς.’ Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, Ib. 39. Mal. ii. 6. καὶ λέγων· ‘Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι,’ καὶ, ‘οὐκ ἠλλοίωμαι·᾿ διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ ἀπόστολος γράφων Θεσσαλονικεῦσι 1 Thess. v. 24. μέν φησι· ‘Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἂ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως 2 tim. ii. 13. γράφει· ‘Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Οὐκοῦν εἰκότως ὁ ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν, ‘Ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ δεικνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος ‘Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλλοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ ἀπόστολος, οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλʼ εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἵνʼ εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν, Ib. iii. 5, 6. ‘Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱὸς, κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον,’ ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμασιν, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπʼ αὐτοῦ, Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται· ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παῤ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ ἀποστόλῳ, ‘ἐποίησεν,ʼ οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλʼ ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε, γενόμενος ἄνθρωπος.

11. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπʼ αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ ‘ἐποίησεν,ʼ ἀντὶ τοῦ ‘ἐγέννησεʼ λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακονοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρός· τῇ δὲ οἰκονομίᾳ κατʼ εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη διʼ ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ ἀποστόλῳ, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ ‘κτίζεσθαι.’ Ἕως γὰρ ὁμολογεῖται ‘γενόμενος ἄνθρωπος,’ οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ‘ἐγένετο,’ c. 3. εἴτε ‘πεποίηται,’ εἴτε ‘ἔκτισται,’ εἴτε ‘πέπλασται,ʼ εἴτε ‘δοῦλος,’ εἴτε ‘υἱὸς παιδίσκης,’ εἴτε ‘υἱὸς ἀνθρώπου,ʼ εἴτε ‘κατεστάθη,’ εἴτε ‘ἀπεδήμησεν.’ εἴτε ‘νυμφίος,’ εἴτε ‘ἀδελφιδοῦς,’ εἴτε ‘ἀδελφός.’ Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παῤ αὐτῶν πάλιν προφερόμενον (5.) ῥητὸν τοῦ Πέτρου λέγοντος, ‘ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε Acts ii. 36. τοῦτον τὸν Ἰσσοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.’ Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν,’ ἢ, ‘ἐποίησεν ἑαυτῷ Λόγον,ʼ ἵνα καὶ τοιαῦτα φαντασθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς ἢ ‘ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος·ʼ καὶ τότε προφασιζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι, μόνον δὲ εἴ που γέγραπται, ‘ἐποίησε,’ καὶ ‘πεποίηται,’ θηρεύουσι· φοβοῦμαι μὴ κατʼ ὀλίγον ἀκούοντες, ‘Ἐν ἀρχῇ ἐποίησεν Gen. i. 7, 16. ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,ʼ καὶ ‘ἐποίησε τὸν ἥλιον καὶ τὴν σελήνην,ʼ καὶ, ‘ἐποίησε τὴν θάλασσαν.’ εἴπωσιν αὐτὸν εἶναι τὸν οὐρανὸν, καὶ αὐτὸν εἶναι τὸ τῇ πρώτῃ ἡμέρᾳ γενόμενον φῶς, καὶ αὐτὸν εἶναι τὴν γῆν, καὶ ἕκαστον τῶν ποιηθέντων, ἵνα λοιπὸν ὁμοιωθῶσι καὶ τοῖς λεγομένοις Στωϊκοῖς. Ὅτι Cp. iv. 13. ἐκεῖνοι μὲν αὐτὸν τὸν Θεὸν ἐξαπλοῦσιν εἰς τὰ πάντα· οὗτοι δὲ τὸν τοῦ Θεοῦ Λόγον εἰς ἕκαστον τῶν ποιημάτων συντάττουσιν, εἰ καὶ φθάσαντες εἰρήκασι τὰ ὅμοια, λέγοντες ἕνα τῶν ποιημάτων αὐτὸν εἶναι.

12. Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθανέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμβάνειν, ἀλλʼ ἐρευνᾶν διὰ τί καὶ πῶς ταῦτα γέγραπται· καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀνθρωπίνη οἰκονομία, ἣν διʼ ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, Acts ii. 36. ‘Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν,’ εὐθὺς ἐπήγαγε ‘τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.ʼ καὶ πᾶσι γέγονε φανερὸν, (γένοιτο δʼ ἂν καὶ τούτοις, ἐὰν τὴν ἀκολουθίαν τηρήσωσιν,) ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ κατά τὸ ἀνθρώπινον αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν;’ ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ‘ἐποίησεν,ʼ ὀρθὴν ἔχει τὴν διάνοιαν. Οὐ γάρ εἴρηκε, καθὰ προεῖπον, ἐποίησεν αὐτὸν Λόγον,ʼ ἀλλά, ‘Κύριον αὐτόν·ʼ καὶ οὐχ ἀπλῶς, ἀλλʼ ‘εἰς ὑμᾶς,’ καὶ, ‘ἐν μέσῳ ὑμῶν ἐποίησεν,ʼ ἴσον τῷ εἰπεῖν, ‘ἀπέδειξε.’ Καὶ τοῦτο αὐτὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδασκαλίας, μετά παρατηρήσεως ἐσήμανεν, Ib. 22. ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· ‘Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε διʼ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.’ Τὸ ὁ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ‘ἐποίησε,ʼ τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ‘ἀπέδειξεν·ʼ ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος, ἀπεδείχθη οὐχ ἀπλῶς ἄνθρωπος, ἀλλά Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοιοῦτόν ἐστι καὶ. John v. 16, 18. τὸ ἐν τοῖς εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· ‘Δαὶ τοῦτο οὖν μᾶλλον ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.’ Οὐ γὰρ ἔπλαττεν ἑαυτὸν ὁ Κύριος τότε Θεόν· οὐδὲ γὰρ ὅλως ἔνι ποιούμενος Θεός· ἀλλὰ ἀπεδείκνυε διὰ τῶν ἔργων, λέγων· ‘κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις John x. 38. μου πιστεύετε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.᾿ Οὕτως τοίνυν Κύριον καὶ βασιλέα αὐτὸν πεποίηκεν ὁ Πατὴρ ἐν μέσῳ ἡμῶν, καὶ εἰς ἡμᾶς τοὺς πρότερον ἀπειθοῦντας. Καὶ δῆλόν ἐστιν, ὡς ὁ νῦν Κύριος καὶ βασιλεὺς ἀναδεικνύμενος, οὐκ ἀρχὴν ἔχει τοῦ γενέσθαι τότε βασιλεὺς καὶ Κύριος, ἀλλʼ ἀρχὴν ἔχει τοῦ τὴν κυριότητα ἑαυτοῦ δεικνύειν, καὶ ἐκτείνειν καὶ πρὸς τοὺς ἀπειθήσαντας.

13. Εἰ μὲν οὖν νομίζουσιν ὅτι, καὶ πρὶν γένηται ἄνθρωπος καὶ σταυρὸν ὑπομείνῃ, οὐκ ἦν Κύριος καὶ Βασιλεὺς ὁ Σωτὴρ, ἀλλὰ τότε ἀρχὴν ἔσχε τοῦ εἶναι Κύριος· γνώτωσαν, ὅτι τὰ τοῦ Σαμοσατέως ἐκ φανεροῦ πάλιν φθέγγονται ῥήματα· εἰ δὲ, ὥσπερ ἀνέγνωμεν καὶ προείπομεν ἐν τοῖς προτέροις, Κύριος καὶ Βασιλεύς ἐστιν ἀΐδιος, τοῦ μὲν Ἀβραὰμ Κύριον αὐτὸν προσκυνοῦντος, τοῦ δὲ Μωσέως λέγοντος, ‘Καὶ Κύριος ἔβρεξεν ἐπὶ Gen. xix. 24. Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ·’ κοὶ του Δαβὶδ ψάλλοντος, ‘Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου Ps. cix. (cx.) 1. ἐκ δεξιῶν μου·’ καὶ, ‘Ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ Ib. xliv. (xlv.) 6. αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·’ καὶ, ‘ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων·’ δῆλόν ἐστιν Ib. cxliv. (cxlv.) 13. ὡς, καὶ πρὸ τοῦ γενέσθαι ἄνθρωπος, βασιλεὺς καὶ Κύριος ἦν ἀΐδιος, εἰκὼν καὶ Λόγος τοῦ Πατρὸς ὑπάρχων. Ἀϊδίου δὲ ὄντος τοῦ Λόγου Κυρίου καὶ βασιλέως, πρόδηλον πάλιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ πεποιῆσθαι ἔλεγεν ὁ Πέτρος, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κυριότητα γενομένην, ὅτε γέγονεν ἄνθρωπος, καὶ τῷ σταυρῷ πάντας λυτρωσάμενος, πάντων γέγονε Κύριος καὶ βασιλεύς. Ἐὰν δὲ διὰ τὸ γεγράφθαι, ‘ἐποίησε,ʼ φιλονεικῶσι, μὴ θέλοντες ἴσον εἰρῆσθαι τὸ ‘ἐποίησε,ʼ τῷ ‘ἀπέδειξεν,ʼ ἢ μὴ νοοῦντες, ἢ διὰ τὴν Κριστομάχον αὐτῶν προαίρεσιν· ἀκουέτωσαν, ὅτι καὶ οὕτως ὀρθὴν ἔχει διάνοιαν τὰ τοῦ Πέτρου ῥήματα. Ὁ γὰρ γινόμενός τινων κύριος τοὺς ἤδη ὄντας κτᾶται ὑφʼ ἑαυτόν· εἰ δὲ ὁ Κύριος δημιουργός ἐστι πάντων καὶ βασιλεὺς ἀΐδιος, ὅτε δὲ γέγονεν ἄνθρωπος, τότε καὶ ἡμᾶς ἐκτήσατο δῆλον ἂν εἴη καὶ κατὰ τοῦτο, ὡς τὸ παρὰ τοῦ Πέτρου λεγόμενον οὐδʼ οὕτω ποίημα σημαίνει τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὴν μετὰ ταῦτα τῶν πάντων ὑποταγὴν, καὶ τὴν εἰς πάντας γενομένην τοῦ Σωτῆρος κυριότητα· καὶ ἔστιν ὅμοιον τοῦτο τοῖς ἔμπροσθεν. Ὥσπερ γὰρ ἐκεῖ Ps. xxx. (xxxi) 2. Ib. ix. 9. παρετιθέμεθα τὰ ῥητὰ τὸ ‘γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν,ʼ καὶ τὸ ‘ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι·’ καὶ ἐδείκνυεν ὁ λόγος, ὅτι μὴ ταῦτα γενητὸν δείκνυσι τὸν Θεὸν, ἀλλὰ τὴν εἰς ἕκαστον γινομένην εὐεργεσίαν παῤ αὐτοῦ· οὕτω καὶ τὸ τοῦ Πέτρου ῥητὸν τὴν αὐτὴν ἔχει διάνοιαν.

14. Λόγος μὲν γὰρ ὢν αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Κύριός ἐστι τοῦ παντός· ἡμεῖς δὲ τὸ πρὶν ἦμεν ὑπεύθυνοι ἐξ ἀρχῆς μὲν ‘τῇ δουλείᾳ τῆς φθορᾶςʼ καὶ ‘τῇ κατάρᾳ τοῦ νόμου,’ ἔπειτα δὲ καὶ κατʼ ὀλίγον ἑαυτοῖς ἀναπλάσαντες τὰ μὴ ὄντα, ‘ἐδουλεύομεν,’ ὡς εἶπεν Rom. i. 25. ὁ μακάριος ἀπόστολος, ‘τοῖς φύσει μὴ οὖσι θεοῖς·’ καὶ τὸν μὲν ἀληθινὸν Θεὸν ἠγνοοῦμεν, τὰ δὲ μὴ ὄντα προετιμῶμεν τῆς ἀληθείας. Ἀλλʼ ὕστερον ὥσπερ ὁ πάλαι λαὸς ἐν Αἰγύπτῳ βαρούμενος Cp. Exod. ii. 23. ‘ἐστέναθεν,’ οὕτω καὶ ἡμῶν ἐχόντων τὸν ἔμφυτον νόμον καὶ Rom. viii. 26. κατὰ τοὺς ‘ἀλαλήτους στεναγμοὺς τοῦ Πνεύματοςʼ ἐντυγχανόντων Isa. xxvi. 13. καὶ λεγόντων· ‘Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· γέγονεν ὥσπερ εἰς οἶκον καταφυγῆς καὶ εἰς Θεὸν ὑπερασπιστὴν, οὕτω καὶ Κύριος ἡμῶν γέγονε. Καὶ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸς ἔσχε τότε· ἀλλʼ ἡμεῖς ἀρχὴν ἔσχομεν τοῦ εἶναι αὐτὸν Κύριον ἡμῶν. Λοιπὸν γὰρ ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ Πατὴρ ὢν τοῦ Κυρίου, ἐλεήσας καὶ θέλων πᾶσι γνωσθῆναι, ποιεῖ τὸν ἑαυτοῦ Υἱὸν ἐνδύσασθαι σῶμα ἀνθρώπινον, καὶ γενέσθαι ἄνθρωπον, κληθῆναί τε c. 7. αὐτὸν Ἰησοῦν, ἵνʼ, ἐν τούτῳ ἑαυτὸν προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τῆς θεοπλανησίας καὶ τῆς φθορᾶς, καὶ πάντων γένηται Κύριος καὶ βασιλεὺς αὐτός. Τὸ δὴ οὖν γενέσθαι αὐτὸν οὕτω Κύριον καὶ βασιλέα, τοῦτʼ ἔστιν ὃ ἔλεγεν Acts ii. 36. ὁ Πέτρος, ‘ἐποίησεν αὐτὸν Κύριον, καὶ Χριστὸν ἀπέστειλεν·’ ἴσον τῷ εἰπεῖν, ὅτι καὶ ἄνθρωπον αὐτὸν ποίησας ὁ Πατήρ· ἴδιον γὰρ ἀνθρώπων τὸ ποιεῖσθαι. Οὐχ ἀπλῶς δὲ ἐποίησεν ἄνθρωπον, ἀλλʼ εἰς τὸ κυριεῦσαι πάντων αὐτὸν, καὶ ἁγιάζειν πάντας διὰ τοῦ χρίσματος πεποίηκεν. Εἰ γὰρ καὶ ‘δούλου μορφὴν Phil. ii. 6, 7. ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχωνʼ λόγος, ἀλλʼ ἡ πρόσληψις τῆς σαρκὸς οὐκ ἐδούλου τὸν Λόγον φύσει Κύριον ὄντα· ἀλλὰ μᾶλλον ἐλευθέρωσις μὲν ἦν ἡ γινομένη παρὰ τοῦ Λόγου πάσης τῆς ἀνθρωπότητος· αὐτὸς δὲ ὁ φύσει Κύριος Λόγος, καὶ ἄνθρωπος πος ποιηθεὶς, διὰ τῆς τοῦ δούλου μορφῆς Κύριος πάντων καὶ Χριστὸς, τουτέστιν, εἰς τὸ ἁγιάζειν τῷ Πνεύματι πάντας, πεποίηται. Καὶ ὥσπερ ὁ Θεὸς γινόμενος εἰς Θεὸν ὑπερασπιστὴν, καὶ λέγων, ‘ἔσομαι αὐτοῖς Θεός·’ οὐ μᾶλλον τότε γίνεται 2 Cor. vi. 16. Θεὸς, οὐδὲ τότε ἀρχὴν ἔχει τοῦ γίνεσθαι Θεός· ἀλλʼ ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τοῖς δεομένοις γίνεται, ὅταν αὐτῷ, δοκῇ· οὕτω καὶ ὁ Χριστὸς φύσει Κύριος καὶ βασιλεὺς ἀίδιος ὢν, οὐχ ὅτε ἀποστέλλεται, μᾶλλον γίνεται Κύριος, οὐδὲ τότε ἀρχὴν λαμβάνει τοῦ εἶναι Κύριος καὶ βασιλεύς· ἀλλʼ ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τότε κατὰ σάρκα πεποίηται, καὶ λυτρωσάμενος πάντας γίνεται καὶ οὕτω ζώντων καὶ νεκρῶν Κύριος· αὐτῷ γὰρ λοιπὸν τὰ πάντα δουλεύει· καὶ τοῦτό ἐστιν, ὅπερ ψάλλει καὶ ὁ Δαβίδ· ‘Εἷπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν Ps. cix.(cx.)1. θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐ γὰρ ἔπρεπε διʼ ἑτέρου τὴν λύτρωσιν γενέσθαι, ἀλλὰ διὰ τοῦ φύσει Κυρίου, ἵνα μὴ διὰ Υἱοῦ μὲν κτιζώμεθα, ἄλλον δὲ Κύριον ὀνομάζωμεν, καὶ πέσωμεν εἰς τὴν Ἀρειανὴν καὶ τὴν Ἑλληνικὴν Cp. iii. 16. ἀφροσύνην, κτίσει δουλεύοντες παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν.

15. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου. Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· ‘Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς John xii. 34. τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ αὐτὸν ὑψωθῆναι;ʼ ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ τοὺς ἄλλους δὲ Ἰουδαίους, Luke xxiv. 26. ὅτι Θεὸν ἐπιδημῆσαι, λέγων· ‘Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς John x. 35. 36. οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι “βλασφημεῖς·” ὅτι εἶπὸν, Υἱὸς τοῦ Θεοῦ εἰμι;’

16. Ὁ τοίνυν Πέτρος, μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, κατʼ ἀμφότεραδιορθούμενος τοὺς Ἰουδαίους φησίν—Ὦ Ἰουδαῖοι, τὸν Χριστὸν καταγγέλλουσιν ἔρχεσθαι αἱ θεῖαι γραφαὶ, καὶ ὑμεῖς μὲν ψιλὸν ἄνθρωπον αὐτὸν, ὡς ἕνα τῶν ἐκ τοῦ Δαβὶδ, νομίζετε. τὰ δὲ γεγραμμένα περὶ αὐτοῦ οὐ τοιοῦτον αὐτὸν, οἷον ὑμεῖς λέγετε, σημαίνουσιν· ἀλλὰ μᾶλλον Κύριον καὶ Θεὸν, καὶ ἀθάνατον, καὶ χορηγὸν ζωῆς καταγγέλλουσιν. Ὁ μὲν γὰρ Μωσῆς εἴρηκεν, Cp. Deut. xxviii. 66. Ps. cix. (cx.)1. ‘Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν·᾿ ὁ δὲ Δαβὶδ ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ· ‘Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·ʼ ἐν δὲ τῷ πεντεκαιδεκάτῳ· Ib. xv, (xvi.) 10. κάτῳ· ‘Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.᾿ Ὅτι μὲν οὖν οὐκ εἰς τὸν Δαβὶδ φθάνει τὰ τοιαῦτα ῥητὰ, αὐτὸς μὲν μαρτυρεῖ, ‘Κύριον ἑαυτοῦʼ φάσκων εἶναι τὸν ἐρχόμενον· συνορᾶτε δὲ καὶ ὑμεῖς, ὅτι ἀπέθανε, καὶ τὰ λείψανα αὐτοῦ παῤ ὑμῖν ἐστιν. Ὅτι δὲ τὸν Χριστὸν τοιοῦτον εἶναι δεῖ, οἷον αὐτὸν λέγουσιν εἶναι αἱ γραφαὶ, πάντως καὶ ὑμεῖς συνομολογήσετε· παρὰ Θεοῦ γὰρ εἴρηνται οἱ λόγοι, καὶ οὐ δύναται ψεῦδος ἐν αὐτοῖς εἶναι. Εἰ μὲν οὖν δύνασθε εἰπεῖν, ὡς ἐλθόντος πρότερον τοιούτου, καὶ δύνασθε δεῖξαι Θεὸν αὐτὸν εἶναι, ἀφʼ ὧν ἐποίησε σημείων καὶ τεράτων, εἰκότως ἡμῖν διαμάχεσθε· εἰ δὲ δεῖξαι μὲν οὐ δύνασθε ὡς ἐλθόντα, προσδοκᾶτε δὲ ἀκμὴν τοιοῦτον, ἐπίγνωτε τὸν καιρὸν ἀπὸ Cp. Dan. ix. 24–27. τοῦ Δανιήλ· εἰς τὸν παρόντα γὰρ χρόνον τὰ λεχθέντα παῤ αὐτοῦ φθάνει. Εἰ δὲ ὁ παρὼν καιρὸς οὗτός ἐστιν ἐκεῖνος ὁ πάλαι προκαταγγελλόμενος, καὶ τὰ γενόμενα δὲ νῦν ἐφʼ ἡμῖν ἑωράκατε, γνῶτε ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ὑμεῖς ἐσταυρώσατε, οὗτός ἐστιν ὁ Χριστὸς ὁ προσδοκώμενος· ὁ μὲν γὰρ Δαβὶδ καὶ πάντες οἱ προφῆται ἀπέθανον, καὶ τὰ μνήματα πάντων παῤ ὑμῖν ἐστιν· ἡ δὲ γενομένη νῦν ἀνάστασις ἔδειξεν εἰς τοῦτον φθάνειν Deut. xxviii. 66. τὰ γεγραμμένα. Τὸ μὲν γὰρ σταυρωθῆναι, δείκνυσι τὸ ‘ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην·’ καὶ τὸ τῇ λόγχῃ δὲ τρωθῆναι τὴν Isa. liii. 7. πλευρὰν, πληροῖ τὸ ‘Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·’ τὸ δὲ μὴ μόνον ἐξαναστῆναι, ἀλλὰ καὶ παλαιοὺς νεκροὺς ἐκ τῶν μνημείων ἐγεῖραι (τούτους γὰρ ἑωράκασιν ὑμῶν οἱ πλεῖστοι), τουτέστι τὸ ‘ Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην·’ καὶ τὸ ‘Κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν, ‘Ἀφεῖλεν ὁ Θεός.’ Isa xxv. 8. Τὸ δὲ καὶ τοιαῦτα σημεῖα ποιῆσαι αὐτὸν, οἷα γέγονε, δείκνυσι Θεὸν εἶναι τὸν ἐν σώματι, καὶ αὐτὸν εἶναι τὴν ζωὴν καὶ Κύριον τοῦ θανάτου. Ἔπρεπε γὰρ τὸν Χριστὸν, τὸν ἄλλοις ζωὴν διδόντα, αὐτὸν μὴ κρατεῖσθαι ὑπὸ τοῦ θανάτου· τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει εἰ, ὡς ὑμεῖς νομίζετε, ψιλὸς ἄνθρωπος ἦν ὁ Χριστός. Ἀλλὰ μὴν αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἄνθρωποι γὰρ πάντες ὑπεύθυνοι θανάτου εἰσί, Μηκέτι τοιγαροῦν ἀμφιβαλλέτω τις, ἀλλʼ ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ἐθεωρήσατε σχήματι ἄνθρωπον, τοιοῦντα σημεῖα καὶ τοιαῦτα ἔργα, ἃ μηδεὶς πώποτε πεποίηκεν, αὐτός ἐστιν ὁ Χριστὸς καὶ Κύριος πάντων. Καὶ γὰρ καὶ ἄνθρωπος γενόμενος, καὶ κληθεὶς Ἰησοῦς, ὥσπερ ἐν τοῖς προτέροις εἴπομεν, οὐκ ἠλαττώθη τῷ ἀνθρωπίνῳ πάθει, ἀλλὰ μᾶλλον καὶ ἐν τῷ ποιηθῆναι ἄνθρωπος, ζώντων καὶ νεκρῶν ἀποδείκνυται Κύριος. ‘Ἐπειδὴ γὰρ,ʼ ὡς 1 Cor. i. 21. εἶπεν ὁ ἀπόστολος, ‘ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτω καὶ ἡμεῖς οἱ ἄνθρωποι, ἐπειδὴ οὐκ ἠθελήσαμεν διὰ τοῦ Λόγου αὐτοῦ ἐπιγνῶναι τὸν Θεὸν, καὶ δουλεῦσαι τῷ φύσει δεσπότῃ ἡμῶν τῷ Λόγῳ τοῦ Θεοῦ, ηὐδόκησεν ὁ Θεὸς ἐν ἀνθρώπῳ δεῖξαι τὴν ἑαυτοῦ κυριότητα, καὶ πάντας ἑλκῦσαι πρὸς ἑαυτόν. Διʼ ἀνθρώπου δὲ ψιλοῦ τοῦτο ποιῆσαι ἀπρεπὲς ἦν, ἵνα μὴ, ἄνθρωπον Κύριον ἔχοντες, ἀνθρωπολάτραι γενώμεθα· διὰ τοῦτο αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, καὶ οὕτως ἐποίησεν αὐτὸν Κύριον καὶ Χριστὸν ὁ Πατὴρ, ἴσον τῷ εἰπεῖν, ‘εἰς τὸ κυριεύειν αὐτὸν καὶ βασιλεύειν ἐποίησεν· ἵνʼ ἐν τῷ ὀνόματι Ἰησοῦ, ὃν ὑμεῖς ἐσταυρώσατε, ὥσπερ πᾶν γόνυ κάμπτει, οὕτω καὶ Κύριον καὶ βασιλέα αὐτόν τε τὸν Υἱὸν ἐπιγινώσκωμεν, καὶ δι᾿ αὐτοῦ τὸν Πατέρα.’

17. Ἰουδαίων μὲν οὖν οἱ πλεῖστοι, ταῦτα ἀκούοντες, ἐνετράπησαν, καὶ λοιπὸν ἐπέγνωσαν τὸν Χριστὸν, ὡς ἐν ταῖς Πράξεσι Acts ii. 37. γέγραπται· ἐπειδὴ δὲ οἱ Ἀρειομανῖται αἱροῦνται ἀπομένειν Ἰουδαῖοι καὶ μάχεσθαι τῷ Πέτρῳ, φέρε, τὰς ὁμοίας λέξεις αὐτοῖς παραθώμεθα· ἴσως κἂν οὕτως ἐντραπῶσι, μαθόντες τὴν συνήθειαν τῆς θείας γραφῆς. Ὅτι μὲν οὖν ἀΐδιος Κύριός ἐστι καὶ βασιλεὺς ὁ Χριστὸς, δῆλον γέγονεν ἐκ τῶν προειρημένων, καὶ οὐδείς ἐστιν, ὃς ἀμφιβάλλει περὶ τούτου. Υἱὸς γὰρ ὢν τοῦ Θεοῦ, ὅμοιος αὐτοῦ ἂν εἴη· ὅμοιος δὲ ὢν, πάντως ἐστὶ καὶ John xiv. 9. Κύριος καὶ βασιλεύς· αὐτὸς γάρ φησιν, ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.’ Ὅτι δὲ καὶ αὐτὸ μόνον τὸ λεγόμενον παρὰ τοῦ Acts ii. 36. Πέτρου, ‘Κύριον αὐτὸν ἐποίησε καὶ Κριστὸν,ʼ οὐ ποίημα εἶναι τὸν Υἱὸν σημαίνει, ἔξεστιν ἰδεῖν ἀπὸ τῆς εὐλογίας τοῦ Ἰσαάκ; κἂν ἀμυδρά πως ἡ εἰκὼν αὕτη πρὸς τὸ προκείμενον ᾖ. Ἔφη Gen. xxvii. 29. τοίνυν τῷ μὲν Ἰακὼβ, ‘γίνου κύριος τοῦ ἀδελφοῦ σοῦ·’ τῷ δὲ Ib. 37. Ἠσαῦ, ‘Ἰδοὺ κύριον αὐτὸν ἐποίησά σου Εἰ μὲν οὖν τὸ ‘ἐποίησεʼ τὴν οὐσίαν καὶ τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ ἐσήμαινεν, οὐδʼ οὕτω μὲν ἐχρῆν αὐτοὺς τοιαῦτα περὶ τοῦ Λόγου τοῦ Θεοῦ κἂν ἐνθυμεῖσθαι· οὐ γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ποίημα, ὡς ὁ Ἰακώβ· πλὴν ἐδύναντό πως πυθόμενοι, μηκέτι παραφρονεῖν· εἰ δὲ ταῦτα οὐκ ἐπὶ τῆς οὐσίας, οὐδὲ ἐπὶ τῆς ἀρχῆς τῆς γενέσεως λαμβάνουσι, καίτοι κατὰ φύσιν ὄντος τοῦ Ἰακὼβ κτίσματος καὶ ποιήματος, πῶς οὐ πλέον τοῦ διαβόλου μαίνονται, εἰ ἄρα ἃ μηδὲ τοῖς φύσει γεννητοῖς τολμῶσιν ἐκ τῶν ὁμοίων λέξεων συνάπτειν, ταῦτα τῷ Υἱῷ τοῦ Θεοῦ προσπλέκουσι, λέγοντες αὐτὸν ποίημα εἶναι; Ἔλεγε γὰρ ὁ Ἰσαὰκ, ‘γίνου,’ καὶ, ‘ἐποίησα,ʼ οὔτε τὴν ἀρχὴν τῆς γενέσεως τοῦ Ἰακὼβ, οὔτε τὴν οὐσίαν αὐτοῦ σημαίνων· μετὰ γὰρ τριάκοντα καὶ πλεῖον ἔτη τῆς γενέσεως αὐτοῦ ταῦτα ἔλεγεν· ἀλλὰ τὴν εἰς τὸν ἀδελφὸν ἐξουσίαν αὐτοῦ, τὴν μετὰ ταῦτα γενομένην.

18. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Πέτρος οὐ ποίημα τὴν οὐσίαν τοῦ Λόγου σημαίνων ταῦτʼ ἔλεγεν· ᾔδει γὰρ αὐτὸν Υἱὸν τοῦ Matt. xvi. 16. Θεοῦ, ὁμολογήσας, ‘Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος· ἀλλὰ τὴν κατὰ χάριν ποιηθεῖσαν καὶ γενομένην καὶ εἰς ἡμᾶς αὐτοῦ βασιλείαν καὶ κυριότητα. Καὶ γὰρ ταῦτα λέγων, οὐκ ἐσιώπησε περὶ τῆς ἀϊδίου καὶ πατρικῆς θεότητος τοῦ Υἱοῦ τοῦ Acts ii. 16. Θεοῦ· ἀλλὰ καὶ προειρηκὼς ἦν ὅτι καὶ τὸ Πνεῦμα ἐξέχεεν ἐφʼ ἡμᾶς. Τὸ δὲ μετʼ ἐξουσίας διδόναι τὸ Πνεῦμα οὐ κτίσματος οὐδὲ ποιήματός ἐστιν, ἀλλὰ Θεοῦ δῶρον. Τὰ μὲν γὰρ κτίσματα ἁγιάζεται παρὰ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ Υἱὸς οὐχ ἁγιαζόμενος παρὰ τοῦ Πνεύματος, ἀλλὰ μᾶλλον αὐτὸς διδοὺς αὐτὸ i. 48. τοῖς πᾶσι, δείκνυται μὴ κτίσμα, ἀλλὰ Υἱὸς ἀληθινὸς τοῦ Πατρὸς ὤν. Πλὴν ὅτι ὁ διδοὺς τὸ Πνεῦμα, ὁ αὐτὸς λέγεται καὶ πεποιῆσθαι· πεποιῆσθαι μὲν ἐν ἡμῖν Κύριος διὰ τὸ ἀνθρώπινον, διδοὺς δὲ, ὅτι τοῦ Θεοῦ Λόγος ἐστίν. Ἦν γὰρ ἀεὶ καὶ ἔστιν, ὥσπερ Υἱὸς, οὕτω καὶ Κύριος καὶ παμβασιλεὺς τῶν πάντων, ὅμοιος ὢν i. 40. κατὰ πάντα τοῦ Πατρὸς, καὶ πάντα τὰ τοῦ Πατρὸς ἔχων, ὡς εἴρηκεν αὐτός. Φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· John. xvi. 15 Prov. viii. 22. ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, θεωρήσωμεν·’ εἰ καὶ μάλιστα, δειχθέντος τοῦ Λόγου, ὅτι μὴ ποίημά ἐστι, δέδεικται ὅτι μηδὲ κτίσμα ἐστί. Ταὐτὸν γάρ ἐστιν εἰπεῖν ποίημα καὶ κτίσμα· ὥστε καὶ τὴν ἀπόδειξιν τὴν περὶ τοῦ μὴ εἶναι ποίημα τὴν αὐτὴν εἶναι καὶ περὶ τοῦ μὴ εἶναι κτίσμα. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτοὺς ἐπινοοῦντας ἑαυτοῖς προφάσεις εἰς ἀσέβειαν, καὶ μὴ αἰσχυνομένους ἐπὶ τοῖς γενομένοις καθʼ ἕκαστον ἐλέγχοις. Πρότερον μὲν γὰρ ἐπενόουν ἀπατᾷν πυνθανόμενοι τῶν ἀκεραίων· i. 22. ‘Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος ἐποίησεν, ἢ τὸν ὄντα;’ καὶ. ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ὡς δὲ δέδεικται τοῦτο σαθρὸν, ἐφεῦρον λέγειν· ‘Ἓν τὸ ἀγένητον, ἢ δύο;’ εἶτʼ ἐν τούτῳ διελεγχθέντες συνῆψαν εὐθύς· ‘Αὐτεξούσιός ἐστι, καὶ τρεπτῆς ἐστι φύσεως;’ Ἀλλὰ ἐκβληθέντος καὶ τούτου, πάλιν ἐφεῦρον λέγειν· ‘Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.’ Ὡς δὲ Heb. i. 4. καὶ τοῦτο ἡ ἀλήθεια διήλεγξε, νῦν λοιπὸν ἐκεῖνα πάντα συνάγοντες, διὰ τοῦ ‘ποιήματος καὶ κτίσματος,ʼ τὴν αἵρεσιν αὐτῶν συνιστᾷν νομίζουσι. Πάλιν γὰρ ἐκεῖνα σημαίνουσι, καὶ οὐκ ἀφίστανται τῶν ἰδίων κακονοιῶν, τὰ αὐτὰ ποικίλως ἀντιμεταβάλλοντες καὶ μεταστρέφοντες, ὅπως ἴσως τῇ ποικιλίᾳ τινὰς ἀπατῆσαι δυνηθῶσιν. Εἰ καὶ τὰ μάλιστα τοίνυν καὶ τὰ προειρημένα δείκνυσιν αὐτῶν καὶ ταύτην τὴν ἐπίνοιαν ματαίαν· ὅμως, ἐπειδὴ τῷ ἐκ τῶν Παροιμιῶν ῥητῷ τεθρυλλήκασι τὰ πανταχοῦ, Cp. Theod. H. E. ii. 31 καὶ παρὰ πολλοῖς τοῖς ἀγνοοῦσι τὴν Χριστιανῶν πίστιν δοκοῦσι τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητὸν, ὥσπερ τὸ πιστὸν ὄντα Heb. iii. 2. τῷ ποιήσαντι αὐτὸν,ʼ οὕτω καὶ τὸ ‘ἔκτισε,’ καθʼ ἑαυτὸ ἐξετάσαι· ἵνʼ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ δειχθῶσι μηδὲν πλέον ἔχοντες ἢ φαντασίαν.

19. Καὶ πρῶτά γε ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχὴν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παῤ αὐτῶν, τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. De Sy. 16. Ἔγραψαν τοίνυν λέγοντες· ‘Κτίσμα ἐστὶν, ἀλλʼ οὐχ ὡς ἓν τῶν Cp. Jerome c. Luciter. 18. κτισμάτων· ποίημά ἐστιν, ἀλλʼ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων.ʼ Θεασάσθω δὴ ἕκαστος τὸ πανοῦργον καὶ δόλιον τῆς αἱρέσεως ταύτης· εἰδυῖα γὰρ τὸ πικρὸν τῆς ἰδίας κακοφροσύνης, καλλωπίζειν ἑαυτὴν βιάζεται πιθανότητι ῥημάτων· καὶ λέγει μὲν, ὅπερ φρονεῖ, ὅτι ‘κτίσμα ἐστὶ, νομίζει δὲ δύνασθαι κρύπτειν ἑαυτὴν ἐν τῷ λέγειν, ‘ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων·’ Μᾶλλον δὲ οὕτω γράψαντες, διὰ τούτων πλέον ἤλεγξαν ἑαυτῶν τὴν ἀσέβειαν. Εἰ γὰρ ὅλως καθʼ ὑμᾶς κτίσμα ἐστὶ, πῶς ὑποκρίνεσθε λέγοντες, ‘ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων; καὶ εἰ ὅλως ποίημά ἐστι, πῶς ‘οὐχ ὡς ἓν τῶν ποιημάτων;’ ἐν οἷς καὶ τὸν ἰὸν τῆς αἱρέσεως θεωρεῖν ἔξεστι. Λέγοντες γὰρ ‘γέννημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων,’ πολλοὺς υἱοὺς συντάττουσι, καὶ τούτων ἕνα εἶναι τὸν Κύριον δογματίζουσιν· ὡς μηκέτι κατʼ αὐτοὺς μονογενῆ εἶναι, ἀλλʼ ἐκ πολλῶν ἀδελφῶν ἕνα καὶ αὐτὸν γέννημα καὶ Υἱὸν χρηματίζειν. Τίς οὖν χρεία τῆς ὑποκρίσεως, ὥστε λέγειν μὲν αὐτὸν κτίσμα, λέγειν δὲ αὐτὸν μὴ κτίσμα; καὶ γὰρ καὶ ἐὰν λέγητε, οὐχ ὡς ἓν τῶν κτισμάτων,ʼ ἀνόητον ὑμῶν τὸ τοιοῦτον σόφισμα δειχθήσεται· ἓν γὰρ πάλιν τῶν κτισμάτων αὐτὸν εἶναι λέγετε· καὶ οἷα ἄν τις εἴποι καὶ περὶ τῶν ἄλλων κτισμάτων, τοιαῦτα καὶ Matt. xxiii. 17. περὶ τοῦ Υἱοῦ φρονεῖτε, ὡς ἀληθῶς μωροὶ καὶ τυφλοί.ʼ Ποῖον γὰρ καὶ ἕτερον τῶν κτισμάτων τοιοῦτόν ἐστιν, οἷον γέγονε καὶ τὸ ἕτερον, ἵνα τοῦτο περὶ Υἱοῦ ὡς ἐξαίρετόν τι λέγητε; Καὶ πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε· καὶ τῇ μὲν πρώτῃ τὸ φῶς, ὅπερ ἐκάλεσεν ἡμέραν· τῇ δὲ δευτέρᾳ τὸ στερέωμα· καὶ τῇ τρίτῃ, συναγαγὼν τὰ ὕδατα, ἔδειξε τὴν ξηρὰν, καὶ τοὺς ἐν αὐτῇ ποικίλους προήγαγε καρπούς· καὶ τῇ μὲν τετάρτῃ πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πάντα τὸν τῶν ἀστέρων χορόν· τῇ δὲ πέμπτῃ τῶν ἐν τῇ θαλάσσῃ ζώων, καὶ τῶν ἐν τῷ ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε· τῇ δὲ ἕκτῃ τὰ τετράποδα τὰ ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον. Rom. i. 20. ‘Τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα, καθορᾶται· καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ, οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη, οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν· οὔτε οἱ ἄγγελοι ὡς οἱ θρόνοι, οὔτε οἱ θρόνοι ὡς αἱ ἐξουσίαι· ἀλλὰ πάντα Gen. i. 11. μέν ἐστι κτίσματα, ἕκαστον δὲ τῶν γενομένων ‘κατὰ γένος’ τῇ ἰδίᾳ οὐσίᾳ, ὡς γέγονεν, ἐστί τε καὶ μένει.

20. Ἢ τοίνυν ὁ Λόγος ἐξαιρείσθω τῶν ποιημάτων, καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ Πατρὶ, καὶ ὁμολογείσθω φύσει Υἱός· ἢ εἰ ὅλως κτίσμα ἐστὶ, τὴν αὐτὴν ὁμολογείσθω τάξιν ἔχειν, οἵαν ἔχει καὶ τὰ ἕτερα πρὸς ἄλληλα· λεγέσθω δὲ κἀκείνων ἕκαστον ‘κτίσμα, ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα ἢ ποίημα, οὐδʼ ὡς ἓν τῶν ποιημάτων ἢ γεννημάτων.ʼ Ταὐτὸν γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα, γράψαντες, ‘γεννηθέντα ἢ ποιηθέντα·’ κἂν γὰρ ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ Υἱὸς, ἀλλʼ οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερέχοντα. ‘Ἀστὴρ 1 Cor. xv. 41. γοῦν ἀστέρος διαφέρει ἐν δόξῃ·’ τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παῤ αὐτῶν γίνεται· ἀλλὰ πάντα τοῦ γίνεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει, ὁμολογοῦντα διʼ ἑαυτῶν τὸν δημιουργὸν ἑαυτῶν, ὡς ψάλλει Δαβὶδ, Ὁἱ οὐρανοὶ διηγοῦνται δόξαν Ps. xviii. (xix.) 1. Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.’ καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει, ‘Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν 3 Esd. iv. 36. καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει.’ Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ αὐτὸς λέγει, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ John. xiv. 6. Λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα ἥρμοσται, καὶ αὐτὸς ὑμνεῖται παρὰ πάντων, ὡς δημιουργός· ‘Ἤμην γὰρ,’ Prov. viii. 30. ὡς αὐτός φησι, παῤ αὐτῷ ἁρμόζουσα·’ καὶ, ‘Ὁ Πατήρ μου ἕως John v. 17. ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Τὸ δὲ ἕως ἄρτι’ δείκνυσι τὸ ἀϊδίως, ὡς Λόγον, ὑπάρχειν αὐτὸν ἐν τῷ Πατρί· Λόγου γὰρ ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πατρὸς ἔργα, καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.

21. Εἰ δὲ ἃ ὁ Πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ Υἱὸς ἐργάζεται· καὶ ἃ κτίζει ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστι κτίσματα· ἔργον δὲ καὶ κτίσμα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱός· ἢ καὶ αὐτὸς ἑαυτὸν ἐργάσεται, καὶ αὐτὸς ἑαυτὸν ἔσται κτίζων· (ἐπειδὴ ἃ ἐργάζεται ὁ Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν ἔργα·) ὅπερ ἄτοπον ἂν εἴη καὶ ἀδύνατον· ἢ τὰ τοῦ Πατρὸς κτίζων καὶ ἐργαζόμενος, αὐτὸς οὐκ ἂν εἴη ἔργον οὐδὲ κτίσμα, ἵνα μὴ, ὁ αὐτὸς ποιητικὸν αἴτιον ὢν, ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, ὅπερ γέγονεν αὐτός· μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. Πῶς γὰρ, εἰ καθʼ ὑμᾶς ‘ἐξ οὐκ ὄντων γέγονεν,ʼ οἷός τέ ἐστι τὰ οὐκ ὄντα εἰς τὸ εἶναι δημιουργεῖν; Εἰ δὲ, κτίσμα ὢν, δημιουργεῖ καὶ αὐτὸς κτίσμα, ἔσται καὶ ἐφʼ ἑκάστου κτίσματος τὸ αὐτὸ νοούμενον, ὥστε δύνασθαι καὶ αὐτὰ δημιουργεῖν. Καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ χρεία τοῦ Λόγου, δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόντων γίνεσθαι; ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν γενομένων ἀκοῦσαι παρὰ τοῦ Θεοῦ, ‘Γενοῦ,ʼ καὶ, ‘Ποιήθητι·’ καὶ οὕτως ἂν ἕκαστον· ἐδημιουργεῖτο. Ἀλλʼ οὐδὲ γέγραπται τοῦτο, οὔτε δυνατὸν ἦν. Τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν Cp. Jonh 1. 3. αἴτιον· ‘πάντα γὰρ διὰ τοῦ Λόγου γέγονεν οὐκ ἂν ἐργασαμένου καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ αὐτὸς ὁ Λόγος τῶν κτισμάτων ἦν· οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται, κτίσματα ὄντες καὶ αὐτοὶ, (κἂν Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Βασιλείδη τοιαῦτα φρονῶσι, καὶ ὑμεῖς ἐκείνων ζηλωταὶ τυγχάνητε·) οὐδὲ ὁ ἥλιος, κτίσμα ὢν, ποιήσει ποτὲ τὸ μὴ ὂν εἰς τὸ εἶναι· οὐδὲ ἄνθρωπος ἄνθρωπον πλάσει, οὐδὲ λίθος λίθον ἐπινοήσει, οὐδὲ ξύλον ξύλον Jer. i. 5. αὐξήσει· ἀλλʼ ὁ Θεὸς μέν ἐστιν ὁ ‘πλάσσων ἐν κοιλίᾳʼ ἄνθρωπον, καὶ ὄρη τιθεὶς, καὶ ξύλον μηκύνων· ὁ δὲ ἄνθρωπος, ἐπιστήμης ὢν δεκτικὸς, ταύτην τὴν ὕλην συντίθησι καὶ μεταύῤῥυθμίζει, καὶ τὰ ὄντα ἐργάζεται, ὡς ἔμαθε· καὶ ἀγαπᾷ, ὅτι μόνον γέγονε· τήν τε φύσιν ἐπιγινώσκων τὴν ἑαυτοῦ, ἐάν τινος δέηται, τὸν Θεὸν οἶδεν αἰτεῖν.

Cp. i. 23.

22. Εἰ μὲν οὖν καὶ ὁ Θεὸς ἐξ ὕλης ἐστὶν ἐργαζόμενος καὶ συντιθεὶς, Ἑλληνικὸν μὲν τὸ φρόνημα, καὶ τεχνίτης, οὐ ποιητὴς ἂν κληθείη ὁ Θεός. Ἐργαζέσθω δὲ ὅμως οὕτω τὴν ὕλην ὁ Λόγος προσταττόμενος καὶ ὑπουργῶν τῷ Θεῷ. Εἰ δὲ τὰ οὐκ ὄντα καλεῖ διὰ τοῦ ἰδίου Λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι τῶν μὴ ὄντων καὶ καλουμένων ὁ Λόγος, ἵνα μὴ καὶ ἕτερον Λόγον ζητῶμεν, διʼ οὗ καὶ οὕτος ἐκλήθη· Λόγῳ γὰρ τὰ οὐκ ὄντα γέγονε. Καὶ εἰ δι᾿ αὐτοῦ κτίζει καὶ ποιεῖ, οὐκ ἔστι τῶν κτιζομένων καὶ ποιουμένων αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος Θεοῦ Λόγος ἐστὶν, ὅστις καὶ ἐκ τῶν ἔργων τοῦ Πατρὸς, ὧν αὐτὸς ὁ Λόγος ἐργάζεται, γινώσκεται ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν αὐτῷ, καὶ ὁ John xiv. 10, 9. ἑωρακὼς αὐτὸν ἑώρακε τὸν Πατέρα, διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ τὴν κατὰ πάντα ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Πῶς οὖν διʼ αὐτοῦ κτίζει, εἰ μὴ ὁ Λόγος ἐστὶν αὐτοῦ καὶ ἡ Σοφία; πῶς δὲ Λόγος ἂν εἴη καὶ Σοφία, εἰ μὴ ἴδιον γέννημα τῆς οὐσίας αὐτοῦ, ἀλλʼ ἐξ οὐκ ὄντων καὶ αὐτὸς ἐγένετο; πῶς δὲ πάντων ἐξ οὐκ ὄντων καὶ κτισμάτων ὄντων, καὶ τοῦ Υἱοῦ κατʼ ἐκείνους ἑνὸς ὄντος τῶν κτισμάτων, καὶ τῶν οὐκ ὄντων ποτὲ, μόνος οὗτος ἀποκαλύπτει τὸν Πατέρα, καὶ οὐδεὶς ἄλλος εἰ μὴ μόνος αὐτὸς γινώσκει τὸν Πατέρα; Εἰ γὰρ δυνατὸν, ποίημα ὄντα, τοῦτον γινώσκειν τὸν Πατέρα, γινωσκέσθω καὶ παρὰ πάντων κατʼ ἀναλογίαν τῶν ἑκάστου μέτρων· ποιήματα γὰρ πάντα, ὥσπερ καὶ αὐτός. Εἰ δὲ οὐ δυνατὸν τοῖς γενητοῖς οὔτε βλέπειν οὔτε γινώσκειν, ἀλλʼ ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις· καὶ γὰρ καὶ αὐτὸς μὲν ὁ Θεὸς εἶπεν· ‘Οὐδεὶς ὄψεται Exod. xxxiii. 20. τὸ πρόσωπόν μου, καὶ ζήσεται· ὁ δὲ Υἱὸς εἴρηκεν· ‘Οὐδεὶς Matt. xi. 27. γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός·’ ἄλλος ἂν εἴη τῶν γεννητῶν ὁ Λόγος, μόνος γινώσκων καὶ μόνος βλέπων τὸν Πατέρα, ὡς εἶπεν, ‘Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ John vi. 46. Πατρός·’ καὶ, ‘Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός·’ κἂν Matt. xi. 27. Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἦν ἴδιος αὐτοῦ; πῶς δʼ ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας i. 31. οὐκ ὀκνητέον.) Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν ‘κτίσμα, ἀλλʼ οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημα, ἀλλʼ οὐχ ὡς ἓν τῶν γεννημάτων· Πῶς γὰρ οὐχ ὡς ἓν τούτων, εἴ γε κατʼ αὐτοὺς ‘οὐκ ἢν πρὶν γεννηθῇ;’ i. 22. Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι, καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς Qu. κτίσμασιν εὐρεθ. ὥσπερ καὶ τὰ βλεπ. πρὸς ἐ. διαφ, δείκν. ἑαυτὰ διαφέροντα εὑρεθήσεται, ὥσπερ καὶ βλεπόμενα δείκνυται.

23. Ἀλλʼ εἴπερ κατὰ τοὺς αἰρετικοὺς ‘κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων,ʼ διὰ τὸ ἐν δόξῃ διαφέρειν αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιήματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει σημαίνεσθαί τε παρὰ τῆς γραφῆς καὶ δείκνυσθαι αὐτὸν, οἷον ἔδει λέγεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμότερον τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται Υἱὸν δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων· Ps. ii. 7. Matt. iii. 17. Ib. iv. 11. ‘Υἱός μου εἶ σύ·’ καὶ ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα·’ διὸ καὶ ‘διηκόνουν αὐτῷ οἱ ἄγγελοι,ʼ ὡς ἄλλῳ παῤ αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παῤ αὐτῶν, οὐχ ὡς τῇ δόξῃ μείζων, ἀλλʼ ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παῤ ἐκείνους ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατʼ οὐσίαν Υἱός. Εἰ γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλʼ οὐκ ἔστιν οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην, καὶ κτίσμα Θεόν, Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι Acts x. 26. θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων ὅτι ‘κἀγὼ ἄνθρωπός εἰμι·’ ἄγγελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην Rev. xxii. 9. ἐν τῇ Ἀποκαλύψει κωλύει, λέγων, ‘Ὄρα μή· σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.’ Οὐκοῦν Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσαι καὶ αὐτοὶ οἱ ἄγγελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων τὸν Δεσπότην. Τὸν γοῦν πατέρα τοῦ Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ, Cp. Judges xiii. 16. ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι ‘μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε.’ Ὁ δὲ Κύριος καὶ παῤ ἀγγέλων προσκυνεῖται· γέγραπται Ps. xcvi. (xcvii.) 7; Heb. i. 6. γὰρ, ‘καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·’ καὶ παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἡσαΐας φησὶν, ‘Ἐκοπίασεν Isa. xlv. 14. Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι·’ εἶτα ἐξῆς· ‘Καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ·’ τούς τε μαθητὰς προσκυνοῦντας δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων· John xiii. 13. ‘Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς Ib. xx. 28. λέγετε· εἰμὶ γάρ.’ Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, ‘Ὁ Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχεται, μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι προφήται λέγουσι, καὶ Δαβὶδ ψάλλει, ‘Κύριος τῶν δυνάμεων, Ps. xxiii. (xxiv.) 10. Κύριος Σαβαὼθ ὃ ἑρμηνεύεται, ‘Κύριος τῶν στρατιῶν,ʼ καὶ Θεὸς ἀληθινὸς καὶ παντοκράτωρ, κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ διαῤῥηγνύωσιν ἑαυτούς.

24. Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη, οὐδὲ ταῦτʼ ἐλέγετο περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι κτίσμα, ἀλλʼ ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου Θεοῦ γέννημα, καὶ φύσει Υἱός ἐστι, διὰ τοῦτο προσκυνεῖται, καὶ Θεὸς πιστεύεται, καὶ Κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· ‘Πάντα ὅσα ἔχει John xvi. 15. ὁ Πατὴρ ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ δι᾿ αὐτοῦ τὰ πάντα πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵνʼ ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέσεως αὐτῶν φαίνηται· διὰ τί, πάντων ὄντων κτισμάτων, καὶ πάντων ἐκ τοῦ μὴ ὄντος ἐχόντων τὴν σύστασιν, τοῦ τε Υἱοῦ καὶ αὐτοῦ ὄντος καθʼ ὑμᾶς κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, διʼ αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ Ib. i. 3. ἕν;’ ἢ διὰ τί, ὅταν μὲν ‘τὰ πάνταʼ λέγηται, οὐ τὸν Υἱόν τις ἐν τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά; ὅταν δὲ περὶ τοῦ Λόγου λέγωσιν αἱ γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐτὸν, ἐν ᾧ τὴν πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργάζεται καὶ ποιεῖ ὁ Πατὴρ, καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ κἀκεῖνος παρὰ μόνου τοῦ Θεοῦ γέγονε, γενέσθαι; Οὐ γὰρ κάμνει ὁ Θεὸς προστάττων, οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων ἐργασίαν, ἵνα τὸν μὲν Υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ Υἱοῦ, Οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι· ἀλλὰ μόνον ἠθέληκε, καὶ ὑπέστη τὰ πάντα, καὶ ‘τῷ βουλήματι αὐτοῦ Rom. ix. 11. οὐδεὶς ἀνθέστηκε.’ Τίνος οὖν ἕνεκα οὐ γέγονε τὰ πάντα παρὰ μόνου τοῦ Θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ Υἱὸς, ἢ διὰ τί διὰ τούτου πάντα γέγονε, καίτοι καὶ αὐτοῦ γενητοῦ τυγχάνοντος, λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παῤ αὐτοῖς· φασὶ δὲ ὅμως περὶ τούτου, ὡς ἄρα ‘θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν, ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετασχεῖν τῆς τοῦ Πατρὸς ἀκράτου χειρὸς, καὶ τῆς παῤ αὐτοῦ δημιουργίας, ποιεῖ καὶ κτίζει Cp. iv. 11. De Decr. Nic. 8. πρώτως μόνος μόνον ἔνα, καὶ καλεῖ τοῦτον Υἱὸν καὶ Λόγον, ἵνα, τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα διʼ αὑτοῦ γενέσθαι δυνηθῇ.’ Ταῦτα οὐ μόνον εἰρήκασιν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ ὁ θύσας Ἀστέριος.

25. Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἢν, μετὰ πολλῆς τῆς ἀφροσύνης ἑαυτοῖς κεράσαντες, οὐκ ἐρυθριῶσιν οὕτω καταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν, φήσουσι μόνον αὐτὸν πεποιηκέναι τὸν Υἱὸν, καταβοήσει μὲν τούτων πᾶσα ἡ κτίσις, οὐκ ἄξια φθεγγομένων περὶ τοῦ Θεοῦ· Isa. xl. 28. ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων, ‘Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ, καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ, οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· ἐντρέψει δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων, Matt. x. 29. ‘Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς; Ib. vi.  25–30. καὶ πάλιν, ‘Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ οὐκ ἀνάξιον Θεοῦ προνοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κεφαλῆς, καὶ στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου. Ἄλλως τε καὶ μεῖζον ἄτοπον τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι γὰρ τὰ κτίσματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ τὰ πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνεσθαι, ἢ εἰ διὰ τοῦ Υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν εἶναι.

26. Ἔπειτα δὲ κἀκείνως ἐλέγξειεν ἄν τις αὐτῶν τὴν ἄνοιαν. Εἰ καὶ ὁ Λόγος τῆς γενητῆς φύσεώς ἐστι, πῶς, ταύτης ἀδυνάτου τυγχανούσης χωρεῖν τὴν τοῦ Θεοῦ αὐτουργίαν, μόνος αὐτὸς ἐκ πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ Θεοῦ γενέσθαι, ὡς ὑμεῖς λέγετε; Ἀνάγκη γὰρ ἢ, τούτου δυναμένου, καὶ πᾶσαν δύνασθαι· ἢ, πάσης ἀδυνάτου τυγχανούσης, μὴ δύνασθαι μηδὲ τὸν Λόγον, εἷς γάρ ἐστι τῶν γενητῶν καὶ οὗτος καθʼ ὑμᾶς. Πάλιν δὲ, εἰ, διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν τῆς τοῦ Θεοῦ αὐτουργίας, μεσίτου χρεία γέγονεν, ἀνάγκη πᾶσα, γενητοῦ καὶ κτίσματος ὄντος τοῦ Λόγου, μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς τούτου δημιουργίας, διὰ τὸ εἶναι ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ Θεοῦ ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία μεσίτου διʼ ἐκεῖνον, καὶ οὕτω τις ἐπαναβαίνων καὶ διερευνῶν τῷ λογισμῷ. εὑρήσει πολὺν ὄχλον ἐπιῤῥεόντων μεσιτῶν, καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ τοῦ μεσίτου δεομένην, καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου, διὰ τὸ πάντας εἶναι τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ μόνου τοῦ Θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. Πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλήρεις, διʼ ἣν καὶ τὰ ἤδη γενόμενα νομίζουσιν ἀδύνατον εἷναι γενέσθαι; Ἢ τάχα οὐδὲ γεγενῆσθαι αὐτὰ φαντάζονται, ζητοῦντες ἔτι τὸν μεσίτην. Κατὰ γὰρ τὴν οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν, οὐδʼ ἂν ὑπέστη τὰ ὄντα, μὴ εὑρισκομένου τοῦ μέσου.

