Adnotationes in Numeros Origen Charles de La Rue Charles Vincent de La Rue Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseus Digital Library Matt Munson Project Manager (University of Leipzig) Annette Gessner Project Assistant (University of Leipzig) 2015 - 2017 Thibault Clérice Lead Developer (University of Leipzig) 2015 - 2017 Bruce Robertson Technical Advisor Harvard College Library tlg2042.tlg069.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2018 Harvard College Library United States Origenis Opera Omnia Charles de La Rue Charles Vincent de La Rue Origen J. P. Migne Paris 1857 7 Patrologiae cursus completus (series Graeca) 17 The Internet Archive

Text encoded in accordance with the latest EpiDoc standards

Greek Latin
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ.
ΚΕΦ. ΙΑ΄.

Στίχ. ζ΄. Τὸ δὲ μάννα, ὼσεὶ σπέρμα κορίου. (21) Τὸ δὲ ὡσεὶ σπέρμα κορίου, οἱ λοιποὶ βδελίου· ἄλλος φησὶν, ἐκ μέλιτος· Ἀκύλας καὶ Σύμμαχος, μαστοῦ ἔλαιον, μαστοῦ εἰς λίπας.

ΚΕΦ. ΙΒ΄.

Στίχ. α΄, β΄, ι΄, ιε΄. Λοιδορήσασα Μαριὰμ τὸν Μωσέα, ἐλεπρώθη, ἔξω τῆς παρεμβολῆς γενομένη ἑπτὰ ἡμέρας καθίσασα. Τοῦτο δὲ γέγονε πρὸς φόβον τοῦ λαοῦ. Εἰ γὰρ τῆς ἀδελφῆς οὐκ ἐφείσατο, οὐδὲ ἑτέρου.

ΚΕΦ. ΙΔ΄

Στίχ. λς΄. Καὶ οἱ ἄνθρωποι. Οἱ τὴν γῆν ψέγοντες, ψεύστην τὸν Θεὸν, κατʼ αὐτοὺς εὐσεβῶς, ἔδειξαν, ἐπαινοῦντα (22) τὴν Παλαιστίνην.

ΚΕΦ. ΚΒ΄.

Στίχ. β΄. καὶ ἰδὼν Βαλάκ. Ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν. Ἐν οἷς καὶ τό· Ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος.

Στίχ. δ΄. (23) Ὅτι ὥσπερ μάντιν τὸν μισθὸν ταύτης ἔφερον προσαγαγεῖν αὐτόν.

ΚΕΦ. ΚΓ΄.

(24) Στίχ. ζ΄. Καὶ ἀναλαβὼν τὴν παραβολήν. Ἡθεία Γραφὴ ἔν τισιν τόποις προκρίνει καὶ προτίθηοι τὸ συμβολικὸν ὂν τῆς ἱστορικῆς διηγήσεως ἐν τῇ αὐτοῦ ὑποθέσει.

ΚΕΦ. ΚΔ΄.

Στίχ. ζ΄. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. (25) Εἰσὶ δὲ κύριοι πολλοὶ, καὶ θεοὶ πολλοί. Μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον· κυριεύσουσι γὰρ κυρίας πολλάς.

Στίχ. ιζ΄. Καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Φασὶ τὸν Βαλαὰμ ἔχειν φοιτητὰς τῇ τέχνῃ, μαθητεύσαντας αὐτῷ τῇ μαγικῇ· καὶ δόξαν περὶ αὐτοῦ Exod. xv, 15. 14ICor. viii, 5. εἴδη τινὰ τῆς ψυχῆς διαγράφειν διάφορα· τίς γὰρ οὐκ ἂν ἀπορήσῃ ὁρῶν, ὅτι πῆ μὲν ἡ λέπρα ποιεῖ τὸν ἄνθρωπον ἀκάθαρτον ἐγγενομένη χρωτὶ ζῶντι, πῆ δὲ πάσης ἀκαθαρσίας ἀπολύει ὅλον λεπρὸν γεγονότα; τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεταί τις, ὅτε χρὼς ζῶν μετὰ τὸ ὁλόλεπρον εὑρίσκεται ἐν αὐτῷ, μιαίνοντος τοῦ ζῶντος χρωτὸς τὴν ἐξ ὅλων λέπραν, ἀμίαντον εἶναι λεγομένην· ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων· τὸν δὲ ζῶντα χρῶτα, ἀντὶ τῆς λογικῆς καταστά- (21) Præcedit Μᾶν ὠνομάσθη, etc., ut in edit. ex cod. 334, pag. 175. (22) Cod. et ms. Bonjoan. ἐπαινοῦντ. (23) Hæc subduntur is quæ in edit. habentur σεως· δοκεῖ οὖν μοι μυστήριον περιέχειν ὁ λόγος· ἐν γὰρ τῇ τῶν βρεφῶν ἡλικίᾳ ἀνέγκλητός ἐστιν ἡ ψυχὴ, τῆς ἀλογίας ἀπολυούσης αὐτὴν παντὸς ψόγου· ἐὰν δὲ ὀφθῇ χρὼς ζῶν ἐν αὐτῇ, ὅ ἐστιν ἐὰν ἀρχαὶ τοῦ λόγου ὑποφύωσι, τότε ἀρχὴ τῆς ἁμαρτίας ὑφί- σταται, ἕως ἐπικρατήσαντος τοῦ χρωτὸς τοῦ ζῶν- τος, τουτέστι τοῦ λόγου αὐξάνοντος καὶ τελειουμέ- νου, ὁ λόγος γένηται ὁ χρὼς ζῶν, καὶ τέλεον ἡ λέ- πρα ἐξαφανισθῇ. Edit. Patrol. p. 272 A, post πρόῤῥησις. (24) In cod. 534, pag. 191. (25) Hæc præter edita pag. 273. (26), ἀναγράψασθαι τὰς προφητείας αὐτοῦ, καὶ καταλιπεῖν, ἐν αἷς καὶ τό· Ἀνατελεῖ ἄστρον. Ἤ καὶ ἐκ τῆς πατρικῆς παραδόσεως τοῦτο καὶ διαδοχῆς παραλαβόντες οἱ Μάγοι, ἐπὶ τὴν Βηθλεὲμ παρεγένοντο.