Selecta in Deuteronomium Origenes Charles de La Rue Charles Vincent de La Rue Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2042.tlg053.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Origenis Opera Omnia Charles de La Rue Charles Vincent de La Rue Origen J. P. Migne Paris 1862 2 Patrologiae cursus completus (series Graeca) 12 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΕΚΛΟΓΑΙ.

Ἐλάλησε Μωϋσῆς πρὸς πάντας υἱοὑς Ἰσραήλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ. Ἐπειδὴ ὁ μὲν Θεὸς τὴν δύναμιν ἀπεκάλυπτεν· ὁ δὲ προφήτης τῇ ἑαυτοῦ γλώσσῃ ἐκέχρητο πρὸς παράστασιν τῶν δεδηλωμένων. Κίνησις οὖν λέγεται ἡ προφητικὴ φωνὴ, οἷα παριστῶσα τὰ ὑπὸ Θεοῦ εἰρημένα.

Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἀπλῶς ὁ Μωῦσῆς φησιν, « εἶπον ὑμῖν» ἀλλʼ ἐπειδὴ ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ, φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχομένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε.

Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Καὶ τῶν προδευτάς.

Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι 56 Deul. 1, 3. 57 ibid. 9, 10. 58 ibid. 59 Deut. III, 12. τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ ἐπιεικέστεροι βράδιον ἀπολαμβάνουσιν. Οἱ μὲν γὰρ ὑπὸ Μωῦσέως πρῶτοι εἰλήφασι τὴν κληρονομίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ ὕστερον. Ἀλλὰ καὶ περὶ πάντων δικαίων λέγεται, οὐ τῶν τυχόντων· ὡς γὰρ ὁ Ἀπόστολός φησιν· « Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. »

Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδʼ ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλʼ ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς, ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συνεχείας δημιουργούμεναι στοιχείων· τοῦ πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλʼ οὗν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται.

Καὶ ὤμοσεν ἴνα μὴ διαβῶτὸν Ἰορδάνηντοῦτον. Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτῶν, ἵνα μὴ ὅν ἐτίμων ζῶντα, ἐν θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. Διὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν τάφον ἐποίησεν.

Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν προσκυνοῦντας οὐ συγχωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους διαθέσεως, καὶ παραζηλῶν ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν, τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν.

Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωματικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας.

Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται· « Ὀλι γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη. » Συγγενῶς τε τὸ, « Ὀλίγοι οἱ σωζόμενοι, » καὶ τὸ, « Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. »

Ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ πανεὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἱ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξόδῳ. « Οὗτος γὰρ, φησὶν, ὁ ἅρτος ὅν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. » Διὰ τοῦτο δὲ τὸ μάννα « λεπτὸν ἦν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς· » ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοε ρὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἐξῆς. Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην διʼ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι. Τοιοῦτος δὲ διʼ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι 60 Hebr. xi, 39. 61 Deut. iv, 12. 62 ibid. 21. 63 ibid. 26. 64 Deut. vi, 13. 65 Deut. vii, 7. 66 Luc. xiii, 23. 67 ibid. 24. 68 Deut. viii, 3. 69 Exod. xvi, 15, 16. 16. 70 ibid. 14. τέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ μάννα λευκόν. Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ κατὰ τοῦτο λευκὸν, τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπʼ αὐτοῦ, Ἔστι δὲ καὶ ὡσεὶ πάγος· συνεστραμμένος γὰρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεῤῥυηκὼς, ἀλλὰ πάγιος, ἃ δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγγέλλων ἡμῖν τὰ οὐράνια.

Ὀ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιὸν, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν. Ἐκπορεύονται δὲ οἱ χείμαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ οῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός. Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς. Ὁμοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐνδυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλʼ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατεσκεύασαν. Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν Θεόν.

