Fragmenta In Lamentationes (In Catenis de Prophetis) Origenes Erich Klostermann University of Leipzig European Social Fund Saxony Gregory Crane Monica Berti Gregory R. Crane Editor-in-Chief, Perseus Digital Library Digital Divide Data Corrected and encoded the text Matt Munson Project Manager (University of Leipzig) Annette Geßner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Greta Franzini Project Manager (University of Leipzig), 2013-2014 Frederik Baumgardt Technical Manager (University of Leipzig), 2013-2015 Simona Stoyanova Project Manager (University of Leipzig), 2015 Project Assistant (University of Leipzig), 2013-2014 University of Leipzig tlg2042.tlg011.opp-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2014 University of Leipzig Germany Origenes Werke Erich Klostermann Origenes J. C. Hinrichs'Sche Buchhandlung Leipzig 1901 3 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

Greek German Latin Removed nested section XPath, completed fragment numbering from roman to arabic, corrected metadata, added ref, expanded pb, corrected milestones.
Die Fragmente aus der Prophetenkatene. c= cod. Chis. R. VIII. 54 saec. X. 1= cod. Laur. V, 9 sasec. XI. o= cod. Vat. Ottob. gr. 452 saec. KI.
Klagel. Jerem. 1 Überschr.

Ὁ Ἱερεμίας αἰχμαλωτισθέντος τοῦ λαοῦ καὶ ὄντος ἐν Βάβυλῶνι. θρηνεῖ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸν λαὸν ἐπὶ τοῖς συμβεβηκόσι, καὶ θρηνεῖ περικοπάς τινας καὶ διαστολὰς πριγράφων ἀρχομένας ἐξῆς ἀπὸ τῶν παρ’ Ἑραίοις στοιχείων. καὶ μετὰ τὸ τελέσαι λέσαι τὸν ἐφ’ ἐκάστου στοιχείου Θρῆνον καὶ ἐπὶ πᾶσι τὸν ἀπὸ τοῦ Θαῦ ἀρχόμενον, ἔπερ ἐστὶ τελευταῖον τῶν Ἐβραίων γαράμμα, ἐπανέρχεται χεται ἐπὶ τὸ Ἄλφ καὶ πάλιν θρηνεῖ, καὶ τοῦτο ποιεῖ τετράκις τὰ εἴκοσι καὶ δύο στοιχεῖα ἐπεξιών.

Klagel. Jerem. 1 Uberschr.

Ἐὰν ἴδωμεν Ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ ἢ καὶτοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἁπαξαπλῶς ταὶς ἐκθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορὰν τὰ ἄντα καὶ ἐπιστῆσαι δυναμένην, 6ff. Vgl. Olymp. (Gh III, 7): Θρηνεῖ μὲν κατὰ τὴν ἱστορίαν ὁ προφήτης τὴν τότε τῆς Ἱερουσαλὴμ γενομένην αἰχμαλωσίαν, προφητικῶς δὲ καὶ ἀληθέστερον τὴν ἐπὶ 'Ρωμαίων αὐτῇ συμβᾶσαν . . . . ἀναφέρεται δὲ τὰ γευραμμένα καὶ ἐπῖ ψυχὴν ἐκπεσοῦσαν μὲν τῆς ἀρετῆς, κατενεχθεῖσαν δὲ εἰς τὰ τῆς κακίας εἰδη καὶ διὰ τοῦτο ἐν Συγχύσει γενομένην (Βαβυλὼν γὰρ Σύγχυσις ἐρμηνεύεται) καὶ ἐπὸ τῶν νοητῶν πολεμίων αἰχμαλωτισθεῖσαν. — 15 Vgl. Math. 25, 41? — 17 Vgl. Philo de edbr. I, 369 M: Ἰσραὴλ δὲ τελειότητος· ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα. τελειόιτερον δὲ τί ἄν εἴη τῶν ἐν ἀρεταῖς ἤ τὸ ὄντως ὄν ἰδεῖν; θνδ νοψη βεσσερ (Vgl. Nr. VII) de somn. III, 692 M: ἠ δὲ τοῦ θεοῦ πόλις ὑπὸ Ἑστε μὴ ζήτει τὴν τοῦ ἔντος πόλιν μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. ὥστε μὴ ζήτει τὴν τοῦ'ἄντος πόλιν ἐν κλίμασι γῆς . . . . ἀλλ’ ἐν ψυχῇ ἀπολέμῳ καὶ ἐξυδερκούσῃ τέλος πτουρθριμένῃ τὸν θεωρητικὸν καὶ εἰρηναῖον βίον. 3 wegen I vgl. S. 199, 3 App. | 11 θαυ co | ἐβραίοις ο | 12 τὸ] τοῦ c | αλφ clo | 13 κβ ψ | 15 Ἐὰν] νορηερ τοῦ αὐτοῦ κατὰ θεωρίαν co | γενομένην ο | 17 και Gh. νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτίσαντα. ἀλλὰ καταφυγόντες ἐπὶ τὸν Χριστόν, τὸν κηρύξαντα κατὰ τὸν προφήτην Ἡσαΐαν »αἰχμαλώτοις ἄφεσιν«, ἐλευθερωρησόμεθα ἀπὸ τῆς αἰχμαλωσίας, κἂν μέχρι τοῦ δῆσαι φθάσῃ ὁ αἰχμαλωτεύσας. ἦλθε γὰρ Ἰησοῦς »ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει«.

Klagel. Jerem. 1 Überschr.

Διὰ τοῦτό φασιν Ἑβραῖοι τῆς παλαιᾶς γραφῆς ἰρσφῆς ἰσαρίθμους τοῖς στοιχείοις εἶναι τὰς βίβλους, ὡς εἶναι πρὸς θεογνωσίαν πᾶσαν εἰσαγωγήν, καθάπερ τὰ στοιχεῖα πρὸς πᾶσαν τοῖς μανθάνουσι σοφίαν. καὶ διὰ τοῦτο τετραπλασιάξεται, τάχα διότι καὶ τῶν σωμάτων τὰ στοιχεῖα καθέστηκε τέσσαρα.

Καὶ μετ'ὀλίγα.

Ἔκδοσις δὲ Ἀκύλα καὶ Θεοδοτίωνος ἐν τοῖς Θρήνοις οὐ φέρεται, μόνου δὲ Συμμάχου καὶ τῶν Ἑβδομήκοντα.

Καὶ πάλιν.

Ζητήσειε δ'ἄν τις, πῶς τῆς ἐπιγραφῆς τοῦ βιβλίου πληθυντικῶς ἐχούσης Θρῆνοι, ἑνικῶς ἐν τῷ προοιμίῳ τὸν Θρῆνον τοῦτόν φησιν. ἀλλὰ μερικοὶ μὲν πλείους ὑπάρχουσι, τοῖς στοιχείοις διῃρημένοι, εἰς ἕνα δὲ πάντες ἀνάγονται, πρὸς μίαν ὑπόθεσιν, τὸν Ἰσραήλ, ἀναγόμενοι.

Klagel. Jerem. 1 Überschr.

Τὸν ἐξ ἀγάπης κλαυθμὸν μακαριζόμενον. τοῦ γὰρ ἁγίου ἐστὶ »κλαίειν μετὰ κλαιόντων«.

Klagel. Jerem. 1 Überschr.

Ἐγγίζων τῇ Ἱερουσαλὴμ ὁ κύριος >ἔκλαυσεν καὶ εἶπεν. εἰ ἔγνως καὶ σὺ τὰ εἰς εἰρήνην σου<. »Ἱερουσαλὴμ Ἱερουσαλή, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, 2f. Vgl. Luk. 4, 18 Jes. 61, 1. — 5 Jes. 42, 7. — 23 Vgl. Luc. 6, 21. — 24 Vgl. Röm. 12, 15. — 26 Vgl. Luk. 19, 41. 42. — Matth. 23, 37 Luk. 13, 34. 1 νοήσομεν Gh νοήσωμεν c o | 3 αἰχμαλωσίας c1 a . R. o ἁμαρτίας c* | 8 φη c | 9 πᾶσαν πρὸς θεογνωσίαν 0 | 10 ἅπασαν c | 12 τέτταρα 0 |14 ἀκύλου ο | vorher τοῦ αὐτοῦ co | τῇ] τὴν c | ἔγνως καὶ] ἔγνωκα C* o ἐγνωκας c1 | 27 ἀποκτέννουσα c. ποσάκις ἠθέλησα ἐπισυνάξαοι τὰ | | τέκνα σου, ὅν τρόπον ἔρνις ἐπισυνάγει τὰ νοσσία ἐαυτῆς ὐπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε«.

Klagel. Jerem. 1 Überschr.

Εἰ τοίνυν »μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται«, ἔδει Ἱερεμίαν τὸν μυστικὸν τοῦτον κλαῦσαι κλαυθμὸν καὶ κατὰ τὸ »μακάριοι οἱ πενθοὺντες« πενθῆσαι τοῦς τοῦ πενθεῖσθαι ἀξίους.

Klagel. Jerm. 1, 1.

Ἔοικε δὲ τὸ μὲν πλῆθος τοῦ λαοῦ, ὅσον ἐπὶ τῇ λέξει, δηλοῦν τοὺς ἐνοικοῦντας Ἰσραηλίτας, τὸ δὲ πλῆθος τῶν ἐθνῶν, ὡς προειρήκαμεν, τοὺς προσηλύτους. εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μὰλλον ἄν τὰ πρακτικά, τὸν πλοῦτον τῶν θεωρημάτων· τὸ δὲ πλῆθος τῶν ἐθνῶν τὸν πολὺν ἀριθμὸν τῶν καλῶν πράξεων.

Καὶ μετ’ ὀλίγα·

Ἡ πεπληθυμμένη λαοῦ μόνη καθέζεται· τῷ τὸν νγμφίον λόγον ἡ νύμφη ἀποβεβληκέναι γίνομένη ὡς χήρα ἥ ποτε τοῖς προειρημένοις ἔθνεσι πλήθουσα.

Klagel. Jerem. 1,1.

Ὅσον ἐπὶ τῇ λέξει ἁρμόζει τὴν Ἱερουσαλὺμ νοεῖσθαι λέγεσθαι μετὰ θαυμασμοῦ διὰ τὴν ἐπὶ τὸι σκυθρωπότερον μεταβολὴν μεμονῶσθαι καθίσασαν τήν ποτε πλήθουσαν λαῷ, ἵν’ ἡ μόνωσις ἡ ἐρημία ᾖ αὐτῆς, ἐσχηκυίας μὲν ἄνδρα τὸν προστάτην ἔμψυχον λόγον, ὅτε αὐτῷ εἴπετο παρόντι καὶ βοηθοῦντι, κεχηρευκυίας δὲ καὶ καταλελειμμένης ὑπ’ αὐρόντι τὰ ἡμαρτημένα.

Καὶ μεθ’ ἔτερα·

Ταὺτα μὲν οὖν πρὸς τὸ ῤητόν· πρὸς δὲ διάνοιαν, Ἱερουσαλὴμ εὐθηνοῦσα καὶ λαῷ χαὶ ἔθνεσι πλήθουσα καὶ χωρῶν ἄρχουσα ἡ θεία ἐστὶ ψυχή. καὶ οὐ θαυμαστόν, εἰ οὐ μόνον οἰκία οὐδὲ ἔπαυλις 4 Luk. 6, 21. — 5 Matth. 5,5. — 13 Vgl. zu S. 235, 17. — 16f. 23f. Vgl. Olymp. (Gh III, 11): τοῦ νυμφίου στερηθεῖσα λόγου. — Vgl. Jes. 54, 1? 4 Εἰ] vorher τοῦ αὐτοῦ co | γελάσατε c | 8 Ἔοικε] vorher τοῦ αὐτοῦ c | o | 18 πληθύσασα ο | 12 τοῦ λαοῦ] τῶν λαῶν ο | 16 λαοῦ] <c| 17 ἡ νήμφη] ἠ νυμφίος 23 ᾖ Βλασσ ἢ co | 24 εἴπετο] εἴπετο c εἶπε τὸ ο | παρόντα καὶ βοηθοῦντα ο | 25 ὑπ’] ἀπ’ ο | 28 πληθύνουσα ο. οὐδὲ ἡ ταύτης μείζων κώμη ἄν προσαγορευθεῖσα οὐδὲ πόλις ἡ τυχοῦσα ἀλλὰ πασῶν πάλλὰ πασῶν πόλεων διαφέρουσα καὶ παρὰ θεῷ τετιμημένη Ἱερουσαλὴμ χρηματίζει ἡ τελεία ψυχή, μεγέθους ἀζιολόγου πόλει τῇ μεγίστῃ περιβαλλομένου αὐτῇ αὐτῇ τῆς σοφίας καὶ πάσης ἀρετῆς † περιγινομένου πολλαπλασια οἰκοδομήματ.

Καὶ μετ’ ὀλίγα·

Ὥσπερ δὲ ἔνεστιν ἰδεῖν Ἱερουσαλὴμ εὐθηνουμένην, πληθύνουσαν λαῷ καὶἔθνεσιν καὶ ἄρχουσαν ἐν χώραις, οὔτως, εἰ μεταπτωτή ἐστιν ἡ ἀρετή, μονουμένην ποτὲ αὐτὴν καὶ χηρεύουσαν καὶ δουλεύουσαν, 10 ὥστε καὶ φόρους τῷ χρατήσαντι αὐτῆς ἐχθρῷ τελεῖν, κατὰ τὴν ψυχὴν τοῦ ἐκπεπτωκότος τῆς ἀληθείας.

Klagel. Jerem. 1,1.

Τί δὲ δεῖ λέγειν καὶ περὶ τοῦ ὅτι ἄρξασα χωρῶν ἐπὶ τοσοῦτον δουλοῦται παρὰ τοῖς ἐχθροῖς, ὥστε καὶ φόρον ἀεὶ αὐτὴν ἐπιτελεῖν, τε΄π]θσαμ τπὸς λαλπὸς δεσ['πταος. ἃ ἂν ἐκεῖνοι προστάττωσιν; προστάτουδι δὲ χρηστὸν οὐδέν. καὶ τάχα καθ’ ἔχαστον ὦν πταίει ἐνθάδε, φόρον τινὰ τελεῖ τῷ Ναβουχοδονόσορ, ὅς ἐρμηνεύεται Ἐγκαθισμὸς καὶ ἐπίγνωσις συνοχῆς· οὐ μόνῶ δὲ τῷ Ναβουχοδονόσορ, ἀλλὰ καὶ τοῖς σατράπαις αὐτοῦ.

Klagel. Jerem. 1,2.

Ἐπὶ μὲν τοῦ πρώτου Θρήνου, τοῦ ἀπὸ ἀπὸ τοῦ Ἄλφ ἀρξαμένου, τὴν λέξιν λέξιν σῶσαι δελυνήμεθα. ἐπὶ δὲ τούτου τί ἄν τις εἴποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν βυκτί, ὤστε τὰ δάχρυα εἶποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν νυχτί, ὥστε τὰ δάκρυα ἔἶναι ἐπὶ τῶν σιαγόνων αὐτῆ; εἰ μὴ ἄρα τοὺς τις ἐρεῖ πόλιν ὀνομαξομένους, τοῦς καὶ φόρον τελοῦντας, κεκλαυκέναι ὐπομνησθέντας ἐξ οἴας εἰρήνης κὶ ἐλευθεράς εἰς ὅσην δουλείαν καὶ ταπείνωσιν ἐληλύθασιν. πῶς οὖν διηγησόμεθα καὶ τὸ ἐν νυκτόι, ἤ στι ἐν τῷκαιρ καιρῷ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀναπαύσεως ἡ πόλις ὐπομιμνῃσκομένη ἀναπαυόμενοι ἔκλαιον, καὶ ἔκλαιον κρουνηδ[ον τῶν δακρύων καταρρεόντων ἐπὶ τῶν σιαγόνων αὐτῶν; ἐπετείνετο δὲ μάλιστα αὐτῖς 17/18 Vgl. Onom. sac4ra I, 195, 85: Ναβουχοδονόσωρ ἐγκαθημένος ἢ ἐπίγνωσις συνοχῆς u. I, 47,2: sessio in agnitione angustiae. – 25 Vgl Klagel. Jerem. 1,1. 1 ἄν] c1 a. R. <C* o | 4 παραβαλλομένου ο | 5 πολλὰ πλούσια ο | 13 χωρῶν] φώρων ο | 15 ἄν C1 ἐὰν C*O| προτάττωσιν Koetschau προστάττουσιν co |21 Ἐπὶ] vorher τοῦ αὐτοῦ co | πρώτου] πρὸ τούτου ο | ἀπὸ τοῦ] <c | ἀλφ clo | 27 τὸ | τὸν co | ὅτι | ὅτε co | 28 ἁπάντωω] τῶν ο 30 καὶ ἔκλαιον] < c. ὁ καλυθμὸς καὶ ἐπέρρει τὰ δάκρυα, οὐχ ὑχάρχοντος κἄν ἑνὸς παραμυθουμένου αὐτοὺς ἀπὸ τοσούτων ἀγαπώτων, παντός τε τοῦ φιλοῦντος ἀθετοῦντος τὴν φιλίαν τὴν πρὸς αὐτὴν καὶ μεταβεβληκότος εἰς ἔχθραν. τίνες οὖν, ὡς πρὸς τὴν λέξιν, οἱ ἀγαπῶντες αὐτὴν πρότερον, ἀφ' ὧν οὐδεὶς ὐπῆρχεν παραμθυησόμενος αὐτήν; τάχα αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις, διὰ τοῦτο δὲ ἴσως ἀγαπῶσαι τὴν μητρόπολιν, ἐν καιρῷ περιστάσεως οὐ παρεκάλουν.

Καὶ μετ' ὀλίγα·

Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν. ἐὰν ὁ λόγος, ὡς ἐν τοῖς πρὸ κλαίειν λέγοιτο, ἐκπεσοῦσα τῆς οἰκείας χώρας ἐν Συγχύσει γενομένη, καὶ κατάστασιν ἔχειν ἐναντίαν τῷ γελᾶν γέλωτα τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὅν ὁ κόριος ἡμῶν ἐπαγγέλλεται ὑπάρξειν τοῖς τὸν μακαριζόμενον κλαυθμὸν κλαύσασι φάσκων· »μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«. καὶ ἐν τῷ Ἰὼβ δὲ »ἀληθινῶν« φησὶ »στόμα ἐμπλήσει γέλωτος«. τάχα δὲ διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως λέγεται. ὁ τοίνυν στενάζων διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως ἀπόστολος δεσήλωκεν εἰπών· »καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι«, τὸν ἐν ἐπαγγελίᾳ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάἱλαρότητα, κλαυθμὸν κλαίει τροφιμώτατον καὶ ὠφελοῦντα τὴν ψυχήν.