27. Ἀλλʼ ἐκεῖνο φάσκουσιν· ‘Ἰδοὺ δὴ καὶ διὰ Μωσέως ἐξήγαγε Arian obj. τὸν λαὸν ἐξ Αἰγύπτου, καὶ διʼ αὐτοῦ τὸν νόμον δέδωκε, καίτοι καὶ αὐτοῦ τυγχάνοντος ἀνθρώπου· ὥστε δυνατὸν διὰ τοῦ ὁμοίου τὰ ὅμοια γίνεσθαι. Τοῦτο δὲ λέγειν αὐτοὺς ἐγκαλυπτομένους ἔπρεπεν, ἵνα μὴ πολλὴν αἰσχύνην ἀπενέγκωνται. Μωσῆς γὰρ οὐ δημιουργεῖν ἐπέμπετο, οὐδὲ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καλέσαι, καὶ πλάσαι τοὺς ὁμοίους ἀνθρώπους, ἀλλὰ διακονῆσαι μόνον ῥήματα πρὸς τὸν λαὸν καὶ πρὸς τὸν βασιλέα Φαράω. Ἔχει δὲ τοῦτο πολλὴν τὴν διαφορὰν, ὅτι τὸ μὲν διακονεῖν τῶν γενητῶν ὡς δούλων ἐστί· τὸ δημιουργεῖν δὲ καὶ κτίζειν μόνου τοῦ Θεοῦ ἐστι, καὶ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ τῆς σοφίας. Διὰ τοῦτο γοῦν ἐπὶ μὲν τοῦ δημιουργεῖν οὐκ ἄν τις ἄλλον εὕροι, ἢ Ps. ciii. (civ.) 24. μόνον τὸν τοῦ Θεοῦ Λόγον· πάντα γὰρ ‘ἐν σοφίᾳʼ γέγονε, καὶ John i. 3. ‘χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν.’ Πρὸς δὲ τὰς διακονίας οὐχ εἷς, ἀλλʼ ἐκ πάντων πολλοί εἰσιν, οὓς ἐὰν θέλῃ πέμπειν ὁ Col. i. 16. Κύριος. Πολλοὶ μὲν γὰρ ἀρχάγγελοι, πολλοὶ δὲ ‘θρόνοι καὶ an. vii. 10. ἐξουσίαι, καὶ κυριότητες, χίλιαί τε χιλιάδες, καὶ μύριαι μυριάδεςʼ παρεστήκασι λειτουργούντων καὶ ἑτοίμων εἰς τὸ ἀποστέλλεσθαι. Καὶ προφῆται μὲν πολλοὶ, καὶ ἀπόστολοι δὲ δέκα καὶ δύο, καὶ ὁ Παῦλος· καὶ Μωσῆς δὲ αὐτὸς οὐ μόνος, ἀλλὰ καὶ Ἀαρὼν σὺν Num. xi. 25. αὐτῷ, καὶ μετὰ ταῦτα ἄλλοι ἑβδομήκοντα Πνεύματος ἐπληρώθησαν ἁγίου· καὶ Μωσῆν διεδέξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, κἀκεῖνον οἱ κριταὶ, κἀκείνους οὐχ εἶς, ἀλλά πλεῖστοι βασιλεῖς. Εἴπερ οὖν καὶ κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει καὶ πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεὸς, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πλῆθός ἐστιν. Εἰ δὲ τοῦτο οὐκ ἔστιν ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλὰ, ὁ δὲ Λόγος εἷς ἐστι· τίς οὐ συνορᾷ καὶ ἐκ τούτων, ὅτι ὁ Υἱὸς διέστηκε τῶν πάντων, καὶ οὐ πρὸς τὰ κτίσματα τὴν ἐξίσωσιν ἔχει, ἀλλὰ πρὸς τὸν Πατέρα τὴν ἰδιότητα; Ὅθεν οὐδὲ πολλοὶ Λόγοι, ἀλλά μόνος εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος, καὶ μία τοῦ ἑνὸς Θεοῦ εἰκών ἐστιν. ‘Ἀλλʼ ἰδοὺ,’ φασὶ, ‘καὶ ἥλιος μόνος εἷς καὶ ἡ γῆ μία. Ἄφρονες εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἒν, ἵνα ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον ἓν μὲν ἔστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγχειριζομένην διακονίαν καὶ λειτουργίαν οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὔταρκες. Εἶπε γάρ Gen. i. 14. ὁ Θεός· ‘Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεία καὶ εἰς καιροὺς, Ib. 16, 17. καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.· Εἶτά φησι· ‘Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.ʼ

28. Ἰδοὺ πολλοὶ φωστῆρες, καὶ οὐ μόνος ὁ ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλʼ ἕκαστον μὲν ἕν ἐστι κατʼ οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λειτουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν τοῦ μεθʼ ἡμέραν μόνου διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη τὴν νύκτα· οἱ δὲ ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος εἰς σημεῖα γίνεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. Οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλʼ εἰς μόνους τοὺς καρποὺς, καὶ βάσιν εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε ‘στερέωμα διαχωρίζειν ἀνὰ μέσον Gen. i. 7. ὕδατος καὶ ὕδατος,ʼ καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον, ἀλλʼ ἕκαστον τῶν γενομένων, ὥσπερ ‘ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ Cp. Rom. xii. 5. σῶμα,ʼ τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν οὕτω καὶ τὸν Υἱὸῳ ὑπολαμβάνουσιν εἶναι, βαλλέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν Λόγον, καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος Λόγος, τῶν δὲ γενητῶν δημιουργός. Ἀλλʼ εἰρήκασι· ‘Κτίσμα Arian obj. μὲν ἔστι, καὶ τῶν γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμάθηκε τὸ δημιουργεῖν, καὶ οὕτως ὑπηρέτησε τῷ διδάξαντι Θεῷ.’ Ταῦτα γὰρ καὶ Ἀστέριος ὁ σοφιστὴς, ὡς μαθὼν Cp. i. 30. ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ γὰρ διδακτόν ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν Θεὸν εἴπωσι μὴ φύσει, ἀλλʼ ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπʼ αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτήσατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ, δεομένη μαθημάτων; τί δὲ  ἦν καὶ πρὸ τοῦ μαθεῖν; σοφία γὰρ οὐκ ἦν, λειπομένη διδασκαλίας. Κενὸν ἄρα τι πρᾶγμα ἦν, καὶ οὐκ ἔστιν οὐσιώδης Cp. iv. 1. i. 43. σοφία· ἀλλʼ ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ τοσοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε φυλάττῃ. Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλʼ ἐκ μαθήσεως προσγέγονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. Τοιαῦτα δὲ λέγειν περὶ τοῦ Λόγου τοῦ Θεοῦ, οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί.

29. Καὶ γὰρ εἰ ἐκ διδασκαλίας τὸ δημιουργεῖν τινι προσγίνεται, φθόνον καὶ ἀσθένειαν περὶ τὸν Θεὸν εἰσάγουσιν οἱ ἄφρονες· φθόνον μὲν, ὅτι μὴ πολλοὺς δημιουργεῖν ἐδίδαξεν, ἵνʼ ὥσπερ πολλοὶ ἀρχάγγελοι καὶ ἄγγελοι, οὕτω καὶ πολλοὶ δημιουργοὶ περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δὲ, ὅτι μὴ μόνος ἠδυνήθη ποιῆσαι, συνεργοῦ δὲ ἢ ὑπουργοῦ χρείαν ἔσχε· καίτοι δειχθείσης καὶ τῆς γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ Θεοῦ, εἴ γε κατʼ αὐτοὺς ὁ Υἱὸς γενητὸς ὢν ἠδυνήθη παρὰ μόνου τοῦ Θεοῦ γενέσθαι. Ἀλλʼ οὐδενός ἐστιν ἐνδεὴς ὁ Θεός· Isa. i. 11. μὴ γένοιτο· αὐτὸς γὰρ εἶπε, ‘Πλήρης εἰμί·’ οὐδὲ ἐκ διδασκαλίας γέγονε δημιουργὸς ὁ Λόγος· ἀλλʼ εἰκὼν καὶ σοφία ὢν τοῦ Πατρὸς, τὰ τοῦ Πατρὸς ἐργάζεται. Οὐδὲ τῆς τῶν γενητῶν ἕνεκεν ἐργασίας τὸν Υἱὸν πεποίηκεν· ἰδοὺ γὰρ καὶ τοῦ Υἱοῦ ὄντος, φαίνεται πάλιν ἐργαζόμενος ὁ Πατὴρ, ὡς αὐτὸς ὁ Κύριός John v. 17. φησιν· ‘Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.’ Εἰ δὲ καθʼ ὑμᾶς διὰ τοῦτο γέγονεν ὁ Υἱὸς, ἵνα τὰ μετʼ αὐτὸν ἐργάσηται, φαίνεται δὲ ὁ Πατὴρ καὶ μετὰ τὸν Υἱὸν ἐργαζόμενος, περιττὴ καθʼ ὑμᾶς καὶ κατὰ τοῦτο ἡ τοῦ τοιούτου Υἱοῦ ποίησις. Ἄλλως τε διὰ τί ὅλως, θέλων ἡμᾶς κτίσαι, ζητεῖ τὸν μεσίτην, ὡς οὐκ ἀρκουμένου τοῦ βουλήματος αὐτοῦ συστῆσαι Ps. cxiii β (cxv.) 3. Rom. ix. 19. περὶ ὧν ἂν αὐτῷ δοκῇ; Καὶ μὴν αἱ γραφαὶ λέγουσι· ‘πάντα ὅσα ἠθέλησεν ἐποίησε·’ καὶ, ‘τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;’ Εἰ δὲ καὶ τὸ βούλημα μόνον ἱκανόν ἐστιν αὐτοῦ πρὸς τὴν τῶν πάντων δημιουργίαν, περιττὴ πάλιν καθʼ ὑμᾶς ἡ τοῦ μεσίτου χρεία. Καὶ γὰρ καὶ τὸ παράδειγμα τὸ περὶ τοῦ Μωσέως καὶ τοῦ ἡλίου καὶ σελήνης ὑμῶν δέδεικται σαθρόν. Κἀκεῖνο δὲ πάλιν ὑμᾶς ἐντρέψει. Εἰ θέλων ὁ Θεὸς τὴν γενητὴν κτίσαι φύσιν, περὶ δὲ ταύτης βουλευσάμενος, ἐπινοεῖ καὶ κτίζει τὸν Υἱὸν καθ᾿ ὑμᾶς, ἵνα δι᾿ αὐτοῦ ἡμᾶς δημιουργήσῃ, σκοπεῖτε πόσην ἀσέβειαν φθέγγεσθαι τετολμήκατε.

30. Πρῶτον μὲν, ὅτι φαίνεται μᾶλλον αὐτὸς ὁ Υἱὸς διʼ ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς διʼ αὐτόν· οὐ γὰρ διʼ αὐτὸν ἐκτίσθημεν, ἀλλʼ αὐτὸς διʼ ἡμᾶς πεποίηται· ὥστε χάριν αὐτὸν ἡμῖν μᾶλλον ἔχειν, καὶ μὴ ἡμᾶς αὐτῷ, καθάπερ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ‘Οὐ γὰρ ἐκτίσθη,ʼ φησὶν ἡ γραφὴ, ‘ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ 1 Cor. xi. 9. Ib. 7. γυνὴ διὰ τὸν ἄνδρα.’ Ἄῤ οὖν ὥσπερ ‘ὁ μὲν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν οὕτως ἡμεῖς μὲν τοῦ Θεοῦ εἰκὼν, καὶ εἰς δόξαν αὐτοῦ γεγόναμεν, ὁ δὲ Υἱὸς ἡμῶν ἐστιν εἰκὼν καὶ εἰς ἡμῶν δόξαν ὑπέστη. Καὶ ἡμεῖς μὲν εἰς τὸ εἶναι γεγόναμεν· ὁ δὲ τοῦ Θεοῦ Λόγος καθʼ ὑμᾶς, οὐκ εἰς τὸ εἶναι, ἀλλʼ εἰς τὴν ἡμῶν χρείαν, ὡς ὄργανον πεποίηται· ὥστε Cp. i. 26. μὴ ἡμᾶς ἐξ αὐτοῦ, ἀλλʼ αὐτὸν ἐκ τῆς ἡμῶν χρείας συνίστασθαι. Καὶ πῶς οὐ πᾶσαν ἄνοιαν ὑπερβάλλουσιν οἱ ταῦτα καὶ μόνον ἐνθυμούμενοι; καὶ γὰρ εἰ διʼ ἡμᾶς γέγονεν ὁ Λόγος, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ τῷ Θεῷ. Οὐδὲ γὰρ ἐκεῖνον ἔχων ἐν ἑαυτῷ περὶ ἡμῶν βουλεύεται· ἀλλʼ ἡμᾶς ἔχων ἐν ἑαυτῷ, βουλεύεται, ὡς ἐκεῖνοί φασι, περὶ τοῦ ἑαυτοῦ Λόγου. Εἰ δὲ τοῦτό ἐστι, τάχα οὐδὲ ὅλως ἤθελε τὸν Υἱὸν ὁ Πατήρ· οὐ γὰρ θέλων αὐτὸν ἔκτισεν· ἀλλʼ ἡμᾶς θέλων, δι᾿ ἡμᾶς αὐτὸν ἐδημιούργησε· μεθʼ ἡμᾶς γὰρ αὐτὸν ἐπενόησεν· ὥστε κατὰ τοὺς ἀσεβοῦντας περιττὸν εἶναι λοιπὸν τὸν Υἱὸν τὸν γενόμενον, ὡς ὄργανον, γενομένων ὧν ἕνεκα καὶ ἐκτίσθη. Εἰ δὲ ὡς δυνατὸς ὁ Υἱὸς μόνος παρὰ μόνου τοῦ Θεοῦ γέγονεν, ἡμεῖς δὲ ὡς ἀδύνατοι παρὰ τοῦ Λόγου γεγόναμεν, διὰ τί μὴ καὶ πρῶτον, ὡς δυνατοῦ ὄντος αὐτοῦ, περὶ αὐτοῦ βουλεύεται, ἀλλὰ περὶ ἡμῶν; ἢ διὰ τί τὸν δυνατὸν οὐ προκρίνει τῶν ἀσθενῶν; ἢ διὰ τί πρῶτον αὐτὸν ποιῶν, οὐχὶ καὶ περὶ τοῦ πρώτου αὐτοῦ βουλεύεται; ἢ διὰ τί περὶ ἡμῶν πρῶτον βουλευόμενος, οὐ πρώτους ἡμᾶς ἐργάζεται, κανοῦ ὄντος τοῦ βουλήματος αὐτοῦ πρὸς τὴν τῶν πάντων σύστασιν; Ἀλλʼ ἐκεῖνον μὲν πρῶτον κτίζει, περὶ δὲ ἡμῶν πρῶτον βουλεύεται, καὶ πρώτους ἡμᾶς θέλει τοῦ μεσίτου· καὶ ἡμᾶς μὲν θέλων κτίσαι, καὶ περὶ ἡμῶν βουλευόμενος, κτίσματα καλεῖ· ἐκεῖνον δὲ, ὃν δι᾿ ἡμᾶς δημιουργεῖ, υἱὸν καλεῖ καὶ ἴδιον κληρονόμον. Ἔδει δὲ ἡμᾶς, ὧν ἕνεκα καὶ τοῦτον ποιεῖ, υἱοὺς μᾶλλον καλεῖσθαι· ἢ δηλονότι τοῦτον Υἱὸν ὄντα, τοῦτον καὶ προενθυμεῖσθαι καὶ θέλειν, διʼ ὃν καὶ πάντας ἡμᾶς ποιεῖ. Ταῦτα μὲν οὖν τῶν αἱρετικῶν ἔμετοι καὶ ναυτίαι.

31. Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾷν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. Ὁ τοῦ Θεοῦ γὰρ Λόγος οὐ δι᾿ ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς δι᾿ αὐτὸν γεγόναμεν, Col. i. 16. καὶ ‘ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα· οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵνʼ ἡμᾶς διʼ αὐτοῦ ὡς διʼ ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ Θεῷ μὴ ποιῆσαι τὰ John. i. 1. γενητὰ, ἀλλʼ ἦν οὐδὲν ἧττον ὁ Λόγος ‘πρὸς τὸν Θεὸν,ʼ καὶ ἐν αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ Λόγου γενέσθαι· οὕτω γὰρ καὶ γέγονε διʼ αὐτοῦ, καὶ εἰκότως. Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ ὁ Ib. x. 38. Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ‘ἐν αὐτῷʼ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ ἠδύνατο μὴ διʼ αὐτοῦ γενέσθαι τὰ δημιουργήματα. Καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη, οὕτω καὶ ὁ Πατὴρ, ὡς διὰ Cp. ii. 71. χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν Gen. i. 3, 9, 11, 26. ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωσῆς ἐμνημόνευσε, ‘Γενηθήτω φῶς,’ καὶ. ‘συναχθήτω τὸ ὕδωρ,ʼ καὶ, ‘ἐξαγαγέτω ἡ γῆ,’ καὶ, ‘ποιήσωμεν ἄνθρωπον·ʼ ὡς καὶ ὁ ἅγιος ψάλλει Δαυῒδ, Ps. xxxii. (xxxiii.) 9. ‘Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.’ Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται. Τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. Ἒστι γὰρ ὁ Λόγος τοῦ Θεοῦ δημιουργὸς, καὶ Isa. ix. 6. ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. Διὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων, πῶς ἢ ποῖα βούλεται τὸ γινόμενα γενέσθαι· ἀλλὰ Gen. i. 3, 7, 9, 11, 15. μόνον εἶπεν ὁ Θεὸς, ‘Γενηθήτω·’ καὶ ἐπήγαγε, ‘καὶ ἐγένετο οὕτω.’ Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐθὺς ἐγίνετο τῷ Λόγῳ καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται, ἢ τῷ Μωσεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται· Ib. xv. 8. τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει, ‘κατὰ τί γνώσομαι;’ Exod. iv. 13. ὁ δὲ, προχείρισαι ἄλλον·ʼ καὶ πάλιν, ‘ἐὰν ἐρωτήσωσί Ib. iii. 13. με, Τί ὄνομα αὐτῷ; τί ἐρῷ πρὸς αὐτούς;’ Καὶ ὁ ἄγγελος Zech. i. 17. τῷ μὲν Ζαχαρίᾳ ἔλεγε, ‘Τάδε λέγει Κύριος·’ τὸν δὲ Κύριον Ib. 12. ἠρώτα, ‘Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ;’ καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς.’ Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρίζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλʼ ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα διʼ ἡμᾶς τὸ ‘εἶπε,ʼ τὸ δὲ ‘καὶ ἐγένετο οὕτω,ʼ τό τε ἔργον σημαίνηται τὸ διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ Πατρός. Καὶ αὐτὸ δὲ τὸ ‘εἶπεν ὁ Θεὸς,ʼ ἐν τῷ λόγῳ γνωρίζεται· ‘πάντα γὰρ,’ φησὶν, ‘ἐν σοφίᾳ ἐποίησας·’ καὶ, ‘Τῷ Ps. ciii. (civ.) 24. Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,ʼ καὶ, ‘εἷς Κύριος Ἰησοῦς Ib. xxxii. (xxxiii.) 6. 1 Cor. viii. 6 Χριστὸς, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.

32. Ἀπὸ δὴ τούτων ἔστι συνορᾷν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέσεως, ἀλλὰ σχηματίζονται μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν θεότητα μάχονται. Εἰ μὲν γὰρ ἡμῶν ἦν ἡ φωνὴ ἡ λέγουσα, ‘Οὗτός ἐστιν ὁ Υἱός μου,ʼ Matt. xvii. 5 μικρὰ ἧν αὐτοῖς ἡ παῤ ἡμῶν μέμψις· εἰ δὲ τοῦ Πατρός ἐστιν ἡ φωνὴ, καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει, ‘Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·’ πῶς οὐ κατὰ τοὺς Prov. viii. 25 μυθευομένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι, ‘τὴν γλῶττανʼ ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, ‘μάχαιραν ὀξεῖαν εἰς ἀσέβειαν; Ps. Ivi.  (lvii. 4. Οὔτε γὰρ τὴν φωνὴν τοῦ Πατρὸς ἐφοβήθησαν, οὔτε τοῦ Σωτῆρος ᾐδέσθησαν τὰ ῥήματα· ἀλλʼ οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν, τοῦ μὲν γράφοντος, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ Heb. i. 3. τῆς ὑποστάσεως αὐτοῦ·’ καὶ, ‘Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ 1 Cor. i. 24. Ps. xxxv. (xxxvi.) 9. Ib. ciii. (civ.) 24. Jer. ii. 1. σοφία·’ τοῦ δὲ ψάλλοντος, ‘ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καὶ, ‘πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ τῶν μὲν προφητῶν λεγόντων, ‘καὶ ἐγένετο Λόγος Κυρίου πρὸς μέ·’ τοῦ δὲ Ἰωάννου, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος·’ καὶ τοῦ Λουκᾶ, Luke i. 2. ‘καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου·ʼ ὡς καὶ πάλιν Δαυῒδ λέγει, ‘ἀπέστειλε Ps. cvi. (cvii.) 20. τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’ Ταῦτα γὰρ πάντα τὴν μὲν Ἀρειανὴν αἵρεσιν στηλιτεύει πανταχοῦ, τὴν δὲ τοῦ Λόγου ἀϊδιότητα σημαίνει, καὶ ὅτι οὐ ξένος, ἀλλʼ ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας ἐστί. Πότε γὰρ εἶδέ τις φῶς χωρὶς τοῦ ἀπαυγάσματος; Ἢ τίς τολμᾷ λέγειν ἀλλότριον εἶναι τὸν χαρακτῆρα τῆς ὑποστάσεως; ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφόν ποτε τὸν Θεόν; Τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας τὰς εἰκόνας ἔθηκεν ἡ γραφὴ, ἵνʼ ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ὀλιγοστῶς πως καὶ ἀμυδρῶς, ὡς ἐφικτόν ἐστι, διανοεῖσθαι δυνηθῶμεν. Καὶ ὥσπερ περὶ τοῦ εἶναι Θεὸν καὶ πρόνοιαν αὐτάρκης Wisdom  xiii. 5. ἡ κτίσις πρὸς τὴν γνῶσιν· ‘Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται·’ καὶ οὐ φωνὰς ἀπαιτοῦντες παῤ αὐτῶν μανθάνομεν, ἀλλʼ ἀκούοντες μὲν τῶν γραφῶν πιστεύομεν, καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων θεωροῦντες καὶ τὴν ἁρμονίαν, ἐπιγινώσκομεν τοῦτον εἶναι πάντων ποιητὴν καὶ Δεσπότην καὶ Θεὸν, τούτου τε τὴν εἰς πάντα πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν καταλαμβάνομεν· τὸν αὐτὸν τρόπον περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανῶν ὄντων τῶν προειρημένων ῥητῶν, περιττὸν, μᾶλλον δὲ καὶ μανίας πλέον Arian. obj. ἐστὶν ἀμφιβάλλειν, καὶ αἱρετικῶς πυνθάνεσθαι, ‘Πῶς οὖν δύναται ἀϊδίως εἶναι ὁ Υἱός; ἢ πῶς δύναται ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, καὶ μὴ μέρος εἶναι; τὸ γὰρ ἔκ τινος εἶναι λεγόμενον μέρος ἐστὶν αὐτοῦ· τὸ δὲ μεριζόμενον οὐκ ἔστιν ὁλόκληρον.ʼ

33. Ταῦτα γὰρ τῶν ἑτεροδόξων ἐστὶ τὰ σοφὰ κακουργήματα. Καὶ εἰ καὶ φθάσαντες ἐν τοῖς ἔμπροσθεν διηλέγξαμεν τὴν ἐν τούτοις αὐτῶν κενολογίαν, ὅμως καὶ τούτων τῶν ῥητῶν ἡ ἀκρίβεια, καὶ τῶν παραδειγμάτων ἡ διάνοια διελέγχει τὴν σκιαγραφίαν τοῦ μιαροῦ δόγματος αὐτῶν. Ὁρῶμεν γὰρ τὸν λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα, καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. Ὁρῶμεν καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου ἴδιόν τε αὐτοῦ ὂν, καὶ μὴ διαιρουμένην μηδὲ μειουμένην τὴν οὐσίαν τοῦ ἡλίου· ἀλλʼ αὐτήν τε ὁλόκληρον οὔσαν, καὶ τὸ ἀπαύγασμα τέλειον καὶ ὁλόκληρον, καὶ μὴ μειοῦν τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλʼ ὡς γέννημα ἀληθινὸν ἐξ Nic. Cr. αὐτοῦ. Συνορῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλʼ ‘ἐκ τοῦ Πατρὸςʼ γεννώμενον, καὶ ὁλόκληρον μένοντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα Heb. i. 3. Cp. i. 26. τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πατέρα· ὡς τὸν ἰδόντα τοῦτον, ὁρᾶν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν. Ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος διανοούμεθα τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ διδάσκων ἔλεγεν, ‘ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ·’ John xiv. 10. καὶ, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·ʼ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ Ib. x. 30. καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν ἡ Χριστομάχος αἵρεσις πειρασάτω Ib. xiv. 10. πρῶτον τὰ ἐν τοῖς γενητοῖς παραδείγματα διελεῖν καὶ εἰπεῖν, ‘ἦν ποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος·’ ἢ, ὅτι ‘τοῦτο οὐκ ἔστι τῆς τοῦ φωτὸς οὐσίας ἴδιον·ʼ ἢ, ‘ἴδιον μὲν ἔστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτός·ʼ καὶ πάλιν διελέτω τὸν λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον εἶναι τοῦ νοῦ· ἢ ὅτι ‘ποτὲ οὐκ ἦνʼ ἢ ‘οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ·’ ἢ ‘ὅτι μέρος κατὰ διαίρεσίν ἐστιν οὗτος ἐκείνου.’ Περὶ δὲ τοῦ χαρακτῆρος καὶ τοῦ φωτὸς καὶ τῆς δυνάμεως, οὕτω διελέτω ὡς ἐπὶ τοῦ λόγου καὶ τοῦ ἀπαυγάσματος· καὶ τότε περὶ ὧν ἐὰν θελήσῃ φανταζέσθω. Εἰ δὲ ἀδύνατος αὐτοῖς ἐκείνοις ἡ τόλμα, πῶς οὐ μαίνονται μεγάλως, εἰς τὰ ὑπερέκεινα τῶν γενητῶν καὶ τῆς ἑαυτῶν φύσεως μάτην ἐπεκτείνοντες ἑαυτοὺς, καὶ ἀδυνάτοις ἐπιχειροῦντες;

34. Εἰ γὰρ καὶ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν εὑρίσκεται τὰ γεννήματα μὴ ‘μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσι,’ μηδὲ ‘παθητικῶς ὑφιστάμενα, μηδὲ ‘μειοῦντα τὰς οὐσίας τῶν γονέων,ʼ πῶς πάλιν οὐ μαίνονται, ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ ζητοῦντες καὶ ὑπονοοῦντες μέρη καὶ πάθη, διαιρέσεις Cp. i. 28. δὲ προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, ἵνα τὰς ἀκοὰς ἐν τούτοις ταράσσωσιτῶν ἀκεραιοτέρων, καὶ διαστρέψωσιν ἀπὸ τῆς ἀληθείας; Τίς γὰρ ἀκούων ‘υἱὸν,ʼ οὐκ ἐνθυμεῖται τὸ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας; τίς δὲ, ἀκούσας, ὅτε κατηχεῖτο Cp. i. 8. κατὰ τὴν ἀρχὴν, ὅτι ‘ὁ Θεὸς Υἱὸν ἔχει, καὶ τῷ ἰδίῳ Λόγῳ τὰ πάντα πεποίηκεν, οὐχ οὕτως ἐδέξατο κατὰ τὴν διάνοιαν ὡς νῦν ἡμεῖς φρονοῦμεν; τίς, ὅτε γέγονεν ἡ μιαρὰ τῶν Ἀρειόνῶν αἵρεσις, οὐκ εὐθὺς, ἀκούσας ἃ λέγουσιν, ἐξενίσθη, ὡς ἀλλότρια λεγόντων αὐτῶν, καὶ παρὰ τὸν ἐξ ἀρχῆς σπαρέντα λόγον ἐπισπειρόντων; Τὸ μὲν γὰρ σπειρόμενόν ἐστιν ἐξ ἀρχῆς ἑκάστῃ ψυχῇ, ὅτι ὁ Θεὸς Υἱὸν τὸν λόγον, τὴν Σοφίαν, τὴν δύναμιν ἔχει, καὶ ταῦτά ἐστιν αὐτοῦ εἰκὼν καὶ ἀπαύγασμα· φύεται δὲ εὐθὺς ἐκ τῶν ῥηθέντων τὸ ‘ἀεὶ,’ τὸ ‘ἐκ τοῦ Πατρὸς,’ τὸ ‘ὅμοιον,’ τὸ ‘ἀΐδιον τοῦ γεννήματος τῆς αὐσίας·’ καὶ οὐδεμία περὶ ‘κτίσματος’ ἢ ‘ποιήματοςʼ ἐν τούτοις ἔννοια. Ὅτε δὲ ‘ἐχθρὸς ἄνθρωπος’ κοιμωμένων Matt. xiii. 25. Cp. i. 1. τῶν ἀνθρώπων ἐπέσπειρε τὸ ‘κτίσμα,ʼ καὶ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν,ʼ καὶ τὸ πῶς οὖν δύναται; τότε λοιπὸν ὡς ζιζάνιον γέγονεν ἡ κακοῦργος αἵρεσις τῶν Χριστομάχων· καὶ εὐθὺς, ὡς ἐρημωθέντες πάσης ὀρθῆς φρονήσεως, δίκην λῃστῶν περιεργάζονται Arian obj. καὶ λέγειν τολμῶσι, ‘Πῶς οὖν δύναται ὁ Υἱὸς ἀϊδίως συνυπάρχειν τῷ Πατρί; καὶ γὰρ οἱ ἄνθρωποι μετὰ χρόνον ἐξ ἀνθρώπων υἱοὶ γίνονται· καὶ ὁ μὲν πατὴρ τριάκοντα ἐτῶν ἐστιν, ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεννηθείς· καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου οὐκ ἦν, πρὶν γεννηθῇ. Πάλιν τε ψιθυρίζουσι, ‘Πῶς δύναται ὁ Υἱὸς Λόγος εἶναι, ἢ ὁ Λόγος εἰκὼν τοῦ Θεοῦ; Ὁ γὰρ ἀνθρώπων λόγος ἐκ συλλαβῶν συγκείμενος, μόνον ἐσήμανε τὸ βούλημα τοῦ λαλήσαντος, καὶ εὐθὺς πέπαυται καὶ ἠφάνισται.

35. Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατʼ αὐτῶν ἐλέγχων, τοιούτοις πάλιν ‘ἑαυτοὺςʼ δεσμοῖς ἀσεβείας 1 Tim. vi. 10. ‘περιπείροντεςʼ διαλογίζονται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος ἐλέγχει τούτους οὕτως. Εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζονται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν· εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων φύσιν διανοείσθωσαν. Ὁποῖος γὰρ ἂν ᾖ ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι· καὶ ὁποῖος ἂν ὁ τοῦ Λόγου Πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ Λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γεννώμενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾶ τὸ τέκνον· καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ Judith viii. 16. Exod. iii. 14. παύεται, καὶ οὐ μένει· ‘ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι·ʼ τοῦτο γὰρ εἶπεν ἡ γραφή· ἀλλʼ ‘ὤν ἐστι καὶ ἀεί ἐστι· διὰ τοῦτο καὶ ὁ Λόγος αὐτοῦ ὤν ἐστι, καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρὸς, ὡς ἀπαύγασμα φωτός. Καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν Cp. iv. 1; de Syn. 26, s. 5; Cyril. Hier. Chat. iv. 8. Clem. Alex. Strom. vii. s. 53. ἐστι συγκείμενος, καὶ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, ἀλλὰ μόνον ἐστὶ σημαντικὸς τῆς τοῦ λαλοῦντος διανοίας, καὶ μόνον ἐξῆλθε, καὶ παρῆλθε μηκέτι φαινόμενος, ἐπειδὴ οὐδὲ ἦν ὅλως, πρὶν λαληθῇ· διὸ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, οὔτε ὅλως ἄνθρωπός ἐστιν ὁ τῶν ἀνθρώπων λόγος· πάσχει δὲ τοῦτο, καθὰ προεῖπον, ἐπεὶ καὶ ὁ τοῦτον γεννῶν ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἤχει τὴν φύσιν· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ, ὡς ἄν τις εἴποι,’ προφορικός ἐστιν, οὐδὲ ψόφος ῥημάτων, οὐδὲ τὸ προστάξαι Θεὸν, τοῦτό iv. 1. ἐστιν ‘ὁ Υἱός·’ ἀλλʼ ὡς φωτὸς ἀπαύγασμα, οὕτως ἐστὶ γέννημα τέλειον ἐκ τελείου. Διὸ καὶ Θεός ἐστιν εἰκὼν τοῦ Θεοῦ· καὶ i. 20. ‘Θεὸς’ γὰρ ‘ἦν,ʼ φησὶν, ‘ὁ Λόγος.’ Καὶ οἱ μὲν λόγοι τῶν John. 1. ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν· διὸ οὐδὲ διὰ λόγων, ἀλλὰ διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗται μὲν ὑπάρχουσιν, ὁ δὲ λόγος αὐτῶν οὐχ ὑφίσταται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, ὡς εἶπεν ὁ ἀπόστολος, ‘ζῶν ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ Heb. iv. 12, 13. τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὂν ἡμῖν ὁ λόγος. Δημιουργὸς οὖν ἐστι, καὶ ‘χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν,ʼ οὐδὲ δυνατόν τι γίνεσθαι χωρὶς αὐτοῦ.

36. Οὐ δεῖ δὲ ζητεῖν, ‘διὰ τί μὴ τοιοῦτος ὁ τοῦ Θεοῦ Λόγος οἷος καὶ ὁ ἡμέτερος·ʼ ἐπεὶ μὴ τοιοῦτος ὁ Θεὸς οἷοι καὶ ἡμεῖς,’ ὡς προείρηται· ἀλλʼ οὐδὲ πρέπει ζητεῖν ‘πῶς ἐκ τοῦ Θεοῦ ἐστιν ὁ i. 15. Λόγος, ἢ πῶς ἀπαύγασμά ἐστι τοῦ Θεοῦ, ἢ πῶς γεννᾷ ὁ Θεὸς, καὶ τίς ὁ τρόπος τῆς τοῦ Θεοῦ γεννήσεως· μαίνοιτο γὰρ ἄν τις τοιαῦτα τολμῶν, ὅτι πρᾶγμα ἄῥῥητον καὶ φύσεως ἴδιον Θεοῦ, Cp. Ep. ad Monachos, 1; de Decr. Nic. 22. μόνῳ τε αὐτῷ καὶ τῷ Υἱῷ γινωσκόμενον, ἀξιοῖ λόγοις αὐτὸ ἑρμηνευθῆναι· ἴσον γάρ ἐστι τοὺς τοιούτους ζητεῖν, ‘ποῦ ὁ Θεὸς, καὶ πῶς ἐστιν ὁ Θεὸς, καὶ ποταπός ἐστιν ὁ Πατήρ.’ Ἀλλʼ ὤσπερ τὸ τοιοῦτο ἐρωτᾷν ἀσεβές ἐστι, καὶ ἀγνοούντων τὸν Θεὸν, οὕτω καὶ οὐ θέμις οὐδὲ περὶ τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσεως τοιαῦτα τολμᾷν, οὐδὲ τῇ ἑαυτῶν φύσει καὶ ἀσθενείᾳ συμμετρεῖν τὸν Θεὸν καὶ τὴν τούτου Σοφίαν· ἀλλʼ οὐδὲ διὰ τοῦτο καὶ παρὰ τὴν ἀλήθειαν νοεῖν προσήκει· οὐδὲ εἰ ἀπορεῖ τις ζητῶν περὶ τούτων, ὀφείλει καὶ ἀπιστεῖν τοῖς γεγραμμένοις. Βέλτιον γὰρ ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν· διότι ὁ μὲν ἀπορῶν δύναταί πως καὶ συγγνώμην ἔχειν, ὅτι ὅλως κἂν ζητήσας ἠρέμησεν· ὁ δὲ διὰ τὸ ἀπορεῖν ἐπινοῶν ἑαυτῷ τὰ μὴ δέοντα, καὶ τὰ μὴ ἄξια περὶ Θεοῦ φθεγγόμενος, ἀσύγγνωστον ἔχει τῆς τόλμης τὴν δίκην. Δύναται γὰρ καὶ τῶν τοιούτων ἀποριῶν ἔχειν τινὰ παραμυθίαν ἐκ τῶν θείων γραφῶν, ὥστε λαμβάνειν μὲν καλῶς τὰ γεγραμμένα, νοεῖν δὲ ὡς ἐν παραδείγματι τὸν ἡμέτερον λόγον· ὅτι ὥσπερ οὗτος ἴδιος ἐξ ἡμῶν ἐστι, καὶ οὐκ ἔξωθεν ἡμῶν ἔργον, οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος ἴδιός ἐστιν ἐξ αὐτοῦ, καὶ οὐκ ἔστι ποίημα, οὐδὲ ὡς ὁ τῶν ἀνθρώπων λόγος· ἐπεὶ καὶ τὸν Θεὸν ἀνάγκη νοεῖν ἄνθρωπον. Cp. Ep. ad Ep. Æg. 16. Ἰδοὺ γὰρ πάλιν τῶν μὲν ἀνθρώπων πολλοὶ καὶ διάφοροι λόγοι καθʼ ἡμέραν παρέρχονται, διὰ τὸ τοὺς πρώτους μὴ μένειν, ἀλλʼ ἀφανίζεσθαι. Γίνεται δὲ πάλιν τοῦτο, ἐπεὶ καὶ οἱ τούτων πατέρες, ἄνθρωποι ὄντες, παρερχομένας μὲν ἔχουσι τὰς ἡλικίας, τὰ δὲ νοήματα ἐπερχόμενα· καὶ πρὸς ἃ λογίζονται καὶ ἐπιλογίζονται, τοιαῦτα καὶ φθέγγονται· ὥστε καὶ πολλοὺς λόγους ἔχειν, καὶ μετὰ τοὺς πολλοὺς μηδένα τούτων ὅλως· πέπαυται γὰρ ὁ λαλῶν, καὶ ὁ λόγος εὐθὺς ἀνήλωται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος Ps. cxviii. (cxix.) 89. εἷς ἐστι καὶ ὁ αὐτὸς, καὶ, ὡς γέγραπται, ‘ὁ Λόγος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα διαμένει, μὴ ἀλλοιούμενος, μηδὲ πρῶτος ἢ δεύτερος ἑτέρου, ἀλλʼ ὁ αὐτὸς ὑπάρχων ἀεί. Ἔπρεπε γὰρ, ἑνὸς ὄντος τοῦ Θεοῦ, μίαν εἶναι καὶ τὴν εἰκόνα, καὶ ἕνα τὸν τούτου Λόγον, καὶ μίαν τὴν τούτου Σοφίαν.

37. Διὸ καὶ θαυμάζω, πῶς, ἑνὸς ὄντος τοῦ Θεοῦ, οὗτοι κατὰ τὰς ἰδίας ἐπινοίας πολλὰς εἰκόνας καὶ σοφίας καὶ λόγους εἰσάγουσι, i. 5. καὶ ἄλλον μὲν εἶναι τὸν ἴδιον καὶ φύσει Λόγον τοῦ Πατρὸς λέγουσιν, ἐν ᾧ καὶ τὸν Υἱὸν πεποίηκε, τὸν δὲ ἀληθῶς Cp. i. 9. Υἱὸν κατʼ ἐπίνοιαν μόνον λέγεσθαι ‘Λόγον, ὡς ‘ἄμπελον,’ καὶ ‘ὁδὸν,ʼ καὶ ‘θύραν,’ καὶ ‘ξύλον ζωῆς.’ ‘Σοφίαν’ τε ὀνόματι λέγεσθαι αὐτόν φασιν, ἄλλην μέντοι εἶναι τὴν ἰδίαν καὶ ἀληθινὴν Σοφίαν τοῦ Πατρὸς, τὴν ἀγεννήτως συνυπάρχουσαν αὐτῷ, ἐν ᾖ καὶ τὸν Υἱὸν ποιήσας, ὠνόμασε κατὰ μετουσίαν ἐκείνης ‘σοφίαν’ αὐτόν. Ταῦτα δὲ οὐχ ἕως λόγων μόνον αὐτοῖς ἔφθασεν, ἀλλʼ Ἄρειος Cp. i. 5, 11. μὲν ἐν τῇ ἑαυτοῦ ‘Θαλείᾳ συνέθηκεν, ὁ δὲ σοφιστὴς Ἀστέριος Asterius quoted. de Syn. 18.  ἔγραψεν, ἅπερ καὶ ἐν τοῖς προτέροις εἴπομεν, οὕτως· ‘Οὐκ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς τοῦ ἄρθρου προσθήκης, 1 Cor. i. 24. δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν· ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμιν τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγεννήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν δηλονότι τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου, περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ διδάσκων λέγει, Τὰ γὰρ ἀόρατα Rom. i. 20. αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὥσπερ γὰρ τὴν εἰρημένην ἐνταῦθα θειότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ’ αὐτὸν ὑπάρχειν τὸν Πατέρα· οὕτως οἶμαι καὶ ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, οὐχ ὁ μονογενὴς Υἱὸς, ἀλλʼ ὁ γεννήσας ὑπάρχει Πατήρ. Ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει Θεοῦ εἶναι διὰ Χριστοῦ δεικνυμένην.ʼ Καὶ μετʼ ὀλίγα ὁ αὐτὸς Ἀστέριός φησι· ‘Καίτοι γε ἡ μὲν ἀΐδιος αὐτοῦ δύναμις καὶ σοφία, ἢν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ. μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή· πολλαὶ δὲ αἱ καθʼ ἕκαστον ὑπʼ αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτημένον ἀνήρτηνται· καὶ πᾶσαι δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται δικαίως· οἷον ὁ μὲν προφήτης τὴν ἀκρίδα, δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων Joel ii. 25. Cp. ad Ep. Æg. l. c. θεήλατον γινομένην, οὐ “δύναμιν μόνον, ἀλλὰ καὶ “μεγάλην” φησὶν ὑπʼ αὐτοῦ προσαγορεύεσθαι τοῦ Θεοῦ· ὁ δέ γε μακάριος Δαυῒδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, Ps. cii. (cii.) 21. ἀλλὰ καὶ δυνάμεσιν αἰνεῖν παρακελεύεται τὸν Θεόν.’

38. Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι, πῶς οὐκ ἄξιοι παντὸς μίσους εἰσίν; εἰ γὰρ, ὡς αὐτοὶ νομίζουσιν, οὐ διὰ τὴν ἐκ Πατρὸς γέννησιν καὶ τὸ ἴδιον τῆς οὐσίας Υἱός ἐστιν, ἀλλὰ διὰ τὰ λογικὰ λόγος, καὶ διὰ τὰ σοφιζόμενα σοφία, καὶ διὰ τὰ δυναμούμενα δύναμις λέγεται· πάντως που καὶ διὰ τοὺς υἱοποιουμένους υἱὸς ἐκλήθη· καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι κατʼ ἐπίνοιαν. Τί οὖν ἄρα λοιπόν ἐστιν αὐτός; οὐδὲν γὰρ ἂν εἴη τούτων αὐτὸς, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα, καὶ μόνην τοῦ εἶναι φαντασίαν ἔχει, διʼ ἡμᾶς καὶ τοῖς ὀνόμασι τούτοις καλλωπιζόμενος. Ἀλλὰ καὶ τοῦτο διαβολικὴ μᾶλλόν ἐστιν ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι ἑαυτοὺς μὲν ἀληθῶς ὑφεστάναι θέλουσι, τὸν δὲ τοῦ Θεοῦ Λόγον ὀνόματι μόνον εἶναι νομίζουσιν. Πῶς δὲ οὐ τερατολογία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν Σοφίαν συνυπάρχουσαν τῷ Πατρὶ, μὴ λέγειν δὲ ταύτην εἶναι τὸν Χριστὸν, ἀλλὰ πολλὰς κτιστὰς δυνάμεις καὶ σοφίας εἶναι, τούτων δὲ μίαν εἶναι τὸν Κύριον, τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον παῤ αὐτῶν; πῶς δὲ καὶ οὐ πανοῦργοι, ὅτι, παῤ ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν Λόγον τῷ Πατρὶ, γογγύζουσιν εὐθὺς φάσκοντες· ‘Οὐκοῦν δύο ἀγένητα λέγετε; αὐτοὶ δὲ λέγοντες τὸ ‘ἡ ἀγένητος αὐτοῦ σοφία,ʼ οὐχ ὁρῶσι κατʼ αὐτῶν φθάνουσαν, ἢν αἰτιῶνται, ματαίαν μέμψιν; Καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρὰ, λέγειν τὴν ἀγένητον συνυπάρχουσαν τῷ Θεῷ Σοφίαν αὐτὸν εἶναι τὸν Θεόν; Τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ Κυρίου λέγουσιν οἱ εὐαγγελισταὶ, ὅτι συνῆν τοῖς μαθηταῖς· οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς μαθηταῖς συνῆν· εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν Θεὸν, ἔχοντα συμπεπλεγμένην ἢ συμπληρωτικὴν τῆς οὐσίας ἑαυτοῦ σοφίαν, ἀγένητον οὖσαν καὶ αὐτὴν, ἥντινα καὶ δημιουργὸν αὐτοὶ ἀντεισάγουσι τοῦ κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν Υὁὸν ἀφέλωνται. Πάντα γὰρ βιάζονται λέγειν, ἵνα μὴ περὶ τοῦ Κυρίου φρονήσωσιν ἐν ἀληθείᾳ.

39. Ποῦ γὰρ ὅλως εὗρον παρὰ τῇ θείᾳ γραφῇ λεγόμενον, ἢ παρὰ τίνος ἥκουσαν, ὡς ὄντος ἄλλου Λόγου καὶ ἄλλης Σοφίας παρὰ τοῦτον τὸν Υἱὸν, ἵνα καὶ τοιαῦτα ἑαυτοῖς ἀναπλάσσωνται; Jer. xxiii. 29. Γέγραπται μὲν γάρ, ‘Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ, ἢ πέλυξ Prov. i. 23. κόπτων πέτραν;’ καὶ ἐν ταῖς Παροιμίαις, ‘διδάξω δὲ ὑμᾶς ἐμοὺς λόγους.ʼ Ἀλλὰ ταῦτα ἐντολαὶ καὶ προστάγματά εἰσιν, ἃ διὰ τοῦ ἰδίου καὶ μόνου ἀληθινοῦ Λόγου τοῖς ἀγίοις λελάληκεν ὁ Ps. cxviii. (cxix.) 101. Θεὸς, περὶ ὧν ἔλεγεν ὁ ψάλλων· ‘Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.ʼ Τὰ γοῦν τοιαῦτα σημαίνων ἄλλα παῤ ἑαυτὸν εἶναι ὁ Σωτὴρ καὶ John. vi. 63. δι᾿ ἑαυτοῦ εἴρηκε, ‘τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν.’ Οὐ γὰρ δὴ οἱ τοιοῦτοι λόγοι γεννήματα ἢ υἱοί εἰσιν, οὐδὲ τοσοῦτοι δημιουργοὶ λόγοι, οὐδὲ τοσαῦται εἰκόνες τοῦ ἑνὸς Θεοῦ, οὐδὲ τοσοῦτοί εἰσιν οἱ γενόμενοι ἄνθρωποι ὑπὲρ ἡμῶν, οὐδὲ ὡς ἐκ πολλῶν τοιούτων εἰς ἐστιν ὁ γενόμενος κατὰ τὸν Ἰωάννην σάρξ· ἀλλʼ ὡς μόνος ὢν τοῦ Θεοῦ Λόγος, εὐηγγελίσθη παρὰ τοῦ Ib. i. 14. Ib. 3. Ἰωάννου ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ καὶ ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο.’ Διὸ καὶ περὶ αὐτοῦ μόνου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῆς πρὸς τὸν Πατέρα ἑνότητος αὐτοῦ γέγραπται καὶ δείκνυται τὰ μαρτύρια, τοῦ μὲν Πατρὸς σημαίνοντος ἕνα εἶναι τὸν Υἱὸν, τῶν δὲ ἁγίων μαθόντων τοῦτο, καὶ λεγόντων ἕνα τὸν Λόγον εἶναι, καὶ τοῦτον εἶναι μονογενῆ· τά τε ἔργα τὰ δι᾿ αὐτοῦ δείκνυται· ‘πάντα γὰρ’ τά τε ὁρατὰ καὶ τὰ ‘ἀόρατα δι᾿ αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’ Περὶ δὲ ἑτέρου ἢ ἄλλου τινὸς οὐ φαντάζονται, καὶ ἀναπλάσσονται ἑαυτοῖς λόγους ἢ σοφίας, ὧν οὔτε ὄνομα, οὔτε ἔργον σημαίνεται ἀπὸ τῆς γραφῆς, ἢ παρὰ μόνων τούτων ὀνομάζεται. Τούτων γάρ ἐστιν ἐξεύρεμα καὶ Χριστομάχος ὑπόνοια, καὶ τῷ μὲν ὀνόματι τοῦ Λόγου καὶ τῆς Σοφίας καταχρῶνται, ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες, ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν ὄντως καὶ μόνην Σοφίαν τοῦ Πατρὸς, καὶ Μανιχαίους λοιπὸν ζηλοῦσιν οἱ ἄθλιοι. Κἀκεῖνοι γὰρ, τὰ μὲν ἔργα τοῦ Θεοῦ Cp. Ep. ad. Ep. Æg. 16. S. Aug. c. Faust. xxi. 4. βλέποντες, ἀρνοῦνται αὐτὸν τὸν μόνον ὄντα καὶ ἀληθινὸν Θεὸν, ἕτερον δὲ ἑαυτοῖς ἀναπλάσσουσιν, οὗ μήτε ἔργον, μήτε τινὰ μαρτυρίαν ἀπὸ τῶν θείων λογίων δεικνύειν δύνανται.

40. Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑρίσκεται ἄλλη σοφία παρὰ τοῦτον τὸν Υἱὸν, μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν Cp. i. 8. τι τοιοῦτον, ὡμολόγηται δὲ καὶ γέγραπται παρὰ τούτων ἀγενήτως ἡ σοφία συνυπάρχουσα τῷ Πατρὶ, ἰδία αὐτοῦ οὖσα, Cp. i. 27. καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ Υἱὸς, ὁ καὶ κατʼ αὐτοὺς ἀϊδίως συνυπάρχων τῷ Πατρί. Αὐτὸς γάρ ἐστι καὶ δημιουργὸς, ὡς γέγραπται, ‘πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ γὰρ καὶ Ps. ciii. (civ.) αὐτὸς Ἀστέριος, ὥσπερ ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν, ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἔλληνας Cp. c. 37. ἐνιστάμενος, οὐκέτι μὲν πολλὰς σοφίας, οὐδὲ τὴν κάμπην ὀνομάζει, μίαν δὲ λοιπὸν ὁμολογεῖ, γράφων οὕτως· ‘Εἷς μὲν ὁ Θεὸς Λόγος, πολλὰ δὲ τὰ λογικά· καὶ μία μὲν τῆς Σοφίας οὐσία τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά.’ Καὶ μετʼ ὀλίγα πάλιν λέγει· ‘Τίνες ἂν εἶεν οὓς παῖδας Θεοῦ προσαγορεύειν ἀξιοῦσιν; οὐ γὰρ δὴ λόγους τε καὶ τούτους ὑπάρχειν φήσουσιν, οὐδὲ σοφίας εἶναι πλείονας ἐροῦσιν. Οὐ γὰρ δυνατὸν, ἑνὸς ὄντος τοῦ Λόγου, καὶ μιᾶς ἀποδειχθείσης τῆς Σοφίας, τῷ πλήθει τῶν παίδων τοῦ Λόγου τὴν οὐσίαν ἐπινέμειν, καὶ τῆς Σοφίας χαρίζεσθαι τὴν ἐπωνυμίαν. Θαυμαστὸν τοίνυν οὐδὲν, εἰ πρὸς τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μάχονται. ὅπου γε καὶ τοῖς ἑαυτῶν προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ κάμπῃ συνάπτουσι τὴν Σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ Πατρὶ καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ ἄλλοτε μὲν ἀγένητον μόνον τὸν Πατέρα, ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον. Καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ‘ἀεὶ εἶναι τὸν τοῦ Θεοῦ Λόγον,ʼ αὐτοὶ δὲ λέγοντες ‘ἀγενήτως συνυπάρχειν τῷ Θεῷ τὴν σοφίαν,ʼ ἐπιλανθάνονται τῶν ἰδίων. Οὕτω πρὸς πάντα σκοτοδινιῶσι, τὴν μὲν ἀληθινὴν Σοφίαν ἀρνούμενοι, καὶ τὴν μὴ οὗσαν ἐξευρίσκοντες, ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς ἕτερον, καὶ τὸν ὄντα Θεὸν ἀρνούμενοι.

41. Ἀλλʼ ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ Πατὴρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου Λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται ὅτι εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ μόνος ἴδιος καὶ γνήσιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν Υἱὸς, καὶ ἀχώριστον ἔχων πρὸς τὸν Πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν, μαθόντες παῤ αὐτοῦ τοῦ Σωτῆρος. Ἐπεὶ εἰ μὴ Col. i. 17. οὕτως ἔχει, διὰ τί ‘δι’ αὐτοῦ κτίζειʼ ὁ Πατὴρ, καὶ ἐν αὐτῷ ‘ἀποκαλύπτεται’ Matt. xi. 27. οἷς ἐὰν θέλῃ, καὶ φωτίζει τούτους; ἢ διὰ τί καὶ ἐν Cp. i. 34. iv. 21. τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομάζεται τῷ Πατρὶ ὁ Υἱός; εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ Πατὴρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης (τοῦτο γὰρ θέμις εἰπεῖν), τίς ἡ χρεία τοῦ Υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον λουτρόν; ποία γὰρ κοινωνία τῷ κτίσματι πρὸς τὸν κτίστην; ἢ διὰ τί τὸ πεποιημένον συναριθμεῖται τῷ ποιήσαντι εἰς τὴν τῶν πάντων τελείωσιν; ἢ διὰ τί καθʼ ὑμᾶς ἡ πίστις εἰς ἕνα κτίστην καὶ εἰς ἓν κτίσμα παραδίδοται; Εἰ μὲν γὰρ ἵνα συναφθῶμεν τῇ θεότητι, τίς χρεία τοῦ κτίσματος; εἰ δὲ ἵνα ἑνωθῶμεν τῷ Υἱῷ κτίσματι ὄντι, περιττὴ καθʼ ὑμᾶς ἡ ἐν τῷ βαπτίσματι τοῦ Υἱοῦ ὀνομασία· ὁ γὰρ αὐτὸν υἱοποιήσας Θεὸς ἱκανός ἐστι καὶ ἡμᾶς υἱοποιῆσαι. Ἄλλως τε εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, μιᾶς οὔσης τῆς φύσεως τῶν λογικῶν κτισμάτων, οὐδεμία παρὰ κτίσματος κτίσμασι c. 41. βοήθεια γενήσεται, διὰ τὸ πάντας δεῖσθαι τῆς παρὰ τοῦ Θεοῦ χάριτος. Ὀλίγα μὲν οὖν προλαβόντες εἴπομεν ὡς ἀκολούθως ‘διʼ αὐτοῦ γέγονε τὰ πάντα·’ ἐπειδὴ δὲ καὶ τοῦ ἁγίου βαπτίσματος ἡ ἀκολουθία πεποίηκεν ἡμᾶς μνημονεῦσαι, ἀναγκαῖον, ὥς γε νοῶ καὶ πεπίστευκα, λέγειν, οὐχ ὡς μὴ αὐτάρκους ὄντος τοῦ Πατρὸς, συνονομάζεται καὶ ὁ Υἱὸς, οὐδὲ ἀπλῶς καὶ ὡς ἔτυχεν· ἀλλʼ ἐπειδὴ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ ἰδία Σοφία, ἀπαύγασμά τε ὢν αὐτοῦ, ἀεί ἐστι μετὰ τοῦ Πατρὸς, διὰ τοῦτο ἀδύνατον, παρέχοντος τοῦ Πατρὸς, μὴ ἐν τῷ Υἱῷ δίδοσθαι τὴν χάριν· ἐν τῷ Πατρὶ γάρ ἐστιν ὁ Υἱὸς, ὡς τὸ ἀπαύγασμα ἐν τῷ iii. 3. φωτί. Οὐ γὰρ ὡς ἐνδεὴς ὁ Θεὸς, ἀλλʼ ὡς Πατὴρ, ‘τῇ ἑαυτοῦ Prov. iii. 19. Σοφίᾳ τεθεμελίωκε τὴν γῆν,ʼ καὶ τῷ ἐξ αὐτοῦ ‘Λόγῳ τὰ πάντα Wisd. ix. 1. πεποίηκε,’ τό τε ἅγιον λουτρὸν ἐν τῷ Υἱῷ βεβαιοῖ. Ἔνθα γὰρ ὁ Πατὴρ, ἐκεῖ καὶ ὁ Υἱός ἐστιν· ὡς ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. Καὶ ὥσπερ ἃ ὁ Πατὴρ ἐργάζεται, διὰ τοῦ Υἱοῦ ἐργάζεται, καὶ λέγει αὐτὸς ὁ Κύριος, ‘ἂ βλέπω τὸν Πατέρα John v. 19. ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ·’ οὕτω καὶ τοῦ βαπτίσματος διδομένου, ὃν βαπτίζει ὁ Πατὴρ, τοῦτον ὁ Υἱὸς βαπτίζει· καὶ ὃν ὁ Υἱὸς βαπτίζει, οὗτος ἐν Πνεύματι ἁγίῳ τελειοῦται. Πάλιν τε ὥσπερ τοῦ ἡλίου φαίνοντος, λέγοι ἄν τις καὶ τὸ ἀπαύγασμα φωτίζειν· ἓν γάρ ἐστι τὸ φῶς, καὶ οὐκ ἔστι διελεῖν, οὐδὲ ἀποσχίσαι· οὕτως ἔνθα πάλιν ὁ Πατήρ ἐστιν ἢ ὀνομάζεται, ἐκεῖ πάντως καὶ ὁ Υἱὸς ὑπάρχει· ὀνομάζεται δὲ ἐν τῷ βαπτίσματι ὁ Πατήρ· ἀνάγκη καὶ τὸν Υἱὸν συγκατονομάζεσθαι.