Τοῦ αὐτοῦ. Οὐκ ἕστι, φησὶ, πηλῷ καὶ πλινθείᾳ μοχθεῖν, καὶ ταλαιπωρεῖν, ἀλλὰ λίθους ἔχειν καὶ τούτους ἰταμωτάτους, καὶ μὴ ῥᾳδίως διαλυομένους, ὡς καὶ οἰκοδομίαις ἐξαρκεῖν καὶ ἐπὶ πολὺ διαμένειν. Ταῦτα δὲ λέγει τὴν διάνοιαν αὐτῶν ἀποστῆναι τῆς Αἰγύπτου βουλόμενος. Διὰ γὰρ τοῦ εἰπεῖν, « ἀγαθὴν, τὸ γόνιμον ἔδειξε· διὰ δὲ τοῦ, « πολλὴν, τὸ μέγεθος καὶ τὸ πλάτος. « Οὗ χείμαῤῥοι ὑδάτων (τοῦτο οὐκ ἐν Αἰγύπτῳ), καὶ πηγαὶ ἀβύσσων· ὅπερ ἐξαίρετον τῇ γῇ τῆς ἐπαγγελίας. Προσέθηκε δὲ καὶ διὰ τῶν ὀρέων· » ὅπερ τῇ Αἰγύπτῳ οὐ πρόσεστιν, ἀλλʼ οὐδὲ ἀμπέλοις κομᾷ, οὐδὲ ἀφθονίαν ἔχει ἐλαίου· ἡ δὲ τῆς ἐπαγγελίας γῆ πάντα πλουσίως.

Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξυβρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα δωρησαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευθερίαν αὐτοὺς μετεκόμισεν.

Οὐ ποιήσεις οὕτως Κυρίῳ τῷ Θεῷ σου. Αἰτιᾶτει τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θαοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον· ὡς βδελυκτόν. Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς λόγ οις αὐτῶν μὴ ὑπέχειν.

71 Deut. viii, 7. 72 Deut. iii, 11, 73 Deut. xii, 4.

Οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθʼ ὅτε ὑπερβαίνοντες τὸν κανόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου.

Τοῦ αὐτοῦ. Οἱ οὗν μὴ ποιοῦντες πάντα, ἢ οἱ πλεῖόν τι ποιοῦντες, παράνομοι.

Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ἀνάγον μηρυκισμόν. Τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς, τὴν πορείαν καθʼ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων ἐμφάνειεν· ὁδὲ μηρυκισμὸς, τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ οἷον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων.

Πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε. Τῶν πτηνῶν οἶμαι ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας.

Εὑρίσκομεν ἐν ταῖς Γραφαῖς τὸ ὄνομα τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως, ὥσπερ παρὰ τῷ προφήτῃ λέγοντι· « Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου; » Ζητητέον τὴν διαφορὰν ἑορτῆς καὶ πανηγύρεως. Πᾶσα μὲν οὖν, ἵνʼ οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορτὴ καλεῖται· οὐ πᾶσα δέ ἐστι πανήγυρις, ἀλλὰ κατὰ τὸ ὄνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται οἱ πανταχόθεν Ἑβραῖοι. ὥστε κατὰ τοῦτο τὴν μὲν πανήγυριν εἶναι ἑορτὴν, οὐκέτι δὲ πάντως τὴν ἑορτὴν πανήγυριν· οἷον σάββατα καὶ νεομηνίαι, ἑορταί εἰσιν· ἄζυμα δὲ καὶ αἱ ἡμέραι τῶν ἑβδομάδων καὶ σκηνοπηγίαι οὐ μόνον αἱ ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις, ὅτε προστέτακται πᾶν ἀρσενικὸν φαίνεσθαι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου εἰς τὸν τόπον ὅν ἂν ἐκλέξηται.

Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου. Πλησίον πολλαχοῦ πᾶς ἄνθρωπος εἴρηται.

Τοῦ αὐτοῦ. Οὔτε γὰρ δεῖ τοὺς πέλας πλεονεκτεῖν, οὐδὲ τοὺς τῶν πατέρων ὅρους ὡς καλῶς παγέντας παρακελεύειν. Τοῦτο γὰρ αἴτιον πάσης συγχύσεως ἔσται, τῶν μὲν ὁμορούντων ὡς ἀδικουμένων, περ φρονουμένων δὲ τῶν ὁρισάντων. Πλησίον δέ τινες πάντα ἄνθρωπον λέγουσιν.

Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· « Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, » καὶ τὰ ἑξῆς, « Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. »

Τοῦ αὐτοῦ. Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον, ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται Θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής.

