Fragmenta In Jeremiam (in Catenis) Origenes Erich Klostermann University of Leipzig European Social Fund Saxony Gregory Crane Monica Berti Gregory R. Crane Editor-in-Chief, Perseus Digital Library Digital Divide Data Corrected and encoded the text Matt Munson Project Manager (University of Leipzig) Annette Geßner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg2042.tlg010.opp-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2014 University of Leipzig Germany Origenes Werke Erich Klostermann Origenes J. C. Hinrichs'sche Buchhandlung Leipzig 1901 3 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek German Latin Corrected metadata, expanded pb, removed lat tag, added ref, replaced (\d) with altref milestone, put bible citation into header - should encode later.
Die selbständigen Fragmente aus der Prophetenkatene. c = cod. Chis. R. VIII. 54 saec. X. l = cod. Laur. V, 9 saec. XI. o = cod. Vat. Ottob. gr. 452 saec. XI.
Jerem. 1, 10.

Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ »τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς«. ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς τὸ μὴ λέγε ὅτι νεώτερός εἰμι· ὁποῖος Ῥοβοὰμ >ἐγκαταλιπὼν τὴν βουλὴν τῶν πρεσβυτέρων< καὶ ταῖς τῶν νεωτέρων ἀκολουθήσας, διὸ καὶ τὴν βασιλείαν οὐ τετήρηκεν οἵαν παρέλαβεν.

Jerem. 1, 13. 14.

Ὁ ὑποκαιόμενος λέβης ἀπὸ προσώπου τοῦ βορρᾶ ὑποκαίεται· ἐχθρὸς γὰρ οὗτος ἅμα καὶ ἐκδικητής ἐστιν. διόπερ Ὀ ἁμαρτήσας εἴτ᾿ ἐν βλασφημίᾳ >παραδίδοται τῷ σατανᾷ, ἵνα παιδευθῇ μὴ βλασφημεῖν<, εἴτ᾿ ἐν πορνείᾳ παραδίδοται »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. τίνας δὲ ὑποκαίει; τοὺς κατοικοῦντας, ἀλλ᾿ οὐ τοὺς παροικοὺντας τὴν γῆν. >βέλη< γὰρ ἀπολύει >πεπυρωμένα< ἐπὶ τοὺς μὴ πάσῃ φυλακῇ τηροῦντας τὰς ἑαυτῶν καρδίας, ὡς ὑφ᾿ οἱασδηποτοῦν ἁμαρτίας πυροῦσθαι.

Jerem. 5, 6.

Περὶ τῶν παισόντων αὐτοὺς λέγει λέοντα καὶ λύκον καὶ πάρδαλιν. δοκεῖ δὲ ἡ μὲν κατὰ τὰς πράξεις ἐπιβουλὴ ὑπὸ τῶν 6 Weish. Sal. 4, 13. — 8f. Vgl. I Kön. 12, 13. 14. — 13 Vgl. Psal. 8, 2. Vgl. Sel. in Psal. 8, 2 (Lo 12, 16): ἐχθρὸν καὶ ἐκδικητὴν τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. — 13/14 Vgl. I Tim. 1, 20.—15 I Kor. 5,5.— 16/17 Vgl. Gen. 12, 10 u. ö. Vgl. Sel. in Gen. 12, 10 (Lo 8, 68. 69): Ἀβραὰμ οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρώκει κτλ. u. ö. Vgl. Philo de confus. ling. I, 416. 417 M: οἱ . . σοφοὶ πάντες εἰσάγονται παροικοῦντες κτλ. u. ö. — 18 Vgl. Eph. 6, 16. 3 l wird nur ausnahmsweise herangezogen | 8 ἐγκαταλειπὼν ο | 9 νεοτέρων ο | 12 Ὁ] vorher κατὰ θεωρίαν· co | 22 τῶν περι c | παισόντων l πεσόντων co. τροπικῶς λεγομένων λεόντων γίνεσθαι, ἡ δὲ κατὰ τὴν γνῶσιν ὑπὸ τῶν βλάψαι τὸ διορατικὸν τῆς ψυχῆς βοθλομένων· ἡ γὰρ πάρδαλις ἐπιπηδᾶν μάλιστα λέγεται τοῖς ὀφθαλμοῖς, ὁ δὲ λέων ὡς ἱστορεῖται γηράσας περὶ τὰς πόλεις νέμεται θηρεύειν θέλων ἀνθρώπους. λέγεται δὲ ὅτι καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ κοπτομένων ἢ πτισσομένων πῶρ ἐξέρχεται. καὶ ἴσως λέων ἂν εἴη καὶ πάρδαλις ὁ Ναβουχοδονόσορ, τὴν πόλιν ἑλὼν καὶ ὡς πάρδαλις τοὺς ὀφθαλμοὺς αὐτῆς ἐξαιρῶν, τὸν βασιλέα σὺν τοῖς πρώτοις,ὕστερον δὲ καὶ Σεδεκίου τοὺς ὀφθαλμοὺς ἐκκόψας· ὀστᾶ δὲ αὐτοῦ νοηθείη Ναβουζαρδάν, τὴν πόλιν ἐμπρήσας.

Jerem. 7,21.

Σαφῶς ἐξετάζειν διδάσκει τίς ὁ περὶ θυσιῶν τόπος, ἀφορμάς τε τὰ λ΄΄ογια δίδωσι λέγοντα· »θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον«, καὶ »θύσατε θυσίαν δικαιοσύνης«. τοὺς δὲ μὴ οὕτως ἔχοντας, περὶ δὲ θυσίας ἐπτοημένους σωματικὰς ἐπέστρεφεν ὁ σωτὴρ λέγων· »εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους«. ὅτι δὲ περὶ μυστικῶν ἡ τοιαύτη νομοθεσία, Παῦλος ἐδίδαξε λέγων· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«.

Jerem. 8, 7.

Τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία, οἱ συνετοὶ ἀκροταὶ καὶ οἱ εἰς τὸ λέγειν τὰ κρείττονα ἱκανοί, ἐφύλαξαν ἐν καιρῷ ποιεῖσθαι τὰς ἰδίας εἰσόδους, ὥστε τὸ λεγόμενον καθικνεῖσθαι τῶν ἀκουόντων, συντρεχούσης τῆς εἰσόδου τῆς χελιδόνος τῇ εἰσόδῳ τῆς τρυγόνος.

Jerem. 10,16.

Ἀκύλας καὶ θεοδοτίων ἐξέδωκαν· ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ 2ff. Vgl. z. B. Pseudoeustath. in Hexaëm. Comm. 35 ed. Al.: ἐπὶ τὰς ὔψεις τῶν θηρευτῶν ἐφιππτάμενον. — 3ff. Vgl. Aristot. hist. anim. 9,44: πρὸς δὲ τὰς πόεις ἔρχονται μάλιστα καὶ τοὺς ἀνθρώπους ἀδικοῦσιν, ὅταν γένωνται πρεσβῦται. Pseudoeustath. l. c. γηράσας δὲ... ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος.—6f. Vgl. II Kön. 24,14.—8 vgl. II Kön. 25,7.—9 vgl. II Kön. 25,9.— 13Psal.50,19.—14 Psal.4,6.—16 Matth. 12,7.—18 Hebr.8,5.—21ff. vgl. Hier. Comm.900?—vgl. Jes. 3, 3? 2 βουλομένων]+ παρδάλεων?|3 τοὺς ὀφθαλμύς ο|4 θέλων]〈ο|5 αὐ. τοῦ 1 αὐτῶν co| 7 αὐτῆς co1 αὐτοὺς ο*|8 ἐξαιρῶν Blass Koetschau ἐξαίρων co| 11 Σαφῶς]anonym amAnfang der Seite o| 12 τόπος]λόγος Gh| 13 τε] 〈c|15 δε] 〈ο|σωτὴρ] κςݲ ο| 23 καθικνεῖσθαι] x2 in Ras.c? καθηγνίσθαι ο|28 εἴπερ]εἶπεν c. Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ, εἴληφε δὲ καὶ τὰ ἔθνη κληρονομίαν κατὰ τὸ »αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου«, ἔσται καὶ τὸ ἔθνη Ἰσραήλ.

Jerem.11,11.12.

Ὁ μὲν θεὸς δικαίως οὐκ ἀκούει τῶν μὴ ἀκουσάντων αὐτοῦ. οἱ δὲ δαίμονες τὸ δίκαιον σῶσαι τοῖς θυμιάσασιν αὐτοῖς οὐ δυνήσονται,ὅταν ὁ καιρὸς τῶν κακῶν ἐπέλθῃ. ὅταν οὖν μὴ ἐπακούσῃ θεὸς, δεινὸν τὸ ζητεῖν παρὰ δαιμόνων βοήθειαν. ἀλλ᾿ ἐξέχεσθαι δεῖ θεοῦ, διὰ ἡμαρτημένα ἀπεστραμμένου, τὴν δὲ πολλὴν ἐπ᾿ αὐτὸν καὶ ἐπίμονον καταφυγὴν οὐχ ὑπερορῶντος.

Jerem.11,14 (11)

Οὐκ εἶπεν· οὐκ εἰσακούσομαί σου, ἀλλ᾿ αὐτῶν, δεικνὺς ὅτι καὶ τότε μετανοούντων ἐὰν αἰτήσῃς ὑπὲρ αὐτῶν, εἰσακούσομαι.

Jerem.15,6.7.

Τὴν έγξκατάλειψιν ἐνέργειαν εἶπε· θεὸς γὰρ ἑαυτοῦ τὴν σκηνὴν ἐπαίρων λέγεται διαφθείρειν. ἄλλως τε διαφθορὰ χειρὸς ἀξία θεοῦ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μεταποίησις κατὰ τὸ »ἐποίσω ἐπὶ δὲ τὰς χεῖράς μου, καὶ πυρώσω σε εἰς καθαρόν«,τῶν πρὶν ἐν ἡμῖν ἐξ ἁμαρτίας λυμάτων διεφθαρμένων. τοιοῦτον καὶ τὸ διασπερῶ αὐτούς«. ἐπεὶ γὰρ συμφώνως ἠσέβησαν εἰς ἐμέ, τὴν κακίστην αὐτῶν διασκεδάσω σύνοδόν τε καὶ συμφωνίαν, ὥσπερ οὖν καὶ τῶν πυργοποιούντων διεῖλε τὰς γλώσσας, κωλύσας αὐξομέην συμφωνοῦσαν ἀσέβειαν. τὸ δὲ ἡτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου κατηγορίαν τῶν ἀρχόντων ἔχει καὶ τῶν ἱερέων· οὗτοι γὰρ ἐν τάξει πατέρων ὑπάρχοντες τοῖς λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ᾿ εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκγεννημάτων τῶν κατ᾿ ἀρετὴν ἀτεκνώσαντα· οὐδεὶς γὰρ ὢν ἀγαθὸς ἀπόλλυσιν ἕτερον.

2 Psal. 2,8.—17 Jes. 1,25.—22 Vgl.Gen. 11,7.8 vgl. Hom. 12, 3.4. 5 Ὁ] anonym am Anfang d. Seite o|10 ὑπερορωντας ε ο|13 μετανοοῦν Ο| 16 ἄλλως τε] ἀλλ᾿ ὥσ τε ο|19 λημμάτων c|20 συμφόνως εἰς ἐμὲ εἰσέβησαν c| 23 ἠτεκνόθησαν c| 27 οὐδὲν ο|28 τῶν <ο.
Jerem. 15, 8.9.

Εἶεν δ᾿ ἂν χῆραι τῶν ἀσεβῶν αἱ ψυχαί, τὸν νυμφίον Χριστὸν ἀπολέσασαι. ὧν ἀπολλυμένων ταλαιπωροῦσι καὶ μητέρες, οἱ >γεννήσαντες αὐτοὺς ἐν Χριστῷ<καὶ >ὠδινήσαντες μέχρι μορφωθῇ Χριστὸς ἐν αὐτοῖς<καὶ μετὰ τὸ γόλα τῇ στερεᾷ τροφῇ πρὸς νεανίσκους ἐκθρέψαντες. τῶν δὲ χηρῶν τὸ πλῆθος οὐχ ὡς »τὰ ἄστρα τοῦ οὐρανοῦ«,ἀλλ᾿ ὡς ἡ ἄμμος τῆς θαλάσσης. κατὰ δὲ τὸ γράμμα, πλείστων ἐν πολέμῳ πιπτόντων αἱ γυναῖκες ἐτύγχανον χῆραι, αἱ δὲ μητέρες ἐταλαιπώρουν.

Jerem. 17,24—27.

Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· »ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ«, ὡς ἂν γενώμεθα βασιλεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου Δαβίδ, τῆς τοῦ χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν· »ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου«. τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ᾿ ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολιτείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ πεδινῆς, τῆς μηδὲν ἐχούσης >ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον<, καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ 2 vgl. Matth.25,1—12?—4 Vgl.I Kor.4,15.—vgl.Gal.4,19.— 5 vgl.I Kor. 3,2 Hebr. 5,13.14.—7 Heber.11,12.11vgl.Basil.(Gh II, 461): τουτέστι μὴ τῷ βάρει τῆς ἁμαρτίας καταφορτίζεσθαι.—12 Psal.37,5.— 14 Psal. 20,4.—16f. vgl. Jak. 3,2.—20ff.vgl.Hier. Comm.964.965.—21 vgl. onom.sacra I,169,82:Ἰουδας ἐξομολόγησις, ἐξομολογουμένου, u.ö.—Vgl. Onom.sacra I,169,66: Ἱερουσαλημ ὅρασις εἰρήνης κτλ. u.ö.—22 vgl. onom. sacra I, 177, 83: Βενιαμὶν τέκνον ὀδύνης ἢ υἱὸς δεξιᾶς, u.ö.—23 vgl. II Kor. 10,5. 2 δ᾿ ἄν] δ᾿ οὖν c| 7 ἀλλὰ ο|8 πιπτόντων]θνησκόντον ο|11 βαστάγματα 1|11/12 μηδὲ—ἐμέ]〈1|12βαρὺν c| 14 τῆι.. ἐκκλησία ο|ὡς 1 καὶ co| 15 τοιοῦτοι]οὗτοι 1 |16 ἅρμ α καὶ ἵππους 1|17 ἀνείργοντες ο|ὡς 1 καὶ ὡς co| 18 καὶ]〈1|αὐτῇ]+φησι 1|21 τῶν]〈1|22 1. τὴν Ὅρασιν τῆς εἰρήνης?| βενιαμεῖν c| 24 μηδὲν]μὴ 1. τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι. οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν >ἁγίαν εὐάρεστον τῷ θεῷ<, τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσανν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >, τὴν ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >ἡ προσευχὴ ὡς θυμίαμα καὶ ἡ ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή<. οἳ καὶ προσφέρουσι λίβανον, ὅπερ ἑρμνηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ »τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη«· οὕτω γὰρ καὶ τὴν αἴνεσιν δυνήσονται φέρειν εἰς οἶκον κυρίου, >μὴ ἔχοντες οπῖλον ἢ ῥυτίδα ἢ τι τῶν τοιούτων< προστριβομένων τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ. μηδενὸς δὲ τοιούτου γινομένου παρ᾿ ἡμῶν τὰ τῆς ἐπαγομένης ἀπειλῆς ὑπομενοῦμεν.