42. Διὰ τοῦτο καὶ τοῖς ἀγίοις ἐπαγγελλόμενος, οὕτως ἔλεγεν· ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παῤ αὐτῷ ποιήσομεν·’ Ib. xiv. 23. καὶ πάλιν, ‘ἵνʼ ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν Ib. xvii. 21. ὦσιν ἐν ἡμῖν.’ Καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ τοῦ Πατρὸς ἐν Υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστολῆς γράφει· ‘Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Rom. i. 7; 1 Cor. i. 3; Eph. i. 2. Κυρίου Ἰησοῦ Χριστοῦ.’ Δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. Ὅθεν Cp. i. 14. Ἰουδαῖοι μετὰ τούτων ‘ἀρνούμενοι τὸν Υἱὸν, οὐκ ἔχουσιν οὐδὲ 1 John ii. 23. τὸν Πατέρα·᾿ ‘καταλείψαντες γὰρ τὴν πηγὴν τῆς σοφίας,ʼ ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαροὺχ, ἀπέβαλον ἀφʼ ἑαυτῶν καὶ τὴν Bar. iii. 12. ἐκ ταύτης Σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ‘Χριστὸς γὰρ,ʼ φησὶν ὁ ἀπόστολος, ‘Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία·ʼ 1 Cor. i. 24. λέγοντες· ‘Οἰκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.’ Ἰουδαῖοι John xix. 16. μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. Οὖτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα. Εἰ γὰρ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ δίδοται ἡ τελείωσις, οὐ λέγουσι δὲ Πατέρα ἀληθινὸν, διὰ τὸ ἀρνεῖσθαι τὸ i. 20, 21, 26; iii. 26. ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν Υἱὸν, καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παῤ αὐτῶν διδόμενόν ἐστι, προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; Οὐ γὰρ ‘εἰς Πατέρα καὶ Υἱὸν’ διδόασιν οἱ Ἀρειανοὶ, ἀλλʼ εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. Ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν Υἱὸν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παῤ αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τὸ γεγραμμένον, ὀνομάζειν προσποιῶνται. Οὐ γὰρ ὁ λέγων ἁπλῶς, Cp. Matt. vii. 21. ‘Κύριε,ʼ οὗτος καὶ δίδωσιν, ἀλλʼ ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν πίστιν ἔχων ὀρθήν. Διὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς Ib. xxviii. 19. ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, ‘μαθητεύσατε·’ εἶθʼ οὕτως· ‘βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος·’ ἵνʼ ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ.

43. Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις, λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι, ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παῤ αὐτῶν διδόμενον ὕδωρ, λειπόμενον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παῤ αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἐν ἀσεβείᾳ ἢ λυτροῦσθαι. Οὕτω καὶ Ἔλληνες, καίτοι Θεὸν διὰ χειλέων λέγοντες, ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν Θεὸν οὐ γινώσκουσι, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες, καὶ οἱ τοῦ Σαμοσατέως μαθηταὶ, τὰ ὀνόματα λέγοντες, οὐδὲν ἧττόν εἰσιν αἱρετικοί οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀναγινώσκωσι τὰ Cp. Ep. ad Ep. Æg. 3. γεγραμμένα, καὶ λέγωσι τὰ ὀνόματα, καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παῤ αὐτῶν, πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχάνοντες, καὶ κατʼ ὀλίγον ὑπερκείμενοι ταύτας, καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. Ἐκεῖναι μὲν γὰρ πλέον τι τῆς ἀληθείας καταψεύδονται, καὶ ἢ περὶ τὸ σῶμα Cp. iii. 33; Ep. ad Epict. 7. σφάλμα ἔχουσι, λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν Κύριον, ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος, οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη, καὶ οὐκ ἦν ἀληθῶς, καὶ ἐδόκει σῶμα ἔχειν, μὴ ἔχων, καὶ ἐδόκει ἄνθρωπος φαίνεσθαι ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν Πατέρα φανερῶς ἀσεβοῦσι. Τὴν γὰρ θεότητα αὐτοῦ εἰς τὸν Υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν γραφῶν, βλασφημοῦτι, λέγοντες αὐτὴν εἶναι κτίσμα, καὶ πανταχοῦ περὶ αὐτῆς τὸ ‘οὐκ ἦν,ʼ Cp. i. 11. ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι, καὶ ὡς ὄφις τὸν ἰὸν, τοῦτο προβάλλονται. Εἶτα, ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παῤ αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα τῷ πτώματι τῆς αἱρέσεως, τὴν ἀνθρωπίνην προστασίαν ὑποτιθέασι, Cp.  i. 10. ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος, ἢ καὶ δεδιὼς, μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κακοφροσύνης αὐτῶν. Πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παῤ αὐτῶν ἀπατωμένους; ἢ πῶς οὐκ ἐπὶ τούτοις δακρῦσαι καλὸν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον, καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; Εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν, οὐδὲν εἰληφότες ἔσονται· κτίσματί τε συντασσόμενοι, οὐδεμίαν παρὰ τῆς κτίσεως ἕξουσι βοήθειαν. Καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον Cp. i. 6, 17. κατʼ οὐσίαν τοῦ Πατρὸς πιστεύοντες, οὐ συναφθήσονται τῷ Πατρὶ, μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει Υἱὸν, τὸν ‘ὄντα Cp. iii. 3. ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν,’ ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ John xiv. 10. πλανηθέντες παρὰ τούτων, ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομένουσι τῆς θεότητος οἱ ἄθλιοι. Οὐδὲ γὰρ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδʼ ὅταν ἴδωσιν, ὃν ἠρνήσαντο, Κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ Πατρὸς αὐτοῦ, καὶ κρίνοντα ζῶντας καὶ νεκροὺς, δυνήσεταί τις εἰς βοήθειαν ἐπικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων· κρινομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφʼ οἷς ἠδίκησαν καὶ ἠσέβησαν.

44. Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, (6.) ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες ὡς οὐχ ἁρμόζει λέγειν ‘κτίσμαʼ τὸν Υἱὸν τοῦ Θεοῦ, i. 9. μάθωσι καλῶς ἀναγινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν, ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. Γέγραπται μὲν γάρ· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·ʼ ἀλλʼ Prov. viii. 22. ἐπειδὴ παροιμίαι εἰσὶ, καὶ παροιμιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἀπλῶς οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον ζητεῖν, καὶ οὕτω μετʼ εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ. Τὰ γὰρ ἐν παροιμίαις λεγόμενα, οὐκ ἐκ φανεροῦ λέγεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἐν τῷ John xvi. 25. κατὰ Ἰωάννην εὐαγγελίῳ, λέγων, ‘Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλʼ ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ.’ Οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ, ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν, καὶ μὴ ὡς ἐν παῤῥησίᾳ εἰρημένον ἀπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν ἀπὸ τῆς ἀληθείας. Εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ ‘ἔκτισέ με·’ εἰ δὲ ἡ Σοφία τοῦ Θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέγουσα· τί δεῖ νοεῖν ἢ ὅτι τὸ ‘ἔκτισεʼ φάσκουσα, οὐκ ἐναντίον τῷ ‘ἐγέννησεʼ λέγει; οὐδὲ ὡς ἐπιλαθομένη ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς, ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος καὶ τῶν κτισμάτων, ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ· ἀλλά τινα νοῦν, ὡς ἐν παροιμίαις, οὐ παῤῥησίᾳ, κεκρυμμένον δὲ σημαίνει· ὃν τοῖς μὲν ἀγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετʼ ὀλίγα ἐκ παραλλήλου τὸ ‘ἔκτισενʼ ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· Prov. ix. 1. ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς Σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγονεν John i. 14. ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέγεται, ‘ὁ Λόγος σὰρξ ἐγένετο·’ διὰ δὲ Σολομῶνος περὶ ἑαυτῆς ἡ Σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι ‘κτίσμα εἰμὶ,ʼ ἀλλὰ μόνον ὅτι ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,’ ἀλλ᾿ οὐκ ‘εἰς τὸ εἶναί με ἔκτισεν,’ οὐδὲ ‘ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω.’

45. Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ, Cp. i. 14, 25. οὐδὲ τὴν ἐκ Πατρὸς ἀΐδιον ἑαυτοῦ καὶ γνησίαν γέννησιν ὁ Λόγος σημαίνων, διὰ Σολομῶνος εἴρηκεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ, Διὸ καὶ, καθὼς προεῖπον, οὐκ εἶπε, ‘κτίσμα εἰμὶ,ʼ ἢ, ‘κτίσμα ἐγενόμην,ʼ ἀλλὰ μόνον, ‘ἔκτισε.’ Τὰ μὲν γὰρ ‘κτίσματα,ʼ κτιστὴν ἔχοντα τὴν οὐσίαν, τῶν γενητῶν ἐστι, καὶ λέγεται κτίζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ ‘ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δηλοῖ γίνεσθαι περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία γραφὴ, περὶ μὲν τῶν κτισμάτων λέγουσα, ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου·ʼ καὶ, ‘αὐτὴ ἡ κτίσις συστενάζει Ps. ciii. (civ.) 24. καὶ συνωδίνει·’ ἐν δὲ τῇ Ἀποκαλύψει φησὶ, ‘καὶ ἀπέθανε Rom. viii. 22. τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα Rev. viii. 9. ψυχάς·’ καθὼς καὶ ὁ Παῦλος λέγει, ‘πᾶν κτίσμα Θεοῦ καλὸν, 1 Tim. iv. 4. καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἐν δὲ τῇ. Σοφίᾳ γέγραπται· ‘Καὶ τῇ Σοφίᾳ σου κατεσκεύασας τὸν ἄνθρωπον, Wisdom ix. 2. ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων.ʼ Καὶ ὅτι ταῦτα, κτίσματα ὄντα, λέγει κτίζεσθαι, οὕτω πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν Κυρίου λέγοντος, ‘ἀπʼ ἀρχῆς δὲ ὁ κτίσας, ἄρσεν καὶ Mark x. 6. θῆλυ ἐποίησεν αὐτούς·’ Μωσέως δὲ ἐν τῇ ᾠδῇ γράφοντος, ‘Ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς Deut. iv. 32. ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης Col. i. 15, 16. κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.’

46. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτιστὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς γραφῆς· ὅτι δὲ ἡ τοῦ ἔκτισεʼ μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυῒδ ψάλλει, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ Ps. ci .(cii.) 18. λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·’ καὶ πάλιν, ‘Καρδίαν Ib. ’I. (li.) 10. καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·’ ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησὶ, ‘τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, Eph. ii. 15. ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον·’ καὶ πάλιν· ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν Ib. iv. 24. κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.’ Οὔτε γὰρ ὁ Δαυῒδ λαόν τινα κατʼ οὐσίαν κτιζόμενον ἔλεγεν, οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παῤ ἣν εἶχεν· ἀλλὰ τὴν κατὰ Θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. Οὔτε δὲ ὁ Παῦλος κατʼ οὐσίαν κτιζομένους ἐν τῷ Κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλʼ οὐδὲ ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ Θεὸν ἄνθρωπον, τὸν κατʼ ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνακαινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε. Tοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ, Jer. xxxi. 22. ‘Ἔκτισε Κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ Cp. Ath. Exp. Fid. 3. περιελεύσονται ἄνθρωποι·’ τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει, τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. Τοιαύτης δὴ οὔσης καὶ τῆς διαφορᾶς, περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον ‘ἔκτισεν,ʼ εἰ μὲν εὕρητέ που τὸν Κύριον λεγόμενον ἐν τῇ θείᾳ γραφῇ ‘κτίσμαʼ δείξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτὸν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις, ‘Κύριος ἔκτισέ με,ʼ ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς, καὶ τῶν παροιμιωδῶς εἰρημένων· καὶ Ad. Ep. Æg. 17. λοιπὸν τὸ ‘ἔκτισεʼ μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. Ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυῒδ καὶ τοῦ Παύλου ἀκούοντες τὸ ‘ἔκτισεν’ οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν· παρὰ δὲ τοῦ Κυρίου ἀκούοντες τὸ ‘ἔκτισε,’ τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε; πάλιν τε ἀκούοντες, Prov. ix. 1. ‘Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτὰ,ʼ τὸν μὲν ‘οἶκον’ ἀλληγορεῖτε, τὸ δὲ ‘ἔκτισεν’ οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι αὐτὸν μόνον ἴδιον γέννημα τοῦ Πατρὸς ἐφοβήθητε· ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε, ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε.

47. Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνον εὕρημα εἶναι τὸ λέγειν κτίσμα τὸν Κύριον. Τῆν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ Κύριος μονογενῆ Σοφίαν καὶ γέννημα τοῦ Πατρὸς, καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα, φιλανθρώπως νῦν λέγει, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ·’ ἴσον Cp. Ps. xxxix. (xl.) 6. τῷ εἰπεῖν, ‘Ὁ Πατὴρ σῶμά μοι κατηρτίσατο. καὶ εἰς ἀνθρώπους Heb. x. 5. με ἔκτισεν, ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας.ʼ Καὶ γὰρ ὥσπερ Cp. ad Epict. 8. Ἰωάννου ἀκούοντες, ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ οὐκ αὐτὸν ὅλον σάρκανοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον, καὶ γενόμενον ἄνθρωπον· ἀκούοντές τε, ‘Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα,’ καὶ, Gal. v. 18. 2 Cor. v. 21. ‘τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν,ʼ οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλʼ ὅτι τὴν μὲν καθʼ ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ ἀπόστολος, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας·’ ‘τὰς δὲ ἁμαρτίας ἡμῶν,’ Gal. iii. 13. Isa. liii. 4. 1 Pet. ii. 24. ὡς μὲν ὁ Ἡσαΐας εἶπεν, ἐβάστασεν,’ ὡς δὲ ὁ Πέτρος ἔγραψεν. ‘ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον.’ ὔτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ ‘ἔκτισεν,ʼ οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν Λόγον, ἀλλʼ ὅτι τὸ κτιστὸν ἐνδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς, εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ καταρτίσας, ὡς γέγραπται, ‘σῶμα,ʼ ἵνʼ ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, Cp. iii. 33. εἰπεῖν τὸν κτίστην ‘κτίσμα;ʼ ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ ‘ἔκτισεν·’ ἀλλʼ οὐ λέγουσι ‘κτίσμα’ τὸν Υἱὸν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν Γραφῶν διαστολὴν, λέγω τοῦ ‘ἔκτισε’ καὶ τοῦ ‘κτίσματος,’ τὸ μὲν ἴδιον φύσει τοῦ Υἱοῦ μονογενῆ Σοφίαν αὐτὸν καὶ δημιουργὸν τῶν κτισμάτων γινώσκουσι· τὸ δὲ ‘ἔκτισε’ λέγουσαι, οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ‘ὁδῶν ἀρχὴνʼ αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν ‘ἔκτισε’ τῷ γεννήματι, τὸ λεγόμενον ‘ἀρχὴν ὁδῶνʼ τῷ εἶναι αὐτὸν μονογενῆ Λόγον.

48. Εἰ γὰρ γέννημά ἐστι, πῶς κτίσμα λέγετε αὐτόν; Οὐδεὶς Cp. ad Ep. Æg. 14. γὰρ, ἅπερ κτίζει, λέγει γεννᾷν, οὐδὲ τὰ ἴδια γεννήματα καλεῖ κτίσματα. Πάλιν τε εἰ μονογενής ἐστι, πῶς ‘ἀρχὴ τῶν ὁδῶνʼ αὐτὸς γίνεται; Ἀνάγκη γὰρ, αὐτὸν ἀρχὴν τῶν πάντων κτισθέντα, μηκέτι μόνον εἶναι, ἔχοντα τοὺς μετʼ αὐτὸν γενομένους. Καὶ γὰρ καὶ Ῥουβὴμ, ‘ἀρχὴ τῶν τέκνωνʼ γενόμενος, οὐκ ἦν μονογενὴς, Gen. xlix. 3. ἀλλὰ τῷ μὲν χρόνῳ πρῶτος, τῇ δὲ φύσει καὶ τῇ συγγενείᾳ εἷς ὢν τῶν μετʼ αὐτὸν ἐτύγχανεν. Οὐκοῦν εἰ καὶ ὁ Λόγος ‘ἀρχὴ τῶν ὁδῶν’ ἐστι, καὶ αὐτὸς ἂν εἴη οἷαι καὶ αἱ ὁδοὶ, αἵ τε ὁδοὶ τοιαῦται ἂν εἶεν οἷός ἐστι καὶ ὁ Λόγος, κἂν πρῶτος αὐτῶν τῷ χρόνῳ κτίζηται. Καὶ γὰρ καὶ πόλεως ἡ ἀρχὴ τοιαύτη ἐστὶν, οἷα καὶ τὰ ἄλλα μέρη τῆς πόλεώς ἐστι, αὐτά τε τὰ μέτη, συναπτόμενα τῇ ἀρχῇ, ὁλόκληρον καὶ μίαν τὴν πόλιν ἀποτελεῖ, ὡς ἑνὸς σώματος πολλὰ μέλη· καὶ οὐ τὸ μὲν αὐτῆς τῶν ποιούντων ἐστὶ, τὸ δὲ τῶν γινομένων, καὶ ὑπόκειται τῷ ἑτέρῳ μέρει, ἀλλὰ πᾶσα παρὰ τοῦ πεποιηκότος ἐπίσης ἔχει τὴν ἐπιμέλειαν καὶ συνέστηκεν. Εἰ τοίνυν καὶ ὁ Κύριος οὕτως ἀρχὴ τῶν πάντων κτίζεται, ἀνάγκη μετὰ πάντων αὐτὸν μίαν τὴν κτίσιν ἀποτελεῖν, καὶ μήτε διαφέρειν τῶν ἄλλων, κἂν ἀρχὴ τῶν πάντων γένηται, μήτε Κύριον εἶναι τῶν ἄλλων μερῶν τῆς κτίσεως, κἂν τῷ χρόνῳ πρεσβύτερος ὢν τυγχάνῃ· μετὰ πάντων γὰρ καὶ αὐτὸς ἕνα τὸν τῆς δημιουργίας ἔχει λόγον καὶ δεσπότην. Πῶς δὲ ὅλως, εἰ κτίσμα καθʼ ὑμᾶς ἐστι, δύναται μόνος καὶ πρῶτος κτίζεσθαι, ὥστε καὶ ἀρχὴν εἶναι πάντων, δήλου ὄντος ἐκ τῶν προειρημένων, ὅτι ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἔμμονον καθʼ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γένεσιν ἔχει, 1 Cor. xv. 41. κἂν ‘τῇ δόξῃ διαφέρῃʼ τῶν ἄλλων; Οὐ γὰρ ἕκαστος τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι, Οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν, καὶ νηκτῶν, καὶ κτηνῶν, καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατʼ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλʼ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους.

Rom. i. 20.

49. Ἀπὸ δὲ τῆς φαινομένης κτίσεως τοῦ κόσμου ‘τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶμεν,ʼ ὅτι κἀκεῖ οὐ καθʼ ἕνα ἕκαστον ὁρῶμεν· οὐδὲ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, ἀλλὰ ὁμοῦ πάντα κατὰ γένος συνέστη. Οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Col. i. 16. ἀπόστολος, ὥστε εἰπεῖν, ‘εἴτε ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης, καὶ ἐξουσία· ἀλλʼ ὁμοῦ πάντα κατὰ τὴν τάξιν λέγει, ‘εἴτε ἄγγελοι, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαί·ʼ τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. Εἴπερ οὖν, καθὰ προεῖπον, κτίσμα ἦν ὁ Λόγος, ἔδει μὴ πρῶτον, ἀλλὰ μετὰ τῶν ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῇ δόξῃ πλέον τῶν ἄλλων ὑπερέχῃ· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν ἔστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶτος ἢ δεύτερος, διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ, καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες i. 61. ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ. Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἂν εἴη, οὐδὲ ἀρχὴ Col. i. 17. τῶν ἄλλων· εἰ δὲ ‘πρὸ πάντωνʼ ἐστὶν, ὥσπερ οὖν καὶ ἔστι, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ‘ἀρχὴ τῶν πάντωνʼ τῇ οὐσίᾳ ἐστίν· ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. Εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν· ἀλλʼ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν· τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ ὁμοίωσις καὶ εἰκών ἐστι, μόνος καὶ αὐτὸς ὑπάρχων. Διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαί· ἀλλʼ ὁ μὲν Δαυῒδ ἐπιπλήττει τοῖς τοιοῦτον αὐτὸν κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέγων, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε;’ καὶ, Ps. lxxxv. (lxxxvi.) 8. ‘τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;’ Ὁ δὲ Βαροὺχ, Ib. lxxxviii. (lxxxix). 6. Bar. iii. 36. ‘Oὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.’ Ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται· καὶ ὁ μὲν τῆς τοῦ Πατρὸς οὐσίας ἴδιός ἐστι Λόγος καὶ Σοφία· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δι᾿ αὐτοῦ τοῦ Λόγου πεποίηται.

50. Τὸ ἄρα πολυθρύλλητον παρʼ ὑμῶν εἰρημένον, ‘Κτίσμα i. 5. ἐστὶν ὁ Υἰὸς,ʼ οὐκ ἔστιν ἀληθὲς, ἀλλʼ ὑμῶν φαντασία μόνη· καὶ κατηγορεῖσθε παρὰ τοῦ Σολομώνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. Οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ Σοφίαν Θεοῦ, λέγων, ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ, Prov. iii. 19. ‘Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.’ Καὶ αὐτὸ δὲ τὸ ῥητὸν Ib.ix. 1. ἐξεταζόμενον ἐλέγχει τὴν δυσσέβειαν ὑμῶν· γέγραπται γὰρ, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ Οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτὸς, λέγει δὲ, ‘ἔκτισέ με,ʼ οὐχ ‘ἵνα ποιήσω τὰ ἔργα,’ ἀλλʼ ‘εἰς τὰ ἔργα,ʼ ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ ‘ἔκτισεν,’ ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων, εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ ὑφεστῶτα, ἐφʼ ἃ καὶ γίνεται. Εἰ δὲ τοῦτο, πῶς ἔτι ‘πρὸ πάντωνʼ ἐστὶν αὐτός; Πῶς δὲ καὶ ‘πάντα διʼ αὐτοῦ ἐγένετο,ʼ καὶ ‘ἐν αὐτῷ συνέστηκεν;’ Ἰδοὺ John i. 3. Col. i. 17. γὰρ καθʼ ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ κτίζεται καὶ ἀποστέλλεται. Ἀλλʼ οὐκ ἔστιν οὕτω· μὴ γένοιτο· ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διάνοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶνς, ‘ἔκτισέ με,ʼ ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, (αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα,) ὅμως ‘Κύριονʼ νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι Phil. ii. 7. δοῦλος ἦν, ἀλλʼ ὅτι ‘τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν.’ Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, ‘Πατέρα’ τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· John iv. 34. οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον,ʼ καὶ δούλου λαβόντα μορφὴν, ‘Κύριονʼ ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς εὐαγγελίοις, ‘Ἐξομολογοῦμαί σοι, Πάτερ· εἶτα, ‘Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.’ Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν ‘Κύριον’ ὀνομάζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ ‘Κύριονʼ Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ Ps. lxxxv. (lxxxvi.) 16. τῶν ψαλμῶν λέγον, ‘δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.’ Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. Διὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ σωτηρίας ἐστὶ δεόμενα.

51. Εἰ δ᾿ ὅτι ‘παῖς’ ἐκλήθη φλυαροῦσι, γινωσκέτωσαν ὅτι Cp. Gen. xxi. 7. καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ’ Ἀβραὰμ, καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος 4 Kings (2 K.) iv. 18. παιδάριον ἐκλήθη. Εἰδότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, ‘Κύριον’ τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ διλανθρωπευόμενος οὕτω πεποίηκεν, ἵνα καὶ Gal. iv. 6. ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ δεξάμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ,ʼ θαῤῥήσωμεν τὸν φύσει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι Cp. c. 59. ‘Πατέραʼ καλεῖν. Ἀλλʼ ὥσπερ ἡμεῖς τὸν Κύριον ‘Πατέραʼ καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· (αὐτοῦ γάρ Ps. xcix. (c.) 3. ἐσμεν ἔργα, καὶ   ‘αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς·’) οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμβάνων λέγῃ, ‘Κύριος Cp. i. 11. ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,’ μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος, καὶ ὅτι ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος,’ καὶ ‘πάντα διʼ αὐτοῦ γέγονε καὶ ‘ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη.’ Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ ‘εἰς ἔργαʼ φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι Cp. c. 6. θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα προηγουμένως ἔνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφʼ ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ᾿ ‘ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος,’ μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὄτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας, τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς ‘ἔκτισεʼ λέξεως ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφήτου Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει, ‘Καὶ Isa. xlix. 5. νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου.ʼ

52. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλʼ ἕνεκα τοῦ ‘συναγαγεῖν’ τὰς φυλὰς, τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ ἐκεῖ τὸ ‘ἔκτισεν,’ οὕτως ὧδε τὸ ‘ἔπλασε·’ καὶ ὡς ἐκεῖ, ‘εἰς τὰ ἔργα οὕτως ὧδε, ‘ εἰς τὸ συναγαγεῖν·’ ὥστε πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ ‘ἔκτισε,’ καὶ τὸ ‘ἔπλασε.’ Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι᾿ ἃς καὶ ἐπλάσθη· οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς ἃ καὶ ἐκτίσθη, Καὶ ὅτε μὲν ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε, καὶ ἡ χρεία ἀπῄτησε, τότε τὸ ‘ἔκτισεν’ εἴρηται. Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς, παραπολομένων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων, ἐξ ἀμελείας αὐτῶν, χρείας τε καταλαβούσης, εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαυεῖν αὐτὰ, καὶ οὗτος ἀπερχόμενος, ἐπενδιδύσκοιτο τὴν ὁμοίαν ἐκείνων ἐσθῆτα, καὶ σχηματίζοι ἑαυτὸν ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέχοντες φύγωσι, καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παῤ ἐκείνων· εἶτα εἴ τις πυνθάνοιτο τούτου, διὰ τί οὕτως; ὁ τοιοῦτος εἶπεν ἂν, ‘Ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρτισεν εἰς τὰ ἔργα αὐτοῦ·’ λέγων τε οὕτως, οὔτε δοῦλον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος, ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα, Phil. ii. 8. καὶ ‘σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,’ εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρώντων καὶ θαυμαζόντων, εἴποι ἂν, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ καὶ, ‘ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ.’ Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα Ps. viii. 6. προσημαῖνον ἐν ψαλμοῖς ἔλεγε, ‘κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·’ ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ Ib. ii 6. Κύριός φησιν, ‘ Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,’ Ὥσπερ δὲ, ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιὼν, οὐκ ἀρχὴν εἶχεν εἶναι οὐδὲ τοῦ βασιλεύειν· ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀίδιος βασιλεὺς, κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν, ἵνα ἀπὸ τῆς Rom. v. 21. ‘βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς, ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ· οὕτω καθιστάμενος ‘εἰς τὰ ἔργα,’ οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλʼ εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.

