Oratio III contra Arianos Athanasius William Bright Harvard Library Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2035.tlg132.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States The Orations of St. Athanasius against the Arians William Bright Athanasius Clarendon Oxford 1884 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ.

1. ΟΙ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας, φιλονεικοῦσιν εἰς ἑαυτοὺς Prov. xviii. 3. ἑλκῦσαι τὸ γεγραμμένον, ‘ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·’ οὔτε γὰρ ἐλεγχόμενοι παύονται, οὔτε ἀποροῦντες Jer. iii. 3. ἐντρέπονται· ἀλλʼ ὡς ‘πόρνης ὄψις, ἀπηναισχύνθησαν πρὸς πάντας’ ἐν ταῖς ἀσεβείαις. Καὶ γὰρ ὧν προεφασίζοντο ῥητῶν, Prov. viii. 22. Heb. i. 4. Rom. viii. 29; Col. i. 15. Heb. iii. 2. τοῦ ‘Κύριος ἔκτισέ με, καὶ τοῦ ‘κρείττων γενόμενος τῶν ἀγγέλων,’ καὶ τοῦ ‘πρωτότοκος, καὶ τοῦ ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,’ ὀρθὴν ἐχόντων τὴν διάνοιαν, καὶ δεικνύντων τὴν εἰς Χριστὸν εὐσέβειαν, οὐκ οἶδʼ ὅπως πάλιν αὐτοὶ ὡς περιχυθέντες τὸν τοῦ ὄφεως ἰὸν, καὶ μὴ βλέποντες ἃ δεῖ βλέπειν, μηδὲ νοοῦντες ἃ ἀναγινώσκουσιν, ὥσπερ ἐκ βάθους τῆς ἀσεβοῦς (10.) αὐτῶν καρδίας ἐρευγόμενοι, ἤρξατο λοιπὸν καὶ διασύρειν τὸ ὑπὸ John xiv. 10. τοῦ Κυρίου λεγόμενον, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ λέγοντες, ‘Πῶς δύναται οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; ἢ πῶς ὅλως δύναται ὁ Πατὴρ, μείζων ὢν, ἐν τῷ Υἱῷ ἐλάττονι ὄντι χωρεῖν; ἢ τί θαυμαστὸν, εἰ ὁ Υἱὁς ἐν τῷ Acts xvii. 28. Πατρὶ, ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· “Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν;”’ Πάσχουσι δὲ τοῦτο ἀκολούθως De Decr. 20. τῇ κακονοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεὸν, καὶ μὴ νοοῦντες μήτε τί ἐστιν ‘ἀληθινὸς Πατὴρ,’ καὶ ‘ἀληθινὸς Υἱὸς,’ μήτε τί ἐστι ‘φῶς ἀόρατον,’ καὶ ‘ἀΐδιον,’ καὶ ‘ἀπαύγασμα αὐτοῦ ἀόρατον,’ μήτε τί ἐστιν ἀόρατος ‘ὑπόστασις,’ καὶ ‘χαρακτῆρ’ Heb. i. 3. 1 Cor. ii. 8. ἀσώματος, καὶ ‘εἰκὼν’ ἀσώματος. ‘Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν τὸν Κύριον τῆς δόξης’ μετὰ γέλωτος ἐδυσφήμουν, οὔτε τὰ ἀσώματα Cp. i. 21. σωματικῶς ἐκλαμβάνοντες, τὰ καλῶς λεγόμενα παρεξηγοῦντο. Ἤρκει μὲν οὖν καὶ μόνον ἀκούοντας ταῦτα, λέγοντος τοῦ Κυρίου, πιστεύειν, ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις βελτίων ἐστὶ τῆς ἐκ περιεργίας πιθανολογίας· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχείρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν δὲ τῆς ἀληθείας διάνοιαν δεῖξαι, ἕνεκά γε τῆς τῶν πιστῶν ἀσφαλείας. Οὐ γὰρ, ὡς ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι εἰς ἀλλήλους εἰσὶν, ἐν τῷ λέγεσθαι, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,’ ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι· ὥστε τὸν μὲν Υἱὸν πληροῦν τὸ κενὸν τοῦ Πατρὸς, τὸν δὲ Πατέρα πληροῦν τὸ κενὸν τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι πλήρη καὶ τέλειον· (σωμάτων μὲν ἴδιον τοῦτό γε· διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας·) πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ Πατὴρ, c. 52. καὶ ‘πλήρωμα θεότητός’ ἐστιν ὁ Υἱός. Οὐδ’ αὖ πάλιν, ὥσπερ ἐν Col. ii. 9. τοῖς ἁγίοις γινόμενος ὁ Θεὸς ἐνδυναμοῖ αὐτοὺς, οὕτως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς δύναμις καὶ Σοφία· καὶ τὰ μὲν γενητὰ μετοχῇ τούτου ἐν Πνεύματι ἁγιάζεται, αὐτὸς Cp. i.9. 16. δὲ ὁ Υἱὸς οὐ μετουσίᾳ υἱός ἐστιν, ἀλλὰ γέννημα τοῦ Πατρὸς ἴδιόν ἐστιν. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς τὸ ‘ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν·’ αὐτὸς γὰρ ὡς ἐκ πηγῆς τοῦ Πατρός ἐστιν ἡ ζωὴ, ἐν ᾗ τὰ πάντα ζωογονεῖταί τε καὶ συνέστηκεν· οὐ γὰρ ἡ ζωὴ ἐν ζωῇ ζῇ· ἐπεὶ οὐκ ἂν εἴη ζωή· ἀλλʼ αὐτὸς μᾶλλον ζωογονεῖ τὰ πάντα.

2. Ἴδωμεν δὲ καὶ τὰ τοῦ συνηγόρου τῆς αἱρέσεως Ἀστερίου τοῦ σοφιστοῦ· γέγραφε γὰρ καὶ αὐτὸς, εἰς τοῦτο ζηλώσας τοὺς Ἰουδαίους, ταῦτα· Ἑὔδηλον γὰρ, ὅτι διὰ τοῦτο εἴρηκεν ἑαυτὸν Asterius quoted. Cp. i. 30; ii. 37. μὲν ἐν τῷ Πατρὶ, ἐν ἑαυτῷ δὲ πάλιν τὸν Πατέρα, ἐπεὶ μήτε τὸν λόγον, ὃν διεξήρχετο, ἑαυτοῦ φησιν εἶναι, ἀλλὰ τοῦ Πατρὸς, μήτε οἰκεῖα τὰ ἔργα, ἀλλὰ τοῦ Πατρὸς δεδωκότος τὴν δύναμιν.’ Τοῦτο δὲ εἰ καὶ παιδάριον ἦν ἁπλῶς εἰρηκὸς, συγγνώμην εἶχεν ἐκ τῆς ἡλικίας· ἐπειδὴ δὲ ὁ καλούμενος ‘σοφιστὴς,’ καὶ πάντα γινώσκειν ἐπαγγελλόμενος, ἔστιν ὁ γράψας, πόσης ἄξιος καταγνώσεως ὁ τοιοῦτος; πῶς δὲ καὶ οὐκ ἀλλότριον ἑαυτὸν τοῦ ἀποστόλου δείκνυσιν, ἐπαιρόμενος ἐν ‘πειθοῖς σοφίας λόγοις,’ 1 cor. ii. 4. καὶ νομίζων ἐν τούτοις ἐξαπατᾶν δύνασθαι, ‘μὴ νοῶν αὐτὸς ἃ 1 Tim. i. 7. λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται;’ Ἃ γὰρ ὁ Υἱὸς ἴδια καὶ ἁρμόζοντα μόνῳ Υἱῷ, Λόγῳ καὶ Σοφίᾳ ὄντι, καὶ εἰκόνι τῆς τοῦ Πατρὸς οὐσίας εἴρηκε, ταῦτα οὗτος εἰς πάντα τὰ κτίσματα καταφέρει, καὶ κοινὰ τῷ τε Υἱῷ καὶ τούτοις ταῦτα ποιεῖ· τὴν δὲ δύναμιν τοῦ Πατρὸς λέγει λαμβάνειν δύναμιν ὁ παράνομος, ἵνα ἀκολουθήσῃ τῇ δυσσεβείᾳ αὐτοῦ εἰπεῖν ὅτι καὶ ὁ Υἱὸς ἐν Υἱῷ υἱοποιήθη, καὶ ὁ Λόγος ἔλαβε Λόγου ἐξουσίαν· καὶ οὐκ ἔτι μὲν αὐτὸν, ὡς Υἱὸν, θέλει εἰρηκέναι ταῦτα, ὡς δὲ μαθόντα καὶ αὐτὸν ὁμοίως συντάσσει πᾶσι τοῖς ποιήμασιν. Εἰ γὰρ διὰ τὸ μὴ εἶναι τὰ ῥήματα τοῦ Υἱοῦ, ἃ διεξήρχετο, ἀλλʼ ὅτι τοῦ Πατρὸς ἧν, καὶ τὰ ἔργα, ἔλεγεν, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ καὶ ὁ μὲν Ps. Ixxxiv. (Ixxxv.) 8. Δαβὶδ λέγει, ‘Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός·’ ὁ Prov. xxxi. 1 (Lxx).  δὲ Σολομὼν, Ὁἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ·’ καὶ ὁ μὲν Μωσῆς τοὺς παρὰ τοῦ Θεοῦ διηκόνει λόγους, ἕκαστος δὲ τῶν προφητῶν οὐ τὰ ἴδια, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ ἕλεγε, ‘Τάδε λέγει Κύριος·’ καὶ τὰ ἔργα ἃ ἐποίουν οἱ ἅγιοι, οὐκ ἴδια, ἀλλὰ τοῦ δεδωκότος τὴν δύναμιν Θεοῦ ἔλεγον εἶναι· ὡς ὁ μὲν Ἡλίας καὶ Ἐλισσαῖος ἐπικαλούμενοι τὸν Θεὸν, ἵνα τοὺς νεκροὺς αὐτὸς ἐγείρῃ· ὅτεκαὶ τῷ Ναιεμὰν λέγει ὁ Ἐλισσαῖος, καθαρίσας αὐτὸν Cf. 4 Kings (2 K.) v. 8, 15. 1 Kings (1 Sam.) xii. 17. Acts iii. 11. ἀπὸ τῆς λέπρας, ‘ἵνα γνῷς, ὅτι ἐστὶ Θεὸς ἐν Ἰσραήλ·’ ὁ δὲ Σαμουὴλ καὶ αὐτὸς ἐν ἡμέραις θερισμοῦ ηὔχετο τὸν Θεὸν ‘δοῦναι ὑετόν·’ οἵ τε ἀπόστολοι ἔλεγον, οὐκ ‘ἰδίᾳ δυνάμει’ ποιεῖν τὰ σημεῖα, ἀλλὰ τῇ τοῦ Κυρίου χάριτι· δῆλον ὅτι κατʼ αὐτὸν κοινὴ ἂν εἴη πάντων καὶ ἡ τοιαύτη φωνὴ, ὥστε καὶ ἕκαστον λέγειν δύνασθαι, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ καὶ λοιπὸν μηκέτι ἕνα εἶναι τοῦτον Υἱὸν Θεοῦ καὶ Λόγον καὶ Σοφίαν, ἀλλ’ ἐκ πολλῶν ἕνα καὶ τοῦτον τυγχάνειν.

3. Ἀλλʼ εἴπερ ἦν οὕτως ὁ Κύριος εἰρηκὼς, ἔδει μὴ εἰπεῖν αὐτὸν, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ ἀλλὰ μᾶλλον, ‘κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ καὶ ἐν ἐμοί ἐστιν,’ ἵνα μηδὲ ἴδιον καὶ ἐξαίρετον ἔχῃ πρὸς τὸν Πατέρα ὡς Υἱὸς, κοινὴν δὲ μετὰ πάντων ἔχῃ τὴν αὐτὴν χάριν. Ἀλλʼ οὐκ ἔστιν, ὡς Cp. ii. 45. νομίζουσιν ἐκεῖνοι· μὴ φρονοῦντες γὰρ Υἱὸν εἶναι γνήσιον ἐκ Πατρὸς, καταψεύδονται τοῦ γνησίου, ᾧ μόνῳ ἁρμόζει λέγειν, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Ἔστι γὰρ ὁ Υἱὸς ‘ἐν τῷ Πατρὶ,’ ὥς γε νοεῖν ἔξεστιν, ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ, τοῦτο τῆς τοῦ Πατρὸς οὐσίας ἴδιόν ἐστιν, ὡς ἐκ φωτὸς ἀπαύγασμα, καὶ ἐκ πηγῆς ποταμὸς, ὥστε τὸν ὁρῶντα τὸν Υἱὸν ὁρᾷν τὸ τοῦ Πατρὸς ἴδιον, καὶ νοεῖν ὅτι τοῦ Υἱοῦ τὸ εἶναι, ἐκ τοῦ Πατρὸς ὂν, οὕτως ἐν τῷ Πατρί ἐστιν. Ἔστι δὲ καὶ ὁ Cp. ii. 43. 70. Πατὴρ ‘ἐν τῷ Υἱῷ,’ ἐπειδὴ τὸ ἐκ τοῦ Πατρὸς ἴδιον, τοῦτο ὁ Ὑἱὸς τυγχάνει ὢν, ὡς ἐν τῷ ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ πηγή· οὕτω γὰρ ὁ θεωρῶν τὸν Υἱὸν Cp. i. 14. θεωρεῖ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἴδιον, καὶ νοεῖ ὅτι ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστι. Τοῦ γὰρ εἴδους καὶ τῆς θεότητος τοῦ Πατρὸς οὔσης τὸ εἶναι τοῦ Υἱοῦ, ἀκολούθως ὁ Υἱὸς ἐν τῷ Πατρί ἐστι, Cp. i. 61. καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Διὰ τοῦτο γὰρ καὶ εἰκότως εἰρηκὼς πρότερον, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ ἐπήγαγε τὸ ‘ἐγὼ ἐν John x. 30. τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ ἵνα τὴν μὲν ταὐτότητα τῆς Ib. xiv. 10. θεότητος, τὴν δὲ ἑνότητα τῆς οὐσίας δείξῃ.

4."‘Ἒν’ γάρ εἰσιν, οὐχ ὡς ἑνὸς πάλιν εἰς δύο μέρη διαιρεθέντος, καὶ μηδὲν ὄντων πλὴν ἑνός· οὐδὲ ὡς τοῦ ἑνὸς δὶς ὀνομαζομένου, ὥστε τὸν αὐτὸν ἄλλοτε μὲν Πατέρα, ἄλλοτε δὲ Υἱὸν ἑαυτοῦ γίνεσθαι· τοῦτο γὰρ Σαβέλλιος φρονήσας, αἱρετικὸς Cp. iv. 2, 9, 17. c. 36. ἐκρίθη. Ἀλλὰ δύο μέν εἰσιν, ὅτι ὁ Πατὴρ Πατήρ ἐστι, καὶ οὐχ ὁ αὐτὸς Υἱός ἐστι· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ οὐχ ὁ αὐτὸς Πατήρ ἐστι. Μία δὲ ἡ φύσις (οὐ γὰρ ἀνόμοιον τὸ γέννημα τοῦ γεννήσαντος· εἰκὼν γάρ ἐστιν αὐτοῦ,) καὶ πάντα τὰ Πατρὸς τοῦ Υἱοῦ ἐστι. Διὸ οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός· οὐ γὰρ ἔξωθεν ἐπενοήθη· ἐπεὶ πάντως καὶ πολλοὶ, ξένης παρὰ τὴν τοῦ Πατρὸς ἐπινοουμένης θεότητος· εἰ γὰρ καὶ ἕτερόν ἐστιν ὡς γέννημα ὁ Υἱὸς, ἀλλὰ ταὐτόν ἐστιν ὡς Θεός· καὶ ‘ἕν’ εἰσιν αὐτὸς καὶ ὁ Πατὴρ τῇ ἰδιότητι καὶ οἰκειότητι τῆς φύσεως, καὶ τῇ ταὐτότητι τῆς μιᾶς θεότητος, ὥσπερ εἴρηται. Καὶ γὰρ καὶ τὸ ἀπαύγασμα φῶς ἐστιν, οὐ δεύτερον τοῦ ἡλίου, οὐδὲ ἕτερον φῶς, οὐδὲ κατὰ μετουσίαν αὐτοῦ, ἀλλʼ ὅλον ἴδιον αὐτοῦ γέννημα. Τὸ δὲ τοιοῦτον γέννημα ἐξ ἀνάγκης ἕν ἐστι φῶς· καὶ οὐκ ἄν τις εἴποι δύο φῶτα εἶναι ταῦτα, ἀλλὰ δύο μὲν ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ ἐξ ἡλίου φῶς ἐν τῷ ἀπαυγάσματι φωτίζον τὰ πανταχοῦ. Οὕτω καὶ ἡ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστιν· ὅθεν καὶ ἀδιαίρετός c. 20. ἐστι· καὶ οὕτως ‘εἶς Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν Mark xii. 32. αὐτοῦ.’ Οὕτω γοῦν ἓν αὐτῶν ὄντων, καὶ μιᾶς αὐτῆς οὔσης τῆς θεότητος, τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα λέγεται καὶ περὶ John i. 1. τοῦ Πατρὸς, χωρὶς τοῦ λέγεσθαι ‘Πατήρ·’ οἶον τὸ ‘Θεὸς,’ ‘καὶ Rev. i. 8. Θεὸς ἦν ὁ Λόγος·’ τὸ ‘Παντοκράτωρ,’ ‘Τάδε λέγει ὁ ἦν, καὶ ὁ 1 Cor. viii. 6. ὢν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ·’ τὸ ‘Κύριος,’ ‘εἷς Κύριος John viii. 12. Ἰησοῦς Χριστός·’ τὸ εἶναι ‘φῶς,’ ‘Ἐγώ εἰμι τὸ φῶς·’ τὸ Luke v. 24. ἐξαλείφειν ἁμαρτίας, ‘ἵνα δὲ,’ φησὶν, ‘εἰδῆτε, ὅτι ἔχει ἐξουσίαν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας·’ καὶ ὅσα John xvi. 15. ἄλλα ἂν εὕροις. ‘Πάνταʼ γὰρ, φησὶν αὐτὸς ὁ Υἱὸς, ‘ὅσα ἔχει Ib. xvii. 10. ὁ Πατὴρ, ἐμά ἐστι·’ καὶ πάλιν, ‘τὰ ἐμὰ σά ἐστιν.’

5. ‘Ο δὲ ἀκούων τὰ τοῦ Πατρὸς λεγόμενα ἐφʼ Υἱοῦ ὄψεται καὶ οὕτω τὸν Πατέρα ‘ἐν τῷ Υἱῷ·’ θεωρήσει δὲ καὶ τὸν Υἱὸν ‘ἐν τῷ Πατρὶ,’ ὅταν τὰ λεγόμενα ἐφ᾿ Υἱοῦ ταῦτα λέγηται καὶ ἐπὶ Πατρός. Διὰ τί δὲ τὰ τοῦ Πατρὸς ἐφʼ Υἱλοῦ λέγεται, ἢ| ὅτι ἐξ αὐτοῦ γέννημά ἐστιν ὁ Υἱός; διὰ τί δὲ καὶ τὰ τοῦ Υἱοῦ ἴδιά ἐστι τοῦ Πατρὸς, ἢ ὅτι πάλιν τῆς οὐσίας αὐτοῦ ἴδιόν ἐστι γέννημα ὁ Υἱός; τῆς δὲ οὐσίας τοῦ Πατρὸς ἴδιον ὢν γέννημα ὁ Υἱὸς, εἰκότως καὶ τὰ τοῦ Πατρὸς λέγει ἑαυτοῦ εἶναι· Ib. x. 30. ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ μὲν λέγειν, ‘ἐγὼ καὶ ὁ Ib. 38. Πατὴρ ἕν ἐσμεν,’ ἐπήγαγεν, ‘ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, Ib. xiv. 9. καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ τούτῳ δὲ πάλιν προσείρηκεν· ‘ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·’ καὶ ἔστιν εἶς καὶ ὁ αὐτὸς νοῦς ἐν τοῖς τρισὶ τούτοις ῥητοῖς. Ὁ γὰρ οὕτως ἐγνωκὼς ὅτι ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, οἶδεν ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστι, καὶ αὐτὴ ἐν τῷ Υἱῷ ἐστι· καὶ ὁ τοῦτο δὲ καταλαβὼν πέπεισται ὅτι ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα· ἐν γὰρ τῷ Υἱῷ ἡ τοῦ Πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοεῖν δυνήσεται. Ἐν γὰρ τῇ εἰκόνι τὸ εἶδος καὶ ἡ μορφὴ τοῦ βασιλέως ἐστὶ, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός Cp. i. 26. ἐστιν. Ἀπαράλλακτος γάρ ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τῇ εἰκόνι ὁρᾷν ἐν αὐτῇ τὸν βασιλέα, καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι, Ἐκ δὲ τοῦ μὴ διαλλάττειν τὴν ὁμοιότητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα εἴποι ἂν ἡ εἰκών· ‘Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν·’ ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοί· καὶ ὃ ὁρᾷς ἐν ἐμοὶ, τοῦτο ἐν ἐκείνῳ βλέπεις· καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί.’ Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ καὶ τὴν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών. Ἐπεὶ τοίνυν καὶ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς, ἐξ ἀνάγκης ἐστὶ νοεῖν, ὅτι ἡ θεότης καὶ ἡ ἰδιότης τοῦ Πατρὸς τὸ εἶναι τοῦ Υἱοῦ ἐστι. Καὶ τοῦτό ἐστιν, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,’ καὶ, ‘ὁ Πατὴρ ἐν Phil. ii. 6. John xiv. 10. ἐμο.’