Jerem. 22, 13.

Τὴν μετὰ δικαιοσύνης οἰκοδομουμένην οἰκίαν ἐδήλωσεν εἰπὼν ὁ ἀπόστολος· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. λέγει δὲ καὶ ὅτι »θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δέ τις ἐποικοδομεῖ« καὶ τὰ ἑξῆς. οὐκοῦν διὰ τοῦ διδάξαντος ὁ πιστεύων θεμέλιον ἔσχεν τὸν Χριστὸν Ἰησοῦν. ἐποικοδομεῖ δέ τις, εἰ μὲν καλῶς, »χρυσὸν« τῆς ἀληθείας τὰ δόγματα, »ἀργύριον« λόγον σωτήριον, »λίθους τιμίους« οἰκοδομίναν ἐξ ἀρετῶν· εἰ δὲ κακῶς, ἐποικοδομῶν τῷ Ἰησοῦ πονηρά, λέγω »ξύλα, χόρτον, καλάμην«, πῶς οὐκ ἀσεβεῖ; ἐφ᾿ ὃν ἔρχεται τὸ οὐαί, ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης. ὁ ποιῶν ὑψηλὸν οἰκοδόμημα, οὐ κατὰ λόγον δὲ θεοῦ καὶ ἀλήθειαν, οὐκ ἐν κρίματι ὑπερῷα ποιεῖ. ἀναλόγως νόει καὶ τοὺς διδάσκοντας ἢ ἀλήθειαν ἢ >ψευδώνυμον γνῶσιν> οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμόθεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι.

2 Vgl. Röm. 12, 1. — 4 Vgl. Psal. 140, 2. — 6 Vgl. Onom. sacra I, 203, 9: Λίβανος λευκασμός. — 7 Hohel. 3, 6. — 9 Vgl. Eph. 5, 27. — 10 ff. Vgl. vgl. Hier. Comm. 965: haud dubium quin in Ecclesiam. Hec sunt praemia eroum, qui sanctificant sabbatum, et nullo pondere praegravantur. Sin autem, inquit, non audieritis praecepta mea, etc. — 14 I Kor. 3, 9. — 15 I Kor. 3, 11. 12. — 17—21 Vgl. I Kor. 3, 11. 12. — 24 f. Vgl. Olymp. (Gh II, 544). — 25 Vgl. I Tim. 6, 20. 2 οἴσωσι ο | θυσίαν] + καθαρὰν ο | θεῷ] κݲωݲω; ο | 3 καταφλέγοντ᾿ ο | 11 ὑπομ 1 | 12 wegen Fragm. 82 Ἡ σχοῖνος—θεῷ vgl. S. 165, 1 App. | 14 οἰκομή ο | 15 καὶ] < c | ἄλλον] < c | 20 καλῶς] καλῶς c | 21 ἀσεβεῖ] ἂν σέβη ο | 22 οὐαί] ὦ LXX AQ Luc. | 24 οὐκ ἐγκρίματι ο.
Jerem. 22, 14—17.

Εἴποις δ᾿ ἂν καὶ περὶ τῶν ψευδοδιασκάλων ἀκολούθως τοῖς πρόσθεν εἰρῆσθαι. ὡς γάρ φησιν ὁ Σολομῶν· »ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει, καὶ ἐλεύσεται εἰς παγίδα θανάτου«. οἱ γὰρ τοιοῦτοι οἰκοδομοῦσιν ἑαυτοῖς οἰκίας ὀνόματι ἐκκλησίας, ἥτις ἐστὶ »πονηρευομένων«, πρὸς οὓς λέγεται μετ᾿ εἰρωνείας· ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστά· ἐν οἷς ᾠήθησαν ἀναψυχὴν ᾠκοδομηκέναι. διὰ δὲ τῶν θυρίδων οἴει πεφωτικέναι φωτὶ γνώσεως τὰ οἰκοδομήματά σου, καὶ ἀσήπτοις ξύλοις εἰς τὴν οἰκοδομὴν τῆς οἰκίας κεχρῆσθαι, καὶ χρίεις διὰ μίλτου μιμούμενος τὸ αἷμα Χριστοῦ. ἀλλ᾿ ἀλλ᾿ οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πατὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμενον, ὁ διάβολος ἢ ὁ λο;γων μοθηρῶν ἄρχων. οἱ δὲ τοιαῦτα οἰκοδομήσαντες λιμῷ ἀπολοῦνται· οὐ γὰρ φάγονται οὐδὲ πίονται, ἀλλ᾿ οὐδὲ δικαοσύνην ἔγνωσαν μὴ ἐγνωκότες Χριστόν· τὸ τὰ δίκαια δὲ πράττειν ἴδιον, φησί, τῶν γινωσκόντων τὸν θεόν. τῶν δέ μὴ τοιούτων οὔτε οἱ ὁφθαλμοὶ καλοὶ μὴ βλέποντες τὴν τὴν ἀλήθειαν, οὔτε ἡ καρδία ψευδῶν πεπληρωμένη δογμάτων, δι᾿ ὧν σφάλλοντες ἑτέρους φονεύουσιν αὐτῶν τὰς ψυχάς, αἷμας, αἷμα ἀθῶσον ἐκχέοντε3 ς γλώττῃ ψευδεῖ καὶ δολίᾳ. δοῦτο δὲ τῆς διὰ ξίφους χεῖρον σφαγῆς.

Jerem. 22, 24—26.

Τὸν Ἱωακεὶμ τοῦτον Ἰεχονίαν Ἱερεμίας καλεῖ, τὸν δὲ τούτου πατέρα Ἐλιακεὶμ προσαγορευόμενον Ἰωακεὶμ ἐκάλεσε Νεχαὼ Φαραώ, ὃν ἀνελὼν ὁ βαβυλώνιος πρὸς τῆς πύλης ἀπέρριψεν, ὡς ὁ παρὼν προφήτης λέγεικαὶ Ἱώσηππος ἐν τῇ δεκάτῃ τῆς ἀρχαιολογίας. τὸ δὲ ἀποσφράγισμα σφραγὶς ἐξέδωκαν οἱ Λοιποί. σφγραγὶς 2 ff. Vgl. Hier. Comm. 991: Possumus autem hunc locum juxta anagogen contra haereticos accipere .... Et ipsi quidem passionem Domini et sanguinem pollicentur ..... Erroremque omnem dicit inde descendere, quod ignoraverint Deum .... et deceptorum sanguniem fundant. Hoc est enim facere homicidium. — 3 Prov. 21, 6. — 6 Vgl. Psal. 25, 5. — 21 Vgl. Jerem. 22, 17 LXX Luc.: καὶ ἐπὶ τὴν συκοφαντίαν. — 25/26 Vgl. II Kön. 23, 34. — 28 ff. Vgl. die Deutung des Orig. aus d. 5. Strom. bei Hier. Comm. 994. — Vgl. Joseph. Archaeol. 10, 5, 2 u. 6, 3. 6 πρὸς οἷς ο | 7 ἑαυτῷ ο | 8 ὠήθης ο | 9 μου ο* σου ο corr. | 10 οἰκομὴν ο (vgl. S. 203, 14) | 13 δένδρον] κέδρον ο | 14 οἰκοοἰκοδομήσαντες ο | 16 τὸ] τῶ c | 18 βλέπτοντες ο | 20 ἐκχέοντες] + τῇ c | 21 ψευδῆ καὶ δόλια c | 24 τοῦτον] + καὶ ο | 25 ἐλιακὶμ ο | 27 τῆς ἀρχαιολογίας] ἀρχαιολογία ο. δὲ ἤτοι σφενδόνη ἐν τῇ δεξιᾷ τοῦ θεοῦ γίνεται πᾶς ὁ τὸ κατ᾿ εἰκόνα διὰ μετανοίας ἀναλαμβάνων· ἔργα γὰρ ἀγαθὰ νοεῖται τὸ δεξιὰ τοῦ θεοῦ, τοῦ τὰ πρόβατα ἱστῶντος >ἐκ δεξιῶν<. ἣν δὴ σφραγῖδα τῷ ἀσώτῳ υἱῷ δέδωκεν ὁ πατὴρ ἐπιστρέψαντι. ὅπερ εἰ γένονεν Ἰεχονίας, τύπος τοῖς ὐπηκόοις εὐσεβείας ἐγένετο· ἀλλ᾿ οὐ γένονε. πλὴν ἔδοξε τῷ προφήτῃ πείθεσθαι φήσαντι· »ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται«· ἐξῆλθε γὰρ ἐπαγόμενος καὶ τὴν μητέρα καὶ τοὺς δυνατούε, αὐτομολήσας πρὸς τοὺς Βαβυλωνίους. εἰ δὲ καὶ τελείαν, φησίν, ἐπεδείξατο τὴν μετάνοιαν ὥστε καὶ >σφραγῖδα γενέσθαι τῆς ἐν περιτομῇ δικαιοσύνης< κατὰ τὸν θεῖον ἀπόστολον, ὡς κατὰ τοῦτο δοκεῖν ἐν δεξιᾷ τοῦ θεοῦ, πάντως ἂν παρεδόθη δίκην ὑφέξων τῶν πρώην ἡμαρτημένων, εἰ καὶ μετριωτέραν. ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον.

Jerem. 23, 16.

Ἀπαγορεύει οὐ προφήτην ἁπλῶς ἀκούειν, ἀλλὰ λόγους προφητῶν ἐν μιμήσει προφερομένους. ὁ γὰρ ἀκούων προφήτου οἷον Μωσέως, οὐκ αὐτοῦ ἀλλὰ κυρίου ἀκούει διὰ τούτου λαλοῦντος. οἱ δὲ ψευδοπροφῆται ματαιοῦσιν· τῷ γὰρ μὴ ἐπιστρέφειν ποιοῦσι τὸν ἀκούοντα μάταιον, ὅρασιν καρδίας λαλοῦντες. νοῦς γὰρ ἐπιβάλλων πράγμασι χωρὶς θεοῦ βοηθείας ὅρασιν καρδίας οὐκ ἀπὸ στόματος λαλεῖ τοῦ χορηγοῦντος εἰπεῖν καὶ φωτίζοντος. ἔστι δὲ ὅτε συντρέχει καρδίας ὅρασις καὶ στόματος κυρίου λόγος· ὅθεν οὐχ ἁπλῶς ψέγει τὴν ὅρασιν τῆς καρδίας, ἀλλ᾿ ὅταν μὴ προσῇ τὸ ἕτερον. συντρέχει δὲ παρὰ τῷ λέγοντι· »προσεύχομαι τῷ στόματι, προσεύχομαι δὲ καὶ τῷ νοΐ«.

Jerem. 23, 19. 20.

Προφητεύει περὶ συσσεισμοῦ καὶ ὀργῆς κυρίου ἐκπορευομένης ἐπὶ τοὺς ἀσεβεῖς. ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ 1 Vgl. Chrysost. (Gh II, 552)? — 1/2 Vgl. Gen. 1, 26. — Vgl. Olymp. (Gh II, 552): ἐὰν . . . . ἀγαθὰς ἐργάσηται πράξεις. τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου. — 3 Vgl. Matth. 25, 33. — 3/4 Vgl. Luk. 15, 22. — 6 Jerem. 21, 9. — 8 ff. Vgl. II Kön. 24, 12. — 10 Vgl. Röm. 4, 11. — 14ff. II Kön. 25, 27—30. — 9 Vgl. Hier. Comm. 1001. — 27 Vgl. I Kor. 14, 15. 1 πᾶς] πως ζ c | 2 ἀναλαμπρύνων c | 4 Ἰεχονίας l ϊεχωνίας co | 5 ἐγίνετο ο | 18 προφητῶν ο | ἀλλὰ]+καὶ ο | 20 μωσέως l μωυσέως co | 21 τῷ l τὸ co | 27 προσῇ l προσείη co | 27 προσεύχομαι] + c | 31 ἀπεστράφη c (η in Ras.) ἀποστράφει ο. ἁπλῶς ἀλλ᾿ ἕως ἂν ποιήσῃ αὐτό, ὡς ἀποστρέφοντος ἐπὰν ποιήσῃ. ὃ δὲ μὴ πεποίηκε >λόγος κυρίου<, θυμὸς κυρίου ποιεῖ. τί δὲ θυμὸς κυρίου ποιεῖ, λέγει Δαβὶδ ἐν τῷ »κύριε, μὴ τῷ θυμῷ δου ἐλέγξῃς με«. οὐκοῦν ἐλέγχων οὐ παύεται, ἕως οὗ ποιήσῃ δι᾿ ὃ ἐλέγχει, ὡς οὐδὲ ἡ ὀργή μέχρι τελείως παιδεύσῃ. οὐ μόνον δὲ ποιήσει, ἀλλὰ καὶ στήσει καὶ βεβαιώσει. τὸ δὲ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ αἴνιγμα ὂν ἐπ᾿ ἐσχάτου, φησί, νοηθήσεται, δηλαδὴ περὶ τῶν εἰρημένων περί τε θυμοῦ καὶ ὀργῆς. χάρις οὖν τῷ ἡμῖν ἀποκαλύμαντι τὰ μέχρι τοῦ παρόντος κε- κρυμμένα.

Jerem. 23, 23. 24.

Διὰ τοῦτο οὐκ ἔλαθόν με εἰς πονηρίαν τὸν λαόν μου ὠθήσαντες. ὁ γὰρ καὶ προφήτῃ διδοὺς εἰδέναι τὰ πανταχοῦ, πολλῷ μᾶλλον οἶδεν αὐτό. »πνεῦμα« γὰρ »κυρίου πεπλήρωκε τὴν οἰκουμένην«· καὶ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«, ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶσιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο«. αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· »ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν«, ὁ καὶ λέγων· »ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«.

Jerem. 23, 24.

Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ᾿ ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· 2 Vgl. Jerem. 23, 17. — 3 Psal. 6, 2. — 5 Vgl. Psal. 6, 2b. — 12ff. Vgl. Chrysost. (Gh II, 574f.): ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. πόθεν οἶδα; παρὼν ἐγά εἰμι, πανταχοῦ πάρειμι. εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Vgl. Sever. Antioch. ebenda. — 14 Weish. Sal. l, 7. — 15 Act. 17, 28. — 19 Joh. l, 10. — 21 Matth. 18, 20. — 22 Matth. 28, 20. 1 ὡς] ὡ ο | 4 ποιήσει ο | δι᾿ ὃ] διὸ c l o | 5 ὡς] 〈 o | παιδεύσῃ Gh παιδεύσει c l o | 6 ἐγχρήματος ο | 7 ὂν] ὢν ο | 7/8 νοηθήσεταί φησι ο | 8 περὶ1] μετὰ ο | τε] 〈 ο | 12 τὸν λαὸν εἰς πονηρίαν ὠηθήσαντες ο | 28 καὶ1] 〈 ο | ὕμως] + καὶ ο. καὶ τὸν τοιοῦτον ἀδύνατον ὑπὸ θεοῦ πληρωθῆναι, μὴ τῶν ἄλλων τῶν πληρούντων ἀπηλλαγμένον. τοὺς γὰρ ἀξίους πληροῖ ἐν οὐρανῷ τε καὶ γῇ. »τοῦ« γὰρ »κυρίου« οὐχὶ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, ἀλλ᾿ »ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς«, ὡς ὄντων ἐν αὐτῇ τινων οἳ μὴ εἰσὶ πλήρωμα γῆς. πλήρωμα γὰρ τῆς γῆς οἱ πεπληρωμένοι ἀπὸ τοῦ εἰπόντος· οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.

