Selecta in Numeros Origenes Charles de La Rue Charles Vincent de La Rue Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2042.tlg052.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Origenis Opera Omnia Charles de La Rue Charles Vincent de La Rue Origen J. P. Migne Paris 1862 2 Patrologiae cursus completus (series Graeca) 12 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ.

Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶ. Μᾶν ὠνομάσθη ἀπὸ τοῦ τοὺς Ἐβραίους πρώτους θέαμα ξένον ὁρῶντας εἰπεῖν πρὸς ἀλλήλους τῇ πατρίῳ γλώσσῃ, « Μᾶν, » τουτέστι, « Τί τοῦτο; » ὅπερ οὐκ ἂν εἶπον, εἰ ἔθος ἦν, ὥς τινες τῶν ἐθνικῶν φασι, τὴν φύσιν τῶν τόπων ἀπʼ αἰῶνος τὰ τοιαῦτα φέρειν. Καὶ νῦν δὲ εἰ καταβαίνει μνήμης ἕνεκα μικρόν τι.

Καὶ οὐκέτι προσέθεντο. Λείπει, « τοῦ προφητεύειν. » Οὐκέτι, φησὶ, προεφήτευσαν. Εἰς ἅπαξ γὰρ προφητεύουσιν, ἵνα μὴ ἐξισωθῶσι Μωσεῖ· ἀλλ’ ὡς γνωσθῆναι ὅτι μετειλήφασι, καὶ πάντες ἅμα προφητεύουσιν. Ἒν γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα, καὶ μία διὰ πάντων ἡ ἐνέργεια.

Καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθοχίσθη Μοροάμ. Ἔμεινε δὲ ἡ σκηνὴ ἑπτὰ ἡμέρας ἐπὶ τὸν τόπον εἰς τιμὴν Μαρίας, ἵνα μὴ τοιαύτη οὗσα ἀκολουθῇ. Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ τὰ ἑξῆς. Ἀποσταλῆναι κελεύει τινὰς, δεικνὺς ὅτι πλησιάζουσι μὲν τῇ Παλαιστίνῃ. τῆς Αιγύπτου τὸ τοῖς Ἑβραίοις ἑτοιμότερον παραστήσας· καὶ τὸ ἄπιστον ἐξελέγξας, τάφον μὲν τὴν ἔρημον ἀπονέμει, οἷς ὁ νοῦς ἀπέμεινε σκληρός· θάνατος γὰρ ἀσεβῶν, τῆς ἐν τῷ ζῇν πλάνης αἱρετώτερος.

Καὶ ἐπωνόμασε Μωϋσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν. Ἐπισημαντέον ὅτι ὁ τοῦ Ναυὴ υἱὸς τύπος γέγονε τοῦ Χριστοῦ, ὃς τὸν οἴκτιστον λαὸν πλανώμενον ἐλευθερώσας, εἰς οὐρανὸν ἀνήγαγεν· οὐκ εἰς γῆν ἐσθίουσαν τοὺς ἐνοικοῦντας.

Ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. Παρατηρητέον ὅτι τῶν ἐκ τῆς γῆς Αἰγύπτου ἐξελθόντων εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας τινές· οὐδὲ γὰρ ὁ Θεὸς τοῦτο ἀπηγόρευσεν· ἀλλὰ μόνους τοὺς εἰκοστοέτεις καὶ ἐπάνω τῶν ἐξελθόντων ἐκ γῆς Αἰγύπτου μοσχοποιήσαντας ἀνεῖλεν ἐν τῇ ἐρήμῳ· φειδόμενος συγγενοῦς τῆς νεότητος αὐτοῖς, οἶς ὁ τῆς ζωῆς χρόνος οὕπω εἰκοστοέτης ἦν. καὶ πολλῷ μᾶλλον τοῖς βρέφεσι, καὶ παιδίοις, ἔως τῆς ἐφήβου ἡλικίας.