53. Τὸ ἄρα ‘ἔκτισε’ καὶ τὸ ‘ἔπλασεʼ καὶ τὸ ‘κατέστησε,’ τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατʼ εὐεργεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων, ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυτὸν, ὅτε ἔλεγε, John viii. 58. Prov. viii. 27, 30. ‘πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·’ καὶ, ‘ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ·’ καὶ, ‘ἤμην παῤ αὐτῷ ἁρμόζουσα.’ Ὥσπερ δὲ ἦν αὐτὸς ‘πρὶν Ἀβραὰμ γενέσθαι,’ ὁ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ δῆλόν ἐστιν ὅτι προϋπάρχων ὕστερον ‘πλάττεται,’ καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν σημαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς κτίσεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ ‘ἔκτισενʼ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰκονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων ‘ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα,ʼ ἵνα τὸ ‘εἰς τὰ ἔργα κτίζεσθαιʼ τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γένεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, διʼ ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγγέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέγεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. ‘Ἐν ἀρχῇ οὖν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος γέγραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί ὅτε δὲ ‘ὁ Λόγος σὰρξ ἐγένετο,’ τότε καὶ τὴν αἰτίαν τίθησι, δι᾿  ἣν γέγονε, λέγων ‘καὶ ἐσκήνωσεν ἐν ἡμῖν,ʼ Πάλιν τε ὁ ἀπόστολος Phil. ii. 6. λέγων, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,ʼ οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ ὅτε ‘τὴν μορφὴν ἔλαβε τοῦ δούλου·᾿ τότε γὰρ ἐπιφέρει λέγων, ‘ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυποῦ᾿ διὰ ταῦτα γὰρ καὶ σὰρξ γέγονε καὶ μορφὴν ἔλαβε δούλου.

54. Αὐτός τε ὁ Κύριος πολλὰ μὲν ἐν παροιμίαις λελάληκε· περὶ δὲ αὐτοῦ σημαίνων, ἀπολελυμένως εἴρηκεν, ‘ἐγὼ ἐν τῷ John xiv. 10. Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ Ib. x. 30. καὶ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·’ καὶ, ἐγώ εἰμι τὸ Ib. xiv. 9. Ib. viii. 12. Ib. xiv. 6. φῶς τοῦ κόσμου· καὶ, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια·’ οὐ τιθεὶς ἐφʼ ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδʼ αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν ‘ἀφωρισμένος ἀπόστολος εἰς εὐαγγέλιον, ὃ προεπηγγείλατο Rom. i 1. ὁ Κύριος διὰ τῶν προφητῶν εἶχε πρὸ ἑαυτοῦ τὸ εὐαγγέλιον, οὗ καὶ γέγονε ‘διάκονος·’ καὶ ὁ Ἰωάννης μὲν, προχειρισθεὶς Eph. iii. 7. εἰς τὸ προοδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον· ὁ δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, ἢ μόνον ὅτι τοῦ Πατρός ἐστι γέννημα καὶ Σοφία μονογενὴς, ὅταν ἄνθρωπος γίνεται, τότε καὶ τὴν αἰτίαν τίθησι, διʼ ἣν μέλλει σάρκα φορεῖν· Cp. i. 49. προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ ἡ χρεία, δι᾿ ἧν γέγονεν ἄνθρωπος, αὐτὸς μὲν ὁ Κύριος σημαίνων ταύτην ἔλεγε, John vi. 38—40. ‘καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν Ib. xii. 46. ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ Καὶ πάλιν, ‘ Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.’ Ib. xviii. 37. Καὶ πάλιν φησὶν, ‘Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ.’ Ὁ δὲ 1 John iii. 8. Ἰωάννης ἔγραψεν, ‘εἰς τοῦτο ἐφανερώθη ὁ Υἱδς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.’

55. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους, καὶ ‘λῦσαι τὰ ἔργα τοῦ διαβόλουʼ ἐλήλυθεν ὁ Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, i. 44. εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο παῤ αὐτοῦ μαθὼν Heb. ii. 14, 15. καὶ ὁ ἀπόστολος ἔλεγεν·  ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου 1 Cor. xv. 21. διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·᾿ καὶ, ‘Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ὁ θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·’ καὶ Rom. viii. 3, 4. πάλιν, ‘Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν John iii. 17. ἀλλὰ κατὰ πνεῦμα.’ Καὶ ὁ δὲ Ἰωάννης φησὶν, ‘Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Πάλιν δὲ καὶ ὁ Σωτὴρ διʼ ἑαυτοῦ ἔλεγεν, ‘Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν John ix. 39. κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.᾿ Οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ διʼ ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι᾿ ἡμᾶς, οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ δʼ ἡμᾶς ‘κτίζεται.’ Εἰ δὲ οὐ διʼ ἑαυτὸν κτίζεται, ἀλλὰ δι᾿ ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ γραφαὶ, ἐξὸν παρὰ τοῦ ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους, ‘τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ Eph. ii. 14. 15. σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην.᾿ Εἰ δὲ ἐν αὐτῷ κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ Cr. i 45. σώματι αὐτοῦ, εἰκότως ἄρα, φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι, Οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι, ‘Κύριος ἕκτισέ με.᾿ Ὥσπερ γὰρ Prov. viii. 22. τὰς ἡμῶν ἀσθενείας δεχόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι Cp, iii. 31. μὴ ἀσθενῶν αὐτὸς, (δύναμις γάρ ἐστι τοῦ Θεοῦ,) ‘ἁμαρτία τε 1 Cor. i. 24. 2 Cor. v. 21 Gal. iii. 13. ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα,ʼ καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ᾿ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω ὅτι καὶ ‘ἔκτισέ με εἰς ἔργα,’ καίτοι κτίσμα μὴ ὢν αὐτός.

56. Ἐπεὶ εἰ κατʼ ἐκείνους, ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ Λόγου, λέγει, ‘Κύριος ἔκτισέ με,ʼ κτίσμα ὢν, οὐ διʼ ἡμᾶς ἐκτίσθη. Διʼ ἡμᾶς δὲ μὴ κτισθέντος αὐτοῦ, οὐκ ἐκτίσθημεν ‘ἐν αὐτῶ·’ μὴ κτισθέντες δὲ ἐν αὐτῷ, οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς, ἀλλʼ ἔξωθεν εἴχομεν, εἰ ἄρα παῤ αὐτοῦ τὴν μάθησιν ὡς παρὰ διδασκάλου ἐδεξάμεθα. Οὕτω δὲ ἡμῶν ὄντων, οὐδὲν ἧττον πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς ‘ἐβασίλευσεν ἐμμένουσα, καὶ μὴ Rom. vi. 12. Cp. c. 68. ἐκβληθεῖσα ἐξ αὐτῆς. Ἀλλὰ ὁ ἀπόστολος ἐναντιοῦται τούτοις πρὸ ὀλίγων τούτων φάσκων· ‘Αὐτοῦ γάρ ἐσμεν ποίημα, Eph. ii. 10. κτισθέντες ἐν Χριστῷ Ἰησοῦ.᾿ Εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθημεν, οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλʼ ἡμεῖς ἐσμεν ἐν αὐτῷ κτιζόμενοι· καὶ διʼ ἡμᾶς ἐστιν ἡ τοῦ ‘ἔκτισε φωνή. Διὰ γὰρ τὴν ἡμῶν χρείαν, καίτοι κτίστης ὢν ὁ Λόγος, ὑπέμεινε καὶ τὴν Cp. c. 8. τῶν κτιζομένων φωνήν· καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ Λόγος ἐστὶν, ἰδία ἡ φωνὴ, ἀλλʼ ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἐστὶ τὸ Cp. i. 18. ‘ἔκτισε.᾿ Καὶ ὥσπερ Πατρὸς ὄντος ἀεὶ, ἀεί ἐστι καὶ ὁ τούτου Prov. viii. 30. Λόγος, καὶ ὢν ἀεὶ, λέγει, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ᾿ ἡμέραν John xiv 10. δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ·᾿ καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·᾿ οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν, ὡς ἡμεῖς, αὐτὸς λέγει, ‘Κύριος ἔκτισέ με·᾿ ἵνα, αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρκὶ, τελείως ἡ Cp. c. 68. ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς, καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ φρόνημα. Τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; ‘Ἐν ἀρχῇ ἤμην ἄνθρωπος;’ ἀλλʼ οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο, οὔτε ἀληθὲς ἦν· ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως οἰκεῖον καὶ ἴδιον ἐπʼ ἀνθρώπου ἐστὶ λέγειν τὸ ‘ἔκτισε,’ καὶ, ‘ἐποίησεν αὐτόν.’ Διὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ ‘ἔκτισε’ πρόσκειται, ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. Ἔνθα δὲ ἡ αἰτία πρόσκειται, αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. Καὶ γὰρ καὶ ἐνταῦθα ἐν μὲν τῷ ‘ἔκτισε,’ τὴν αἰτίαν τίθησι ‘τὰ ἔργα·᾿ τὴν δὲ ἐκ τοῦ Πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων, εὐθὺς Prov. viii. 25. ἐπήγαγε· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με·᾿ οὐ διὰ τί, ὤσπερ ἐπὶ τοῦ ‘ἔκτισέ με,᾿ προσέθηκε λέγων, ‘εἰς ἔργα,’ ἀλλὰ ἀπολελυμένως, ‘γεννᾷ μεʼ ὥσπερ τὸ ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿  Καὶ γὰρ καὶ εἰ μὴ τὰ ἔργα ἔκτιστο, ἀλλʼ ἦν ὁ Λόγος τοῦ Θεοῦ, ‘καὶ Θεὸς ἦν ὁ Λόγος Τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. Οὐκ ἔστιν ἄρα κτίσμα ὁ Υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, ‘γεννᾷ με·᾿ ὅτι τὰ μὲν Cp. i. 26. κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλʼ ἐκ τοῦ Πατρός ἐστιν ἴδιον τῆς οὐσίας. Διόπερ τὰ μὲν, κτίσματα· ὁ δὲ, Λόγος τοῦ Θεοῦ Υἱὸς μονογενής.

57. Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μωσῆς· ‘Ἐν Gen. i. 1. ἀρκῇ ἐγέννησεν,᾿ οὐδὲ, ‘Ἐν ἀρχῇ ἦν·᾿ ἀλλ᾿ ‘Ἐν ἀρχῇ ἐποίησεν Ps. xcviii.(xcix.) 73. ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·᾿ οὐδὲ ὁ Δαβὶδ ἔψαλεν· ‘Αἱ χεῖρές σου ἐγέννησάν με, ἀλλʼ ‘ἐποίησάν με καὶ ἔπλασάν με,’ πανταχοῦ τὸ ‘ἐποίησεν,᾿ ἐπὶ τῶν κτισμάτων λέγων· ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν ‘ἐποίησα,᾿ Ps. ii. 7; cix. (cx.) 3. Ib. xliv. (xlv.) 1. Gen, i. 1. John i. 1. ησα,᾿ ἀλλ᾿, ‘ἐγέννησα,᾿ καὶ, ‘γεννᾷ με,᾿ καὶ, ‘ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν καὶ ἐπὶ μὲν τῆς κτίσεως, ‘ἐν ἀρχῇ ἐποίησεν ἐπὶ δὲ τοῦ Υἱοῦ, ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος.᾿ Διαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρχὴν πεποίηται, καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει· διόπερ καὶ τὸ λεγόμενον ἐπʼ αὐτῶν, ‘ἐν ἀρχῇ ἐποίησεν ἴσον ἐστὶ τῷ εἰπεῖν πάλιν ἐπʼ αὐτῶν τὸ ‘ἀπʼ ἀρχῆς ἐποίησεν,᾿ ὥσπερ ὁ Κύριος, εἰδὼς ὅπερ ἐποίησεν, ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε λέγων, ‘ἀπ᾿ ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν Matt. xix. 4. ησεν αὐτούς.᾿ Ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε καὶ ἐκτίσθη τὰ γενητά. Τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσήμαινεν ἐν ψαλμοῖς, λέγον, ‘Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν Ps. ci. (cii.) 25. Ps. lxxiiii. (lxxiv.) 2. ἐθεμελίωσας· καὶ πάλιν, ‘Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπʼ ἀρχῆς Δῆλον δέ ἐστιν ὅτι τὸ ‘κατʼ ἀρχὰς’ γινόμενον ἀρχὴν ἔχει τοῦ κτίζεσθαι, καὶ ὅτι τὴν συναγωγὴν ἀπό τινος ἀρχῆς ἐκτήσατο ὁ Θεός. Ὅτι δὲ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν,᾿ ἐκ τοῦ λέγειν ‘ἐποίησεν᾿ τὸ ‘ἤρξατο ποιεῖν᾿ ἐστιν, αὐτὸς Μωσῆς τοῦτο δηλοῖ μετὰ τὴν τῶν πάντων τελεσιουργίαν λέγων· ‘Καὶ Gen. ii. 3. εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.᾿ Οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο γίνεσθαι· ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι, εἰκότως οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ ἤρξατο γίνεσθαι, ἀλλʼ ἦν ἀεί. Καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποιεῖσθαι ἔχει, καὶ προάγει τῶν γινομένων ἡ ἀρχή· ὁ δὲ Λόγος, οὐκ ὢν τῶν γινομένων, μᾶλλον τῶν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. Καὶ τῶν μὲν γενητῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται, καὶ ἀπό τινος ἀρχῆς ἄρχεται ταῦτα διὰ τοῦ Λόγου ποιεῖν ὁ Θεὸς, ἵνα καὶ τὸ μὴ εἶναι, πρὶν γενέσθαι, ταῦτα γινώσκηται· ὁ δὲ Λόγος τὸ εἷναι οὐκ ἐν ἄλλῃ ἀρχῇ ἔχει, ἀλλʼ ἐν τῷ Πατρὶ, τῷ καὶ κατʼ ἐκείνους ἀνάρχῳ, ἵνα καὶ αὐτὸς ἀνάρχως ὑπάρχῃ ἐν τῷ Πατρὶ, γέννημα καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ.

58. Οὕτως ἄρα ἡ θεία γραφὴ τὴν διαφορὰν τοῦ γεννήματος οἶδε καὶ τῶν ποιημάτων, καὶ τὸ μὲν γέννημα ‘Υἱὸν,᾿ οὐκ ἀπό τινος ἀρχῆς ἀρξάμενον, ἀλλʼ ἀΐδιον δείκνυσι· τὸ δὲ ποίημα, ὡς ἔξωθεν ἔργον τοῦ πεποιηκότος τυγχάνον, ἀρξάμενον τοῦ γίνεσθαι σημαίνει. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης, περὶ τοῦ Υἱοῦ θεολογῶν, καὶ γινώσκων τὴν τῶν λέξεων διαφορὰν, οὐκ εἶπεν· ‘Ἐν ἀρχῇ γέγονεν, ἢ πεποίηται,᾿ ἀλλ᾿, ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος·᾿ ἵνα τὸ γέννημα τῷ ‘ἦν᾿ συνεξακούηται, καὶ μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλʼ ἀεὶ καὶ ἀϊδίως ὑπάρχοντα τὸν Υἱὸν πιστεύῃ. Τούτων δὲ οὕτω δεικνυμένων, πῶς, ὦ Ἀρειανοὶ, μὴ νοήσαντες τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ, καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν Κύριον ἐτολμήσατε λέγοντες, ‘ποίημα,᾿ ἢ ‘κτίσμα,᾿  ἤτοι ‘γέννημα εἶναι αὐτόν; Ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ (7.) ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι καὶ ἀσεβεῖς γνωσθήσεσθε. Deut. xxxii. 6. Τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· ‘Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε;’ καὶ μετʼ Ib. 18. ὀλίγα ἐν τῇ αὐτῇ ᾠδῇ φησι, ‘Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.᾿ Ἡ δὲ διάνοια πάνυ θαυμαστὴ τυγχάνει οὖσα. Οὐ γὰρ εἴρηκε πρῶτον τὸ ‘ἐγέννησεν,᾿ ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ ‘ἐποίησε,᾿ καὶ πρόφασιν εὕρωσιν οὗτοι λέγειν, ‘Μωσῆς ἐξ ἀρχῆς μὲν εἶπεν Gen. i. 26. εἰρηκέναι τὸν Θεὸν, “Ποιήσωμεν ἄνθρωπον,” αὐτὸς δὲ μετὰ Deut. xxxii. 18. ταῦτα ἔφησε, “Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες·” ὡς ἀδιαφόρων τῶν λέξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ ποίημά ἐστιν.᾿ Ἀλλὰ μετὰ τὸ ‘ἐκτήσατο,᾿ καὶ ‘ἐποίησε,᾿ λοιπὸν ὕστερον τὸ ‘ἐγέννησεν᾿ ἐπήγαγε, ἵνα καὶ ἑρμηνείαν ὁ λόγος ἔχων φανῇ. Ἐν μὲν γὰρ τῷ ‘ἐποίησεν,’ ἀληθῶς σημαίνει τῶν ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ τῷ ἐγέννησε, δηλοῖ τὴν τοῦ Θεοῦ γενομένην εἰς ἀνθρώπους μετὰ τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχάριστοι γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον Ib. 6. μέν φησι, ‘Ταῦτα Κυρίῳ ἀνταποδίδοτε;ʼ εἶτα ἐπάγει, ‘Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ Ib. 17, 18. σε;ʼ Καὶ δεύτερον πάλιν λέγει, ‘Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες.᾿

59. Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν, ἀλλὰ καὶ ‘υἱοὺς’ ἐκάλεσεν, ὡς γεννήσας αὐτούς. Τοῦ γὰρ ‘υἱὸςʼ καὶ ὧδε σημαντικόν ἐστι τὸ ‘ἐγέννησεν·᾿ ὡς καὶ διὰ τοῦ προφήτου φησὶν, ‘Υἱοὺς ἐγέννησα καὶ ὕψωσα·᾿ καὶ ὅλως ὅτε ἡ Isa. i. 2. γραφὴ υἱόν σημᾶναι βούλεται, οὐ διὰ τῆς ‘ἔκτισα,᾿ ἀλλὰ πάντως διὰ τῆς ἐγέννησα,᾿  λέξεως σημαίνει. Καὶ τοῦτο πάλιν Ἰωάννης φαίνεται λέγων, ‘ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι John i. 12, 13. τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ Θεοῦ ἐγεννήθησαν·᾿ πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως. Τὸ μὲν γὰρ ‘γενέσθαι,᾿ διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει Cp. de Syn. 54. αὐτοὺς λέγεσθαι υἱούς φησι τὸ δὲ ‘ἐγεννήθησαν,᾿ διὰ τὸ ὅλως ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι, εἴρηκεν. Ἀλλʼ ὁ λαὸς, ὡς ὁ προφήτης φησὶν, ‘ἠθέτησαν τὸν εὐεργέτην. Αὕτη δὲ τοῦ Θεοῦ φιλανθρωπία ἐστὶν, ὅτι ὧν ἐστι ποιητὴς, τούτων καὶ πατὴρ κατὰ χάριν ὕστερον γίνεται· γίνεται δὲ, ὅταν οἱ κτισθέντες ἄνθρωποι, ὡς εἶπεν ὁ ἀπόστολος, λάβωσιν ‘εἰς τὰς καρδίας ἑαυτῶν τὸ Gal. iv. 6. Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ.᾿ Οὗτοι δέ c. 51. εἰσιν ὅσοι, δεξάμενοι τὸν Λόγον, ἔλαβον ἐξουσίαν παῤ αὐτοῦ iii. 9; iv. 22. τέκνα Θεοῦ γενέσθαι· ἄλλως γὰρ οὐκ ἂν γένοιντο υἱοὶ, ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ Υἱοῦ τὸ Πνεῦμα ὑποδέξονται. Διὸ, ἵνα τοῦτο γένηται, ‘ὁ Λόγος σὰρξ John i. 14. ἐγένετο,᾿ ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ. Ταύτην τὴν διάνοιαν καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι λέγοντος· ‘Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πάντων ὑμῶν εἷς Mal. ii. 10. πατήρ;’ Καὶ ἐνταῦθα γὰρ πάλιν πρῶτον τὸ ‘ἔκτισε καὶ δεύτερον τὸ ‘πατὴρ’ ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτὸς, ὅτι ἐξ ἀρχῆς μὲν κατὰ φύσιν ἐσμὲν κτίσματα, καὶ κτίστης ἡμῶν ἐστιν ὁ Θεὸς διὰ τοῦ Λόγου, ὕστερον δὲ υἱοποιούμεθα, καὶ λοιπὸν ὁ κτίστης Θεὸς Cp. iii. 9. γίνεται καὶ πατὴρ ἡμῶν. Οὐκοῦν τὸ ‘Πατὴρ τοῦ Υἱοῦ ἐστιν ἴδιον, καὶ οὐ τὸ κτίσμα ἀλλὰ τὸ ‘Υἱὸς’ τοῦ Πατρός ἐστιν ἴδιον. Ὥστε καὶ ἐκ τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν Υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύσει πατέρα τὸν Θεὸν, ἀλλὰ τοῦ ἐν ἡμῖν Λόγου, ἐν ᾧ καὶ δι᾿ ὃν κράζομεν, ‘Ἀββᾶ, ὁ Πατήρ.᾿ Ὥσπερ δὲ τοῦτο, οὕτως ὁ Πατὴρ ἐν οἷς ἐὰν βλέπῃ τὸν ἑαυτοῦ Υἱὸν, τούτους καὶ αὐτὸς ‘υἱοὺς᾿ καλεῖ, καὶ λέγει, ‘ἐγέννησα·᾿ ἐπειδήπερ τὸ μὲν ‘γεννῷν,᾿ σημαντικόν ἐστιν υἱοῦ, τὸ δὲ ‘ποιεῖν᾿ δηλωτικόν ἐστι τῶν ἔργων. Διὰ τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται Gen. i. 26. γὰρ, ‘Ποιήσωμεν ἄνθρωπον· ὕστερον δὲ, δεξάμενοι τὴν τοῦ Πνεύματος χάριν, λεγόμεθα τό τε λοιπὸν καὶ γεννᾶσθαι. Ἀμέλει καὶ ἐν τῇ ᾠδῇ Μωσῆς ὁ μέγας μετὰ διανοίας καλῆς πρῶτον τὸ ‘ἐκτήσατο,ʼ καὶ ὕστερον τὸ ‘ἐγέννησεν’ εἴρηκεν, ὑπὲρ τοῦ μὴ, ἀκούσαντας τὸ ‘ἐγέννησεν,ʼ ἐπιλαθέσθαι αὐτοὺς τῆς ἐξ ἀρχῆς ἑαυτῶν φύσεως, ἀλλʼ ἵνα γινώσκωσιν, ὅτι ἐξ ἀρχῆς μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται ‘γεννᾶσθαι,ʼ ὡς υἱοὶ, ἀλλʼ οὐδὲν ἧττόν εἰσι πάλιν οἱ ἄνθρωποι ποιήματα κατὰ φύσιν.

60. Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ, αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παροιμίαις δείκνυσιν. Εἰρηκὼς Prov. viii. 22, 25. γὰρ τὸ ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,᾿ ἐπήγαγε, ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.᾿ Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ μὴ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ ‘γεεννᾷ με,᾿ ἀλλ᾿ ἠρκεῖτο τῷ ‘ἔκτισεν,᾿ ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ ‘ἐγέννησε·᾿ νῦν δὲ εἰρηκὼς, ‘ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,ʼ ἐπήγαγεν οὐχ ἀπλῶς τὸ ‘γεννᾷ με,᾿ ἀλλὰ μετὰ συμπλοκῆς τοῦ ‘δὲ συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ ‘ἔκτισε᾿ λέξιν, λέγων· ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.᾿  Τὸ γὰρ γεννᾶ με, τῷ ‘ἔκτισε᾿ συμπεπλεγμένως ἐπιφερόμενον, μίαν ποιεῖ τὴν διάνοιαν, καὶ δείκνυσιν ὅτι τὸ μὲν ‘ἔκτισε᾿ διά τι εἴρηται· τὸ δὲ ‘γεννᾷ με πρὸ τοῦ ‘ἔκτισεν,᾿ ἐστίν. Ὥσπερ γὰρ εἰ ἔμπαλιν εἰρήκει, ‘Κύριος γεννᾷ με,’ καὶ ἐπέφερε, ‘πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με,᾿ πάντως προηγεῖτο τοῦ ‘ἐγέννησεʼ τὸ ‘ἔκτισεν οὕτως εἰρηκὼς πρῶτον, ‘ἔκτισεν,ʼ εἶτα ἐπαγαγὼν, πρὸ δὲ πάντων γεννᾷ με,᾿ ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ ‘ἐγέννησε᾿ τοῦ ‘ἔκτισε.᾿ Καὶ γὰρ καὶ λέγων, ‘πρὸ πάντων γεννᾷ με,’ ἄλλον ἑαυτὸν εἶναι τῶν πάντων σημαίνει, δειξάσης Cp. c. 48. ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτι περὶ τῶν κτισμάτων οὐδὲν ἕτερον τοῦ ἑτέρου προγέγονεν, ἀλλʼ ἀθρόως ἃμα πάντα τὰ γενητὰ ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. Διὰ τοῦτο γοῦν οὐδὲ τὰ ἐπὶ τοῦ ‘ἔκτισε, ταῦτα καὶ ἐπὶ τοῦ ‘γεννᾷ μεʼ κεῖται· ἀλλʼ ἐπὶ μὲν τοῦ ‘ἔκτισε,ʼ κεῖται ‘ἀρχὴν ὁδῶν·’ ἐπὶ δὲ τοῦ ‘γεννᾷ μεʼ οὐκ εἷπεν, ‘ἀρχὴν γεννᾷ με,᾿ ἀλλὰ, ‘πρὸ πάντων γεννᾷ με.᾿ Ὁ δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων, ἀλλʼ ἄλλος ἐστὶ τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάντων, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων· καὶ συνίσταται φανερῶς, ὅτι ἄλλος ὢν ὁ Λόγος τῶν πάντων καὶ πρὸ πάντων ὢν, ὕστερον κτίζεται  ‘ἀρχὴ τῶν ὁδῶν εἰς ἔργα’ διὰ τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ ἀπόστολος, ‘ὅς ἐστιν ἀρχὴ. Col. i. 18. πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πάσιν αὐτὸς πρωτεύων.᾿

61. Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοὺ ἔκτισε,᾿ καὶ τοῦ ‘γεννᾷ με,᾿ καὶ, ‘τῆς ἀρχῆς ὀδῶν,᾿ καὶ τοῦ ‘πρὸ πάντων·’ τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ Θεὸς, οὕτως, ὥσπερ εἴρηται, γίνεται καὶ ὕστερον πατὴρ, διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα Λόγον αὐτοῦ, Ἐπὶ δὲ τοῦ Λόγου τὸ ἔμπαλιν· Πατὴρ γὰρ ὢν αὐτοῦ φύσει ὁ Θεὸς, γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητὴς, ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐνδύσηται σάρκα ὁ Λόγος, καὶ γένηται ἄνθρωπος. Ὥσπερ γὰρ οἱ ἄνθρωποι, λαμβάνοντες ‘τὸ Πνεῦμα τοῦ Υἱοῦ,᾿ γίνονται τέκνα διʼ αὐτοῦ· οὕτως ὁ Λόγος τοῦ Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν υἱοὶ, δῆλον ὅτι κἀκεῖνος κατὰ φύσιν κτίσμα καὶ ποίημα· εἰ δὲ ἡμεῖς θέσει καὶ κατὰ χάριν γινόμεθα υἱοὶ, δῆλον ὅτι καὶ ὁ Λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρωπος εἴρηκε, ‘Κύριος ἔκτισε με.᾿ Εἷτα ἐπειδὴ τὸ κτιστὸν ἐνδυσάμενος, γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ ‘ἀδελφὸςʼ ἡμῶν καὶ ‘πρωτότοκοςʼ ἐκλήθη. Εἰ γὰρ καὶ μεθʼ Rom. vii. 29. Heb. ii. 11. ἡμᾶς δι᾿ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν του σώματος ὁμοίωσιν, ἀλλὰ καὶ ἐν τούτῳ ‘πρωτότοκος λέγεται καὶ ἔστιν ἡμῶν, ἐπειδὴ, πάντων τῶν ἀνθρώπων ἀπολλυμένων κατὰ i. 51. τὴν παράβασιν τοῦ Ἀδὰμ, πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη ἡ ἐκείνου σὰρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένη· καὶ iii.31. λοιπὸν ἡμεῖς, ὡς ‘σύσσωμοιʼ τυγχάυοντες, κατ᾿ ἐκεῖνο σωζόμεθα. Eph. iii. 6. Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα γίνεται, λέγων, ‘Ἐγώ εἰμι ἡ ὁδὸς᾿ καὶ ‘ἡ θύρα, καὶ δι᾿ ἐμοῦ δεὶ πάντας εἰσελθεῖν.᾿ John xiv. 6; x. 7, 1. Ὅθεν καὶ ‘πρωτότοκος’ λέγεται πάλιν ‘ἐκ τῶν νεκρῶν,’ οὐχ ὅτι πρῶτος ἡμῶν ἀπέθανε· (προετεθνήκειμεν γὰρ ἡμεῖς·) ἀλλʼ 2. Tim. i. 10. ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, καὶ τοῦτον ‘καταργήσας,᾿ γήσας,ʼ ἀνέστη πρῶτος, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ἀναστήσας τὸ ἑαυτοῦ σῶμα. Λοιπὸν γὰρ ἀναστάντος ἐκείνου, καθεξῆς καὶ ἡμεῖς ἀπʼ ἐκείνου καὶ διʼ ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα.