Klagel. Jerem. 1, 2.

Oἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵν' οὕτως εἴπω, πνευματικόν, τὂ δὲ φιλεῖν σωματικὸν καὶ ἐνθρωπικώτερον. τάχα δέ, οὐδενὸς φαύλου ἀγαπῶντος, παρατηρητέον ὅτι περὶ μὲν τῶν κρειττόνων φησί· οὐχ ὑπάρχει παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν, περὶ δὲ τῶν ἐλαττόνων· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν αὐτήν, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. οἱ μὲν γὰρ ὑποδεέστεροι καὶ ἠθέτησαν αὐτὴν καὶ ἐγένοντο αὐτῇ ἐχθροί· οἱ δὲ κρείττονες μόνον οὐ παρεκάλεσαν.

12 Vgl. Onom. sacra I, 174, 91: Βαβυλὼν σύγχυσις, u. ö. —15 Luk. 6, 21. – 16 Hiob 8, 21. – 17 Vgl. Gen. 21, 6 u. Onom. sacra I, 170, 85: Ἱσασκ γέλως, u. ö. – 19 II Kor. 5, 4. – 24 ff. Vgl. in Jerem. Hom. 15, 3 (S. 127, 11 f.). 2 αὐτοῖς c | 3 τὴν 2] < ο | 4 ὡς] < ο | 11 λέγῃ Vat. gr. 1153/54 λέγει co | ποιὰν Blass Diels Koetschau ποίαν co | αὕτη Blass αὐτῆ co | 13 τῷ] τὸ c | 16 ἀλητος c | 29 αὐτὴν 2] ἐν αὐτῇ ο | 31 αὐτῇ] < ο | οἱ] ο | δὲ Gh γὰρ co.
Klagel. Jerem. 1, 3.

πρὸς μὲν τὸ ῥητὸν τοιοῦτος ἂν εἴη ὁ νοῦς· τὸν ἴδιον τόπον ἡ Ἰουδαὶα ἤμειψεν, αἰτίων τούτων γενομένων αὐτῇ τῆς ταπεινώσεως αὐτῆς (ἣν τεταπείνωνται ἁμαρτοῦσα καὶ τὸ ἀνάστημα καὶ τὸ ἐγηγερμένον, ὃ πρότερον εἶχεν ἐν θεοσεβείᾳ ὑπάρχουσα, καταλιποῦσα), ἔτι δὲ καὶ τῆς πολλῆς δουλείας αὐτῆς, ἣν δεδούλωτο ὑποτεταγμένη τοῖς πάθεσιν. μετοικισθεῖσα δὲ ἐν ἔθνασιν ἱδρύνθη, ἔνθα εὑρεῖν ἀνάπαυσιν οὐ δεδύνηται, πάντων τῶν ἐχθρῶν καταδιωκόντων αὐτὴν καὶ καταλαβόντων καὶ κατακεκρατηκότων, αὐτῆς γενομένης παρὰ τοῖς ἔθνεσιν οἳ ἔθλιβον αὐτήν.

Klagel. Jerem. 1,4.

Ὁ πρὸς τὸ ῥητὸν νοῦς οὗτός ἐστιν. τοῦ νόμου λέγοντος.. »τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ἔσπευδον οἱ ἀπὸ τοῦ λαοῦ, μετὰ τὸ οἰκοδομηθῆναι τὸν ναὸν ἐν Σιὼν ἀπὸ τοῦ χρόνου Σολομῶντος, ἐπιτελεῖν τὸ προστεταγμένον. καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ τυγχανουσῶν τῶν πόλεων τῆς Ἰουδαίας, πάντοθεν ὁδοὶ ἦσαν φέρουσαι ἐπὶ τὴν Σιών. ταύτας οὖν ὁ προφήτης διὰ τὴν αἰχμαλωσίαν φησὶ πενθεῖν σκυθρωπαζούσας καὶ ἐν πάσῃ ἐρημίᾳ ὑπαρχούσας ˜† καὶ ἐν ἐκείνοις τοῖς καιροῖς, ὅτε πολλὴ εὐφροσύνη καὶ ἱλαρότης ἦν ἐν αὐτοῖς, σπευδόντων ἐπὶ ἑορτὴν τῶν ἁπανταχόθεν Ἰουδαίων ἐπὶ τὸ Σιὼν ὅρος. πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠσανίσθαι, καὶ τοὺς ἱερεῖς ἄλλας ἡμμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἢτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱερατικὰς ἀπαιτοῦντα. ἀλλὰ καὶ αἱ παρθένοι, φησί, τῆς Σιὼν ἀγόμεναί εἰσι, δῆλον δὲ ὅτι ὑπὸ τῶν κεκρατηκότων πολεμίων.

12ff. Vgl. Olymp. (Gh III, 21): τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐκέλευσεν ὁ νόμος. . . . τῷ πάσχα, τῇ ἑορτῇ τῶν πρωτογεννημάτων, καὶ τῇ σκηνοπηγίᾳ. ἐν ταύταις οὖν ταῖς τρισὶν ἑορταῖς οἱ πανταχόθεν Ἰουδαῖοι συνέρχονται εἰς Ἱερουσαλήμ. κατὰ τοίνυν τὴν ἱστορίαν οὐδενὸς ἐρχομένου ἐν τῇ Σιὼν διὰ τὴν κατασκαμὴν τῆς πόλεως πενθοῦσιν αἱ ὁδοί. — 26f. Vgl. Olymp. (a. a. O.): πρὸς μὲν τὸ ῥητόν, διὰ τὸ μὴ εἶναι τοὺς προσφέροντας. 3 αἰτιῶν c doch vgl. S. 244, 2 | γινομένων C | 5 τὸ διεγηγερμένον ο |ὑπάρχουσα] <0 | 9 καὶ 1 Vat. gr. 1153/54 <co | καὶ κεκρατηκότων 0 |12 οὖτος] τοιοῦτος ο |τρὶς c1 τρεῖς C* o | 15 τῶνχρόνων ο | 17 ὁδοὶ ἦσαν] ὁδοποίησαν ο | 18 φησι Gh | 20 αὐταῖς Blass Koetschau | σπευδόντων]+ὡς ο | 21 Ἰουδαίων] ἑβραίων 0 | 22 τῶν1] <ο |πόλεων c | 25 αἰχμαλωτεῖσθαι c αἰχμαλωτίσθαι ο | 26 τῷ Vat. gr, 1153/54 τὸ co.
Klagel. Jerem. 1, 4.

Πρὸς δὲ διάνοιαν· τῆς σκοπευτικῆς καὶ θεωρητικῆς δυνάμεως Σιὼν καλουμένης πολλαὶ ὁδοί εἰσι τῶν ποικίλων δογμάτων, μυστικῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν, τάχα δὲ καὶ λογικῶν, αἱ φέρουσαι ἐπὶ τὴν κατανόησιν καὶ θέαν τῶν προκειμένων. ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πενθοῦσιν οὐκ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρημέναις ὁδοῖς, ὅτε ὁδευονται ἐξεταζόμεναι καί, ἵν᾿ οὕτως εἴπω, διαβαινόμεναι· πενθοῦσι δὲ ὅτε ἐρημοῦνται, οὐκ ἐρευνώμεναι οὐδὲ διεξοδευόμεναι διὰ τὸ ἀποπεπτωκέναι τοὺς ὁδεύοντας καὶ αἰχμαλωτισθέντας ὑπὸ τῶν παθῶν περιεσπάσθαι περὶ τὰ χείρονα.

Klagel. Jerem. 1, 4.

Ἡ Σιὼν γλυκὺ μηδαμῶς ἔχουσά τι, ἐν πικρίᾳ διάγει καθ᾿ ἑαντήν οὐ ληπτέον γὰρ τὸ πικραινομένη νῦν ἐπί τινος εἴδους ὀργῆς.

Klagel. Jerem. 1, 5.

Ἡ τῆς λέξεως σαφήνεια τοιαύτη τίς έστιν. ἔθλιβον τὴν Ἰουδαίαν χώραν ἢ θλίβειν γε ἤθελόν τινες πρὸ τῶν τῆς αἰχμαλωσίας χρόνων, ἀλλ’ οὐκ ἐκράτουν ὑπερασπίζοντος τοῦ θεοῦ τῶν Ἰουδαίων. ὅτε παρεῖχον ἑαυτοὺς ἐκεῖνοι βοηθείας ἀξίους. ὅτε δὲ ἥμαρτον καὶ Πρὸς τῷ μὴ ἀκούειν τῶν προφητῶν ἔτι καὶ ἀνῄρουν αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ, τότε παρεδόθησαν τοῖς θλίβουσιν ὑποχείριοι, ὥστε τοὺς ἐχθροὺς αὐτῶν γενέσθαι κεφαλήν, τουτέστιν, ὡς Σύμμαχος ἡρμήνευσεν, ἄρχοντας. ἕτεροι δὲ τάχα παρὰ τοὺς θλίβοντας οἱ ἐχθροὶ ὄντες ἤτοι τῇ ἐπινοίᾳ ἢ καὶ τῇ ὑποστάσει, έν εὐθηνίᾳ ἐτύγχανον, ὑποχειρίων τοῖς θλίβουσι γενομένων τῶν διὰ τὰ ἁμαρτήματα ἐγκαταλελειμμένων, τοῦ κυρίου ταπεινώσαντος διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων τοὺς παρανενομηκότας καὶ ἐπὶ τοσοῦτόν γε τοῦτο 2 Vgl. Onom. sacra 1, 174, 90: Σιὸ)ν σκοπευτήριον κτλ., u. ö. — ff. Vgl. Olymp, (a. a. O.): πρὸς δὲ διάνοιαν τὰ διδάγματα, δι’ ὧν εἰσέρχεται ἄνθρωπος εἱς τὴν ἀρετήν, ἐν κατηφείᾳ εἰσὶν ἐκκοπείσης τῆς προθεσμίας ἴσ. προθυμίας) τῶν μανθανόντων. — 6 Vgl. zu S. 239, 12. 2 Πρὸς] vorher τοῦ αὐτοῦ co | δυνάμεως] + τοῦ ναοῦ ο | 7 μὲν] x003C; c | 9 ἐρευνούμεναι ο | 11 περιεσπάσθαι] περισπασθῆ co | 13 μὴδαμῶς γλυγὺ μὴδαμῶς c | 20 καὶ] x003C; ο | 21 τῷ Icorr. τὸ cl*o | 23 ὡς] ὁ c | 25 ἤτοι] ἢ c | 28 καὶ] x003C; c ποιήσαντος, ὡς μηδὲ τοῖς νηπίοις αὐτῶν ἔλεον καταλειφθῆναι, ἀλλὰ πορευθῆναι αὐτὰ ἐν αἰχμαλωσίᾳ ἐλαυνόμενα ὑπὸ παντὸς τοῦ θλίβοντος.

Klagel. Jerem. 1, 5.

Ἀρξάντων τε καὶ εὐφρανθέντων τῷ τὸν κύριον διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων εἰς ταπείνωσιν παραδεδωκέναι τοὺς τὰς ἐν τοῖς ἁγίοις λογίοις συνθήκας πρὸς αὐτὸν οὐ τετηρηκότας.

Klagel. Jerem. 1, 6.

Τὰ τῆς λέζεως ὅση δύναμις ἡμῖν σαφηνιστέον, ἐξετάζουσι τις ἡ θυγάτηρ Σιών, καὶ ἐν τίνι ἔχουσα τὴν εὐπρέπειαν, τίς τε ἡ νομή, ἣν οὐκ ἔχουσίν οἱ ἄρχοντες τῆς θυγατρὸς Σιὼν δίκην κριῶν ἀπορούντων βοσκήσεως· καὶ πῶς οὑτοι ἐστερημένοι ἰσχύος πορεύονται κατὰ πρόσωπον τοῦ διώκοντος. ἡγούμεθα δὲ τὸ μὲν ὄρος Σιὼν εἶναι μητέρα τῆς ἐν αὐτῇ συναγωrῆς θυγατρὸς χρηματιζούσης τῆς Σιών, τὴν δὲ εὐπρέπειαν τῆς θυγατρὸς Σιὼν τὴν κτῆσιν τὴν ἐν πέπλοις αὐτῆς, ἥτις κτῆσις ἐν τῷ καιρῷ τῆς προνομῆς ληφθεῖσα ὑπὸ τῶν πολεμίων ἐξῆλθεν ἀπὸ τούτων, ὡν κόσμος ἦν, τουτέστι ἐξεκομίσθη τοῦτο γὰρ ἐμφατικώτερον τῷ ἐξῆλθεν ὠνόμασε), τοὺς δὲ ἡγουμένους τῆς συναγωγῆς, διὰ τὸ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ αἰχμαλωτίζειν, ἀποροῦντας τῶν συνήθων ὡμοιῶσθαι κριοῖς οὐχ εὑρίσκουσι τροφήν. ὥσπερ μέντοιγε κριοὶ ἐλαυνόμενοι μὴ τραφέντες ἀσθενῶς πορεύονται, τῇ ἀνάγκῃ τῶν ἐπιδιωκόντων εἴκοντες, οὕτω δὲ καὶ οἱ ἄρχοντες αἰχμάλωτοι γενόμενοι, ἀπαγόμενοι εἰς τὴν χώραν τῶν αἰχμαλωτισάντων, ἐπορεύοντο οὐκ ἐν ἰσχύϊ κατ’ ὄψιν τοῦ διώκοντος.

Klagel. Jerem. 1, 6.

Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών· οἷόν ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή , οὕτω δὲ ἐπεὶ Σιών ἐστι τὸ Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ 5 Vgl. Klagel. Jerem. 1, 5 cod. Qmg: διὰ τὸ πλῆθος τῶν ἀσυνθεσιῶν αὐταῖς. — 27 ff. Olymp. (Gh III, 26): πρὸς δὲ διάνοιαν, ἡ θεογνωσία διὰ τὴν τῆς ἁμαρτίας ἐπαγωγήν. — 29 Vgl. S. 241, 2. 1 ποιήσαντας c | καταλειφθῆναι c 1 καταληφθῆναι c*o | 12 ἐστερημένοι cl W. e. seh. ebenso S. 251, 19 | 14 μητέρα] τὴν c | σχηματιζούσης c | 17 ἀπὸ] ὑπὸ ο | 18 τῷ] τὸ Ic | 23 ἥκοντες c | οὕτω δὲ] οὕτως c | 24 γινόμενοι ο | 25 ἐν οὑκ ἰσχύει ο | 27 Πρὸς] vorher τοῦ αὐτοῦ κατὰ ἀναγωγήν co. ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρἐπειαν καὶ ἀξίωμα, τῆς τε τούτων συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησάμενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρημένης εὐπρεπείας, δίκην κριῶν, τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν, ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἴν οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος, ὅστις ἐστὶν ὁ ἀντίδικος ἡμῶν διάβολε, ἔμπροσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλἐα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· »ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών«.

Klagel. Jerem. 1, 7.

Ο γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστηκότος μιμνῃσκεται, ἀλλὰ τοῦ παρεληλυθότος.

Καὶ μετ’ ὀλίγα·

Τοιαῦτα διαπορήσαντες έν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς έστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθηρᾶς πράξεως · ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας 5 ff. Vgl. Olymp, (a. a. Ο.): οἱ διδασκαλικοὶ τρόποι οὐχ εὑρίσκουσι νομήν. — 11 Vgl. Ι Pet. 5, 8. — 16 Jes. 37, 22. 1 νοABBREVησαίμην c Ι τῶν] τὸν c | 3 ἀξίωμα καὶ εὐπρέπειαν c | 12 ἐθέλοι c 15 τῶν] x003C; C | 19 τὰ δεABBREVινὰ c | 24 θλίβοντος] ἐχθρῶν c | 26 ἐστιν] + ἢ c 29 φύσ,ιν] + καὶ c | 30 ἐζεστηκῶσα ο | 31 ἐφήσθη] ἐφεῖσθαί co ἐπῃσθάνετο Gh | τοῦ πταίσματος Gh | 32 εἰς] + τὰς ο. τοῦ θλίβοντος, οὐδενὸς αὐτῇ βοηθοῦντος, τότε ὑπεμνήσθη τῶν δι’ ἃ ἔπασχεν, αἵτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτωκέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι.

Καὶ μετ’ ὀλίγα·

Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾐ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς, οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος, τῷ μὴ ὑπάρχειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν, πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν. ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων , ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι , οὐδαμῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.

Klagel. Jerem. 1, 8.

Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστιν. ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, ἐνσάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτιμακέναι τὴν τοιαύτην πόλιν , θεασαμένους αὐτῆς τὴν ἀσχημοσύνην. αὐτὴ δὲ ἐφ’ οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλω καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἐμπροσθὲν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν.

Καὶ μετ’ ὀλίγα·

Ἐὰν δὲ Ἱερουσαλὴμ ἡ τοιάδε ψυχὴ λέrηται, ἐντρεχής τις καὶ διορατικὴ καὶ τῆς τοῦ θεοῦ εἰρήνης τῆς ὑπερεχούσης πάντα ωνοῦν< κατανοητική, ἐπεὶ δυνατὸν παρὰ πολλὰς αἰτίας ταύτην ἁμαρτεῖν, δηλοῦται τὸ εἰς σάλον αὐτὴν μεταπεπτωκέναι ἐποστᾶσαν τῶν καλῶν καὶ ἐν τοῖς χείροσι γεγενημένην. πᾶς δὲ ὁ τῆς ἀρετῆς ἐκπεσὼν καὶ τῇ κακίᾳ συμβιοὺς ἐν σάλῳ τυγχάνειν ὑγιῶς λέγεται.