6. Οὐκ ἐκ μέρους δὲ ἡ τῆς θεότητος μορφὴ, ἀλλὰ τὸ πλήρωμα τῆς τοῦ Πατρὸς θεότητός ἐστι τὸ εἶναι τοῦ Υἱοῦ, καὶ ὅλος Θεός ἐστιν ὁ Υἱός. Διὰ τοῦτο καὶ ἴσα Θεῷ ὢν, ‘οὐχ ἁρπαγμὸν Phil. ii. 6. ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·’ καὶ πάλιν ἐπειδὴ τοῦ Υἱοῦ ἡ θεότης καὶ τὸ εἶδος οὐδενὸς ἄλλου, ἢ τοῦ Πατρός ἐστι, τοῦτό ἐστιν ὅπερ εἷπε, τὸ ‘ἐγὼ ἐν τῷ Πατρί.’ Οὕτω ‘Θεὸς ἦν ἐν Χριστῷ John xiv. 10. 2 Cor. v. 19. κόσμον ἑαυτῷ καταλλάσσων·’ τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶν ὁ Υἱὸς, ἐν ᾧ ἡ κτίσις πρὸς τὸν Θεὸν κατηλλάσσετο· Οὕτως εἰργάζετο ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα· τὸ γὰρ εἶδος τῆς τοῦ Πατρὸς θεότητός ἐστιν ὁ Υἱὸς, ἥτις εἰργάζετο τὰ ἔργα· οὕτω δὲ ὁ βλέπων τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα· ἐν γὰρ τῇ πατρῴᾳ θεότητί ἐστι καὶ θεωρεῖται ὁ Υἱός· καὶ τὸ ἐν αὐτῷ πατρικὸν εἶδος δείκνυσιν ἐν αὐτῷ τὸν Πατέρα· καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ‘ἐν τῷ Υἱῷ’. Καὶ ἡ ἐκ τοῦ Πατρὸς δὲ ἐν Υἱῷ ἰδιότης καὶ θεότης δείκνυσι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸ ἀεὶ ἀδιαίρετον αὐτοῦ· iv. 9. καὶ ὁ ἀκούων δὲ καὶ βλέπων τὰ λεγόμενα περὶ τοῦ Πατρὸς, ταῦτα λεγόμενα περὶ τοῦ Υἱοῦ, οὐ κατὰ χάριν ἢ μετοχὴν ἐπιγενόμενα τῇ οὐσίᾳ αὐτοῦ, ἀλλʼ ὅτι αὐτὸ τὸ εἶναι τοῦ Υἱοῦ ἴδιον τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον, καθὰ προεῖπον, ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν John xiv. 10. ἐμοί·’ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ Ἔστι γὰρ ὁ Υἱὸς, Ib. x 30. οἷος ὁ Πατὴρ, τῷ πάντα τὰ τοῦ Πατρὸς ἔχειν· διὸ καὶ μετὰ τοῦ Cp. i. 19. Πατρὸς σημαίνεται. ‘Πατέρα’ γὰρ οὐκ ἄν τις εἴποι, μὴ ὑπάρχοντος υἱοῦ. Ὁ μέντοι ‘ποιητὴν’ λέγων τὸν Θεὸν, οὐ πάντως καὶ τὰ γενόμενα δηλοῖ· ἔστι γὰρ καὶ πρὸ τῶν ποιημάτων ποιητής· ὁ δὲ ‘Πατέρα’ λέγων, εὐθὺς μετὰ τοῦ Πατρὸς σημαίνει καὶ τὴν τοῦ Υἱοῦ ὕπαρξιν. Διὰ τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει· εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας πιστεύει· καὶ οὕτω μία ἐστὶν ἡ πίστις εἰς ἕνα Θεόν· καὶ Cp. i. 18. ὁ προσκυνῶν δὲ καὶ τιμῶν τὸν Υἱὸν ἐν Υἱῷ προσκυνεῖ καὶ τιμᾷ τὸν Πατέρα. Μία γάρ ἐστιν ἡ θεότης· καὶ διὰ τοῦτο μία τιμὴ καὶ μία ἐστὶ προσκύνησις ἡ ἐν Υἱῷ καὶ διʼ αὐτοῦ γινομένη τῷ Mark xii. 32. Πατρί· καὶ ὁ οὕτω προσκυνῶν ἕνα Θεὸν προσκυνεῖ· ‘εἷς γὰρ John xvii. 3. Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.’ Ὅτε γοῦν ‘μόνος Exod. iii. 14. λέγεται ὁ Πατὴρ ‘Θεὸς,’ καὶ ὅτι εἷς Θεός ἐστι, καὶ τὸ ‘Ἐγώ Deut. xxxii. 39. Isa. xliv. 6. εἰμι,’ καὶ, ‘πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς,’ καὶ τὸ ‘Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα,’ καλῶς λέγεται· εἶς γὰρ Θεὸς καὶ μόνος καὶ (11.) πρῶτός ἐστιν. Οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ Υἱοῦ λέγεται· μὴ γένοιτο· ἔστι γὰρ καὶ αὐτὸς ἐν τῷ ἑνὶ, καὶ πρώτῳ, καὶ μόνῳ, ὡς τοῦ ἑνὸς καὶ μόνου καὶ πρώτου καὶ μόνος Λόγος, καὶ Σοφία, καὶ ἀπαύγασμα ὤν. Ἔστι δὲ καὶ πρῶτος καὶ αὐτὸς, πλήρωμα τῆς τοῦ πρώτου καὶ μόνου θεότητος, ὅλος καὶ πλήρης ὢν Θεός. Οὐκοῦν οὐ διʼ αὐτὸν εἴρηται, ἀλλʼ εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι ἕτερον οἷός ἐστιν ὁ Πατὴρ, καὶ ὁ τούτου Λόγος· καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος.

7. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Arian obj. Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγοντες, ‘Ἰδοὺ “εἷς,” καὶ “μόνος,” καὶ “πρῶτος” λέγεται ὁ Θεός· πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι Cp. Deut. xxxii. 39. Ib. vi. 4. Θεόν; εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, “Ἐγὼ μόνος,” οὐδὲ ὅτι “εἷς ἐστιν ὁ Θεὸς·”’ ἀναγκαῖον τὸν νοῦν καὶ τούτων τῶν ῥητῶν, ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ Δαβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ ὁ Πατὴρ βλέπει τὸν Υἱὸν, πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει μᾶλλον τὸν Πατέρα, ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα, καθάπερ εἴρηται· ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξασε, λέγων Luke xviii. 19. μὲν τῷ προσερχομένῳ, ‘Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·’ ἀποκρινόμενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ Mark xii. 29, 30. ἐν τῷ νόμῳ μείζων, ὅτι, ‘Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου John vi. 38. Κύριος εἷς ἐστι·’ καὶ τοῖς μὲν ὄχλοις λέγων, ‘ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός·’ τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι ‘ὁ Πατήρ μου μείζων μού ἐστι·’ καὶ, ‘ὁ ἐμὲ τιμῶν John xiv. 28. Cap. ib. v. 23. τιμᾷ τὸν πέμψαντά με.’ καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύτην τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν; ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν Χριστομάχων, ὡς νομίζειν ὅτι τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν τὰ τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο· οὐ γὰρ διὰ τὸν Υἱὸν ταῦτα γέγραπται, ἀλλʼ εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον.

8. Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφί τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὢν καὶ κηδόμενος τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν· ‘Ἐγὼ Θεὸς μόνος,’ καὶ ‘Ἐγώ εἰμι,’ καὶ ‘πλὴν ἐμοῦ οὐκ ἔστι Dcut. xxxii. 39. Exod. iii. 15. Θεὸς,ʼ καὶ ὅσα τοιαῦτά ἐστι ῥητά· ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν. Καὶ ὥσπερ ἂν εἴ τις, ἡμέρας οὔσης καὶ ἡλίου φαίνοντος, ζωγραφοίη ξύλον ἁπλῶς, οὐδὲ κἂν φαντασίαν ἔχον φωτὸς, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι τοῦ φωτός· ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι, ‘Ἐγὼ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλὴν ἐμοῦ·ʼ οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύγασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕτως ἐστὶ καὶ τὰ ‘Ἐγώ εἰμι,’ καὶ ‘Ἐγὼ μόνος Θεὸς,’ καὶ ‘οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ·’ ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους, καὶ μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν Θεόν. Ἀμέλει ταῦτα λέγων ὁ Θεὸς διὰ τοῦ Λόγου ἑαυτοῦ ἔλεγεν· εἰ μὴ ἄρα καὶ τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ Λόγου ταῦτα Cp. c. 52; i. 39. λελάληκεν· ἀλλʼ οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί. ‘Ἐγένετο γὰρ λόγος Κυρίουʼ πρὸς τὸν προφήτην, καὶ ταῦτα ἠκούετο Εἰ δὲ αὐτοῦ ἦν ὁ Λόγος, καὶ δι᾿ αὐτοῦ ταῦτʼ ἐλέγετο, καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ Θεὸς, ὃ μὴ ἐν τῷ Λόγῳ λέγει καὶ ποιεῖ, οὐκ ἄρα δι᾿ αὐτὸν εἴρηται, ὦ θεομάχοι, ἀλλὰ διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παῤ αὐτοῦ, Καὶ γὰρ καὶ κατὰ τὴν εἰρημένην εἰκόνα, καὶ ὁ ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας, οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλʼ ἐν τῷ ἀπαυγάσματι δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην, καὶ εἷπεν ἂν τοιαῦτα. Οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ, οὐδὲ δι᾿ αὐτόν ἐστι τὰ τοιαῦτα ῥητὰ, ἀλλʼ εἰς ἀθέτησιν τοῦ ψεύδους. Ἐξ ἀρχῆς γοῦν ὁ Θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς, καίτοι ὄντος τοῦ Λόγου σὺν αὐτῷ, ‘δι᾿ οὗ τὰ πάντα ἐγένετο·’ οὐ γὰρ ἦν χρεία, μήπω γενομένων εἰδώλων. Ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς ἀληθείας, καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον ‘θεοὺς,’ τότε δὴ καὶ τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναίρεσιν τῶν μὴ ὄντων θεῶν. Ἐγὼ δʼ ἂν εἴποιμι προσθεὶς, ὅτι καὶ πρὸς τὴν τῶν Χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητὰ, ἵνα γνῶσιν ὅτι ὃν ἂν ἔξωθεν τῆς οὐσίας τοῦ Πατρὸς ἐπινοήσωσι ‘θεὸν,’ οὗτος οὐκ ἔστιν ἀληθινὸς, οὐδὲ τοῦ μόνου καὶ πρώτου εἰκὼν καὶ υἱός.

John xvii. 3; xiv. 6.

9. Ἐὰν τοίνυν καὶ ‘μόνος ἀληθινὸς Θεὸς’ ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,’ εἴρηται, ἀλλʼ εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος εὐθὺς συνῆψε, ‘καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’ Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν· ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ ; νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν ὅτι τῆς Cp. c. 12, 25. φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης 1 John v. 20. μαθὼν ἐδίδαξε, γράφων ἐν τῇ ἐπιστολῇ, ‘καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὖτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.’ Καὶ τοῦ μὲν προφήτου περὶ Job ix. 8. τῆς κτίσεως λέγοντος, ‘ὁ τανύσας τὸν οὐρανὸν μόνος·’ τοῦ δὲ Θεοῦ, ‘Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα·’ παντὶ δῆλον γέγονεν ὅτι ἐν τῷ ‘μόνῳ’ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ ‘τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,’ Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, ‘Ἐγὼ μόνος,᾿  νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι’ οὖ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, ‘Εἶς Θεὸς,’ καὶ, ‘ Ἐγὼ μόνος,’ καὶ, ‘Ἐγὼ πρῶτος,’ ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι φύσει καὶ ἀληθινὸν γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητὸν, τὸ ‘Ἐγὼ πρῶτος,’ εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον Isa. xliv. 6. ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεὸς, ‘Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.’ Εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς μετ’ αὐτὸν λέγεται τούτων ‘πρῶτος,’ ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔσται καθʼ ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ τινα, ἀλλʼ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς ἀναίρεσιν τῶν παῤ Ἕλλησι μύθων εἴρηκεν, ‘Ἐγὼ πρῶτος·’ δῆλον ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον,’ οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει λέγεται πρωτότοκος, ἀλλʼ εἰς Cp. ii. 62. ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως. Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ ‘πρῶτός’ ἐστιν, οὕτω καὶ αὐτὸς πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός· καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται.

Cp. ii. 59.

10. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς· ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ‘ἕν,ʼ μηδὲ ‘ὅμοιον,’ ὡς ἡ ἐκκλησία κηρύσσει, ἀλλʼ ὡς αὐτοὶ θέλουσι. Φασὶ γάρ· ‘Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα Arian obj. θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν Cp. de Syn. 45. Soc. ii. 40. ἀντίκειται, ἀλλʼ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον, διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι.’ Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον c. 2. ἢ ἀλογώτερον εἴποι ; εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος τῷ Πατρὶ, ὥρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν, υἱοὺς, λέγεσθαι δὲ καὶ περὶ τούτων ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ‘ἕνʼ εἰσι, καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστι τοῦ Θεοῦ. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλʼ ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ δόξῃ, εἰ μὴ ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ Isa. xiv. 12.  μείνας, ἀλλὰ παραφρονήσας, ἤκουσε· ‘Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων ;ʼ πῶς οὖν, τούτων οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λόγος καὶ Σοφία ἐστίν ; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος εἰκών ἐστι ; καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ c. 57. ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος Luke vi. 36.  ἐντολὴν, γενόμενοι ‘οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς,᾿  Eph. v. 1, 2. καὶ τηρήσαντες τὸ ‘Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς 1 Cor. xi. 1. ἠγάπησεν ἡμᾶς.’ ‘Μιμηταὶ δὲ γεγόνασιʼ κοί τοῦ Παύλου πολλοὶ, ὡς κἀκεῖνος ‘τοῦ Χριστοῦ·’ καὶ ὅμως οὐδεὶς τούτων οὔτε ‘Λόγος,’ οὔτε ‘Σοφία,’ οὔτε ‘μονογενὴς Υἱὸς,’ οὔτε ‘εἰκών’ ἐστιν, οὔτε John x. 30 ; xiv. 10.  τις τούτων ἀπετόλμησεν εἰπεῖν· ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ ἢ, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.᾿  Ἁλλὰ περὶ μὲν Exod. xv. 11. Ps. Ixxxviii. (Ixxxix.) 6. πάντων εἴρηται, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε ;’ καὶ, ‘Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ ;’ περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ 1 Cor. xi. 7. ‘κατʼ εἰκόνα’ γεγόναμεν, καὶ ‘εἰκὼν καὶ δόξα Θεοῦ’ ἐχρηματίσαμεν, ἀλλʼ οὐ δι᾿ ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ὁ δι’ ἡμᾶς ὕστερον γενόμενος σὰρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν.

11. Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως ἐκείνων φαινομένης, ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπʼ αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέρειν· εἰ γὰρ μὴ οὕτω τις λάβοι, οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος ἔσται δογμάτων· καὶ τοῦ Πατρὸς διαφέρει ὅτι ὁ μὲν Πατὴρ Πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν. Εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ὁ μὲν Πατὴρ κατʼ αὐτοὺς ὀνόματι μόνον Πατὴρ ἔσται· ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκὼν, μᾶλλον οὐδὲ ὅλως c. 5. ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ Πατρὸς ἔχων φανήσεται. Ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ παρὰ τὸν Πατέρα ; καὶ γὰρ καὶ ὁ Παῦλος, ὅμοια τῷ Σωτῆρι διδάσκων, οὐκ ἦν κατ’ οὐσίαν ὅμοιος αὐτῷ. κεῖνοι μὲν οὖν, τοιαῦτα φρονοῦντες, Cp. i. 21. ψεύδονται· ὁ δέ γε Υἱὸς καὶ ὁ Πατὴρ οὕτως εἰσὶν ἓν, καθάπερ εἴρηται· καὶ οὕτως ἐστὶν ὁ Υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς, ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα, καὶ ὡς ἔστιν ἰδεῖν τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱὸν, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐργαζόμενος, καὶ ἐρχομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ Υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων, ‘ἐλευσόμεθα ἐγὼ καὶ ὁ John xiv. 23. Πατὴρ, καὶ μονὴν παρ᾿  αὐτῷ ποιήσομεν.’ Ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ Πατὴρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ τοῦτο, καθάπερ μικρῷ πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ Πατρὸς χάριν καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· ‘Χάρις ὑμῖν καὶ Rom. i. 7 ; 1 Cor. i. 3 ; 2 Cor. i. 2, etc. εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.’ Μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Οὕτω γοῦν πάλιν ἐπευχόμενος Θεσσαλονικεῦσι, καὶ λέγων, ‘Ἀὐτὸς δὲ ὁ Θεὸς 1 Thess. iii.11. καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς,’ τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἷπε, ‘κατευθύνοιεν,’ ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ ‘κατευθύναι,’ ἵνα δείξῃ ὅτι ὁ Πατὴρ δι᾿ Υἱοῦ δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾷν οἱ ἀσεβεῖς δυνάμενοι, οὐ βούλονται.

12. Εἰ γὰρ μὴ ἦν ἑνότης, καὶ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πατρὸς, ἤρκει τὸν Πατέρα δοῦναι μόνον, c. 9, 16. οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδομένοις· νῦν δὲ ἡ τοιαύτη δόσις δείκνυσι τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων, ἢ παρά τινος τῶν ἄλλων κτισμάτων, οὐδʼ ἂν εἴποι τις, ‘Δῴη σοι ὁ Θεὸς καὶ ὁ ἄγγελος,’ ἀλλὰ παρὰ Πατρὸς κοὶ τοῦ Υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. Διὰ γὰρ τοῦ Υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι’ Υἱοῦ ἐνεργεῖ ὁ Πατήρ· οὕτω γὰρ καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. Εἰ δὲ ὁ πατριάρχης Ἰακὼβ, εὐλογῶν τοὺς Gen. xlviii. 15, 16. ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ, ἔλεγεν, ‘Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα,’ οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς Θεῷ· οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν Θεὸν, παῤ ἀγγέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις· ἀλλʼ εἰρηκὼς, ‘ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν.᾿  ἔδειξε μὴ τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν Λόγον εἶναι τοῦ Θεοῦ, ὃν τῷ Πατρὶ συνάπτων ηὔχετο· διʼ οὗ καὶ οὓς ἐὰν θέλῃ, ῥύεται ὁ Θεός. Isa. ix. 6. Cp. c. 63. Τοῦτον γὰρ καὶ μεγάλης βουλῆς ἄγγελον’ τοῦ Πατρὸς εἰδὼς καλούμενον, οὐκ ἄλλον ἢ αὐτὸν εἶναι τὸν εὐλογοῦντα, καὶ ῥυόμενον ἐκ τῶν κακῶν ἔλεγεν. Οὐ γὰρ αὐτὸς μὲν παρὰ Θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐκγόνους ἤθελε παῤ ἀγγέλου· ἀλλʼ Gen. xxxii. 26, 30. ὃν αὐτὸς παρεκάλει λέγων, Ὁὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς,’ (Θεὸς δὲ ἦν οὖτος, ὡς αὐτός φησιν· Ἑἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον᾿ ), τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ ηὔχετο. Ἀγγέλου μὲν οὖν ἴδιον τὸ διακονεῖν τῇ Exod. xxiii. 23 ; xxxii. 34. τοῦ Θεοῦ προστάξει· πολλάκις δὲ καὶ ‘προπορεύεται’ ἐκβάλλειν τὸν Ἀμοῤῥαῖον, καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ· ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν Θεοῦ, οὗ καὶ τὸ ῥύεσθαι ἔστιν, οὓς ἂν αὐτὸς θελήσῃ ῥύεσθαι· διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς Κύριος ὁ Θεὸς ὁ Gen. xxviii. 15. ὀφθεὶς εἷπεν αὐτῷ· ‘Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς·’ καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ Θεὸς ὁ ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν, κελεύσας αὐτῷ Ib. xxxi. 24. ‘μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ·’ καὶ αὐτὸς δὲ οὐκ ἄλλον ἢ τὸν Ib. xxxii. 11. Θεὸν παρεκάλει λέγων· ‘Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν·’ καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν Ib. xxxi. 7. ἔλεγεν, ὅτι ‘οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.’

13. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ οὐκ ἄλλον ἢ αὐτὸν τὸν Θεὸν παρεκάλει περὶ τοῦ ῥυσθῆναι, ‘Πρός σε, Κύριε, ἐν τῷ θλίβεσθαί Ps. cxix. (cxx.) 1, 2. με, ἐκέκραξα, καὶ ἐπήκουσάς μου· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας·’ τούτῳ καὶ τὴν χάριν ἀνατιθεὶς, ‘ἐλάλησε καὶ τοὺς λόγους τῆς ᾠδῆς’ ἐν τῷ ἑπτακαιδεκάτῳ Ib. xvii. (xviii.) 1, 2, 3. ψαλμῷ, ‘ἐν ἧ ἡμέρᾳ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πόντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου.’ Ὁ δὲ Παῦλος, πολλοὺς διωγμοὺς ὑπομείνας, οὐκ ἄλλῳ ἢ τῷ Θεῷ ηὐχαρίστει λέγων, ‘ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος, καὶ ῥύσεται, εἰς ὃν 2 Tim. iii. 11; 2 Cor. i. 10. ἠλπίκαμεν·’ καὶ οὐκ ἄλλος δὲ ἢ ὁ Θεὸς ηὐλόγησε τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ· καὶ ὁ Ἰσαὰκ δὲ, ἐπευχόμενος τῷ Ἰακὼβ, ἔλεγεν, ‘Ὁ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε, καὶ πληθυνεῖ σε, Gen. xxviii. 3, 4. καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν· καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου.’ Εἰ δὲ οὐκ ἄλλου τινός ἐστι τὸ εὐλογεῖν καὶ τὸ ῥύεσθαι ἢ τοῦ Θεοῦ, καὶ οὐκ ἄλλος τις ἦν ὁ ῥυόμενος τὸν Ἰακὼβ ἢ αὐτὸς ὁ Κύριος, τὸν δὲ ῥυόμενον αὐτὸν ὁ πατριάρχης ἐπεκαλεῖτο ἐπὶ τοὺς ἐκγόνους· δῆλόν ἐστιν ὡς οὐκ ἄλλον ἐν τῇ εὐχῇ συνῆπτε τῷ Θεῷ ἢ τὸν τούτου Λόγον, ὃν διὰ τοῦτο καὶ ‘ἄγγελον’ ἐκάλεσεν, ὅτι μόνος οὗτός ἐστιν ὁ ἀποκαλύπτων τὸν Πατέρα. Ὅπερ καὶ ὁ ἀπόστολος ἐποίει λέγων, ‘χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ·’ οὕτω γὰρ καὶ ἀσφαλὴς ἦν ἡ εὐλογία διὰ τὸ ἀδιαίρετον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι μία καὶ ἡ αὐτή c. 6, 16. ἐστιν ἡ διδομένη χάρις. Κἂν γὰρ ὁ Πατὴρ δῴῃ, διὰ τοῦ Υἱοῦ ἐστι τὸ διδόμενον· κἂν ὁ Υἱὸς λέγηται χαρίζεσθαι, ὁ Πατήρ ἐστιν ὁ διὰ τοῦ Υἱοῦ καὶ ἐν τῷ Υἱῷ παρέχων· ‘εὐχαριστῶ’ 1 Cor. i. 4. γὰρ, φησὶν ὁ ἀπόστολος γράφων Κορινθίοις, ‘τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,’ Τοῦτο δὲ καὶ ἐπὶ φωτὸς καὶ ἀπαυγάσματος ἄν τις ἴδοι· καὶ γὰρ ὅπερ φωτίζει τὸ φῶς, τοῦτο τὸ ἀπαύγασμα καταυγάζει· ὅπερ δὲ καταυγάζει τὸ ἀπαύγασμα, ἐκ τοῦ φωτός ἐστιν ὁ φωτισμός. Οὔτω καὶ βλεπομένου τοῦ Υἱοῦ, βλέπεται ὁ Πατήρ· τοῦ γὰρ Πατρός ἐστι τὸ ἀπαύγασμα· καὶ οὕτως ὁ Πατὴρ καὶ ὁ Υἱὸς ‘ἕν εἰσι.’

14. Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων Cp. ii, 20. ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε καὶ κεχωρισμένοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν φύσιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργάζεται ὁ Θεὸς δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προεῖπον, χαριζομένου τοῦ Θεοῦ συγχαρίζεσθαι· οὔτε βλεπομένου ἀγγέλου, εἴποι ἄν τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται, Heb. i. 14. Al. ἀποστελλόμενα. ‘λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι,’ καὶ τὰς παῤ αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ ἄγγελος, ὁρώμενος, Lukei. 19, 30. ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ Cp. c. 29. 33. Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε. Luke xxiv. 23. Isa. vi. 1. Καὶ ὁ βλέπων δὲ ‘ἀγγέλων ὀπτασίαν’ οἶδεν, ὅτι τὸν ἄγγελον εἶδε, καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· ‘εἶδε καὶ Ἡσαΐας τὸν Κύριον.’ Εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼμ ἄγγελον· ἐθεώρησε δὲ καὶ Μωσῆς τὸν Θεόν. Εἶδε Γεδεὼν ἄγγελον, Gen. xviii. 1. ‘ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός.’ Καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν, ἄγγελον ἔβλεπεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ γενητὰ πρὸς τὸν κτίσαντα Θεόν, Εἰ δὲ καί ποτε ὀφθέντος ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν· Exod. iii. 2, 6. ‘ὤφθηʼ γὰρ ‘ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ἐκάλεσε Κύριος Μωσῆν ἐκ τῆς βάτου λέγων, Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ·’ ἀλλʼ οὐκ ἦν ὁ ἄγγελος ὁ Θεὸς Ἀβραὰμ, ἐν δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός. Καὶ ὁ μὲν φαινόμενος ἦν ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης ἐλάλει τῷ Μωσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται Jos. i. 1. λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ διʼ ἀγγέλου ἐλάλει. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον ὅτι διά τοῦ Λόγου λαλεῖ, καὶ οὐ διʼ ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχωρισμένος τοῦ Πατρὸς, οὐδὲ Cp. ii. 43. ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν· καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστιν ἡ δόσις. Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν οἶδεν ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον, οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινά τῶν κτισμάτων, ἀλλʼ αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου ἀκούων, οἶδεν ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυγάσματι καταυγαζόμενος οἶδεν ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.

15. Οὕτω γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία γραφὴ, τοιαῦτα τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς προτέροις εἰρήκαμεν, ἐξ ὧν καὶ τοὺς προδότας Ἰουδαίους δυσωπεῖν δυνάμεθα, καὶ τὴν Ἑλλήνων διαλύειν κατηγορίαν, φασκόντων καὶ νομιζόντων διὰ τὴν Τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. Οὐδὲ γὰρ, ὥσπερ καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, Cp. iv. 1, 10. ὡς οἱ περὶ Μαρκίωνα καὶ Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν ἡλίων ὑπεθέμεθα τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα, καὶ ἓν τὸ ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς· οὕτω μίαν ἀρχὴν οἴδαμεν· τόν τε δημιουργὸν Λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον ii. 78. ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου Θεοῦ, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι. Μᾶλλον μὲν οὖν οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν Cp. c. 64. Υἱὸν κτίσμα, καὶ πάλιν τὸ Πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. Cp. ad Serap. i. 2. Ἢ γὰρ οὐκ εἶναι Θεὸν τὸν Λόγον φήσουσιν· ἢ λέγοντες ‘Θεὸν’ μὲν διὰ τὸ γεγραμμένον, μὴ ἴδιον δὲ τῆς οὐσίας τοῦ Πατρὸς, πολλοὺς ἂν εἰσάγοιεν διὰ τὸ ἑτεροειδὲς αὐτῶν· εἰ μὴ ἄρα κατὰ μετοχὴν, ὥσπερ καὶ τὰ πάντα, ‘Θεὸνʼ λέγεσθαι καὶ αὐτὸν λέγειν τολμήσουσιν. Ἀλλὰ καὶ τοῦτο νομίζοντες ὁμοίως ἀσεβοῦσιν, ἕνα τῶν πάντων λέγοντες εἶναι ii. 24. τὸν Λόγον. Ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι· ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἶς c. 6. Θεὸς ὁ Πατὴρ, ἐφʼ ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι, καὶ ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν i. 18; ad Epict. 9. εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς πολυειδοῦς καὶ πολυμεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν ἐν Τριάδι θεότητα φρονοῦμεν.

16. Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλʼ ‘ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα i. 5. καὶ ποίημα ὁ Λόγος,’ ἢ οὐκ ἔστι Θεὸς ἀληθινὸς, διὰ τὸ εἶναι αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ ‘Θεὸν’ αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι παρὰ τῶν γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν, Cp. i. 8. ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε Cp. ad Afros, 11. πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν ποιηθέντα καὶ πλασθέντα παῤ αὐτῶν καὶ λεχθέντα Θεόν. Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι τῷ ἀγενήτῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρχονται τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γάρ ἔστιν ἰδεῖν τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε c. 12. φύσεις καὶ τὰς ἐνεργείας. Οὔτω δὲ φρονοῦντες, πάντως καὶ πλείονας συνάψουσι θεούς· τοῦτο γάρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. Διά τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν Rom. i. 15. Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι, ὥσπερ καὶ οὗτοι, ‘τῆ κτίσει λατρεύουσι Cp. ad Ep. Æg. 13. παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν,’ Ἀλλὰ τὸ μὲν ὄνομα τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. Καὶ γὰρ καὶ τὸ σοφὸν Cp. i. 30. αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, ‘Οὐ λέγομεν δύο ἀγένητα,’ φαίνονται πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ, ‘Οὐ λέγομεν δύο ἀγένητα,’ λέγουσι δύο θεοὺς, καὶ τούτους διαφόρους ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον. Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν, οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ, οὐδʼ οὕτω διαφέρουσιν Cp. ii. 22. Ἐλλήνων. Ὅ τε γὰρ παῤ αὐτῶν λεγόμενος ‘γενητὸς’ εἷς ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι, καὶ οὗτος γὰρ κἀκεῖνοι κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ Χριστοῦ φρονήσαντες· ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν, τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις θεοῖς λατρεύοντες οἱ θεοστυγεῖς. Εἶς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ, John i. 1. καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολλοί· ‘Θεὸς γὰρ ἐστιν ὁ Cp. c. 6. Λόγος,’ καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὅσπερ ὢν John v. 37, 38. αὐτὸς ὁ Σωτὴρ ἐδυσώπει τοὺς Ἰουδαίους λέγων, ‘ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ τὸν Λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε,’ Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει καλῶς, ἵνα δείξῃ ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέξαντο τὸν Λόγον, ὅσπερ ἐστὶ ‘τὸ εἶδος τοῦ Θεοῦ.’ Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ ἑωρακὼς ηὐλογήθη, καὶ ἀντὶ Ἰακὼβ ‘Ἰσραὴλ’ ἐκλήθη παῤ αὐτοῦ, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ λέγουσα· ‘Ἀνέτειλε δὲ ὁ ἥλιος Gen. xxxii. 31. αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.’ Τοῦτο δὲ ἦν ὁ λέγων, ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·’ καὶ, ‘ἐγὼ ἐν John xiv. 9, 10; x. 30. τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα Cp. vi. 1. καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν ‘Κύριος Deut. vi. 4. ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι.’ Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός c. 6, 13. ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας.

17. Ἀλλʼ οὐδʼ οὕτως ἐντραπέντες, οἱ Ἀρειανοί φασιν· Ὁὐχ Arian obj. ὡς ὑμεῖς λέγετε, ἀλλʼ ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ ὑμῶν τὰς προτέρας ἡμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν, καὶ λέγομεν· Οὕτως ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ (12.) γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· ‘Πάτερ John xvii. 11. ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς·’ καὶ πάλιν μετʼ ὀλίγα· Ὁὐ περὶ Ib. 20—23 τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας.’ Εἶτα ὥσπερ εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· ‘Εἰ ὥσπερ ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν ἐστι, καὶ οὕτως ἐν τῷ Πατρί ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ λέγειν αὐτὸν, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” καὶ, “ἐγὼ ἐν τῷ Ib. x. 30. Ib. xiv. 10. Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸν φάσκετε; ἀνάγκη γὰρ ἢ καὶ ἡμᾶς ἰδίους εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἢ κἀκεῖνον ἀλλότριον εἶναι, ὥσπερ καὶ ἡμεῖς ἐσμεν ἀλλότριοι.’ Ταῦτα μὲν ἐκεῖνοι ληροῦντες φλυαροῦσιν· ἐγὼ δὲ οὐδὲν ἕτερον ἐν τῇ τοιαύτῃ αὐτῶν κακονοίᾳ βλέπω ἢ ἀλόγιστον τόλμαν καὶ διαβολικὴν ἀπόνοιαν, λεγόντων Isa. xiv. 13. καὶ αὐτῶν κατʼ ἐκεῖνον, ‘εἰς τὸν οὐρανὸν ἀναβησόμεθα, ἐσόμεθα ὅμοιοι τῷ ὑψίστῳ·’ τὰ γὰρ κατὰ χάριν διδόμενα τοῖς ἀνθρώποις, ταῦτα θέλουσιν ἴσα τῆς τοῦ διδόντος εἶναι θεότητος. Cp. ii. 59; de Decr. Nic. 31. Ἀκούοντες γοῦν ‘υἱοὺς’ χρηματίζοντας τοὺς ἀνθρώπους, ἐνόμισαν καὶ ἑαυτοὺς ἴσους εἶναι τοῦ ἀληθινοῦ καὶ φύσει Υἱοῦ· καὶ νῦν πάλιν ἀκούοντες τοῦ Σωτῆρος, ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς,ʼ πλανῶσιν ἑαυτοὺς, καὶ θρασυνόμενοι νομίζουσιν οὕτως ἔσεσθαι ἑαυτοὺς, ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὐχ ὁρῶντες τὸ ἐκ τῆς τοιαύτης οἰήσεως γενόμενον τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πτῶμα.

Cp. ii. 2.

18. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ὁ αὐτός ἐστιν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐδὲν ἡμῶν διαφέρει ἢ χρόνῳ, ἔστω ἡμῖν ὅμοιος, καὶ τὴν αὐτὴν ἐχέτω χώραν παρὰ τῷ Πατρὶ, ἣν καὶ ἡμεῖς ἔχομεν· καὶ μήτε μονογενὴς, μήτε μόνος Λόγος, ἢ Σοφία τοῦ Πατρὸς λεγέσθω· ἀλλὰ κοινὸν ἔστω κατὰ πάντων ἡμῶν τῶν ὁμοίων τὸ αὐτὸ ὄνομα. Δίκαιον γὰρ, ὧν ἐστι φύσις μία, τούτων εἶναι καὶ τὸ ὄνομα κοινὸν, κἂν τοῖς χρόνοις ἀλλήλων διαφέρωσιν. Ἄνθρωπος γὰρ ὁ Ἀδὰμ, ἄνθρωπος δὲ καὶ ὁ Παῦλος, ἄνθρωπος δὲ καὶ ὁ νῦν γενόμενος· καὶ οὐχ ὁ χρόνος ἀλλοιοῖ τὴν φύσιν τοῦ γένους. Εἰ τοίνυν καὶ ὁ Λόγος χρόνῳ μόνον ἡμῶν διαφέρει, ἔδει καὶ ἡμᾶς ὡς ἐκεῖνον εἶναι. Ἀλλʼ οὔτε ἡμεῖς Λόγος ἢ Σοφία, οὔτε ἐκεῖνος κτίσμα ἢ ποίημα τυγχάνει ὤν· ἐπεὶ διὰ τί οἱ πάντες ἐκ τοῦ ἑνὸς γεγόναμεν, καὶ μόνος ἐστὶν αὐτὸς Λόγος; Ἀλλὰ γὰρ, εἰ καὶ ἐκείνους λέγειν τοιαῦτα πρέπει, ἀλλ’ ἡμῖν ἀπρεπὲς ἐνθυμεῖσθαι τὰς ἐκείνων βλασφημίας· καὶ εἰ καὶ οὐδὲ περιεργάζεσθαί τι τῶν ῥητῶν ἐχρῆν πρὸς τὴν οὕτω φανερὰν καὶ εὐσεβῇ διάνοιαν, καὶ τὴν ἐν ἡμῖν ὀρθὴν πίστιν· ὅμως ἵνα καὶ ἐντεῦθεν δειχθῶσιν ἀσεβεῖς, φέρε συντόμως, ὡς παρὰ τῶν πατέρων μεμαθήκαμεν, ἐκ τοῦ ῥητοῦ τὴν ἑτεροδοξίαν ἐκείνων ἐλέγξωμεν. Ἔθος τῇ θείᾳ γραφῇ τὰ κατὰ φύσιν ὄντα πράγματα, ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν· τοῦτο δὲ ποιεῖ, ἵνʼ ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν ἀνθρώπων κινήματα· καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ὡς ἐὰν παραγγέλλῃ, ‘Μὴ γίνεσθε ὡς ἵππος καὶ Ps. xxxi. (xxxii.) 9. ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἢ καὶ ὅταν, μεμφόμενος τοὺς οὕτω γενομένους, λέγῃ, ‘Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· b. xlviii. (xlix.) 13. παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· καὶ πάλιν ‘ἵπποι θηλυμανεῖς ἐγενήθησαν Καὶ ὁ Σωτὴρ δὲ. Jer. v. 8. τὸν μὲν Ἡρώδην δεικνὺς ὁποῖός ἐστιν, ἔλεγεν, ‘εἴπατε τῇ Luke xiii. 32. ἀλώπεκι ταύτῃ·’ τοῖς δὲ μαθηταῖς παρήγγελλεν, ‘Ἰδοὺ ἀποστέλλω Matt. x. 16. ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.’ Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα τῇ φύσει γενώμεθα κτήνη, ἢ γενώμεθα ὄφεις καὶ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλʼ ἵνʼ ἡμεῖς τῶν μὲν τὰς ἀλόγους ὁρμὰς φεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον ἵνα γινώσκοντες, μὴ ἀπατώμεθα παῤ αὐτοῦ, καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν.

19. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· ‘Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ Luke vi. 36. ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστὶ,’ καὶ, ‘Ἔσεσθε ὑμεῖς Matt. v. 48. τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.’ Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γινώμεθα πάλιν ὡς ὁ Πατήρ· γενέσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενομένους· ἀλλʼ ὥσπερ οὐχ ἵνα μὴ γενώμεθα κτήνη παρήγγειλε, ‘Μὴ γίνεσθε ὡς ἵππος,ʼ ἵνα δὲ μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα, οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς, ἔλεγε, Cp. ad Afros, 7. ‘Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ,’ ἀλλʼ ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ διʼ ἀνθρώπους, ἀλλὰ δι᾿ αὐτὸν ποιῶμεν, ὥστε παῤ αὐτοῦ, καὶ μὴ παῤ ἀνθρώπων τὸν μισθὸν ἔχειν. Ὡς γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει, καὶ ἀληθινοῦ, καὶ μονογενοῦς, γινόμεθα καὶ ἡμεῖς ‘υἱοὶ,ʼ οὐχ ὡς ἐκεῖνος φύσει καὶ ἀληθείᾳ, ἀλλὰ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι ii. 59. τυγχάνοντες ἀπὸ γῆς, ‘θεοὶ’ χρηματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς John x. 35. Θεὸς, ἢ ὁ τούτου Λόγος, ἀλλʼ ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· (οὐ γὰρ ἡμῶν εὕρεμα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ) ἵνα δὲ τὰ παῤ αὐτοῦ τοῦ Θεοῦ κατὰ χάριν εἰς ἡμᾶς γενόμενα, ταῦτα καὶ ἡμεῖς Cp. Rom. xii. 8. μεταδιδῶμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐποιίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως, ὅτι τὰ παῤ αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ὥσπερ δὲ ταῦτα καλῶς καὶ ὀρθῶς διανοούμεθα, οὕτω καὶ τὸ κατὰ Ἰωάννην ἀνάγνωσμα τὴν αὐτὴν ἔχει διάνοιαν. Οὐ γὰρ ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτως ἵνα καὶ ἡμεῖς γενώμεθά φησι· πόθεν, ὅπου γε ὁ μὲν Λόγος καὶ Σοφία τοῦ Θεοῦ ἐστιν, ἡμεῖς δὲ ἐκ γῆς ἐπλάσθημεν· καὶ ὁ μὲν φύσει καὶ τῇ οὐσίᾳ Λόγος καὶ Θεὸς ἀληθινός ἐστιν, (οὕτω γὰρ καὶ ὁ 1 John v. 20. Ἰωάννης φησίν· ‘οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ii. 50. ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος·’) ἡμεῖς δὲ θέσει καὶ χάριτι υἱοποιούμεθα δι᾿ αὐτοῦ, μετέχοντες τοῦ Πνεύματος αὐτοῦ; John i. 12. ‘ὅσοι’ γὰρ, φησὶν, ‘ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,’ Ib. xiv. 6. Διὸ καὶ αὐτὸς μὲν ἔστιν ἡ ἀλήθεια, λέγων, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια·’ Ib. xvii. 17. ὅτε καὶ τῷ Πατρὶ αὐτοῦ προσομιλῶν ἔλεγεν, ‘Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν·’ ἡμεῖς δὲ κατὰ μίμησιν γινόμεθα ἐνάρετοι καὶ υἱοί.

Ib. 21.

20. Οὐκοῦν οὐχ ἵνα ὡς αὐτὸς γινώμεθα, ἔλεγεν, ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς,’ ἀλλ᾿ ἵνα ὥσπερ ἐκεῖνος, Λόγος ὢν, ἔστιν ἐν Ib. v. 18. τῷ ‘ἰδίῳ Πατρὶ,’ οὕτως ἵνα καὶ ἡμεῖς, τύπον τινὰ λαβόντες, καὶ εἰς ἐκεῖνον βλέποντες, ‘γενώμεθα ἓν’ πρὸς ἀλλήλους τῃ ὁμοψυχίᾳ 1 Cor. i. 11. Χίᾳ καὶ τῇ τοῦ πνεύματος ἑνότητι, μὴ διαφωνῶμέν τε, ὡς οἱ Acts iv. 4, 32. Κορίνθιοι, τὸ αὐτὸ δὲ φρονῶμεν, ὡς οἱ ἐν ταῖς Πράξεσι πεντακισχίλιοι, οἵτινες ὡς εἶς ἐτύγχανον ὄντες. Ὡς γὰρ ‘υἱοὶ,ʼ οὐχ ὡς ὁ Υἱός· καὶ θεοὶ, οὐχ ὡς αὐτός· καὶ ‘οἰκτίρμονες ὡς ὁ Πατὴρ οὐχ ‘ὡς ὁ Πατήρ Ἀλλʼ ὥσπερ εἴρηται, οὕτω γινόμενοι ἓν, καθὼς ὁ Πατὴρ καὶ ὁ Υὁὸς, οὐχ οὕτως ἐσόμεθα ὡς ἔστι φύσει ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἀλλ’ ὡς ἔχομεν φύσεως, καὶ δυνατὸν ἡμῖν ἐστιν ἐκεῖθεν τυπωθῆναι, καὶ μαθεῖν πῶς ὀφείλομεν ἓν γενέσθαι, ὥσπερ καὶ τὸ οἰκτείρειν ἐμάθομεν. Τὰ γὰρ ὅμοια πρὸς τὰ ὅμοια πέφυκε τὴν ἕνωσιν ἔχειν· ἐπειδὴ καὶ πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ἡμῶν μὲν οὖν ἀνόμοιός ἐστιν ὁ Λόγος, τοῦ δὲ Πατρὸς ὅμοιος· διὰ τοῦτο ἐκεῖνος μὲν ἔστι φύσει καὶ ἀληθείᾳ ἓν μετὰ τοῦ ἑαυτοῦ Πατρός· ἡμεῖς δὲ ἀλλήλων ὄντες ὁμογενεῖς (ἐκ γὰρ ἑνὸς οἱ πάντες γεγόναμεν, καὶ μία πάντων ἀνθρώπων ἡ φύσις), ἓν πρὸς ἀλλήλους τῇ διαθέσει γινόμεθα, ἔχοντες ὑπογραμμὸν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν ἑνότητα· καθάπερ γὰρ τὴν πραότητα ἐξ ἑαυτοῦ ἐδίδασκε, λέγων, ‘μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς Matt. xi. 29. τῇ καρδίᾳ·’ οὐχ ἵνα ἐξισωθῶμεν αὐτῷ· (ἀδύνατον γάρ·) ἀλλʼ ἵνα βλέποντες εἰς ἐκεῖνον διαμείνωμεν πρᾶοι διὰ παντός· οὕτω καὶ ἐνταῦθα, θέλων ἡμᾶς ἀληθῇ καὶ βεβαίαν καὶ ἀδιάλυτον τὴν διάθεσιν ἔχειν πρὸς ἀλλήλους, ἐξ ἑαυτοῦ λαμβάνει τὸ παράδειγμα, καί φησιν· ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· ἀδιαίρετος δέ ἐστιν ἡ ἐν ἡμῖν ἑνότης· οὕτως ἵνα καὶ αὐτοὶ μαθόντες ἐξ ἡμῶν τὴν ἀδιαίρετον φύσιν, οὕτω καὶ τὴν πρὸς ἀλλήλους συμφωνίαν διαφυλάττωσιν.’ Ἀσφαλεστέρα δὲ ἡ μίμησις ἐκ τῶν κατὰ φύσιν λαμβάνεται τοῖς ἀνθρώποις, ὥσπερ εἴρηται· ἐπειδὴ γὰρ ταῦτα μὲν μένει, καὶ οὔποτε μεταβάλλεται, ὁ δὲ τῶν ἀνθρώπων τρόπος εὐμετάβλητος τυγχάνει· δύναται, πρὸς τὸ ἀμετάβλητον τῇ φύσει βλέπων, τὰ μὲν φαῦλα φεύγειν, ἐν δὲ τοῖς βελτίστοις ἑαυτὸν ἀνατυποῦν, Καὶ γὰρ οὕτω καὶ τὸ λεγόμενον, ‘ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’ ὀρθὴν πάλιν ἔχει τὴν διάνοιαν.

21. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, ‘ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν,’ ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ ‘ἐν ἡμῖν,’ ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν ἢ ὅτι ‘τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ· ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν ἑνότητα.’ Καὶ ὅτι τὸ ‘ἐν ἡμῖν’ ταύτην ἔχει τὴν σημασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· ‘Ταῦτα δὲ μετεσχημάτισα εἰς 1 Cor. iv. 6. ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι.’ Τὸ ἄρα ἐν ἡμῖν οὐκ ἔστιν ‘ἐν τῷ Πατρὶ, ὡς ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ,’ ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν ‘ἐξ ἡμῶν μαθέτωσαν.’ Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθʼ ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ‘ἕν’ πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ ‘ἐν ἡμῖν’ ἴσον εἶναι τῷ λέγειν, ‘τῇ 1 Cor. i. 10. δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ,’ ἵνα ἓν γένωνται, ‘τὸ αὐτὸ λέγοντες·’ ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο Ps. lix. (Ix.) 12. Ib. xliii. (xliv.) 5. πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ ‘ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν,’ καὶ, ‘ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.’ Οὐκοῦν δῆλον ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα, Eph. iv. 3. τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγάπης ‘τὸν σύνδεσμον.’ Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων. φησὶν ὁ Κύριος· Joh xvii. 22. ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν.’ Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ‘ἵνα ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι·’ ἀλλὰ, ‘καθὼς ἡμεῖς,’ εἶπεν· ὁ δὲ λέγων ‘καθὼς’ οὐ ταυτότητα δείκνυσιν, ἀλλ’ εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου.

c. 9, 12.

22. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυτότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, John xvii. 23. ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων, ‘ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.’ Ἐνταῦθα λοιπὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύριος αἰτεῖ· δῆλον γὰρ ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος· τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. ‘Καὶ σὺ δὲ ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ, ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται ἐν ἐμοὶ τῶν ἀνθρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν, κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείωσιν· ἵνα καὶ αὐτοὶ γένωνται τέλειοι, ἕχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παῤ ἐμοῦ, Eph. iv. 4, 13. πάντες ὦσιν “ἓν σῶμα καὶ ἓν πνεῦμα,” καὶ “εἰς ἄνδρα τέλειον καταντήσωσιν.”’ Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμβάνοντες, 1 Cor. x. 17 ‘ἓν’ γινόμεθα ‘σῶμα,’ τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς. Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ ἀλλοδοξία τῶν Χριστομάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί. Εἰ μὲν ἁπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, ‘ἵνα ὦσιν ἐν σοὶ ἓν,’ ἢ, ‘ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν,’ εἶχον κἂν ἀναίσχυντον πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, ‘καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι.’ Λέγων δὲ πάλιν ‘καθὼς,’ πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐτός ἐστιν ἐν τῷ Πατρὶ, ‘πόῤῥωθεν’ δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει πάντα μακράν ἐστιν αὐτοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα, οὐδὲ ἰσότητα δείκνυσιν ὁ λέγων τὸ ‘καθὼς’ ἐπίῤῥημα, ἀλλὰ παράδειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον.

23. Καὶ τοῦτο πάλιν παῤ αὐτοῦ τοῦ Σωτῆρός ἐστι μαθεῖν λέγοντος· ‘Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας Matt. xii. 40. ρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλʼ οὐδὲ καταποθεὶς ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς προκαταποθέντας ὑπὸ τοῦ κήτους, Cp. c. 56. ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία ταυτότης οὐδὲ ἰσότης ἐν τῇ ‘καθὼς’ λέξει σημαίνεται, ἀλλὰ ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, ‘καθὼς,’ οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἓν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ’ ἡμῶν τὸ ‘καθὼς πρόκειται, ἐπεὶ τὰ μὴ κατὰ φύσιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτʼ αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· καθὼς σὺ ἐν ἐμοὶ, John xvii. 21. κἀγὼ ἐν σοί, Ὅταν δέ,᾿ φησιν, οὖτοι τελειωθῶσιν οὕτως, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλʼ i. 43. ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέδωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειωθῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδήμησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρωπος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι ii. 70. μένουσι νεκροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.’

24. Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥητοῦ δυνατὸν ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ μακάριος Ἰωάννης ἐκ τῆς ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει μὲν τὴν τῶν ἀσεβῶν διάνοιαν, διδάξει δὲ πῶς τε ἡμεῖς ἐν τῷ Θεῷ γινόμεθα, καὶ ὁ Θεὸς ἐν ἡμῖν· καὶ πῶς πάλιν ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα ἓν, πόσον δὲ διέστηκε τὴν φύσιν ὁ Υἱὸς ἀφʼ ἡμῶν· καὶ παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυτοὺς Ezek. xxviii. 2. ἔσεσθαι ὡς τὸν Υἱὸν, ἵνα μὴ καὶ αὐτοὶ ἀκούσωσι, ‘σὺ δὲ Prov. xxiii. 4. εἶ ἄνθρωπος καὶ οὐ Θεός·’ καὶ, ‘Μὴ συμπαρεκτείνου πένης ὢν 1 John iv. 13. πλουσίῳ.’ Γράφει τοίνυν ὁ Ἰωάννης οὕτω λέγων· ‘ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.’ Οὐκοῦν διὰ τὴν δεδομένην ἡμῖν τοῦ Πνεύματος χάριν ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν ἡμῖν· καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τούτου γινομένου ἐν ἡμῖν εἰκότως καὶ ἡμεῖς, ἔχοντες τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ Θεῷ γενέσθαι· καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν. Οὐκ ἄρα ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτω καὶ ἡμεῖς γινόμεθα ἐν τῷ Πατρί· οὐ γὰρ i. 15. καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα διὰ τοῦτο καὶ ἐν τῷ Πατρὶ γένηται· οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον i. 48, 50. αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ· καὶ οὐ τὸ Πνεῦμα τὸν Λόγον συνάπτει τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου c. 44. λαμβάνει. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί ἐστιν, ὡς Λόγος ἴδιος καὶ ἀπαύγασμα αὐτοῦ· ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πνεύματος ξένοι καὶ μακράν ἐσμεν τοῦ Θεοῦ, τῇ δὲ τοῦ Πνεύματος μετοχῇ Ath. ad Serap i. 25. συναπτόμεθα τῇ θεότητι· ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος καὶ ἐν ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν, λέγοντος πάλιν τοῦ Ἰωάννου· ‘ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς 1 john iv. 13. ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.’ Ποία τοίνυν ὁμοιότης καὶ ποία ἰσότης ἡμῶν πρὸς τὸν Υἱόν; ἢ πῶς οὐκ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλλως μὲν ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα· καὶ οὔτε ἡμεῖς ὡς ἐκεῖνος ἐσόμεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὢν, εἰ μὴ ἄρα τολμήσουσιν, ὡς ἐν πᾶσι, καὶ νῦν εἰπεῖν, ὅτι καὶ ὁ Υἱὸς μετοχῇ τοῦ Πνεύματος καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς i. 37. ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβὲς κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τῷ Πνεύματι δίδωσι· καὶ ὅσα ἔχει τὸ Πνεῦμα, παρὰ τοῦ Λόγου ἔχει.

25. Οὐκοῦν ὁ Σωτὴρ λέγων περὶ ἡμῶν τὸ ‘καθὼς σὺ, John xvii. 21. Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’ οὐ τὴν ταυτότητα ἡμᾶς αὐτῷ μέλλοντας ἔχειν σημαίνει· ἐδείχθη γὰρ ἐκ τοῦ κατὰ τὸν Ἰωνᾶν παραδείγματος καὶ τοῦτο ἀλλὰ ἀξίωσίς ἐστι πρὸς τὸν Πατέρα, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα τὸ Πνεῦμα χαρίσηται διʼ αὐτοῦ τοῖς πιστεύουσι, δι᾿ οὗ καὶ δοκοῦμεν ἐν τῷ Θεῷ γίνεσθαι, καὶ κατὰ τοῦτο συνάπτεσθαι ἐν αὐτῷ. Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Λόγου δίδοται, θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵνα, ὅταν Ad serap. i. 20; iv. 4. ἐκεῖνο λάβωμεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου τοῦ ὄντος ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἓν γίνεσθαι ἐν τῷ λόγῳ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τὸ δὲ ‘ὡς ἡμεῖς’ ἐὰν λέγῃ, οὐδὲν ἕτερον πάλιν ἐστὶν, ἢ ἵνα ἡ γινομένη τοιαύτη τοῦ Πνεύματος χάρις εἰς τοὺς μαθητὰς ἀδιάπτωτος καὶ ἀμεταμέλητος γένηται. Τὸ γὰρ κατὰ φύσιν, ὡς προεῖπον, ὑπάρχον τῷ Λόγῳ ἐν τῷ Πατρὶ, τοῦτο ἡμῖν ἀμεταμελήτως διὰ τοῦ Πνεύματος δοθῆναι βούλεται· ὅπερ ὁ ἀπόστολος γινώσκων, ἔλεγε, ‘Τίς Rom. viii. 35. Rom. xi. 29. ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;’ ‘ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ καὶ ἡ χάρις τῆς κλήσεως.’ Τὸ ἄρα Πνεῦμά ἐστι τὸ ἐν τῷ Θεῷ τυγχάνον, καὶ οὐχ ἡμεῖς καθʼ ἑαυτούς· i. 39; ii. 59. καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ τὸν ἐν ἡμῖν Λόγον, οὕτως ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα ἐν Υἱῷ καὶ ἐν Πατρὶ ἓν γεγενῆσθαι διὰ τὸ ἐν ἡμῖν εἶναι Πνεῦμα, ὅπερ ἐστὶν ἐν τῷ λόγῳ τῷ ὄντι ἐν τῷ Πατρί. Ὅτε γοῦν ἐκπίπτει τις ἀπὸ τοῦ Πνεύματος διά τινα κακίαν, ἡ μὲν χάρις ἀμεταμέλητος διαμένει τοῖς βουλομένοις, κἄν τις ἐκπεσὼν μετανοῇ· οὐκέτι δὲ ἐν τῷ Θεῷ ἐστιν ἐκεῖνος ὁ πεσὼν, διὰ τὸ ἀποστῆναι ἀπʼ αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον Πνεῦμα, ἀλλʼ ἐν ἐκείνῳ ἔσται ᾦ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρτάνων, 1 Kings (1 Sam.) xvi. 14. ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· ‘ἀπέστη γὰρ ἀπʼ αὐτοῦ τὸ Πνεῦμα’ τοῦ Θεοῦ, καὶ ἔθλιβεν ‘αὐτὸν πνεῦμα πονηρόν.’ Ταῦτα ἀκούοντας τοὺς θεομάχους ἔδει λοιπὸν ἐντρέπεσθαι, καὶ μηκέτι ἑαυτοὺς Prov. xxix. 7. ἀναπλάπτειν ἴσα Θεῷ. Οὔτε δὲ νοοῦσιν· ‘ὁ γὰρ ἀσεβής,’ φησιν, ‘οὐ νοεῖ γνῶσιν·’ οὔτε λόγων εὐσεβῶν ἀνέχονται· βαρεῖς γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι.

26. Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖς εὐαγγελίοις, ἐπελάθοντο C. 51; i. 38. θοντο τέλεον, κατὰ τὸν Σαμοσατέα, τῆς πατρικῆς θεότητος τοῦ Arian obj. Υἱοῦ, καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι, λέγουσι· ‘Πῶς δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατʼ Matt. xxviii. 18. John v. 22. Ib, iii. 35. οὐσίαν, ὁ λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία·” καὶ, “ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ·” καὶ, “ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον·” καὶ Matt, xi. 27. πάλιν· “Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς John vi. 37. ἀποκαλύψαι·” καὶ πάλιν· “Πᾶν ὃ δέδωκέ μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει;”’ Εἶτα ἐπιλέγουσιν· ‘Εἰ ἦν, ὡς λέγετε, Υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλʼ εἶχε κατὰ φύσιν ὡς υἱός. Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς, ὁ Ib. xii. 27, 28. παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων, “Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.” Πάλιν τε τὸ ὅμοιον ἔλεγε· “Πάτερ, εἰ Matt. xxvi. 30. John xiii. 21. δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·” καὶ, “Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἶς ἐξ ὑμῶν παραδώσει με.”’ Καὶ ἐπὶ τούτοις δέ φασιν οἱ κακόφρονες· ‘Εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν.’ Εἶτά φασιν· ‘Εἰ σοφία ἦν φύσει ἡ ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς γέγραπται· “Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ Luke ii. 52. χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις·” καὶ “ἐλθὼν εἰς μὲν τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν Matt. xvi. 13. οἱ ἄνθρωποι αὐτὸν εἶναι·’ εἰς δὲ τὴν Βηθανίαν παραγενόμενος ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς· John xi. 33. “Πόσους ἄρτους ἔχετε;” Πῶς οὖν,’ φασὶν, οὖτος Σοφία, ὁ ἐν Mark vi. 38. σοφίᾳ προκόπτων, καὶ ἀγνοῶν ἃ παῤ ἑτέρων μανθάνειν ἠξίου;’ Ἔστι δὲ καὶ τοῦτο παῤ αὐτῶν λεγόμενον· ‘Πῶς δύναται ὁ Λόγος ἴδιος εἶναι τοῦ Πατρὸς, οὗ ἄνευ οὐκ ἦν ὁ Πατήρ ποτε, διʼ οὗ τὰ πάντα ποιεῖ, ὡς ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων· “Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;” πρὸ δὲ τούτων Matt. xxvii. 46. John xii. 28. Ib. xvii. 5. εὐχόμενος, “δόξασόν σου τὸ ὄνομα·” καὶ, “δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.” Ηὔχετο δὲ ἐν ταῖς ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· καὶ, “τὸ πνεῦμα πρόθυμον” Matt. xxvi. 41. Mark xiii. 32. ἔλεγεν, “ἡ δὲ σὰρξ ἀσθενής·” καὶ, Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἷδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.”’ Εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· ‘Εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀϊδίως ὑπάρχων ὁ Υἱὸς πρὸς τὸν Θεὸν, οὔτ’ ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλʼ ἐγίνωσκεν ὡς Λόγος· οὔτʼ ἂν ἐγκατελείπετο ὁ συνυπάρχων· οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων αὐτὴν ἐν τῷ Πατρὶ, οὔτε ὅλως ηὔχετο· οὐδενὸς γὰρ, Λόγος ὢν, ἐδέετο· ἀλλʼ ἐπειδὴ κτίσμα ἐστὶ καὶ εἶς τῶν γενητῶν, διὰ τοῦτο τοιαῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε· κτισμάτων γὰρ ἴδιον τὸ χρήζειν καὶ δέεσθαι ὦν οὐκ ἔχουσι.’

27. Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦντες· ἔδει δὲ ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· ‘Διὰ τί ὅλως ὁ Λόγος σὰρξ ἐγένετο;’ καὶ πάλιν ἐπειπεῖν, ‘Πῶς γὰρ ἡδύνατο, Θεὸς ὢν, γενέσθαι ἄνθρωπος; ἢ πῶς ἠδύνατο ὁ ἀσώματος σῶμα φορέσαι;’ ἢ καὶ’ Ἰουδαϊκώτερον κατὰ τὸν Καϊάφαν εἰπεῖν· ‘Διὰ John x. 33. τί ὅλως, ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεὸν ἑαυτὸν ἐποίει;’ ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ εἰς βλασφημίας ἐκπεπτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ τούτων κἀκείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντῶντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας τόλμαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι μὲν γὰρ ἔλεγον, ‘Πῶς, ἄνθρωπος ὢν, δύναται Θεὸς εἶναι;’ Ἀρειανοὶ δὲ, ‘Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ Θεοῦ, πῶς ἡδύνατο ἄνθρωπος γενέσθαι; Καὶ Ἰουδαῖοι μὲν ἐσκανδαλίζοντο, καὶ ἐχλεύαζον λέγοντες, ‘Οὐκ ἂν οὖτος, εἰ ἦν Υἱὸς τοῦ Θεοῦ, ὑπέμεινε σταυρόν·’ Ἀρειανοὶ δὲ εἰς τὸ κατʼ ἀντικρὺ στήκοντες αὐτῶν, φάσκουσιν ἡμῖν, ‘Πῶς τολμᾶτε λέγειν Λόγον ἴδιον εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι;’ Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον, Ib. v. 18. ὅτι ‘Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, καὶ ἴσον ἑαυτὸν ἐποίει,’ ἐργαζόμενος ἃ ἐργάζεται ὁ Πατὴρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐτοὶ, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι Apol. de Fuga, 8. John vi. 42; viii. 58. καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· ‘Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει, “πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;’ οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν ἐξ ἴσου λέγοντες· ‘Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος; Ἀμφότεροι γὰρ ἐκ τῶν ἀνθρωπίνων, ὦν ὑπέμεινεν ὁ Σωτὴρ διʼ ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου.

28. Ἰουδαϊκῆς τοίνυν οὔσης, καὶ Ἰουδαϊκῆς τῆς ἐκ τοῦ προδότου Cp. c. 55; i. 39; Hist. Ari. 19. Ἰούδα τῆς τοιαύτης παρανοίας, ἢ ἐκ φανεροῦ πάλιν ὁμολογείτωσαν ἑαυτοὺς τοῦ Καϊάφα καὶ Ἡρώδου μαθητὰς εἶναι, μὴ σκέποντες τὸν Ἰουδαϊσμὸν τῷ τοῦ Χριστιανισμοῦ ὀνόματι, καὶ ἀρνείσθωσαν τέλεον, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, τὴν τοῦ Σωτῆρος ἔνσαρκον παρουσίαν· τοῦτο γὰρ τῆς αἱοέσεως αὐτῶν οἰκεῖον τὸ φρόνημα· ἢ εἰ δεδοίκασιν Ἰουδαΐζειν ἐκ φανεροῦ, καὶ περιτέμνεσθαι, διὰ τὴν πρὸς Κωνστάντιον ἀρέσκειαν καὶ τοὺς Cp. i. 38, 10. ἀπατηθέντας παῤ αὐτῶν, μηδὲ λεγέτωσαν τὰ τῶν Ἰουδαίων· δίκαιον γὰρ ὧν τὰ ὀνόματα παραιτοῦνται, τούτων ἀποστρέφεσθαι καὶ τὸ φρόνημα. Χριστιανοὶ γάρ ἐσμεν, ὦ Ἀρειανοὶ, Χριστιανοί ἐσμεν ἡμεῖς· ἡμῶν τε ἴδιον καλῶς τὰ εὐαγγέλια νοεῖν περὶ τοῦ Σωτῆρος, καὶ μήτε μετὰ Ἰουδαίων λιθάζειν αὐτὸν, ἐὰν περὶ τῆς θεότητος καὶ τῆς ἀϊδιότητος ἀκούωμεν αὐτοῦ, μήτε μεθʼ ὑμῶν σκανδαλίζεσθαι, ἐφʼ οἷς ἂν, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ταπεινοῖς φθέγγοιτο ῥήμασιν. Εἰ θέλετε γοῦν καὶ ὑμεῖς γενέσθαι Χριστιανοὶ, ἀπόθεσθε τὴν Ἀρείου μανίαν, τήν τε ἀκοὴν ὑμῶν τὴν ῥυπωθεῖσαν ἀπὸ τῶν βλασφήμων ῥημάτων ἀπονίψασθε τοῖς τῆς εὐσεβείας λόγοις, γινώσκοντες ὡς παυόμενοι τοῦ εἶναι Ἀρειανοὶ, παύσεσθε καὶ τῆς τῶν νῦν Ἰουδαίων κακοφροκύνης, εὐθύς τε ὡς ἀπὸ σκότους ἡ ἀλήθεια ὑμῖν λάμψει· καὶ οὐκέτι μὲν ἡμῖν ὀνειδίσετε, ὡς ‘δύο ἀΐδιαʼ λέγουσιν, ἐπιγνώσεσθε δὲ καὶ ὑμεῖς, ὅτι τε ἀληθινὸς καὶ φύσει Υἱός ἐστι τοῦ Θεοῦ ὁ Κύριος, καὶ οὐχ ἀπλῶς ἀΐδιος, ἀλλὰ τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνὼν γινώσκεται. Ἔστι γὰρ λεγόμενα ‘ἀΐδια,’ ὦν αὐτὸς δημιουργός ἐστιν· ἐν γὰρ τῷ εἰκοστῷ τρίτῳ ψαλμῷ γέγραπται· ‘Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι.’ Ps. xxiii. (xxiv.) 7. Δῆλον δέ ἐστιν ὅτι διʼ αὐτοῦ καὶ ταῦτα γέγονεν· εἰ δὲ καὶ τῶν αἰωνίων αὐτός ἐστι δημιουργὸς, τίς ἡμῶν ἔτι λοιπὸν ἀμφιβάλλειν δυνήσεται, ὅτι καὶ τούτων τῶν ἀϊδίων ἀνώτερός ἐστι, καὶ οὐ τοσοῦτον ἐκ τοῦ ἀϊδίου γνωρίζεται Κύριος, ὅσον ὅτι Υἱός ἐστι τοῦ Θεοῦ; Υἱὸς γὰρ ὢν, ἀχώριστός ἐστι τοῦ Πατρὸς, καὶ οὐκ ‘ἦν ὅτε οὐκ ἦν,’ ἀλλʼ ἀεὶ ἦν· καὶ εἰκὼν καὶ ἀπαύγασμα ὢν τοῦ i. 11. Πατρὸς, ἔχει καὶ τὴν ἀϊδιότητα τοῦ Πατρός. Ὅπως μὲν οὖν ἠλέγχθησαν κακῶς νοοῦντες ἃ προεφασίζοντο ῥητὰ, δυνατόν πως ἐκ τῶν ἔμπροσθεν δι᾿ ὀλίγων εἰρημένων καταμαθεῖν· ὅτι δὲ καὶ ἐν οἷς πάλιν προφασίζονται νῦν ἐκ τῶν εὐαγγελίων, γνωρίζονται σαθρὰν ἔχοντες τὴν διάνοιαν, ῥᾴδιόν ἐστι συνιδεῖν, ἐὰν μάλιστα καὶ νῦν τὸν σκοπὸν τῆς καθʼ ἡμᾶς τοὺς Χριστιανοὺς c. 58. πίστεως λάβωμεν, καὶ τούτῳ ὥσπερ κανόνι χρησάμενοι, ‘προσέχωμεν,’ ὡς εἷπεν ὁ ἀπόστολος, ‘τῇ ἀναγνώσει τῆς θεοπνεύστου 1 Tim. iv. 13. 2 Tim. iii. 16. γραφῆς.’ Οἱ γὰρ Χριστομάχοι, τοῦτον ἀγνοήσαντες, Wisd. v. 6. Rom. ix. 32; xii. 3. ‘ἐπλανήθησαν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας,’ καὶ ‘προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,ʼ φρονοῦντες ‘παῤ ὃ δεῖ φρονεῖν.’

29. Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας γραφῆς, ὡς Cp. i. 39. πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν Cited in Cyril. Alex. Ep. ad Mon. ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, διʼ ἡμᾶς c. 14, 33. σάρκα λαβὼν ἐκ παρθένου τῆς Θεοτόκου Μαρίας, ἄνθρωπος γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου John v. 39. γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ μὴ, πάντα τὰ ῥητὰ συνάγων, πολὺς ἐν τῷ γράφειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι, τοῦ μὲν Ἰωάννου λέγοντος, Ib. i. 1–3 ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Ἀόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα διʼ Ib. 14. αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·ʼ εἶτα, ‘Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·’ τοῦ δὲ Phil. ii. 6–8. Παύλου γράφοντος, ‘ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ,’ Ἀπὸ τούτων γὰρ, τῇ αὐτῇ διανοίᾳ διερχόμενός τις πᾶσαν τὴν γραφὴν, ὄψεται πῶς Gen. i. 3, 6. 26. ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ Πατήρ· ‘Γενηθήτω φῶς,’ καὶ, ‘Γενηθήτω στερέωμα,ʼ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον·’ ἐπὶ δὲ συντελείᾳ John iii 17. τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, ‘οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ·’ καὶ γέγραπται, Matt. i. 23. ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθʼ ἡμῶν ὁ Θεός.’