33 Num. ii, 6. 34 ibid. 25. 35 Num. x, 15. 36 Num. xiii, 3. 37 ibid. 17. 38 Num. xiv, 25.

Τοῦ αὐτοῦ. Τοῦτο τύπος τῆς ἀληθείας.« Ἐὰν γὰρ μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσἐλθητε εἰς τὴν βασιλείαν. »

Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ. Ὥσπερ ὁ χαλκοῦς ὄφις σημεῖον τῆς ἀπιστίας αὐτῶν, οὕτω καὶ τὰ τυρεῖα τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν περίθεμα ὄντα τῷ θυσιαστηρίῳ.

Καὶ τοῖς υἱοῖς Λευῒ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκατον ἐν Ἰσραήλ. Εἰκότως ἀπονενέμηνται τοῖς ἱερεῦσιν αἱ ἀπαρχαὶ, ἐπείπερ οὐ κληρονομεῖ ἡ Λευῒ φυλὴ, οὐδὲ κλῆρον λαμβάνει ὡς αἱ λοιπαί. Τοῦτο πρόξενον τῆς ἀκτημοσύνης τοῖς ἱερεῦσιν ὁ κλῆρος τοῦ τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Δεκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευῖται τοῖς ἱερεῦσιν. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ὁ Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτοῦ. Ἵνα γὰρ μὴ ὃν ἐτίμων ζῶντα, ἐν Θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον ἴσ. τάφον πεποίηκεν.

Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κὐελῳ ἡμῶν. Τοῦτο παράδειγμα ἔλαβεν· ὥσπερ ὁ μόσχος ἐν τῷ στόματι τὰ χλωρὰ, οὕτω καὶ ὁ ἄγιος λαὸς τοῖς χείλεσι στρατευόμενος ἐν τοῖς στόμασιν ἔχει τὰ ὅπλα διὰ τῶν εὐχῶν. Καὶ τοῦτο εἰδὼς ὁ Βαλὰκ ἐν τοῖς προτέροις πολέμοις ἐναργῶς γινόμενον, βούλεται καὶ αὐτὸς τοῖς διὰ χειλέων ὅπλοις στρατεύεσθαι· καὶ καλεῖ τὸν Βαλαὰμ τὸν ἔχοντα τὰ ὅπλα τῆς ἐναντίας δυνάμεως ἐν τοῖς χείλεσι τὰς ἀράς. Οἱ γὰρ ἅγιοι ἄγγελοι συμπράττουσι τοῖς δικαίοις εἰς τὰ σωτήρια, καὶ ἀγαθὰ ἔργα, καὶ οἱ πονηροὶ δαίμονες τοῖς ἀσεβέσιν ἁμαρτωλοῖς ἀνθρώποις εἰς τὰ τονηρὰ καὶ βλαβερὰ τῆς σωτηρίας τῶν ἀνθρώπων ἔργα. Οἱ μὲν γὰρ ἅγιοι στρατεύονται λόγοις εὐχῶν, οἱ δὲ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ λόγοις μαγειῶν.

Τοῦ αὐτοῦ. Καὶ ἡ κατʼ αἴσθησιν τῶν πραγμάτων ἱστορία μεγάλης ὠφελείας πεπλήρωται. Ἐκ δὲ τῆς προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἕστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγιοι στρατεύονται λόγοις εὐχῶν· οἱ δὲ ἀσεβεῖς λόγοις μαγειῶν.

Τοῦ αὐτοῦ. Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ· καὶ ὅπερ ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος. Τῇ δὲ κρείττονι δυνάμει πάντα δυνατά. Ὁ γὰρ Θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἕχει· οὐ γὰρ καθʼ ἕξιν μόνον, ἀλλὰ καὶ κατʼ οὐσίαν ἀγαθός ἐστιν.

Τοῦ αὐτοῦ. Ἐν τοῖς ἀνθρωπίνοις ἐστί τινα καὶ μαντεῖα τετελεσμένα, καὶ θυσίαι, καί τινα δῶρα προσφερόμενα τοῖς δαίμοσιν· ὥστε διὰ τούτων προσδερομένων μαντεύεσθαι τοὺς βουλομένους. Μαντεῖα δέ ἐστιν ἕκαστον πρᾶγμα. Οὐ γὰρ ἀληθὴς πρόῤῥησις.