Jerem. 23, 28. 29.

Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ »τάδε λέγει κύριος«, τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ᾿ οἱονεὶ σῖτος καὶ λογικῶν τροφή.

Jerem. 23, 28. 29.

Τί δὲ τὸ ἄχυρον πρὸς τὸν | σῖτον εἶπεν, ἀλλ᾿ οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγμενος καίηται ὥστε λέγειν· »οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί«, πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ᾿ Ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν· λόγος, Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ »συντριβήσονται πέτραι ἐνώπιον κυρίου«.

3ff. Psal. 23, 1. — 9 Vgl. Jerem. 2, 2 u. ö. — 9 ff. Vgl. Olymp. (Gh II, 580). — 19ff. Vgl. Philo de sept. II, 294 M. Vgl. Hier. Comm. 1005. 1006. — 20 Vgl. Joh. 6, 9. 13. — 25 Luck. 24, 32. — 28 Vgl. I Kor. 10, 4. — 30 Judith 16, 15 ?? 2 ἀπηλλαγμένων o w. e sch. | 5 μὴ] μὲν clo | εἰσὶ] εἰσ ο }| πλήρωμα² —γῆς²] < ο | 9 τῷ l τὸ co | 13 τὰ] < ο | ἀργυρόμοιβος c | 19 Τί] anonym am Anfang d. Seite o | 20 κριθίνους 1 κριθήνους co | 24 κόπειν ο | ὅταν] ἐὰν ο | 25 ἦν καιομένη ο | 26 εἰ] ἡ c | τέρπεται l τέρπηται co 20 | 27 καὶ Blass Koetschau.
Jerem. 23, 30.

Ὥσπερ ὁ πριάμενος ἱμάτινο, εἰ τύχοι, παρ᾿ οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ᾿ οὐ δικαίως, οὕτω τῶν διδασκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκλκιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ᾿ ἄν· »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται δἰσὶ καὶ λῃσταί, καὶ οὐκ ηκουσαν αὐτῶν τὰ πρόβατα«. τοιοῦτος Ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ᾿ αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώμενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· » ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις«.

Jerem. 24, 1— 3.

Ὅπερ ὁ κόσμος ὅλος, τοῦτο κατά τινα ἀναλογίαν ἐστὶ μόνος ὁ ἄνθρωπος. εὑρήσεις γὰρ τινὰ μὲν οὐρανὸν λεγόμενον, ὅταν φορῇ > τὴν εἰκόνα τοῦ ἐπουρανίου<, ἄλλον δὲ γῆν, ἐὰν ἔχῃ >τὴν εἰκόνα τοῦ χοϊκοῦ< (τῷ γὰρ ἡμαρτηκότι λέλεκται· »γῆ εἶ«), ἄλλον ἔχοντα ποταμοὺς ἐν αὐτῷ >ἁλλομένους εἰς ζωὴν αἰώνιον<, ἐὰν ἔχῃ λόγους ποτιμωτάτους ὃν ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ<. καὶ κατὰ μέρος εὑρήσεις τὸν μὲν ἥλιον, τὸν δὲ σελήνην λεγόμενον καὶ ἀστέρας, ἐπεὶ »οὕτως ἡ ἀνάστασις τῶν νεκρῶν«.

Καὶ μετ᾿ ἀλλίγα·

Νῦν δέ φησιν αὐτὸν ἡ παραβολὴ σῦκον εἶναι πονηρὸν λίαν· γλυκάζει μὲν γτὰρ αὐτὸν διὰ πεπάνσεως ἡ ἀρετή, ὡς εἶναι ψυχὴν ὅλην καὶ πνεῦμα καὶ σῶμα γλυκὺ τῆς ἐξ ἀρετῶν ποιότητος ἐντιθεμένης αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται. ἀλλ᾿ ἐὰν μὲν σῦκα ζητῇ τις μὴ λίαν χρηστά, ἔξω ζητεῖ ταῦτα τῶν τῆς θεοσεβείας μυσστηρίων καὶ τοῦ ναοὺ τοῦ θεοῦ, ὤσπερ οὖν καὶ τὰ μὴ λίαν πονηρά. ἐὰν γὰρ ἔλθῃ ἐπὶ τῆν μαθητείαν αὐτήν, πρὸ προσώπου ναοῦ κυρίου ἐστὶ σὐκα ρηστὰ λίαν (αἷα ποιεῖν 5 Joh. 10, 8. — 10 Röm. 2, 21. — 13 ff. Vgl. Heir. Comm. 1010: Duos cophinos . . .quidam interpretantur in . . . . gehenna et regno coelorum. — 13 ff. Vgl. Hom. 8, 2. — 14 Vgl. I Kor. 15, 49. — 15 Gen. 3, 19. — 16 Joh. 4, 14. — 18 Vgl. Psal. 103, 26. — 18 f. Vgl. I Kor. 15, 41. — 20 I Kor. 15, 42. 3 ἔχει τοῦτο ABBREV c αὐτὸ κατέχει ο | 4 ψυχῆκεικληδωμένη c | 10 κηρύσσον ο | 13 γὰρ] <c | 20 οὕτως] l. οὕτω καὶ? | 22 σύκων εἶναι πονηρῶν c| σύκον (so stets) o | 23 ἡ] < Ο 24 ἐξ] < ο | 25 αὐτὸν Gh αὐτὸ co | 26 ζητῇ τις] ζητῆς ο | 27 θεοσεβείας c o1 a. R. θεογνωσίας ο* i. T. | 29 προσώπου] + τοῦ c. οἶδε Χριστὸς) ἢ πονηρά· οὐδὲ γὰρ τὸ ἔξω πονηρὸν σῦκον ἐξέβαλε τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω. περὶ τὸν ναὸν τοίνυν τοῦ θεοῦ καὶ τὰ θεῖα δόγματα δύο κ άλαθοι κεῖνται. καὶ οἶδεν ὁ ἐκλεγόμενος, πῶς ἕκαστον κατατάσσει, μὴ ἀνεχόμενος πονηροῦ σύκου ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χηστοῖς (»μικρὰ«γὰρ »ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«) οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέεννά ἐστι τοῦ αἰωνόυ πυρός, ὁ δὲ τῶν χρηστῶν ἡ βασιλεία τῶν οὐρανῶν.

Καὶ μετ᾿ ἀλίγα·

Ἀλλὰ πότε τοὺς καλαθους ὁ προφήτης ἑώρακεν; μετὰ τὴν αἰχμαλωσίαν, φησίν. ἐὰν γ]ρ ἴδῃς τὴν ἐπιδημάν τοῦ σωτῆρος καὶ τοῦ λαοῦ τὴν αἰχμαλωσίαν καὶ ἡμᾶς τοὺς ἀλλοτρίους φύσει καὶ ἔξω τὴς Ἱερουσαλὴμ νῦν διὰ τὴν πίστιν τὴν εἰς θεὸν καὶ γλυκύτητα τῆς ἀληθείας γινομένους σὐκα χρηστά, ὄψει τὸν κάλαθον τῶν χρηστῶν σύκων· ἐὰν δὲ τοὺς ἐκ περιτομῆς μετὰ τὴν αἰχμαλωσίαν ταύτην θεάσοιο, τῶν πονηρῶν ὄψει καὶ ἀβρώτων σύκων τὸν κάλαθον. οὐκ ἀρεκῖ δὲ χηρστὰ λίαν εἶναι τὰ σῦκα, ἀλλὰ καὶ τοῖς πρωΐμοις ὡμοιῶσθαι προσήκει· ὄψιμον γὰρ σῦκον οὐκ ἔστιν ᾧ παραβάλλεται ὁ σῳζόμενος.

Jerem. 24, 6.

Ὁ Χριστὸς οἰκοδόμος καὶ ἀραχιτέκτιων, περὶ οὗ ἐν προφήταις λέλεκται· »οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοὺ μου ἐπιστρέψει«. φησὶν οὖν Ο κύριος· καὶ οἰκοδομήσω αὐτὸς κὰι οὐ μή καθελῶ. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς οἰκοδομήματά τινα καθαιρεῖ· δεὶ γὰρ τὴν ἐν ἡμῖν οἰκοδομὴν τῶν ἀκαθάρτων πνευμάτων καταλυθῆναι καὶ οὕτω ναὸν οἰκοδομηθῆναι θεῷ ἐξ ἀρετῶν τε καὶ δογμάτων ὀρθῶν, ἵνα καὶ ὀφθῇ ἡ δόξα αὐτοῦ ἐν αὐτῷ. ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγεκεντρίζων οὕς ἄξιον. φησὶ γὰρ ὁ σωτὴρ ὡς ῥίζα τοὺς κλάδους πάντας ἀνέχων· »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα, ὁ δὲ πατήρ μου ὁ γεργός ἐστιν. πᾶν κλῆμα ἐν ἐμοὶ μένον και ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ· πᾶν δὲ 5 I Kor. 5, 6. — 7 Vgl. Matth. 5, 22 25, 41? — 11 Vgl. Olymp. (Gh II, 588): οἰκειότερον επὶ τῆς τοῦ χριστοῦ ἐλεθερίας (ἴσ. ἐλεύσεως) ωοήσεις τοῦτο. — 22 Jes. 45, 13. — 25 ff. Vgl. in Jerem. Hom. 1, 16. — 26 Vgl. Matth. 12, 43. 44?— 27 Vgl. Jes. 6, 1? — 28f. Vgl. Röm. 11, 17. 18. — 30 Joh. 15, 1. 2. 5. 6. (vgl. Matth. 3, 10 7, 19 Luk. 3, 9). 4 κατατήσει ο | 10 ἑώρακεν] τεθέαται ο | 16 τὸν πονηρὸν ὄψη ο | 18 ὁμοιῶσθαι ο | 25 καθαίρει ο | τὴν . . οἰκοδομὴν 1 τῆς . . οἰκοδομῆς co | 28 ἔστι c1o ἐπι c* ἔτι l | 31 ὁ c2l < c*o. κλῆμα ἐν ἐμοὶ μένον μὴ φέρον δὲ καρπόν, ὁ πατήρ μου ἐκκόπτει καὶ εἰς πῦρ αὐτὸ βάλλει«. οὐκ ἐν ἐθνικοῖς, ἀλλ᾿ ἐν τοῖς πιστοῖς ἐστι τὸ >ἐν αὐτῷ μένον καὶ μὴ φέρον καρπόν<· οἷός ἐστιν ὁ λέγων εἶναι πιστὸς καὶ πλημμελῶν ἐπ᾿ ἀδείας, ὅστις εἰκότως ἐκκόπτεται· καθαίρει δὲ τὸ καρπὸν φέρον, ἵνα κἄν τι παρορᾷ ὡς ἄνθρωπος διορθώσειεν.

Jerem. 25, 14.

Ταύτην, ὡς ἐλέγομεν, οἱ μὲν Ἑβδομήκοντα τῶν κατὰ τῶν ἐθνῶν ὁράσεων προὔταξαν· οἱ δὲ Λοιποὶ τοὐναντίον. Αἰλὰμ δὲ ἔθνος Ἀραβικὸν πρὸς τῇ ἐρυθρᾷ κείμενον θαλάσσῃ.

Jerem. 25, 14—16.

Ἐφρόνουν γὰρ ἐπὶ τοξείᾳ, μὴ μαθόντες ψάλλειν· »οὐ γὰρ ἐπὶ τὸ τόξον μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με«. ἔθνη δὲ πανταχόθεν ἀπειλεῖ κινεῖν ἐπ᾿ αὐτόν, ὅθεν ἀνέμους ἐκ τῶν ὅθεν ὡρμῶντο καλεῖ. ἕκαστος ἡμῶν ἀναλόγως τῇ καταστάσει ᾒ Αἰλαμίτης ὁμωνύμως ἐστὶν ἢ Ἰδουμαῖος ἢ Μωαβίτης ἢ Αἰγύπτιος ἢ Ἰσραηλίτης. δυνατὸν δὲ μεταβάλλειν ἐξ ἑτέρου ἔθνους εἰς ἕτερον κρεῖττον ἢ χεῖρον· τὰ ψυχικὰ γὰρ ἔθνη μεταπίπτειν οἶδεν εἰς ἄλληλα. πλὴν ἕκαστος ἡμῶν ἀναλόγως οἷς ἐθησαύρισε πίεται τὸ τῆς ὀργῆς κυρίου ποτήριον ἀκράτου ἢ κεκερασμένης· πάντες γὰρ ἡμάρτομεν πλέον ἢ ἔλαττον. ὡς δὲ Ἰσραὴλ ἐπώνυμος γέγονεν ᾧ πεποίηκεν, ἰσχύσας πρὸς τὸν θεὸν ἐν τῇ πάλῃ, οὕτω τινές εἰσι Παραβεβλημένοι Ψεκτοὶ Αἰλαμῖται· οὕτω γὰρ ἑρμηνεύονται. παραβάλλοννοῦν, εἰς πάθη ἀτιμίας< δηλοῖ δέ, τίνες οἱ περὶ ὧν ὁ λόγος ἄνεμοι, καὶ Παῦλος εἰπών· »ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης«. περιφέρεται δὲ παντὶ ἀνέμῳ ὁ Παρα- 12 Psal. 42, 7. — 16/17 Vgl. Jerem. 25, 14 26, 2 29, 8 31, 1 37,4. — 19ff. Vgl. Hom. 12, 2. — 20 Vgl. Psal. 74, 9 Jerem. 32, 1. — 21 Vgl. Gen. 32, 24. 28. Vgl. Philo de migr. Abr. I, 467 M: παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος· ὅταν δὲ τὸν θεὸν ὁρὰν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ κτλ., u. ö. Vgl. auch Onom. sacra sub Ἰακώβ u. Ἰσραήλ. — 22. 23. 28 Vgl. Onom. sacra. I, 186, 1: Αἰλαμῖται παραβλέποντες [sic] Ι, 56, 29: Aelamitae adpositi sive conlati aut objecti. — 24 Vgl. Röm. 1, 28. 26. — Eph. 4, 14. 1 κλῆμα] + τὸ ο | καρπὸν δὲ μὴ φέρον ο | 2 ἐμβάλει ο | 4 ὅστις τε ἰκότως ο | 6 διορθώσειεν c1o διορθώσεται c* | 12 τοξία co | 13 τὸ τόξον] τῷ τόξῳ c | 16 ἐλαμήτης c | ὁμωνύμως] < c*, a. R. c1 ὁμώνυμ o | αἴγυπτος ο | 20 ποτήριον α τὸ τῆς ὀργῆς κݲυݲ ο | 22 περιβεβλημένοι c | 23 ἐλαμιται c | 24 δὲ] < ο | παραδέδωκεν ο | 25 ἄνεμοι καὶ] ἀνέμοις co | 26 κλυδονιζόμενοι ο | 27/28 ἐν τῇ μεθοδείᾳ c. βεβλημένος, εἴτε διδασκαλίας εἴτε θυμοῦ εἴτε ἐπιθυμίας. ἄνεμοι δὲ τέσσαρες γενικοί, ταράσσουντες τὴν ἀνθρώπου ψυχήν, ἐπιθυμία, φόβος, ἠδονή, λύπη, οἷς Αἰλαμίτης ἐκ τοῦ θεοῦ καταλειφθεὶς παραδίδοται. ἀλλὰ τί τὸ τόξον Αἰλάμ, ἐν ᾧ ἡ ἀρχὴ τῆς δυναστείας, αὐτὸς ἔφη μελῳδῶν ὁ Δαβίδ· »ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ«.