27 Vgl. Onom. sacra I, 169, 66: Ιερουσαλημ ὅρασις εἰρήνης κτλ., u. ö. — Vgl. Phil. 4, 7. 2 τῶν Ru ὧν co | τε] < ο | 5 τοιάδη [so öfter] o | ψυχὴ ᾖ Blass ψυχὴ ἦν c ψυχὴν ο | 6 οὗ] οὐ ο | τῷ τὸABBREV c | 7 αὑτή ο | 8 ἀπώσθη] < ο | 15 ἴσχοντα] ἔχοντι c | 17 ἥμαρτεν] + ἡ ο | 19 μεταβαABBREVλόντας c μεταβάλλοντας ο | 21 αὕτη ο | 22 ποτε] < c | 26 τοιάδε] τοιαύτη ο | 29 σάλον] ἄλλον ο | 30 ἐν] < c.
Klagel. Jerem. 1, 8.

Δηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι τοῖς ἕμπροσθεν ἐπεκτεινομένης< τῶν πταισμάτων οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ’ ἀποστρεφομένης εἰς τὰ ὀπίσω ἐπὶ τῶ ἰδίω καλῶ.

Klagel. Jerem. 1, 9.

Κατὰ μὲν τὴν σωματικὴν διήγησιν τὸ λεγόμενον περὶ τῆς Ἱερουσαλὴλ νῦν τοιοῦτόν ἐστιν. ἐμπόδιόν ἐστιν ἡ ἀκαθαρσία τῆς Ἰερουσαλήμ· τίνος δὲ ἐμπόδιον, ἡμῖν καταλέλοιπε νοεῖν ὁ προφήτης. τάχα οὐκ δηλοῖ ὂτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ὴ ἀκαθαρσία. ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὄτι Ἱερυσαλήμ τῶν τῶν ἐσχάτων αὐτῆς οὐκ ἐμνημόνευσεν. ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνημονεύειν αὐτὴν τῶν ἐσχάτων αὐτῆς, τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυθούμενος τὴν τὰ μέγιστα τὴν τὰ μέγιστα αὐτῆς κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε, ἐπειδήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται.

Καὶ μετ΄ ὀλίγα·

Ζητητέον μέντοι κατὰ τοὺς τῆς ἀναγωγῆς νόμους εἰ δυνατὸν ἔν τινι τυγχάνειν ἀκαθαρσίαν οὐκ αἰτίῳ ταύτης ὅντι. ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου. ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀΚαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὀδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν έν ἱερῷ τόπῳ τοὺς πόδας, οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα- σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεεθά γε τούτου σύμβολον 3 Vgl. Phil. 3, 14. — 27 f. Vgl. Exod. 3, 5. — 28 Vgl. Jos. 6, 15. 7 Κατὰ] vorher τοῦ αὐτοῦ co Ι 8 ἐμπόδιόν ἐστιν] < c Ι ἡ] ἦν ο | 9 λοιπεν ὁ ἦν ὁ ο | 11 ὅτι] + ἡ ο | 14 καὶ] < c Ι μὴ] < c | 15 θαυμάσια καὶ] < C | 19 αὐτῆς Gh αὐτὴν co | 21 μεμεγάλυνται c | 24 ἔδωμεν Vat. gr. εἴδομεν C εἴδωμεν ο | 25 νοήματα] νοητὰ c | καὶ cocorr. δὲ Ο* | 28 μωυσης co 32 χοῦ Blass χνοῦ C O. εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή- ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· »ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ‘ «, καὶ »ὄ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«. οὐκοῦν δεήσει τας περὶ τούς, ἲν’ εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὃπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἕχειν μετ’ αὐτοῦ. εἰ γὰρ παραμένοι αὒτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός«.

Klagel. Jerem. 1, 9.

Δῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται. καὶ ἐὰν μὲν χρηστοῦ τινος νομιζομένου ἐπὶ τοῦ παρόντος γίνεσθαι προθεωρῇ τὸ ἐν τῷ μέλλοντι πικρόν, παραπεμψαμένη τὸ δοκοῦν εἶναι ἡδὺ τὸ ἐναντίον πράττει, ὑπὲρ τοῦ μὴ μετὰ ταῦτα χαλεπῷ τινι περιπεσεῖν· ἐὰν δὲ ἐπιπόνου τυγχάνοντος τοῦ παρόντος ἀγαθαὶ ἐλπίδες διαδέχωνται τὸ φαινόμενον σκληρόν, ἑκου. σίως αὑτὴν ἐπιδώσει τῇ τραχύτητι τοῦ δόξαντος ἃν εἶναι δεινοῦ παρά τισιν, ἐπὶ τῷ τυχεῖν τῶν διὰ τὸ ὑπομεμενηκέναι ταῦτα διαδεχομένων γλυκέων τὰ σκληρά.

Klagel. Jerem. 1, 9.

Ταῦτα δὲ πάντα, φησί, παθοῦσα ἡ τροπικώτερον καλουμένη Ἱερουσαλὴμ ούδὲ τοῦ παραμυθουμένου εὐπόρησεν· ἀποστραφεῖσα γὰρ τὸν ἐν αὐτῇ λόγον καὶ ὅλη τοῦ πάθους γεγενημένη, τὸν βοηθὸν ἀπολώλεκε, τὸν ἀεὶ κατὰ τῶν πόνων ὁπλίζοντα καὶ τῶν νομιζο- μένων δεινῶν τὴν προσέχουσαν αὐτῷ διάθεσιν. ἐπὶ τούτοις δ’ ἐμοῦ τοῦ πολίτου τὴν ταπείνωσιν ἴδε· ὡς ἂν λέγοι συγγενὴς ψυχῆς· τὸ τοῦ πολίτου μου πάθος, δι’ ἥν ἐδιδάχθην φιλανθρωπίαν, ἐμή 3 Joh. 13, 8.-4 Job. 13, 7.-9 Job. 14, 6. — 11 ff. Vgl. Olymp. (Gh III, 34): εἰ ἐμνήσθη, φησίν, ὅτι ἔστιν ἀνταπόδοσις, εἶχεν [l. εἶλεν?] ἑαυτῆς ταπεινώσειν τὴν ὑπερηφανίαν, ἵνα μὴ πέσῃ ὑπὸ τὴν τιμωρίαν. 1 βαλόντα Vat. gr. 1153/54 βάλλοντα co Ι 5 περιαθροίσαντας Blass περιαθροίσαι co | τοὺς Gh τοῦ co Ι 6 καὶ streicht Blass Ι 8 τὴν] τῶ [1. τοῦ τοῦ?] ο 11 ἢ Gh ἡ CO | 14 μὲν χρηστοῦ] μέχρισ τοῦ ο | 15 προθεωρῇ] προθεωρεῖ c πρὸ θεωρὴ ο | 18 διαδέχονται c | 19 αὑτὴν] αὐτὴν co Ι δοξάσαντος ο | ἀνεῖναι c 20 παρά τισιν Gh παραίτησιν co | 23 πάντα φησί] φησὶ πάντα ο | 24 ηὐπόρησεν ο | 26 ἀπολέλωκεν c Ι τὸν πόνον c | 27 δέ μου ο | 28 ἴδε καὶ ὡσὰν c. ἐστι συμφορά. κατανόησον οὖν, ὠ κύριε, καὶ μὴ τέλεον καταλίπῃς τὴν τὰ προειρημένα πεπονθυῖαν· μὴ ὑπερίδῃς τὸν ἐχθρὸν αὐτῇ, λέγω δὴ τὴν κακίαν μεγαλυνθεῖσαν καὶ κεχυμένην κατ΄ αὐτῆς. δύναται δὲ τροπικώτερον λέγεσθαι τὸ ἵδε, κύριε, τὴν ταπείνωσίν μου ὑπὸ τοῦ ἐνυπάρχοντος τῇ ψυχῇ λόγου, ἀτιμασθέντος καὶ τετα- πεινωμένου καί, ἵν' οὕτως εἴπω, τὸ ἴδιον βασίλειον ἀπολωλεκότος.

Klagel. Jerem. 1, 10.

Ἐπιθυμήματα τοίνυν τῆς Ἱερουσαλὴμ νοητέον τὰ ἐν τῷ ναῷ, καὶ τὰ ἅγια τῶν ἁγίων ἀποκείμενα εἰς τὴν ἱερατικὴ λειτουργίαν ευετα, καὶ τὰ ἄλλως παρὰ τὸ ἐναποκεῖσθαι τῷ ναῷ θεῖα εἶναι πεπιστευμένα, οἶον τὴν λυχνίαν τὴν χρυσῆν καὶ τὰ λοιπά. πεπει- σμένοι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ ταῦτα εἰς δόξαν θεοῦ ἐναποκεῖσθαι τῷ ναῷ, πάντων προέκρινον αὐτὰ ἐπιθυμοῦντες αὐτοί τι παθεῖν μᾶλλον ὑπὸ τῶν πολεμίων χαλεπὸν ἢ τούτων ὑποχείριόν τι γενέσθαι τοῖο ἐχθροῖς. τὸ δὲ ἁγίασμα ἕθος τοῖς ἐκ περιτομῆς τὸν ναὸν καλεῖν.

Klagel. Jerem. 1, 10.

Παραδοξότατον δέ τι πέπονθεν ἡ Ἱερουσαλὴμ παρὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας. ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι, πατοῦντα τὸ ἁγίασμα, ἔνθαοὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱερέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τόπον ὅν μόγις >μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ δἰσῄει<.

Καὶ μετ΄ ὀλίγα·

Ἐὰν δὲ Ἱερουσαλήμ, καθάπερ προπαρεστήσαμεν, ἡ τοιάδε ψυχὴ τυγχάνῃ, νοητέον τὰκατὰ φύσιν αὐτῆς ἀγαθὰ κόσμον αὐτῆς ὄντα, δι 8ff. Vgl. Olymp. (Gh III, 36). - 17 ff. Vgl. Olymp. (a.a.O.): ἐκέλευσεν ὁ θεὸς Μωαβίταις καὶ Ἀμμανίταις μὴ εἰς ἐκκλησίαν θεοῦ εἰσιέναι. ἐρημωθείσης οὖν τῆς Ἱερουσαλὴμ εἰσῆλθον καὶ οὖτοι εἰς τὸν ναόν. — 19 Vgl. Luk. 21, 24. — 21 Vgl. Num. 18? — 23 Vgl. Hebr. 9, 7. — 27 Vgl. Olymp, (a. a. 0): ἡ κακία έφήπλωσεν ἑαυτὴν κατὰ τῆς ψυχῆς, καὶ ἐπεσκότισεν αὐτῆς τὴν ἐπιθυμητὴν θεογνωσίαν. 1 καταλίπῃς Vat. gr. 1153/54 καταλείπης co Ι 3 κατ’ αὐτῆς Gh καθ’ ἑαυτῆς CO Ι 4 δὲ] < C | 10 τὰ Vat. gr. 1153/54 τὸ co | 11 πεπιστευμένοι ο | 12 δόξαν] + τοῦ ο | 13 προέκριναν c | 15 τοῖς] τοὺς c | 18 ὁ] < c | 20 μόνον ο | 21 ἐκείνῳ] + εἰσελθεῖν ο | 23 άγιστείας Vat. gr. 1153/54 ἁγιαστίας co | 26 καθὰ ο | 27 τυγχάνῃ Ru τυγχάνει C τυγχάνοι ο | τὰ Blass Lietzmann. ὧν ἐθεράπευε τὸ θεῖον, ἐναποκείμενα τοῖς ἀβάτοις αὐτῆς παντί τῳ πλὴν τοῦ ἀρχιερέως λόγου, έπιθυμήματα αὐτῆς καλεῖσθαι. ἐπὶ πάντα δὲ ταῦτα ὁ ἐν τῷ παλαίειν κεκρατηκὼς ἐχθρός, θλίψας τὴν οὐ καλῶς ὑπὲρ αὑτῆς στρατευομένην, ἀλλ᾿ ἀξίως ὑπὸ τῆς θείας βοηθείας ἐγκαταλελειμμένην , ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὅχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἕθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν· τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; <ἡ γὰρ σὰρξ στρατεύεται κατὰ τοῦ πνεύματος<, >τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας σὔσης εἰς θεόν<· »τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«.

Klagel. Jerem. 1, 11.

Ἐστέναζον διὰ λιμὸν καὶ μικρᾶς ἕνεκα βρώσεως ψυχὴν ἐπιστρεφούσης ἐκλείπουσαν παρεῖχον τὰ τιμιώτατα. πῶς δὲ τὰ προρρηθέντα ἐπιθυμήματα παρὰ τῶν πολεμίων ἀπενεχθέντα παρεῖχον εἰς ὠνὴν τροφῆς; ἀλλ᾿ >ἐξέτεινε μὲν ὁ ἐχθρὸς ἐπὶ πάντα τὴν χεῖρα<, κορεσθεὶς δὲ τῷ λαβεῖν ἅπερ ἤθελε, τὰ λοιπὰ καταλέλοιπεν. ἀνθ’ ὧν ἐπρίαντο τὴν τροφήν.

Klagel. Jerem. 1, 11.

Εὐχὴ παρὰ τῆς Ἱερουσαλὴμ τὸ ἴδε, κύριε, τὴν ἐμὴν ἀτιμίαν, ἀπολεσάσης τὸν κόσμον διὰ λιμόν. μήποτε δὲ διάφορα τὰ ἐπιθυμήματα, προηγουμένως μὲν τὰ προδεδηλωμένα >ἐφ᾿ ἅπερ ὁ ἐχθρὸς ἐξέτεινε τὴν x003C;, δεύτερα δὲ τὰ ἑνὸς ἑκάστου τῶν ἀπὸ τοῦ λαοῦ· καὶ τὰ μὲν κοινὰ παρείληφεν, ἀντὶ δὲ τῶν ἰδικῶν ἕκαστος ὠνεῖτο 7ff. Vgl. Olymp, (a. a. Ο.): πρὸς δὲ διάνοιαν, ἀκάθαρτοί τινες λογισμοὶ εἰς τὸ ἄδυτον τῆς ψυχῆς ἐχώρησαν. — 13 Vgl. Gal. 5, 19 Röm. 8. 7. — 14 Vgl. Gal. 5, 17. — 15 Vgl. Röm. 8, 7. — 16 Röm. 8, 7. — 19ff. Vgl. Olymp. (Gh III, 39): ἵνα . . . θρέψωσι τὴν ἐκλείπουσαν ψυχήν. — 22. 28 Vgl. Klagel. Jerem. 1, 10. 4 ὑπὲρ αὑτῆς] ὑπ᾿ αὐτῆς c ὑπὲρ αὐτῆς ο | 5 αὐτὸν co | 6 ἐξέπεσε c | 8 εἰσελθόντων c εἰσεληλυθότων ο | 9 τῷ] τὸ ABBREV c | 14 τοῦ] < c | 15 ἐχθρᾶς ο | 16 οὐδὲ γὰρ] οὐ γὰρ c οὐ δὲ ο. τροφήν. πρὸς δὲ ἀναγωγήν, ὥσπερ Ἠσαῦ ἀπέδοτο τὸ πρωτοτόκια πυρρᾶς ἕνεκα τροφῆς, ἡς ἐπώνυμος γέγονεν Ἐδὼμ δὲ Ἑρυθρὰ γῆ· καὶ γὰρ ἐγένετο γήϊνος, καταφρονήσος μὲν τῶν πρωτοτοκίων, προηγούμενα δὲ ποιήσας τὰ γήΪνα, ἅπερ Ἰακὼβ ὡς ἀναγκαῖα μετήρχετο δευτέρῳ λόγῳ διὰ τὸ τυγχάνειν ἐν σώματι), οὕτω καὶ Ἱερουσαλήμ. ἀλλ’ ὁ μὲν δίδωσι τῷ ἀξίῳ Ἰακὼβ τυχεῖν, ἅπερ εἶχεν ἐπιθυμή- ματα, εἰ καὶ μὴ ταῦτα προείλετο· ὁ δὲ λαὸς Ἱερουσαλὴμ δέδωκε μὲν καὶ αὐτὸς ἔνεκα βρώσεως, ἀλλ’ οὐχὶ ἀγίου ταύτην κατασκευά- σαντος, ἀλλὰ Βαβυλωνίων οἵτινες ἐνυβρίζειν ἔμελλον τοῖς δοθεῖσιν ἐπιθυμήμασιν. ὁ μὲν γὰρ Ἰακὼβ οἶδε κοσμῆσαι τὰ παρὰ Ἠσαῦ, οἱ δὲ Βαβυλώνιοι οὐ χρῶνται τοῖς δοθεῖσιν ἐπ' ἰδίῳ καλῷ. οὕτω καὶ ψυχὴ δί ἀπορίαν τῶν ἀναγκαίων χρειῶν ἀπορρίπτει τὰ θεῖα μαθήματα τοῖς κατὰ περιεργίαν βουλομένοις ἐπὶ διαβολῇ καὶ χλεύῃ μαθεῖν.

Klagel. Jerem. 1, 13.

Τὸν ἐπὶ τῇ ἁλώσει δεδήλωκεν ἐμπρησμὸν τῶν ἰσχυροτάτων οἰκοσομημάτων ἁψάμενον ἢ τὴν ἅλωσιν τῶν ὑπερεχόντων ἐν αὐτῇ πολι- τῶν, ψυχῇ τε καὶ τοῖς ἐκτὸς οἱονεὶ πυρουμένων ταῖς συμφοραῖς. δηλοῖ καὶ τῶν ὑποβεβηκότων τὴν σύλληψιν τὴν εἰς δουλείαν ὥσπερ ἐν ἄγρᾳ δικτύων , τῶν μὴ καλῶς χρησαμένων τῇ ἐλευθερίᾳ. οὑτοι γάρ, οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι τῶν ὄπισθεν · ἀπέστρεφον δὲ ἀπὸ δόξης εἰς ἀτιμίαν, ἀπὸ ἐλευθερίας εἰς δουλείαν, καὶ γεγόνασιν ἀντὶ ἐνδόξων ἠμαυρωμένοι καὶ ἀφανεῖς ἐξ ἀτιμίας καὶ ὔβρεως· δι' ἅπερ εἰς διηνεκῆ πέπτωκε λύπη ἡ πόλις.

Klagel. Jerem. 1, 14.

