Selecta in Job Origenes Charles de La Rue Charles Vincent de La Rue Harvard College Library Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) Thibault Clérice Lead Developer (University of Leipzig) Bruce Robertson Technical Advisor Harvard College Library tlg2042.tlg057.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2017 Harvard College Library United States Origenis Opera Omnia Charles de La Rue Charles Vincent de La Rue Origen J. P. Migne Paris 1862 2 Patrologiae cursus completus (series Graeca) 12 Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΙΩΒ.
ΚΕΦ. Α΄.

Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει· διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν· ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι· εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἐδύνατο ποιῆσαι κατʼ αὐτῶν· ἀλλʼ ὅτε εὖρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος ἦν ὁ καιρός; μέθη ἦν, συμπόσιον ἦν. Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις (16·) οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὀδοῦ ταῖς γωνίαις κέχρηται· πλατεῖα δὲ γωνία ἐστὶν ἡ πολλὴ καὶ ἀνειμένη κακία.

ΚΕΦ. ΙΘ΄.

Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κάμνειν ποιεῖ τὰ βαστάζοντα· οὔτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιεζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις εἰρημένων· ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰσθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν· « Ἕως τίνος ἕγκοπον ποιήσετε τὴν ψυχήν μου, » καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατʼ ἐμοῦ τοὺς λόγους; Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράννου λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ. λέγει τὰ προκείμενα. Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι. ὡς λόγος σκληρός· πολλάκις γάρ τις ὑπομείνας βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς. εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους· ὕβριν γὰρ ὑπομένειν, μεγάλου ἀνδρός ἐστι· διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· « Λοιδορούμενοι εὐλογοῦμεν· βλασφημούμενοι παρακαλοῦμεν. » Καὶ νῦν δὲ ὁ Ἰὼβ ἐστιν, ὁ τῶν ἀθλητῶν γενναιότατος. ὁ ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτος περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν· ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆ σαι. Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρασκευάζει, διὰ τοῦτό φησιν· Ἀνθʼ ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πόνον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα;

Καταλαλεῖτέ μου. Πολλάκις καταλαλεῖ τις κακῶς ποιῶν· ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων.

Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα. Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται· ἔτι ἀθλῶ. Ὡσεὶ ἔλεγεν· Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται· ἔτι γὰρ παλαίω. Ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου. Καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶμεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐδαμοῦ τὸ κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθερίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς.

ΚΕΦ. Κ΄.

Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα. Καὶ ὁ αἱρετικὸς ὅταν εὔξηται, ὅταν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν. Οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν Ποῦ εἰσιν οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα; Οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλόμενοι· καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν τι καὶ Δαυῒδ ψάλλει· « Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον· » καὶ πάλιν· « Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. »

Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Οἷδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐναντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν· ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ « χολὴ ἀσπίδος, » τουτέστι πονηρά· ὡς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ Μωῦσέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν· « Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν. » Ἀλλ᾿ ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι. Ἄγγελος γὰρ κατʼ εὐεργεσίαν Θεοῦ ἐξελκύσει αὐτοὺς ἐπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας· ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων. Ἐπάγει γοῦν· « Ἐξ οἰκίας αὐτοῦ, » καὶ τὰ ἑξῆς.

6 Psal. IX, 7. 7 Psal. xxxvi, 20. 8 Psal. lxxii, 20. Deut. xxxii, 32.

Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα. Διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μὴποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετιχῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῃς Ἐκκλησίας.

Μὴ ἴδοι ἄμελειν νομάδων. Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων. Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εύρίσκουσαι. Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά.

Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν. Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ. Καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν· ἁρπλζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν· οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦδος.

Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. Καθʼ ἣν ἡ θεία κατʼ αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ᾿ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει ρημένοις.

ΚΕΦ. ΚΑ΄.

Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Τὸ μέντοι, « πεπαλαίωνται ἐν πλούτῳ, » εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν.