Καὶ μετ᾿ ὀλίγα·

Ἀλλ᾿ ὁ σωτὴρ ἐπιδημήσας τοὺς τέσσαρας ἀνέμους ἐπὶ τοὺς Αἰλαμίτας ἐπήγαγε κυκλοῦντας ἡμᾶς, ἵνα τούτους διασκορπίσειε. παραδίδονται γὰρ δυνάμεις ἀντικείμεναι δυνάμεσιν ἑτέραις ἀντικειμέναις εἰς κόλασιν, ὡς ὁ Φαραὼ τῷ Ναβουχοδονόσορ· καὶ ὄφεις γὰρ ἰοβόλους εἰ κατακλείσεις, ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ᾿ ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευταῖον ὀ >ἔσχατος ἔχθρὸς Χριστοῦ θάνατος,> βασιλίσκος περὶ οὗ φησιν· »ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ«. ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν »ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων«.

Jerem. 27, 16.

Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν >μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος<, πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον 5 Psal. 10, 2. — 12ff. Vgl. Pseudoeustath. l. c. 44 ed. Al.: ἐὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ καὶ λοιμώζωσιν [sic] . . . . ἕκαστος τὸν πλησίον κατεσθίει. καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφεις [l. ὄφις] τὸν ἀσθενέστερον καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδακε [sic], βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλεπώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν. — 18 Vgl. I Kor. 15, 26. — 19 Psal. 90, 13. — 20 Luk. 10, 19. — 23 Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 403 MPL XXV, 615): Nuper diximus de parvulis Babyloniis, de viris Babyloniis, de semine Babylonio. — Vgl. Psal. 136, 9. — 25 Vgl. Psal. 136, 9. — 26 Vgl. I Kor. 10, 4. 3 ἐλαμίτης c | 6 ἑτοίμασαν c | 10 ἐλαμίτας o | ἐπῆγεν c | 13 εἰ κατακλείσεις cod. Vat. gr. 1153/54 ἡ κατάκλεισις c ἡ κατάκλησις o | 13 οἱ] < c | 14 ὑπὸ] ἰοῦ Koetschau nach Pseudoeustath. | 16 ξηραίνονται ο | 17 τελευταῖαν o | 27 μακαριότερον ο. σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρμα περὶ οὗ λέλεκται· »μακάριος ὅς ἔχει ἐν Σιὼν σπέρμα« καὶ »μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ«). οὐ νόμνον ἄνδρα τινὰ οὐδὲ παιδίον, ἀλλὰ κἄν μόνον σπέρμα· δύναται γὰρ καρποφορεῖν γεωργούμενον. ποῖον δὲ τὸ ὕδωρ, ἐφ' ὅ σπείρειν δεῖ τὸ καλὸν σπέρμα; τὸ τῆς παλιγγενεσίας λουτρόν. ἐκεῖ »βοῦς καὶ ὄνος πατεῖ«, βοῦς ὁ καθαρὸς καὶ Ἰσραηλίτης, ὄνος ὁ ἐκ γένους ἀκά- θαρτός τε καὶ ἐθνικός. σύμβολα δὲ τὰ ζῶα ταῦτα τοῦ τε καταγ- γελλομένου λόγου τοῖς Ἰσραηλίταις καὶ τοῦ κεκηρυγμένου τοῖς ἔθνεσιν.

Jerem. 27, 16.

Κατέχει δὲ δρέπανον ὁ Βαβυλώνιος οὐκ ἐπὶ τῷ σῶσαι, ἀλλ' ἐπὶ τῷ ἐκτεμεῖν τῆς τῆς ἁγίας καὶ θερίσαι ἐκκλησίας· ὅν πρὶν τοῦτο παθεῖν ὀλοθρεύσωμεν, τοὺς τῶν αἱρετικῶν ἐξαφανίσαντες λόγους. οἷος ἦν ὁ Παῦλος λέγων· »ἐν ἑτοἰμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν«, ὁ λέγων· »πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιροῦντες«. εἶτα μαρτυρεῖ τῷ Ἑλληνικῷ λόγῳ δύναμιν, ὡς πάντα τὰ ἔθνη τούτῳ παραχωρεῖν ἀποδεικτικῷ πως εἶναι δοκοῦντι.

Jerem. 27,17.

Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· »ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός«. καὶ ἐν τῇ παραβολῇ δὲ ἕν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὅς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῦν ἐνενήκοντα καὶ ἐννέα. οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ ἕν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ καφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν ]>ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν< καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δἰ ἀγάπης καὶ ἀληθείας καὶ 1 Vgl. Onom sacra I, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 2 Jes. 31, 9. — 2.6 Jes. 32, 20. — 14 II Kor. 10, 6. — 15 II Kor. 10, 5. — 21 Luk. 19, 10. — 22ff. Vgl. Luk. 15, 3—5 (Matth. 18, 12f.). — 24 Vgl. I Kor. 10, 17. — 26 Vgl. Ezech. 37, 7. Zur Form d. Citats vgl. Sel. in Psal. 21, 15: ὁ δὲ τῷ τελείῳ θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν u. Euseb. h. e. 10, 3, 2. 4 κἄν] καὶ c | 5 ὅ] ὥ c | 6 λουτρῶ c | 7 Ἰσραηλίτης] + καὶ ο | 11 Κατέχει] vorher τοῦ αὐτοῦ c 11 τῷ] τὸ c | 12 γῆς τῆς ἁγίας] ἁγίας γῆς ο | καὶ θερίσαι c* (a. R. ἐκκλησίας c1) καὶ θερίσαι τῆς ἀκκλησίας ο | 13 ἀλοθρεύσομεν c | 14 ἐν ἑτοίμῳ ο ἑτοίμως c (vgl. NT cod. D*) | 17 ἀποδικτικῷ ο | 22 τῇ δὲ παραβολῇ ἕν ο | 23 εὔρει ο | 27 ὀστοῦν ο | 28 τὴν χώραν] l. τῶν χειρῶν? τῶν ὤμων Riedel (vgl. Z. 23). προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, >οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος<. πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἤ τῷ μὴ ζητεῖν ἤ τῷ μὴ εὑρεῖν. ὁ δὲ εἰδῶς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώμενος ὑπὸ λεόντων ἐξωθεῖται. »ὁ« γὰρ »ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ξητῶν τίνα καταπίῃ«. ἤδη δὲ καὶ »σκύμνοι λένοτος ὠρυόμενοι ἁράσαι καὶ ζητῆαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς« ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ῤρῶν τῆς εἰρήωης. ἀλλ' ὡς Δαβίδ λαβὼν τοῦ πώγωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν Δαβίδ, τὸν Κριστόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τῆν ἱστρίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπᾠκισε τοὺς υἱοὺς Ἰσραὴλ >εἰς Ἀσσυρίους ἕως τῆς σήμερον<, ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα >εἰς Βαβυλῶνα>. πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντικείμενος διάβολος, αὐτὸς ὁ »ἀνθρωποκτόνος«· τελευταῖος δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος »Ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἤ σέβασμα«.

Jerem. 27, 17—19.

Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἅ δεῖ παθεῖν ὑπὲρ τῆς τῶν πεπονθότων κακῶς ἐκδικήσεως. μὴ πάντως δὲ ἐπὶ τῶν διάβολον ἤ τὸν ἀντίχριστον ἐκλάβῃς τὸν λόγον· ἐν ἐμοὶ γὰρ ἀναιρεθήτω >συντριβόμενος ὁ σατανᾶς ὑπὸ τοὺς πόδας μου ἐν τάχει<. ὅταν δὲ ἀνέλῃ τοὺς δύο τούτους καὶ τοὺς μεταξύ, ἀποκαταστήσει τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· ὅτε καὶ νεμήσεται ἐν τῷ Καρ- 3 Vgl. I Kor. 10, 17. — 5ff. Vgl. Hom. 5, 16. — 8 I Peter. 5, 8. — 10 Psal. 103, 21. — 12f. Vgl. I Sam. 17, 34. 35. — 18 Vgl. II Kön. 17, 23. — 19 Vgl. II Kön. 25, 7? 11. — 21 Vgl. Joh. 8, 44. — 22 II Thess. 2, 3. 4. — Vgl. Röm. 16, 20. 1 ἀγαθῆς] ἀγάπης ο | 6 τῷ 1u. 2] τὸ c | 8 ὑπὸ] ἀπὸ c | 9 καταπίῃ cod. Vat. gr. 1153/54 καταπίει c καταπιεῖν ο | 10 θεῷ | c | 12 ὡς ὁ δᾶδ ο | 13 χρηστόν ο | 14 ἐκζητήσωμεν c | 17 ἀπώκισε l ἀπώκησε co | 28 ἐκλάβης | ἐκλαμβάνης c* ἐκλάβοις c1o | 28/29 ἀναιρέθη τὸ συντριβόμ° ο | 30 τοὺς2 l τούτους co | ἀποκαταστήσει cod. Vat. gr. 1153/54 ἀποκαταστήσηι l ἀποκαταστῆσαι co | 31 ὅτε co τότε l. μήλῳ καὶ τῇ Βασὰν καὶ ἐν ὄρει Ἐφραὶμ καὶ ἐν Γαλαάδ. τοσούτων τόπων ἄντων τῆς Ἰουδαίας καὶ τῆς τῆς τῆς καλρονομουμένης, ταῦτα μόνον ὠνόμασεν.

Jerem. 27, 23.

Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν. ὅτε δὲ τὸν θεῖον νεὼν Ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαἰνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι >σφύρα καὶ πάλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ<. οἶκος δὲ ἡ ἐκκλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. »ἐκοὺ« γάρ φησιν »ἀνὴρ ἑστηκὼν ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας«· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἄν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὐποκείμενος ᾖ δράκων »ὥσπερ ἄκμων ἀνήλατος«, οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἄν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράδοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετήν ἐπιδείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λέθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τούτων φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, >σάλπιγξ ἐλατὴ< ἡ κατὰ τὸν νόμον οὐκ ἦν ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἤ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν »σφυροκότος, ὁ χαλκεὺς χαλκοῦ καὶ σικήρου«. τοιοῦτος ἑπὶ τοῦ σωτήρος Ἰούδας καὶ οἱ »σταύρου, σταύρου αὐτόν« κεκραρότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.

5 Vgl. Olymp. (Gh II, 886): ἡ σφύρα πάσης τῆς γῆς ἡ τὴν οἰκουμένην συν- τρίψασα Βαβυλών. — 7 Vgl. I Kön. 6, 12. — 11 Amos 7, 7. — 13 Vgl. Xeno- crates bei Hieron. Comm. in Amos 7, 7. — 15 Vgl. Hiob 41, 15. — 21 Vgl. Hom. 5, 16. — 21 ff. Vgl. Num. 10, 2.8.9. — 21 Gen. 4, 22. — 28 Vgl. Joh. 19, 15. 5 ff. Vgl. hierzu Cat. Regn. (siehe unten) u. Hom. 21, 1 = lat. III, 1 (Lo 15, 389ff. MPL XXV, 606ff.) | 5/6 Σφύραν—κατατρίψασαν] <Η w. e. sch. | 5—8 Σφύραν — θεοῦ] < Cat. Regn. | 5 σφύρα ο| 8 ἐκκλησία] + τοῦ Cat. Regn. | 9 ἀκουσθῆναι σφύραν Cat. Regn. | σφύρα c1o σφύραν c* | 12 ἐπὶ] + τοῦ Cat Regn. | 14 ἡ] < Cat. Regn. | 15 σκέπην] ἐπισκοπὴν ο Cat. Regn. | 16 πεσεῖται ο | χερσὶ] χειρὶ Cat. Regn. | 17 μένον ἀπαθές Cat. Regn. | 18 ὅσῳ Cat. Regn. | ἐπιδείκνσιν c1o ἐπιδείκυνται c* | 20 τούτου Cat. Regn. | 21—29 εἰ—σφύρᾳ] < Cat. Regn.| 21 ἧν] ἥν ο ἧ c esset H | 29 ὑπηρετοῦωτες] ὑπηρετούντων c o.
Jerem. 27, 25.

Σκεύη ὀργῆς καὶ ὁ ἀπόστολος οἶδε »κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους«. πάντας γὰρ ἀνθρώπους εἰς δύο ταῦτα διεῖλε σκεύη, τὰ μὲν ὀργῆς, τὰ δὲ ἐλέους· τὰ μὲν οἷος ὁ Φαραὼ καὶ οἱ Αἰγύπτιοι, τὰ δὲ οἷος ὁ Παῦλος καὶ οἱ πιστεύσαντες. ἀλλὰ τίς ὁ θησαυρὸς κυρίου, ἐν ᾧ τὰ σκεύη τῆς ὀργῆς; ἴσως ἡ ἐκκλησία, ἐν ᾗ τοιοῦτοι πολλάκις λανθάνουσιν. ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν. νῦν γὰρ κέκλεισται, καὶ τὰ σκεύη τῆς ὀργῆς μετὰ τῶν σκευῶν τοῦ ἐλέους νέμεται, καὶ τὰ ἄχυρα μετὰ τοῦ σίτου σἰσί, καὶ ἐν μιᾷ σαγήνῃ οἵ τε ἀπόβλητοι καὶ οἱ ἐκλεκτοὶ ἰχθύες. ἀνοίγει δὲ τὸν θησαυρὸν αὐτοῦ ὁ κύριος κατὰ τὸν καιρὸν τῆς κρίσεως, ὅτε τῶν σκευῶν τῆς ὀργῆς ἐκβαλλομένων, ὁ ἐλέους σκεῦος ὑπάρχων εἴποι ἂν εἰκότως· >ἐξῆλθον ἀφ᾿ ἡμῶν, οὐ γὰρ ἦσαν ἐξ ἡμῶν<. τὰ δὲ ἔξω τοῦ θησαυροῦ ἁμαρτάνοντα σκεύη οὔπω σκεύη ὀργῆς ἐστιν, ἀλλ᾿ ἐλάττονα· <δοῦλοι> γὰρ εἰσι >μὴ εἰδότες τὸ θέλημα τοῦ κυρίου αὐτῶν καὶ μὴ ποιοῦντες αὐτό<. σκεύη τοίνυν εἰσὶν ἁπλῶς εἰς ἄλλα τηρούμενα.