Ἡ πρόνοια, φησίν, ἐπὶ τοῖς ἐμοῖς ἀσεβήμασιν οὐ κεκοίμηται· θεὸς γὰρ ὥσπερ εἰς χεῖρας λαβὼν αὐτὰ διὰ τῆς ἐξετάσεως τοῖς διὰ τὴν ἀνταπόδοσιν ἐνέπλεξεν ἕργοις. καὶ γέγονέ μοι ταῦτα καθ άπερ ἐπὶ τραχήλου ζυγὸς καὶ δουλείαν ἐπέθηκεν· ἥν γὰρ ἐδούλευσα τῷ Ναβουχοδονόσορ δουλείαν, τὰ ἐμά ἐστιν ἀσεβήματα, διόπερ ἄτονος γἐγονα παραδοθεῖσα τούτοις ὦν ὑποστῆναι τὴν δεσποτείαν οὐ δύναμαι.

1 ff. Vgl. Gen. 25, 30 ff. — 2 f. Vgl. Onom. sacra I, 190, 29: Ἐδὲμ . . . ἢ γῆ ἐρασμένη ἢ αἱμάτωσις | 190, 34: Ἑδὼμ γήινος ἢ κόκκινος κτλ. — 20 Vgl. Phil. 3, 14. — 29 u. S. 250, 12 statt ἠσθένησεν hat Origenes w. e. seh. ἠτόνησεν gelesen, eine sonst nicht bezeugte Variante. 1 ἡσαῦ c | 2 Ἐδὼμ] ἐδὲμ c Ι 4 ἅπερ] + ὁ c Ι 7 προείλατο c | 11 οὐχ ὁρῶν- ται c Ι ἐπὶ c | 19 τῇ] < ο | 20 οὐ τοῖς Blass οὖτοι co Ι 30 τούτοις Gh τοῖς CO τούτοις τοῖς 1.

Καὶ μετ΄ όλίγα·

Ὁ ζυγὸς αὐτοῦ κατὰ τοῦ τραχήλου μου. δείκνυται δὲ διὰ τοῦ παρόντος ῥητοῦ τροπικώτερον δεῖν ἐκλαμβάνεσθαι τὰ ὡς περὶ παθῶν ἡμετέρων λεγόμενα περὶ τοῦ θεοῦ. πῶς γὰρ ἅν ἄλλως τὰ τῆς Ἱερουσαλὴμ ἀσεβήματα τῇ τοῦ θεοῦ συμπεπλεγμένα χειρὶ ἢ τροπικῶς; οὐ γὰρ ἄν τις λέγοι καὶ ταῦτα σωματικῶς. πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμβάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον; λεγέσθω δὲ τὰ νῦν ὡς ὑπὸ ψυχ·ῆς εἰς ἀσέβειαν ὑπνωσάσης, ἐν τῷ ἀφηνιακέναι μὲν ἀπὸ τοῦ σωτηρίου ζυγοῦ τοῦ ὑγιοῦς λόγου, ὅν ὁ σωτὴρ ὀνομάζει χρηστόν, ὑποδῦναι δὲ τὸν τῶν ἀσεβημάτων, δι' ὦν· ἠτόνησεν ἀφεθεῖσα τῆς θείας ἐπισκοπῆς καὶ παραδοθεῖσα τῇ βασιλευούσῃ τῶν κακῶν ἁμαρτίᾳ, ἡς τοῖς θελήμασι διὰ τὸ ἀπεριόριστον καὶ ἄπειρον τῆς κακίας οὐ δύναται πάντῃ ὑπουργῆσαι καὶ κόρον αὐτῇ παρασχεῖν. ταπεινοῖ δὲ ὄντως ἡ ἁμαρτία καὶ ἅγχει καὶ κάτω βλέπειν ποιεῖ· ζυγὸς δὲ καὶ τὸ συνειδὸς ἄγχον ἀεὶ καὶ τιτρῶσκον καὶ ἀνανεύειν μὴ συγχωροῦν καὶ πάσης ἀφαιρού- μενον παρρησίας. πάρεσιν δέ, φησί, καὶ τῆς ἰσχύος ᾖ μὴ καλῶς ἐχρησάμην ἐποίησε, καὶ λύομαι τὰ συνέχοντά με θεωροῦσα κακά.

Klagel. Jerem. 1, 15.

Οὐκ ἐκ μέσου μου ἐξῆρεν αὐτούς εἰ γὰρ καὶ ἀπεστερήμην αὐτῶν, ἀλλ' ἐξῆν εἰς ἕτερα καταχρήσασθαι), ἀλλ’ ἐν μέσῳ μου παθεῖν αὐτοὺς κατεδίκασε δι' ἄπερ ἠσέβησα, καὶ πεπόνθασιν οἱ ἐκλεκ- τοί μου τὰ χαλεπώτατα , αὐτοῦ τοῦ κυρίου τὸν οἶνον τοῦ θυμοῦ αὐτοῦ ἐν ληνῷ πατήσαντος εἰς πλησμονὴν ἐμοὶ καὶ τῇ παρθένῳ τοῦ βασιλικωτάτου Ἰούδα. λέγοι δ' ἂν ἰσχυροὺς μὲν τοὺς δυνα- τοὺς ἐν πολέμῳ καὶ τῆς πατρίδος ὑπερασπίζοντας, ἐκλεκτοὺς δὲ τοὺς εὐγενεῖς ἢ σοφούς. σαφηνίζει δὲ τὸ ληνὸν ἐπάτησεν τὸ περὶ τῆς τῶν ἁμαρτωλῶν τιμωρίας ἐν Ψαλμοῖς εἰρημένον· »ποτήριον ἐν χειρὶ κυρίου, ἀκράτου ἀκράτου πλῆρες κεράσματος«, κλινόμενον ἐκ τοῦδέ τινος τοῦ κολαζομένου ἐπὶ τόνδε τὸν κολαζόμενον, ἕως πίωσι »πάντες οἱ ἁμαρτωμοὶ τῆς γῆς«, τῆς τρυγὸς ὑπολειπομένης τοῖς ἀμαρτω- 6 ff. Vgl. Sel. in Gen. 1, 26 (Lo 8, 50): συνάγουσι μυρία ῥητά, μέλι ὀνομάζοντα θεοῦ κτλ. — 11 Vgl. Matth. 11, 30. — 21. 22 Vgl. Hexapla: Σ' τοὺς μεγιστᾶνάς μου κύριος τοὺς ἐν μέσῳ μου. — 27 Vgl. Olymp. (Gh III, 50): πρὸς μὲν τὸ ῥητόν, τοὺς ἄρχοντας καὶ τοὺς νομοδιδασκάλους. — 29 ff. Psal. 74, 9. Vgl. in Jerem. Hom. 12, 2. 4: περὶ Gh | 6 σωματικά ο | 11 τὸν] τὸABBREVν c | 23 πεπόνθεισαν c ε und ει in Ras.) | 28 όὲ] δὴ ο | 32 τῆς γῆς ἁμαρτωλοὶ ο. λοτέροις ἔτι τούτων ὑπάρχουσιν, εἰς οὕς τελευταίους »ὁ τρυγίας« ἐκκενωθήσεται.

Klagel. Jerem. 1, 15.

Οὐ χαλεπὸν δὲ ἰδεῖν, πῶς ληνὸν ἐπάτησε κύριος παρθένω θυγατρὶ Ἰούδα· ἐπεὶ γὰρ ἅ σπείρει ἕκαστος, ταῦτα καὶ θερίσει< τάχα δὴ καὶ ἃ γεωργεῖ, ταῦτα καὶ τρυγᾷ. ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἱδίων γεννημάτων, ὁ δὲ γεωργήσας ἅμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα- φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάντων ὑπὸ κυρίου συναγομένων< εἰς μίαν ληνόν, πατουμένων κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν. καὶ πίεται, κατὰ μὲν τὸν Ἱερεμίαν εἰς τὸ ἐξεμέσαι, κατὰ δὲ τὸν Ἡσαΐαν εἰς τὸ ἐξεγερθῆναι καὶ ἐνδύσασθαι δόξαν τὴν συγγενῆ· οὐ γὰρ μάτην ληνὸν πατεῖ κύριος, καὶ μάλιστα παρθένῳ θυγατρὶ Ἰούδα.

Klagel. Jerem. 1, 15.

Η τοίνυν ψυχὴ πολλὰ παρὰ τοῦ κτίσαντος αὐτὴν λαβοῦσα δυαατά τε καὶ ἐκλεκτὰ χαρίσματα, τούτων διὰ κακίαν ἐστερημένη καὶ τίνουσα δίκας, ὃ πέπονθεν ὁμολογεῖ. ὁ δὲ κληθεὶς εἰς τὸ συντριβῆναι καιρός ἐστιν ὁ τῆς ἀνταποδόσεως, ὅτε κατὰ τὸν Ἰεζεκιὴλ οὐ μνησθήσεται πάντων τῶν δικαιωμάτων ὡν πεποίηκεν ὁ δίκαιος ἐν ἡμέρᾳ ἁμαρτίας x003C;. πενθοῦσα δὲ τά συμβεβηκότα ὠφελεὶται, τῶν πενθούντων καὶ κλαιόντων ἐπαγγελίαν ἐχόντων τὴν παράκλησιν καὶ τὸν γέλωτα.

Klagel. Jerem. 1, 16.

Αἵτιον εἶναι τῶν ὀδυρμῶν ἔφη τὸ μὴ εἶναι τὸν ἐπιστρέφοντα τὴν ψυχὴν αὐτῆς, ἤγουν τὸν ἀνακτώμενον κατὰ Σύμμαχον. ἠφανίσθαι δὲ λέγει καὶ τοὺς υἱοὺς δυναμωθέντος τοῦ ἐχθροῦ δι' ὡν ἐξημάρτανον· εὐσεβούντων γὰρ ἡμῶν οὐκ ἰσχύει, ἀσθενεῖ γὰρ προκοπτόντων καὶ νεκροῦται τελειουμένων μένων καὶ ὑπὸ τοὺς πόδας 5 Vgl. Gal. 6, 7. — 8 Deut. 32, 32-34. — 13 Vgl. Jerem. 32, 13. — 14 Vgl. Jes. 51, 17 52, 1. — 22 Vgl. Ezech. 18, 24? — 24f. Vgl. Matth. 5, 5 Luk. 6, 21. — 31 f. Vgl. Rom. 16, 20. 6 δὴ] δὲ CO Ι γεννημάτων Ru γενημάτων co | 11 τοῖς] καὶ τοῖς c | 18 Ἡ] vorher Ὠριγένους Gh; in c fehlt der Name am Anfang der Seite, in ο steht das Fragment ohne Namen zwischen zwei Origenesfragmenten. συντρίβεται Λεπτυνόμενος ὡς χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὡς πηλὸς πλατειῶν λεπτυνόμνος<. ἀναλόγως γὰρ ὧν ἁμαρτάνομεν τρέφεται καὶ δύναμιν ἵσχει, τοῦ δὲ πλημμελεῖν πεπαυμένων οἱονεὶ λιμῷ διαφθείρεται. ἐκ δὲ τῶν ἐναντίων τὰς θείας δυνάμεις εὖ μὲν πράττοντες ἡμῖν αὐτοῖς ἐνισχύομεν καὶ διώκομεν ἁμαρτάνοντες. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ ἠφανισμένοι ἐξέδωκεν ἕρημοι. λέγοι δ' ἂν ταῦτα ψυχὴ θεωρητικὴ τυγχάνουσα τοῦ τοῦ τῆς ἀληθείας καὶ διὰ ῥᾳθυμίαν τὸν εὐφραίνοντα τοῦτον ἀπολέσασα λόγον καὶ πάντας τοὺς καρπούς, υἱοὺς αὐτῆς χρηματίζοντας, διὰ τὸ κατ αὐτῆς ἐχθρὰν τὴν κακίαν δεδυναμῶσθαι.

Klagel. Jerem. 1, 17.

Σιών φησι τὸ ὄρος, τὸν δὲ λαὸν Ἰακώβ, τὴν δὲ μητρόπολιν Ἱερουσαλήμ. ἐνετείλατο δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἐντολὰς δι' ἄς παραβαινομένας ὑπ' ἐχθρῶν ἐκυκλώθη, κατὰ δὲ Σύμμαχον καὶ καθ’ ἑτέραν ἔκδοσιν τῶν Ἑβδομήκοντα ἐνετείλατο κύριος κύκλῳ αὐτοῦ γενέσθαι τοὺς θλίβοντας αὐτόν, αὐτόν, ταῖς εἰς τὸ κακοῦν τεταγμέναις δυνάμεσιν.

Klagel. Jerem. 1, 17.

Τὸ τῆς Ἱερουσαλὴμ δι' ἁμαρτίας ἀκάθαρτον ὡς δι' ἀφέδρου δεδήλωκεν. ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ, ἢ ὅλου μὲν τοῦ ὄρους μέση ἐν μέρει γὰρ αὐτοῦ ῴκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ, τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ, ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών, χεῖρας αὐτῆς τὰ ἔργα, οἶον γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας ούδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐνοικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τροπολογοῦνται, πόσῳ μᾶλλον τά κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὅρος, ὡς εἰπεὶν, μετὰ τοῦ ἔθνους στενάζει οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα.

1 Vgl. Psal. 17, 43. — 29 ff. Vgl. zu S. 250, 6 ff. 4 εὖ] τὰ ἀγαθὰ Gh Ι 5 ἐνισχύωμεν καὶ διώκ(ομεν c Ι 6 ἠφανισμένη c Ι ἐρήμη C | 10 τὴν] x003C; C | 15 ἔκδοABBREVσιν c*, χὴν a. R. c1 | 16 κακὸν c | 21 τοὺς ὅρους μέση Ι 24 εἰ] ἡ ο | ἡ] ἦν C* ἦν ἡ c1 | 25 οἷον γεωργία] x003C; c | 27 χερσὶν] c1 a. R. x003C; c* χερσεῖ ο | ἀργῷ Blass ἀγρῷ co Ι 30 τὰ Gh τὸ co Ι 32 ὐκ Vat. gr. 1153/54 ουκ CO.
Klagel. Jerem. 1, 18.

Στόμα κυρίου τοὺς προφήτας ἐκληπτέον, ὡν ὑπάρχων Ἡσαΐας ἔλεγε· »τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«. Ἱερουσαλὴμ δὲ ὠνείδισται ὑπὸ τοῦ σωτῆρος ὡς »ἀποκτείνασα τοὺς προφήτας«, καθὸ καὶ παρεπίκρανε τὸ στόμα κυρίου πόνοις αὐτοὺς πικροτάτοις ἐκδοῦσα. ὁ δὲ τὸ αἶμα τῶν προφητῶν ἐκζητῶν< θεὸς ταῖς ἐκ πολέμων καὶ πάλιν αἰχμαλωσίαις παραδίδωσιν αὐτῆς νεανίσκους τε καὶ παρθένους. ἀνθ’ ὧν οὗν πέπονθεν, ἐξομολογεῖται τοῖς ἅλλοις ἑαυτὴν παράδειγμα τούτοις παρέχουσα, πρὸς τὸ μὴ παθεῖν παραπλήσια τὴν τοῦ θεοῦ μαθόντας δικαιοσύνην.

Klagel. Jerem. 1, 18.

Μετὰ τὸ αἰσθητόν, παρθένους νόει τοὺς ἐν ἀφθαρσίᾳ βιοῦντας, νεανίσκους δὲ τοὺς ἐν ἀρετῇ εὐδοκίμους. πολλάκις γὰρ καὶ οἱ ἅγιοι τοῖς ὑπευθύνοις συμπάσχουσιν.

Klagel. Jerem. 1, 19.

Τοὺς ἐραστὰς οἲτινές εἰσι, δεδήλωκεν Ἰεζεκιὴλ λέγων πρὸς Ἱερουσαλήμ, ἣν Ὀλίβαν καλεῖ· »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ κυκλόθεν, υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους«· οὑτοι γὰρ πρότερον ὄντες φίλοι κατὰ θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· »καὶ ἐξεπόρνευσεν ἡ Ὅλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους‘ «, καὶ μετ' ὀλίγα· »διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων( λέγει δὲ καὶ περὶ τῆς Ἰερουσαλήμ· »καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο«.

3 Jes. 1, 20. — 4 Vgl. Matth. 23, 37 Luk. 13, 34. — 6 Vgl. Luk. 11, 50. — 17 Ezech. 23, 22. 23. — 21 Ezech. 23, 5. — 23 Ezech. 23, 9. — 25 Ezech. 23, 11. 12. 3 ἔλεγε] + γὰρ ο | 5 αὐτοῖς c | 12 Μετὰ] vorher τοῦ αὐτοῦ c | 17 ὁλιβὰν ο | κύριος 2] x003C; c | 18 κυκλόθεν C 1 κύκλωθεν c*o | 20 μετέβαλλον ο | 21 σαμαρίας ο | 22 όολα ο ὀολὰ c ( ο 2 in Ras.) | 23 παρέδωκαν ο | 25 ὁλιβα ο.
Klagel. Jerem. 1, 20.

Ἐν μὲν οὖν τῇ προφητείᾳ ἀλγεῖ τὴν ψυχὴν ὡς πεισόμενος δει- νότατα· ἐν δὲ τῷ παρόντι Θρήνῳ, ὡς ἤδη τούτων συμβεβηκότων, ἄχθεταί τε καὶ δι' ἁμαρτίας ὁμολογεῖ τὴν χρηστότητα τοῦ θεοῦ πικροτάτην ἑαυτὴν καταστῆσαι, ὡς καὶ ἀτεκνωθῆναι τὴν πολύ- τεκνον, καὶ τὸ δεινότατον, πολεμίᾳ χειρί. προσωποποιίας δὲ οὔσης, οὐ δεῖ ζητεῖν πόλεως κοιλίαν τεκοῦσαν καὶ καρδίαν λελυμένην.

Klagel. Jerem. 1, 21.