30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ γραφῇ, ἀπὸ μὲν τῶν παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν εὐαγγελίων θεωρείτω John i. 14. τὸν Κύριον γενόμενον ἄνθρωπον· ‘ὁ Λόγος γὰρ, φησὶ, ‘σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.’ Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀνᾶγκαῖον εἰδέναι, μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς iv. 30. Cp. Ath. Thom. ad Antioch. 7. ad Epidct. 11; ad Max. 2. ἕκαστον τῶν ἀγίων ‘ἐγίνετο,’ οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ Λόγος, ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες, ‘Ποταπὸς ἄρα ἐστὶν οὖτος;’ καὶ, ‘διὰ τί σὺ, ἄνθρωπος ὢν, Mark iv. 41. John x. 33. ποιεῖς σεαυτὸν Θεόν;’ εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες, ‘Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς’ ἕκαστον τῶν προφητῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, διʼ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν·’ διὰ τοῦτο ‘Ἰουδαίοις μὲν σκάνδαλόν’ ἐστιν ὁ 1 Cor. i. 23. 24. τοῦ Χριστοῦ σταυρὸς, ‘ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’ ‘ὁ Λόγος’ γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο·’ τῆς γραφῆς ἔθος ἐχούσης λέγειν ‘σάρκα’ τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησὶν, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου Joel ii. 28. ἐπὶ πᾶσαν σάρκα·’ καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῆ, Ὁὐ Bel and Dr. 5. σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν·’ ‘σάρκα’ γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων Cp. Ep. ad Epict. 8. γένος λέγουσι.

31. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δὲ, γεννωμένων ἐκείνων, εἴρηται ὅτι ‘αὐτὸς γεγένηται ἄνθρωπος,’ οὔτε, πασχόντων ἐκείνων, εἴρηται, ‘πέπονθεν αὐτός.’ Ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν ‘ἅπαξ ἐπὶ συντελείᾳ τῶν ἀιώνων εἰς ἀθέτησιν ἁμαρτίας,’ Heb. ix. 26. (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ ‘ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον Gal. iv. 4. ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται ὅτι σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ 1 Pet. iv. 1. ἡμῶν σαρκί·’ ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεὸς, καὶ ἁγιάζων πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ διʼ ἡμᾶς γέγονεν ii. 79. ἄνθρωπος, καὶ ‘σωματικῶς,’ ὥς φησιν ὁ ἀπόστολος, ‘κατῴκησεν Col. ii. 9. ἡ θεότης’ ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, ‘Θεὸς ὢν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος διʼ c. 35, 53. ἡμᾶς.’ Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης ‘αὐτοῦ’ λέγεται, ἐπειδὴ Cp. Cyril ad Nest. Ep. 2; Anath. 11. ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῇν, τὸ διψῇν, τὸ πάσχειν, τὸ κοπιᾷν, καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Λόγου ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγείρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν, i. 45; ii. 61. 65; ad Epict. 6; ad Adelph. 3. καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου σώματος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς βάσταζεν ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ‘ἐβάσταξε,’ καὶ οὐκ Matt. viii. 17. εἴρηκε, ‘τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν,’ ἵνα μὴ, ὡς ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐτὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ. Isa. Iiii. 4. Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ ‘τὰς ἁμαρτίας ἡμῶν αὐτὸς Cp. ii. 55. φέρει,’ ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος διʼ ἡμᾶς γέγονε, καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν 1 Pet. ii. 24. ἐβλάπτετο, ‘ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώματι αὐτοῦ,’ ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρωποι ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ Λόγου δικαιοσύνης ἐπληρούμεθα.

32. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ ‘αὐτοῦ’ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλʼ ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει. John x. 37, 38. διὰ τοῦτο γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν, ‘Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ.’ Ἀμέλει ὅτε χρεία γέγονε τὴν πενθερὰν Matt. viii. 14. θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νόσον. Καὶ ἐπὶ μὲν τοῦ ‘ἐκ John ix. 6. γενετῆς τυφλοῦ’ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἠφίει ‘τὸ πτύσμα,’ θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Ib. xi. 43. Cp. ad Max. 3; Tom. ad Ant. 7. Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ, Cited inCyril. adv. Orient. 11, 12. ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ’ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (‘ὁ γὰρ Λόγος σὰρξ ἐγένετο,’) ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὖ καὶ ἡ σάρξ ἐστιν. Οὖ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη· ἵνα καὶ ἡ χάρις παῤ αὐτοῦ ᾖ, καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱὸν, τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἦττον Κύριον αὐτὸν καὶ Θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα.

33. Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειεν; ἢ τίς οὐκ ἂν σύνθοιτο θεῖον ἀληθῶς εἶναι τὸ πρᾶγμα; εἰ γὰρ τὰ τῆς θεότητος τοῦ Λόγου ἔργα μὴ διὰ τοῦ σώματος ἐγίνετο, οὐκ ἂν ἐθεοποιήθη Cp. ii. 70. ἄνθρωπος· καὶ πάλιν, εἰ τὰ ἴδια τῆς σαρκὸς οὐκ ἐλέγετο τοῦ Λόγου, οὐκ ἂν ἠλευθερώθη παντελῶς ἀπὸ τούτων ὁ ἄνθρωπος· ἀλλʼ εἰ ἄρα πρὸς ὀλίγον μὲν ἀνεπαύετο, ὡς προεῖπον, πάλιν δὲ Cp. ii. 68. ἔμενεν ἡ ἁμαρτία ἐν αὐτῷ καὶ ἡ φθορὰ, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν ἀνθρώπων γέγονε, καὶ τοῦτο δείκνυται. Πολλοὶ γοῦν ἅγιοι Read at Council of Ephesus, act 1. Luke i. 44. c. 14, 29. Rom. v. 44. γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱερεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη· καὶ Ἰωάννης ἔτι κυοφορούμενος ‘ἐσκίρτησεν ἐν ἀγαλλιάσειʼ ἐπὶ τῇ φωνῇ τῆς Θεοτόκου Μαρίας· καὶ ὅμως ‘ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·ʼ καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοὶ, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. Νῦν δὲ τοῦ Λόγου γενομένου ἀνθρώπου, καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκὸς, οὐκέτι c. 38; de Incarn. 8; ad Epict. 6. ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῷ γενόμενον Λόγον· ἀλλʼ ὑπʼ αὐτοῦ μὲν ἀνήλωται, λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροὶ, ἀλλὰ κατὰ τὴν τοῦ Λόγου δύναμιν ἀναστάντες, ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν. Ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς Θεοτόκου Cited in Cyril, adv Orient. 1. Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι, ὁ τοῖς ἄλλοις γένεσιν εἰς τὸ εἶναι παρέχων· ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῇ γένεσιν, καὶ μηκέτι ὡς γῇ μόνη ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλʼ ὡς τῷ ἐξ Cp. ii. 69. οὐρανοῦ Λόγῳ συναφθέντες, εἰς οὐρανοὺς ἀναχθῶμεν παῤ αὐτοῦ. Οὐκοῦν οὕτω καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν, ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλʼ ὡς ἴδιοι τοῦ Λόγου, τῆς αἰωνίου ζωῆς μετάσχωμεν. Οὐκέτι γὰρ, κατὰ τὴν 1 Cor. xv. 22. προτέραν γένεσιν, ‘ἐν τῷ Ἀδὰμ’ ἀποθνήσκομεν· ἀλλὰλοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς ἀσθενείας μετατεθέντων εἰς τὸν Λόγον, ἐγειρόμεθα ἀπὸ γῆς, λυθείσης τῆς διʼ ἁμαρτίαν Gal. iii. 13. κατάρας διὰ τὸν ἐν ἡμῖν ‘ὑπὲρ ἡμῶν γενόμενον κατάραν·’ καὶ εἰκότως γε. Ὥσπερ γὰρ, ἐκ γῆς ὄντες πάντες, ἐν τῷ Ἀδὰμ John iii. 3, 5; ἀποθνήσκομεν, οὕτως ‘ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννηθέντες, 1 Cor. xv. 22. ἐν τῷ Χριστῷ πάντες ζωοποιούμεθα,’ οὐκέτι ὡς γηΐνης, ἀλλὰ λοιπὸν λογωθείσης τῆς σαρκὸς διὰ τὸν τοῦ Θεοῦ Λόγον, ὃς δι᾿ ἡμᾶς ‘ἐγένετο σάρξ.’

Cp. c. 9.

34. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ Λόγου φύσεως, καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας ‘αὐτοῦ’ γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος γὰρ οὗτος γένοιτʼ ἂν μάρτυς περὶ τοῦ Σωτῆρος· γράφει τοίνυν 1 Pet. iv. 1. i. 60; ad Epict. 6. Cp. c. Apoll. ii. 11. ἐν τῇ ἐπιστολῇ λέγων, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν Οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν, καὶ διψᾷν, καὶ κάμνειν, καὶ μὴ εἰδέναι, καὶ καθεύδειν, καὶ κλαίειν, καὶ αἰτεῖν, καὶ φεύγειν, καὶ γεννᾶσθαι, καὶ παραιτεῖσθαι τὸ ποτήριον, καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκὸς, λεχθείη ἂν ἀκολούθως ἐφʼ ἑκάστου, ‘Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί·’ καὶ μὴ εἰδέναι λέγοντος, καὶ ῥαπιζομένου, καὶ κάμνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὑψουμένου πάλιν, καὶ γεννωμένου, καὶ αὐξάνοντος ‘σαρκί·’ καὶ φοβουμένου, καὶ κρυπτομένου ‘σαρκί·’ καὶ λέγοντος, Matt. xxvi. 39. ‘εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο,ʼ καὶ τυπτομένου, καὶ λαμβάνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὅλως πάντα τὰ τοιαῦτα ‘ὑπὲρ ἡμῶν σαρκί. Καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτʼ εἴρηκε, ‘Χιστοῦ οὖν παθόντος ‘οὐ θεότητι, ἀλλ᾿’ ὑπὲρ ἡμῶν σαρκὶ,’ ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλʼ Cp. c. 43. αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω, ὡς τὴν φύσιν αὐτὸς ὁ Λόγος ἀπαθής ἐστι, καὶ ὅμως δι᾿ ἣν ἐνεδύσατο σάρκα, λέγεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα, τοῦ δὲ Σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμένει, μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά· οἱ δὲ ἄνθρωποι, ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων, ‘καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας 1 John iii. 5. ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι·’ Τούτου δὲ οὕτως ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικὸς, ‘Διὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπʼ αὐτῆς παύσοιτο;ʼ δυναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλόνεικον αἱρετικόν· ‘Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητὴ, ἀλλʼ ὕστερον i. 44. τοῦ Λόγου γέγονα σὰρξ, καὶ αὐτὸς ἐβάσταξέ μου τὰ πάθη, καίτοι ἀπαθὴς ὤν· ἐγὼ δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων. Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλλάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας ἔλαβε μορφήν. Ὡς γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα, γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε θεοποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν.’

35. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν Cited in Cyril  adv. Orient. 11. Cp. c. Apoll. i. 12. διʼ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λέγοντα, γινώσκωμεν ὅτι Θεὸς ὢν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν, καὶ Cp. c. 55. οὐκ ἄν ποτε πλανηθησόμεθα. Ἐὰν δέ τις, θεϊκῶς τὰ παρὰ τοῦ Al. οῦποτε. Λόγου γινόμενα βλέπων, ἀρνήσηται τὸ σῶμα, ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων, ἀρνήσηται τὴν τοῦ Λόγου ἔνσαρκον παρουσίαν, ἢ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ περὶ τοῦ Λόγου φρονήσῃ, ὁ τοιοῦτος, ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἷνον ii. 80. 1 Cor. i. 23. ὕδατι, ‘σκάνδαλονʼ νομίσει τὸν σταυρὸν, ὡς δὲ Ἕλλην, ‘μωρίανʼ ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. Τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ Σωτῆρος, ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. Οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ Λόγου, ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν, καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκαταριθμεῖν. Ἀλλʼ ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθανέτωσαν, ‘ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἡμεῖς δὲ, τὸν σκοπὸν τῆς πίστεως ἔχοντες, ἐπιγινώσκωμεν (13.) ἃ διανοοῦνται οὗτοι κακῶς, ὀρθὴν ἔχοντα τὴν διάνοιαν. Τὸ John iii. 35. γὰρ ‘ὁ Πατὴρ ἀγαπᾶ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῆ Matt. xi. 27. χειρὶ αὐτοῦ·’ καὶ τὸ ‘πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·’ John v. 30. καὶ τὸ ‘Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητὰ, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι· (πῶς γὰρ ἃ ἔχει ὁ Πατὴρ, οὐκ εἶχεν ἀϊδίως ὁ μόνος κατʼ οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία, Ib. xvi. 15. ὁ καὶ λέγων· ‘πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·’ καὶ ‘τὰ Ib. xvii. 10. ἐμὰ τοῦ Πατρός ἐστιν;’ εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατὴρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱὸς, ταῦτα ὄντα τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν αὐτῷ·) οὐ διὰ τὸ μὴ ἐσχήκεναι οὖν ποτε ταῦτα ἔλεγεν ἀλλʼ ὅτι ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, παρὰ τοῦ Πατρὸς ἔχει.

36. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος Cp. iv. 2. ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν Matt. xxviii. 18. εἶναι τὸν Πατέρα· διὰ τοῦτο τὸ ‘ἐδόθη μοι καὶ τὸ’ ἔλαβον,’ John x. 18. καὶ τὸ ‘παρεδόθη μοι,’ εἴρηκεν, ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ Matt. xi. 27. ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστιν, ὁ διὰ μὲν τὴν ὁμοιότητα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παῤ αὐτοῦ, διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ ‘ἐδόθη,ʼ καὶ τὸ ‘παρεδόθη,ʼ καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀληθῶς Υἱὸν, ἔξεστι καὶ ἀπʼ αὐτῶν τῶν ῥητῶν καταμαθεῖν. Εἰ γὰρ ‘πάνταʼ αὐτῷ παρεδόθη, πρῶτον Heb. i. 2. μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, ‘πάντων ὢν κληρονόμος,’ μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατʼ οὐσίαν τοῦ Πατρός. c. 15. Εἰ γὰρ εἶς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος· ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ. Νῦν δὲ, πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ ‘ἐδόθη,ʼ καὶ ‘παρεδόθη,’ οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συνιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· ‘ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως John. v. 26. καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.’ Ἐκ μὲν γὰρ τοῦ λέγειν, ‘δέδωκε,ʼ σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πατέρα· ἐν δὲ τῷ λέγειν, ‘οὕτως,ʼ δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν· ὡς γὰρ ὁ Πατὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν ὅτι ἀεὶ ἔχει ὁ Πατὴρ, πῶς οὐκ ἄτοπον, τοῦ Υἱοῦ λέγοντος ὅτι ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέγειν μὴ οὕτως ἔχειν, ἀλλʼ ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι, ‘Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπʼ ἐμαυτοῦ φωτίζω, ἀλλʼ ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλʼ ὅτι ‘τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πατὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης Cp. c. 3. ἐστί καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται.

37. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σωτῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν (14.) τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζαρος John xi. 34. κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται, Matt. xvi. 13. Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἷναι;’ καὶ, ‘Πόσους ἔχετε Mark vi. 38. Matt. xx. 32. ἄρτους; καὶ, ‘Τί θέλετε ἵνα ποιήσω ὑμῖν;’ γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώμεθα κατὰ τοὺς Xριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλʼ ἔξεστι τὸν εἰδότα καὶ ἐρωτᾷν περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, ‘Πόσους ἄρτους ἔχετε;ʼ οἶδε John. vi. 6. μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, ‘Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.’ εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλλεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν, ἀκουέτωσαν ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος, ὁ πυνθανόμενος ποῦ Λάζαρος Ib. xi. 14. κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, ‘Λάζαρος ἀπέθανε,, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατʼ αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων, Ib. ii. 25. καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, καὶ ‘τί ἐστιν ἐν τῷ ἀνθρώπῳ·’ καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν Ib. xiv. 10. Πατέρα, καὶ λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’

38. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι Cp. ii. 8, 74. τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ Cp. i. 39. ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμβανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλʼ ἐπυνθάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα διʼ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυτὸν τὸν διʼ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν Matt.  xxviii. 18. λέγῃ ὁ Σωτὴρ, ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘δόξασόν σου τὸν John xvii. 1. Cf 1 Pet. i. 21. Υἱὸν,ʼ λέγῃ τε ὁ Πέτρος, ‘ἐδόθη αὐτῷ ἐξουσία,ʼ τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων Cp. i. 45, 50. δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, Cp. c. 33. ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ‘δόξασόν με,ʼ ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλαβὼν Cp. c. 31. αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται.

39. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθʼ ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρήζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος (γέγονε γὰρ) ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρήζειν, καὶ τὸ ἀγνοεῖν, διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλλοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος Cp. c. 41; ii. 8. ἐστὶ, διʼ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖνος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστὰς, ποία τοῖς ἀνθρώποις Cp. ii. 41, 67. ἐστὶν ἐλπίς; μένουσι γὰρ, ὥσπερ ἧσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα, ἢ τὸ σῶμα βελτιωθὲν δι᾿ αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δʼ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν ὅτι ταῦθʼ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα διʼ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν Luke x. 22. Matt. xxviii. 18. ᾐτεῖτο, καὶ ἔλεγε, ‘Πάντα μοι παρεδόθη·’ καὶ μετὰ τὴν ἀνάστασιν ‘ἐξουσίαν πᾶσάνʼ φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν John. i. 3. εἴπῃ, ‘πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· ‘πάντα γὰρ δι᾿ 1 Cor. viii. 6. αὐτοῦ ἐγένετο· καὶ ‘εἷς Κύριος ἦν, διʼ οὗ τὰ πάντα,’ καὶ δόξαν μὲν αἰτῶν, ‘Κύριος τῆς δόξηςʼ ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν, 1 Cor. ii. 8. John xvii. 5. ‘εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.’ Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων, ‘τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.ʼ

40. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως. Matt. iv. 10. Αὐτὸς μὲν γὰρ ἐπετίμα διʼ ἑαυτοῦ τῷ Σατανᾷ λέγων, ‘Ὕπαγε Luke x. 18, 19. ὀπίσω μου, Σατανᾶ·’ τοῖς δὲ μαθηταῖς ‘ἐδίδουʼ κατʼ αὐτοῦ ‘τὴν ἐξουσίαν,ʼ ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν, ‘Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐρανοῦʼ Ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ Ib. xiii. 16. ‘ἔδησεν ὁ Σατανᾶς,ʼ ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς ‘Ἀβραμιαίας Matt. ix. 5; Luke vii. 48. θυγαττὸς’ ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ παραλυτικῷ, John ix. 1 sq. καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· ‘Ἀφέωνταί σου αἱ ἁμαρτίαι.’ Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα, χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ Isa. ix 6. Alex. μέλλων ἕως λάβῃ, ἀλλʼ ‘ἐξουσιαστὴςʼ ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν, ἀνθρωπίνως εἰληφέναι λέγει, ἵνα δι᾿ αὐτὸν 2 Pet. i. 4. οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς, ὡς ‘κοινωνοὶ γενόμενοι θείας φύσεως,’ λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς Rom. viii. 21. οὐρανοῖς, ὡς ‘ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς,ʼ αἰωνίως βασιλεύσωσι. Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως ὅτι ἔλαβεν, ἵνα, τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον, ὅτι ‘λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ 2 Pet. i. 17; 1 Pet, iii. 22. ἀγγέλων,ʼ τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως, ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν ‘ἔλαβενʼ ἀνθρωπίνως Cp. c. 32. εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ Λόγου δείκνυσι.

41. Παύσασθε τοιγαροῦν, ὧ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεότητα αὐτοῦ, ἥτις ἐστι τοῦ c. 4. Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι. Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα τυγχάνει ὄντα, Cp. c. 56. ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλότρια ταῦτα Θεοῦ τυγχάνει ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ, Εἰ γὰρ καὶ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σάρξ θεοφορεῖται ἐν τῷ Λόγῳ, ἀλλʼ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λόγου. Τὰ γοῦν ἔργα τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε Cp. c. 46. Λάζαρον· ἐπέπληττε τῇ μητρὶ, λέγων, ‘οὔπω ἥκει ἡ ὥρα μου,’ John ii. 4. καὶ εὐθὺς τὸ ὕδωρ οἷνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ Cp. c. 53; i. 44. σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. Διὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ Πατέρα· ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν ὅτι ἀληθὲς ἐφόρει σῶμα, καὶ ἴδιον ἢν αὐτοῦ τοῦτο.

42. Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, ‘Περὶ δὲ τῆς ἡμέρας Mark xiii. 32. καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,ʼ διερευνήσωμεν. (15.) Τοῦτο μὲν γὰρ μεγάλως μάλιστα ἀγνοήσαντες, καὶ ἐν τούτῳ σκοτοδινιῶντες, μεγάλην νομίζουσινἔχειν ἐν τούτῳ πρόφασιν τῆς αἱρέσεως αὐτῶν. Ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους αὐτοὺς, καὶ ἐν τούτῳ παρασκευαζομένους τοὺς αἱρετικοὺς, Cp. ii. 32. ὡς τοὺς γίγαντας, πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Κύριος, διʼ οὗ τὰ πάντα γέγονε, κρίνεται παῤ αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας· καὶ ὁ τὰ πάντα γινώσκων Λόγος κατηγορεῖται παῤ αὐτῶν, ὡς ἀγνοῶν περὶ ἡμέρας· καὶ ὁ γινώσκων Υἱὸς τὸν Πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν· ὧν τί ἂν τίς ἀφρονέστερον εἴποι, ἢ ποίαν τίς τούτοις ἐξισώσοι μανίαν; Διὰ τοῦ Λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι, καὶ καιροὶ, καὶ Cp. ii. 78. νὺξ, καὶ ἡμέρα, καὶ πᾶσα ἡ κτίσις· καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ ποίημα λέγεται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος δείκνυσιν εἰδέναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ὥραν, καὶ τὴν ἡμέραν, κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπίπτωσιν. Εἰρηκὼς γὰρ, ‘οὐδὲ ὁ Υἱὸς,’ διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας, λέγων· Mark. xiii. 7 sq. ‘Τάδε ἔσται καὶ τάδε, εἶτα τὸ τέλος.’ Ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα φανήσεται. Εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐκ ἂν τὰ πρὸ αὐτῆς ἐσήμανεν, οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα. Καὶ ὥσπερ ἄν τις οἰκίαν ἢ πόλιν τοῖς ἀγνοοῦσι σημᾶναι θέλων, τὰ μὲν πρὸ τῆς οἰκίας ἢ τῆς πόλεως διεξίοι· ἐπειδὰν δὲ πάντα σημάνας λέγοι, ‘Εἶςʼ εὐθὺς ἡ πόλις ἢ ἡ οἰκία· οἶδε πάντως ὁ σημαίνων, ποῦ τε ἡ οἰκία ἢ ἡ πόλις ἐστίν· (οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν, ἐσήμανε τὰ πρὸ ἐκείνων, μή ποτε διʼ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς ἀκούοντας, ἢ αὐτὸς λέγων, λάθῃ καὶ ὑπερβῇ τὸ σημαινόμενον·) οὕτω λέγων ὁ Κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας, οἶδεν ἀκριβῶς, καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα καὶ ἡ ἡμέρα ἐνίσταται.