Jerem. 27, 28.

Ἥξουσι, φησί, τῶν αἰχμαλώτων τινὲς τῆς Ἰουδαίας, εὐαγγελιζόμενοι τὴν κατὰ Βαβυλῶνος ἐκδίκησιν. λέγοι δ᾿ ἂν καὶ περὶ τῶν ἐξ εἰδωλολατρείας ἐπιστρεφόντων, ἣν καλεῖ Βαβυλπωνα· οἵτινες ἐλυόντες εἰς Σιών, τὸ Σκοπευτήριον, τὴν ἐκκλησίαν, τὴν παρὰ κυρίου θεοῦ ἡμῶν ἐκδίκησιν ἀναγγέλλουσιν.

Jerem. 27, 29.

Οἱ μὲν ἐν Βαβυλῶνι πολλοί, οἱ δὲ ἐν Ἱερουσαλὴμ ἐλάχιστοι. εἴρηται γάρ· »οὐ παρὰ τοῦτο ἠγάπησεν ὑμᾶς κύριος ὁ θεὸς ὑμῶν, παρὰ τὸ εἶναι πολλοστούς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ 2 Röm. 9, 22. 23. – 10 Vgl. Matth. 3, 12 Luk. 3, 17. – Vgl. Matth. 13, 47—49. – 14 Vgl. I Joh. 2, 19. – 16 Vgl. Luk. 12, 47. 48. — 22 Vgl. Onom. sacra I, 174, 90: Σιὼν σκοπευτήριον κτλ. u. ö. — 26 Deut. 7, 7. 2 ff. Vgl. Hom. 21, 3 = lat. III, 3 (Lo 15, 396 f. MPL XXV, 611) | 4 ἐλελέους c (ς in Ras.) ἐλέου ο | εἷλε c. | 5. 9 ἐλέους c (ς in Ras.) ἐλέου ο | 8 ἔσται l ἔστι c o | 9 κέκλεισται — σκεύη] κέκλιται κατασκευὴ ο | 10 καὶ 2] < ο | 13 ἐλέου ο | 16 δοῦλοι] δηλοὶ ο | 19 ff. Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 402 MPL XXV, 614) | 19/20 Ἥξουσι — ἐκδίκησιν] < Η | 19 τῆς Ἰουδαίας] εἰς ὀυδαίαν ο | 20 λέγει c | 25 ff. Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 402 MPL XXV, 605) | 27 πολοστούς c (λοστο in Ras.) | 27 ἔσται ο. πάντα τὰ ἔθνη«. >ὀλίγοι< γὰρ ὄντως >οἱ σῳζόμενοι καὶ διὰ τῆς στενῆς εἰσερχόμενοι θύρας<. παραγγέλλεται δὲ πᾶς ἐπὶ τὴν >πλατεῖαν καὶ εὐρύχωρον< Βαβυλῶνα τόξον ἐντείνων, μηδένα ταύτης περιποιήσασθαι.

Jerem. 27, 29—32.

Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν τῇ πόλει γίνεται τοῦ θεοῦ τοῦ ἐκδικοῦντος τῆς Βαβυλῶνος τὴν ὕβριν· ᾤετο γὰρ οἰκείᾳ δυνάμει κεκρατηκέναι καὶ κατηλαζονεύετο τοῦ θεοῦ. ἐμπρησθέντος γὰρ τοῦ ναοῦ, τὰ σκεύη τὰ ἱερὰ ταῖς παλλακαῖς εἰς χρῆσιν ἐδόθη. διόπερ πυρὶ τὸ ἄκαρπον ἔθνος καθάπερ δή τινα δρυμὸν κατηνάλωσε. ταύτῃ τοί φησιν· ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος τῶν δυνάμεων.

Jerem. 28, 8.

Προφητεύει τὴν συντέλειαν ἀθρόως γενηθησομένην· >ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ< καὶ ìἐν ταῖς ἡμέραις τοῦ Λὼτ< τὰ βιωτικὰ πάντες ἐποίουν, >ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ τὸ πῦρ καὶ ἦρεν ἅπαντας<, οὕτως ἔσται τὸ τῆς συντελείας αἰφνίδιον. οὗ δὴ σύμβολον ἦν ἡ ἀθρόως πεσοῦσα φωνῇ καὶ μόνῃ σαλπίγγων Ἱεριχώ. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ σωτηρίου πάθους ἄφνω ἔπεσε Βαβυλών, Χριστοῦ τὰ περὶ τῶν ἐθνικῶν εἰδώλων καταργήσαντος δόγματα καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ῥυσαμένου πιστεύσαντας.

Jerem. 28, 7.

Χρυσοῦν ἐστι τοῦ Ναβουχοδονόσορ τὸ ποτήριον εἰς »ἀπάτην ἀνθρώπων, ἵνα δεξάμενοι πίωσιν, ὁρῶντες τὸν χρυσὸν, τὸ δὲ κρίμα τὸ ἐν τούτῳ μὴ λογεζόμενοι. τὰ μοχθηρὰ γὰρ αὐτοῦ δόγματα καλ- 1 Vgl. Luk. 13, 23. 24—2 Vgl. Matth. 7, 13,—10f. Vgl. Dan. 5, 2. 3 Jos. 6, 20.—26 Vgl. Gen. 3, 6. 2—4 παραγγέλλεται—περιπουήσασθαι]< H w. e. sch. | 3 ἐντεἰνον ο ἐκτεύνειν καὶ ο (?) | περιποιεῖσθαι c | 6ff. Vgl. Hom. 21, 6— (Lo 15, 403 MPL XXV, 615) | 7 ἀναίρετε ο |8—14 τοῦ2—δυνάμεων] < H | 12 κατηνάλωσι 10 κατανάλωσιν co | 16ff. Vgl. Hom. 22, 11—lak. II, 11 (Lo 15, 413 MPL XXV, 604) | 17 'ἐν2]1 Η < co 16ff. vgl. Hom. 22, 7—9—lat. II, 7—9 (Lo 15, 411ff. MPL XXV, 603f.) | 26 πίωσιν] ποσὶν o | τὸν]τὸ c. λιλεξίᾳ κεκόσμηται, τῷ τῆς φράσεως δελεάζοντα κάλλει καὶ τῇ μεθόδῳ τῇ τεχνικῇ. καὶ πᾶς δὲ ποιητὴς ἄκρος εἶναι δοκῶν ποτήριον χρυσοῦν κατεσκεύασε, δηλητήριον ἐμβαλὼν εἰδωλολατρείας, αἰσχρολγίας, καὶ τῶν ψυχικῶν ἁπάντων κακῶν. ὁ δὲ Ἰησοῦς οὐ χρυσοῦ ποτηρίου προενοήσατο, μήποτε καὶ δόξῃ ἐκείνῳ ὅμοιον εἶναι (διόπερ »ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«), ἀλλὰ τῆς ἐν αὐτῷ σωτηρίας. τὸ δὲ χρυσοῦν ποτήριον, ἡ Βαβυλώ, ὅταν ἐπὶ τὴν ἐκδίκησιν ἔλθῃ, ἐν χειρὶ κυρίου γίνεται, τῇ ἁψαμένῃ ποτὲ τοῦ Ἰώβ, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ ὀργῆς, ἀπὸ λύπης, ἐρώτων, κενοδοξίας (ὅσα γὰρ ἁμαρτήματα, τοσαῦται καὶ μέθαι), καθάπερ ἐξ οἴνου πάντων σαλευομένων καὶ βέβαιον ἐχόντων οὐσέν. ὁ δὲ δίκαος οὐκ ἔστι γῆ. ὢν γὰρ ἐπὶ γὴς, ἔχει >ἐν οὐρανοῖς τὸ πολίτευμα> καὶ οὐκ ἂν ἀκούσειε· »γὴ εἶ καὶ εἰς γὴν ἀπελεύσῃ«, ἀλλ᾿ ἐκ τῶν εἰκότων· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ, φορεῖς γὰρ >τὴν εἰκόνα τοῦ ἐπουρανίου<, καὶ πάγιος ἕστηκας.

Jerem. 28, 8–10.

Εἰ δὲ Βαβυλὼν οὐκ ἀπέγνσται (οὐ γὰρ ἂν ἔλεγεν· εἴ πως ἰαθήσεται), ποίαν ψυχὴν ἑτέραν ἀπογνωσόμεθα; δἰ δὲ μὴ σέσωσται, τοῦτο γέγονε παρ᾿ αὐτήν, ὡς τοὺς ἀρίστους ἰατροὺς ἀπολογεῖσθαι καὶ λέγειν· ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλείπωμεν αὐτήν. οὐ παρ᾿ αὐτοὺς γάρ, οὐδὲ παρὰ τὴν ἰατροὶ οὐδὲ παρὰ τὴν ῥητίνην τὸ μὴ ταύτην θεραπεύεσθαι. ἰατροὶ δὲ ἄγγελοι, ὐπὸ τὸν μέγαν ὄντες ἰατρὸν τὸν θεὸν καὶ θεραπεῦσαι τοὺς πειθομένους ἐθέλοντες. εἰ δὲ μή, ἐροῦσιν· ἐγκατΑΛΊΠΩΜΕΝ αὐτήν, ἀπέλθωμεν ἕκαστος εἰς τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρίμα αὐτῆς, καταδικάσαντες αὐτὴν ὡς ἀνίατον καὶ πεισομένην τὰ τῆς ἀπογνώσεως. καὶ οἱ τῶν σωμάτων γὰρ ἰατροὶ τοὺς ἀνιάτους ἐγκαταλείπουσι, μήπως ἐν ταῖς αὐτῶν χερσὶ τελευτήσωσιν· ὃ δὴ ποιοῦσιν οἱ ἄγγελοι. ὅσῳ δὲ ἁμαρτάνομεν, τὸ κρίμα ἡμῶν αὔξει, καὶ ἐξαίρει ἕως τῶν ἄστρων, τῶν ἁγίων δηλαδή. 6 ΙΙ Kor. 4, 7. – 9 Vgl. Hiob 2, 5. – 12 Vgl. Phil. 3, 20. – 13 Gem. 3, 19.– 15 Vgl. I Kor. 15, 49. 3 αἰσχρολολογίαις c | 4 χρυσίου ο | 9 ἀπὸ1]+τῆς ο |10 καὶ]<ο |14 τῶν εἰκότων] τῶν ἐναντίων Koetschau | 17 ff. Vgl. Hom. 22, 12–lat. II, 12 (Lo 15, 415 ff. MPL XXV, 605f.) 17 Εἰ] ἡ c | 19 αὐτήν Blass αὐτῇ co | 22 τὸ μὴ] τὸυμὴ [sic] c | θεραπευθῆναι ο |24 ἐγκαταλίπωμεν cod. Vat. gr. 1153/54 ἐγκαταλείπωμεν co 25 ἀπέλθο ABBREV μεν c | 27 καταδικάσαν ο w. e. sch. | 30 ὅσῳ] ὅσα c | 31 αὔξη ο. καὶ τότε ὁ θεὸς ἐκφέρει τὸ κρίμα αὐτοῦ εἰς ταπείνωσιν τοῦ ὑψωθέντος κρίματος ἀπὸ τῆς ἁμαρτίας, ταπεινῶν τὴν ἁμρτίαν καὶ τὰ πρὸς ἐξίαν ἀποδιδούς.

Jerem. 28, 11. 12.

Καὶ Ἡσαΐας ἐθέσπισεν· »ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς· παρακαλεῖτε τῇ χειρί«. ταῦτα δὲ Πέρσαις καὶ Μήδοις οἱ προφῆται παρεκελεύοντο, ὡς κρατήσουσιν ἤδη Βαβυλῶνος, ἐπὶ τῶν αὐτῆς τειχῶν ὡς ἁλωσομένης ἀνατείνειν τοῦ πολέμου τὸ σύνθημα, δι᾿ οὗ δηλοῦσι τοῖς στρατιώταις τὴν ἔφοδον. καὶ τὰ ὅπλα ἔχειν ἐν ἑτοίμῳ παρακελεύεται· τὰ τόξα τοῖς Μήδοις φησίν.

Jerem. 28, 17–20.

Συμφώωνς δὲ τῷ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως ὁ Παῦλός φησιν· »οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;« καιρὸς δὲ ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλολατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέμου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰούδα πολέμων ἔμπειροι ἄνδρες, ἀνθ᾿ ὧν ἀπειλεῖ μηδενὸς ποιεῖσθαι φειδώ.

Jerem. 28, 21–24.

Ἀναβάται ἵππων οἱ δαίμονες οἱ ταῖς σαρκικαῖς ἡδοναῖς ἐπικαθήμενοι· καὶ πάλαι γὰρ τῆς Αἰγύπτου »ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν«, οὗτοι δὲ ζευγνύντες ἐν ἠμῖν διάφορα πάθη, ταῖς τέτρασιν ἀρεταῖς ἀντικείμεν, κατασκευάζουσιν ἅρματα. καὶ ὀ μὲν θυμώδης καὶ πρὸς κακίαν ἐρρωμένος, ἀνήρ· ἀνήρ· ὁδὲ πρὸς ἡδονὰς λελυμένος, γυνή· καὶ πρεσβύτης μὲν ὁ >πεπαλαιμωένος κακῶν ἠμερῶν<· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· »πεινάσουσι νεώτγτεριο, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται«· καὶ τοὐναντίον· »οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάζουσιν ἰσχύν, πτερο- 5 Jes. 13, 2. — 14 I Kor. 1, 20.– 20 ff. vgl. Olymp. (Gh II, 910 f.): ἡδονὴν τὴν θηλυμανῆ καὶ τὸν ταύτην ἐνεργοῦντα δαίμονα. τὰς φιλοδοξίς, τὰς φιλοχρηματίας καὶ τοὺς αὐτὰς ἐνεργοῦνταες δαίμονας . . . . τοὺς τῆς ψευδωνύμου γνώσεως διδασκάλους σὺν τοῖς πειθομένοις. τοὺς τῶν εἰδώλων ἱερουργοὺς καὶ τὰς τελετὰς αὐτῶν καὶ τὰ εἴδωλα. τοὺς ἄρχοντας ἐν κατίᾳ δαίμονας. — 21 Εxod. 15. 1. – 25 Vgl. Sus. 52 (LXX Θ'). – 26 Jes. 40, 30. – 28 Jes. 40, 31. 7 κρατήσουσαν Blass κρατήσασιν clo | 11 φησίν (η corr.) ccorr. φασίν ο | 13 τῷ] τὸ c | 15 εἰδδωλολατρίας ο 17 ἰούδα καὶ ἰσραὴλ ο | 27 ἀνισχύοντες ο. φυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν«. τοὺς ἐκλεκτοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ »καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά«· κατ᾿ ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχοδονόσορ καταπίνονται. ἔσξε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς, τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ διδασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς >τὰ ζιζάνια< σπείροντας, καὶ γεωργοῦντας >ἀκάνθας τε καὶ τριβόλους<, τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἠγεμόνας ἐν κακίᾳ καὶ ἄρχοντας, καὶ μάλιστα >πρὸς οὓς ἠμῖν ἐστιν ἠ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας<, τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων· >δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ<.