74 Deut. xii, 32. 75 ibid. xiv, 6. 76 ibid. 9. 77 Deut. xvi, 13. 78 Osc. ix, 5. 79 Deut. xix, 41. 80 Deut. xix, 16 81 Matth v, 38.

Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.

Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.

Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον. Ἴνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρμα πλῆρες ἀπδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον.

Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς.

Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· « Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ. » Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν.

Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί. Τὴν ἤδη μεμνηστευμένην γυναῖκα καλεῖ οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῆς θεοτόκου ἐλέχθη.

Καὶ ἔως εἰς τὸν αἱῶνα. Ἐπειδὴ καὶ οὗτοι ἐκ πορνείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ· οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα. Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀῒδιον εἶναι· κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφʼ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέσνησαν τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆςαι τοῖς Ἑβραίοις· αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ Βεελφεγώρ· ὅπερ καὶ γέγονεν.

Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον. Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον συντρίψαι τὸν σῖτον· δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος. Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν· ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν 82 Deut. xx, 8. 83 Deut. xxi, 18. 84 Deut xxii, 9. 85 ibid. 10. 86 Isa. xxxii, 20. 87 Deut. xxii, 23. 88 Deut. xxiii, 3. 89 Deut. xxiv, 6. γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτος μένουσιν. Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν προκείμενον σαφηνίζω νόμον, « Οὐκ ἐνεχυράσεις μύλον, » τουτέστιν, οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ οὐ μὴ ἀπώσεις αὐτὴν τῆς σῆς οἰκίας· « οὐδὲ ἐπιμύλιον· » ἀντὶ τοῦ, τὴν καινὴν, « ὅτι ψυχὴν οὗτος ἐνεχυράζει, » τουτέστι τούτοις τρέφεται ἡ ψυχὴ ἀπολαύουσα νοητῶν ἐδεσμάτων.

Ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν. Ἀεί γε τετηρήκαμεν κακωτικὸν ὄντα τὸν μ΄ ἀριθμόν· ὅθεν Μωῦσῆς ὁ μέγας τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μετὰ τοῦτον ὁ Ἠλίας· ἀλλὰ καὶ ὁ Σωτὴρ ἡμῶν πειραζόμενος ὑπὸ τοῦ διαβόλου οὐκ ἔφαγεν μ΄ ἡμέρας καὶ μ΄ νύκτας· καὶ ὁ μέγας δὲ κατακλυσμὸς ἐπὶ τῆς γῆς γίνεται, ὕοντος τοῦ Θεοῦ, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον. Ζητητέον διὰ τί σίδηρον οὐκ ἐᾷ τῶν λίθων ἅψασθαι εἰς τὴν οἰκοδομὴν τοῦ θυσιαστηρίου χρησιμευόντων. Ἀλλὰ καὶ μετὰ ταῦτα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ λίθους ἀπελεκήτους προστάττει συναγαγεῖν, καὶ οἰκοδομῆσαι. Εἰ γὰρ ἄτοπον τὸ σίδηρον ἅπτεσθαι τοῦ λίθου πρὸς οἰκοδομὴν ἁρμόττοντος, πῶς οὖν ἄρα οἱ κίονες. πῶς οὖν αἱ σανίδες καὶ αἱ τούτων κεφαλίδες εἰργάσθησαν; Ἢ πῶς ὅσα ἐκ χαλκοῦ γέγονεν ἢ χρυσοῦ ἢ ἀργύρου, κατεσκευάσθη ἄρα ἄνευ σιδηροῦ; Καὶ πῶς οἷόντε; Διὰ τούτωνφανερὸν μὲν, ὅτι οὐχ ἀπλῶς ἀπαγορεύει τὸ σίδηρον ἅψασθαι τῶν λίθων. Τίς οὖν ἡ αἰτία; Λέγομὲν οὐ διϊσχυριζόμενοι. Ταῦτα δὴ τοίνυν. Σκληρὸν σιδήριον ἐπιβάλλειν, πῶς οὐ μᾶλλον ἀπαγορευτέον σκληρῷ ἐπιβάλλειν καὶ συγκρούειν κωλύει. Μεγάλα γὰρ φιλεῖ τίκτεσθαι κακὰ ἐκ αῆς τῶν σκληρῶν συμμίξεως καὶ συγκρούσεως. Ἢ τὸν φόνον ὡς ποῤῥωτάτω τῆς καρδίας τῶν ἀνθρώπων ἐκβάλλει· καὶ μάλα δικαίως. Εἰ γὰρ οὐ χρὴ λίθῳ τῷ οἰκοδομουμένῳ εἰς τὴν τοῦ θυσιαστηρίου κατασκευὴν, ἢ τοῦ ναοῦ, σιδήριον ἐπιβάλλειν, πῶς οὐ μἄλλον ἀπαγορευτέον τὸ σίδηρον ἁρπάζειν, καὶ κατὰ τοῦ πλησίον φονᾷν;΄