Καὶ ἦλθεν ὁ Κύρος πρὸς αὐτόν. Κατὰ ἀλήθειαν 39 Math. xviii, 3. 40 Num. xvi, 37. 41 Num., xviii, 21. 42 Num. xx, 10. 43 Num. xxii, 4. 44 Num. xxii, 8. es Num. αXn, 22. » ipid. 35. » Num. XXm, θεία δύναμις παρεγένετο πρὸς Βαλαὰμ οὐ κληθεῖσα ὑπʼ αὐτοῦ. Παρεγένετο οὖν, ἵνα ἀποτροπιασμὸν ποιήσῃ τῶν καλουμένων ὑπὸ τοῦ Βαλαὰμ δαιμόνων, καὶ τὰς θείας προῤῥήσεις οἰκονομήσῃ.

Καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὀδοῦ. Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγγελος τὸν Βαλαὰμ, ἆρα μὴ οὗτός ἐστι περὶ οὗ εἷπεν ὁ Θεὸς πρὸς τὸν Μωῦσῆν ὅτι « Ἄγγελός μου προπορεύεται ἔμπροσθεν ὑμῶν διαφυλάσσων ὑμᾶς ἐν τῇ ὁδῷ; »

Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων. Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ Θεὸς ἀπελθεῖν πρὸς τὸν Βαλάκ· ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ. Παραγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν· καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοἴ. Οἰκοδόμησόν μοι ἑπτὰ βωμούς. Ἔστι δὲ καὶ διὰ σώματος ἐτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείττοσι καὶ ἐν τοῖς χείροσιν. Οἷον ὡς τὰ γινόμενα ὲν Αἰγύπτῳ ὑπὸ Μωϋσῆ καὶ Ἀαρὼν καὶ τῶν ἐπαοιδῶν. Ἀλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντικειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων, αὕτη ἡ θεία δύναμις νικᾷ· ὡς ἡ ῥάβδος Μωϋσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν.

Τοῦ αὐτοῦ. Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας. Τοιαῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι. Διὰ τοῦτο οὖν ὁ Θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ Θεῷ, καταργηθῇ τὸ προσφέρεσθαι τοῖς δαίμοσιν εἰ καὶ τὰ μάλιστα σύμβολα ἦσαν.

Τοῦ αὐτοῦ. Ἐνανθρωπήσας οὗν ὁ Σωτὴρ ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύναμις, ὁ νοητὸς Βαλαάμ· καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ Εὐαγγελίου· καὶ ἐπικαθίσας αὐτῇ ῇ Σωτὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν.

Καὶ παρέλαβε Βαλὰκ τὸν θαλαὰμ ἑαὶ τὴν κορυφὴν τοῦ Φογώρ. Ὑπελάμβανεν ὁ Βαλὰκ μεμετρημένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις. Διὸ παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογὼρ, οἰόμενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ. Φογὼρ δὲ ἑρμηνεύετσι ἡδυσμὸς, ἢ στόματος δέρμα, τουτέστιν, ἀκρότης φιληδονίας, καὶ νεκρότης λόγου. Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ.

Τοῦ αὐτοῦ. Δύο εἰσὶ κορυφαὶ, τουτέστιν ἀκροτάτης (46*) ἀρετῆ, καὶ τῆς κακίας· καὶ ὁ μὲν Μωυσῆς ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἀναβέβηκεν, ὁ δὲ Βαλαὰμ ἐπὶ τὸ ἄκρον τῆς κακίας.

Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς. Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ ὅστις ἐπηκολούθει τοῖς οἰωνοἴς τὸ πρότερον, γνοὺς δὲ ὅτι ἀκόρεστόν ἐστι Κυρίῳ. οὐ προσέθετο· ἀλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος 45 Num. xxii, 22. 46 ibid. 35 47 Num. xxiii, 1. 48 ibid. 28. 49 Num. xxiv, 1. (46*) Forte legeudum: Δύο εἰσὶ κορθφαὶ, τουτέστιν ἀκρότητες, ἀρεης καὶ κακίας. λαὸς, υἱὸς δὲ Βεὼρ ἑρμηνεύεται δερμάτινος. Τὸ μὲν μάταιος ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρότερον δηλονότι.