Jerem. 28, 25. 26.

Ὄρος τὴν Βαβυλῶνα διὰ τὸ τῆς βασιλείας ὕψος καλεῖ· ὅπερ ἦν ἐξ εἰδωλολατρείς καὶ τῶν ἀδίκων ἔργων, δι᾿ὧν διέφθειρε τοὺς ἄλλους, διεφθαρμένον. ἦν δὲ καὶ ἐφ᾿ ὕψους ἡ πόλις διὰ τὸν παρακείμενον ποταμόν, ἐξ οὗ τινες ἀναβαθμοὶ πρὸς τὴν πόλιν ἀνέφερον, διμερῆ τε οὖσαν καὶ ἐξ ἑκατέρας ὄχθης παρακειμένην τῷ ποταμῷ, πρὸς τῷ καὶ εἶνα τὰ τείχη τῆς πόλεως ὑψηλότατα. χεῖρα δέ, τὴν τιμωρητικὴν δύναμιν τὴν τῆς ἰδίας αὐτὴν ὡς ἐκ πετρῶν τινον καθαιροῦσαν ἀσφαλείας τε καὶ ργουρᾶς. εἰς ἄχρηστον δὲ καὶ τοὺς λίθους αὐτῆς διὰ τὸ πῦρ ἀφανίζουσαν, ὡς μὴ συνίστασθαι λίθον πρὸς στερροτέραν οἰκοδομίαν. ἀναγωγῆς δὲ λόγῳ καὶ ὀ διάβολος ὄρος ὠνόμασται, ὡς ἐν τῷ Ζαχαρίᾳ· »τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ;« καὶ περὶ τοῦ ἔχοντος >κωρὸν καὶ ἄλαλον< δαιμόνιον ἔλεγεν ὁ σωτήρ· »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι, καὶ μεταβήσεται«. ὄρος οὖν ὁ διάβολος ἀπὸ τῆς ἰδίας διεφθαρμένον κακίας καὶ διαφθεῖρον τοὺς ὅσοι φρονοῦσι τὰ γήϊνα.

2 Habak. 1, 16. – 6 Vgl. 1 Tim. 4, 6. – 7 Vgl. Matth. 13, 25–8 Vgl. Gen. 3, 18. – 9 Vgl. Matth. 13, 22| Par. – 10 Vgl. Eph. 6, 12.– 12 Vgl. Jerem. 28, 10.– 15 ff. Vgl. Olymp. (Gh II, 911): αἰσθητῶς μὲν τὸν Ναβουχοδονόσορ, πρὸς δὲ διάνοιαν τὸν σατανᾶν. — 17 ff. Vgl. Fragm. XLIV (121) u. Herodot. I, 186. – 22 ff. Vgl. S. 14, 11 f. – 24 f. Vgl. S. 98, 14.–25 Sachar. 4, 7. – 26 Vgl. Mark. 9, 25. – 27 Math. 17, 20. 3 τε]γε Koetschau | 4 Ἑστιακάς] ἑστιατικάς co | 5 Πυθίας] πυθείας co| ἄλλας ο ἄλλως e | 6 κακὴ διδασκαλία ο καὶ διδασκάλια c | 11 πρὸς] καὶ c | 12 ἀναγγείλομεν ο |16 εἰδωλολατρίας ο | 20 τῷ] τὸ c | 21 αὐτὴν c* o αὐτῆς ccorr. | 22 τινῶν]<e | 25 ὁ übergesch. e 1.
Jerem. 28, 27.

Τὸ ἁγιάσατε ἔθνη ἀντὶ τοῦ ἀφορίσατε· ἁγιασμὸς γὰρ ἡ θεοῦ ὑπηρεσία, κἂν ᾖ τιμωρητική καὶ βέβηλος ὁ πρὸς ταύτην ἀφωρισμένος· ὁποῖος ἦν ὁ Κῦρος, πρὸς ὅν φησι διὰ Ἡσαΐου· »σὺ δὲ οὐκ ἔγνως με«. τινὰ δὲ τῶν κατὰ Βαβυλξῶνος στρατευσάντων ἐκάλεσεν ἔθνη, ἐν οἷς Ἀραρὰτ τοὺς Ἀρμενίους καλεῖ.

Jerem. 28, 29.

Ἐσείσθη δὲ ἡ γῆ, τῶν ἐπ᾿ αὐτῆς ἀνθρώπων ἐν τοῖς προάγουσι χρόνοις παγίως ἱδρυμένων καὶ βεβαιότητα ἐχόντων ἐν αἷς ἦσαν δυναστείαις τε καὶ βασιλείαις, τὰ δὲ νῦν μεταβλὴν πονηρὰν καὶ ἐπώδυνον δεχομένων τὴν ἐρημίαν. καὶ πᾶσα δὲ διάνοια Βαβυλωνίαν γῆν ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν τοιαύτην ἀσέβειαν καὶ Σύγχυσιν προσπαθείας σειομένη ἐποβάλλει τὴν τοιαύτην διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν.

Jerem. 28, 30—33.

Θεὸς γὰρ ἦν ὁ τοῦτο ποιῶν, ὁ καὶ διὰ Ἡσαΐου πρὸς Κῦρον εἰπών· »ἐγὼ δὲ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω«. καὶ παρὰ τοῖς ἔξω γὰρ τοιαύτας ἔχειν ἱστόρηται πύλας ἡ Βαβυλών, καὶ ἐκ τῶν εἰς τὸν ποταμὸν μέσον ὄντα καταβάσεων ἑαλωκέναι, μέρους ἑκατέρου συναπτομένου γεφύραις παρὰ τὰς ἀναγούσας ἐπὶ τὴν πόλιν ἀνόδους, πρὸς ἑκάτερον μέρος διῃρημένης τῆς πόλεως. καί φησιν ἡ ἱστορία, ὡς τῶν παρ᾿ ἔσχατα τῆς πόλεως ἁλισκομένων οἱ ἄλλοι πανήγυριν ἄγοντες διὰ τὸ μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν. συστήματα δὲ νῦν τὰς οἰκίας ἔοικε λέγειν· τῇ γὰρ συνεχείᾳ πρὸς ἀλλήλας συνίσταντο. διὸ ἐπιφέρει· οἱ οἶκοι βασιλέως Βαβυλῶνος καὶ τὰ ἑξῆς· ἢγουν ἀπὸ τῶν ἐν ἀυτοῖς συνισταμένων τὰ φρούρια.

4 Jes. 45, 4.—6 Vgl. Olymp. (Gh II, 911): τῆς Ἀρμενίας ὄρη|τὰ Ἀραράτ.—12 Vgl. Onom. sacra I, 174, 91 u. ö.—17 Jes. 45, 2. — 18 ff. Vgl. Herodot. I, 180. 186. 191.— 22 ff. Vgl. Herodot. I, 191: ὑπὸ δὲ μεγάθεος τῆς πόλιος, ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων, τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας, ἀλλὰ (τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτὴν) χορεύειν τε τοῦτον| τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι. Vgl. Xenophon, Kyrop. 7, 5. 3 ἡ] + τοῦ ο | ᾖ] ἡ ο | καὶ βέβηλος] βέβηλος γὰρ c | 4 ἦν] ὑπῆρχεν ο | 5 κατὰ] < clo | 6 ἀραρὰτ c* w. e. sch. lo ἀραρὲτ c1 9 αἷς] οἷς ο | 13 προσσυμπαθείας c | 14 τῷ] τὸ c | 18 συνκλάσω o | 19 γὰρ u. ἔχειν übergesch. c1 | 20 ὄντων c | 22 διηρημένης 1 διηρημένας co | 28 Βαβυλῶνος] < ο.
Jerem. 31, 12—17.

Τὸ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι Σύμμαχος ἔφη· καὶ σειρώσουσιν αὐτὸν καὶ τὰ σκεύη σὐτοῦ ἐκκενώσουσιν. ἐνέμεινε γὰρ τῇ τροπῇ τοῦ οἴνου, δηλῶν ὡς τῶν ἀγαθῶν κενωθήσιν. οὐκ ἀγαθὴ τοίνυν ἡ εὐθηνία τοῖς ἀλαζόσιν, ὡς οὐδὲ τῷ ἐν ᾅδῃ πλουσίῳ, δι᾿ ἣν ἐκολάζετο. τὰ δὲ κεράσματα ὡς ἐπὶ οἴνου ῥηθέντα, Ἀκύλας ἐξέδωκεν κέρατα, ὅπερ ἀρχαῖον ποτηρίου ἐτύγχανεν εἶδος (κέρασι γὰρ ἔπινον), ὅθεν καὶ τὸ κεράσαι λέγειν παρέμεινεν. ἀγγεῖα μὲν οὖν αἱ πόλεις, τὰ δὲ ἔνδον ἄνθρωποί τε καὶ πλοῦτος· ὡς τοὺς μὲν ἀπήγαγον, τὰς δὲ ἐνέπρησαν. καταισχύνει δὲ τὰς ἐπὶ δαίμοσιν ἐλπίδας ἡ συμφορά· »ἡ δὲ« ἐπὶ θεὸν »ἐλπὶς οὐ καταικχύνει«. ἐν δὲ τῇ Βαιθὴλ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοὰμ ἐν τῇ Σαμαρείᾳ. οὐχ ὁ λέγων δὲ ἰσχυρὸς εἶναι σῴζεται. »οὐ« γὰρ »σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν«. ἡμέρα δὲ Μωὰβ τῆς κολάσως ὁ καιρός, πονηρία δὲ τὰ καταληψόμενα τοῦτον ἐπίπονα. ἀξιοῖ δὲ τοὺς κύκλῳ πάντας ἐπεμβαίνειν αὐτῷ· τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπηβν, »ὑπερηφάνοις γὰρ ὁ θεὸς ἀντιτάσσετι«·

Jerem. 31, 25.

Ἐπιχείριον ἢ τὸ σκῆπτρον παρίστησιν ἢ τοὺς ὑπὸ τὴν ἀρχὴν ἢ τοὺς μισθωτούς· ἐπίχειρα γὰρ ὁ μισθός.

Jerem. 31, 26—28.

Ἐπικροτήσει ταῖς ερσίν, αἶς ἐπιχαίρων τῷ Ἰσραὴλ καὶ κατὰ θεοῦ θρασυνόμενος ἐπιεκρότει. οἱ δὲ »τοῖς ὀχυρώμασι πεποιθότες« τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾢκουν παρακειμέναις ταἰς φάραυξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ᾿ ὅτε τόποις, ἐξ ὧν οἱ 3 Vgl. Hexapa. — 4 Vgl. Olymp. (Gh II, 838): ἐνέμενινε τᾖ τροπῇ, φησὶ δὲσἰχμαλωτίζοντας. —24 vgl. Jerem. 31, 7. 2 κλνουσιν ο | λεπτύνουσι ο |3 στρώσουσιν ο w. e. sch. | 4 ἐκκένωσιν ο | τὰς]τὸν e | ἐνέπρησαν]+καὶ ο |9 ἀγγεῖα 1 ἀγγία co | 10 ὡς] ὧν Blass| + τοῦ ο |25 ᾦκουν] οὐκ᾿ οὖν ο. βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς. ἀσελγὴς δὲ καὶ ὁμαλιῶτελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. »εἶπε« γὰρ »ἄφρων ἐνκαρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός«, ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος.

Jerem. 36, 4—6

Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ᾿ ἧς τις ἁμαρτάνων ἐκβάλλετια παραδιδόμενος Ναβουχοδονόσορ, τῷ σατανᾷ, λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος »παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· »οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν«. ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτάνων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα· γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν »τῶν ἐτῶν τῶν ἑβδομήκοντα« σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω λωσεν ὁ περὶ τῆς σοφίας εἰπών· »ταύτην ἐζήτησα νόμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς«. δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· »ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε«, καὶ »περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε«. καὶ ἄλλασ δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπάς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι- 1f. Vgl. Num. 25, 5.—3 Psal. 13, 1. —7 Vgl. Hom. 1, 3 9, 2 18, 14. —7 ff. Vgl. Hier. Comm. 1042 (gl. TU NF 1, 3, 69ff.) —8 Vgl. 1 Petr. 2, 5 — 11 I Kor. 5, 5. — 11 ff. Hom. 1, 3. — 13 I Tim. 1, 20.—17 ff, Vgl. Hier, Comm. 1042.—19 Vgl. Jerem. 36, 10.—23 Weish. Sal. 8, 2.—25 Prov. 4, 6.—26 Prov. 4, 8. 1 καὶ]< ο||2 ὁ] καὶ c | 5 μηδὲ εἶναι] μὴ εἰδέναι c | 7 ἡ]< c | 15 μὴ| μὲν clo | 16 ἐπάνεισιν 1 ἐπάνισιν co | 17 μὴ ὑπὸ ἀνθρώπων]ὑπὸ ἀνών ὑπὸ ἀνών μὴ ο |γεγνότα]+τοῦ c* (streicht c2 w. e. sch.) | 22 τῆς]τῆι ο |24 ἐναυτῷ ο | εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ὰν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοπιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα γοήματα καὶ τὰ δόγματα, θυγατέρας δὲ τὰς πράξεις.

Jerem. 36, 8.

Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον εἰδέναι βουλόγενοι. ἀλλ᾿ μὲν ψευδοπροφῆται ἐξ ἁγίου πνεύματος προλέγειν διϊσχυρίζοντο· τῶν δὲ ἄλλων οἱ μὲν μαντείας, οἱ δὲ πάλιν ἐνύπνια προὔφερον. διὰ τοῦτο δεῖ καθόλου πάσης ἀσεβοῦς προγνώσεως μὴἀνέχεσθαι· εἰ γὰρ ἀστέρες τυχὸν ἐνεργοῦσι, μάτην εὐχόμεθα. διό φησιν· >εἴπωσιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, τί βουλεύεται κύριος περὶ σοῦ<, καὶ »οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ«. γενοῦ τοίνυν ἄξιος θείας προγνώσεως. ἐπάγει γὰρ μετὰ τὸ »οὐκ ἔσται μαντεία ἐν Ἰσραήλ«· «κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτελέσει ὁ θεός«.

Jerem. 36, 21.

τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος. εἰ γὰρ ὁ ἀναξίως [τις] μεταλαμβάνων εὐχαριστίας εἰς κρίμα λήψεται, πόσῳ μᾶλλον ὁ καθεζόμενος ἐν πρεσβυτερίω συνειδότι μεμιασμένος καὶ τὸ Χριστοῦ μολύνων συνέδριον; τίς γὰρ αὐτῷ συγκαθήμενος εὐλαβὴς λέγειν τολμήσει τὸ »οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος« καὶ τὰ ἐπὶ τούτοις;

4ff. Vgl. Hier. Comm. 1042: ut et fidei veritas, quae interpretatur in filiis, bonis operibus copuletur, quae referuntur ad filias.—14 Vgl. Jes. 47, 13. —15 Num. 23, 23.—17 Num. 23, 23.—21 Vgl. I Kor. 11, 27. —24 Psal. 25, 4. 3 δικαιοσύνης]δίκαια ο |σὺν αλάγμασι ο |6 νοήματα c1 a. R. o διδάγματα c* i. T. | 9 πρόγνωσιν? Blass | 10 διισχυρίζοντο] δὲ ἰσχυρίζοντο o | 12 τοῦτο δεῖ Gh τούτων δὲ clo | 13 τοιχὸν ἐναργοῦσιν c | εὐχόμεθα] καυχώμεθα c | 14 βούλεται c | 16 Ἰσραήλ] ἐλημ o | 17 ἐν]< 21 ἀνάξιος ο |εὐχαριστίαν c | 14 βούλεμιασμένος Blass μεμιασμένῳ co | τὸ]<ο |24 εὐλαβῶς Koetschau.