Μερίζει τὸν λόγον Ἱερουσαλὴμ πρὸς τοὺς ἐχθρούς, οὒς ἀκοῦσαι βούλεται, καὶ πρὸς τὸν θεόν. ἀλλὰ τί παρακαλεῖ πρὸς ἀκοὴν τοὺς ἐχθρούς; τί δέ φησι τῷ θεῷ περὶ αὐτῶν ὡς ἐχάρησαν; μήποτε τοίνυν ἐπεὶ τῷ αὐτῆς καὶ Ἰσραὴλ παραπτώματι γέγονεν ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς<, καὶ ὂταν τὸ πλή- τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἱσραὴλ σωθήσεται<) πρὸς ἀπὸ τῶν ἐθνῶν τὰ πρῶτα λέγει προφητικῶς, πρὸς τὸν θεὸν δὲ τὰ δεύτερα. ἐγκατελείφθην παθεῖν ἵνα χώραν λάβητε, καὶ γέγονα δι ὑμᾶς ἐχθρὰ τοῦ θεοῦ, καίπερ κατὰ τὴν ἐκλογὴν ἀγαπητὴ διὰ τοὺς πατέρας ὑπάρχουσα. διὸ τὸν ἐμὸν ἀκούσαντες στεναγμόν, , καὶ τὴν αἰτίαν τούτου νοήσατε· τέλεον γὰρ ἐφ΄ ὑμετέρᾳ σωτηρίᾳ ἐγκαταλέλειμμαι, μὴ ἕχουσα τὸν ἀεί με παραμυθούμενον μετὰ πεῖραν κακῶν. νῦν γὰρ ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν · ἦλθε γὰρ ᾠ ἠν τὰ ἀποκείμενα x003C;, ἡ προσδοκία τῶν x003C;, οὑπερ ἐκδικουμένου τοῦ αἴματος, οὐδεὶς ὁ παρακαλῶν ἔτι τὴν Ἱερουσαλήμ.

Klagel. Jerem. 1, 22.

Τουτέστι· μὴ ἐπὶ πλέον ἀφεθῇ χρῆσθαι αὐτῶν ἡ κακία, γέ- νοιτο δέ σου ἐν ἐπισκοπῇ, ὡς εἴ τις εὔξαιτο τραύματα εἰς ὄφιν ἐλθεῖν ἰατροῦ πρὸς τὸ τυχεῖν τελείας ἰάσεως· τοῦτο γὰρ τὸ πᾶσα· μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτρον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν.

2 Vgl. Jerem. 15, 10 und in Jer. Hom. 15, 4 (S. 128, 20). — 12 Vgl. Rom. 11, 11. — 13 Vgl. Rom. 11, 25. — 21 f. Vgl. Gen. 49, 10. — 29 ff. Vgl. Philo de poen. II, 405 Μ : τὸ μετανοεῖν οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα. τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δ’ ἀμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωήν, φρονίμου κτλ. 2 πεισομένην c ει in Ras.) | 5 ἑαυτῆ ο | 10 ἀκοὴν] ἀκούειν ο 12 ἐπεὶ] ἐπὶ clo 18 ὑπάρχουσα Ic* τυγχάνουσα C 1 τυγχάνουσα τυγχάνουσα ο | 21 ἐξἐλιπεν 1 ἐξέλειπεν co | 23 ἔτι] ἐπι c | 26 γένοιντο ο | 29 μακάριον μὲν γὰρ μάλιστα c.
Klagel. Jerem. 1, 22.

Ἐπιφυλλίσαι δὲ τὸ μετὰ τρυγητὸν τὰ βραχέα τῶν καταλειφθέντων ἐπιτρυγᾶν, ὃπερ ποιοῦσιν οἱ πένητες. ὥσπερ οὖν ὃτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χείρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν >τῆς σταφυλῆς τῆς καὶ τοῦ βότρυος τῆς πικρίας<, οὕτω τοὺς ἐμοὺς ἐχθροὺς τοῦτο γάρ μοι λυσιτελές, εἴγε μετ' αὐτοὺς τελείως σωθέντας κἀγὼ κατὰ τὴν σήν, ὦ κύριε, κρίσιν τεύξομαι σωτηρίας· οὒς ὁρὼσα λελύπημαί τε σφόδρα καὶ κατέγνων ἐμαυτῆς, τῆς ἐπισκοπῆς τῆς παρὰ σοῦ δεομένη.

Klagel. Jerem. 2, 3.

Ομοιον παρὰ Δαβὶδ τὸ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσει«. λέγει δὲ νῦν τοὺς ἄρχοντας, ἐν οἶς ἡ τοῦ ἔθνους ἰσχὺς καθάπερ ἐν τοῖς κερασφόροις τῶν ζώων, καὶ διότι τοῦ σώματος ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ Δανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας, ὡς ἐν τῷ »μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν«. ἀποστρέψας οὐν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὒς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας, καὶ πῦρ τὰ »πάθη τῆς ἀτιμίας«, οἶς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ » παρεμβαλεῖ ἄγγελος κυρίου κὐκλῳ τῶν φοβουμένων αὐτόν‘.

Klagel. Jerem. 2, 4.

Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι, συγχωροῦντος τοῦ θεοῦ. καλῶς δὲ τὸ ὡς ἐχθρός· οὐ γὰρ ἐχθραίνων κολάζει ὁ θεός, ἀλλ' ὠφελῆσαι βουλόμενος ἢ τοὺς πάσχοντας ἢ τοὺς ὁρῶντας. σκηνὴν δὲ καλεῖ τὸν ναὸν κατὰ τὸ ἐξ ἀρχῆς ἀρκῆς ἁγίασμα, καὶ τόξον τὴν τιμωρητικὴν δύναμιν ὡς ἐν Ἀμβακούμ· »ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος«, τὰς ἀντικειμένας 1 Vgl. Joh. 15, 2.-5 Vgl. Deut. 32, 32. — 5 f. Vgl. Olymp. (Gh III, 65). — 12 Psal. 74, 11. — 15 f. Vgl. Dan. 8, 3 (LXX Θ'). — 17 Psal. 74, 6. — 17 f. Vgl. Olymp. (Gh III, 74): ἢ ὁ θεὸς τὴν αὐτοῦ δύναμιν ἐπέσχεν καὶ οὐκ ἐπήμυνεν αὐτοῖς πολεμουμένοις ὑπὸ τῶν ἐχθρῶν. — 20 Vgl. Rom. 1, 26. — 22 Psal. 33, 8. — 28 Vgl. Olymp. (Gh III, 76): καθ' ἱστορίαν μέν, ἐν τῷ ναῷ. — 29 Hab. 3, 9. 3 ὅπερ] ό δὴ ο | 8 τεύξωμαι ο | 13 1. συνθλάσω? | 14 διότι c* δὴ ὅτι c 1 δεῖ ὅτι ο | 17 ἐπαίρετε Vat. gr. 1153/54 ἐπαίρεται co | 19 πάντας· δαπανὼντας ο | 29 ἀμβακοῦν ο. δηλονότι ἀρχάς τε καὶ ἐξουσίας. ὁ υἱὸς δέ, δεξιὰ τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων, σφόδρα κατηγωνίσατο , καταλύσας καὶ ἄπερ ἐν ναῷ θεοῦ ἔστησαν εἴδωλα ( ταῦτα γὰρ ἐπιθύμημα ὀφθαλμῶν), ἀποκτείνας ἀντὶ τῶν εἰδώλων τοὺς ἐνοικήσαντας δαίμονας.

Klagel. Jerem. 2, 5.

Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγὼν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἕννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, καθάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λογισμοἰ. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ<, οὐδὲ ταπεινότητος καθ’ έ)ν >μανθάνει τὰ δικαιώματα τοῦ · ταῦτα γὰρ χαρᾶς, ἀλλ’ οὐ πέφυκεν ἄξια.

Klagel. Jerem. 2, 6.

Σκηνὴν μὲν τὸν ναόν, ἅμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἱσραὴλ κατὰ τὸ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρας« παρὰ Δαβίδ, καὶ »ἀμπελὼν ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ« παρὰ Ἡσαΐᾳ. καὶ Δαβὶδ μὲν ἐπάγει · »ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;« καὶ τὰ ἑξὴς, ὁ δὲ Ἠσαΐας· »ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ« καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτιο κύκλῳ αὐτοῦ παρεμβάλλον- τος x003E; διὰ τὸ μὴ φοβεῖσθαι τὸν x003C;. κατήργησε δὲ καὶ τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἔν Ἡσαΐᾳ φησί· »νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«. ὅπερ λήθην ἐκάλεσεν, ἀλλ’ οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα, ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ’ ἀσε- βούντων ὑφίστανται.

6 ff. Vgl. Olymp. (Gh III, 78): πρὸς μὲν ῥητόν, . . . τὰς ἰκίας φησί. πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. — 12 Vgl. II Kor. 10, 5. — 14 Vgl. Psal. 118, 71. — 18 Psal. 79, 9. — 19 Jes. 5, 1. — 20 Psal. 79, 13. — 21 Jes. 5, 5. — 23 f. Vgl. Psal. 33, 8. — 25 Jes. 1, 14. — 28 καὶ ἄρχοντα hat Origenes also nicht gelesen, wie auch LXX Luc. nicht. 1 θεοῦ καὶ] x003C; ο | 6 Βάρεις] anonym am Anfang d. Seite ο | 17 ἀμπελῶν δὲ ο | 19 ἐγεννήθη ο | 20 ἱνατί ο | αὐτοῦ ο | 24 θεόν] κύριον ο | 26 ἀργείαν c*o ἀργίαν c 1 | 28 εἰ] οἲ c Ι ὄντες] ἐν ταῖς ο.
Klagel. Jerem. 2, 7.

Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ »ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἶμα ταύρων καὶ τράγων οὐ βούλομαι«. παρέδωκε δὲ καὶ τὸ συνέχον τεῖχος τὰς οἰκίας τῆς πόλεως, ἤγουν τὰ βασίλεια καθάπερ ἐξέδωκε Σύμμαχος. οἱ δὲ δυσμενεῖς παραλαβόντες καὶ τὸν νεὼν ὡς ἐπὶ τελείᾳ νίκῃ λοιπὸν ἑώρταζον ἀλαλάζοντες. ψυχῆς δὲ θυσιαστήριον τὸ ἐν ἡμῖν λογικόν, δι' οὖπερ ἱερουργεῖται τὰ πάθη νεκρούμενα.

Klagel. Jerem. 2, 8.

Πᾶσαν γὰρ αὐτῆς ἀφεῖλεν ἀσφάλειαν, τῆς τιμωρίας ἐκτείνας τὸ μέτρον· ὃ δὴ καὶ Ζαχαρίας τεθέαται.

Klagel. Jerem. 2, 8.

Πενθεῖ δὲ τεῖχος καὶ προτείχισμα, τὰ πένθους ἄξια, τοῦ κλαίειν καὶ τοῖς ὁρῶσιν αἴτια γινόμενα· »τὴν γὰρ βουλὴν κυρίου τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει ;« κατὰ τὸν μακάριον Ἡσαΐαν. τὴν δὲ τοιαῦτα πενθοῦσαν εἲτε πόλιν εἴτε ψυχὴν ὡς εἶναι τοῖς ἐχθροῖς καταπάτημα, πενθεῖν εἰκὸς ἀγγἐλους τοὺς πρότερον αὐτὴν ἄλλους ἐπ' ἄλλοις φυλάττοντας, μείχους τε καὶ ὑποβεβηκότας. εἰ γάρ ἐπὶ σωθεῖσι χαίρουσιν, ἐπὶ πεσοῦσι πῶς οὐ πενθήσουσιν;

Klagel. Jerem. 2, 9.

Ὡς γὰρ ὑπὸ γῆς ἢ θαλάττης καταποθεῖσαι γεγόνασιν ἀφα- νεῖς. ἀπώλοντο δὲ καὶ βασιλεὺς καὶ ἄρχοντες καὶ οἱ ψευδοπροφῆται καὶ ὁ νόμος αὐτῆς ἀνάγκῃ δουλείας, ὃν δὴ προαιρέσει καὶ πρὶν ἀλῶναι κατέλυσαν. πύλαι δὲ ψυχῆς αἱ αἰσθήσεις, αἴτινες ἁμαρτανούσης κατακλύζονταί τε πάθεσι καὶ γίνονται γήϊναι. καὶ αἱ ταύτας δὲ τηροῦσαι τῆς ψυχῆς δυνάμεις ἐκλύονται ἀπολωλότος νοῦ τε βασιλεύοντος καὶ λογισμῶν ἀρχικῶν έν τοῖς πάθεσιν, ὸτε τῆς 2, 4 παρέδωκε ist Symmachus' Lesart ür συνέτριψεν vgl. Hexapla. — 3 Jes. 1, 11. — 12 Vgl. Sachar. 2, 2. — 15 Jes. 14, 27. — 20 Vgl. Luk. 15, 10. — 23 κατεβυθίσθησαν liest LXX Luc. (nach Σ΄ ür ἐνεπάγησαν. 14 ἄξια] x003C; ο | 14/15 τοῦ κλαίειν καὶ] übergesch. c 1 < c*o | 15 ὁρῶσι γιγνώμενα ο 1 γιγνόμενα c | 23 Ὡς] vorher τοῦ αὐτοῦ c | 24 βασιλεῖς Ιο | 27 γίγνονται ο | 28 ἀπολωλυῖαι c. ψυχῆς νόμος τε καὶ τάξις ἀπόλλυται καὶ γίνεται Βαβυλὼν πλήρης οὐσα Συγχύσεως, μηδὲν ἔχουσα προνοητικὸν ὑπὸ θεοῦ βοηθούμενον.

Klagel. Jerem. 2, 10.

Λυπηρὰ διηγεῖται θεάματα έν τῷ χωρίῳ τῆς εὐφροσύνης γεγενημένα· φόβῳ γὰρ οὐδὲ θρηνεῖν τοῖς πρεσβυτέροις ἐπέτρεπον, καὶ τὰς πρώτας παρθένους εἰς γῆν ὁρᾶν παρεσκεύασαν, μήποτε φανεῖσαι πρὸς βίαν αὐτοὺς ἐκ τοῦ κάλλους, ἐν ᾦπερ ἐπρώτευον, ἐπισπάσωνται. εἴποις δ' ἂν καὶ τοὺς έν ἀρετῇ πάλαι πρεσβεύοντας, δι' ἣν οὕτως ἐλέγοντο, χοϊκοὺς γεγονότας καὶ πάθεσιν ἀλόγοις ἐνιδρυθέντας κατὰ λόγον ἔτι μηδὲν ἐνεργεῖν καὶ τὸ έν αὐτοῖς ἡγεμονικὸν ἀπογεώσαντας πνεῦμα καὶ πένθους ἀξίαν, ἣν εἶχον πάλαι, σωφροσύνην ποιήσαντας καὶ λογισμοὺς διαφθείραντας, οὓς πρὶν ἀφθόρους δοἐσῳζον.

Klagel. Jerem. 2, 11.

Δόξαν ἰδίαν φησὶν ὁ προφήτης θεοῦ τε ναὸν καὶ πατρίδος εὐσέβειαν. τῶν δὲ νηπίων τὴν ἔκλυσιν ὁ λιμὸς ἀπηργάζετο. εἴποις δ' ἂν ὑψηλότερον, ὡς οἰκειοῦται τῶν συγγενὼν κατὰ σάρκα τὰ πάθη κατὰ τὸ τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;« τὰ κατὰ ψυχὴν ἐκείνων ἀναδεχόμενος δυσχερῆ, γνώσεως ἀληθοῦς μαρασμὸν καὶ φορὰν ἄστατον τοῦ λογισμοῦ πρὸς τὰ γήϊνα καὶ στέρησιν τῆς ὑψούσης τὴν κεφαλὴν κατὰ τὸ » σὺ κύριε , ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου«.

Klagel. Jerem. 2, 13.

Τὴν παντελῆ κακίαν ἐδήλωσεν, ὡς μηδεμίαν ἔχειν ἀρετῆς μαρτυρίαν μηδὲ τὸν πλημμελήσαντα παραπλήσια. τί γὰρ ὅμοιον ἁμάρτημα τοῦ μακρὰν τοῦ θεοῦ καὶ μετὰ τὸ πλησιάζειν ἀφηνιάσαντος; »εἰ« γὰρ »μὴ ἠλθον« φησὶ »καὶ ἐλάλησα αὐτοῖς. ἁμαρτίαν οὐχ εἶχον«. διὸ καὶ »ἐν τοῖς ἐγγίζουσί μοι ἀγιασθήσομαι«· ὅτι ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιῶν αὐτό, δαρήσεται ὀλίγας· ὁ δὲ εἰδὼς 2 Vgl. Onom. sacra Ι, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 18 II Kor. 11, 29. — 21 Psal. 3, 4. — 24 f. Vgl. Olymp. (Gh III, 96): τέ χρηστόν σοι προσμαρτυρήσω; ποίαν ἁμαρτίαν συγκρίνω πρὸς τὴν σήν; — 27 Joh. 15, 22. — 28 Lev. 10, 3. — Vgl. Luk. 12, 47. 48. 1 ἀπόλλυνται Vat. gr. 1153/54 ἀπόλλυται clo Ι 6 μήτε ο | 11 ἣν] ἦν· ο | 15 τε ναὸν] τὸν λαὸν c | 16 ἀπηργάζετο c* ἀπειργάζετο c 1 ἀπηργάζεται ο | 22 δόξα μου] < C ι 26 καὶ] + τοῦ c Ι πληθοάζειν ο | ἀφηνιάσαντος c σαν in Ras.) ο. καὶ μὴ ποιῶν αὐτό, δαρήσεται πολλάς<. ; τὸ οὖν τοσοῦτον πάθος, μὴ προφῆται θεραπεῦσαι δεδύνηνται, μόνου δεῖται θεοῦ. διὸ καὶ σάρκα πεφόρηκε, τῶν προφητῶν ὁμολογούντων ἀσθένειαν ἐν τῷ κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ὴμῶν;« ἔλεγε δὲ καὶ πρότερον Ἱερουσαλήμ· »ἴδετε εἰ ἔστι πάθος κατὰ τὸ πάθος μου«. ὁ τοίνυν παίσας ἰάσεται αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν<. τὸ τίς λαμβάνεται καὶ ἐπὶ τοῦ σπανίου καὶ ἐπὶ τοῦ μηδενός· οὐδεὶς γὰρ ἀνθρώπων ἰάσασθαι δύναται τὴν ὑπὸ θεοῦ ἐπαγομένην πληγήν.

Klagel. Jerem. 2, 14.