Ἀναλαβόντα ψαλτήριον καὶ πιθάραν. Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων ἡ εὐφροσύνη, ἥν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφʼ ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδοναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελῳδίᾳ κατακηλοῦνται· ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελγῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτοῦντες.

Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. Τουτέστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλʼ ἐν βίῳ τελείῳ τοῖς σωματικεῖς ἀγαθοῖς ἐντρυφῶντες διετέλεσαν· καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευτῆς τῆς εὐημερίας.

Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμλθησαν. Ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα σάνιστοι εἰς ᾅδην κατέρχονται. Ἤ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλʼ ὥσπερ ὑπνοῦντες, οὕτως ἀποθνήσκουσιν. Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόντες δὲ ἀναπαύονται· οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ὲν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν.

ΚΕΦ. ΚΒ΄.

Πότερον οὐ Κύριός ἐστιν δ διδάσκων; Ὑγιὲς δὲ τὸ δόγμα τοῦτο, ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος· ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, » καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἀλλʼ ἢ Θεός. Διδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπʼ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ. Οὐκοῦν, κἂν ἄνδρες δίκαιοι ἡμᾶς διδάσκωσι, διδασκαλικὴν εἰληφότες χάριν, πάλιν ὁ Κύριός ἐστιν ὁ διʼ αὐτῶν διδάσκων ἡμᾶς· καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν, κατὰ τὴν θείαν γίνεται χάριν.

Ἢ λόγον σου ποιούμενος ἐλέγξει σε; Πρὸς τοῦτο εἴποιμεν ἂν, ὅτι οὐ φροντίζων ὁ Θεὸς μήποτε αὐτός τι βλαβῇ, ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν.

Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼβ ἐντεῦθεν, ὅτι ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· « Ἠνεχύραζες διακενῆς· » τουτέστι μηδὲν ἐποφειλόμενος. Προσεπιτείνων δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν φησίν.

Ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά. Ἐὰν μέντοιγε χιτῶνα ἔχῃ τις ἔνα, καὶ τοῦτον τὸν χιτῶνα προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσοφειλέτας ἔχωμεν. Πολλάκις ὁ ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, καὶ μὴ βλέποντες, ὅτι γυναῖκα τρέφει, καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν, ἀπαιτοῦμεν πικρῶς, ἔσθʼ ὅτε καὶ περισσὰ ἔχοντες παῤ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι, « Ἀμφίασιν γυμνῶν ἀφείλου. » Ἴσως δὲ καὶ τὸ μὴ δοῦναι τῷ γυμνῷ ἱμάτιον ἀφαίρεσιν ὀνομάζτι· ἀποστερητὴς γάρ ἐστι καὶ πλεονέκτης καὶ ὁ μὴ ἐνδύων τὸν γυμνὸν, καὶ ὁ μὴ τρέφων τὸν ἄρτου δεόμενον.

Ἐθαύμασας δέ τινων πρόσωπα. Ἄλλο καὶ τοῦτο ἁμάρτημα· ἁμάρτημα γὰρ καὶ τὸ θαυμάζειν πρόσωπον. Ὁ δεῖνα, ὅτι πλούσιός ἐστι, θαυμάζω αὐτοῦ τὸ πρόσωπον· τὸν δὲ πένητα καταπατῶ, ἐπειδήπερ ἀξίωμα οὐκ ἔχει.

Ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθός. Ὑγιὲς ἐνθάδε δόγμα ὁ Ἐλιφὰζ λέγει· οἴεται γὰρ τὸν Ἰὼβ διὰ τὰ ἁμαρτήματα πάσχειν, καὶ ὅτι ὑπομείνας καθαίρεται διʼ αὐτοῦ τοῦ πάσχειν· καὶ καθαιρόμενος, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, δόκιμος ἀποφαίνεται, πᾶν τὸ ἀλλότριον ἀποθέμενος, καὶ πάσης κακίας 10 Psal. xciii, 10. ἀμιγὴς γεγονώς. Φησὶν οὖν, ὅτι, ἑὰν καὶ σὺ ὑπομείνῃς τὰ συμβεβηκότα σοι, ἀποδώσει σε καθαρὸν ὥσπερ ἄργυρον πεπυρωμένον ὁ Θεός· καὶ καθαρὸς γενόμενος, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα, καὶ ἱλαρῶς τὸ πρόσωπον ἐπαρεῖς εἰς τὸν οὐρανὸν, ἀκαταγνώστῳ συνειδότι τὰς ἱκετείας ποιούμενος· κἄν τι εὔξῃ καὶ ὑπόσχῃ τῷ Θεῷ, αὐτὸς ἐνισχύσει σε πρὸς πέρας ἀγαγεῖν τὰς πρὸς αὐτὸν ὑποσχέ σεῖς· αὐτὸς γάρ ἐστιν « ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὶ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. » Ἀντὶ μέντοι τοῦ, « Δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχὰς. Θεοδοτίων, « Καὶ ὁριεῖς ῥῆμα, καὶ σταθήσεταί σοι, » ἐξέδωκε· τουτόστιν, ἅπαν ὅ ἂν συντάξῃ καὶ τυπώσῃς, οὐ διαπεσεῖται· καὶ ἁπλῶς εἰπεῖν, ἅπασάν σοι τὴν ἁρμόζουσαν δικαίῳ παρέξει διαγωγήν· καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου ὁδηγούμεναι φωτός· ἢ καὶ αἱ πράξεις σου λαμπραὶ καὶ ἐπίδοξοι ἔσονται.

Ὅτί ἐταπείνωσεν ἑαυτόν, καὶ ἐρεῖς· Ὑπερηφανεύσατο. Ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν· πρὸς δὲ τὸν Ἰὼβ ὁ λόγος. Διὰ τοῦτο, φησὶν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ εἷπεν, ὅτι ἐνδίκως αὐτὸς ὑπέστη ἃ πέπονθεν, ἐτειδὴ ὑπερηφανεύεατο.

Καὶ κύφαστα ὀφθαλμοῖς σώσει. Τουτέστι τὸν ταπεινόφρονα, τὸν κάτω βλέποντα διὰ τὸ δυσσυνείδητεν καὶ ἀπαῤῥησίαστον, καθάπερ ὁ ἐν τοῖς Εὐαγγελίοις δικαιωθεὶς τελώνης.

ΚΕΦ. ΚΖ΄.

Ἔει δὲ προσθεὶς Ἰὼβτῷ προοιμίῳ εἶπεν. Ἔλαβεν ἐξουτίαν τοῦ Ἰὼβ ὁ διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας· πρότερον μὲν διὰ τῶν ἐκτός· ὕστερον δὲ διʼ αὐτοῦ τοῦ σώματος· μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας· ἀλλʼ ἀληθεῖς μὲν λόγους. οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προσφερομένους· καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον φθέγξασθαί τι κατὰ τῆς Προνοίας· ἀσεβῆσαι διὰ τοὺς πόνους· ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας· ἀλλʼ ὁ στεῤῥὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Βαλδὰδ τρεῖς, ὁ Σοφὰρ δύο.

Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. Τοῦτο καὶ Παῦλος ὕστερον ἐφθέγξατο, καὶ προσέθηκεν· « Ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι. » Πολλὴ ἡ παῤῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνοιδα.

ΚΕΦ΄. ΚΘ΄.

Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν « οἱ ἄρχοντες. » Οὗτοι παραχωνήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομαθοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον. ὅν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμένον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι.

Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὤν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώ σας καὶ ἀποβαλών.

ΚΕΦ. ΛΕ΄.

Ἀνάβεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι » θ καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἀλλʼ ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφʼ ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μωσέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέπω τὸ νέφος ὑψηλὸν ἀπʼ ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμένον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπʼ ἐμοῦ.

Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένονς; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρτες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν ἰώμενος· εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθαν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γένηται τὸ, « Μακάριοι ὧν ἀφέθησαν αἰ ἁμαρτίαι. »

Ὁ κατατάσσων φυλακὰς νσκτεριστάς. Ὅρα ὄτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, « Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. » Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκέτος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ διʼ ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλλοντες ἄγγελοι.

Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Κατὰ δὲ τοὺς λοιποὺς, « διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα διιπτάμενα πετεινά· » μόνος γὰρ ὁ ἄνθρωπος λόγῳ τετίμηται. Κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων· ἐὰν δὲ ἦς ἁμαρτωλὸς, πόρνος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ τετραπόδων γῆς, ἀλλὰ παρασυνεβλήθης τοῖς κτήνεσι, καὶ ἐγένου ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, καὶ ἵππος θηλυμανής.

ΚΕΦ. Μ΄.

Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον· οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, εὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἄθλων δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος. Ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν· οὕπω γὰρ ᾔδει τὸ, « Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. » Ὁ μέντοι Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λέγειν· καὶ τοσαύτη ἐστὶν αὐτοῦ ἡ χρηστότης, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ ἄλλαι τοῦτο ἐδίδαξαν Γραφαί· ὡς τὸ, « Δεῦτε, καὶ διαλεχθῶμεν· » καὶ, « Λαός μου, τί ἐποίησά σοι; » Ἥδη ἆθλον δίδωσιν αὐτῷ ὁ Θεὸς, ὅτι ἅνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἦκουσε· « Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, » καὶ μὴ σιώπα· ἀλλʼ ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις· ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται, οὐδὲ συνέσφιγκται, ἀλλὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Θεῷ. Μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ τὴν ὀσφὺν ζώσηται.

Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ οἴου ἀλόγως κεκρίσθαι μοι ταῦτα ἅπερ ὑπέμεινας, μηδὲ ἀποποιοῦ μου τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνημονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν. ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν ταύτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· « Μὴ ἀποποιοῦ μου τὸ κρῖμα· » τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν.

Οἴει δέ με ἄλλως σοι κεχρημστικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν· εἷχες ἀνδρείαν· ἀλλʼ ἐκρύπτετο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν 16 Psal. XLVIII, 13, 21, xxxi, 9. 17 Jerem. v, 8. 18 lsai. 1, 18. 19 Mich. vi, 3. τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· « Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, » τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ;

Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυσαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετʼ αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος.

ΚΕΦ. ΜΑ΄.

Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον ὑποχείρπον, ὁ Σατανᾶς δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός.

Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ δράκων τῶν ἀσεδῶν· « Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· » τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθʼ ἕκαστον γὰρ λόγον ὅν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν παραδεξώμεθα ἀκοὴν ματαίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα.

Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Σαφέστερον δὲ εἰπεῖν Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι, τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαε αὐτοὶ καθʼ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, καὶ ὅλον αὐτὸν κομίσαι καὶ νεκρῶσαι δυνάμεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν διάβολον, κατὰ τό· « Ὁ δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. »

Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθει, Θώραξ καὶ στῆθος ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμοπκόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ· δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται.

Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, « οὐ μη διέλθῃ, » οὐχ ὅτι οὐ διέρχεται καὶ παρέρχεται, ἀλλʼ ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ διʼ αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι ὑπʼ αὐτοῦ.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν Ἑωσφόροι, ἀλλʼ « εἶδος Ἑωσφόρου· » μετασχηματίζεται γὰρ εἰς ἄγγε φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσ λονποιεῖταισύμβολον ἡμέρας.

Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δʼ ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες. Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου, τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί. Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.

Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ δορυφέρει αὐτὸν ἡ ἀπώλεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια αὐτοῦ, εἶθʼ οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παραδέξηταί τις τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δράκοντα· ὅταν γὰρ ἁμάρτῃ τις. τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ ψυχήν.

ΚΕΦ. ΜΒ΄.

Ἔδωκε δὲ ὁ Κόριος διπλᾶ. Ὁ μὲν οὖν πάντα πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον· ὁ δὲ Κύριος ἆδλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλʼ ἑκατονταπλασίονα· οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.