Ἄνβρωπος ὁ ἀληλινῶς ὀρῶν. Ἐγὼ ὁ ποτὲ Βαλαὰμ, ὁ λαὸς ὁ μάταιος, διανοίξας τοὺς ἔσω μου ὀφθαλμοὺς τοῦ νοὸς, καὶ ἰδὼν τὸν πνευματικόν ποτε Ἰσραὴλ, καὶ τὴν κατʼ αὐτὸν οἰκονομίαν, τῆς τοῦ ἁγίου Πνεύματος ἀξιοῦμαι. Οὐχ ἁρμόζει τῷ ποτὲ Βαλαὰμ τὸ, « Φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὀρῶν, » καὶ τὰ ἐξῆς, ἀλλʼ ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηνοί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τοῦ Ἰσραὴλ ὄνομα, τοῦ ἐνοικοῦντός ἐστι· τοῦ γὰρ σωματικοῦ πράγματός ἐστι τὸ, Ἰακοώβ.

Ὡσεὶ νάπαι σκιάζουσαι. Νάπαι νοηταί εἰσι σκιάζουσαι τὸ ἐν ᾧ λογικὰ ἔγκαρπα καὶ κατάκομα τῆς πραγματικῆς ἀρετῆς. Παράδεισοι ἐπὶ ποταμόν εἰσι νοητοὶ, τοπὸς ἐν ᾧ λογικὰ πεφύτευται ἀρδόμενα ἤτοι τῇ θεωρίᾳ τῶν γεγονότων, ἢ τῇ θεωρίᾳ τῆς ἁγίας Τριάδος.

Τοῦ αὐτοῦ. Οἱ ἐν σκηναῖς οἰκοῦντες, τῶν ὁδευόντων εἰσὶ, καὶ ἔστιν ἔξω τοῦ κόσμου τούτου ὀδὸς μεγάλη καὶ πολλαὶ σκηναί. Οἱ ἐνοικοῦντες, οὐκ εἰσὶ τῶν ὁδευόντων, ἀλλὰ τῶν ἱσταμένων.

Ὡσεὶ κέδροι παῤ ὕδατα. Κέδροι εἰσὶ νοηταὶ παῤ ὕδατα φυεῖσαι ψυχαὶ λογικαὶ ἀρδόμεναι τῇ γνώσει τῆς ἀληθείας.

Καὶ κυριεύσει ἐθνῶν πολλῶν. Κύριός ἐστιν ὁ ἐξουσιαστικῶς προστάσσων, δοῦλος δὲ ὁ δουλικῶς ὑπακούων. Κύριός ἐστιν ὁ τοῖς ἰδίοις πόνοις ὀνούμενος καὶ τῇ κυριότητι πεποιωμένος ἐλεύθερος πάθους. Δοῦλός ἐστιν ὁ ἐμπαθὴς καὶ ἐπιδεὴς τοῦ κρείττονος, καὶ χρῄζων τῆς ἐπιστασίας τοῦ ἰδίου κυρίου. Εἰσὶ δὲ κύριοι πολλοὶ, μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον.

Καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ. Βασιλεία Γὼγ ἑρμηνεύεται δόματα. Κατὰ μίαν μὲν ἐκδοχὴν δόματά ἐστιν αἱ δωρεαὶ τοῦ ἁγίου Πνεύματος· κατὰ δὲ ἄλλην, « Ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν αὐτοῦ. » Ἔστιν οὖν βασιλεία τῆς τοιαύτης ἕξεως.

Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου. Καὶ τὸν Σωτῆρα κατὰ τὸ, « Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου, » καὶ τὸν Ἰσραήλ. Τὸν μὲν ἐκβάλλει, τὸν δὲ καλεῖ.

Τοῦ αὐτοῦ. Ὁ χρηματισμὸς, τὸν Κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν αὐτοῦ γενησομένην. Ἀἰγύπτῳ δὲ καὶ ὁ κόσμος οὗτος παραβάλλεται.