Προφητεία μάταιος ἡ μηδεμίαν ἔχουσα ἔκβασιν καὶ ἣν εἴδωλα παρασκευάζει τὰ μάταια. καὶ ἀφ' ἑαυτῶν δέ τινες προεφήτευον δῆθεν »ἔνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου« κατὰ τὸ γεγραμμένον· οἵτινες οὐκ ἵσασιν ἁμαρτίας ἐλέγχειν καὶ τῆς ὑπὸ δαιμόνων ἀνασῴζειν αἰχμαλωσίας, διὰ τῆς χρηστολογίας τὰς ψυχὰς διαστρέφοντες. ὡς δὲ τῶν ἀληθῶν τὸ λῆμμα καὶ ὁ λόγος, ὅν ἐκ θεοῦ λαμβάνουσιν, πέφυκεν ἀληθὲς καὶ συνάπτει θεῷ, οὕτω τὸ τῶν δαιμόνων ψευδές τε καὶ μακρῦνον θεοῦ καὶ τῆς ἐκεὶθεν ῥοπῆς ἐξωθούμενον. ποῖα δὲ ἐξώσματα τὰ μὴ μάταια, καθάπερ ἐδείχθη, καὶ λήμματα; δῆλον οὖν ὡς τὰ πλάνης ἐξωθοῦντα καὶ προσάγοντα τῷ θεῷ.

Klagel. Jerem. 2, 16.

»Ὁ« γὰρ ἐχθρὸς »ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ« καὶ ὡς ὅφις ἐφ' ὴμᾶς ἀφιεὶς τὰ συρίγματα. πλὴν μὴ γένοιτο λέγειν αὐτὸν ὡς κατέπιον , μήτε καταλαβεῖν ἐν ἡμῖν ἡμέραν ἥν ὁ συγκαίων ἥλιος ἀπεργάζεται· εἴρηται γάρ· »ἡμέρας ὁ ἤλιος οὐ συγκαύσει σε( ἡδοναῖς γὰρ καὶ θυμῷ συγκαίει καὶ τὴν πλάνην ὡς ὡς φῶς καὶ γνῶσιν παρέχεται. ψάλλοντες οὐν ἐροῦμεν· »εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, , ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς‘, καὶ τὸ »λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται«.

Klagel. Jerem. 2, 17.

Οὐδέν, φησίν, ἐξ ἐαυτῶν ἐποίησαν οἱ πολέμιοι· θεῷ γὰρ ἐδόκει καὶ γέγονεν. διόπερ ἔλεγε καὶ Ναβουζαρδάν· κύριος ὁ θεός σου 4 Jes. 53, 1. — 5 Klagel. Jerem. 1, 12. — Vgl. Hiob 5, 18. — 12 Ezech. 13, 19. — 22 I Pet. 5, 8. — 23 Vgl. Jer. 26, 22. — 25. Psal. 120, 6. — 28 Psal. 123, 2. 3. — 29 Prov. 24, 20. — 31 Vgl. Psal. 33, 9? — 32 Jerem. 47, 2. 3. 1 αὐτό] x003C; ο | τοσοῦτο ο | 10 ματαία c Ι ἔκβασιν ἔχουσα ο | 17 ἐξωθοῦν Blass vgl. Ζ. 19 1 23 καταπίει c | 24 κατέπιεν Blass | 25 κατεργάζεται c | 26 ὁ] x003C; ο. ἐλάλησε τὰ κακὰ ταῦτα εἰς τὸν τόπον τοῦτον, καὶ ἐπήγαγε κύριος, ὅτι ἡμάρτετε αὐτῷ( πᾶς οὖν ἀπιστῶν τῇ κρίσει τῶν ῥημάτων τούτων ἀκούσεται. πάντες μὲν οὖν οἱ προφῆται ταῦτα προὔλεγον, ἐξ ἡμερῶν δὲ ἀρχαίων ὸ Μωσῆς ἐν τῷ Δευτερονομίῳ ταῦτα προεμήνυσεν.

Klagel. Jerem. 2, 18.

Ἔστιν ὄτε περιπαθεῖς ἡ γραφὴ τοὺς λόγους ποιεῖ καὶ τοῖς ἀναι- σθήτοις δίδωσιν αἴσθησιν, ἀλλομένους τε βουνοὺς εἰσάγουσα καὶ ὄρη σκιρτῶντα, καὶ βουνοὺς καὶ λίθους μαρτύρεται· ὅπερ ἐν τούτοις ἀδύνατον, τοῦ τείχους ὑπὸ πολεμίων ἤδη καθῃρημένου. τεῖχος οὖν ἐνταῦθα βασιλεύς τε καὶ ἄρχοντες καὶ ὅσοι δυνάμει ταύτην περιτειχίζοντες, οὓς ἀξιοῖ χέειν μετανοίας ἀδιάλειπτα δάκρυα, ἂ τοῖς ὁρῶσι διὰ παντὸς προξενεῖ πεπτωκός. ταῦτα, φησίν, ὑπάρχει αὐτοῖς, καὶ εἰ μὴ πάλιν τὴν λύπην σημαίνει τῆς πάλαι φρουρούσης δυνάμεως, ὑπερβολικῶς τοῦτο δηλῶν. »ἐν θλίψει δέ«, λέγει, »τοῦ κυρίου ἐμνήσθησαν ἐξ ὅλης τῆς καρδίας«. τοῦτο τοίνυν ποιήσατε, φησί, νυκτὸς καὶ ἡμέρας δακρύοντες καὶ »ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε«· μηδὲ νῆψιν ἡγεῖσθε τὴν ἀπὸ τούτων ἀπαλλαγήν· μετάνοια γὰρ εἰς σωτηρίαν ἐστίν. νήφει δέ τις οὐκ ἀγαθῶν, ἀλλὰ χειρόνων παυόμενος. τῷ δὲ νῷ συνάπτου διὰ παντὸς πρὸς Χριστόν, ὅπως σε φυλάξειεν ὡς κόρην ὀφθαλμοῦ καί σοι τεῖχος γένηται.

Klagel. Jerem. 2, 19.

Προσεκτικὸν ἡ νύξ, συστρεφομένης ἐν αὐτῇ τῆς ψυχῆς ἐν τῇ τῶν αἰσθήσεων ἠρεμίᾳ. τότε κελεύει μελετᾶν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ καὶ λέγειν μετὰ τοῦ Δαβίδ· »νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου«. τῆς δὲ νυκτὸς εἰς τέσσαρας φυλακὰς διῃρημένης, λέγε μετὰ τοῦ Δαβίδ· »προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου«, καὶ μετὰ τοῦ Ἀμβακούμ· »ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἀποσκοπεύσω, τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός‘. 4 Vgl. Deut. 32, 20 ff. — 4 f. Vgl. Olymp. (Gli III, 104). — 8 f. Vgl. Psal. 113, 4 Jes. 55, 12. — 15 Jes. 26, 16? — 17 Psal. 4, 5. — 21 für ὁ ὀφθαλμός σου lesen κόρη ὀφθαλμοῦ σου QV Luc. vgl. Deut. 32, 10. — 24 Vgl. Psal. 1, 2. — 25 Psal. 76, 7.-27 Psal. 76, 5. — 28 Hab. 2, 1 (Psal. 84, 9). 3 μὲν] x003C; c | 10 ἥδη] < c | 13 αὐτοῖς] αὐτοῦ ο | 14 καὶ] + ὅρα Koetschau Ι 15 λέγων ο | 16 τῆς] x003C; ο | 18 ἡγεὶσθε c ε 2 in Ras.) ἡγεὶσθαι ο | 20/21 ὅπως ἄν σε φυλάξαιεν c Ι σὺ τεῖχος γενήσεται ο | 24 τοῦ] x003C; ο | 26 ἕσκαλεν c | 27 τοῦ] x003C; ο | 28 τοῦ] x003C; C | 29 κύριος ὁ θεός] in Hss. der LXX nicht überliefert, wohl aus Psal. 84, 9 eingedrungen. τότε γὰρ ἐρεῖς· »ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ«. ἀδολέσχησον οὖν ἐν νυκτὶ τοῦ παρόντος αἰῶνος· οὐ γάρ ἐστί σοι »ἡ πάλη πρὸς αἶμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας«· »οὐκ οἶδας γάρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωί· μὴ ἐλθὼν ἐξαίφνης εὑρήσει ὑμᾶς καθεύδοντας«. καὶ πάλιν· »εἰ γὰρ ᾔδεις ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησας ἄν καὶ οὐκ ἂν εἴαασας διορυγὴναι τὴν οἰκίαν σου«.

Klagel. Jerem. 2, 19.

Αρον πρὸς αὐτὸν χεῖράς σου διὰ τῆς τῶν καλῶν ἐργασίας. οὐ περὶ τῶν τυχόντων ὁ ἀγών, δι' ἀπορίαν τοῦ θείου λόγου τῶν σῶν ἐκλειπόντων νηπίων, καὶ ἱσταμένων ἐπ' ἀρχῆς πασῶν ἐξόδων, τῶν ἐντολῶν τοῦ θεοῦ, καὶ προβῆναι μὴ δυναμένων ἄνευ θεοῦ συνεργείας καὶ τοῦ στηρίζοντος ἅρτου καρδίαν.

Klagel. Jerem. 2, 20.

Τοῦ προφήτου παραινέσαντος, Ἱερουσαλὴμ ἐπείσθη καὶ λέγει πρὸς τὸν θεόν· »μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ«, »ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με«, »μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύθῃς με«. μείζων ἀνθρωπίνης φύσεως ἡ πληγή. οἶδα παραβᾶσα τὸν νόμον καὶ τοῖς ἐντῦθεν ἐπιτιμίοις ἐν οἶς ἐστι καὶ τὸ »φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου«. ἐνόμιζον ἓως ἀπειλῆς εἶναι τὰ ῥήματα· κύριε, ὅτι »ὁ νόμος σου ἀλήθεια«. ἱερέως δὲ καὶ προφήτου σφαγὴν οὐκ ἐπυθόμην ἐν μέσῳ νεώ.

Klagel. Jerem. 2, 21.

Ἐπὶ γῆς ἦσαν ἐρριμμένοι πάντες οἱ δι' ἡλικίαν πρὸς τοὺς πόνους ἀδύνατοι, θέαμα λίαν ἐλεεινόν, ὡς καὶ νέων σφαγὴ καὶ παρθένων † εἴθε καὶ τούτων σφαγαὶ πρὶν εἰς ζωὴν πικροτέραν ἀπάγεσθαι. ἔξοδοι δὲ γῆς τὰ βιωτικὰ πράγματα, ἐν οἶς ἐκοιμήθησαν μὴ 1 Psal. 84, 9.-2 Eph. 6, 12. — 4 Mark. 13, 35. — 6 Matth. 24, 43. — 13 Vgl. Psal. 103, 15. — 16 Psal. 26, 9. — Psal. 24, 16. — 17 Psal. 6, 1. — 20 Deut. 28, 53. — 22 Psal. 118, 142. — 25 Origenes las mit QLuc. u. a.: γῆν τῶν) ἐξόδων. 3 πρὸς 3] καἲ ο | 4 μεσονυκτίῳ c Ι 5 άλεκτρυοφωνίας ο | 15 Τοῦ] vorher τοῦ αὐτοῦ c Ι ἐπείσθη Vat. gr. 1153/54 ἐπήσθη c* ἐπίσθη c 1 0 | 20 ἔγγονα ο | 23 ἐμμέσω C Ι ναῶ ο | 26 παρθένων] † αἰχμαλωσία Lietzmann nach LXX | 27 εἴθε] εἴγε? Koetschau. >γρηγορήσαντες μηδὲ προσευξάμενοι<, κλείσαντες δὲ καὶ ἀφροσύνην τοὺς τῆς ψυχῆς ὀφθαλμούς. καὶ τίνες οὗτοι; εἰ μὲν παιδάρια, οὐ θαυμαστὸν ἄγαν. νυνὶ δὲ πρὸ τούτων οἱ δοκοῦντες προβεβηκέναι κατ' ἀρετὴν καὶ πᾶς δὲ τὴν ψυχὴν ἀδιάφθορος καὶ δυνατὸς ἐν πολέμῳ γέγονεν ἐχθροῖς ὑποχείριος. σὺ σὺ ὡς ἀγαθὸς τὴν τοιαύτην αὐτῶν καταπαύεις ζωήν, καὶ κατατέμνεις πᾶσαν αὐτῶν σύστασιν τὴν ἐπὶ κακῷ.

Klagel. Jerem. 2, 22.

Οἱ κύκλῳ μου, φησί, τὴν Ἰουδαίαν οἰκοῦντες τὴν εἰς ἐμὲ ἐορτὴν ἐνόμιζον καταφυγήν, σωτηρίαν ἐντεῦθεν ἐλπίζοντες· ὡν οὐδεὶς ὑπολέλειπται διὰ τὴν σὴν αὐτοῖς ἐπενεχθεῖσαν ὀργήν. δι΄ ὡν γὰρ ἥμαρτον, πολλοὶ καὶ δυνατοὶ γεγόνασιν οἱ ἐχθροί.

Klagel. Jerem. 3, 1.

Δεινὰ συνέβη τῷ προφήτῃ καὶ πρὶν ἁλῶναι τὴν πόλιν καὶ ταύτης ἑαλωκυίας. διὸ στοιχειώσεως ἑτέρας κατάρχων, ἐαυτὸν ἀποδύρεται, πτωχείαν ὁρῶν καὶ ἐρημίαν τῆς πόλεως διὰ παιδείαν κυρίου. καὶ αὐτὸς δὲ οὐδὲν ἡττον γέγονεν έν ἐνδείᾳ ἀγαθῶν, ἅμα μὲν ἐν περιστάσει γεγονὼς ἡνίκα τούτους ἐξήλεγχεν, ὥστε λέγειν· »διετέλεσα μυκτηριζόμενος πᾶσαν τὴν ἡμέραν«, ἅμα δὲ καὶ ταῖς τῶν δεινῶν αὐτῶν κοινωνῶν συμφοραῖς καὶ τῇ ἐκ συμπαθείας φησὶ δὲ καὶ κατὰ τὸν Δαβίδ· »σκιὰ θανάτου ἐπεσκίασέ με«. ὅταν γὰρ δοκῇ πρὸς βραχὺ διδόναι τοῖς πόνοις ἀνακωχήν, αὐθις παλινδρομεῖ διημνεκῆ τιμωρίαν ποιούμενος.

Klagel. Jerem. 3, 3.

Τὸ ὅλην τὴν ἡμέραν δηλοῖ καθ’ ἑκάστην ἡμέραν, ὡς παρὰ τῷ Δαβίδ· »ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με«. σημαίνοι δ’ ἂν τὸ ἔστρεψε χεῖρα αὐτοῦ καὶ ὅτι πάλαι μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει, καθάπερ ἀλλάξας τὴν χεῖρα.

1 Vgl. Matth. 26, 41 Mark. 14, 38. — 19 Jerem. 20, 7. — 21 Vgl. Psal. 43, 20?? — 26 Psal. 55, 2. — 28 Vgl. Σ΄ μεταβάλλει) und LXX Luc. ἐπέστρεψε ἥλλαξε) vgl. Gen. 48, 14. 1 κλίνσαντες πρὸς ο | 1/2 ἀμαρτίαν καὶ εὐφροσύνην c | 15 ἑαλωκυίας Vat. gr. 1153/54 ἀλωκυίας co | 17 ἐν ἐνδία γέγονεν ο | 21 με] μοι ο | 22 δοκῆ c 1 δοκεῖ (c *?) ο | ἀνακωψήν Vat. gr. 1153/54 ἀνακοχήν co.
Klagel. Jerem. 3, 4.

Τὴν σαθρότητα τὴν συμβὰσαν ἡμῖν ἐκ τῆς ἁμαρτίας σημαίνει.

Klagel. Jerem. 3, 4.

Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ.

Klagel. Jerem. 3, 5. 6.

Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκαούμενον. λέγοι δ’ ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ- μιον. τὴν αὐτὴν δὲ τῷ Δαβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· »ἐκάθισάν με έν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος«. τοῦτο τοῦτο διὰ τὰς ἀπὸ τῶν πολεμίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικὼς δὲ >Ἱερεμίαν καὶ εἰς τὸν ἐνέβαλεν ὁ Πασχώρ<, σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ Δαβὶδ τὸ σπήλαιον ἐν ᾦ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος.

Klagel. Jerem. 3, 7. 8.

Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος· εἰσακουσθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε- λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· μὴ προσεύχου περὶ αὐτῶν· οὐ γὰρ εἰσακούσομαί σου<.

6f. Vgl. Olymp. (Gh 111,127): ἐκ δὲ προσώπου τῆς ἀνθρωπείας φύσεως, . . . οὕτω περιῳκοδόμησε κατ' ἐμοῦ, ὡς μὴ δύνασθαί με διαφεύγειν. — 8 ff. Vgl. Olymp, (a. a. 0.): τοῦτο πρότερος ὁ Δαβὶδ κτλ. — Psal. 142, 3. — 11 Vgl. Jerem. 20, 2. — 13 Vgl. Ι Sam. 24, 4. — 19 Vgl. Jerem. 35, 13. — 22 Vgl. LXX Luc. — 24 Vgl. Jerem.14, 11. 12. 2 Τὴν — σημαίνει] nach Nr. LXVIII unter der Überschr. Ὀλυμπιόδ ο | 4 Συμφορὰ] vorher τοῦ αὐτοῦ c Ι 6 Οὐ] vorher τοῦ αὐτοῦ c Ι 7 λέγει ο | 8 δὲ τῷ] μετὰ c | 11 καταράκτην ο | 15 παθόντος ο | 19 πολλάκις] x003C; c | 20 δ’ ἂν] δὰν ο δὲ c Ι 22 περιεβάλλετο ο | 24 περὶ] ὑπὲρ ο.
Klagel. Jerem. 3, 9.

Ορμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν διακονίαν. ἔφασκε γάρ· »ού μὴ ὀνομάσω τὸ ὅνομα κυρίου«, καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἀμαρτωλῶν οὐ συγχωρῶν ἀμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης , ὅς γέ φησιν· »οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων«.

Klagel. Jerem. 3, 12.

Πᾶν αὐτοῦ, φησί, βέλος ἐκἐνωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι.

Klagel. Jerem. 3, 13—15.

Νεφροὶ δὲ ἐν τῇ γραφῇ τὸ ἐπιθυμητικόν, ἰοὶ δὲ τὰ βέλη. καί με λοιπὸν ὡς ψεύστην διέσυρον ᾠδήν με ποιήσαντες. καὶ φθάσας δὲ ἔλεγε· »κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην‘ καὶ τὰ ἐξῆς· ὁ μὲν γὰρ ἐδεῖτο ὑπὲρ αὐτῶν, οἱ οἱ ἐπεβούλευον , καὶ ὅμως τὴν διακονίαν οὐκ ἦν παραιτήσασθαι. ἐπικραίνετο τοίνυν καὶ πάσχων ὑπ' αὐτῶν καὶ πάσχουσι συναλγῶν καὶ ἀσεβοῦσιν ὑπεραχθόμενος.