43. Τίνος οὖν ἕνεκεν, γινώσκων, οὐκ εἶπε φανερῶς τότε τοῖς μαθηταῖς, οὐδενός ἐστι περιεργάσασθαι, ἃ σεσιώπηκεν αὐτός. Rom. xi. 34. ‘Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;’ Τίνος δὲ χάριν γινώσκων ἔλεγεν, ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδεν,ʼ οὐδένα τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ᾗττον διὰ τὴν σάρκα ὡς ἄνθρωπος ἔλεγεν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐλάττωμα c. 53. 58; iv. 36. τοῦ Λόγου ἐστὶν, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν ἴδιον καὶ τὸ ἀγνοεῖν. Καὶ τοῦτο πάλιν ἄν τις ἴδοι καλῶς, ἐὰν καὶ τὸν καιρὸν ἐξετάζῃ μετὰ συνειδήσεως ἀγαθῆς, πότε καὶ τίσιν ἔλεγε ταῦτα ὁ Σωτήρ. Οὐ τοίνυν ὅτε ὁ οὐρανὸς δι᾿ αὐτοῦ ἐγένετο, Prov. viii. 29. οὐδʼ ὅτε ἦν παῤ αὐτῷ τῷ Πατρὶ ὁ Λόγος ‘ἁρμόζωνʼ τὰ πάντα, οὐδὲ πρὸ τοῦ γενέσθαι ἄνθρωπος ἔλεγε ταῦτα· ἀλλʼ ὅτε ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διὰ τοῦτο καὶ πάντα, ὅσα μετὰ τὸ γενέσθαι ἄνθρωπος, ἀνθρωπίνως λέγει, ταῦτα τῇ ἀνθρωπότητι δίκαιον ἀνατιθέναι. Τοῦ μὲν γὰρ Λόγου ἴδιόν ἐστιν εἰδέναι τὰ πεποιημένα, καὶ τούτων τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ ἀγνοεῖν· αὐτοῦ γάρ ἐστιν ἔργα· καὶ οἶδεν ὁπόσα, καὶ ἕως τίνος τὴν σύστασιν αὐτῶν εἰργάσατο. Εἰδὼς δὲ τὴν ἀρχὴν ἑκάστου καὶ τὸ τέλος, οἶδε πάντως καὶ τὸ καθόλου καὶ κοινὸν πάντων τέλος. Ἀμέλει λέγων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ, ‘Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,ʼ δῆλός ἐστιν John xvii. 1. ὅτι καὶ τὴν περὶ τοῦ πάντων τέλους ὥραν, ὡς μὲν Λόγος, γινώσκει, ὡς δὲ ἄνθρωπος, ἀγνοεῖ· ἀνθρώπου γὰρ ἴδιον τὸ ἀγνοεῖν, καὶ μάλιστα ταῦτα. Ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον τοῦ Σωτῆρος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, οὐκ ἐπαισχύνεται διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα δείξῃ ὅτι, εἰδὼς ὡς Θεὸς, ἀγνοεῖ σαρκικῶς. Οὐκ εἴρηκε γοῦν, ‘οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ οἷδεν,ʼ ἵνα μὴ ἡ θεότης ἀγνοοῦσα φαίνηται· ἀλλʼ ἀπλῶς, ‘οὐδὲ ὁ Υἱὸς,ʼ ἵνα τοῦ ἐξ ἀνθρώπων γενομένου Υἱοῦ ἡ ἄγνοια ᾖ.

44. Διὰ τοῦτο καὶ περὶ ἀγγέλων λέγων, οὐκ εἴρηκεν ἐπαναβαίνων, ὅτι ‘οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον·ʼ ἀλλʼ ἐσιώπησε, δεικνὺς κατὰ δύο ταῦτα, ὅτι εἰ τὸ Πνεῦμα οἶδεν, πολλῷ μᾶλλον ὁ Λόγος, Λόγος ἐστὶν, οἶδε, παῤ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει· c. 24. καὶ ὅτι, περὶ τοῦ Πνεύματος σιωπήσας, φανερὸν πεποίηκεν ὅτι περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν, ‘οὐδὲ ὁ Υἱός.’ Καὶ τούτου τεκμήριον, ὅτι, ἀνθρωπίνως εἰρηκὼς, ‘οὐδὲ ὁ Υἱὸς οἷδε,’ δείκνυσιν ὅμως θεϊκῶς ἑαυτὸν τὰ πάντα εἰδότα, Ὃν γὰρ λέγει Υἱὸν τὴν ἡμέραν μὴ εἰδέναι, τοῦτον εἰδέναι λέγει τὸν Πατέρα· ‘οὐδεὶςʼ γὰρ, φησὶ, ‘γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Matt. xi. 27. Υἱός.’ Πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογήσειεν ὡς ὁ τὸν Πατέρα γινώσκων πολλῷ μᾶλλον οἶδε τῆς κτίσεως τὸ ὅλον· ἐν δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ἐστὶ ταύτης. Καὶ εἰ ἤδη δὲ ὥρισται ἡ ἡμέρα καὶ ἡ ὥρα παρὰ τοῦ Πατρὸς, δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ διʼ αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ Υἱοῦ γέγονέ τε καὶ ὥρισται· οὐκοῦν αὐτὸς, δημιουργὸς ὢν τοῦ παντὸς, οἶδεν ὁποῖον καὶ ὁπόσον, καὶ ἕως τίνος αὐτὸ γενέσθαι βεβούληται ὁ Πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. Πάλιν τε εἰ ‘πάντα τὰ τοῦ Πατρὸς John. xvi. 15. τοῦ Υἱοῦ ἐστιν,’ (τοῦτο γὰρ αὐτὸς εἴρηκε·) τοῦ δὲ Πατρός ἐστι τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ Υἱὸς οἴδεν, ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ‘ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ’ οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, φανερὸν ὅτι καὶ ὁ Υἱὸς, ἐν τῷ Πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ Πατρὶ, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς ὁ Υἱὸς, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, δῆλον ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα Ib. i. 3. τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Καὶ οὐ θαυμαστὸν, εἰ δι᾿ οὗ ‘τὰ Col. i. 17. πάντα γέγονε, καὶ ἐν ᾧ ‘συνέστηκεʼτὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα, καὶ πότε τούτων ἑκάστου καὶ κοινῇ τὸ τέλος· ἀλλʼ ὅτι καὶ αὕτη ἡ προπέτεια, πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα, εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. Συναριθμοῦντες γὰρ τοῖς γενητοῖς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀίδιον Λόγον, κατʼ ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. Εἰ γὰρ ὁ τὸν Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις τῆς περὶ τοῦ Πατρὸς γνώσεως.

45. Ἀλλʼ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασφημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης Mark iii. 29. ‘ἄφεσιν,ʼ ὡς ὁ Κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ Χριστοφόροι γινώσκομεν ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, ‘οὐκ οἶδα·ʼ οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρκα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ὢν, σαρκικῶς ἔλεγεν, ‘οὐκ οἶδα,’ Τότε γοῦν εἰρηκὼς ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδε,ʼ καὶ τῶν κατὰ Νῶε ἀνθρώπων Matt. xxiv. 42. 44. τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται,ʼ καὶ πάλιν, ‘ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· διʼ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἷπον, οὐδὲ ὁ Υἱός.’ Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα·’ καὶ, ‘ᾗ οὐ δοκῶ ὥρᾳ·’ νῦν δὲ, τοῦτο μὲν οὐκ εἷπεν· εἰρηκὼς δὲ, ὅτι ‘οὐκ οἴδατε ὑμεῖς,’ καὶ, ‘ᾗ οὐ δοκεῖτε,ʼ ἔδειξεν ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· διʼ οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, ‘οὐδὲ ὁ Υἱὸς οἶδεν·’ ‘οὐκ οἶδεʼ γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν Χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν, ‘οὐκ ἔγνων,’ ἀλλʼ, Matt. xxiv. 39. ‘οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ ἄνθρωποι οὐκ ἐγίνωσκον· ὁ δὲ τὸν κατακλυσμὸν ἐπαγαγὼν (αὐτὸς δὲ ἦν ὁ Σωτὴρ) ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ‘τοὺς Gen. vii. 11, 1. καταῤῥάκτας τοῦ οὐρανοῦ’ ἤνοιγε, καὶ τὰς ‘ἀβύσσους’ ἐῤῥήγευε, καὶ τῷ Νῶε εἴρηκεν· ‘Εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κιβωτόν.’ Εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε, ‘Ἔτι γὰρ Ib. 4. ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν.ʼ Εἰ δὲ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνει τὴν ἡμέραν, ἔγνω δὲ τὴν ἡμέραν τοῦ κατακλυσμοῦ, οἶδεν ἄρα καὶ τὴν ἡμέραν τῆς ἑαυτοῦ παρουσίας.

46. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ Matt. xxv. 13. τὴν ὥραν,’ ὁ πρὸ ὀλίγου λέγων, ‘οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,ʼ νῦν Mark xiii. 30. οὐκ εἶπεν, ὅτι ‘ἐγὼ οὐκ οἶδα,ʼ ἀλλʼ ὅτι ‘ὑμεῖς οὐκ οἴδατε.’ Οὔτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς εἶπε τότε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς,ʼ σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ‘ὁ ἐρχόμενος, καὶ αὐτὸς κριτὴς, Matt. xi. 3. καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε μέλλει λέγειν, ‘Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, Eph. v. 14. καὶ ἐπιφαύσει σοι ὁ Χριστός.’ Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος, μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεικῶς δὲ, ἐν τῷ Πατρὶ ὢν Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτως καὶ c. 37. περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι John. xi. 34. αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν· μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ. τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, Matt. xvi. 13. καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο, Matt. xi. 27. δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· ‘οὐδεὶς γὰρ ‘οἶδε τὸν Υἱὸν,’ φησὶν, ‘εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι᾿ Υἱοῦ ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον ὡς αὐτὸς ὁ πυνθανόμενος Κύριος, πρότερον ἀποκαλύψας τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο, ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα, καὶ γινώσκων τὸν ἑαυτοῦ Πατέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε τελειότερον ἄν τι γένοιτο.

47. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ Χριστομάχοι. Ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς 2 Cor. xii. 2. Κορινθίους ἐπιστολῇ γράφων φησὶν, ‘Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε,’ Τί τοίνυν φατέ; οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, ‘οὐκ οἶδα,ʼ ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες Cp. ii. 43. πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων, ‘οὐκ οἶδα· (εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα·) πῶς οὐκ ἀληθῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκριτός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέγοντα, ‘οὐκ οἶδα,ʼ λέγουσιν εἰδέναι, τὸν δὲ Κύριον λέγοντα, ‘οὐκ οἶδαʼ λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, ‘οὐκ οἶδα·’ πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, ‘οὐκ οἷδα;’ Ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καὶ φησὶν, ‘οἶδα ἄνθρωπον ἐν Χριστῷ·’ εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἷδε καὶ 4 Kings (2K.) ii. 12, 15–18. πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν ‘εἰς ἓν τῶν ὁρέων ὑπὸ τοῦ Πνεύματος ἐῤῥίφθαι,ʼ αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρακεν. ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σεσιώπηκε, καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆῤ οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; ἐγίνωσκε μὲν οὖν· ἀλλʼ ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵνʼ ἐκεῖνοι, πεισθέντες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος, αὐτὰς ὢν ὁ ἁρπαγεὶς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀνελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, ‘οὐκ οἶδα,ʼ δύο τούτων χάριν, ὥς γε νομίζω· ἑνὸς μὲν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ ‘διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων’ 2 Cor. xii.  7, 6. ἕτερόν τις αὐτὸν ‘λογίσηται, ὑπὲρ ὃ βλέπει·’ ἑτέρου δὲ, ὅτι, τοῦ Σωτῆρος εἰπόντος, ‘οὐκ οἶδα,ʼ ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα μὴ φαίνηται ‘δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ Matt. x. 24. μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.ʼ

48. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἷδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἷδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς, λέγει, ‘οὐδὲ ὁ Υἱὸς οἶδε.’ Τίνος μὲν οὖν χάριν τότε εἶπεν, ‘οὐκ οἶδα,ʼ ἃ αὐτὸς, ὡς Δεσπότης, οἶδεν; Ὡς διερευνῶντα στοχάζεσθαι χρὴ. τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε· (παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας.) Ἐν ἀμφοτέροις ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ· εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ ‘θροηθῶμεν,’ γινομένων αὐτῶν, Matt. xxiv. 6. ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν ὅτι ‘οἶδα·’ ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖπον, εἶπεν ὅτι ‘οὐκ οἶδα·’ ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ διʼ ἡμᾶς ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διʼ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς οἶδε·’ καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς (ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος, ‘οὐκ οἶδα’), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι εἰπεῖν· εἰρηκὼς γὰρ, ‘οὐκ οἶδα,ʼ ἔστησε κἀκείνων τὴν ἐρώτησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα Ps. xvii. (xviii.) 10. ἐπέβη’ τοῖς ἀγγέλοις, ἀναβαίνων ὡς ἄνθρωπος, καὶ ἀναφέρων εἰς τὸν οὐρανὸν ἣν ἐφόρει σάρκα· ὅτε καὶ οἱ μαθηταὶ τοῦτο Acts i. 7. βλέποντες, πάλιν ἠρώτων, ‘Πότε τὸ τέλος ἔσται, καὶ πότε σὺ Al. καὶ εἴπεν. παραγίνῃ;’ εἶπεν αὐτοῖς φανερώτερον, ‘Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.’ Καὶ οὐκ εἶπε τότε, ‘οὐδὲ ὁ Υἱὸς,’ ὥσπερ εἶπεν πρὸ τούτου ἀνθρωπίνως, ἀλλʼ, ‘ὑμῶν οὐκ ἔστι γνῶναι Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα, Cp. c. 38; i. 42. καὶ ἀποθεμένη τὴν νέκρωσιν, καὶ θεοποιηθεῖσα· καὶ οὐκέτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, Acts i. 7, 8. ἀλλὰ λοιπὸν θεϊκῶς διδάξαι, ὅτι ‘οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν.’ Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Υἱός; 1 Cor. i. 24. ‘Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία.’

49. Οἶδεν ἄρα ὁ Υἱὸς, Λόγος ὤν· τοῦτο γὰρ λέγων ἐσήμαινεν, ὅτι ‘ἐγὼ οἶδα, ἀλλʼ οὐκ ἔστιν ὑμῖν γνῶναι· διʼ ὑμᾶς γὰρ καὶ ἐν τῷ ὄρει καθήμενος σαρκικῶς εἶπον, “οὐδὲ ὁ Υἱὸς οἶδε,” διὰ τὸ ὑμῶν καὶ πάντων συμφέρον· συμφέρει γὰρ ὑμίν καὶ περὶ τῶν ἀγγέλων καὶ περὶ τοῦ Υἱοῦ οὕτως ἀκοῦσαι, διὰ τοὺς ἐσομένους 2 Cor. xi. 14. μετὰ ταῦτα πλάνους, ἵνα, κἂν “ὡς ἄγγελοι μετασχηματίσωνται” δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ πιστεύσητε, ὡς ἀγνοούντων αὐτῶν. Ἂν δὲ καὶ ὁ Ἀντίχριστος μεταποιήσας ἑαυτὸν λέγῃ, “Ἐγώ εἰμι ὁ Χριστὸς,” καὶ πειράσῃ καὶ αὐτὸς περὶ τῆς ἡμέρας καὶ συντελείας λέγειν, πρὸς τὸ πλανῆσαι τοὺς ἀκούοντας· ἔχοντες ὑμεῖς παῤ ἐμοῦ τὴν φωνὴν, ὅτι “οὐδὲ ὁ Υἱὸς,” μηδὲ ἐκείνῳ πιστεύσητε.” Ἄλλως τε οὐδὲ εἰδέναι πάλιν πότε τὸ τέλος, ἢ πότε τοῦ τέλους ἡ ἡμέρα, συμφέρει τοῖς ἀνθρώποις, ἵνα μὴ, γνόντες, καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται, περιμένοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ μόνον ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται. Διὰ τοῦτο καὶ τὸ ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ, προφάσει τῆς γνώσεως φυσιωθέντες, οἱ ἄνθρωποι ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον ἄρξωνται τοῦ χρόνου. Ἀμφότερα δὴ οὖν, καὶ τὸ καθόλου τέλος, καὶ τὸ ἑκάστου πέρας ἔκρυψεν ἀφʼ ἡμῶν ὁ Λόγος (καὶ γὰρ καὶ ἐν τῷ καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται), ἵνα, ἀδήλου αὐτοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου, καθʼ ἡμέραν ὡς καλούμενοι προκόπτωμεν, ‘τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι.’ Τίς γὰρ, Phil. iii. 13. γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους, οὐχ ὑπερτίθεται, τὸν μεταξὺ χρόνον· ἀγνοῶν δὲ, οὐ καθʼ ἡμέραν ἕτοιμος γίνεται; Διὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ Σωτὴρ, λέγων· ‘Γρηγορεῖτε Cp. Matt. xxiv. 42, 44. οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται·’ καὶ, ‘ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται·’ διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε. Καὶ γὰρ καὶ τοῦτο λέγων, βούλεται διὰ παντὸς ἡμᾶς ἑτοίμους γενέσθαι· ‘Ὑμεῖς γὰρ,ʼ φησὶν, ‘οὐκ οἴδατε· ἐγὼ δὲ ὁ Κύριος οἶδα πότε ἔρχομαι, κἂν οἱ Ἀρειανοί με μὴ προσδοκῶσι Λόγον ὄντα τοῦ Πατρός.’

50. Ὁ μὲν οὖν Κύριος, τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων, οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ ταῦτα μαθόντες, διωρθώσαντο μέλλοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ 2 Thess. ii. 2. Θεσσαλονίκης. Ἐπειδὴ δὲ οἱ Χριστομάχοι οὐδʼ οὕτω καταδύονται, βούλομαι, καίπερ εἰδὼς σκληροτέραν ἔχοντας αὐτοὺς τοῦ Φναραὼ τὴν καρδίαν, ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. Ἐν τῷ παραδείσῳ πυνθάνεται ὁ Θεὸς λέγων, ‘Ἀδὰμ, ποῦ εἶ;ʼ Gen. iii. 9. ἐξετάζει δὲ καὶ τὸν Κάϊν· ‘Ποῦ Ἄβελ ὁ ἀδελφός σου;’ Τί Ib. iv. 9. τοίνυν καὶ περὶ τούτου φατέ; εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε· Cp. S. Aug. c. Faust. xxii. 4. αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε Ib. iii. 9. ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς (16.) μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε, Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ.

51. Φησὶ τοίνυν ὁ Λουκᾶς· ‘Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ Luke ii. 52. καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.’ Τὸ μὲν οὖν ῥητόν ἐστι τοῦτο· ἐπειδὴ δὲ καὶ ἐν τούτῳ προσκόπτουσιν, Cp. Matt. xxii. 42. ἀναγκαῖον πάλιν αὐτοὺς ὡς τοὺς Φαρισαίους καὶ τοὺς Σαδδουκαίους ἐρωτῆσαι, περὶ οὗ φησιν ὁ Λουκᾶς. Ἔστι δὲ οὕτως· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός c. 32. ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος c. 26; i. 38. ‘προκόπτων.’ Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐστὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ Phil. ii. 6. Θεὸς ὢν ἐπὶ γῆς κατῆλθε, ποίαν εἶχε προκοπὴν ὁ ‘ἴσα Θεῶʼ Cp. i. 43. ὑπάρχων; ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱὸς, ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵνʼ ἀπὸ τούτου καὶ προκόψῃ; ἔπειτα ὡς ἐπὶ τοῦ λαβεῖν καὶ δοξασθῆναι τὰ αὐτὰ καλὸν εἰπεῖν· εἰ ἄνθρωπος c. 39. γενόμενος προέκοπτε, δῆλόν ἐστιν ὡς, πρὸ τοῦ γενέσθαι ἄνθρωπος, ἀτελὴς ἦν· καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως αὐτοῦ γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε εἰ Λόγος ὢν προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου καὶ Σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ δυνάμεως; ταῦτα γάρ ἐστιν ὁ Λόγος, ὧν εἴ τις ὡς ἀκτῖνα μετασχεῖν πως δύναιτο, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις, καὶ ii. 27. ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ κυριότητες, καὶ πᾶσαι αἱ δυνάμεις, καὶ θρόνοι, τοῦ Λόγου Matt. xviii. 10. μετέχοντες, ‘βλέπουσι διαπαντὸς τὸ πρόσωπον τοῦ Πατρὸς αὐτοῦ.’ Πῶς οὖν ὁ ἄλλοις τὴν τελειότητα παρασχὼν αὐτὸς Luke ii. 9–13. μετʼ ἐκείνους προκόπτει; ἄγγελοι γὰρ καὶ τὴν ἀνθρωπίνην αὐτοῦ γένεσιν διηκόνησαν· καὶ τὸ λεγόμενον παρὰ τοῦ Λουκᾶ μετὰ τὴν διακονίαν τῶν ἀγγέλων εἴρηται. Πῶς οὖν ὅλως κἂν εἰς ἐνθύμησιν ἐλθεῖν ἀνθρώπου δύναται; ἢ πῶς ἡ Σοφία ἐν σοφίᾳ προέκοπτεν; ἢ πῶς ὁ ἄλλοις χάριν διδοὺς (καθὼς ὁ Παῦλος, διὰ πάσης ἐπιστολῆς διʼ αὐτοῦ δίδοσθαι τὴν χάριν 2. Thess. iii. 18, etc. γινώσκων, φησὶν, ‘Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶνʼ), αὐτὸς ἐν χάριτι προέκοπτεν; ἢ γὰρ ψεύδεσθαι τὸν ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ Σοφίαν εἶναι τὸν Υἱὸν λέγειν τολμάτωσαν. Ἢ εἰ Σοφία ἐστὶν, ὡς εἶπεν ὁ Σολομὼν, 1 Cor. i. 24. καὶ ὁ Παῦλος ἔγραψε, ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,’ ποίαν ἡ Σοφία προκοπὴν ἐπεδέχετο;

52. Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται. Ἐνὼχ γοῦν οὕτω ‘μετετέθη,’ Heb. xi. 5. καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο, Ἰσαὰκ δὲ προκόπτων Gen. xxvi. 13. ‘ἐγίνετο μέγας,’ καὶ ὁ ἀπόστολος ‘ἐπεκτείνεσθαιʼ καθʼ ἡμέραν Phil. iii. 13. τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος ὢν, ποῦ εἶχεν ἐπεκτείνεσθαι; πάντα γὰρ εἰς αὐτὸν βλέποντα προκόπτει· αὐτοὺς δὲ, μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφʼ οὗ c. 6. οὐδὲ ἐπεκτείνεται, ἀλλʼ ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ‘ἐταπείνωσεν ἑαυτὸνʼ Phil. ii. 8. ὑπὲρ ἡμῶν, ἵνα ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι δυνηθῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι μὲν τῶν αἰσθητῶν, εἰς αὐτὸν δὲ τὸν Λόγον γενέσθαι· ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν i. 41. ἡμετέραν σάρκα. Οὐκ ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων, ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμενος, Cp. ii. 35. ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων. Ἀλλὰ ἀνθρωπίνως εἴρηται καὶ ἐνταῦθα τὸ προκόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς τῆς παρατηρήσεως λέγων τῇ ‘προκοπῇʼ συνῆψε τὴν ‘ἡλικίαν·’ Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ μετρεῖται, ἀλλὰ τῶν σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή· αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο· παῖς δὲ γενόμενος, ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· Luke ii. 46. κατʼ ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανεροῦντος ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ‘ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν Matt. xvi. 16; xxvii. 54. οὗτος·’ εἰ καὶ Ἰουδαῖοι, οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι, θέλοντες ‘καμμύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν,ʼ ὅτι τὸ ‘ἐν σοφίᾳ Ib. xiii. 15. προκόπτεινʼ οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προκόπτειν, ἀλλὰ τὸ ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προκόπτειν. Καὶ Ἰησοῦς γὰρ Luke ii. 52. προέκοπτε σοφίᾳ καὶ χάριτι· εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ Prov. ix. 1. ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτε. ‘Ἡ Σοφίαʼ γὰρ ‘ᾠκοδόμησεν ἑαυτῇ οἶκον,ʼ καὶ ἐν ἑαυτῇ τὸν οἶκον προκόπτειν ἐποίει.

