Text encoded in accordance with the latest EpiDoc standards
Στίχ. λα΄. Ὁσεὶ τροφοφορήσαι ἀνθρωπος. Ἀκύλας. Ὡσεὶ ἄραι τροφὸς τὸν υἱὸν ἐβάστασεν, ἡρμήνευσεν. Ὦριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί· « Συμπεριηνέχθη καὶ συγκατέβη ὑμῖν (27), τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος· ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑποδυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα.»
Στίχ. ιη΄. Καὶ ἐνετειλάμην ὑμῖν. (28) Ταῦτα λέγει τῇ φυλῇ Ῥουβεὶμ, καὶ τῇ φυλῇ Γὰδ, καὶ τῷ ἡμίσει (29) φυλῆς Μανασσῆ.
Στίχ. κζ΄, κη΄. Πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύτην δίκην ἐπιθεὶς, καθʼ ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βἱου, καὶ (30) δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου. Ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐδὲ τὴν ἐπαγγελίαν ἀποκαταστῆσαι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προγνῶναι τὴν οἰκείαν τελευτήν.
Τοῦ αὐτοῦ. Προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν
ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μονῆς
(51) |Μωῦσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωῦσέως
μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντʼ
αὑτοῦ καταστῆσαι. Ὥσπερ καὶ Ἐλισσαῖος ἐν πνεύματι
Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον· ἐν
γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ.
Λάθε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς,
τὸν Ἰησοῦν υἱόν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα
Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ
αὐτῷ. Οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν
Στίχ. ιβ΄. Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε.
(32)Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἄλλος φησί· Δῆλον γὰρ ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα.
(33) Φωνὴν ῥημάτων.
Ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέχεται τὴν φωνήν. Ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ γράμματος, μόνη ἡ Δεκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε
Στίχ. ιθ΄. (34 Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν
ἀκάθαρτα ἔσται.
Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.) Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἀλίαιτον, καὶ μέντοι καὶ τὸν γύπα. Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον (35) ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις (36) καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· διʼ ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς (37) οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς (37·)τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυτρόποις κακουργίαις (38) ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ τοι (39) συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμπῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον. Καταγράψει δ᾿ ἂν ἐφʼ ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν·
τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπιδόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. Προσιόντι (49) γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. Ἢ οὐκ ἀληθὲς τούτοις (50) τὰ τοιαῦτα νομίζειν; Εἰώθασι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπουδαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνιζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν.
(51) Στίχ. η΄. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ;
Τοῦ αὐτοῦ. Ὁ τοῖς γτΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός(52) τε καὶ ἄναλκις.
Στίχ. ι΄. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν.
Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πάλιν εἰσέλθητε, ἐξετάζετε (53), τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετʼ εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι.
Στίχ. ιγ΄. Καὶ πατάξεις πᾶν ἀρσετικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας.
Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος (54), ὅ ἐστι ῥῆμα Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνάμεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιαζετε. Καὶ κτήνη δὲ, φησὶ, περιποιήσατε. Δίκαιος γὰρ οἰκτείρει ψυχὰς πηνῶν αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ.
(55) Στίχ. ς΄. Οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων.
Ἐπειδὴ μὴ δύναται ἑαυτὰ τρέφειν, τῆς μητρὸς ληφθείσης.
(56) Στίχ. γ΄. Οὐκ εἰσελεύσεται Ἀμανίτης.
Τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας
ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλʼ
εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν
ῥίζαν· ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας·
ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας
Στίχ. ιδ΄. Τί ἐστιν, Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου;
Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν. Ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. Ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν· Ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐβελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου. Διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. Τοῦτο γὰρ ἐπάγει· Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα.
Στίχ. ιβ΄. Καὶ ὁ τόπος ἔστω σοι, φησὶν, ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ.
Στίχ. ιγ΄. Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς δώνης σου. Καὶ ἔσται ὅταν καθιζάνῃς ἔξω, καὶ ὀρύξῃς (57) ἐν αὐτῷ, καὶ ἐπαναγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἑαυτοῦ (58).
Στίν. ιδ΄. Ὅτι Κόριος ὁ Θεός σου ἐμπεριπατῖ ἐν τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραβοῦναί σοι τὸν ἐχθρύν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος.
Παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέπει
τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας
ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ
νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ
πλημμελές· συνήσει δὲ οὐδεὶς παραπτώματα, κατὰ
τὴν τοῦ Ψάλλοντος φωνήν· Γένοιτο, φησὶ, μιᾷ τῶν
ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι
μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω
νόμου καὶ ζωῆς ἁγιοπρεποῦς. Ἐνοικεῖ γὰρ τοῖς μέλεσι
τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος. Πρῶτον μὲν
μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν,
τὰ ἐκ τῆς ἀῤῥωστίας πραττέσθω πταίσματα·
ἀλλʼ οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρεμβολῆς·
εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω,
φησί· Σοφοὶ γὰρ καλύψουσι τὰς ἑαυτῶν αἰσχύνας,
κατὰ τὸ γεγραμμένον. Καταλήγοντες γὰρ τῶν
πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀναστοιχειοῦντες
τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι
τὸ ώφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσπταίσματα·
καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν
ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν
εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν
τῶν πρωτοτόκων ἐκκλησίαν. Ἐν Χριστῷ δὲ τοῦτο
πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ
(59) καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι. Τὸ γὰρ
ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ
(60) Στίχ. Ϛ΄. Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὕτως ἐνεχιράζει.
Εἰς τὸ αὐτὸ ἄλλως. Οὐκ ἔστι μύλος οὐδὲ ἐπιμύλιον ψυχῇ (60·), ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, διʼ οὗ μάλιστα ζῶσιν οἱ ἅνθρωποι. Σημειωτέον αὐτὸν· διὰ τὸ αἶμα. Καὶ γὰρ περὶ αὐτοῦ ἐλέχθη· Ὅτι τοῦ σώματος τὸ αἷμα ψυχή ἐστιν. Καταχρηστικῶς οὖν ταῦτα νοητέον. Οὔτε γὰρ τὸ αἷμα, οὔτε ὁ μύλος ψυχὴ, ἀλλὰ πρὸς τὸ ζῇν συμβαλλόμενα.
(61) Στίχ. ιε΄. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.
Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειτ· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα.
(62) Στίχ. ιζ΄. Ἐπικαταάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον.
Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀληθοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασαλεύων τὸν ἐντὸς εὑρισκόμενον. Καὶ δηλοῖ τὰ ἐπαγόμενα(63).
(64) Στίχ. ιη΄. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὀδῷ.
Τοῦ αὐτοῦ. Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι. Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παραδεικνύντες ὁδόν.
(65) Στίχ. ιθ΄. Ἐπικατάρατος ὅς ἃν ἐκκλίνῃ κρίσιν
προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας.
Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλίνοντας
κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας,
ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. Εἰ γὰρ τὸ ῥητὸν
ἔχει τὸ ὀφέλειμον (66), ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλότερον.
Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ
ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Οἱ δὲ ὀρφανοὶ κυρίως εἰσὶν
οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατανᾷ,
μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλʼ ἔτι καὶ
κατηχουμένοις ἐνάριθμοι. Ὁμοίως δὲ καὶ οὗτοι χῆραί
εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐτοῖς
(67) Στίχ. κς΄. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου.
Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρομεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ (68) μὴ πάντα ποιεῖν.
Στίχ. ς΄. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω.
Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ὁ Μωϋσῆς εὐλογῶν φησι· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἀμφότερα καλῶς. Ὅ τε γὰρ πατὴρ κατήραται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα· ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ. Ἄτοπον δὲ ἦν κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.