Jeem 37, 17. 18.

Εἴποις δ᾿ ἂν ὅτι καὶ τὴν ἰδίαν ἐπιδείκνυσιν ἀγαθότητα, δἰ ἣν καὶ τὴν ἀποτομίαν ἐπάγει τοῖς αὐτῆς ἐν χρείᾳ τυγχάνουσιν. διὸ μετὰ τὸ εἰς ἀλγεινὸν θεραπευθῆναι, οἰκοδομηθήσεταί φησιν ἡ πόλις ἐπὶ τὸ ὕψος αὐτῆς. ποῖον ὕψος; »οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη«· ὁποία ἐστὶν ἡ μηδὲν φρονοῦσα ταπεινὸν ἢ ἀνθρώπινον, ἡδονάς φησι καὶ πλοῦτον ἐν γῇ καὶ δοξάρία. >συνηγέρθη γὰρ τῷ Χριστῷ καὶ τὰ ἄνω ζητεῖ<. ταῦτά σου ποιοῦντος >οἰκοδομηθήσεται ἡ πόλις σου ἐπὶ τὸ ὕψος αὐτῆς<.

Jerem. 37, 21b. 23. 24.

Ὡς ἐπὶ σπανίου φησίν.

Ἔθος δὲ τῇ γραφῇ μετὰ τὰ πικρὰ λέγειν φιλάνθρωπα πρὸς

3 vgl. Röm. 11, 22. — 5 Matth. 5, 14. Vgl. Hier. Comm. 1057.—8 Vgl. Matth. 6, 19?—Vgl. Kol. 3, 1.—12ff. Vgl. S. 14, 5 15, 8. 1 Vorher in co folgendes Fragment zu Jerem. 36, 22. 23 (Vgl. ep. ad Afric. 7, 8 Hier. Comm. 1047. 1048. Olymp. (Gh II, 647): οὗτοι λέγονται οἱ κατὰ Σωσάνναν πρεσβύτεροι):

Ὠριγένους ἐκ τῆς πρὸς Ἀφρικανὸν ἐπιστολῆς περὶ Σωσάννας (σουσαννας ο).

Μέμνημαι (μέμνηται ο) δὲ φιλομαθεῖ Ἑβραίῳ χρηματίζοντι παρ᾿ αὐτοῖς σοφῷ (σοφοῦ ο, lies σοφοῦ υἱῷ?) συμμίξας περὶ πλειόνων· ἀφ᾿ οὐ ὡς μὴ (ὡς μὴ < c) ἀθετουμένης τῆς περὶ Σωσάννας (σουσάννας ο) ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα, τοῦτον ἔχοντα τὸν τρόπον· »ποιήσαι σε κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, δι᾿ ἢν ἐποίησαν ἀνομίαν Ἱερουσαλήμ (ἐν ἐῆλ c) (Jer. 36, 22. 23).

Καὶ μετ᾿ ὀλίγα·

Καὶ ἕτερον δὲ οἶδα Εβραῖον περὶ τῶν πρεσβυτέρων τούτων τοιαίτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσι διὰ τῆς τοῦ Χριστοῦ ἐπῖ ἐλευθερωθήσεσθαι ἀπὸ τῆς (+ὑπὸ ο) τοῦ ἐχθροῦ (τοῖς ἐχθροῖς ο) δουλείας προσεποιῦντο οἱ πρεσβύτεροι οὖτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν, ἑν ἀποροήτῳ δῆθεν ἔφασκεν, ὡς ἄρα δέδοται αὐτῷ τοῦ (<ο) θεοῦ σπεῖραι τὸν Χριτσόν. εἶτ᾿ (εἶτα ο) ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν Χριστὸν ἡ γυνὴ ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι, καὶ οὕτως »ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν« (Jerem. 36, 23) οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. διὸ καλῶς ὑπὸ του Δανιὴλ ὁ μὲν εἴρηται >πεπαλαιωμένος κακῶν ἡμερῶν (ἡμερῶν κακῶν ο)< (Sus 52 LXX Θ΄) ὁ δὲ ἤκουσε τὸ »οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραήλ« καὶ τὰ ἑξῆς (Sus. 57 LXX Θ΄). οὖτοι οὖν εἰσιν οἱ δύο περσβύτεροι οἱ Σωσάνναν (σουσάνυας ο) ψευδομαρτυρήσαντες.

4 ἀλγεινὸν] ἀλγηρὸν ο |φησιν]1. γῇ καὶ] <ο |8 Χριστῷ Ru θῶ co.

παραμυθίαν καὶ μετὰ τὰ χρηστὰ πάλιν πικρότερα, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος« τοῦ θεοῦ καταφρονήσαντες θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς«. διό φησιν· >ἐὰν ἔλθῃ ἡ ὀργή, οὐκ ἀποστήσεται, ἐὰν μὴ δράσειεν ἃ θέλῃ θεός<. θέλει δὲ ὁ θεός, καὶ ὀργὴ γίνεται, ἵνα γένηται ἃ θέλει θεός. ἐὰν γάρ τις μὴ θέλῃ γενέσθαι ἐν τῷ θελήματι τοῦ θεοῦ λόγου, ἀπολύεται ἐπ᾿ αὐτὸν ἡ ὀργήμὴ δεηθῶμεν οὖν παιδευούσης ὀργῆς ἢ θυμοῦ.

Jerem. 38, 9.

Οὐ γὰρ δι᾿ ἐρήμου, καθάπερ πρόσθεν, ἀλλὰ διὰ τῆς νομίμου καὶ οἰκουμένης. καὶ τροπικῶς δὲ ἐν παρακλήσει, ὅτι »μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται«.

Jerem. 38, 10. 11.

Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυμάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθε[ν. ἐλυτρώσατο δὲ τὸν Ἰακὼβ ὁ θεός· »ἀφῄρηται« γὰρ »ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν«, καθά φησιν Ἡσαΐας. δηλοῖ δὲ καὶ ὅτι αὐτὸς τῆς διαβολικῆς ἡμᾶς ἐξουσίας ἐρρύσατο. τί γὰγ ἂν ἐδυνάμεθα πρὸς τὸν εἰπόντα τά τε ἄλλα καὶ τὸ »τὴν οἰκουμένην ὅλην λήψομαι τῇ χειρὶ ὡς νοσσιάν«; πρὸς ὃν διὰ Χριστοῦ φαμεν· »ποῦ σου θάνττε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον«;

Jerem. 38, 16.

Τοῖς ἀξίοις μακαρισμοῦ κλαίουσι λεγέσθω τὸ διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, τοῖς λέγουσιν ἐν ἁγίᾳ πνεύματι· »ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών«.

Jerem. 38, 16—18.

Γέγραπται καὶ ἐν τῷ Βαρούχ· »τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνεμιάνθης τοῖς νεκροῖς«. ὅταν μὲν γὰρ δίκαιοι ἐπιβαίνωσι, γῆ 1ff. Vgl. Röm. 2, 4. 5. — 3 Vgl. Jerem. 23, 20. — 9 Vgl. Jes. 40, 3? — 10 Matth. 5, 4. — 15 Jes. 9, 4. — 17ff. Vgl. Hier. Comm. 1062: ostenduntur fortiores adversariae potestates natura fragilitatis humanae. — 19 Jes. 10, 14 — 20 I Kor. 15, 55. — 23 Vgl. Luk. 6, 21. — 25 Psal. 136,1. — 28 Baruch 3, 10. 1 πάλιν] λέγειν c | 5 ὃ ο | 16 αὐτῶν1] αὐτὸν c | αὐτῶν2]αὐτοῦ c | 17 φησὶν] + ὁ προφήτης ο | καὶ ὅτι] ὅτι καὶ c | ἡμᾶς] μὲν ο | 18 ἠδυνάμεθα ο | 28 καὶ] 〈 c | 29 εἶ] + καὶ c | ἐπιβαίνουσιν c. ἁγίων ἐστίν· ἵταν δὲ πολλοὶ ἁμαρτωλοὶ ὦσι, γῆ τῶν ἐχθρῶν. οὕτω δέ, φησίν, ἐπιστρέψουσιν ὡς εἶναι μόνιμον τοῖς σοῖς τέκνοις τὸ ἐπιστρέψαι ἀπὸ γῆς ἐχθρῶν, τοῖς ὑπὸ σοῦ ὠφεληθεῖσι καὶ σοῖς καρποῖς. καῖ ἐν Ἐξόδῳ δὲ γέγραπται ὅτι »εἰσήκουσεν ὁ θεὸς τοῦ λαοῦ, τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ τῶν ἔργων«· ὅμοιον τῷ ἐνταῦθα κειμένῳ, ἀλλ᾿ οὐ περὶ πάντων, ἀλλὰ περὶ Ἐφρῒμ ὀδυρομένου. Ἐφραῒμ δὲ ἑρμηνεύεται Καρποφορία.

Jerem. 38, 18—20.

Φωνῆς κλαθυμοῦ μετανοούντων ἀκούει ὁ θεός. διὰ τί δὲ τὸν Ἐφραῒμ ὀδυρόμενον ἐφ᾿ ἁμαρτήμασιν εἶπεν; τῶν Βασιλειῶν τοίνυν Ἡ τρίτη δηλοῖ, ὡς πικρῶς αὐτῶν ἄρχοντος τοῦ Ῥοβοάμ, δέον αὐτοὺς καρτεροῦντας μὴ ἀποστῆναι, >οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ< ἀνεβόησαν, ὅτε Ἱεροβοὰμ τῶν ἀποστάντων ἡγήσατο, τῆς φυλῆς ὑπαρχων Ἐφρΐμ, ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ᾿ οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπαίδευσάς με, κύριε, καὶ ἐπαιδεύθην. οἷα γάρ τις μόσχος ἀποσκιρτήσας τοῦ βουκολίου, τῆς σῆς ἀπέστην νομῆς, καὶ δέομαι τῆς σῆς βοηθείας. σοῦ γὰρ μὴ δυναμοῦντος, ἀτονῶ πρὸς ἐπιστροφήν· δέον δέ με μετανοεῖν πρὶν ἁλῶ καὶ πειθαρχεῖν σου τοῖς προφήταις, μετὰ τὴν ἅλωσιν μετενόησα. γνοὺς δὲ στενάζει· πῶς γὰρ ἄν τις ἀγνοῶν ὡς ἁμαρτάνει στενάξειεν, ἄξια πράξας αἰσχύνης ἐν ἀμαρτήμασιν καὶ μάλιστα ταῖς ἀσελγείαις; τοσοῦτον δὲ μετενόησα, ὡς ἄλλοις ὑποδεῖξαί σε. μεγάλη τοῦ Ἐφρῒμ ἡ μετάνοια, ὥστε τὸν θεὸν ἀναλαβεῖν ἐκ στόματος αὐτοῦ τοὺς λόγους τῆς ἐξομολογήσεως, αὐτὸν δὲ ἀκοῦσαι φωνῆς τῆς λεγούσης· ἐκ νεότητός μου υἰὸς ἀγαπητὸς εἶ, Ἐφραΐμ.

Jerem. 38, 23. 24.

Πάντας ἀνθρώπους εἶχε Ναβουχοδονόσορ τις Ἀσσύριος, ἀφ᾿ οὗ Χριστὸς ἡμᾶς ἐλυτρώσατο. διὸ Ματθαῖος ἐξ Ἡσαΐου φησίν· 4 Exod. 2, 24. 23. — 7 Vgl. Onom. sacra I, 164, 67: Εφραιμ καρποφορία κτλ., u. ö. — 9ff. Vgl. Hier. Comm. 1066, — 12 Vgl. I Kön. 12, 24t.— 14 Vgl. I Kön. 12, 28. — 18f. Vgl. Hier. Comm. 1066: Ergo idipsum quod agimus poenitentiam, nisi Dei nitamur auxilio, implere non possumus etc. — 23 Vgl. Hier. Comm. 1066: ut etiam aliis ignorantibus Deum ostenderit. 1 ὦσι] εἰσι clo | 4 δὲ] 〈 c | 9 ὁ] 〈 ο | 15 ὠδύροντο c1 a. R. o ὠδυνῶντο c* | 20/21 μετενόησ ἄπνους ο [sic] | 21 ἁμαρτάνει] ἁμαρτάνων ο | 26 μου] μοι c | 28 εἶχε] ἔχειν ο + ὁ διάβολος οἷα 1 | 29 μαθαῖος ο. »κηρύξαι αἰχμαλώτοις ἄφεσιν«· οὐ γὰρ καθ’ἱστορίαν αἰχμαλώτοις ἐκήρυξεν. αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος· ἀψύχῳ γὰρ πῶς ἄν ἁρμόσειεν; εἰ δὲ ἐν αὐτῷ ἐσμεν κατὰ τὸ »καὶ ὑμεῖς ἐν ἐμοί«, οἰκοδομήσωμεν ἐν τῷ δικαίῳ ὄρει. τοῦτο δὲ ποιεῖ τις ἐν Ἰουδαίᾳ γενόμενος, ὅ ἑρμηνεύεται Ἐξομολογουμένη, τῷ θεῷ ἐξομολοηούμενος τὰς ἁμαρτίας καὶ εὐχαριστῶν· »λέγε« γὰρ »σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς«. εἰσὶ γὰρ τινες πόλεις τοῦ θεοῦ καὶ οἰκοδομαὶ κἲ γεύργια αὐτοῦ· καὶ γὰρ ὁ Παῦλός φησι· »θεοῦ γεύργιον, θεοῦ οἰκοδομή ἐστε«. ἐν ᾦ γὰρ οἰκοδομεῖται τὰ παρὶ τοῦ θεοῦ μυστήρια καὶ ἄρρητα δόγματα, ἐν τούτῳ ναός ἐστι τοῦ θεοῦ καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ ὅλης οὗτος τῆς Ἰουδαίας μητρόπολις.

Jerem. 38,35. 37.

Δοκεῖ τὸ οὐκ ἀποδοκιμῶ τὸν Ἰσραὴλ ἐναντίον εἶναι τῷ πρὸς αὐτοὺς λέγοντι· καὶ τὸ γένος Ἰσραὴλ παύσεται. μήποτε τοίνυν τὂ μὲν περὶ τοῦ σαρκικοῦ λέλεκται, τὸ δὲ περὶ τοῦ δοκιμῶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐκ ἔστιν, ἀλλὰ παρὰ τοῖς Ἐβδομήκοντα. νοήσεις δὲ καὶ οὕτως, ὅτι νῦν μὲν ἀποδοκιμ[ν, ἐὰν δὲ ὑψωθῇ οὐκ ἀποδοκιμῶ.