53. (Τίς δέ ἐστιν ἡ λεγομένη προκοπὴ ἢ, καθὰ προεῖπον, ἡ παρὰ τῆς Σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ Λόγου;) Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπεδίδοτο ἐν αὐτῷ καὶ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο Cp. i. 44. παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι. 'Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι ‘Ἰησοῦςʼ ἐκλήθη ‘ὁ Λόγος γενόμενος σὰρξ,ʼ καὶ εἰς αὐτὸν ἀναφέρουσι τὸ λεγόμενον ‘προέκοπτεν,ʼ ἀκουέτωσαν ὅτι οὐδὲ τοῦτο μὲν ἐλαττοῖ τὸ πατρικὸν φῶς (τοῦτο γάρ ἐστιν ὁ Υἱὸς,) δείκνυσι δὲ πάλιν, ὅτι γέγονεν ἄνθρωπος ὁ c. 41. Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα. Καὶ ὥσπερ εἴπομεν, ὅτι ‘σαρκὶʼ πέπονθε, καὶ ‘σαρκὶʼ ἐπείνα, καὶ ‘σαρκὶʼ ἐκοπίασεν, οὕτω καὶ εἰκότως ἂν λέγοιτο, ὅτι ‘σαρκὶʼ προέκοπτεν. Οὐδὲ γὰρ οὐδὲ ἔξωθεν ὄντος τοῦ Λόγου ἐγίνετο ἡ προκοπὴ, οἵα ἐστὶν, ἣν εἰρήκαμεν· ἐν αὐτῷ γὰρ ἦν ἡ σὰρξ ἡ προκόπτουσα, καὶ αὐτοῦ λέγεται· καὶ τοῦτο ἵνα πάλιν ἡ τῶν ἀνθρώπων προκοπὴ ἄπτωτος διὰ τὸν συνόντα Λόγον διαμείνῃ. Οὔτ’ οὖν τοῦ Λόγου ἡ προκοπὴ, c. 32. οὔτε ἡ σὰρξ ἦν ἡ Σοφία, ἀλλὰ τῆς Σοφίας σῶμα γέγονεν ἡ σάρξ. Διὰ τοῦτο, ὡς προείπομεν, οὐχ ἡ Σοφία, ᾗ Σοφία ἐστὶν, αὐτὴ καθʼ ἑαυτὴν προέκοπτεν· ἀλλὰ τὸ ἀνθρώπινον ἐν τῇ Σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖνον κατʼ ὀλίγον τὴν ἀνθρωπίνην c. 31. 35. φύσιν, καὶ θεοποιούμενον, καὶ ὄργανον αὐτῆς πρὸς τὴν ἐνέργειαν τῆς θεότητος καὶ τὴν ἔκλαμψιν αὐτῆς γινόμενον καὶ φαινόμενον πᾶσι. Διὸ οὐδὲ εἷπεν, ‘ὁ Λόγος προέκοπτεν,ʼ ἀλλʼ ‘ὁ Ἰησοῦς,ʼ ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη· c. 43. ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς ἔμπροσθεν εἴπομεν.

54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, (17.) χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν, ‘Ἰδοὺ, ἔκλαυσε, καὶ εἶπε, “Νῦν ἡ ψυχή μου τετάρακται·” καὶ Luke xix. 41. John xii. 27. Matt. xxvi. 39. παρεκάλεσε “παρελθεῖν τὸ ποτήριον·” πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός;’ Ναὶ γέγραπται, ὅτι ‘ἔκλαυσεν,’ ὦ θεομάχοι, καὶ ὅτι εἶπεν, ‘ἐταράχθην,’ καὶ ἐπὶ τοῦ σταυροῦ εἷπεν, ‘Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ,’ ὅ ἐστι, ‘Θεέ Mark xv. 34. μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;ʼ καὶ παρεκάλεσε δὲ τοῦ Cp. iv. 6. παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλʼ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι (τὸ αὐτὸ γὰρ ἐφʼ ἑκάστου τῶν παῤ ii. 22, 80. ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη·) εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς Cp. ii. 15. ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα, Θεὸς ὢν, εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο, ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων, ‘Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ Cp. Matt. x. 28. σῶμα,ʼ αὐτὸς ἐφοβεῖτο; πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, ‘Μὴ Gen. xxvi. 24. φοβοῦ, ὅτι μετὰ σου εἰμι·’ καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ Exod. iii. 12. τοῦ Φαραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, ‘Ἴσχυε καὶ ἀνδρίζου,ʼ Jos. i. 6. αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (‘Κύριοςʼ γὰρ, φησὶν, Ps. cxvii (cxviii.) 6. ‘ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςʼ), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾶν τὸν θάνατον ἢ τὸν ἅδην, ὃν ‘οἱ πυλωροὶ Job xxxviii. 17. τοῦ ᾅδου βλέποντες ἔπτηξαν;’ εἰ δὲ καθʼ ὑμὰς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ Matt. xvi. 21. ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν, ‘Ἐγώ εἰμι;’ Καὶ γὰρ John xviii. 5. ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· ‘ἐξουσίαν ἔχω θεῖναι τὴν Ib. x. 18. ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·’ καὶ ‘οὐδεὶς αἴρει αὐτὴν ἀπʼ ἐμοῦ.’

55. Ἀλλʼ οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾗ Λόγος ἦν· c. 41. ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς c. 28. σαρκός· ἀλλʼ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ[ ἐκ γενετῆς τυφλῷ John x. 30. ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.ʼ Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰνοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι, διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώσκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν, πῶς ὁ τὰ ἔργα Cp. c. 35. ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ Al. αὐτὸ. ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν Cp. i. 44. αὐτῷ φαίνεσθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν ὅτι, Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον Ib. 38. ἄνθρωπον, λέγων, ‘“κἂν ἐμοὶ μὴ πιστεύητε,” βλέποντες ἀνθρώπινόν με περιβεβλημένον σῶμα, ἀλλὰ κὰν “τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διάνοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν Cp. c. 20. ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ ὅτι ἔκλαυσεν, Luke xxii. 44. ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλʼ ἐκ τούτων τῇ κτίσει συναριθμοῦσι τὸν διʼ οὗ γέγονεν ἡ κτίσις. Τί οὖν ἔτι Ib. xi. 15. λοιπὸν καὶ οὗτοι τῶν Ἰουδαίων διαφέρουσιν; Ὡς γὰρ ἐκεῖνοι τὰ τοῦ Θεοῦ ἔργα τῷ Βεελζεβοὺλ ἐλογίζοντο βλασφημοῦντες, οὕτω καὶ οὗτοι, τὸν ταῦτα ἐργασάμενον Κύριον τοῖς κτίσμασι συναριθμοῦντες, τὴν αὐτὴν ἐκείνοις ἀσύγγνωστον ὑποίσονται καταδίκην.

56. Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν c. 4; ii. 22. ἐσμεν,’ μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ ‘ἔκλαυσε,ʼ καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ i. 44. τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἧν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι c. 31. γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοίνυν ἔκλαυσε, καὶ ἐταράχθη, οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, c. 45. 52. ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος· καὶ τὸ λέγειν, ‘ἵνα Mark xv. 34. τί με ἐγκατέλιπες;ʼ ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς c. 32. ἔμπροσθεν εἰρημένα, καίτοι μηδὲν πάσχοντος (ἀπαθὴς γὰρ ἦν ὁ c. 34. Λόγος) εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ παθήματα τῆς σαρκὸς κουφίσας αὐτὸς, ἐλευθέραν αὐτῶν ταύτην κατασκευάσῃ. Ὅθεν οὐδὲ ἐγκαταλείπεσθαι δύναται παρὰ τοῦ Πατρὸς ὁ Κύριος, ὁ ἐν αὐτῷ ὢν ἀεὶ, καὶ πρὸ τοῦ εἰπεῖν, καὶ ὅτε ταύτην ἠφίει τὴν φωνήν. Ἀλλʼ οὐδὲ θέμις πάλιν εἰπεῖν δειλιᾷν τὸν Κύριον, ὃν ‘οἱ πυλωροὶ τοῦ Job xxxviii. 17. Matt. xxvii. 53. Cp. In illud, Omnia, 2. ᾅδου πτήξαντεςʼ ἐξαφῆκαν τὸν ᾅδην· καὶ ‘τὰ μὲν μνήματα ἀνέῳγε, πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν, καὶ ἐνεφανίσθησαν’ τοῖς ἰδίοις. Φιμούσθω τοίνυν πᾶς αἱρετικὸς, καὶ φοβείσθω λέγειν δειλιᾷν τὸν Κύριον, ὃν ὁ θάνατος, ὡς δράκων, φεύγει, ὃν τρέμουσι δαίμονες, καὶ φοβεῖται θάλασσα· δι᾿ ὃν οἱ οὐρανοὶ σχίζονται, καὶ πᾶσαι αἱ δυνάμεις σαλεύονται· ἰδοὺ γὰρ λέγοντος αὐτοῦ, ‘ἵνα τί με ἐγκατέλιπες;ʼ ἐδείκνυεν ὁ Πατὴρ ὡς ἀεὶ καὶ τότε ἦν ἐν αὐτῷ. Ἡ γὰρ γῆ, γινώσκουσα τὸν λαλοῦντα Δεσπότην, εὐθὺς ἔτρεμε, καὶ τὸ καταπέτασμα ἐσχίζετο, ὁ ἥλιός τε ἐκρύπτετο, καὶ αἱ πέτραι διεῤῥήγνυντο, καὶ τὰ μὲν μνημεῖα, ὡς προεῖπον, ἠνοίγετο, οἱ δὲ ἐν αὐτοῖς νεκροὶ ἠγείροντο· καὶ τό γε θαυμαστὸν, οἱ τότε παρόντες καὶ ἀρνούμενοι πρότερον αὐτὸν, ὕστερον ταῦτα βλέποντες, ὁμολογοῦσιν ‘ἀληθῶς τοῦτον Ib. xxvii. 54. εἶναι τοῦ Θεοῦ τὸν Υἱόν.’

57. Περὶ δὲ τοῦ λέγειν αὐτὸν, ‘εἰ δυνατὸν, παρελθέτω τὸ Ib. xxvi. 39. ποτήριον,’ μάθετε πῶς ταῦτα εἰρηκὼς ἐπετίμα τῷ Πέτρῳ, λέγων, οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.’ Ἤθελε Ib. xvi. 23. γὰρ ὃ παρῃτεῖτο, καὶ διὰ τοῦτʼ ἦν ἐλθών· ἀλλὰ τοῦ μὲν ἦν τὸ θέλειν, (ἐπὶ τοῦτο γὰρ ἦλθε) τῆς δὲ σαρκὸς ἦν τὸ δειλιᾷν· διὸ καὶ ὡς ἄνθρωπος ἔλεγε τὴν τοιαύτην φωνήν. Καὶ ἀμφότερα πάλιν παρὰ τοῦ αὐτοῦ ἐλέγετο, ἵνα δείξῃ ὅτι Θεὸς ἦν θέλων μὲν αὐτὸς, γενόμενος δὲ ἄνθρωπος εἶχε δειλιῶσαν τὴν σάρκα, διʼ ἣν Cp. c. Apoll. ii. 10. συνεκέρασε τὸ ἑαυτοῦ θέλημα τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἵνα καὶ τοῦτο πάλιν ἀφανίσας, θαῤῥαλέον τὸν ἄνθρωπον πάλιν πρὸς τὸν θάνατον κατασκευάσῃ. Ἰδοὺ γοῦν πρᾶγμα παράδοξον ἀληθῶς· ὃν ὡς κατὰ δειλίαν λαλεῖν νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαῤῥαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. Οἱ γοῦν μακάριοι ἀπόστολοι μετʼ αὐτὸν οὕτως ἐκ τῶν τοιούτων φωνῶν κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν Acts iv. 9; v. 29. τῶν ‘ἀνακρινόντωνʼ αὐτοὺς, ἀλλὰ λέγειν, ‘Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις·’ οἵ τε ἄλλοι ἅγιοι μάρτυρες οὕτως ἐθάῤῥουν, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἢ De Incarn.29 Al. ἐαυτούς. θάνατον ὑπομένειν. Πῶς οὖν οὐκ ἄτοπον τῶν μὲν θεραπόντων τοῦ Λόγου θαυμάζειν τὴν ἀνδρείαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν δειλιᾷν, διʼ ὃν κἀκεῖνοι τοῦ θανάτου κατεφρόνησαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτύρων καρτερικωτάτης προθέσεως καὶ ἀνδρείας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν 2 Tim. i. 10. ἦν ἀφαιρούμενος ὁ Σωτήρ. Ὡς γὰρ τὸν θάνατονʼ θανάτῳ ‘κατήργησε,’ καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα καὶ ἅμα Cp. c. 32. ἐποίει. Ἀνθρώπινα μὲν γὰρ ἦν τὸ λέγειν, ‘παρελθέτω τὸ ποτήριον,ʼ καὶ, ‘ἵνα τί με ἐγκατέλιπες θεϊκῶς δὲ ὁ αὐτὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγείρεσθαι. Πάλιν John xii. 27. τε λέγων ἀνθρωπίνως, ‘νῦν ἡ ψυχή μου τετάρακται,ʼ ἔλεγε Ib. x. 18. καὶ θεϊκῶς, ‘ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν Τὸ μὲν γὰρ ταράττεσθαι τῆς σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν, ὅτε βούλεται, τὴν ψυχὴν, οὐκέτι τοῦτο ἴδιον ἀνθρώπων, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεώς ἐστιν. Ἄνθρωπος γὰρ οὐ κατʼ ἰδίαν ἐξουσίαν, ἀλλʼ ἀνάγκῃ φύσεως καὶ μὴ θέλων ἀποθνήσκει· ὁ δὲ Κύριος, ἀθάνατος i. 44. αὐτὸς ὢν, σάρκα δὲ θνητὴν ἔχων, ἐπʼ ἐξουσίας εἶχεν, ὡς Θεὸς, ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν, Ps. xv. (xvi) 10. ὅτε βούλεται. Περὶ τούτου καὶ Δαβὶδ ψάλλει· ‘οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·’ Ἔπρεπε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητὴν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτὸς, γενόμενος ἐν τῷ ἡμῶν σώματι, τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς δεξάμενοι αὐτὸν, τῆς παῤ ἐκείνου μεταλαμβάνομεν ἀθανασίας.

58. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, καὶ μικρὰ νοοῦσιν οἱ Ἀρειομανῖται περὶ τοῦ Λόγου, εἰ γέγραπται, ‘ἐταράχθη,’ i. 4. καὶ ‘ἔκλαυσεν.ʼ Ἐοίκασι γὰρ μηδὲ ἀνθρωπίνην αἴσθησιν ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια· Cp. c. 43; iv. 36. διʼ ἃ μᾶλλον ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, καὶ οὔτε ἐκώλυε τοὺς ἐπιβουλεύοντας, οὔτε ἐξεδίκει κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας ἀποθανεῖν, καὶ ἀποθανόντας ἐγείρας ἐκ τῶν νεκρῶν· ἀλλʼ ἠνείχετο πάσχειν τὸ ἴδιον σῶμα. Διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς c. 31, 34. προεῖπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν καὶ ἀπαθὴς καὶ ἀθάνατος ἡ σὰρξ κατασκευασθῇ· καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς αὐτὸν τῆς ὕβρεως καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν ἀνθρώπων ἅπτηται ταῦτα, ἀλλʼ ἐξαφανισθῇ παντελῶς παῤ αὐτοῦ· καὶ λοιπὸν διʼ αἰῶνος ἄφθαρτοι, ὡς ναὸς τοῦ Λόγου, διαμείνωσι. Ταῦτα εἰ οὕτως καὶ οἱ Χριστομάχοι διενοοῦντο, τόν τε σκοπὸν τὸν ἐκκλησιαστικὸν ὡς ἄγκυραν τῆς πίστεως c. 28. ἐπεγίνωσκον, οὔτʼ ἂν ‘ἐναυάγησαν περὶ τὴν πίστιν, οὔτε τοσοῦτον 1 Tim. i. 19. ἠναισχύντουν, ὡς ἀνθίστασθαι καὶ τοῖς βουλομένοις πεπτωκότας αὐτοὺς ἐγεῖραι, καὶ μᾶλλον ἐχθροὺς ἡγεῖσθαι τοὺς νουθετοῦντας αὐτοὺς εἰς εὐσέβειαν. Ἀλλʼ ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύμενοι πάσης συνέσεως ἔρημοι, οὐκ αἰσχύνονται· ἀλλʼ ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἑλλήνων μύθοις ὕδρα τὸ θηρίον, ἀναιρουμένων τῶν προτέρων ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλονεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ· τὸν αὐτὸν τρόπον καὶ οἱ θεομάχοι καὶ οἱ θεοστυγεῖς, ὥσπερ ὕδραι, τὴν ψυχὴν πίπτοντες ἐφʼ οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς ἐκζητήσεις· καὶ ὥσπερ c. 27. ἔχθραν τὴν ἀλήθειαν ἔχοντες, ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον Χριστομάχους ἑαυτοὺς διὰ πάντων ἐπιδείξωσι.

59. Μετὰ γὰρ τοὺς τοσούτους κατʼ αὐτῶν ἐλέγχους, ἐφʼ οἷς καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐντραπεὶς ἂν ἀπῆλθεν ὀπίσω, πάλιν ὡς ἀπὸ στρεβλῆς τῆς καρδίας αὐτῶν ἐπινοοῦντες γογγύζουσι, καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ, ὡς κώνωπες, περιβομβοῦσι λέγοντες, ‘Ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε, καὶ Cp. c. 17. νικᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός.’ Καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι, προβαλλόμενοι τὸ βούλημα Cp. S. Ignat. ad Smyrn. 1. καὶ τὸ θέλημα τοῦ Θεοῦ, Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παῤ αἱρετικῶν ἐστιν ἡ φωνὴ, Prov. xii. 5, 6. ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, καὶ, ὡς γέγραπται, ‘κυβερνῶσι δὲ ἀσεβεῖς δόλους,’ καὶ, ‘οἱ λόγοι αὐτῶν εἰσι δόλιοι,ʼ κἂν Cp. de Decr. Nic. 20. μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν, φέρε καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσωμεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες, Cp. ii. 5, 43. λοιπὸν, ὡς ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν Cp. i. 1. ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ λέγων, ‘βουλήσει γέγονεν ὁ Υἱὸςʼ καὶ ὁ λέγων ‘ἦν ποτε ὅτε Cp. i. 5. οὐκ ἦν,’ καὶ, ‘ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς,’ καὶ, ‘κτίσμα ἐστίν Ἀλλʼ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν σημαίνειν ἐπεχείρησαν οἱ δόλιοι, ‘βούλησινʼ προβαλλόμενοι, ὡς τὸ μέλαν αἱ σηπίαι, ἵνʼ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέσεως μὴ ἐπιλάθωνται. Πόθεν γὰρ τὸ βουλήσει καὶ θελήσει,ʼ ἢ ἐκ ποίας γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς ἀσεβείας ἐφευρεταί. Ὁ μὲν γὰρ Πατὴρ ἀποκαλύπτων ἀπʼ Matt. iii. 17. οὐρανοῦ τὸν ἑαυτοῦ Λόγον, ἐδείκνυεν ὅτι ‘οὗτός ἐστιν ὁ Υἱός Ps. xliv. (xlv.) 1. μου ὁ ἀγαπητός·ʼ καὶ διὰ μὲν τοῦ Δαβὶδ ἔλεγεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν·ʼ τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο, John i. 1. ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ Δαβὶδ δὲ ψάλλων φησὶν, ὅτι Ps. xxxv. (xxxvi.) 9. Heb. i. 3. Phil. ii. 6. Col. i. 15. ‘παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅ τε ἀπόστολος γράφει, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης·’ καὶ πάλιν, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·’ καὶ ‘ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.’