Col. i. 15. (8.)

62. Εἰ δὲ καὶ ‘πρωτότοκος τῆς κτίσεως λέγεται, ἀλλʼ οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον, πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε ‘μονογενής’ ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ Λόγου, καθʼ ἣν καὶ ‘πολλῶνʼ γέγονεν ‘ἀδελφός.᾿ Ὁ γάρ τοι μονογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρωτότοκος λέγεται. Διὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν γραφῶν εἴρηται, ‘πρωτότοκος τοῦ Θεοῦ,᾿ οὐδὲ, ‘κτίσμα τοῦ Θεοῦ·᾿ ἀλλὰ τὸ ‘μονογενὴς,᾿ καὶ τὸ ‘Υἱὸς,᾿ καὶ ὁ Λόγος καἰ ‘ἡ Σοφία,᾿ εἰς τὸν Πατέρα τὴν ἀναφορὰν John i. 14. ἔχει καὶ τὴν ἰδιότητα· ‘ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, 1 John iv. 9. δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·᾿ καὶ ‘ἀπέστειλεν ὁ Θεὸς Ps. cxviii. (cxix.) 89. John i. 1. τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ·᾿ καὶ, ‘εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει·᾿ καὶ ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος 1 Cor. i. 24. ἦν πρὸς τὸν Θεόν·᾿ καὶ ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ Matt. iii. 17; xvii. 5. Ib. xvi. 16. σοφία·᾿ καὶ ‘Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·᾿ καὶ ‘Σὺ εἷ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ ‘πρωτότοκος’ εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ ‘πρωτότοκος’ Prov. viii. 22. ἐλέχθη. Καὶ τὸ ‘ἔκτισε᾿ δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ἑρμηνευέσθω τὸ ‘πρωτότοκος·᾿ εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω μονογενής. Οὐ δύναται γὰρ ὁ αὐτὸς μονογενής τε καὶ πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο ἵνα μονογενὴς μὲν διὰ τὴν ἐκ Πατρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ διὰ τὴν εἰς τὴν κτίσιν συγκατάβασιν, καὶ τὴν τῶν πολλῶν ἀδελφοποίησιν. Ἀμέλει, τῶν δύο τούτων ῥητῶν ἀντικειμένων ἀλλήλοις, κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ Λόγου τὸ τοῦ μονογενοῦς μᾶλλον ἰδίωμα, διὰ τὸ μὴ εἶναι ἕτερον Λόγον, ἢ ἄλλην Σοφίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν Υἱὸν εἶναι τοῦ Πατρός. Καὶ γὰρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπʼ John i. 13. αὐτοῦ τὸ ‘ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός·᾿ τὸ δὲ ‘πρωτότοκος συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως αἰτίαν, ἣν ἐπήγαγεν ὁ Παῦλος λέγων, ‘ὅτι ἐν αὐτῷ ἐκτίσθη Col. i. 16. τὰ πάντα.᾿ Εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν κτισμάτων.

63. Οὐ διὰ τὸ ἐκ Πατρὸς ἄρα ‘πρωτότοκος᾿ ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. Καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ Υἱὸς, διʼ οὗ γέγονεν ἡ κτίσις, οὕτω καὶ πρὸ τοῦ κληθῆναι ‘πρωτότοκος πάσης τῆς κτίσεως,᾿ ἦν οὐδὲν ἧττον αὐτὸς John i. 1. ‘ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς, περιέρχονται λέγοντες· ‘Εἰ Arian obj. πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἰς ἐστι τῆς κτίσεως. Ἄφροωες· εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκὸς ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. Οὐ γὰρ εἴρηκε, ‘πρωτότοκός ἐστι τῶν ἄλλων κτισμάτων,᾿ ἵνα μὴ ὡς εἷς τῶν κτισμάτων εἶναι νομισθῇ· ἀλλὰ πάσης τῆς κτίσεως᾿ γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. Ὁ γοῦν Ῥουβὴν οὐκ εἴρηται πρωτότοκος πάντων τῶν τέκνων τοῦ Gen. xxxv. 23. Ἰακὼβ, ἀλλʼ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν, ἵνα μὴ ἄλλος παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ εἶναι νομισθῇ. Ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ Κυρίου ὁ ἀπόστολος οὐκ εἴρηκεν, ‘ἵνα γένηται πρωτότοκος πάντων,ʼ ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομισθῇ, ἀλλʼ ‘ἐν πολλοῖς ἀδελφοῖς διὰ τὴν ὁμοιότητα τῆς σαρκός. Εἰ Rom. viii. 29. τοίνυν καὶ ὁ Λόγος εἰς ἦν τῶν κτισμάτων, εἶπεν ἂν ἡ γραφὴ καὶ περὶ αὐτοῦ, ὅτι ‘πρωτότοκος τῶν ἄλλων κτισμάτων ἐστί·᾿ νῦν δὲ, λεγόντων τῶν ἀγίων ὅτι ‘πρωτότοκός ἐστι πάσης τῆς κτίσεως,᾿ ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως, καὶ μὴ κτίσμα, ὁ τοῦ Θεοῦ Υἱός. Εἰ γὰρ κτίσμα ἐστὶν, ἔσται καὶ αὐτὸς ἑαυτοῦ πρωτότοκος. Πῶς οὖν δύναται, Ἀρειανοὶ, καὶ πρῶτος ἑαυτοῦ καὶ δεύτερος εἶναι; Ἔπειτα εἰ κτίσμα ἐστὶ, καὶ πᾶσα ἡ κτίσις διʼ αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ συνέστηκε, πῶς δύναται καὶ κτίζειν τὴν κτίσιν, καὶ εἰς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων; Ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης, ἐλέγχονται παρὰ τῆς ἀληθείας, ὅτι ‘πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς᾿ ἐκλήθη, διὰ τὴν τῆς σαρκὸς συγγένειαν· ‘πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν διὰ τὸ ἐξ αὐτοῦ καὶ μετʼ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν ἀνάστασιν·  ‘πρωτότοκος δὲ πάσης κτίσεως᾿ διὰ τὴν φιλανθρωπίαν τοῦ Πατρὸς, διʼ ἣν ἐν τῷ Λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστηκεν, ἀλλʼ ὅτι καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ ἀπόστολος, Rom. viii. 19, 21. ‘ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, ἐλεευθερωθήσεταί ποτε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.᾿ Οὕτω δὲ αὐτῆς ἐλευθερωθείσης, ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων πρωτότοκος ὁ Κύριοις, ἵν᾿, ἐν τῷ λέγεσθαι ‘Πρῶτον αὐτὸν, τὰ μετ᾿ αὐτὸν διαμείνῃ, ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ Λόγου συνημμένα.

64. Ἡγοῦμαι δὲ καὶ τοὺς ἀσεβεῖς αὐτοὺς ἐντραπήσεσθαι ἐκ τῆς τοιαύτης διανοίας· εἰ γὰρ μὴ οὕτως ἔχοι, ὥσπερ εἴπομεν, ἀλλʼ ὡς τῇ οὐσίᾳ κτίσμα ἐν κτίσμασι πρωτότοκον αὐτὸν θελήσουσιν εἶναι πάσης τῆς κτίσεως,᾿ σκοπείτωσαν, ὅτι καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων αὐτὸν ἀδελφὸν καὶ ὅμοιον ὑπονοήσουσιν εἶναι. Πάσης γὰρ τῆς κτίσεως καὶ ταῦτα μέρη τυγχάνει ὄντα· ἀνάγκη δὲ τὸν πρωτότοκον μόνῳ μὲν τῷ χρόνῳ πρῶτον εἶναι, τῷ δὲ γένει καὶ τῇ ὁμοιότητι τὸν αὐτὸν εἶναι πρὸς πάντας. Πῶς οὖν, καὶ τοῦτο λέγοντες, οὐ πᾶσαν ἀσέβειαν ὑπερβάλλουσιν; ἢ τίς ἀνέξεται τούτων ταῦτα λεγόντων; ἢ πῶς καὶ μόνον αὐτοὺς ἐνθυμουμένους τοιαῦτα οὐ μισήσειεν ἄν τις; πᾶσι γάρ ἐστι δῆλον ὅτι οὔτε διʼ ἑαυτὸν, ὡς κτίσμα ὢν, οὔτε διὰ τὸ συγγένειάν τινα κατʼ οὐσίαν πρὸς πᾶσαν τὴν κτίσιν ἔχειν, ‘πρωτότοκος αὐτῆς ἐκλήθη· ἀλλʼ ὅτι καὶ κατʼ ἀρχὴν μὲν δημιουργῶν ὁ λόγος τὰ κτίσματα, συγκαταβέβηκε τοῖς γενητοῖς, ἵνα γενέσθαι ταῦτα δυνηθῇ. Οὐκ ἂν γὰρ ἤνεγκεν αὐτοῦ τὴν φύσιν ἄκρατον καὶ πατρικὴν οὖσαν λαμπρότητα, εἰ μὴ φιλανθρωπίᾳ πατρικῇ συγκαταβὰς ἀντελάβετο, καὶ κρατήσας αὐτὰ εἰς οὐσίαν ἤνεγκε. Καὶ δεύτερον δὲ πάλιν, ὅτι καὶ συγκαταβάντος τοῦ Λόγου, υἱοποιεῖται καὶ αὐτὴ ἡ κτίσις διʼ αὐτοῦ· ἵνα καὶ αὐτῆς, καθάπερ εἴρηται, ‘πρωτότοκος᾿ κατὰ πάντα γένηται, ἔν τε τῷ κτίζειν, καὶ ἐν τῷ εἰσάγεσθαι ὑπὲρ πάντων εἰς αὐτὴν τὴν οἰκουμένην. Οὕτω γὰρ Heb. i. 6. γέγραπται· ‘ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.’ Ἀκουέτωσαν οἱ Χριστομάχοι, καὶ σπαραττέτωσαν ἑαυτοὺς, ὅτι τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν οἰκουμένην ἐποίησε καὶ ‘πρωτότοκον’ πάντων κληθῆναι· ὥστε τοῦ μὲν Πατρὸς εἶναι μονογενῆ τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ μόνον αὐτὸν εἶναι, τῆς δὲ κτίσεως ‘πρωτότοκον’ διὰ τὴν τῶν πάντων υἱοποίησιν, Ὡς δὲ ἐν ἀδελφοῖς πρωτότοκος, καὶ ἐκ νεκρῶν ‘ἀπαρχὴ τῶν κεκοιμημένων᾿ 1 Cor. xv. 20. μένων᾿ ἀνέστη· οὕτως, ἐπειδήπερ ἔπρεπεν ‘ἐν πᾶσιν αὐτὸν πρωτεύειν,᾿ Col. i. 18. τεύειν,᾿ διὰ τοῦτο καὶ ‘ἀρχὴ ὁδῶν κτίζεται·’ ἵνα, ταύτης ἐπιβάντες καὶ εἰσελθόντες διʼ αὐτοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα,ʼ John xiv. 6; x. 7. μεταλαβόντες τε τῆς περὶ τοῦ Πατρὸς γνώσεως, ἀκούσωμεν καὶ ἡμεῖς· ‘Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ,᾿ καὶ, ‘Μακάριοι οἱ καθαροὶ Ps. cxviii. (cxix.) 1. Matt. v. 8. τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.’

65. Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ‘ἀρχὴ τῶν ὁδῶν᾿ εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο, καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκούσαμέν τε, ‘γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,ʼ διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Gen. iii. 19. Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, iii. 31. ποιήσῃ, καὶ ἐγκαινίσῃ ‘ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,ʼ ὡς Heb. x. 20. εἴρηκεν ὁ ἀπόστολος, ‘διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.᾿ Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησὶν, ‘ὥστε 2 Cor. v. 17. εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.ʼ Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶτόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον ‘χοϊκὸς,᾿ οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο 1 Cor. xv. 47. εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ διʼ αὐτῶν ἀπώλετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου Cp. Ath. in illud ‘Omnia, 2. τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατηροῦντος. Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλʼ ὁ Κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,᾿ ἵνα μηκέτι Prov. viii. 22. κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλʼ ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ‘ἀρχὴν ὁδὼν,ʼ τούτῳ λοιπὸν ἀκολουθῶμεν λέγοντι· ‘Ἐγὼ εἰμι ἡ ὁδός.’ John xin. 6. Τοῦτο γὰρ διδάσκων καὶ ὁ μακάριος ἀπόστολος ἐν τῇ πρὸς Col. i. 18. Κολοσσαεῖς, ἔλεγεν, ‘αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.’

66. Εἰ γὰρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν λέγεται καὶ διὰ ταύτην αὐτὸς ‘ἀρχὴ,’ τότε δὲ γέγονεν ἀνάστασις, ὅτε τὴν ἡμετέραν σάρκα φέρων δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ· φανερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπʼ αὐτοῦ, ‘ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου παρουσίας αὐτοῦ σημαντικόν ἐστι. Τοῦ γὰρ σώματος c. 55. ἴδιον ἦν ὁ θάνατος· καὶ ὥσπερ τοῦ σώματος ἴδιός ἐστιν ὁ θάνατος, οὕτω τῆς σωματικῆς παρουσίας ἴδιον ἂν εἴη τὸ λεγόμενον, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.᾿ Τοῦ γὰρ Σωτῆρος οὕτω κατὰ σάρκα κτισθέντος, καὶ ἀρχῆς γενομένου τῶν ἀνακτιζομένων, iv. 33. καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχὴν, ἣν προσέλαβεν ἀνθρωπίνην σάρκα, ἀκολούθως μετʼ αὐτὸν καὶ ὁ μέλλων λαὸς κτίζεται, Ps. ci. (cii.) 18. λέγοντος τοῦ Δαβὶδ, ‘Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·᾿ καὶ πάλιν ἐν τῷ εἰκοστῷ Ib. xxi. (xxii.) 30, 31.  πρώτῳ ψαλμῷ, ‘ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, Gen. ii. 17. ὃν ἐποίησεν ὁ Κύριος. Οὐκέτι γὰρ ἀκουσόμεθα, ‘ἢ δʼ ἂν John xiv. 3. ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε ἀλλὰ, ‘ὅπου Eph. ii. 10. εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἔσεσθε·᾿ ὥστε λέγειν ἡμᾶς, ‘αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπʼ ἔργοις ἀγαθοῖς.᾿ Πάλιν τε, ἐπειδὴ τὸ ‘ἔργον’ τοῦ Θεοῦ, τουτέστιν ὁ ἄνθρωπος, τέλειος κτισθεὶς, ἐλλιπὴς γέγονε διὰ τῆς παραβάσεως, καὶ γέγονε τῇ ἁμαρτίᾳ Cp. Ath. de Incarn. 6. νεκρὸς, ἀπρεπὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ Θεοῦ ἀτελές· διὸ καὶ ἐδέοντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ἑκατοστῷ Ps. cxxxvii. (cxxxviii.) 8. τριακοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, ‘Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς·᾿ διὰ τοῦτο ὁ τέλειος τοῦ Θεοῦ Λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα, καὶ λέγεται ‘εἰς τὰ Cp. de Incarn. 20. ἔργα κτίζεστθαι,᾿ ἵνα, ἀνθʼ ἡμῶν τὴν ὀφειλὴν ἀποδιδοὺς, τὰ λείποντα τῷ ἀνθρώπῳ διʼ ἑαυτοῦ τελειώσῃ. Ἔλειπε δὲ αὐτῷ ἡ ἀθανασία, καὶ ἡ εἰς τὸν παράδεισον ὁδός. Καὶ τοῦτό ἐστι τὸ John xvii. 4. λεγόμενον παρὰ τοῦ Σωτῆρος, ‘Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· Ib. v. 36. τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω· καὶ πάλιν, ‘τὰ ἔργα, ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ.᾿ Ἃ δὲ λέγει ἐνταῦθα ἔργα δεδωκέναι αὐτῷ τὸν Πατέρα εἰς τελείωσιν, ταῦτά ἐστι εἰς ἃ κτίζεται, λέγων ἐν ταῖς Παροιμίαις· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ ἴσον γάρ ἐστι τὸ εἰπεῖν, ‘ἔδωκέ μοι ὁ Πατὴρ τὰ ἔργα, καὶ, ‘ἔκτισέ με Κύριος εἰς ἔργα.’

67. Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεομάχοι; ἐκ γὰρ τούτου καὶ τὸ ‘ἔκτισεʼ γνωσθήσεται. ‘Κατὰ μὲν οὖν τὴν ἀρχὴν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει,ʼ ἐὰν εἴπητε, ψεῦδός ἐστιν· οὔπω γὰρ ἦν γενόμενα· φαίνεται δὲ λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. Ἀλλʼ οὐδὲ τὸν πρὸ τοῦ γένηται ὁ Λόγος σὰρξ χρόνον εἰπεῖν εὐαγὲς, ἵνα μὴ περιττὴ λοιπὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία ἐγένετο. Οὐκοῦν λείπει λοιπὸν εἰπεῖν ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν, ἰασάμενος τὰ τραύματα ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τὴν ἐκ νεκρῶν ἀνάστασιν. Εἰ δὲ ὅτε γέγονεν ὁ Λόγος σὰρξ, τότε ἐδόθη αὐτῷ τὰ ἔργα, δῆλον ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ‘εἰς τὰ ἔργα κτίζεται.’ Οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν ἐστι τὸ ‘ἔκτισεν,ʼ ὥσπερ πολλάκις εἴρηται, ἀλλὰ τῆς c. 45, etc. σωματικῆς αὐτοῦ γενέσεως. Τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς ὅτι ‘κτίζεται,ʼ ἵνα, τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας, παραστήσῃ τῷ Πατρὶ τὴν ἐκκλησίαν, ὡς εἶπεν ὁ ἀπόστολος, ‘μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ Eph. v. 27. ἁγία καὶ ἄμωμος.᾿ Τετελείωται οὖν ἐν αὐτῷ καὶ ἀποκατεστάθη, ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρχὴν γεγονὸς, τὸ ἀνθρώπινον γένος, καὶ μείζονι μᾶλλον ‘χάριτι·’ ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκέτι Rom. v. 15. φοβούμεθα θάνατον, ἀλλʼ ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὢν ἐνεδύσατο τὴν σάρκα, καὶ γέγονεν Cp. i. 39. ἄνθρωπος. Εἰ γάρ, κτίσμα ὢν, ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἧν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς c. 41; iii. 33; de Incarn. 13. γὰρ ἂν, ποίημα ὢν, διὰ ποιήματος συνήπτετο τῷ κτίστῃ; ἢ ποία βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτʼ ἂν, δεομένων καὶ αὐτῶν τῆς αὐτῆς βοηθείας; πῶς δὲ, εἴπερ κτίσμα ἧν ὁ Λόγος, τὴν ἀπόφασιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὴν ἁμαρτίαν, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ Micah vii. 18. ἐστι; ‘Τίς γὰρ Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἁμαρτίας, καὶ ὑπερβαίνων Gen. iii. 19. βαίνων ἀνομίας;6 Ὁ μὲν γὰρ Θεὸς εἷπε, ‘γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·’ οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί, Πῶς τοίνυν οἷόν τε ἦν παρά τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλʼ ἔλυσέ γε John viii. 36. αὐτὸς ὁ Κύριος, ὡς εἶπεν αὐτὸς, ‘ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ·᾿ καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι κτίσμα, οὐδὲ τῶν γενητῶν, ἀλλὰ ἴδιος Λόγος, καὶ εἰκὼν τῆς τοῦ Πατρὸς οὐσίας, τοῦ καὶ κατά τὴν ἀρχὴν ἀποφηναμένου, καὶ Cp. Mark ii. 7. ‘ἀφιέντος μόνου τὰς ἁμαρτίας,’ Ἐπειδὴ γάρ εἴρηται ἐν τῷ λόγῳ, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι᾿ αὐτοῦ τοῦ Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως γεγένηται.

Arian obj.

68. ‘Ἀλλʼ ἠδύνατο,᾿ φασὶ, ‘καὶ κτίσματος ὄντος τοῦ Σωτῆρος, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν.᾿ Τὸ αὐτὸ δʼ ἂν ἀκούσαιεν καὶ αὐτοὶ παῤ ἑτέρου λέγοντος· ‘Ἠδύνατο, καὶ Cp.de Incarn. 44. μηδʼ ὅλως ἐπιδημήσαντος αὐτοῦ, μόνον εἰπεῖν ὁ Θεὸς, καὶ λῦσαι τὴν κατάραν.ʼ Ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν, καὶ μὴ ἐν πᾶσι τὸ δυνατὸν τοῦ Θεοῦ λογίζεσθαι· ἐπεὶ ἠδύνατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους ἀπολέσαι· ἀλλά μετά τὴν κιβωτὸν πεποίηκεν. Ἠδύνατο καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν, καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ Αἰγύπτου· ἀλλά συνέφερε διά Μωσέως. Ἠδύνατο καὶ χωρὶς τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ Θεός· ἀλλὰ συνέφερε τοῖς λαοῖς κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. Ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ Σωτὴρ ἐπιδημῆσαι, ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ· ἀλλὰ καὶ Heb. ix. 26. John xviii. 5. ‘ἐπὶ συντελείᾳ τῶν αἰώνωνʼ ἦλθε, καὶ ζητούμενος εἶπεν, ‘Ἐγώ εἰμι.᾿ Ὃ γὰρ ποιεῖ, τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει, Matt. xx.  28. τούτου καὶ πρόνοιαν ποιεῖται, Ἦλθε γοῦν, ‘οὐχ ἵνα διακονηθῇ, ἀλλʼ ἵνα διακονήσῃ,’ καὶ τὴν ἡμῶν ἐργάσηται σωτηρίαν. Ἀμέλει δυνάμενος ἀπὸ τοῦ οὐρανοῦ λαλῆσαι τὸν νόμον, εἶδεν ὅτι λυσιτελεῖ τοῖς ἀνθρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι· καὶ τοῦτο πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον ἐγγύθεν ἀκούοντες μᾶλλον πιστεῦσαι δυνηθῶσι, Πλὴν καὶ τὸ εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· εἰ διὰ τὸ δυνατὸν εἰρήκει, καὶ ἐλέλυτο ἡ κατάρα, τοῦ μὲν κελεύσαντος ἡ δύναμις ἐπεδείκνυτο, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν χάριν, καὶ μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώματι· τοιοῦτος γὰρ ὢν καὶ τότε τέθειτο ἐν τῷ παραδείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι καὶ παραβαίνειν μεμάθηκεν. Ὢν τοίνυν τοιοῦτος, εἰ καὶ παραπέπειστο iii. 33. πέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία ‘προστάξαι τὸν Θεὸν καὶ λῦσαι τὴν κατάραν·ʼ καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος, καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθʼ ἑαυτοὺς, καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τῆς σαρκός.

Cp. c. 56.

69. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώπου, τὴν κτιστὴν σάρκα λαβών· ἵν᾿, ἐπειδὴ πάντες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάντων, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ Cp. i. 41. προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων διʼ αὐτοῦ ἀποθανόντων, ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (‘πάντες γὰρ ἀπέθανον ἐν 2 Cor. v. 15. Χριστῷ᾿)· πάντες δὲ διʼ αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς διʼ αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα, καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι᾿ ὅλου κατεσβέννυτο ἀπʼ αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακὸν, ἐξεκόπτετο, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν, ‘ἔρχεται John xiv. 30. ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί·’ καὶ, εἰς τοῦτο γὰρ ἐφανερώθη,᾿ ὡς ἔγραψεν ὁ Ἰωάννης, ‘ἵνα 1 John iii. 8. λύσῃ τὰ ἔργα τοῦ διαβόλου Τούτων δὲ λυθέντων ἀπὸ τῆς σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν, καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συναφθέντες δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλʼ ὡς αὐτὸς John xiv. 3. εἶπεν, ‘ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα·’ καὶ λοιπὸν οὔτε τὸν ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ, ἐν τῇ σαρκὶ διωχθεὶς Matt. iv. 10. παρὰ τοῦ Σωτῆρος, καὶ ἀκούσας, ‘Ὕπαγε ὀπίσω μου, Σατανᾶ·᾿ καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπείθουσαν φυλαξόμεθα· Ib. xxii. 30. ‘ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, Gal. vi. 15. ἀλλʼ εἰσὶν ὡς ἄγγελοι·᾿ καὶ ἐν Χριστῷ Ἰησοῦ ‘καινὴ κτίσις᾿ Col. iii. 28. Col. iii. 11. ἔσται, καὶ ‘οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ ‘πάντα καὶ ἐν πᾶσιν᾿ ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φόβος ἢ ποῖος κίνδυνος ἔτι γενήσεται;

70. Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβολος, εἶχεν ἀεὶ τὴν μάχην· καὶ μέσος ὢν ὁ ἄνθρωπος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων ἐν ᾧ καὶ διʼ οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου γένηται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γενητῶν τὸν Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουργόν· οὕτω γὰρ καὶ προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώπινον σῶμα, ἵνα τοῦτο ὡς Cp. i. 42. δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθʼ ὁμοιότητα κείνου. Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος, εἰ μὴ Θεὸς ἦν ἀληθινὸς ὁ Υίος· καὶ οὐκ ἂν παρέστη τῷ Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ Cited in Theod. Dial. ii. ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο ὁ Λόγος· (οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον·) οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ Cp. iii. 43. φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ, Οὐκοῦν οἱ ἀρνούμενοι ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐσίας τὸν Cp. Ep. ad Epict. 2. Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι ἐκ Μαρίας τῆς ἀειπαρθένου. Οὐδὲν γὰρ πλέον ἡμῖν κέρδος τοῖς ἀνθρώποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο. Ἀλλ᾿ ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐαλεντῖνος· ἦν Cp. Ath. ad Adelph. 2. γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος, κἂν μαίνωνται οἱ Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς κτίσεως, κτισθεὶς ἄνθρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην ἐγκαινίσας, ὥσπερ εἴρηται.

71. Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. Διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν, ‘ ἔκτισέ με ἔργον,᾿ οὐδὲ, ‘σὺν τοῖς ἔργοις ἐποίησεν, ἴνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, ‘ διὰ τὸ ποιῆσαί με ἔργα, ἔκτισεν,ʼ ἴνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν ὡς ὄργανον διʼ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλʼ οὐδʼ ὅτι ‘ πρὸ τῶν Cp. i.26. ἔργων ἔκτισέ μεʼ ἀνήγγειλεν, ἴνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὣν πρὸ πάντων, οὕτω καὶ κτιζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ νομίζεσθαι τὸ ‘γέννημα᾿ καὶ τὸ ‘ ἔκτισεν·᾿ ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς, ‘ εἰς ἔργα᾿ εἴρηκεν· ἴσον τῷ εἰπεῖν, ‘εἰς σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ τούτου πάλιν δείκνυσθαι μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα. Ὡς; γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ὅλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθʼ ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός; πάντα γὰρ τὰ γενόμενα ἐν τῇ χειρὶ καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ, ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ Δαβὶδ ψάλλοντος, Isa. lxvi. 2. ‘ Καὶ σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα Ps. ci. (cii.) 25. τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί·᾿ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαπακοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐμνήσθην ἡμερῶν ἀρχαίων, Ib. cxlii. (cxliii.) 5. καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.ʼ Οὐκοῦν εἰ ἐν χειρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δὲ, ὅτι ‘ πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ John i. 3. χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·᾿ καὶ πάλιν, ‘ εἴς Κύριος Ἰησοῦς, 1 Cor. viii. 6. δι᾿ οὗ τὰ πάντα,᾿ καὶ ὅτι ‘ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν· Col. i. 17. εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλʼ αὐτός ἐστιν ἡ χεὶρ Cp. c. 31; iv. 26. τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν Song of Three Children 54. Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γὰρ, ‘Εὐλογεῖτε πόντα τὰ ἔργα Κυρίου τὸν Κύριον·᾿ τὰ μὲν ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρήκασιν, ‘Εὐλόγει, Λόγε, καὶ ὕμνει, Σοφία·᾿ ἵνα δείξωσιν ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ ὑμνούμενος, καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος μὲν αὐτοῦ καὶ Σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι Ps. xxxii. (xxxiii.) 4. Ib. ciii. (civ.) 24. ‘εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·’ καθάπερ καὶ ἐν ἑτέρῳ φησὶν, ‘Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.᾿

72. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐτὸς ‘ἐν σοφίᾳ ἐγεγόνει, καὶ οὔτ᾿ ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ γραφὴ, οὔτε τὰ μὲν ‘ἔργα᾿ ὠνφόμαζε, τὸν δὲ ‘Λόγον καὶ σοφίαν ἰδίαν τοῦ Θεοῦʼ εὐηγγελίζετο. Νῦν δὲ, διαστέλλουσα τῶν ἔργων αὐτὸν, ἡ γραφὴ δείκνυσιν ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ Σοφία, καὶ οὐκ ἔργον. Ταύτη τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων Heb. iv. 12, 13.  Ἑβραίοις· ‘ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.᾿ Ἰδοὺ γὰρ τὰ μὲν γενητὰ ‘κτίσιν᾿ ὠνόμασε· τὸν δὲ Υἱὸν ‘Λόγον᾿ οἶδεν ὄντα τοῦ Θεοῦ, ὡς ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. Πάλιν δὲ λέγων, ‘πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀδθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος,ʼ ἄλλον αὐτὸν εἶναι σημαίνει τῶν πάντων. Διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος Rom. viii. 21 22. ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. Οὕτως ἄρα καὶ ‘τῆς κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς,ʼ ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι ὁ Υἱός. Εἰ γὰρ ἦν κτίσμα, εἰς ἧν καὶ αὐτὸς τῶν στεναζόντων, καὶ δεόμενος τοῦ υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ πάντων. Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων, οὐδὲ τῶν δεομένων ἐλευθερίας, ἀλλʼ αὐτός ἐστιν ὁ i. 39. υἱοποιῶν καὶ ἐλευθερῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις, ‘ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς John vii. 35. μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε·᾿ λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων, ὅτι οὐκ ἔστι κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλʼ Υἱὸς ἀληθινὸς καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ ‘Κύριος Cp. c. 45. ἔκτισέ με ἀρχὴν ὁδῶν,᾿ εἰ καὶ δι᾿ ὀλίγων, ἀλλʼ ἱκανά ἐστιν, ὥς γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα κατασκευάζειν εἰς ἀναίρεσιν τῆς ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ (9.) τούτου ἐνθυμούμενοι, νομίζουσιν, ἐπειδὴ γέγραπται, ‘πρὸ τοῦ Prov. viii. 23. αἰῶνος ἐθεμελίωσέ με,᾿ εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον, καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων.