Jerem. 39, 7. 8.

Ἐν φυλακῇ πάντες ἐσμέν, καὶ μάλιστα πειραζόμενοι. τότε κτᾶταί τις ἀγρόν, ἀλλ’ οὐ τῆς φυλακῆς ἐξελθών· ἡ δὲ κτῆσις βουλήματι θεοῦ τοῖς καλῶς ἀγωνιζομένοις. ἀδελφοὶ δὲ Χελκίας ὁ ἀδελφῶν γὰρ πρᾶγμα καὶ εἰρήνη καὶ μερὶς καρπὸς δὲ τῆς μερίδος τοῦ θεοῦ Μετεωρισμὸς θεοῦ· οὕτω γὰρ Ἱερεμίας ἑρμηνεύεται. καρπὸς δὲ τῆς εἰρήνης Χάρις θεοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἀναμεήλ. οὐ- 1 Luk. 4, 18 Jes. 61, 1.–3 Joh. 14, 20. –5 Vgl. Onom. sacra I, 193, 13 203, 99: Ἰουδαία ἐξομολογουμένη. – 6 Jes. 43, 26. – 8 I Kor. 3, 9. – 22 ff. Vgl. Hier. θεμέλιος [l. θεοῦ μερίς. Vgl. a. a. O. I, 53, 27: Chelcia pars domini]. – 26 Vgl. Onom. sacra I, 55, 16: Salom retribuens sive pacificus. – 27 Vgl. Onom. sacra I, 192, 91: Ἰερεμίας μετεωρισμὸς ὑψούμενος. – 28 Vgl. Onom. sacra I, 162, 25: Aναμεηλ χάρις θεοῦ κτλ. 1 και’ ο |5 γινόμενος c | ὅ] ἥ Ru | ἐξομολογουμένη, τῷ θεῷ vgl. Onom. sacra ἐξομολογουμένη τῷ θεῷ Ausgg. | 9 τοῦ] <ο |13 δοκῖ κῶι ἀποδοκειμῶ ο | εἶναι] < c | 16 ἡ οὐκ Ru (vgl. Gh) που co | τῷ Gh τὸ c τὸ οὐκ ο | 17 παρὰ] περὶ c | 24 παῖδες ὄνετε] παιδεύοντες ο | 25 καὶ 1]ἡ ο|κελκίας c | 27 oὕτω γὰρ] οὕτως καὶ ο. κοῦν ἡ χάρις τοῦ θεοῦ εἰρήνης γέννημα τυγχάνουσα προσφέρει τῷ ἐν φυλακῇ προφήτῃ τὸν ἴδον ἀγρὸν κατὰ πρόσταγμα τοῦ θεοῦ.

Jerem. 39, 10. 11. 14. 16.

Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοήσεις, αἱ μνήμαι, τὰ δόγματα, δι’ ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προειδέναι περὶ δικααιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. φροντίζει δὲ θεὂς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα. »ἔχομεν« γὰρ »τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«, ἤ τοῖς ἡμετέροις ἀγγείοις, ἤ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ >ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου<, καταφρονήσας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κεκαλλωπιμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡμέρας διέμεινεν. »ὁ λόγος« γὰρ »καὶ τὸ κήρυγμά μου«, φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, »οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«. τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριδτεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι’ ἔργων προφητεά τὸ ἀκουστὸν καθίστησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον.

Jerem. 39, 17.

Οὐ πιθανὸν τὸν προφήτην τοσαύτην εὐχαριστίαν προσάγειν ἐπὶ τῷ >δέκα καὶ ἑπτὰ σίκλων< ἐωνημένῳ χωρίῳ, τὸν >ἐκ μήτρας ἁγιασθέντα< καὶ θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ’ ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάτατ γὰρ ἐν τῇ δεκάτῃ τῶν ἱλασμῶν ἀναφέρονται, καὶ δεκάλογος ἡ πρώτη νομοθεσία), καὶ γνώσῃ 9 II Κοr. 5, 7. – 11 Vgl. Joh. 14, 30. – 14 f. I Kor. 2, 4. – 7 ff. Vgl. Hier. Comm. 1080? – 24 Vgl. Jerem. 39, 9. – Vgl. Jerem. 1, 5. – 25 ff. Vgl. Hier. jejunii et propitiationis mensis septimi. Septem quoue .... esse sanctum, multis Scripturarum testimoniis comprobamus.—27 Vgl. Lev. 23, 27 usw. 1 τῷ] γὰρ τὸ ο | 4 οὕτως ο | 6 τῆς] + κατὰ θεὸν 1 | πράξοντα] + καὶ c πράξαντα ο | 7 λέγεσθαι c | 10 ἀγγίοις co | τῷ] τῇ ο | 11 ὁ Vat. gr. 1153/54 < co | 16 ἀποδείξει]+ δὲ μᾶλλον c | 19 ἔργου ο |23 πιθανὸν l πειθανὸν co | τὸν] τὼ c | 24 τῷ] τὸ ο | ενωημένω ο | 26 δέκατον c | 27/28 δεκάτι τῶν ἀριθμῶν ἀναφαίρον ο [sic] | 28 ἱλασμῶν c (ἱλασ in Ras.) | ἡ πρώτη] ἐν τῇ πρώτῃ c. x003E;τὸν ἀγρόν<. τὸν πληρη καρπῶν πρεπόντων ἁγίοις. τοιοῦτος ἧν ὁ ἁγρὸς Ἰακώβ, οὗπερ ὀσφρανθεὶς Ἰσαάκ· »ἰδοὺ« φησὶν »ὀσμὴ τοῦ υἱοὺ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὅν εὐλόγησεν ὁ κύριος«. ὁποῖός ἐστιν ὁ >καρποὺς ἔχων τοῦ πνεύματος,<, ἵνα >σπείρῃ τὰ τοὺ πνεύματος καὶ θερίσῃ ζωὴν ζωὴν αἰώνιον>· ἔπνει γὰρ μακροθυμίας, χρηστότητος, μίας εὐχαριστεῖ λέγων· ὁ ὤν κύριε. σκοπεῖ γὰρ τὸν ὄντως ὄντα, >μὴ σκοπῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα<.

Jerem. 45, 4. 5.

Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ διδάσκων ὑπομονῆς παραδείγματα, τῶν ψεθδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· »ἐν φυλακαῖς πολλάκις«. τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς καρτοῦσι προστασία, δι’ ἧς πολλάκις εὐεργετεῖ ὁ θεός.

Jerem. 45, 19. 20.

Δέδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι’ ἁμαρτίας Ἱερουσαὴμ παραδίδοται9, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ’ Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, »μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«.

1 Vgl. Jerem. 39, 9. – 2 Gen. 27, 27. – 4 Vgl. Gal. 5, 22. – Vgl. Gal. 6, 8. – Vgl. Gal. 5, 22. 23. – 9 Vgl. II Kor. 4, 18. – 15 II Kor. 11, 23. – 28 Gal. 5, 9. 1 καρπῶν πρεπόντων] καρπόντων ο | 2 ὁ 1 < co | 2–5 ἰδοὺ–Ἱακώβ] < ο | 5 ὀσμὴν] < ο | 7 ἀγαθοσύνης ο | 12 ταῖς Blass τοὺς c τοῖς lo | τοῖς lo τοὺς c | 14 ἡτοιμασώμεθα ο | 15 μετ' ο | 19 ἡ] οἱ ο | 20 ὁ] δὲ ο [sic] | 24 παραδέσοται c | καὶ 1] < O | 25 ἄρχοι Blass vgl. Z. 27 ἄρχῃ co | 26 μένον ο | ἀπόλαυσιν ο.
Jerem. 45, 22. 25.

Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρὸς σε φήσαντες εἰρηνικῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ τοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως· πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ.

Jerem. 47,4.5.

Ὁ προφήτης αἵρεσιν λαβὼν ἔνθα βούλεται ξῆν, ὑπερορᾷ μὲν Βαβυλῶνος, αἱρεῖται δὲ τὴν Ἰουδαίαν, φεύγων τὴν ἐκ βασιλέως τιμὴν καὶ διὰ τοὺς πτωχοὺς τοὺς πρὸς γεωργίαν ἐμμείνατας, ὡς ἂν καὶ τῆς γῆς ἐπιμελῆται διὰ τοὺς πένητας κὰ τὰς τούτων ταῖς προθητείαις γεωργῇ ψυχάς. ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα Δανιὴλ καὶ οἱ τρεῖς παιδες.

Jerem. 48, 2.

Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονηρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύσειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ.

Jerem. 51, 21. 22.

Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνήσθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα. 19 ff. Vgl. Chrysost. (Gh II, 786 τοῦ αὐτοῦ = Orig., doch haben c 325 v und o 179r das Fragment als τοῦ ἁγίου Ἰωάννου; vgl. auch has folgende Chrysostomusfragment bei Gh a. a. O.): (τίνος ἕνεκεν συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι) τὸν ἄνθρωπον χρηστὸν ἄντα καὶ ἐπιεικῆ κτλ. 5 πώσεως ο | 7 ἔκρυψε ο | 9 αὐτοὺς τοὺς] τοὺς αὐτοῦ c | 11 ἐνθα] ἐνταῦθα ο | 14 ἐπιμελῆται l ἐπιμελεῖται co | 16 δὲ] <ο | 18 Ὁ] irrtümlich unter d. Überschr. τοῦ αὐτοῦ, während ein Fragment Olympiodors vorangeht o. Cod. Laur. XI, 4 hat auf fol. 242r noch folgendes Fragment: Ωργ. Ἀπολαυσατε τῶν τῆς εἰρήνης ἀγαθῶν καὶ θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τ]ς ἀπαρχάς. Vgl. Jerem. 47, 10 | 23 ff. dies Fragment nebst Nr. LXIX (149) gehört vielleicht zu der 39. Homilie, von das Prooemium in der Philokalie erhalten ist (vgl. S. 198,3). πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γενέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμφωνν ἔχων τὴν ξἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μεταποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ »ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας« ἀλλὰ τοῦναντίαν. ὁσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶν ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἴματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς >σθνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν<, εἰς νοῦν εἰληφότες τὸ »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· >θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων<. ἀλλ᾿ εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαινει τὸ »ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν«, ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι᾿ ἁμαρτίας λεγόντων· »προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου«, γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· »ἐὰν φέρηστε σεμίδαλιν, μάταινο· θυμίαμα, βδέλυγμά μοί ἐστιν . τίνα δὲ τρόπον εὐκτέον, ἐσίδαξεν ὁ ἀπόστολος λέγων· »βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὀσίους χεῖρας χωρὶς ὁργῆς καὶ διαλογισμῶν«. τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωνς εὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύνοντος τοῦ ἡρτοῦ· »ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι«. τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ᾿ οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, μὴ μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμνος. διό φησιν ἐν προφήταις· »ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;«

Jerem. 51, 22.

Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά- 6 Gen. 8, 21. — 11 Vgl. Kol. 3. 1. — 12 Psal. 140, 2. — 13 Vgl. Apok. Joh. 5, 8. — 17 Psal. 37, 6. — 19 Jes. 1, 13.— 20 I Tim. 2, 8. — 22 f. Vgl. Exod. 17, 11. — 24 Jes. 58, 9. — 30 Jes. 42, 14. 2 γίγνεται c | 3 καλῶς] καλόν c | 4 ἔνδοθεν] ἔσωθεν ο | 7 ὀσμὴ δὴ c ὀσμὴν 7 δὲ ο | 14 εἰ] ἡ ο | 16 ἐπεὶ Blass ἐπὶ clo | 19 φέρηται ο | 20 εὐκτέον Gh εὐκἐδύνατο clo | 23 μωυσέως clo | 24 ῥητοῦ] + τὸ ο | 25 ἐρῶ ο | ἰδοὺ] + ἐγὼ ο | 26 ο | 28 μὴ Gh | 30 ἐσιωπήσατε· μὴ c. νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίου ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται.

Jerem. 51, 32—35.

Τῷ λαῷ συμπάσχων Βροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν, διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ »ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν« καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομάς ὡς ἀρχιτέκτων »τῆς σκηνῆς τῆς ἀληθινῆς ἥν ἐπηξεν αὐτὸν καὶ οὐκ ἄνθρωπος«, περὶ ἧς φησιν ὁ παῦλος· »θεοῦ οἰκοδομή ἐστε«. καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν (»πᾶσα« γὰρ »φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«), καταφυτεύει >ἄμπελον καρποφόρον<, οὐ κατὰ τὴν >εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν<, ἥν ἐκκόπτει ἵνα πάλιν αὐτῆν >ἀληθινὴν< ἀπεργάσηται καὶ >θεοῦ γεώργιον<, οὕτω > τῆς ἐξ Αἰγύπτου< >καθεῖλε τὸν φραγμὸν< κατὰ τὸν Δαβίδ, Ὑπὲρ ἧς εὔχεται· »ἐπίβλεψον ἐξ οὐρανου, καὶ ἐπίσκεφαι τὴν ἄμπελον ταύτην«. καὶ οὗτοι τοίνυν ἐπ᾿ ὠφελείᾳ παιδεύονται· »ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει«. »τίς« γὰρ »ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;« »ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται«. διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα.

Jerem. 51, 35.

Εὑρίσκει γὰρ τὰς ψυχὰς τῶν δικαίων ὁ θεός· »ψυχαὶ« γὰρ »δικαίων ἐν χειρὶ θεοῦ«, αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς μηδὲ οὖσαι λογίζονται.

5 f. Vgl. Chrysost. (Gh II, 806): πῶς θρηνεῖ καὶ ἀποδύρεται, ἀξιῶν περὶ αὐτῶν τὸν θεόν. — 8 Hiob 5, 18. — 11 Hebr. 8, 2. — 12 I Kor. 3, 9. — 13 Matth. 15, 13. — 14 ff. Vgl. Jerem. 2, 21. — 16 Vgl. I Kor. 3, 9. — 17 Vgl. psal. 79, 9. 21 II Kor. 7, 10. — 25 Weish. Sal. 3, 1. 1. 2 λοιμὸν cod. Cat. gr. 1153/54 in Ras. λοιπον clo | 2 οὕτω λοιπὸν καὶ ψυχῶν ἁμαρτίαι ἀπεργάζονται c | 5 βαροὺχ βαροὺχ ο | ἀπωδύρατο c | καὶ übergesch. c1 | 5/6 καὶ—θεόν] < Ο | 6 ἐπαγγελίαν Blass ἀπαγγελίαν co | 7 καθαίρω ο | 12 ὡς c10 ὁ c* | 14 καταφυτεύση ο | 15 ἀλλοτρίαν] ἄκαρπον c 17 κατὰ τὸν δᾶδ a. R. c | 25 θεός] κݲςݲ ο | 26 γὰρ] <Ο | μηδὲ] μὴ ο.