Ὡς δόξα μονοκέρωτος αὐτῷ. Μονόκερώς ἐστιν 50 Num. xxiii, 3. 51 ibid. 5. 52 ibid. 6. 53 ibid. 54 ibid. 7. 55 ibid. 56 Marc. xiii, 25. 57 Num. xxiv, 8. 58 Matth. ii, 15. 59 Num. xxiv, 8. νοητῶς ὁ Χριστὸς κατὰ τὸ συμβεβηκός· ἐξ οὗ μονόκεροι πολλοί. Ἀπὸ γὰρ ἑνὸς Ἰησοῦ Χριστοῦ πολλοὶ μετέσχον εἶναι χριστοί. Τινές φασι καὶ τὸν ἔλαφον μονόκερον εἶναι.

Ἔδεται ἔθνη τῶν ἐχθρῶν αὐτοῦ. Περὶ τοῦ Χριστοῦ· ἐχθρῶν αὐτοῦ ἔθν ἦμέν ποτε ἡμεῖς. Ἔδε. ται οὖν ἡμᾶς ὁ Χριστὸς, ἡ οὐσιώδης ἀρετὴ νεμομενη ἡμᾶς, καθὰ λέγει· « Ἐμὸν βρῶμά ἐστι τοῦ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντός με.

Καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. Τότε, φησὶν, ὅταν τὴν σαρκικὴν κατάστασιν εἰς πνευματικὴν διὰ τῆς πραγματικῆς μεταποιῇ.

Οἱ εὐλογοῦντές σε ηὐλόγηνται. Δύο πρόσωπ σημαίνει ἐπὶ τούτοις· εἰσὶ δὲ τῶν πιστῶν καὶ ἀπίστων ἐπὶ τοῦ Χριστοῦ. Καὶ μετʼ ὀλίγα· Ἐν τούτοις μὲν οὖν ἀνατέτραπται καὶ ἡ τῶν ἐναντιουμένων τοῦ Ἰσραὴλ ἐγχείρησις, καὶ ἡ τῆς μαγείας κακοτεχνία.

Καὶ ἐδεβηλώθη ὁ λαὸς ἐκπορνεῦσα. Ἡ δὲ γνώμη τοῦ πορνεῦσαι τοὺς Ἑβραίους καὶ προσκυνῆσαι τῷ Βεελφεγὼρ, τοῦ μάντεως ἦν. Διὸ φησὶ Μωϋσῆς· « Αὗται δὲ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Βεελφτγώρ. »

Καὶ ἔσται ὑμῖν τὸ κλίτος, τὸ πρὸς Αίβα. Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου ἐπηγγείλατο τῷ Ἀβραάμ. Διὰ τί οὖν οὐκ ἔδωκεν αὐτοῖς; Οἱ γὰρ Ἀριθμοὶ ἐλαττοτέραν διδομένην σημαίνουσιν. Οἶμαι δὲ ὅτι δέδωκεν ἂν, εἰ κατὰ τὸν λαβόντα τὰς ἐπαγγελίας, πιστοὶ ἦσαν. Καὶ τοῦτο εἰκότως. Πολλάκις γὰρ κακὰ ἀπειλήσας οὐκ ἐπἠγαγε, μετενόησαν γὰρ,ὡς ἐπὶ τῶν Νινευιτῶν.

Πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔσονται γυναῖκες. Προστάττει οὖν ὁ Θεὸς πλὴν τῆς Ἰούδα καὶ τῆς Λευῒ μὴ ἐξεῖναι ἀπὸ φυλῆς εἰς φυλὴν συνάπτεσθαι, ἵνα μὴ ξένον τοῦ Σωτῆρος δειχθῇ ἄνωθεν ἐρχόμενον, τὸ, « Βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. »

60 Num xxiv, 8. 61 Joan. iv, 34. 62 Num. xxiv, 8, 63 ibid. 9. 64 Num. xxv, 1. 65 Num. xxxi, 16. 66 Num. xxxiv, 3. 67 Num. xxxvi, 6.