73. Γέγραπται, ‘ὁ Θεὸς τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·᾿ εἰ Ib. iii. 19. τοίνυν τῇ Σοφίᾳ ἡ γῇ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται; ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν Σοφίᾳ ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ Σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, ‘πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι· τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου Cp. c.5. τὰς γραφὰς προηγουμένως ἐρευνᾶν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο, λέγων, ‘Σὺ εἶ ὁ Matt. xvi. 16. Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·᾿ τοῦτο γὰρ καὶ ὁ πατὴρ τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, ‘εἰ Υἱὸς εἶ τοῦ Ib. iv. 6. Οεοῦ·᾿ ᾔδει γὰρ ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἰς ἐστι καὶ αὐτὸς τῶν ἐκ τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παῤ αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαίοι ἠγανάκτουν, ὅτι ὁ Κύριος Υἱὸν Θεοῦ ἑαυτὸν, καὶ ‘Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ᾿ εἶναι τὸν John v. 18. Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι ‘ποίημά εἰμι,᾿ οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην πρὸς τοὺς πατέρας· ἀλλʼ ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν, ἐθεώρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς.

74. Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε, ‘Λόγον ἢ Υἱόν με ἐθεμελίωσε,᾿ φρονεῖν ὡς φρονοῦσιν· εἰ δὲ μὴ οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε, ‘πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν,᾿ ἀλλʼ ἁπλῶς, ‘ἐθεμελίωσέ με,ʼ ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ διʼ ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμένους ἐπʼ αὐτὸν παροιμιωδῶς καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ ἀπόστολος γράφει, 1 Cor. iii. 11, 10. ‘Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ,᾿ Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ. Cp. c. 8; iii. 41, 45, 52. Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μονογενὴς γάρ ἐστιν· ἄνθρωπος δὲ γενόμενος, ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον ‘θεμελιουται,’ ἵνα καὶ ἡμεῖς ἐπʼ αὐτὸν ὡς ‘λίθοι τίμιοι’ ἐποικοδομεῖσθαι δυνηθῶμεν, 1 Cor. iii. 12, 16 καὶ γενώμεθα ‘ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος.᾿ Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι John xv. 1. ἐπʼ αὐτὸν, οὕτως αὐτὸς πάλιν ‘ἄμπελός’ ἐστιν, ἡμεῖς δὲ ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος (ἀδύνατον γὰρ τοῦτό γε), ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον· ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ, Ἄλλως τε ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρωπίνοις παραδείγμασι διελέγχειν προσήκει διὰ τῶν αὐτῶν λόγων. Οὐκ εἴρηκε γοῦν ὅτι ‘θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλʼ ὅτι ‘ἐθεμελίωσέ με.᾿ Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλλομένους ἐπʼ αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἀπλῶς, ἀλλʼ ὅταν ἐξ ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ. Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ βάθος τῆς γῆς, τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἂν, ‘νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς.᾿ Οὐκοῦν οὐχ ὁ Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ πρὸ τούτου Λόγος)· ἀλλʼ ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησὶν, ἐθεμελίωσέ με· ἴσον τῷ εἰπεῖν, ‘Λόγον ὄντα με περιέβαλε γηίνῳ σώματι.’ Οὕτω γὰρ διʼ ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐτῷ διὰ τῆς ὁμοιώσεως τῆς σαρκὸς, ‘εἰς ἄνδρα τέλειονʼ καταντήσαντες, Eph. iv. 13. ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν.

75. Τὸ δὲ, ‘πρὸ τοῦ αἰῶνος καὶ, ‘πρὸ τοῦ τὴν γῆν ποιῆσαι,’ καὶ, ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι,’ μηδένα ταραττέτω· πάνυ Prov. viii. 23. 25. γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ ‘ἐθεμελίωσε,’ καὶ τῷ ‘ἔκτισε·’ τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ Cp. c. 51. παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη ‘χάρις’ ἄρτι μὲν ‘ἐπεφάνη,’ Tit. ii. 11. ὡς εἶπεν ὁ ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πως ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βουλεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθʼ ἡμᾶς φαίνηται. Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τεὅτι, ‘καλοὶ’ γενόμενοι, ὕστερον Gen. i.31. παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησάμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, διʼ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς Cp. c. 54. σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλʼ ἔχοντες Cp. i. 43. ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηπίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ‘ἀρχὴ τῶν ὁδῶν κτισθῇ,᾿ καὶ ὁ ‘πρωτότοκος τῆς κτίσεως’ γένηται ‘πρωτότοκος ἀδελφῶν,’ καὶ αὐτὸς ‘ἀπαρχὴ τῶν νεκρῶν’ ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ γὰρ ἐν ταῖς Παροιμίαις, ‘πρὸ τοῦ αἰῶνος,’ καὶ ‘πρὸ τοῦ τὴν γῆν υενέσθαι,’ διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· 2 Tim. i. 8-10. θεον· ‘Συγκακοπάθησαον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν.’ Πρὸς δὲ τοὺς Ἐφεσίους· ‘Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ’ Ἰησοῦ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ᾿ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.’

76. Πῶς οὖν ἐξελέξατο πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς εἴρηκεν, ‘ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ‘ἡμᾶς προώρισεν εἰς υἱοθεσίαν,’ εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ ἀπόστολος, Ib. 11. ‘ἐκληρώθημεν προορισθέντες,’ εἰ μὴ αὐτὸς ὁ Κύριος πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ Cp. c. 66, 69. ἡμῶν πάντα τὸν καθʼ ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοιπὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; πῶς δὲ καὶ ‘πρὸ χρόνων αἰνωίων’ ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλʼ ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς Matt. xvi. 27; xxv. 34. ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος ‘κατὰ τὴν πρᾶξιν’ ἀπολαμβάνῃ, φησὶ, ‘Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· Πῶς οὖν, ἢ ἐν τίνι, πρὶν γενέσθαι ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵνʼ ἡμεῖς, ὡς ἐπʼ αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν, ὡς λίθοι εὐάρμοστοι, τῆς παῤ αὐτοῦ ζωῆς τε καὶ χάριτος; Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς, ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου, αἰωνίως ζῆσαι δυνηθῶμεν, οὐκ ἂν δυνηθέντες, ἄνθρωποι τυγχάνοντες ἀπὸ γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκοῦν εἰκότως ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ ‘κτιζόμενος Prov. viii. 23—25. ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ,’ θεμελιοῦται οὕτως, ὥσπερ ἦν ἐν αὐτῷ τὸ βούλημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν·’ ἵνα κἂν ‘ἡ γῆ,’ καὶ τὰ Matt. xxiv. 35; Heb. i. 11. ὄρη, καὶ τὰ σχήματα τῶν φαινομένων ‘παρέλθῃ’ ἐν τῇ συντελείᾳ τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ᾿ αὐτὰ ‘παλαιωθῶμεν καὶ ἡμεῖς, ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῇν, ἔχοντες τὴν πρὸ τούτων ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατʼ ἐκλογὴν, ζωήν τε καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρόσκαιρον ἔχειν ζωὴν, ἀλλὰ μετὰ ταῦτα διαμεῖναι ζῶντες ἐν Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ.

77. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, ‘δι᾿ οὗ’ καὶ οἱ αἰῶνες Heb. i. 2. γεγόνασιν, ἵνʼ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν Χρῄζουσαν τῆς παῤ αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σοφὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν, βουλεύεται ἅμα ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι ταύτην, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος προετοιμάζει, καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν, καὶ γίνεται πρὸ τῆς οἰκίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή· τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵνʼ ἐν αὐτῷ καὶ ἀνακτισθῆναι δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν ὅτε ἡ χρεία ἀπῄτησε, καὶ ἐπεδήμησεν ὁ Σωτήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν αἰώνιον ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ ῥητοῦ διάνοιαν. ἐπειδὴ δὲ διερευνώμενον τὸ ῥητὸν ὀρθὸν ἔχει πανταχόθεν τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· (6. again.) ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι. Χρεία δὲ πάλιν τῶν προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρηκεν ἑαυτὸν εἶναι τῇ φύσει Prov. viii. 22. κτίσμα ὁ Λόγος, ἀλλʼ ἐν παροιμίαις εἴρηκε τὸ ‘Κύριος ἔκτισέ με·᾿ καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον 2 Cor. iii. 16. κεκρυμμένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ ‘περιέλοιμεν τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ ἀκούων τῆς δημιουργοῦ Σοφίας, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,ʼ φασκούσης, οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ κτίζουσα κτίζεσθαι; τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ λέγοντος ‘ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι,ʼ οὐκ ἐρευνᾷ τὸν νοῦν, θαυμάζων πῶς δύναται ὁ μονογενὴς Υἱὸς ἄλλων πολλῶν Prov. i. 5, 6. ἀρχὴ γίνεσθαι; αἴνιγμα μὲν ἔστιν· ‘ὁ δὲ νοήμων,’ φησὶ, ‘νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.’

78. Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα Ps. ciii.  (civ.) 24. καὶ δημιουργός ἐστι τῶν πάντων· ‘Πάνταʼ γὰρ, φησὶν, ‘ἐν σοφίᾳ ἐποίησας, καὶ ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.’ Ἵνα δὲ μὴ μόνον ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ, ηὐδόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν· ὤστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ ἄξια τοῦ Θεοῦ ἔργα δείκνυται. Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰκών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ Σοφίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινόμεθα τῆς δημιουργοῦ Σοφίας, καὶ διʼ αὐτῆς γινώσκειν δυνάμεθα τὸν αὐτῆς Πατέρα. Cp. 1 John ii. 23. Matt. x. 40. ‘Ὁ γὰρ ἔχων,’ φησὶ, ‘τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα·’ καὶ, ‘ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με.᾿ Τοιούτου τοίνυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, τὰ τοῦ τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ.’ Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰκόνα κτισθεῖσαν αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ Ibid. Κύριος εἴρηκεν, ‘Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται,᾿ διὰ τὸ τὸν τύπον αὐτοῦ ἐν ἡμῖν εἶναι· οὕτως, καίτοι μὴ ὢν τῶν κτιζομένων, ὅμως διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τύπον ἐν τοῖς ἔργοις κτίζεσθαι, ὡς αὐτὸς ὢν, λέγει· ‘Κύριος ἕκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ Οὕτω δὲ γέγονεν ὁ ἐν τοῖς ἔργοις τῆς Σοφίας τύπος, ἵνα, καθὰ προεῖπον, ὁ κόσμος ἐν αὐτῇ γινώσκῃ τὸν ἑαυτοῦ δημιουργὸν Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα. Καὶ Cp. i. 12. τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Παῦλος, ‘διότι τὸ γνωστὸν τοῦ Θεοῦ Rom. i. 19. 20. φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται Ὥστε οὐκ ἔστι κτίσμα τῇ οὐσίᾳ ὁ Λόγος, ἀλλὰ περὶ τῆς ἐν ἡμῖν οὔσης καὶ λεγομένης σοφίας, ἐστὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητόν.

79. Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ ἔστιν; Εἰ μὲν οὖν οὐκ ἔστι, πῶς ὁ ἀπόστολος αἰτιᾶται, λέγων, ‘ἐπειδὴ γὰρ ἐν τῇ 1 Cor. i. 21. σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν;’ ἢ πῶς, εἰ μή ἐστι σοφία, ‘πλῆθος σοφῶνʼ ἐν τῇ γραφῇ εὑρίσκεται; Wisd. vi. 24. καὶ, σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ·’ καὶ, Prov. xiv. 16. ‘Μετὰ σοφίας οἰκοδομεῖται οἷκος.’ Ὁ δὲ Ἐκκλησιαστὴς λέγει, Ib. xxiv. 3. ‘Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ·’ καὶ μέμφεται τοῖς Eccles. viii. 1. Ib. vii. 11. προπετευομένοις, λέγων, ‘Μὴ εἴπῃς, Τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου· Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ φησιν· ‘ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης Sirac. i. 10. σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν·’ ἡ δὲ τοιαύτη ἔκχυσις οὐ τῆς οὐσίας τῆς αὐτοσοφίας καὶ μονογενοῦς ἐστι γνώρισμα, ἀλλὰ τῆς ἐν τῷ κόσμῳ ἐξεικονισθείσης· τί ἄπιστον εἰ αὐτὴ ἡ δημιουργὸς καὶ ἀληθινὴ Σοφία, ἧς τύπος ἐστὶν ἡ ἐν κόσμῳ ἐκχυθεῖσα σοφία καὶ ἐπιστήμη, ὡς περὶ ἑαυτῆς ἐστι, καθὰ προεῖπον, λέγουσα, ‘Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ;’ οὐ γὰρ ἡ ἐν κόσμῳ σοφία κτίζουσά ἐστιν, ἀλλʼ ἡ ἐγκτιζομένη τοῖς ἔργοις, καθʼ ἣν ‘οἱ μὲν οὐρανοὶ Ps. xviii. (xix.) 1. διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα Οἱ δὲ ἄνθρωποι, εἰ ταύτην ἐν ἑαυτοῖς φέροιεν, ἐπιγνώσονται τὴν ἀληθινὴν τοῦ Θεοῦ Σοφίαν· καὶ γνωσθήσονται, ὅτι ὄντως κατʼ εἰκόνα Θεοῦ γεγόνασι. Καὶ ὥσπερ ἂν εἴ τις βασιλέως υἱὸς, θέλοντος πατρὸς οἰκοδομῆσαι πόλιν, καὶ ποιῶν ἐν ἑκάστῳ τῶν γινομένων ἔργων ἐγγραφῆναι τὸ ἑαυτοῦ ὄνομα, ἀσφαλείας τε χάριν τοῦ διαμένειν τὰ ἔργα διὰ τὴν ἐν ἑκάστῳ τοῦ ὀνόματος αὐτοῦ φαντασίαν, καὶ ἵνʼ ἐκ τοῦ ὀνόματος ἀναμιμνήσκεσθαι αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ δύνωνται, τελειώσας δὲ εἰ ἐρωτηθείη περὶ τῆς πόλεως, πῶς γέγονεν, εἴποι Cp. iii. 31. ἄν· ’Ἀσφαλῶς γέγονε· κατὰ γὰρ τὸ βούλημα τοῦ πατρὸς, ἐν ἑκάστῳ ἔργῳ ἐξεικονίσθην· τὸ γὰρ ἐμὸν ὄνομα ἐν τοῖς ἔργοις ἐνεκτίσθη·’ τοῦτο δὲ λέγων, οὐ τὴν ἑαυτοῦ οὐσίαν κτισθεῖσαν σημαίνει, ἀλλὰ τὸν ἑαυτοῦ τύπον διὰ τοῦ ὀνόματος· τὸν αὐτὸν τρόπον κατὰ τὴν ὁμοιότητα τοῦ παραδείγματος τοῖς θαυμάζουσι τὴν ἐν τοῖς κτίσμασι σοφίαν ἀποκρίνεται ἡ ἀληθινὴ Σοφία, ‘Κύριος ἔκτισέ με εἰς ἔργα· ἐμοῦ γὰρ τύπος ἐστὶν ὁ ἐν αὐτοῖς· κἀγὼ οὕτω συγκατέβην τῇ δημιουργίᾳ.’

80. Οὐ δεῖ δὲ πάλιν ξενίζεσθαι, εἰ τὸν ἐν ἡμῖν τύπον ὄντα ὡς περὶ ἑαυτοῦ ἐστι λέγων ὁ Υἱὸς, ὅπου γε (τὸ αὐτὸ γὰρ λέγειν οὐκ ὀκνητέον) καὶ Σαύλου τότε διώκοντος τὴν ἐκκλησίαν, ἐν ᾗ Acts ix. 4. τύπος ἦν αὐτοῦ καὶ εἰκὼν, ὡς αὐτὸς διωκόμενος ἔλεγε· ‘Σαῦλε, τί με διώκεις;’ Οὐκοῦν, ὥσπερ εἴρηται, εἰ ἔλεγεν αὐτὸς ὁ τύπος τῆς Σοφίας ὁ ὢν ἐν τοῖς ἔργοις τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,’ οὐκ ἄν τις ἐξενίσθη· οὕτως ἐὰν καὶ αὐτὴ ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λέγῃ τὰ τῆς εἰκόνος ἑαυτοῦ ὡς περὶ ἑαυτοῦ, τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,᾿  μηδεὶς, ἀφεὶς τὴν ἐν κόσμῳ καὶ τοῖς ἔργοις ἐγκτισθεῖσαν, νομιζέτω περὶ τῆς οὐσίας τῆς αὐτοσοφίας εἰρῆσθαι τὸ ‘ἔκτισεν·᾿ ἵνα μὴ, ‘τὸν Isa. i. 22. Cp. iii. 35. οἶνον ὕδατι μίσγων, κλέπτειν δοκῇ τὴν ἀλήθειαν. Αὕτη μὲ γὰρ κτίζουσα καὶ δημιουργός ἐστιν· ὁ δὲ ταύτης τύπος ἐγκτίζεται τοῖς ἔργοις, ὥσπερ καὶ τῆς εἰκόνος τὸ κατʼ εἰκόνα. ‘Ἀρχὴν δὲ ὁδῶν’ λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία ἀρχή τις καὶ ὥσπερ στοιχείωσις τῆς ἐπὶ Θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ ἐπιβάς τις τῇ ὁδῷ, καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ Θεοῦ (ὡς εἶπεν ὁ Prov. i. 7. Σολομὼν, ‘ἀρχὴ σοφίας φόβος Κυρίουʼ) εἶτα ἐπαναβαίνων τῇ διανοίᾳ, καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν Σοφίαν, νοήσει John xiv. 9. ἐν αὐτῇ καὶ τὸν αὐτῆς Πατέρα, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ὁ ἐμὲ 1 John ii. 23. ἑωρακὼς, ἑώρακε τὸν Πατέρα·’ καὶ ὡς ὁ Ἰωάννης γράφει, ‘ὁ ὁμολογῶν Prov. viii. 22.  τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει ‘Πρὸ τοῦ αἰῶνος δὲ, φησὶν, ‘ἐθεμελίωσέ με,’ ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ μένει τά ἔργα. Εἶτα ἵνα μή τις, ἀκούων περὶ τῆς οὕτως ἐν τοῖς ἔργοις κτισθείσης σοφίας, νομίσῃ τὴν ἀληθινὴν Σοφίαν τὸν τοῦ Θεοῦ Υἱὸν εἶναι τῇ φύσει κτίσμα, ἀναγκαίως ἐπήγαγε, ‘πρὸ τοῦ Prov. viii. 25, 26. ὄρη,’ καὶ, ‘πρὸ τοῦ τὴν γῆν,’ καὶ, πρὸ τῶν ὑδάτων,’ καὶ, ‘πρὸ πάντων βουνῶν γεννᾷ με·’ ἵνα ἐν μὲν τῷ λέγειν ‘πρὸ πάσης κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε) δείξῃ ὅτι μὴ κατʼ οὐσίαν συνεκτίσθη τοῖς ἔργοις. Εἰ γὰρ ‘εἰς τὰ ἔργα’ ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν, ἀλλʼ, ὡς αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέρει ἢ πῶς διέστηκε τὴν φύσιν κτίσμα γεννήματος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.

Cp. i. 14, 29.

81, Ἐπειδὴ δὲ ἐπάγει λέγουσα, ‘ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, Prov. viii. 27. συμπαρήμην αὐτῷ,ʼ εἰδέναι χρὴ ὅτι οὐχ ὡς μὴ διʼ αὐτῆς ἑτοιμάζοντος τὸν οὐρανὸν τοῦ Πατρὸς, ἢ τὰ ἄνω νέφη, ταῦτά φησιν· (οὐ γὰρ ἀμφίβολον ὅτι πάντα ἐν Σοφίᾳ ἐκτίσθη, καὶ ‘χωρὶς John i. 3. αὐτῆς ἐγένετο οὐδὲ ἕν·’ ἀλλὰ τοῦτό ἐστιν ὃ λέγει·) ‘Πάντα μὲν ἐν ἐμοὶ καὶ διʼ ἐμοῦ γέγονε· χρείας δὲ οὔσης ἐγκτίζεσθαι σοφίαν τοῖς ἔργοις, τὴν μὲν οὐσίαν ἤμην σὺν τῷ Πατρὶ, τῇ δὲ πρὸς τὰ γενητὰ συγκαταβάσει ἤμην ἁρμόζουσα τὸν παῤ ἐμοὶ τύπον τοῖς ἔργοις, ὥστε καὶ ὡς ἑνὶ σώματι πάντα τὸν κόσμον μὴ στασιάζειν, ἀλλʼ ὁμονοεῖν πρὸς ἑαυτόν.’ Ὅσοι μὲν οὖν ὀρθῇ τῇ διανοίᾳ κατὰ τὴν ἑαυτοῖς δοθεῖσαν σοφίαν θεωροὶ τῶν κτισμάτων γίνονται, δύνανται λέγειν καὶ αὐτοὶ, ‘τῇ διατάξει σου διαμένει τὰ Ps. cxviii. (cxix.) 91.Rom. i. 22, 19, 20, 21, 25. πάντα·’ οἱ δὲ τούτου κατολιγωρήσαντες ἀκούσονται, ‘φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλʼ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.’ Καὶ ἐντραπήσονταί γε ἀκούοντες, ‘ἐπειδὴ γάρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ,ʼ κατὰ τὸν 1 Cor. i. 21. προειρημένον τρόπον, ‘οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.’ Οὐκέτι γὰρ, ὡς ἐν τοῖς προτέροις χρόνοις, δι᾿ εἰκόνος καὶ σκιᾶς τῆς Σοφίας, τῆς ἐν τοῖς κτίσμασιν οὔσης, ἠθέλησε γινώσκεσθαι ὁ Θεός· ἀλλʼ αὐτὴν τὴν ἀληθινὴν Σοφίαν ἐποίησε σάρκα λαβεῖν, καὶ γενέσθαι ἄνθρωπον, θάνατόν τε ὑπομεῖναι σταυροῦ, ἵνα διὰ τῆς ἐν τούτῳ πίστεως πάντες λοιπὸν οἱ πιστεύοντες σώζεσθαι δύνωνται. Ἡ αὐτὴ μέντοι Σοφία τοῦ Θεοῦ ἐστιν, ἥτις πρότερον μὲν διὰ τῆς ἐν τοῖς κτίσμασιν εἰκόνος ἑαυτῆς, δι᾿ ἣν καὶ λέγεται ‘κτίζεσθαι,’ ἐφανέρου ἑαυτὴν, καὶ διʼ ἑαυτῆς τὸν ἑαυτῆς Πατέρα· ὕστερον δὲ αὐτὴ, οὖσα Λόγος, John i. 14. 2 Tim. i. 10. ‘γέγονε σὰρξ,ʼ ὡς εἶπεν ὁ Ἰωάννης, καὶ μετὰ τὸ ‘καταργῆσαι τὸν θάνατονʼ καὶ σῶσαι τὸ γένος ἡμῶν, ἔτι καὶ πλέον ἀπεκάλυψεν Cp. John xvii. 3. ἑαυτόν τε καὶ διʼ ἑαυτοῦ τὸν ἑαυτοῦ Πατέρα, λέγων· ‘Δὸς αὐτοῖς, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’

82. Ἐπληρώθη γοῦν πᾶσα ἡ γῆ τῆς γνώσεως αὐτοῦ· μία γὰρ γνῶσις Πατρὸς δι᾿ Υἱοῦ ἐστι, καὶ Υἱοῦ παρὰ Πατρὸς, καὶ χαίρει τούτῳ ὁ Πατήρ· καὶ τῇ χαρᾷ ταύτῃ εὐφραίνεται ἐν τῷ Πατρὶ ὁ Prov. viii. 30.  Υἱὸς λέγων, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθʼ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ Ταῦτα δὲ δείκνυσι πάλιν μὴ εἶναι τὸν Υἱὸν ἀλλότριον, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας. Ἰδοὺ γὰρ οὐ δι᾿ ἡμᾶς, ὡς οἱ ἀσεβεῖς λέγουσι, γέγονεν, οὐδὲ ὅλως ‘ἐξ Cp. i. 5. οὐκ ὄντων ἐστὶν (οὐδὲ γὰρ ἔξωθεν ἑαυτῷ ὁ Θεὸς περιεποιήσατο χαρᾶς ποιητικὸν), ἀλλʼ ἰδίου καὶ ὁμοίου γνώρισμά ἐστι τὸ λεγόμενον. Πότε οὖν ἦν ὅτε οὐκ ἔχαιρεν ὁ Πατήρ; εἰ δὲ ἀεὶ ἔχαιρεν, ἀεὶ ἦν ἐν ᾧ ἔχαιρεν. Ἐν τίνι δὲ ὁ Πατὴρ χαίρει, ἢ βλέπων ἑαυτὸν ἐν τῇ ἰδίᾳ εἰκόνι, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ; εἰ Prov. viii. 31.  δὲ καὶ ‘ἐν υἱοῖς ἀνθρώπων ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, ὡς ἐν αὐταῖς ταῖς Παροιμίαις γέγραπται, ἀλλὰ καὶ τοῦτο τὴν αὐτὴν ἔχει διάνοιαν. Ηὐφραίνετο γὰρ καὶ οὕτως, οὐκ ἐπιγενομένης αὐτῷ χαρᾶς, ἀλλὰ πάλιν βλέπων κατὰ τὴν ἑαυτοῦ εἰκόνα γενόμενα τὰ ἔργα· ὥστε καὶ τὸ οὕτω χαίρειν τὸν Θεὸν τῆς εἰκόνος αὐτοῦ τὴν πρόφασιν εἶναι. Πῶς δὲ καὶ ὁ Υἱὸς εὐφραίνεται, ἢ βλέπων ἑαυτὸν ἐν τῷ Πατρί; ἴσον γάρ ἐστι καὶ John xiv. 9. τοῦτο τῷ λέγειν, ‘ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα,’ καὶ, Ib. 10. ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Κενὸν ὑμῶν ἄρα τὸ καύχημα πανταχόθεν δέδεικται, ὦ Χριστομάχοι, καὶ μάτην ἐνεπομπεύσατε Prov. viii. 22.  καὶ τεθρυλήκατε πανταχοῦ τὸ ‘Κύριος ἔκτισέ με Cp. c. 18. ἀρχὴν ὁδῶν αὐτοῦ,’ παρεξηγούμενοι τὴν διάνοιαν αὐτοῦ, καὶ μᾶλλον τὴν ἑαυτῶν ἐπίνοιαν ἣ τὸν νοῦν τοῦ Σολομῶνος ἀπαγγέλλοωτες. Ἰδοὺ γὰρ τὸ μὲν ὑμῶν φρόνημα δέδεικται μόνον φαντασία· τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν καὶ πάντα τὰ προειρημένα δείκνυσι μὴ εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα τὸν Υἱὸν, ἀλλʼ ἴδιον γέννημα τοῦ Πατρὸς, Σοφίαν καὶ Λόγον ἀληθινὸν, ‘δι᾿ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’,

John i. 3.