Οὗτοι στήσοται εὐλογεῖν τὸν λαόν. Παρατηρητέον ὅτι οἱ εὐλογεῖν ταχθέντες ἀπὸ τῶν ἐλευθέρων γυναικῶν καὶ συγγενῶν τοῦ Ἰακὼβ ἐγεννήθησαν· οὕτω οἱ δὲ καταρᾶσθαι ἀφορισθέντες ἀπὸ τοῦ ὅρους Γεβὰλ, ἀπὸ τῶν παιδισκῶν ἦσαν, πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών. Τέτακται δὲ ὁ Ῥουβὶμ μετὰ τῶν καταρωμένων, ὡς καὶ καταρώμενος ὑπὸ τοῦ πατρός. Εἰ δὲ καὶ τὸν Λευὶ κατηράσατο, ἀλλὰ λελύτρωται αὐτὸς τῇ ἱερατικῇ ἀξία. Μάλιστα γὰρ ἱερέως ἐστὶ τὸ τὸν λαὸν εὐλογεῖν. Ἀλλὰ καὶ ὁ Συμεὼν ὡς ἐν μέσῳ τῆς Ἰούδα φυλῆς οἰκήσας, καὶ ὥσπερ μέρος αὐτῆς γεγονὼς, διὰ τοῦτο ὅπου Ἰούδας, ἐκεῖ καὶ αὐτὸς ἀριθμεῖται.

Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωϋσῆς. Αἱ παρὰ Ἰακὼβ προῤῥήσεις, οὕτε πᾶσαι εὐλογίαι ἦσαν, οὕτε πᾶσαι ἀραί· αἱ δὲ παρὰ Μωῦσέως, πᾶσαι εὐλογίαι.

Καὶ κατέσπευσεν ἐξ ὄροῦς Φαράν. Τουτέστι 90 Deut. xxv, 3. 91 Deut. xxvii, 5. 92 Deut. xxvii, 12. 93 Deut. xxxiii, 1. 94 ibid. 2. τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ τὸν νόμον ἔστησε. Τοῦτο γὰρ, « κατέ σπευσεν ἐξ ὅρους Φαρὰν, » εἴτουν « κατέπαυσεν. » ὅπερ ἑτέρα περιέχει γραφὴ, ἀντὶ τοῦ, σπουδαίως τὴν σκιὰν καταλείψει, καὶ τὴν ἀλήθειαν ἡμῖν φανερώσει.

Σὺν μυριάσι Κάδης. Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους. Κάδης γὰρ τὸ ἄγιον λέγεται τῇ Ἑδραΐδι γλώττῃ.

Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. « Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν. » Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι « τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. » Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· « Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. » Ἐφείσατο οὖν τοῦ λαοῦ.

Καὶ πάντες οἱ ἡγιασ μένοι ὑπὸ τὰς χεῖράς σου. Πάντων γὰρ κρατεῖ, ὡς βασιλεὺς οὐρανοῦ καὶ γῆς. Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπʼ αὐτόν εἰσιν· « αὐτὸς γὰρ καὶ τὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. »

Συναχθέντες ἄρχοντες λαῶν. Οἱ θεσπέσιοι μαθηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ προσώπου αὐτῶν· « Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. » Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὦς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν. « Ἠγαπημένος » δὲ λέγεται ὁ Υἱός. « Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. » Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Παπτὴρ καὶ βασιλεύει.

95 Deut. XXXIII, 2. 96 ibid 3. 97 I Joan. IV, 9. 98 ibid. 99 Rom. VIII, 32. 1 Deut. XXXIII, 3. 1 Core XV, 26. 3 Deut. XXXIII, 5. 4 Psal. XLVI, 4. 5ibid., 10. 6 Matth. III, 17.