Klagel. Jerem. 3, 16—18.

Ψήφῳ φησὶν ἢ ἀριθμῷ, καθ’ ἔκαστον ὀδόντα παιομένου κατὰ τῆς σιαγόνος, ἢ λίθῳ σκληρῷ. καὶ κατὰ τὸν Δαβὶδ δέ φησι· Μὰ σποδοῦ ἄρτον μου ἥσθιον<, τὸ μηδὲ ἄρτον σὺν ἡδονῇ λαμβάνειν δηλῶν ὑπὸ θλίψεως. οὐκ ἦν οὖν εἶναι τὴν ψυχὴν ἐν εἰρήνῃ, αὐτὴν ταραττομένην καὶ προσέτι βλέπουσαν ἔξωθεν θορύβους, ἔσωθεν μάχας. διὸ μηδὲν ἐλπίσας χρηστόν, τὰς Ἰὼβ ἀφῆκα φωνάς· »ἀπείπατό με ἔλεος, καὶ ἡ ἐλπίς μου παρὰ κυρίου«. οὐ γὰρ ἡν νικῆσαι τὰ περιεστῶτα δεινά.

3 Jerem. 20, 9.—6 Jerem. 15, 17. — 13 Jerem. 15, 17. — 20 Vgl. Psal. 101, 10. — 23 Vgl. II Kor. 7, 5. — 24 Hiob G, 14. 2 συνεχώρησας c Ι συνηλαύνετο c 1 συνελαύνετο c * (w. e. sch.) ο | 8 βέλος, φησί ο | 11 δὲ 1] < ο | 16 ὑπ'] ὑπὲρ c Ι ἀσεβούντων ο | 20 σκληρῷ καὶ] σκληρῶσε ο | 21 σποδοῦ] + τὸν ο | ἄρτον 2] ἄρτου Ιο | 22 οὐκ ἦν] οὐ κ' εῖον (ειον in Ras.) c Ι αὐτὴν] + τε 1.
Klagel. Jerem. 3, 25. 26.

Πρὸς πάντας γὰρ ὤν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαιτεῖ. τῇ γὰρ ψυχῇ, ἥ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἤτις ὑπομένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου, εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου.

Klagel. Jerem. 3, 27. 28.

Ὁτι >ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν<. μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρὺσθαι βεβαίως. »κύριος« γὰρ »κατοικίζει μονοτρόπους ἐν οἴκῳ« φησὶν ὁ Δαβίδ, καὶ »κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὑ παρέλθω«, δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών.

Klagel. Jerem. 3, 27. 29. 30.

Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· »ἐγὼ δέ εἰμι γῆ καὶ σποδός«, εἴπερ ὄντως ἐστὶν ἀνήρ, καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πεπλήρωται, ὁποῖον καὶ τὸ »ἐκολλήθη τῷ ἐδάφει ἡ φυχή μου«.

Klagel. Jerem. 3, 31.

Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς έν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· »ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;« σύμφωνον δὲ τὸ »οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ«· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· »διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων«.

Klagel. Jerem. 3, 38.

Διὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆ.ναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, 4 Vgl. Psal. 6, 4. - 9 Vgl. Matth. 11, 30. — 12 Psal. 67, 7. — 13 Psal. 140, 10. — 16 Vgl. Matth. 18, 4? — Gen. 18, 27. — 17 Vgl. Rom. 5, 5. — 18 Psal. 118, 25. — 21 Psal. 73, 1. — 23 Psal. 102, 9. — 24 Jerem. 38, 16. 3 ἥ ζητήσει] τῆ ζητούση c Ι ὑπομένει c Ι 4 μεθισταμένην c | 10 τοῦ ABBREV δεῖ μὴ συναπάγεσθαι ο τοῦ δεῖ μὴ συνάπτεσθαι c | 16 αὐτὸν ο | 20 τὰ] x003C; ο | 22 τὸ] τῶ ο | 27 Διὰ] hierzu a. R. ὠριγ c 1 | μανθάνωμεν ο | κύριον] + καὶ c. οὐδὲ τὰ ἀνθρώπινα κρίματα έγκλίνειν κατέναντι τοῦ θεοῦ. θεοῦ, δίκαιον ἀγαπᾷ καὶ εὐθύ, ἀλλ’ οὐδὲ τοῦ ἄξιον γενέσθαι καταδικάσαι ἄνθρωπον· οὐ γὰρ δύναται, φησί, τὰ ἐναντία ἐκ στόματος κυρίου ἐξεληλυθέναι, τὰ ἀγαθὰ καὶ τὸ κακόν· οὔτε γὰρ >δίνδρον καρποὺς πονηροὺς ποιεῖ, οὔτε δένδρον πονηρὸν καρποὺς ἀγαθούς<. τὸ οὖν ἀδικεῖσθαι ἄνδρας ὑπὸ πονηρῶν παρὰ τὴν θείαν κρίσιν ἐστί, γίνεται δὲ ὅμως έν τοῖς περιορωμένοις ὑπὸ θεοῦ, καθὰ τοῖς Ἰσραηλίταις ὑπὸ τῶν πολεμίων συνέβη, καὶ ἐν ἐπιστροφῇ θεοῦ λύεται. διὸ χρὴ ταύτην ἀναζητεῖν τοὺς ἐπὶ τιμωρίᾳ παραδοθέντας.

Klagel. Jerem. 3, 39. 40.

Μάτην ἄρα γογγύζοντες ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνάγομεν· ὅπερ ὁ ζῶν ἄνθρωπος οὐκ ἔχει ποιεῖν· νεκρῶν γὰρ ἐν ἁμαρτίαις ἡ τοιαύτη προαίρεσις, εἰ μὴ ἅρα διελέγχει τὸν ζῶντα καθ’ ἁμαρτίαν, καὶ θεὸν αἰτιώμενον. ὡς οὖν ἑτέραν αἰτίαν οὐκ ἕχοντες ἢ μόνους ἑαυτούς, τὰ παρ' ἑαυτῶν γενόμενα κρίναντες ἐπιστρέψωμεν.

Klagel. Jerem. 3, 40.

Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοήσαντα· ἐπιγινώσκει δέ τις ἐαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἄμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ >ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα> τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι >ἡμάρτομεν καὶ ἀποστῆναι ἀπὸ σοῦ< καὶ >ὃτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐπήγαγες ἡμῖν<.

Klagel. Jerem. 3, 41.

Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ εἰσὶ καθαραί.

4 Vgl. Matth. 7, 17. — 11 ff. Vgl. Olymp. (Gh III, 158): μηδείς, φησί, μεμφέσθω ὠς αἴτιον ἁμαρτίας τὸν θεὸν, διότι προαιρετικῶς ὀ ἄνθρωπος ἁμαρτὼν δύναται καὶ μετανοῆσαι. — 21 Vgl. II Kor. 3, 18. — 22 Vgl. Dan. 9, 5. — 23 Vgl. Dan. 9, 14. 4 οὕτε] οὐδὲ co Ι 5 ἀγαθούς] + ποιεῖ ο | 7 κατὰ ο | 13 διελέγχῃ c Ι 13/14 ζῶντα μαρτίαν ο | 14 κατ' c | 15 γινόμενα κρίνοντες ο | 23 καὶ] x003C; c | ἐπήγαγες] ἐποίησας c ἐπήγαγες c 1 a. R. | 25 Τὸ] vorher τοῦ αἰτοῦ c.
Klagel. Jerem. 3, 43. 44.

Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας, ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης, οὐκ ἔφθανεν ἡμῶν ὴ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν >πτέρυγας περιστερᾶς> ὑπερίπτασθαί λέγειν· »ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος( οὐ γὰρ ἠν εὐχερὲς παρελθεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου.

Klagel. Jerem. 3, 46. 47.

Σύμμαχος· πτόησις. ὅλῳ στόματι κατέπιον κατέπιον καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· >ἐμπίπτει γὰρ εἰς ὅν ὤρυξε x003E; ὁ ἀμαρτωλὸς διδοὺς ὡν ἥμαρτε δίκας. καὶ ἐπεὶ »πρὸ συντριβῆς ἡγεῖται ὕβριος« κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν. ὅθεν ὁ Δαβὶδ μελῳδεῖ· »νὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ὰμαρτωλοῦ μὴ σαλεύσαι με«.

Klagel. Jerem. 3, 48.

Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως "ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται«.

Klagel. Jerem. 3, 49.

Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε- ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὸ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν. δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά- μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον.

6 f. Vgl. Olymp. (Gh III, 162): τοῦ μὴ διελθεῖν πρός σε τὴν προσευχήν. — 7 Vgl. Psal. 54, —8 Psal. 17, 30. — 12 Vgl. Hexapla. — 13 Vgl. Prov. 26, 27. — 15 Prov. 16, 18. — 17 Psal. 35, 12. — 20 I Kor. 13, 5. 2 καὶ] cio x003C; c* Ι 4 ἀπολέσας c | 12 καὶ] c 1 o 003E; c* | 13 φόβω ο | 17 ἐλθάτω ο Ι ὑπερηφανείας ο | 26 καίπερ 1 καὶ περὶ co.
Klagel. Jerem. 3, 50. 51.

Κατακόπτει γάρ με τὰ δάχρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον, μέχρι μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξηγεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐτῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον.

Klagel. Jerem. 3, 52.

Ἥ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὄσον ἡκεν εἰς ἀπέθανεν, σωθεὶς δὲ παρ’ ἐλπίδα ἐλπίδα μετὰ Δαβίδ· »ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων«· οὐ γὰρ ἠν >πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς κατὰ τὴν τοῦ σωτῆρος φοινήν. ἢ τοίνυν δέ ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἡδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν;

Klagel. Jerera. 3, 58. 63.

Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι- λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ' ὀφθαλμοὺς αὐτῶν, ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος.

Klagel. Jerem. 3, 64.

Ἕλεγε καὶ πρόσθεν· »συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου( ταῦτα ταῦτα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἠλθε γὰρ ἐπ' αὐτοὺς >πᾶν δίκαιον x003C;. τὸ τοίνυν δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη- ματίζειν ἔθνος θεοῦ.

3 Vgl. Hexapla. — 10 Vgl. Jerem. 45, 6 usw. — 11 Psal. 123, 7. — 13 Vgl. Matth. 10, 29. — 18 ff. Vgl. Olymp. (Gh 111, 170): ἐκ μὲν προσώπου Χριστοῦ, ὅτι ἀξίας . . . οἱ Ἰουδαῖοι τὰς δίκας ἔτισαν παραδοθέντες Ῥωμαίοις. — 23 Jerera. 15, 16. — 26 Vgl. Matth. 28, 35. 2 ἄμπελον ν in Ras.) c ἀμπελῶνα ο | 4/5 τὸν κύριον 1 τώ κυρίω co 11 ἐλπίδας ο | 14 καὶ] x003C; ο | 15 αὐτοῦ Blass αὐτοὺς co | 23 σοι] σοι c.
Klagel. Jerem. 3, 65. 66.

Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς, ὅτι δώσεις ἀὐτοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου.

Klagel. Jerem. 4, 1.

Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι.

Klagel. Jerem. 4, 1.

Ἀγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ὰγίους, οὔς ἀπείκασε σύκοις χρηστοῖς.

Καὶ μετ΄ όλίγα·

Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς >ἀπαγουσῶν εἰς καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, »ἴνα παιδευθῶσι μὴ βλασφημεῖν«. εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ- μένοι οἳ οὐ δύνανται στέγειν<. ὅθεν εἰκότως ἐκχέονται περὶ πλάνην ἀωρὶ στένοντες.

Klagel. Jerem. 4, 2.

Οἱ κομῶντες ἐπὶ πλούτῳ , φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὔτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελθὼν x003E;εἰς τὸν οἶκον τοῦ κεραμέως< λαβὼν ἀγγεῖον δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, >καὶ τὰ πτώματα< >αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου<.

Klagel. Jerem. 4, 3.

Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ 11 Vgl. Rom. 11, 28. — 12 Vgl. Jerem. 24. 2. 3. — 14 Vgl. Matth. 7, 13. — 15 I Tim. 1, 20. — 17 Vgl. Jerem. 2, 13. — 25 Vgl. Jerem. 18, 2. 4. — 26 Vgl. Jes. 30, 14. 2 Τὸ] anonym am Anfang d. Seite ο | τὸ] τὸν c Ι 9 ἐπιφάνιαν c | 17 καταλιπόντες c 1 καταλείποντες c*o | 18 δὲ] x003C; ο | 19 τὴν] x003C; c | 20 ἀωριστένοντες c ω aus ο corr.?) ἄορι στένοντες ο 1 23 οὕτως c Ι εἰς δουλείαν] < ο. δὲ τοῦ πάθους ὑπερβολὴ καὶ φύσεως λήθην ἐργάζεται. δράκοντας δὲ ἢ καὶ τὰς κατὰ Σύμμαχον Σειρῆνας ἀκούσει τὰ πονηρὰ πνεύ- ματα, τὰ τοὺς ἑαυτῶν νεογνοὺς πονηρῷ θηλάσαντα γάλακτι. τοι- οῦτοι δὲ οἱ ταῖς δοδασκαλίαις τῶν ἀσεβῶν εἰσαγόμενοι.

Klagel. Jerem. 4, 3.

Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περιποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρημον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή- λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὐται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες. ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὄτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν.

Klagel. Jerem. 4, 4.

Ταῦτα πεΠόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ ἂν καὶ ὡς >λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὓδατος< κατὰ τὸ προφητικόν, >ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου<. διὸ νεογνῶν αὐτῶν προφητεύει.

Klagel. Jerem. 4, 4.

Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν.

Klagel. Jerem. 4, 5.

Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι. τούτους δὲ θρηνεῖ καὶ Παῦλος, »ὡν ἡ υἱοθεσία« λέγων »καὶ ἡ δόξα«. κενα γὰρ 6 f. Vgl. Exod. 1, IC. — 6 ff. Vgl. in Exod. Hom. 2, 1 (Lo 9, 15): saepe osten- dimus disputantes, quod in feminis caro et aifectus carnis designatur, vir autem rationabilis sensus et intellectualis sit spiritus .... hunc odit Pharao, rex et prin- ceps Aegypti, liunc necari cupit et interimi. cupit autem quaecunque carnis sunt vivere etc. — 11 Vgl. Homer Od. XII, 39 ff. — 17 Vgl. Amos 8, 11. — 25 Rom. 9, 4. 1 λήθειν | 2 x003C; ο ἀκούσεις c | 6 ἐκτεθηλυμένοι c 1 οὑ ov c οὐ ο | 8 τοὺς] τὰς ο | 11 αὖται] αὐτοὶ clo | 12/13 οἱ δράκοντες] x003C; ο | 16 ἀγόμενοι c | 17 οὐ χόρτου c οὐχ ἄρτου ο | 18 τοῦ] τοὺς ο | 19 προφητεύεται ο | 21 Ἱστορικῶς] vorher τοῦ αὐτοῦ c 1 anonym c*o | ἐλεεινοὶ Ru. νῦν μελετῶντες οὐκ ἐντρυφῶσι Μωδρῖ τε καὶ τοῖς προφήταις, τὸ »κατατρύφησον τῷ κυρίῳ«. ούδεὶς γὰρ αὐτοῖς ὁ πέττων τὸν τρόφιμον λόγον, οὐδὲ τοῦ σιτευτοῦ μεταλαμβάνουσι μόσχου καίπερ αὐτοὶ τεθυκότες. διεξόδους δὲ καλεῖ τὰς διασπορὰς ἢ καὶ τὰς τῶν νομικῶν γραμμάτων παρατροπάς.

Klagel. Jerem. 4, 5.

Ἐτιθηνοῦντο τὸ πρὶν ἐπὶ κόκκου, τὸ μέλλον ἐκχεῖσθαι τοῦ σωτῆρος αἶμα προφητικῶς προακούοντες, καὶ νῦν ἐκ τῶν γηίνων νοημάτων ῥακοδυτοῦντες.

Klagel. Jerem. 4, 6.

Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν. τι γὰρ θείου συντομώτερον λόγου φήσαντος· »ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος« καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη. οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο έν αὐτοῖς. κάκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀνθρώπους· οὐτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰγύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. »οὐκ ἀπεστάλην« γάρ φησιν »εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ«.

Klagel. Jerem. 4, 7. 8.

Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτὴς χιόνα, λαμ- πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περίβλεπτα, σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν. τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγιασμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων 2 Psal. 36,4. — 7 ff. Vgl. Olymp. (Gh III, 185): ἐπὶ τῶν τῆς ἀπολυτρώσεως τοῦ αἵματος τοῦ Χριστοῦ τρόπων. — 13 Matth. 23, 38. — 14 ff. Vgl. Olymp. (Gh III, 186). — 20 Matth. 15, 24. — 26 Vgl. Onom. sacra I, 196, 90: Ναζειραῖος ἅγιος κτλ. — 27 Vgl. Amos 2, 12 (Vgl. Hexapla). 1 οὐκ ἐντρυφῶσι] ABBREV ABBREV ABBREV τρυφώσει ο | μωυσεῖ c μωσῆ ο | 2 αὐτοῖς] x003C; c 3/4 καίπερ — τεθυκότες] x003C; 1 Ι 9 ῥακκοδυτοῦντες c | 13 ὑμῖν] x003C; ο | 14 τῷ] τὸ c 15 μόνον εἶχον νόμον ο | 16 ἠργάζετο Blass εἰργάζετο co | 20 προηγούμενος ο | εἰς] πρὸς ο | 24 πρότερον ο | 25 σάπφίρος π u. ι in Ras.) c σάπφειρος ο | 27 ναζορεῖοι ο. ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέμνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἠν καὶ Σαμψών. ἠσαν δὲ καὶ παρὰ Ἰουδαίοις ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι, τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμασθέντες ὡν ἐπηγγέλλοντο τῷ θεῷ , οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ τὸ ἀπόσπασμα) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἕχει δὲ καὶ χρυσιζούσας φλέβας, αἶς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάξει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν.

Klagel. Jerem. 4, 8.

Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι- ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς, τοῖς μὴ πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων<· ὁποῖοι νῦν οἱ παρ’ αὐτοῖς ἱερεῖς ἒχοντες εὐτροφίαν εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο ὄτι τοῖς τοῖς ἄλλοις ὸμοίως ἁμαρτάνοντες ἀ.πήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνομένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται.

Klagel. Jerem. 4, 9.

Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ’ ἄν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ«, ὑφ’ οὗ, φησὶν ἡ νύμφη, τετρωμένη ἀγάπης εἰμὶ ἐμώ«. λέγει δὲ καὶ ὁ Δαβίδ· »περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου«. ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ λαοὶ ὑποκάτω σου πεσοῦνται«, τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ’ οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὖπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων 2 Vgl. Num. 6. — Vgl. Jud. 12, 5. — 12 Vgl. Psal. 1, 3. — 21 Eph. 6, 17. — 23 Hohel. 2, 5. — Psal. 44, 4. — 26 Psal. 44, 6. — 28/29 Vgl. Onom. sacra I, 182, 93: Βηθλεὲμ οἶκος ἄρτου, u. ö. 1 τοὺς] x003C; c | 2 καὶ 3] x003C; ο | 6 τοιοῦτοι ο | 7 σαπφίρου c 1 σαπφείρου c*o Ι 8 διάφορον Ο | 13 τὰς διεξόδους ο | ὁποι νῦν ο | αὐτ co | 15 ἐμελαίνετο c 1 ἐμελένετο c*o | 20 γεννημάτων Gh γενημάτων clo | 24/25 τῇ — σου 2] x003C; ο | 27 βασιλείαν ὁμολογήσαντας ο | οὐχ Vat. gr. 1153/54 οὐκ co | 28 γέABBREVνημα c γένημα c | ὁ1] < ο. ἀπήχθησαν χώραν. ἀγρὸς δὲ ὁ εὐλογημένος ὑπὸ κυρίου καὶ λίαν εὐώδης, οὑπερ ἔπνεεν Ἰακώβ, δηλοῖ Χριστοῦ τὴν ἐκκλησίαν.

Klagel. Jerem. 4, 10.

Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἦψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν- τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἃλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν.

Klagel. Jerem. 4, 11.

Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν.

Klagel. Jerem. 4, 12.

Ἰσως μὲν καὶ διὰ τὸ τῶν τόπων ὀχυρὸν καὶ τοῦ τείχους καὶ τὴν τῶν οἰκητόρων ἰσχύν, μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ’ οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέσθαι. λέγοι δ’ ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὡν εἴρηται· »παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. περὶ ὡν οἴτινές εἰσιν ἐδήλωσε τὸ »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν« καὶ τὸ »ἴνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ«· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μηδὲν εἰδότες περὶ Χριστοῦ.

1/2 Vgl. Gen. 27, 27. — 10 Vgl. Josephus, Bell. Jud. 6, 3, 4. Vgl. Euseb. h. e. 8, 6, 21 ff. u. Olymp. (Gh III, 192). — 17 Vgl. I ön. 14, 26 (II Chron. 12, 9). — 21 Psal. 2, 2. — 24 I Kor. 2, 8. — 25 Eph. 3, 10. 1 ὑπὸ #x772; c* #x772; a. R. c 1 Ι 7 ἐπὶ] ὑπὸ co Ι 8 δὲ δευτέρα ο | 10 παραδέδωκεν ο | 12 παρουσίαν] παροινίαν ίαν Gli | 14 μὲν] δὲ 15 τῶν] x003C; ο ] δὲ] x003C; c | 18 οὐ2] σου ο | 20 λέγει c 26/27 τοῦ θεοῦ σοφία ο | 27 τὴν] τῆι ο.
Klagel. Jerem. 4, 13.

Αἷμα δίκαιον κυρίως τὸ τοῦ σωτῆρος Χριστοῦ, ὅπερ ἐκχέαντες τελέως ἀπώλοντο, ἐπὶ τοῖς τῶν προφητῶν αἵμασι μετρίως σωφρονιζόμενοι.

Klagel. Jerem. 4, 14.

Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ έν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ Δανιήλ. οὑτοι δὲ ἦσαν, δι’ ὡν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ »εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς νόμος«. οὗτοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ έν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς »νύκτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν«· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί, φησίν, ἐν ταῖς ἐξόδοις. οὐ γὰρ >ἠν ὅρασις διαστέλλουσα οὐ προφήτης, οὐδὲ ἡγούμενος·< ἐξέλιπον <γὰρ ἐπεὶ> παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν«.

Klagel. Jerem. 4, 15.

Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέλοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· »ὑμῖν ἠν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον( μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ »ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«.

2 Vgl. Olymp. (Gh III, 195). — 9 Vgl. Dan. 4, 10 Hexapla. — 10 Hebr. 2, 2. — 12 Vg. Joseph. Bell. Jud. 6, 5, 3. Vgl. Euseb. h. e. 3, 8, 6 dem. ev. 8, 2, 122. — 17 Vgl. I Sam. 3, 1. — 18 Vgl. Gen. 49, 10. — 24 Act. 13, 46. — 26 Act. 13. 46. 3 τελείως Gh | 10 οὗτοι] + γὰρ c | 13 προελθόντες ο παρελθόντες Joseph. Euseb. | τὸ] CO Euseb. + ἔνδον Joseph. + ἦν] co Euseb. < Joseph. | 14 ἀντιλαμβάνεσθαι co Euseb. ἀντιλαβέσθαι Joseph. | ἀντιλαμβάνεσθαι] + καὶ κτύπου Joseph. Euseb. | 15 μεταβαίνομεν c | καὶ] < ο | 18 ἐξέλιπον c1 ἐξέλειπον c*o | ἐπείπερ ἐγένετο ο | 19 ᾧ] ὡς ο | 21 φυγεῖν c1 o φησιν c* (w. e. sch.) 1 | 22 μολυθέντων ο | 26 φησιν C.
Klagel. Jerem. 4, 15.

Δηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν , τὸ δὲ οὐ μὴ προσ- θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δεττέρας μηκέτι δεόμενοι.

Klagel. Jerem. 4, 16.

Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ Δαβίδ· δὲ κυρίου ἐπὶ ποιοῦντας κακά«. οὐκ ἐπιβλέπονται δὲ παρ αὐτοῦ , μένοντες ὅπερ εἰσίν· 〉ὅταν〈 γὰρ >εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται< καὶ λοιπὸν ὡς πιστὸς εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν, δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον, πάντας γὰρ ἀπήγαγον.

Klagel. Jerem. 4, 17.

Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ’ ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο- μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται.

Klagel. Jerem. 4, 18.

Υπὸ γὰρ τοῦ σωτῆρος >ἁλιεῖς ἀνθρώπων< ἀποδειχθέντες οἱ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὓσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· »ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με«.

Klagel. Jerem. 4, 19.

Ἰστορεῖ γὰρ Ἰώσηππος ὡς οὐδὲ τὰ ὄρη τοὺς φεύγοντας διέσωσεν. ἐκεῖ τοίνυν ἡμᾶς ἕλκοντες ἥπτοντο, ἤγουν πρὸς δίκην ἀνήφθησαν 7 Psal. 33, 17. — 9 Vl, Rom. 11, 25. — 18 Vgl. Gal. 3, 11. — 22 Vgl. Matth. 4, 19. — 23 Vgl. Matth. 7, 13. — 25 Matth. 19, 14 Par. — 27 ff. Vgl. Olymp. (Gh III, 204): πρὸς μὲν ῥητόν, ὅτι καὶ τοὺς ἐν τοῖς ἐν τοῖς] ὄρεσι φεύγοντας καταλαμβάνοντες οἱ πολέμιοι ἔφθειρόν. 12 ἒκαβεβ ο | 16 ἐπερείδοντο c | 27 ἰώσηππος c1o ἠώσιππος c* | 28 ἡμῶν C W. e. seh. καθ’ ἡμῶν. νοοῖτο δ’ ἂν καὶ περὶ τῶν ἀποστόλων ὧν >ἀνεκαινίσθη ὡς ἀετοῦ ἡ νεότης<.

Klagel. Jerem. 4, 20.

Τινὲς ἔφασαν ὡς ἐν τοῖς ἐξαιρέτοις διαφανέστερον τὸν Ἰωσίαν θρηνεῖ· ἤλπιζον γὰρ διὰ τῆς αὐτοῦ θεοσεβείας ἀνασταθῆναι τὴν Ἱερουσαλὴμ ἐν μέσῳ ἐθνῶν εἰς δόξαν, ἐν μέσῳ γὰρ ἐθνῶν ἡ Ἱερουσαλήμ. τύπος δὲ οὑτος, φασί, Χριστοῦ, διὰ τὰς ἀνομίας τεθνηκὼς τοῦ λαοῦ. καίτοι οὐκ ἐν ταῖς τοῦ λαοῦ συνελήφθη διαφθοραῖς, ἀλλ’ ὡς ἀπαγορεύσαντος τοῦ προφήτου συναντήσας Νεχαὼ Φαραώ, καίπερ πρὸς αὐτὸν οὐκ ἐθέλοντι μαχέσασθαι. κατὰ τοίνυν τὸν θεῖον ἀπόστολον <κάλυμμα τῷ προσώπῳ τῶν Ἰουδαίων ἐπίκειται ἀναγινωσκομένου· ἐὰν δὲ ἐπιστραφῇ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν<. διὰ δὲ τοῦ προφήτου πνεῦμα λέγει τὸν κύριον. οἷς οὖν ἐπίκειται κάλυμμα, οὐκ ἂν εἴποιεν· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, ἀλλ’ οἱ »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι«, ὡν ἀεὶ πρὸ τῶν τῆς διανοίας ὀφθαλμῶν ἐστιν ὁ κύριος· ὡς δῆλον ὅτι τὸ ἐνεργῆσαν ἐν τοῖς προφήταις πνεῦμα ἠν ὁ Χριστός, ὃς καὶ ἐνανθρωπήσας φησίν· »αὐτὸς ὁ λαλῶν πάρειμι«, αὐτὸς ὢν πνεῦμα καὶ κύριος καὶ Χριστός. τοῦτον συνέλαβον οἱ διαφθείραντες πρῶτον ἐν ἑαυτοῖς τῆς θεοσεβείας τὰ σπέρματα. ἀλλ’ ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν, μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ἡπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα, οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ’ ἐν ὅλοις τοῖς ἔθνεσιν, ὅτε >ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ’ αὐτῶν‘ διὰ τὸ κατὰ Χριστοῦ τόλμημα >ἐδόθη τοῖς ἒθνεσιν<. ἰδοὺ γὰρ ζῶσιν ἐν προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ’ οὐκέτι παρ ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν. ὁ δὲ Ἀκύλας ἔφη πνεῦμα μυκτήρων ἡμῶν, Σύμμαχος δὲ πνοὴ μυκτήρων ἡμῶν. οἱ γὰρ θεοφιλεῖς διὰ παντὸς τὸν Χριστὸν ἀναπνέουσι, πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες. ἰστέον δὲ ὅτι ὥσπερ ὁ Χριστὸς πνεῦμα ὢν ἐν τοῖς προφήταις ἐλάλησεν, οὕτω καὶ ὁ πατήρ· λέγει γὰρ ἐν τῇ πρὸς Ἑβραίους ὁ Παῦλος. πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λα- 1 Vgl. Psal. 102, 5. — 4 Vgl. ΙΙ Chron. 35, 25. — 11 Vgl. ΙΙ Kor. 3, — 17. — 15 II Kor. 3, 18. — 19 Jes. 52, 6. — 25 f. Vgl. Matth. 21, 43. — 34 Hebr. 1, 1. 2. 7 φησί ο | 8 ἐν] ἂν c | συνειλήφθη διαφοραῖς ο | 10 μαχέσασθαι cod. Vat. gr. 1153/54 μαχήσασθαι c l o | 11 κάλυμα ο | 12 ἐπιστρέφη ο | 24 σκιὰζησόμεθα ο σκιαζόμεθα C* χόριτι a. R. c1 | 26 ἐδόθη Gh δοθῆ co | 27 κηρύττοντες ο | 31 τὸν] < c. λήσας ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ«. οὕτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· φησὶ γὰρ ὁ σωτήρ· »καλῶς εἶπεν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα τὸ ἅγιον· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε«. ἐν δὲ τῇ πρὸς Κορινθίους ὁ Παῦλος εἰπὼν τὰ χαρίσματα, έν οἷς ἐστιν ἡ προφητεία, φησίν· »ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν ἑκάστῳ καθὼς βούλεται«· τουτέστιν αὐθεντικῶς, οὐ δουλικῶς. λέγοις δ’ ἂν πνεῦμα προσώπου Χριστόν, τὸν δωρησάμενον ἡμῖν τὸ πνεῦμα τῆς προφητείας· αὕτη γὰρ προφητῶν πρόσωπον, πνεῦμα δὲ τὸ χάρισμα, σκιὰ δὲ ὁ νόμος, σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν«. ἔζησαν οὐν ἐν ἡμῖν οἱ προφῆται καὶ ἐν τῇ τοῦ νόμου σκιᾷ. τὸ οὖν χάρισμα τὸ προφητικόν, πρὸς ὃ βλέπει πάσης τῆς προφητείας ἡ ἔκβασις, Χριστός ἐστιν, τουτέστιν ἀπὸ Χριστοῦ. >τέλος γὰρ νόμου καὶ προφητῶν Χριστός<. ῥηθείη δὲ κἂν ἐκ προσώπου τῶν ἀποστόλων καὶ πιστῶν· »ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«· οὑ εἲπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα, τουτέστι κατὰ μίμησιν αὐτοῦ. λέγει γὰρ ὁ θεῖος ἀπόστολος· »μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ«.

Klagel. Jerem. 4, 21.

Ὁ λόγος πρὸς τοὺς ἐξ Ἐδὼμ καὶ Ἡσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ, ὑπερβολὴν αὐτοῖς προαγορεύων κακῶν τοῦτο γὰρ τὸ μεθυσθήσῃ καὶ ἀποχεεῖς), περὶ ὧν φησι καὶ Δαβίδ· »μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ, τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ«. ἀδελφοὶ γὰρ ὄντες καὶ γείτονες, τὸ προγονικὸν διεφύλαξαν μῖσος. περὶ δὲ Χριστοῦ φήσας εἰς καιρὸν καὶ ταύτης ἐμνήσθη. τὴν γὰρ Γήϊνον προσαγορευομένην πορθεῖν ἔμελλεν ὁ Χριστός, οὐράνιον ἐργαζόμενος. ἀπειλητικὸν γὰρ ἡ ἀρετή τε καὶ γνῶσις πρὸς τοὺς φιληδοῦντας πλάναις καὶ πάθεσιν, ὧν μέθη μὲν ἡ νέκρωσις τῆς σαρκός, ὑπερέκχυσις δὲ καὶ τὸ νεκρῶσαι ταύτης τὸ φρόνημα.

3 Matth. 13, 14 (Jes. 6, 9) vgl. 15, 7 (?). — 5 Ι Kor. 12, 11. — 10 Hebr. 10, 1. — 13 Vgl. Rom. 10, 4. — 15 Act. 17, 28. — 17 I Kor. 11, 1. — 22 Psal. 136, 7. — 25 Vgl. Amos 1, 11. — 26 Vgl. Onom. sacra I, 192, 85: Ἰδουμαία . . . ἢ γήινος. 2 οὕτω καὶ ο | 3 ἀκούσατε ο | 5 πάντα δὲ ταῦτα ο | ἐνεργεῖ] + τὸ ο | 8 πνεῦμα] χάρισμα ο | 9 τὸ] < c | 11 καὶ] < ο | 14 κἂν Blass Koetschau vgl. S. 278, 11 καὶ clo | 17 ἀπόστολος] < ο | 21 προσαγορεύων c | 21/22 μεθυσθήσει καὶ ἀποχέεις ο 22 καὶ2] + ὁ ο | 23 ἐκκενοῦτε, ἐκκενοῦτε Vat gr. 1153/04 ἐκκενοῦται ἐκκενοῦται CO | 24 οὗ] < C | 25 Χριστοῦ δὲ ο | 27 ἤμελλεν ο | 28 φιληδονοῦντας c | πλάνη ο | πάθεσιν] μέθεσιν c.
Klagel. Jerem. 4, 22.

Ἱκανὴν ἐξέτισας δίκην, ἐν ᾗ Ἐδὼμ διαδέξεται. τὸ δὲ οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἢ πρὸς τὴν ἀνάκλησίν φησιν οὐ γὰρ ἐπιμενεῖς τῇ αἰχμαλωσίᾳ τὸ τέλειον μέτρον πληρώσασα· μειοῖ γὰρ τὴν δίκην ὁ θεός, οὐ προστίθησιν), ἤγουν εἰ πρὸς δευτέραν ὡς μὴ γενησομένην ἅλωσιν εἴρηται, πῶς ἡ μετ’ ἐκείνην ὑπὸ Ῥωμαίων ἐγένετο; μήποτε τοίνυν περὶ τῆς ἐσχάτης ὁ λόγος τῆς γεγονυίας διὰ Χριστόν, μεθ’ ἣν οὐ γέγονεν ἑτέρα. καὶ πᾶς Ἰσραὴλ σωθήσεται μετὰ τὸ πλήρωμα τῶν < τὴν ἀνομίαν ἀπολιπών· μεθ’ ὃ λοιπὸν ἡ συντέλεια, καὶ τῶν γηΐνων ἡ κόλασις, ἐκδεχομένης τῆς κρίσεως. ῥηθείη δ’ ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς »ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ«, ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας· »ὧδε κατοικήσω, ὅτι ᾗρετισάμην αὐτήν« καὶ τὸ »ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ὅτε καὶ τὴν ἀσέβειαν ἐστηλίτευσε τῶν φρονούντων τὰ γήϊνα.

8 Vgl. Rom. 11, 25. 26. — 12 Rom. 11, 29. — 14 Psal. 131, 14. — 15 Matth. 28, 20. 2 ἐξέτισας c1o ἐξαίτησις c* w. e. sch. | προσθήση c | 4 ἐπιμένεις ο | 5 ἡ γοῦν ἡ πρὸς ο | 7 γεγονυίας] γεναμένης ο | 9 ἀπολιπών c1 ἀπολειπών c*o | 13 ἐξέλειπε ο.