60. Πανταχοῦ τὸ ‘εἶναιʼ τοῦ Λόγου πάντες, καὶ οὐδαμοῦ ἐκ ‘βουλήσεωςʼ αὐτὸν οὐδὲ ὅλως ‘πεποιῆσθαιʼ λέγουσιν· αὐτοὶ δὲ ποῦ ἄρα ‘βούλησιν ἢ θέλησιν προηγουμένηνʼ εὗρον τοῦ Λόγου τοῦ Θεοῦ, εἰ μὴ ἄρα, τὰς γραφὰς ἀφέντες, ὑποκρίνονται καὶ τὴν Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη S. Iren. adv. Hær. i. 12. δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε· καὶ ἅπερ ἐνενόει, οὐκ ἠδύνατο προβάλλειν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο. Ἔνθεν οἱ Ἀρειανοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγεῖσθαι θέλουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν· ἡμεῖς δὲ, ἐντυχόντες τοῖς θείοις λόγοις, ἐπὶ μὲν τοῦ Υἱοῦ τὸ ‘ἦνʼ εὕρομεν· καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ Πατρὶ, John i. 1. καὶ εἰκόνα τοῦ Πατρός· ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύσει οὐκ ἦν ποτε ταῦτα, ἀλλʼ ἐπιγέγονε, προηγουμένην βούλησιν καὶ θέλησινʼ ἀνέγνωμεν, τοῦ Δαβὶδ ψάλλοντος ἐν μὲν τῷ ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως, ‘Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ Ps. cxiii. (cxv.) 10. οὐρανῷ, καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν·ʼ ἐν δὲ τῷ ἑκατοστῷ δεκάτῳ, ‘Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς Ib. cx. (cxi.) 2. πάντα τὰ θελήματα αὐτοῦ·ʼ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ τετάρτῳ, ‘Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν Ib. cxxxin. (cxxxv.) 6. τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις Εἰ μὲν οὖν ἔργον καὶ ποίημα, καὶ εἷς τῶν πάντων c. 15;  i. 19. ἐστὶ, λεγέσθω καὶ αὐτὸς ‘βουλήσειʼ γενόμενος· οὕτω γὰρ ἔδειξεν ἡ γραφὴ τὰ ποιήματα γίγνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ Asterius quoted. Cp. c. 2; ii. 37, 40. συνήγορος τῆς αἱρέσεως, τούτῳ συντιθέμενος, οὕτως γράφει· ‘Εἴτε γὰρ ἀνάξιον τοῦ Δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάντων ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα· εἴτε προσῆκον τῷ Θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου γεννήματος ὑπαρχέτω τὸ κρεῖττον. Οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν, καὶ τὸ μὴ βούλεσθαι προσήκειν.’ Πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστὴς, ὅτι τε τὸ γέννημα καὶ Cp. ii. 5. τὸ ποίημα ταὐτόν ἐστι, καὶ εἰς ἐκ πάντων τῶν ὄντων γεννημάτων ἐστὶν ὁ Υἱὸς, εἰς τοῦτο συνέκλεισεν, ὅτι τὰ ποιήματα βουλήματι καὶ θελήματι προσήκει λέγειν.

61. Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων, ὥσπερ καὶ ἐν τοῖς Cp: ii. 21, 24. πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα διʼ αὐτοῦ γέγονε, μὴ λεγέσθω ‘βουλήσει·’ ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ καὶ τὰ διʼ αὐτοῦ γενόμενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος, 1 Cor. i. 1. οὐκ ὢν πρότερον, ὕστερον ὅμως ‘διὰ θελήματος Θεοῦ ἀπόστολος’ γέγονεν· ἡ δὲ κλῆσις ἡμῶν, ὥς ποτε καὶ αὐτὴ μὴ οὖσα, νῦν δὲ ἐπιγενομένη, προηγουμένην ἔχει τὴν βούλησιν, καὶ ὡς Eph. i. 5. αὐτὸς πάλιν ὁ Παῦλός φησι, ‘κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος Gen. i. 3, 11, 26. αὐτοῦʼ γέγονε. Τό τε διὰ Μωσέως λεγόμενον, ‘Γενηθήτω φῶςʼ καὶ, ‘Ἐξαγαγέτω ἡ γῆ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον,’ Cp. ii. 31. ἡγοῦμαι, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τῆς βουλήσεως τοῦ ποιοῦντος εἶναι τοῦτο σημαντικόν. Τὰ μὲν γὰρ μὴ ὄντα ποτὲ, ἀλλʼ ἔξωθεν ἐπιγινόμενα, ὁ Δημιουργὸς βουλεύεται ποιῆσαι· τὸν δὲ ἴδιον Λόγον ἐξ αὐτοῦ φύσει γεννώμενον οὐ προβουλεύεται· ἐν τούτῳ γὰρ ὁ Πατὴρ τὰ ἄλλα, ὅσα βουλεύεται, ποιεῖ, James i. 18. καὶ δημιουργεῖ ἐν τούτῳ· καθὼς καὶ Ἰάκωβος ὁ ἀπόστολος διδάσκων ἔλεγε, ‘βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας.’ Cp. i Pet. i. 3. Οὐκοῦν ἡ περὶ πάντων τῶν τε ‘ἀναγεννωμένωνʼ καὶ τῶν ἅπαξ γινομένων τοῦ Θεοῦ βούλησις ἐν τῷ Λόγῳ ἐστὶν, ἐν καὶ τὰ δόξαντα ποιεῖ καὶ ἀναγεννᾷ· καὶ τοῦτο γὰρ πάλιν ὁ ἀπόστολος 1 Thess. v. 18. σημαίνει, γράφων εἰς Θεσσαλονίκην, τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Εἰ δὲ, ἐν ᾧ ποιεῖ, ἐν αὐτῷ καὶ ἡ βούλησίς ἐστι, καὶ ἐν Χριστῷ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, πῶς δύναται καὶ αὐτὸς ἐν βουλήσει καὶ θελήματι γίνεσθαι; εἰ γὰρ καὶ αὐτὸς ἐν βουλήσει, καθʼ ὑμᾶς, γέγονεν, ἀνάγκη καὶ τὴν περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ Λόγῳ συνίστασθαι, διʼ οὗ καὶ αὐτὸς γίνεται· δέδεικται γὰρ ἡ τοῦ Θεοῦ βούλησις οὐκ ἐν John i. 3. τοῖς γινομένοις οὖσα, ἀλλʼ ἐν τῷ ‘δι’ οὗʼ καὶ ‘ἐν ᾧ’ γίνεται τὰ Col. i. 16. ποιήματα πάντα. Ἔπειτα ἐπειδὴ ταὐτόν ἐστιν εἰπεῖν ‘βουλήσει’ καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν,’ ἀρκείσθωσαν τῷ λέγειν ἦν ποτε ὅτε οὐκ ἦν·’ ἵνα, αἰσχυνόμενοι διὰ τὸ ἐκ τούτου Cp. i. 11. χρόνους σημαίνεσθαι, γνῶσιν ὅτι καὶ ‘βουλήσειʼ λέγοντες χρόνους πρὸ Υἱοῦ σημαίνουσι· τῶν γάρ ποτε μὴ ὄντων προηγεῖται τὸ βουλεύεσθαι, ὡς ἐπὶ πάντων τῶν κτισμάτων. Εἰ δὲ c. 28. ὁ Λόγος τῶν μὲν κτισμάτων ἐστὶ δημιουργὸς, αὐτὸς δὲ συνυπάρχει i. 27. τῷ Πατρὶ, πῶς δύναται τοῦ ἀϊδίως ὄντος, ὡς μὴ ὄντος, προηγεῖσθαι τὸ βουλεύεσθαι; εἰ γὰρ προηγεῖται βουλὴ, πῶς ‘δι’ αὐτοῦ τὰ πάντα’; μᾶλλον γὰρ εἷς τῶν πάντων ἐστὶ βουλήσει καὶ αὐτὸς ‘ἀποκυηθεὶςʼ Υἱὸς, ὥσπερ καὶ ἡμεῖς ‘Λόγῳ ἀληθείαςʼ γεγόναμεν υἱοί· καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζητεῖν, ὥσπερ εἴρηται, ἄλλον Λόγον, διʼ οὗ καὶ οὗτος γέγονε, καὶ ἀπεκυήθη μετὰ πάντων, ii. 37. ὧν ἠθέλησεν ὁ Θεός.

62. Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γὰρ), ἀλλὰ ‘πάντα διʼ αὐτοῦ γέγονεν,’ ἅπερ ὁ Πατὴρ βεβούληται, πῶς οὐ δείκνυται τούτων πολυκέφαλος πανουργία; ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ‘ποίημα καὶ ‘κτίσμα,ʼ καὶ ‘οὐκ ἦν πρὶν Cp. i. 11. γεννηθῇ’ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι, ‘βούλησιν προβαλλόμενοι, καὶ λέγοντες, ‘Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ Cp. ii. 2. κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν Cp. i. 9. 16. ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν· καὶ ἔδει αὐτοὺς, ἀκούοντας, οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ, ἐπιλαθόμενοι ὅτι περὶ Υἱοῦ Θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ‘ἀνάγκηνʼ καὶ ‘παρὰ γνώμην,ʼ ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ Θεοῦ· ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοὶ, τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενόν ἐστι· τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. Εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως ἀγαθὸς καὶ οἰκτίρμων ἐστὶν, ἀκουσάτωσαν ἅπερ εἰρήκασιν αὐτοί· ‘οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; Εἰ δὲ ἄτοπόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν, εἴη ἂν πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ Υἱοῦ φύσει καὶ οὐκ ἐκ. βουλήσεως Πατήρ.

63. Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο (πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπαγαγεῖν ἔτι βούλομαι, τολμηροτέραν Cp. i. 25. μὲν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, Δέσποτα)· ὁ Πατὴρ αὐτὸς, βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βουλεύσασθαι; χρὴ γὰρ καὶ περὶ τοῦ Λόγου τοιαῦτα τολμῶντας αὐτοὺς, τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴπωσιν (ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως) ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως, τί οὖν ἦν πρὸ τοῦ βουλεύσασθαι; ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι καὶ νοεῖν ὅτι αὐτός Exod. iii. 14. ἐστιν ‘ὁ ὢν’), πῶς οὐκ ἄλογον ἂν εἴη περὶ τοῦ Λόγου τοῦ Θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ ‘βούλησιν καὶ θέλησινʼ προβάλλεσθαι; ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βουλήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ Θεὸς βουλεύεται καὶ σκέπτεται, καὶ προαιρεῖται, καὶ θέλειν ἑαυτὸν Cp. i. 19; ii. 32. προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ Λόγον καὶ Σοφίαν ἔχῃ; περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. Πολλῆς τοίνυν δυσφημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει, εὐσεβῶς ἂν λεχθείη, ὅτι τὰ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέγονεν, ὁ δὲ Υἱὸς οὐ θελήματός ἐστι δημιούργημα ἐπιγεγονὼς, καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. Καὶ γὰρ, ἴδιος ὢν Λόγος τοῦ Πατρὸς, οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα ‘βούλησιν,’ αὐτὸς ii. 78. ὢν βουλὴ ζῶσα τοῦ Πατρὸς, καὶ δύναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ Πατρί. Καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις Prov. viii. 14. περὶ ἑαυτοῦ φησιν· ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρονήσις, Ib. iii. 19. ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ, αὐτὸς ὢν ἡ φρόνησις, ἐν ᾗ ‘τοὺς οὐρανοὺς 1 Cor. i. 24. ἡτοίμασε,ʼ καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύναμις· (‘Κριστὸςʼ γὰρ ‘Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’) νῦν παρακλίνων εἶπεν, ‘ἐμὴ φρόνησις, καὶ ἐμὴ ἰσχύς· οὕτω λέγων, ‘ἐμὴ βουλὴ,ʼ αὐτὸς ἂν εἴη τοῦ Πατρὸς ἡ ζῶσα βουλὴ, καθὼς καὶ παρὰ τοῦ προφήτου μεμαθήκαμεν, ὅτι αὐτὸς ‘τῆς μεγάλης βουλῆς ἄγγελος γίνεται, Isa. ix. 6. καὶ θέλημα τοῦ Πατρὸς αὐτὸς ἐκλήθη. Χρὴ γὰρ οὕτω διελέγχειν αὐτοὺς, ἀνθρώπινα περὶ τοῦ Θεοῦ διανοουμένους.

Cp. i. 21; ii. 36.

64. Οὐκοῦν εἰ τὰ ποιήματα ‘βουλήσει καὶ εὐδοκίᾳʼ ὑπέστη, καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν, ὅ τε Παῦλος ‘διὰ θελήματος 1 Tim. i. 1. Θεοῦʼ ἀπόστολος ἐκλήθη, καὶ ἡ κλῆσις ἡμῶν ‘εὐδοκίᾳ Eph. i. 5. καὶ θελήματιʼ γέγονε, ‘πάντα δὲ διὰ τοῦ Λόγου γέγονεν,ʼ ἐκτός John i. 3. ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ ταῦτα πάντα γέγονεν· ἐν ᾗ καὶ ὁ ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ Ps. lxxii. (lxxiii.) 23, 24. βουλῇ σου ὡδήγησάς με.’ Πῶς οὖν δύναται, βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων, ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς ‘θελήματι καὶ βουλήσει,ʼ ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν διʼ ἑαυτοῦ γεγονέναι, ἢ διʼ ἑτέρου τινός; Τίς οὖν ἐστι, διʼ οὗ γέγονε; πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες, ‘Χριστὸν’ ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ Cp. Iren. i. 2, 6. γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνακρινόντων Cp. ii. 26. τὴν ἀκολουθίαν, εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ Cp. c. 16. ‘κτίσμα’ καὶ ‘ἐξ οὐκ ὄντωνʼ θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ αὐτὰ σημαίνουσι, ‘βούλησιν καὶ θέλησιν’ προβαλλόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. Qu. om. ταῦτα. Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν ἀναφέρειν; ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου εἶναι ἐν τῷ Πατρί; εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, ‘ἐγὼ ἐν τῷ Πατρί·’ ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν, ‘ἐγὼ ἐν τῷ Πατρὶ,’ οὔσης βουλήσεως John xiv. 10. πρὸ αὐτοῦ, ἐν ἧ τὰ πάντα γέγονε καὶ αὐτὸς ὑπέστη καθʼ ὑμᾶς· κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλʼ οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, εἰ οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος, τὰ δὲ δοῦλα; πάντων δὲ Κύριος i. 55. c. 4. τυγχάνει οὗτος, ὅτι τῇ τοῦ Πατρὸς κυριότητι ἥνωται· καὶ πάντως ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ Πατρὸς ἑνότητός ἐστι, καὶ, οὐκ οὖσά ποτε, γέγονεν.

65. Ἔδει δὲ αὐτοὺς, λέγοντας ‘βουλήσει’ τὸν Υἱὸν, εἰπεῖν, ὅτι καὶ ‘φρονήσειʼ γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν εἶναι· ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ· καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς Prov. viii. 14. ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων, ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν (ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν), οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνησιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ Κύριος. Ἀλλʼ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν καὶ βουλὴν i. 36. καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου Cp. Iren. i. 1. 1. ‘ἔννοιαν καὶ θέλησινʼ προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πατρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ μάγος ἤκουσεν, Ἡ ἀσέβεια Οὐαλεντίνου ‘σὺν ὑμῖν Acts viii. 20. εἴη εἰς ἀπώλειαν·’ ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι Prov. iii. 19. αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον· φησὶ γάρ· ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει·’ Ps. xxxii. (xxxiii.) 6. ὡς δὲ ὧδε ‘ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς, ‘τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω Ib. cxxxiv. (cxxxv.) 6. 1 Thes. v. 18. ‘πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·’ καὶ ὡς ὁ ἀπόστολος γράφει Θεσσαλονικεῦσι, ‘τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν·’ ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ Πατρός ἐστιν· αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ ἡ Σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ Σοφία, ὁ ἄρα λέγων ‘βουλήσει’ τὸν Υἱὸν ἴσον λέγει τῷ τὴν Σοφίαν ‘ἐν Σοφίᾳʼ γεγονέναι, καὶ τὸν Υἱὸν ‘ἐν Υἱῷʼ πεποιῆσθαι, καὶ ‘διὰ τοῦ Λόγουʼ τὸν Λόγον ἐκτίσθαι. Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παῤ αὐτοῦ γραφαῖς ἐναντιοῦται· καὶ γὰρ καὶ ὁ ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ‘ἀπαύγασμα καὶ χαρακτῆραʼ τὸν Υἱὸν κηρύττει, λέγων, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ Heb. i. 3. χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς προειρήκαμεν, ἐκ βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον Cp. ad Afros, 4. ὡς οὔτε τὸ ἴδιον τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη· ὁποία γὰρ ᾖ καὶ ὡς ἐὰν ᾖ ἡ μακαρία ἐκείνη ὑπόστασις, τοιοῦτον καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ. Καὶ αὐτὸς γοῦν ὁ Πατὴρ οὐκ εἶπεν, ‘Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς Υἱὸς,ʼ οὐδὲ, ‘ὃν κατʼ εὐδοκίαν ἔσχον Υἱόν·’ ἀλλʼ ἁπλῶς, ‘ὁ Matt. iii. 17. Υἱός μου,ʼ καὶ μᾶλλον, ‘ἐν ᾧ ηὐδόκησα·’ δεικνὺς ἐκ τούτων ὅτι ‘φύσει μὲν οὗτός ἐστιν Υἱὸς, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται.’

66. Ἆῤ οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ ‘μὴ βουλομένουʼ τοῦ Πατρός ἐστιν ὁ Υἱός; οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, ‘ὁ Πατὴρ φιλεῖ τὸν John iii. 35. Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελήτως ἐστὶν ἀγαθὸς (ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ), οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλʼ οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητὴς, οὕτως καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, Θελέσθω καὶ φιλείσθω τοίνυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ ‘θέλεινʼ καὶ τὸ ‘μὴ ἀβούλητονʼ τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾶ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Cp. c. 1. Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις ‘βούλησιν ἐπεισαγέτω, μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πατρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ ‘βουλεύεσθαι·’ μαίνοιτο γὰρ ἄν τις, μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ ‘βούλησινʼ καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, ‘βουλήσει γέγονεν·’ ἕτερον δὲ, ὅτι ‘ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν.’ Τὸ μὲν γὰρ λέγειν, ‘ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπʼ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνασθαί τινα c. 62. νοεῖν ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ Υἱοῦ δὲ λέγειν, ‘ἡδύνατο καὶ μὴ εἶναι,’ δυσσεβές ἐστι καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν τὸ τόλμημα· εἴγε τὸ ἴδιον αὐτῆς ἡδύνατο μὴ εἶναι· ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, ‘ἠδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ.’ Ἀλλʼ ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως i. 14. ἀεὶ γεννητικὸς τῇ φύσει ὁ Πατήρ· τὸ δὲ λέγειν, ‘ὁ Πατὴρ θέλει τὸν Υἱὸν,ʼ καὶ, ‘ὁ Λόγος θέλει τὸν Πατέρα,ʼ οὐ ‘βούλησιν προηγουμένηνʼ δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα, καὶ οὐσίας c. 26. ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος ἄν τις εἴποι καὶ τοῦ φωτὸς, ὅτι τὸ ἀπαύγασμα οὐκ ἔχει μὲν ‘βούλησιν προηγουμένην ἐν τῷ φωτὶ, ἔστι δὲ φύσει αὐτοῦ γέννημα, θελόμενον παρὰ τοῦ φωτὸς τοῦ καὶ γεννήσαντος αὐτὸ, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὀρθῶς ἄν τις εἴποι ὅτι ὁ Πατὴρ ἀγαπὰ καὶ θέλει τὸν Υἱὸν, καὶ ὁ Υἱὸς ἀγαπᾷ καὶ θέλει τὸν Πατέρα.

67. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, (μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ ἐκκλησίᾳ,) ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. Ps. xliv.(xlv.) 1. Οὕτω γὰρ καὶ ὁ μὲν Πατὴρ εἴρηκεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου John xiv. 10. Λόγον ἀγαθόν·’ ὁ δὲ Υἱὸς ἀκολούθως, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ θέλησις; καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ‘ἐν βουλήσειʼ ἡ βουλή; ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν υἱῷ, καὶ ἡ Σοφία ἐν σοφίᾳ Cp. c. 6. γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου· ἀλλʼ ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι᾿ αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ii. 7. ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ ‘βουλήσεως’ σκεπτομένους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν i. 22. γυναῖκας, ἂς οὗτοι πρότερον ἠρώτων λέγοντες, ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς, ‘Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; ἢ τῆς φύσεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα;’ Cp. ii. 1. ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παῤ ὧν τὸ λῆμμα τῆς ‘γενέσεως’ ἀπῄτησαν, καὶ παῤ ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται γὰρ αὐτοῖς, ὅτι ‘ἃ γεννῶμεν, οὐ τοῦ θελήματος, Cp. i. 29. ἀλλʼ ἡμῶν ἐστιν ὅμοια· οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς φύσεως ἴδιόν ἐστι τὸ γεννᾷν· ἐπεὶ καὶ ἡμεῖς τῶν τεκόντων ἐσμὲν εἰκόνες.’ Ἢ τοίνυν καταγινωσκέτωσαν ἑαυτῶν, καὶ παυέσθωσαν πυνθανόμενοι γυναικῶν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ μανθανέτωσαν παῤ αὐτῶν, ὅτι οὐ ‘βουλήσειʼ γεννᾶται ὁ υἱὸς, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. Πρέπων δὲ καὶ ἁμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. Τί τοίνυν ἔτι μαίνονται οἱ Χριστομάχοι; καὶ τοῦτο γὰρ αὐτῶν, ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα, δέδεικται καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα· καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρήσαντες Cp. c. 28. εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν, ἀναδῦναι καὶ φυγεῖν ἀπὸ ‘τῆς τοῦ διαβόλου παγίδος,ʼ νουθετούμενοι παῤ ἡμῶν. 2 Tim. ii. 26. Φιλάνθρωπος γὰρ ἡ ἀλήθεια, κράζουσα διαπαντός· ‘Εἰ ἐμοὶ μὴ John x.  38. πιστεύετεʼ διὰ τὴν τοῦ σώματος περιβολὴν, κἂν ‘τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ καὶ, ‘ὁ ἑωρακὼς ἐμὲ, Ib. 30. Ib. xiv. 9. ἑώρακε τὸν Πατέρα.ʼ Ἀλλ’ ὁ μὲν Κύριος συνήθως φιλανθρωπεύεται, καὶ θέλει πάντας ‘ἀνορθοῦσθαι τοὺς κατεῤῥαγμένους,’ ὡς ‘ἡ αἴνεσιςʼ λέγει τοῦ Δαβίδ· οἱ δὲ ἀσεβεῖς, οὐ θέλοντες ἀκούειν Ps. cxlv. (cxlvi.) 8. Κυριακῆς φωνῆς, οὐδὲ φέροντες ὁρᾷν τὸν Κύριον ὑπὸ πάντων ὁμολογούμενον Θεὸν καὶ Θεοῦ Υἱὸν, περιέρχονται οἱ ἄθλιοι, ὡς οἱ κάνθαροι, μετὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. Ποίας οὖν ἄρα μετὰ ταῦτα πάλιν, ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν Ἰουδαίων καὶ τοῦ Καϊάφα δανείσωνται τὰς δυσφημίας, παῤ Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα; αἱ γὰρ θεῖαι γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ Cp. ii. 43. πανταχόθεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ Χριστομάχοι.